Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπόμνημα εἰς τοὺς δώδεκα προφήτας 4

Commentarius in xii prophetas minores 4 / Толкование на двенадцать пророков 4

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα.

ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ' ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ "Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- "δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες," καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέ- 2.168 "στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα "πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον." ἀλλ' ἦν ἀλη- θῶς προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀνα- βρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἡ γλῶττα. Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐ- σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ' ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ' ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ' αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις. Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱερο- σολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμε μαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν τοῖς Ἱεροσολύμοις βασιλίδα τι- μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων, προσεμπρήσας δὲ 2.169 καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκρά- τηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον. Εἶτα τεθνεῶτος Ἐζεκίου διαδέχεται τὴν βασιλείαν ὁ Μα- νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Καὶ ἐποίησε τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν "ἐθνῶν ὧν ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. "καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν "̓Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ "Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασι- "λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐ- "ρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον "ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά "μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ "οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ διήγαγε "τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, "καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. καὶ "ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε Κύριος "πρὸς ∆αυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν τῷ "οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ᾗ ἐξελεξάμην ἐκ πασῶν "φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν "αἰῶνα." ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ λοιπὸν ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰερο σολύμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν "Καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ 2.170 "τῶν προφητῶν λέγων Ἀνθ' ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ "βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ "πάντων ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξή- "μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω "τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω κακὰ "ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, "ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου- "σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου "̓Αχαὰβ, καὶ ἀπαλείψω τὴν Ἱερουσαλὴμ, καθὼς ἀπαλεί- "φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται "ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- "νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- "τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι "τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ' ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν "ὀφθαλμοῖς μου." καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός. Κατοιχομένου δὲ τοῦ Μανασσῆ ἤδη, βεβασίλευκεν Ἀμὼς υἱὸς αὐτοῦ, κατ' οὐδὲν ἀποδέων τοῦ φύσαντος εἰς ἀνοσιότητα τρόπων, ἁμιλλώμενος δὲ οὕτω ταῖς ἐκείνου δυσσεβείαις, ὡς τάχα που καὶ ὑπερκεῖσθαι λοιπόν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής. καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατο- 2.171 λόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέ- καυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ἰεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς πᾶσαν καταδῃώσας τὴν χώραν εἷλέ τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφέ τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος. 9Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.9 Ὡς ἐρήμου παντελῶς ἐσομένης αὐτοῖς τῆς χώρας, καὶ 2.172 ὅσον οὐδέπω σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν ἀπολουμένης, ὑπερβολικὸν ἐν τούτοις τὸν τῆς προαγορεύσεως ποιεῖται λόγον. οὐ γάρ που φαμὲν, εἴπερ ἐσμὲν ἐν καλῷ τοῦ φρονεῖν ὀρθῶς, ὅτι καὶ ζῴοις ἀλόγοις καὶ νηκτοῖς καὶ πετεινοῖς ἐφίησι τὴν ὀργὴν ὁ τῶν ὅλων Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐν- νοεῖν ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν ἔσται φειδώ· ἀλλ' ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβα πτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστη- σιν ἐναργεῖς, καθ' ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς. καὶ ἀσθενήσουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐχθρῶν, ἐξαίρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενη- μένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι δουλεύοντες. Εἰ δὲ δή τις ἕλοιτο μεταπλάττειν ἀστείως εἰς ἤθη καὶ τρόπους, ἄνθρωπόν τε καὶ κτήνη καὶ τὰ λοιπὰ, νοήσει μὲν ἀνθρώπους τοὺς κατὰ σάρκα ζῶντας, καὶ γήϊνον ἔχοντας φρόνημα, καὶ τοῖς προσκαίροις ἐντετηγμένους, οἷς καὶ ὁ 2.173 θεῖος προσπεφώνηκε λόγος "Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ "̔Υψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε." τῶν γὰρ ἁγίων ἀνθρώπινος μὲν οὐκ ἔτι, θειότερος δὲ μᾶλλον καὶ πνευματικὸς ὁ βίος· εἴπερ ἐστὶν ἀληθὲς, ὡς περιπατοῦσι μὲν ἐν σαρκὶ, ζῶσι δὲ οὐ κατὰ σάρκα, κατὰ τὸ γεγραμμένον· ἔχουσι δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πολίτευμα· κτήνη δὲ αὖ τοὺς ἀμαθίᾳ πολλῇ συζῆν εἰωθότας, καὶ νωθεῖς τὴν φρένα, περὶ ὧν φησι διὰ φωνῆς τοῦ ∆αυείδ "Ἄνθρωπος ἐν τιμῇ "ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις "καὶ ὡμοιώθη αὐτοῖς·" προσεπιτάττει δὲ λέγων "Μὴ γί- "νεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις." πτηνὰ δὲ δὴ λογιούμεθα τοὺς ἐπηρμένην τε καὶ οἱονεὶ μετέωρον ἔχοντας φρένα, καὶ ὑψοῦ μὲν φέρεσθαι μεμελετηκότα τὸν νοῦν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι παραιτούμενον. τοι- ουτοσὶ δέ πως ὁ ἀλαζὼν, καὶ τοῖς τῆς θεομισοῦς ὑπεροψίας ἐγκλήμασιν ὁλοτρόπως ἐνισχημένος. ἐκδέξῃ δὲ καὶ ἰχθῦς τὴν ἀλογωτάτην πληθύν· ἀφωνότατα δὲ τῶν ἰχθύων τὰ γένη· τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ, οἳ καθάπερ θαλάττῃ τινὶ τῇ τοῦ βίου τύρβῃ περιχεόμενοι, καὶ τὴν ἁλμυράν τε καὶ πικρὰν τῶν ἐν αὐτῇ πραγμάτων ἡδονὴν τρεφόμενοι, τοῖς τοῦ θανά του τετήρηνται λίνοις, ὄλεθρον ἔχοντες τοῦ βίου τὸ πέρας. οὗτοι δὴ οὖν ἐκλείψουσι, ποινὴν ἐπ' αὐτοὺς ἱέντος Θεοῦ, καὶ κολάζειν ᾑρημένου λοιπὸν ὡς ἀσελγῆ καὶ ἀκόλαστον τρί- βοντας βίον, καὶ παροτρύνειν αὐτὸν οὐ παραιτουμένους. 9Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπὶ πάντας τοὺς 2.174 κατοικοῦντας ἐν Ἱερουσαλὴμ, καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ὀνόματα τῶν ἱερέων, καὶ μετὰ τῶν ἱερῶν τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασι- λέως αὐτῶν, καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου.9 Καταλευκαίνει λοιπὸν τὸ ἀμυδρῶς εἰρημένον, καὶ ὅτι κατὰ τῆς Ἰούδα φυλῆς, κατά τε τῶν Ἱεροσολύμων τὰ ἐξ ὀργῆς συμβήσεται, διαγορεύει σαφῶς. ἐκταθήσεσθαι γὰρ κατ' αὐ- τῆς τὴν ἑαυτοῦ χεῖρά φησιν, οἱονεὶ καταδραττομένην καὶ πλήττουσαν, καὶ ὑποτιθεῖσαν αὐτοὺς τοῖς ὅσον οὐδέπω προσ δοκωμένοις, μέλλουσί τε καταδῃοῦν καὶ τῆς ἐνεγκούσης ἀποκομίζειν αὐτοὺς τοῖς τῆς δουλείας βρόχοις ἐνειλημμένους. ἀπογυμνοῖ δὲ δὴ τὰ ἐγκλήματα, καὶ ἐκ μέσου μὲν ἔσεσθαί φησι τὰ ὀνόματα τῶν Βάαλ, οἰχήσεσθαι δὲ σὺν αὐτοῖς τὰ τῶν ἱερέων. καὶ ὅτι μὲν πολλὴ παρ' αὐτοῖς ἡ τῶν σεβασμά- των πληθὺς, καὶ διάφορος ὁ τῆς πλανήσεως τρόπος, διὰ τούτου σημαίνει. ὅτι δὲ τῷ πολέμῳ δαπανηθήσονται, καὶ ὀλιγανδρίας εἰς τοῦτο τὰ τῶν Ἰουδαίων ἔθνη περιστήσεται, ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσή- μηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ὀνόματά φησιν ἀντὶ τοῦ 2.175 τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώ- τατος Σολομὼν διερμηνεύει λέγων "Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς." ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὁλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα· εἶεν δ' ἂν οὗτοι πάλιν οἱ σελήνῃ καὶ ἄρκτῳ καὶ τῇ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατ- ευρύνειν ἐπ' αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος "Κύριον τὸν "Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ "ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ." καὶ γοῦν ὁ προφήτης Ἱερε- μίας προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ' αὐτοῖς ἀποφέρων ὀργῆς "Ζῇ Κύριος λέγουσιν." οἱ δέ γε μὴ ζητοῦντες τὸν Κύριον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐ- τοῦ, νοοῖντ' ἂν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα δια- βιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. ζητεῖται γὰρ παρ' ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ' οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ' ἑαυτῇ, διὰ πίστεως καὶ 2.176 ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι ταῦτα μὲν τετέλεσται καὶ παρ' αὐτοῦ τοῦ βασιλεύοντος ἐν τοῖς Ἱεροσολύμοις, Ἰωσίου φημὶ, καθ' ὃν καὶ ὁ τῆς προφητείας γέγονε λόγος. καθεῖλε γὰρ καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς προσκυνοῦντας αὐτά. 9Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, ὅτι ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.9 Ἀναπλέκει χρησίμως ταῖς ἀπειλαῖς τὴν παραίνεσιν, καὶ καταπτοήσας τοῖς δείμασι, μετασοβεῖ πρὸς τὸ ἄμεινον, ὑποβλέπεσθαι κελεύων· τοῦτο γὰρ οἶμαι τὸ εὐλαβεῖσθαί ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- ανορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους ἀπὸ προσώπου Κυρίου, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου "Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ "τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε 2.177 "ἀπὸ τῶν πονηριῶν ὑμῶν." ταυτὸν γὰρ οὔτι που τὸ πονη- ρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἡ διαφορά. πονηρὸς γὰρ ἔσθ' ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ' ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός "Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων "πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι "ἅρπαγες." ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη γάρ που ὁ Σολομών "Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ "ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ "σκοπεύει." ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέ- ροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγ- γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προῤῥήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ "Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος "̓Ισραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις "ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς "οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε "λέγει Ἀδωναῒ Κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ 2.178 "λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ "ποιήσω, λέγει Ἀδωναῒ Κύριος." τοῦτο καὶ νῦν, ὥς γε οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλη- τούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός "̔Ηγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται "πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες." οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ' οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδέ τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας. 9Καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρ- χοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.9 Τρία ταῦτά ἐστι τὰ δι' ὧν ἂν εὖ ἔχοιεν πόλεις τε καὶ χῶραι, βασίλεια τε καὶ τὰ ὑπ' αὐτὴν τῶν ἐξουσιῶν τάγματα, 2.179 καὶ ἡ διαβόητος ἱερωσύνη. ταῦτα δὲ εἰ μὲν ἔχοι καλῶς, κατά γε τὸ ἑκάστῳ πρέπον, εὖ ἂν ἔχοι καὶ τὰ ὑπ' αὐτὰς πράγματα, καὶ σώζεται τὸ ὑπήκοον. εἰ δὲ δὴ τὴν διεστραμ- μένην ἕλοιντο τιμᾶν, καὶ μὴν καὶ διάττοιεν τρίβον, ἅπαντα εὐθὺς πρὸς τὸ ἀκαλλὲς οἰχήσεται, καὶ μονονουχὶ καταμεθύει πρὸς ὄλεθρον. ὥσπερ γὰρ εἰς τὴν τοῦ σώματος κεφαλὴν ἀλγήματος γεγονότος, συναισθάνεσθαί τε αὐτῇ καὶ συναῤ ῥωστεῖν ἀναγκαῖον τὰ λοιπὰ τῶν μελῶν· οὕτω καὶ τῶν ἡγουμένων ἐκτετραμμένων ἐπὶ τὸ φαῦλον καὶ μέντοι ῥοπὴν τὴν εἰς τὰ χείρω νενοσηκότων συγκαταφθείρεσθαί πως ἀνάγκη τοὺς ὑπεζευγμένους. φιλεῖ γάρ πως τὸ ὑπήκοον ταῖς τῶν λαχόντων κρατεῖν ἕπεσθαί τε καὶ ὑποφέρεσθαι γνώμαις. ἐν ἡμέρᾳ τοίνυν, φησὶ, τῆς ἁνδανούσης Θεῷ θυσίας, τουτέστιν ἐν καιρῷ καθ' ὃν ἂν γένοιτο τῶν τὰ πάνδεινα πεπλημμεληκότων ἡ σφαγὴ, ἐπ' αὐτὰ δὴ καὶ πρῶτα τὰ τῶν ἄλλων ἐξῃρημένα κατὰ τὴν δόξαν καὶ προεκκείμενα πράγματα, βαδιεῖται τὰ ἐξ ὀργῆς. ταῦτα δέ ἐστιν, ὁ τοῦ βασιλεύοντος οἶκος· καὶ ὁ γείτων εὐθὺς τῶν ἐν δόξῃ καὶ περιφανείᾳ κειμένων· καὶ τρίτος ἐπ' αὐτοῖς ὁ καὶ τῶν ἄλλων παρὰ Θεῷ προτιμότερος ὁ τῶν θείων ἱερουργῶν· ἄρχοντες δὲ καὶ αὐτοὶ, καὶ λαῶν ἡγούμενοι, κατά γε τῆς ἱερωσύνης τὴν τάξιν. αἰτιᾶται δὲ λίαν αὐτοὺς, ὡς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια, τουτέστιν, εἰς τοῦτο λοιπὸν ἀφιλοθεΐας ἱγμένους, καὶ τῶν πάλαι διὰ Μωυσέως τεθεσπισμένων καταφρονεῖν ᾑρημένους, ὡς μηδὲ αὐτὸ τῆς ἱερωσύνης τὸ σχῆμα τηρεῖν, καιροῦ καλοῦντος αὐτοὺς ἐπί γε τὸ δεῖν ἀποπεραίνειν τὰ ἱερά. 2.180 ὥσπερ οὖν οἱ ἐξ Ἀαρὼν γεγονότες δεδαπάνηνται πυρὶ, καὶ ἦν αὐτοῖς ἐπίκλημα καὶ γραφὴ, τὸ ἀλλότριον ἐπιθεῖναι τῷ θυσιαστηρίῳ πῦρ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἦν ὁ λόγος, ἐξαιτοῦνται δίκας, ὅτι τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἠφειδηκότες, ἱεροπρεπῶς μὲν οὐκ ἐστέλλοντο κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ' αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρη σιν, εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λόγος; ταύτῃτοί φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ἰσ- ραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ, ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ' ὅτε· οἷόν τι φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἢ βροῦχον ἔσθ' ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, ἢ τὴν καλουμένην ἐρυσίβην· λελύπηκε δὲ καὶ "ἐν πυρώσει "καὶ ἐν ἰκτέρῳ," κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ' ὑμῶν, οὐκ ἀῤῥωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἶκον τοῦ Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ δόλος; ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται 2.181 "αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο·" καὶ μὴν καὶ ὁ σοφὸς Ἡσαΐας ἀποτείνεταί που πρὸς αὐτὴν καί φησιν "Οἱ ἄρ- "χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, "διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει "χήρας οὐ προσέχοντες." Προσεκτέα δὴ οὖν τοῖς τῶν θείων θυσιαστηρίων ἱερουργοῖς, μὴ ἄρα πως ταῖς τοιαῖσδε περιπίπτοιεν γραφαῖς. τυπικῶς μὲν γὰρ οἱ πάλαι τὴν ταῖς ἱερουργίαις πρέπουσαν ἐδέχοντο στολήν. ἐπειδὴ δὲ τῆς ἐν πνεύματι λατρείας ἐνέστηκεν ὁ καιρὸς, ἄμφιον ἔστω λαμπρὸν καὶ στολή τις ὥσπερ ἱερο- πρεπὴς ἑκάστῳ τῶν κεκλημένων εἰς λειτουργίαν, πίστις ὀρθὴ καὶ ἀμώμητος, βίος εὐαγγελικὸς, πολιτεία σεμνὴ καὶ ἐννο- μωτάτη, καὶ τρόπος ὀρθὸς, λημμάτων αἰσχρῶν οὐχ ἡττώ- μενος, φροντὶς ὁρῶσα πρὸς ἀρετὴν, καὶ τοῦ παντὸς ἀξιοῦσα λόγου τὸ ἁνδάνον Θεῷ. 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.9 Καταγράφει σαφῶς τοῦ πολέμου τὰς συμφορὰς, καὶ οἷον πίπτοντάς τε καὶ ὀλλυμένους καί σφισιν αὐτοῖς ἐποιμώ- ζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ ἀμείνω καὶ πρεπωδέστερα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ ∆ημιουργὸς, καὶ οὐ θέλει "τὸν θάνατον "τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ "αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν," κατὰ τὴν τοῦ προφήτου 2.182 φωνὴν Ἰεζεκιήλ. κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ φησιν ἀπὸ μιᾶς μὲν πύλης τῶν ἀποκεντούντων, τουτέστι, τῶν ἀποσφατ- τόντων τοὺς παρεμπίπτοντας, δεινή τις ἔσται καὶ ἀμειδὴς ἀναφώνησις. ἀεὶ γάρ πως ἐν ταῖς ἁλισκομέναις τῶν πόλεων εἰσελαύνοντες οἱ πολέμιοι φρικτόν τι καταλαλάζουσι, προ- κατακλῶντες εἰς φόβον τοὺς ἐν αὐταῖς, προτροπάδην τε ὥσπερ ἀλλήλους καταθήγοντες εἰς ὠμότητα. ἀπὸ δέ γε τῆς ἑτέρας πύλης ἔσται, φησὶν, ὀλολυγὴ καὶ δάκρυον, συνωθου- μένων ἀλλήλοις τῶν ἑαλωκότων, καὶ ἑκάστου διασπεύδοντος τῆς πόλεως ἀποπηδᾶν ὡς νεὼς βεβαπτισμένης. ἔσεσθαι δὲ καὶ συντριμμὸν μέγαν φησὶν ἀπὸ τῶν βουνῶν, τάχα που βουνοὺς τὴν καλουμένην ἄνω πόλιν ἐν τοῖς Ἱεροσολύμοις, ἤτοι τὴν Σιὼν ὀνομάζων, ἤγουν ἕτερόν τι δηλῶν. ἀεὶ γάρ πως ἐν ταῖς τῶν πολέμων καταδρομαῖς εἰς τὰς τῶν ὀρῶν καταφεύγουσι κορυφὰς οἱ ἔνοικοι, τὴν τῶν τόπων δυσχωρίαν πρὸς ἐμποδὼν ἔσεσθαι τοῖς ἐχθροῖς ἡγούμενοι, καὶ τὰς τῶν διωκόντων αὐτοὺς ἀνακόψειν ὁρμάς. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προσπεφώνηκέ ποτε τοῖς Ἰουδαίων δήμοις "Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν "̔Ιερουσαλὴμ, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ "ὄρη." Οὐκοῦν Θεοῦ πλήττοντος, καὶ δίκας αἰτοῦντος τῶν ἡμαρ- τημένων τοὺς καταφρονεῖν ᾑρημένους, οὐδὲν ὀνήσει τοὺς πάσχοντας, οὐ πόλις εὐπυργοτάτη, οὐ τειχῶν ἀκατάσειστοι περιβολαὶ, οὐκ ὀρῶν ἀναστήματα καὶ πετρῶν ἀγριότητες, οὐκ ἀστιβὴς δυσχωρία· σώζει δὲ μόνη μετάγνωσις, ἐκδυ- σωποῦσα τὸν Κριτὴν, καὶ κατευνάζουσα τὸν θυμὸν, καὶ εἰς 2.183 τὴν αὐτῷ πρέπουσαν ἡμερότητα καλοῦσα προχείρως ἀγαθὸν ὄντα φύσει τὸν ∆ημιουργόν. καὶ ἄμεινον μὲν τὸ παντὶ παραιτεῖσθαι σθένει τὸ προσκρούειν αὐτῷ· ἐπειδὴ δὲ δια- νένευκεν ἡ ἀνθρώπου φύσις ἐπὶ τὸ φαῦλον ἀεὶ, καὶ "πολλὰ "πταίομεν ἅπαντες," τὸ βεβηκὸς εἰσάπαν πρὸς ἀρετὴν οὐκ ἔχοντες, κἂν γοῦν ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν σπουδάζωμεν τὰς ἑαυτῶν γνώμας, καὶ ταῖς μεταγνώσεσι καλῶμεν εἰς ἡμερότητα χρηστὸν ὄντα κατὰ φύσιν, καθάπερ ἔφην ἀρτίως, τὸν τῶν ὅλων ∆εσπότην. 9Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.9 Ὅτι φείσεται μὲν οὐδενὸς τῶν Βαβυλωνίων ὁ σίδηρος, ἀπολεῖ δὲ ἄρδην τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, σημαίνει μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαν- τας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ' αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκεί- νων ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ' ἅπασι τοῖς ἐκτοπω- τάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί τις, ἀκούων "Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἰούδα." ὅτι δὲ ἀνόνητος ὁ πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ εὐδιά- κλαστον, διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰω- 2.184 θότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ' αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, "τὸν οἶκον τοῦ "Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ "δόλου," ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται. "Αἱρετὸν οὖν "ὄνομα καλὸν ἢ πλοῦτος πολὺς," κατὰ τὸ γεγραμμένον· "οὐ "γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται "ἐκ θανάτου," καὶ "Κρείσσων ἀληθῶς μικρὰ μερὶς μετὰ "φόβου Θεοῦ, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας." 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδ' οὐ μὴ κακώσῃ.9 Ὅσα δρᾶν ἔμελλον οἱ πολέμιοι μανίαις ἀκράτοις χρώ- μενοι κατὰ τῶν ἑαλωκότων, ταῦτα τῷ ἰδίῳ προσώπῳ προσ- άπτει Θεὸς, οὐχ ὡς αὐτὸς ὢν τῶν οὕτως ἐκτόπων ἐργάτης, ὡς ἐφιεὶς δὲ μᾶλλον κατὰ τῶν ἠσεβηκότων ἰέναι τὰ ἐξ ὀργῆς ἐν δίκῃ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ εἴρηκεν αἰνιγματωδῶς ἐν παροιμίαις ὁ Σολομών "Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα "πτερωτοῖς· αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν "ἑαυτοῖς κακά." ἐξὸν γὰρ ὡς ἀπωτάτω καὶ ποινῆς ἰέναι καὶ δίκης, ἀνθῃρημένους τῶν φαύλων τὴν ἀρετὴν, αὐτοὶ κατὰ σφῶν αὐτῶν καταθήγουσι τὴν ὀργὴν, καὶ εἰς αὐτό- κλητον ὄλεθρον τὰς ἑαυτῶν ἱέντες ψυχὰς, ἁλοῖεν ἂν παρά γε τοῖς ὀρθὰ κρίνειν εἰδόσιν. ἐρευνᾶται τοιγαροῦν ἡ Ἱερου- 2.185 σαλὴμ μετὰ λύχνου. πεπόνθασι γάρ τι τοιοῦτον οἱ Ἰουδαῖοι παρὰ Ῥωμαίων, ὃ συνέβη παθεῖν αὐτοὺς ἁλόντων τῶν Ἱεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου· ὡς γὰρ Ἰώση-πος ἱστορεῖ, ὁ μυρίοις στόμασι τὰ Ἰουδαίων ἐκτραγῳδήσας πάθη, μετὰ τὰς ἐν τοῖς πολέμοις σφαγὰς καὶ τὴν ἀναρίθ- μητον τῶν ἀνὰ τὴν πόλιν ἀπολωλότων πληθὺν, τοὺς ἐν τοῖς σπηλαίοις καὶ τοῖς ὑπονόμοις καταπηδήσαντας, μετὰ λύχνου διερευνώμενοι καὶ εἰς φῶς ἄγοντες, ὠμῶς τε καὶ ἀνημέρως ἀπέσφαττον. ἐκδικήσειν δέ φησιν ἐπ' αὐτοὺς ὡς κατα- φρονήσαντας, ἐπὶ τὰ φυλάγματα αὐτῶν, τουτέστιν, ἢ τοὺς ἐφ' ἑκάστῳ τῶν πρακτέων διορισθέντας νόμους, οὓς παρα- βαίνοντες ἐδυσσέβουν, τὸ μηδὲν εἶναι καταλογιζόμενοι τὴν ἐπ' αὐτοῖς τήρησιν· ἤγουν ἰδικῶς φυλάγματα καλεῖ τὰ τῶν ἱερέων ἔθη. πλείστη γὰρ ὅση κατὰ τὸν νόμον ἡ ἐπιτήρησις τῶν τε ἀμφίων αὐτοῖς καὶ σχημάτων ἱεροπρεπῶν καὶ μέντοι καὶ θυσιῶν. οὐ γὰρ καθ' ἕνα τρόπον προσεκόμιζον τῷ θυσιαστηρίῳ τὰ θύματα. καὶ ἀναμάθοι τις ἂν τὴν ἔν γε τούτοις διαφορὰν τοῖς Μωυσαϊκοῖς περιτυχὼν συγγράμμασιν. ἀλλ' οὐδεὶς αὐτοῖς τῶν φυλαγμάτων ὁ λόγος, διάτοι τὸ πρὸς τοῦτο καθικέσθαι ληρωδίας καὶ ψυχρῶν ἐννοιῶν, ὡς τάχα που καὶ οἴεσθαι καὶ τολμᾶν εἰπεῖν οὐδένα τῶν καθ' ἡμᾶς ποιεῖσθαι λόγον τὸν τῶν ὅλων Θεόν· ἀφειδῆσαι δὲ οὕτω τῶν ἐπιγείων πραγμάτων, ὡς μήτε ἀγαθοὺς ἐπαινεῖν, καὶ γέρα νέμειν αὐτοῖς τῆς ἐπιεικείας ἀντάξια· μήτε μὴν τοῖς ἁμαρτάνουσιν ἐπιθήγεσθαι, καὶ δίκας ἐπάγειν αὐτοῖς τῶν ἀνοσίων ἐγχειρημάτων τὰς ἰσοστάθμους. τοῦτο οἶμαί ἐστι τό Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ' οὐ μὴ κακώσῃ. ἀπρονοησία δὴ οὖν καὶ ἕτερον οὐδὲν τὸ θρυλλούμενον. αἰσχρὸν δὲ οὕτω τὸ δόγμα καὶ κατεστυγημένον, ὡς μηδὲ αὐτοῖς τοῖς Ἑλλήνων 2.186 ἀρέσαι σοφοῖς. ἄθεον γὰρ ὠνόμαζον τὸν τῶν τοιούτων εἰσηγητήν· Ἐπίκουρος οὗτος ἦν, εἷς τῶν παρ' αὐτοῖς ἐπὶ σοφίᾳ διαβεβοημένων. ἔστι τοίνυν εἰπεῖν ὡς "Ἐνώπιόν "εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας "τὰς τροχιὰς αὐτοῦ σκοπεύει." καὶ γερῶν μὲν ἀξιοῖ τοὺς τῆς ἀρετῆς ἐργάτας· κατεστυγημένον δὲ σφόδρα ποιεῖται τὸν ἀλιτήριον, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τροχιὰς μὲν ἡμᾶς διαθεῖν ὀρθὰς, καὶ τὴν ἁνδάνουσαν τῷ πάντων ∆εσπότῃ Θεῷ ποιεῖσθαι τρίβον, ζῶντάς τε οὕτως ἐννόμως καὶ τὸν πανάριστον ἀληθῶς ἐπιτηδεύοντας βίον, ἵλεώ τε καὶ εὐμενῆ τὸν τῶν ὅλων ἔχειν ∆εσπότην, καὶ καταπικραίνεσθαι καθ' ἡμῶν οὐκ ἐᾶν παραιτουμένους τὸ φαῦλον καὶ ταῖς μεταγνώ σεσιν ἐπανορθοῦν διασπεύδοντας τὰ ὕπνου τε καὶ ῥᾳθυμίας ἐγκλήματα. 9Καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοική- σουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσι τὸν οἶνον αὐτῶν.9 Ἐπὶ καιροῦ τάχα που καὶ νῦν πρὸς ἡμῶν εἰρήσεται "Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους." δραπέτης μὲν γὰρ ὁ πλοῦ τος ἀεὶ, καὶ τὸ βεβηκὸς οὐκ ἔχει· μεθύει δὲ μᾶλλον καὶ διανένευκεν εἰς ἀποστασίαν, καὶ πόδας ἔχει σαθρούς. τὸ δὲ δὴ καὶ ἐπ' αὐτῷ μέγα φρονεῖν ἐθέλειν, ἠλίθιον κομιδῇ. ἐξελεῖται γὰρ ἥκιστά γε τοὺς ὑπὸ θείαν ὀργὴν, οὐδ' ἂν ἀπαλλάξειεν αἰτιαμάτων τινὰς, Θεοῦ ποινὴν καθορίζοντος, καὶ τὴν τοῖς πλημμελοῦσι πρέπουσαν ἐπάγοντος δίκην. τί 2.187 οὖν ὁ πλοῦτος; σάρκα θεραπεύει μόνην καὶ ὑπηρέτης ἐστὶν ἀνοσίου καὶ βδελυρᾶς ἡδονῆς, καὶ πατὴρ ἀλαζονείας, καὶ τύφου ῥίζα καὶ γένεσις, καὶ προσκαίρων δοξαρίων περι- ποιεῖται τὴν μέθεξιν, ἃ σκιαῖς ἐν ἴσῳ παρελαύνει τοὺς ἐσχη- κότας. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι "Πᾶσα σὰρξ ὡς χόρτος, "καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου." ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ἠσεβηκόσιν ἡ ἐπὶ πλούτῳ σπουδὴ, διδάσκει λέγων, ὡς ἔσται μὲν τοῖς Χαλδαίοις εἰς διαρπαγὴν ἡ δύναμις αὐτῶν. εἰσὶ γάρ εἰσιν οἱ περὶ ὧν ἂν λέγοιτο, καὶ μάλα εἰκότως, τὸ ἐν ψαλμοῖς ὑμνούμενον "Ἰδοὺ ἄνθρωπος "ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ "τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐπὶ τῇ ματαιότητι "αὐτοῦ ἐνεδυναμώθη." εἰ δὲ δὴ καὶ οἶκοι γεγόνασιν αὐτοῖς πολυτελῶς ἠσκημένοι, εἶεν ἂν οὐκ αὐτῶν· κατεμπρησ- θήσονται γάρ· καὶ εἰ πρὸς τούτοις ἔτι γεγόνασιν ἀμπέλων μελεδωνοὶ, οὐκ αὐτοὶ πίονται· πόθεν; οἰχήσονται γὰρ αἰχμά λωτοι, τὰ οἴκοι μεθέντες καὶ παντὸς ἐστερημένοι τοῦ κατευ- φραίνειν εἰδότος. καὶ τοῦτο σαφὲς ἐποίει Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων πρός τινα τῶν ἐν Σαμαρείᾳ βεβασιλευ- κότων "Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα "ῥιπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ "καὶ κεχρισμένα ἐν μίλτῳ. μὴ βασιλεύσεις, ὅτι σὺ παρω- "ξύνθης ἐν Ἀχαὰβ τῷ πατρί σου; οὐ φάγονται καὶ "οὐ πίονται. βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ δικαιοσύνην "καλήν." 2.188 Χρὴ τοιγαροῦν ἡμᾶς ἐφίεσθαι τῶν ἐπιγείων οὐδενὸς, διαῤ- ῥίπτειν δὲ ὡς ἀπωτάτω τὸ τοῖς προσκαίροις ἐφήδεσθαι καὶ μεταποιεῖσθαι πλούτου τοῦ φεύγοντος καὶ ἐν καιρῷ ὀργῆς οὐ- δὲν ὀνῆσαι δυναμένου τοὺς ἔχοντας· καύχημα δὲ ποιεῖσθαι τὴν ἐν Χριστῷ ζωὴν, καὶ τῆς ἐξαιρέτου πολιτείας τὰ αὐχήματα, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, ἀναφωνεῖν τε καὶ λέγειν "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, "μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σοί·" καὶ πρός γε δὴ τούτοις ὅτι "Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ "χιλιάδας. ἐξελεξάμην παραῤῥίπτεσθαι ἐν τῷ οἴκῳ τοῦ "Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρ- "τωλῶν." 9Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται δυνατή· ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.9 Ἀποκείρει πάλιν τὴν ἐλπίδα τῶν ἔσθ' ὅτε διακεισομένων εἰς μακρὰν ἀνάβλησιν δραμεῖσθαι τοὺς λόγους. ἀγχίθυρον γὰρ ὥσπερ ἀποφαίνει τὴν δίκην, καὶ τρέχουσαν κατὰ πόδας τὴν ἐκ τοῦ πολέμου συμφοράν. ἡμέραν δὲ Κυρίου τὸν καιρὸν ἀποκαλεῖ, καθ' ὃν ἔσται τὰ τοιάδε. καὶ μὴν καὶ ταχεῖαν ὠνόμασεν ὡς μελλησμοῦ τινος δίχα παρεσομένην, καὶ ὀφθη- σομένην οὐκ εἰς μακράν· σκληρὰν δὲ αὐτῆς τὴν φωνὴν εἶναί φησι καὶ δυνατωτάτην, τὸν τῶν πολεμίων ἀλαλαγμὸν ὑπο- 2.189 φαίνων οἶμαί που· ὀργῆς τε καὶ θλίψεως, ἀφανισμοῦ τε καὶ ἀωρίας, σκότους τε καὶ γνόφου φησὶν ἡμέραν αὐτήν. τί γὰρ τῶν τοιούτων οὐ συμβήσεται τοῖς ἀθλιότητος εἰς τοῦτο ἀφικομένοις, ὡς ἐν αὐτοῖς γενέσθαι τοῖς τοῦ θανάτου δείμασι, καὶ ἐν τοῖς ἐσχάτοις κεῖσθαι κακοῖς; πολεμίων δὲ πόλιν κατειληφότων, τί τοῖς ἁλοῦσιν οὐ συμβήσεται; ἢ τί τῶν ἄγαν ἐκτόπων ἀνεπιτήδευτον; ἢ οὐκ ἄνηβοι μὲν καταφθεί- ρονται παῖδες, κόρια δὲ ῥιπτεῖται νεκρὰ, καὶ οἷον φυτὰ πρὸ ὥρας ἀναβεβοθρευμένα; οὐχὶ δὲ νὺξ οἷά τις καὶ σκότος ἡ δυσθυμία τὴν τῶν ἑαλωκότων καταμελαίνει καρδίαν, ὡς ἀπορῆσαι βουλῆς καὶ σκεμμάτων· μόνον δὲ οὐχὶ καὶ ἀχλύϊ καὶ νεφέλαις τὸν ἑκάστου κατασκιάζουσα νοῦν, οὐδὲ, ὅποι ποτέ ἐστιν, ἐφίησιν ἐννοεῖν. εἶτα πῶς τοῦτο ἀμφίβολον; ὅτι δὲ ἀφόρητος ἔσται τῶν δυσμενῶν ἡ ἔφοδος καὶ πόλεσι ταῖς πολυανδρούσαις καὶ γεγυμνασμέναις τὰ τακτικὰ, καὶ μὴν καὶ ἑτέραις, αἵπερ ἂν εἶεν τοῖς τῶν τειχῶν περιβόλοις περιεζωσμέναι, καταμεμήνυκε προστιθεὶς, ὡς ἔσται σάλπιγ- γος καὶ κραυγῆς ἡμέρα ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. ὀχυρὰς μὲν γὰρ, ὡς ἔφην, τὰς εὐανδρούσας ἀποκαλεῖ, καὶ πολὺ λίαν ἐχούσας τὸ μάχιμον γένος· γωνίας γεμὴν ὑψηλὰς τὰς τετειχισμένας. ἀεὶ γάρ πως ἐν ταῖς τῶν τειχῶν περιβολαῖς ἀνέχουσιν αἱ γωνίαι, καὶ εἰς πύργους ἀνεστήκασι, τῶν ἄλλων ὑψηλοτέ- ρους. "Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ "ζῶντος" κατὰ τὸ γεγραμμένον. ἀντιτετάξεται γὰρ αὐτῷ 2.190 παντελῶς οὐδείς· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος. 9Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοὶ, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεῶ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, ὅτι ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.9 Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ οὐδε- νὸς ἂν δέοιτο, καθάπερ ἐγῷμαι, λόγου πρὸς διασάφησιν. πλὴν ἐροῦμεν ἐπιτροχάδην. ἀπειλεῖ γὰρ αὐτοῖς τὰ παντὸς ἐπέκεινα κακοῦ, καὶ τὸν εἰς νοῦν σκότον· καὶ τὴν αἰτίαν εὐθὺς ἀφηγεῖται, προστιθείς Ὅτι τῷ Κυρίῳ ἐξήμαρτον. ὅμοιον ὡς εἰ λέγοι Πεπαρῳνηκότες εἰς ἀδελφοὺς, καὶ εἰς αὐτὸν ἀφυ- λάκτως δεδυσσεβήκασι τὸν τῶν ὅλων ∆εσπότην καὶ τῆς θείας κατεξανιστάμενοι δόξης ἁλοῖεν ἄν. εἴπερ ἐστὶν ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, αὐτὴν μὲν τῶν ἰδίων ἀπο στερῆσαι γερῶν, καὶ μονονουχὶ τῶν τῆς θεότητος ἀποσο- βῆσαι θώκων, ἐνιδρύσαι δὲ ὥσπερ αὐτοῖς τὴν κτίσιν καὶ κτηνῶν ἀλόγων μορφάς. οἱ μὲν γὰρ δαμάλεσιν ἀνῆπτον τὸ σέβας· οἱ δὲ Ἀστάρτῃ τινὶ καὶ Βεελφεγώρ· οἱ δὲ σελήνῃ καὶ ἄστροις. ταύτῃτοι λοιπὸν ἐπιφέρειν αὐτοῖς ἀπει- λεῖ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, συντέλειάν τε καὶ σπουδήν. καὶ ἡ μὲν συντέλεια τὸν εἰσάπαν ὄλεθρον τῆς Ἰουδαίων χώρας κατασημήνειεν ἄν· ἡ δέ γε σπουδὴ τὸ οἷον ἐν τάχει καὶ ἀμελλητὶ γενέσθαι τὰ προηγγελμένα. δηλοῖ δὲ πολ- λάκις τὸ τῆς σπουδῆς ὄνομα παρά γε τοῖς ἱεροῖς γράμμασι 2.191 καὶ θορύβων ἔφοδον. πάνδεινον οὖν ἄρα τὸ ἁμαρτάνειν εἰς ἀδελφούς· εἰ δὲ δὴ καὶ εἰς τοῦτο φαυλότητος προΐοι τὰ πλημμεληθέντα τισὶν, ὡς καὶ αὐτὴν τὴν ἀπόῤῥητον κατα- λυπῆσαι φύσιν, οὐδεὶς ἀνατρέψει τρόπος τὰ ἐξ ὀργῆς. Ἄραρεν οὖν ὅτι κατοιμώζειν ἄξιον τοὺς θεομισεῖς αἱρε- τικοὺς, ἐπιθήγοντας τὴν γλῶτταν τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ κτιστὸν εἶναι λέγοντας, καὶ μὴν καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ. εἴδωλον δὲ ὥσπερ ἀναπλάττουσι καὶ αὐτοὶ, κατά γε τό σφισιν αὐτοῖς εὖ ἔχειν δοκοῦν, καὶ τοῦτο προσκυνεῖν ἐπιτάττουσι. εἰ γὰρ ἐκπέπτωκεν ὅλως τοῦ εἶναι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, καὶ ἔστι γενητὸς, προσκυνεῖται δὲ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων, πῶς οὐκ ἐναργῶς τῇ κτίσει λατρεύομεν, καθάπερ Ἑλλήνων παῖδες εἰς ἡλίου τύπον, ἤγουν ἑτέρου τινὸς τῶν κτισμάτων, τὸ ἐξ ἀνοίας καὶ ματαιό- τητος λογισμῶν εἴδωλον ἀναπλάσαντες; 9Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον ἡμέρᾳ, πρὸ τοῦ ἐπελθεῖν ἐφ' ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ' ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.9 Παραδείξας εὖ μάλα τοῦ πολέμου τὴν ἀγριότητα καὶ τῆς ἐσομένης συμφορᾶς τὸ μέγεθος, μεθίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὸ χρῆναι καλεῖν εἰς μετάγνωσιν, ὅτε καὶ ἦν ἀναπείσειν εὐκόλως, εἰκὸς δήπου πεφοβημένους. ἀπεσκλη- κότος μὲν γὰρ ἔσθ' ὅτε τοῦ νοῦ καὶ πολὺ λίαν διανενευκότος εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, οὐκ εὐκόλως προσιέμεθα τὸ κἂν γοῦν ἑλέσθαι μετανοεῖν, συνωθεῖ δὲ πολλάκις εἰς τοῦτο καὶ οὐχ ἑκόντας τὸ δεῖμα. καλεῖ τοίνυν εἰς οἰκειότητα τὴν 2.192 πρὸς αὐτόν. ὥσπερ γὰρ αὐτοὺς ἀποστῆναί φαμεν, καὶ ἀλ λοτρίους γενέσθαι, λελατρευκότας εἰδώλοις, καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιδόντας τὸν νοῦν· οὕτω πάλιν ἀνόπιν ὥσπερ ἰέναι νοήσομεν, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐπιδράττεσθαι, προσκυνεῖν ἑλομένους αὐτῷ δὴ καὶ μόνῳ, καὶ τοῖς παρ' αὐτοῦ παρακολουθεῖν θεσπίσμασιν. ἔθνος γεμὴν ἀπαίδευτον τὸ ἐξ Ἰσραὴλ ὀνομάζει γένος, ὡς καὶ αὐτὴν ἀτιμάζον τὴν ἀρχαίαν ἐντολὴν, καὶ διωθούμενον ἀνοσίως τὸν παιδαγωγοῦντα νόμον καὶ πρὸς πᾶν εἶδος ἐπιεικείας ἀποκομίζειν δυνάμενον. ἀπειλεῖ δὲ πάλιν, ὡς εἰ μὴ συνδεθεῖεν αὐτῷ, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους, διοίσουσι μὲν κατ' οὐδὲν ἀνθέων τῶν ἐν ἀγροῖς, ἃ σαθρά τε ἐστὶ καὶ εὐμάραντα, ὑποπεσοῦνται δὲ πάντως τοῖς ἐξ ὀργῆς. Οὐκοῦν "Ἕως καιρὸν ἔχομεν, ἐργαζόμεθα τὸ ἀγαθὸν πρὸς πάντας." ἕως ἐνδίδωσιν ὁ ∆εσπότης ἀνεξικακῶν ὡς Θεὸς, ποιώμεθα τὴν μετάγνωσιν, προσάγωμεν ἱκετείας, ἀνα- φωνῶμεν δεδακρυμένοι "Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας "μου μὴ μνησθῇς," συνάπτωμεν ἑαυτοὺς δι' ἁγιασμοῦ καὶ νήψεως· σκεπασθησόμεθα γὰρ οὕτως ἐν ἡμέρᾳ ὀργῆς, καὶ τὴν ἐκ τῶν πταισμάτων κηλίδα διανιψόμεθα πρὸ τοῦ ἐπελθεῖν ἐφ' ἡμᾶς ἡμέραν θυμοῦ Κυρίου. ἥξει γὰρ ἥξει κατὰ καιροὺς ἐξ οὐρανῶν ὁ Κριτὴς, ἀποδώσει τε ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. 9Ζητήσατε τὸν Κύριον πάντες ταπεινοὶ γῆς, κρῖμα ἐργάζεσθε, καὶ ζητήσατε δικαιοσύνην, ζητήσατε πραότητα, καὶ ἀποκρίνεσθε αὐτὰ, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.9 2.193 Τίνα δὴ τρόπον συνδεθεῖεν αὐτῷ, καίτοι βδελυρὸν καὶ ἀπαίδευτον ὄντες ἔθνος, καταμηνύει σαφῶς. ζητεῖν γὰρ ἐπι- τάττει τὸν Κύριον, κρῖμά τε ἐργάζεσθαι καὶ δικαιοσύνην καὶ ἀποκρίνεσθαι αὐτά. ζητεῖται μὲν οὖν πρὸς ἡμῶν ὁ Θεὸς διά γε τοῦ ἑλέσθαι διψῆν τὰ αὐτῷ δοκοῦντα δρᾶν, ῥᾳθυμίας ἁπάσης ἐξῃρημένης· ἐργασόμεθα δὲ καὶ τὸ κρῖμα, τὸν θεῖον αὐτοῦ νόμον ἀποπεραίνοντες, ἀοκνότατα δὲ κατορθοῦντες τὴν ἀρετήν· κερδανοῦμεν δὲ πάλιν τῆς δικαιοσύνης τὴν δόξαν, τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀληθῶς τῆς εἰς Θεὸν εὐσεβείας, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης διάττοντες τρίβον· "Πλήρωμα "γὰρ νόμου ἡ ἀγάπη," κατὰ τὸ γεγραμμένον. δεῖ δὲ οἶμαι προσεπενεγκεῖν οἷς ἔφην, τὸ ἀποκρίνεσθαι αὐτὰ, τουτέστι, τὸ καὶ ἑτέροις προσλαλεῖν καὶ νουθετεῖν ἀδελφούς· ἐσόμεθα γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἄρτιοι πρὸς ἀρετήν. οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν ἔργῳ τε καὶ λόγῳ δοκι-μώτατον μέγαν ἔφη κληθήσεσθαι ἐν τῇ βασιλείᾳ τῶν οὐρα- νῶν· ἐλάχιστον δὲ τὸν εἰσηγεῖσθαι μὲν μεμελετηκότα καὶ ἀποχρῶντα εἰς τοῦτο, μὴ μὴν ἔτι καὶ δρᾶν ἀνεχόμενον ἅπερ ἂν εὖ ἔχειν οἴηται, καὶ κατορθοῦν ἐπιτάττῃ τισί. ταλανίζει δέ που καὶ τοὺς τῶν Ἰουδαίων καθηγητάς; οὕτω λέγων "Οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι δεσμεύετε φορτία βαρέα καὶ δυσβάστακτα, καὶ "ἐπιτίθετε τοῖς ἀνθρώποις, αὐτοὶ δὲ," φησὶν, οὐδ' ὅσον εἰπεῖν ἄκρῳ "δακτύλῳ προσψαύετε αὐτοῖς." τελεωτάτης οὖν ἄρα θεοσεβείας ἀπόδειξις, τὸ καὶ κατορθοῦν ἀρετὴν, εἰσηγεῖσθαι δὲ καὶ ἑτέροις τὰ δι' ὧν ἂν γένοιντο λαμπροί. 2.194 ὅτι δὲ οὐκ ἄμισθος ὁ ἐπὶ τῷδε πόνος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής "Ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης "ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει "πλῆθος ἁμαρτιῶν." εἰ δὲ δή τις οἴοιτο τὸ ἀποκρίνεσθαι αὐτὰ καταδηλοῦν, ὅτι μελέτην αὐτὰ ποιεῖσθαι προσήκει, καὶ τῇδε νοείτω. προστέταχε γὰρ καὶ ὁ Μωυσέως νόμος περὶ τῶν τοῦ Θεοῦ λογίων, ὅτι "καὶ λαλήσεις ἐν αὐτοῖς καθή- "μενος, καὶ πορευόμενος ἐν ἀγορᾷ, κοιταζόμενος καὶ διαν- "ιστάμενος." ψάλλει δὲ καὶ ὁ ∆αυείδ "Καὶ μελετήσω ἐν "τοῖς δικαιώμασί σου διὰ παντός." 9∆ιότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκαρὼν ἐκριζωθήσεται.9 Οἰκονομεῖ τι πάλιν ὁ λόγος καὶ προαπαγγέλλει σαφῶς τῶν ἐσομένων κατὰ καιροὺς εἰς παράκλησιν καὶ παραμυθίαν τοῖς ἐξ Ἰσραήλ. καὶ τί δὴ τοῦτο, ἐρῶ. πεπορθημένων τῶν Ἱεροσολύμων, καὶ ἁπάσης δὲ τῆς Ἰουδαίας κατειλημμένης ὑπὸ τοῦ Ναβουχοδονόσορ, αἱ περίοικοι τῶν ἀλλοφύλων πόλεις ἐπεγάνυντο τοῖς πεπονθόσι καὶ κατεμειδίων τῶν πεπορθημένων, ἔθυον δὲ καὶ τοῖς ἰδίοις θεοῖς, ὡς τὸ πᾶσιν ἀπηχθημένον ἀπολωλεκόσι γένος· ἀπετόλμων δὲ λέγειν, ὡς ἀνόνητον αὐτοῖς τὸ ἐπὶ Θεῷ πεποιθέναι διὰ πραγμάτων αὐτῶν ἐξελήλεγκται, ᾤοντό τε ὅτι καὶ τῆς ἄνωθεν ἐπικου- ρίας εὐσθενεστέρα τε καὶ ἐν ἀμείνοσιν ἡ τῶν Βαβυλωνίων ἐγένετο χείρ. εἰ δὲ δήπου τις τῶν ἐκ τῆς Ἰουδαίας τὰ οἴκοι μεθεὶς, καὶ τῆς ἐνεγκούσης ἀποδραμὼν κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς πρὸς ὁμόρους ἀφίκετο σώζεσθαι προσδοκῶν, οὗτος ἦν ἐν χείροσιν, ὠμοτέροις τῶν Βαβυλωνίων περιτυχὼν, τοῖς κατοικτείρειν ὀφείλουσιν. οὐκοῦν κατεσοβαρεύοντο τῆς 2.195 τοῦ Θεοῦ δόξης οἱ τάλανες, σκληροί τε καὶ ἄτεγκτοι τοῖς πεπραχόσιν ἀθλίως ἀπήντων, τὸ συναλγεῖν παραιτούμενοι· μᾶλλον δὲ καὶ ἀγρίως τῇ παρ' ἑαυτῶν σκαιότητι τοὺς ἁλόν- τας ἐπιφορτίζοντες. τί οὖν; μετὰ τοῦτο ἐπανῆκον μὲν κατὰ καιροὺς ἐκ τῆς αἰχμαλωσίας οἱ ἐξ Ἰσραὴλ, Κύρου μόλις ἀνέντος, καὶ δὴ ἐν τοῖς Ἱεροσολύμοις γεγονότες ἀνετείχιζον τὴν πόλιν, καὶ αὐτὸν δὲ τὸν θεῖον ἀνεδείμαντο ναὸν, καὶ ἦσαν ἤδη πως ἐν ἐλπίσι λοιπὸν τοῦ εὐημερεῖν, προασπίζοντος τοῦ Θεοῦ. ἐπειδὴ δὲ ταῦθ' οὕτως πράττεσθαι μεμαθήκασι, Γαζαῖοί τε καὶ Ἀσκαλωνῖται, καὶ μὴν καὶ Ἀζώτιοι, καὶ οἱἐκ τῆς καλουμένης Ἀκαρὼν, Μωαβῖται καὶ Ἰδουμαῖοι καὶ Ἀμμανῖται, ἕτερά τε ἅττα πρὸς τούτοις ἔθνη, τῇ τοῦ φθόνου κατετήκοντο φλογὶ, καὶ διακωλύειν ἤθελον περιφράττοντας τῷ τείχει τὴν πόλιν, καὶ δὴ συναγηγερμένοι τῶν ἐκ τῆς αἰχμαλωσίας ἀνακεκλημένων κατεστρατεύοντο. καὶ συγκε- κρότηται μὲν ἡ μάχη κατὰ τὴν κοιλάδα τοῦ Ἰωσαφάτ· πεπτώκασι δὲ καὶ ἀνῄρηνται, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. εἷλον δὲ οὕτω κατὰ κράτος τὰς τῶν ἐθνῶν πόλεις, ὡς καὶ εἰς ἐρημίαν αὐτὰς καταστῆσαι παντελῆ, καὶ ποιμνίων ταύτας ἀποφῆναι σηκούς. ταύτης διαμέμνηται τῆς ἱστορίας εἰς τὸ παρὸν, ἐπαγγελίαν ἐχούσης, πρῶτον μὲν τῆς ἐπανόδου τῆς ἐκ τῆς αἰχμαλωσίας, εἶτα τῆς ἐσομένης εὐκλείας καὶ τῆς κατὰ πάντων νίκης. διαρπασθήσεσθαι μὲν γὰρ τὴν Γάζα φησὶν, οἰχήσεσθαι δὲ τὴν Ἀσκάλωνα πρὸς ἀφανισμὸν, καὶ Ἄζωτον μεσημβρίας ἐκριφήσεσθαι· τὸ δὲ μεσημβρίας ἀντὶ τοῦ φανερῶς καὶ οὐ τρόπῳ λῃστρικῷ, ἀλλ' ἐναργῶς καὶ πολέμου νόμῳ· τὴν γεμὴν Ἀκαρὼν ἐκριζωθήσεσθαι. εὐφυῶς δὲ σφόδρα πρὸς τὴν τοῦ ὀνόματος δήλωσιν ποιεῖται τὴν ἀπειλήν· ἑρμηνεύεται γὰρ Ἀκαρὼν ἐκρίζωσις. τοῦτο δὲ αὐτὸ 2.196 πείσεσθαί φησιν αὐτὴν, οἷον ἔχουσαν ἐν τῇ κλήσει τῆς ἐπενεχθησομένης αὐτῇ συμφορᾶς τὴν δήλωσιν. 9Οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρη- τῶν· λόγος Κυρίου ἐφ' ὑμᾶς Χαναὰν, γῆ ἀλλοφύλων.9 Ἀποχρώντως ἀπειλήσας, καὶ τὰ ὅσον οὐδέπω συμβησό- μενα προαπηγγελκὼς τοῖς τὴν Παλαιστίνην οἰκοῦσι, Γαζαίοις τέ φημι καὶ Ἀσκαλωνίταις, Ἀζωτίοις τε ὁμοῦ καὶ τοῖς ἐξ Ἀκαρὼν, τὸν ἴσον ὑφαίνει λόγον καὶ ἐπὶ ταῖς πόλεσι ταῖς Φοινικικαῖς, μάλιστα δὲ τῶν ἄλλων ταῖς πρὸς τῇ θαλάσσῃ κειμέναις. ταύτῃτοί φησιν Οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης. ἐπειδὴ δὲ καὶ πολλαὶ τῶν κατὰ τὴν Παλαι- στίνην πόλεων τῇ θαλάσσῃ προσῳκήκασιν, ἀποδιϊστὰς ὥσ- περ τὰς σημαινομένας, εἰς τὸ παρὸν παροίκους αὐτὰς Κρητῶν ἀποκαλεῖ, ἵν' ἐντεῦθεν νοῶμεν τοὺς τῆς Φοινίκης οἰκήτορας, οὓς καὶ Κρητῶν, ὡς ἔφην, παροίκους ὀνομάζει, διὰ τοιαύτην αἰτίαν. Κρῆτες καὶ Λίβυες διείργονται μὲν ἀπ' ἀλλήλων, μεσολαβούσης θαλάσσης, ὀλίγοις κομιδῇ διαστήμασιν. ὡς γὰρ ὁ πολὺς ἔχει λόγος, ἀνέμου πνέοντος, ἔσθ' ὅτε τῶν ἐκ Κρήτης βοτανῶν διάττουσιν αἱ ὀσμαὶ καὶ τοὺς ἐν Λιβύῃ κτείνουσι θῆρας, ἑρπετά τε φημὶ καὶ τὰ τῶν ἰοβόλων ἔθνη. τετάχατο δὴ οὖν Λίβυές τε καὶ Κρῆτες ὡς ἔθνος ἕν. ἐντεῦθεν κατὰ καιροὺς ἀποικίαν στείλαντες, τὰς ἐν τῇ Φοινίκῃ κατῳ- κήκασι καὶ ἀνεδείμαντο πόλεις, καθάπερ ἀμέλει καὶ Καπ παδόκαι κατὰ καιροὺς τὰς τῆς Παλαιστίνης. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἀμῶς "Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς 2.197 "ἐστέ μοι υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ "ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ "Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου." καὶ ἀλλοφύ- λους μὲν τοὺς Παλαιστηνοὺς ὀνομάζει, Σύρους γεμὴν τοὺς Φοίνικας, οὓς καὶ ἀναγαγεῖν ἐκ βόθρου διϊσχυρίζεται, βόθρον, οἶμαι, τὴν Λιβύην ἀποκαλῶν, διὰ τὸ εἶναί που τάχα κοίλην τε καὶ χθαμαλὴν τὴν χώραν. κατευρύνεται γὰρ εἰς κόλπους ἡ παρ' αὐτῇ θάλασσα, μονονουχὶ καὶ ἀναφευγούσης ἀνόπιν τῆς χέρσου, καὶ τοῖς ὅτι μάλιστα νοτιωτάτοις κλίμασιν εἰσδυομένης. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ἐκ βόθρου, Κυρήνην ὠνόμασαν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, ὅτι Λιβύων ἄποικοι Φοίνικες ἀποφαίνονται ἐναργέστερον· Κυρήνη γὰρ τῆς Λι- βύης ἐστὶν ἐπισημοτάτη πόλις. Λόγος τοίνυν, φησὶ, Κυρίου ἐφ' ὑμᾶς, ὦ πάροικοι τῶν Κρητῶν, ἤγουν Λίβυες· τὸ δὲ πάροικοί φησιν ἀντὶ τοῦ ἄποικοι καὶ μετανάσται. Χαναὰν δὲ πάλιν αὐτοὺς ἀπο- καλεῖ. Χαναναῖοι γὰρ ἦσαν ἅπαντες οἱ τὰς τῆς Φοινίκης κατοικοῦντες πόλεις, εἰ καὶ γεγόνασιν ἀπ' ἀρχῆς ἄποικοι Κρητῶν. ἰστέον δὲ ὅτι πάλιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ πάροικοι Κρητῶν ἐκδεδώκασι Λόγος Κυρίου ἐφ' ὑμᾶς ἔθνος ὠλοθρευμένον. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ἀκολουθῆσαι πάλιν τῇ τῶν ἑβδομήκοντα γραφῇ, τὰ ἐκ τῆς ἱστορίας παρηγάγομεν εἰς μέσον, ἃ φέρει μὲν εἰς ἡμᾶς ἡ παράδοσις, ἐπεσφράγισε δὲ ὡς ἀληθῆ καὶ ὁ τοῦ προφήτου λόγος. 9Καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας, καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων.9 Ἰδοὺ δὴ πάλιν ὡς μετοίκοις προσλαλεῖ, καὶ ὡς μετανά- 2.198 σταις διαλέγεται, καὶ μεμαρτύρηκε τῇ ἱστορίᾳ τὸ ἀληθές· ἀπολέσειν γὰρ αὐτούς φησιν ἐκ κατοικίας, τουτέστιν ἐκ γῆς εἰς ἣν παρῳκήκασί τε καὶ μετῳκίσαντο· εἰς τοῦτο γεμὴν ἐρη- μίας ἀφίξεσθαί φησι τὰς παρ' αὐτοῖς πόλεις, ὡς νομὴν καὶ μάνδραν γενέσθαι ποιμνίων. Κρήτην δὲ αὖ τὴν Φοινίκην, ἤτοι τοὺς ἐν τῇ Φοινίκῃ ἀποκαλεῖ ὡς ἐκ Κρήτης ὄντας τῆς Λιβύων ὁμόρου καὶ γείτονος. ἓν δὲ ἦσαν κατὰ τοὺς ἄνωθεν χρόνους, καὶ μέμικτο ἀλλήλοις τὰ γένη καθ' αἷμά τε καὶ ἔθη καὶ νόμους. 9Καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ' αὐτοῖς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπ- ται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμα- λωσίαν αὐτῶν.9 Φθάσας ἤδη προεῖπον, ὅτι συναγήγερτο μὲν πάντα τὰ ἔθνη φθόνῳ διακεκαυμένα, καὶ κατεστρατεύοντο τῶν Ἱερο- σολύμων μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, καὶ δὴ πολέμου συστάντος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἥττηνται καὶ πεπτώκασιν οἱ τοῖς λελυτρωμένοις ἀνοσίως ἐπιβουλεύοντες. κεκρατηκότες οὖν οἱ ἐξ Ἰσραὴλ κατέβοσκον ὡς ἐρήμους τοὺς τῶν ἀλλοφύλων ἀγροὺς, καὶ οἷον σηκοῖς ἐχρῶντο ταῖς ἠρημω- μέναις πόλεσι τῶν Φυλιστιεὶμ, τουτέστι τῶν Παλαιστηνῶν, διὰ τὸ πάντας ἄρδην ἀπολέσθαι τοὺς ἐν αὐταῖς. ἔσται τοίνυν φησὶ τὸ σχοίνισμα τῆς θαλάσσης, τουτέστιν, αἱ πρὸς τῇ θαλάσσῃ τῶν Παλαιστηνῶν πόλεις, αἱ πολυανδροῦσαί ποτε, αἱ δειναὶ καὶ δυσκαταγώνιστοι νομὴ ποιμνίων τοῖς καταλοί 2.199 ποις οἴκου Ἰούδα. οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσ- μένοι καὶ περιλελειμμένοι μόλις, αὐτοὶ κεκρατήκασιν, αὐτοὶ καὶ ἐν τοῖς οἴκοις Ἀσκάλωνος δείλης καταλύσουσι. πρὸς ἑσπέραν γὰρ οἱ ποιμένες ἐγκατακλείουσι τοῖς σηκοῖς τὰς τῶν θρεμμάτων ἀγέλας. τίς οὖν ἡ τοσαύτη δύναμις; ἢ πῶς ἔσται τοῦτο, τὸ καὶ πίστεως ἐπέκεινα καὶ λόγου παντός; ὅτι ἐπέσκεπταί φησιν αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἀπέσ- τρεψε τὴν αἰχμαλωσίαν αὐτῶν. ὅμοιον ὡς εἰ λέγοι Κατέληξε τῆς ἐπ' αὐτοῖς ὀργῆς, ἀνῆκεν αὐτοῖς τὰ ἐγκλήματα καὶ συνοπλίζεται μὲν ὥσπερ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, χαρί- ζεται δὲ τὸ νικᾶν τοὺς ἀνθεστηκότας, καὶ τοῦτο ἀμογητί. Οὐκοῦν ὅταν ἁμαρτάνοντας ἀποστρέφηται Θεὸς, ὑπὸ πό- δας κεισόμεθα τῶν ἐχθρῶν, καὶ οὐδεὶς ὁ σώζων ἢ ἐπαμύνων ἐστίν. εἰ δὲ ἐποπτεύοι πάλιν ἐφιεμένους ἀρετῆς καὶ ζῆν ἐννόμως ἐθέλοντας, ἀμείνους μὲν ἐσόμεθα πολέμου παντὸς, κατευμεγεθήσομεν δὲ καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, καὶ πληροφορήσει λέγων αὐτὸς περὶ δικαίου παντός "Ὅτι "ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι "ἔγνω τὸ ὀνομά μου. κεκράξεται πρὸς μὲ καὶ ἐπακούσομαι "αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν καὶ "δοξάσω αὐτόν. μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ "δείξω αὐτῷ τὸ σωτήριόν μου." 9Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. διὰ τοῦτο ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ ∆αμασκὸς ἐκλελειμμένη, ὡς θημωνιὰ ἅλωνος καὶ ἠφα- νισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται 2.200 αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐ- τούς.9 Πεπορθημένοις τοῖς Ἱεροσολύμοις, καὶ πεπραχόσιν ἀθλίως τοῖς ἐξ Ἰσραὴλ, ἐπετώθαζον, ὡς ἔφην, τὰ πρόσοικα τῶν ἐθνῶν, ᾤοντό τε ὅτι τῶν παρά σφισι ψευδωνύμων θεῶν ἔργον ἦν τὸ ἁλῶναι τὴν Ἰουδαίαν, ἀνατετραμμένης εἰσάπαν καὶ οἰχο- μένης τάχα που πρὸς τὸ μηδὲν τῆς ἀεί τε καὶ ἄνωθεν ἐπι- κουρούσης αὐτοῖς χειρὸς, δῆλον δὲ ὅτι τῆς τοῦ πάντων κρατοῦντος Θεοῦ. δυσβουλίας γὰρ εἰς τοῦτο καθικέσθαι τινὰς τὸ ἀπεικὸς οὐδὲν, ὡς πεπλανημένους, ξύλοις τε καὶ λίθοις λελατρευκότας, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἠγνοη- κότας Θεόν. ἀκήκοα τοίνυν, φησὶ, τοὺς Μωαβιτῶν ὀνειδισ- μοὺς καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών. διοίσει γὰρ οἶμαι κατ' οὐδένα τρόπον τοῦ καταπαίοντος ἢ ῥάβδῳ τυχὸν ἢ λίθῳ τοὺς πεπονθότας ὁ πλήττων ὀνειδισμοῖς, καὶ ἀχάλινον ἐπ' αὐτοῖς ἀνευρύνων στόμα, ἀνερευγόμενός τε καὶ λέγων τὰ δι' ὧν ἦν εἰκὸς καταπικραίνεσθαί τινας εἰς δυσθυμίας καὶ λύπας, καὶ φορτικωτέραν ἔχει τῆς συμφορᾶς τὴν ἔφοδον. ἐπειδὴ δὲ καὶ κατ' αὐτῆς τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἀθυροστο- μοῦντες ἠλέγχοντο, ταύτῃτοι, φησὶ, τὴν Σοδομιτῶν ἀνατλάν- τες δίκην βαδιοῦνται πρὸς ὄλεθρον, καὶ μικρά που τάχα τὰ Γομόῤῥας ἀποφαίνοντες πάθη ταῖς ἑαυτῶν συμφοραῖς, ὀψέ τε καὶ μόλις δι' αὐτῶν εἴσονται τῶν συμβεβηκότων τὴν τοῦ κολάζοντος δύναμιν. ∆αμασκὸς γεμὴν ἡ Φοινίκων μητρό- πολις ἡ λαμπρὰ καὶ περίοπτος, ἐν ᾗ τὰ βασίλεια, σωρὸς ἔσται καλάμης, οὐκ ἐχούσης ἄσταχυν, ἧς οὐδεὶς μὲν ὁ λόγος, εἰς κατάπρησιν δὲ τὸ πέρας, ἤγουν εἰς διασκεδασμόν. τοὺς γὰρ τῶν ἀχύρων σωροὺς αἱ τῶν πνευμάτων ὁρμαὶ διαῤ- ῥίπτουσι πανταχῆ· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ τοὺς ἐν ταῖς πόλεσι ταῖς ἁλισκομέναις αἱ τῶν ἑλόντων δυνάμεις 2.201 διασκιδνᾶσι πανταχοῦ, τοῖς ῥαγδαιοτάτοις ἐν ἴσῳ πνεύμασι 2.201 κατεμπιπτόντες. ὅτι δὲ οὐχ ἑτέρου του μᾶλλον, ἀλλ' αὐτοῦ τοῦ πεπονθότος καὶ ὀνειδισθέντος λαοῦ τὰ ποιάδε τῶν κακῶν κατόρθωσις ἔσται κατὰ καιροὺς, ὑπεμφαίνει λέγων Οἱ κατά λοιποι τοῦ λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κατακληρονομήσουσιν αὐτούς. καταλοίπους γὰρ ἔθνους, ὡς ἤδη προεῖπον, τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνασε- σωσμένους ἀποκαλεῖ, οἳ κεκρατήκασι τῶν ἐθνῶν, καὶ τὰς τῶν ἀλλοφύλων ἑλόντες πόλεις, εἰς ἐρημίαν αὐτὰς κατέστη- σαν παντελῆ. Ὅταν τοίνυν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς διαγυμνάζῃ τὴν Ἐκκλησίαν, ἢ θλίψεις ἐπάγων, ἢ διωγμοὺς πράττεσθαι συγχωρῶν, ἐπιφυομένων αὐτῇ τῶν ἐχθρῶν, ἢ Ἑλλήνων τυχὸν, ἢ ἀνοσίων αἱρετικῶν, καταμειδιάτω μηδεὶς, περι- μενέτω δὲ μᾶλλον τοῦ παντὸς ἀγῶνος τὸ πέρας. οἱ γὰρ πλατὺ γελῶντες ἔσθ' ὅτε, καὶ μονονουχὶ κατονειδίζοντες τὸν Χριστὸν, ὡς τῶν ἰδίων οὐ προασπίζοντα, ἤγουν, ὡς οἴονται, καὶ ἀσθενοῦντα πρὸς τοῦτο, τὰ Σοδομιτῶν ὑπο- μενοῦσι πάθη, καὶ πυρὸς ἔσονται τροφὴ, καὶ πρός γε δὴ τούτοις, οὓς ἡττῆσθαι νενομίκασι, κρατοῦντας εὑρήσουσιν. 9Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμε γαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. ἐπιφανὴς ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς.9 Αὕτη, φησὶν, αὐτοῖς ἡ μερὶς καὶ οὗτος ὁ κλῆρος. πεπα- ρῳνήκασι γὰρ καὶ κατ' αὐτῆς τῆς ἀποῤῥήτου δόξης, ἀθυ- ροστομοῦντες οἱ δείλαιοι καὶ παλιμφήμους ἱέντες φωνὰς, 2.202 καὶ τοῦ πάντων ἐπέκεινα μονονουχὶ κατεξανέστησαν, δεινῷ τε καὶ ἀχαλίνῳ πρὸς τοῦτο χρώμενοι θράσει. ἐπειδὴ δὲ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν τοῖς ἰδίοις ἀνῆπτον θεοῖς, ἐπιφανὴς ἔσται Κύριος ἐπ' αὐτοὺς, τουτέστι, τὴν ἰδίαν αὐτοῖς ἐμφανιεῖ δύναμιν, διά γε τοῦ πάντας αὐτῶν ὀλοθρεῦσαι τοὺς θεούς. ἀνῄρηνται γὰρ καὶ πεπτώκασι τὰ παρ' αὐτοῖς τεμένη διὰ χειρὸς Ἰσραὴλ, καὶ πυρὸς ἔργον γεγόνασι τὰ χειρόκμητα πανταχῆ τε καὶ ἐν παντὶ ἔθνει τῶν ἑαλωκότων. ποῖ δὴ οὖν τῶν θεῶν ἡ δύναμις; ἢ πῶς ἂν ἑτέρους σώσειαν, οἵγε δή σφισιν αὐτοῖς ἐπαμύνειν οὐχ οἷοί τε; μᾶλλον δὲ τί γὰρ ὅλως κωφὴ καὶ ἀναίσθητος ὕλη; "Τὰ εἴδωλα τῶν ἐθνῶν "ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων," καὶ εἰ μὴ φορτικὸν εἰπεῖν, μᾶλλον δὲ καὶ εἰρήσεται "Τί ὠφελεῖ "γλυπτὸν ὅτι ἔγλυψαν αὐτὸ, ἔπλασαν αὐτὸ χώνευμα φαν- "τασίαν ψευδῆ," κατὰ τὴν τοῦ προφήτου φωνήν; καὶ ᾗ φησὶν ὁ θεσπέσιος ∆αυείδ "Ὅμοιοι αὐτοῖς γένοιντο πάντες "οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." 9Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.9 Ἐπιφανῆ γενέσθαι φαμὲν ἐπ' αὐτοὺς τὸν Κύριον, ὡς ὠλοθρευκότα πάντας αὐτῶν τοὺς θεοὺς, πάλαι μὲν διὰ τῶν ἐξ Ἰσραὴλ ταῖς τῶν ἀλλοφύλων πόλεσι συγκαταπιμπράντων εὐσθενῶς τά τε ἐν τοῖς τεμένεσιν ἕδη καὶ τοὺς ἐν αὐτοῖς βω- μούς. κατὰ δέ γε τὸν καιρὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονο γενοῦς τουτὶ γεγονὸς ἀληθέστερον κατίδοι τις ἂν, ὅτε καὶ Θεὸς ὢν ὁ Λόγος, γέγονε καθ' ἡμᾶς καὶ ἐπιφανής· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ τὸν ὄντα ἀπ' ἀρχῆς, ὃν ἀκηκόασι, τοῦ- 2.203 τον αὐτὸν ψηλαφῆσαί τε χερσὶ καὶ ἰδεῖν ἔφασκον ὀφθαλ μοῖς. ἐμφανὴς γὰρ γέγονεν ὁ τοῦ ὁρᾶσθαι κρείττων ὡς Θεὸς, ψάλλει δέ που καὶ ὁ ∆αυείδ "Ὁ Θεὸς ἐμφανῶς ἥξει, "ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." ἐπειδὴ δὲ γέγονεν ἐμφανὴς "καὶ ἐπὶ γῆς ὤφθη," κατὰ τὸ γεγραμμένον, "καὶ "τοῖς ἀνθρώποις συνανεστράφη," τότε καὶ ἀπολώλασιν αἱ βδελυραί τε καὶ βέβηλοι τῶν εἰδώλων ἀγέλαι· ἀνῄρηται δὲ εἰσάπαν καὶ τὸ τοῦ διαβόλου κράτος, ἕκαστος δὲ λοιπὸν τῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἐπίγνωσιν ἀληθείας ἐνηνε- γμένων προσάγει δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὴν προσκύνησιν ἐκ τοῦ τόπου αὐτοῦ, καὶ οὐκ ἔτι μέν ἐστι κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεὸς, ἀλλὰ καὶ αἱ τῶν ἐθνῶν χῶραί τε καὶ πόλεις, κἂν εἰ τῆς Ἰουδαίας ἀπο- νοσφίζοιντο μεσολαβούσης θαλάσσης, οὐδὲν ἧττον προσίασι τῷ Χριστῷ, προσάγουσι τὰς λιτὰς, ἀνάπτουσι τὰς δοξο λογίας, ἀκαταλήκτοις εὐφημίαις καταγεραίρουσι. πάλαι μὲν γὰρ ἦν "ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·" νυνὶ δὲ λοιπὸν τοῖς ἁπανταχῆ γέγονε γνωριμώτατον, γῆ δὲ καὶ θάλαττα μεστὴ τῆς δόξης αὐτοῦ. καὶ τοῦτο ἦν ἄρα τό "Ζῶ ἐγὼ, λέγει Κύριος Ἢ μὴν ἐμπλησθήσεται τῆς δόξης "Κυρίου πᾶσα ἡ γῆ." προσκυνήσει δὴ οὖν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ φησι. προανατυπῶν μὲν γὰρ ὁ νόμος τῆς Ἐκ- κλησίας τὸ κάλλος, τὴν ἀρχαίαν ἐκείνην τοῖς ἐξ Ἰσραὴλ ἀνώρθου σκηνήν· ἧς εἰς τύπον καὶ ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ἐγήγερτο ναός. προστέταχε δὲ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωυσῆς, ἤγουν δι' ἐκείνου Θεὸς, ἐκ πάσης τῆς Ἰουδαίων χώρας τοὺς προσκυνεῖν ἐθέλοντας ἀναφοιτᾶν εἰς Ἱεροσόλυμα, θύειν τε οὕτω καὶ προσκυνεῖν τῷ Θεῷ, καὶ θάνατος ἦν ἡ δίκη τοῖς ἔξω θύουσι τοῦ ναοῦ. ἐπειδὴ δὲ παρελήλακε τῆς σκιᾶς ὁ καιρὸς, πέπαυται τὰ ἐν 2.204 τύποις, ἐγνώκαμέν τε λοιπὸν ὡς οὐκ ἐν τόπῳ τὸ θεῖον, οὔτε μὴν "Ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ," πληροῖ δὲ μᾶλλον οὐρανούς τε καὶ γῆν καὶ τὰ κατωτέρω· ταύτῃτοι πανταχῆ τε αὐτὸν καὶ ἐν πᾶσιν εἶναι πιστεύοντες ᾗπερ ἂν ἕκαστος ὢν τυγχάνῃ, ἐκεῖ ποιεῖται τὴν προσκύνησιν, ὡς ἐγγὺς ἔχων τὸν λέγοντα Θεόν "Θεὸς ἐγγίζων ἐγώ εἰμι, "λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν." Ἰστέον δὲ, ὅτι νήσους ἔσθ' ὅτε τὸ γράμμα τὸ ἱερὸν τὰς ἐκκλησίας ἀποκαλεῖ, οἷον ἐν θαλάσσῃ κειμένας ἐν τῷδε τῷ κόσμῳ, καὶ πικροῖς ὕδασι περιχεομένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ μονονουχὶ ῥαγδαιοτάτοις κύμασι κατα παιομένας τοῖς διωγμοῖς, πλὴν ἀδιαπτώτως ἐρηρεισμένας καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ ἐκκλησίαι, "καὶ πύλαι ᾅδου "οὐ κατισχύσουσιν αὐτῶν." οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐθνῶν ἐννοεῖν τὰς ἐξ ἐθνῶν ἐκκλησίας, οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ· ὡς περικλυζομένας μὲν τοῖς τῶν πειρασμῶν σάλοις, ἐχούσας δὲ τὸ πάγιον ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.

Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε. Παντὸς διαμέμνηται γένους, ἤγουν ἔθνους, πεπολεμηκότος τῷ Ἰσραὴλ καὶ κατὰ τῆς θείας δόξης πεφλυαρηκότος. μέτ- εισι τοίνυν ἐξ Ἰδουμαίων καὶ Ἀμμανιτῶν ἐπὶ τοὺς Αἰθίοπας, ἢ τοὺς πρὸς ἠοῖ καὶ νότῳ κειμένους, καὶ τῆς Περσῶν γῆς τὴν ἀγχιτέρμονα κατοικοῦντας χώραν· ἤγουν Αἰγυπτίους ὡς ὁμόρους ὄντας καὶ γείτονας τοῖς ἐξ Ἰσραήλ· Αἰθιοπίας δὲ μοῖρα καὶ τῶν Αἰγυπτίων ἡ γῆ· καὶ γοῦν ποταμοὺς Αἰθιο- πίας ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τοὺς τῆς Αἰγυπτίων. πίνουσι γὰρ καὶ αὐτοὶ τὸν Γηὼν, περὶ οὗ φησιν ἡ γραφή "Οὗτός ἐστιν ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας." ἔσεσθε τοίνυν καὶ ὑμεῖς Αἰθίοπες τῆς ἐμῆς τραυματίαι ῥομφαίας. ἑαυτοῦ δέ φησι ῥομφαίαν τὴν τῶν Ἰουδαίων, ὡς αὐτὸς ἐπάγων αὐτὴν τοῖς ἀνοσίως πεπραχόσιν εἴς τε τὴν αὐτοῦ δόξαν, ὡς ἔφην, καὶ μέντοι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ οἶδεν ἡ θεόπνευστος γραφὴ καὶ νοητοὺς Αἰθίο- πας, φέρε τι καὶ ἐπ' αὐτοῖς λέγωμεν, οὐκ ἔξω βαίνοντες τῆς 2.206 τῶν προκειμένων ἐννοίας. ἔφη που ψάλλων ὁ μακάριος ∆αυεὶδ, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Σὺ "συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. "σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν "βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." ἀλλὰ καὶ ἑτέρωθί που "Ἐνώ- "πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ "χοῦν λείξουσιν." ὁμολογεῖ δέ που καὶ ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασ- μένους, καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἀλλ' οἱ μὲν προσ- πίπτοντες τῷ Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ' αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι "Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς·" οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δρά- κοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ. πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμά- τικεν ὁ Χριστὸς, τῆς καθ' ἡμῶν τυραννίδος ἐκβεβληκὼς, συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα "τὰ νοήματα τῶν "ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- "γελίου τῆς δόξης τοῦ Χριστοῦ." καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας "Καὶ ἔσται ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, "τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν "τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ "ἀνελεῖ τὸν δράκοντα. 2.207 9Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ βοῤῥᾶν καὶ ἀπολῶ τὸν Ἀσσύριον, καὶ θήσω τὴν Νινευὶ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς.9 Ἅψομαι, φησὶ, καὶ τῶν εἰς ἠῶ καὶ βοῤῥᾶν χωρῶν τε καὶ πόλεων, καὶ συνδιολῶ τοῖς ἄλλοις τοὺς Ἀσσυρίους καὶ ταῖς ἠρημωμέναις τῶν πόλεων, καὶ αὐτὴν προσθήσω τὴν διαβόητον Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυ- ρίων τὴν ἔφοδον, ἣν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ, ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν "Ἰδοὺ "δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάῤῥουν "κατακλύζοντα." ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγῃ, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια διϊσχυρί- ζεται, σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πρατ τόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ 2.208 κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούν- των ἀμφίβολον, ὡς οὔτ' ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ' οὐδ' ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρ- χοι σχολή. φιλοῦσι γάρ πως οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ' ᾗπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους. Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξῃρημένης ἡμῶν ἁπάσης ἀρετῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἱερουσαλὴμ εὖ μάλα καὶ σοφῶς εἰρημένον "Πόνῳ καὶ μάστιγι παιδευθήσῃ "̔Ιερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω "σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται." Θεοῦ γὰρ ἡμῶν ἐξέλοντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκα- θάρτων πνευμάτων ἡ ἀγρία πληθύς. 9∆ιότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ' ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν, 2.209 νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι' αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.9 Ὡς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλάζων ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι "Καὶ αὐτὸς ἐν "βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ "αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται." ὅτι τοίνυν ὑπερόφρυς ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, ἀναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ' ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ "Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω "ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, "καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός." καὶ μετ' ὀλίγα "Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος "τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;" αὕτη τοίνυν ἡ φαυλίστρια πόλις, ἡ κατοιομένη τε καὶ λέγουσα Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμ- προῦ ποιεῖσθαι φιλεῖ, ταύτῃτοι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ' αὐτῇ χρῆναι λέγειν Πῶς ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλ- 2.210 πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πως καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ' αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ' ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον. "Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται·" καὶ σοφὸν εἶναί φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα "Μὴ ἐξύψου "σεαυτὸν, ἵνα μὴ πέσῃς," καὶ πάλιν "Ὃς ὑψηλὸν ποιεῖ τὸν "ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν." ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομη- μάτων ἑτοιμότερά πως εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· οὕτω καὶ ἀνθρώπου ψυχὴ τῇ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν. 9Ὢ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά.9 Μέτεισιν εὐθὺς εἰς ἀνάμνησιν τῆς Ἰουδαίων, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἢν ἐπείπερ εἷλον Ἀσσύριοι, τετίκασι δίκας. τετιμώρηνται δὲ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ὡς τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντα, ἐπιστυγνάζει δὲ ὥσπερ αὐτῇ πα- θούσῃ τὰ παρ' ἐλπίδα, καὶ τῆς ἀνηκέστου συμφορᾶς οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὢ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερά. 2.211 ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἡ παντὸς ἔθνους κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθισταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορή- του πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι' ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ᾗ καὶ θάλασσα συνωπλίζετο, καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιστερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος "Ἀνάστα, λέγων, ἐλθὲ ἡ "πλησίον μου, καλή μου, περιστερά μου." περικαλλεστάτη δὲ λίαν ἡ Ἱερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσ- κυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ' ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἱερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακο- μίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ' αὐτῆς εὑρή- 2.212 σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώ- λοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ' ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην; 9Οὐκ εἰσήκουσε φωνῆς.9 Ἤκουσε γὰρ ἐν τῷ ὄρει Σινᾷ τοῦ Θεοῦ λέγοντος "Ἄκουε "̓Ισραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. οὐ ποιήσεις "σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ "ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν "ὑποκάτω τῆς γῆς." παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενη- μένης· ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα. 9Οὐκ ἐδέξατο παιδείαν.9 Περιυβρίζουσα γὰρ τὸν παιδαγωγοῦντα νόμον καὶ ἀπο- κομίζοντα πρὸς δικαιοσύνην, ἐτράπετο πρὸς "διδασκαλίας, "ἐντάλματα ἀνθρώπων," καὶ ταῖς ἰδίαις ἀκολουθοῦσα γνώ- μαις, ἔξω γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων. 9Ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησε.9 Πολέμου γὰρ καταθλίβοντος, καὶ ἀγῶνος ἐγκειμένου, καὶ 2.213 κινδύνων ἐπηρτημένων, δέον αὐτὴν τὴν τῶν προγόνων εὐσέ- βειαν ἀπομιμεῖσθαι φιλεῖν, καὶ ἐπὶ μόνῳ πεποιθέναι τῷ διασώζοντι Θεῷ, "Αἴγυπτον ἐπεκαλεῖτο," κατὰ τὸ γεγραμ- μένον, "καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν," καὶ κατεμισθοῦτο Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν. 9Καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγικεν.9 Ἐγγίζομεν δὲ τῷ Θεῷ διὰ πάσης ἐπιεικείας, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ᾑρημένοι. ἐγγίζομεν δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ' αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι. 9Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι.9 Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ' αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκῃ τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πως τὸ χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθή- γοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυ- χώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα. τοῦτο δέ τινες ἔδρων καὶ τῶν ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παρα- βαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ' ὅτε καὶ τοῖς πλημ- 2.214 μελοῦσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι' ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· "Ἐγένοντο "λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις "αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ "ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, "καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ "διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη "ρονομίαν αὐτοῦ." Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῇ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοί- γοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ διε στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες δὲ οὕτως, καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ' αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα εἰκότως "Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, "καὶ ἐπιφαύσει σοι ὁ Χριστός." πλὴν, ὥς φησιν ὁ μακά- ριος ∆αυείδ "Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ "στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ "Κύριος." 9Οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ.9 Φασὶ τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωστηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς 2.215 τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος. ἔφη γάρ που καὶ δι' ἑτέρου προ- φήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων "ὀξύτεροι ὑπὲρ τοὺς "λύκους τῆς Ἀραβίας." δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινο- μένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμια- στής "Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί." "Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται "ῥήματα δίκαια," κατὰ τὸ γεγραμμένον. τί γὰρ ὅλως τὸ περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων "Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- "ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ "βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον "καὶ ἀπώλειαν." "Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος "πολὺς," καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος. 9Οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί.9 Εὖ γε τὸ αὐτῆς ἐπὶ προφητῶν ἐνθάδε, ὅτι μὴ γεγόνασι Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ "ἀπὸ καρδίας αὐτῶν καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. κατει ρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ' ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, 2.216 καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευ ματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ' ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ "ἕνεκεν δρακὸς κριθῆς καὶ "κλάσματος ἄρτου." καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώ λισθον, ὡς τῆς ἀποῤῥήτου δόξης βουλὰς εἶναι λέγειν τὰς ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διϊσχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέστελλον τοὺς "προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, "καὶ αὐτοὶ προεφήτευον·" αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα- γότος ἐναργῶς καὶ λέγοντος "Ὁ ὢν ∆έσποτα Κύριε, ἰδοὺ "οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε "μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ "εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" μονον- ουχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός "Ψευδῆ οἱ "προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα "αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς "αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα "καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. "εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, "ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- "τως οἱ λόγοι μου, λέγει Κύριος. οὐχ οἱ λόγοι μου ὡς "πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;" καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μο- νονουχὶ διαῤῥήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς 2.217 δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν. 9Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσιν εἰς τὸν νόμον.9 Οὐκ ἔξω μομφῆς οὐδὲ αὐτὸ πεφώραται τὸ ἀπόλεκτον γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἅγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ " Οτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- "σουσιν ἐκ στόματος αὐτοῦ." ἀλλ' ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων ∆εσπότης "Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι "Κύριος." τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν νόμον τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι· οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκό- μιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ' οὐδὲ ἡγνισμένοι τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλ- μένοι καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν. Παραφυλακτέον δὴ οὖν τοῖς τῆς Ἐκκλησίας ἱερουργοῖς, μὴ βεβηλοῦν τὰ ἅγια· τρόπος δὲ τῆς βεβηλώσεως οὐχ εἷς, διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς 2.218 ἡδονῆς, ἠγλαϊσμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπου- δάσμασι, μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου "Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- "λέσητε." 9Ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει τὸ κρῖμα αὐτοῦ, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.9 Ἀσύμβατόν ἐστί πως ἀεὶ τῷ ἀδίκῳ τὸ δίκαιον, καὶ οὐκ ἂν ἴοι κατὰ ταυτὸν τῷ βεβήλῳ τὸ καθαρόν. "Τίς γὰρ ἂν "γένοιτο κοινωνία φωτὶ πρὸς σκότος;" μάχεται γὰρ τὰ τοιάδε τῶν πραγμάτων, καὶ πολὺ τῆς ἀλλήλων φιλίας διῳ- κισμένα κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος ἀδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ δέ πως ἀδικίας εἶναί τις τρόπος, τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ' οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι. ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, ἀλλ' εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος 2.219 ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑπο- δηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάν- τως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι. ∆εῖ τοίνυν τούς γε ἀληθῶς ἀρτίφρονας περινοεῖν, ὅτι φιλοδίκαιος ὁ ∆εσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημ- μελούντων ἀσχέτως. ἀλλ' εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται. 9Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐ- τῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν, διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.9 Ἐπειδὴ γὰρ, ὡς ἔφην, οἱ μὲν ἱερεῖς ἐβεβήλουν τὰ ἅγια, ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, "ὁ δὲ Κύριος "δίκαιος ἐν μέσῳ αὐτῆς πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ." καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσπασεν ὑπερηφάνους ἐν δια φθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ 2.220 τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξά- γοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφρον τικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ λέγοντες τῷ Κυρίῳ "Ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι "οὐ βούλομαι;" εἶτα πῶς ἂν ἐνδοιάσειέ τις εἴπερ ἐστὶ πτωχὸς τῷ πνεύματι καὶ ταπεινὸς τῇ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός "Καὶ ἐπὶ τίνα "ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ "τρέμοντά μου τοὺς λόγους;" οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἠφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ' αὐτοῖς ἔσονται πόλεις. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ- σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοί- νυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι' αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην αὐτοῖς ἑορτὴν, καθὰ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι 2.221 τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμ- μένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων "Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ "μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ." ὅτι δὲ ἀτρεκὴς ὁ λόγος αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐξέλιπον αἱ πόλεις διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. "Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν "τος." παροτρύνοντες γὰρ αὐτὸν διά γε τοῦ πλημμελεῖν ἑλέσθαι, καὶ τοῦτο ἀσχέτως, τότε δὴ τότε, καὶ μάλα δι- καίως, τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημ μένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτεί- χιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε δ' ἂν εὐκόλως τῶν τοιῶνδε κακῶν ὁ δεσποτικοῖς θελήμασιν ἀκολουθεῖν ᾑρημένος, καὶ τρυφερὸν ὑπέχων αὐτῷ τῆς ψυχῆς τὸν αὐχένα. 9Εἶπα Πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολο- θρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν.9 Ὅτι πάλιν αὐτοὶ ταῖς σφῶν κεφαλαῖς τὰ ἐξ ὀργῆς κατα χέοντες ἁλοῖεν ἂν, πειρᾶται διδάσκειν. νενουθέτηκε μὲν γὰρ τὸ χρῆναι διαβιοῦν ἐν φόβῳ Θεοῦ πλειστάκις προστεταχὼς, καὶ ὅτι προσήκοι δέξασθαι παιδείαν, δῆλον δὲ ὅτι τὴν διὰ νόμου καὶ προφητῶν. ἦν γὰρ οὕτως, καὶ οὐχ ἑτέρως, ἀποσείεσθαι τὴν ὀργὴν καὶ ἀποκρούσασθαι τὰ συμβεβηκότα. ἐπειδὴ δὲ ἦν ἄτεγκτος ὁ Ἰσραὴλ, σκληρὸς καὶ δυσάγωγος, ἐκπέπτωκε δὲ τῆς παιδείας, τουτέστιν, ἔξω γέγονε τοῦ εἶναι σοφὸς, ὠλόθρευται δὲ ὥσπερ ἐξ ὀφθαλμῶν αὐτῆς, καίτοι δέον ἐμφιλοχωρεῖν ἀεὶ τοῖς ἀγαθοῖς παιδεύμασι, καὶ πρὸς πᾶν 2.222 ὁτιοῦν ἑτοίμως ἔχειν τῶν ἀρεσκόντων Θεῷ. ἐξῆν γὰρ οὕτως ἐκκλῖναί φησι πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν. Ὅτε τοίνυν τῆς ἑαυτῶν διανοίας τὸν θεῖον ἐκπέμπομεν φόβον, ὅτε παραιτούμεθα τὴν παιδείαν, καὶ ὀλίγου παντελῶς ἀξιοῦμεν λόγου τὸ εἶναι σοφοὶ, τότε δὴ πάντως ἐκεῖνα πεισό- μεθα, ἅπερ ἂν πρέποι τοῖς εἰωθόσι καταφρονεῖν· τότε καὶ ἐκδικήσει Θεὸς, καὶ τοὺς τῆς ἀνοσιότητος αἰτήσει λόγους. διαμεμνῆσθαι δὴ οὖν ἀναγκαῖον λέγοντός τινος, ὅτι "Φόβος Κυρίου ζωὴν ποιεῖ." "Φόβος Κυρίου δόξα καὶ "καύχημα." ἔστι δὲ καὶ "ἁγνὸς," τουτέστιν ἁγνοποιὸς, "διαμένων εἰς αἰῶνα αἰῶνος," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. 9Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.9 Ἐπειδὴ γὰρ οὐκ ἐδέξω, φησὶ, τὴν παρ' ἐμοῦ παιδείαν, ἀπώσω δὲ καὶ μεμίσηκας καὶ τὸ ἐν φόβῳ ζῆν καὶ ἐπιεικείαις, εὐτρεπίζου πρὸς ἀποδρομὴν καὶ πρὸς τὸ ἤδη παθεῖν, ἃ δια- φυγεῖν ἐξὸν, εἴπερ ἦσθα φιλάρετος καὶ σοφός. ὀρθρίζειν γεμὴν προστέταχε, τῆς συμφορᾶς τὸν καιρὸν ἐπὶ θύραις ὄντα δεικνύων, καὶ οἷον εἰς αὔριον ἥξοντα, παρεσόμενόν τε πάντως, ἀρξομένης ἠοῦς. τοῦτο δὲ ἦν ἀποκείροντος τὴν ἐλπίδα τῆς ἀναβολῆς, καὶ οὐκ ἐῶντος ἐννοεῖν, ὡς ἔσται τις ἀνοκωχὴ καὶ ἀνάβλησις καὶ μακρὸς μεταξὺ διελάσει καιρὸς, εἰς ἐκγόνους τάχα που παραπέμπων τὰ ἐξ ὀργῆς. οὐκοῦν ὡς ἐπ' ἀναγκαίῳ πράγματι προετοίμαζε σεαυτὸν καὶ ὄρθριζε πρὸς ἀποδρομήν. οἰχήσῃ γὰρ εἰς ἐχθροὺς αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, οἰκτρὸς ἔσῃ παρ' ἑτέροις. εἶτα τῷ 2.223 Προφήτῃ φησὶν ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ καὶ ἐπιστυγνά- ζων ἑαλωκόσι· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. τί δ' ἂν βούλοιτο καὶ τοῦτο δηλοῦν, ἐροῦμεν ὡς ἔνι. πεπορθήκασι τὴν Σαμάρειαν καὶ ἑτέρας δὲ πρὸς αὐτῇ τῆς Ἰουδαίας πόλεις τῶν Βαβυλωνίων οἱ τύραννοι, καὶ Φουλὰ μὲν πρῶτος, εἶτα μετ' αὐτὸν ὁ Σαλμανασὰρ, καὶ τρίτος ὁ Σεναχηρείμ. ὥσπερ δὲ ἀμπελῶνα τετρυγηκότες ἀνεκομίζοντο πάλιν εἰς τὴν ἑαυ τῶν, ἐν ὀλίγοις παντελῶς λειψάνοις ἀφέντες τὸν Ἰσραὴλ, καὶ οἷον ἐπιφυλλίδα μόνην αὐτοῖς καταλελοιπότες. ἐπιφυλ- λίδα δὲ εἶναί φαμεν τὰ μικρὰ τῶν βοτρυδίων, καὶ ἐν ὀλίγαις ὄντα ῥαξὶν, ἃ καὶ τοῖς φύλλοις ἐγκεχωσμένα διαλανθάνει πλειστάκις τὸν τοῦ συλλέγοντος ὀφθαλμόν. καί τι τοιοῦτόν φησιν ἕτερος τῶν ἁγίων προφητῶν "Οἴ μοι ψυχὴ, ὅτι "ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπι- "φυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν "τὰ πρωτόγονα." οὐκοῦν τετρυγήκασι μὲν ἐκεῖνοι, ἀφιγμέ- νος δὲ μετ' αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν διέφθειρε τὴν ἐπιφυλλίδα, καὶ τὸ βραχὺ τοῦ Ἰσραὴλ ἀποτρυγήσας λείψανον, οἴκαδέ τε ἀνέθει, καὶ διετέλει μεγαλαυχούμενος. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ἁλοῦσαν τὴν Ἱερουσαλὴμ κατεθρήνει, λέγων περὶ τῶν ἠρημωκότων "Εἰσέλθοι πᾶσα "ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐ- "τοῖς ὃν τρόπον ἐπεφύλλισάν μοι·" καὶ πάλιν "Ἴδε Κύριε "καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως. εἰ φάγονται "γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μά- "γειρος." Ὅταν τοίνυν παροτρύνωμεν τὸν Θεὸν, τότε καὶ ἁπάσης ἐπικουρίας ἐστερημένοι καὶ φειδοῦς ἀπογυμνούμενοι, δοθη- 2.224 σόμεθα τοῖς ἐχθροῖς, καὶ οὐδὲν ἐν ἡμῖν ἀρετῆς ἢ ἐπιεικείας λείψανον ἀπομενεῖ, ἀποτρυγῶντος τοῦ σατανᾶ πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν ἀγαθὸν, καὶ οἷον ἐπιφυλλίδα συλλέγοντος καὶ αὐτάς που τάχα τὰς εἰς νοῦν ἐπιθυμίας, τὰς ἐπί γε τὸ κατορθοῦν ἑλέσθαι τὴν ἀρετὴν ἀποφερούσας αὐτόν. 9∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον.9 Ἐπειδὴ γὰρ τῶν θείων ἐνταλμάτων ἠφειδηκότες δέδονται τοῖς ἐχθροῖς, καὶ εἰς χεῖρα πεπτώκασι τοῦ καὶ αὐτὴν ἀπο- λέσαντος τὴν ἐπιφυλλίδα, λοιπὸν ὑπομεῖναι προστέταχε καὶ τληπαθεῖν, εὐσθενῶς πεπονθότας τὴν δουλείαν, ἄχρις ἂν διεγερθῇ πρὸς ἐπικουρίαν αὐτοῖς, ἣν διὰ τῶν ἁγίων προ φητῶν μονονουχὶ καὶ διεμαρτύρατο καὶ προαπήγγελκεν ἐναρ- γῶς, ὡς ἔσται κατὰ καιρούς. ἡμέραν οὖν ἀναστάσεως τῆς εἰς μαρτύριον τὸν τῆς ἐπικουρίας σημαίνει καιρὸν, ὃν ὡς ἥξει πάντως προδιεμαρτύρατο. Καὶ ὁ μὲν τῆς ἱστορίας οὑτοσὶ λόγος· ἐκβεβηκέναι γεμὴν εἰς δήλωσιν μυστηρίου τοῦ κατὰ Χριστὸν τὴν τῶν προκει μένων θεωρίαν φαμὲν, βούλεσθαί τε καταδηλοῦν τῆς λυτρώ- σεως τὸν καιρὸν, τῆς καθόλου καὶ γενικωτάτης, τουτέστι τῆς διὰ Χριστοῦ. πάλαι μὲν γὰρ τῶν ἑβδομήκοντα τετελεσ- μένων ἐτῶν ἐγήγερται πρὸς ἐπικουρίαν τοῖς ἐκεῖνα πεπονθόσιν ὁ τῶν ὅλων Θεὸς, ἐν ἐσχάτοις γεμὴν τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, οὐχ ἵνα μόνον ἐξέληται τὸν Ἰσραὴλ, ἀλλ' ἵνα πάντα τὰ ἔθνη τῆς ὑπὸ τῷ διαβόλῳ δου- λείας ἀπαγαγὼν, ἐλευθέρους ἀποφήνῃ, καὶ ἀπαλλάξῃ φθορᾶς καὶ ῥύπου καὶ ἁμαρτίας, καὶ πρό γε τῶν ἄλλων τοῦ προσ- κυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ ἐπειδὴ γέγονεν 2.225 ἄνθρωπος, "Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας," ἵνα τῷ ἰδίῳ αἵματι κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ τούς τε ζῶντας ἔτι, καὶ οὓς ἤδη φθάσας "Κατέπιεν ὁ θάνατος," κατὰ τὸ γεγραμμένον. "Εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανε "καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." εἰκότως δὴ οὖν ἐλέγετο τοῖς ἀρχαιοτέροις ∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. μαρ- τύριον δὲ ὥσπερ τοῦ κατηργῆσθαι τὸν θάνατον τὸ ἀναβιῶναι Χριστὸν, ᾧ καὶ ἡμεῖς αὐτοὶ συνεγηγέρμεθα, δικαιωθέντες διὰ τῆς πίστεως, καὶ ὁμοῦ τῷ θανάτῳ τὴν τοῦ θανάτου μητέρα διαδιδράσκοντες, ἁμαρτίαν. 9∆ιότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασι- λεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ.9 Τοῖς τῶν Χαλδαίων ἔθνεσιν ἀπειλεῖ τὴν δῄωσιν, τὴν διὰ Κύρου γεγενημένην καὶ τῶν ὅσοι σύνοπλοί τε ἦσαν αὐτῷ καὶ συνεισβεβλήκασι, τάς τε τῶν Βαβυλωνίων καταθέοντες πόλεις καὶ φρικωδεστάτην ἔχοντες τὴν κατὰ πάντων ἔφοδον. ἔσται τοίνυν τὸ κρῖμά φησι τὸ ἐμὸν εἰς συναγωγὰς ἐθνῶν, ὥστε καὶ εἰσδέξασθαι βασιλεῖς· δῆλον δὲ ὅτι τοὺς ὠνομασ- μένους· κολάσαι δι' αὐτῶν καὶ συναγωγὰς ἐθνῶν, πολὺ λίαν ἡττωμένας τῆς ἐκείνων χειρός τε καὶ εὐσθενείας, καὶ πάντα τρόπον ὑπομενούσας ὠμότητος· ἐκχεῶ γὰρ ἐπ' αὐτούς φησι πᾶσαν ὀργὴν θυμοῦ μου. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς οὐ με τρίοις κινήμασι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν πλημμελη- μάτων κολάζει Θεός· ἀλλ' οἷς ἄν τις ἁλοίη πλημμελῶν, ἐπιφέρει πάντως ἰσοπαλεῖς τὰς δίκας. ὅτι δὲ ἔμελλον μο- 2.226 νονουχὶ καταπίμπρασθαι τὰ Χαλδαίων πράγματα, διεσάφει λέγων Ὅτι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. καὶ ποῖος ὁ ζῆλος ἢ ἐπὶ τίσιν ὅλως, σαφηνιεῖ λέγων ὁ προ- φήτης Ζαχαρίας "Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζή "λωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ "ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέ- "μενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- "θεντο εἰς κακά." Οὕτω μὲν δὴ τοῖς προκειμένοις προβαλοῦμεν ἱστορικῶς· νοοῖντο δ' ἂν καὶ ἑτέρως, μετενηνεγμένων τῶν θεωρημάτων εἰς τὸ Χριστοῦ μυστήριον. ἔφασκε γὰρ διά γε τῶν ἤδη προανεγνωσμένων ∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου. ἀνεβίω μὲν γὰρ ὁ Χριστὸς, σκυλεύσας τὸν ᾅδην, καθότι οὐκ ἦν δυνατὸν, ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. οὐκ ἠφίει γεμὴν ὑπὸ χεῖρας ἔτι διαβολικὰς τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιεμένους· ἀλλ' ὅσιον καὶ θεοπρεπὲς ποιεῖται τὸ κρῖμα συναγωγὰς ἐθνῶν, τουτέστι, τὰς τῶν δαιμόνων ἀγέλας, καὶ αὐτοὺς δὲ τοὺς κεκρατηκότας ποτὲ καὶ τῶν πλανωμένων βεβασιλευκότας οἷον εἰσδεχό- μενός τε καὶ κατακλείων, καὶ εἰς αὐτὸ καθιεὶς τὸ κατωτάτω βάραθρον, τουτέστιν, εἰς ᾅδου, καὶ πᾶσαν ἐπ' αὐτοὺς ἐκχέων ὀργὴν, καὶ μονονουχὶ πυρὶ καταφλέγων, τῇ ἀῤῥήτῳ καὶ θείᾳ δυνάμει, καὶ ζήλῳ μεγάλῳ κεκινημένος. ὠργίσθη μὲν γὰρ αὐτὸς ὀλίγα, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· "αὐτοὶ δὲ συν- "επέθεντο εἰς κακὰ," ὅλην εἰσάπαξ ἀφιστάντες Θεοῦ τὴν ὑπ' οὐρανὸν, καὶ τοῖς τῆς ἁμαρτίας τελέσμασι τὸν τῶν ὑπὸ χεῖρα καταπνίγοντες νοῦν. ἐζήλωσε τοίνυν ὁ τοῦ Θεοῦ 2.227 Λόγος τὴν νοητὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν. ἐξείλετο γὰρ αὐτὴν, καὶ αὐτὸς "ἑαυτῷ παρέστησεν," ὡς ὁ μακάριος γράφει Παῦλος, "μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν "τοιούτων, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον." 9Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυ- σίας μοι.9 Φησὶ μὲν, ὅτι πεπορθημένης τῆς Βαβυλωνίων, καὶ κατ- εσπασμένων ἐν διαφθορᾷ τῶν ὑπερηφάνων, ἐπιγνώσονται τὰ ἔθνη τὴν κατασείουσαν αὐτὰ τοῦ Θεοῦ δύναμιν. καὶ οἱ γελῶντές ποτε πίπτοντα καὶ ἀπολλύμενον τὸν Ἰσραὴλ, ὅταν ἴδωσιν οἴκαδε μὲν αὐτὸν ἰόντα λαμπρὸν, καὶ ὑπονοστοῦντα πάλιν εἰς τὴν ἁγίαν πόλιν, ἀπολωλότας δὲ εἰσάπαν τοὺς πάλαι πεπορθηκότας, τότε μεταβαλοῦσι τὴν γλῶτταν καὶ ταῖς εἰς Θεὸν εὐφημίαις ἀναθήσουσι λοιπὸν, καίτοι πάλαι σείοντες τὰς κεφαλὰς, οἰόμενοί τε καὶ λέγοντες ἁλῶναι τὴν Ἰουδαίαν, διάτοι τὸ τῶν Βαβυλωνίων τὸν τύραννον κατισχῦ σαι τάχα που τοῦ βοηθοῦντος αὐτοῖς, τουτέστι Θεοῦ. ὅταν τοίνυν ἴδωσι τὴν τῶν πραγμάτων μεταστροφὴν εἰς τὸ ἐναν- τίον, τότε μεταστήσουσι τὰς γλώσσας κατὰ γενεὰς αὐτῶν, ἤγουν κατὰ φυλάς τε καὶ γένη, εἰς δοξολογίας τὰς ἐπὶ Θεῷ· ἕλοιντο δ' ἂν οἶμαί που καὶ δουλεύειν ὑπὸ ζυγὸν ἕνα, καὶ θυσίας προσάγειν, εἰ καὶ πόῤῥω που διακέοιντο τῇ τῶν χωρῶν θέσει, καὶ τὰς Αἰθιόπων νέμοιντο χώρας. Καὶ ταυτὶ μὲν εἰς τὸ γράμμα πάλιν εἰρήσθω τέως· ἐκβε- 2.228 βηκέναι γεμήν φαμεν τὸν Λόγον εἰς τοὺς τῆς ἐπιδημίας καιροὺς, καὶ σημεῖον τίθησιν ἐναργὲς τῆς τῶν γλωσσῶν μεταβολῆς. γέγραπται γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων Ἀποστόλων, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοσ- τῆς ἦσαν πάντες συνηγμένοι "ἐπιτοαυτὸ, καὶ ἰδοὺ ἐγένετο "ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ "ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ἰδοὺ "ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ "ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες "Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, "καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς." κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, μεταβαλῶ γλῶσσαν ἐπὶ λαούς. ἤκουον γὰρ πάντες "τῇ ἰδίᾳ διαλέκτῳ" λαλούντων αὐτῶν, "Πάρθοι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται," καὶ τὰ ἕτερα τῶν ἐθνῶν. πλὴν ἄθρει τὴν ἐπιτήρησιν. μεταβαλεῖν γὰρ ἔφη τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, τουτέστιν, οὕτω μένουσαν ἐν τοῖς ἅπαξ εἰρηκόσι μέχρι τέλους τῆς αὐτῶν ζωῆς, ἤτοι γενεᾶς. ἄχρι γὰρ ἐκείνων γέγονε τὸ σημεῖον, οἷς καὶ ἐφ- ιζῆσαι τὰς γλώσσας ἔφη τὸ γράμμα τὸ ἱερόν· διὰ τοῦτό φησιν, ὅτι μεταβαλῶ γλῶσσαν εἰς γενεὰν αὐτῆς. οὐ γὰρ συμβέβηκεν ἔτι τοῖς μετ' ἐκείνους τὸ χρῆμα. διὰ ποῖαν αἰτίαν, ὁ σοφὸς ἡμᾶς διδασκέτω Παῦλος. ἔφη γὰρ ὅτι " Ωστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, "ἀλλὰ τοῖς ἀπίστοις. γέγραπται γὰρ, ὅτι ἐν ἑτερογλώσσοις "καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' "οὕτως πιστεύσουσιν." ὀνίνησιν οὖν ἄρα κατὰ τίνα τρόπον, τὸ μεταβεβλῆσθαι τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, αὐτὸς ἡμῖν πάλιν διαλευκαίνει λέγων Τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ἐκ περάτων ποτα- μῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. ἐπειδὴ γὰρ τεθέανται τοὺς Ἀποστόλους γλώσσαις λαλοῦντας ἑτέραις, οὐκ ἐν μετρίοις 2.229 θαύμασι ποιούμενοι τὸ παράδοξον, πεπιστεύκασιν εἰς Χριστὸν, πολλοί τε καὶ ἀναρίθμητοι τῶν τὸ τηνικάδε ἐπεκαλέσαντο τὸ ὄνομα τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ· ὑπήγαγον τοῖς εὐαγγελικοῖς θεσπίσμασι τὸν αὐχένα· δεδουλεύκασι τῷ Χριστῷ. καὶ ἀναφέρουσι θυσίας ἐκ περάτων ποταμῶν Αἰθιοπίας. παρατείνει δὲ τὸ τῶν Αἰθιόπων γένος ἐξ ἠοῦς εἰς δύσιν, πίνουσι δὲ τὸν Γηών· "Αὐτὸς γάρ ἐστιν "ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας." ἐκτελευτᾷ δὲ λοιπὸν εἰς ἀλήθειαν τῆς προφητείας ὁ λόγος. οὐ γὰρ μόνον κατὰ τὴν Ῥωμαίων γῆν κεκήρυκται τὸ Εὐαγγέλιον, περι- φοιτᾷ δὲ λοιπὸν καὶ τὰ βάρβαρα τῶν ἐθνῶν. καὶ γοῦν ἐκκλησίαι πανταχοῦ, ποιμένες καὶ διδάσκαλοι, καθηγηταὶ καὶ μυσταγωγοὶ καὶ θεῖα θυσιαστήρια, θύεται δὲ νοητῶς ὁ ἀμνὸς παρὰ τῶν ἁγίων ἱερουργῶν καὶ παρ' Ἰνδοῖς καὶ Αἰθίοψι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς ἑτέρου προφήτου σαφῶς εἰρημένον "∆ιότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει "Κύριος· καὶ ὅτι τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, "καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου "καὶ θυσία καθαρά." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτη- δευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.9 ∆υσὶν ἐν ταυτῷ προσώποις διαλέγεται πάλιν ὁ τῶν ὅλων Θεός. δεῖ δὲ, οἶμαι, λεπτὸν τοῖς λεγομένοις ἐνιέναι τὸν νοῦν, ἀσύγχυτον γὰρ οὕτως τὴν ἐν αὐτοῖς θεωρίαν εὑρήσομεν. οὐκοῦν πλημμελημάτων μὲν ἀμνηστίαν, καὶ τῶν πάλαι διε- 2.230 πταισμένων τὴν ἄφεσιν τοῖς ἐξ Ἰσραὴλ ἐπαγγέλλεται, δια- βεβαιούμενός τε καὶ λέγων, ὡς οὐκ ἂν ἔτι καταισχυνθείη διὰ τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς πάλαι γεγενημένας εἰς Θεὸν δυσσεβείας· ἀπειλεῖ δὲ ὥσπερ τῷ Βαβυλωνίῳ καί φησιν, ὡς οὐκ ἂν ἔτι φρονήσειε μέγα, τὴν ἁγίαν καὶ ἀνακειμένην αὐτῷ καταδῃώσας πόλιν, τουτέστι τὴν Σιὼν, ἣν καὶ ὄρος ἀποκαλεῖ. μετὰ γάρ τοι τὴν ἐπάνοδον, τὴν ἀπό γε τῆς αἰχμαλωσίας φημὶ, μεμένηκεν ἀπόρθητος ἡ Ἱερουσαλὴμ, καὶ λοιπὸν ἀπεί- ρατος ἔτι τῆς Βαβυλωνίων ἀπανθρωπίας. Ὅτι δὲ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀμνηστία καὶ ἄφεσις γέγονεν ἐπὶ πάντας τοὺς πεπιστευκότας, ἐνδοιάσειεν ἂν οὐδείς. δεδικαιώμεθα γὰρ "οὐκ ἐξ ἔργων δικαιοσύνης "ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος." ἀπηλλάγμεθα δὲ καὶ αἰσχύνης· ἔφη γάρ που πρὸς ἡμᾶς ὁ τὴν πίστιν τετιμηκώς "Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· "μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης." ἀνεκόμισε γὰρ ἡμᾶς εἰς παῤῥησίαν, ὁ δι' ἡμᾶς ἐν νεκροῖς, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανὸν, ἐν ὄψει Πατρός. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη Χριστὸς, "νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ." οὐκοῦν περιεῖλε μὲν τὰς ἁπάντων αἰτίας, καὶ πταισμάτων ἀπήλλαξεν αἰ- σχύνης τε καὶ ἐντροπῆς τοὺς πεπιστευκότας. εἴρηται δὲ παρ' αὐτοῦ καὶ τῷ πάλαι καταδυναστεύσαντι σατανᾷ Ὅτι περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. ἐκ- φαυλιεῖ γὰρ οὐκέτι τοὺς ἐπὶ τῆς γῆς, ὡς πολὺ νοσοῦντας τὸ ἄναλκι, ἀλλ' οὐδὲ ὑβριεῖ τοὺς ἡγιασμένους, κατασείων εὐκόλως εἴς γε τὸ αὐτῷ δοκοῦν. παρῴχηκε γὰρ τὰ ἀρχαῖα, καὶ μετακεχώρηκεν εἰς καινότητα τῶν πραγμάτων ἡ φύσις, 2.231 ἀναστοιχειοῦντος εἰς τοῦτο αὐτὰ τοῦ Χριστοῦ, καὶ εὐσθενὲς μὲν ἀποτελοῦντος εὖ μάλα τὸ ἄῤῥωστον, κρατύνοντος δὲ πρὸς εὐσέβειαν τὸ ταῖς ἁμαρτίαις εὐάλωτον, καὶ ἑδραῖον ἀποτελοῦντος τὸ σεσαλευμένον. οὐκοῦν περιῄρηται τὰ φαυ- λίσματα τῆς ὕβρεως, δηλονότι τῆς διαβολικῆς, καὶ οὐκ ἂν ἔτι φρονήσειε μέγα κατὰ τοῦ ὄρους τοῦ ἁγίου, τουτέστι τῆς νοη- τῆς Σιὼν, "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος." τεθεμε- λίωται γὰρ ἐπὶ τὴν "πέτραν· καὶ πύλαι ᾅδου οὐ κατισχύ- "σουσιν αὐτῆς." ὄρος δὲ τὴν Ἐκκλησίαν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ὠνόμαζε, λέγων "Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις "ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ "ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν "βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύ- "σονται ἔθνη πολλὰ καὶ ἐροῦσι ∆εῦτε καὶ ἀναβῶμεν εἰς "τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ "ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν "αὐτῇ." 9Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινόν, καὶ εὐλαβη- θήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ μὴ ποιήσωσιν ἀδικίαν, οὐδ' οὐ μὴ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία.9 ∆ιαλέγεται πάλιν πρὸς τὴν Σιὼν, ἤτοι τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐν ᾗ καὶ ἐπαγγέλλεται τὸν πραό- τατόν τε καὶ ταπεινὸν ὑπολειφθήσεσθαι λαόν. πεπαρῴνηκε μὲν γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀπεφάνθη κυριοκτόνος, καὶ ἐξαιτεῖται μὲν τὰς ἐπὶ τῷδε δίκας, διόλωλε δὲ οὐ πᾶσα· τετήρηται γὰρ τὸ κατάλειμμα καὶ σέσωσται τὸ ὑπόλοιπον. πεπιστεύκασι γὰρ 2.232 ἐξ αὐτῶν οὐ μετρία πληθύς. οὗτοι δὲ ἦσαν οἱ πραεῖς, οὐκ ἀποταυρούμενοι πρὸς ὀργὰς τὰς ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ οἱ Πιλάτῳ τότε προσκεκομικότες αὐτὸν, κατακεκραγότες τε καὶ λέγοντες "Αἶρε αἶρε, σταύρου αὐτόν·" προστεθει- κότες δὲ τούτοις τό "Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ "φίλος τοῦ Καίσαρος." τί γὰρ ἂν γένοιτο τῶν τοιούτων τὸ ἀπηνέστερον, ἢ τί πρὸς θυμοὺς ἀγριώτερον; οἵ γε καὶ αὐτὸ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφα- λαῖς, ἀπεριμερίμνως ἔφασκον "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ "ἐπὶ τὰ τέκνα ἡμῶν." πρᾶος δὴ οὖν ὁ λαὸς, ὁ τῆς τούτων ἀγριότητος μὴ μετεσχηκώς· ταπεινὸς δὲ πάλιν, κατά γε τὸ ὑποτετάχθαι Χριστῷ, καὶ ταῖς ὑπ' αὐτῷ ζεύγλαις τοὺς τῆς διανοίας αὐχένας ὑπενεγκεῖν, ὑπακοῦσαί τε καὶ μάλα ἀσμένως ἐξ ἀγάπης λέγοντι "∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ "πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν "μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ "ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς "ὑμῶν." σύμμορφοι δὴ οὖν καὶ κατὰ τοῦτο τῷ Χριστῷ τῷ δι' ἡμᾶς πτωχεύσαντι, μόνον δὲ οὐχὶ καὶ θεοπρεποῦς δόξης ἠμεληκότι καὶ τῆς κατὰ φύσιν ὑπεροχῆς, ἵνα τὸ δουλοπρεπὲς ὑπέλθοι μέτρον οἰκονομικῶς. οὐκοῦν μετριόφρονες κατ' αὐ- τὸν, οἱ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενοι. οὗτοι καὶ εὐλα βηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου. γεγόνασι γὰρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, καὶ πρό γε τῶν ἄλλων, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς. οἱ δὲ δὴ θεο- φιλεῖς τε καὶ ἀγαθοὶ παραιτήσονται, φησὶ, τὴν ἀδικίαν καὶ λόγον εἰκαῖον· οὐ γὰρ λαλήσουσι μάταια· καὶ γλῶσσαν οὐκ ἀτρεκῆ· τοῦτο γὰρ ἡ δολία. κόσμος δὲ οὗτος πνευματικὸς, καὶ οἷά τις στέφανος τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα διαπρεπής. ἔνθα γὰρ πραότης καὶ ταπείνωσις, καὶ μὴν καὶ 2.233 δικαιοσύνης ἔφεσις, ἀπομαθοῦσά τε γλῶσσα τὸ εἰκαιόμυθον, καὶ ἥκιστα μὲν ἁμαρτοεπὴς, ὀρθὴ δὲ μᾶλλον καὶ ἀτρεκείας ἐργάτις, ἐκεῖ που πάντως λαμπρὰ καὶ τελεωτάτη πέφηνεν ἀρετή. πρέποι δ' ἂν ἡ τοιάδε τοῖς ἐν Χριστῷ· ὅτι μὴ ἐν νόμῳ τῆς εὐσεβείας ὁρᾶται τὸ κάλλος, ἀπαστράπτει δὲ μᾶλ- λον ὡς ἐν δυνάμει παιδεύσεως εὐαγγελικῆς. 9∆ιότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκ φοβῶν αὐτούς.9 Πάλαι μὲν γὰρ τὰς τῶν Ἰουδαίων ἀγέλας διεποίμαινον ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις. οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμ- μασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρό- βατα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδη- κότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἂν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἂν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν. ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "Ὢ οἱ ποιμένες, "οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς "αὐτῶν," ἕτερος δὲ αὖ "Τάδε λέγει Κύριος Κύριος Ὢ οἱ "ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ "τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ "εσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, "καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- "ισχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ "πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- 2.234 "τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- "εσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ "ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ "τοῖς πετεινοῖς τοῦ οὐρανοῦ·" καὶ πρὸς αὐτοὺς δέ που φησὶ τοὺς ποιμένας "Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ "οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ "πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλου- "τήκαμεν." Οὐκοῦν ἀπώλλυον οἱ ποιμένες τῶν λογικῶν θρεμμάτων τὰς ἀγέλας, θηρῶν οὐ δεδεημένοι, μᾶλλον δὲ αὐτοὶ τὰ θηρῶν μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, κατὰ τὸ γεγραμμένον· ἐκοιτάσθημεν δὲ καὶ ἐν σηκοῖς· ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, "ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ." δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν ὅλων Σωτῆρα, φημὶ Χριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ "Τάδε "λέγει Κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ "ἀνὰ μέσον κριοῦ πρὸς κριὸν, καὶ ἀναστήσω ἐπ' αὐτοὺς "ποιμένα ἕνα τὸν δοῦλόν μου ∆αυεὶδ, καὶ ἔσται αὐτῶν "ποιμήν." 9Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλὴμ, εὐ φραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ 2.235 Ἱερουσαλήμ. περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεύσει Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι.9 Ὅσον μὲν ἧκεν εἰπεῖν εἴς γε τὸν τῆς ἱστορίας λόγον, ὑπισχνεῖται σαφῶς τὴν εἰρήνην αὐτοῖς μετά γε τὴν ἐκ Βαβυ- λῶνος ἐπάνοδον, ὅτε καὶ ἀμνηστουμένων αὐτοῖς τῶν ἀρχαίων αἰτιαμάτων, συνεῖναί τε καὶ προασπίζειν αὐτῶν ἐπαγγέλλεται Θεός· ὅσον δὲ ἧκεν εἰς τὸν ἐσωτάτω νοῦν, χαίρειν τε σφόδρα, καὶ κατευφραίνεσθαι λίαν, καὶ μὴν καὶ ἐξ ὅλης κατατέρπεσθαι τῆς καρδίας προστέταχεν ἀναγκαίως, ὡς ἐξῃρημένων αὐτῆς τῶν πλημμελημάτων, διὰ Χριστοῦ δηλονότι. δεδικαίωται γὰρ ἡ νοητὴ καὶ ἁγία Σιὼν, τουτέστιν ἡ Ἐκκλησία, ἤγουν τῶν πεπιστευκότων ἡ ἁγία πληθὺς, ἐν Χριστῷ δὴ καὶ μόνῳ, καὶ σεσώσμεθα δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ, τὰ τῶν ἀοράτων ἐχθρῶν ἀποφεύγοντες βλάβη, καὶ μέσον ἔχοντες καὶ αὐτὸν ἐν εἴδει τῷ καθ' ἡμᾶς πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Θεὸν, τουτέστι, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· δι' ὃν οὐκ εἴδομεν ἔτι κακὰ, τουτέστιν, ἀπηλλάγμεθα παντὸς τοῦ κακοῦν ἰσχύ- οντος. αὐτὸς γάρ ἐστι τὸ τῆς εὐδοκίας ὅπλον, ἡ εἰρήνη, τὸ τεῖχος, τῆς ἀφθαρσίας ὁ χορηγὸς, τῶν στεφάνων ὁ πρύτανις, ὁ τὸν τῶν νοητῶν Ἀσσυρίων ἐξείργων πόλεμον, καὶ τὰς ἐκ τῶν δαιμόνων ἐπικουφίζων ἐπιβουλάς· ὁ διδοὺς ἡμῖν "πατεῖν "ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ "ἐχθροῦ," δι' ὃν ἐπέβημεν ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ καταπατοῦμεν λέοντα καὶ δράκοντα· δι' ὃν ἐν ἐλπίσι γεγό ναμεν ἀγαθαῖς ἀφθαρσίας καὶ ζωῆς, υἱοθεσίας τε καὶ δόξης· δι' ὃν οὐκ ὀψόμεθα κακὰ οὐκ ἔτι. 2.236 9Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλὴμ Θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς· καὶ συνάξω τοὺς συντετριμμένους σου.9 Ἐναργὴς μὲν ἡ προαναφώνησις τοῦ χρῆναι θαῤῥεῖν· καὶ ἀψευδὴς ὁ ἐπαγγειλάμενος· ἀκηκόαμεν δὲ τουτὶ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, καὶ τὸ ἀρχαῖον ὥσπερ ἀνανεοῦντος χρησμῴδημα, μᾶλλον δὲ τιθέντος ἐν ὄψει τὸ προεπηγ- γελμένον. ἔφη γὰρ, ὅτι "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ "θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον." ὅτε γὰρ γέγονεν "ἐν "μέσῳ" ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ' ἔργα τε καὶ πόνους τοὺς ἐπ' ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί τε καὶ ἔστιν ὁ "καρπὸς εὐκλεής·" τότε καὶ τεθαρσήκαμεν, ὅτι παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ' ἡμᾶς ἐπ- ήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης; ὅτε τοίνυν ἐπήγαγεν ἐφ' ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνι- σεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας τῆς μετὰ σαρκὸς, ὅτε καὶ "εἷς ὑπὲρ πάντων" ἀποθανὼν ἀλη- θεύων ἔφασκε "Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις "τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι' ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορ- φῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ' ἀρχῆς. 2.237 "Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ καινὴ κτίσις." ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ, ἐν αὐτῷ "ἀνακεφαλαιώσασθαι τὰ πάντα," κατὰ τὸ γεγραμμένον. τὸ δὲ ἀνακεφαλαιούμενον, ἀναλαμ- βάνεταί πως καὶ οἷον ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς. ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη Χριστὸς ἐφ' ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ' ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος "Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι·" καὶ αὐτὸς δέ που φησίν "Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς "μετάνοιαν." οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας συντρίψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τὰς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ' εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠῤῥωστηκότας, καὶ "Αὐτὸς τὰς ἀσθε- "νείας ἡμῶν αἴρει," κατὰ τὸ γεγραμμένον. 9Οὐαὶ, τίς ἔλαβεν ὀνειδισμὸν ἐπ' αὐτήν;9 Τὸν τοῦ Σωτῆρος σταυρὸν τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τε καὶ ἀφθαρσίας ἐγηγερμένον, καύχημα μὲν εἶναι τῆς Ἐκκλη- σίας, ἄριστά γε φρονεῖν ᾑρημένοι διαβεβαιωσόμεθα· ὁμολογεῖ δὲ καὶ αὐτὸς ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς "Ἐμοὶ "δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, "δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ." πλὴν ἔφη πάλιν αὐτὸς, ὡς γέγονεν ὁ σταυρὸς "Ἰουδαίοις μὲν "σκάνδαλον, ἔθνεσι δὲ μωρία." πλατὺ γὰρ γελῶσιν οἱ 2.238 τάλανες, τὴν τοῦ μυστηρίου δύναμιν εἰσάπαν ἠγνοηκότες· ἀλλ' οὐκ ἔξω δίκης ἔσονται· πόθεν; οὔτε μὴν ἀντικαταμει διάσουσι τοῦ Χριστοῦ, ἤγουν τῶν ἐκκλησιῶν· ἔσονται δὲ κατὰ καιροὺς πυρὸς ἀνημέρου τροφὴ, καὶ φλογὸς ἔργον τῆς ἀκατευνάστου καὶ μακρᾶς. ἀφίκοντο γὰρ εἰς τοῦτο μανίας καὶ σκαιότητος νοῦ τῶν παρ' Ἕλλησί τινες, ὡς ἀσελγῆ καταθῆξαι γλῶσσαν τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύ- γματος, καὶ βίβλοις ἐγγεγραμμένην ἀφεῖναι τὴν κατάῤῥησιν· ἵνα μὴ μόνον αὐτῶν αἱ ἁμαρτίαι προάγωσιν εἰς κρίσιν, ἀλλὰ γὰρ ἕποιντο καὶ τεθνεῶσιν αὐτοῖς, διά τοι τὸ οἷον ἔμψυχον ἐγκαταλελοιπέναι τὴν ἁμαρτίαν. ταλανίζει δὴ οὖν, καὶ σφόδρα εἰκότως, τοὺς λαβόντας ὀνειδισμὸν κατὰ τῆς ἁγίας Ἐκκλησίας, οἷς δὴ καὶ μάλα εἰκότως ἁρμόσειεν ἂν τὸ Οὐαί. 9Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέχωμαι ὑμᾶς.9 Τέτραπται πάλιν ὁ λόγος εἰς τὸ τῆς Σιὼν πρόσωπον, ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ἕνεκα σοῦ ποιήσω. ἐπειδὴ γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων ∆ημιουργὸς, καὶ ἕνεκα 2.239 ἡμῶν ἐν ἡμῖν πεποίηκε θαύματα. σέσωσται μὲν γὰρ ἡ ἐκ- πεπιεσμένη, τουτέστιν, ἡ τεθλιμμένη ποτὲ τῶν πεπλανη- μένων πληθὺς, καὶ εἰς τοῦτο λοιπὸν ἐνηνεγμένη ταλαιπωρίας ὑπὸ τοῦ καταπιέσαντος σατανᾶ, ὡς πᾶσαν ἰκμάδα ζωτικὴν ἀποβαλεῖν· νεκρὸς γὰρ νοῦς ὁ πλανώμενος· εἰσδεχθήσεται δὲ καὶ ἡ ἀπωσμένη τῶν Ἰουδαίων Συναγωγή. πεπαρῴνηκε μὲν γὰρ εἰς Χριστόν· ταύτῃτοι καὶ δικαίως ἀπόπεμπτος ἦν, καὶ παρώλισθε τῆς ἐλπίδος, καὶ τῆς εἰς Χριστὸν οἰκειότητος ἀπενοσφίζετο· πλὴν ἠλέηται καὶ αὐτή· κληθήσεται γὰρ πρὸς μετάγνωσιν καὶ εἰς τὴν διὰ πίστεως κάθαρσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. ἔσονται δὴ οὖν εἰς καύχημα καὶ ὀνο μαστοὶ καὶ αἰσχύνης ὡς ἀπωτάτω. αὐτοὶ δὲ δὴ τίνες, ἢ ὅτι πάντως οἱ δύο λαοὶ οὐκ ἔτι διῃρημένοι, καὶ ἀσύμβατον ἔχοντες ἀλλήλοις τὴν γνώμην, καὶ μεμερισμένοι πρὸς δόξας τὰς ἐπὶ Θεῷ, καθὰ καὶ πάλαι· ἀλλ' ἑνότητι τῇ διὰ Πνεύ- ματος εὖ μάλα κατεσφιγμένοι πρὸς ὁμοψυχίαν τε ἅμα καὶ ὁμοπιστίαν. γέγραπται γὰρ ὅτι "Τοῦ δὲ πλήθους τῶν "πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία." ἔκτισε δὲ καὶ ὁ Χριστὸς "τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, "ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ "πνεύματι," καθὰ γέγραπται. εἰ δὴ οὖν γένοιντο ζηλωτοὶ, τότε δὴ πάντως καταισχυνθήσεσθαί φησι τοὺς ἐχθροὺς, τὸ τῆς δοθείσης εὐκλείας μέγεθος κατατεθηπότας, καὶ τὸ τῆς εὐημερίας ἀκράδαντον, καὶ τῆς ἐλπίδος τὸ βεβηκός. ἴδοι δ' ἄν τις καὶ ἐξ αὐτῶν ἤδη τῶν πραγμάτων ἀληθῆ τὴν ὑπό- σχεσιν. δεδόξασται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ λαμπρῶν αὐχημάτων ἐπίμεστος οὖσα θαυμάζεται παρὰ πάντων. πλὴν ὁρίζει καὶ τὸν καιρὸν, καθ' ὃν τὰ τοιάδε συμβήσεται· ἐν τῷ καιρῷ γάρ φησιν ὅταν εἰσδέχωμαι ὑμᾶς. οὐ γὰρ πρὸ τῆς πίστεως τὰ μετὰ τὴν πίστιν, μετ' αὐτὴν δὲ μᾶλλον νοοῖντ' 2.240 ἂν εἰκότως. κεκλήμεθα δὴ οὖν ἐν καιροῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. τότε γὰρ δὴ τότε τῆς ἐπαγ- γελίας τὸ πέρας ἐκβέβηκεν εἰς τὸ ἀτρεκές. 9∆ιότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.9 Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς θεοπρεποῦς φιλοτιμίας τὸν σκοπὸν, καὶ ἐν οἷς ἔσονται πάντως οἱ πεπιστευκότες, διὰ τούτων ἡμῖν ὑποφαίνει σαφῶς. διαβοήτους γὰρ ἔσεσθαι φησὶ, καὶ αὐχημάτων εἴσω λαμπρῶν, καὶ παντὸς ἔθνους ἐν ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ' οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκο- νομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντὸς ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέ- βηκεν εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλ- λαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ' οὐρανόν. κεκλήμεθα γὰρ δι' αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειό- τητα πεπλουτήκαμεν δι' αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΓΓΑΙΟΝ

ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ' ἑτέροις τισὶ γεγονότα καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ' οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δῄωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησί- μως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ' οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγ- γαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας 2.242 καιρῶν, καὶ εἰς τὴν ἁγίαν πόλιν ἀνακομισθέντος τοῦ Ἰσραὴλ 2.242 ἐκ τῆς Περσῶν τε καὶ Μήδων, ποιεῖται τοὺς λόγους, ἐπ' αἰτίαις τοιαύταις. ἀνῆκε μὲν γὰρ αὐτοὺς τῆς αἰχμαλωσίας ὁ Κῦρος, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς οἴκαδέ τε ἰέναι προστέταχε, καὶ τὸν θεῖον αὖθις ἀναδείμασθαι νεὼν, τὸν ἔν γε τοῖς Ἱεροσολύμοις, καὶ προσέτι τούτῳ καὶ αὐτὴν, εἰ ἕλοιντο, διατειχίζειν τὴν πόλιν. οὗ δὴ γεγονότος, καὶ ἐν πρώταις ὄντος καταβολαῖς τοῦ ναοῦ, διαπεφθονηκότες τῶν ἐν Σαμαρείᾳ τινὲς, Βήλεμός τε καὶ οἱ ἀμφ' αὐτὸν, κατα- γεγράφασι τῶν ἐξ Ἰσραὴλ, τὴν εἰς τοὺς κρατοῦντας τῶν Βαβυλωνίων εὔνοιαν ὑποπλαττόμενοι, φιλοπόλεμόν τε καὶ δυσάντητον γενέσθαι λέγοντες τὴν Ἱερουσαλὴμ, καὶ αὐτοῖς δὲ τοῖς Περσῶν βασιλεῦσιν ἀφόρητον. εἶτα πείθουσι προσ- τάξαι κατηρεμεῖν Ἰουδαίους, καὶ μήτε τὸν νεὼν ἐγείρειν ἔτι, μήτε μὴν τῆς εἰς τὴν πόλιν ἔχεσθαι φιλεργίας. ὀλίγου δὲ μεταξὺ διελάσαντος χρόνου, διαδέχεται τὴν βασιλείαν ὁ ∆αρεῖος, καὶ ἦν μὲν ἔτος αὐτῷ τῆς βασιλείας δεύτερον. ἐπειδὴ δὲ τῶν ἐν Βαβυλῶνί τινες Ἰουδαίων προσπίπτοντες ἐλιπάρουν ἀνεῖναι λοιπὸν τὸν θεῖον ἐγεῖραι νεὼν, προσέτατ- τεν ὁ ∆αρεῖος, γέγραφε δὲ τοῖς ἀνὰ πᾶσαν τὴν Φοινίκην διέπουσι τὰς ἀρχὰς, μήτε ἐξείργειν Ἰουδαίους, εἰ ἀνορθοῦν ἕλοιντο τὸν ναόν· ἀλλὰ γὰρ καὶ χρημάτων ἐπιδαψιλεύεσθαι χορηγίαν, καὶ τὰς ἐν τῷ Λιβάνῳ κέδρους κατακομίζεσθαι παρ' αὐτῶν ἀπαρεμποδίστως ἐᾶν, ὡς ἂν οὐδενὸς ἐνδέοντος τῶν εἰς τὴν χρείαν αὐτοῖς, ἀποπεραίνοιτο λοιπὸν εὐκόλως τὰ 2.243 εἰς τιμήν τε καὶ δόξαν τοῦ πάντων κρατοῦντος Θεοῦ. εἰρη- μένης δὲ τῆς ἱστορίας λεπτῶς καὶ σαφῶς ἐν τῇ πρώτῃ τοῦ Ἔσδρα συγγραφῇ, περιττὸν οἶμαί που τὸ ἰσχνολογεῖν ἐν τούτοις εἰς τὸ παρόν. οὐκοῦν ἐπειδήπερ ἐξὸν ἤδη πονεῖν τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν θεῖον ἐργάσασθαι νεὼν, ἀποπληροῦν τε θυσίας καὶ λιτὰς, καὶ τοῖς κατὰ νόμον ἔθεσι πολιτεύεσθαι, κατημέλουν οἱ ἐξ Ἰσραὴλ, εὖ τιθέντες ἕκαστοι τὰ οἰκεῖα, καὶ ἐπί γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον ὁλοτρόπως ἐκ- νενευκότες, καὶ ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ τὰ εἰς δόξαν Θεοῦ, κατῃκίζοντο πάλιν, Θεοῦ πλήττοντος, πολέμῳ μὲν οὐχὶ, λιμοῖς δὲ μᾶλλον καὶ ἀκαρπίαις καὶ κτηνῶν κατα φθοραῖς. ἀμείνους γὰρ ἤθελεν ἀποτελεῖν, οὐ ταῖς ἰσοῤῥόποις τῶν πταισμάτων ποιναῖς ὑποφέρων· ἀλλ' ὁμοῦ μὲν ὡς κεκμηκότας ἐλεῶν, ὁμοῦ δὲ πάλιν ὡς ἐξ ἀγάπης ἐπανορθῶν. αὕτη τῆς Ἀγγαίου προφητείας ὡς ἐν ὀλίγοις ἡ πρόφασις. μέμικται δὲ ὁ λόγος, καὶ τοῖς πεπραγμένοις τε καὶ εἰρημένοις ἱστορικῶς ἡ μυστική τε καὶ ἐσωτάτη καὶ πρέπουσα τοῖς πνευματικοῖς ἐγκέχωσται θεωρία. 9Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων.9 Φθάσας ἔφην, ὡς ἦν εὐάφορμος τοῖς ἐξ Ἰσραὴλ ἡ ἐπί γε τῷ ναῷ ῥᾳθυμία, παρῃρημένης αὐτῶν τῆς ἐξουσίας, καὶ διεφθονηκότων εἰς τοῦτο τῶν ἐν Σαμαρείᾳ, πλείστην τε ὅσην τῆς Ἱερουσαλὴμ πεποιημένων τὴν κατάῤῥησιν παρά γε τοῖς 2.244 τὰ Περσῶν ἰθύνουσι κράτη. ∆αρείου γεμὴν ἔτος ἤδη τρί- βοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπουδασμά- των, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ' ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον ἔχον κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἀγγαίου· τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπιση- μαίνεται δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ' οὓς ὁ ∆αρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥᾳθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὑρεσιλογίας. 9Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.9 Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ ∆αυείδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται μὲν ἡ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰσραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. 2.245 τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσο-λύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὢν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν. Ἰησοῦς γεμὴν ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Λευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ' ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, "ἕως οὗ ἀποθάνῃ "ὁ ἱερεὺς ὁ μέγας," τουτέστιν, ὁ ἀρχιερεύς. γέγονε τοίνυν ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλ- λοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν ὁ τῶν ὅλων Θεός· ἀλλ' οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῇ παρ' αὐτοῦ φειδοῖ καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἂν ἐν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. οὐκοῦν οἱονεί πως ἐπιμαρτύρεται διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλ- λοντες γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ' ὅ γε τοῦ δρᾶν ἐθέλειν 2.246 ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πως ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ ἂν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους "πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις." 9Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου λέγων Εἰ καιρὸς ὑμῖν μέν ἐστι, τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλο- στάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται.9 ∆εύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυ- φήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα καιροῦ τε καὶ δόξης, ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλ- λεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ; 2.247 μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, ὧν ἂν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοι- λαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας. Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν ἀνθρωπίνων ὕστερα. 9Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα· ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν· ἐπίετε καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς· καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.9 Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο μὲν εἰς φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυ- τελῶς κατεσκευασμένους· εἶτα λέγοντες ἀμαθῶς "Οὐχ ἥκει "ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου." ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατα- σκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προϊσχόμενοι, χρῆναι μὲν ἔφασκον προσυναγείρειν 2.248 αὐτοὺς, καὶ οἱονεὶ προαποτρίβεσθαι τὴν πτωχείαν, γηπονοῦν- τας τέως, ἤγουν ἐμπορευομένους, ἢ θρεμμάτων ἀγέλας συνα γηγερκότας, ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιτηδεύοντας. ἀλλ' ἦν ἄμεινον ἐπιθαρσῆσαι Θεῷ, τῷ καὶ ἐξ ἀμηχάνων εὑρίσκοντι μηχανὰς, καὶ πλουτίζειν ἰσχύοντι καὶ γηπονοῦντας εὐλογεῖν, καὶ τὰς τῶν ὁσίων πορισμῶν ἀνευρεύνοντα τρίβους. ἐπειδὴ δὲ τῶν εἰς εὐσέβειαν ἀμοιρήσαντες λογισμῶν, καὶ τῆς ἄνωθεν εὐμενείας ἀποπεπτώκασι, κατ' οὐδένα τρόπον πεπραχό- τες δεξιῶς, ταύτῃτοί φησιν ἀναγκαίως Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ὅμοιον ὡς εἰ λέγοι Κατανοήσατε λεπτῶς, ποίας ἐβαδίσατε τοῦ βίου τρίβους, ἢ τί τῶν εἰς φιλοκερδείαν ἐπιτηδεύσαντες, ἐπράξατε κατ' εὐχήν. ἐσπεί- ρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἀλλ' ἦν ἄμεινον, εὐλο- γοῦντος Θεοῦ σπείρειν μὲν ὀλίγα, συγκομίζεσθαι δὲ πολλά. ἐπειδὴ δὲ ἀπῆν ὅπερ ἦν ἀναγκαῖον, πολλοὶ μὲν οἱ κόποι, βραχεῖς δὲ λίαν οἱ καρποί. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. πάνδεινον τοῦτο, καὶ τῆς ἐσχάτης ἐνδείας τε ὁμοῦ καὶ ταλαιπωρίας ἀπόδειξιν ἔχον, εἰ πολλὰ μὲν τὰ ἐσπαρμένα, καρποὶ δὲ τοσοῦτοι, ὥστε τοῖς πεπονηκόσι λιμοῦ κατηρτῆσ- θαι δίκην, καὶ κόρου κατόπιν ἰέναι τὰς τροφάς. ἐπίετε καὶ οὐκ εἰς μέθην. οὐ γὰρ ἦν εὔβοτρυς ἀμπελών. συγκατηῤ- ῥώστησε δὲ τοῖς ληΐοις καὶ τὰ λίαν εὐκληματοῦντα τῶν ξύλων. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, λοιμοῦ τάχα που καὶ ταῖς οἰῶν ἀγέλαις ἐνσκήψαντος, ὡς ἐν ἐνδείᾳ γενέσθαι περιβλημάτων καὶ τοὺς πολλὰ κεκτημένους. ἀλλὰ καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. σημαίνει δὲ διὰ τούτων τοὺς ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, οἳ τρόπον τινὰ τοὺς τῆς ἐμπορίας μισθοὺς συλλέγουσι, 2.249 πλεονασμοὺς ἑκάστῳ τῶν ἠγορασμένων ἐπιῤῥιπτοῦντες ἀεὶ, καὶ ταῖς τῶν τιμημάτων προσθήκαις ἁδρὰ ποιοῦντες τὰ βαλάντια. ἀλλ' ἦν οὐδὲ τούτοις τὸ ἀπόνασθαι, φησὶν, τῆς φιλοκερδείας. ζημίαις γὰρ τάχα που καὶ ναυαγίοις ἀδοκήτοις περιπίπτοντες, οὐδὲν διαφέρειν ἐδόκουν τῶν ἀργύριον ἱέντων εἰς δεσμὸν τετρυπημένον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ εὐλογεῖσθαι ζητεῖν ὑπὸ τοῦ πάντα ἡμῖν ὀρέγοντος Θεοῦ. προσγένοιτο δ' ἂν καὶ τοῦτο ῥᾳδίως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὰ εἰς δόξαν αὐτοῦ τῶν ἰδίων προτετιμηκόσιν. οὕτω που καὶ αὐτὸς ἡμῖν εἴρηκεν ὁ Σωτήρ "Μὴ μεριμνᾶτε "τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τῷ σώματι ὑμῶν τί ἐνδύ- "σεσθε. ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ "τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται "ὑμῖν." ∆ιαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ' ἑαυτῇ τὴν ἀφήγησιν, φέρε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισ- μένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτεί- ροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳ- κήκασι γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ ∆αρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι 2.250 νεὼν ὁρᾶται προστεταχὼς, ξύλα τε προσεπιδοὺς τὰ ἐκ τοῦ Λιβάνου καὶ χρημάτων πόρους· οἱ δὲ ὀκνηροὶ καὶ βραδεῖς ἦσαν ἔτι περὶ τὸ χρῆναι πληροῦν τὰ θυμήρη Θεῷ. ἡλίσκοντο δὲ καὶ προφασισταὶ λέγοντες Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκο- δομῆσαι τὸν οἶκον Κυρίου. ὑπέστρωτο δὲ καὶ ἡ σύμπασα γῆ τῷ πεπλανηκότι καὶ τυραννήσαντι σατανᾷ, καὶ ἦν αἰχμάλωτος, σεσαγηνευμένη πρὸς τοῦτο διὰ τῆς ἁμαρτίας, καὶ ὑπό γε τοῦ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ τῶν ὅλων ∆ημιουργόν. ἀλλ' ἐξείλετο Θεὸς ἐν Χριστῷ τὰ τῆς δουλειας διαῤῥήξας δεσμά. δι' αὐτοῦ γὰρ πεποδηγήμεθα, καὶ διατριβὰς ἀφέντες τὰς παρ' ἐχθροῖς, καὶ τὴν πολύθεον πλάνησιν οἷά τινα γῆν ἀλλοφύλων ἀπολε- λοιπότες, ἀνεδράμομεν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, του- τέστι τὴν Ἐκκλησίαν. Ἄθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἐγὼ "δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευὶ, κατωνόμαστο δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται δέ πως τὸν ἐπὶ τῷδε λόγον ἰσχνοεπεῖν ἑλο- μένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. 2.251 δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθιὴλ γεμὴν Ἔκκλισις Θεοῦ. ἔφη δέ που καὶ ὁ Χριστός "Ἰδοὺ "ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- "μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." ἔστι μὲν γὰρ ὁμολο- γουμένως αὐτὸς ὁ χειμάῤῥους τῆς τρυφῆς, καὶ οἷον τῆς εἰρήνης ἡ ῥύσις. ἀλλ' ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευ ματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος. Ἰησοῦς δὲ πάλιν "ἰαὼ σωτηρίαν" ὑποδηλοῖ, καὶ μὴν καὶ Ἰωσεδὲκ "ἰαὼ δικαιοσύνην·" ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν· ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῷ Ἰησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ· προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς φιλεργίας. ∆αρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προσ- τέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ 2.252 λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα. οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος ∆αυείδ περὶ τῶν ἐθνῶν "Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- "κουσας Κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε "τὸ οὖς σου." ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν, ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ' ἂν ὅ φημι καὶ ἐν εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ "προφάσεις ἐν ἁμαρτίαις." ὁ μὲν γὰρ ἔφασκεν "Ἀγρὸν ἠγόρασα·" ὁ δέ "Γυναῖκα "ἔγημα·" ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν αὐτῶν. οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς ∆αυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τῶν ἐθνῶν "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν "ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ "ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων "αὐτῶν." 9Τάδε λέγει Κύριος παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξα- σθήσομαι, εἶπε Κύριος. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά.9 2.253 Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί "Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, "ὑμῖν δὲ ἀσφαλές." κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ἑαυ- τῶν ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγα μόλις συνεκο- μίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδα- πάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μᾶλλον ἀπο- περαίνειν ἤθελον τὸ τῷ ∆εσπότῃ δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐρ- γιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ' οὖν ἀνουθέτητον ἀφῆκε τὸν Ἰσραὴλ, οὐ παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορ- θώσεως τὴν ὁδόν; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἔφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ἐνδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας. Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἂν φαίνοιντο χρήσιμά τε καὶ ἀναγ- καῖα πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδο- μὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, 2.254 οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ πνευματικὰ θεωρήματα· δι' ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποι- ήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοου μένης ἐπιεικείας. διά τοι τούτων οἰκοδομεῖσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν. Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἂν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω "διὰ πάσης ἁφῆς "τῆς ἐπιχορηγίας," "εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- "τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι." οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πως ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι' αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν "Οὐχ ἥκει ὁ "καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου·" ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, 2.255 ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι "ἄρτος "στηρίζει καρδίαν ἀνθρώπου· καὶ οἶνος εὐφραίνει καρδίαν "ἀνθρώπου." 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς ἐφ' ὑμᾶς. καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.9 Οὐκ ἐᾷ τῶν θείων καταῤῥᾳθυμοῦντας ἐκτόπως ποιεῖσθαι τὰ σφῶν ἐν ἀμείνοσι, καὶ τῶν εἰς δόξαν αὐτοῦ προτάττειν τὰ γεωδέστερα· ἀναπείθει δὲ μᾶλλον ἐννοεῖν, ὡς εἰ μὴ κέοιτο καλῶς τὰ ἀσυγκρίτως ὑπερκείμενα, οὐδ' ἂν τοῖς μείοσιν ἕποιτο τὸ εὖ κεῖσθαι πώποτε, καὶ ἐν οἷς εἶναι βε- βούληνται. ταύτῃτοί φησιν Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο συμβήσεται τοῦτό τε κἀκεῖνο, δι' ὧν ἂν εὐθὺς κατα- φθίνοιτο τὰ ἐν ἀγροῖς, οὐρανοῦ μὲν δρόσον οὐ καθιέντος ἔτι, γῆς δὲ τὴν οἰκείαν ἀνακοπτούσης ἰσχὺν, καὶ μὴν καὶ ῥομ- φαίας ἤγουν ὀργῆς ἐπενηνεγμένης, ληΐοις τε ὁμοῦ καὶ ἀμπέ- λοις συναυαινομένης ἐλαίας, καταβοσκομένης τε πρὸς τούτοις ἀνθρώπους τε καὶ κτήνη. Οὐκοῦν τοῖς ὀκνοῦσιν ἀποπληροῦν τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν ὁρῷτο συνεστηκὼς ὁ οἶκος αὐτοῦ, τουτ- 2.256 έστιν ἡ Ἐκκλησία, οὔτ' ἂν δρόσος γένοιτο πνευματικὸς, τουτέστι παράκλησις ἡ ἐξ οὐρανοῦ ψυχὰς καὶ καρδίας καταπιαίνουσα· οὔτε μὴν ἡ ἀπὸ γῆς εὐκαρπία, τουτέστι, τὰ διὰ σώματος κατορθώματα· οὐ σῖτος, οὐκ οἶνος, οὐκ ἐλαίου χρῆσις. ἀνίσχυες γὰρ πάντη τε καὶ πάντως ἔσονται, καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ' ἂν οὐδα- μῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ· καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαίᾳ, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, "ἐὰν "μὴ νομίμως ἀθλήσῃ," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἡγώ- μεθα περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ' ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ μόνον ἑστίαι, καὶ χρῆματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που φησὶ καὶ ὁ Χριστός "Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, "οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ "ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν "αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος." 9Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ὁ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά- λοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν 2.257 Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτοὺς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.9 Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἂν κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύ- θοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τέ φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι' αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι "Ὃν "ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- "δέχεται." μετατάττει γὰρ ἔσθ' ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι "Ὁ φοβούμενος τὸν "Κύριον οὗτος ὑγιαίνει," καὶ πάλιν "Φόβος Κυρίου εἰς "ζωὴν ἀνδρί." καὶ ὁμοίως ἡ σοφία "Φόβος Κυρίου δόξα "καὶ καύχημα·" καὶ "Φόβος Κυρίου τέρψει καρδίαν, καὶ "δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο "ημέρευσιν." θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῷ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώ- μασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάζεσθαι τὰ αὐτοῦ. 2.258 9Καὶ εἶπεν Ἀγγαῖος ὁ ἄγγελος Κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος.9 Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν. συμμεθίσταται γὰρ οἱονεί πως ὁ τῶν ὅλων Θεὸς τοῖς μετανοεῖν ᾑρημένοις, συνεῖναί τε σφίσι κατεπαγγέλλεται, οὗ τί ἂν γένοιτο τὸ ἰσοστατοῦν; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν ἄγγελον Κυρίου τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ' ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῇ τὸ ὧδε νοεῖν· οἰησό- μεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέ- ποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελον εἰρῆσθαι καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ Θεοῦ Λόγος "Μεγάλης βουλῆς ἄγγελος." ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ' ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς. 2.259 9Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν, τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου.9 Πεφόβηνται μὲν οἱ ἐξ Ἰσραὴλ ἀπὸ προσώπου Κυρίου. πλὴν ἄθρει μοι πάλιν, ὡς οὐ πρότερον κεχωρήκασιν εἴς γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα τῷ Θεῷ, εἰ μὴ καὶ γέγονε μετ' αὐτῶν, καὶ ἐξήγειρε τὸ πνεῦμα αὐτῶν. εἰσόμεθα δὴ οὖν κἀντεῦθεν, ὅτι κἂν εἰ ἕλοιτό τις τὸ ἐθελουργεῖν εἰς τὸ ἀγαθόν· κἂν εἰ ἐν προθυμίαις γένοιτο ταῖς τοιαῖσδε τυχὸν, ἀλλ' οὐδὲν ὅλως ἀποπερανεῖ, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Θεοῦ καὶ διανιστάντος εἰς εὐτολμίαν, καὶ καταθήγοντος εἰς τὸ τλη- παθὲς, καὶ τὸν ἐπὶ ταῖς φιλεργίαις ἀποκείροντος ὄκνον. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν τὸ θεῖον πεπιστευμένων κήρυγμά φησιν ὅτι "περισσότερον αὐτῶν "πάντων ἐκοπίασα·" προσεπήγαγε δὲ πανσόφως "Οὐκ "ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί." καὶ μὴν καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις "Χωρὶς ἐμοῦ," φησὶν, "οὐ δύνασθε ποιεῖν οὐδέν." αὐτὸς γὰρ ἡμῶν ἡ ἔφεσις καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν προθυμία, αὐτὸς ἡ ἰσχὺς, καὶ συνόντος μὲν ἡμῖν εὐδοκιμήσομεν, ἑαυτοὺς οἰκοδομοῦντες "εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ "ἐν Πνεύματι·" ἀποφοιτῶντος δὲ καὶ νοσφιζομένου, πῶς ἂν ἐνδοιάσειέ τις, ὅτι καὶ ἀπρακτήσομεν ὄκνῳ τε καὶ ἀνανδρίᾳ νικώμενοι, καὶ ὡς ἀκερδῆ τὸν πόνον ἀποσειόμενοι; 2.260 Πλὴν ὅρα τοὺς πάλαι διὰ πολλὴν ἀπείθειαν ὑποπεσόντας ὀργῇ, λοιπὸν εἰσθέοντας ἐν οἴκῳ Κυρίου καὶ ἐργαζομένους, συνόντων αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου. τύπος δ' ἂν εἴη τὸ χρῆμα πάλιν τῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένης κλήσεως τοῦ Ἰσραήλ· οἳ καὶ ἠπείθησαν μὲν ἐν ἀρχαῖς, ταύτῃτοι καὶ ἄκαρποι μεμενήκασι, δίχα δρόσου καὶ σίτου καὶ οἴνου καὶ μὴν καὶ ἐλαίου· πεπτώκασι δὲ καὶ ὑπὸ ῥομφαίαν. ἐπειδὴ δὲ πεφόβηνται λοιπὸν ἀπὸ προσώπου Κυρίου, καὶ τοὺς τῶν ἁγίων προφητῶν δεδυσώ- πηνται λόγους, συνόντα τέ σφισι τὸν τῶν ὅλων ἕξουσι Θεὸν, καὶ ἐξεγερθήσεται τὸ πνεῦμα αὐτῶν, ἐργάσονται δὲ καὶ αὐτοὶ τὰ εἰς τὸν ναὸν τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλη- σίαν. ἐν Χριστῷ δὲ καὶ ταῦτα· διαμορφοῦται γὰρ ὥσπερ ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ Ἰησοῦ· ὁμοῦ γάρ ἐστι βασιλεὺς μὲν ὡς Θεὸς, ἀρχιερεὺς δὲ πάλιν ὡς ἄνθρωπος, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων· μεσιτεύει γὰρ ὁ ἱερεύς. Προσεπενήνεκται δὲ ἀναγκαίως καὶ τό Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τὸ ἀγχίστροφον τῆς γνώμης τῶν ἐξ Ἰσραὴλ εὖ μάλα καταδηλοῦν. γέγονε μὲν γὰρ πρὸς αὐτοὺς ὁ λόγος ἐν χειρὶ Ἀγγαίου τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾶ τοῦ μηνὸς, εἰσέδραμον δὲ τοὺς ἐπί γε τῷ ναῷ πόνους τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου· ὡς εἶναι τὰς μεταξὺ τῆς ἀναβολῆς, ἤγουν δια- σκέψεως, ἡμέρας τρεῖς τε καὶ εἴκοσι τὸν ἀριθμόν. 9Τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως, τῶ ἑβδόμῳ μηνὶ, μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου 2.261 τοῦ Προφήτου λέγων Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων Τίς ἐξ ὑμῶν ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;9 Ἐισῴχοντο μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ μετεποιοῦντο τῶν ἔργων τῇ τετράδι καὶ εἰκάδι τοῦ ἕκτου μηνὸς· εἶτ' εὐθὺς τῇ εἰκάδι καὶ μιᾷ τοῦ ἑξῆς ἑβδόμου γέγονεν ὁ τοῦ Θεοῦ λόγος πρὸς τὸν μακάριον Προφήτην Ἀγγαῖον. τί δὴ οὖν ἄρα κἀπὶ τούτῳ λογιούμεθα, καὶ τίς ἡ πρόφασις, εἰπεῖν ἀναγκαῖον. τληπαθεῖν ἀρξάμενοι, καὶ τῶν εἰς τὸν θεῖον ναὸν ἁψάμενοι φροντισμάτων, ἑβδόμην τε καὶ εἰκοστὴν εἰς τοῦτο λοιπὸν διατετελεκότες ἡμέραν, ὀλιγοψυχοῦντες ἡλί- σκοντο, κἀκεῖνό που τάχα διαψιθυρίζοντες ἢ ἔν γε σφίσιν αὐτοῖς, ἢ πρὸς ἀλλήλους, ὅτι πονοῦσιν εἰκῇ· κἂν εἰ γένοιτο τυχὸν ἀναδείμασθαι τὸν νεὼν, ἀλλ' οὖν ἔσται κατ' οὐδένα τρόπον τῷ πρώτῳ προσεοικώς. ὁ μὲν γὰρ ἦν λαμπρὸς ἄγαν καὶ φιλοτίμῳ χειρὶ κατεσκευασμένος, χρυσοῖς τε καὶ ἀργυ- ροῖς ἀναθήμασιν εὐπρεπής· ὁ δὲ ἀκαλλὴς καὶ παντὸς κόσμου δεδεημένος καὶ τῆς ἐκ πλούτου φιλοτιμίας τητώμενος. ἐκεῖνον μὲν γὰρ τὸν πρῶτον πλούτῳ κομῶντες ἔτι κατηγλάϊζον ἀμφιλαφῶς οἱ ἐν τοῖς Ἱεροσολύμοις βεβασιλευκότες κατὰ καιροὺς, καὶ πρό γε τῶν ἄλλων ὁ Σολομών· τὸν δὲ μόλις ἀνανενευκότες, καὶ τὸν τῆς αἰχμαλωσίας ἱδρῶτα στάζοντες ἔτι, ἔχοντές τε κατ' οἴκους παντελῶς οὐδὲν, οἰκοδομεῖν προσετάττοντο. τοιούτοις τισὶ διαλογισμοῖς νηχόμενοι καὶ 2.262 ἀλύοντες εἰργάζοντο μὲν, πλὴν ἀπρόθυμοί τε καὶ ὀκνηροὶ γεγονότες κατεφωρῶντο πάλιν. ταύτῃτοι ὁ Θεὸς ἀσθενοῦν- τας ἐπιῤῥώννυσι, καὶ χρησιμωτάτην αὐτοῖς προσάγει τὴν πεῦσιν, εἰ δή τις ἄρα ἐστὶν ἐν αὐτοῖς, ὃς ἐν δόξῃ τῇ πρώτῃ τὸν πάλαι τεθέαται ναόν. ὀλίγοι δὲ ἦσαν κομιδῇ καὶ γεγη- ρακότες. πεπόρθητο μὲν γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ ὁ ναὸς, καὶ ἦν αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀνείθη δὲ μόλις πεπε ρασμένων ἐτῶν ἑβδομήκοντα. δυσεύρετος οὖν ἄρα καὶ σφόδρα πρεσβύτης ὁ καὶ πρὸ τῆς πορθήσεως ὢν, καὶ ζήσας ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ὑπονοστήσας αὖθις εἰς Ἱεροσόλυμα. διὰ τοῦτό φησι Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, εἶτα ὄψεται τὸν ἐσόμενόν τε καὶ νέον ὡς μηδόλως ὑπάρχοντα; ἔνεστι δὲ δὴ τῇ πεύσει μομφὴ, ὡς μὴ οἰηθέντων, ὅτι κἂν εἶεν αὐτοὶ στενοί τε λίαν καὶ ἐν ἐνδείᾳ χρημάτων, ἀλλ' οὖν οὐκ ἂν ἠτόνησεν ὁ Θεὸς, ἀρκέσει δὲ πάλιν αὐτὸς εἴς γε τὸ χρῆναί φημι πανευφημόν τε καὶ εὐκλεᾶ τὸν ἴδιον ἀποδεῖξαι ναόν. 9Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει Κύριος Παντοκράτωρ, καὶ ὁ λόγος μου ὃν διεθέμην ὑμῖν ἐξελθόντων ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ τὸ πνεῦμά μου ἐφ- έστηκεν ἐν μέσω ὑμῶν. θαρσεῖτε.9 Οὐκ ἐᾷ κατασείεσθαι πρὸς ἀκηδίαν, οὔτε μὴν τοῖς εἰς 2.263 ὄκνον ἡττᾶσθαι δείμασιν· ἀνευρύνει δὲ μᾶλλον εἰς φιλεργίαν, καὶ σφριγῶσαν αὐτοῖς τὴν προθυμίαν ἐνεργάζεται· διαγυμνά- ζει δὲ ἅμα πρὸς πίστιν αὐτοὺς, καὶ ἐρηρεισμένους ἀποφαίνει, χρῆναι θαῤῥεῖν εἰπὼν, καὶ τὸ ἔτι τούτων ἐπέκεινα καὶ πολυ- ευκτότατον ἀληθῶς, συνεῖναί σφισι κατεπαγγέλλεται· καὶ τίνα δὴ τρόπον, προσετίθει λέγων Τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. θαρσεῖτε. Ἐνδοιάσειε δ' ἂν οὐδεὶς τῶν εἴσω φρενὸς ἀγαθῆς καὶ νοῦ βεβηκότος, ὅτι τοῖς πονοῦσι γενικῶς εἰς οἰκοδομὴν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, ἰσχύν τε ἅμα χαρίζεται καὶ δίδωσι τὸ θαρσεῖν, ὅτι καὶ συνέσται διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ πάντα αὐτοῖς ἀποπερανεῖ τὰ δι' ὧν ἂν δύναιντο λαμπρὸν καὶ εὐδόκιμον τὸν οἰκεῖον ἀπο- φῆναι βίον. οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οἰκοδομεῖν μέλλουσι τὴν Ἐκκλησίαν τοῖς ἁγίοις ἀποστόλοις, καὶ εἰς ναὸν ἅγιον συναγείρειν τοὺς πεπιστευκότας ἔφασκεν ἀναγκαίως, ὅτι "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας "καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος." ὅτι δὲ ἔμελλε συνεῖναι πάλιν αὐτοῖς διὰ τοῦ Πνεύματος, σαφηνιεῖ πάλιν αὐτὸς, ποτὲ μὲν λέγων ὅτι "Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς·" ποτὲ δὲ τὸν τῆς ἀφίξεως τρόπον ἐναργῆ καθιστὰς, διὰ τοῦ φάναι πάλιν "Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ "μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς, ἐὰν δὲ "ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς." οὐκοῦν σύνεστι μὲν τοῖς οἰκοδομοῦσι τὸν οἶκον αὐτοῦ, ἀποφοιτᾷ δὲ πάλιν καὶ 2.264 ὁλοτρόπως ἀπανίσταται τῶν κατασειόντων αὐτόν. εἶεν δ' ἂν οὗτοι πάλιν, οἱ ἐν Βεελζεβοὺλ λέγοντες Ἀνάθεμα Ἰησοῦν, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὸν τῆς ἀπωλείας ἰὸν ἐγχέοντες. 9∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι ἅπαξ, ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ· ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.9 Ἀνακομίζει τὸν λόγον ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, καὶ εἰς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας. τότε δὴ κατεπαγγέλλεται καταδονήσειν αὐτόν τε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ μέντοι καὶ τὴν θάλασσαν, καὶ πρὸς τούτοις ἔτι πάντα τὰ ἔθνη. ἔφη γὰρ ὅτι Ἔτι ἅπαξ σείω. τοῦτο δὲ τοιοῦτόν τινα νοῦν ὑπεμφαίνειν ἔοικε, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν. οὐκοῦν ὅτε τοῖς εἰδώλοις λελατρευκότα τὸν Ἰσ- ραὴλ, καὶ τοῖς Αἰγυπτίων ἔθεσί τε καὶ νόμοις ἐκτεθραμμένον ἐλευθεροῦν ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν ἤθελε, μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασμένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυ- μένων τῶν ἐν αὐτῇ κυμάτων ἐν εἴδει τειχῶν, οὐρανοῦ τὸ 2.265 μάννα καταστάζοντος. καί τι τοιοῦτον ὁ ψαλμῳδὸς ὑπ- εμφαίνει λέγων "Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον "τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ "ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν." σεσεῖσθαι δέ φαμεν τὸ τηνικάδε τὴν γῆν, οὐχ ὑπομείνασαν τὸν συνήθη κλόνον, ἀλλ' ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. τοιοῦτόν τινα σεισμὸν πάλιν ἔσεσθαί φησι κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὡς οὐδενὸς ἀγνοήσειν μέλλοντος τὰ δι' αὐτῆς κατορθώματα. ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστή- ριον, καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων "Ἵνα γνωρισθῇ "νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ "τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό- "θεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ "Κυρίῳ ἡμῶν." ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ, καὶ ἡ θάλασσα, τουτέστιν αἱ νῆσοι. τίς γὰρ ὅλως τῆς εἰς τοῦτο γνώσεως ἀμοιρήσας ὁρᾶται; ποία θάλασσα, ποῖον ἔθνος, ποία μοῖρα τῆς ὑπ' οὐρανόν; κεκήρυκται "τὸ εὐαγ- "γέλιον εἰς πάντα τὰ ἔθνη," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ἔτι τοίνυν φησὶν ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τότε ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης. πλεῖστοι γὰρ ὅσοι καὶ ἐκ παντὸς ἔθνους καὶ λαμπροὶ καὶ ἀπόλεκτοι γεγόνασιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν τάξει λαμπρῶν ἀναθημάτων εἰς τὸν οἶκον τοῦ Θεοῦ συναγηγερμένοι, καὶ δόξαν αὐτῷ διὰ τούτου προσάπτοντες, 2.266 εὐκλεᾶ τε καὶ ἀοίδιμον ἀποφαίνοντες, καὶ δεδοξασμένοι παρὰ Χριστοῦ. μεμαθήκασι γὰρ προσεύχεσθαί τε καὶ λέγειν "Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς," καὶ πάλιν "Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν "οὐρανὸν καὶ τὴν γῆν." ὅτι δὲ οὐχ ὕλης ἀψύχου δεῖται Θεὸς, ἀλλὰ νοητῆς εὐκοσμίας, ὑπεμφαίνει λέγων Ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ. ὅμοιον γὰρ ὡς εἰ λέγοι Μὴ ἀκλεᾶ νομίζετε τὸν ναὸν, ὅτι χρυσοῦ καὶ ἀργύρου καὶ τῆς ἐκ πλούτου λαμπρότητος ἀμοιρήσει τυχόν. οὐ δεδέημαι τῶν τοιούτων· πόθεν; ἐμὸν γὰρ τὸ πᾶν ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ· ζητῶ δὲ μᾶλλον γνησίους προσκυνητὰς, τῇ τοιούτων λαμπρότητι τὸν ἐμὸν καταχρυσώσω ναόν. ὥσπερ γὰρ, ὅτε τῶν κατὰ νόμον θυσιῶν ἐξίστη τὸν Ἰσραὴλ, ἔφασκεν ἀναγκαίως "Οὐ "δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων "σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, "κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες·" οὕτω κἀνθάδε τὸν ἐξ ὕλης κόσμον παραιτούμενος, ζητῶν δὲ μᾶλλον τὸν νοητὸν, ἐμὸν φησὶ τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, τουτέστιν Ἀπέχω καὶ πεπλήρωμαι καὶ δεδέημαι τῶν τοιούτων οὐδενός· ἴτω δὲ μᾶλλον ὁ πίστιν ἔχων ὀρθὴν, ὁ τοῖς ἐξ ἀρετῆς αὐχήμασι διαπρέπων, ὁ ἀγάπῃ τῇ εἰς ἐμὲ κατηγλαϊσμένος, ὁ καθαρὸς τὴν καρδίαν, ὁ πτωχὸς τῷ πνεύματι, ὁ φιλοικτίρμων καὶ ἀγαθός. συναγηγερμένοι γὰρ οὕτως εἰς τὸν ἐμὸν ναὸν, 2.267 τουτέστι τὴν Ἐκκλησίαν, εὐκλεᾶ καὶ περίοπτον ἀποφανοῦ- σιν αὐτήν. 9∆ιότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ, καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.9 Κατὰ γάρ τοι τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδη- μίας εὐκλεέστερος μὲν ἀσυγκρίτως ὁ θεῖος ἐδείχθη ναὸς, ἀμείνων δὲ οὕτω τοῦ πάλαι καὶ ὑπερκείμενος, ὅσῳπερ ἂν οἴοιτό τις διενεγκεῖν καὶ τῆς κατὰ νόμον λατρείας τὴν ἐν Χριστῷ τε καὶ εὐαγγελικὴν, καὶ τῶν ἐν σκιαῖς τὴν ἀλήθειαν. ἄλλως τε· φάναι γὰρ ἤδη κἀκεῖνο χρησίμως οἰήσομαι δεῖν· εἷς ἦν, καὶ ἐν μόνοις τοῖς Ἱεροσολύμοις ὁ πάλαι ναὸς, καὶ ἦν ἔθνος ἓν τὸ ἐξ Ἰσραὴλ τὰς ἐν αὐτῷ θυσίας ἐπιτελοῦν. ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς ὁ Μονογενὴς Θεὸς ὢν "Κύριος "καὶ ἐπέφανεν ἡμῖν," κατὰ τὰς γραφὰς, μεμέστωται λοιπὸν ἡ ὑπ' οὐρανὸν οἴκων τε ἁγίων καὶ ἀναριθμήτων προσκυνη- τῶν, οἳ πνευματικαῖς θυσίαις καὶ νοηταῖς εὐωδίαις τὸν τῶν ὅλων καταγεραίρουσι Θεόν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ προφήτου Μαλαχίου προαναφωνούμενον, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "∆ιότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει "Κύριος, καὶ τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ "ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ "θυσία καθαρά." οὐκοῦν ἀτρεκὴς ὁ λόγος, ὡς ἔσται μείζων ἡ δόξα τοῦ τελευταίου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας. 2.268 Ὅτι δὲ τοῖς πεφροντικόσι τοῦ οἰκοδομεῖν αὐτὴν ξένιον ὥσπερ τι παρὰ τοῦ Πατρὸς καὶ δῶρον ἐξ οὐρανοῦ δοθήσεται Χριστὸς, ἡ πάντων εἰρήνη, δι' οὗ "τὴν προσαγωγὴν ἐσχήκα- "μεν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα," σαφηνιεῖ λέγων ὅτι δώσω εἰρήνην ἐν τῷ τόπῳ τούτῳ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον· ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή- "νην τὴν ἐμὴν ἀφίημι ὑμῖν." καὶ ὅπως ὀνίνησι τὸ χρῆμα τοὺς ἠγαπηκότας, διδάξει πάλιν ὁ Παῦλος γράφων "Ἡ "εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει "τὰς καρδίας ὑμῶν καὶ τὰ σώματα ὑμῶν·" ἐλιπάρει δέ που καὶ ὁ σοφὸς Ἡσαΐας λέγων "Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην "δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν·" ὡς τοῖς γε ἅπαξ ἠξιωμένοις τὴν Χριστοῦ λαβεῖν εἰρήνην, μετὸν εὐκόλως τὴν ἰδίαν ἀνασῶσαι ψυχὴν καὶ πρὸς κατόρθωσιν ἀρετῆς ἀπευ- θύναι τὸν νοῦν. οὐκοῦν παντὶ τῷ κτίζοντι δοθήσεσθαί φησιν τὴν εἰρήνην. εἴτε γὰρ Ἐκκλησίαν οἰκοδομεῖ τις, καὶ τέτακται μυσταγωγὸς ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· εἴτ' οὖν τὴν ἰδίαν αὐτὸς ὀνίνησι ψυχὴν, ὡς λίθον ζῶντα καὶ πνευματικὸν ἑαυτὸν παριστὰς "εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ "Θεοῦ ἐν Πνεύματι," ὁ τοιοῦτος πάντη τε καὶ πάντως ἀπο- κερδανεῖ τὸ δύνασθαι τὴν ἰδίαν εὐκόλως ἀνασῶσαι ψυχήν. 9Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου, ἔτους δευτέρου ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν Προφήτην 2.269 λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων Ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώμα- τος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Οὐχί. καὶ εἶπεν Ἀγγαῖος Ἐὰν ἅψηται μεμιασμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται. καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἂν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται.9 Ἕτερος οὗτος χρηματισμὸς διὰ τοῦ Προφήτου πρὸς τὸν Ἰσραὴλ, ἐπ' αἰτίᾳ δέ φαμεν γεγενῆσθαι τοιαύτῃ. ἔτους μὲν γὰρ ἐνεστηκότος δευτέρου τῆς ∆αρείου βασιλείας, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, κατονειδίζοντος Θεοῦ τοὺς ἐκ τῆς αἰχμα- λωσίας λελυτρωμένους, καὶ ὄκνον αὐτοῖς ἐγκαλοῦντος, τὸν ἐπί γε φημὶ τὸ δεῖν ἐργάσασθαι τὸν νεὼν, εἰσδεδραμήκασι μόλις, καὶ τῶν εἰς φιλεργίαν ἱδρώτων μετεποιοῦντο λοιπόν. εἶτα τοῦτο δεδρακότας ἐπῄνει Θεὸς, συνέσεσθαί τε σφίσι κατεπηγγέλλετο, καὶ ἐπευλογεῖν αὐτοὺς, καὶ θαῤῥεῖν ἐκ- έλευεν, ὡς ἐφεστηκότος ἐν μέσῳ αὐτῶν τοῦ Πνεύματος· οἱ δὲ οὐδὲν ἧττον ὀκνηροί τε ἦσαν καὶ δυσέργαστοι, καὶ δύο που τάχα μηνῶν διαγεγονότων μόλις, ἀνέπιπτον εἰς ῥᾳθυμίαν, καὶ δεινῶς ἀλύοντες κατεφωρῶντο πάλιν. πρὸς γάρ τοι τὰ 2.270 τῆς ἐμπορίας ἔργα δεινῶς καὶ ἐκτόπως ἀπονενευκότες, καὶ ἀκρατῶς ἔχοντες εἰς φιλοκερδείας, εἰσεδέχοντο τὴν ἀκηδίαν, ὡς οὐκ ἐξὸν αὐτοῖς ὡς ἐν εὐρείᾳ σχολῇ τῶν εἰς ἐμπορίαν ἔχεσθαι φροντισμάτων· εἶτα θυσίας προσάγοντες, ἀρκέσειν ἔφασκον τὸ χρῆμα αὐτοῖς εἰς τὸ ἁγιάζεσθαι δεῖν, κἂν εἰ μήπω γένοιτο τυχὸν ὁ θεῖος νεώς. προστάττεται τοίνυν ὁ Προφήτης εὐφυέσιν ἐλέγχοις κατατιτρώσκειν αὐτοὺς καὶ διδάσκειν, ὅτι κἂν εἰ ἕλοιντο πληροῦν εὐχὰς καὶ θυσίας, ῥᾴθυμοι δὲ ὄντες ἁλίσκοιντο περὶ τὸ χρῆναι πληροῦν τὸν οἶκον τοῦ Θεοῦ, οὐκ εἰς ὄνησιν ἔσται μᾶλλον αὐτοῖς, ἀλλ' εἰς ὀργήν τε καὶ κρῖμα τὸ μὴ ἐν καιρῷ βούλεσθαι βουθυτεῖν, καὶ τῷ θείῳ προσιέναι θυσιαστηρίῳ· διατρανοῖ δὲ πρὸς τού- τοις, ὅτι τῶν προκειμένων αὐτοῖς ἐμποριῶν ἕνεκα, πονηροῖς καὶ ἀλλογενέσιν ἀνδράσιν ἀναμιγνύμενοι, πάντως δέ που καὶ εἰδωλολάτραις, ἐσχάτως καταμιαίνονται. νομικωτάτη δὲ λίαν ἡ ἐρώτησις καὶ δυσερμήνευτος μέν· πλὴν, ὡς ἔνι, σαφηνιῶ, δι' ὧν ἂν δύνωμαι λόγων παριστὰς τὸ δηλούμενον. Ἐρωτᾷ τοίνυν ὁ Προφήτης τοὺς ἱερέας νόμον· γέγραπται γάρ "Ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- "σουσιν ἐκ στόματος αὐτοῦ·" καὶ τίς ἡ ἐρώτησις; Ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Οὔ. καὶ κρέας μὲν ἅγιόν φησι τὸ ἀπὸ ζῴου ληφθὲν προσενηνεγμένου πρὸς ἱερουργίαν τῷ Θεῷ· πλὴν ἐκεῖνο βού λεται διδάσκειν αὐτούς· οἱ ἱερεῖς ἔσθ' ὅτε τὰς κατὰ νόμον τελοῦντες θυσίας, ἥπτοντο καὶ διὰ τῶν ἐσθημάτων τῶν 2.271 μελλόντων καπνίζεσθαι κρεῶν. ἆρ' οὖν, φησὶν, ἐὰν ἐσθὴς ἱερὰ ἡγιασμένη τυχὸν διὰ κρέως ἁγίου ἅψηταί τινος ἑτέρου, τοῦ μὴ προσενηνεγμένου τῷ Θεῷ, ἆρ' ἔσται κἀκεῖνο ἅγιον; ἀπέφησαν τοῦτο κατὰ νόμον οἱ ἱερεῖς. οὐκοῦν· ὡς ἐκ παρα- δείγματος ἴωμεν ἐπὶ τὸ ἀληθέστερον· ἆρ' ὁ προσάγων θυσίαν, εἰ παροτρύνοι Θεὸν καθ' ἑτέρους τρόπους, ἁγιασθήσεται παρ' αὐτῆς; οὐδαμῶς, κατακρίνεται δὲ μᾶλλον, ὡς οὔπω μὲν ἀποκαθηράμενος, προσαγαγὼν δὲ θυσίαν. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε τί φησιν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ "Καὶ "κρέα ὃ ἂν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν "πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα, ἡ δὲ "ψυχὴ, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ "σωτηρίου, ὅ ἐστι τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ' "αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. καὶ "ἡ ψυχὴ ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ "ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων "ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν "κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστι τῷ Κυρίῳ, ἀπο- "λεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." ὁρᾷς ὅπως ἀνόνητον, μᾶλλον δὲ καὶ ὀργῆς καὶ θανάτου πρόξενον τὸ ἀναπονίπτοις χερσὶ προσάγειν θυσίας. ὥσπερ οὖν τὰ τῶν ἱερέων ἐσθήματα, καίτοι καθηγιασμένα διὰ τῶν κρεῶν τῆς θυσίας οὐκ ἂν ἁγιάσαι τι τῶν προσψαυόντων αὐτοῖς· οὕτω, φησὶν, οὐκ ἂν ἁγίους ἀποτελέσῃ τὸ καταθύειν Θεῷ τοὺς καθ' ἕτερον τρόπον λυπεῖν ᾑρημένους, καὶ ἀπρακτεῖν ἐθέλοντας περὶ τὸ ἁνδάνον Θεῷ. 2.272 Ὅτι δὲ, ὡς ἔφην, τῶν ἐμποριῶν ἕνεκα, καὶ τῶν ἐκ ταύ- της λημμάτων, βεβήλοις ἀνδράσιν ἀναμιγνύμενοι ἐν μεθέξει πάντως καὶ αὐτοὶ τῆς ἐκείνων ἔσονται βδελυρίας, διὰ τῆς ἑτέρας ἐπερωτήσεως καθίστησιν ἐναργές· ἔφη γὰρ πάλιν Ἐὰν ἅψηται μεμιασμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθή- σεται. προστέταχε μὲν γὰρ ὁ διὰ Μωυσέως νόμος τοῖς ἡγιασμένοις νεκροῦ σώματος μὴ ἀποθίγειν, μήτε μὴν ἀν- θρώποις τεθνεῶσιν ἐπιφοιτᾶν. καὶ γοῦν ἔφη δεῖν μὴ καταμιαίνεσθαι τοὺς ἱερουργοὺς εἰ μὴ ἐπὶ μόνοις πατρὶ καὶ μητρὶ καὶ ἀδελφοῖς, τὸν δέ γε τῶν ἱερῶν ταγμάτων προεστηκότα τε καὶ προὔχοντα μηδὲ ἐπὶ τούτοις ὅλως. αἴνιγμα δὲ τὸ κεκελευσμένον ἦν· σκιὰ γὰρ ὁ νόμος· ὁ γάρ τοι νεκρὸς νεκρῶν ἔργων καὶ ἀκαθαρσίας κοσμικῆς τύπος ἂν εἴη πάλιν. δεῖ δὲ οἶμαι τοὺς ἱεράν τε καὶ πάναγνον ἐπησκηκότας ζωὴν, νεκρῶν ἔργων ἀπονοσφίζεσθαι καὶ σα- πρίας κοσμικῆς ἀπανίστασθαι φιλεῖν. ἀλλ' εἰ συνέβη τὸ τηνικάδε ἐπιφοιτήσαντα νεκρῷ τινος τῶν ἄλλων ἀποθί- γειν, ἢ ἀνθρώπου τυχὸν, ἤγουν ἐδέσματος, τοῦτο πάντως ἦν κατὰ νόμον ἐν μολυσμῷ. ἐρωτᾷ δὴ οὖν ὁ Προφήτης, εἰ ὅταν τις νεκροῦ σώματος ἁψάμενος, εἶτα μεμενηκὼς ἀναπόνιπτος ἑτέρου τινὸς ἅψαιτο τυχὸν, εἰ πάντη τε καὶ πάντως αὐτὸν καταμιαίνῃ. τῶν δὲ εἰρηκότων τό Μιανεῖ· λοιπὸν ἐπιφέρει Θεός Οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου λέγει Κύριος, καὶ οὕτω πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν λέγει Κύριος, καὶ ὃς ἂν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται. ἐπειδὴ γὰρ νεκρῶν ἔργων ἅπτεται, φησὶν, οὐχὶ μεμίανται 2.273 μόνον αὐτὸς, ἀλλὰ γὰρ πρὸς τοῦτο ἥκει φαυλότητος, ὡς ἐπιτηδείως ἔχειν εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς καταμιαίνειν ἑτέρους. Ἐπιμελητέον δὴ οὖν ἔργων ἀγαθῶν, καὶ πληροῦν σπου- δάζωμεν τὸ ὅτι μάλιστα φίλον ἀληθῶς τῷ Θεῷ, θύωμέν τε οὕτω πνευματικῶς. τότε γὰρ προσδέξεται, καὶ οὐκ εἰς κατάκριμα τὴν εὐχὴν, ἕξομεν δὲ μᾶλλον εἰς ὄνησίν τε καὶ εὐλογίαν· ἀποσειώμεθα δὲ καὶ νεκρὰς ἐπιθυμίας, καὶ οἷον ἀψύχους ἡδονὰς καὶ ἀκαθαρσίαν κοσμικήν. κεκαθαρμένοις γὰρ οὕτω καὶ ἡγιασμένοις συνέσται Θεός. 9Ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν ὀδυνηθήσονται ἀπὸ προσώπου πονηριῶν αὐτῶν, καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.9 Ταῦτά φασι μήτε τὴν Ἑβραίων ἔκδοσιν, μήτε μὴν τοὺς ἑτέρους ἑρμηνευτὰς ἢ εἰπεῖν ἢ εἰδέναι· πλὴν συμβαίνουσαν ἔχοντα διαφαίνεται τοῖς προλαβοῦσι τὴν ἔννοιαν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεπτόηντο λίαν εἰς φιλοκερδείας καὶ πλεο- νασμούς· πρόφασις δὲ αὕτη τῆς ῥᾳθυμίας αὐτοῖς ἀνεδείκνυτο, καίτοι τὸν θεῖον ἀναδείμασθαι ναὸν ἐπιτεταγμένοις· αἰτιᾶται λοιπὸν ἀναγκαίως ἐπὶ τούτοις αὐτούς. ὀρθρινὰ δὲ λήμματά φησι διά τοι τὸ ἐφ' ἑτέρῳ μηδενὶ τὰς ἐν ὄρθρῳ ποιεῖσθαι προόδους τε καὶ σπουδὰς ἑωθινὰς, πλὴν ὅτι τούτου γε ἕνεκα καὶ μόνου, τοῦ λημμάτων ἐφίεσθαι λέγω. καὶ ὑπέρ γε τού- των ὀδυνηθήσεσθαί φησιν αὐτοὺς, μηδὲ εἰς πέρας αὐτοῖς τὸ ποθούμενον ἐξιόντος τοῦ σκοποῦ. Θεοῦ γὰρ οὐ κατευθύ- νοντος, καὶ τὴν τῶν πρακτέων ἡμῖν οὐ καταλεαίνοντος ὁδὸν, εἰκαία που πάντως καὶ ἀνόνητος ἡ ἐφ' ὁτῳοῦν ἀνθρώπου 2.274 σπουδή. γέγραπται γὰρ ὅτι "Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ "οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν." προ- τετιμηκότες δὴ οὖν τοῦ τὸν θεῖον ἐγείρειν ναὸν τὰ ὡς ἐν ὄρθρῳ τε καὶ ὑπὸ τὴν ἕω λήμματα, καὶ τῶν ἀμεινόνων τὰ αἰσχίω προτάττοντες, ἕτερόν τι πρὸς τούτῳ δεινὸν προσαῤ- ῥωστοῦντες ἡλίσκοντο. μεμισήκασι γὰρ τοὺς ἐλέγχοντας ἐν πύλαις. τὸ δὲ ἐν πύλαις νοήσεις, ἀντὶ τοῦ, ἐναργῶς. ἀνθ' ὅτου δὲ μεμισήκασι; τοῖς γὰρ ἅπαξ κεκρατημένοις ὑφ' ἡδονῶν πονηρῶν, καὶ ἀχαλίνως ὠλισθηκόσιν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἃ μὴ θέμις, οὐδ' ἂν εἶεν ἡδεῖς οἱ ἐπανορθοῦν ἰσχύοντες, φορτικοὶ δὲ μᾶλλον καὶ κατεστυγημένοι· καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων καταλογισθεῖεν ἄν; Πάνδεινον τοίνυν ἀῤῥώστημα νοῦ, τὸ καὶ προσκεκλίσθαι τοῖς φαύλοις, καὶ τοὺς ὠφελεῖν εἰδότας καταμυσάττεσθαι, καὶ νοσεῖν ὡς ἥδιστα τὸ συμβὰν, κἂν εἴ τι τῶν ἄγαν ἐκτόπων ὑπάρχον ὁρῷτο. ἄμεινον δὲ καὶ σοφὸν ἀποκρούεσθαι μὲν γενικῶς τὰ εἰς ψυχὴν ἔσω καὶ νοῦν εἰσχεόμενα βλάβη. εἰ δὲ δή που τι συμβαίη παθεῖν, ζητεῖν μὲν ᾗ τάχος τοὺς ἰατροὺς, καὶ τοὺς ἐλέγχοντας ἀγαπᾶν, προκυλινδεῖσθαι δὲ ὥσπερ Θεοῦ λέγοντας "Ἴασαί με Κύριε, καὶ ἰαθήσομαι, σῶσόν με "καὶ σωθήσομαι· ὅτι τὸ καύχημά μου σὺ εἶ." 9Καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγίνετο δέκα σάτα κριθῆς, καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνετο εἴκοσι; ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ 2.275 ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέ- ψατε πρὸς μὲ, λέγει Κύριος.9 Ἐξ ἀναγκαίων αὐτοὺς ἀναπείθει λογισμῶν, ὅτι πεπράχασι δεξιῶς, οἰκοδομεῖν ᾑρημένοι τὸν θεῖον ναὸν, καὶ εἰσὶν ἀμεί- νους ἢ πάλαι, τῆς εἰς τοῦτο σπουδῆς ἁψάμενοι. κατανοήσατε γὰρ, φησὶ, καὶ ἀναμνήσθητε, τίνες ἦτε, τουτέστιν, ὅπως τε καὶ τίνα τρόπον διέκεισθε, πρὶν ἐπιθεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου. τότε μὲν γὰρ, φησὶ, συναγηγερμένα μόλις ἱδρῶσι μακροῖς τὰ ἐξ ἀγρῶν τε καὶ ἅλω, κριθῆς εἴκοσι σάτα· μέτρον δὲ οἶμαι τὸ σάτον· ἐναπετίθεσθε κυψέλῃ· εἶδος δ' ἂν νοοῖτο καὶ τοῦτο καρπῶν ἀποθήκης· καὶ ἐγίνετο κριθῆς δέκα σάτα, σητὸς δηλονότι δαπανῶντός που τάχα καὶ εἰς χοῦν ἀπολεπτύνοντος τοὺς καρποὺς ἐκ θείας ὀργῆς. εἰ δὲ δὴ καὶ εἰς ληνὸν ἀφίκετό τις, πεντήκοντα μετρητὰς ἀρυσόμενός τε καὶ μεταγγιῶν, ἐν ἀδοκήτῳ μειώσει τὸ μέτρον εὑρὼν, κατετεθήπει λοιπόν. ἐπατάχθητε δὴ, φησὶ, καὶ ἑτέραις πλη- γαῖς, ἀφορίαις, ἀνεμοφθορίαις, χαλάζαις· καὶ πάλιν ἦτε σκληροί. οὐ γὰρ ἐπεστρέψατε πρὸς μὲ, φησί. Τί οὖν ἐντεῦθεν εἰσόμεθα; πρόδηλον ὅτι τοῖς οὐκ ἐθέ- λουσιν οἰκοδομεῖν τὸν οἶκον Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἰδίας ψυχὰς εἰς ναὸν ἀποφαίνειν Θεοῦ κατωκνη- κόσιν ἐκτόπως, καὶ τὰ ἤδη πορισθέντα τῶν ἀγαθῶν οἰχήσεται πρὸς οὐδὲν, προσέσται δὲ πάντως καὶ τὰ ἐκ τῶν ἀκαθάρτων πνευμάτων βλάβη, ἀκαρπίαι τε καὶ χάλαζαι, τουτέστιν, ἀφό- ρητοι πειρασμῶν ἐπιφοραὶ πρὸς πᾶν ὁτιοῦν κατασείουσαι τῶν κακῶν, καὶ τὰ ἐκ θείας ὀργῆς συμβήσεται. 9Τάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταυτης καὶ 2.276 ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς, καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπὸν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.9 Προαναπείσας εὖ μάλα διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, ὡς ἀφιλεργεῖν ᾑρημένοις περὶ τὸν θεῖον ναὸν πλείστη τις ὅση συμβέβηκε τῶν ἀνιαρῶν ἡ ἔφοδος, ἐκ τοῦ κατευφραίνειν εἰδότος πληροφορηθήσεσθαί φησιν, ὅτι τῆς εἰς τὰ αὐτῷ δοκοῦντα σπουδῆς καρπὸν ἕξουσι τὴν εὐημερίαν, καὶ μισθὸν ἐπιεικείας τῆς εἰς τὸν οἶκον αὐτοῦ, τὸ ἐν παντὶ δὴ πάντως κατευρύνεσθαι καλῷ. ὑπισχνεῖται δὲ ὅτι μάλιστα χορηγή- σειν αὐτοῖς τὴν ἐξ ἀγρῶν εὐκαρπίαν, ὡς ἀπιστίας ἐγγὺς γενέσθαι τὸ χρῆμα, καὶ ὑπὲρ ἐλπίδα πολλὴν τοὺς ἀπὸ τῆς ἅλω διαφαίνεσθαι σωροὺς, καὶ ξύλων δὲ τῶν ἐν κήποις ἀνιε- μένων ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, συκῆν τε, καὶ ῥοὰν, καὶ ἁπαξαπλῶς πλουσίως αὐτοῖς ἐκτεθηλέναι τὰ ἐξ ὡρῶν, καὶ μὴν καὶ ἐλαίας ἐν ἀδοκήτῳ πλεονασμῷ τὸν οἰκεῖον αὐτοῖς ἐκδούσης καρπὸν, διάτοι τὸ εὐλογεῖσθαι παρὰ Θεοῦ. Ὥσπερ γὰρ τοῖς κατοκνεῖν ᾑρημένοις τὴν Ἐκκλησίαν οἰ- κοδομεῖν, ἤγουν ἑαυτοὺς εἰς ναὸν ἅγιον παραστῆσαι Χριστῷ, πάντα καταῤῥεῖ πρὸς τὸ χεῖρον· καὶ μὴν καὶ τὸ εἶναι πάντως ἐν πειρασμοῖς καὶ νοηταῖς ἀκαρπίαις ὁρᾶται συμβαῖνον· οὕτω καὶ τὸ ἔμπαλιν ἀληθὲς, τοῖς οἰκοδομεῖν ἐθέλουσι καὶ τὸν τῆς ἐπιεικείας ἱδρῶτα τετιμηκόσι, δοθήσεται παρὰ Θεοῦ τὸ ἐν παντὶ δὴ πάντως ὁρᾶσθαι καλῷ, καὶ ταῖς εἰς νοῦν εὐ- καρπίαις καταπιαίνεσθαι, καὶ οἷον ἐκτεθηλότα διαφόροις ἀρετῶν αὐχήμασι κῆπον ἔχειν τὸν ἐσωτάτω, μόνον δὲ οὐχὶ 2.277 καὶ τοῖς ὡρίμοις κατάκομον, ὡς καὶ δύνασθαι λοιπὸν ἐκ παῤῥησίας ἀνακραγεῖν τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω "καρπὸν ἀκροδρύων αὐτοῦ." τροφὴ γὰρ ὥσπερ Θεῷ τὰ ἐξ ἀρετῶν βλαστήματα, καὶ τῆς εἰς νοῦν εὐκαρπίας ἡ χάρις. 9Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν Προ- φήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ἐξ ολοθρεύσω δύναμιν βασιλέων ἐθνῶν, καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ ἀναβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.9 Ἐκ τῶν μερικῶν ἀεί πως ὁ λόγος ἡμῖν ὁ προφητικὸς, καὶ ἐκ τῶν ἐν χερσὶ πραγμάτων ἐπὶ τὰ καθόλου καὶ γενικώτατα ποιεῖται τὴν ἐκδρομήν. εἰ γάρ που περὶ λυτρώσεως τῆς τινων ποιοῖτο τὴν μνήμην, ἀποφοιτᾷ πολλάκις ἐπὶ τὴν διὰ Χριστοῦ. τοιοῦτόν τι καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὑποφαίνει λόγος· ἐπενήνεκται γὰρ ἀναγκαίως τοῖς ἤδη προειρημένοις καὶ τάδε, μυστηρίου τοῦ κατὰ Χριστὸν ὡς ἐν αἰνίγμασί τε καὶ σκιαῖς ἔτι λεπτῶς εἰσκομίζοντα τὴν ἀνάῤῥησιν. ἀπο- στέλλεται γὰρ ὁ Προφήτης πρὸς τὸν ἐκ φυλῆς Ἰούδα Ζοροβάβελ, ἐρῶν ὅτι σεισθήσεται μὲν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ μὴν καὶ ἡ θάλασσα καὶ ἡ ξηρὰ, καθαιρεθήσονται δὲ καὶ οἱ βασιλέων θρόνοι. καὶ ὁ μὲν σοφώτατος Παῦλος ταῖς τῶν προκειμένων θεωρίαις προσβαλὼν, τὸ σεισθήσεταί φησιν 2.278 ἐκεῖνο δηλοῦν, ὅτι τῶν σαλευομένων ἔσται μετάθεσις, "ἵνα "μείνῃ τὰ μὴ σαλευόμενα." ἀλλ' ἔδει ταῦτα τελεῖσθαι διὰ Χριστοῦ, πάντα γὰρ ἐν αὐτῷ καινὰ καὶ "τὰ ἀρχαῖα πα- ρῆλθε," τὰ μεθύοντά τε καὶ σαλευόμενα, γέγονε δὲ καινὰ τὰ δι' αὐτοῦ, δηλονότι τὰ βεβηκότα τε καὶ ἐρηρεισμένα καὶ μένοντα. ὅρα τοίνυν τοῦ λόγου τὴν οἰκονομίαν· ἀξιάγαστον γὰρ αὐτοῖς εὐκαρπίαν ἐπαγγειλάμενος, καὶ πάντα παρέξειν εἰπὼν πλουσίως τὰ εἰς εὐθυμίαν καὶ τρυφὴν, εἰσκεκόμικεν εὐθὺς τὸν τῆς ἀληθοῦς εὐκαρπίας καιρὸν, δῆλον δὲ ὅτι τῆς πνευματικῆς καὶ τῆς ἄνωθεν εὐλογίας τὴν ἀμφιλαφῆ χορη- γίαν. ἔσεισα μὲν γὰρ, φησὶ, τὴν ὑπ' οὐρανὸν, ὅτε τὸν Ἰσραὴλ ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· πλὴν σείσω καὶ ἔτι, τουτέστιν, ἐπίσημόν τι καὶ διαβόητον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐργάσομαι πάλιν, μονονουχὶ κατασείων τὰ πάντα. Καὶ θρόνους μὲν βασιλέων καθελῶ, καὶ πᾶσαν αὐτῶν ἀφανιῶ τὴν δύναμιν, καὶ οἷόν τινας ἱππέας ὅλης καταθέοντας τῆς ὑπ' οὐρανὸν τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλῶ, ἐγερῶ γεμὴν ἑτέρους ἱππέας, ἤτοι πολεμιστὰς, ῥομφαίαν σπωμένους κατὰ γένους καὶ ἀδελφῶν. ἔοικε δὲ διὰ τούτων ὑποφαίνειν ἡμῖν τὰς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος καθῃρημένας πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, ἀρχάς τε καὶ ἐξουσίας ἃς τεθριάμβευκε τῷ ἰδίῳ σταυρῷ, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλὼν ἐπήμυνε τοῖς ἠδικημένοις, ἡμῖν δηλον- ότι. καὶ γοῦν ἡ ἁγία καὶ ἄμωμος παρθένος ἔτι κυοφο ροῦσα Χριστὸν, ἅτε δὴ καὶ Ἁγίου Πνεύματος ἀνάπλεων φέρουσα τὸν νοῦν, προανακεκράγει τὰ τοιάδε λέγουσα "Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ "πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου." καὶ μεθ' ἕτερα 2.279 πάλιν "Καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς "γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν· ἐποίησε κράτος "ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρ- "δίας αὐτῶν· καθεῖλε δυνάστας ἀπο θρόνων καὶ ὕψωσε "ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας "ἐξαπέστειλε κενούς. ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ "μνησθῆναι ἐλέους καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν "τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα." Οὐκοῦν καθῄρηνται μὲν οἱ δυνάσται, καὶ πεπτώκασιν ἐξ ἰδίων θρόνων. πλὴν οὐ μέχρι τούτων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα· ἀλλὰ γὰρ ἐγήγερταί τις ἱππέων ἑσμὸς, ἄνδρες μαχηταὶ καὶ ἐμπειροπόλεμοι καὶ στρα- τηγεῖν εἰδότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντεξά- γοντες γενικῶς. εἶεν δ' ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ τὴν τοῦ Πνεύματος μάχαιραν νοητῶς ἐσπασμένοι· τουτέστι, τῆς μυσταγωγίας τὸν λόγον, τὸν ζῶντά τε καὶ ἐνεργῆ καὶ τομώτατον· ἐχώρουν κατὰ παντὸς ἀνθρώπου καὶ κατὰ γέ- νους καὶ κατὰ ἀδελφῶν, οὐ πλήττοντες τὰ εἰς θάνατον, ἀναιροῦντες δὲ μᾶλλον τὴν ἐν αὐτοῖς ἀμαθίαν, καὶ οἷον νεκροῦντες τῷ κόσμῳ, καὶ ἐκτεθνάναι ταῖς ἁμαρτίαις παρα- σκευάζοντες, ἵνα ζήσειαν τῷ Θεῷ, τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἠγαπηκότες ζωὴν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικήν. ὅτι δὲ ἔμελλον τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα καὶ υἱοὶ πατράσιν ἀντιτετάξεσθαι, καὶ μὴν μητράσι θυγατέρες, καὶ ἀδελφοῖς ἀδελφοὶ, πῶς ἔστιν ἀμφιβαλεῖν; τοῦ Σωτῆρος λέγοντος ἐναργῶς "Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν "γῆν, οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν· ἦλθον "γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυ- "γατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς 2.280 "πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐ- "τοῦ." ἐχθροὶ μὲν οὖν καθὸ καὶ ἑτερόφρονες· φίλοι δὲ καὶ οὐκ εἰς μακρὰν, ὡς ἐν ὁμοψυχίᾳ πίστεως καὶ ὡς ἐν ἑνότητι Πνεύματος καὶ ἀγάπης τῆς ἐν Χριστῷ. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σε ᾑρετίσαμην, λέγει Κύριος παντοκράτωρ.9 Οὐ πρὸς Ζοροβάβελ ἀληθῶς ὁ τοιόσδε λόγος, γέγονε δὲ μᾶλλον ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς ἔν γε τῷ Ζοροβάβελ εὖ μάλα γραφόμενον· ὅτι καὶ ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ βασιλεὺς, καὶ τῶν τῆς αἰχμαλωσίας λελυτρωμένων ἡγούμενος, καὶ οἷον ἐπιστάτης τῶν οἰκοδο- μούντων τὸν οἶκον Κυρίου. σὲ τοίνυν, φησὶ, λαβὼν τὸν δοῦλόν μου· τουτέστι τὸν ἐν δούλου μορφῇ πεφηνότα, πλὴν κατὰ φύσιν ἐλεύθερον· κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἑλοίμην καθελεῖν δυνάστας ἀπὸ θρόνων καὶ ἐκβαλεῖν ἀρχὰς, ὡς σφραγῖδα θήσομαι. σφραγὶς γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅλην αὐτοῦ καὶ ἀκραιφνῆ τὴν ὁμοίωσιν ἔχων, καὶ ἐν ἰδίῳ κάλλει τὴν τοῦ γεννήσαντος ἀπαστράπτων φύσιν. ἐν αὐτῷ δὲ καὶ ἡμᾶς εἰς ὁμοίωσιν ἰδίαν κατασφραγίζει Θεός· εἴπερ εἰς Χριστὸν μορφούμενοι, τὴν ὡς πρὸς Θεὸν εἰκόνα κερδαίνομεν. σήμαντρον οὖν ἄρα τὸ ἀκριβὲς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, καὶ αὐτὸν ἡρετίσατο, τοῦτ' ἔστιν, αἱρετὸν ἐποιήσατο καὶ ἐξειλεγμένον. καὶ γοῦν ἐπὶ τοῖς Ἰορδάνου νάμασιν αὐτὸν ὡμολόγει, λέγων "Οὗτός ἐστιν ὁ Υἱός μου 2.281 "ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε." εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀναστοιχειῶσαι τὰ πάντα, καὶ ἀναγαγεῖν εἰς τὸ ἀπ' ἀρχῆς, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, "ἀνα- "κεφαλαιώσασθαι τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς "γῆς" ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ

Ἐν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τοῦ Προφήτου λέγων. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς Ἱεροσολύμοις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ' οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διῃρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ' εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἱερουσαλὴμ δηλονότι, καὶ ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ' αὐτοῖς Ζοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ 2.283 καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμα- λωσίαν ἀπενηνεγμένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ' οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μήδων χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ' ἐστιν ἡ Ἱερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ' οὐδ' ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν Ἀδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων ἀνδραγαθημάτων γέγονε μιμητής. Τίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ' ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρω- μένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων 2.284 τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ' αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ' ἴχνος ἰέναι σπουδάζοντες. δια- μέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων. ∆εῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυ- πραγμονεῖν ἐθέλοντας, μὴ ταυτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτά- την ἀγαπῶντες ζωήν. 9Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.9 Συνίῃς ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξή- γησιν, μετασοβεῖ πρὸς τὸ ἄμεινον, οἱονείπως ἀπειλῶν, ὅτι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι 2.285 κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀπο- σπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ. ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ' ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοεπὴς ἀποφαίνων. εἴη γὰρ ἂν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δου λεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτό- μενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην. Ἐπιφωνήσῃ δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς Ἰουδαίοις δήμοις, εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ "τὸν "Κύριον τῆς δόξης ἐσταύρωσαν," ἑάλωσαν καὶ πεπόρθηνται. κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ' αὐτοῖς τὸ διὰ φωνῆς Ὠσηέ "∆ιότι ἡμέρας πολ- "λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ "ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- "ρίου, οὔτε ἱερατείας, οὔτε δήλων." ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπεῤῥιμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, 2.286 πῶς ἂν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ Κύριον, τότε δὴ τότε, καὶ μάλα εἰκότως, σοφὴν ἄν τις ἐπ' αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. 9Καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπι- στρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.9 Ἀνακεκλημένοι γὰρ, ὡς ἔφην, ἐκ τῆς αἰχμαλωσίας, καὶ ἀνατρέχοντες εἰς τὴν Ἰουδαίαν, ῥᾴθυμοι γεγόνασι περὶ τὸ δοκοῦν τῷ Θεῷ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ' ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τέκνων ἀλλοτρίων πατέρες γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδεί- μασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά- περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν. καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, 2.287 καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ' αὐτοὺς ὀργῆς, καὶ παλινδρο- μήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν. ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση δέδοτο παρ' αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπι- τηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον. Καταγέλαστοι δὴ οὖν, οἱ ταῖς τῶν πατέρων ἀμαθίαις ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπο λογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις κατα- ψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπί- γνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ, καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζό- μενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνή- θειαν καταφεύγουσι καὶ αὐτοί. χρήσιμον οὖν τοῖς πλανω- μένοις ἐπιφωνεῖν Ἐπιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ. 2.288 9Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρί- θησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος παντοκράτωρ, τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν.9 Πρὶν ἁλῶναι τὴν Ἰουδαίαν, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, τὸ τῆς προφητείας ὄνομα, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιτιθέντες τινὲς, προσελάλουν ἀρχαιοτέροις τὰ "ἀπὸ καρ- "δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος "Κυρίου." οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἂν ἁλοίη ποτὲ παρ' ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ' ἂν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ Ἰσραήλ· ἀλλ' ἐρη- ρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶν- τός τε καὶ ἀγαπῶντος γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυ- μον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ' οἷς λελύπηται ῥιπτοῦντας ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ' ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν Ἰσ- ραήλ. καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν αὐτοὺς, οὕτω λέγων "Ὁ ὢν Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν "προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ 2.289 "λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω "ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" Θεὸς δὲ πρὸς ταῦτα "Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· "οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ "ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας "καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- "φητεύουσιν ὑμῖν." καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν "Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ "ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον." πεπλά- νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομαντέων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ' οὐκ ἂν ἥλω ποτὲ παρ' ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὐ- τοῖς, καὶ διαῤῥήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνεχθή- σονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ. ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπρο- φητῶν καὶ τῶν πεφενακισμένων καί φησιν Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται; ὅμοιον ὡς εἰ λέγοι Ἀπολώλασιν οἱ πατέρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ' εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κα- τοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ' αὐτοῖς γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν κατα- βοήν. ἀλλ' ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ δι' αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν 2.290 αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ' ὁτῳοῦν ποιεῖται ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξι- κακήσασα δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Σοφὸν οὖν ἄρα τὸ εὐήνιον, καὶ παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ τὸ τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ τὰς τῶν ἁγίων προαγορεύσεις τιμᾶν, καὶ πίστεως ἀξιοῦν τὰς τοῦ Πνεύματος φωνὰς, ἐννοοῦντάς τε ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὰ προηγγελμένα, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον καὶ με ταχωρεῖν εἰς μετάγνωσιν. ἀποσκευασόμεθα γὰρ οὕτω τὰ ἐξ ὀργῆς, καὶ ἠπίῳ περιτευξόμεθα τῷ ∆εσπότῃ· δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ ἀνίησι δίκης τοὺς ἐξ ἀμαθίας ἤγουν ἀσθενείας πεσόντας εἰς ἁμαρτίαν. 9Τῇ τετάρτῃ καὶ εἰκάδι ἐν τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν Σαβάτ· ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην λέγων Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυῤῥὸν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. καὶ εἶπα Τί οὗτοι, Κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ 2.291 εἶπε πρὸς μέ Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος τοῦ περι- οδεῦσαι τὴν γῆν. καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπαν Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.9 Ἀνὰ μέρος καὶ κατὰ καιροὺς τὰς ὁράσεις τοῖς ἁγίοις προφήταις ἐξεκάλυπτεν ὁ Θεός. οὐ γάρ που φαμὲν ὡς ἀεί τε καὶ συχνὴ καὶ ἀδιάστατος παντελῶς ἡ τῆς θεοπτίας αὐτοῖς ἐχορηγεῖτο χάρις καὶ τῶν ἐσομένων ἡ ἀποκάλυψις· κατὰ καιροὺς δὲ μᾶλλον, τοὺς ἑκάστῳ πράγματι πρέποντας, καὶ κατὰ τὸ αὐτῷ δοκοῦν τῷ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ' ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἔσθ' ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. Ἡσαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι "τὸν Κύριον σαβαὼθ "καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου," περιεστηκό- των αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώ- ματος, ὑποκειμένων τῶν Σεραφίμ. ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ' ἑκάστῳ λόγος, εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς. Οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Ζαχαρίας καιρὸν καὶ ἡμέρας καὶ μῆνα σαφῶς ὁρισάμενος, τεθεᾶσθαί φησι τὸν 2.292 Κύριον ἐν εἴδει τῷ καθ' ἡμᾶς. ἰδοὺ γὰρ ἀνήρ φησιν ἐπιβε- βηκὼς ἐφ' ἵππον πυῤῥόν. αἰνίττεται δὲ διὰ τούτου τὸν οἱονεί πως ἐμπειροπόλεμον καὶ εἰδότα τὰ τακτικά. τὸ γὰρ ἵππῳ μὲν ἐφιζῆσαι, καὶ τούτῳ πυῤῥῷ καὶ τὴν οἷον ἐξ αἵματος ἔχοντι χροιὰν, τοιοῦτόν τι οἶμαί που σημαίνειν λοιπόν. μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ἰουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν Ἱερουσαλὴμ, καὶ μὴν καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθεΐαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- σαῖς "Οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ "γῆς Αἰγύπτου," καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτρά- ποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃτοι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ καθ' ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ. Ἕστηκε δὲ ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων. ὄρη δὲ οἶμαι κατάσκιά φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιὼν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν ὁ Θεός "Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν "ἐπὶ τὸ ὄρος Σαμαρείας." ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυῤῥοὶ γὰρ ἦσαν, 2.293 καὶ μὴν καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κατα- σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ' ἑαυτὰ ποι- εῖσθαι σπουδάζοντα τὴν ὑπ' οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. εἶτα μετ' ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβου- χοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκό- μισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν ποικίλοις εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· μανθάνει δὲ, ὅτι οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος τοῦ περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιού- μενοι, καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντι- τείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ' αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν. 9Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε Κύριε, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;9 2.294 Τῶν ἀπεσταλμένων ἵππων, ἤγουν ἐθνῶν τε καὶ βασιλέων περιοδευσάντων τὴν σύμπασαν γῆν, εἶτα σαφῶς εἰρηκότων, ὡς κατοικεῖται καὶ ἡσυχάζει καὶ τὸν ἐξ ἀνάγκης ἐπεῤῥιμ- μένον ὑπομένει ζυγὸν, τρέπεται παραχρῆμα πρὸς λιτὰς τὰς ὑπέρ γε τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας ὁ μακάριος ἄγγελος, ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον αὐτῶν, "καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα." ἀλλὰ καὶ αὐτὸν τὸν νόμον δι' ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ τῆς εὐαγγελι- κῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι προαναδεικνὺς αἰνιγματωδῶς "Συκῆν εἶχέ τις πεφυτευμένην "ἐν τῷ ἀγρῷ αὐτοῦ." ἐπειδὴ δὲ ἄκαρπος ἦν, ἐκκόπτειν αὐ- τὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ " Εκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;" ὁ δὲ πρὸς τοῦτό φησι "Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως "ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ "καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν." τί γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδα- γωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἂν μὴ δοκοίη ∆εσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπε- ρασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ 2.295 προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν ∆εσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρασται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις ἑτέρα πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃτοί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς τῆς Ἰουδαίαςπόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος; Ἐλπὶς οὖν ἄρα τοῖς σεβομένοις Θεὸν χρηστὴ, καὶ οὐκ ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἀλλ' οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγ- γέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν Κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, "Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν "Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- "τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ περὶ "ὅλου τοῦ κόσμου." καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν "ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως," ἁμαρτιῶν ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ. 9Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλω τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ 2.296 συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.9 Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν "Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος," καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἂν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ῥήματα καλὰ καὶ λόγους παρακλη- τικούς· παρακλητικοὺς δέ φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακαλέσαι δυναμένους τοὺς πεπονηκότας. παρ' ὅλον γὰρ τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ' αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ πρὸς ἀλλοκότους λατρείας, ἀλλ' ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ' ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον,παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν. Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρτηκότας ὁ τῶν ὅλων Θεὸς, καὶ συμμέτρους ἡμῖν ἐπιφέρων αἰκίας, ἢ πόνους, μετασοβεῖ πρὸς τὸ ἄμεινον. οἱ δὲ δὴ πρὸς τοῦτο παρειλημμένοι, θηριοπρεπῶς ἐπιθρώσκουσι τοῖς παι δευομένοις ἔσθ' ὅτε. ἀλλ' ὀργίζεται Θεὸς ἐπ' αὐτοῖς ὀργὴν μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθε- λεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμαῖς τοῖς κάμνουσιν ἐπεφέροντο. Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκτεθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι.9 ∆έδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώ- λισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ', ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν 2.298 ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, ∆αρείου γεμὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐ- τὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν. Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ' ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ' ὀλίγα παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπι- κουρίαις, καὶ τῇ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ οἶκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφα- λείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς τὸ ἥμερον, οἰκοδομεῖται πάλιν "εἰς ναὸν ἅγιον, εἰς κατοι- "κητήριον Θεοῦ ἐν Πνεύματι," καὶ δὴ καὶ ἁπάσης ἀπε- ληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ. 9Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.9 Παρατείνοντος τοῦ χρόνου τῆς αἰχμαλωσίας, αἱ τῆς Ἰου- δαίας πόλεις, οὐδὲν δὲ ἧττον καὶ τῆς Σαμαρειτῶν, ἐξηρήμωντο παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα 2.299 παντελῶς. εὐαριθμήτων δὲ κομιδῇ κατοικούντων, ἄνδρα μὲν οὐκ ἦν λαμπρὸν, ἢ καὶ ἑτέρως ἐπίσημον ἰδεῖν, ἀλλ' οὐδὲ ἐν εὐπαθείᾳ ὄντας τινὰς, κατηφεῖς δὲ ἅπαντας, λιμῷ καὶ πενίᾳ κατηχθισμένους. τούτων ἁπάντων ἔσεσθαι πέρας ἐπαγγέλλεται. διαχυθήσονται γάρ φησι πόλεις ἐν ἀγαθοῖς, τουτέστιν, ἐν ταῖς ἀρχαίαις εὐημερίαις ἔσονται, καὶ παρα- κειμένων αὐταῖς τῶν εἰς ἀφθονίαν ἀγαθῶν, μεταβαλοῦσι τὴν ὄψιν, καὶ ἀναδραμοῦνται πάλιν ἐν τοῖς κατ' εὐχήν. ἐλεήσει γὰρ Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ. Ἄθρει δὲ ὅπως εὐτέχνως ἡμῖν ὁ τῆς προφητείας πρόεισι λόγος. οὐ γὰρ εἰς ἅπαν αὐτὴν ἐλεήσειν κατεπαγγέλλεται, οὔτε μὴν εἰς πάντα χρόνον αἱρετιεῖν· ἀλλὰ τό Ἔτι φησὶ, μεμετρημένον ὥσπερ τὸν τῆς ἡμερότητος χρόνον ὑπισχνού- μενος. ἔμελλε γὰρ μετὰ τοῦτο τοῖς ἔτι χείροσιν ἐναλῶναι κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκ- οῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας. 9Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσ- ῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα 2.300 κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν τοῦ Κυρίου τοῦ διασκορπίσαι αὐτήν.9 Ἐφ' ἑτέραν ὅρασιν ὁ προφήτης ἔρχεται, καὶ οὐκ εἰς μακρὰν, ἵνα μὴ λόγῳ μόνῳ παιδεύοιτο τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτῶν τῶν συμβησομένων ἐν θεωρίαις γενόμενος, λεπτῶς τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἂν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ κέρας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατα- σημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι τισὶ τὸν μακάριον ∆αυείδ "Εἶπα τοῖς παρανομοῦσι Μὴ "παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μὴ ὑψοῦτε κέρας· μὴ "ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ "Θεοῦ ἀδικίαν." ψάλλει δέ που καὶ περὶ Χριστοῦ "Τὸ "κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ," τουτέστιν, ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία. Ὁρᾷ τοιγαροῦν ὁ Προφήτης τέσσαρα κέρατα, τουτέστιν, ἔθνη τέσσαρα, σκληρά τε καὶ ἀλκιμώτατα, πόλεις τε ὁμοῦ καὶ χώρας ἐκκεραΐζειν εὐκόλως δυνάμενα. καὶ οἱ μὲν εἶναι ταῦτά φασι, τήν τε Ἀσσυρίων βασιλείαν, καὶ μέντοι πρὸς τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὢν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ῥωμαίων, ἣ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προ- φήτῃ τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν 2.301 καὶ τὸν Ἰσραὴλ κατέαξαν, ἀναγκαῖον οἶμαι καὶ νῦν ἐκεῖνα παρέντας, ἐπ' ἔθνη μᾶλλον ἐλθεῖν τὰ συντετριφότα τὸν Ἰσραήλ. τέσσαρες δὴ οὖν γεγόνασιν ἀρχαὶ, δι' ὧν τοῦτο παθοῦσαν τὴν Ἰουδαίαν εὑρήσομεν. Φουλὰ μὲν γὰρ πρῶτος τὰς ἐπέκεινα, ὡς ἔφην, τῶν Ἰορδάνου ναμάτων εἷλε φυλάς· εἶτα μετ' ἐκεῖνον ὁ Σαλμανασὰρ, καὶ τρίτος Σεναχηρεὶμ, καὶ τελευταῖος ἐπ' ἐκείνοις ὁ Ναβουχοδονόσορ. οὐκοῦν οἰκειό- τερον νοηθείη ἂν ἐπ' αὐτῶν, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. εἶτα Θεοῦ καταδεικνύοντός τε καὶ ἀνευρύνοντος τῷ Προφήτῃ τὴν ὅρασιν, τέσσαρες ὁρῶνται τέκτονες. ἤρετο δὲ πάλιν, ὅποι τε καὶ ἐφ' ὅτῳ βαδίζουσιν· εἶτά φησιν ὁ λαλῶν ἄγγελος ἐν αὐτῷ, ὅτι τὰ τέσσαρα κέρατα τὰ συντετριφότα τε καὶ δια- σκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ εἰσῆλθον ὀξῦναι. Τί οὖν ἐροῦμεν καὶ διὰ τούτου πάλιν ὑποσημαίνεσθαι; ἆρα γὰρ παρωξύνοντο κατὰ τοῦ Ἰσραὴλ οἱ ἤδη πεπορθη- κότες, καὶ ἀγριωτέρους ἀπετέλει Θεὸς τοὺς ἐξ ὀργῆς αὐτοῖς ἐπενηνεγμένους; καίτοι φαίνεται διακεκραγώς τε καὶ λέγων "̓Εζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, "καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι- "θέμενα, ἀνθ' ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ "συνεπέθεντο εἰς κακά." ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς ὀξύνεσθαι κατ' αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυ- ρίοις τε καὶ Βαβυλωνίοις Πέρσαι καὶ Μῆδοι, Κύρου βεβα σιλευκότος, καθάπερ ἤδη προείρηται. 2.302 Οὐκοῦν, εἰ μὴ ὀξύνθη τὰ κέρατα, καὶ πεπόρθητο τὰ Βαβυ- λωνίων, οὐκ ἂν ἀπήλλακτο δουλείας ὁ Ἰσραὴλ, οὐκ ἂν ἀνείθη δεσμῶν καὶ τῆς ἀφορήτου ταλαιπωρίας. οἱ τοίνυν τέσσαρες τέκτονες, οἱ τὰ κέρατα παραθήγοντες ἐν χερσὶν αὐτῶν, τουτ- έστι τῶν ἐχόντων αὐτὰ, ἤτοι τῶν κρατούντων· ἵνα τοὺς Περσῶν νοῶμεν βεβασιλευκότας· νοηθεῖεν ἂν ἄγγελοι, τὸ Θεῷ δοκοῦν ἀποπεραίνειν εὖ μάλα προστεταγμένοι. τοῦτο δὲ ἦν ἄρα τὸ ἁλῶναι τὴν Βαβυλωνίων, καὶ ὑπὸ χεῖρα γενέσθαι Περσῶν τε καὶ Μῆδων, περὶ ὧν ἑτέρωθί που φησὶν ὁ τῶν ὅλων δεσπότης Θεός "Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς, "γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα "καὶ ὑβρίζοντες." 9Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοίνιον γεωμετρικόν. καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μέ ∆ιαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ ἄγγελος ἕτε- ρος ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπε πρὸς αὐτὸν λέγων ∆ράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώ πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς· καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶ Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.9 Ὅτι μὴ κατὰ τοῦ Ἰσραὴλ ὠξύνθη τὰ κέρατα, κατ' ἐκείνων 2.303 δὲ μᾶλλον, οἳ εἷλόν τε καὶ πεπορθήκασι τήν τε Ἱερουσαλὴμ, καὶ μέντοι τὴν Ἰουδαίαν, ἡ γείτων ὅρασις ἐκδείξειεν ἂν, καὶ μάλα εὐκόλως. αἴρει γὰρ πάλιν τοὺς ὀφθαλμοὺς ὁ Προ- φήτης, καὶ οὐχὶ δὴ πάντως τοῦ σώματος· ἄποπτα γὰρ τὰ τοιάδε τῶν θεωρημάτων τοῖς σαρκὸς ὀφθαλμοῖς· τοὺς ἔσω δὲ μᾶλλον καὶ νοητοὺς, δῆλον δὲ ὅτι τοὺς ἐν καρδίᾳ καὶ νῷ. εἶτά τινα τεθεᾶσθαί φησιν ἐν ἀνδρὸς σχήματι, σχοινίον ἔχοντος γεωμετρικὸν, ἤρετο δὲ πάλιν ἐφ' ὅτῳ τε βαδίζοι, καὶ τίς ὁ σκοπὸς αὐτῷ. τοῦ δὲ δὴ φάσκοντος ∆ιαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος ἐστὶν καὶ πηλίκον τὸ μῆκος, ἄγγελος ἕτερος ἑτέρῳ πάλιν ἀγγέλῳ βαδίζειν ἐκέλευε καὶ ἀπαγγέλειν αὐτῷ ὅτι κατάκαρπος κατοικηθήσεται Ἱερου- σαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ὄντων ἐν μέσῳ αὐτῆς. ἐπειδὴ γὰρ ἠρημωμένης τῆς Ἱερουσαλὴμ, προσεμ- πρησθέντος δὲ καὶ αὐτοῦ τοῦ θείου νεὼ, καὶ τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν οἴκων τε καὶ πόλεων ἀνατετραμμένων, ἀνῄρητό πως ἡ ἐλπὶς τοῦ καὶ εἰσαῦθις αὐτὴν ἀνασφῆλαι δύνασθαι. δείκνυσι δὲ Θεὸς, ὅτι τῶν κεράτων παρωξυμμένων, τουτέστι τῶν ἐθνῶν, ἤτοι τῶν βασιλειῶν, καὶ τὸν πρὸς ἄλληλα πό- λεμον συγκεκροτηκότων, ἀνεθήσεται μὲν ὁ Ἰσραὴλ, οἰκήσει δὲ πάλιν κατευρυνθεῖσαν τὴν Ἱερουσαλὴμ καὶ θείᾳ δυνάμει πεπυργωμένην, καὶ οἷον ἀμάχῳ φλογὶ ταῖς ἄνωθεν εὐμενείαις διεζωσμένην. τρέχει τοίνυν ὁ ἄγγελος ἐκμετρῆσαι τὴν Ἱερου- σαλὴμ, καὶ οἷον ὁρίσαι πλατεῖαν αὐτὴν καὶ εὐμηκεστάτην. Καὶ ταυτὶ μὲν ἱστορικῶς· φαίην δ' ἂν ὅτι καὶ ἐπ' αὐτῆς 2.304 τῆς Ἐκκλησίας Χριστοῦ νοοῖτ' ἂν εἰκότως ἡ ὅρασις. τετυ- ραννεύκει μὲν γὰρ κατὰ πάντων ὁ σατανᾶς τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ γεγόναμεν αἰχμάλωτοι, τοῖς ἐκείνου ζυγοῖς ὑπενηνεγμένοι. ἀλλ' ἡ τοῦ Σωτῆρος χάρις κατελέπτυνε μὲν τὸ ἐκείνου κέρας, συνέτριψε δὲ τὴν ὑπεροψίαν. τεθριάμβευκε γὰρ ἀρχάς τε καὶ ἐξουσίας τοῦ κοσμοκράτορος καὶ ἀντικει- μένας δυνάμεις. ἐξείλετο δὲ ἡμᾶς, καὶ τῶν ἐκείνου δεσμῶν ἀπέλυσεν· ἤγειρεν ἡμῖν τὴν Ἐκκλησίαν, τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν, τὴν εὐρεῖαν καὶ εὐμηκεστάτην, ἣν κατακάρπως ᾠκήκαμεν ἄνθρωποί τε καὶ κτήνη, τουτέστιν, οἱ λελογισμένοι τε ἤδη, καὶ οἱ μήπω πρὸς τοῦτο ἥκοντες μέτρου, μέλλοντες δὲ καὶ μυσταγωγούμενοι· κατῳκήκαμεν δὲ πόλιν, ἣν αὐτὸς τειχίζει Χριστὸς, ἀῤῥήτοις δυνάμεσι καταφλέγων τοὺς ἀνθεστηκότας, καὶ τῆς ἑαυτοῦ δόξης ἀνα- πιμπλὰς, καὶ οἷον ἑστηκὼς ἐν μέσῳ τῶν οἰκούντων αὐτήν· ἐπηγγέλλετο γὰρ λέγων "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας "τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος." ταύτης τῆς ἁγίας πόλεως διεμέμνητό που καὶ ὁ προφήτης Ἡσαΐας, λέγων "Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις "πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν "οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ "μὴ διαῤῥαγῶσι," καὶ πρὸς αὐτὴν δέ φησι "Πλάτυνον τὸν "τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ "φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον." κατευρύνεται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ εἰς ἄπλετον ἐκτείνεται μέτρον, ἀναριθμήτους ἀεὶ δεχομένη τοὺς προσκυ- νοῦντας αὐτόν. 2.305 9Ὦ ὦ φεύγετε ἐκ γῆς βοῤῥᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.9 Ἐπιστυγνάζει μὲν ὥσπερ τοῖς παθοῦσι τὴν αἰχμαλωσίαν, ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπο- νοσφίζεσθαι κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλ- λέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν. αἱ γὰρ μητρο πόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἂν ὑπ' αὐταῖς. βορειοτέρα δέ πως καὶ πρὸς ἠὼ κειμένη τῶν Χαλδαίων ἡ χώρα. Καὶ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὰ ἐκ τῆς ἱστορίας εἰρήσθω πάλιν. μεταφοιτᾷ δὲ ὁ λόγος εἰς θεωρίαν τὴν πνευματικὴν, καὶ τὸ τοῦ Σωτῆρος ἤδη πως εἰσκρίνεται πρόσωπον, καταλγυνομένου τρόπον τινὰ, μόνον δὲ οὐχὶ καὶ ἐπιδακρύοντος τοῖς ἐπὶ τῆς γῆς, διάτοι τὸ πάντας τὴν τοῦ τυραννήσαντος σατανᾶ λατρείαν ὑποδραμεῖν, καὶ δουλείαν ἀνατλῆναι τὴν οὕτω σκληρὰν, ὡς τοῖς ἐκείνου θελήμασιν ὁρᾶσθαι κατηχθισμένους. προτρέπει τοίνυν ἀποδραμεῖν ὡς ἐκ γῆς βοῤῥᾶ, τουτέστιν, ὡς ἀπὸ χώρας τῆς κατεψυγμένης, ἵνα διὰ τούτου πλαγίως διάθεσίν τινα καὶ ἠθῶν κατάστασιν ἐννοῶμεν κοσμικὴν, ἣν εἴπερ τις ἔχοι, καὶ αὐτὴν ὁρῷτο κατοικῶν, οὐκ ἂν εἴη τῷ πνεύματι ζέων, οὐδ' ἂν ἔχοι κάτ- οικον ἐν ἑαυτῷ τὸν διάπυρον τοῦ Θεοῦ λόγον. ψάλλει γάρ που πρὸς Θεὸν ὁ μακάριος ∆αυείδ "Πεπυρωμένον τὸ λόγιόν "σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό." ἔφη 2.306 δέ που καὶ αὐτὸς πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν "Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει Κύριος, καὶ "ὡς πέλυξ κόπτων πέτραν;" οὐκοῦν ὁ τὸν ζέοντα καὶ διά- πυρον τοῦ Θεοῦ λόγον οὐκ ἔχων, ἀπεψυγμένος ἂν εἴη καὶ νεκρός. καταψυχθήσεσθαι γὰρ τὴν ἀγάπην τῶν πολλῶν διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ ὁ μακάριος ἔφη Παῦ λος. θυγάτηρ δὲ Βαβυλῶνος ἡ ἁμαρτία λελέξεται, καὶ μάλα εἰκότως, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἑρμηνεύεται μὲν σύγχυσις ἡ Βαβυλών· εἴη δ' ἂν ἔργον τὸ πλημμελεῖν, οὐχὶ νοῦ καθεστηκότος καὶ ἐρηρεισμένου, συγκεχυμένου δὲ μᾶλλον, καὶ οἱονεί πως καταμεθύοντος ταῖς εἰς φαυλότητα ῥοπαῖς. δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν καὶ ὡς ἐκ γῆς ἀλλοτρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾶν εἰς Σιὼν, τουτέστιν, εἰς τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψόμεθα μὲν τὸ Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, καὶ συνδέοντα πνευματικῶς εἰς ὁμοψυχίαν. ἔφη γάρ που περὶ ἡμῶν, ὅτι "Καὶ ἄλλα "πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα "δεῖ με ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν." 9∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.9 Ὅτι μὲν ἐπήμυνέ τε καὶ ἐλυτροῦτο Χριστὸς καὶ τοὺς 2.307 πάλαι λαοὺς, ἐνδοιάσειεν ἂν οὐδεὶς, εἴ γε νοῦν ἔχοι τῆς ἀτρε- κείας τὸν ἐραστήν. εἰ γὰρ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα κατὰ τὴν ἔρημον ποτίζων τὸν Ἰσραὴλ, καὶ αὐτός ἐστιν ὁ δι' οὗ τὰ πάντα παρὰ Θεοῦ καὶ Πατρὸς, πῶς ἐστιν ἀμφι- βάλλειν, ὅτι δι' αὐτοῦ καὶ πᾶσα λύτρωσις κατὰ καιρὸν, καὶ ἅπας ἐπικουρίας ἐπράττετο τρόπος; πλὴν ἔν γε τούτῳ φαμὲν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν Πνεύματι προσφωνεῖν αὐτὸν, καὶ τὸν τῆς ἐνανθρωπήσεως κατασημαίνειν τρόπον. ὀπίσω γὰρ δόξης ἀπεστάλθαι φησί. καὶ ψευδοεπήσειεν ἂν οὐδαμῶς. εἰ γὰρ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ," καθὰ γέ- γραπται, καθίκετο δὲ καὶ εἰς δούλου μορφὴν, καὶ τεταπεί νωκεν ἑαυτὸν, γενόμενος καθ' ἡμᾶς, πῶς οὐκ ὀπίσω γέγονε τῆς ὅτι μάλιστα πρεπούσης ἀξίας αὐτῷ; Τίς οὖν ὁ λόγος τοῦ χρῆναι παθεῖν αὐτὸν τὴν πρόσκαιρον ἀδοξίαν; ἀφίκετο γὰρ σκυλεύων τοὺς πεπορθηκότας καὶ τοῖς σφῶν αὐτῶν ὑπενεγκόντας ζυγοῖς τοὺς ἐπὶ τῆς γῆς, τουτέστιν ἡμᾶς, οὓς αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἀσχέτως κατεληΐζοντο. σκυλεύονται δὲ νυνὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συγκομίζοντος ἡμᾶς διὰ τῆς πίστεως εἰς ἑαυτὸν, καὶ ἰδίους ἱστάντος προσκυνητὰς τοὺς ταῖς παρ' ἐκείνων πλεονεξίαις πεφορτισμένους, καὶ τοσαύτην ἡμῖν ὀρέ- γοντος τὴν ἀσφάλειαν, ὥστε τὸν ἐθέλοντα λυπεῖν, μονονουχὶ τῆς ἰδίας ἅπτεσθαι κόρης· περιτρέπεται γὰρ ἀεί πως εἰς πᾶν τοὐναντίον τῶν πραγμάτων ἡ ἔκβασις. τοῖς διώκουσι τὴν Ἐκκλησίαν λέγοιτο δ' ἂν ἐφ' ἑκάστῳ τὸ ἐν ψαλμοῖς "Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς "βόθρον ὃν εἰργάσατο, ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς 2.308 "κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ "καταβήσεται." ἅψεται δὴ οὖν ἑαυτοῦ, φησὶν, ὁ ταῖς τῶν ἐμοὶ πεπιστευκότων ἐπιβουλεύων ψυχαῖς. τοῦτό τοι φησὶ καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς "Μὴ ἅπτεσθε τῶν "χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη "ρεύεσθε." εἰ γάρ ἐσμεν "σῶμα Χριστοῦ καὶ μέλη ἐκ "μέρους," πῶς ἂν πρόοιτο τοῖς φιλαμαρτήμοσι τὸ ἴδιον σῶμα; ἢ πῶς ἔξεσται κακοῦ ἀναπιμπλᾶν τὰ μέλη Χριστοῦ; μᾶλλον δὲ, πῶς οὐκ ἂν τὴν ἐσχάτην ἀποτίσειαν δίκην, οἱ τοῖς ὑπ' αὐτῷ γεγονόσιν ἀνοσίως ἐπιβουλεύοντες; 9∆ιότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέ με.9 Ἥψατο γὰρ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου Χριστὸς, καὶ ἀφορήτῳ χειρὶ τὰς τοῦ μιαιφόνου δράκοντος συνέθλασε κεφαλὰς, καὶ δέδωκεν ἡμῖν "πατεῖν ἐπάνω ὄφεων "καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." καὶ οἱ ποτὲ δεινοὶ καὶ παγχάλεποι, καὶ δυσάντητον ἔχοντες τὴν προσβολὴν, γεγόνασι σκῦλα τοῖς δεδουλευκόσιν αὐτοῖς. ἡμεῖς γὰρ οἱ πάλαι ταῖς ἁμαρτίαις τυραννούμενοι, δεδικαιώ- μεθα μὲν ἐν Χριστῷ, ἀφίγμεθα δὲ ἤδη πρὸς τοῦτο λοιπὸν εὐσθενείας πνευματικῆς, ὡς διαπρέπειν μὲν δύνασθαι διὰ πάσης ἀρετῆς, καὶ τὸν ἐν Χριστῷ τε καὶ εὐαγγελικὸν κατορ- θῶσαι βίον, εἶτα χαρισμάτων ἀναπίμπλασθαι τῶν "παρ' 2.309 αὐτοῦ, καὶ λαβεῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, καὶ δαίμοσιν ἀνοσίοις ἐπιτιμᾶν, ὑποστρωννύντος τοῦ Χριστοῦ καὶ συντρίβοντος ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν σατανᾶν καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις πονηράς. Καὶ καθ' ἕτερον δὲ τρόπον σκυλεύσειεν ἄν τις τούς ποτε κεκρατηκότας. ὅτε γὰρ τῶν ἰδίων καταθλοῦμεν παθῶν, καὶ τοῦ παντὸς ἄξιον ποιούμεθα λόγου, τὸ κατακρατεῖν ἡδονῶν κοσμικῶν τε καὶ σαρκικῶν, καὶ ἁπάσης ἐκτόπου καὶ μυσαρᾶς ἐπιθυμίας, τότε τοὺς κεκρατηκότας ποτὲ νενικήκαμεν. κἂν ἴδωμεν ἑαυτοὺς γεγονότας ἐν τούτοις, τότε δὴ τότε γνωσό- μεθα καὶ διὰ πείρας αὐτῆς, ὅτι Θεὸς ὢν ὁ Λόγος, ἀπεστάλη μετὰ σαρκὸς εἰς τόνδε τὸν κόσμον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὀπίσω δόξης γέγονεν οὐχ ἑτέρου του χάριν, ἢ ἵνα δεσμεύσῃ τὸ συντετριμμένον, καὶ νευρώσῃ τὸ ἠσθενηκὸς, ἀνορθώσῃ τὸ κατεῤῥιμμένον, εὐσθενὲς ἀποφήνῃ τὸ ἄναλκι, θεραπεύσῃ τὸ ἠσθενηκὸς, ἵνα σώσῃ τὸ ἀπολωλός. 9Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπι- γνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.9 Κἀντεῦθεν ἂν μάθοις, ὡς ἔσται τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος ἡ παρουσία. τέρ- πεσθαι γὰρ καὶ εὐφραίνεσθαι προστέταχεν ἀναγκαίως τὴν 2.310 νοητὴν Σιὼν, "ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος," ἤγουν καὶ αὐτὴ τῶν διὰ πίστεως σεσωσμένων ἡ ἱερωτάτη πληθύς. κατεπηγγέλλετο δὲ, ὅτι καὶ ἥξει καὶ ἔσται δὴ πάντως ἐν μέσῳ αὐτῆς. ἡμῖν γάρ φησιν ὁ θεσπέσιος Ἰωάννης "Ἐν "τῷ κόσμῳ ἦν," καὶ τῶν ἑαυτοῦ κτισμάτων οὐκ ἀπενοσφί- ζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ἦν αὐτὸς ὁ ζωοποιῶν τὰ ζωῆς μέτοχα, καὶ συνέχων τὰ πάντα πρὸς τὸ εὖ εἶναι καὶ ζῆν· ἀλλ' "ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·" προσκεκύνηκε γὰρ παρ' αὐτὸν τῇ κτίσει. γέγονε δὲ μεθ' ἡμῶν, ὅτε τὴν καθ' ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας παρθένου ἐγεννήθη· τότε καὶ "Ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·" καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος ∆αυείδ "Ὁ Θεὸς ἐμ- "φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·" τότε γέγονε καὶ καταφυγὴ τοῖς ἔθνεσιν. οὐδὲ γὰρ ἔτι μόνον τὸ ἐξ Ἰσραὴλ ἐπαιδεύετο γένος, διὰ τῆς ἀρχαίας ἐκείνης ἐν- τολῆς· κατεχρυσοῦτο δὲ μᾶλλον τοῖς εὐαγγελικοῖς κηρύγ- μασιν ἡ ὑπ' οὐρανὸν, καὶ γέγονεν ἐν ἔθνει παντὶ καὶ ἐν πάσῃ δὲ χώρᾳ "μέγα τὸ ὄνομα αὐτοῦ." αὐτὸς γὰρ ἦν ἡ "προσδοκία τῶν ἐθνῶν," κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ αὐτῷ "κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπιγείων καὶ "καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύ- "ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." συν- δεδραμήκασι γὰρ διὰ πίστεως ἐπ' αὐτὸν, καὶ σὺν αὐτῷ κατῳκήκασιν ἐν τῇ ἁγίᾳ καὶ νοητῇ Σιὼν, οἱ ἐκ περάτων τῆς γῆς, ἐγνώκασί τε σαφῶς, ὅτι "Οὕτως ἠγάπησεν ὁ Θεὸς "τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, "ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν "αἰώνιον." ἐξαπέστειλε γὰρ ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ 2.311 Πατὴρ, Σωτῆρα καὶ λυτρωτὴν, ἵνα πιστεύσαντες εἰς αὐτὸν, ἐν αὐτῷ τὸν Πατέρα θαυμάσωμεν καὶ ὡς εἰκόνα βλέποντες ἀκριβῆ τοῦ γεγεννηκότος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν, ἐννοῶ- μεν τὸ ἀρχέτυπον. τότε δὴ τότε καὶ κλῆρος γέγονεν Ἰούδας Χριστοῦ, τουτέστι, πᾶς ὁ ἐξομολογούμενός τε καὶ δοξολογῶν αὐτόν· ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται· ὡς γὰρ ὁ Παῦλός φησιν "Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, οὐδὲ ἡ ἐν "τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ "̓Ιουδαῖός ἐστι, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμ- "ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ Θεοῦ." ὅσοι τοιγαροῦν τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ πεπλου- τήκαμεν, κλῆρος αὐτοῦ γεγόναμεν ἐπὶ τῆν γῆν τὴν ἁγίαν, ἵνα τὴν ἄνω νοῶμεν πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, "ἧς τεχνί- "της καὶ δημιουργὸς ὁ Θεὸς," ὁ φίλην τε αὐτὴν καὶ αἱρετὴν ποιούμενος. αἱρετιεῖ γάρ φησιν ἔτι τὴν Ἱερουσαλήμ. οὐκ ἀπίθανον δὲ πάλιν εἴπερ ἕλοιτό τις Ἱερουσαλὴμ οἴεσθαι καὶ νῦν ὠνομάσθαι τὴν Ἐκκλησίαν, ἣν καὶ Θεοῦ πόλιν ἀπο- καλεῖ λέγων ὁ θεσπέσιος ∆αυείδ "Καθάπερ ἠκούσαμεν, "οὕτω εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ "Θεοῦ ἡμῶν." 9Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, διότι ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.9 Ἐπιφώνημα μὲν τοῦτο καλὸν καὶ ἐπωφελὲς, καὶ πρόσ- κλησις ἀγαθὴ, τοῖς ἐθέλουσιν εὐδοκιμεῖν, εἰ παρ' αὐτοῦ γέγονε τοῦ Χριστοῦ, ἢ ὡς ἐκ προσώπου τοῦ Προφητοῦ. πλὴν ἐκεῖνο περιαθρητέον. ὡς γὰρ πάντη τε καὶ πάντως 2.312 ἀπολουμένων οἵπερ ἂν αὐτῷ μὴ πιστεύσειαν, εὐλαβεῖσθαι προστέταχε. τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς τὴν εἰς αὐτὸν πίστιν οὐ προσιεμένοις ἐπεφώνει τοῖς ἐξ Ἰσραήλ "Ἀμὴν "ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς "ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." καὶ πάλιν "Ὁ πιστεύων "εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, "ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ." ταύτῃτοι καὶ "λίθος προσκόμματος καὶ πέτρα σκανδάλου" κατωνόμασται Χριστός. ὥσπερ γάρ ἐστιν ὁμολογουμένως καλὸν καὶ σωτήριον τὸ τῇ πίστει στεφανοῦν αὐτὸν, οὕτω καὶ ὀλέθρου πρόξενον, τὸ μὴ εὐλαβεῖσθαι τὸν δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα σώσῃ τὸ ἀπολωλός, ἐπιστρέψῃ τὸ πλανώμενον, ζωοποιήσῃ τὸ κατεφθαρμένον, φωτίσῃ τὸ ἐν σκότῳ, καθαρὸν ἀποφήνῃ πλημμελημάτων τὸ ταῖς ἁμαρτίαις ἔνοχον, ὑγιὲς καὶ εὔ- ρωστον ἀποτελέσῃ τὸ ἠσθενηκός. Ἐγηγέρθαι δὲ αὐτὸν ἐκ νεφελῶν ἁγίων αὐτοῦ νομιοῦμεν πάλιν, ὡς ἐξ ἠρεμίας τῆς πάλαι καὶ σιωπῆς ἀφιγμένον εἰς κίνησιν τῆς ἐν ἡμῖν φροντίδος, γεγονότα γεμὴν ἐκ σπέρματος ἁγίων Ἀβραὰμ, Ἰεσσαὶ, καὶ ∆αυεὶδ, καὶ τῶν σὺν ἐκείνοις γενεαλογουμένων, οὓς καὶ νεφέλας ἀποκαλεῖ, διά τοι τὸ ὑψοῦ φέρεσθαι τῶν ἁγίων τὸν νοῦν, καὶ παραιτεῖσθαι μὲν τὰ ἐπὶ τῆς γῆς καὶ φρόνημα τὸ κατεῤῥιμμένον, ζητεῖν δὲ μᾶλλον τὰ ἄνω καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ μὴν καὶ τὸ ἐν τάξει νεφῶν, τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους. ὅτι δὲ τὴν ἀνάστασιν τὴν ἔν γε τούτῳ φημὶ, τὴν εἰς φροντίδα κίνησιν τῆς ἀῤῥήτου φύσεως οὐκ ἀπίθανον ἐννοεῖν, πληροφορήσει πάλιν αὐτὸς 2.313 ὁ Σωτὴρ, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οὕτω λέγων "Ἀπὸ "τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν "πενήτων νῦν ἀναστήσομαι λέγει Κύριος." ἐγήγερται τοί- νυν, τουτέστι, κεκίνηται λοιπὸν εἰς ἐπικουρίαν τοῖς ἐπὶ τῆς γῆς πεπραχόσιν ἀθλίως. αὐτὸς δὲ ἡ πάντων λύσις, καὶ τῆς ἀρχαίας ἀρᾶς τὸ πέρας, καὶ ἀρχὴ τοῦ παντὸς ἀγαθοῦ, καὶ δοτὴρ ἐλπίδος τῆς εἰς αἰῶνα τὸν μέλλοντα. 9Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;9 Ὅρασις μὲν τὸ διήγημα, πλὴν ἔχει λόγον ἱστορικὸν, αἰνιγματωδῶς εἰσβάλλοντα, καὶ ὡς ἐν εἰκόνι πάλιν τῷ Ἰησοῦ προδιαγραφόμενον. ἰστέον δὲ, ὅτι τῶν ἐν ταῖς ὁράσεσιν εἰς πέρας ἐκβεβηκότων, τοὺς περὶ αὐτῶν ὁ Προ- φήτης ποιεῖται λόγους, εἰκαιομυθεῖ δὲ οὐδαμῶς, οὐδὲ μὴν κατόπιν τῶν ἀποτελεσμάτων ἔρχεται καὶ περιττῶν ἡμῖν διηγημάτων ἐπισωρεύει ὄχλον· ἀλλ', ὡς ἔφην ἐν ἀρχαῖς, ἃ πρὸ τῶν πραγμάτων τεθέαται, ταῦτα καὶ ἀπαγγέλλειν ποι- εῖται περὶ πολλοῦ, σοφόν τε καὶ ἀσφαλῆ καθιστὰς τὸν Ἰσραὴλ, ἵνα μὴ τοῖς ἴσοις πταίσμασι περιπεσὼν, ἁλοίη καὶ δεύτερον, εἰδὼς, ὅτι σέσωσται μετὰ πόνου, καὶ μονον- ουχὶ φροντὶς γέγονε καὶ τοῖς ἐν οὐρανῷ ἀγγέλοις ἡ ἐπ' αὐτοῖς 2.314 λύτρωσίς τε καὶ χάρις. ἔφη τοίνυν, ὅτι τεθέαται μὲν ἑστῶτα τὸν ἄγγελον, πρὸ προσώπου δὲ αὐτοῦ καὶ τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· καὶ ὁ μὲν ἄγγελος εἰς εἰκόνα καὶ τύπον ἱστήκει Χριστοῦ· ὁ δέ γε ἱερεὺς νοηθείη ἂν ἀντὶ παντὸς τοῦ λαοῦ· λαμβάνεται γὰρ οὕτω παρὰ ταῖς θείαις γραφαῖς. καὶ γοῦν ἔφη που πρὸς Μωυσέα ὁ Θεός "Καὶ ἐγὼ "ἰδοὺ εἴληφα τοὺς Λευίτας ἀντὶ πάντων τῶν υἱῶν Ἰσραὴλ, "δόμα δεδομένοι μοί εἰσιν·" ἔρχεται δὴ οὖν ὁ λόγος ἡμῖν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, ἀντὶ παντὸς τοῦ λαοῦ τὸν ἱερέα δεχόμενος. ἐπειδὴ γὰρ γέγονεν ὁ Ἰσραὴλ ἐκ προσώπου Θεοῦ, λελατρευκὼς εἰδώλοις, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως ἀτιμάσας νόμον, εἶτα πληρωθείσης τῆς ἐπ' αὐτῷ δικαίας ὀρ- γῆς, ἠλέηται παρὰ Θεοῦ, κέκληται δὲ πάλιν εἰς ὄψιν αὐτοῦ. καὶ τοῦτο οἶμαί ἐστιν αἰνιγματωδῶς τὸ ἑστάναι τὸν ἱερέα πρὸ προσώπου ἀγγέλου Κυρίου. ἐν ὀργῇ μὲν γὰρ ἀποστρέφεται καὶ ἀποκομίζει τοὺς ὀφθαλμοὺς τῶν εἰωθότων καταφρονεῖν· οἰκτείρων γεμὴν ἐφορᾷ καὶ ἐπισκέπτεται. καὶ γοῦν ὁ θεσπέ σιος ψαλμῳδὸς προσηύχετο λέγων "Μὴ ἀποστρέψῃς τὸ "πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ "δούλου σου." καὶ πάλιν "Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν "με." ἀλλ' ὁ μὲν φύσει χρηστὸς καὶ φιλοικτίρμων Θεὸς ἠλευθέρου τῆς ἁμαρτίας τὸν Ἰσραήλ· ὁ δὲ εἰς ταύτην ἐμ- βεβληκὼς σατανᾶς ἱστήκει πάλιν ἀντικείμενός τε καὶ ἀντ- εξάγων αὐτῷ, καὶ καταγορεύων ἔτι, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ αὐτῷ δοκοῦν, κατοικτείρεσθαι μὴ ἐφιεὶς, ὡς ἐν πλημμε- λείαις ὄντα, καὶ τοῖς τῆς δυσσεβείας ἐγκλήμασιν ἐνεχόμενον, καὶ οὐδὲν ἔχοντα δεξιόν. ἱστήκει γάρ φησιν ἐκ δεξιῶν αὐτοῦ, 2.315 τρόπον τινὰ παραλύων τὰ δεξιά· πολεμεῖ γὰρ οὐχὶ τοῖς σκαιοῖς ἡμῶν πράγμασιν, ἀλλὰ τοῖς δεξιοῖς καὶ ἐπαινου- μένοις. τοῦτό τοι παθεῖν ἐπηρᾶτό τινα τῶν εἰς Χριστὸν δεδυσσεβηκότων ὁ μακάριος ∆αυεὶδ οὕτω λέγων "Καὶ διά- "βολος στήτω ἐκ δεξιῶν αὐτοῦ." ἀντέκειτο τοίνυν ὁ σατανᾶς, πλὴν ἐπετιμᾶτο διὰ φωνῆς ἀγγέλου· ἤκουε γὰρ λέγοντος Ἐπιτιμήσαι Κύριος ἐν σοὶ διάβολε καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Ἄθρει γὰρ, ὅπως θεομάχον ἔδειξεν εὐθὺς, καὶ ταῖς ἄνωθεν ψήφοις ἀνοσίως ἀντιταττόμενον. Θεοῦ γὰρ οἰκτείροντος καὶ ἀπαλλάττοντος ἤδη πλημμελείας τὸν Ἰσραὴλ, εἰσδεξαμένου τε καὶ ἀπόλεκτον ἤδη πως ποιουμένου τὴν Ἱερουσαλὴμ, κατηγορῶν οὐ παύεται, καὶ κατακρίνειν ἀποτολμᾷ τοὺς ἠλεη- μένους. οὐκοῦν ἀκόρεστον εἰς ὀργὰς διελέγχει δὴ λέγων Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; ὅμοιον ὡς εἰ λέγοι τυχόν Πεπλημμέληκεν ὁμολογουμένως ὁ Ἰσραὴλ, καὶ ταῖς σαῖς φιλοψογίαις ἐνεσχημένος ὁρᾶται. πλὴν ἐκ- τέτικε δίκας οὐ μετρίας, ἀνέτλη τὰς συμφορὰς, καὶ ἐξεσπάσθη μόλις, ὡς ἐκ πυρὸς δᾳδίον ἡμίφλεκτον· οὔπω γὰρ τὰ ἐκ τῆς αἰχμαλωσίας ἀπεκονίσατο βλάβη· ἄρτι καὶ μόλις τῆς ἀν- ηκέστου ταλαιπωρίας διέδρα τὴν φλόγα. παῦσαι δὴ οὖν ἐγκαλῶν τοῖς ἠλεημένοις "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατα- "κρίνων;" 9Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ἱστηκει πρὸ προσώπου τοῦ ἀγγέλου. καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς 2.316 ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε τα ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ. καὶ εἶπε πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ περιέβαλον αὐ- τὸν ἱμάτια, καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.9 Παραδεχθέντος ἅπαξ εἰς τὸ παντὸς τοῦ λαοῦ πρόσωπον τοῦ λαχόντος ἱερουργεῖν, ἀπόχρη λοιπὸν, καθάπερ ἐγῷμαι, τοσοῦτον εἰπεῖν, ὅτι τὰ ῥυπαρὰ ἱμάτια σύμβολον ἂν εἶεν οὐκ ἀσυμφανὲς τῆς ἀκαθαρσίας τοῦ λαοῦ. κατημφιεσμένοι γὰρ ὥσπερ ταῖς σφῶν αὐτῶν ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχον τες τῆς ἀσεβείας τὸν μῶμον, διετέλουν ἐν αἰχμαλωσίᾳ, ποιναῖς ὑπενηνεγμένοι, καὶ τῶν ἀνοσίως αὐτοῖς πεπλημ- μελημένων ἀποτινύντες δίκας. ἐπειδὴ δὲ κατηλέει Θεὸς, ἀπαλλάττεσθαι τῆς ἁμαρτίας προστέταχεν, ἐλευθεροῦσθαι τῶν ῥυπαρῶν, καὶ μεταμφιέννυσθαι τρόπον τινὰ τὴν δικαι- οῦσαν χάριν. κατανεύει δὲ αὐτοῖς τοῦ πόνου τὸ πέρας καὶ τῶν συμβεβηκότων τὴν λύσιν. ὅπου γὰρ ἁμαρτίας ἄφεσις, ἕψεταί που πάντως καὶ τὸ ἀπαλλάττεσθαι δεῖν τῶν δι' αὐ- τὴν ἐπενηνεγμένων. οὐκοῦν ἐν σχήματι Θεοῦ τοῖς ἑστηκόσι καὶ λειτουργοῦσιν αὐτῷ προστέταχεν ὁ μακάριος ἄγγελος ἀφαιρεῖν ἀπ' αὐτῶν τὴν ῥυπῶσαν ἐσθῆτα, καὶ δὴ καί φησιν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. εἶτα δεῖν ἔφη ποδήρη τε αὐτῷ καὶ κίδαριν ἐπὶ τὴν κεφαλὴν δοθῆναι κεκαθαρμένην, ἵνα διὰ τούτου νοῶμεν ὡς ἀεί πως συντρέχει ταῖς τῶν λαῶν καταστάσεσι καὶ τῆς ἱερωσύνης ἡ δόξα. καύχημα μὲν γὰρ 2.317 τοῖς ἱερουργοῖς ἡ τῶν ὑπὸ χεῖρα καθαρότης, καὶ ἐν λαμπροῖς αὐχήμασι τὸ τῆς ἱερωσύνης ἔχουσιν εὐκλεὲς, εὐδοκιμοῦντος λαοῦ, καὶ ἀμωμήτως ἰόντος ἐπὶ τὸ Θεῷ δοκοῦν, καὶ τρυφερὸν ὑποφέροντος τοῖς παρ' αὐτοῦ θεσπίσμασι τὸν τῆς διανοίας αὐχένα, ταύτῃτοι καὶ εὐμενῆ καὶ φίλον ἔχοντι ὁρᾷ Θεόν. ἐπίκλημα δὲ καὶ μῶμος τῶν ὑπεζευγμένων ἡ ῥᾳθυμία καὶ τὸ ἀπερισκέπτως ἵεσθαι πρὸς τὸ πλημμελές. ὥσπερ γὰρ ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, ῥυπαρά πως ἦν καὶ τὰ τοῦ ἱερέως ἐσθήματα· οὕτως εἰ ὁρῷτο πάλιν εὐδόκιμος, καθαρὸν ἔσται καὶ διαφανὲς τῆς ἱερωσύνης τὸ σχῆμα, καὶ ἐν πολλῇ παῤῥησίᾳ τῇ παρὰ Θεῷ. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἱερουργήσας τοῖς ἔθνεσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εὐδοκιμοῦντα βλέπων, καὶ βεβαίαν ἔχοντα τὴν ἐπ' αὐτῷ πίστιν, ἐπιστέλλει λέγων "Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω ἐν Χριστῷ "̓Ιησοῦ," καὶ πάλιν "Χαρὰ καὶ στέφανός μου." 9Καὶ ὁ ἄγγελος Κυρίου ἱστήκει καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ ἐὰν φυλάξῃς καὶ γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστη κότων τούτων.9 Εἰς ὑποτύπωσιν μὲν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ 2.318 παρεδεξάμεθα τὸν Ἰησοῦν τὸν ἱερεα τὸν μέγαν· τέθειτο γὰρ εἰς τοῦτο καὶ Ἀαρών· ἐν ἀρχαῖς· πλὴν ἔν γε τοῖς προκει- μένοις πρὸς αὐτὸν εἰρῆσθαί φαμεν τὸν τοῦ Ἰωσεδὲκ τό Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύσῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ τὰ τούτοις ἑπόμενα. οὐ γὰρ ἂν εἴρητο τὰ τοιάδε Χριστῷ· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, αὐτὸς τὰ δικαιώματα τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸς διέκρινε τὸν οἶκον αὐτοῦ, κατεξουσιά- ζων ὡς υἱός. Ἦν μὲν γὰρ ὁ θεσπέσιος "Μωυσῆς πιστὸς ὡς θεράπων "ἐν ὅλῳ τῷ οἴκῳ τοῦ Θεοῦ· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν "οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς." οὐκοῦν εἰρήσθω μὲν τὰ τοιάδε πρὸς τὸν Ἰωσεδὲκ, πρὸς δέ γε Χριστὸν οὐκέτι. ἐπηγγέλλετο δὲ Θεὸς τῇ κατὰ νόμον ἱερωσύνῃ κρατήσειν ἔτι καὶ μετά γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ὥστε τοὺς ἱερατεύοντας κατάρχειν τοῦ Ἰσραὴλ, καὶ τὴν ἁγίαν διέπειν σκηνήν. ἐπειδὴ γὰρ συμβάσης τῆς αἰχμαλωσίας, καὶ τῶν ἁγίων ἐμπεπρησμένων, καὶ θυσίας οὐκέτι προσκεκομισμένης, ᾤοντό τινες πρὸς ἀνατροπὴν οἰχήσεσθαι παντελῶς τὰ Μωυ- σέως, καὶ ἀπρακτήσειν ἔτι τὸν νόμον, καίτοι μήπω παρόντος τοῦ καιροῦ, καθ' ὃν ἀναδείκνυσθαι ἐχρῆν ἐνηνθρωπηκότα τὸν Μονογενῆ, ταύτῃτοι Θεὸς ἀναπείθων ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ὑποκείσεται πάλιν ὁ Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράξει τὴν ἱερέων, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας, ἀναγκαίως φησὶν, ὡς εἰ γένοιτο γνήσιος νομοφύλαξ ὁ Ἰησοῦς, αὐτὸς πάλιν διακρινεῖ τὸν οἶκον αὐτοῦ, καὶ ἐν δόξῃ κείσεται τῇ πρώτῃ, συλλειτουργούντων αὐτῷ καὶ ἁγίων ἀγγέλων. οὐ γάρ που φαμὲν, ὡς ἔρημος ἦν δυνάμεων λογικῶν ὁ πάλαι νόμος. εἰ 2.319 γὰρ καὶ ἦν ἐν τύποις καὶ σκιαῖς τὰ ἐν νόμῳ, ἀλλ' οὖν εἰς δόξαν ἐτελεῖτο Θεοῦ. τοῦτο οἶμαι δηλοῦν τό ∆ώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων, τουτέστι, μονονουχὶ συνιερατεύοντας καὶ συλλειτουργοῦντας ἀγγέλους. ἄθρει δὲ ὅπως πανταχοῦ τοὺς ἁγίους ἀγγέλους ἑστάναι φησὶ τὸ γράμμα τὸ ἱερὸν, τῷ τῆς στάσεως ὀνόματι καταδηλοῦν, τὸ μὴ ὀκλάζειν αὐτοὺς εἰς τὸ ῥᾴθυμον, ἀλλ' οἷον ὀρθὴν ἀεὶ καὶ ἀσθενεῖν οὐκ ἀνεχομένην τὴν διάνοιαν ἔχειν, ἑστῶσαν δὲ μετὰ Θεοῦ. οὕτω καὶ ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένον εὑρήσο- μεν περὶ τῶν Χερουβὶμ, ὅτι ἦν "τὰ σκέλη αὐτῶν ὀρθά." κάμπτεται μὲν γὰρ, καὶ λίαν εὐκόλως, ἡ ἀνθρώπου διάνοια, καὶ ἔστιν εὐπετὴς εἴς γε τὸ θέλειν ἀῤῥωστῆσαι τὸ ῥᾴθυμον. ἕστηκε δὲ ὥσπερ τῶν ἄνω πνευματων ἡ ἁγία πληθύς. ταύ- τῃτοι καὶ πρὸς τὴν Σιὼν ἐλέγετο παρὰ Θεοῦ "Στῆσον "σεαυτὴν Σιών." ἀνετίθει δέ που καὶ ὁ μακάριος ∆αυεὶδ τὰς χαριστηρίους ᾠδὰς, οὕτω λέγων "Ἔστησεν ἐπὶ πέτραν "τοὺς πόδας μου." τὸ γὰρ ἀκλινὲς ἐν τούτοις καὶ τὸ πε- πηγὸς τῆς γνώμης τῷ τῆς στάσεως ὀνόματι κατεσήμανεν ὁ πνευματοφόρος. 9Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν; διότι ὁ λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.9 ∆ιὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων κατεπηγγέλλετο τῷ 2.320 Ἰησοῦ, ἤγουν, ὅπερ ἐστὶν ἀληθέστερον, τῇ κατὰ νόμον ἱερωσύνῃ, τὸ διακρίνειν τὸν οἶκον αὐτοῦ, καὶ κατάρχειν ἔτι λαῶν, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύ- πους. ἄθρει δέ μοι καὶ τὴν οἰκονομίαν, καὶ τῶν θείων διασκέψεων τὸ πολὺ λίαν εὐτεχνές. ἔμελλε, καὶ οὐκ εἰς μακρὰν, μετατεθήσεσθαι τὰ ἐν νόμῳ πρὸς λατρείαν τὴν ἀληθῆ, καὶ τῶν τύπων τὸ ἀκαλλὲς μεταπλάττεσθαί τε πρὸς ἀξιέραστόν τε καὶ πνευματικὴν πολιτείαν. ἔμελλον ἀπο- σοβεῖσθαι τοῦ ἀμπελῶνος οἱ κυριοκτονήσαντες γεωργοὶ, καὶ ἐκδοθήσεσθαι τὸ χωρίον ἑτέροις, τοῖς ἁγίοις ἀποστόλοις δη- λονότι καὶ εὐαγγελισταῖς, οἳ καρποφόρον αὐτὸ καὶ εὐανθὲς ἀποφαίνειν ἔμελλον, τῆς προὐργιαιτάτης ἀξιοῦντες φροντίδος· ἔμελλε "Βασιλεὺς δίκαιος βασιλεύειν, καὶ ἄρχοντες μετὰ "κρίσεως ἄρχειν," κατὰ τὴν τοῦ προφήτου φωνήν· ἔμελλεν ἕτερος ἀνίστασθαι ἀρχιερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν ταξιν Μελχισεδὲκ, "τῶν ἁγίων λειτουργὸς, "καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ "ἄνθρωπος." εἰσῆλθε γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς "οὐ δι' αἵματος τράγων καὶ μόσχων, "διὰ δὲ τοῦ ἰδίου αἵματος, αἰωνίαν λύτρωσιν εὑράμενος," καὶ "μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς, κατὰ συνεί- "δησιν τοὺς ἁγιαζομένους." ἵνα τοίνυν μὴ ψευδοεπής τε καὶ εἰκαιόμυθος ἀναφαίνηται ὁ Θεὸς, ἀεὶ καὶ διηνεκῶς τῇ κατὰ νόμον ἱερωσύνῃ καθυπισχνούμενος ἐποπτεύσειν τε καὶ διακρίνειν τὸν οἶκον αὐτοῦ, ἀναγκαῖαν ποιεῖται τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν προαγόρευσιν καὶ ὅτι καταλήξει μὲν τὰ ἐν νόμῳ, διακρινεῖ δὲ αὐτὸς τὸν ἴδιον οἶκον διὰ τοῦ ἰδίου γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ταύτῃτοι μονονουχὶ 2.321 καὶ διαμαρτύρεται αὐτόν τε τὸν Ἰησοῦν καὶ τοὺς πλησίον αὐτοῦ καὶ τοὺς καθημένους πρὸ προσώπου αὐτοῦ, ἵνα Λευίτας νοῶμεν καὶ ἱερέας. λειτουργοῦντι μὲν γὰρ τῷ ἀρχιερεῖ παριστήκει τὸ τάγμα τὸ Λευιτικόν· οἱ δέ γε πρεσβύτεροι καὶ ἱερεῖς, ὡς ἐκείνων ἀμείνους ἔτι καὶ ἱερώτεροι κατὰ τὸν νόμον, καὶ τῇ συνεδρείᾳ τετίμηντο. τερατοσκόπους γεμὴν αὐτοὺς ὀνομάζει, τουτέστιν, ἀεὶ σημεῖα ζητοῦντας ὁρᾶν καὶ τῶν τεράτων ἐφιεμένους. φύσει γάρ πως ἀεὶ τοιοῦτόν ἐστι τὸ τῶν Ἰουδαίων ἔθνος. καὶ γοῦν, ὅτε ὁ Χριστός "Ποιήσας "ὡσεὶ φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ "ἱεροῦ λέγων Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον "τοῦ Πατρός μου οἶκον ἐμπορίου," προσῄεσαν λέγοντες "Τί "σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;" "Καὶ τίς ἔδωκέ "σοι τὴν ἐξουσίαν ταύτην;" εὑρήσομεν δὲ καὶ ἑτέρους προσιόντας τε καὶ λέγοντας αὐτῷ "∆ιδάσκαλε, θέλομεν ἀπὸ "σοῦ σημεῖον ἰδεῖν." οὐκοῦν ἐπειδήπερ, φησὶν, ἄνδρες εἰσὶ τερατοσκόποι, μανθανέτωσαν ἅμα σοι τὰ ἐσόμενα, καὶ ση- μείων ὧν αἰτοῦσιν ἀεὶ τὸν παναλκέστατον ἀποτελεστήν. καὶ τίς δὴ οὗτός ἐστιν; ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου ἀνατολήν. Θεὸς μὲν οὖν κατὰ φύσιν καὶ ἐκ Θεοῦ Πατρὸς πέφηνεν ὁ Μονογενὴς, καὶ ὡς τοῦτο ὑπάρχων, ἐλεύθερος, ἀλλὰ κεκένωκεν ἑαυτὸν, κατὰ τὰς γραφὰς, καθιεὶς εἰς ὅπερ οὐκ ἦν, καὶ κεχρη- μάτικε δοῦλος, διὰ τὸ ἀνθρώπινον, καίτοι Κύριος πάντων ὑπάρχων ὡς Θεός. ἀλλ' ἦν καὶ οὕτως ἀνατολὴ, τουτέστι ∆ικαιοσύνης ἥλιος. ἄνισχε γὰρ καὶ ἐπέλαμψεν οἷάπερ ἐν σκότῳ διατελοῦσιν ἡμῖν, μόνον δὲ οὐχὶ καὶ ὡς ἐν νυκτὶ καὶ ὕπνῳ κεκαρωμένους ταῖς κοσμικαῖς ἡδοναῖς, καὶ τῆς διανοίας 2.322 τὸν ὀφθαλμὸν κατεσκοτισμένους, ἤγειρέ τε πρὸς νῆψιν, καὶ λαμπροὺς ἀπέφηνε τῇ παρ' ἑαυτοῦ χάριτι. τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, αὐτὸ δὴ τοῦτο καταμηνύων "̔Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἀποθώμεθα οὖν "τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτὸς, "ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν." καὶ πάλιν " Εγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι- "φαύσει σοι ὁ Χριστός." προανακηρύττει τοιγαροῦν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ λαμπρὰ κατορθώματα. δοῦλον δέ φησιν αὐτὸν, διάτοι τὸ ἐν δούλου καθικέσθαι μορφῇ· ἀνατολὴν δὲ, ὅτι φῶς ἐστὶ τὸ ἀληθινὸν, αὐγὴ καὶ ἡμέρα, καὶ λαμπρὸς ἑωσφόρος, εἰς νοῦν ἀνατέλλων, καὶ καταφαιδρύνων καρδίας. ὀνομάζει δὲ πρὸς τούτῳ καὶ λίθον αὐτὸν, καὶ μὴν καὶ δεδόσθαι φησὶ πρὸ προσώπου Ἰησοῦ, ἑπτά τε ἔχειν τοὺς ὀφθαλμοὺς εὖ μάλα διισχυρίζεται. ἔδει γὰρ μάλιστα τὴν κατὰ νόμον ἱερωσύνην, ἧς εἰς τύπον τεθείκαμεν τὸν Ἰησοῦν, οἱονεὶ πρὸ προσώπου καὶ πρὸ ὀφθαλμῶν ἔχειν διὰ παντὸς τὸν λίθον τὸν ἐκλεκτὸν, τὸν ἀκρογωνιαῖον, τὸν ἔντιμον, τὸν εἰς τὰ θεμέλια Σιὼν, τὸν πολυτίμητον μαργαρί- την, τουτέστι Χριστὸν, τὸν πολλοῖς ὀφθαλμοῖς ἐφορῶντα τὰ πάντα. τὸ γὰρ ἑπτὰ τοῦ τελείως ἔχοντος ἀεί πως ἐστὶ σημαντικόν. στεῖρα γοῦν λέγεται τεκεῖν ἑπτά. ὅτι δὲ μυ- ρίοις ὄμμασιν ἐφορᾷ τὰ πάντα, καὶ ἐπισκέπτεται τὰ καθ' ἡμᾶς ἡ θεία τε καὶ ἀπόῤῥητος τοῦ Υἱοῦ φύσις, οὐκ ἂν ἐν- δοιάσειέ τις· "Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ "τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού- "μενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ "μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ 2.323 "οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ "καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ," κατὰ τὸ γε- γραμμένον. 9Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλα- φήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.9 Ἔδειξεν ὄντα καὶ φῶς καὶ ἀνατολὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὅτι τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου, τουτέστι τοῖς πεπλανημένοις, αὐγῆς ἀναλάμψει δίκην. ἀλλ' ἦν ἀναγκαῖον καὶ τὸ τῆς οἰκονομίας προαναφωνῆσαι πέρας, τουτέστι, τὸν ὑπὲρ ἡμῶν ἁπάντων θάνατον, ὃν ἑκὼν ἀνέτλη, σταυρῷ παραδοὺς τὸ ἴδιον σῶμα, ἐφ' ᾧ καὶ τὸ τῶν Ἰουδαίων προσκέκρουκεν ἔθνος, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀπο- βέβληται. ἐπειδὴ γὰρ οὐ συνέντες οἱ δείλαιοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, κυριοκτόνοι γεγόνασι, ταυ- τῄτοι καὶ μαλὰ εἰκότως ἀπώλισθον τῆς ἐλπίδος, καὶ κακοὶ κακῶς ἀπολώλασι, δειναῖς καὶ ἀφύκτοις ἐναλόντες συμφο- ραῖς. βόθρῳ δὴ οὖν παρεικάζει τὸν τοῦ Σωτῆρος σταυρόν. πεπτώκασι γὰρ ὥσπερ εἰς βόθρον οἱ τὸ δεσποτικὸν ἐκχέοντες αἷμα, καὶ σταυρῷ παραδοῦναι τολμήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς. εἰ δὲ αὐτὸς ὁ Πατὴρ τὸν βόθρον ὀρωρυχέναι λέγοιτο, σκανδαλιζέσθω μηδείς· ἐννοείτω δὲ μᾶλλον, ὡς ἐκμεμέστω- ταί πως οἰκονομίας ὁ λόγος. ὅμοιον γὰρ τοῦτό ἐστι τῷ διὰ Χριστοῦ σοφῶς τε καὶ ἀτρεκῶς εἰρημένῳ "Εἰς κρῖμα ἐγὼ "εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ- "πωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται." καίτοι, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐ ταύτης ἕνεκα παραγέγονε τῆς αἰτίας, ἵνα τυφλοὶ γένωνταί τινες· ἀλλ' ἡ τῶν μὴ νοούντων 2.324 φαυλότης μονονουχὶ καὶ διαβέβληκε τῆς ἀρίστης οἰκονο- μίας τὸν τρόπον. οὐ γὰρ ἤθελον βλέπειν, καίτοι μετὸν αὐτοῖς τοῦ θείου μετασχεῖν φωτός. οὕτω κἀνθάδε νοήσεις. πέπομφε μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ, "ἵν' ὁ κόσμος σωθῇ "δι' αὐτοῦ." διὰ δὲ τὴν τῶν μὴ συνιέντων ἀπόνοιαν, γέ- γονε βόθρος καὶ πάγη τοῖς σταυρώσασιν ὁ ἀπεσταλμένος· νενόμισται δὲ τάχα που καὶ ὀρύξαι τὸν βόθρον ὁ πεπομφώς. ὀρύξω δὴ οὖν τὸν βόθρον φησὶ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· τὸ ψηλαφήσω φησὶν, ἀντὶ τοῦ ζητήσω καὶ περιεργάσομαι λεπτῶς. ἀπεκτόνασι μὲν γὰρ τοὺς ἁγίους προφήτας, ἐπέθρωσκον δὲ θηριοπρεπῶς καὶ τοῖς κατὰ καιροὺς ἀποστελλομένοις οἰκέταις. οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἐλιθοβόλησαν, οὓς δὲ ἀπέκτειναν. ἀλλ' ἦν ἀνεξίκακος ἔτι Θεός· οἰκέται γὰρ ἦσαν καὶ ὁμόδουλοι τοῖς ἀπεκτονόσιν οἱ πεπονθότες. ἐπειδὴ δὴ ἀχαλίνοις ὁρμαῖς εἰς τοῦτο διάττοντες, καὶ πολὺ βλέποντες εἰς ἀνοσίοτητα, καὶ εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱὸν, καὶ εἰς τὸν ἐπὶ τῷ σταυρῷ κατώλισθον βόθρον, οὐκ ἀφῆκεν αὐτῶν ἀψηλα- φητον ἔτι τὴν ἁμαρτίαν. ἐζήτησε γὰρ καὶ ποιναῖς ὑπέθηκε τοὺς ἠσεβηκότας, ἁπάσης τῆς Ἰουδαίων γῆς καθορίζων τὸν ὄλεθρον ἐν ἡμέρᾳ μιᾷ, καθ' ἣν ἔφασαν προσάγοντες αὐτὸν τῷ Πιλάτῳ "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα "ἡμῶν." εἰ γὰρ μὴ καὶ συνεκβέβηκε παραχρῆμα τὰ ἐκ θείας ὀργῆς· εἰ μὴ ἐξῄτηνται δίκας ὑπερθέσεως δίχα, ἀλλ' οὖν ἡ παρὰ Θεοῦ δικαία ψήφος γέγονεν ἐπ' αὐτοῖς, ὄλεθρον, ὡς ἔφην, τῆς Ἰουδαίων καταχέουσα γῆς. καὶ γοῦν ἀπε- 2.325 κομίζετο μὲν ὁ Σωτὴρ ἐπὶ τὸν σταυρὸν, εἵποντο δὲ καὶ γυναῖκες, θρηνοῦσαί τε καὶ κλαίουσαι· εἶτα τί πρὸς ταύτας ἔφασκεν ἐπιστραφείς; "Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε "ἐπ' ἐμὲ, πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν." παραδέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγὴν, καὶ συμβέβηκεν αὐτοῖς τὰ διὰ φωνῆς Ἡσαΐου "Ἡ γῆ ὑμῶν ἔρημος, αἱ "πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν "ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμ- "μένη ὑπὸ λαῶν ἀλλοτρίων." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.9 Ὅτι μὲν ἐν παντὶ γενήσονται κακῷ ψηλαφωμένης αὐτῶν τῆς ἁμαρτίας, οἱ καθάπερ εἰς βόθρον κατενηνεγμένοι, διά γε τοῦ σταυρῶσαι Χριστὸν, προμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοῖς πιστεύουσι καὶ ἠγαπηκόσιν αὐτὸν οὐκ ἀκερδὲς ἔσται τὸ χρῆμα, μᾶλλον δὲ καὶ πρὸς εὐφροσύνης καὶ τέρψεων ἁγιο πρεπῶν, προαγορεύει χρησίμως. μαρτυρήσει δὲ τούτοις καὶ ὁ δίκαιος Συμεών. ὅτε γὰρ τὸ θεῖον τεθέαται βρέφος καὶ εἰς ἀγκάλας ἐδέξατο, προεφήτευσε λέγων "Ἰδοὺ οὗτος κεῖται "εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ "εἰς σημεῖον ἀντιλεγόμενον." πεπτώκασι μὲν γὰρ οἱ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, εἰς γῆν δὲ ὥσπερ ἐῤῥιμμένοι καὶ κείμενοι, καὶ ὑπὸ πόδας ὄντες διαβολικούς· ὠρθώθησαν δὲ οἱ ἐξ ἐθνῶν. καὶ αὐτὸς δέ που Χριστὸς προαναφωνεῖ μὲν τοῖς ἁγίοις μαθηταῖς τὸ ἐπὶ τῷ 2.326 σταυρῷ πάθος· ἐπειδὴ δὲ γεγονότας ἐν κατηφείᾳ τεθέαται, παρεκάλει λέγων "Ἡ γυνὴ λύπην ἔχει, ὅταν τίκτῃ τὸ παιδίον, "ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ τέκῃ τὸ παιδίον χαρᾷ χαίρει, "ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς μὲν λύ- "πην ἔχετε, ὕστερον δὲ ὄψεσθέ με καὶ χαρήσεται ὑμῶν ἡ "καρδία." οὕτω καὶ ἐγηγερμένος ἐκ νεκρῶν ταῖς ἐν τῷ κήπῳ κλαιούσαις γυναιξὶ προσεφώνει τό Χαίρετε. πρέποι δ' ἂν καὶ ἕκαστον τῶν ἀγαπώντων αὐτὸν ἐπί τε τῷ σταυρῷ καὶ τῇ ἀναστάσει λέγειν "Ἔστρεψας τὸν κοπετόν μου εἰς "χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με "εὐφροσύνην." πῶς γὰρ οὐκ οἴχεται μὲν ἐκ ποδῶν τὸ πεν- θεῖν, ἀφῄρηται δὲ "πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου," κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐγηγερμένου Χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος; ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκί. οὐκοῦν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τουτέστι, κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἂν ἀναβιῴη ἐκ νεκρῶν καταβοθρευθέντων τῶν ἐσταυρωκότων, συγκαλέ- σετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. καὶ εἰ μὲν βούλοιτό τις ἁπλοῦν, καὶ πρόχειρον τὸν τοιοῦτον ἐκδέχεσθαι νοῦν, τέρψεων εἶναι τῶν πνευματικῶν σύμβολα διαβεβαιώσεται τὰ ὠνομασμένα. οὐκ ἀπίθανον δὲ εἶναί φημι πρὸς τούτῳ κἀκεῖνο εἰπεῖν, ὅτι συκῆν καὶ ἄμπελον ἔοικεν ἀποκαλεῖν τὴν Ἐκκλησίαν, ἧς καὶ ὁ θεσπέσιος μελῳ- δὸς διαμέμνηται, λέγων αἰνιγματωδῶς πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν "Ἡ γυνή σου ὡς "ἄμπελος εὐθηνοῦσα, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου." ἔφη 2.327 δέ που καὶ αὐτός "Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμὴν, "ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς." ὡς γὰρ ἤδη τῶν ἐκ- κλησιῶν ἀρξαμένων ἐν κόσμῳ διὰ τῆς εἰς αὐτὸν εὐωδιάζειν πίστεως, τὰς ἀμπέλους ἔφη κυπρίζειν, καὶ μὴν καὶ ἐκφαίνε- σθαι τοὺς ὀλύνθους· νοηθεῖεν δ' ἂν καὶ οὗτοι τῶν ἄρτι πεπιστευκότων ἡ οὔπω μὲν πέπειρος καὶ γλυκεῖα πληθὺς, ἐσομένη δὲ κατὰ βραχὺ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν ἰοῦσα πρὸς τοῦτο. ἁδρυνθέντες γὰρ, καὶ "εἰς ἄνδρα τέλειον "ἀναβεβηκότες τοῦ πληρώματος τοῦ Χριστοῦ," γλυκεῖς οἷ- άπερ ἐσόμεθα καρποὶ τῷ Θεῷ, καθάπερ μητρί τινι τῇ Ἐκ- κλησίᾳ προσπεφυκότες. οὐκοῦν διά τε συκῆς καὶ ἀμπέλου νοουμένων τῶν ἐκκλησιῶν, ὑπ' αὐταῖς ἐσόμεθα, καὶ ἐν αὐ- ταῖς καταλύσομεν, προτροπάδην ἀλλήλοις ἐκεῖνο λέγοντες τὸ προφητικόν "∆εῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ "εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν "ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ." εἰ δὲ δὴ γένοιτο καὶ τοῦδε τυχεῖν, ἐπαίνου παντὸς ἀξιώσομεν τοὺς εἰς τοῦτο κεκληκότας, πάλιν ἐκεῖνο λέγοντες "Εὐφράνθην ἐπὶ τοῖς "εἰρηκόσι μοι Εἰς οἶκον Κυρίου πορευσόμεθα." τέρψεως γὰρ ἡμῖν τῆς ἀνωτάτω τὸ χρῆμα καρπὸς νοοῖτ' ἂν εἰκότως. τοιγάρτοι πάλιν ἐροῦμεν κατὰ τὸν ἅγιον ψαλμῳδόν "Μίαν "ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν "με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ "θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν "ναὸν τὸν ἅγιον αὐτοῦ."

ΤΟΜΟΣ Αʹ. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.

Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμ- παδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων. Τὸ ἐπέστρεψεν ἐν τούτοις οὐχ ὡς ἐκ τόπου νοήσομεν· εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁρά- σεως τῆς ἐν χερσὶν ἐφ' ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοί- τησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς, μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πως ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν 2.329 ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἂν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ' ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συν- ιέναι λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἂν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα. ἀπλανεστάτην γεμὴν ὁ Προφήτης τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρα- κέναι λέγων, ὅλην τε δι' ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδιον, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανεστέρα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἂν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγέ φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις καὶ τάδε. Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι καὶ βόθρον ὀρύξει καὶ ψηλαφήσει πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ, προὔτρεπεν δὲ καὶ ἑτέρους συγκαλεῖν ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτη- ρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες ἀνοσίως· "τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ" τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε; γεγόνασι γὰρ ὡς ὑπὸ συκῇ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. 2.330 ἀλλ' ἰδοὺ καὶ καθ' ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φα- μεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ' ᾗ τὸ λαμπάδιον, τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ "∆ιὰ "Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως "ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου "ὡς λαμπὰς καυθήσεται." τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ' οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς καὶ Πατὴρ, "ἵνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι," "καὶ λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ." ἑπτὰ δὲ οἱ λύχνοι, φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ' ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι' ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ Χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῇ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ συγκαταυγάζοντας τοὺς πεπιστευκότας. Ἐπιτήρει δὲ, ὅτι τοῖς μὲν ἑπτὰ λύχνοις ἐπαρυστρίδες ἦσαν, δι' ὧν αὐτοῖς εἰσεχεῖτο τὸ ἔλαιον, ἐπαρυστρίδα γεμὴν τὸ λαμπάδιον οὐκ ἔχει. διὰ ποίαν αἰτίαν; φῶς μὲν γάρ ἐστι τὸ ἀληθινὸν ὁ Υἱὸς, οὐκ ἔξωθεν, οὐδὲ ἐπακτὸν, οὔτε μὴν παρ' ἑτέρου δοτὸν τὸ καταφωτίζειν δύνασθαι λαχών· ἀλλ' αὐτὸς κατὰ φύσιν ὑπάρχων τὸ φῶς· μεθεκτῶς γεμὴν ἐν τοῖς ἁγίοις καὶ παρ' αὐτοῦ. καὶ πληροφορήσει λέγων ὁ σοφὸς Ἰωάννης "Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες 2.331 "ἐλάβομεν." φῶς δὲ ὑπάρχων τὸ ἀληθινὸν ὁ Υἱὸς, φῶς ὠνόμαζε τοῦ κόσμου τοὺς τῆς παρ' αὐτοῦ λαμπρότητος ἐν μεθέξει γεγενημένους· ἔφη γὰρ τοῖς ἁγίοις ἀποστόλοις "̔Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." αἱ δύο γεμὴν ἐλαῖαι, μία ἐκ δεξιῶν καὶ μία ἐξ εὐωνύμων τοῦ λαμπαδίου κείμεναι, τοὺς δύο λαοὺς ὑποσημαίνουσι, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτας Χριστόν. τετίμηνται γὰρ ὡς ἠλεημένοι τῇ τοιᾷδε στάσει. καὶ οἱ μὲν ἦσαν ἐκ τῆς καλλιελαίου, τουτ- έστιν ἐκ τῆς Ἰουδαίων Συναγωγῆς· οἱ δὲ τῆς ἀγριελαίου μὲν ἐξέφυσαν, τουτέστι τῆς τῶν ἐθνῶν πληθύος, πλὴν ἐγκεντρισθέντες εἰς καλλιέλαιον κοινωνοὶ γεγόνασι τῆς πιό- τητος τῆς ῥίζης, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἄθρει δὲ ὅπως ἐπὶ τὴν λυχνίαν ὁμοῦ τῷ λαμπαδίῳ καὶ οἱ λύχνοι καὶ αἱ δύο ἐλαῖαι. σύνεστι γὰρ ἡμῖν ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἡ τῶν πεπιστευκότων ἠλεημένη πληθὺς κατα- λάμπεται μὲν τῷ παρ' αὐτοῦ φωτὶ, φωτίζεται δὲ καὶ διὰ λύχνων, οἳ μεθεκτὸν ἔχουσι καὶ παρ' αὐτοῦ τὸ φῶς. Ἰστέον δὲ, ὅτι καὶ ἐν τῇ κατασκευῇ τῆς ἁγίας σκηνῆς, ἔκειτο μὲν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνους ἔχουσα λυχνία χρυσῆ. προσέταττε δὲ Θεὸς τῷ Ἀαρὼν, λέγων, ὅτι "κατὰ πρόσωπον τῆς λυχνίας ἐκ τοῦ ἑνὸς μέρους φανοῦσιν "οἱ ἑπτὰ λύχνοι." οὐ γὰρ τοῖς κατόπιν αὐτῆς ὁ διὰ τῶν λύχνων δέδοται φωτισμὸς, ἀλλὰ τοῖς ὡς ἐν προσώπῳ Χριστοῦ διὰ τῆς πίστεως ἐνηνεγμένοις. καὶ γοῦν Ἰουδαῖοι κατόπιν ὥσπερ αὐτοῦ καὶ εἰς νῶτα κείμενοι, κατεσκοτισμένον ἔχουσι τὸν νοῦν· οἱ δὲ ἐξ ἐθνῶν πιστεύσαντες, εἰς πρόσωπον ἔχουσι τοὺς λύχνους, ἐλεύθερος γὰρ αὐτοῖς καὶ ἀπαραπόδισ- τος παντελῶς ὁ διὰ τῶν ἁγίων ἐγγέγονε φωτισμός. ἐκαίετο δὲ καὶ λύχνος εἷς ἐν τῇ πρώτῃ σκηνῇ· τῆς εὐαγγελικῆς 2.332 παιδεύσεως κατόπιν ἰοῦσαν τὴν νομικὴν τοῦ πράγματος ἡμῖν κατασημαίνοντος. θέα γὰρ ὅπως τοῖς μὲν ἐν τῇ πρώτῃ σκηνῇ μόνος εἷς ἐκαίετο λύχνος, τοῖς γεμὴν εἰσπεφθακόσιν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνοι καὶ τὸ λαμπάδιον ἀμφι- λαφεστάτην ὥσπερ ἐνίεσαν τὴν αὐγήν. 9Καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς μὲ λέγων Οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα Οὐχὶ Κύριε. καὶ ἀπεκρίθη ὁ ἄγγελος καὶ εἶπε πρὸς μὲ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου λέγει Κύριος παντοκράτωρ.9 Ὅτι καὶ ἀμείνων καὶ ἱερώτερος τῆς ἐν ἡμῖν διανοίας ὁ τῶν νοητῶν δυνάμεων νοῦς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ καθ' ἡμᾶς ὑπερκείμενος, καὶ ἐντεῦθεν ἂν μάθοις. "ἐπέστρεψε "μὲν γὰρ ὁ ἄγγελος, ὡς ὁ Προφήτης φησὶ, καὶ ἐξήγειρεν "αὐτὸν, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐκ τοῦ ὕπνου "αὐτοῦ." εἰ γὰρ δὴ συγκρίνειν ἕλοιτό τις, ὡς πρός γε τὸν ταῖς ἄνω δυνάμεσιν ἐνόντα νοῦν, τῆς ἀνθρωπίνης διανοίας τὸ μέτρον, μειονεκτούμενον εὑρήσει τοσοῦτον, ὅσον ἂν νοοῖτο κατόπιν ἐλθεῖν καὶ τῆς τῶν νηφόντων διανοίας τὰ ἐν ὕπνοις ἡμῶν ἀδρανῆ φαντάσματα. ἐγήγερται δὴ οὖν ὁ Προφήτης εἰς νῆψιν, ἀλλὰ καὶ οὕτως ἔχων καὶ ἠκονημένος ἄγαν, οὐδὲν ἧττόν ἐστι βραδὺς πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι τὰ δεικνύμενα. ταύτῃτοι, καὶ μάλα εἰκότως, ἀναπυνθάνεταί τε καὶ ἀξιοῖ μανθάνειν παρὰ τοῦ σοφοῦντος ἀγγέλου. ὁ δὲ 2.333 ὅτι οὐ συνῆκε μονονουχὶ κατατεθηπὼς, εἰ μὴ ἀληθῶς εἰδείη διερωτᾷ· τοῦ δὲ διαῤῥήδην ὡμολογηκότος τὴν ἄγνοιαν, καὶ τὸ δυσμαθὲς οὐκ αἰσχυνομένου, καταλευκαίνει λοιπὸν τὸ ἐκ τῆς ὁράσεως αἴνιγμα, καὶ οἷον ὡς ἐξ εἰκόνος ἐμφανοῦς τε καὶ ὁρωμένης τὸν ἐν αὐτῇ λεληθότως ἐγκείμενον ἑρμηνεύει σκοπόν. οὗτος γάρ φησιν ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. ὅμοιον ὡς εἰ λέγοι τυχὸν ὁ τῆς ὁράσεως νοῦς καὶ ὁ τῶν παραδειχθέντων σκόπος Μονον- ουχὶ διακέκραγε τὰ παρὰ Θεοῦ πρὸς Ζοροβάβελ καὶ φωνὴν ἱέντα φησὶν, ὅτι ταῦτα πάντα τὰ ὁρώμενα πρὸς πέρας ἥξει κατὰ καιροὺς, οὐκ ἀνθρωπείᾳ δυνάμει κατορθούμενα, οὔτε μὴν ἐν ἰσχύϊ σαρκικῇ, ἀλλ' ὡς ἐν δυνάμει Πνεύματος Ἁγίου, καὶ ὡς ἐκ θείων διανευμάτων. γέγονε μὲν γὰρ ἄνθρωπος καθ' ἡμᾶς ὁ Μονογενής· πλὴν οὐ πεπολέμηκε σαρκικῶς, ἵνα καθάπερ τινὰ λυχνίαν ἀναστήσῃ τῷ κόσμῳ τὴν Ἐκκλησίαν· οὐχ ὅπλα κινήσας αἰσθητὰ καὶ μαχίμων φάλαγγας, παρ- έστησεν ἑαυτῷ τοὺς δύο λαοὺς, ἢ τοὺς λύχνους τοὺς νοητοὺς ἐπέθηκε τῇ λυχνίᾳ, ἀλλ' ἐν ἰσχύϊ Πνεύματος τοῦ ἰδίου κεχει ροτόνηκεν ἐν ταῖς ἐκκλησίαις "πρῶτον Ἀποστόλους, δεύτερον "προφήτας καὶ εὐαγγελιστὰς," καὶ τὴν ἄλλην ἅπασαν τῶν ἁγίων ὁμήγυριν, θείοις αὐτοὺς χαρίσμασιν ἀναπιμπλὰς, καὶ τῇ τοῦ Πνεύματος χύσει καταπιαίνων πλουσίως. οὐκοῦν οὐκ ἐν δυνάμει μεγάλη, οὐδὲ ἐν ἰσχύϊ τῇ σαρκικῇ τὰ παρὰ Χριστοῦ, ἀλλ' ὡς ἐν δυνάμει Πνεύματος ἐσκυλεύετο μὲν ὁ σατανᾶς, ἔπιπτον δὲ σὺν αὐτῷ καὶ τὰ τῶν ἀντικειμένων δυνάμεων στίφη, ἐκαλοῦντο πρὸς θεογνωσίαν διὰ τῆς πί- στεως, οἵ τε ἐξ Ἰσραὴλ καὶ οἱ πάλαι τῇ κτίσει παρὰ τὸν κτίστην λελατρευκότες. 2.334 Ἀνεδείκνυντο δὲ καὶ ἐν ταῖς ἐκκλησίαις οἱ λύχνοι, τουτ- έστιν οἱ ἅγιοι, συνεκλάμποντες τῷ λαμπαδίῳ, φημὶ δὴ Χριστῷ. γεγόνασι γὰρ, ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος "φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες." ὅτι δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ σέσωκε τὴν ὑπ' οὐρανὸν, ἀλλ' ἰδίαις δυνάμεσιν ὡς Θεὸς ὁ Ἐμμανουὴλ, διεμαρτύρατο λέγων καὶ διὰ φωνῆς Ὠσηέ. ἔχει γὰρ οὕτω "Τοὺς δὲ υἱοὺς Ἰούδα "ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ "σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, "οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν." εὖ δὲ δὴ σφόδρα πρὸς Ζοροβάβελ ὁ λόγος ἦν, τὸν ἐκ τῆς Ἰούδα φυλῆς, διέποντά τε τὸ τηνικάδε τοὺς τῆς βασιλείας θώκους ἐν Ἱερουσαλήμ. ἵνα γὰρ μὴ, τῶν οὕτω λαμπρῶν καὶ ἀξια- γάστων κατορθωμάτων αὐτῷ προαπηγγελμένων, πολέμους οἴοιτο καὶ μάχας συγκροτηθήσεσθαι κατὰ καιροὺς, ἐξίστησιν ἀναγκαίως αὐτὸν τῶν οὕτω σαθρῶν καὶ ἀνθρωπίνων ἐννοιῶν, διακεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὅτι θεοπρεπὴς ἡ ἐνέργεια, καὶ ἡ δύναμις οὐκ ἀνθρωπίνη τοῦ διαπεραίνοντος τὰ τοιάδε Χριστοῦ. μεμνήμεθα δὲ ὅτι καὶ αὐτὸν τὸν Ζοροβάβελ, ὡς ἐκ φυλῆς Ἰούδα καὶ βασιλέα, παραδηλοῦν ἐλέγομεν ἐφ' ἑαυτῷ τὸν Χριστὸν, συνημμένου καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἵν' ἐν τῷ αὐτῷ νοοῖτο βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς ὁ Ἐμ- μανουήλ. 9Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αὐτῆς.9 ∆υσέφικτον μὲν κομιδῇ τὸ προκείμενον· πλὴν ἐροῦμεν 2.335 ἡμεῖς τό γε ὡς ἄριστα καὶ ὀρθῶς ἔχειν δοκοῦν. ἔοικε τοίνυν ὁ λόγος μονονουχὶ καὶ ἐπιτιμᾶν τῷ ὄρει τῷ μεγάλῳ, τουτέστι τῷ σατανᾷ κατεξανισταμένῳ τε καὶ ἀντεξάγοντί τῷ Χριστῷ τῆς ἑαυτοῦ δυστροπίας τὴν δύναμιν, ὃ δὴ καὶ ἐν τοῖς ἀνωτέρω πάλιν ἡμῖν αἰνιγματωδῶς κατεγράφετο. ἔφη γὰρ ὁ Προ- φήτης τεθεᾶσθαι μὲν "Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα "πρὸ προσώπου ἀγγέλου Κυρίου, τὸν δέ γε διάβολον ἑστῶτα "ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ." ὅτι γὰρ ὅσον ἐνεχώρει καὶ ἦν ἐπ' αὐτῷ, πεπολέμηκέ τε καὶ ἀντεγήγερται δεινῶς ταῖς τοῦ Σωτῆρος οἰκονομίαις, καλοῦντος πρὸς σωτη- ρίαν τὴν ὑπ' οὐρανὸν, οὐκ ἂν ἐνδοιάσειέ τις, ἐννενοηκὼς ὅτι πρῶτον μὲν προσῆλθε νηστεύοντι κατὰ τὴν ἔρημον, καὶ σώζοντα βλέπων τὴν ὑπ' οὐρανὸν, προσκυνητὴν ἴδιον ἀπο- φαίνειν ἤθελε, παραδεικνὺς μὲν αὐτῷ "πάσας τὰς βασιλείας "τοῦ κόσμου," λέγων τε ὡς ἔσται πάντα αὐτοῦ, εἰ δὴ προσ- πεσεῖν ἕλοιτο καὶ προσκυνεῖν αὐτῷ. εἶτα πρὸς τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὸν προδότην ἥρπασε μαθητὴν, ἀναπείσας ὄργανον τῆς Ἰουδαίων γενέσθαι σκαιότητος. ἐπιπλήττει δὴ οὖν ὁ λόγος αὐτῷ καί φησι Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορ- θῶσαι; τὸ δέ Τίς εἶ σύ νοητέον οὐχ ὡς ἐθέλοντος ἀναμαθεῖν, τίς δὴ ἄρα καὶ πόθεν ἐστίν· οὐ γὰρ ἂν ἠγνόησε Θεὸς ὤν· ἀλλ' οἷον κατασμικρύνοντος καὶ οὐδενὸς ἀξιοῦντος λόγου, κἂν εἰ μέγα τε εἴη καὶ δυσάντητον τὸ ὄρος, καὶ ἐμποδὼν ἐγκείμενον κατορθοῦν ἐθέλοντι τὰ τοιάδε Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζοροβάβελ, καθάπερ ἤδη προείπαμεν. καίτοι γὰρ ἀπαράβλητον ἔχων τὴν δυστροπίαν ὁ δράκων ὁ ἀποστάτης, 2.336 πεπάτηται παρὰ Χριστοῦ πόνου τε καὶ ἱδρῶτος δίχα. Θεὸς γὰρ ἦν κατὰ φύσιν, ὁ πάντα νικῶν. Ἢ τοίνυν κατὰ τοιόνδε τινὰ τρόπον προσβαλοῦμεν τοῖς εἰρημένοις· ἢ καὶ ἑτέρως εἰ δοκεῖ. ἔφημεν γὰρ, ὅτι οὐκ ἐν ἀνθρωπείᾳ δυνάμει κατορθωθήσεται τῷ κόσμῳ τὰ πρὸς ζωήν. καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ' ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ οὕτω μεγάλα πολέμου δίχα πάντος καὶ ἀμογητὶ κατορ- θώσειν ὑπισχνούμενος; προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάτ- τουσα δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρ- θωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ' ὥσπερ τινὰ συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων "Ἀπ' "ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ "μένων, ποιεῖ τὰ ἔργα αὐτός." εἰργάζετο γὰρ ὡς διὰ δυνά- μεως ἰδίας τοῦ Υἱοῦ, δι' οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι παρὰ τῷ σοφωτάτῳ ∆ανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ "λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς "καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν 2.337 "σίδηρον," καὶ ἦν εἰς τύπον καὶ τόδε Χριστοῦ. γεγεννη- μένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν' αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται. "Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα "γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς "δόξαν Θεοῦ Πατρός." οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἔκλεκτος ἀποτμηθεὶς λιθος ὁ Υἱὸς γέγονεν ἡμῖν κληρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν δι' αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι; ∆έδοται μὲν γὰρ χάρις τῷ Ἰσραὴλ, ἡ ἀρχαία τ' ἐκείνη καὶ διαβόητος. λελύτρωνται γὰρ ἐξ Αἰγύπτου σαρκικῶς, τὴν ἐπηρτημένην αὐτοῖς ἐκ πλεονεξίας ἀπεσείσαντο δουλείαν, διεβιβάσθησαν διὰ θαλάσσης μέσης, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ γελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ' ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, χληρονομία δὲ πάλιν, γεγόνα- μὲν γὰρ δι' αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι τῆς πρώτης χάριτος ἡ δευτέρα; ἃ γὰρ ἐπ' ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ' ἡμῖν ὁ Χριστὸς πνευματικῶς τε καὶ νοητῶς. ἐξείλετο δουλείας δια- βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ 2.338 παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβι- βάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύ- ματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων "Μακάριοι "οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν." οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Χριστοῦ "Ὅτι "ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ "χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ "χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο." διά- κονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστὸς, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος· ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά. καὶ μαρτυρήσει γράφων ὁ Παῦλος, ὅτι "Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ "̓Ιησοῦς." 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέ- σουσιν αὐτὸν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξα πέσταλκέ με πρὸς σέ.9 Ἰδοὺ δὴ πάλιν ἡμῖν ἐν αἰσθητοῖς πράγμασι καταγράφει τὰ νοητὰ, καὶ τῶν διὰ Χριστοῦ παραδόξως τετελεσμένων παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ 2.339 Ἰσραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, ∆αρείου λοιπὸν τὴν Χαλδαίων διέποντος ἀρχὴν, εἴτ' οὖν βασιλείαν, προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀνα- δείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπου- δασμάτων τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις. Ἀνέντος δὲ πάλιν αὐτοῖς τοῦ Θεοῦ τὸ δύνασθαι κατορ- θοῦν, τετελείωται μόλις ὁ νεὼς, Ἰησοῦ μὲν ἱερατεύοντος, Ζοροβάβελ γεμὴν ἐφεστηκότος καὶ βασιλεύοντος. ἀλλ' ἐν τούτοις μὲν ὁ τῆς ἱστορίας συμπεπέρασται λόγος. ἐπειδὴ δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγωμεν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τε- τελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεο- πρεπὲς αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγω- γήν. οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών "Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι "αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως "ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός "ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ "δι' αἰνιγμάτων." οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ. καὶ γοῦν ὁ προφήτης 2.340 Ἱερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο λέγων "Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- "τόν·" ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον, εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν κόσμῳ τῆς Ἐκκλησίας, "ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος," ἧς τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων Κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ τὸν πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπλη- ροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου "Τίς "ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ "δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν "νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;" καὶ μεθ' ἕτερα "∆ιότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη "ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ." ἀλλ' ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειέ τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώ- τῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ· τὸν δὲ μετ' ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, συγκαταδῃώ- σαντες αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ἰουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώ- της ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλησίας "εἰς "ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι." ἐποικοδομούμεθα γὰρ "ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων 2.341 "καὶ προφητῶν," "διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ' "ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι" τε καὶ συν- τιθέμενοι, καὶ οἱονεί πως ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι γάρ ἐσμεν ζῶντες. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν "Θεοῦ γεώργιον," ποτὲ δὲ δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ· καὶ "ὡς σοφὸς ἀρχι "τέκτων θεμέλιον" ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι' οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος. 9∆ιότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαρήσονται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.9 Οὐ περὶ τῶν εὐθὺς ἐσομένων ἡ ὅρασις, ἐνεχθησομένων δὲ μᾶλλον εἰς πέρας, ὡς ἐν καιροῖς τῆς ἐπιδημίας τοῦ πάν- των ἡμῶν Σωτῆρος Χριστοῦ, ἣ γέγονε μὲν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· πλὴν οὔ τι που πολλοῖς μετὰ ταῦτα χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχείαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκη- διάσας πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε 2.342 τὸν Χριστόν. κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἂν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ' ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παν- τελῶς, οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντί- θεμεν δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι' ἑτέρας ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὢν ἄγαν καὶ παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ γέγραπται "Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε "δὲ ὥσπερ ἄκμων ἀνήλατος." δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν κασσίτερον, εἴτ' οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματω- δῶς "Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς "κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- "κησαν." Κασσιτέρῳ τοίνυν, ἤγουν μολίβῳ, παρεικάζει Χριστὸν, ὡς ἐκτήκοντα τοὺς ῥύπους, ὡς ἀπαλλάττοντα τῶν περιττῶν, ὡς ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο 2.343 τὰς διὰ μέσου μικρὰς ἡμέρας, χαρήσεται μὲν καὶ ὄψεται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λίθον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ' ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασ μένην τὴν βασιλείαν ἔχων, ἀλλ' ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσ- επαγαγὼν δὲ, ὅτι "Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν "θρόνον ∆αυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν "οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ "οὐκ ἔσται τέλος." ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν, ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λίθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; ἢ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς Κυρίου, ἵνα νοῶμεν τοὺς ἁγίους, δι' ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἂν ἀμελήσειε τῶν ἰδίων 2.344 κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ' οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται τοῖς ἐπὶ τῆς γῆς τὸν λίθον τὸν κασσιτέρινον, τουτέστι Χριστὸν, δι' οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπι- βλέψεως τρόπος. "Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ "ὕψους," κατὰ τὸ γεγραμμένον. καὶ εἴπερ ἐσμέν "σῶμα "Χριστοῦ καὶ μέλη ἐκ μέρους," οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ἐν ὀφθαλμῶν τάξει τοὺς ἁγίους μυσταγωγοὺς τεθεῖσθαι λέγειν, ὡς τῶν ἄλλων προὔχοντας καὶ ὑπερκειμένους, ταύτῃτοι καὶ ἐπισκόπους ὠνομασμένους, καθάπερ ἐγῷμαι. κατασκέπτεται δὲ δι' αὐτῶν τοὺς εἰς αὐτὸν πιστεύοντας ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. λίθος γεμὴν κασσιτέρινος, καὶ καθ' ἕτερον ἂν νοοῖτο τρόπον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. ὁ γάρ τοι κασσίτερος συνάπτει πρὸς ἕνωσιν τὰ διῃρημένα, κολλητικὴν ἔχων τὴν φύσιν. πέπραχε δέ τι τοιοῦτον καὶ εἰς ἡμᾶς ὁ Χριστὸς, εἴπερ ἐστὶν ἀληθὲς, ὡς "εἰς ἕνα καινὸν "ἄνθρωπον τοὺς δύο κτίζει λαοὺς, ποιῶν εἰρήνην καὶ ἀπο- "καταλλάσσων ἐν ἑνὶ σώματι τοὺς ἀμφοτέρους," εἰς τὴν διὰ Πνεύματος ἕνωσιν. ὅθεν καὶ λίθος ἀκρογωνιαῖος ὠνό μασται, συνδέων εἰς ἕνωσιν τοὺς δύο λαοὺς, ὡς ἔφην. συνῆψε δὲ καὶ ἀγγέλοις τοὺς ἐπὶ τῆς γῆς· ἀλλὰ καὶ ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν μεταξὺ κειμένην καὶ πάλαι διατειχίζουσαν καθελὼν ἁμαρτίαν. 9Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν, οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπι- 2.345 χεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; καὶ εἶπε πρὸς μέ Οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα Οὐχὶ Κύριε. καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος οἳ παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.9 Φιλομαθὴς ἄγαν τῶν ἁγίων ὁ νοῦς. τοιγάρτοι παρίησι μὲν ὁ Προφήτης τῶν ἐν τῇ ὁράσει δεικνυμένων οὐδὲν, φιλο- πευστεῖ δὲ λίαν, καὶ περὶ ἑκάστου λεπτῶς ἀναπυνθάνεται τὸ, τί ἂν βούλοιτο δηλοῦν. ἔδει τοίνυν οὕτως ἔχοντι γνώμης διατρανοῦσθαι οἱ διὰ τῆς τοῦ Προφήτου φωνῆς, τίνος ἂν εἴη σύμβολον ἡ εἰς δέξιόν τε καὶ εἰς εὐώνυμον τοῦ λαμπαδίου στάσις τῶν ἐλαιῶν. ταύτῃτοι περιεργάζεται καὶ ἀναμαν- θάνειν ἀξιοῖ. ἄθρει δὲ ὅπως δευτέραν προσεπάγει τὴν πεῦσιν, καὶ μὴν καὶ μεταπλάττει πως εἰς τὸ ἀτρεκὲς τὸν τῆς ἐρωτήσεως τρόπον. δύο μὲν γὰρ ἐλαίας ὠνόμαζεν ἐν ἀρχῇ· λεπτότερον δέ πως τῆς διανοίας τὸν ὀφθαλμὸν τοῖς ὁρωμένοις ἐνιεὶς, οὐκ ἔτι μὲν ἐλαίας, κλάδους δὲ μᾶλλον ὠνόμαζεν ἐλαιῶν. ἐρομένῳ δὴ οὖν εὐτέχνως ἀποφαίνεται λοιπὸν ὁ μακάριος ἄγγελος, καί φησιν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. υἱοὺς δὲ πιότητος, τοὺς δύο που πάντως ἔφη λαοὺς, τόν τε Ἰσραὴλ καὶ τὸν ἐξ ἐθνῶν, οἷον εἰς πιότητα τὴν πνευματικὴν παρ- ενηνεγμένους. ταύτῃτοι καὶ ἐν τοῖς μυξωτῆρσι τῶν λύχνων τεθεῖσθαί φησιν αὐτοὺς ὡς εὐφραινομένους τε καὶ ἐνσπαταλῶν- τας ἐλαίῳ τῷ παρὰ Χριστοῦ, καὶ τῇ τοῦ Πνεύματος χάριτι πλουσίως πιαινομένους. ἠλεήμεθα γὰρ, "δικαιούμενοι δω- "ρεὰν" διὰ τῆς πίστεως, καὶ κοινωνοὶ τῆς θείας αὐτοῦ φύσεως 2.346 ἀναδεδειγμένοι, διὰ τοῦ μεταλαχεῖν Ἁγίου Πνεύματος. οὐκ- οῦν ἐν ἐλαίῳ τε καὶ λύχνοις ἡ τῶν δύο λαῶν ἵδρυσίς τε καὶ παράστασις. ἐν φωτὶ γὰρ ἡμῶν ἡ κλῆσις, καὶ ὡς ἐν ἐλαίῳ τῷ παρὰ Θεοῦ· εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν, ὡς ἠλεήμεθα μὲν θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι καὶ δουλείας τῆς ἀρ- χαιοτέρας ἀπολύσαντες τὸν αὐχένα· πεφωτίσμεθα δὲ αὖ, τὸν ἕνα καὶ φύσει Θεὸν ἐπιγινώσκοντες, καὶ τῆς πολυθέου πλάνης τὸν σκότον ἐκβεβηκότες. Ἀλλὰ τίς ἂν εἴη καὶ ὁ τῆς ἐπιτηρήσεως λόγος, τί δὲ ἄρα τὸ πεπεικὸς τὸν μακάριον Προφήτην, μὴ δὴ χρῆναι λέγειν αὐτὰς ἐλαίας μὲν ἔτι, κλάδους δὲ μᾶλλον ἐλαιῶν, φέρε δὴ φέρε περιαθρήσωμεν. καλλιέλαιος μὲν τοίνυν ἡ τῶν Ἰου- δαίων κεχρημάτικε Συναγωγὴ, ἀγριέλαιος γεμὴν τῶν ἐθνῶν ἡ πληθύς. οὕτω γὰρ αὐτῶν διαμέμνηται καὶ ὁ μακάριος Παῦλος, λέγων πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας "Εἰ "γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ "φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πολλῷ μᾶλλον οὗτοι "οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ." οὐκοῦν καλλιέλαιος μὲν ἡ Συναγωγὴ, καθάπερ ἔφην ἀρτίως· ἀγρι- έλαιος δὲ ἡ τῶν ἐθνῶν ἀγέλη. οἱ μὲν γὰρ, τὴν διὰ νόμου παίδευσιν ἔχοντες, οὐκ ἄκαρποι διετέλουν· οἱ δὲ ἦσαν σφηκῶν ἀγρίων ἐνδιαιτήματα, πλήρη δαιμονίων ἔχοντες τὸν νοῦν καὶ ἄκαρποι παντελῶς. πλὴν οὔτε πᾶσα τῶν Ἰουδαίων ἡ Συν- αγωγὴ τὴν εἰς Χριστὸν παρεδέξατο πίστιν, οὔτε μὴν ὅλη τῶν ἐθνῶν ἡ πληθύς. ἐξεσπασμένοι δὲ ὥσπερ ἀφ' ἑκάστης ἠλέηνται πολλοὶ, καὶ κέκληνται διὰ τῆς πίστεως εἰς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. κλάδοι δὴ οὖν ἐλαιῶν οἱ ἀπεσπασμένοι νοοῖντ' ἂν εἰκότως, οἳ καὶ ἠλέηνται διὰ τῆς 2.347 χάριτος, καὶ ὡς ἐν φωτὶ γεγόνασι τοῦ λαμπαδίου, τουτέστι Χριστοῦ, καὶ τῶν ἑπτὰ συναναλαμπόντων λύχνων, τουτέστι τῆς τῶν ἁγίων πληθύος. ἄθρει δὲ ὅπως ὁ θεσπέσιος ἄγγελος εἰς εἰκόνα καὶ ὑποτύπωσιν τοῦ Ἐμμανουὴλ παραδέχεται τὸ λαμπάδιον. τεθειμένων γὰρ τῶν κλάδων ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων· οὓς καὶ υἱοὺς τῆς πιότητος ὠνόμασε δύο· παριστάναι φησὶν αὐτοὺς τῷ Κυρίῳ πάσης τῆς γῆς, τῆς παραστάσεως ἐν τούτοις κατασημαινούσης εὖ μάλα τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ τὸ ἕτοιμον τῆς γνώμης εἴς γε τὸ δεῖν ὑποκεῖσθαί τε καὶ ὑπηρετεῖν αὐτῷ. ὧδε γὰρ ἂν νοοῖτο Χριστὸς παραστήσας ἑαυτῷ τὴν Ἐκκλησίαν τὴν ἐκ δύο λαῶν συναγηγερμένην. κατὰ τοῦτον οἶμαι τὸν τρόπον τῷ τῆς παράστασεως ὀνόματι καὶ ὁ θεσπέσιος Μωυσῆς κατεκαλλύνετο, Θεοῦ πρὸς αὐτὸν εἰρηκότος "Σὺ δὲ αὐτοῦ "στῆθι μετ' ἐμοῦ." οὐ γὰρ ἀπόβλητος ἡ διὰ νόμου παί- δευσις παρά γε τῷ πάντα εἰδότι Θεῷ. διὰ ποίαν αἰτίαν; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ ὡς ἐν τύποις καὶ σκιαῖς αὐτὴν ἡμῖν ὠδίνει τὴν ἀλήθειαν. καὶ πρὸς τοῦτο ἡμᾶς πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς πρὸς τοὺς ἀπιθοῦντας Ἰου- δαίους "Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ "γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." 9Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ δρέπανον πετόμενον. καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. καὶ εἶπε πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκ- πορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ 2.348 τούτου ἕως θανάτου ἐκδικηθήσεται. καὶ ἐξοίσω αὐτὸ, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέ- πτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.9 Τό ἐπέστρεψα πάλιν ἐν τούτοις, οὐκ ἂν οἶμαί τις ἐκλάβοι τοπικῶς ἀλλ' ὡς ἐν ἀμείψει μᾶλλον τῇ καθ' ἑτέραν ὅρασιν. ἐκκοπτομένης γὰρ ὥσπερ τῆς πρώτης, καὶ μεταφοιτώσης τῆς ὄψεως ἐπὶ θεωρίαν ἑτέραν, τῷ τῆς ἐπιστροφῆς ὀνόματι τὸ συμβὰν ὑποφαίνει. αἴρει τοίνυν εἰς ὕψος τῆς διανοίας τοὺς ὀφθαλμοὺς, εἶτα δρέπανον ὁρᾷ, πτηνοῦ δίκην, ὑψοῦ τε ἠρμένον καὶ οἷον εἰς πᾶσαν διάττον τὴν γῆν. ἦν δὲ δὴ λίαν εὐρύ τε καὶ εὔμηκες. εἰκοσάπηχυ μὲν γὰρ τὸ μῆκος αὐτῷ, ἐν ἡμίσει δὲ τούτου τὸ πλάτος. ἐρομένῳ δὲ, τί ἂν εἴη πάλιν, καὶ μὴ εἰδέναι φάσκοντι, αὕτη φησὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προ- σώπου πάσης τῆς γῆς, καὶ ταῖς αὐτοῖς πρεπούσαις ἐνιεῖσα ποιναῖς τὸν ἐπίορκον καὶ σὺν αὐτῷ τε τὸν κλέπτην. καὶ ὅσον μὲν ἧκεν εἰς ἐμφανεστέραν δήλωσιν τὴν ἐπί γε τῶν δεδει- γμένων, δυσχερὲς οὐδέν. ἀρὰ γὰρ θεία πάντη τε καὶ πάν- τως κατανεμηθήσεται τοὺς κλέπτας καὶ πρὸς τούτοις ἔτι τοὺς ψευδορκεῖν εἰωθότας, καὶ μονονουχὶ δρεπάνῳ τοὺς ὑβριστὰς ἀποκείρουσα, χόρτον ἀποφαίνει δομάτων καὶ πυρὶ δίδωσι τροφὴν, καὶ εἰς οἶκον ἀνδρὸς εἰσελάσει τοιούτου, συντελέσει τε πάλιν αὐτὸν, καὶ καταδονήσει γεννικῶς. 2.349 Χρῆναι δὲ οἶμαι φιλομαθῶς πολυπραγμονεῖν τὰς αἰτίας, ἐφ' αἷς ἡ παροῦσα καὶ ἐν χερσὶν ἡμῖν ὅρασις, ὡς ἀναγκαία ταῖς ἄλλαις συνεισκεκόμισται· ἀνθ' ὅτου γὰρ δὴ, φαίη τις ἂν τῶν ἐπιεικεστέρων, πλείστων τε ὅσων πλημμελημάτων ὄντων κατὰ τὸν βίον, καὶ μὴν καὶ ἐν διαφόροις ὄντων αἰτια- μάτων τὸ τηνικάδε τῶν ἐξ Ἰσραὴλ, κατὰ μόνων κλεπτῶν τε καὶ ψευδωμοτῶν τὴν διὰ τοῦ δρεπάνου ποινὴν ἐπηρτῆσθαί φησιν, ἤγουν ἐκπορεύεσθαι τὴν ἀρὰν, ἀποκείρουσαν τοὺς ἁλι σκομένους καὶ συντελοῦσαν εἰς ἅπαν; πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι τὰ ἑκάστῳ χρήσιμα καιρῷ διὰ τῶν ἁγίων προ- φητῶν προσελάλει Θεὸς, ἀεί πως ὠφελῶν τὰ ἐνεστηκότα. ἦν οὖν ἀναγκαῖον τοῖς τὸ τηνικάδε μάλιστα ταυτηνὶ σαφῆ γενέσθαι τὴν ὅρασιν· ἐποίσομεν δὲ τὰς αἰτίας, ἐπικαιροτάτην οὖσαν ἐπιδεικνύοντες. ἐπειδὴ γὰρ τὴν τῶν Χαλδαίων ἀφέν- τες μόλις οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς δουλείας ἀποδυσάμενοι ζυγὸν, ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἦσαν ἐν τοῖς Ἱερο σολύμοις· δέον ἀποσχέσθαι τῶν ἀρχαίων ἐκείνων πλημμε- λημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τε τὰ φθάσαντα, καὶ κατευφραίνειν τὸν Λυτρωτὴν, τὰ αὐτῷ δοκοῦντα πληροῦν ᾑρημένους, οὐδὲν ἧττον ἦσαν ὁποῖοι καὶ τότε, παραλύοντες ἀφυλάκτως τὸ τῷ νόμῳ δοκοῦν. ἀπο- φάσκοντος γὰρ τοῦ Μωυσέως τὸ δεῖν αὐτοὺς ἀλλοφύλοις ἐπιμίγνυσθαι γυναιξὶν, αὐτοὶ τῶν τεθεσπισμένων ὀλίγα πεφροντικότες, ταῖς τῶν ὁμόρων ἐθνῶν συνεπλέκοντο θυγα τράσι, καὶ τέκνων ἦσαν ἀλλοτρίων πατέρες, καὶ ἀνοσίου σπέρματος πλήρη πάλιν ἀπέφανον τὴν ἁγίαν πόλιν. ἦσαν δέ τινες καὶ τῶν ἐν αὐτοῖς ἐπιφανεστέρων τοῖς τοιούτοις 2.350 ἐνισχημένοι πταίσμασιν, οὗ δὴ γεγονότος κατεθρήνει μὲν ὁ Ἔσδρας, καὶ δὴ καὶ τὸν θεῖον οἶκον καταλαβὼν, τὰς ὑπέρ γε τῶν ἠσεβηκότων ἐποιεῖτο λιτάς. εἶτα τί γενέσθαι συμ- βέβηκεν, ἐξ αὐτῶν εἰσόμεθα τῶν παρ' αὐτοῦ γεγραμμένων. ἔχει δὲ οὕτω "Καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολο- "γεῖτο, κλαίων καὶ χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπι- "συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱεροσολύμων ὄχλος πολὺς "σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ "ἦν μέγας ἐν τῷ πλήθει. καὶ φωνήσας Ἰεχονίας Ἰεήλου "τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν "Κύριον καὶ Θεὸν, καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς "ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. "ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν Κύριον, ἐκ- "βαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν "σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρ- "χοῦσι τῷ νόμῳ Κυρίου. ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ "τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. καὶ ἀναστὰς " Εσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν "παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν." ὀμωμοκόσι δὴ οὖν τὰ τῷ νόμῳ δοκοῦντα πληροῦν, ἦν πως ἀναγκαῖον ἐπαρτίσαι τὴν ἀρὰν, τὴν τοῖς ψευδορκεῖν εἰωθόσιν ἀπηνῶς ἐπιθρώσκουσαν, ἵνα καὶ γένοιντο φύλακες τῶν ὀμω μοσμένων. Ἐπειδὴ δὲ οἰκοδομουμένου τοῦ θείου ναοῦ πολλὴ χρημά- των ἄθροισις ἦν, τοῦτο μὲν ∆αρείου νέμοντος, τοῦτο δὲ τοῦ λαοῦ προσκεκομικότος, εἶτά τινας ἦν εἰκὸς τῶν τὰ τοιάδε 2.351 διοικεῖν ἐπιτεταγμένων ἀπονοσφίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσκεκομισμένων· ταύτῃτοι καὶ κατὰ κλεπτῶν ἰέναι τὴν ἀρὰν εὖ μάλα φησὶν, ἵνα καὶ αὐτοὶ λημματίων αἰσχρῶν γεγονότες ἀμείνους, μὴ τῶν ἱερῶν ἅπτωνται χρημάτων, εἰς ἰδίας αὐτὰ δαπανῶντες χρείας. αὕτη μὲν οὖν ἡ τῆς ὁράσεως πρόφασις. χρῆναι δέ φημι δεδιέναι τὴν ἀρὰν καὶ τὴν τοῦ δρεπάνου τομὴν τούς τε κλέπτειν ἢ ψευδορκεῖν εἰωθότας, ἐννοοῦντας ὅτι πάντη τε καὶ πάντως εἰς πέρας οἴσει Θεὸς τὰ διωρισμένα, καὶ οὔτε κλεπτῶν οὔτε μὴν τῶν ἑτέρων φείσεται. ποιεῖται γάρ πως ἀεὶ κατεστυγημένους, τοὺς τῆς θείας αὐτοῦ καταφρονοῦντας δόξης, καὶ τοὺς ἀπλήστῳ γνώμῃ τῶν οὐδὲν αὐτοῖς προσηκόντων ἐφιεμένους. 9Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς μέ Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. καὶ εἶπα Τί ἐστι; καὶ εἶπε Τοῦτο τὸ μέτρον τὸ ἐκ- πορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον· καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔῤῥιψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.9 Φθάσας ἔφην τῆς εἰς τὸν Προφήτην σαφηνείας ἀρχό- μένος, ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἅπερ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας τεθέαται, ταῦτα τοῖς λελυτρωμένοις ἀφηγεῖται χρησίμως. ἐπειδὴ γὰρ καὶ αὐτοὺς ἐθεάσατο καταῤῥαθυμοῦντας ἄγαν τοῦ χρῆναι πληροῦν τὰ νενομισ 2.352 μένα, καὶ ἀποκλίνοντας μὲν ἀκαθέκτως εἴς γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον, ὀλίγα δὲ παντελῶς τῶν διὰ Μωυσέως πεφροντικότας νόμων· συνεπλέκοντο γὰρ καὶ ἀλλοφύλοις γυναιξὶ, καὶ ἤδη τινὲς ὁλοτρόπως ἔξω βαίνοντες τοῦ εἰκότος, ἐτελέσθησαν εἰδώλοις, καί τινα πρὸς τούτοις ἔδρων ἃ μηδὲ θέμις εἰπεῖν· ἀναγκαίαν ὁ Προφήτης τῶν ὁραμάτων ποιεῖται τὴν ἀφήγησιν, ἵν' εἰδεῖεν οἱ λελυτρω- μένοι μόλις, ὁπόσαις ἀνθρώπων καὶ ἁγίων ἀγγέλων λιταῖς τὸ χρῆμα κερδάναντες αὐτοὶ, κατὰ σφῶν παραθήγουσι πάλιν τὸν τῶν ὅλων Θεὸν, ταῖς τῶν ἀρχαίων αἰτιαμάτων ἐμπλεκό- μενοι λαβαῖς. Ἔφη τοίνυν ὅτι ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. ἐξῆλθε δὲ ὅποι; ποῦ γὰρ ἦν ὅλως; οὐκοῦν ἐκ τῆς τοῦ δρεπάνου δείξεως ἐπὶ τὴν προκειμένην ὅρασιν, τὴν ἐπί γε φημὶ τῷ μέτρῳ, τὸ τῆς ἐξόδου γέγονε χρῆμα. αἴρει γεμὴν ὁ Προ φήτης εἰς ὕψος τοὺς ὀφθαλμοὺς, οἷς ἂν διάττειν ὑψοῦ μεμελετηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ θεία δυνάσθαι κατα- θρεῖν μυστήρια. ἤρετο δὴ οὖν τί ἄρα ἐστὶ τὸ δεικνύμενον. ὁ δὲ πρὸς αὐτὸν, τοῦτό φησι τὸ μέτρον τὸ ἐκπορευόμενον. αὕτη ἐστὶν ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. καὶ τί δὴ τὸ μέτρον, ἀναλογίζεσθαι χρή. καὶ δὴ καί φαμεν, ὅτι φύσει χρηστὸς καὶ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων ∆εσπότης· πλημμελοῦσι γὰρ ἀνεξικακεῖ, καὶ παρανομούντων ἀνέχεται, περιμένων τὴν ἑκάστου μεταγνωσιν· εἰ δὲ δή τις ἴοι καὶ μέχρι πολλοῦ πρὸς τὸ πλημμελὲς, καὶ εἰς πέρας ἥκοι λοιπὸν τῆς αὐτῷ νεμηθείσης ἀνεξικακίας, τὸ τηνικάδε λοιπὸν ποιναῖς ὑπο- κείσεται, καὶ λόγος αὐτῷ τῆς οὕτω μακρᾶς ῥᾳθυμίας οὐδεὶς, οὐδ' ἂν ἐξέλοιτό τις τοῦ χρῆναι λαβεῖν ἰσομέτρους αὐτῶν, 2.353 ὧν ἂν φαίνοιτο δεδρακὼς τὰς δίκας. καὶ γοῦν ἔφη που Χριστὸς πρὸς τοὺς τῶν Ἰουδαίων δήμους ἀχαλίνοις ἀπο-νοίαις πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων διάττοντας "Καὶ ὑμεῖς "ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν." οὐκοῦν μέτρον ἦν τὸ ὁρώμενον, τῆς τῶν λαῶν πλημμελείας ἐφ' ἑαυτῷ δεικνύον τὴν ἀναπλήρωσιν. ἐνίδρυτο δὲ τῷ μέτρῳ γυνὴ, τῆς ἀνομίας πληροῦσα τὸν τύπον, καὶ οἷον ἀναπιμ- πλᾶσα δι' ἑαυτῆς τὸ κεχωρηκὸς, τάχα που καὶ ὑπερχεομένη, καὶ τῷ περιττῷ διεκκύπτουσα. ἀλλ' ἰδού φησι τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἔῤῥιψεν αὐτὸ εἰς τὸ στόμα αὐτῆς. γράφει δὲ ἡμῖν εἰκότως πως τὴν ἀνομίαν ἡ ὅρασις εἰς τὸ τοῦ γυναίου σχῆμα. τύπος μὲν γὰρ ἡδονῆς ἡ γυνὴ, καὶ μέν τοι καὶ ἀσθενείας· ἀνομία δὲ πᾶσα δρῷτο ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διά τινος ἡδονῆς δελεαζούσης ἐπὶ τὸ φαῦλον, συμ- βαινούσης πρὸς τούτῳ καὶ τῆς εἰς νοῦν ἀσθενείας. εἰ μὲν γὰρ εἴη βεβηκὼς ἐφ' ἑαυτῷ καὶ ἀνδρεῖος ὁ νοῦς, οὐκ ἂν ἕλοιτο παθεῖν τὴν εἰς τὰ φαῦλα ῥοπήν· εἰ δὲ δὴ μαλα- κισθείη τε καὶ γοητευθείη πρὸς ἡδονὴν, πείσεται τὸ λυποῦν. γράφεται δὴ οὖν, καὶ μάλα ὀρθῶς, εἰς ἀνομίαν ἡ γυνή. μο- λίβου δὲ τάλαντον τὸ ἐξαιρόμενον, καὶ μὴν καὶ ἐμφράττον τὸ στόμα αὐτῆς, νοηθείη ἂν οὐχ ἕτερον οἶμαί τι παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὃς ὑψώθη διὰ τοῦ τιμίου σταυροῦ, καὶ "τὰς ἀνομίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι "αὐτοῦ ἐπὶ τὸ ξύλον," τεθριάμβευκέ τε τὸ καθ' ἡμῶν χειρόγραφον· ἵνα, καθά φησιν ὁ θεσπέσιος μελῳδός "Πᾶσα "ἀνομία ἐμφράξῃ τὸ στόμα αὐτῆς." μολίβῳ δὲ καὶ αὐτὸς παρεικάζεται· παραλαμβάνεται δὲ, ὡς ἔφην, ὁ μόλιβος παρὰ τῶν ἀργυροχοεῖν εἰωθότων, εἰς ἀποκάθαρσιν τῶν χωνευο- 2.354 μένων· τοιαύτη δέ πως καὶ ἡ Χριστοῦ δύναμις ἐν ἡμῖν. εἰ γὰρ εἰς νοῦν γένοιτο καὶ καρδίαν, πάντα δὴ πάντως ἐκτήκει ῥύπον. δοκεῖ δέ τισιν ἐῤῥίφθαι τὸν μόλιβον εἰς τὸ τῆς ἀνο- μίας στόμα, οἷον ἐμφράττοντος αὐτὴν τοῦ Θεοῦ, καὶ πέρα μέτρου καταβοᾶν τῶν ἡμαρτηκότων οὐκ ἐφιέντος ἔτι· ταύτῃ γὰρ δή τοι καὶ μέτρῳ περισχοινίζεται, συναναμετροῦντος οἶμαί που τοῦ πάντα οἰκτείροντος Θεοῦ τοῖς τῶν πταισμάτων ἐγκλήμασι τὰς ἐφ' ἑκάστῳ δίκας. 9Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος, καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποφέρουσι τὸ μέτρον; καὶ εἶπε πρὸς μέ Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.9 Τί ἂν βούλοιτο δηλοῦν τῶν γυναικῶν ἡ ξυνωρὶς, ἢ τίνος ἂν εἶεν εἰς τύπον, ἀναγκαῖον οἶμαί που καὶ πρό γε τῶν ἄλλων εἰπεῖν. ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς τῷ προφήτῃ Ἰεζεκιήλ "Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν, θυγατέρες μητρὸς "μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν "ἐπόρνευσαν, ἐκεῖ ἔπεσον οἱ μασθοὶ αὐτῶν." προσετίθει δὲ τούτοις, καθιστὰς ἐναργὲς τὸ διηγγελμένον "Καὶ τὰ ὀνόματα "αὐτῶν, Σαμάρεια ἡ ὀόλα, καὶ Ἱερουσαλὴμ ἡ ὀλίβα." μία 2.355 μὲν γὰρ ἦν ἐν ἀρχαῖς ἡ τῶν Ἰουδαίων Συναγωγή· κατὰ δε γε τὸν καιρὸν τῆς τοῦ Ῥοβοὰμ βασιλείας, ἀπεῤῥάγησαν τῶν ἄλλων αἱ δέκα φυλαὶ καὶ κατῳκήκασι τὴν Σαμάρειαν, ἐκεῖ πεπορνεύκασιν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς κατεσκεύασεν Ἱεροβοὰμ υἱὸς Ναβάτ. πλὴν οὐκ ἔξω τῆς αἰτίας ἡ ἑτέρα γέγονε, τουτέστιν Ἱερουσαλὴμ, ἐκπεπόρνευκε γὰρ καὶ αὕτη κατὰ πολλοὺς τοὺς τρόπους· τοῦτο μὲν εἰδώλοις προσκεκυνηκότων τινῶν καὶ θυόντων τῇ Βαὰλ, τῇ Ἀστάρτῃ, τοῖς βουνοῖς, τῷ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἑτέροις· τοῦτο δὲ πρὸς πᾶσαν ἑτοίμως ἰόντων ἀκαθαρσίαν, καὶ παρ' οὐδὲν τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα τιθέντων. Τὰς δύο δὴ οὖν τῶν ἐξ Ἰσραὴλ συναγωγὰς δυσὶ γυναιξὶν ἀφομοιοῖ πάλιν ἡ ὅρασις, ἃς καὶ πτέρυγας ἔποπος ἐσχηκέναι φησὶν, ἵνα τὴν ἐνοῦσαν αὐτοῖς ἀκάθαρτον γνώμην καὶ τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετὲς εὖ μάλα καταση- μήνειεν. ὁ μὲν γὰρ ἔποψ στρουθίον ἐστὶν οὐκ ἄσημον, φι- λοβόρβορον δὲ καὶ κοπροβόρον, καὶ ταῖς σκωλήκων ἀγέλαις ἀγρίως ἐπιμαινόμενον, καὶ τρυφὴν ἀεὶ ποιεῖσθαι κατειθισ- μένον τὴν ἐσχάτην ἀκαθαρσίαν. τοιουτοσὶ δέ πως καὶ τοῖς εἰδωλολατροῦσιν ἔπεστι νοῦς. οὐ γὰρ ἴεταί που κατευθὺ τοῦ πρέποντος· ἀλλ' ἔξω φέρεται τοῦ εἰκότος, τὸν θεῖον οὐκ οἶδε νόμον, ἔστι δὲ ἁπάσης ἀκαθαρσίας ἔμπλεως, καὶ πᾶν εἶδος φαυλότητος ἡγεῖται τρυφήν. ταύτῃτοι καὶ πτέρυγας ἔποπος ἐνηρμόσθαι τοῖς γυναίοις ὁ τῆς ὁράσεως ἔφη λόγος, τὴν ἴσην ἐκείνῳ γνώμην καὶ αὐταῖς ἐνεῖναι διδάσκων. ἀνα- λαμβάνουσι δὲ τὸ μέτρον τῇ ἀνομίᾳ μεμεστωμένον. 2.356 ∆εῖ γὰρ ἑκάστην ψυχὴν τῷ ἰδίῳ καταφορτίζεσθαι βάρει, τῷ τῆς ἁμαρτίας φημί. ἐπειδὴ δὲ ἴσα τε ἀμφοῖν καὶ ἀδελφὰ τὰ ἐγκλήματα, τῆς τε Σαμαρείας φημὶ καὶ τῆς Ἱερουσαλὴμ, ταύτῃτοι καὶ ἐν ἴσῳ τρόπῳ κατηχθισμέναι τῷ τε μέτρῳ καὶ τῇ ἀνομίᾳ, πνεύματος ἐμπίπτοντος ἐν ταῖς πτέρυξιν αὐτῶν, ὀξεῖ καὶ ἀπαραποδίστῳ φέρονται δρόμῳ πρὸς τὴν τῶν ἀλλο- φύλων χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Βαβυλωνίων. τοῦ γὰρ ἀκαθάρτου πνεύματος συνωθοῦντος αὐτὰς εἰς τὸ πλημμελὲς, καὶ τῇ ἀνομίᾳ καταφορτίζοντος, ἀπεκομίσθησαν πρὸς αἰχμα- λωσίαν, καὶ ὑπὸ πόδας πεπτώκασι τῶν ἐχθρῶν. ἐπειδὴ δέ φησιν ὁ μακάριος ἄγγελος, ὡς ἀποφέρουσι τὸ μέτρον οἰκοδο- μῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, ἀναγκαῖον ἡμᾶς ἐκεῖνο νοεῖν, ὡς ἔστι σημεῖον τοῦ μακρὸν παρ' ἐχθροῖς διατελέσαι χρόνον τοὺς ἐξ Ἰσραὴλ, τὸ καὶ οἶκον οἰκοδομεῖσθαι τῇ ἀνομίᾳ, καὶ οἷον ἵδρυσίν τινα καὶ στάσιν αὐτῇ γίνεσθαι παρ' ἐχθροῖς. ὃ δὴ καὶ τετέλεσται. μόλις γὰρ αὐτοῖς ἑβδομηκοστοῦ πλη- ρωθέντος ἔτους, τῶν τῆς αἰχμαλωσίας ἀνεῖνται δεσμῶν. 9Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυῤῥοὶ, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε Ταῦτά εἰσιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης 2.357 τῆς γῆς. ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο εἰς γῆν βοῤῥᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἔβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι πᾶσαν τὴν γῆν. καὶ εἶπε Πορεύεσθε καὶ περιοδεύσατε πᾶσαν τὴν γῆν· καὶ περιώ- δευσαν πᾶσαν τὴν γῆν. καὶ ἀνεβόησε καὶ ἐλάλησε πρὸς μὲ λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ.9 Προὐπέδειξεν ὅτι τοῖς σφῶν αὐτῶν ἐναλόντες βρόχοις, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτημάτων κατεσφιγμένοι, κατὰ τὸ γεγραμμένον, εἰς ἀλλοδαπὴν ἀπῴχοντο, καὶ κατῳκήκασι παρ' ἐχθροῖς, τὸν ἀήθη τῆς δουλείας ἀνατλάντες ζυγόν. ἀλλ' ἦν ἀναγκαῖον καὶ τῶν τῆς λυτρώσεως διαμεμνῆσθαι καιρῶν, καὶ δὴ ποιεῖται τὴν δήλωσιν, προσπεπλεγμένων ἑτέρων. ἐδιδάσκετο γὰρ ὁ Προφήτης συλλήβδην ἅπαντα τὰ τῷ ἔθνει συμβησόμενα κατὰ καιρούς. τὰ τέσσαρα τοίνυν ἅρματα, τὰ ἐν μέσῳ τῶν ὀρέων τῶν χαλκῶν, φαμὲν εἶναι πάλιν τὰς τῶν ἄλλων βασιλειῶν ἐπισημοτέρας, τὰς ἐν τοῖς τέσσαρσι κλίμασιν, ἤγουν ἀνέμοις, τοῖς ὑπ' οὐρανὸν κατὰ καιροὺς ἀναδεδειγμένας. ὄρη δὲ οἶμαι λέγεσθαι χαλκᾶ τὰ δύο τῆς οἰκουμένης τμήματα. τέμνουσι γάρ τινες εἰς Εὐρώ- πην τε καὶ Ἀσίαν τὴν σύμπασαν γῆν. χαλκᾶ δὲ αὐτῆς τὰ μέρη, διά τοι τὸ ἐρηρεῖσθαι διὰ παντὸς καὶ ἀκλονήτως ἔχειν καὶ μηδεμιᾶς ἀνέχεσθαι βλάβης. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων ∆ημιουργόν 2.358 "Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει." αὗται δὴν οὖν αἱ ὡς ἐκ τῶν τεσσάρων ἀνέμων βασιλεῖαι, τῶν ἄλλων, ὡς ἔφημεν, ἀλκιμώτεραι, καὶ πολὺ λαχοῦσαι τὸ εὐκλεὲς, ἐξῆλθον παρα- στῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἡ δέ γε παράστασις τὸν τῆς δουλείας ἡμῖν ὑποφαίνει τρόπον· δεδουλεύκασι γὰρ τοῖς αὐτοῦ νεύμασι, καὶ εἰ γεγόνασιν ἰσχυραί τε καὶ διαβόητοι, δι' αὐτοῦ καὶ τοῦτο κεκερδάκασιν. ἀλλ' εἰ καί τι δεδράκασι, καὶ κατηνδρίσαντο χωρῶν ἢ πόλεων, αὐτοῦ κατανεύοντος, εἰς τοῦτο δὴ πάλιν προῆλθον ἰσχύος· εἰ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης λέγων ὡς "Οὐκ ἔσται κακία ἐν πόλει, ἣν Κύριος "οὐκ ἐποίησε," κακίαν δέ φαμεν ἐν τούτοις τὴν κάκωσιν· πῶς ἂν ἐκεῖναι κατίσχυσαν ἐθνῶν ἢ χωρῶν, μὴ οὐχὶ δὴ πάλιν αὐτοῦ τὸ κατισχύσαι νέμοντος οἰκονομικῶς; Τίνες δὲ δὴ καὶ αἱ βασιλεῖαι, καιρὸς ἤδη λέγειν. οὐκοῦν ἐν μὲν τῷ ἅρματι τῷ πρώτῳ, φησὶν, ἵπποι πυῤῥοὶ, τῆς Χαλ- δαίων βασιλείας ἀνατυποῦντες ἐφ' ἑαυτοῖς τὴν ὠμότητα. πυῤῥότης γὰρ ἡμῖν τὴν αἵματος χύσιν ὑπαινίττοιτο ἂν κατά γε τὸ εἰκός· φιλαίματοι γὰρ λίαν οἱ Βαβυλώνιοι· εἷλον γὰρ αὐτοὶ τὴν Ἰουδαίαν καὶ τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, φειδοῦς ἁπάσης ἐξῃρημένης. ἐν δὲ τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες. ἔοικε δὲ τὴν Περσῶν τε καὶ Μήδων τὴν ὑπό γε Κύρῳ φημὶ βασιλείαν ὑποδηλοῦν. μέλαν δὲ καὶ τούτοις περιτέθεικε χρῶμα, διά τοι τὸ οἶμαι πλεῖστόν τε ὅσον καὶ ἀμέτρητον τοῖς Χαλδαίων ἔθνεσιν ἐπιῤῥίψαι θάνατον, καὶ ὅλην αὐτοῖς τὴν χώραν ἐν πένθει γενέσθαι παρασκευάσαι. πένθους δὲ καὶ θανάτου τὸ φαιὸν ἂν εἴη σύμβολον. λευκοὺς δὲ εἶναί φησι τοὺς ἐν ἅρματι τῷ τρίτῳ, τὴν Ἑλλήνων που τάχα καὶ Μακεδόνων ὑποφαίνων ἀρχὴν, εἴτ' οὖν τὴν Ἀλεξ- 2.359 άνδρου βασιλείαν. λευκοὶ δὲ, ὅτι καὶ ἁβροδίαιτοι, καὶ ἐν λευκαῖς ὡς ἐπίπαν στολαῖς τὰ Ἑλλήνων ἔθνη· καὶ ὅτι τὴν γλῶτταν σαφεῖς, τῆς βαρβάρου φωνῆς τὸ οἱονεὶ σκοτεινὸν οὐκ ἔχοντες. ἐν δὲ τῷ τετάρτῳ φησὶν ἅρματι ἵπποι τινὲς ἦσαν ποικίλοι καὶ ψαροί. Ἰστέον δὲ, ὅτι καὶ ἡ τῶν Ἑβραίων ἔκδοσις καὶ ἕτεροι δέ τινες τῶν ἄλλων ἑρμηνευτῶν, ἀντὶ τοῦ ψαροὶ τεθείκασι τὸ ἰσχυροί. πλὴν καὶ ταύτην εἶναί φαμεν τὴν Ῥωμαίων βασι- λείαν, ἀείπως ἔχουσαν ἐν τοῖς κατὰ καιροὺς βεβασιλευκόσι τὸ ποικίλον εἰς τὸ εὐμαθὲς καὶ τὸ βαθύ πως εἰς φρένας. συν- ετώτατοι γὰρ καὶ πρός γε τούτῳ καὶ ἀλκιμώτατοι γεγόνασί τε καί εἰσιν, οἱ τὰ τῆς Ῥωμαίων ἀρχῆς διέποντες κράτη. τέθεινται δὲ καὶ τελευταῖοι μετὰ τοὺς πρώτους κατά γε τοὺς χρόνους. Ἴδωμεν δὲ καὶ τὴν ἑκάστου τῶν ἁρμάτων, ἤγουν βασι- λείας, ἔξοδον, ὅποι ποτὲ διανένευκε καὶ ἐπὶ τίσιν ἔρχεται. σαφεστάτη γὰρ οὕτω γένοιτ' ἂν ἡμῖν ἡ τῶν νοημάτων ἀπόδοσις. τέσσαρα μὲν γὰρ ὁ Προφήτης εἶναί φησι, δια- μέμνηται δὲ τριῶν, καὶ σεσίγηκε τοῦ πρώτου τὴν ἔξοδον. ἀναμνήσω δὲ διὰ βραχέων, ὡς ἔφην. ἐν μὲν γὰρ τῷ πρώτῳ φησὶ πυῤῥοὺς εἶναι τοὺς ἵππους· ἄρχεται δὲ ἀπὸ τοῦ δευ- τέρου, καί φησιν Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐξεπορεύοντο ἐπὶ γὴν βοῤῥᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου. εἰ δὲ δὴ προσεπάγοι τοὺς ψαροὺς, οὐ τεσσάρων ἁρμάτων διαμεμνήσεται· τοὺς αὐτοὺς γὰρ εἶναι δεδώκαμεν τοῖς ποικίλοις, ἐν γὰρ τῷ ἅρματι τῷ τετάρτῳ φησὶν ἦσαν ἵπποι ποικίλοι ψαροί. οὐκοῦν τριῶν διαμέμνηται, σιωπήσας τὸ πρῶτον. τίς οὖν ἄρα ἐστὶ τῆς 2.360 ὅλης οἰκονομίας ὁ λόγος, φέρε τοῖς εὐμαθεστέροις ὡς ἔνι λέγωμεν. τοὺς πυῤῥοὺς εἶναι διεβεβαιούμεθα τὴν φιλαί- ματον τῶν Χαλδαίων ἀρχὴν, ἣ καὶ πᾶσαν ἐκποδὼν ᾕρηκε τὴν Ἰουδαῖαν, καὶ τὰς ἐν αὐτῇ κατεμπρήσασα πόλεις, ἀπε- κόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τοὺς δέ γε μέλανας τὴν Περσῶν τε καὶ Κύρου βασιλείαν εἶναι παρεδεξάμεθα. ἐγράφετο δὲ καὶ ἐν τοῖς λευκοῖς ἡ Ἀλεξάνδρου τε καὶ Μακεδόνων. ἄμφω δὲ αὗται κατεστράτευσαν τῆς Χαλ- δαίων γῆς, εἷλόν τε αὐτὴν κατὰ κράτος. πρῶτον μὲν γὰρ Κῦρος, εἶτα μετ' ἐκεῖνον Ἀλέξανδρος, ὃς καὶ αὐτὸν ᾕρηκε τὸν ∆αρεῖον περὶ τὴν καλουμένην Ἰσσόν· Κιλίκων δὲ αὕτη πόλις· ἀναριθμήτους Περσῶν μυριάδας ἀπεκτονώς. φασὶ γοῦν ὅτι σωρὸς μὲν ὀστῶν συναγήγερται μέγας τῶν ἐκεῖσε πεπτωκότων· ἐγκεκόλαπται δὲ καὶ γραφὴ, τοιοῦτον ἔχουσα νοῦν· Ἰσσοῦ ἐπὶ προβολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης Ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες, Ἔργον Ἀλεξάνδροιο Μακηδόνος, αἳ τότ' ἄνακτι ∆αρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα. Ἐπειδὴ γὰρ ἦν εἰκὸς, οὐ μετρίως ἀλγῆσαι τὸν Ἰσραὴλ τὰ περὶ τῆς τῶν Χαλδαίων ἀκούοντα βασιλείας, ὑφ' ἧς καὶ πεπόρθηται, ταύτῃτοι χρησίμως, ὡς ἂν μὴ δοκοίη κατερε- θίζειν εἰς λύπας, καὶ τοῦτο οὐκ ἐν καιρῷ, παρατρέχει μὲν ὁ Προφήτης τὸν ἐπ' αὐτοῖς λόγον. τὸ δὲ δὴ μάλιστα κατευ- φραῖνον αὐτοὺς ἐξηγεῖται λαμπρῶς, τὰ περὶ τῆς Κύρου φημὶ βασιλείας, καὶ μέντοι τῆς Ἀλεξάνδρου, οἳ μονονουχὶ καὶ ἐστάλησαν τῆς εἰς αὐτὸν Ἰσραὴλ ὠμότητος ἐξαιτοῦντες 2.361 λόγους τὴν τῶν Χαλδαίων ἀλαζονείαν. διὰ τοῦτο προσέθη- κεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ. βορειοτέρα γάρ πως τῶν Χαλδαίων ἡ χώρα· ἐπεμήνισε δὲ τοῖς Βαβυλωνίοις ὁ τῶν ὅλων Θεός. σαφὲς δ' ἂν γένοιτο καὶ τοῦτο πάλιν, αὐτοῦ λέγοντος ἐναργῶς "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ "τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι "ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην "ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." ἐπειδὴ δὲ ποινὰς ἐξέτισε τῶν Χαλδαίων ἡ γῆ, Κύρου μὲν πρώτου Πέρσαις τε ὁμοῦ καὶ Μήδοις καταδῃοῦντος αὐτὴν, τοῦ δὲ Ἀλεξάνδρου μετ' ἐκεῖνον, ταύτῃτοί φησιν, ὅτι οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ. πλὴν σιωπήσας οἰκονομικῶς ὁ Προφήτης τῶν Χαλδαίων τὴν ἔφοδον· παρα- δεδράμηκε γὰρ, ὡς ἔφην, τοὺς ἵππους τοὺς πυῤῥοὺς· οὐκέτι σεσίγηκε τὰ τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ ποικίλοι φησὶν ἐξεπορεύοντο ἐπὶ γῆν νότου. Ἄθρει δὲ ὅπως ἐντέχνως καὶ οἷον ἐν παραδρομῇ ποιεῖται τοῦ λόγου τὴν ἀπόδοσιν. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, Οὐεσπασιανὸς καὶ ὁ τούτου παῖς Τῖτος κατέδραμον τὴν Ἰουδαίων γῆν, καταψιλοῦντες ἅπασαν, καὶ τὴν ἁγίαν αὐτὴν καταπίμπραντες πόλιν. ἀλλ' εὐφυῶς ὁ Προφήτης τό Ἐξεπορεύοντό φησιν ἐπὶ γῆν νότου, νοτιωτάτη γὰρ τῶν Ἰουδαίων ἡ χώρα. αὐτοὶ δὲ δὴ πάλιν οἱ ποικίλοι καὶ ψαροὶ προσετάττοντο περιοδεῦσαι τὴν γῆν, καὶ δὴ καὶ περιωδεύκασι· κεκρατήκασι γὰρ τῆς ὑπ' οὐρανὸν, καὶ κεκυριεύκασιν ἁπάσης τῆς γῆς, Θεοῦ συννεύοντος καὶ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀν- άπτοντος δόξαν, τοῖς τὰ Ῥωμαίων διέπουσι κράτη· προ 2.362 ηπίστατο γὰρ, ὡς Θεὸς, τῆς ἐσομένης αὐτῶν εὐσεβείας τὸ μέγεθος. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει Κύριος παντοκράτωρ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον τοῦ Κυρίου· καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσι καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐπιγνώ σεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.9 Ὁ λόγος ἦν τῷ Θεῷ πρὸς τὸν μακάριον Προφήτην Ζαχαρίαν, ἤτοι δι' αὐτοῦ πρὸς πάντας περὶ τοῦ Ζοροβάβελ, ὃς ἦν μὲν ἐκ φυλῆς τοῦ Ἰούδα, καθηγεῖτο δὲ τῶν ἐξ Ἰσραὴλ, καλούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλευούσης φυλῆς. τίνα δὲ ἦν τὰ περὶ αὐτοῦ λεγόμενα παρὰ Θεοῦ, προαναμνήσομεν 2.363 ἀναγκαίως. ἔφη τοίνυν "Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν "τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν." ἀλλ' ἦν σὺν αὐτῷ θεμελιοῦντι τὸν οἶκον καὶ μὴν καὶ ἀπο- περαίνοντι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. ταύ-τῃτοι προστέταχεν ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Προφήτῃ τὰ ἐκ τῆς αἰχμαλωσίας λαβεῖν παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν. τίνες δ' ἂν εἶεν οὗτοι, ποῖα δὲ καὶ τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀφη- γήσομαι χρειωδῶς. Ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς Βαβυλωνίων οἱ ἐξ Ἰσ- ραὴλ, οὐ χύδην ἢ πεφυρμένως, ἀλλ' ἐν κόσμῳ τε καὶ τάξει, κατὰ γένη καὶ κατὰ φυλὰς, προσεκκειμένους ἔχοντες καὶ καθηγητὰς, ὡς ἐν τῷ Ἕσδρᾳ γέγραπται. ἐπειδὴ δὲ ἀφίκοντο λοιπὸν εἰς Ἱεροσόλυμα, Θεοῦ τὸν νεὼν ἐπεγείρειν ἐπαναγκά- ζοντος, ἔστησαν γαζοφυλάκιον, ἵνα καὶ ἄθροισις γένηται χρημάτων εἰς τὴν τῶν ἔργων κατασκευὴν, καὶ εἰς τὰς τῶν ἱερέων στολὰς, καὶ εἰς τὰς τεταγμένας αὐτοῖς κατὰ νόμον θυσίας. τέτακτο δὲ τῶν χρημάτων ταμίας, Ἰωσίας υἱὸς Σοφονίου. προστάττει δὴ οὖν ὁ τῶν ὅλων Θεὸς, προσκεκο- μισμένων παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίας, ἃ καὶ ἦν ἀπόθετα παρὰ τῷ Ἰωσίᾳ, χρυσίον λαβεῖν καὶ ἀργύριον, εἶτα κατασκευάσας στεφάνους, ἐπιθεῖναί τε αὐτοὺς ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, φάναι τε αὐτῷ περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ· τὸ δὲ ἀνατολὴ τῶν Ἑβραίων ἡ ἔκδοσις τῷ τοῦ βλαστήματος ὀνό- ματι κατεσήμηνε· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, τουτέστιν, 2.364 ἐκ τῆς αὐτοῦ ῥίζης ἀναφύσει πολλά. λήψεται δὲ καὶ ἀρετὴν, τουτέστιν, εὐπρέπειαν, ἤτοι δόξαν· ἐκδεδώκασι γὰρ οὕτως οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. προσετίθει δὲ τούτοις, ὡς ἄμφω μὲν, Ἰησοῦς τε καὶ Ζοροβάβελ ἐπὶ τὸν αὐτὸν καθεδοῦνται θρόνον, ὡς εἶναι κοινὸν τὸ τῆς βασιλείας καὶ τῷ μετὰ χεῖρας ἔχοντι τὴν ἱερουργίαν, τὸ γεμὴν τοῦ ἱερέως καὶ αὐτῷ προσ- κεῖσθαι τῷ βασιλεύοντι· ἔσται δὲ ἀμφοῖν καὶ βουλὴ μία καὶ εἰρηνικὴ, ὡς κατά τι γοῦν ὅλως μὴ ἑτερογνωμονοῦντας ὁρᾶσθαι. εἶτα τοὺς στεφάνους λαμπρὸν γενέσθαι προστέταχεν ἀνάθημα τῷ Θεῷ εἰσκεκομισμένους εἰς τὸν οἶκον αὐτοῦ, ὥστε καὶ εἰς χάριν, ἤτοι καύχημα, γενέσθαι τῶν προσαγηοχότων, Ἰωσίου τέ φημι καὶ τῶν τῆς αἰχμαλωσίας χρησίμων καὶ τῶν ἀρ- χόντων αὐτῆς· ἀνατεθῆναί τε, οὐ μάτην, ἀλλ' ὥστε καὶ ᾠδῆς γενέσθαι πρόφασιν τοῖς ᾠδοῖς τοῦ ναοῦ καὶ ἱεροψάλ- ταις. τότε γὰρ δή φησι καὶ οἱ μακρὰν ἀπ' αὐτῶν· τουτέστιν οἱ ἐκ τῶν ἑτέρων ἐθνῶν· ἥξουσι καὶ προσκυνήσουσι τῷ Κυρίῳ. συμβήσεσθαι δὲ τὰ τοιάδε, φησὶν, εἴπερ ἕλοιντο τῷ τῆς εὐπειθείας κατασεμνύνεσθαι κόσμῳ, καὶ ἀκούειν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ· καὶ τότε λοιπὸν εἰς πέρας ἐκβεβηκότων τῶν προηγγελμένων, ἐπιγνώσεσθαι σαφῶς, ὅτι τὰ παρὰ Θεοῦ σαφῆ καταστήσων ὁ Προφήτης ἀπεστάλη· καὶ οὐχὶ δὴ μᾶλλον κατά τινας τῶν ψευδοεπεῖν εἰωθότων, τὰ ἀπὸ καρ- δίας αὐτοῦ λαλήσων, ἀληθὴς δὲ μᾶλλον, καὶ οὐ ψευδάγγελος. Αὕτη μὲν οὖν ἡ ἑτοιμοτάτη καὶ πρόχειρος τῶν ἐν ἱστορίαις ἀπόδοσις· δηλοῖ δὲ ὅτι τὸ χρῆμα τὸ Χριστοῦ μυστήριον, εἰ ἐρευνῷτο λεπτῶς, οὐκ ἂν ἐνδοιάσειέ τις. διεβεβαιούμεθα 2.365 μὲν γὰρ ἐν ἀρχαῖς, ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ μέντοι καὶ Ἰησοῦ διαμεμορφῶσθαι Χριστὸν, καὶ ἀνὰ μέρος ἐν ἑκατέρῳ, καὶ ἐν ἀμφοῖν συλλήβδην, ὡς ἕνα. ἔστι γὰρ ἐν ταυτῷ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καὶ μέγας "ἀρχιερεὺς, ὅσιος, ἄκακος, "ἀμίαντος." ἐπειδὴ δὲ οἱ μὲν ἐκ φυλῆς Ἰούδα τοὺς τῆς βασιλείας διεῖπον θώκους, οἱ δὲ τῆς Λευὶ τέθειντο πρὸς ἱερωσύνην, ἐν ἑνὶ δὲ οὐκ ἦν καὶ βασιλείαν ὁρᾶν τε καὶ ἱερωσύνην, ταύτῃτοι σοφῶς διὰ τῶν δυοῖν εἰς ἕνα μορφοῦται Χριστός. οὐκοῦν εἰ λέγοι Θεὸς περὶ τοῦ Ζοροβάβελ, ὡς "Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ "αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν," ἱστορικώτερον μὲν ἐπ' ἐκείνου νοήσεις, ἀνοίσεις δὲ ἐπὶ Χριστὸν νοητῶς τοῦ μυστηρίου τὴν δύναμιν. αὐτὸς γὰρ ἡμῶν γέγονεν ὁ θεμέλιος, καὶ αὐτῷ πάντες ἐποικοδομούμεθα πνευματικῶς εἰς ναὸν ἅγιον· αὐτὸς ἡμῶν ἡ ἀρχὴ καὶ τὸ πέρας· παρίστησι γὰρ ἡμᾶς ἡγιασμένους ἐν πνεύματι, λαμπρόν τε καὶ ἱερὸν ἐν- διαίτημα ἑαυτῷ τε καὶ τῷ Πατρὶ, περιῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, καὶ κατηργημένης τῆς φθορᾶς· αὐτός ἐστιν ὁ Ἰησοῦς, ὡς ἔφην, ὁ ἱερεὺς ὁ μέγας. καὶ ἑρμηνεύεται μὲν Ἰη σοῦς Σωτηρία λαοῦ· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Γαβριὴλ πρὸς τὴν ἁγίαν ἔφη παρθένον "Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ "καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ- "τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·" Ἰωσεδὲκ δὲ νοεῖται ∆ικαιοσύνη Θεοῦ· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ διὰ πίστεως, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τὸν ῥύπον ἀπενιψάμεθα. αὐτὸς ἡμᾶς αἰχμαλώτους ὄντας ἐῤῥύσατο καὶ 2.366 τῆς νοητῆς δουλείας ἐξείλατο, καὶ οἷαπερ ἐξ ἀλλοδαπῆς καὶ γῆς ἀλλοφύλων τῆς δαιμονιώδους ἀπάτης, ἀνεκόμισεν εἰς θεογνωσίαν, καὶ εἰς τὴν τῶν ἁγίων καλλίπολιν, τὴν ἁγίαν ἀληθῶς Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία. διὰ τοῦτο στεφανοῦται πρὸς ἡμῶν ὀρθῇ καὶ ἀνεπιλήπτῳ πίστει, καὶ τοῖς εἰς ἀρετὴν αὐχήμασιν, ὕμνοις τε τοῖς χαριστηρίοις. καὶ οἱ μὲν τὸ τηνικάδε στέφανοι χρυσοῖ τε ἦσαν καὶ ἀργυροῖ, καὶ ἐξ ὕλης κατεσκευάζοντο τῆς φθαρτῆς· οἱ δέ γε πρὸς ἡμῶν πεπλεγμένοι τε καὶ ἀνημμένοι, γήϊνον μὲν ἔχουσιν οὐδὲν, συντέθεινται δὲ μᾶλλον ἐκ τῆς τῷ Θεῷ πρεπούσης δόξης. ἀνατίθεμεν γὰρ ὡς χρυσὸν μὲν αὐτῷ τῶν περὶ αὐτοῦ δογμά- των τὴν ἀπλανῆ θεωρίαν· ὡς ἄργυρον δὲ τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα νοητήν. ἔστι δὲ καὶ ἑτέρως στέφανός τε καὶ δόξα Χριστοῦ τῶν παρ' αὐτοῦ σεσωσμένων ἡ σω- τηρία. σέσωσται δὲ οὐκ ἔθνος ἓν, καθάπερ ἀμέλει καὶ πάλαι διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ' ὅλη λοιπὸν ἡ ὑπ' οὐρανόν· ἔπρεπε γὰρ καὶ τοῦτο τῷ Χριστῷ. ἄθρει δὲ ὅπως παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίας καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ τῶν ἐπεγνωκότων αὐτὴν τὰ εἰς τὴν τῶν στεφά- νων κατασκευὴν προσκομίζονται. οἱ γὰρ λαῶν ἡγούμενοι καὶ εἰς ἀρχὰς τεθειμένοι τὰς τοιάσδε παρὰ Θεοῦ, καὶ οἱ τὸν τῆς ἀρχαίας ἡμῶν αἰχμαλωσίας εἰδότες τρόπον, χρήσιμοί τε τοῖς λελυτρωμένοις, ὡς καθηγηταὶ καὶ δι- δάσκαλοι καὶ νουθετεῖν οἵοι τε καὶ ἀποκομίζειν εὖ μάλα πρὸς ἐννομωτάτην ζωὴν, αὐτοὶ τὰ ὑπὲρ πάντων προσά γουσι δῶρα, τὰ τῶν ἀδυνάτων ἀσθενήματα πληροῦντες δι' ἑαυτῶν. 2.367 Ἐπιτεθειμένων δὲ τῶν στεφάνων ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ, λέγεται πρὸς αὐτὸν περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. τεθέασαι στε- φανούμενον τὸν Ἰησοῦν ὡς ἱερέα, καὶ προὔχοντα δὲ ὅρα πάλιν αὐτὸν ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ ἐν δόξῃ τῇ βασι- λικῇ· σύνες δὲ ὅτι αὐτός ἐστιν ἡ ἀνατολὴ, τουτέστι, τὸ βλάστημα, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἡσαΐας "Καὶ "ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς "ῥίζης ἀναβήσεται." ἀνεθάλομεν δὲ ἡμεῖς ὑποκάτωθεν αὐτοῦ. ῥίζα γὰρ γέγονεν ὁ Χριστὸς τῆς ἀνθρωπότητος, ἤτοι τῶν διὰ πίστεως κεκλημένων, δευτέρα, καὶ οὐ κατά γε τὴν πρώτην, φημὶ δὲ δὴ τὸν Ἀδὰμ, ἀλλ' ἐν ἀμείνοσιν ἀσυγκρίτως· ἀνεθάλομεν γὰρ εἰς φθορὰν μὲν οὐκέτι καὶ εἰς θάνατον διὰ τὴν ἀρὰν, ἀλλ' εἰς ζωήν τε καὶ ἀφθαρσίαν, ῥίζαν ἔχοντες τὴν ζωὴν, τουτέστι Χριστόν. καὶ ὥσπερ ἐστὶν αὐτὸς μὲν "ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα," προσπεφυκότες αὐτῷ διὰ τῆς πνευματικῆς κοινωνίας· οὕτω καὶ ῥάβδος καὶ βλά- στημα μὲν αὐτὸς, ἤγουν ἀναφυὴ καὶ ἀνατολή· ἡμεῖς δὲ ὑπ' αὐτῷ βεβλαστήκαμεν, ἀνεφύημέν τε καὶ ἀνεθάλομεν εἰς ἀφ- θαρσίαν, ὡς ἔφην, καὶ ζωήν. αὐτὸς ᾠκοδόμησε τὸν οἶκον Κυρίου. ἔστι δὲ καὶ ἁπάσης ἔμπλεως ἀρετῆς, τουτέστιν, εὐ- κλείας τῆς Θεῷ πρεπωδεστάτης· "Ἐκάλυψε γὰρ οὐρανοὺς ἡ "ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ," καθά φησιν ὁ προφήτης Ἀμβακούμ. γέγραφε δέ που καὶ ὁ σοφὸς Ἰωάννης, ὅτι "Καὶ τεθεάμεθα τὴν δόξαν αὐτοῦ, 2.368 "δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ "ἀληθείας." αὐτὸς κεκάθικεν ἐπὶ θρόνου· βεβασίλευκε γὰρ ὡς Θεὸς, καὶ ἔστι σύνεδρος τῷ ἰδίῳ Πατρὶ καὶ συγκατάρχει τῶν ὅλων. ὅτι δὲ Ζοροβάβελ τε καὶ Ἰησοῦς ἀλλήλοις ὥσπερ εἰς ἑνότητα συνενηνεγμένοι κατασημήνειαν εὖ μάλα Χριστὸν, κατέδειξε προστιθεὶς, ὡς περί γε τοῦ Ζοροβάβελ Καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· τουτέστιν, ἐν τιμῇ τε καὶ δόξῃ· καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. ἔστι γὰρ ὁ αὐτὸς, ὡς καὶ ἤδη προεῖπον, βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς, ὡς διὰ δυοῖν εἰς ἕνα γραφόμενος τὸν Ἐμμανουήλ. πλὴν οὐκ ἄμισθος ὁ πόνος τοῖς στεφανοῦσι Χριστὸν, ἀλλ' εἰς ἀτελεύ τητον αὐτοῖς δραμεῖται μνήμην ἡ καρποφορία. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, ἐμπεδοῖ προστιθείς Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπο- μένουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. ἔσται γὰρ εἰς χάριν τοῖς ἀνατεθεικόσι τὰ προσκεκομισμένα, γενήσονται δὲ καὶ δοξολογίας πρόφασις. ἡ γὰρ τῶν ἡγου- μένων εὐσέβεια, τῆς εἰς Θεὸν ἀγάπης ὁδὸς τοῖς ἑτέροις γίνεται. στεφανουμένου δὲ πρὸς ἡμῶν τοῦ Χριστοῦ, τότε καὶ ἡ τῶν ἐθνῶν ἀγέλη δραμεῖται πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ οἱ μακρὰν ὄντες διὰ τὴν πλάνην, κεκλήσονται διὰ τῆς πίστεως, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. τίνα δὲ οἰκοδομή- σουσιν; ἑαυτοὺς δηλονότι συναρμολογοῦντες τοῖς ἁγίοις, καὶ συντιθέντες ἐν πίστει πρὸς ἕνωσιν τοῖς ἐξ Ἰσραὴλ, ὄντος ἀκρογωνιαίου Χριστοῦ καὶ συνείροντος εἰς ὁμοψυχίαν δι' ἑαυτοῦ τὰ πάλαι διῃρημένα. ἔκτισε γὰρ "τοὺς δύο λαοὺς "εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλ- "λασσων ἐν τῷ σώματι αὐτοῦ τὰ πάντα πρὸς τὸν Πατέρα." 2.369 ὧν εἰς πέρας ἐκβεβηκότων, ἐπιψηφιούμεθα τοῖς ἁγίοις προ- φήταις τὸ ἀτρεκὲς, ἐγνώκαμέν τε σαφῶς, ὡς ἦν Θεὸς ἐν αὐτοῖς ὁ λαλῶν καὶ προαναφαίνων ἡμῖν τὸ Χριστοῦ μυστήριον.

ΤΟΜΟΣ Βʹ. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΡΙΤΟΣ.

Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστι Χασελεῦ· καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον, λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παν τοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων Εἰ εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησαν ἤδη ἱκανὰ ἔτη.9 Μετὰ τὴν τῶν ὁράσεων ἐπίδειξιν ἕτεροι παρὰ Θεοῦ γεγό- νασι λόγοι, μικροῦ μεταξὺ διιππεύσαντος χρόνου. πρὸ μὲν γὰρ τῶν ὁράσεων γέγραπται ὅτι "Τῇ τετράδι καὶ εἰκάδι ἐν "τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν σαβάτ· ἐν τῷ "δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς "Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, "λέγων·" ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος 2.371 μετ' ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τε- τράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστι Χασαλεύ· κατὰ τὴν Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφή- γησις εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν. τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασι- λεὺς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ πέμπτῳ μηνί· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρό- πος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπός. Βασιλεύοντος τοίνυν Ὠσηὲ τοῦ υἱοῦ Ἠλᾶ τῶν δέκα φυ-λῶν τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ πολὺ διανενευκότος εἰς ἀπό- στασιν· λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλ- δαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν, ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως "Ἐν "ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ"υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε "τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς "̓Ισραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ' αὐτὸν ἀνέβη Σαλ- "μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ "δοῦλος." καὶ μεθ' ἕτερα πάλιν "Καὶ ἀπῳκίσθη Ἰσραὴλ "ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας "ταύτης. καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος 2.372 "τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Ἀϊὰ καὶ ἀπὸ Αἰμὰθ καὶ Σεπφα- "ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ "τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ "κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς." οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνε- νεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, ὃς καὶ ὠνό- μασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν. Καὶ ταῦτα μὲν περὶ τῶν ἀνδρῶν· περὶ δέ γε τοῦ ἁγιάσματος, φέρε δὴ πάλιν τὰ εἰκότα λέγωμεν. οὐκοῦν πρὶν ἁλῶναι τὴν Ἰουδαίαν παρὰ τοῦ Ναβουχοδονόσορ, ὁ μακάριος προφήτης Ἰωὴλ προανακεκράγει τὸ συμβησόμενον, καὶ δὴ καὶ πενθεῖν τοῖς ἱερεῦσι παρεκελεύετο, καὶ προσέτι καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἱερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως "Περιζώσασθε καὶ κόπτεσθε "οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσ "έλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι "ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, καὶ "κράξετε πρὸς Κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς ἡμέραν." καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς, οὗτος ἐνι- "αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον "βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐνέπρησε τὸν "οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς "οἴκους Ἱερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ ἀρχι "μάγειρος." εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται γὰρ ὡδί. οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατ- εμπρησθῆναι δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδο λίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῇ ἑβδόμῃ τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱερο- σόλυμα, καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῇ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁν- δανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἀλλ' ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχη- κότος ναοῦ. Ἐπειδὴ δὲ ἐπανῆλθον, τὴν Περσῶν ἀφέντες καὶ Μήδων, 2.374 καὶ κατῳκήκασι τὴν ἁγίαν πόλιν, εἶτα τὸν θεῖον ἀνεδείμαντο νεὼν, ἐδόκει πως τὸ ἔθος αὐτοῖς οὐκ ἐν καιρῷ καὶ κόσμῳ πράττεσθαι λοιπόν. ἔδει γὰρ μᾶλλον ὡς ἀπό γε τῶν γε- γενημένων μεταχωρῆσαι πρὸς εὐθυμίαν, καὶ πληροῦν ἑορτὰς, καὶ χαριστηρίους ἀναπέμπειν ᾠδὰς τῷ κεκληκότι πρὸς ἐλευ- θερίαν αὐτούς. ἐνδοιάζοντες δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, πέμπουσί τινας ἐρησομένους τούς τε ἱερεῖς καὶ τοὺς προφήτας Εἰ εἰσελήλυθεν ὧδε τὸ ἁγίασμα ἐν τῷ μηνὶ τῷ πέμπτῳ καθότι ἐποίησαν ἤδη ἱκανὰ ἔτη, τουτ- έστιν, εἰ συνδεδραμήκασιν οἱ πενθεῖν εἰωθότες ἐν τοῖς Ἱερο- σολύμοις, καὶ εἰ παραδέξονται τὴν συνήθειαν αὐτοὶ, τὴν ὡς ἐν τρόπῳ γεγενημένην ἁγιάσματος, καίτοι καὶ ἐγηγερμένου τοῦ θείου ναοῦ καὶ λελυμηνές τῆς αἰχμαλωσίας. ἡγίασαν γὰρ, ὡς ἔφην, νηστείαν καθὸ δεδράκασιν ἐκ πολλῶν ἐτῶν. αἰχμαλώτου γὰρ ὄντος τοῦ Ἰσραὴλ, διατετελέκασι καὶ αὐτοὶ τὸν τοῦ πένθους τηροῦντες καιρὸν, καὶ ἁγιάζοντες τὴν νη- στείαν καθάπερ ἤδη προεῖπον. οὐκοῦν ἐνδοιαζόντων ἡ ἐρώ- τησις, πότερόν ποτε χρὴ πληροῦν ἔτι τὸ ἁγίασμα καὶ τὸ πένθος, καὶ μετά γε τὴν ἔγερσιν τοῦ ναοῦ· ἤγουν ἀπο- σχέσθαι λοιπὸν τῆς τοῦ πένθους αἰτίας ἐκποδὼν οἰχομένης. 9Καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μὲ λέγων Εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύ- κατέ μοι; καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ 2.375 ὑμεῖς πίνετε; οὐχ οὗτοι οἱ λόγοι εἰσὶν οὓς ἐλάλησε Κύριος ἐν χειρὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;9 Ἤροντό τινες, ὡς ἤδη προεῖπον, περὶ τοῦ ἐπίκλην ἁγιάσματος τούς τε ἱερέας καὶ τοὺς προφήτας· εἶτα Θεὸς ἀποκρίνεται, τῶν ἱερέων καὶ προφητῶν κατά γε τὸ εἰκὸς προσαγηοχότων τὰς λιτὰς, καὶ ὅτι προσήκοι τοῖς τὰ τοιάδε φιλοπευστεῖν ᾑρημένοις ἀποκρίνεσθαι σοφῶς διεσπουδακό- των. εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ οὐ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ' ἵν' οὕτως εἴ- πωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ' ἂν τρόπον τοῖς παρ' ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας, καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φησὶν, οὐ νενη- στευκότες; διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τρίβαις, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀπο- περαίνειν ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, 2.376 καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δε- δέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδινῇ. ἔφη μὲν γὰρ ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ' ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν, ἔξω γένησθε τῶν κακῶν. οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώ- ζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε, 2.377 καὶ κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Κατακιβδηλεύσας τὸ πένθος, ὡς ἄχρηστον καὶ ἀνωφελὲς, καὶ τὸν εἰκαῖον αὐτῶν ἱδρῶτα διαχλευάσας, ἀποκομίζει λοιπὸν πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προ- φητικῶν κηρυγμάτων τὸν νοῦν. ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν ἐσπουδασμένως ἔλεόν τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἂν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βούλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ᾑρημέ- νους χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός "Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·" καὶ μὴν καὶ προσευχομένους ἐδίδαξε λέγειν "Ἄφες ἡμῖν τὰ ὀφειλήματα "ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ "τοῦ πονηροῦ." ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, "Ὁδοὶ δὲ μνησικάκων εἰς θά- "νατον," κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἂν ἐνδοιάσειέ τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης. 9Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, 2.378 καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρ- δίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω αὐτῶν, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀνα- στρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.9 Πεπληροφόρηκε δὲ διὰ τούτων, ὅτι παραθήγοντες οὐ διαλελοίπασιν αὐτοὶ κατὰ σφῶν τὸν τῶν ὅλων Κριτήν. ἐξὸν γὰρ αὐτοὺς τοῖς τῶν ἁγίων προφητῶν καταπείθεσθαι λόγοις καὶ, τὸ ἀντιφέρεσθαι γεννικῶς τοῖς τοῦ νομοθέτου θελήμασι ῥιπτοῦντας ὡς ἀπωτάτω, τὴν εὐκλεᾶ καὶ ἐννομωτάτην ἀν θελέσθαι ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν. κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχεί- ριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ Πνεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετα- νοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς ἐπενηνεγμένοις. εἰ δὲ δὴ λέγει Θεὸς ἐν τούτῳ ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, 2.379 ἀφανισθήσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Πέρσας καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρέφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή- σωμεν. ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ' ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά. 9Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐζήλωσα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.9 Τὸ ἀπειθὲς καὶ ἐξήνιον τῶν ἀρχαιοτέρων καὶ ἐξ αὐτῶν σφισι συμβεβηκότων ἀποχρώντως διαβεβληκὼς, καὶ ὅτι γέ- νοιτο πάντων αὐτοῖς τῶν κακῶν πρόξενον ἀποφήνας, μετα- βιβάζει τὸν λόγον ἐπὶ τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ πειρᾶται λοιπὸν τοὺς τῆς εὐημερίας αὐτοῖς ἐπαγγέλλεσθαι καιροὺς, καὶ τοῖς κατ' εὐχὴν ἀγαθοῖς καταπιαίνειν πλουσίως, ὡς ἤδη μὲν δίκας ἐκτετικότας, ὧν ἀνοσίως πεπαρῳνήκασιν, ἐκνενιμ- μένους δὲ ὥσπερ τῆς ἀρχαίας φαυλότητος τὰ ἐγκλήματα διά 2.380 τοι τοῦ κεκολάσθαι παρ' ἐχθροῖς καὶ τὸν τῆς δουλείας ἀνατλῆναι ζυγόν. κατακέκραγε δὲ ὥσπερ τῆς τῶν Βαβυ- λωνίων ὠμότητος, οἳ πέρα παντὸς ἰόντες θράσους, δεδράκασιν εἰς αὐτοὺς, ἃ μηδὲ αὐτὸς ὁ θεῖος ἤθελέ που θυμός· ἔφη γὰρ ἐναργῶς ὅτι "Ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- "θεντο εἰς κακά." ἐζήλωκα δὴ οὖν τὴν Ἱερουσαλὴμ, τουτέστι τὸν ὑπὲρ αὐτῆς εἰσδέδεγμαι ζῆλον, καὶ θυμῷ μεγάλῳ ἐζή- λωσα αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Συμβήσεται τοῖς Βαβυ- λωνίοις ἐξ ἀντιστρόφου παθεῖν ὧν δεδράκασιν ἀπηνέστερα, καὶ τοῖς οὕτω πεπορθηκόσιν ἐποίσω τὰ ἐξ ὀργῆς. Τοῦτο πεπλήρωκεν ὁ Χριστός. λελυπημένος γὰρ ἐφ' ἡμῖν τοῖς ἀθλίως ἀπολωλόσι, καὶ οἷον ζηλώσας τὴν Ἐκκλη σίαν, τὴν αὐτῷ μὲν προεγνωσμένην, οὔπω γεμὴν ἀναδε- δειγμένην ἐν κόσμῳ, συνέτριψε μὲν τῶν δαιμονίων τὰ στίφη, τὸν δέ γε τῆς ἐκείνων ἀπονοίας ἐπιστάτην τῆς καθ' ἡμῶν ἐκβέβληκε τυραννίδος καὶ τοῖς ἐξ ὀργῆς κινήμασιν ὑποθεὶς, ἐλευθέρους τῆς ἐκείνου σκαιότητος ἀπέφηνε λοιπὸν τῶν προσκυνούντων αὐτὸν τὴν ὁμήγυριν. 9Τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ κληθήσεται Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον.9 Πληροῖ μὲν τὰ πάντα Θεὸς, καὶ τῆς ἀποῤῥήτου φύσεως αὐτοῦ τὰ πάντα μεστά. πλὴν ἀποφοιτᾶν ἐσθ' ὅτε λέγεται τῶν ἡμαρτηκότων, οὐ ταῖς κατὰ τόπον διαστάσεσι μεριζό- μενος· εὔηθες γὰρ κομιδὴ τὸ ὧδε νοεῖν· ἀλλὰ τῷ μηκέτι 2.381 θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦ- τον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολατρείας ὁ Ἰσραὴλ, καὶ ἐκπεπόρνευκεν Ἱερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέψω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ' αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀλη- θινὴ δὲ πάλιν Ἱερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ- κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις. Περιθείης δ' ἂν εἰκότως τὰς τοιάσδε φωνὰς τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότι Λόγῳ, ὃς ὑπάρχων ἐν μορφῇ τοῦ γε γεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, "ἑαυτὸν ἐκένωσε "μορφὴν δούλου λαβὼν," καὶ γέγονεν ἄνθρωπος, καὶ "ἐπτώ- "χευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν." οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν "διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ "ἐκ νεότητος" δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἡμᾶς ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκ κλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς 2.382 ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας "Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." ψάλ-λει δὲ καὶ ὁ μακάριος ∆αυείδ "∆εδοξασμένα ἐλαλήθη περὶ "σοῦ, ἡ πόλις τοῦ Θεοῦ." ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ προφήτης Ἡσαΐας λέγων "Ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις "ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ "ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν "βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη." περίοπτος γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷάπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται. κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν τύποις καὶ σκιαῖς λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Χριστὸς, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ πληροῦσα προσκύνησιν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι καθίσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.9 ∆απανήσαντος τοῦ πολέμου τὸ τῶν Ἰουδαίων ἔθνος, συμ βέβηκεν ἀναγκαίως κενὰς τῶν κατῳκηκότων τὰς παρ' αὐτῶν γενέσθαι πόλεις, οἴκους τε κατεῤῥιμμένους ὁρᾶν καὶ τῶν ἐν αὐταῖς κατασκευασμάτων τὰ κάλλη. ἀλλ' ἰδοὺ τριπόθητον αὐτοῖς καὶ μακρὰν εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται, ἣν, καὶ μάλα ὀρθῶς, Ἑλλήνων παῖδες ὀνομάζουσι κουροτρόφον. τοὺς μὲν γὰρ τικτομένους ἀνακομίζει πρὸς ἥβην, τοῖς δὲ ἤδη 2.383 γεγονόσι νέοις ἁπλοῖ τρόπον τινὰ καὶ τὴν εἰς γῆρας ὁδὸν, καταδῃοῦντος οὐδενὸς, οὐ πολέμου συντρίβοντος, οὐ δα- πανώσης μάχης. ὑποτοπητέον δὴ οὖν, καὶ μάλα ὀρθῶς, ὡς ἐν εἰρήνῃ τὰς πόλεις, κἂν εὐρεῖαί τε εἴεν καὶ μακραὶ, στενὰς ἀποφαίνεσθαι καὶ ἡττῆσθαι τῷ πλήθει τῶν κατῳκηκότων. τοιοῦτόν τινα νοῦν ὠδίνει πάλιν ἡμῖν τὸ προκείμενον. ἔφη γὰρ ὅτι καθεδοῦνται μὲν πρεσβύτεροι καὶ πρεσβύτιδες ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ῥάβδῳ μόλις τὸ ἐκ τοῦ γήρως ἄναλκι μετρίως παραμυθούμενοι, καὶ βακτηρίαν ἔχοντες γεροντα- γωγόν· ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων καὶ βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἂν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἂν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ καιρός. Γέγονε δὲ καὶ ἡμῖν αὐτοῖς εἰρήνη Χριστὸς, ὃς καὶ πάντα συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλη- σίαν. καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων " Εγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς·" παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπι- στευκότων ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευμα τικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, 2.384 τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν "∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ "τῷ Σωτῆρι ἡμῶν." εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ μεγάλους στηρίζει Χριστὸς, ἡ ῥάβδος ἡ ἐξ Ἰεσσαὶ, καὶ ἡ τῆς δυνάμεως ὠνομασμένη, ἣν ἐκ τῆς ἄνω Σιὼν πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ λέγειν "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με "παρεκάλεσαν." 9Τάδε λέγει Κύριος παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ.9 Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πως ἐφ' ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν. καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ' ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς κατα δονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω- μένους, καὶ οὐ σφόδρα θαῤῥεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γε- νέσθαι τὴν Ἱερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ 2.385 τείχη κατεῤῥιμμένα, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς ἀκάνθης μεστοὺς, οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύ- τῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύριος Παντοκράτωρ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐ- κατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἔστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν. Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα " Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, "ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ "μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν." ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, 2.386 κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατη- γλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἂν οἶμαί που τὸ ἀν- τιστατοῦν οὐδέν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἰδοὺ ἐγὼ ἀνασώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐ- τοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ.9 Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπλη- ροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἐξ ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουὴλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ' οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος," καὶ ἐπουράνιος Ἱερου- σαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς εἰπεῖν; γέγονε γὰρ καθ' ἡμᾶς, καὶ "τοῖς ἀνθρώποις συν- 2.387 "ανεστράφη" μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι' ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ "δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ "σε ἐν τῇ ἀγαπήσει αὐτοῦ." ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ' ἑαυτοῦ τὸν Παράκλητον, καὶ σύνεστι δι' αὐτοῦ τοῖς ἀγαπῶσιν αὐτόν· καὶ πληροφορήσει λέγων "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας "τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος." γεγόναμεν τοίνυν αὐτοῦ λαὸς, οἱ ποτὲ οὐ λαὸς, καὶ οἱ τῶν λίθων θεραπευταί· τὴν ἀρχαίαν καὶ βέβηλον καταμυσαττόμενοι πλάνησιν· Θεὸν αὐτὸν ἐπεγραψάμεθα, καὶ τοῦτο ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ. οὐ γὰρ ἐν ἴσῳ τοῖς τοῦ γράμματος φίλοις, τύποις καὶ σκιαῖς προσκείμεθα, παραδεξάμενοι δὲ μᾶλλον εἰς νοῦν καὶ καρδίαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων λαμπρότητα, τὴν ἀληθῆ πληροῦμεν λατρείαν, καὶ τῆς ἁν- δανούσης αὐτῷ δικαιοσύνης ἀπρὶξ ἐχόμενοι, τὴν ἐν πνεύματι πληροῦμεν προσκύνησιν. "Πνεῦμα γὰρ ὁ Θεὸς," καθά φησιν αὐτὸς ὁ Υἱὸς, "καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν "πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται.9 Ὑπισχνεῖται μὲν τοῖς ἀγαπῶσιν αὐτὸν ὁ τῶν ὅλων Θεὸς τὰ ὑπὲρ ἐλπίδα πολλάκις, ψευδομυθεῖ δὲ οὐδαμῶς, ἀλλ' ἰδίᾳ δυνάμει καὶ ἀποῤῥήτοις τισὶν ἐνεργείαις ἀποπεραίνει κατὰ 2.388 καιροὺς, ἅπερ ἂν βούλοιτο, καὶ λίαν ἀκονιτί. πρέποι δ' ἂν ἡμᾶς οὐκ ἀσθενοῦντας τῇ πίστει, πάντη τε καὶ πάντως ἐπι μαρτυρεῖν αὐτῷ τὸ πάντα δύνασθαι διαπεραίνειν εὐκόλως· ἀνδρίζεσθαι δὲ πρὸς ἔργα τὰ δι' ὧν ἐσόμεθα λαμπροὶ, καὶ τὸν εὐκλεᾶ τῆς ἐπιεικείας ἀποκερδανοῦμεν στέφανον· κατα- πείθεσθαι δὲ τοῖς παρ' αὐτοῦ λόγοις, καὶ ποδηγοὺς ποιεῖσθαι σπουδάζειν τοὺς, οἵπερ ἂν εἶεν κατὰ καιροὺς τῶν θείων ἡμῖν θεσπισμάτων ἀπλανέστατοι διακομισταί. κατεπηγ- γέλλετο δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων προφητῶν τὰ ἐκ τῆς ἐνανθρωπήσεως ἀγαθὰ, καὶ ὅσον μὲν ἧκεν εἰς ἀνθρωπίνας ἐννοίας, ἀπιστίας, ὡς ἔφην, οὐ μακρὰν τὸν λόγον ἐτίθει, τῶν χαρισμάτων τὸ μέγεθος ἀφη- γούμενος. ἀλλ' ἐν πίστει πεποιήμεθα δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες, τοῖς τῆς εὐσεβείας εἰσηγηταῖς εὐαφῆ τρόπον τινὰ καὶ εὐήνιον τὸν τῆς διανοίας αὐχένα δεδώκαμεν. καιρὸς δὲ ὁ πρέπων ταῖς τῶν ἀγαθῶν χορηγίαις καὶ τῇ παρ' ἡμῶν αὐτῶν ὑποταγῇ, τῆς Ἐκκλησίας ἡ ἀνάδειξις. θέα γὰρ ὅπως καὶ τοῖς πρὸς ἡμῶν προσέταττεν ὁ τῶν ὅλων Θεὸς κατισχύειν καὶ ἔργα πληροῦν, καὶ τοῖς τῶν προφητῶν καταπείθεσθαι λόγοις, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται. 9∆ιότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ 2.389 τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.9 Ἡ τῶν Ἑβραίων ἔκδοσις οὐχ ὡς ἐπὶ μέλλοντος καιροῦ ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρῳχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε· καὶ πάλιν Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἦν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους. ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παρα στήσει τῶν διηγημάτων ἡ δύναμις. βούλεται γάρ τι τοιοῦ- τον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ' οὐκ ἦν αὐτοῖς ἁγιάσματος τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἡ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀπο- περαίνειν εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κω λυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσ- κρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθο- ρίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. 2.390 ἐπίκλημα δὲ αὐτοῖς ἐποιεῖτο τὸ ῥᾴθυμον ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου "Ὁ λαὸς "οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν "οἶκον Κυρίου. εἰ καιρὸς ὑμῖν μέν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις "κοιλοστάθμοις, ὁ δὲ οἶκος Κυρίου οὐκ ᾠκοδόμηται;" ἐπειδὴ δὲ ἀναπέπτωκαν, ὡς ἔφην, ἐκ ῥᾳθυμίας, ταῖς τῶν ἀναγ- καίων ἐνδείαις κατεπαίοντο συχνῶς, καὶ πολέμοις τοῖς γεί- τοσιν. ἐπειδὴ δὲ ἀνεγηγέρκασι τὸν νεὼν, πέπαυται τὰ ἐξ ὀργῆς, πάντα δὲ ἅλις ἦν αὐτοῖς, καὶ πολὺ τῆς εὐημερίας παρέκειτο πλάτος. ταύτῃτοί φησιν Ὅτι πρὸ τῶν ἡμερῶν ἐκείνων, τουτέστι πρὶν ἀναστῆναι τὸν νεὼν, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχεν. ἄμισθοι γὰρ οἱ γηπόνοι, καὶ οὐδὲν ὅλως συν- αγηγερκότες, ὁμοῦ τοῖς συγκεκμηκόσι βουσὶν ἀπηλλάττοντο τῶν ἀγρῶν. ἀλλ' οὐδὲ τοῖς ἐκπορευομένοις, ἢ τοῖς εἰσπορευο- μένοις ἦν εἰρήνη. εἰσπορευομένους δὲ καὶ ἐκπορευομένους τοὺς ἐκ πόλεως εἰς πόλιν ἰόντας ἔσθ' ὅτε φησὶν, ἢ τὸ ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, ἤγουν καὶ ἑτέρων ἕνεκα πραγμάτων. οὐκ ἦν οὐδὲ ἐκείνοις εἰρήνη, τῶν ὁμόρων ἐθνῶν, ὡς ἔφην, ἐκ- λελυττηκότων ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἑκάστου βλέποντος ὡς ἕνα τῶν ὅτι μάλιστα ἐχθρῶν τὸν ἐγγὺς ἐξ αἵματος, ἢ καὶ ἀδελφὸν, ἢ καὶ γείτονα. Ἰστέον δὲ, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν Μονογενῆ, καὶ ἀναδειχθῆναι τὴν Ἐκκλησίαν, οὐδεὶς ἦν ἀνθρώπῳ μισθὸς, οὔτε μὴν τοῖς κτήνεσιν. οἵ τε γὰρ ἐν τῷδε τῷ βίῳ λογικώτεροι καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν 2.391 ἂν, ἀκερδῆ καὶ ἄχρηστον τὴν ἐν τοῖς λόγοις εἶχον σπουδὴν, οὔτε συγγράφοντές τι τῶν ἀναγκαίων, οὔτε μὴν νοεῖν ἢ λαλεῖν ἑτέροις δυνάμενοι. ὁμοίως δὲ καὶ οἱ τὸν ἀγελαῖον καὶ κτηνώδη τρίβοντες βίον, ἄμισθοι διετέλουν. οὐ γὰρ ἦν ἐργάσασθαί τι τῶν ἐπαινουμένων παρὰ Θεῷ. ἀλλ' οὐδὲ ἦν ὅλως ἐπὶ γῆς εἰρήνη, τῆς τῶν δαιμονίων ἀγέλης διακυκώσης τὰ πάντα, καὶ θορύβου μεστὴν ἀποφαινούσης τὴν γῆν, ὡς εἶναι τὰ πάντων πράγματα καὶ μέντοι τὰς διανοίας ὡς ἐν δονήσει καὶ σάλῳ, καὶ τὸ βεβηκὸς οὐκ ἔχειν. 9Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιήσω τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ· ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα.9 Συμμεθίστησι ταῖς ὀργαῖς καὶ τὰ ἐξ αὐτῶν συμβαίνοντα, καὶ ἀποδραμεῖσθαί φησιν ὁμοῦ τοῖς τῶν πλημμελημάτων καιροῖς τὰς δίκας. πεπαυμένης γὰρ τῆς ἁμαρτίας, μᾶλλον δὲ ἤδη ποινὰς τὰς ὑπὲρ αὐτῆς ἐκτετικότος τοῦ Ἰσραὴλ, κατα- λήξειν ἔφη τὰς συμφορὰς, καὶ μάλα εἰκότως, καὶ ἀπρακτή- σειν ἔτι τῶν ἀνιαρῶν τὴν ἔφοδον. βεβούλευται γὰρ ἐπ' αὐτοῖς οὐκ ἀδελφὰ τοῖς πρώτοις, ἀλλ' ὅσα βλέπει πρὸς ἡμερότητα. τοῦτο δὲ ἦν εἰρήνης ἐπίδοσις, καὶ ἀμφιλαφὴς τῶν ἡδίστων αὐτοῖς χορηγία, ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, βαθὺ δὲ κομῶσαν ληΐοις τὴν ἀρόσιμον γῆν τοὺς 2.392 τῶν γηπόνων ἱδρῶτας ἀμείβεσθαι, οὐρανοῦ δηλονότι μο- νονουχὶ καὶ συνθέοντος, καὶ δρόσοις καταπιαίνοντος ἀγροὺς δηλονότι καὶ τὰ ἐν αὐτοῖς. ἕψεται γὰρ πάντως τοῖς τοῦ ∆εσπότου νεύμασιν οὐρανός τε καὶ γῆ, καὶ ἁπαξαπλῶς ἡ κτίσις. κλῆρος δὲ ταῦτα τῷ Ἰσραὴλ, Θεοῦ κατευρύνοντος τὴν εὐημερίαν, καὶ παντὸς τοῦ πεφυκότος ἀνιᾶν ἀπαλλάτ- τοντος. Ἁρμόσειε δ' ἂν ὁ ἐπὶ τῷδε λόγος τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν ἐβαδίζομεν ἕκαστος κατὰ τὸ αὐτῷ δοκοῦν, κτηνώδη τε καὶ ἀλογώτατον διαβιοῦντες βίον, καὶ ταῖς τῶν δαιμονίων ἀπά- ταις συνεζευγμένοι. ἐπειδὴ δὲ πεπραμένους μόνον δὲ οὐχὶ, καὶ κατεῤῥιμμένους εἰς γῆν, καὶ ὑπὸ πόδας ὄντας ἐχθρῶν, ᾤκτειρεν ὁ Πατὴρ, οὐκέτι πεποίηκεν ἡμῖν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. οὐ γὰρ περιεῖδεν ἔτι πλεονεκτουμένους, καὶ ὑπὸ τυράννῳ πράττοντας ὠμῷ πρὸς πᾶν ὁτιοῦν ἡμᾶς τῶν αἰσχίστων ἀποφέροντι· δέδωκε δὲ μᾶλλον ἡμῖν τὴν ἐξ οὐ- ρανῶν εἰρήνην, τουτέστι Χριστὸν, ὃς καὶ ἁπάσης ἡμῖν εὐκαρ- πίας τῆς νοητῆς δεδώρηται χορηγίαν. ἐμπεπλήσμεθα γὰρ σίτῳ τε καὶ οἴνῳ, καὶ δέδωκεν ἡμῖν ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστὸς, τὸν ἑαυτῆς καρπὸν, τὸν εὐφραίνοντα καρ- δίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. αὐτὸς δὲ ὑπάρχων καὶ ὁ κόκκος τοῦ σίτου καὶ τὸ δράγμα τὸ ἱερὸν, ἄρτος ἡμῖν ἀπεφάνθη ζωῆς· ἀπέδειξε δὲ καὶ εὐανθεστάτους, ταῖς ἐξ οὐ- ρανοῦ καταπιαίνων δρόσοις, δῆλον δὲ ὅτι ταῖς νοηταῖς καὶ διὰ τοῦ Πνεύματος, ὧν καὶ ὁ θεσπέσιος ∆αυεὶδ διαμέμνηται λέγων "Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη 2.393 "Σιών." ταῦτα δὲ ἡμῖν ἐν κλήρου μοίρᾳ παρὰ Θεοῦ καὶ μερὶς ἀγαθὴ, ἐπεί τοι γεγόναμεν Ἰσραὴλ, τουτέστι, νοῦς ὁρῶν Θεὸν, τεθεάμεθα γὰρ ἐν Υἱῷ τὸν Πατέρα. καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραὴλ, οὕτω διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.9 Αἰχμάλωτοι γεγονότες οἱ ἐξ Ἰσραήλ, καὶ ταῖς τῶν ἑλόν- των πλεονεξίαις ἐνειλημμένοι, κεχρηματίκασι καὶ ἐπάρατοι, φασκόντων τινῶν, κατά γε τὸ εἰκὸς Οὕτω μὴ γενοίμην ὡς ὁ Ἰσραήλ. ἐπειδὴ δὲ σέσωκέ τε αὐτοὺς ὁ φιλοικτίρμων Θεὸς, καὶ ἐν τοῖς ἀρχαίοις γεγόνασιν ἀγαθοῖς, συναποβεβλήκασι ταῖς συμφοραῖς καὶ τὸ δοκεῖν εἶναι κατηραμένοι. ηὐλόγηνται γὰρ, καὶ οὐδὲν ἧττον γεγόνασι ζηλωτοὶ καθὰ καὶ πάλαι, Θεοῦ κατευφραίνοντος τοῖς ἄνωθεν ἀγαθοῖς, καὶ ἁπάσης αὐτοῖς εὐ- θυμίας ἁπλοῦντος μέθεξιν. Τοῦτο δὲ αὐτὸ καὶ ἐφ' ἡμῶν αὐτῶν ἀτρεκὲς ἐνορῷτο πάλιν. ἦμεν γὰρ ἐπάρατοι, ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένοι, καὶ πρὸς πᾶν εἶδος φαυλότητος διὰ τῆς ἐκεί- νῶν δυστροπίας κατενηνεγμένοι. ἐπειδὴ δὲ Θεὸν ἐγνώκαμεν τὸν τῶν ὅλων δημιουργὸν, καὶ ἐγνώσθημεν τῷ Χριστῷ, τότε δὴ τότε καὶ ἀναμέλπειν ἐφ' ἑαυτοῖς δεδιδάγμεθα "Εὐλογη- "μένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν "γῆν." ἐπειδὴ δὲ εἰς τοῦτο κεκλήμεθα τιμῆς τε καὶ δόξης, φιλεργεῖν ἀναγκαῖον καὶ κατανδρίζεσθαι παθῶν, καὶ στυγη- τὴν ποιεῖσθαι τὴν ἁμαρτίαν, καὶ τοῖς εὐαγγελικοῖς ἐμπρέπειν νόμοις, ὡς ἐπείγεσθαι κατορθοῦν τὸ ἁνδάνον Χριστῷ. ἀκη- κόαμεν γὰρ ἐπιφωνοῦντος ἡμῖν Θαρσεῖτε καὶ κατισχύετε ἐν 2.394 ταῖς χερσὶν ὑμῶν, ἐσχήκαμεν δὲ παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἔδειξε ναὸν, καὶ τὸ τῆς ἀνομίας ἐνέφραξε στόμα, ἵνα καὶ ἡμεῖς δι' αὐτὸν ἐν τούτοις. νενίκηκε γὰρ, ὡς ἔφην, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν τοῖς ἠσθενηκόσι τὰ ἐκ τοῦ νικῆσαι κατορθῶν ἀγαθά. 9∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οὕτω παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα· θαρσεῖτε.9 Ὅτι ταῖς θείαις σκέψεσιν εἴτ' οὖν βουλαῖς τὸ ἀντιστατοῦν οὐδὲν, κἀκ τῶνδε δὴ πάλιν ἐφίησι νοεῖν. ὃ γὰρ ἂν βου- λεύσαιτο Θεὸς καὶ δὴ καὶ ἕλοιτο πληροῦν, τοῦτο δὴ πάντως ἐκβήσεται καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἐξέρπει τέλος. οὕτω που φησὶ καὶ διὰ φωνῆς Ἡσαΐου, τῆς ἑαυτοῦ φύσεως τὸ παναλκὲς ἀποφαίνων "Καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στή- "σεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω." οὐκοῦν ἐξ ὧν συνέβη παθεῖν αὐτοὺς ἐπενηνεγμένης τῆς θείας ὀργῆς, ἐκ τούτων αὐτῶν συνιέναι, καὶ μάλα σαφῶς, ἔστιν, ὅτι καὶ ἡ τῆς εὐθυμίας αὐτοῖς κατευρύνεται τρίβος ἐθέλοντός γε αὐ- τοῦ καὶ ἐφιέντος εὐημερεῖν, μᾶλλον δὲ καὶ ὀρέγοντος εἰς φιλανθρωπίας τὸ ἐν παντὶ δὴ χρῆναι γενέσθαι καλῷ. ὥσ- περ γὰρ, φησὶ, κακοῦν ὑμᾶς ἐθέλοντα διὰ πολλὴν ἁμαρτίαν, ἀπεῖρξεν οὐδέν· οὕτω καὶ χρηστὰ βουλευομένῳ, καὶ κατοι- 2.395 κτείρειν ἐθέλοντι πεπονηκότας ἀρκούντως, οὐδὲν ἔσται τὸ ἐμποδών. παρατέταγμαι γὰρ εὖ ποιῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα. ἐμφαντικὴ δὲ λίαν ἡ λέξις. οὐ γὰρ ἔφη μόνον ὅτι Βεβούλευμαι καὶ διανενόημαι τυχὸν, ἀλλ' εἰς τοῦτο προῆλθον γνώμης καὶ τῆς ἐφ' ὑμῖν ἡμερότητος, ὥστε καὶ παρατέταγμαι. τοῦτο δέ ἐστι σκέψεως ἐντόνου μήνυσις ἐναργής. κατασφραγίζει δὲ τὴν ὑπόσχεσιν εἰς ἀλήθειαν, τὸ θαρσεῖτε προστιθείς. Οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς διὰ τῆς πίστεως κεκλη- μένους εἰς ἐπίγνωσιν ἀληθείας ἀσφαλίζεται Χριστός. ὥσ- περ γὰρ πρὸ τῆς κλήσεως πρὸς πᾶν εἶδος φαυλότητος κατωλισθηκότας, παραδέδωκε μὲν εἰς ἀδόκιμον νοῦν, ἐκάκωσε δὲ δι' ἀκαθαρσίαν· οὕτω καὶ ἐν ταῖς ἡμέραις ταύταις διενοήθη τε καὶ παρατέτακται, καθά φησιν αὐτὸς, εἴς γε τὸ εὖ ποιῆσαι τὴν Ἐκκλησίαν καὶ τὸν οἶκον Ἰούδα, τουτέστιν ἡμᾶς τοὺς ἐξομολογουμένους αὐτῷ, καὶ ταῖς εὐφημίαις καταγεραίροντας ὡς ∆εσπότην, ὡς σωτῆρα καὶ λυτρωτήν· αἴνεσις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. οἶκος δὲ Ἰούδα καὶ ἑτέρως νοοῖτ' ἂν ἡ Ἐκκλησία. κεχρημάτικε γὰρ οἶκος Χριστοῦ, ὃς "ἀνατέταλ- "κεν ἐξ Ἰούδα," κέκληται δὲ οὕτω καὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ. καὶ γοῦν ὁ πατριάρχης Ἰακὼβ οὕτως αὐτοῦ διαμέμ- νηται λέγων "Ἰούδα, σε αἰνέσαισαν οἱ ἀδελφοί σου," καὶ πάλιν "Ἐκ βλαστοῦ ἀνέβης υἱέ μου Ἰούδα." ἀνέφυ γὰρ ὁ Χριστὸς ἐκ ῥίζης Ἰεσσαὶ, καὶ καθάπερ ἀπὸ βλαστοῦ τῆς ἁγίας παρθένου "Βακτηρία εὐκλεὴς καὶ ἡ ῥάβδος μεγαλώ- "ματος," κατὰ τὴν τοῦ προφήτου φωνήν. ἡμῖν οὖν ἄρα καὶ τὸ θαρσεῖτε λελέξεται, καὶ μάλα εἰκότως. ὅπλῳ γὰρ ἡμᾶς 2.396 εὐδοκίας ἐστεφάνωσεν ὁ Πατὴρ τῇ διὰ Χριστοῦ σωτηρίᾳ καὶ χάριτι. 9Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.9 Οὐκ ἀπειθεῖν ἑλομένοις καὶ εἰς ἐξίτηλον πολιτείαν ἀπο- φοιτᾶν εἰωθόσιν ἐπαγγέλλεται Θεὸς τὰ ἐκ τῆς ἰδίας ἡμερό τητος ἐπιδώσειν ἀγαθὰ, καὶ μὴν καὶ παρατετάχθαι πρὸς τὸ χρῆναι λοιπὸν εὖ ποιεῖν αὐτούς· ἠγαπηκόσι δὲ μᾶλλον τὴν αὐτῷ θυμήρη διαστείχειν ὁδὸν καὶ ζῆν εὐαγῶς ᾑρημένοις. ἥκιστα μὲν γὰρ ψευδοεπεῖς ὁρᾶσθαι προστέταχε, ποιεῖσθαι δὲ μᾶλλον ἐν ἀτρεκείᾳ τοὺς λόγους, ὀρθότητα δὲ τὴν ἐπί γε τοῖς κρίμασιν ἀγαπᾶν, καὶ τὴν ἐφ' ἑκάστῳ πράγματι ψῆφον εὐθῆ τε καὶ ἀνεπίπληκτον πάντη τε καὶ πάντως ἐκφέρειν, οὐ λημματίων αἰσχρῶν ἡττωμένους, οὐκ εἰς κέρδη βλέποντας αἰσχρὰ, καὶ χρημάτων ἕνεκα τὴν τοῦ δικαίου παρασημαί- νοντας χάριν· ἀλλ' εἰς μόνον ὁρῶντας τὸ ἁνδάνον Θεῷ· ἀνιέντας δὲ καὶ ἀδελφοῖς, εἰ δή που τι παραπταίσειαν ἢ δρῶντες ἢ λέγοντες, καὶ προσέτι τούτοις παρωθουμένους εὖ μάλα τὸ ψευδορκεῖν. μεμισηκέναι γὰρ δὴ διισχυρίζεται τὰ τοιάδε τῶν κακῶν. Ἄθρει δὲ ὅπως οὐδὲν ἐπιτάττει δρᾶν τῶν ἐν σκιαῖς ἢ τύποις. οὐ γάρτοι χρῆναι βουθυτεῖν οὐδὲ μὴν λιβανωτῷ τιμᾶν ἐντέλλεται, ἀλλ' οἷον ἰσχνήν τινα καὶ τετορνευμένην, 2.397 μόνον δὲ οὐχὶ καὶ εὐαγγελικὴν ἐπασκῆσαι βούλεται ζωήν. ἐπειδὴ γὰρ οὐ βραχὺς ἡμῖν ἐν τούτοις περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐκπεποίηται λόγος, ταύτῃτοι καὶ ἀναγκαίως ἐντολὴ συνεισάγεται τὰ δι' αὐτοῦ λαλοῦσα θεσπίσματα. εἰ γὰρ δὴ προσήκοι τοῖς θείοις ἡμᾶς ἑπομένους λόγοις λαλεῖν τὴν ἀλήθειαν, τὰ Χριστοῦ πάντως διαλεξόμεθα· Χριστὸς γάρ ἐστιν ἡ ἀλήθεια. διὰ τοῦτο καὶ ὁ σοφώτατος Πέτρος ἑτοι μοτάτους ἡμᾶς γενέσθαι προστέταχε "πρὸς ἀπολογίαν παντὶ "τῷ ἐρωτῶντι ἡμᾶς λόγον περὶ τῆς οὔσης ἐν ἡμῖν ἐλπίδος." οἱ δὲ δὴ τὰ Χριστοῦ λαλεῖν εἰθισμένοι, καὶ αὐτὸν ἔχοντες ἐπὶ γλώσσης ἀεὶ, καὶ νοῦ καὶ καρδίας μελέτην πεποιημένοι, δίκαιοί που πάντως εἶεν ἂν, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ὀρθότητι διαπρέποντες, εἰρηνικοί τε καὶ πρᾶοι καὶ πρός γε τούτῳ καὶ ἀνεξίκακοι, καὶ ψευδορκεῖν οὐκ εἰδότες, μᾶλλον δὲ οὐδὲ ὀμνύντες ὅλως. διαμέμνηνται δὲ λέγοντος αὐτοῦ "Ἔστω "δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν "τούτων ἐκ τοῦ πονηροῦ ἐστιν." 9Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Νηστεία ἡ τετάρτη καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.9 Ἀναγκαῖον οἶμαι τοῖς φιλομαθέσι προαφηγήσασθαι πάλιν τῶν ἐνθάδε λεγομένων νηστειῶν τὰς αἰτίας, καὶ ποία μὲν ἡ 2.398 τετάρτη, τίς δὲ καὶ ἡ πέμπτη, καὶ αἱ τούτων ἐφεξῆς ἑβδόμη τε καὶ δεκάτη. προσεποίσομεν γὰρ οὕτως ἐπὶ καιροῦ, καὶ ἐν κόσμῳ λοιπὸν τῶν προστεταγμένων τὴν δύναμιν. οὐκοῦν μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, καὶ κατεμπρησθῆναι τὸν ναὸν, ἀποκομισθῆναι δὲ ὁμοῦ τοῖς ἱεροῖς σκεύεσιν αἰχμάλω- τον τὸν Ἰσραὴλ, οἱ σεσωσμένοι τε καὶ περιλειφθέντες κατὰ τὴν Ἰουδαίαν τὰς ἡμέρας ἐν αἷς τὰ τοιάδε παθεῖν συμβέβη- κεν ἀποφράδας ἡγοῦντο καὶ στυγητὰς, καὶ δὴ κατὰ πληθὺν συνθέοντες, κομμὸν ἐποιοῦντο καὶ θρῆνον, ἀσιτοῦντες ὡς ἐν νηστείαις. τίνα δὲ δὴ τὰ συμβεβηκότα, καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτίως ἡμῖν ὠνομασμένων ἡμερῶν, φέρε λέγωμεν ἐκ τῶν ἱερῶν γραμμάτων. Ἔφη τοίνυν ὁ μακάριος Ἱερεμίας "Καὶ ἐγένετο ἐν τῷ "ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ· δῆλον δὲ ὅτι Σεδεκίου· "ἐν τῷ μηνὶ τῷ δεκατῳ τῇ δεκάτῃ τοῦ μηνὸς ἦλθε Ναβου "χοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐ- "τοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν καὶ "περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ, καὶ "ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασι- "λεῖ Σεδεκίᾳ, ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς, "καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι "τῷ λαῷ τῆς γῆς, καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ "ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς "πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ "ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως." εἶτα διὰ μέσου παρενθεὶς τῶν Σεδεκίου παίδων τὴν σφαγὴν, αὐτοῦ δὲ τὴν τύφλωσιν, ἔφη πάλιν "Ἐν μηνὶ τῷ πέμπτῳ δεκάτῃ τοῦ 2.399 "μηνὸς ἦλθε Ναβουζάρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ "πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ "ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, "καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν με- "γάλην ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν τεῖχος Ἱερουσαλὴμ "κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ "ἀρχιμαγείρου." ἀκούεις ὅπως ἐν τῷ δεκάτῳ ἔτει πεπο- λιόρκηκεν ὁ Ναβουχοδονόσορ τὴν Ἱερουσαλὴμ, εἶτα τῷ τε- τάρτῳ μηνὶ τοῦ ἑνδεκάτου ἔτους διακεκόφθαι φησὶ τὴν πόλιν, ἐν δέ γε τῷ πέμπτῳ μηνὶ καὶ αὐτὸν ἐμπεπρῆσθαι τὸν ναὸν καὶ ἅπασαν δὲ τὴν πόλιν διισχυρίζεται παρὰ τοῦ ἀρχιμα- γείρου. ἀποφράδας δὴ οὖν τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὴν δεκάτην ἡμέραν ἐποιοῦντο, τοὺς μῆνας εἰς ἡμέρας παραφέροντες. τίς δὲ καὶ ἡ ἑβδόμη, πάλιν εἰπεῖν ἀναγκαῖον. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἱερουσαλὴμ ὁ ἀρχιμάγειρος, κεχει ροτόνηκε τὸν Γοδολίαν εἰς καθηγητὴν τοῖς καταλοίποις τῶν Ἰουδαίων ἐν τοῖς Ἱεροσολύμοις. εἶτα τοῦτο δεδρακὼς ἀπῇρκεν εἰς Βαβυλῶνα. ἐπειδὴ δὲ τοῦτο οὕτω πεπράχθαι μεμαθή- κασιν οἱ περισωθέντες ἐξ Ἰουδαίων, συνέδραμον ἐν τοῖς Ἱερο σολύμοις, καὶ ἦσαν ἐν ἐλπίσι τοῦ κατοικεῖν ἔτι τὴν γῆν. ἀλλ' ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καθὰ γέγραπται, τὸν Γοδολίαν ἀνεῖλεν ὁ Ἰσμαήλ· καὶ διεσπάρη πᾶς ὁ λαὸς τότε, καὶ ἀπέδραμον εἰς τὴν Αἰγυπτίων, καὶ διολώλασιν ἐκεῖ. στυγη- τὴν οὖν ἐποιοῦντο καὶ τὴν ἑβδόμην ἡμέραν, καὶ αὐτὸν δὲ τὸν μῆνα ταύτης ἕνεκα τῆς αἰτίας. ἥδε μὲν οὖν τῶν νηστειῶν ἡ πρόφασις. ἐπειδὴ δὲ ἦν ἀκόλουθον, πεπαυμένων τῶν ἐξ ὀργῆς καὶ ἀνακομισθέντος τοῦ Ἰσραὴλ εἰς Ἱεροσόλυμα καὶ τῶν σκυθρωπῶν παρεληλακότων, μὴ νηστεύειν ἔτι καὶ 2.400 κόπτεσθαι, μεταπλάττεσθαι κελεύει τὸ πένθος εἰς θυμηδίαν, ἥδεσθαί τε μᾶλλον ἐφ' οἷς ἔχουσι λαβόντες παρὰ Θεοῦ, ἤγουν διὰ μνήμης ἔχειν τὰ ἐφ' οἷς τετιμώρηνται κατὰ και- ροὺς, πλημμελοῦντες ἀφυλάκτως καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀναίδην ὠλισθηκότες. ∆έδρακε δὲ τοῦτο καὶ εἰς ἡμᾶς ὁ Χριστός. "Ἔστρεψε "γὰρ ἡμῖν τὸν κοπετὸν εἰς χαρὰν, διέῤῥηξε τὸν σάκκον καὶ "περιέζωσεν εὐφροσύνην," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἐπαιτιώμεθα δὲ οὐδαμῶς, ὅτι Θεὸν οὐκ εἰδότες ποτὲ, καὶ προσκυνοῦντες τῇ κτίσει παρὰ τὸν κτίσαντα, πεπτώκαμεν ὑπὸ πόδας ἐχθρῶν καὶ εἰς νοῦν ἀδόκιμον· εὐχαριστοῦμεν δὲ μᾶλλον ἐφ' οἷς ἠλεήμεθα καὶ σεσώσμεθα, καὶ ἐκ χειρὸς ἐχθρῶν λελυτρώμεθα, καὶ τὴν ἁγίαν οἰκοῦμεν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν, ἠξιώμεθά τε λοιπὸν εὐχαῖς καὶ θυσίαις ταῖς πνευματικαῖς καταγεραίρειν αὐτὸν, ἀγαπῶμεν δὲ καὶ ὡς εἰς εἰρήνην καὶ ἀλήθειαν, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα καταλογίζεσθαι παρὰ τῆς θεοπνεύστου δεδιδάγμεθα γραφῆς. "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν·" αὐτὸς, ὡς ἔφην, ἡ ἀλήθεια· καὶ δι' αὐτόν ἐσμεν ἐν ἐλπίσιν ἀγαθαῖς, καὶ ἐν τῷ κατευφραίνεσθαι δεῖν, κατηφείας ἁπάσης ἐξ- ηρημένης. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι ἥξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλὰς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος, πορεύσομαι κἀγώ· καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου.9 Μεταπλάττοντος τοῦ Χριστοῦ τὸ πένθος ἡμῶν εἰς χαρὰν καὶ εἰς ἑορτὴν καὶ εἰς εὐφροσύνας ἀγαθὰς, καὶ μεθιστῶντος εἰς θυμηδίαν τοὺς ὀδυρμοὺς, οὐ καθ' ἕνα λοιπὸν ἔσται, φησὶ, τῶν καλουμένων εἰς σωτηρίαν ἡ ὡς ἐν πίστει πρόσοδος καὶ ἡ πρὸς Θεὸν οἰκείωσις δι' ἁγιασμοῦ· ἀλλ' αἱ μὲν πόλεις ἀλλήλας εἰς τοῦτο παροτρυνοῦσι λοιπὸν, ἥξει τε κατὰ πλη- θὺν πάντα τὰ ἔθνη, τοῖς εἰς τοῦτο φθάσασιν ἐπιφωνούντων ἀεὶ τῶν δευτέρων τό Πορεύσομαι κἀγώ. γέγραπται γὰρ ὅτι "Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον "ἑτέρου." πρόκλησις γὰρ ἀείπως ἑτέροις εἴς γε τὸ χρῆναι πληροῦν τὸ ἀγαθὸν, ἡ τινῶν εὑρίσκεται προθυμία. τίς δὲ δὴ ταῖς πόλεσιν ἤτοι τοῖς ἔθνεσιν ὁ σκοπός; τὸ ἐξιλάσασθαί τε καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου, τουτέστι Χριστὸν, ὅς ἐστιν εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ "χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθὰ γέγραπται, καὶ "ἀπαύγασμα τῆς δόξης," περὶ οὗ φησι καὶ ὁ θεσπέσιος ∆αυείδ "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου." ἐπέλαμψε γὰρ ἡμῖν ἡ εἰκὼν καὶ τὸ πρόσωπον, ὡς ἔφην, τοῦ Θεοῦ καὶ Πατρός· αὐτὸν ἔχοντες εὐμενῆ καὶ ἵλεω, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διακρουσόμεθα βλάβη, δικαιούμενοι διὰ πίστεως "οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, "ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος·" φιλοικτίρμων γάρ ἐστι καὶ ἀγαθὸς καὶ ἀφίησιν ἐγκλήματα τοῖς προσιοῦσιν αὐτῷ· αὐτὸν ἐκζητοῦντες φιλομαθῶς καὶ διὰ τοῦ χρῆναι πληροῦν 2.402 τὰ νενομισμένα, πάντη τε καὶ πάντως εὑρήσομεν, καὶ δι' αὐτοῦ κολλώμεθα τῷ Θεῷ καὶ Πατρὶ, καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς γραφάς. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ' ὑμῶν ἐστιν.9 Τίνα δὴ τρόπον ἡ κατὰ πόλεις τε ὁμοῦ καὶ ἔθνη γενήσεται πρόσοδος τῶν ἐπιζητούντων τὸ πρόσωπον Κυρίου, διατρανοῖ πάλιν. ἔσται γὰρ τοῦτο φησὶν ἐν ταῖς ἡμέραις ἐκείναις, τουτέστι, κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἂν ἐπιλάβοιντο δέκα ἄνδρες ἑνὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ. διὰ μὲν οὖν τῶν δέκα, τὸν τέλειον τῶν προσιόντων νοήσεις ἀριθμόν· τελειότητος γὰρ σύμβολον ὁ δέκα πως ἐστὶν ἀριθμός. ὅτι δὲ τοῖς ἁγίοις ἀποστόλοις οἱ ἐξ ἐθνῶν κολλώμενοι τὴν αὐ- τὴν ὥσπερ ἐκείνοις βαδίζειν ὁδὸν ἐπεχείρουν δικαιούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, καθίστησιν ἐναργὲς, καὶ τὸ σχῆμα λέγων, ὡς ἐξ εἰκόνος τῆς καθ' ἡμᾶς διαπεπλασμένον εὖ μάλα. οἱ μὲν γὰρ μικροὶ τῶν παίδων εἰ τοῖς ἰδίοις πατράσιν ἕλοιντό ποτε κατακολουθεῖν, ἐπιδραξάμενοι τοῦ κρασπέδου καὶ οἷον ἐπικουρούμενοι ταῖς ἁφαῖς καὶ τῶν ἐσθημάτων ἀπαρτώμενοι, ἀπλανῆ τε καὶ ἀσφαλῆ ποιοῦνται τὴν βάδισιν· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῇ κτίσει λελατρευκότες παρὰ τὸν τῶν ὅλων ∆ημιουργὸν, πατέρας 2.403 γνησίους ἐπιγραφόμενοι τοὺς τῶν εὐαγγελικῶν δογμάτων εἰσηγητὰς, καὶ συναπτόμενοι δι' ὁμοψυχίας, ἕπονταί τε αὐ- τοῖς, νηπιάζοντες ἔτι τὰς γνώμας, καὶ εἰς τὴν ὁμοίαν ἴενται τρίβον, ζηλωταί που πάντως τῆς αὐτῶν πολιτείας ἀναδεικνύ- μενοι, καὶ ταῖς ἀεὶ πρὸς τὸ ἄμεινον ἐπιδόσεσιν "εἰς ἄνδρα "τέλειον ἀναβαίνοντες καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώ- "ματος τοῦ Χριστοῦ." ἕπονται δὲ διὰ ποίαν αἰτίαν; πε- πληροφόρηνται γὰρ ὅτι ὁ Θεὸς μετ' αὐτῶν ἐστι, τουτέστιν ὁ Ἐμμανουήλ· ἑρμηνεύεται γάρ Ὁ Θεὸς μεθ' ἡμῶν. ὅτι δὲ οὐ μόνων ἔσται τῶν ἐξ αἵματος Ἰσραὴλ ἡ τὸ τηνικάδε κλῆσις, ἁπάντων δὲ μᾶλλον τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν, διαμεμήνυκεν εἰπὼν, ὡς ἐκ πασῶν ἔσονται τῶν γλωσ- σῶν οἱ ἐπιδραττόμενοι τοῦ κρασπέδου. πότε δὲ κέκληνται τὰ ἔθνη πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πότε βεβούληνται ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου, ἐξιλάσασθαί τε αὐτὸ, καὶ εἰς τὸ χρῆναι τοῖς ἁγίοις ἀποστόλοις τὴν αὐτὴν ὥσπερ δια- στείχειν ὁδὸν, εἰ μὴ ὅτε γέγονε καθ' ἡμᾶς ὁ Μονογενής; ὅς ἐστι προσδοκία ἐθνῶν· πρὸς ὃν καὶ ὁ θεσπέσιος ἀναμέλπει ∆αυείδ "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσ "κυνήσουσιν ἐνώπιόν σου, Κύριε·" σέσωσται γὰρ δι' αὐτοῦ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. 9Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰχ καὶ ∆αμασκοῦ ἀναπαυσις αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ἰσραήλ· καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς.9 Οὐκ ἄτραχυ μὲν τὸ προκείμενον, δυσέφικτος δὲ κομιδῇ καὶ αὐτὴ τῶν λέξεων ἡ συνθήκη, πλὴν ὡς ἔνι λελέξεται 2.404 πρὸς ἡμῶν. τὰ γεμὴν ἐφ' οἷς εἰρῆσθαι ταυτὶ νομιοῦμεν, εἰ- κότως προαγορεύειν ἀνάγκη, νοηθείη γὰρ ἂν ὧδέ τε καὶ μόλις τῆς προφητείας ὁ νοῦς. ὅτε τοίνυν τῶν τῆς αἰχμα- λωσίας δεσμῶν ἀνείθη τε καὶ ἀπήλλακται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἧκόν τε λοιπὸν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνατειχίζειν ἐπεχείρουν τὴν Ἱερουσαλὴμ, τότε δὴ τότε τὰ περίοικα τῶν ἐθνῶν, οἵ τε τὴν Σαμάρειαν οἰκοῦντες καὶ οἱ τὰς τῆς Πα- λαιστίνης καὶ μὴν καὶ Φοινίκης νεμόμενοι πόλεις, κατεδά- κνοντο φθόνῳ, ὁμοῦ δὲ καὶ ἐδεδίεσαν, μὴ ἄρα δὴ πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ' ἀρχῆς, καὶ εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένου τοῦ γένους, εἶτα πόλιν ἔχοντες τὴν οὕτω δυσάλωτον καὶ εὐπυργοτάτην, καταστρα- τεύοιντο πάλιν αὐτῶν, καὶ ἄμαχόν τινα, καθὰ καὶ πάλαι, κατεξαναστήσειαν αὐτῶν τὴν χεῖρα, ταύτῃτοι τειχίζειν ἐθέ- λοντας διακωλύειν ἤθελον, πικροὺς ἀρτύοντες δόλους, καὶ μὴν καὶ ἐφόδους λῃστρικὰς ἱστάντες αὐτοῖς. ἧκον δὲ εἰς τοῦτο βασκανίας καὶ φθόνου, ὥστε καὶ γεγράφασι τῷ Περ- σῶν βασιλεύοντι τὸ τηνικάδε τὰ ἐν τῷ Ἕσδρᾳ κείμενα. ἔχει δὲ οὕτως "Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου "̔Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμμα- "τεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν "τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ "κυρίῳ βασιλεῖ διότι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες παρ' ὑμῶν "πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν 2.405 "ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς 2.405 "καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν "οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, "φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασι- "λεῦσιν ἀντιστήσονται, καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν "ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοι- "οῦτον." οὐκοῦν ἐπειδήπερ ἑαλωκότι μὲν τῷ Ἰσραὴλ καὶ παθόντι τὴν αἰχμαλωσίαν ἐπετώθαζον οὐ μετρίως, ἀνασε- σωσμένῳ δὲ μόλις καὶ δεσμῶν ἀνειμένῳ πάλιν οὐδὲν ἧττον ἐπέθρωσκον, μυρίοις τε ὅσοις αὐτὸν ἐνίεσαν πόνοις, πολυ- τρόπως ἐπιβουλεύοντες, καὶ οὔτε τὸν θεῖον ἐγεῖραι ἐῶντες ναὸν, οὔτε μὴν τὴν ἁγίαν τειχίζειν πόλιν, παρωξύνετο Θεὸς ἐπ' αὐτοῖς ἀναγκαίως, καὶ παραδέδωκεν αὐτοὺς εἰς χεῖρας Ἰσραήλ. πεπαυμένων γὰρ τῶν ἔργων, ἐγηγερμένου τε τοῦ ναοῦ, πάσας αὐτῶν τὰς πόλεις καταδῃώσαντες εἵλοντο ὑπὸ χεῖρα τοὺς ἐν αὐταῖς, καὶ χρημάτων γεγόνασιν ἀναριθμήτων δεσπόται. Λῆμμα τοίνυν λόγος Κυρίου φησὶν ἐν γῇ Σεδρὰχ καὶ ∆αμασκοῦ, τουτέστιν, ὁ ἐν χερσὶν ἡμῖν λόγος ὁ παρὰ Θεοῦ, κατά τε τῆς γῆς τῆς Σεδρὰχ καὶ τῆς ∆αμασκοῦ γενήσεται καὶ μέντοι καὶ Ἡμὰθ, ἥτις ἐστὶν ἐν τοῖς ὁρίοις αὐτῆς, δῆλον δὲ ὅτι τῆς ∆αμασκοῦ. γῆ δὲ Σεδρὰχ χώρα που πάντως ἐστὶ κατὰ τὴν ἑῴαν κειμένη, ἧς γείτονες ἥ τε Ἡμάθ· ἣ νῦν ἐστιν Ἐπιφάνεια τῆς Ἀντιοχέων προσωτέρω βραχὺ· καὶ ἡ ∆αμασκὸς, ἥ ἐστιν ἐπὶ Φοινίκων τε καὶ Παλαιστινῶν μη- τρόπολις· ὑποκείσονται δὲ δηλονότι ταῖς μητροπόλεσι καὶ πόλεις αἱ ὑπ' αὐταῖς. διατί τοίνυν κατ' αὐτῶν τὸ λῆμμα; 2.406 ὅτι καὶ ἐν αὐταῖς γέγονεν ἀνάπαυσις αὐτοῦ, τουτέστι τοῦ πάντων κρατοῦντος Θεοῦ. ἀναπέπαυται δὲ ὅτι τεθέαται τετιμωρημένας. οὐ γὰρ ἂν σεσίγηκεν ὁ πάντα ἐφορῶν, φειδοῦς τε καὶ ἐπισκέψεως ἀξιῶν τὸ ἀπόλεκτον γένος, τουτέστι τὸν Ἰσραήλ. ἐφορᾷ γὰρ ἀνθρώπους ὁ τῶν ὅλων Θεὸς, καὶ τὴν ἑκάστου τρίβον κατασκέπτεται, καὶ τοῖς μὲν ἀδικοῦσιν ἐπιφέρει τὰ ἐξ ὀργῆς, ἐκρύεται δὲ τοὺς ἀδικουμένους. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ἐν τοῖς προλαβοῦσι τον περὶ τῶν τεσσάρων ἁρμάτων εἰσκομίσας λόγον καὶ τὰς τῶν ἵππων ἰδέας, προστέθεικε πάλιν "Ἰδοὺ οἱ ἐκπορευόμενοι "ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ." ἀναπαύεται δὲ ὥσπερ ὁ μισοπόνηρος τοῦ ∆εσπότου θυμὸς, ἐκτετικότων τὰς δίκας τῶν αὐτῷ προσκεκρουκότων διὰ πλεί- στην ὅσην καὶ ἀχάλινον ἁμαρτίαν. 9Τύρος καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα, καὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ συνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶν. διὰ τοῦτο Κύριος κληρο- νομήσει αὐτὴν, καὶ κατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὐτὴ ἐν πυρὶ καταναλωθήσεται.9 Ἐπιτρέχει τῷ λόγῳ τὰ συμβεβηκότα ταῖς πόλεσι, καθ' ὧν γεγενῆσθαι διισχυρίσατο τὸ "λῆμμα Κυρίου." ἄρχεται δὲ ἀπό τε τῆς Τύρου καὶ τῆς Σιδῶνος, αἳ δὴ μάλιστα τῶν ἄλλων διαφερόντως τετίμηντο, προὔχουσαι μὲν ἰσχύϊ καὶ πλούτῳ, καὶ ταῖς εὐανδρίαις τῶν κατῳκηκότων, ἔχουσαι δὲ ὥσπερ ὑπὸ 2.407 χεῖρα τὰς ἄλλας, καὶ τῶν ὁμόρων προεκκείμεναι. οὐκοῦν ἐπειδήπερ, φησὶν, ὑψηλὴν ἀνασπῶσι τὴν ὀφρὺν Σιδών τε καὶ Τύρος, οἴονται δὲ εἶναι δειναί τε καὶ ἄθραυστοι, καὶ τεθαρσή κασι μὲν ἐπ' ὀχυρώμασι, τουτέστι τειχῶν περιβολαῖς, ἤγουν καὶ ἑτέροις πράγμασι, δι' ὧν ἂν εὖ ἔχοι καὶ σώζοιτο πόλις, πεφρονήκασι δὲ καὶ ἐπὶ πλούτῳ μέγα, ταύτῃτοι μαθήσονται διὰ πείρας αὐτῆς, ὅτι Κύριος κληρονομήσει αὐτήν. πεπορθη- κότων γὰρ αὐτὴν τῶν ἐξ Ἰσραὴλ, ἤγουν τάχα που Οὐεσπα- σιανοῦ καὶ Τίτου, κληρονομήσεσθαί φησιν αὐτὴν παρὰ Θεοῦ. καὶ γὰρ ἦν αὐτὸς ὁ παραδιδοὺς καὶ ὑπὸ χεῖρα τιθεὶς τῶν ᾑρηκότων αὐτήν. Ῥωμαῖοι γὰρ τοῖς ἰδίοις ὑποφέροντες σκήπτροις τὴν σύμπασαν γῆν, τοῖς μὲν εἴκουσιν ἀμαχεὶ πρᾶοί τε ἦσαν καὶ προσηνεῖς· τοῖς γεμὴν ἀντεξάγειν ἐθέ- λουσιν ἐπεφύοντο καὶ αὐτοὶ δριμεῖς τε καὶ μάχιμοι. κατ- εμπρησθήσεσθαι δὴ οὖν φησιν αὐτὴν κατεσπασμένων ἐν θαλάσσῃ τῶν ὀχυρωμάτων, καὶ διηρπασμένου τοῦ πλούτου, εἰ καὶ ἦν ὡς χοῦς τὸ χρυσίον καὶ ὡς πηλὸς ὁδῶν τὸ ἀργύριον αὐτῆς. ἔμποροι γὰρ γεγόνασι δεινοὶ καὶ φιλοκερδέστατοι λίαν, οἱ τῆς Τυρίων οἰκήτορες, καὶ περί γε τούτου πλατὺς καὶ μακρὸς ἐκπεποίηται λόγος ἐν τοῖς Ἰεζεκιὴλ τοῦ προφή- του συγγράμμασιν. οὐδὲν οὖν ἄρα τοὺς Θεῷ προσκρού- οντας ὀνήσει ποτὲ τοὺς ἐπιτωθάζοντας μὲν ἁγίοις, εἰ δή που τι συμβαίνοι παθεῖν αὐτοὺς, πλατὺ δὲ γελῶντας εἰ δοκιμάζοι Θεὸς τῶν ἰδίων τὴν πίστιν. ἀτονήσει γὰρ αὐτῶν πᾶν ὀχύρωμα, τουτέστι πᾶσα περιβολὴ καὶ πᾶς ἀσφαλείας τρό- πος· οὐδὲν δὲ ὅλως ὁ πλοῦτος, ἀλλ' ἔσται τις καὶ πολέμου 2.408 τροφὴ καὶ τοῖς εἰωθόσι καταδῃοῦν προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός. Ἴδοι δ' ἄν τις καὶ νῦν τοὺς Ἑλλήνων παῖδας μέγα μὲν φρονοῦντας ἐπὶ σοφίᾳ κοσμικῇ, καὶ οἷον ἐπ' ὀχυρώμασι, ταῖς ἐκ πολυπλόκων συλλογισμῶν ἀπάταις, μόνον δὲ οὐχὶ τὴν ἰδίαν πλάνησιν τῇ τῆς εὐγλωττίας δυνάμει διατειχίζοντας, καὶ καταπλουτοῦντας λίαν τὸ ὡς ἐν λέξει λαμπρὸν [ὡς ἄργυρον], καὶ ὡς ἐν τάξει χρυσοῦ τὸ ἐν νοήμασι τίμιον. πλὴν καὶ οὕτως ἔχοντας κεκληρονόμηκεν ὁ Χριστὸς, καθεῖλε μὲν γὰρ τὰ ὀχυρώματα, τουτέστι, πεπτώκασι τὰ ἐξ ἀπάτης εὑρήματα, διήρπασται δὲ τὸ χρυσίον καὶ τὸ ἀργύριον. οἱ γάρ- τοι κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστηκότες, ἄνδρες ἐλλό- γιμοι καὶ σοφοὶ, καὶ τῆς ἐκείνων εὐγλωττίας τὴν δύναμιν εἰς ἑαυτοὺς ἁρπάσαντες ἱερὸν ἀνάθημα πεποίηνται τῷ Θεῷ, τοῖς τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις, καὶ τῆς παρ' ἐκείνοις ἀπάτης πλείστην τε ὅσην καὶ ἀληθῆ ποιούμενοι τὴν κατάῤ- ῥησιν. πεπράχασί τι τοιοῦτον οἱ ἐξ Ἰσραήλ. χρησάμενοι γὰρ παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σκυλεύσαντες τοὺς πλεονεκτήσαντας, προσήγαγον ταῦτα κατὰ τὴν ἔρημον τῷ παναγίῳ Θεῷ, κατασκευαζομένης τῆς ἁγίας σκηνῆς καὶ τῶν ἐν αὐτῇ σκευῶν ἱερῶν. Οὐκοῦν οἱ διὰ σοφίας κοσμικῆς καὶ διὰ λόγου φαιδρό- τητος οἰκονομοῦντες τὴν Ἐκκλησίαν, διαρπάζουσί τε τοὺς Ἑλλήνων παῖδας, καὶ οἱονεὶ τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον ἐκ πολλῆς ἄγαν ἐπιεικείας καταπλουτήσαντες, κλῆρον αὐτὸ ποιοῦνται Θεοῦ, τὰ εἰς δόξαν αὐτοῦ λαλοῦντες ἑτέροις, καὶ 2.409 τὰ μὲν ἐκείνων ὀχυρώματα καταστρέφοντες, οἰκοδομοῦντες δὲ νοητῶς τὴν ἁγίαν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν. 9Ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκαρὼν, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἀπὸ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοι- κηθῇ. καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων.9 Ὅτε πολέμου καὶ μάχης ἐμβολὴ κατανέμεται χώραν, εὐ- θαρσέστεραί πως εἰσὶ καὶ ἐν ἐλπίσιν ἔσθ' ὅτε χρησταῖς, αἱ κατ' αὐτὴν πόλεις· οἴονται γὰρ, ὅτι περιέσονται τῶν ἐχθρῶν ἢ τῷ πλήθει τῶν ἐνοικούντων ἐν αὐταῖς, ἢ τειχῶν ὀχυρότητι καὶ ταῖς τῶν τακτικῶν ἐπιστήμαις· εἰ δὲ δὴ γένοιτο τῶν παρά σφισιν ἁλῶναι μίαν, ἥπερ ἂν λέγοιτο δυνατωτάτη, τότε δὴ τότε πᾶσα μὲν ὀκλάζει πρὸς δέος, ἀποσείεται δὲ τὴν ἐλ- πίδα, τὴν τοῦ διαφυγεῖν δύνασθαί φημι, καὶ ὡς πεσοῦσα θρηνεῖ. ἁλούσης δὴ οὖν τῆς Τυρίων, τῆς οὕτω διαφανοῦς καὶ ἀλκιμωτάτης καὶ πλούτῳ κομώσης, φοβηθήσεται μὲν, φησὶν, Ἀσκάλων, ὀδυνηθήσεται δὲ Γάζα καὶ μὴν καὶ Ἀκ-καρών. πόλεις δὲ αὗται τῶν Παλαιστινῶν. ὀδυνηθήσεται δὲ, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. ᾤοντο μὲν γὰρ, ὅτι αὐταῖς ἀρκέσει πρὸς ἐπικουρίαν ἡ Τυρίων ἰσχύς. ἐπειδὴ δὲ κειμένην τεθέανται, ταύτῃτοι λοιπὸν ἀπωλισθήκασι τῆς ἐλ- πίδος. καὶ ὁ μὲν Γάζης ἡγούμενος οἰχήσεταί φησιν, ἀπο- λωλὼς δηλονότι, κατοικήσουσι δὲ καὶ ἀλλογενεῖς ἐν Ἀζώτῳ, δεδαπανημένων, κατὰ τὸ εἰκὸς, τῷ πολέμῳ τῶν αὐθιγενῶν. 2.410 ἐπιλέγει δὲ τούτοις, ὅτι καθελῶ ὕβριν ἀλλοφύλων. καὶ ἀλλο- φύλους μὲν τοὺς Φυλιστιαίους, ἤτοι τοὺς Παλαιστινοὺς, ὀνομάζει συνήθως. ἥκοι δ' ἂν, εἴ γε τῳ δοκοίη, καὶ καθ' ἑτέρων ἐθνῶν ὁ λόγος τῶν ἠδικηκότων τὸν Ἰσραὴλ, οἳ καὶ ἦσαν ὅμοροι καὶ τῆς Ἰουδαίων γείτονες. ἀλλὰ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὸν ἐν τῷ γράμματι λόγον, εἰρήσεται πάλιν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι διωκομένης, ὡς ἔφην, παρ' ἐχθρῶν ἔσθ' ὅτε τῆς Ἐκκλησίας, συνεπιφύονταί τε δεινῶς καὶ ἐπιμειδιῶσιν οἱ ἐχθροὶ, τάχα που λέγοντες τό "εὖγε εὖγε," κατὰ τὸ γεγραμμένον. πλὴν ἐπαμύνει Χριστὸς, καὶ ἅπασαν μὲν αὐτῶν συνθραύσει δύναμιν, τὸν ἴδιον ἐγείρων ναὸν, ἐπιφέρων δὲ τοῖς ἐπιβουλεύουσι τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ὥσπερ τινὰς πόλεις τὰς τῶν αἱρέσεων κατασείων συν- αγωγὰς, καὶ πρὸς ταύταις ἔτι τὰ τῶν εἰδωλολατρῶν ἀνόσια στίφη. 9Καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν· καὶ ὑπολειφθήσονται καὶ οὗ- τοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, καὶ ὁ Ἀκκαρὼν ὡς ὁ Ἰεβουσαῖος.9 Κατεδηδόκασι μὲν καὶ οὗτοι τὸν Ἰσραὴλ, καὶ οἷά τινες θῆρες, μονονουχὶ καὶ αἵματι πεφυρμένον εἶχον τὸ στόμα. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, καὶ ταῖς τῶν ματαίων θερα- πείαις προσκείμενοι, ἀεί πως ἐπὶ γλώττης, ἤγουν ἐπ' ὀδόντων, ἐδέχοντο τῶν ἰδίων βδελυγμάτων τὰς κλήσεις, ἄνω τε καὶ 2.411 κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες "Θεός μου εἶ σὺ, καὶ σὺ "ἐγέννησάς με." ἀλλ' ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσή- κουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προανα- θροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν ἐν Χριστῷ. ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥό- φησαν τὸν Ἰσραὴλ, ἀλλ' ἥξει καιρὸς, καθ' ὃν ἔσονται καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιω- θήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνό- ματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμε- μνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ καὶ αὐτοὶ τῷ Θεῷ ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευ- ματικῶς, Χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· "Αὐτὸς γάρ ἐστιν "ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- "τοιχον τοῦ φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς "ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων "τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα·" ταύ- τῃτοί φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδα, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα. ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν, τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς 2.412 αὐτὸς ὁ κάτοικος τῶν Ἱεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ἱερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ Ἱερσολυμίτης ἐνθάδε νοεῖται. πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλή- κτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν. 9Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς οὐκέτι ἐξ ελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.9 Ἰδοὺ δὴ σαφῶς ἀνάστεμά τε καὶ τεῖχος ὀνομάζει Χριστὸν, δι' οὗ καὶ ἐν ᾧ πεπυργώμεθα, κατ' εὐδοκίαν δὲ δηλονότι καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. οἶκος γὰρ ὁ νοητὸς καὶ οἰκοδομὴ Θεοῦ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἡμεῖς που πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφή- του φωνῆς "Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, "καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός." ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διο- δεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας. 2.413 Ἔφη μὲν γάρ που περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀρχαῖος ἀμ-πελὼν τῷ ἠγαπημένῳ, ὅτι "Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ "καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ "ἔσται εἰς καταπάτημα." ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπι- φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμ- μανουὴλ, ἀῤῥήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκεί- νων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφή- της πρὸς αὐτόν "Καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν "καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις." ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέ- σου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷάπερ ἄῤῥηκτον περιθεὶς, καὶ ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γε- νέσθαι παρεσκεύασεν. ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦμεν εὐ άλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. ἀλλ' ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ' ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῷ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυ- μένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθεΐαν· οὐκ ἐξελαυ- νόμενοι πρὸς πλάνησιν, ἀλλ' οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῇ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν "Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου." λέγων δέ Ὅτι 2.414 νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου, ἐπισκοπῆς ὄντα καιρὸν κατέδειξεν ἐναργῶς τὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας. "̓Επεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους," καὶ ᾗ φησιν ὁ ∆αυείδ "Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν," καίτοι πάλαι διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν οὐκ ἐποπτείας ἀξιῶν, οὐ φειδοῦς ἢ ἀγάπης, οὐχ ἑτέρου τινὸς τῶν τοιούτων ὅλως, ἀλλ' οἱονείπως ἀπεστρεμμένος· ταύτῃτοι καὶ τεταράγμεθα. καὶ μαρτυρήσει λέγων ὁ μακάριος ∆αυείδ "Ἀποστρέψαντός "σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐ- "τῶν ἐπιστρέψουσιν." ἐπειδὴ δὲ νῦν, τουτέστι κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἑόρακεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, σεσώ- σμεθά τε καὶ ἠλεήμεθα, καὶ τί γὰρ οὐχὶ τῶν ἐπέκεινα λόγου καὶ ἀξιαγάστων ἀληθῶς κεκερδάκαμεν;

ΤΟΜΟΣ Γʹ. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.

9Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.9 Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιὼν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἂν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπα- τημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαϊσμένης; Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐ- αγγελιζόμενος, εὐθὺς θυγατέρα τὴν Σιὼν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακη- ρύττειν τε παρεγγυᾷ τῇ Ἱερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε 2.416 καὶ σώζων. δεδικαίωκε γὰρ ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ τὴν τῆς σωτηρίας κατευρύνει τρίβον τοῖς προσιοῦσιν αὐτῷ. ἔστι δὲ πρὸς τούτῳ καὶ πρᾶος, οὐ νομικὴν προσφέρων ἀποτομίαν, οὐδὲ θανάτῳ τιμωρούμενος τοὺς παραβαίνοντας ἐντολὴν, σώζων δὲ μᾶλλον ἐξ ἡμερότητος καὶ ἀνιστὰς τοὺς ὠλισθη- κότας, κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα. Ἀνέγνωμεν δὲ ὅτι "τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα "ζωοποιεῖ." γράμμα μὲν γὰρ ὁ κολαστής ἐστι νόμος, ἡ σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς Ἱεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκά- θητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαι- δαγώγητο νόμῳ. ἀλλ' ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευ- ματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπο- μένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ 2.417 ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, "παρασυνεβλήθησαν τοῖς "κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤ- ῥησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλα- μαρτήμονες. 9Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.9 Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπών- των αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε- 2.418 μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν Ἱεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροί τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐπο- χούμενοι, "καὶ βάλλοντες τόξοις," κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ' αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ πάντων τῶν ἐθνῶν. Ἐφραὶμ δέ φησι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, Ἱερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἂν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία πόλις, τουτέστιν ἡ νοητὴ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, "ἥτις "ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος," κατευρύνει δὲ οὕτω τὴν ἑαυ- τοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θαλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γῆς, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος 2.419 ∆αυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς "̓Εξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- "μῶν τὰς παραφυάδας αὐτῆς." τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένῃ Μέσῃ τῶν ποταμῶν. ἀλλ' οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ' οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται. 9Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.9 Μέτεισιν ὁ λόγος ἐπ' αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώ- ζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέ- θεικε τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ' οὐρανὸν ἐν αἵματι διαθήκης αἰωνίου, ἧς ἦν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιῤῥανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, "αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν "ἐῤῥάντισε, λέγων Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο 2.420 "πρὸς ὑμᾶς ὁ Θεός." ἀλλ' ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς ὁ αὐτοῦ φησι μαθητὴς "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, "ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χρι- "στοῦ." σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς δια- νοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατ- ολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ, καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ "Ἐξέστη ὁ οὐρανὸς ἐπὶ "τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι "δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον "πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συν- "τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν." ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς 2.421 περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντε- τριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετει- χισμένην ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ "Ὅτι σὺ καθήμενος τὸν αἰῶνα" τουτέστιν, ἱδρυμένην ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ' ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι. Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, κατα- θρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν, ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι "Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον "ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν." οὐ γάρ 2.422 τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοι- βὰς, ἀλλ' ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς. 9∆ιότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.9 Τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἡ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνέτεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἐπιστή- μονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπανἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πε- ποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις 2.423 δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι' αὐτῶν μαχομένους μυσταγωγίαις. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν "Τὰ βέλη σου ἠκονη- "μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ "τῶν ἐχθρῶν τοῦ βασιλέως." πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς "τὰ τοῦ δυνατοῦ βέλη," τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς θάνατον, ἀλλ' εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ. ὁποία τις ἐστὶν ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς " Οτι τετρωμένη ἀγάπης ἐγώ εἰμι." ὅτι δὲ γεγόνασιν ἀλ- κιμώτατοί τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι "Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων." ἐκτετιναγμένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνα- τοῦ πεμπόμενα. ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὴλ περὶ τῶν ἁγίων ἀποστόλων "Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων "σου." 9Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.9 Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον 2.424 ἴδιον ὀνομάζει. ποῖα γὰρ τὰ τέκνα τῆς Σιὼν τὰ κατὰ τῶν Ἑλληνικῶν κατεξανιστάμενα τέκνων, εἰ μὴ οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, καὶ τῆς ἀληθείας ὀρθοτομοῦντες τὸν λόγον; Σιὼν γὰρ ἡ νοητὴ, πῶς ἂν ἑτέρα νοοῖτο παρὰ τὴν Ἐκκλησίαν; καταθλοῦσι δὲ τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχη- τοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- μενον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μά- χαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν Ἑλληνικῶν κεχρημένοι τέκνων, ἀπο- κείρουσι μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον. 9Καὶ ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς.9 Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ' αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀν τανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλειον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστο- λος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ 2.425 πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι κατ αυγάζουσα, καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσ- πίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ οἱ μετ' ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλη- σιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Οὐδεὶς "λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης "τίθησιν, ἀλλ' ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι "τὸ φῶς." καὶ πάλιν ἑτέρωθι "Οὕτω λαμψάτω τὸ φῶς "ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ "καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς "οὐρανοῖς." 9Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λί- θοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἷμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.9 Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παρα ταττόμενόν τε οὕτω καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ' ἐχθρῶν, ὅλῃ χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις 2.426 αὐτῷ. καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν κατεσήμαινε λέγων "Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- "εργὴς, καὶ ἀντικείμενοι πολλοί." σαλπιεῖ τοίνυν, φησὶν, ὁ Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ' οὐρανὸν, ἐξ- άκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοι γάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπε- φώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδόναις αὐτοὺς κατα- χῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αἷμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θά- νατος· εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι; 2.427 Εἶεν δ' ἂν οὗτοι πάλιν οἱ Ἑλλήνων λογάδες, καὶ τῆς ἐν κόσμῳ σοφίας ἡμμένοι τὴν δόξαν, οἱ ἄνω τε καὶ κάτω θεοὺς καὶ θεὰς ὀνομάζοντες, καὶ τῇ κτίσει παρὰ τὸν ποιητὴν ἀνα- πείθοντες προσκυνεῖν, καὶ ἑκάστῳ τῶν στοιχείων τὴν Θεῷ πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ' οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ- ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχή κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπέποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιό- μενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ Χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, καὶ ὑπὸ χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἔστι γὰρ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προ- βάτων. 9∆ιότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.9 Λίθους μὲν γὰρ ἁγίους τοὺς ἐν τῇ γῇ τοῦ Θεοῦ κυλιο- μένους τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιροὺς ἁγίους, οἵπερ 2.428 ἂν γένοιντο μυσταγωγοὶ καὶ διδάσκαλοι κατωνομάσθαι φα- μέν. σύμμορφοι γὰρ γεγόνασι τῷ λίθῳ τῷ ἐκλεκτῷ καὶ ἀκρογωνιαίῳ καὶ ἐντίμῳ, τῷ τεθειμένῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὰ θεμέλια Σιών· εἰ δὲ λίθος ὁ θεμέλιος, οἱ συναρμολογούμενοί τε καὶ συμβιβαζόμενοι καὶ εἰς ναὸν ἅγιον ἀνιστάμενοι τῷ Θεῷ, λίθοι κατ' αὐτὸν πιθανῶς ὀνο- μάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ γοργὸν, διὰ τούτου σημαίνων. οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πως εἰσὶν ἀμείνους, καὶ τῶν ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγω- γος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ ἀνδριζο- μένοις καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπο- νενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ' αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἂν εἰκότως, οἶνος δοθήσεται νοητὸς, ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου. οὐκοῦν νεανίσκοι τε καὶ παρθένοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονταί τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ 2.429 λέγοντος "Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον." πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ δια- νοίας τῷ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτόν. ὥσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν. 9Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν, πρώϊμον καὶ ὄψιμον.9 Ὥσπερ γὰρ οὔτ' ἂν σῖτος ἐν ἀγροῖς γένοιτ' ἂν πόνου δίχα, οὔτ' ἂν εὔβοτρύς τε καὶ εὔοινος ἀμπελών· οὕτω καὶ ἐν ἡμῖν οὐκ ἂν γένοιτό τις εὐκαρπία πνευματικὴ, μὴ οὐχὶ Θεοῦ καθιέντος ὑετοῦ δίκην εἰς νοῦν καὶ καρδίαν τῶν ἑαυτοῦ λο- γίων. τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστά- ζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώϊμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλ- λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις "Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· "ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. "εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ "ἐμοῦ ἐκεῖνος ἔγραψεν." ἔφη δέ που καὶ περὶ τῶν γραμ- 2.430 ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλου- μένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν "∆ιὰ "τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν "οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- "βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά." οὐκοῦν αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπι- στήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες τὸν νοῦν. 9Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν, καὶ ἐκακώθησαν ὡς πρόβατα; διότι οὐκ ἦν ἴασις.9 Ὠδίνει τινὰ κεκρυμμένην ἔννοιαν τὸ προκείμενον, ἣν ἀναγκαῖον οἶμαί που προδιατρανοῦσθαι σαφῶς, συνεῖεν γὰρ ἂν οὕτω τῶν τοῦ Προφήτου ῥημάτων τὸν σκοπὸν οἱ φιλ- επιστήμονες. ἦν μὲν γὰρ ὁ λόγος αὐτῷ περὶ τῶν ἁγίων, οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτ- έστιν ἁγνούς τε καὶ ἀβεβήλους. "Οἱ γὰρ τοῦ Χριστοῦ "̓Ιησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ "ταῖς ἐπιθυμίαις," καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν 2.431 δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώϊμόν τε καὶ ὄψιμον· εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ' οὐδὲ ὑετοῖς κατ- αρδεύεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές. Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευ- δοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαλήκασι κόπους, τουτέστιν οὐ τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι' ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους· οἱ δέ γε μάντεις καὶ τὰ ἐνύπνια ψευδῆ παρεκάλουν, ἐνηχοῦντες αὐ- τοῖς δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐλπίσι κατα- πιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ' εἰς ἀπάτην καὶ πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώ- θησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατεῤῥαγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον. Προσεκτέον δὴ οὖν, οὐχὶ τοῖς ἀποφθεγγομένοις τὰ μάταια, 2.432 ψευδοεπέσι τε καὶ βωμολόχοις καὶ ἐνυπνιασταῖς· Θεῷ δὲ δὴ μᾶλλον τῷ καὶ εἰς νοῦν ἡμῖν ἐναστράπτοντι τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, καὶ νοητοὺς ὑετοὺς καταχέοντι, τὰς διὰ τοῦ Ἁγίου Πνεύματος παρακλήσεις, λέγω, καὶ βοτάνην ἀναφύοντι τοῖς ἐν ἀγρῷ, τουτέστι πάλιν, εἰς εὐανθεστάτην ὥσπερ ἡμᾶς κατανέμοντι πόαν, τῆς θεοπνεύστου γραφῆς τὴν ἀμώμητον γνῶσιν. "Ἄνθρωπος μὲν γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρα- "συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·" ἀλλ' εἰ ἕλοι πως εἰς νοῦν τῶν θείων λογίων τὴν γνῶσιν, καὶ τροφῆς μετάσχοι τῆς πνευματικῆς, τότε δὴ τότε τὴν νωθείαν ἀποβαλὼν, ἐν τιμῇ πάλιν ἔσται, λογισμῷ τῷ σώφρονι διοι- κούμενος, καὶ τὴν ἀνθρώπῳ πρέπουσαν ἀναλαβὼν φρένα. 9Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι.9 Ποιμένας ἐν τούτοις, καθάπερ ἐγῷμαι, τοὺς ψευδοπροφή- τας καὶ ψευδομάντεις ἀποκαλεῖ, καὶ τοὺς τῆς ἀπάτης καθη- γητὰς, ὄλεθρόν τε καὶ πάγην γεγονότας τισὶν οἳ, τῆς ἀληθοῦς ἐπὶ Θεοῦ δόξης ἡμαρτηκότες, τὴν αὐτῷ πρέπουσαν τιμὴν καὶ λατρείαν ἀνατεθείκασι τῇ κτίσει, "καὶ προσεκύνησαν τοῖς "ἔργοις τῶν ἰδίων χειρῶν," καθὰ γέγραπται. Οὐκ ἀπίθανον δὲ τοῖς ψευδομάντεσι καὶ τοὺς τῶν Ἑλ- λήνων συνάψαι λογάδας, οἳ δοκησισοφοῦντες ἄγαν ταῖς ἑαυτῶν εὐγλωττίαις τοὺς αὐτοῖς προσκειμένους πεπλανήκασι, καὶ ὥσπερ τινὲς ποιμένες οὐκ ἀγαθοὶ κατεβόσκησαν ἐν ἀκάν- θαις καὶ εἰς πολλὴν ἀχρειότητα σαθρῶν ἐννοιῶν· τί γὰρ παρ' ἐκείνοις τὸ εἰς ἐπίγνωσιν ἀληθείας ὠφελοῦν; κατὰ 2.433 τούτων ἂν γένοιτο καὶ τὰ ἐκ θείας ὀργῆς, καὶ μάλα ὁσίως· ὠλόθρευσαν γὰρ οὐχὶ δὴ μόνας τὰς ἑαυτῶν ψυχὰς, ἀλλὰ γὰρ πρὸς τούτῳ καὶ τὰς ἑτέρων. πεπλανήκασι γὰρ, ὡς ἔφην, τῷ τῆς λέξεως κόμπῳ μονονουχὶ καταχρυσοῦντες τὸ ψεῦδος καὶ τὴν τοῦ λόγου χρείαν δαπανῶντες εἰς φενακισμούς. ἐπισκέπτεται γεμὴν τοὺς ἀμνοὺς, ἐποικτείρων δηλονότι, καὶ μετατιθεὶς ἐξ ἀπάτης εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ ἐκ τοῦ πεπλανῆσθαι μετασοβῶν εἰς εὐθεῖαν ὁδόν. ὥσπερ γὰρ ἦν ἀκόλουθον τοῖς ἠδικηκόσιν αὐτοὺς τὴν τοῖς ἀδική- μασι πρέπουσαν ἐπαρτῆσαι δίκην· οὕτω δὴ πάλιν θεοπρεποῦς ἡμερότητος καὶ ψήφου δικαίας ἀμοιρήσειεν ἂν οὐδαμῶς τὸ ἐπὶ τοῖς πεπονθόσι φιλάνθρωπον κρῖμα. ἔδει γὰρ ἔδει σώ- ζεσθαι τοὺς ἠδικημένους, ἀμνησικακοῦντος Θεοῦ καὶ ποινῆς ἀπαλλάττοντος τοὺς ταῖς ἐκείνων πλεονεξίαις τάχα που καὶ ἀβουλήτως ὑπενηνεγμένους. 9Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ, καὶ ἐξ αὐτοῦ ἐπέβλεψε, καὶ ἐξ αὐτοῦ ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ, καὶ ἐξ αὐτοῦ ἐξελεύσε- ται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετ' αὐτῶν.9 Τίνα δὴ τρόπον ἐποίσει μὲν τοῖς ποιμέσι τὰ ἐξ ὀργῆς, ἐπισκέψεται δὲ καὶ ἀνασώσει τοὺς ἀμνοὺς, καθίστησιν 2.434 ἐναργές. ἀναδείξας γὰρ ἐξ Ἰουδαίων τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, κατηγωνίσατο μὲν δι' αὐτῶν τοὺς Ἑλλήνων σοφοὺς, ἐξείλετο δὲ τοὺς ἀμνοὺς τῆς ἐκείνων ἀθυροστομίας καὶ, τῶν τῆς ἀπάτης βρόχων ἀπαλλάξας, μετέστησεν εἰς θεογνωσίαν τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ' ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ ἀκαλλὲς καὶ ἀνόνητον. ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων δια- σποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, μονονουχὶ καταχρεμετίζοντες τῆς παρ' αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειέ τις; Χριστοῦ λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν "Πορεύου, "ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά "μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν Ἰσραήλ." ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι "Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους "σου καὶ ἡ ἱππασία σου σωτηρία." οὐκοῦν τάξει αὐτὸν φησὶν "ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ ὑπουργοὺς, καὶ τῆς παρ' ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι δέ φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ' ἐναντίας. 2.435 ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν λεηλατοῦντά τε καὶ αἰχμαλωτίζοντα. ∆εδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἐξ Ἑλλήνων ἁρπάζοντες, καὶ τῷ μεγάλῳ προσκομίζοντες βασι- λεῖ, φημὶ δὴ Χριστῷ, ἵνα ὑπ' αὐτῷ τε εἶεν, καὶ τὰ αὐτοῦ φρονεῖν ἕλοιντο, τῆς τοῦ διαβόλου πλεονεξίας ὀψὲ καὶ μόλις ἀποσεισάμενοι τὸν ζυγόν. κατηνδρίσαντο δὲ οὕτω τῶν παρ' Ἕλλησι σοφῶν οἱ θεσπέσιοι μαθηταὶ, ὡς ἤδη πως δοκεῖν πηλὸν ἐν τριόδοις διεῤῥιμμένον συμπατεῖν. καὶ γὰρ ἦν Κύριος μετ' αὐτῶν, ὁ ποιῶν "μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε "καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός." ἐπεφώνει δέ που καὶ ὁ Χριστὸς τοῖς πιστεύσασιν εἰς αὐτόν "Ἰδοὺ δέδωκα ὑμῖν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν "δύναμιν τοῦ ἐχθροῦ." Ἰστέον δὲ ὅτι πνευματικὴν μὲν ἡμεῖς ἐξυφαίνοντες θεωρίαν, τὰ τοιαῦτά φαμεν· Ἰουδαίοις γεμὴν οὐχ ὧδε ἔχειν τὸ χρῆμα δοκεῖ, δέχονται δὲ μᾶλλον ἱστορικῶς, καί φασιν, ὅτι μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς πεπολέμηκεν αὐτοῖς ὁ ἐπίκλην ἐπι- φανὴς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ' ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἀλλ' ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ἰσραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο. τότε γὰρ συμβέβηκε καὶ τοὺς ἐκ τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀνα- δήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούν- των εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ 2.436 ὀλίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως "∆ιότι ἐνέτεινά σε Ἰούδα "ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραῒμ, καὶ ἐπεγερῶ τὰ τέκνα "σοῦ Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω "σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ "ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ Κύριος παντοκράτωρ "ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς "αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν." 9Καὶ καταισχυνθήσονται ἀναβάται ἵππων, καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπηκα αὐτούς.9 Φασὶ δὴ πάλιν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες διηγή- μασιν, ὅτι συγκεκροτημένης τῆς πρὸς Ἕλληνας μάχης, οἱ μὲν ἐκείνων ἱππεῖς διολώλασι, κεκρατήκασι γεμὴν οἱ ἐξ αἵματος Ἰσραὴλ, ὡς κατοικῆσαι τὴν χώραν αὐτοὺς, δῆλον δὲ ὅτι τὴν Ἰουδαίαν, παντὸς ἐλευθέρους δείματος, καὶ οὐδενὸς τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου. ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ- σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατῃσχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατεῤῥαγμένων κεκρά- τηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ. καταση-μαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· 2.437 ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατῳκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι "Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ." ἔφη δέ που καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον "Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, "μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος "ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν "αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν, "οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς." οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος ∆αυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν "Μακάριοι "πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας "τῶν αἰώνων αἰνέσουσί σε." καὶ πάλιν "Ὅτι κρεῖσσον "ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην "παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν "με ἐν σκηνώμασιν ἁμαρτωλῶν." 9Καὶ ἔσται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτοὺς, διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἐπακούσομαι αὐτῶν, καὶ ἔσονται ὡς μαχηται τοῦ Ἐφραΐμ.9 Κατῃσχυμμένων τῶν παρ' Ἕλλησι σοφῶν, οἳ καὶ ἱππεῖς ὠνομάσθησαν, κατισχύσειν ἐπαγγέλλεται καὶ κατοικίσειν 2.438 τοὺς ἠλεημένους, ἐπιφέρων "Ὅτι ἠγάπηκα αὐτούς." καὶ τί κερδανοῦσιν ἐκ τοῦ ἠγαπῆσθαι παρὰ Θεοῦ, διερμηνεύει πάλιν. ὥσπερ γὰρ, φησὶν, οὐκ ἀπεστρεψάμην αὐτούς. οὐ γὰρ περιεῖδον εἰς ἅπαν, ἐπεσκεψάμην δὲ κεκινδυνευκότας, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· οὐ γὰρ "Ἰουδαίων ὁ Θεὸς "μόνον," ἀλλὰ καὶ ἐθνῶν, ὡς ∆ημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτοί φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς τὰς παρ' αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθή- σονται ὡς ἤδη πως ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραῒμ ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθε- στηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπί- γνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας. 9Καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ, καὶ τὰ τέκνα 2.439 αὐτῶν ὄψεται καὶ εὐφρανθήσεται, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.9 Τῶν οἶνον ἐκπεποκότων ἐκμελὴς ἀεί πως ἐστὶν ὁ νοῦς, καὶ φροντίδος καταφρονητής. προσίεται γὰρ οὐχὶ τὸ κατα- λυπεῖν εἰωθὸς, ἀνεῖται δὲ ὥσπερ καὶ μερίμνης ἁπάσης κατευμεγεθεῖ. εἰ τοίνυν γένοιντο, φησὶν, ὡς μαχηταὶ τοῦ Ἐφραῒμ, τότε δὴ τότε καὶ τὴν ἐπί γε σφίσιν αὐτοῖς εἰσδέξονται θυμηδίαν, ὡς δὲ λαμπροὶ καὶ εὐδόκιμοι τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφρανθήσονται, καὶ τῆς ἐξαιρέτου πολιτείας ἕξουσι μιμητὰς, τοὺς ἐξ αὐτῶν γεγο- νότας υἱοὺς, πνευματικοὺς δηλονότι. τοιοῦτος δὲ ἦν καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς δι' αὐτοῦ κεκλημένοις ἐπιστέλλων τε καὶ λέγων "Κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, "ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ "τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." οὐκοῦν τὰ ἐξ αὐτῶν ἐσόμενα τέκνα ὄψονται καὶ εὐφρανθήσονται. γεγονότα γὰρ ἐν θεωρίαις ταῖς ἐπὶ Χριστῷ, καὶ τοῦ μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκότα, καὶ ταῖς τοῦ Πνεύματος χορηγίαις πεφω- τισμένα, πράξουσι δεξιῶς, καὶ τὴν ἐπ' αὐτῷ τῷ Σωτῆρι Χριστῷ θυμηδίαν εἰσδέξονται, καὶ αὐτὸν ποιήσονται χαράν τε καὶ τέρψιν καὶ ἀγαλλίασιν ψυχῆς καὶ καρδίας. γένοιτο δ' ἂν καὶ τοῦτο σαφὴς ἀπόδειξις τοῦ ζῆν ἑλέσθαι θεοφιλῶς. οἱ μὲν γὰρ τοῖς ἐν κόσμῳ πράγμασι τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες τὴν ῥοπὴν, καὶ νενευκότες εἰς τὰ αἰσχίω, χαί- ρουσιν ἐπ' αὐτοῖς, καὶ θυμηδίαν ποιοῦνται τὸ χρῆμα, καὶ γεγήθασιν ἐπὶ σαρκὸς ἡδοναῖς, καὶ ταῖς ἑτέραις τοῦ παρόντος βίου τρυφαῖς ἐνσπαταλᾶν εἰωθότες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰ παρὰ Θεῷ· οἱ δὲ ἐξ ὅλης καρδίας ζητοῦντες αὐτὸν, 2.440 καὶ ταῖς ἐπ' αὐτῷ θεωρίαις καταπιαινόμενοι, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρύνοντες, τὰς ἐπ' αὐτῷ καὶ μόνῳ παρα- δέξονται θυμηδίας. 9Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί· καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, καὶ ἐκθρέψουσι τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσι.9 ∆ιαμέμνηται πάλιν τῆς Ἰουδαίων ἀγέλης, καὶ δὴ καὶ ὑπισχνεῖται συλλέγειν αὐτοὺς κατεσκεδασμένους, καὶ ἐξ ἁπάσης γῆς συναγείρειν εἰς τὴν Ἰουδαίαν, ὡς ἀπονοσφί ζεσθαι παντελῶς οὐδένα. καὶ τίνα τρόπον ἡ ἄθροισις ἔσται, κατασημαίνει πάλιν. τοὺς μὲν γὰρ μελιττοκόμους φασὶ σημεῖά τινα ποιεῖν, ἢ συρίζοντας, ἤγουν ἕτερα ἄττα δρᾶν εἰωθότας, οὕτω τε συλλέγειν τὰ τῶν μελιττῶν ἔθνη, τῶν σίμβλων ἀποφοιτήσαντα. εἴρηται δέ τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου "Καὶ ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ "συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, "καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων." ἕτεροι δέ φασι, καὶ ἐν τοῖς τοῦ πολέμου καιροῖς, εἰ δὴ συμβαίνοι διασκίδνασθαί πως τοὺς μαχητὰς, ἢ διώκοντας ἢ διωκο μένους, αἴρεσθαί τι σημεῖον ὑψοῦ παρὰ τῶν στρατηγῶν, εἰς ὃ καὶ ἀφορῶντες, συναθροίζονταί τε καὶ εἰς τὸν αὐτὸν ἀνόπιν ἴενται χῶρον. ὑποφαίνει δέ τι τοιοῦτον καὶ τὸ παρὰ τῷ προφήτῃ κείμενον Ἡσαΐᾳ "Καὶ ἔσται ὡς ἰστὸς ἐπ' "ὄρους, καὶ ὡς σημαίαν φέρον ἐπὶ βουνοῦ." οὐκοῦν ἐκ 2.441 τοῦ γίνεσθαι πεφυκότος δέχεται τὴν ὁμοίωσιν. σημανῶ γάρ φησιν αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς. ἐγήγερται γὰρ σημεῖον ἐν ἡμῖν μέγα καὶ ἐπιφανὲς ὁ τοῦ Σωτῆρος σταυρὸς, δι' οὗ καὶ γεγόναμεν δεκτοὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ ἐκλελυτρώμεθα, καὶ εἰς πληθὺν ἀμέτρητον ἐξεδράμομεν οἱ πεπιστευκότες. ἐπειδὴ δὲ προστέθεικεν ὅτι καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσι καὶ μνησθή- σονταί μου, πάλιν ἐκεῖνό φαμεν, καὶ οὐκ ἀπὸ σκοποῦ· πολὺ γὰρ ἔχει τὸ εἰκὸς ὁ λόγος· κατεσπάρησαν γὰρ ὥσπερ ἐν πολλοῖς ἔθνεσι καὶ ἐν ἁπάσῃ δὲ χώρᾳ τε καὶ πόλει, οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν θείων εὐαγγελίων κήρυκες, καὶ τοὺς ἀπωτάτω γεγονότας Θεοῦ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν τε καὶ πλάνην μνησθῆναί τε αὐτοῦ, καὶ εἰς νοῦν ἑλεῖν παρεσκεύασαν τὸν τῶν ὅλων Σωτῆρα καὶ γενεσιουργὸν, καίτοι πάλαι τῇ κτίσει τὸ σέβας ἀνάπτοντας, ταύτῃτοι καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐκπεφοιτηκότας. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ κεκλημένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ προσεφώνει λέγων "Νυνὶ δὲ ὑμεῖς οἱ ποτὲ "ὄντες μακρὰν ἐγενήθητε ἐγγύς." ἥξουσι δὴ οὖν μνησθέντες τοῦ Θεοῦ. καί τι τοιοῦτον ἡμῖν ὁ μακάριος προφήτης Ἱερε- μίας ὑπαινίττεται λέγων ὡς πρός γε τὸν Ἰσραήλ "Οἱ "μακρόθεν μνήσθητε τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω "ἐπὶ τὴν καρδίαν ὑμῶν." εἰ δὲ δὴ μνησθεῖεν ὅλως τοῦ κατὰ φύσιν Θεοῦ, τότε δὴ τότε καὶ πνευματικῆς εὐρωστίας βαδι- οῦνται πρὸς τοῦτο, ὥστε καὶ τέκνων αὐτοὺς γενέσθαι πατέ- ρας, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις ἐκθρέψαι τὰ ἴδια τέκνα, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ σεμνύνεσθαι. γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ τεθραμμένοις καὶ εἰς ἄνδρα τέλειον ἀναβεβηκόσι, καὶ εἰς μέτρον ἡλικίας ἥκουσι 2.442 τῆς ἐν Χριστῷ, ποτὲ μέν "Χαρὰ καὶ στέφανός μου," ποτὲ δὲ πάλιν "Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω "ἐν Χριστῷ Ἰησοῦ." "Στέφανος γὰρ γερόντων τέκνα "τέκνων, κατὰ τὸ γεγραμμένον· καύχημα δὲ τέκνων πατέρες "αὐτῶν." 9Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσ- δέξομαι αὐτοὺς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς.9 Ὅτε τὴν Ἰουδαίαν ἀνεῖλε μὲν κατὰ κράτος ὁ Ναβουχο- δονόσορ, ἐμπέπρησται δὲ καὶ ὁ θεῖος νεὼς, αὐτά τε τὰ Ἱεροσόλυμα, τότε καὶ ἅπας τεταλαιπώρηκεν ὁ Ἰσραήλ. οἱ μὲν γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους αἰχμάλωτοι γεγο- νότες ἀπεκομίζοντο· οἱ δὲ τῆς ἐκείνων ὠμότητος ἔξω γεγονότες καὶ διαφυγεῖν ἰσχύσαντες, δεδιότες δὲ καὶ παραι- τούμενοι τὸ ἐναλῶναι τοῖς ἴσοις, αὐτόμολοί τε πρὸς Αἰγυ- πτίους ᾔεσαν, καὶ τῆς ὑπ' ἐκείνοις θητείας τὸν ἀβούλητον μὲν, πλὴν ἐξ ἀνάγκης ἐπεῤῥιμμένον ὑποδεδραμήκασι ζυγόν. οὐκοῦν ἐπειδήπερ συναγείρειν αὐτοὺς πανταχόθεν ἐπηγγέλ- λετο, διαμέμνηται καὶ τόπων εἰς οὓς καὶ ἀπεκομίσθησαν· οἱ μὲν, αἰχμάλωτοι γεγονότες, ὡς ἔφην, οἱ δὲ ἀφορήτοις δείμασι πρὸς τὰ παρὰ γνώμην αὐτοῖς συνωθούμενοι. Ἐπειδὴ δὲ τῆς πνευματικῆς ἑρμηνείας μεταποιεῖσθαι πρέπει τοῖς ὅτι μάλιστα φιλοθεωτάτοις καὶ πνευματικοῖς, φαμὲν ὅτι τῆς τῶν ἀοράτων ἐχθρῶν χώρας ἤτοι χειρὸς ἐξέλκειν αὐτοὺς ἐπαγγέλλεται, καὶ παντὸς μὲν δείματος 2.443 ἐλευθεροῦν· αἰχμαλώτους δὲ ὄντας, καὶ οἷον ὑφ' ἑτέρους κειμένους, μονονουχὶ καὶ ἀναμορφοῦν εἰς ἐλευθερίαν. Ἢ καὶ καθ' ἕτερον τρόπον σκοτισμοῦ καὶ συγχύσεως ἀπαλλαγήσεσθαί φησιν. Αἴγυπτος μὲν γὰρ Σκοτισμὸς, Βαβυλὼν δὲ Σύγχυσις ἑρμηνεύεται. ἀδιαφορεῖ δὲ πλει- στάκις ὁ λόγος, Ἀσσυρίους τε καὶ Βαβυλωνίους εἰς ἔθνος καταλογιζόμενος ἓν, διά τοι τὸ ὑφ' ἑνὶ κεῖσθαι σκήπτρῳ, καὶ μίαν ἐπ' αὐτοὺς τετάχθαι τὴν βασιλείαν. λελυτρω- μένους δὴ οὖν ἐκ τῆς τῶν πλεονεκτούντων χειρὸς, εἰσκομιεῖν ἐπαγγέλλεται εἴς τε τὴν Γαλααδῖτιν· μοῖρα δὲ αὕτη τῆς Ἰουδαίων γῆς ἡ παμφορωτάτη καὶ εὔκαρπος· καὶ μὴν καὶ εἰς τὸν Λίβανον, καὶ τοῦτο δὲ ὄρος εὔξυλόν τε καὶ μέγα, τῆς Ἰουδαίων τε καὶ Φοινίκων γῆς ἐν μεθορίοις κείμενον. σημαίνεται δὲ δι' ἀμφοῖν ἐκεῖνο οἶμαί που. ἀπαλλάξας γὰρ ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ Αἰγύπτου καὶ Ἀσσυρίων, τουτέστιν ἐκ τῆς τῶν αἰχμαλωτισάντων πλεονεξίας· πονηροὶ δὲ οὗτοι καὶ ἀκάθαρτοι δαίμονες· εἰσκεκόμικεν οἷά περ εἰς γῆν εὔξυλόν τε καὶ λιπαρωτάτην τὴν Ἐκκλησίαν, ἐν ᾗ πολὺς μὲν λίαν ὁ τῶν εὐδοκιμούντων καρπὸς, οὐκ εὐαρίθμητοι δὲ τῶν ἁγίων κεφαλαὶ, ὑψοῦ τε ἠρμέναι δι' ἀρετὴν, καὶ οἷον ἐν τάξει κέδρων ἀνατεθήλασι, καὶ περὶ αὐτῶν ἂν λέγοιτο καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν "Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας." "Θεοῦ γὰρ γεώργιον" τοὺς ἐν πίστει δεδικαιωμένους ὀνομάζει σαφῶς καὶ ὁ θεσπέσιος Παῦλος. 9Καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ, καὶ πατάξουσιν ἐν θαλάσσῃ 2.444 κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται, καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.9 Ὡς ἐξ ὁμοιότητος τῶν τοῖς ἀρχαιοτέροις δεδωρημένων, τοῖς εἰς Χριστὸν πιστεύουσι τῆς ἐπικουρίας ἡ ὑπόσχεσις. ὥσπερ γὰρ τὴν ἐρυθρὰν διεβιβάσθη θάλασσαν ὁ Ἰσραὴλ, τῶν ἐν αὐτῇ κατευμεγεθήσας κυμάτων· "ἐπάγη γὰρ ὡσεὶ "τεῖχος τὰ ὕδατα," Θεοῦ τὸ χρῆμα παραδόξως ἀποπεραί- νοντος· καὶ ὥσπερ ποδὶ διέβησαν τὸν Ἰορδάνην· οὕτω, φησὶν, οἱ διὰ Μωυσέως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις ἀνασεσωσμένοι, διαπεραιώσονται μὲν οἷά τινα θάλασσαν ἀγρίως κατακυμαίνουσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τύρβης ἔξω γεγονότες κοσμικῆς, σχολαῖοι λατρεύσουσι τῷ κατὰ φύσιν ὄντι Θεῷ. διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ' αὐτῷ δὴ τούτῳ μεγάλα χαίροντας λέγειν "Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, "εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ "ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον "ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα "τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ "ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό- "στατον." ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, διέδρα τὰς ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αἰγυπτίων ἀπεσείσατο 2.445 πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ' ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ' ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιή- μεθα, καὶ ἐπ' αὐτῷ τεθαῤῥήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς ὅλας ἔχομεν τὰς ἐλπίδας. "Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, "ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς." καὶ ᾗ φησιν ὁ μακάριος ψαλμῳδός "Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, "βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα." 9∆ιάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.9 Μεθίστησι τοίνυν ἐφ' ἑτέραν τινὰ νοημάτων ὁδὸν τῶν λεγομένων τὴν δήλωσιν. ἀποχρῶσαν δὲ τὴν ἀφήγησιν εὖ μάλα πεποιημένος τὴν περί γε τῆς τῶν ἐθνῶν κλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, τὴν ἐσομένην ἐπ' αὐτῷ δυσπεί- θειαν τῶν ἐξ Ἰσραὴλ κατὰ τὸν τῆς ἐνανθρωπήσεως δηλονότι καιρὸν προαφηγεῖται σαφῶς, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας κατεμπρησθῆναι δεῖ τόν τε νεὼν αὐτὸν καὶ μέντοι καὶ τὰ 2.446 Ἱεροσόλυμα, προσαλῶναι δὲ καὶ αὐτὰς τοῦ Ἰσραὴλ τὰς πόλεις, καὶ συνδιολέσθαι τοῖς ἐνοικοῦσιν αὐτάς. πέπρακται δὲ ταῦτα διὰ χειρὸς τῆς Ῥωμαίων, στρατηγούντων κατὰ καιρὸν Οὐεσπασιανοῦ τε καὶ Τίτου. καὶ περιττὸν, ὡς ἔοικεν, ἀφηγεῖσθαι λεπτῶς ἕκαστα τῶν συμβεβηκότων ταῖς Ἰουδαίων πόλεσιν ἤτοι δήμοις, τῆς εἰς Χριστὸν ἕνεκα παροι- νίας· ἐξὸν τοῖς ἐθέλουσι τοῖς Ἰωσήπου συγγράμμασιν ἐντυ- χεῖν, ἀναμαθεῖν σαφῶς ἅπερ ἂν ἕλοιτο λεπτῶς. Μετακομίζει δὴ οὖν τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραήλ. καὶ Λιβάνῳ μὲν παρεικάζει τὴν Ἰουδαίαν· διὰ ποίαν αἰτίαν; εὔξυλον μὲν γὰρ ὄρος ὁ Λίβανος καὶ δρυμοῖς ἀμφιλαφέσι κατάκομον. πολυανθρωποτάτη δὲ καὶ ἡ τῶν Ἰουδαίων χώρα, καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καὶ οἷον κέδρους ἢ πίτυς εὐμηκεστάτας, τοὺς τῶν ἄλλων περιφανεστέρους, ἱερέας τέ φημι καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ και- ροὺς βασιλεύοντας, οἳ καὶ τοῖς τῆς ἡγεμονίας αὐχήμασιν ὑπερανεστηκότες, γνώριμοί τε ἦσαν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, ὑψοῦ τε ἠρμένην ἔσχον τὴν δόξαν. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστόν· ἦραν γὰρ "τὴν κλεῖδα τῆς "γνώσεως, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοὺς εἰσερχο- "μένους" ἀφῆκαν εἰσελθεῖν, καὶ τελευτῶντες ἐσταύρωσαν, καίτοι καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος· ταύτῃτοι δικαίως ἄρδην ἀπολώλασιν οἴκοις τε ὁμοῦ καὶ πόλεσι καὶ φιλτάτοις. οὐκοῦν αἰνιγματωδῶς Λίβανον μὲν, ὡς ἔφην, τὴν Ἰουδαίαν ἀποκαλεῖ· δένδροις δὲ τοῖς εὐμη- κεστάτοις παρεικάζει τοὺς ἐν αὐτῇ, ὡς τῶν ἄλλων ὑπερηρ μένους καὶ πολὺ λίαν ὑπερφέροντας. ὅτι δὲ ἔμελλεν ἁλῶναί 2.447 τε ῥᾳδίως, καὶ ὡς ἀπύλωτος πόλις εἰσχεόμενον μὲν παρα- δέξασθαι τὸν τῶν Ῥωμαίων στρατὸν, δαπανηθῆναί τε οὕτως, ὡσανεὶ καὶ δρυμὸς ἐπενεχθείσης φλογὸς, κατασημαίνει λέγων ∆ιάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος. Καὶ γέγονε μὲν ἐκ μεταφορᾶς ὁ λόγος. ὀνομάσας γὰρ Λίβανον, ἤγουν ὄρει τὴν τῶν Ἰουδαίων χώραν ἀπεικάσας, ἀναγκαίως πίτυΐ τε καὶ δρυσὶ παρεικάζει τοὺς ἐν αὐτῇ. ὅτι δὲ περὶ ἀνθρώπων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν· ἔφη γὰρ εὐθὺς ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. καὶ τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, παρέδειξεν εἰπὼν πῆ μὲν, ὅτι ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος. καταδῃούσης γὰρ τῆς Ῥωμαίων χειρὸς τὰς ἐν τῇ Ἰουδαίᾳ πόλεις, συν-έβαινε καθ' ἡμέραν τοὺς ἐν αὐταῖς ἁλίσκεσθαι λαμπρούς. οἱ δὲ μήπω τοῦτο πεπονθότες, κατωλοφύροντο τοὺς ἑαλω- κότας, καὶ τὸν ἐπί γε σφίσιν αὐτοῖς εἰσεδέχοντο θρῆνον, ἄθυμοι δὲ ἦσαν καὶ περιδεεῖς, ὡς αὐτίκα δὴ μάλα πεισόμενοι καὶ αὐτοί. τοῦτο οἶμαι δηλοῦν τό Ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος· δρύας γεμὴν Βασανίτιδος ἰδικῶς τάχα που τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀποκαλεῖ. Βασανῖτις μὲν γὰρ χωρίον ἐστὶν ἐν τῇ Ἰουδαίᾳ, εὔγειόν τε καὶ παμφορώτατον, καὶ ὑψηλὰ λίαν ἐκτρέφον τὰ δένδρα. ἐπειδὴ δὲ τῶν ἄλλων ἦσαν οἱ ἐν τοῖς Ἱεροσολύμοις ἀμείνους, ἱερέας δέ φημι καὶ τοὺς τῶν λαῶν ἡγουμένους, Βασανίτιδος αὐτοὺς ἀπεκάλεσε δρύας, αἳ δὴ καὶ τεθρηνήκασιν εἰκότως, διάτοι τὸ κατασπα- σθῆναι τὸν δρυμὸν τὸν σύμφυτον. ἐμάνθανον γὰρ ὅτι τῶν ἀνὰ πᾶσαν τὴν χώραν οἷά τις δρυμὸς ἡ πληθὺς δεδαπάνηται καὶ οἷον πελέκεσιν ἐκκοπτομένη ταῖς τῶν πολεμούντων ἀγρίαις ἐμβολαῖς. σύμφυτον δὲ δρυμὸν, ὃν δὴ καὶ κατε- 2.448 σπάσθαι φησὶν, οὐδὲν ἧττον νοήσεις καὶ τὴν ἐν αὐτοῖς τοῖς Ἱεροσολύμοις πληθύν· λιμῷ τε γὰρ καὶ πολέμῳ διολώλασιν· ἐπολολυζόντων αὐτοῖς τῶν τῆς Βασανίτιδος δρυῶν, τουτέστι τῶν ἡγουμένων. 9Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.9 Ἐμφανεστέραν ἐν τούτοις, ὡς ἔφην ἀρτίως, ποιεῖται τὴν δήλωσιν. οὐ γὰρ ἔτι πίτυν ἢ δρῦν ὀνομάζει, ἀπημφιεσ- μένως δὲ τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων σημαίνει καθηγη- τὰς, οὓς καὶ ὀλοφύρεσθαί φησι, καὶ οἷον φωνὰς ἀνιέναι, κατοιμώζοντας ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. γεγόνασι γὰρ οἰκτροὶ καὶ κατεῤῥιμμένοι, ἐλεεινοί τε καὶ ἀτιμώτατοι, καίτοι πάλαι περιφανεστέραν ἔχοντες δόξαν. ἐπειδὴ δὲ ἀνεδείχθησαν οἱ διὰ Χριστοῦ ποιμένες, τουτέστιν οἱ θεσπέσιοι μαθηταὶ, τεταλαιπώρηκεν εἰκότως ἡ τῶν ψευδο- ποιμένων μεγαλωσύνη. ᾐτιᾶτο μὲν γὰρ αὐτοὺς ὁ τῆς ἀγέλης ∆εσπότης διὰ προφητῶν ἁγίων οὕτω λέγων "Ὦ οἱ "ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα "τῆς νομῆς αὐτῶν." καὶ πάλιν "Ὅτι οἱ ποιμένες ἠφρονεύ- "σαντο καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε "πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν." ἐπηγγέλλετο δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τοὺς γνησίους ἀναδεῖξαι ποιμένας, οὕτω πάλιν εἰπών "Καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν, καὶ δώσω ὑμῖν "ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς "ποιμαίνοντες μετ' ἐπιστήμης." τίνες δὲ οὗτοι πάλιν; 2.449 οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, "τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον," καὶ εἰς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν τὴν πνευματικὴν ἀποκομίζειν εἰδότες τὰ ὑπὸ χεῖρα θρέμματα. Οὐκοῦν τεθρηνήκασιν οἱ ψευδοποίμενες, ὅτι τεταλα μεγαλωσύνη αὐτῶν· σημαίνει δὲ τοῦτο καὶ καθ' ἕτερον τρόπον εὐθὺς ἐπιφέρων Φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου. ὠρυγμὸς μὲν γάρ ἐστι κυρίως ἡ τῶν λύκων φωνὴ, ἣν ἂν ποιοῖντο, κλαίοντες ἐπὶ λιμῷ τε καὶ ἀσιτίαις. δέχεται δὲ τοῦτο καὶ ἐπὶ λεόντων ἡ θεία γραφή. κατεφωρῶντο τοίνυν οἱ τῶν Ἰουδαϊκῶν προεστη- κότες ταγμάτων ὡς λέοντες ὠρυόμενοι, τουτέστι πεινῶντές τε καὶ κλαίοντες, διάτοι τὸ μὴ ἔχειν τὰς ἐκ τῶν λαῶν καρποφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. ἐπειδὴ γὰρ τῆς ἀγέλης ἐκπεπτώκασιν, οὐκ ἔτι τοῖς ἐξ αὐτῆς κατηυ- φραίνοντο καρποῖς. Εἰ δὲ δή τις οἴοιτο καὶ ὡς ἐν τάξει λεόντων κατωρύεσθαι τοῦ Χριστοῦ τοὺς γραμματεῖς τε καὶ Φαρισαίους· κατα- κεκράγεσαν γὰρ αὐτοῦ, καὶ τὰς ἐκ φθόνου καὶ βασκανίας καὶ ἀκράτου μανίας κατηφίεσαν φωνὰς, Σαμαρείτην λέγοντες, μέθυσον ἀποκαλοῦντες καὶ ἐκ πορνείας γεγεννημένον, καὶ "Αἶρε, αἶρε, σταύρου αὐτόν·" τὰ εἰκότα φρονήσει καὶ οὕτως. πλὴν εἰ καὶ ἐπωρύοντο, τεταλαιπωρήκασιν οὐ μετρίως, ἤρ- γησέ τε τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. παραῤῥεῖ μὲν γὰρ ὁ Ἰορδάνης τὴν Ἱεριχὼ, πλεῖστοι δὲ ὅσοι περὶ αὐτὸν οἱ λέοντες, καταβρυχόμενοί τε δεινῶς καὶ ἀφόρητον τοῖς ἐνοικοῦσιν ἐνιέντες τὸ δεῖμα. τοιοῦτοι 2.450 δὲ ἦσαν τοὺς τρόπους οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῶν ἀγελαίων καταβρυχόμενοι, καὶ τοῖς ἐκ τῆς ἐξουσίας κατα- πτοοῦντες δείμασι τοὺς ἀσθενεστέρους. ἀλλὰ τεταλαιπώ ρηκεν ὁ τῶν λεόντων φόβος. τοῦτο δὲ εἶναί φησι τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ φρύαγμα μέν ἐστιν ἡ ἵππων τε καὶ ἡμιόνων διὰ μυκτήρων ἠχὴ καθιεμένη τε καὶ ἀγρίῳ φυσήματι συν- εκπίπτουσα· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ μεγαλοφρονεῖν. ἔφη γοῦν ὁ θεσπέσιος ∆αυεὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνη- κότων "Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;" ὅταν οὖν φρύαγμα τοῦ Ἰορδάνου λέγῃ, νοήσεις τὸ φρόνημα, καὶ οὐχὶ πάντως τοῦ ποταμοῦ, ἀλλὰ τῶν περὶ αὐτὸν λεόντων· ἀπὸ γὰρ τόπων ἔσθ' ὅτε τὰ ἐν αὐτοῖς σημαίνεται. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλου τήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον ἐπ' αὐτοῖς.9 Πρὸς αὐτοὺς ὁ λόγος τοὺς θρηνοῦντας ποιμένας, καὶ τοὺς ἐν τάξει λεόντων ὠρυομένους, οἷς καὶ ἐφίησιν ἔτι τὰ τῆς σφαγῆς κατανέμειν πρόβατα, καίτοι κατημεληκόσι λίαν, ὡς πιπρασκομένοις τε καὶ σφαζομένοις μηδ' ὅσον εἰπεῖν ἐπαλ- γῆσαι βραχύ. ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ' ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως, 2.451 ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλο- κερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ' αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ τοιούτους ὄντας ἐλέγχων "Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι "ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον "καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, "τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν." ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσ- ἀγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπι- σμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ "Ὦ οἱ ποιμένες "̓Ισραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ "πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- "εσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε "καὶ τὰ πρόβατά μου βόσκεσθε." καταβόσκετε τοίνυν φησὶ τὰ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφά- ζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ' ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ' αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο. ὥσπερ γὰρ δεσποτικὸν 2.452 ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πως ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον, ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν. νοηθεῖεν δ' ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι λέγοντι σαφῶς "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις "τοῦ Θεοῦ ἐστιν." ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ' ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·" ὁ δέ γε θεσπέ- σιος Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων "Ἕως "τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι "πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας "κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; "ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ "τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος "κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν "τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον." οὐκοῦν οἱ ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύ- νοντες μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ' ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἂν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως. αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτή καμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες 2.453 ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάτ- τονται. ἀλλ' ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ' ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἡ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ' οἷς ἂν ἡσθείη Θεός. 9∆ιὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασι- λέως αὐτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξελοῦμαι ἐκ χειρὸς αὐτῶν. καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν.9 Ἀπειλεῖ τοῖς ποιμνίοις ὄλεθρόν τε ὁμοῦ καὶ ἐξοικισμὸν καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, ὅτι καίτοι μετὸν αὐτοῖς τὴν τοῦ πάντων ἀρχιποιμένος, φημὶ δὴ Χριστοῦ, χεῖρά τε ὑποδραμεῖν καὶ ὑπ' αὐτῷ γενέσθαι, μᾶλλον προσκεχω- ρήκασιν ἀμαθῶς τοῖς κατασφάζουσί τε καὶ καταπωλοῦσιν αὐτούς. γέγονε μὲν γὰρ ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς τήν τε ἐκείνων σκαι ότητα καταδεικνὺς καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας τὸ γνήσιον "̓Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν "αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ "οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ "τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· 2.454 "καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός "ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι "ὁ ποιμὴν ὁ καλός." Ἰουδαῖοι δὲ οἱ τάλανες, καίτοι τῶν μισθωτῶν ποιμένων καταβοῆσαι δέον, τοῦτο μὲν οὐ δεδρά- κασι, τὸν δὲ ἀγαθὸν ποιμένα, τὸν ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς τὴν ἑαυτοῦ τιθέντα ψυχὴν, κατὰ μυρίους ὅσους λελυπή- κασι τρόπους, καταλεύοντες, ὀνειδίζοντες, καὶ τὸ τελευταῖον, ἀπύλωτον ἐπ' αὐτῷ διανοίγοντες στόμα. κατακεκράγασι γὰρ ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, λέγοντες τῷ Πιλάτῳ "Αἶρε, "αἶρε, σταύρου αὐτὸν," καὶ αὐτὸ δὲ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπηντλήκασι κεφαλαῖς. ἔφασκον γὰρ πάλιν "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." διὰ τοῦτο τοίνυν, φησὶν, οὐκέτι φείσομαι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. οὐ γὰρ ἔτι φειδοῦς ἠξίωνται τῆς παρὰ Θεοῦ· δέδονται δὲ μᾶλλον ἕκαστος εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως, ἤγουν ἄρχοντος αὐτοῦ. ἐσταυρώ- κασι μὲν γὰρ τὸν Ἐμμανουὴλ, καὶ γεγόνασι κυριοκτόνοι, ἔμπλεώ τε πάσης ἀνοσιότητος. πλὴν ἐκάλει Θεὸς εἰς μετάγνωσιν, καὶ οὐκ εὐθὺς ἐπετίθει τὰ ἐξ ὀργῆς. τρια- κοστοῦ δὲ ἤδη παρῳχηκότος ἔτους, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀπεφοίτησε μὲν εἰρήνη τῆς Ἰουδαίων χώρας, πόλεμοι δὲ ἦσαν πανταχῆ, πόλεως ἐπὶ πόλιν ἰούσης, καὶ τῶν ἐν ἑκάστῃ τεμνομένων εἰς διαφορὰς, καὶ μαχομένων ἀλλήλοις, ὡς ἐν ἴσῳ φαίνεσθαι κακῷ τὰ παρὰ σφίσιν αὐτοῖς τοῖς ἐκ τοῦ πολέμου συμβεβηκόσι. κεκρατήκασι γὰρ τῆς Ἰουδαίων χώρας οἱ ἀνδρειότατοι τῶν Ῥωμαίων στρα-τηγοὶ, καὶ αὐτοῖς ἀνδράσι καταπιμπράντες πόλεις, τοῖς τῆς 2.455 δουλείας αὐτὴν ὑπέθεσαν ζυγοῖς. οἱ δέ γε διαφυγεῖν ἰσχύ- σαντες, τὰς τῶν ἐθνῶν κατῳκήκασι χώρας, ὃ καὶ μέχρι νῦν ἔστιν ἰδεῖν. Καὶ τοῦτο οἶμαι δηλοῦν, ὅταν λέγῃ Ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, τουτέστιν εἰς τὴν τῶν Χανα- ναίων χώραν τε καὶ γῆν. Χαναναῖοι δὲ τὰ ἔθνη, παρ' οἷς τὰ πρόβατα τῆς σφαγῆς καὶ εἰς δεῦρό πως ἔτι παρὰ Θεοῦ ποιμαίνονται, ἤγουν δοκοῦσι καταποιμαίνεσθαι. ἐπιτηροῦσι γάρ τινα τῶν κατὰ τὸν νόμον, καὶ οὐχ ὁλο- τρόπως τῶν ἀρχαίων κατημεληκότας ἐθῶν κατίδοι τις ἄν. καὶ γοῦν καὶ περιτέμνονται τὴν σάρκα, καὶ σαββατίζουσι, καὶ ἕτερα ἄττα πρὸς τούτοις καὶ φροντίδος ἀξιοῦσι καὶ λόγου. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου παρὰ Θεοῦ λεγόμενον "Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν "ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ." τοὺς δέ γε ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ τὴν Ἱερουσαλὴμ ἐμφυλίους πολέμους, καὶ τὰ ἐν ἑκάστῃ πόλει, σαφῶς ἀνα- γέγραφεν ὁ τὰς Ἰουδαίων τραγῳδήσας συμφοράς· Ἰώσηπος οὗτος ἦν, ἀνὴρ ἐλλόγιμος καὶ σοφός. 9Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα Κάλλος καί τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατα.9 Κατὰ πολλοὺς ἡμῖν τρόπους παρὰ ταῖς θεοπνεύστοις γραφαῖς ἡ ῥάβδος νοεῖται. ποτὲ μὲν γὰρ σημαίνει τὴν 2.456 βασιλείαν, ὡς ὅταν λέγηται τῷ Χριστῷ "Ῥάβδος εὐθύ- "τητος ἡ ῥάβδος τῆς βασιλείας σου·" ποτὲ δὲ ἰσχὺν, ὡς ἔν γε τῷ φάναι "Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ "Σιών· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου·" ἐκλαμβάνεται δὲ καὶ εἰς παιδείαν καὶ ἐπιστήμην ἔσθ' ὅτε τὴν ποιμαντικήν· εἴρηται γοῦν πάλιν διὰ φωνῆς προφήτου πρὸς τὸν Υἱόν "Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, "πρόβατα κληρονομίας σου." ἀλλ' ἔν γε τοῖς προκειμένοις σημαίνουσιν αἱ ῥάβδοι τρόπους ἡμῖν ποιμενικῆς ἐπιστήμης, καὶ διττὸν παιδεύσεως εἶδος, κατά γε τὸ ἀμωμήτως ἔχειν δοκοῦν. δέχεται δὲ τὰς ῥάβδους ὁ πάντων ἀρχιποίμην "ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων," τούτεστι Χριστὸς, ἵνα ἐν αὐταῖς καταποιμάνῃ τὰ ἴδια πρόβατα. Πάλαι μὲν γάρ· τουτέστι, καὶ πρὸ τῶν τῆς ἐνανθρω- πήσεως χρόνων· Θεὸς ὢν καὶ νομοθέτης ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος κατέβοσκε τὸν Ἰσραὴλ, οἱονεὶ ῥάβδῳ μιᾷ χρώμενος, τῇ κατὰ νόμον παιδείᾳ. ἔφη γάρ που διὰ προφήτου φωνῆς πρὸς αὐτόν "Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ." ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς ἄνθρωπος, δύο δέχεται ῥάβδους. κατανέμει γὰρ ὥσπερ τοὺς ἰδίους προσκυνητὰς, τοὺς διὰ πίστεως δὲ δηλονότι δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, νομικοῖς τε ἅμα καὶ εὐαγγελικοῖς θεσπίσμασιν, οὐ βουθυτεῖν ἀναπείθων, οὔτε μὴν ταῖς κατὰ νόμον προσαγωγαῖς προσ- κεῖσθαι διδάσκων· ποιεῖσθαι δὲ μᾶλλον προστεταχὼς τῆς ἐν Πνεύματι λατρείας τὴν δύναμιν εἰς ἀναιμάκτου θυσίας τρόπον. μετατέθειται γὰρ ἡ σκιὰ πρὸς ἀλήθειαν, καὶ μετα- 2.457 κεχάρακται τὰ ἐν τύποις εἰς ἀστειότητα πολιτείας τῆς ἐν Χριστῷ τε καὶ εὐαγγελικῆς. ὀνόματα δὲ ταῖς ῥάβδοις, τῇ μὲν μιᾷ Κάλλος, ἥτις ἐστὶ διαθήκη νέα καλὴ καὶ ἀξιοθαύ- μαστος, ἣν αὐτὸς λελάληκεν ὁ Υἱός "Ὡραῖος ὢν κάλλει "παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·" ἡ γεμὴν ἑτέρα Σχοί- νισμα, τουτέστι μερὶς, ἵνα νοῶμεν τὸν νόμον, τὸ ἀφορισθὲν τῷ Θεῷ σχοίνισμα παιδαγωγεῖν εἰωθότα. γέγραπται γὰρ ὅτι " Οτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, "ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ "ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα "κληρονομίας αὐτοῦ Ἰσραήλ." ταύταις δὴ οὖν ταῖς δυσὶ ῥάβδοις ὁ μέγας ἀρχιποίμην κατανεμήσειν ἐπαγγέλλεται τὰ ἑαυτοῦ πρόβατα, καὶ ἀτρεκὴς ὁ λόγος. συνεκόμισε γὰρ εἰς μίαν αὐλὴν τούς τε ἐξ Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, νομικήν τε ἅμα καὶ εὐαγγελικὴν παίδευσιν αὐτοῖς παρατιθεὶς εἰς τρυφὴν, καὶ οἷά τινα πόαν πνευματικὴν χορηγῶν εἰς μέθεξιν, καὶ καταπιαίνων πλουσίως τὰς τῶν ἁγίων ψυχάς. 9Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτοὺς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀπο- θνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.9 Ἀναδειχθέντος γὰρ ἤδη τοῦ ἀληθινοῦ τε καὶ ἀγαθοῦ ποιμένος, ἦν δήπου καὶ μάλα εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐκ μέσου γενέσθαι λοιπὸν τοὺς μισθωτοὺς καὶ 2.458 ψευδοποίμενας, τουτέστι τοὺς τῶν Ἰουδαίων κατὰ νόμον καθηγητάς· ὧν οἱ μὲν "κατέσφαζον τὰ πρόβατα καὶ οὐ "μετεμέλοντο" οἱ δὲ δὴ "πωλοῦντες αὐτὰ ἔλεγον Εὐλο- "γητὸς Κύριος καὶ πεπλουτήκαμεν." εἶτα τί δήποτε, φαίη τις ἂν, ποιμένας αὐτοὺς ὀνομάζει τρεῖς, τίνα δὲ τρόπον ἐξαίρον- ται καθά φησιν ἐν μηνὶ ἑνὶ, φέρε δὲ λέγωμεν, τὰ ἐκ τῶν ἱερῶν γραμμάτων παρατιθέντες εἰς πίστιν. οἶμαι δὴ οὖν ὅτι τρεῖς ὀνομάζει ποιμένας, τούς τε κατὰ νόμον ἱερατεύοντας, καὶ τοὺς τεταγμένους κριτὰς τοῦ λαοῦ· καὶ προσέτι τούτοις τοὺς γραμματοεισαγωγεῖς ἤτοι τοὺς νομικούς. κατεβό- σκοντο γὰρ ὥσπερ οὗτοι τὸν Ἰσραήλ. καὶ οἱ μὲν τὴν τῆς ἱερωσύνης ἔχοντες δόξαν, ἐκ μόνης ἦσαν τῆς φυλῆς Λευὶ, καὶ περὶ αὐτῶν ἔφη Μωυσῆς "Χείλη ἱερέως φυλάξεται "κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ·" οἱ δὲ δὴ λαχόντες τοῦ κρίνειν τὴν ἐξουσίαν, ἀπόλεκτοι μὲν καὶ αὐτοὶ, πλὴν ἐκ πάσης ἀνεδείκνυντο φυλῆς· κατὰ τὸν ἴσον δὲ οἶμαι τρόπον οἵ τε γραμματοεισαγωγεῖς, ἤγουν, καθάπερ ἔφην ἀρτίως, οἱ νομικοὶ, τοῖς εἰς τὸ κρίνειν τεταγ- μένοις ἀεὶ προσεδρεύοντες, καὶ τὰ τοῦ νόμου γράμματα παρακομίζοντες εἰς ἀπόδειξιν τὴν ἐφ' ἑκάστῳ πράγματι. ὅτι μὲν οὖν, ὡς ἔφην, οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ ἐκ μόνης ἦσαν τῆς τοῦ Λευὶ φυλῆς, οὐδενὸς ἂν δέοιτο πρὸς ἀπόδειξιν λόγου. ὅτι δὲ καὶ ἐκ πάσης φυλῆς ἀπολέγδην οἱ κρίνοντες, ὡς νομομαθεῖς ἐλαμβάνοντο, πληροφορήσει λέγων ὁ μακάριος Μωυσῆς ἐν τῷ ∆ευτερονομίῳ τοῖς υἱοῖς Ἰσραήλ "Κριτὰς καὶ γραμματοεισαγωγεῖς καταστήσεις "σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου αἷς Κύριος ὁ Θεός "σου δίδωσί σοι κατὰ φυλὰς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν "δικαίαν· οὐκ ἐκκλινοῦσι κρίσιν, οὐκ ἐπιγνώσονται πρόσ- 2.459 "ωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ "ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων." ἀφῖκται γεμὴν εἰς τὸ φάναι τε τὰ τοιάδε, καὶ δὴ καὶ χρῆναι πληροῦν προστάξαι Μωυσῆς, ἑπόμενος μὲν ὁμολογουμένως θείοις τε καὶ ἀπορρήτοις νεύμασιν, οὐκ ἀτιμάσας δὲ βουλὴν τοῦ Ἰοθὸρ, ὃς ἦν αὐτῷ καὶ γαμβρός· γέγραπται γὰρ ὅτι "Καὶ "ἐγένετο τῇ ἐπαύριον συνεκάθισε Μωὺσῆς κρίνειν τὸν "λαὸν, παριστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν "ἕως ἑσπέρας· καὶ ἰδὼν ὁ Ἰοθὸρ πάντα ὅσα ἐποίει τῷ λαῷ "λέγει Τί τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι "μόνος, πᾶς δὲ ὁ λαὸς παριστήκει σοι ἀπὸ πρωΐθεν ἕως "δείλης;" εἶτα φάσκοντος τοῦ Μωυσέως ὅτι, τοῦ κρίνειν ἕνεκα δικαίως καὶ ἐννόμως, αἱρετὸν ποιεῖται τὸν ἐπὶ τῷδε πόνον, ἔφη πάλιν ὁ Ἰοθόρ "Νῦν οὖν ἄκουσόν μου καὶ "συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γένου "σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους "αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρῃ αὐτοῖς τὰ προσ- "τάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς "αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ "ἔργα ἃ ποιήσουσιν. καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς "τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, "μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ' αὐ- "τῶν." εἶτα τί φησιν τὸ γράμμα τὸ ἱερόν; "Ἤκουσε "δὲ Μωυσῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν, "καὶ ἐπελέξατο Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς "̓Ισραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ' αὐτῶν χιλιάρχους καὶ "ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, καὶ "ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὧραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον 2.460 "ἀνεφέροσαν πρὸς Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἔκρινον "αὐτοί." τρεῖς οὖν ἄρα ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ τῶν νομικῶν γραμμάτων ἐπιστήμονες, τουτέστιν οἱ νομικοί. Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ταλανίζοντα διῃρημένως Φαρισαίους τε καὶ γραμ- ματέας καὶ νομικούς. ἔφασκε γάρ "Οὐαὶ ὑμῖν γραμματεῖς "καὶ Φαρισαῖοι." ταῦτα δὲ λέγοντι προσυπήντα τις αὐτῷ τῶν νομικῶν, λέγων "∆ιδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς "ὑβρίζεις. ὁ δὲ εἶπέ φησι Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, "ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ "αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορ- "τίοις." οἶδα μὲν οὖν ὅτι καὶ οἱ βασιλεύοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐκ τῆς Ἰούδα φυλῆς τάξιν ἀπεπλήρουν ποιμένων τοῖς ὑπὸ χεῖρα λαοῖς. ἐπειδὴ δὲ γεννηθέντος Χριστοῦ τὸ τῶν βασιλέων ἐκλελοίπει γένος, ἤγουν ἐκβέ- βλητο τῆς ἡγεμονίας· ἦρχον γὰρ τῆς Ἰουδαίας τὸ τηνικάδε, Ἡρώδης τε ὁ Ἀντιπάτρου παῖς Ἀσκαλωνίτης, καὶ Πόντιος Πιλάτος· σεσιγήκαμεν ἀναγκαίως τοὺς ἐκ τῆς Ἰούδα φυλῆς. ὅτι γὰρ ἐκλελοίπεσαν γεννηθέντος Χριστοῦ, πληροφορήσει τὸ γεγραμμένον "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγού- "μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα "αὐτῷ, καὶ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν." οὐκοῦν ἐπειδή- περ ἀφῖκτο καὶ γεγέννητο λοιπὸν ἡ τῶν ἐθνῶν προσδοκία, τούτεστι Χριστὸς, ἐκλέλοιπεν ἀναγκαίως ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. Τρεῖς δὴ οὖν, ὡς ἔφην, ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ νομοδιδάσκαλοι, οἳ καὶ μεμενήκασιν ἐν ταῖς ἰδίαις ἀρχαῖς, 2.461 ἤγουν τάξεσί τε καὶ τόποις, καὶ μέχρι καιρῶν τῆς ἐπιδημίας. οὗτοι καὶ ἐξαίρονται, καὶ μάλα δικαίως, ἐν μηνὶ ἑνί. ἐπειδὴ γὰρ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ ἀποκεί- ρονται, καὶ ὡς ἐν μηνὶ τῶν νέων, καθ' ὃν τὴν ὑπὲρ ἡμῶν ὑπομεμένηκε σφαγὴν ὁ Ἐμμανουήλ. μεμενήκασι μὲν γὰρ διοικοῦντες ἔτι τὸν Ἰσραὴλ καὶ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀνεξικακοῦντος ἔτι καὶ ἐποικτείροντος αὐτοὺς τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ καλοῦντος εἰς μετάγνωσιν· ἐξῃρῆσθαι δέ φαμεν αὐτοὺς ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐπὶ τοῦτο ψῆφον γεγενημένην παρὰ Θεοῦ, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν, ὡς ἔφην, καὶ σταυρῷ παραδεδώκασι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτήν. ἐξῄρηνται τοιγαροῦν ἐν μηνὶ ἑνί. Καὶ τὰ μὲν τῶν ποιμένων ἐν τούτοις· τὸ δέ γε ἐπ' αὐτοῖς τοῖς θρέμμασι κρῖμα τό Οὐ ποιμανῶ ὑμᾶς, καὶ τό Εἴπερ ἕλοιντο, κατεσθιειν τε καὶ καταδάκνειν ἄλληλα, καὶ ἁπάσης δίχα φειδοῦς συνθραύσειν τε καὶ δαπανᾶν. ἐπειδὴ γὰρ ἐκβέβληνται τῆς θείας αὐλῆς, καὶ τῆς τοῦ πάντων ἀρχι- ποίμενος οὐκ ἠξίωνται φειδοῦς, αὐτά τε ἄλληλα κατεδήδοκε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν, ἑτοιμοτάτη δέδοται θήρα. ἔφη δὲ δὴ, καὶ μάλα εἰκότως, περὶ τῶν τριῶν ποιμένων, τῶν καὶ ἐξῃρημένων ἐν μηνὶ ἑνὶ, ὅτι βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτοὺς, τουτέστι βαρεῖαν ἐπ' αὐτοὺς ἐποίσω τὴν δίκην, ὅτι καὶ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. θηρῶν γὰρ ἀγρίων διαφέροντες οὐδὲν, ἐπεπήδων τε πλειστάκις Χριστῷ, καὶ τελευτῶντες προσῆγον Πιλάτῳ λέγοντες "Αἶρε, αἶρε, σταύ 2.462 "ρου αὐτόν." μέμνηται δὲ τούτου καὶ διὰ φωνῆς Ἱερεμίου λέγων "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο- "μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας "ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν "δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα "αὐτήν." 9Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος Κυρίου ἐστί.9 Ῥάβδον μὲν ὀνομάζει καλὴν, τὴν διὰ τῆς εὐαγγελικῆς μυσταγωγίας παίδευσιν, τὴν ἐξαίρετον ἐν ὡραϊσμῷ, δῆλον δὲ ὅτι τῷ νοητῷ. τὸ δὲ δὴ καὶ ἀποῤῥίψαι καὶ διασκεδάσαι λέγειν αὐτὴν, ὑπεμφήνειεν ἂν, κατά γε τὸ εἰκὸς, οὐχ ὅτι καὶ ἀποπέμψεται καὶ σκορπιεῖ, παραλύων αὐτὴν, ἤγουν ὡς ἄχρη- στον ἀφανίζων· πολλοῦ γε καὶ δεῖ· φαίην δ' ἂν μᾶλλον ἐκεῖνο χρῆναι νοεῖν ἡμᾶς. οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες, εἰ δήπου θεάσαιντο τῶν προβάτων τινὰ τῆς ἀγέλης ἀποσκιρτή- σαντα, γεγονότα τε τῶν ἄλλων ὡς ἀπωτάτω, τότε δὴ πάντως ἐπ' αὐτὰ τὴν ῥάβδον ἱέντες, μετασοβοῦσιν εὐθέως εἴς γε τὸ ἑλέσθαι δεῖν συναγελάζεσθαι τοῖς ἄλλοις. τετήρηκε τοίνυν τῆς προφητείας ὁ λόγος τῇ τῶν ποιμένων ἐπιστήμῃ τὸ εἰωθός. ἀποῤῥιφήσεσθαι γάρ φησιν τὴν ῥάβδον τὴν καλὴν, 2.463 τουτέστι καὶ τοῖς ἀπωτάτω πεμφθήσεσθαι, δῆλον δὲ ὅτι τοῖς ἔθνεσιν, αὐτοὶ γὰρ ἦσαν οἱ μακρὰν, πλὴν γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως. ἀποῤῥιφήσεσθαι δέ φησιν οὕτω τὴν ῥάβδον, ὡς ἀνὰ πᾶσαν αὐτὴν σκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμη θῆναι, καὶ οἷον ἐσκορπίσθαι δοκεῖν πανταχῆ τὸν περὶ Χριστοῦ λόγον, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικόν. σκεδα- σθήσεται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστι κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν πατήσας τοῦ θανάτου τὸ κράτος ἀναβιῴη Χριστὸς, εἴπῃ τε τοῖς ἁγίοις ἀποστόλοις "Πορευ- "θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς "εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου "Πνεύματος." τότε γὰρ ἅπασαν τὴν ὑπ' οὐρανὸν ὁ τοῦ Σωτῆρος ἡμῶν περιπεφοίτηκε λόγος· καὶ ἀτρεκὲς εἰπεῖν περὶ τῶν ἁγίων ἀποστόλων ὡς "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ "φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ "ῥήματα αὐτῶν." ὅτι δὲ οὐκ ἀνόνητον τοῖς ἔθνεσι τὸ ἀποῤῥιφῆναί τε καὶ κατασκεδασθῆναι τὴν γῆν, ἤγουν δια- νεμηθῆναι καὶ ἐν ταῖς ἑαυτῶν χώραις τὴν ῥάβδον τὴν καλὴν, ἤτοι τὴν διαθήκην ἣν οὐκέτι πρὸς μόνον τὸν Ἰσραὴλ, διέθετο δὲ μᾶλλον πρὸς πάντα τὰ ἔθνη, καταθρήσαιμεν ἂν, καὶ λίαν ἀμογητὶ, τὸν τῆς προφητείας συνιέντες λόγον· γνώσονται γάρ φησιν οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστί. Χαναναίους μὲν γὰρ τὰ ἔθνη φησί. νοηθεῖεν δ' ἂν οὗτοι τὰ πρόβατα τὰ φυλασσόμενα. τετήρηνται γὰρ τῷ Χριστῷ, καὶ γάρ ἐστιν Αὐτὸς ἡ τῶν ἐθνῶν προσδοκία. ἐπειδὴ δὲ κατεσκεδάσθη καὶ ἐν ταῖς ἑαυτῶν χώραις ἡ πρὸς πάντας 2.464 διαθήκη, πεπιστεύκασιν ὅτι Λόγος Κυρίου ἐστί. διατεθείμεθα γὰρ οἱ ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὅτι Θεὸς ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος τε καὶ ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, αὐτὸς ἡμῖν δι' ἑαυτοῦ τοὺς θείους τε καὶ εὐαγγελικοὺς προσπεφώνηκε νόμους. ταύτῃτοι προσκεκυνήκαμεν αὐτῷ, καὶ αὐτῷ λατρεύομεν, τὴν ἀρχαίαν ἐκείνην καὶ ἀκλεᾶ μεταθέντες ἀπάτην, καὶ ἐκ πολυθέου δόξης μετενηνεγμένοι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ ∆αυεὶδ πρὸς αὐτὸν ὑμνούμενον "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας "ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε." "Ἐν "γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπου "ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα "ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν "Θεοῦ Πατρός." 9Καὶ ἐρῶ πρὸς αὐτούς Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στή- σαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπε Κύριος πρὸς μέ Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον.9 ∆ιὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, ἤτοι διὰ τῆς ῥάβδου τῆς καλῆς, τουτέστι τῆς ἐξαιρέτου παιδείας, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς πεπαιδεύμεθα τὸ μυστήριον. ἀκηκόαμεν γὰρ καὶ πεπιστεύκαμεν, ὅτι Θεὸς ὢν, ὡς ἔφην, ὁ ἐκ Θεοῦ Πατρὸς "Λόγος, γέγονε σὰρξ καὶ ἐσκήνωσεν 2.465 "ἐν ἡμῖν," καθίκετο δὲ καὶ ἐν δούλου μορφῇ, ὑπάρχων δὲ καὶ ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ γεγεννηκότος, γέγονεν "ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·" καὶ "πλού- "σιος ὢν ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ "πλουτήσωμεν." ἐξείλατο γὰρ ἡμᾶς τῶν τοῦ θανάτου δεσμῶν, ἀπήλλαξεν ἁμαρτίας, υἱοὺς ἀπέφηνε Θεοῦ· καὶ τί γὰρ οὐχὶ δεδώρηται τῶν ἀγαθῶν; ἐγνώκαμεν δὲ πρὸς τούτοις, ὅτι καὶ τιμῆς ἠγοράσμεθα· "οὐ φθαρτοῖς, ἀργυρίῳ "ἢ χρυσίῳ· ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ "ἀσπίλου Χριστοῦ," οὕτω τε λοιπὸν αὐτῷ τὴν οἰκείαν ἐπωφλήσαμεν ζωήν. εἰ γὰρ "Εἷς ὑπὲρ πάντων ἀπέθανεν, "ἄρα οἱ πάντες ἀπέθανον" ἐν αὐτῷ, καὶ ζῆν ὀφείλομεν ἑαυτοῖς μὲν, οὐκέτι, κατά γε τὸν εἰκότα καὶ ὀρθῶς ἔχοντα λόγον, μᾶλλον δὲ "τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι." καὶ ταύτῃτοί φησιν Εἰ καλὸν ἐνώπιον ὑμῶν· δῆλον δὲ ὅτι τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον· εἰ σέσωσθε δι' αὐτοῦ καὶ πεπράχατε δεξιῶς, ἐγνώκατε δέ με Σωτῆρα καὶ λυτρωτὴν, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνατλάντα θάνατον, δότε στήσαντες, τουτέστιν ὁρίσαντες, τὸν μισθόν μου ἢ ἀπείπασθε. πλὴν εὐγνώμονες οἱ ἐξ ἐθνῶν. ἔστησαν γὰρ τὸν μισθὸν παρισούμενον μὲν οὐδαμῶς· ἐοικότα δέ πως οἷς ἐσχήκαμεν παρ' αὐτοῦ. ὥσπερ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὕτω καὶ ἡμεῖς τεθείκαμεν τὰς ψυχὰς ὑπὲρ τῆς εἰς αὐτὸν γνησιότητος καὶ ἀγάπης· πρέποι δ' ἂν λέγειν τοῖς ἁγίοις μάρτυσι "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; "θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ "κίνδυνος ἢ μάχαιρα;" νενίκηκε γὰρ οὐδὲν τῶν ἁγίων τὴν εὐψυχίαν. οὐκοῦν ἡ τῶν παρὰ Χριστοῦ γεγονότων εἰς ἡμᾶς 2.466 ὁμοιότης ὑποφαίνεταί πως, διὰ τοῦ δεδόσθαι λέγειν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῦς. ὁ μὲν γὰρ προδότης καὶ βδελυ- ρώτατος ἀληθῶς καὶ θεομισὴς Ἰούδας, τριάκοντα δηνάρια λαβὼν, προὔδωκε τοῖς φονῶσι Χριστὸν, καὶ τὸν τῆς σωτη- ρίας ἡμῶν καταπέπρακεν ἀρχηγὸν τοῖς ἀλιτηρίοις. προσεκο- μίσθησαν δὲ παρὰ τῶν ἐθνῶν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῖ, οἳ καὶ καθίενται Θεοῦ προστάττοντος εἰς τὸ χωνευτή- ριον, εὖ μάλα δοκιμαζόμενοι, καθὰ καὶ αὐτὸς ὁ Χριστὸς ἐδοκιμάσθη ὑπὲρ ἡμῶν. ἔσται γὰρ ἡμῶν οὐκ ἀζήτητος ἡ πίστις παρά γε τῷ πάντα εἰδότι Θεῷ· οὔτε μὴν ἀβασάνιστος ὁ βίος· ἀλλ' ᾗ φησιν ὁ μακάριος Παῦλος "ἑκάστου τὸ "ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει." γέγραπται δὲ καὶ περὶ Χριστοῦ ὅτι "Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν "αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης "ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ. "καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστή- "σεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς "πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται "χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ "χρυσίον." ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αυεὶδ, ὡς ἐκ προσώπου παντὸς τοῦ πιστεύσαντος εἰς Χριστὸν, καὶ ζῆν ἐθέλοντος εὐαγγελικῶς "∆οκίμασόν με, Κύριε, καὶ "πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν "μου." πλὴν ὅτι τὸ χωνευτήριον ἐν οἴκῳ Κυρίου, φησὶν ὁ Προφήτης. δοκιμάζει γὰρ ἡ Ἐκκλησία Χριστοῦ τὸν ἑκάστου τρόπον καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, καὶ "δια- "κρίσεις ἔχουσα πνευμάτων," οἶδεν ἀκριβῶς, τίς μὲν ἐν Ἁγίῳ Πνεύματι λαλεῖ Κύριον ὀνομάζων Ἰησοῦν, τίς δὲ δὴ καὶ ἐν Βεελζεβοὺλ, ἀνάθεμα λέγων αὐτόν· καὶ τίνες 2.467 μὲν "οἱ ἀληθινοὶ προσκυνηταὶ," τίνες δὲ αὖ οἱ ὡς "ἐν "ἐνδύμασι προβάτων" πρὸς ἡμᾶς ἐρχόμενοι "λύκοι." 9Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραήλ.9 Ῥάβδους ἔφη δύο λήψεσθαι Χριστὸν, οὕτω τε κατα- νεμήσειν ἐν αὐταῖς τὰ οἰκεῖα πρόβατα, δῆλον δὲ ὅτι τῶν διὰ πίστεως κεκλημένων τὴν ἁγίαν πληθύν. καὶ ῥάβδον μὲν εἶναι τὴν καλὴν ἐλέγομεν τὴν παιδείαν, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν "Νόμον γάρ φησιν εἰς βοήθειαν "δέδωκεν." ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς εὐαγγελικοῖς παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη- σιν ἐναργές. ὥσπερ γὰρ ἀποῤῥιφῆναί τε καὶ σκεδασθῆναι τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκης παρὰ Θεοῦ τεθεὶς ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραὴλ, τουτέστι παντὸς τοῦ 2.468 γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι· ταύτῃτοι καὶ ἔφασκεν ὁ Χριστός "Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι "τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ "πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς "καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ "νόμου, ἕως ἂν πάντα γένηται." πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν "Ἠκούσατε "ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ' ἂν φονεύσῃ, "ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ "ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει." καὶ πάλιν "Ἠκούσατε ὅτι ἐῤῥέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ "λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, "ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ." ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν ὀργὴν, ἣ ῥίζα τέ ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ' ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλαστήματα, μᾶλλον δὲ οὐδ' ἂν ἀνάσχοιεν ὅλως.

ΤΟΜΟΣ ∆ʹ. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.

Καὶ εἶπε Κύριος πρὸς μέ Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου, διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθυνεῖ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.9 Τοῦ ἀγαθοῦ ποιμένος, σοφοῦ τε καὶ ἐπιστήμονος, τουτέστι Χριστοῦ, τὰς δύο ῥάβδους ἀποῤῥίψαντός τε καὶ διασκεδά- σαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προ- αποδεδομένους τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ' ἡμᾶς, κεχρημάτικέ τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν αὐτοῖς εἰς μυσταγωγίαν καὶ εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ' ἑαυτὸν μυστηρίου τήν τε εὐαγγε- λικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. 2.470 ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι' ὧν ἡμᾶς καταποιμαίνει Χριστὸς "ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι" καθὰ γέγραπται. ἀλλ' οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Μὴ δοκεῖτε ὅτι "ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατη- "γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ "ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ "ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- "ετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;" ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν. Ἐπειδὴ δὲ τῆς ἀληθείας τὴν γνῶσιν οὐ παρεδέξαντο, ταύτῃτοι, καθά φησιν ὁ σοφώτατος Παῦλος "πέμψει αὐτοῖς "ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ "ψεύδει·" ἐνέργειαν δὲ πλάνης τὸν ἀντίχριστον εἶναί φησιν, ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται λέγων αὐτοῖς ὁ Σωτὴρ ἀπειθεῖν ᾑρημένοις "Ἐγὼ ἐλήλυθα "ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· "ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε." ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, "τὸν ἀντικείμενον καὶ "ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε "αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν "ὅτι ἔστι Θεὸς," τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς 2.471 οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἵν' εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύ- ηται τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις. καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ ἀπείρου ποιμένος. ἐπειδὴ δὲ κατὰ καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτῃτοί φησιν Ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπι- σκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπι- στίαν, οὐκ ἂν ἐπιῤῥώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορ- πισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ ἰάσηται. συντρίβεται δέ τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ κατευθυνῇ, ἀλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. πολεμήσει γὰρ τοῖς ἁγίοις ὁ τῆς ἀνομίας υἱὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν 2.472 ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχῃ τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσ- κυνεῖν αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ "τὴν "παρουσίαν κατ' ἐνέργειαν τοῦ σατανᾶ," καὶ ἐν Βεελζεβοὺλ ποιήσει "τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς "ἐκλεκτοὺς," καὶ ᾗ φησὶν ὁ Σωτήρ "Οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ," μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· "διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." "ἀνελεῖ γὰρ αὐτὸν ὁ Κύριος τῷ πνεύματι, καὶ καταργήσει "τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ." 9Ὦ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλω- θήσεται.9 Γεγονότος ἅπαξ τοῦ λόγου περὶ ποιμένος ἀπείρου, μονον- ουχὶ καὶ ἐπιστυγνάζει λοιπὸν τοῖς μὴ ἀγαθοῖς ποιμέσι, καὶ γενικωτάτῳ τρόπον τινὰ χρῆται λόγῳ, τὰ τοῖς ὧδε γνώμης ἔχουσι συμβησόμενα προαναφωνῶν. ἄθρει γὰρ ὅπως ὡς ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι' ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβά- τοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον 2.473 "Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·" οἱ δὲ κατέσφα- ζόν τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ' αὐτοῖς ὁ λόγος. τοι- οῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ Χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· ἀλλὰ περιάγοντες μὲν "τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα "ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες "αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν." Τί δὴ οὖν ἄρα τοῖς οὕτω πονηροῖς ποιμέσι συμβήσεται; μάχαιρά φησιν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ. λαμβάνεται δὲ ὁ βραχίων εἰς δύναμίν τε καὶ τύπον τῆς πνευματικῆς ἐνεργείας. καὶ γοῦν καὶ τῶν σφαζο- μένων ζῴων ἐν τῇ ἁγίᾳ σκηνῇ ἀπόλεκτον τῷ θείῳ θυσια- στηρίῳ μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῷ Θεῷ· ὑποφαίνοντος οἶμαι τοῦ νόμου δι' αἰνίγματος, ὅτι Θεῷ τὴν ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς "Μεγέθει "βραχίονός σου ἀπολιθωθήτωσαν." ὁ δέ γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐνισχύοντος Θεοῦ· κατασκοτισθή- σεται δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παῤῥησίας " Οτι σὺ φωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς "τὸ σκότος μου." δεξιός τε βραχίων ὁ τῇ μαχαίρᾳ τεμνό- 2.474 μενος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ καρδίαν. ὡς γὰρ ὁ Παῦλός φησιν "Ἄχρι σήμερον ἡνίκα "ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." ψάλλει δέ που καὶ ὁ ∆αυεὶδ περὶ αὐτῶν "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν." σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ' αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἡ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ' ὅτι τοὺς ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ' ἂν οὐ μετρίως ἡ τῶν δεξιῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ' Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν· ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι. 9Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, λέγει Κύριος, ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.9 Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν ἀφήγησιν τὴν ἐπί γε φημὶ τῷ ἀγαθῷ ποιμένι, τουτέστι Χριστῷ, καὶ μέντοι τὴν ἐπί γε τῷ ἀπείρῳ τε καὶ ὠμοτάτῳ καὶ κρεανο μοῦντι τὰ πρόβατα· τοῦτον δὲ εἶναί φαμεν τὸν ἀντίχριστον· 2.475 διαμέμνηται χρησίμως καὶ τῶν ἐσομένων κατὰ καιροὺς διωγμῶν κατά τε τοῦ Ἰσραήλ· καὶ οὐχὶ δήπου πάντως τοῦ κατὰ σάρκα, μᾶλλον δὲ τοῦ νοητοῦ· καὶ τῆς ἁγίας ὄντως Ἱερουσαλὴμ, "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος." ὥσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος. Λαμβάνεται τοίνυν ὁ λόγος ἐπὶ τὸν ἀρτίως ἡμῖν εἰρημένον Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων ∆ημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ἰσραὴλ τὸ λῆμμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ "ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευ- στος γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἂν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῷ δοκοῦν ἀπο- περαίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γέγονε δι' αὐτοῦ, 2.476 ἀλλ' οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αυείδ "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ "ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου." καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν, ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρακαλεῖν καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονή- των πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἔννοιας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον. 9Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθή- σονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.9 Ἐν τοῖς ἤδη προαπηγγελμένοις ὁ κατὰ τῆς Ἰουδαίας πόλεμος διὰ τῆς Ῥωμαίων ἐσόμενος στρατιᾶς εἴρηται σαφῶς. καὶ γοῦν ἔφασκε "Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαι- 2.477 "πώρηκεν ἡ μεγαλωσύνη αὐτῶν·" καὶ μεθ' ἕτερα πάλιν "∆ιὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας "τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς "ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ "εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, "καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν." ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δὲ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πως ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λίθῳ καταπατουμένῳ. καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτὴρ καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευ- μεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι 2.478 διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξα- σθεῖέν τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, "καὶ "συμβασιλεύσομεν" αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ "κοινωνοὶ τῶν παθημάτων" ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἐσό- μεθα. ἰδοὺ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίζεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος. ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι, τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ἰδοὺ γάρ φησιν ἐγὼ τίθημι τὴν Ἱερου- σαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς εὖ μάλα σαφῶς εἰρημένον πρὸς Πιλάτον "Οὐκ εἶχες "οὐδεμίαν ἐξουσίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι "ἄνωθεν·" φαίη δ' ἂν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· 2.479 ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.9 Ὅτι καὶ πάντα κατευνάσει πόλεμον, καὶ ἀπράκτους ἀπο- φανεῖ τὰς τῶν διωκτῶν ἐφόδους, δίδωσι νοεῖν, ἵππον τε καὶ ἀναβάτην πατάξειν εἰπὼ ἐν ἐκστάσει τε καὶ παραφρονήσει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταυτὸν τὸ παθεῖν τὴν ἔκστασιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἔκστασις ἂν νοοῖτο, καὶ μάλα εἰκότως. οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων "Οἱ "ἐχθροὶ ἡμῶν ἀνόητοι," καὶ μὴν καί "Οὗτοι ἐν ἅρμασι καὶ "οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν "μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, "ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν." παραφρονήσειε δ' ἂν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφα- νοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἂν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες τὸν σατανᾶν, καὶ πονηροῖς μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ' ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειν ἐπαγγέλλεται· ἵνα νοῶμεν τὰς τῶν πολεμίων φάλαγγας, τὰς ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας. 2.480 Ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξειν ἔφη τοὺς ὀφθαλμούς. καὶ Ἰούδαν μὲν ἐν τούτοις τὸν ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ τῆς Ἰούδα φυλῆς πεφηνότα Χριστὸν ὀνομάζει· οἶκον δὲ αὐτοῦ τὴν Ἐκκλησίαν, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων τὴν ἁγίαν πληθύν. τὴν δέ γε τῶν ὀφθαλμῶν διάνοιξιν ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ' ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ' αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται γὰρ ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." καὶ οὓς ἂν ἐπι- βλέψειε, τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστρο- φαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον. καὶ γοῦν ὁ θεσπέ- σιος ∆αυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ "ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·" ποτὲ δὲ δὴ αὖ "̓Επίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ ἐξ αὐτοῦ συμβαίνοντα· τῷ γεμὴν ἐπιβλέψαι τὸ χρῆναι λαβεῖν τὸν ἔλεον. 9Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν.9 Χιλιάρχους μὲν Ἰούδα τοὺς ἁγίους ἀποστόλους κατωνο- μάσθαι φαμὲν, τοὺς οἷον ἐν τάξει στρατηγῶν κεχειροτονη- 2.481 μένους παρὰ Χριστοῦ, καὶ καθηγεῖσθαι λαχόντας τοῦ Ἰούδα, τουτέστι τῶν κεκλημένων εἰς ἐξομολόγησίν τε καὶ αἶνον. αἶνος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. εἶεν δ' ἂν οὗτοι πάντες οἱ ἐξ ἐθνῶν, οἷς καὶ τὸ χρῆναι δοξολογεῖν τὸν Ἐμμανουὴλ ὁ θεσπέσιος μελῳδὸς ἐπιτάττει λέγων ἐν πνεύματι "Εὐλο- "γεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν "τῆς αἰνέσεως αὐτοῦ." Ἰούδας τοίνυν ἐν τούτοις οἱ διὰ πίστεως κεκλημένοι πρὸς αἶνόν τε καὶ ἐξομολόγησιν· χιλί- αρχοι γεμὴν οἱ ἐπ' αὐτοῖς τεταγμένοι, ταξίαρχοί τε καὶ ἡγεμόνες, οἱ θεσπέσιοι μαθηταί. ἔστι γοῦν ἰδεῖν, οἷά τισι στρατιώταις, τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς διακεκραγότας τε καὶ λέγοντας "Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν "ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, "καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου "τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, "ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω- "μένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, "καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ." χρῆναι δὲ ἡμᾶς ὁρᾶσθαι λαμπροὺς καὶ τὴν εὐδόκιμον κατορ- θοῦντας ζωὴν καὶ ὁ θεσπέσιος ἔφη Παῦλος "∆ιὰ τῶν "ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν," καὶ πρός γε δὴ τούτοις, τὰς τῶν ἐναντίων φάλαγγας μο- νονουχὶ κατεδείκνυ λέγων "Τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν "Χριστῷ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. οὐ γάρ "ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς "ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ "σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς "ἐπουρανίοις." Χιλίαρχοι δὴ οὖν, καὶ μάλα εἰκότως, οἱ θεσπέσιοι μαθηταὶ, 2.482 οἳ καὶ ἐροῦσί φησιν ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. ἐπεθύμουν μὲν γὰρ οἱ θεσπέσιοι μαθηταὶ τὴν ἁγίαν ὄντως Ἱερουσαλὴμ, τουτέστι τὴν Ἐκκλησίαν, μεμεστωμένην ὁρᾶσθαι προσκυνητῶν, καὶ οἷά τινα πόλιν περιφανῆ καὶ ἀοίδιμον πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων εὖ μάλα κατα- σεμνύνεσθαι. καὶ γοῦν διεκήρυττον τὴν πίστιν, εὐηγγελί- ζοντο τὸν Ἰησοῦν, σημείοις τε καὶ τέρασιν ἐπισφραγιζόμενοι τοὺς παρ' ἑαυτῶν λόγους. πλὴν οὐκ ἔπιθον τὸν Ἰσραήλ· ἀπομεμένηκε δὴ σκληρός τε καὶ ἀκαμπὴς καὶ οἷον ἵππος ἐξήνιος. ταύτῃτοι λοιπὸν ἐζήτουν ἑαυτοῖς τοὺς κατοικοῦντας τὴν ἁγίαν πόλιν ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν, τουτέστιν ἐν Χριστῷ, καὶ δὴ καὶ ἐτράποντο πρὸς τὰ ἔθνη, τοῖς Ἰουδαίων δήμοις ἐπιφωνήσαντες "Ὑμῖν ἦν ἀναγκαῖον "πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπω "θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου "ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, οὕτω γὰρ ἡμῖν "ἐντέταλται ὁ Θεός." ἐκεῖθεν ἐζήτησαν τοὺς τῆς Ἐκκλησίας πολίτας, ἧς καὶ ὁ θεσπέσιος ∆αυεὶδ διαμέμνηται λέγων "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ." ζητήσαντες δὲ πεπλουτήκασι, συνεκόμισάν τε πληθὺν τὴν ἀριθμοῦ κρείττονα, καὶ δὴ καί φασι τῇ ἁγίᾳ πόλει "Πλά- "τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, "πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ "τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ "εἰς τὰ ἀριστερὰ ἐκπέτασον." ἡ δὲ τῷ πλήθει τῶν κατοι- κούντων αὐτὴν ἐπιγάνυται, μόνον δὲ οὐχὶ καταθαυμάζουσα 2.483 τῶν ἰδίων τέκνων τὴν ὁμήγυριν, φησίν "Ἐγὼ δὲ ἄτεκνος "καὶ χήρα, τούτους δὲ τίς ἐγέννησέ μοι, οὗτοι δέ μοι ποῦ "ἦσαν;" 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν.9 Χιλιάρχους μὲν Ἰούδα, καθάπερ ἤδη προεῖπον, τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς τῶν ἁγίων ἐκκλησιῶν ἡγουμένους ἀποκαλεῖ· κατευμεγεθήσειν τε οὕτω τῆς τῶν ἐθνῶν καρδίας τὸν παρ' αὐτῶν ἔφη λόγον, ἤγουν τὴν μυσταγωγίαν, ὡς δοκεῖν δαλὸν μὲν ξύλοις ἐμπεπτωκέναι, λαμπάδα γεμὴν εἰς καλάμην τὴν εὐκατάπρηστον. κατα- φάγονται γάρ φησι πάντας τοὺς λαοὺς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων κυκλόθεν, τουτέστιν, οὗπερ ἂν ἰέναι βούλοιντο, πάντη τε καὶ πάντως ἐκεῖ δυνήσονται, καλοῦντες εἰς αἴσθη- σιν καὶ, οἷον πυρὶ τῷ θείῳ καὶ νοητῷ, καταθάλποντες τοὺς ἀπεψυγμένους. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν "Ἰδοὺ δέδωκα τοὺς λόγους "μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ "καταφάγεται αὐτοὺς," ἀντὶ τοῦ Καλέσει πρὸς αἴσθησιν καὶ ἀπεψυγμένους εἰς ἁμαρτίαν, θερμοὺς δὴ πάλιν ἀποτε- λέσει τῷ πνεύματι. ἀπέψυκται μὲν γὰρ ἡ τῶν πλανωμένων καρδία, καὶ νεκρὸν ἔχουσι τὸν νοῦν, προσκυνοῦντες "τῇ "κτίσει παρὰ τὸν κτίσαντα" Θεὸν, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας. Ἐπειδὰν δὲ τὸν θεῖον εἰσδέξονται λόγον, ζέοντες, ὡς 2.484 ἔφην, ἀποτελοῦνται τῷ πνεύματι, θερμοὶ πρὸς δικαιοσύ νην· βεβαπτίσμεθα γὰρ καθά φησιν ὁ θεσπέσιος Ἰωάννης "Πνεύματι Ἁγίῳ καὶ πυρὶ" τῷ νοητῷ, καθάπερ τινὰ συρφετὸν, δαπανᾶν εἰωθότι τὴν ταῖς ἡμετέραις ψυχαῖς ἐνι ζήσασαν ἁμαρτίαν καὶ τοὺς τῆς φιλοσαρκίας ἐκτήκοντι ῥύπους. εἴρηται γοῦν πρός τινα καὶ διὰ φωνῆς Ἡσαΐου " Οτι ἔχεις ἄνθρακας πυρὸς, κάθησαι ἐπ' αὐτοὺς, οὗτοι "ἔσονταί σοι βοήθεια·" καὶ μὴν καὶ αὐτὸς περὶ ἑαυτοῦ φησι "Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφὶμ, καὶ "ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν "ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ "εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ "τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ." ἄνθρακά που, κατά γε τὸ εἰκὸς, τὸν θεῖόν τε καὶ ἱερώτατον καὶ ἁμαρτίας ἐκτήκοντα Χριστὸν εἶναι λέγων. οὐκοῦν γεγό- νασι μὲν ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς εἰς καλάμην οἱ θεσπέσιοι μαθηταὶ καὶ κατέφαγον μὲν τὰ ἔθνη κυκλόθεν· πλὴν οὐ δαπανῶντες εἰς ὄλεθρον, καταφλέ- γοντες δὲ μᾶλλον τῆς ἐν αὐτοῖς ψευδωνύμου γνώσεως τὰ μιαρά τε καὶ βέβηλα δόγματα, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον ἐκτήκοντες, ἀποψύγεσθαι δὲ οὐκ ἐῶντες ἔτι τῶν ἅπαξ πεπιστευκότων τὸν νοῦν πρὸς ἀνονήτους εἰκαιοβουλίας, ὡς ἐπί γε σφίσιν αὐτοῖς ἀνασκιρτῶντας λέγειν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν "Πεπυρωμένον τὸ λόγιόν σου "σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό." ὅτι γάρ ἐστι θερμὸς καὶ τομώτατος ὁ τοῦ Θεοῦ λόγος, σαφὲς ἂν γένοιτο, πρὸς Ἱερεμίαν λέγοντος αὐτοῦ "Οὐχ οἱ λόγοι μου ὥσπερ "πῦρ φλέγον λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν." 2.485 ἔχει γὰρ, καὶ μάλα ἐπιτηδείως, ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος εἴς γε τὸ δύνασθαι καὶ ἀπεψυγμένον εἰς ἁμαρτίαν ἀναζω- πυρῆσαι τὸν νοῦν, καὶ οἱονεί πως ἀπεσκληκότα καὶ πεπιλη- μένον διαπτύξαι ῥᾳδίως· καὶ γάρ ἐστι "Ζῶν τε καὶ ἐνεργὴς, "καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διϊκνού- "μενός τε μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν "τε καὶ μυελῶν, καὶ κριτικός ἐνθυμήσεων καὶ ἐννοιῶν "καρδίας·" εἴρηται δέ που καὶ διὰ φωνῆς προφητῶν πρὸς τὸν ἀπηνῆ καὶ ἄτεγκτον Ἰουδαῖον "Περιτμήθητε τῷ Θεῷ "ἡμῶν, καὶ περιέλεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες "̓Ιούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." "∆ιαῤῥήξατε "τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν." 9Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθ' ἑαυτὴν, καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου ∆αυεὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερου- σαλὴμ ἐπὶ τὸν Ἰούδαν.9 Οὐκ ἀεὶ τὴν Ἐκκλησίαν ἐν θορύβοις ἔσεσθαί φησιν, οὔτε μὴν ἀτελευτήτους ὑπομένειν τοὺς διωγμούς· ἀλλ' ἠρε- μήσειν τε κατὰ καιροὺς, καὶ κατοικήσειν καθ' ἑαυτὴν, τουτέστι κατὰ μόνας, οὐκ παρενοχλοῦντός τινος, οὐ θλίψιν ἐπάγοντος, οὐκ ἐνιέντος δεῖμα, οὐ τὰς ἐκ τῶν πειρασμῶν δυσθυμίας ἐπισωρεύοντος· σώσει γὰρ Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς. ὑπερασπιεῖ γὰρ οὕτω τῶν ἰδίων ἐκκλησιῶν, ἤτοι 2.486 τῶν ἑαυτοῦ σκηνωμάτων ὁ τῶν ὅλων Κύριος, δῆλον δὲ ὅτι Χριστὸς, ὡς ἴσην αὐτοῖς ἀπονεῖμαι φροντίδα τῇ πάλαι δεδωρημένῃ λελυτρωμένων ἐξ Αἰγύπτου τῶν ἐξ Ἰσραήλ. ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ἐξ οἴκου δουλείας, καὶ "ἐκ καμίνου "σιδηρᾶς," καθὰ γέγραπται, καὶ ἐξ ἀφορήτου πλεονεξίας ὁ τῶν ὅλων Θεὸς, "ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι "ὑψηλῷ," ὅτε καὶ τοὺς διώκοντας "κατεπόντισεν ἐν ἐρυθρᾷ "θαλάσσῃ· πόντος ἐκάλυψεν αὐτοὺς, καὶ ἔδυσαν ὡσεὶ μόλι- "βος ἐν ὕδατι σφοδρῷ" καὶ διεβιβάσθησαν μὲν οἱ λελυ- τρωμένοι. στύλος δὲ αὐτῶν ἡγεῖτο πυρὸς τὴν νύκτα, κατα- δεικνύων τὴν ὁδὸν, ἐπεκρέματο δὲ καὶ ἐν ἡμέρᾳ νέφελη. εἶτα τὸν ἐξ οὐρανοῦ κατεδηδόκασιν ἄρτον, διέφυγον ἐν τῇ ἐρήμῳ τὰ τῶν ὄφεων δήγματα, κρείττους ἦσαν ἐχθρῶν, διεβιβά- σθησαν τὸν Ἰορδάνην, περιετμήθησαν μαχαίραις πετρίναις, εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Ταῦτα χαριεῖται Χριστὸς τοῖς ζητοῦσι τὰ σκηνώματα αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν· οὕτω καὶ αὐτοὺς ἀνασώσει, δουλείας μὲν ἀπαλλάξας τῆς ὑπὸ τῷ διαβόλῳ φημὶ, καὶ δαιμονιώδους πλεονεξίας ἐξελὼν, διαβιβάσας δὲ ὥσπερ διὰ θαλάσσης τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν καὶ τύρβης εἰκαίας, στύλον δὲ καὶ ἑδραίωμα λαμπρὸν ἑαυτὸν αὐτοῖς ἀναθεὶς, φωτίζοντα τοὺς ἐν σκότῳ, καὶ οἷα νεφέλην ταῖς νοηταῖς κατάρδοντα δρόσοις· γεγονὼς δὲ αὐτοῖς καὶ ἄρτος ζωῆς, ἄπρακτά τε καὶ ἀδρανῆ τὰ τῶν νοητῶν ὄφεων ἀπο- φήνας δήγματα, καὶ διαβιβάσας τὸν Ἰορδάνην, καὶ τῇ διὰ Πνεύματος περιτομῇ καθαροὺς ἀποφαίνων, εἰσκομίζων δὲ καὶ εἰς βασιλείαν οὐρανῶν. ταῦτα χαριεῖται τοῖς ἰδίοις 2.487 προσκυνηταῖς, διασώσει τε αὐτοὺς κατὰ τοιούσδε τινὰς τρόπους, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου ∆αυεὶδ, του- τέστιν οἱ τῶν Ἰουδαίων ἡγούμενοι· μήτε μὴν ἔπαρσις εἴη, ἤγουν ἐπάρσεως ἀφορμαὶ, τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ τὴν αἰσθητὴν καὶ ἐπίγειον κατὰ τοῦ Ἰούδα. ἐφρόνουν μὲν γὰρ μεγάλα καὶ κατωφρυῶντο λίαν τῶν πεπιστευκότων εἰς Χριστὸν, καὶ κατ' αὐτοῦ δὲ τοῦ Ἐμμανουὴλ, ἄνω τε καὶ κάτω τὰ διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις δεδωρημένα προ τείνοντες, καὶ τὴν τοῖς πατράσιν αὐτῶν ἐκνεμηθεῖσαν φειδὼ προϊσχόμενοι. καὶ γοῦν ἔφασκον ποτὲ μέν "Τί οὖν ποιεῖς "σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐρ- "γάζῃ; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, "καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν "αὐτοῖς φαγεῖν·" ποτὲ δὲ δὴ αὖ "Ἡμεῖς οἴδαμεν ὅτι "Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν "ἐστί." τερατουργήσει δὴ οὖν καὶ ἐφ' ἡμῖν ὁ τῶν ὅλων Θεὸς, εἰ καὶ μὴ ἐμφανῶς, καθάπερ ἀμέλει καὶ τότε, ἀλλ' οὖν νοητῶς, οὕτω τε ἡμᾶς ἀνασώσει τοὺς ἐν τοῖς ἰδίοις σκηνώμασιν, ἵνα μὴ μεγαλοφρονῶσι καθ' ἡμῶν οἱ Ἰουδαῖοι, ἤγουν οἱ παρ' αὐτοῖς ἡγούμενοι. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ καύχημα τοῦ οἴκου ∆αυείδ.9 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἱερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος ∆αυεὶδ, ὁ δὲ οἶκος ∆αυεὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.9 "Ὅπλῳ μὲν ἡμᾶς εὐδοκίας" ἐστεφάνωσεν ὁ Θεὸς καὶ 2.488 Πατήρ. δέδωκε γὰρ ἡμῖν τὸν ἴδιον Υἱὸν προασπιστὴν καὶ πρόμαχον, δι' οὗ καὶ σεσώσμεθα, παντὸς μὲν εὐκόλως διεκδύνοντες πειρασμοῦ· πολέμου δὲ τοῦ παρ' ἐχθρῶν, καὶ τῆς τῶν διωκόντων σκαιότητος κατευμεγεθεῖν εἰωθότες. ἀλλ' ἔν γε τοῖς προκειμένοις δηλοῦται μέν τι τοιοῦτον, πλὴν ἀσαφείᾳ πολλῇ κατεσκιασμένον τὸν λόγον κατίδοι τις ἄν. ἔφη μὲν γὰρ ὑπερασπιεῖν ὁ τῶν ὅλων Θεὸς τῶν κατοικούντων Ἱερουσαλὴμ, καὶ οὐχὶ δὴ μᾶλλον τῶν παροικούντων αὐτήν. καὶ νοεῖται μὲν ὁμολογουμένως Ἱερουσαλὴμ ἐν τούτοις ἡ Ἐκκλησία Χριστοῦ. παροικεῖ δὲ αὐτὴν ὁ μὴ λίαν ἀσφαλὴς, σεσαλευμένος δὲ ὥσπερ καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, ἢ καὶ ἄλλως ῥᾴθυμος εἰς φιλομάθειαν· κατοικεῖ δὲ δὴ αὖ ὁ βεβηκὼς καὶ ἐρηρεισμένος εἰς ἀγάπην τὴν ἐπὶ Χριστῷ, καὶ ταῖς ἐκ τῶν θείων μαθημάτων ὠφελείαις ἀεὶ προσκείμενος, ὥστε δύνασθαι λέγειν τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ὡς γλυκεία τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ "μέλι καὶ κηρίον τῷ στόματί μου." ὑπερασπιεῖ τοίνυν φησὶ τῶν κατοικούντων καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς ὁ οἶκος ∆αυείδ. καὶ οἶκον μὲν τοῦ ∆αυεὶδ ἐν τούτοις, τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ὠνομάσθαι φαμέν. ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς Ἰεσσαὶ καὶ ∆αυεὶδ, ἐβασί-λευον κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις. ἀσθενοῦντα δέ φησιν ἐκ τῶν κατοικούντων τὴν ἁγίαν πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία, τάχα που τὸν ἔτι κατηχούμενον, ὃς οὔπω βεβάπτισται, νοσεῖ δὲ ὥσπερ ἔτι τῷ τῆς ἁμαρτίας φορτίῳ κατηχθισμένος, καὶ τῶν ἀρχαίων ἀῤῥωστημάτων, ἤγουν παθῶν, οὐκ ἀπήλλακται. ἀλλὰ καὶ οὕτως ἔχων, ὅτι δὴ μόνον πεπίστευκε, καὶ τῆς νομικῆς ἀπέστη σκιᾶς, καὶ διανένευκεν ὅλως ἐπὶ τὸ ἑλέσθαι πληροῦν 2.489 τὴν ἐν πνεύματι πολιτείαν καὶ τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα, ἔσται φησὶν ὡς ὁ οἶκος ∆αυεὶδ, τουτέστι, κατ' οὐδὲν ἐλάττων εἰς σύνεσιν τοῦ σοφοῦ τε καὶ ἐντιμοτάτου παρά γε τοῖς Ἰουδαίοις. ὑπαινίττεταί τι τοιοῦτον καὶ ὁ σοφώτατος Παῦλος, τοῖς Ἰουδαίων δήμοις προσλαλῶν. ἔφη γὰρ οὕτως "Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ "νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, "οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς "καρδίαις αὐτῶν." καὶ πάλιν "Περιτομὴ μὲν γὰρ ὠφελεῖ, "ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περι- "τομή σου ἀκροβυστία γέγονεν. ἐὰν οὖν ἡ ἀκροβυστία τὰ "δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ "εἰς περιτομὴν λογισθήσεται; καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκρο- "βυστία τὴν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ "περιτομῆς παραβάτην νόμου; οὐ γὰρ ὁ ἐν τῷ φανερῷ "̓Ιουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, "ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν "πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων "ἀλλ' ἐκ τοῦ Θεοῦ." ὁ τοίνυν παραιτησάμενος ὡς ἕωλον τὴν ἐν σαρκὶ περιτομὴν, ἀγαπήσας δὲ μᾶλλον τὴν ἐν πνεύματι, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρων Ἰουδαῖον, "οὗ ὁ ἔπαινος οὐκ "ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ," πῶς οὐκ ἀμείνων ᾖ καὶ κατ' οὐδὲν ἡττώμενος τῶν νομομαθῶν καὶ ἐντιμοτάτων παρὰ τῶν Ἰουδαίων, κἂν εἰ ἔχοι τυχὸν ἀσθενείας λείψανον, ὡς οὔπω βεβαπτισμένος; τῷ γὰρ ὑγιαίνοντι μερεῖ τῆς ἑαυτοῦ καρδίας, τουτέστι τῇ πίστει, διοίσει πάντως τοῦ τὴν πίστιν οὐ προσ- ιεμένου. εἰ δὲ δὴ τῶν ἐκ τοῦ οἴκου ∆αυεὶδ, τουτέστι τῶν παρ' αὐτοῖς λαμπρῶν καὶ ἐντιμοτάτων, παραδέξαιτό τις τὴν 2.490 πίστιν καὶ, συνεὶς εὖ μάλα τὸ Χριστοῦ μυστήριον, αὐτοῦ γένοιτο προσκυνητὴς, οὗτος ἔσται καὶ ὡς οἶκος Θεοῦ καὶ ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. τοιοῦτόν τι καὶ αὐτὸς ὁ Σωτὴρ εὑρίσκεται λέγων· ἔφη γὰρ ὅτι "∆ιὰ τοῦτο πᾶς γραμματεὺς "μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀν- "θρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ "αὐτοῦ καινὰ καὶ παλαιά." ὁ γὰρ ἔχων ἤδη τεθησαυρι- σμένην ἐν ἑαυτῷ τὴν τοῦ νόμου γνῶσιν, εἰ προσλάβοι τὴν εὐαγγελικὴν, πλούσιος ἔσται εἰς συνέσιν, καινά τε καὶ παλαιὰ θεωρήματα, καθάπερ ἐξ ἀποθηκῶν, τοῖς φιλομαθέσι παρατιθείς· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν νομικαῖς ἀποδείξεσι τὸν ἐπὶ Χριστῷ λόγον ἐμπεδοῦν ἐπι- χειρῶν· ποτὲ δὲ καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις συνε- λαύνων τρόπον τινὰ τοὺς ἀκροωμένους εἴς γε τὸ ἑλέσθαι δεῖν τῇ εἰς αὐτὸν πίστει κατασεμνύνεσθαι. ποτὲ μὲν γὰρ ἔφασκε "Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον "οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἁβραὰμ δύο υἱοὺς ἔσχεν, "ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ' ὁ μὲν "ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς "ἐλευθέρας δι' ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα· "αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς "δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Σινᾶ, ὄρος "ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, "δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. ἡ δὲ ἄνω Ἱερου- "σαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·" ποτὲ δὲ περὶ τοῦ Υἱοῦ "Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ "τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς 2.491 "δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, "ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς "ὑψηλοῖς." συνίης οὖν ὅπως παλαιοῖς τε ἅμα καὶ νέοις παιδεύμασι τὰς τῶν μυσταγωγουμένων ὀνίνησι ψυχάς; ἔσται τοίνυν φησὶν ὁ οἶκος ∆αυεὶδ ὡς οἶκος Θεοῦ ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον ∆αυεὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρὸς μέ.9 Σκοπὸς ἔσται μοί φησιν ἐξᾶραι μὲν πάντα τὰ ἔθνη τὰ μεμαχημένα τῇ ἁγίᾳ πόλει, τουτέστι τῇ Ἐκκλησίᾳ· χάριτι γεμὴν καὶ οἰκτιρμοῖς περιβαλεῖν τὸν οἶκον Ἰούδα καὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, τουτέστι τοὺς τῆς Ἐκκλησίας πολίτας, καὶ ἐν τοῖς αἰνεῖν ὀφείλουσι κατατεταγμένους· εἶεν δ' ἂν οὗτοι πάλιν οἱ προσκυνοῦντες Χριστῷ, καὶ τοῖς εὐαγ- γελικοῖς θεσπίσμασιν ἕπεσθαι δεῖν ᾑρημένοι τὴν εὐκλεᾶ τε καὶ ἀνεπίπληκτον κατορθοῦντες ζωήν. ὅτι γὰρ ἔμελλον ἀῤῥω- στῆσαι τὸ ἄναλκι πάντη τε καὶ πάντως οἱ τῆς ἀληθείας ἐχθροὶ σαφηνιεῖ λέγων καὶ αὐτὸς ὁ Σωτήρ "Σὺ εἶ Πέτρος, "καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ "πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." ᾅδου δὲ πύλας τοὺς διώκειν αὐτὴν ἐθέλοντας, φησὶν, οἷον ὀλέθρους ὄντας καὶ φθόρους, καὶ ἐπὶ πέταυρον ᾅδου κατακομίζειν εἰωθότας τοὺς 2.492 προσκειμένους αὐτοῖς. ἀτονήσουσι δὴ οὖν, μᾶλλον δὲ καὶ ἐξαρθήσονται, οἱ πεπολεμηκότες αὐτῇ, καὶ οἰχήσονται πρὸς ἀπώλειαν. "Πολλαὶ μὲν γὰρ ὁμολογουμένως τῶν δικαίων αἱ "θλίψεις· ἀλλ' ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος." καὶ ἔστιν ἀληθὲς ὅτι "Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν "Χριστῷ διωχθήσονται." πλὴν ἀνόνητα καὶ ἀδρανῆ τῶν ἐπιβουλευόντων τὰ σκέμματα καὶ αὐτὰ δὲ τὰ ἐγχειρήματα τίθησιν ὁ Χριστὸς, ὃς δέδωκεν "ἡμῖν πατεῖν ἐπάνω ὄφεων "καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ," παραθαῤῥύνει τε λέγων "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ "θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον." οὐκοῦν ἐξαίρονται μὲν οἱ τῆς Ἐκκλησίας κατεξανιστάμενοι κατὰ καιροὺς, ἐπὶ δέ γε τοὺς ἐν αὐτῇ, τουτέστι τοὺς πιστεύσαντας, ἐκχεῖται πλουσίως πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ. στεφανοῖ γὰρ ἡμᾶς τοῖς ἄνωθεν ἀγαθοῖς ὁ Θεὸς καὶ Πατὴρ, καὶ πνευματικῶν ἐμπίπλησι χαρισμάτων, ἵνα τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς αὐτὸν ἀνατείναντες, ἐπ' αὐτῷ πᾶσαν ἔχοιμεν ἐλπίδα. τοῦτο γὰρ οἶμαί ἐστι τό ἐπιβλέψονται πρὸς μέ. διακείμενοι δὲ οὕτω, γανύμεθα μὲν ἐφ' ἑαυτοῖς, φαμὲν δὲ δὴ τότε δοξο- λογοῦντες Θεόν "Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, τὸν "εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας "τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, "τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπι- "πλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου." 9Ἀνθ' ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ' αὐτοῖς κοπετὸν 2.493 ὡσεὶ ἐπ' ἀγαπητὸν, καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ.9 Ἡ Ἑβραίων ἔκδοσις ἀρχὴν ποιεῖται τοῦ προκειμένου κεφα- λαίου τό Καὶ ἐπιβλέψονται πρὸς μέ· πλὴν οὐ συμβαίνει τῇ τῶν ἑβδομήκοντα παραδόσει τε καὶ ἑρμηνείᾳ. Ἑβραῖοι μὲν γάρ Ὄψονταί φασι, ἀντὶ τοῦ Ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ Κατωρχήσαντο, Εἰς ὃν ἐξεκέντησαν. πλὴν οὔτι που φαμὲν ἀφαμαρτεῖν τοῦ πρέποντος, οὔτε τὴν Ἑβραίων οὔτε τῶν ἑβδομήκοντα· κατορχήσαντο γὰρ οἱ Ἰουδαῖοι Χριστοῦ, καὶ πρός γε τούτῳ καὶ Ἐξεκέντησαν. διένυξαν γὰρ οἱ Πιλάτου στρατιῶται τὴν πλευρὰν αὐτοῦ, καθὰ γέγραπται. οὐκοῦν περιθήσωμεν εἰκότως τῷ προσώπῳ Χριστοῦ τὸν ἐπὶ τῷδε λόγον. πλὴν ἐκεῖνό φαμεν βούλεσθαι δηλοῦν Ὄψονται εἰς ὃν ἐξεκέντησαν, ἤγουν κατορχήσαντο, καὶ κόψονται ἐπ' αὐτοὺς κοπετὸν ὡσεὶ ἐπ' ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. προσηλώσαντες μὲν γὰρ τῷ ξύλῳ τὸν θεῖον ναὸν, περιεστήκασιν οἱ σταυρώσαντες, ἀνοσίως ἐπιτωθά- ζοντες. οἱ μὲν γὰρ ἔφασκον "Ὁ καταλύων τὴν ναὸν καὶ ἐν "τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν·" ἕτεροι δὲ αὖ " Αλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι." ἐπειδὴ δὲ ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν, ἐκήρυξέν τε καὶ τοῖς ἐν ᾅδου πνεύμασιν, ἀνεβίω τε αὖ, σεισμοῦ γενομένου, περὶ τὸ μνη- μεῖον οἱ προσεδρεύοντες ἐθαύμαζον λέγοντες "Ἀληθῶς Θεοῦ 2.494 "Υἱὸς ἦν οὗτος·" πολλὴ δὲ παρὰ πολλοῖς ἡ μετάγνωσις ἦν. ἐπειδὴ δὲ καὶ ὁ Ῥωμαίων αὐτοῖς ἐπέσκηψε πόλεμος, κατα- δῃωμένης αὐτοῖς τῆς χώρας, καὶ πόλεων ἐμπιπραμένων, καὶ οἴκων ἐρημουμένων, πολιορκουμένης τε ἤδη καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ, καὶ λιμοῦ κατατήκοντος ἔνδοθεν, ἐκαλοῦντό τινες εἰς συναίσθησιν μόλις τῶν ἐπὶ Χριστῷ τολμημάτων, ᾔδεσάν τε λοιπὸν τοῦ κακοῦσθαι τὰς αἰτίας, καὶ ὅτι πρόφασις αὐτοῖς τοῦ παθεῖν τὰ ἐπ' αὐτῷ γέγονε δυσσεβήματα. οὐκοῦν ἐπειδὴ κατωρχήσαντο, κόψονται ἐπ' αὐτοὺς κοπετὸν ὡσεὶ ἐπ' ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. καὶ γὰρ ἀεί πως ἄσχετον μὲν καταχεῖται δάκρυον τοῖς γεγεννηκόσιν, ἐφ' υἱῷ πρωτοτόκῳ κειμένῳ καὶ ἀγαπητῷ, κομμοὶ δὲ καὶ θρῆνοι καταίρειν εἰς τέλος οὐκ ἀνεχόμενοι, μακρὰ δὲ δὴ πάντως καὶ οἷον διηνεκὴς ὀδύνη, δριμείαις τισὶ καὶ ἀφορήτοις προσβολαῖς ψυχὴν κατατήκουσα. ὅτι δὲ ἔμελλον εἰς πείραν ἐλθεῖν Ἰουδαῖοι τῶν τοιῶνδε κακῶν, προκαταμεμήνυκεν ὁ Χριστὸς ταῖς κλαιούσαις ἐπ' αὐτῷ γυναιξὶν ἐπιτιμῶν τε καὶ λέγων "Θυγατέρες Ἱερουσαλὴμ μὴ κλαίετε ἐπ' ἐμὲ, κλαίετε "δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτὰς, φυλὴ οἴκου ∆αυεὶδ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ' 2.495 ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς.9 Καταδῃουμένης ἁπάσης τῆς Ἰουδαίας κατὰ καιροὺς ἀπὸ τῆς τῶν Ῥωμαίων στρατείας, καὶ αὐτῆς δὲ πολιορκουμένης τῆς Ἱερουσαλὴμ, τοιοῦτον ἔσεσθαί φησι παρὰ τῶν ἐν αὐτῇ τὸν κοπετὸν, ὁποῖον ἂν ποιήσαιτο γηπόνος ῥοῶνος ἐκκοπτο- μένου. εὐανθὲς μὲν γὰρ τὸ φυτὸν, καὶ συχνοὺς ἐκ ῥίζης ἀνίησι κλωνὰς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραΐζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀπο- κείρεσθαι τὸ φυτόν. ἀλλ' ἦν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ' αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ' ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους; ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσ- πασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, 2.496 καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε "1Κομμοὶ δὲ ἦσαν ἀνὰ τὴν "1πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέ- "1λευστος."2 ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων "∆ιάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω "πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε "κέδρος, ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν· ὀλολύ- "ξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς "ὁ σύμφυτος·" οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς Ἰουδαίων δήμοις προσπεφωνηκώς "Ἤδη δὲ καὶ ἡ ἀξίνη "πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ "ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται," "καὶ καίεται." ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἂν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου. κόψεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστῃ φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιό- βουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν. ταύτῃτοί φησιν ὅτι φυλὴ οἴκου ∆αυεὶδ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, 2.497 τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς ∆αυεὶδ, ἤτοι τοῦ Ἰούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλ λέγειν αἰσχροκερδείας. ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται καθ' ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ᾗ φησιν ὁ προφήτης "Οἱ "κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας." συνοδύρεσθαι δὲ ταύταις ἀναγκαῖόν πως ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ ∆αυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ εἰς τὴν μετα- κίνησιν καὶ εἰς τὸν ῥαντισμόν.9 Ἐπιτρέχει τῷ λόγῳ τὰ μετὰ τοῦτο πάλιν ἐσόμενα "τοῖς 2.498 "ἠγαπηκόσι τὴν ἐπιφάνειαν" τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ταῖς ἀπειθείαις ἐξυβρικότες, ἐν πολιορκίαις ἔσονται, φησὶ, καὶ ἐπί γε τοῖς σφῶν αὐτῶν κατοιμώξουσι κακοῖς. ἐν δέ γε τῇ νοητῇ καὶ ἁγίᾳ κατὰ τὸ ἀληθὲς Ἱερουσαλὴμ, καὶ ἐν τῷ οἴκῳ ∆αυεὶδ, τουτέστι, τῇ Ἐκκλησίᾳ τοῦ πεφηνότος ἐκ σπέρματος ∆αυεὶδ κατὰ σάρκα Χριστοῦ, πᾶς τόπος ἔσται διανοιγόμενος, τουτέστι, πολλή τις εὐρυχωρία καὶ οἷον ἀνειμένη δίαιτα τρι- πόθητος καὶ ἀπονωτάτη. Ἰστέον δὲ ὅτι τὸ ῥητὸν Ἑβραῖοι πάλιν ἑτέρως ἐκδεδώ- κασιν. ἀντὶ γὰρ τοῦ Ἔσται πᾶς τόπος διανοιγόμενος, πᾶσαν ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀπο- στάτις, "ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα "τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν," τὰς τοῖς ἰδίοις τολμή- μασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις; Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευ- ματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ 2.499 σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι πᾶς τόπος διανοιγό- μενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα τὸ τῆς καθάρσεως ὕδωρ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.9 Πάντα πρὸς τὸ ἄμεινον μετακεχώρηκεν ἐν Χριστῷ, καὶ καινὴ κτίσις τὰ ἐν αὐτῷ, τῆς ἀρχαίας σαθρότητος ἀπο- βαλόντα τὸν μῶμον. ἀτρεκῆ δὲ ὄντα τὸν ἐπὶ τῷδε λόγον κατίδοι τις ἂν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ' ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά 2.500 πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ δέ γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος καὶ "μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- "ρονομίας αὐτοῦ," τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπι- κουρίαν αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπο- νεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαι- μονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως, τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν. οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρη- σμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Ζῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν. περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προ- φήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιά- ζοντα Θεόν "Ὁ ὢν Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- "φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς "οὐκ ἔσται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς "γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ." καὶ πρός γε ταῦτα Θεός "Ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί "μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ "οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαν- "τείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ 2.501 "προφητεύουσιν ὑμῖν" καὶ πάλιν "Οὐκ ἀπέστελλον τοὺς "προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, "καὶ αὐτοὶ προεφήτευον." ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροω- μένοις τὰ "ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ "ἀπὸ στόματος Κυρίου." εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ἰουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλο- λατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπόν τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοί τε ἦσαν, καὶ τοῖς τῶν εἰδώ- λων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνη- σιν καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν φησὶν ἀπὸ τῆς γῆς τὰ ὀνόματα τῶν εἰδώλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστι κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνα- τείλῃ, κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξῃρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν. 9Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, 2.502 ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.9 Τοσαύτη τις ἔσται περὶ τὸ θεῖον, φησὶν, αἰδὼς τῶν τηνικάδε, φροντιοῦσι δὲ οὕτω τῆς εἰς ἄκρον ἐπιεικείας καὶ ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγε- σθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, του- τέστι καταδεσμεύσουσιν ὡς ἔκφρονά τε καὶ μεμηνότα, μελλή- σαντες δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου. Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος, καὶ τὸ βέβαιον εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ' ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν; ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ' ἡμᾶς πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι 2.503 στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτὸν, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην ἀνθ' ὧν ἐψεύσαντο. καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. καὶ ἐρῶ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.9 Ὅτι καὶ ποινῆς καὶ δίκης ἄξια τέθεινται παρ' ἡμῖν τὰ πάλαι τεθαυμασμένα, καὶ ἐκ τῆς τῶν προκειμένων ἐννοίας ἀταλαίπωρον ἰδεῖν. προεφήτευον μὲν γὰρ, ὡς ἔφην, ἐν τῷ Ἰσραὴλ οἱ ψευδοεπεῖς τε καὶ φένακες, καὶ πλανᾶν εἰωθότες "ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου" κατὰ τὸ γεγραμμένον. εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, ἐπέπληττε μὲν οὐδεὶς, οὐδ' ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφα- νοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν δέ γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτου- μένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ κακοῦ, καὶ δέῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ' ὧν ἐψεύσαντο, του 2.504 τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῇ πλημμελείᾳ κατολο- φύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώ- λισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς Οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πως εἰς ἁμαρτίας. εἶεν δ' ἂν αἱ τοιαίδε μετανοούντων φωναί. εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμ- ποδισάντων αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ ἀγαπητὸς ἑκάστῳ τῶν καθ' ἡμᾶς, ὁ τῶν γεγεννηκότων. Ὅρα τοίνυν ὅση τις ἐστὶν ἡ τῶν πάλαι τε καὶ νῦν πραγμάτων διαφορά. ἐθαυμάζοντο μὲν γὰρ οἱ παρ' ἐκείνοις ψευδοπροφῆται, καὶ ἦσαν ἐν δόξῃ καὶ ὑπολήψει χρηστῇ, καὶ ταῦτα δρῶντες οὐδὲ μετεμέλοντο· κατὰ δέ γε τὸν ἐνεστηκότα καιρὸν, εἰ δή πη τινὲς ἕλοιντο ταῖς ἐκείνων μανίαις κατακολουθεῖν, ἐπιτιμῶνται, καταισχύνονται, ταῖς τῶν γεγεννηκότων κολάζονται ψήφοις, μεταγινώσκουσιν ὡς ἡμαρτηκότες καὶ πενθοῦσι καὶ κλαίουσιν, αἰτοῦσι συγγνώμην τὴν τῆς ἀνθρωπείας φύσεως ὁμολογοῦντες ἀσθένειαν καὶ τὸ εὐόλισθον εἰς ἁμαρτίαν. ἀνῄρηται γὰρ "τὸ πνεῦμα τὸ "ἀκάθαρτον ἀπὸ τῆς γῆς," τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμει τε καὶ ἐξουσίᾳ. 2.505 9Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας.9 ∆έδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, ἐφεὶς οἰκονομικῶς καίτοι Θεὸν ὄντα καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἀποῤῥήτως γεγεννημένον, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι, καὶ ἄνθρωπον γενέσθαι καθ' ἡμᾶς, καὶ ἀνατλῆναι σταυρὸν, ἵνα σώσῃ τὸν κόσμον καὶ ἀποστήσῃ τῆς κατὰ πάντων πλεονεξίας τὸν σατανᾶν, καθελῇ δὲ καὶ τὴν βέβηλον εἰδωλολατρείαν, καὶ καταργήσῃ μαντείας, ψευδοπροφητείας τε καὶ τοὺς ἐκ καρδίας φενακισμοὺς, ἐξάρῃ δὲ καὶ "τὸ πνεῦμα "τὸ ἀκάθαρτον ἀπὸ τῆς γῆς," καὶ πρός γε δὴ τούτοις, ἵνα κατακτήσηται τὴν ὑπ' οὐρανὸν, μετατιθεὶς εἰς θεογνωσίαν τοὺς πεπλανημένους, ἀναπείθων ἑλέσθαι τὴν εὐσεβῆ καὶ εὐσχήμονα πολιτείαν, καὶ πᾶν εἶδος ἀρετῆς ὁρᾶσθαι τετι- μηκότας. ταύτης οὖν ἕνεκα τῆς αἰτίας τὸν ἐπὶ ξύλου θάνα- τον, καίτοι πολὺ λίαν ἔχοντα τὸ δυσκλεὲς, ὑπέμεινεν ἑκὼν, "αἰσχύνης καταφρονήσας," οὕτω καὶ αὐτῷ δοκοῦν τῷ Θεῷ καὶ Πατρί. καί τι τοιοῦτον ἡμῖν ὑποφαίνει λέγων αὐτὸς ὁ Υἱός "Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ "θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. "τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν "ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω "αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ." ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "∆ιὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ "νεκρῶν καὶ ζώντων κυριεύσῃ." τέθεικε τοίνυν ἑκὼν ὑπὲρ 2.506 ἡμῶν τὴν ψυχὴν, μόνον δὲ οὐχὶ καὶ παραδόντος αὐτὸν ὡς ἄνθρωπον ἰδίῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἐφιέντος, ὡς ἔφην, αἵματι τιμίῳ τὴν ἁπάντων πρίασθαι ζωήν. καὶ γοῦν ὁ Σωτὴρ οἰηθέντι Πιλάτῳ κατεξουσιάζειν αὐτοῦ προσυπήντα λέγων "Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, "εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν." Προαφηγησάμενος τοίνυν διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς πλείστη τις ἔσται τῶν ἀνθρωπίνων πραγμάτων ἐπὶ τὸ ἄμεινον ἡ μεταδρομὴ, παθόντος αὐτοῦ τὸν ἐν σαρκὶ θάνατον, μονον- ουχὶ καὶ ἐπισπεύδει τοῦ καιροῦ τὴν ἀνάδειξιν, καθ' ὃν ἔσται ταῦτα, καὶ ἐνεργεῖσθαι προστέταχε τὸ ἐπὶ τῷ πάθει μυστή- ριον, αὐτῇ τῇ ῥομφαίᾳ παρεγγυῶν τε καὶ λέγων Ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ λέγει Κύριος παντοκράτωρ. καὶ ῥομφαίαν μὲν ἐν τούτοις καταδηλοῦσθαί φαμεν ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Ἐμμανουήλ. ἔοικε γὰρ συνιέναι τε οὕτω καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεὼν, ὅτε προσεκόμιζεν ὀκταήμερον τὸν Ἰησοῦν ἡ ἁγία παρθένος "Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διε- "λεύσεται ῥομφαία." μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν σάρκα φημί. ὦ τοίνυν ῥομφαία, ἐξεγέρθητι φησὶν ἐπὶ τὸν ποιμένα μου, τουτέστιν, ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. τέθειται μὲν γὰρ ἐφ' ἡμᾶς ἀρχιποίμην ὁ Χριστὸς, καὶ ὑπ' αὐτῷ πάντες ἐσμὲν οἱ πεπιστευκότες, πλὴν οὐκ ἔξω χειρὸς τῆς τοῦ Θεοῦ καὶ Πατρός. κατάρχει γὰρ ἡμῶν ἐν Υἱῷ, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ σεσώσμεθα καὶ αὐτὴν ἐσχήκαμεν τὴν προσ- 2.507 αγωγήν. καὶ γοῦν ἔφασκεν ὁ Σωτήρ "Τὰ πρόβατα τὰ ἐμὰ "τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκο- "λουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ "μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσῃ τις αὐτὰ ἐκ "τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκέ μοι πάντων "μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς "τοῦ Πατρός· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." ἴδιος οὖν ἄρα τοῦ Θεοῦ καὶ Πατρὸς ποιμὴν ὁ Υἱὸς, οὐκ ἀλλότρια κατα- νέμων θρέμματα, τὰ ἑαυτοῦ δὲ μᾶλλον καὶ τὰ τοῦ Πατρὸς, οὐκ ἰδίων αὐτοῦ νοουμένων τῶν μισθωτῶν ποιμένων, οἳ κατέσφαζον μὲν τὰ πρόβατα, φειδοῦς ἁπάσης ἐξῃρημένης, "ἔλεγον δὲ καὶ πωλοῦντες αὐτά Εὐλογητὸς Κύριος καὶ "πεπλουτήκαμεν." πολῖται γεμὴν, ἤγουν οἰκεῖοί τε καὶ γνώ- ριμοι, τοῦ ἀγαθοῦ ποιμένος, οἱ ὑπ' αὐτῷ τεταγμένοι, καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ παταχθέντος τοῦ ποιμένος κατεσκίδναντο καὶ πεφεύγασιν. ἐπειδὴ γὰρ ἧκον τῶν Ἰουδαίων οἱ ὑπηρέται, καὶ σὺν αὐτοῖς ὁ προδότης ὁμοῦ τῇ σπείρᾳ συλληψόμενοι τὸν Ἰησοῦν, "πάντες ἀφέντες αὐτὸν "ἔφυγον." ἔφη γὰρ οὕτω τὸ γράμμα τὸ εὐαγγελικόν. Ὅτι δὲ δοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν εἰς θάνατον ὁ Θεὸς καὶ Πατὴρ πατάξαι πως αὐτὸν λέγεται, τῷ γε ὅλως ἐφεῖναι παθεῖν, πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περὶ τῶν εἰς αὐτὸν ἀνόσια πεπραχότων, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων "Ὅτι ὃν σὺ "ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ- "μάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν "αὐτῶν." ἑκούσιον μὲν οὖν, ὡς ἔφην, ἐποιεῖτο τὸ πάθος, 2.508 ἵνα τὰ ἐκ τοῦ παθεῖν αὐτὸν διαφαίνηται κατορθώματα. ὅτι δὲ τοῖς ἐσταυρωκόσιν ὀλέθρου πρόξενον ἔσται τὸ χρῆμα, καὶ τοῖς ἐκ θείας ὀργῆς ὑποπεσοῦνται κακοῖς οἱ τῆς τοιᾶσδε βουλῆς καὶ τῶν ἐγχειρημάτων ἐξάρχοντες· οὗτοι δὲ ἦσαν οἱ λαῶν ἡγούμενοι· διατρανοῖ λέγων Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. διεφθάρκασι γὰρ "τὸν ἀμπελῶνα "αὐτοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἔδωκαν μερίδα "αὐτοῦ ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφα- "νισμὸν ἀπωλείας." ἐπάγει γεμὴν τὴν χεῖρα αὐτοῦ τοῖς ποιμέσι Θεὸς οἱονεὶ καταπαίουσαν τὴν ῥομφαίαν, καὶ τὰς τῆς ἀνοσιότητος ἐξαιτοῦσαν δίκας, οὐχ ὅτι μόνον αὐτοὶ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀλλ' ὅτι πρὸς τούτῳ καὶ τοῖς ἄλλοις γεγόνασιν ἀρχὴ καὶ ὁδὸς τῆς ἀσχέτου μανίας. ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος, Πιλάτου τοῖς Ἰουδαίοις προτεθεικότος Χριστόν τε καὶ Βαραββᾶν, καὶ τό "Τίνα θέλετε ἐκ τῶν δύο ἀπολύσω ὑμῖν" προσπε- φωνηκότος, "οἱ ἀρχιερεῖς καὶ οἱ προσβύτεροι ἔπεισαν τοὺς "ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἵνα "ἀπολέσωσιν" ἀνέπειθον δὲ πρὸς τούτῳ βοᾶν "Σταύρωσον, "σταύρωσον." οὐκοῦν ἀληθὲς τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον "Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν "Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ "νομὴ, καὶ διεσκορπίσθησαν." ὥσπερ γὰρ ἡ νῆψις τῶν ἀγαθῶν ποιμένων ὀνίνησι τὴν ἀγέλην· οὕτω καταφθείρει τὸ ῥᾴθυμον, καὶ τοῖς τῶν ποιμένων ἴχνεσι τὸ ὑπὸ χεῖρα πάντως ἀκολουθεῖ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη 2.509 ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμιῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὀνομά μου, καὶ ἐγὼ ἐπ- ακούσομαι αὐτοῦ, καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου.9 Ἐπενεχθείσης τῆς θείας χειρὸς τοῖς ἀνοσίοις ψευδοποι- μέσιν, οἳ τὸν ἀμπελῶνα κατεφθάρκασι τὸν ∆εσποτικὸν, οὐδὲ αὐτοὺς ἔσεσθαί φησιν ἔξω ποινῆς καὶ δίκης τοὺς τοῖς ἀνοσίοις αὐτῶν σκέμμασιν ἀβουλότατα συνδεδραμηκότας, δῆλον δὲ ὅτι τοὺς τῶν Ἰουδαίων δήμους καὶ τῶν ἀγελαίων τὴν ὑπὸ χεῖρα πληθύν. δεδαπάνηνται γὰρ τῷ πολέμῳ, καὶ διολώλασιν ὁμοῦ τοῖς κατοίκοις αἱ πόλεις καὶ αὐτοῖς ἀν- δράσιν αἱ κώμαι, πανωλεθρίᾳ καταπιμπράμεναι, μόλις δὲ σέσωσται τὸ κατάλειμμα, καὶ ὡς ἐν τρίτῃ μοίρᾳ τοῦ παντὸς νοούμενον πλήθους, ὠλόθρευται γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, Θεοῦ κατοικτείροντος διὰ τοὺς πατέρας. τοῦτο καὶ αὐτὸς ὁ μακάριος Ἡσαΐας φησί "Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατ- "έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς "Γόμοῤῥα ἂν ὡμοιώθημεν." πλὴν τὸ τρίτον, ἤγουν τὸ κατάλειμμα, τουτέστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύ- σαντας, διάξειν φησὶ διὰ πυρὸς, καὶ πυροῦν αὐτοὺς ὡς ἀργύριον καὶ χρυσίον. οὐ γὰρ ἔξω πόνου τῶν ἁγίων ἡ ζωή· ἀληθὲς δὲ ὅτι "Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ "διωχθήσονται." δοκιμώτατοι δὲ πεφήνασιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι γεγόνασιν αὐτοῖς συνεργάται κατ' ἐκεῖνο 2.510 καιροῦ, καὶ συμπεπονήκασιν ἱερουργοῦσιν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. κέκληνται γὰρ εἰς πεῖραν πολλῶν θλίψεων τε καὶ διωγμῶν, καὶ μονονουχὶ πεπύρωνται, δοκιμα- ζόμενοι διὰ πειρασμῶν, ὡς δύνασθαι λέγειν ἐκ παῤῥησίας " Οτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται "τὸ ἀργύριον." τίς οὖν ἡ ἐντεῦθεν ὄνησις; ἢ ποῖος ἔσται μισθὸς τοῖς ὧδε πεπονηκόσι καὶ δεδοκιμασμένοις; οἰκεῖοι γεγόνασι τοῦ Θεοῦ, γνώριμοί τε καὶ ἠγαπημένοι. κατελο γίσθησαν γὰρ εἰς "ἔθνος ἅγιον, εἰς βασίλειον ἱεράτευμα, "καὶ εἰς λαὸν τὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί- "λωσι τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν "αὐτοῦ φῶς," ποτὲ δὲ ὄντες οὐ λαὸς, γεγόνασι λαός. καὶ ποτὲ μὲν ἤκουον "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, "ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πλη- "θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν·" νυνὶ δέ φησιν, ὅτι αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου καὶ ἐγὼ ἐπ- ακούσομαι αὐτοῦ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν. οὐκοῦν ἴδιος γεγόνασι κλῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, δέδονται δὲ τῷ Υἱῷ· συγκατάρχει γὰρ τῶν ὅλων ὁμοῦ τῷ γεγεννηκότι· εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἔχουσι ∆ημιουργὸν καὶ ∆εσπότην.

ΤΟΜΟΣ Εʹ. ΤΟΜΟΣ ΕΚΤΟΣ.

9Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον ἐπὶ Ἱερουσαλὴμ, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.9 Τὸ ἐπὶ τῷ σταυρῷ σεπτὸν καὶ σωτήριον πάθος κατα- μηνύων, ἔφασκεν ἐν τοῖς ὀπίσω βραχύ "Ῥομφαία ἐξεγέρθητι "ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει "Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- "σκορπισθήτωσαν τὰ πρόβατα." ὅτι δὲ ποιναῖς ταῖς ἐσχά- ταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προσ- τιθείς "Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ "ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη "ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ 2.512 "πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, "καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον." τίνα δ' ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἱερουσαλὴμ ἀνοσι ουργήσασαν ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν καταση- μαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ Κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι' ἑτέρου προφήτου φησίν "Μὴ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν." οὐ γὰρ ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράτ- τεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάτ- τοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγε- σθαι κατ' ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι, ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν. Τί δὲ τὸ ἐσόμενον ἐν ταῖς ἡμέραις ἐκείναις, σαφηνίζει λέγων Καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοὶ, συναγηγερμένα δηλονότι πάντα τὰ ἔθνη καὶ διαρπάζοντα μὲν τὰς οἰκίας, γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέ πρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θέα δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ 2.513 εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ' ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἂν γέγονεν, εἴπερ τις ἦν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἐπι- κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς πρέπουσαι συμφοραί. 9Οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.9 Τοῦτο οἶμαί ἐστιν ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, ὡς γέγονέ τις φειδὼ τῶν κατῳκηκότων τὴν ἄνω πόλιν, καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἂν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως. ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ' οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Παῦλος "̔Η δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ 2.514 "ἡμῶν." ἔοικε δέ τι καὶ ὁ μακάριος ∆αυεὶδ ὑπαινίττεσθαι τοιοῦτον, ὧδέ πη λέγων "Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα "ὁ κατοικῶν Ἱερουσαλήμ." εἰ γάρ ἐστιν ἀκράδαντος ἡ Ἐκκλησία, "καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· αὐτὸν γὰρ ἔχει θεμέλιον· πᾶσά πως ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους. 9Καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχι- σθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου, καὶ ἐγ- κολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.9 Πεποίηται μὲν ὁ λόγος ὡς ἐπί τινος τῶν γενναιοτάτων στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχι- μον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν Ἰουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα. 2.515 Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοι- οῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπι- τελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ' αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; "̔Ο δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα "αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν "ἐνέπρησεν." ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ἡμέρᾳ παρα- τάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔφην, τὸν ἀρχηγὸν τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἑσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῇ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πως, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταῤῥαγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη. Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενη- μένῳ κατὰ καιροὺς ἐπὶ Ὀζίου, τοῦ καὶ Ἀζαρίου. ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως 2.516 τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιὼν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκα- θεῖναι δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς. Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑπο- δηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν οὕτω φησίν "Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ "ἀφῆκε τὸ πνεῦμα. καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ "ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, "καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, "καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν." ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταῤῥήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττε- σθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μετα δρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσ- κυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; "Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς "σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ "εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος." οὐκοῦν ἐσχί- σθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί 2.517 τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς Ἱερεμίου λέγων "Οὐχ οἱ "λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος καὶ ὡς πέλυξ "κόπτων πέτραν;" "Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ "ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ "ψυχῆς καὶ πνεύματος." οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διεῤῥῆχθαι τὰς πέτρας. τὸ γεμὴν ἐμπε- φράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἡσαΐας "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος "ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων," τουτ- έστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, "ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, "μηδὲ συνιῶσι." "κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται, καθὰ γέγραπται, ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς "διαθήκης." τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος ∆αυεὶδ ἀνακεκράγει λέγων "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ." καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰ- σθητῶς παρακαλεῖ τὴν ὑπ' οὐρανόν· εὐηθὲς γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι 2.518 μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶ- σθαι νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι' ἡμᾶς οἰκο- νομικῶς, "ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 9Καὶ ἥξει Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.9 Ἐπιτροχάδην εἰπὼν τὰ ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Ἰουδαίων ἀνοσιουργήματα, καὶ τῆς Ἰουδαίαςτὴν ἅλωσιν καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ἐπ' αὐτὸ λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα "κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ·" ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Τοὺς πάντας ἡμᾶς δεῖ "φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα "κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε "ἀγαθὸν εἴτε φαῦλον." ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσ- φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Ἐμμανουὴλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας "ἐν νεφέ- "λαις εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα," μετά γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ 2.519 πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοιοῦ- τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν "Ἐκεῖ ἔλαφοι "συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- "ῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ "ἐζήτησαν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα "αὐτοῦ συνήγαγεν αὐτάς." ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αυεὶδ, τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν "Ὅτι οὐκ ἀπώσεται Κύριος "τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα "λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- "μενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ." δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ' ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι δὲ κατὰ τὸν τῆς συντελείας καιρὸν ἑτέρα τις ἔσται τῆς ὁρωμένης κτίσεως ἡ κατάστασις, καὶ μετοιχήσεται καὶ αὐτὴ πρὸς τὸ ἄμεινον ἀνανεουμένη διὰ Χριστοῦ, πιστώσεται λέγων ὁ Προφήτης Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται ὁ Κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ πάγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε 2.520 καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον. Ὅμοιον ὡς εἰ λέγοι τυχόν Κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἐξ οὐρανῶν ἀφιγμένος, μεταπλάττῃ τὰ πάντα καὶ μετα- σκευάζῃ πρὸς τὸ ἄμεινον, ὡς ∆ημιουργὸς, οὐκ ἔσται φῶς οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς "τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· "ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου." ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός "Εὐθέως δὲ μετὰ "τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ "ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς." ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἡμέρα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς ὁ Υἱὸς οὕτω λέγων "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας "οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ "Πατὴρ μόνος." ᾗ μὲν γὰρ νοεῖται καθ' ἡμᾶς ἄνθρωπος, οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ δέ ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδέ που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- επάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται 2.521 πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ' οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμί ζεσθαι καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηδὸν παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσ- δοκᾶν. πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λο- γισμῶν. εἰ γὰρ ἔσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ' ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, "ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ "κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς "δόξης τῶν τέκνων τοῦ Θεοῦ." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν.9 Ἐξηγεῖται πάλιν ἡμῖν αἰνιγματωδῶς, ὅτι δὴ πλείστη τε ὅση καὶ ἀμφιλαφὴς ἡ τοῦ Ἁγίου Πνεύματος χύσις τοῖς ἁγίοις ἐκνεμηθήσεται, κατ' ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ' ὃν ἂν εἰς ἁγίαν τε καὶ ἀμήρυτον ἀνακομισθεῖεν ζωὴν, τὴν ὡς 2.522 ἐν αἰῶνί φημι τῷ μέλλοντι. νυνὶ μὲν γὰρ διὰ πίστεως τῆς εἰς Χριστὸν ὡς ἐν ἀῤῥαβῶνος τάξει τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀνα βίωσιν, ἀνῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, οὐκ ἐν ἀῤῥαβῶνος ἔτι τάξει τε καὶ μέτρῳ τὸ θεῖον ἐν ἡμῖν ἔσται Πνεῦμα· πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα. Ὅτι δὲ ὕδασι παρεικάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τὸ Πνεῦμα τὸ θεῖον, αὐτὸς πιστώσεται λέγων ὁ τούτου ∆οτὴρ, τουτέστιν ὁ Υἱός "Ὁ πιστέυων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ "γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος "ζῶντος." καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελι- στὴς καὶ καθιστὰς ἐναργές "Τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ "Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς "αὐτόν." ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς. Ὅτι δὲ τοῖς τῆς ἁγίας ἠξιωμένοις ζωῆς παρακείσεται πλουσίως τὸ χρῆναι μεταλαχεῖν τῆς τοῦ Ἁγίου Πνεύματος χορηγίας, καὶ οἷάπερ ὑδάτων ἐμφορεῖσθαι ζωοποιῶν, ὑπεμ- φαίνει λέγων, ὅτι τοῦ ὕδατος τοῦ προσδοκωμένου κατὰ και- ροὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν 2.523 ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι; θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἔθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Ὅτι ἐνεπλήσθη ἡ σύμπασα "τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι "θαλάσσας." ἔφη δέ που καὶ ὁ θεσπέσιος ∆ανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου- μένην προαναθρῶν "Ἐγὼ ∆ανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ "τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασ "σαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον "ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων." σαφέστερον δὲ τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος ∆αυεὶδ ἀναμέλπει λέγων "Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, "ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ "πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν "αὐτῷ." ποῖον γὰρ εἶναί φαμεν ἐν τῇ αἰσθητῇ θαλάσσῃ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμ- μασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολ- λὴν ἀνθρώπων ἔσθ' ὅτε πληθύν. Ὅτι τοίνυν ἐν ἴσῳ μέτρῳ διανεμηθήσεται παρὰ Θεοῦ ἡ τοῦ Πνεύματος χάρις τοῖς τε ἐξ Ἰσραὴλ πιστεύσασι καὶ τοῖς ἐξ ἐθνῶν, ὑπεμφαίνει λέγων περὶ τοῦ ὕδατος τοῦ ζωοποιοῦ, ὡς ἐξελεύσεται τὸ ἥμισυ μὲν εἰς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ' ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· 2.524 πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βού- λεσθαι τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ Ἐν ἔαρι, τό Ἐν χειμῶνί φησι τῶν Ἑβραίων ἡ ἔκδοσις. ἔσται δὴ οὖν, φησὶ, κατὰ ταῦτα, καὶ ὡσαύτως ἡ τῶν νοητῶν ὑδάτων χύσις, ἐν χειμῶνί τε καὶ ἐν θέρει, τουτέστι κατὰ πάντα καιρόν. λυπεῖ δὲ οὐδὲν καὶ ἀντὶ τοῦ Χειμῶνος τὸ ἔαρ εἰπεῖν, κατὰ τὴν τῶν ἑβδομήκοντα γραφήν· κεῖται γὰρ ὡς ἐν μετοχῇ χειμῶνός τε καὶ θέρους, ὥστε κἂν εἴ τις αὐτὸ τοῖς τοῦ χειμῶνος ἀπονέμοι καιροῖς, τὸν τοῦ εἰκότος, ἢ καὶ ὀρθῶς ἔχοντος, οὐκ ἀδικήσει λόγον. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερόν τινα συνιέναι τρόπον τὸ περὶ τοῦ νοητοῦ λεγόμενον ὕδατος, ὡς ἐξελεύσεται τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτω, τοιαύτην τινὰ τοῦ προκειμένου περίνοιαν εἰσ- δέξεται. θάλασσαν μὲν γὰρ ὀνομάζει πρώτην, τὴν πρὸς ἠὼ τάχα που κειμένην, τὴν ἐπέκεινά φημι τερμάτων τῆς ὅλης γῆς· ἐσχάτην γεμὴν, τὴν πρὸς αὐταῖς ταῖς τῆς ἑσπέρας ἐσχατιαῖς· πρόσωπον γὰρ οἱονεί πως καὶ ἀρχὴν ὁρίζεται τῆς οἰκουμένης τὴν ἀνατολήν. θέρος δὲ οἶμαί που τὰ θερμὰ καὶ νότια τῆς οἰκουμένης ἀποκαλεῖ μέρη, ἔαρ δὲ αὖ πάλιν τὰ βόρειά τε καὶ ψυχρά. οὕτω γὰρ καὶ ὁ θεσπέσιος ∆αυεὶδ τὰ 2.525 τέσσαρα τῆς ὑπ' οὐρανὸν κλίματα σημάναι θέλων, ἀνεφώνει πρὸς Θεόν "Θέρος καὶ ἔαρ σὺ ἐποίησας αὐτά" καὶ πάλιν "Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας." ἐξελεύσεται δὴ οὖν, φησὶ, τὸ ὕδωρ τὸ ζῶν ἐν ἰσότητι καὶ ἰσομοιρούσῃ χάριτι εἴς τε τὴν θάλασσαν τὴν πρώτην, καὶ μέντοι καὶ εἰς τὴν ἐσχάτην, τουτέστιν εἰς ἕω τε καὶ δύσιν, καὶ ἐν θέρει καὶ ἐν ἔαρι, τουτέστι πάλιν, εἰς τὸν νότον τε καὶ εἰς βοῤῥᾶν. ἐμπλη- σθήσεται γὰρ ἡ ὑπ' οὐρανὸν τῶν διὰ Χριστοῦ χαρισμάτων, ἐναπομενεῖ δὲ πάντως τοῖς λαβοῦσιν ἡ δωρεά. τότε δὴ τότε Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. ὑπ' αὐτῷ γὰρ ἐσόμεθα μόνῳ, καὶ αὐτὸς κατάρξει τῶν ὅλων κατηργη- μένων εἰς ἅπαν τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, καὶ ἁπάσης ἀρχῆς πονηρᾶς τεθριαμβευμένης, καὶ τῆς καθ' ἡμῶν πλεονεξίας ἐκβεβλημένων αὐτοῦ τε τοῦ σατανᾶ καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβὲλ ἕως Ῥεμμὼν κατὰ νότον Ἱερουσαλήμ. Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, καὶ ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως· κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἱερουσαλὴμ πε- ποιθότως.9 Ἀσαφὴς ἀεί πως ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ 2.526 τοῦτο, οἶμαι, σοφῶς διοικουμένου Θεοῦ, ἵνα μὴ προκέοιτο τὰ ἅγια τοῖς κυσί· μήτε μὴν παρὰ τοῖς ὑῶν ποσὶν ἀτημελῶς ἐῤῥιμμένος, ὁ πολυτίμητος ἀληθῶς περιυβρίζοιτο μαργαρίτης. πλὴν ἀποκαλύπτει Χριστὸς ἐν Πνεύματι τοῖς ἀξίοις τὴν γνῶσιν, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις καθίστησιν ἐναργεῖς. ἀνατυποῦται δὲ ὡς ἐπίπαν ὡς ἔν γε τοῖς αἰσθητοῖς τὰ κεκρυμμένα καὶ νοητὰ, καὶ οἱονεὶ σῶμα τῶν ἀφανεστέρων τὰ ἐμφανῆ γίνεται. ἔφη τοίνυν, ὅτι κατ' ἐκείνην τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν, μετατεθειμένων τῶν καθ' ἡμᾶς εἰς καινό- τητα ζωῆς, ἀνεστοιχειωμένης δὲ καὶ αὐτῆς τῆς κτίσεως εἰς τὸ ἄμεινον ἢ πρὶν, ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν. ἦν μὲν γὰρ ἀεὶ καὶ ἔστι καὶ ἔσται Κύριος εἷς, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ. ἐπειδὴ δὲ πεπλά- νηκε τὴν ὑπ' οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, εἰς ψευδῆ καὶ βέβηλον λατρείαν οἱ δείλαιοι παρα- κεκομίσμεθα, καὶ διετελοῦμεν ἐν κόσμῳ τυφλοὶ καὶ μωροὶ, κυρίους ὀνομάζοντες τοὺς πεπλανηκότας, καὶ τὸ τῆς θεότητος ὄνομα τοῖς ἀκαθάρτοις δαίμοσιν ἐπιφημίζοντες ἀμαθῶς. καὶ κεκλήμεθα μὲν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐν τῷδε τῷ κόσμῳ διὰ Χριστοῦ, πλὴν παρῳχηκότος καὶ εἰς πέρας ἤδη κατά- ραντος τοῦ παρόντος αἰῶνος, τότε δὴ τότε καὶ φρενοβλαβείας ἁπάσης ἐξ ἡμῶν ἀνῃρημένης, τεθειμένων τε ἤδη τῶν ἐχθρῶν ὑπὸ πόδας Χριστοῦ, Κύριος εἷς ἔσται λοιπὸν ἐπὶ πᾶσαν τὴν γῆν, οὐδενὸς ἐπ' αὐτῷ τὴν τῆς κυριότητος ἁρπάζοντος δόξαν. Κύριος δὲ καὶ ἑτέρως εἷς ἔσται Χριστὸς, ἀπρακτούσης ἁπάσης 2.527 ἐπιγείου βασιλείας, καὶ αὐτῷ δὴ καὶ μόνῳ τὸ κατὰ πάντων κράτος ἀνατιθείσης τῆς ὑπ' οὐρανόν. ἔφη δέ τι τοιοῦτον καὶ ὁ σοφώτατος ∆ανιήλ. ἀφηγούμενος γὰρ τοὺς τῶν ὁράσεων τρόπους, φησίν "Ὃν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη "λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸν ὄστρακον, τὸν σίδηρον, "τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας "ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ἀλη- "θινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ." Οὐκοῦν εἷς ἔσται καὶ μόνος, καὶ πληρώσει τῆς ἑαυτοῦ δόξης τὴν ἁγίαν πόλιν, τουτέστι τὴν νοητὴν Ἱερουσαλὴμ, ἧς τὸ εὖρός τε καὶ μῆκος ὡς ἐν τύπῳ πάλιν τῇ ἐπιγείῳ δείκνυσιν Ἱερουσαλὴμ, φάσκων ὅτι κατευρυνθήσεται μὲν ἀπὸ Γαβὲλ ἕως Ῥεμμών. καὶ ἔστι μὲν ἡ Γαβελ ἤτοι Γαβὲ κώμη καὶ κλῆρος τῆς φυλῆς Βενιαμίν· κεῖσθαι δέ φασιν αὐτὴν ἐν μέρεσιν τοῖς βορειοτέροις τῆς Ἱερουσαλήμ. Ῥεμμὼν δὲ δὴ αὖ πέτρα τίς ἐστι, κατὰ τὴν νοτίαν ἔρημον. οὐκοῦν τὸ μὲν εὖρος τῆς Ἱερουσαλὴμ, ἀπὸ Γαβὲλ ἕως Ῥεμμών. ὁρίζεται δὲ καὶ τὸ μῆκος οὕτω λέγων Ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης ἕως τῶν πυλῶν τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. πύλη δὲ ἡ πρώτη καὶ μὴν καὶ πύλη γωνιῶν· οὕτω τινὲς ἦσαν κατὰ Ἱερουσαλὴμ ὠνομασμέναι· καὶ πύργος δὲ ἦν ἀναμέσον Ἀναμεὴλ καλούμενος, μεθ' ὃν εὐθὺς καὶ τὰ ὑπολήνια τοῦ βασιλέως· τόποι δὲ οὗτοι τῆς Ἱερουσαλὴμ τὸ μῆκος ὡς ἐν τύπῳ κατασημαίνοντες. ὥσπερ γὰρ ἐκέλευε τῷ μακαρίῳ προφήτῃ Ἰεζεκιὴλ ὁ τῶν ὅλων Θεὸς ἀναμετρεῖν καλάμῳ τὸν οἶκον, τῇδέ τε κἀκεῖσε διάττοντα, ὑπεμφαίνων, 2.528 ὅτι πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, μυρία τε ὅσα τὰ τῶν ἁγίων ἐνδιαιτήματα· οὕτω μοι κἀνθάδε δοκεῖ διὰ τόπων ἐμφανῶν εὖρός τε καὶ μῆκος καταγράφειν ἡμῖν τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ, πρὸς ἣν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἀνεφώνει λέγων "Πλά "τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, "πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς "πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ "ἀριστερὰ ἐκπέτασον." κατευρυνθεῖσαν δὴ οὖν τὴν ἁγίαν πόλιν, καὶ εἰς μῆκος τὸ αὐτῇ πρέπον ἐκτεινομένην, κατοι- κήσουσιν οἱ ἅγιοι, καὶ οὐκ ἔσται φησὶν ἀνάθεμα ἔτι, τουτέστι, κατ' οὐδένα τρόπον ἀλλοτριωθήσεται Θεοῦ· βεβαίαν γὰρ αὐτῇ χαριεῖται τὴν ἀγάπησιν· καὶ οὐκ ἂν ἐμπέσοιεν ἔτι πρὸς τὸ προσκρούειν Θεῷ, ἀνῃρημένης, ὡς ἔφην, τῆς ἁμαρτίας εἰς τὸ παντελὲς, καὶ τοῦ πειράζοντος σατανᾶ. "Οὐ γὰρ "ἔσται ἐκεῖ λέων, ἀλλ' οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν "οὐ μὴ ἀναβῇ ἐπ' αὐτὴν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ." κατοι- κήσουσι τοιγαροῦν πεποιθότως. Ἐπειδὴ δὲ τέθειται μεταξύ Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ, πάλιν ἐκεῖνό φαμεν, τὰς τῶν προκειμένων ἐννοίας, ὡς ἔνι, διερμηνεύοντες. Ῥαμὰ πολίχνη τίς ἐστιν, ἤτοι κώμη, κλῆρος δὲ τοῖς ἐκ φυλῆς Ἀσήρ· καὶ ἑτέρα δὲ πρὸς ταύτῃ Ῥαμὰ τῶν ἐκ φυλῆς Νεφθαλείμ. διαμέμνηται δὲ καὶ Προφήτης ἅγιος ἢ τούτων μιᾶς, ἤγουν ἑτέρας Ῥαμᾶς. ἔφη γὰρ ὅτι "Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρ- "μός· Ῥαχὴλ ἀποκλαιομένης ἐπὶ τοῖς υἱοῖς αὐτῆς, καὶ οὐκ "ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν." τοιοῦτον πεπράχθαι 2.529 φαμὲν κατὰ τὴν Βηθλεὲμ, Ἡρώδου προστεταχότος τὰ ἐν αὐτῇ φονεύεσθαι βρέφη. Ῥαμὰ τοίνυν ὀνομάζει τὴν Ἱερου σαλὴμ, διά τοι τὸ ἐν αὐτῇ πολὺν γενέσθαι τὸν ἐπὶ τῇ ἁλώσει θρῆνον. εἰσκεκόμικε γοῦν αὐτὴν ὁ προφήτης Ἱερεμίας μο- νονουχὶ δακρυῤῥοοῦσάν τε καὶ τοῖς ἰδίοις ἀπολωλόσιν ἐποι- μώζουσαν τέκνοις. ἔφη γάρ ὅτι "Κλαίουσα ἔκλαυσε νυκτὶ, "καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς." καὶ τίς ἦν ὁ θρῆνος; "Παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν "ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν "ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω." Εἰ δὲ δή τις βούλοιτο κατὰ τῆς νοητῆς Ἱερουσαλὴμ, του- τέστι τῆς Ἐκκλησίας, τεθεῖσθαι τὴν κλῆσιν, Ῥαμά τε αὐτὴν ὠνομάσθαι νυνὶ, φαμὲν ὅτι καὶ μάλα ὀρθῶς ὁ λόγος ἔχει. πολλοὶ γὰρ οἱ κλαίοντες ἐν ἐκκλησίαις, καὶ τὴν "κατὰ Θεὸν "ἔχοντες λύπην, ἥτις μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον "κατεργάζεται." ἀποδέχεται δὲ τοὺς τοιούτους καὶ αὐτὸς ὁ Χριστὸς οὕτω λέγων "Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι "αὐτοὶ παρακληθήσονται." καὶ πάλιν "Μακάριοι οἱ κλαί- "οντες νῦν, ὅτι γελάσετε." οὐκοῦν κἂν εἰ λέγοιτο Ῥαμὰ διὰ τῆς τοῦ Προφήτου φωνῆς ἡ Ἐκκλησία, φορέσει καὶ οὕτω τὸ πιθανὸν ὁ λόγος. πλὴν ἐπὶ τόπου φησὶ μενεῖ, τουτέστιν οὐ σαλευθήσεται. ἐρήρεισται γὰρ, ὡς ἔφην, καὶ ἔστιν ἀκλόνητος ἡ Ἐκκλησία Χριστοῦ. 9Καὶ αὕτη ἔσται ἡ πτῶσις ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφ- 2.530 θαλμοὶ αὐτῶν ἐκρυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.9 "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ," τοῖς εἰς αὐτὸν πιστεύσασι προσπεφώνηκεν ὁ Χριστός· πλὴν εὐθαρσεστέρους ἀποτελεῖ, χρησίμως ἐπενεγκών "Ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν "κόσμον." "∆έδωκα γὰρ ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ "σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." τίνες οὖν οἱ σκορπίοι καὶ τίνες οἱ ὄφεις, ἢ δηλονότι τὰ μυσαρά τε καὶ μιαιφόνα τάγματα τῶν ἀλιτηρίων δαιμόνων, καὶ τῶν διωκόντων ἁγίους, οἳ καὶ γεγόνασιν ὑπουργοὶ τῆς ἀκράτου μανίας τῶν ἐν κόσμῳ πνευμάτων, ἃ καὶ τόδε τὸ σύμπαν περινοστεῖ, πολυτρόπως τοῖς ἁγίοις ἐπιβουλεύοντα, καίτοι τεθριαμβευμένα διὰ Χριστοῦ προσηλώσαντος τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, ἵνα τῆς ἐκείνων ἡμᾶς ἀπαλλάξῃ πλεονεξίας; Οὐκοῦν ἐπειδήπερ κατοικήσειν ἔφη πεποιθότως τὴν Ἱε- ρουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἦν δὲ δὴ τοῦτο, καὶ μάλα ὀρθῶς, ἀποπερανθήσεσθαι προσδοκᾶν ἀναι- ρουμένων ἐχθρῶν, καὶ τῶν εἰωθότων διώκειν αὐτὴν ἀνα τετραμμένων, ἀναγκαίαν ποιεῖται καὶ τούτων ἡμῖν τὴν ἀφήγησιν. αὕτη γὰρ ἔσται φησὶν ἡ πτῶσις ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλήμ· αἱ σάρκες αὐτῶν κατατακήσονται, ἐκρυήσονται δὲ καὶ οἱ ὀφθαλμοὶ, συντηκομένης καὶ γλώττης. ὁ μὲν γὰρ κοινὸς οὗτος καὶ κατὰ τῆς φύσεως θάνατος τήκει μὲν τὰς ἁπάντων σάρκας, καὶ ἀποκενοῖ μὲν ὀφθαλμοὺς, σήπει δὲ καὶ γλώσσας· πάν- 2.531 δεινον δὲ καὶ τῆς εἰς λῆξιν ἡκούσης συμφορᾶς εἴη ἂν εἰκότως τὸ ζώντων τε καὶ ἑστηκότων ἔτι τακῆναι μὲν τὰς σάρκας, καὶ ἀποῤῥεῖν ὀφθαλμοὺς, κολάζεσθαι δὲ καὶ γλώττας. εὖ δὲ δὴ σφόδρα τὰ τοιάδε συμβήσεσθαί φησι τοῖς θεομισῆ καὶ ἐπάρατον ἐπιτηδεύσασι ζωήν. πραχθήσονται γὰρ δίκας, οὐχ ὑπέρ γε μόνον τῶν εἰς ἁγίους αὐτοῖς πεπλημμελημένων, ἀλλὰ γὰρ καὶ ὑπὲρ ἧς ἐσχήκασιν ἐν τῷδε τῷ κόσμῳ φιλο- σαρκίας· ἣ καὶ γέγονεν αὐτοῖς αἰτία τοῦ μήτε προσήκασθαι τὴν πίστιν, μήτε μὴν ἑλέσθαι ζῆν εὐσεβῶς, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀγαπῆσαι τὴν δόξαν. γεγόνασι μὲν γὰρ, ὡς ἔφην, ἀπονενευκότες ἀσχέτως εἰς ἐκτόπους ἡδονάς· ἐσχή- κασι δὲ καὶ ἀκρατεῖς ὀφθαλμοὺς τὰς ἐφ' ἑκάστῳ τῶν ὁρω- μένων ἐπιθυμίας μονονουχὶ χανδὸν ἐκπίνοντας. ἠκόνησαν γὰρ καὶ γλῶτταν κατὰ Χριστοῦ, καὶ τῶν ἱερῶν τῆς Ἐκκλη- σίας δογμάτων ἀνοσίαν πεποίηνται τὴν κατάῤῥησιν. εἰκότως δὴ οὖν εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας τὴν δίκην ἐσχήκασιν. ὥσπερ γὰρ ἡ τὸ ὕδωρ τοῦ ἐλεγμοῦ πίνουσα γυνὴ καὶ ψευσαμένη τὸν ὅρκον εἰς μηρὸν ἐκολάζετο, περὶ ὃν ἂν γένοιτο καὶ τὰ ἐκ τῆς πορνείας ἐγκλήματα· "Πρισθή "σεται γὰρ φησὶ καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς·" κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ τοῖς τὴν ἁγίαν διώκουσι πόλιν, εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας ἡ κόλασις· φιλοσαρκίαι γὰρ αὐτοῖς ἡδυπάθειαί τε καὶ πρὸς τούτοις αἱ δι' ὀμμάτων τὰ ἐγκλήματα, καὶ ἀπαιδεύτου γλώττης φωναί. 2.532 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη· καὶ ἐπιλήψεται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα.9 Ἔκστασιν ἐν τούτοις τὸν φόβον, ἤγουν τὴν κατάπληξιν, ὀνομάζει πάλιν. κατ' ἐκεῖνο δὴ οὖν φησι τοῦ καιροῦ, καθ' ὃν ἂν ἀλλήλους ἀθρήσειαν οἱ τῆς Ἐκκλησίας ἐχθροὶ, ταῖς οὕτω δειναῖς ὑποπίπτοντας δίκαις, καταπλαγήσονται μὲν τοῖς δείμασιν, ἀφέντες δὲ οὕτω λοιπὸν τὸ διώκειν ἔτι τολμᾶν τὴν ἁγίαν πόλιν, οἰχήσονται μὲν φυγάδες, μόνον δὲ οὐχὶ καὶ χείρας ἁψάμενοι, καὶ τὰς παρ' ἀλλήλων ἀνονήτως ζητοῦντες ἐπικουρίας, οἰκτροί τε ἔσονται καὶ κατεῤῥιμμένοι καὶ ὑπὸ πόδας ἁγίων. ὁ δέ γε Ἰούδας, φησὶ, τουτέστιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι καὶ τὸν νοητὸν περιφέροντες Ἰουδαῖον, καὶ τὴν ἐν Πνεύματι τῷ Ἁγίῳ περι-τομὴν πλουτήσαντες, παρατάξονται ἐν Ἱερουσαλὴμ, τουτέστι καταστρατεύσονται τῶν ἐχθρῶν, κατανεανιεύσονται τῶν ἀν- θεστηκότων, συμπατοῦντες ὡς σκορπίους, ἐπ' ἀσπίδα δὲ καὶ βασιλίσκον ἐπιβαίνοντες, λέοντός τε καὶ δράκοντος εἰς ἅπαν ἠφειδηκότες ἔσονται· λαμπροὶ δὲ καὶ ἀξιοθαύμαστοι, τὸν ἐκ τῶν τοιούτων κατορθωμάτων συλλέγοντες πλοῦτον ὡς χρυσίον καὶ ἀργύριον καὶ ἱματισμόν. ὅτι γὰρ οὐκ ἔν γε τοῖς αἰσθητοῖς τῆς προφητείας ὁ νοῦς, πῶς ἂν ἐνδοιάσειέ τις; πλοῦτος γὰρ ἁγίων, οὐχ ὁ φθαρτὸς καὶ ἐπίγειος, ἀλλ' ὁ νοητὸς καὶ ἐπουράνιος καὶ διηνεκὴς, ὃν συναγείρουσι ταῖς 2.533 ἑαυτῶν ψυχαῖς οἱ διδάσκοντές τε καὶ καθ' ἑτέρους τρόπους εὐδοκιμοῦντες ἐν ἐκκλησίαις. διαρπάζουσι γὰρ ὥσπερ τὴν ἰσχὺν πάντων τῶν λαῶν, προσάγοντες διὰ πίστεως τῷ Χριστῷ τὰ ἐξαίρετα τῶν ἐθνῶν. οὕτω γὰρ ἔφη καὶ αὐτὸς διηρπακέναι τὰ σκεύη τοῦ ἰσχυροῦ. Εἰ δὲ δή τις λέγοι τὸν Ἰούδαν συναγαγεῖν τὴν ἰσχὺν πάν- των τῶν λαῶν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν, ἵνα νοῶμεν ὅτι καὶ τὴν ἐν κόσμῳ σοφίαν συλλέγοντες κατα λαμπρύνονται δι' αὐτῆς, τοῖς τῆς εὐσεβείας ἐπαγωνιζόμενοι δόγμασιν, ἔχοι ἂν ὁ νοῦς τὸν εἰκότα λόγον. ἐσκύλευσαν γάρ ποτε τοὺς Αἰγυπτίους αἱ σοφαὶ γυναῖκες τῶν ἐξ Ἰσ- ραὴλ, χρησάμεναι "παρὰ γείτονος καὶ συσκήνου αὐτῶν "σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἱματισμόν." οὐκοῦν ὡς ἔν γε τοῖς αἰσθητοῖς καὶ ὡς ἐν ὕλαις ταῖς ὁρωμέναις, ἡ τῶν εἰς νοῦν ἀγαθῶν λαμπρότης σημαίνεται. διδασκάλων δὲ μά λιστα πλοῦτος οἱ μαθηταί. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ σεσωσμένοις καὶ πεπιστευκόσι προσεφώνει λέγων "Νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν "Χριστῷ Ἰησοῦ·" "στέφανον δὲ καὶ χαρὰν" αὐτοῦ ἰδίαν ὠνόμαζε πάλιν. 9Καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην.9 Ὁρισάμενος ἤδη τῆς τιμωρίας τοὺς τρόπους, οὓς πάντη τε καὶ πάντως ὑπομενοῦσι κατὰ καιροὺς οἱ τῆς ἁγίας πόλεως κατεστρατευκότες γεγονότες τε διωκταὶ καὶ ὑβρισταὶ, βδε- 2.534 λυροὶ καὶ φιλεγκλήμονες, καὶ λαλοῦντες ἀδικίαν κατὰ Θεοῦ, ἐπαίροντές τε καὶ εἰς ὕψος τὸ κέρας, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἐπάγει χρησίμως ὅτι Αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν. ἀπὸ δέ γε τῶν ὑποζυγίων τοὺς αὐτοῖς ἐποχουμένους ὑποδηλοῖ. ἐπεφύοντο γὰρ τοῖς Ἰουδαίοις καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις οἱ ἀπωτάτω τε καὶ τὰ περίοικα τῶν ἐθνῶν· οἱ μὲν ἵπποις ἔποχοι, Βαβυλώνιοί τε καὶ Σύροι καὶ μὴν καὶ τὰ Αἰγυπτίων ἔθνη· οἱ δὲ καμήλους τε καὶ ὄνους καὶ ὀρεῖς ὑπο- ζεύξαντες, οἷον Μωαβῖται, καὶ οἱ τῆς ἐρήμου νομάδες, ὧν καὶ ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων "Ἐν τῇ θλίψει καὶ "τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ "ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ' ὄνων "καὶ καμήλων τὸν πλοῦτον αὐτῶν." τεθεᾶσθαι δὲ καὶ ἑτέ- ρωθί φησιν "ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου." γράφει δὴ οὖν τοὺς τῆς ἀληθείας ἐχθροὺς ὡς ἐν τύπῳ τοῖς ἔθνεσι, τοῖς ἀεὶ πεπολεμηκόσι τὴν ἐπίγειον Ἱερουσαλὴμ, ἵν' ἐξ αὐτῶν νοῶμεν τοὺς καθ' ἡμῶν ὁρατούς τε καὶ ἀοράτους ἐχθροὺς, πρὸς οὓς ἡμῖν ἡ μάχη. εἰ δὲ δὴ βούλοιτό τις καὶ εἰς τρόπους ἀναφέρειν τῶν τῆς Ἐκκλησίας ἐχθρῶν τὰ τῶν κτηνῶν ἰδιώματα, τὸ ἀδικοῦν οὐδὲν ἐκεῖνο φάναι τε καὶ νοεῖν· ὡς οἱ μὲν γεγόνασιν ὁρμητίαι καὶ θρασεῖς, ὡς ἵπποι τυχόν· περιθείη δ' ἄν τις αὐτοῖς καὶ μάλα εἰκότως τὸ φιλήδονόν τε καὶ θηλυμανές· οἱ δὲ ἡμιόνων δίκην ἄγριοί τε καὶ ἀπηνεῖς, ἀγριωτέρας δὲ αὐτὰς καὶ τοῖς Ἑλλήνων ποιηταῖς ὀνομάζειν ἔθος· οἱ δὲ καμήλοις κατά γε τὴν ἕξιν προσεοικότες, τουτ- έστιν ἄνισοί τε καὶ ἀλαζόνες, ὑψοῦ τε ἠρμένην ἐξ ἀπο- πληξίας τὴν διάνοιαν ἔχοντες· οἱ δὲ καὶ ὄνων διενεγκόντες 2.535 οὐδὲν, τὴν ἁπασῶν ἐσχάτην νενοσήκασιν ἀλογίαν· νωθὴς γὰρ ἡ ὄνος καὶ βραδεῖα πρὸς αἴσθησιν, καὶ τῆς ἐσχάτης ἀλογίας εἰκών. σημειωτέον δὲ, ὅτι τοὺς τῇ Ἐκκλησίᾳ πεπο- λεμηκότας οὐδενὶ μὲν ἐξομοιοῖ τῶν ἡμέρων τε καὶ καθαρῶν ζῴων, οἷον προβάτῳ φημὶ καὶ βοῒ, παρεικάζει δὲ μᾶλλον τοῖς βδελυροῖς τε καὶ ἀνημέροις, ἃ καὶ ταῖς τοῦ νόμου φωναῖς, ὡς βέβηλά τε καὶ ἀκάθαρτα κατεδικάζοντο. 9Καὶ ἔσται ὅσοι ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων πρὸς Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι Θεῷ καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερου- σαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι Θεῷ, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.9 Τοὺς ταῖς ἐκκλησίαις πεπολεμηκότας, καὶ κατὰ τῆς ἁγίας Ἱερουσαλὴμ ὑψηλήν τε καὶ ἀλαζόνα τὴν ὀφρὺν ἀνατεί- ναντας, ταῖς αὐτοῖς πρεπούσαις δίκαις ἐνολισθήσειν εἰπὼν, τὴν τῶν μετ' ἐκείνους περιλελειμμένων προαγορεύει προσ- κύνησιν, δῆλον δὲ ὅτι τὴν ἐν Χριστῷ διὰ πίστεως. αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία κατὰ τὴν τοῦ πατριάρχου φωνήν. τέθειται δὲ καὶ "εἰς φῶς ἐθνῶν, καὶ εἰς διαθήκην "γένους, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ "δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν "σκότει." ὅτι τοίνυν τὴν τῆς εἰδωλολατρείας ἀφέντες ἀχλὺν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὰ δεσμὰ διαῤῥήξαντες οἱ 2.536 ἐξ ἐθνῶν, πρὸς τὸ τῆς ἀληθείας ἥξουσι φῶς, καὶ τὸν τοῦ Σωτῆρος ὑποδραμοῦνται ζυγὸν, σαφηνιεῖ, λέγων ὡς οἱ κατά- λοιποι τῶν κεκολασμένων, ἤτοι τῶν ταῖς ἐκκλησίαις μεμα χημένων· ἀριθμοῦ δὲ οὗτοι κρείττονες· ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ κυρίῳ παντοκράτορι Θεῷ καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ὁ μὲν γὰρ διὰ Μωυσέως προσέταττε νόμος ἐπιτελεῖσθαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς, συναγηγερμένης εἰς ἀποθήκας τῆς ἐξ ἀγρῶν εὐκαρπίας. ἐξόδιον ταύτῃτοι τὴν ἑορτὴν ὀνομάζει, ὡς ἤδη τῶν ἔργων τῶν ἐν ἀγροῖς ἐκκεχωρη- κότων ἐς πέρας. ἐκέλευε δὲ λαμβάνειν "κάλλυντρα φοινί- "κων καὶ καρπὸν ὡραίου ξύλου, καὶ κλάδους ξύλου δασεῖς "καὶ ἰτέας καὶ ἄγνου κλάδους," πίνειν τε ὕδωρ ἐκ χειμάῤῥου, καὶ ἐπ' αὐτῷ κατευφραίνεσθαι. καὶ πρόφασιν μὲν ὁ νόμος ἐποιεῖτο τῆς ἑορτῆς, τὸ ἐν σκηναῖς κατοικῆσαι τὸν Ἰσραὴλ, τῆς Αἰγυπτίων πλεονεξίας ἐξῃρημένον. Ἦν δὲ ἄρα τὸ χρῆμα μυστηρίου τύπος τοῦ κατὰ Χριστόν. ἐξῃρήμεθα μὲν γὰρ καὶ ἡμεῖς αὐτοὶ τῆς τοῦ διαβόλου πλεο- νεξίας, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλευθερίαν διὰ Χριστοῦ, καὶ ὑπ' αὐτῷ γεγόναμεν τῷ τῶν ὅλων βασιλεῖ καὶ Θεῷ, τῆς τῶν πάλαι κρατούντων σκαιότητος ἀλογήσαντες. ἑορτά- ζομεν δὲ τὴν ἀληθῆ τῆς σκηνοπηγίας ἑορτὴν, τουτέστι τὴν ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτε τὰ πάντων ἐν αὐτῷ μονονουχὶ πέπηκται σώματα, καίτοι λελυμένα τῇ φθορᾷ καὶ θανάτῳ κεκρατημένα. αὐτὸς γάρ ἐστιν ἡ ἀνά- στασις, αὐτὸς ἡ ζωὴ, πρωτόλειον ὥσπερ ἐκ νεκρῶν καὶ "ἀπαρχὴ τῶν κεκοιμημένων·" ὁ νοηταῖς ἡμᾶς εὐκαρπίαις καταπιμπλὰς, καὶ οἷον τοὺς ἐξ ἀγρῶν συλλεγέντας πόνους 2.537 ἐνσωρεύειν ἀποθήκαις ταῖς ἄνω παρασκευάζων. αὐτὸς ἡμῖν ἀποδώσει τὴν ἐν παραδείσῳ δίαιταν καὶ τρυφὴν, δῆλον δὲ ὅτι πνευματικὴν, νενικηκόσι τὴν ἁμαρτίαν, εὐωδιάζουσι νοη- τῶς, ὡραῖον καὶ ἀξιέραστον τὸν τῆς εὐαγγελικῆς πολιτείας ἔχουσι καρπὸν, ἁγνῶς καὶ ὁσίως πεπολιτευμένοις. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τὸ κάλλυντρά τε φοινίκων καὶ ὡραίου ξύλου καρπὸν ὁμοῦ τοῖς ἄλλοις κλάδοις συνδήσαντας ἔχειν. αὐτός ἐστιν ὁ χειμάῤῥους τῆς τρυφῆς ὃν πεπότικεν ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ· αὐτὸς ἡ πηγὴ τῆς ζωῆς, καὶ ὁ τῆς εἰρήνης ποταμὸς, ὁ ἐκκεκλικὼς εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλη μένους. εἴρηται δὲ περὶ τούτων ἡμῖν ἰσχνῶς ἐν ἑτέροις. οὐκοῦν οἱ ἀναβαίνοντες προσκυνῆσαι τῷ Κυρίῳ παντοκράτορι, καὶ τελέσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, οἱ διὰ πίστεώς εἰσιν ἐν Χριστῷ δεδικαιωμένοι. ἀπειλεῖ δὲ τοῖς μὴ ἀναβαίνουσιν ὄλεθρον, ποινάς τε τὰς ἴσας, ἃς ἂν ὑποσταῖεν οἱ διῶκταί τε καὶ ὑβρισταί. ἐν ἴσῃ γὰρ μοίρᾳ κείσονται τοῖς ἐχθροῖς, οἱ μὴ ἀγαπᾶν ᾑρημένοι. καὶ τοῦτο οἶμαί ἐστιν, ὃ καὶ αὐτὸς ἔφη Χριστός "Ὁ μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστι, καὶ ὁ μὴ "συνάγων μετ' ἐμοῦ σκορπίζει." 9Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.9 Ὡς ἐξ ἑνὸς ἔθνους τοῦ τῶν Αἰγυπτίων φημὶ, τοὺς εἰς ἄκρον ἥκοντας πλάνης, ἐκτόπως τε ἄγαν εἰδωλολατρεῖν 2.538 ἑλομένους, καταδηλοῖ, οἷς ἔσται δεινὴ καὶ ἀδιάφυκτος δίκη καὶ ὀλέθρου πρόξενος τὸ μὴ ἑλέσθαι τιμᾶν τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ἀξιόληπτον χάριν. μόνον γὰρ οὐχὶ φονευταὶ τῶν ἰδίων γεγονότες ψυχῶν ἁλοῖεν ἂν, εἴπερ ἐστὶν ἀληθὲς, ὡς μετὸν αὐτοῖς ἐπιδράξασθαι τῆς αἰωνίου ζωῆς καὶ προ- κειμένης εἰς μέθεξιν τοῖς ἑλεῖν ἐθέλουσι τῆς ἄνωθεν ἡμερό- τητος, καὶ μὴν καὶ ἀποφορτίσασθαι τὴν ἁμαρτίαν, ταῖς ἑαυτῶν ἐντεθνήκασι πλάναις, καὶ ἀναπόνιπτον ἐσχήκασι τήν τε ἐκ τοῦ πλανᾶσθαι κηλῖδα καὶ τῆς πλημμελείας τὸν μολυσμὸν, διατετελέκασι δὲ καὶ ἐν πλάνῃ· καίτοι τοῦ θείου φωτὸς τὰ πάντα περιαστράπτοντος, καὶ καλοῦντος εἰς ἀνά- βλεψιν τοὺς ἐν ἀχλύϊ καὶ σκότῳ. φαίην δ' ἂν καὶ περὶ ἑκάστου τῶν τοιούτων "Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα· "ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ ἐν "σκότει ὄνομα αὐτοῦ κατακαλυφθήσεται." "Καλὸν γὰρ "αὐτοῖς εἰ μὴ ἐγεννήθησαν," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ οὐ κατὰ μόνον τῶν Αἰγυπτίων ὁ λόγος, ἥξει δὲ καὶ κατὰ πάντων τῶν ἐθνῶν, ἃ πάντη τε καὶ πάντως κολασθή- σονται, τῆς διὰ Χριστοῦ σωτηρίας ἠφειδηκότα, καὶ τὴν ἐπ' αὐτῷ πανήγυριν οὐ τετιμηκότα, πιστώσεται λέγων Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας τάχα πως ἦν ἔτι καὶ ἀπὸ μέρους εὐάφορμος τῶν ἐθνῶν ἡ παραίτησις, παρ' οὐδενὸς κεκλῆσθαι λεγόντων· διεκήρυξε γὰρ αὐτοῖς οὐδείς. τοιγάρτοι καὶ ὁ Σωτὴρ ἐν εὐαγγελικαῖς ἡμῖν παραβολαῖς αὐτὸ τοῦτο καταδεικνύων, τοὺς ἐργάτας ἔφη τοὺς περὶ τὴν 2.539 ἑνδεκάτην κεκλημένους εἰπεῖν τό "Οὐδεὶς ἡμᾶς ἐμισθώσατο." ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ἔδησε τὸν ἰσχυρὸν, ἐξείλετο τῆς ἐκείνου δυστροπίας τοὺς ὑπ' αὐτῷ κειμένους, δεδικαίωκε τῇ πίστει τοὺς προσιόντας αὐτῷ, τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς, οὐδένα λοιπὸν ἀπο- χρώντως πρὸς παραίτησιν εὑρήσουσι λόγον, οἱ τὴν οὕτω σεπτὴν οὐ προσηκάμενοι χάριν. ἀληθεύσει δὴ οὖν καὶ περὶ αὐτῶν εἰ λέγοι τῶν ἐθνῶν ὁ Χριστός "Εἰ μὴ ἦλθον καὶ "ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νυνὶ δὲ πρόφασιν οὐκ "ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι.9 Ὡς παντὸς ἤδη πολέμου κατηυνασμένου, καὶ μάχης ἀνῄ ρημένης, καὶ σεσοβημένων ἐχθρῶν, καὶ ἀῤῥήκτου λοιπὸν εἰρήνης τὴν ἁγίαν στεφανούσης πόλιν, τουτέστι τὴν Ἐκκλη- σίαν, ἀπρακτήσειν ἤδη φησὶ τοῦ πολέμου τὰ σκεύη, φάλαρά τε καὶ ἐπιχάλινα. τίνος γὰρ ὅλως ὁ ἱπποκράτης τοιούτου ἕξει χρείαν, ἀριστεύειν εἰδὼς ἐν μάχαις, εἰ μηδεὶς ὅλως ὁ ἀντεξάγων ἐστίν; οὐκοῦν ἱερὰ, φησὶν, ἔσται σκεύη καὶ ἀνα- θήματα τῷ Θεῷ, τὰ τοῖς πολεμοῦσι χρήσιμα. ἐπειδὴ γὰρ αὐτός ἐστι τῆς εἰρήνης ὁ βραβευτὴς, αὐτῷ δὴ δικαίως καὶ ἀνακείσεται περιττά τε ἤδη καὶ ἀπρακτοῦντα λοιπὸν τοῦ πολέμου τὰ σκεύη. ὥσπερ γὰρ ὁ μακάριος προφήτης Ἡσαΐας ἔφη περί τινων, ὅτι "συγκόψουσι τὰς μαχαίρας "αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ "οὐ μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι 2.540 "πολεμεῖν," τῶν τῆς εἰρήνης καιρῶν μονονουχὶ καὶ ἀναπει- θόντων αὐτοὺς τῇ τῆς γεωπονίας χρείᾳ χαρίζεσθαι τὰ πολε μικὰ, καὶ εἰς ἑτέρας δὲ ὥσπερ μετατρέχειν σπουδὰς, τῆς τῶν τακτικῶν μελέτης ἠφειδηκότας· οὕτω καὶ ὁ θεσπέσιος Ζαχα- ρίας, ὡς ἀῤῥήκτου λοιπὸν τῆς εἰρήνης δοθείσης παρὰ Θεοῦ, τὰ τοῖς μαχομένοις χρήσιμα σκεύη μεταπλασθήσεσθαί φησιν εἰς ἀνάθημα τῷ Θεῷ. ἀργήσει γὰρ πάντως τὸ μάχιμον, οὐχ ἵππου πεφροντικὸς, οὐ χαλινῶν, οὐ φαλάρων, μετανεῦον δὲ μᾶλλον εἴς γε τὸ ἑλέσθαι δεῖν τοῖς εἰς ἀρετὴν καὶ θεοσέβειαν διαπρέπειν σπουδάσμασι. ∆οκεῖ δέ τισι καὶ καθ' ἕτερον ἐκπεπεράνθαι τρόπον τῆς προφητείας τὴν δύναμιν. φασὶ γὰρ ὅτι ηὕρηται μὲν κατὰ καιροὺς τὸ τοῦ σταυροῦ ξύλον, ἐμπεπαρμένους ἔτι τοὺς ἥλους ἔχον· ὧν ἕνα λαβὼν ὁ εὐσεβὴς Κωνσταντῖνος ἐπὶ χαλινὸν γενέσθαι τῷ ἵππῳ τῷ ἰδίῳ παρεσκεύασεν, εὐλο- γεῖσθαι παρὰ Θεοῦ καὶ διὰ τούτου πεπιστευκώς. οὐκ ἀπί- θανον δὲ τὸ χρῆμα φαίη τις ἂν, εἴπερ ὧδε ἔχει, καὶ οὐκ ἔξω τοῦ λόγου τοῦ πρέποντος νοοῖτ' ἂν εἰκότως, τὸ καὶ ἐν μνήμῃ γενέσθαι τῇ παρὰ Θεῷ, καὶ ἐν προῤῥήσει τετιμῆσθαι προφη- τικῇ βασιλέα τὸν εὐσεβέστατον. πλείστων γὰρ ὅσων ἐποιή- σατο μνήμην καὶ προαναφώνησιν κατὰ καιροὺς τῶν ἁγίων προφητῶν ὁ λόγος, καθάπερ ἀμέλει καὶ Ἰωσίου καὶ ἑτέρων τινῶν. ἔσθ' ὅτε δὲ καὶ ἡ τῶν καιρῶν ἡμερότης καὶ εὐσέβεια διὰ τῶν ἐν αὐτοῖς κρατούντων σημαίνεται. οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, εἰ διαμέμνηται καὶ νῦν ὁ Προφήτης Ζαχαρίας ἀξιολογωτάτου πράγματος, καὶ θεοφιλοῦς ἀληθῶς καὶ βασι- λείας εὐσεβοῦς, καὶ καιρῶν ἀνακειμένων τῇ εἰς Χριστὸν ἀγάπῃ. τὸ γὰρ δὴ καὶ βασιλέων ἵπποις ἐμπρέπειν τὸν ἧλον 2.541 ἀπὸ τοῦ τιμίου ληφθέντα σταυροῦ, τί ἂν ἕτερον ἡμῖν ὑπεμ- φήνειεν ἂν, ἢ πλείστην ὅσην καὶ ἀξιάγαστον ἀληθῶς τῶν κρατούντων εὐσέβειαν; 9Καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.9 Ἐν τῇ ἁγίᾳ λέβητες ἦσαν σκηνῇ, καὶ ἐν τῷ μετὰ ταῦτα κατεσκευασμένῳ ναῷ, ἐν οἷς τὰ τῶν θυσιῶν ἥψετο κρέα, δαπανώντων αὐτὰ τῶν ἱερέων ἐν τόπῳ ἁγίῳ, καὶ τοῦτο τοῦ νόμου τελεῖσθαι προστεταχότος, ὡς ἂν μὴ ἔξω που τῶν ἱερῶν ἐκκομίζοιντο χώρων τὰ ἡγιασμένα. ἐπειδὴ δὲ τῶν ἀρχαίων ἐκείνων ἐθῶν ἀποπεπαυμένων, εἰς ἕτερον ἡμῖν λα- τρείας τρόπον μετακεχώρηκε τὰ μυστήρια, καὶ μηλοσφαγίαις μὲν οὐκέτι καὶ λιβανωτοῖς, θυσίαις δὲ μᾶλλον ταῖς ἀναι- μάκτοις τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν οἱ διὰ πίστεως δεδιδάγμεθα, καὶ αὐτὸν νοητῶς ἱερουργοῦμεν ἐν ἐκκλησίαις τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀντὶ τῶν λεβήτων ἑτέροις κεχρήμεθα σκεύεσιν ἱεροῖς, ἃς δὴ καὶ φιάλας ἐνθάδε φησὶν ὁ Προφήτης. σκεύη δὲ ταυτὶ τοῖς πίνουσι χρειωδέστατα. καὶ συνήσει πάντως ὁ σοφὸς ἀκροατὴς τοῦ σημαινομένου τὴν δύναμιν, κἂν εἰ ἀμυδρότερόν πως ἢ χρὴν ὁ παρ' ἡμῶν πε- ποίηται λόγος, διά τοι τὸ δεῖν περιεσταλμένως ποιεῖσθαι τὴν τῶν κεκρυμμένων ἀφήγησιν. οὐκοῦν τότε μὲν ἦσαν οἱ λέ- βητες, νυνὶ δὲ φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου. 9Καὶ ἔσται πᾶς λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδα ἅγιον 2.542 τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἑαυτοῖς.9 Λέβητας ἀποκαλεῖ, τοῖς ἀρχαίοις ὀνόμασι χρησάμενος ἔτι, τὰ σκεύη τὰ μυστικὰ, ἃ καὶ ἔστιν ἅγια, σεπτά τε καὶ τίμια, καὶ αὐτοῖς τοῖς ἐν τῇ Ἱερουσαλὴμ, ἤγουν τῇ Ἐκκλησίᾳ, δῆλον δὲ ὅτι τοῖς θείοις ἱερουργοῖς, καὶ παρ' αὐτῷ δὲ τῷ Ἰούδᾳ, τουτέστι πάλιν τοῖς τὴν ἐν πνεύματι λαχοῦσι περιτομήν. εἶεν δ' ἂν οὗτοι πάλιν οἱ πεπιστευκότες. παρ' οὐδενὸς γὰρ ὅλως εἰς κοινὴν λαμβάνεται χρείαν τοῦ ἁγίου θυσιαστηρίου τὰ σκεύη, ἀλλ' ἔστιν, ὡς ἔφην, ἅγια καὶ εἰς δόξαν Θεοῦ τετηρημένα, καὶ μόναις ταῖς χρείαις ὑπηρετεῖν εἰωθότα τῆς ἁγίας τραπέζης, δι' αὐτῶν τε καὶ ἐν αὐτοῖς αἱ τῶν προσ- αγόντων τελοῦνται θυσίαι, οὐχ ἑκάστου φέροντος ἴδιον σκεῦος· ἁπάντων δὲ μόνοις τοῖς ἱεροῖς κεχρημένων. πᾶς γὰρ λέβης ἅγιος ἔσται φησὶ τῷ Κυρίῳ. οὐκοῦν διαλέγεται μὲν ὁ Προφήτης ὡς ἐπὶ θυσιῶν ἔτι τῶν κατὰ τὸν νόμον, λέβητάς τε καὶ ἕψησιν καὶ τοὺς θυσιάζοντας ὀνομάζει, νοήσομεν δὲ πρεπόντως ἡμεῖς τοῖς διὰ Χριστοῦ καιροῖς καὶ τῇ παρ' ἡμῶν ἐν Πνεύματι τελουμένῃ λατρείᾳ. οἰκονομικῶς δέ φαμεν ἀσυμφανῆ γενέσθαι, καὶ οὐ πᾶσιν ἁπλῶς ἐκκείμενον τῶν ἁγίων προφητῶν τὸν λόγον, ἵνα μὴ βάλληται πρὸς αὐτῶν τὰ ἅγια τοῖς κυσὶ, μήτε μὴν τοῖς βεβήλοις καὶ βδελυρωτάτοις ὁ μόνοις πρέπων ἁγίοις ἐκκαλύπτοιτο λόγος. 9Καὶ οὐκ ἔσται Χαναναῖος οὐκ ἔτι ἐν τῷ οἴκῳ Κυρίου παντο- κράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.9 Σαθρόν τε καὶ εὐδιάκλαστον τῶν ἀρχαιοτέρων τὸν νοῦν 2.543 κατίδοι τις ἂν καὶ ἀταλαιπώρως κομιδῇ. λελύτρωνται μὲν γὰρ ἐξ Αἰγύπτου διὰ Μωυσέως οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ἀφορήτου δουλείας ἀπεσείοντο τὸν ζυγὸν, πλείστων τε ὅσων ἐπ' αὐτοῖς καὶ ἀξιαγάστων τετελεσμένων σημείων, ἐξῄεσαν μόλις, διε- βιβάσθησαν δὲ καὶ διὰ θαλάσσης αὐτῆς, κατεδηδόκασί τε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ ὕδωρ ἐκ πέτρας ἀδοκήτως ἐκκομισθὲν ἐν τῇ ἐρήμῳ πεπόκασι. τί οὖν οἱ τάλανες; μεμοσχοποιήκασιν ἀπόντος Μωυσέως, καὶ ὡς ὁ προφήτης φησὶν, ἀνέλαβον "τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον "τοῦ θεοῦ αὐτῶν Ῥεφὰν, τοὺς τύπους οὓς πεποιήκασι "προσκυνεῖν αὐτοῖς." ἀλλ' ἐκεῖνοι μὲν διολώλασι· πέπτωκε γὰρ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ, καθὰ γέγραπται. ἐπειδὴ δὲ διεβιβάσθησαν τὸν Ἰορδάνην οἱ μετ' αὐτοὺς, στρατη- γοῦντος Ἰησοῦ, πάλιν τοῦ χρόνου προβαίνοντος, γεγονότες ὑπὸ κριτὰς, λελατρεύκασι τοῖς εἰδώλοις· ἀλλὰ καὶ ἐν καιροῖς τῶν ἁγίων προφητῶν τεθύκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς πεποίηκεν αὐτοῖς ὁ ἐπάρατος Ἱεροβοὰμ, καὶ πρὸς ταύταις ἔτι τεμένη τε καὶ βωμοὺς ἀνιστάντες, οὐδὲν ἧττον προσκεκυ- νήκασι τῇ Βάαλ, τῷ Χαμὼς, τῇ Ἀστάρτῃ, τῷ Βεελφεγώρ. καὶ τὸ ἔτι τούτων ἐπέκεινα τῶν κακῶν· οὐ γὰρ δὴ τὴν ἀγελαίαν καὶ συρφετώδη πληθὺν μόνην ἐν τούτοις γεγενῆ σθαί φαμεν· ἀλλὰ γὰρ καὶ ἐξ αὐτῶν τῶν ἱερέων ἐκκεκλι- κότας πολλοὺς εὑρήσομεν. τοιγάρτοι καὶ ἔφασκε διὰ τοῦ προφήτου Θεός "Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι Κύριος; καὶ "οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποι- "μένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ "Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν." τεθέαται δὲ καὶ ὁ προφήτης Ἱεζεκιὴλ "ὡς εἴκοσι καὶ πέντε ἄνδρας ἐκ τῶν 2.544 "πρεσβυτέρων Ἰσραὴλ, τὰ ὀπίσθια μόνα ἔχοντας πρὸς τὸν "ναὸν Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, προσ- "κυνοῦντάς τε καὶ κατὰ ἀνατολὰς τῷ ἡλίῳ." καὶ πλεῖστα μὲν ἐν τούτοις ἐπισωρεύειν ἕτερα χαλεπὸν οὐδέν· ἀρκέσειν δὲ οἶμαι καὶ ταῦτα πρὸς ἔλεγχον τῆς ἐνούσης αὐτοῖς ἀφιλο- μαθίας. οὐκοῦν σεσάλευτο μὲν τῶν ἀρχαιοτέρων ὁ νοῦς, καὶ ἦν εὐπαράφορος κομιδῇ. τοιγάρτοι καὶ περὶ αὐτῶν ἔφη Θεός "̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ "Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς." παρεκομίζοντο γὰρ εὐ- κόλως εἰς ἐκτόπους εἰδωλολατρείας καὶ, γεγονότες ἐξ αἵματος Ἰσραὴλ, τοὺς ἀλλογενεῖς Χαναναίους ζηλοῦν ἐσπούδαζον. Ἐπειδὴ δὲ καθ' ἡμᾶς γέγονεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ δικαιώσας τῇ πίστει, τῷ Ἁγίῳ Πνεύματι κατε-σφράγισε τοὺς τῇ παρ' αὐτοῦ προσιόντας χάριτι, γέγονεν ἡμῖν ἑδραῖος ὁ νοῦς, ἀσφαλής τε καὶ ἀκατάσειστος, καὶ πε- πηγὼς εἰς εὐσέβειαν. ἀναπείσει γὰρ οὐδεὶς τοὺς ἡγιασμένους, ἕτερον εἰδέναι θεὸν παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, ὃν ἐγνώκαμεν Θεὸν ἐν Χριστῷ. παρέδειξε γὰρ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα λέγων "Ὁ ἑορακὼς ἐμὲ, ἑόρακε τὸν Πατέρα." οὐκοῦν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησὶ, τουτέστι κατ' ἐκεῖνο τοῦ καιροῦ, οὐκ ἔσται Χαναναῖος, τουτέστιν ἀλλογενὴς καὶ εἰδω- λολάτρης ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος. ἐρηρείσμεθα γὰρ, ὡς ἔφην, ἐν πίστει, καὶ τοῖς εἰς ἀσφάλειαν αὐχήμασι κατε στέμμεθα διὰ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΑΛΑΧΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ.

ΚΑΙ περὶ τῆς τοῦ Μαλαχίου προφητείας ὀλίγα προειπεῖν ἀναγκαῖον, διὰ τὸ τῶν ἐντευξομένων εὐμαθὲς, καὶ ὅπως ἂν εἰδεῖεν ἕκαστα τῶν παρ' αὐτῷ κειμένων. Πεπερασμένων τοιγαροῦν τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίζετο μὲν ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ὁ Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲτοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφή- ταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ' ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε 2.546 Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος, διερμηνεύεται γὰρ ὧδε Μαλαχίας. Οὐ παραδεκτέον δὲ τούς τινων περὶ αὐτοῦ λόγους, οἳ μάτην ἐῤῥαψῳδήκασιν, ἄγγελον μὲν τὴν φύσιν οἰόμενοί τε καὶ λέγοντες, σεσωματῶσθαι γεμὴν κατὰ Θεοῦ βούλησιν καὶ ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσραήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ' ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ' ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν "Ὅτι "χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν "ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός "ἐστι." περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας "Καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι- "δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα "αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος." ὁρᾷς ὅτι τὸ ἀπαγγέλ- λειν ἑτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασέ τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερ- μηνεύοντες νόμον, τουτέστιν οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός. Ἄνθρωπος δὴ οὖν καθ' ἡμᾶς ὁ Προφήτης Μαλαχίας· σύμπας δὲ ὥσπερ αὐτῷ τῆς προφητείας ὁ σκοπὸς εἰς δύο ταῦτα συντείνεται. ἐγηγερμένου γὰρ τοῦ θείου ναοῦ, καιροῦ καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμω- 2.547 μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν ποιμνίοις, ἄῤῥωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσια- στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ' εἰς ἐκτόπους ἐξιτηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπι- πλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ' αἰτίαις τοιαύταις. οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες αὐταῖς, καὶ ἐπ' οὐδενὶ τῶν ἀτόπων ἔσθ' ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ' οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκρα- γότος τοῦ νόμου σαφῶς "Τὴν θυγατέρα σου οὐ δώσεις τῷ "υἱῷ αὐτοῦ καὶ τὴν θυγάτερα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· "ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λα- "τρεύσει θεοῖς ἑτέροις." γέγονε δὲ μακρὸς περὶ τούτου λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀνα- δείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε 2.548 καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρῳχηκότων, κατὰ τὸ γεγραμμένον. 9Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.9 Λῆμμά φησι τοῦ λόγου τῆς παρὰ Θεοῦ προφητείας οἱονεὶ τὴν λῆψιν. ἐδέχοντο γὰρ οἱ μακάριοι προφῆται διὰ τοῦ Ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, τάς τε συμ- βουλὰς καὶ μὴν καὶ τὰς ἐπιπλήξεις ἐποιοῦντο πρός τινας, οὐκ ἐξ ἰδίας αὐτοὶ καρδίας, οὓς ἂν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἢ ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. οὐκοῦν τῆς προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ Κυρίου. ὑπεμφαίνει δὲ διὰ τούτων, ὡς οὔτε προαγόρευσιν ἔχει τινὰ τῆς προφητείας ὁ λόγος μοχθηροῦ τε καὶ ἀνιαροῦ πράγματος ὡς συμβησο- μένου τοῖς ἐξ Ἰσραὴλ, οὔτε μὴν ἐπαίνους ὡς βεβιωκότων ὀρθῶς· ἐπίπληξιν δὲ μᾶλλον ἐπί τε ἱερέας καὶ λαούς. τὸ δέ ἐν χειρὶ ἀγγέλου αὐτοῦ τοιῶσδε νοήσεις· διαχειρίζοντος γὰρ ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφητείας διακονίαν τοῦ ἐπίκλην ἀγγέλου, τὸ λῆμμα γέγονεν ἐπὶ τὸν Ἰσραήλ. εἴρηται δὲ ἄγγελος ὁ Μαλαχίας δι' αἰτίας ἃς ἤδη προεῖπον. 9Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν. ἠγάπησα ὑμᾶς, λέγει Κύριος.9 Οὐ πάρεργον ποιεῖσθαι προστάττει τῶν ῥηθησομένων τὴν 2.549 ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται τὸν νοῦν. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος ∆αυείδ "Ἐν "τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω "σοι." ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἔφη τις τῶν ἁγίων προφητῶν "̓Ιδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ "βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι." παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδη- μάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγά- πησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας. τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις. εἰ γάρ ἐστι τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ' ἡμᾶς ἀποδιδόναι τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βού- 2.550 λοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἂν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς ἀρτίφροσι "Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν "ἀνταπέδωκεν ἡμῖν; 9Καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος, καὶ ἠγάπησα τὸν Ἰακὼβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα, καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου;9 Πλήττονται μὲν Ἰουδαῖοι κατὰ καιροὺς τοῖς ἐκ θείας ὀργῆς συμβαίνουσι, πολυτρόπως δεδυσσεβηκότες. ἀπῴ- χοντο γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμ πρησθέντων τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν, φάναι τε οὕτω τυχὸν τό Ἐν τίνι ἠγά- πησας ἡμᾶς; οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριπ- πεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ' αὐτοῖς παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα 2.551 τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν "ἢ φαῦλον," ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ' ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ' ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν ἐξελθεῖν ἐκ μήτρας. ᾔδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν. οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν ὁ θεσπέσιος Παῦλος "Οὓς γὰρ προέγνω καὶ προώρισεν "ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ "αὐτοῦ," τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται. οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ. Ὦ τοίνυν, φησὶν, Ἰσραὴλ, ἠγάπησα μὲν ὑμᾶς. ψευδομυ- θήσαιμι γὰρ ἂν οὐδαμῶς, εἰ τοῦτο λέγοιμι πρὸς ὑμᾶς, εἴσεσθε δὲ μᾶλλον ὡς ἔστιν ὀρθός τε καὶ ἀληθὴς ὁ λόγος, εἰς τὴν τοῦ γένους ἀρχὴν ἀναφέροντες τῆς ἀγάπης τὸν τρόπον. ἄμφω μὲν γὰρ ἤστην ἐξ Ἰσαὰκ, ἀλλ' ἦν ἀγαθὸς τοὺς τρόπους, καὶ φιλόθεος Ἰακὼβ, ὁ γεμὴν ἕτερος σκληρὸς καὶ δυσάντητος καὶ ἕτοιμος εἰς βεβήλωσιν. ταύτῃτοι προσ- νένευκα τῷ Ἰακὼβ, καὶ τὸν μὲν ἐκνεμηθέντα τῷ Ἡσαῦ κατηφάνισα κλῆρον, ἔδωκά τε αὐτὸν εἰς ἐρήμωσιν. συγκε- κρότηκα δὲ τῇ παρ' ἐμαυτοῦ φειδοῖ τὸν τοῦ Ἰακὼβ, τουτέστιν 2.552 ὑμᾶς, ἤτοι τὴν χώραν, ἢν κατῳκήκατε. ἰστέον δὲ ὅτι διερ- μηνεύεται μὲν Ἡσαῦ ∆ρῦς· σκληρὸς δὲ καὶ ἀκαμπὴς, καὶ τοῖς ἐκ δρυὸς ξύλοις ὀλίγα παραχωρῶν ὁ Ἡσαῦ, ἀπεμπο- λήσας δὲ καὶ τὰ πρωτοτόκια βρώσεως ἕνεκα μιᾶς, ὠνόμασται δὴ καὶ Ἐδὼμ, ὅ ἐστι γήϊνος. ταύτῃτοι καὶ Ἰδουμαίαν κεκλῆσθαί φησι τὸ γράμμα τὸ ἱερὸν, τῶν ἐξ Ἡσαῦ γεγο- νότων τὴν χώραν, ἢν ἐχειρώσαντο κατὰ καιροὺς Ἰουδαῖοι, ἄβατόν τε καὶ ἀοίκητον ἀπέφηναν παντελῶς. καὶ τί ἂν βούλοιτο δηλοῦν τοῖς ἐξ Ἰσραὴλ τῆς προφητείας ὁ νοῦς; ἐκεῖνο οἶμαί που. τὸν μὲν γὰρ Ἰακὼβ ἀγαπῆσαί φησι, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ὅτι γέγονεν ἀνὴρ "ἄπλαστος, "οἰκῶν οἰκίαν·" μεμισηκέναι δὲ τὸν Ἡσαῦ, γέγονε γὰρ γήϊνός τε καὶ "βέβηλος" κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἦν οὖν ἀναγκαῖον εἰδέναι τοὺς Ἰουδαίους, ὡς οὐκ ἂν συνέβη παθεῖν αὐτοὺς τὴν ἐρήμωσιν καὶ τὴν ἐκ τῆς ἐνεγκούσης εἰς ἀλλοφύλους ἀποδρομὴν, εἰ μεμίμηντο τὸν Ἰακώβ. ἐπειδὴ δὲ ζηλωταὶ καὶ ὁμότροποι γεγόνασι τοῦ Ἡσαῦ, καὶ τῆς ἐκείνου σκαιότητος ἰόντες κατ' ἴχνος κατε- φωρῶντο, λοιπὸν δέδονται τοῖς ἐχθροῖς. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν τοῖς εἰρημένοις ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ' ἂν εἴη παντὸς τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, ∆ρῦς καὶ μέν- τοι Γήϊνος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸνἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηΐνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. τῶν οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν 2.553 Θεός. οὐ γάρ τοι βέβαια τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνη- τον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ' ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσ- φωνήσει λέγων "Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου." 9∆ιότι ἐὰν εἴπῃ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς· τάδε λέγει Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ κατα- στρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφ' ὅν παρατέτακται Κύριος ἕως αἰῶνος.9 ∆υσχερὴς μὲν λίαν ἡ τῆς λέξεως συνθήκη, πλὴν οὐκ ἄποπτος τῶν προκειμένων ὁ νοῦς. δέδωκα μὲν γὰρ ἐγὼ, φησὶ, τὴν Ἡσαῦ κληρονομίαν εἰς ἀφανισμὸν καὶ εἰς ἐρή- μωσιν, ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἣν κατῳκήκαμεν χώραν, ἀλλ' οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοι- κήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ κατα στρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος. Ὁ μὲν οὖν τοῦ γράμματος νοῦς οὐχ ἕτερος οἶμαί τις παρὰ τοῦτόν ἐστι. προσθείην δ' ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήϊνον ἐχόντων φρόνημα· γήϊνος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος 2.554 πεσεῖται, Θεοῦ καταστρέφοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπι- θυμία, καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ' εἰ καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ θεσπέσιος γέγραφε μαθητής "Εἴ τις θέλει εἶναι φίλος τοῦ "κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται." οὐ πεπαύσεται γὰρ, ὡς ἔφην, τοῖς τὰ γήϊνα φρονεῖν ᾑρημένοις ἐναντιούμενος, ἀλλ' οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλα- μαρτήμονα. 9Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ.9 Ὅταν, φησὶ, τὴν τῶν πραγμάτων καταθρήσατε φύσιν, μονονουχὶ δὲ καὶ ἀναμύοντι νῷ κατίδητε σαφῶς ἅπερ ἔφην ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξα- σται καὶ ἐμεγαλύνθη Κύριος ἐν τοῖς ὁρίοις τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰακὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκε-κρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγό- νασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους κατη- λέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ' ἀρχῆς, ἀνενεγ- 2.555 κόντων αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκασι δὲ τὰς πόλεις, ἀνε δείμαντο τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγό- νασι πάλιν ἐν τοῖς παρ' ἐλπίδα καὶ κατ' εὐχήν· ἡ δέ γε τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ. Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παι- δεύοιντο δι' ἁμαρτίας, ἀλλ' οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπο- λέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούν- τως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς δέ γε τὸ γήϊνον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ' αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· "Κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ "λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως τοῦ αἰῶνος." 9Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντο- κράτωρ.9 Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ. τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μετα ποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐ- κλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον 2.556 τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημά τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ' ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώ- σεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου; ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε νόμοις; ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς "ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας "Ζῶ "ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ "ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται." δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κύριον, τὴν εἰς φαυλό- τητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. "Τοὺς γὰρ "πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος "τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, "πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον." 9Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου; προσάγοντες πρὸς τὸ θυσιαστήριόν 2.557 μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.9 Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό "Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ." ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγουμένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατη- μεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναῤῥωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός "Ὅτι οἱ "ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, "διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν." οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρό φασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ' ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευ- μάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηῤῥωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν Τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς Ὡς οἴεσθε μὲν ἴσως, 2.558 μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα. Ἐπειδὴ δὲ ἕκαστα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βού- λεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγ- καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελου- μέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ' ἄρτοις ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων μυστικὸς ἂν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις εἰρή- καμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἂν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἂν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων "Ὥστε ἑορτάζωμεν "μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, "ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας." καὶ πάλιν "̓Εκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, "καθὼς καί ἐστε ἄζυμοι." παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις οὕτω λέγων "Προσέχετε ἀπὸ τῆς ζύμης τῶν "Φαρισαίων καὶ Σαδδουκαίων." οὐκοῦν καθαρᾶς καὶ ἡγιασ- μένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ' ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον. Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμένους, καὶ οὔπω τὴν ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, 2.559 ταύτῃτοί φησι καὶ ὁ νόμος "ἐπ' ἄρτοις ζυμίταις" χρῆναι δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὔπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα. Ὑμεῖς οὖν φησιν οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου διὰ τὸ προσφέρειν εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγη- μένους. χρὴ τοιγαροῦν φροντίδα ποιεῖσθαι πολλὴν τοὺς τὴν θείαν ἔχοντας ἱερωσύνην, μὴ ἄρα τι δρῷτο τοιοῦτον ἐν ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου; φαύλισμα γὰρ ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημ- μέλημα. 9∆ιότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσ- ωπόν σου, λέγει Κύριος Παντοκράτωρ.9 Μωμοσκοπεῖν τοῦ νόμου τὰ ἱερεῖα προστάττοντος, καὶ ἀπόβλητον μὲν ποιεῖσθαι τὰ ἔμπηρα, καθιεροῦν δὲ τὰ ἄμωμα, προσεκόμιζον τῷ θυσιαστηρίῳ κατ' ἐκεῖνο τοῦ καιροῦ χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπου- 2.560 δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ' οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα; εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον; οὐ γὰρ δὴ καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια; ἀλλ' εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἀλλ' οὐκ ἂν προσδέξαιτο φησὶν, οὐδ' ἂν τὸ τοῦ προσκομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ δὲ λίαν ὡς ὑβρισμένος. Ἔστι τοίνυν τῶν ἄγαν ἐκτοπωτάτων, Θεῷ προσφέρειν ἀποτολμᾶν, ἃ μηδ' ἂν εἷς τῶν καθ' ὑμᾶς ἕλοιτο λαβεῖν· πολὺ δὲ τοῦτο παρ' ἡμῖν τὸ πλημμέλημα. εἰ γάρ τι μέλ- λοιμεν προσκομίζειν Θεῷ, ὧν ἂν ἔχοιμεν τὰ αἰσχίω καὶ δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καῒν θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ' οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον. Ἀπαράδεκτα γεμὴν ὁ νόμος εἰς θυσίαν ἐποιεῖτο τὰ τυφλὰ τῶν θρεμμάτων, καὶ μὴν τὰ χωλά τε καὶ ἄῤῥωστα, τοῦ μὲν τυφλοῦ σημαίνοντος αἰνιγματωδῶς τοὺς τὸν θεῖον οὐκ ἔχοντας ὀφθαλμὸν ἐν καρδίᾳ· τοῦ δὲ χωλοῦ τοὺς οὐκ εἰδότας ὀρθο- ποδεῖν ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δουλείαν. ἔφη δέ που καὶ διὰ φωνῆς προφήτου "Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς." χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν, 2.561 ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ. 9Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν λέγει Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα· εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος Παντοκράτωρ.9 Καλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, καὶ ἰώμενος τὸ συντετριμ- μένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἡμῶν, ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. "Ὀφθαλμοὶ "γὰρ Κυρίου ἐπὶ δικαίους," κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἡσαΐου "Ὅταν "τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς "μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα "κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις." Χρὴ τοιγαροῦν ἐξιλάσκεσθαι τοὺς ἡμαρτηκότας, εἰ δή πως ἄρα μεταστρέψειαν ἐφ' ἑαυτοῖς τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ τὰ ἐκ τῆς ἀποστροφῆς ἐσόμενα διακρούσαιντο βλάβη. καθ ορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν ἄρνησιν. οὐ γὰρ ἂν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν 2.562 γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν Οὐχ ἑτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ' οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυ- μίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός. πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ τούτων ἐλέγχους, ἀλλ' οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ καὶ εἷς ἐξ ὑμῶν, οὐδ' ἂν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων. ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ὑπελαβες "ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω "κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου." οὐ γὰρ οἶδε πρόσωπον ὁ Κριτής· ἀλλ' ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός. 9∆ιότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν.9 Εὐαφόρμως σφόδρα τῆς ἐν Χριστῷ πολιτείας ὡς ἐν προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ' αὐτοὺς, ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· "Ἐὰν "γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει;" ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκ- κλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται. ὅτι 2.563 γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὡσηέ "∆ιότι ἡμέρας πολλὰς καθί- "σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, "οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, "οὔτε δήλων." οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ' αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ' αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι καιρὸς, ἀλλ' ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός. Ἐπειδὴ δὲ προσεπάγει τούτοις τό Οὐκ ἀνάψετε τὸ θυσια- στήριόν μου δωρεὰν, ἐν ἤθει φαμὲν γεγενῆσθαι τὸν λόγον. βούλεται γὰρ ἤδη δηλοῦν, ὅτι κέκληνται πρὸς ἱερουργίαν, καὶ εἰς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν τοῦ κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ' ἵνα τιμῷεν τοῖς καθήκουσι τρόποις, καὶ τὰ τῆς ἱερωσύνης ἔχοιεν γέρα. οἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφροντικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας προσκρούειν Θεῷ παραιτούμενοι, δικαίως ἂν ἤδη κολάζοιντο. ἔγκλημα γὰρ οὐ μικρὸν εἴη ἂν, καὶ μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ' οὐδὲν τῶν παρὰ Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ λίαν ἀβούλως τὰς παρὰ Θεοῦ τιμάς. καὶ γοῦν ὠνόμασται γήϊνός τε καὶ βέβηλος ὁ Ἡσαῦ, ὅτι "βρώσεως μιᾶς προὔδωκε τὰ πρωτο- "τόκια αὐτοῦ." οὐκοῦν ὅταν λέγῃ Οὐκ ἀνάψετε τὸ θυσιασ- τήριόν μου δωρεὰν, βούλεται δηλοῦν, ὡς οὐκ ἀγέραστον μὲν ἡ ἱερωσύνη· πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσφέροιτό τις αὐτῇ, καθ' ὃν ἂν προσήκοι τρόπον τε καὶ λόγον. Ἰστέον δὲ ὅτι ἡ τῶν Ἑβραίων ἔκδοσις ἑτέραν ἔχει τὴν 2.564 τῶν νοημάτων ἀπόδοσιν, καὶ αὐτὴν δὲ τὴν τῆς λέξεως συν- θήκην. ἔφη γάρ Ὅτι ὑμεῖς τε οἱ Λευῖται, καὶ μὴν καὶ οἱ ἱερεῖς, οἵ τε τὴν ἐσχάτην ἐν τῷ ναῷ τάξιν ἔχοντες, καὶ τεταγμένοι πρὸς ὑμῶν εἰς τὸ κλείειν τὰς θύρας, οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, τουτέστιν, οὐκ ἀμισθὶ ποιεῖσθε τὴν δουλείαν, ἤγουν τὴν ἱερωσύνην, προσαγόντων ὑμῖν τῶν λαῶν δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. Ἀνθ' ὅτου δὲ οὖν κατημέληται τὰ τοῦ Θεοῦ, καὶ οὐκ ἐν φροντίδι γέγονε τὸ προὐργιαίτατον,– 9Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος Παντοκράτωρ.9 Ἀποφάσκει λοιπὸν ἐναργῶς τῆς κατὰ νόμον θυσίας τὴν προσαγωγὴν, μονονουχὶ δὲ καὶ ἀποφοιτᾷ τῆς εἰς Ἰουδαίους ἀγάπης, καὶ ἀνεθέλητον ποιεῖται τὴν ἱερωσύνην καὶ ἀπαρά- δεκτον τὴν σκιὰν, βουθυσίας δὴ λέγω καὶ καπνοὺς, ὅτι μήτε ἐν ἀρχαῖς ὁ σκοπὸς ἦν οὗτος αὐτῷ. καὶ τοῦτο ἡμῖν ἐναργὲς καὶ δι' ἑτέρων προφητῶν ἐποιεῖτο λέγων διὰ μὲν φωνῆς Ἡσαΐου "Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ "στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, "οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα "ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθή- 2.565 "σεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέ- "λυγμά μοι ἐστί·" διὰ δέ γε τῆς Ἱερεμίου φωνῆς "Συνα "γάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν "καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας "ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ᾗ ἡμέρᾳ ἀνή- "γαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου." ὑποτύπωσις γὰρ ὥσπερ καὶ προαναφώνησις τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας ὁ νόμος ἦν, καὶ "δικαιώματα σαρκὸς," ὡς ὁ θεσπέσιος γράφει Παῦλος, "μέχρι καιροῦ διορθώσεως ἐπικείμενα." ὁ δέ γε τῆς ἐπανορθώσεως καιρὸς εἴη ἂν οὐχ ἕτερος οἶμαί τις παρὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν. ὅτι καὶ ἡ πρώτη μὲν διαθήκη διὰ τὸ τὸ ἄμεμπτον οὐκ ἔχειν, ἀφανισθῆναι λέγεται· ἐπαλαιώθη γὰρ· τῆς γεμὴν νέας καὶ δευτέρας ἐζητήθη τόπος, ἣ καὶ παντὸς ἐπέκεινα μώμου τε καὶ αἰτίας ἐστί. λελάληται γὰρ δι' αὐτοῦ τοῦ Υἱοῦ, ὃς καὶ Μεγάλης βουλῆς ἄγγελος ὠνόμασται. τοιγάρτοι καὶ ἔφασκεν "Ἀπ' "ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι "ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω." Ἔφη τοίνυν ἐναργῶς τοῖς κατὰ τὸν νόμον ἱερατεύουσιν, ὡς ἀνεθέλητοί τε εἰσὶν αὐτῷ, μᾶλλον δὲ ὡς ἐν αὐτοῖς οὐκ ἔχει θέλημα ἐν σκίαις καὶ τύποις πληροῦσι τὰς θυσίας, καὶ ὡς οὐκ ἂν προσδέξαιτο τὰ παρ' αὐτῶν ἱερουργούμενα. προαγορεύει δὲ ὅτι καὶ μέγα καὶ ἐπιφανὲς ἔσται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν, καὶ ἐν παντὶ τόπῳ τε καὶ ἔθνει θυσίαι καθαραὶ καὶ ἀναίμακτοι προσ- κομισθήσονται τῷ ὀνόματι αὐτοῦ, κατασμικρυνόντων αὐτὸν οὐκέτι τῶν ἱερουργῶν, οὔτε μὴν ῥᾳθύμως προσκομιζόντων αὐτῷ τὰς πνευματικὰς λατρείας· ἀλλ' ἐν σπουδῇ καὶ ἐπιει- κείᾳ καὶ ἁγιασμῷ τὰς τῶν νοητῶν θυμιαμάτων εὐωδίας 2.566 ἀνακομίζειν ἐσπουδακότων, τουτέστι, πίστιν, ἐλπίδα, ἀγάπην, καὶ τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα, προτεταγμένης δηλονότι τῆς Χριστοῦ θυσίας τῆς οὐρανίου καὶ ζωοποιοῦ, δι' ἧς κατήργηται θάνατος, καὶ ἡ φθαρτὴ δὴ αὕτη καὶ ἀπὸ γῆς σὰρξ ἀμφιέννυται τὴν ἀφθαρσίαν. 9Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.9 Ὅτι καὶ ἀμείνους ἔσονται καὶ ἐπιεικέστεροι τῶν ἐξ Ἰσραὴλ οἱ ἐξ ἐθνῶν κεκλημένοι, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. παρ' ἐκείνοις μὲν γὰρ αἵ τε θυσίαι καθαραὶ, καὶ εὐῶδες τὸ θυμίαμα, καὶ μέγα τὸ ὄνομα ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· παρ' ὑμῖν δὲ, φησὶν, οὐκ ἐν δόξῃ μεγάλῃ καὶ τῇ πρεπούσῃ Θεῷ τὸ θυσιαστήριον. βεβηλοῦτε γὰρ αὐτὸ, λέγοντες Τράπεζα Κυρίου ἠλισγημένη ἔστιν, ἐξουδενωμένα δὲ καὶ τὰ ἐπ' αὐτῆς. καὶ εἰκὸς μὲν μὴ τοιούτοις ῥήμασι κεχρῆσθαι τοὺς ἱερέας, αὐτοῖς γεμὴν πράγ- μασι τοῦτο βοᾶν, καθάπερ ἀμέλει καὶ "Ὁ ἄφρων φησὶν "ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστι Θεός." δι' ὧν γὰρ ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ' οὖν ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τό Οὐκ ἔστι Θεός. οἱ γὰρ οὕτω ζῆν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρᾶν ἀπεριμερίμνως, καὶ ἐκτόπως ἀνοσιουρ- γεῖν, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. κατὰ τοῦτον δὴ οὖν τὸν τρόπον, οἱ μὴ ἀποσώζειν ἐσπουδακότες τῷ ἁγίῳ θυσιαστηρίῳ τὸ ὅτι μέλιστα πρέπον τε αὐτῷ καὶ 2.567 ὀφειλόμενον σέβας, δι' αὐτῶν ὧν πράττουσι λέγουσι Τράπεζα Κυρίου ἠλισγημένη ἐστί. Παραιτητέον δὴ οὖν τὸ ῥᾴθυμον ἐπὶ τούτοις· καὶ εἰ μή τις ἕλοιτο τοῦτο δρᾶν, ἀκούσεται πάντως Θεοῦ λέγοντος "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι "ἐκ τῶν χειρῶν ὑμῶν." πάνδεινον δὲ ὅτι τὸ προσκρούειν Θεῷ, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἐστὶν ἐν καλῷ καὶ νοῦ καὶ φρενός; 9Καὶ εἴπατε Ταῦτα ἐκ κακοπαθείας ἐστί. καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος Παντοκράτωρ. καὶ εἰσφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ προσεφέρετε αὐτὰ θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν, λέγει Κύριος Παντοκράτωρ.9 Κατῃτιᾶτο λίαν τοὺς ἱερουργοὺς, ὡς ἥκιστα μὲν μωμο- σκοπεῖν ἑλομένους τὰ προσαγόμενα τῶν θυμάτων, προσ- δεχομένους δὲ μᾶλλον ῥᾳθύμως τε καὶ ἀβασανίστως χωλὰ καὶ τυφλὰ καὶ ἄῤῥωστα, καίτοι τοῦ νόμου σαφῶς τὰ ἔμπηρα τῶν θυμάτων ἀπόβλητα δεῖν ποιεῖσθαι προστεταχότος. εἰ δὲ δήπου τις τῶν ἱερέων ἀπεσόβει, τοῦ νόμου ἀντεχόμενος, τὸν προσάγοντα εἰς θυσίαν τὸ ἀχρεῖον, ἐπέμενον οἱ προσά- γοντες, ἄνω τε καὶ κάτω τὴν αἰχμαλωσίαν προτείνοντες, διϊσχυριζόμενοί τε, καὶ μάλα νεανικῶς, φαῦλα μὲν οὐκ εἶναι, κακοπαθῆσαι δὲ μᾶλλον κατὰ τὴν ὁδὸν, ὑπονοστούντων αὐτῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν. προσεκόμιζον δὲ τὰ ἁρπάγματα καὶ τὰ χωλεύοντα καὶ ἐνοχλούμενα. θῆρες μὲν γὰρ ἐπιόντες ἔσθ' ὅτε κατασίνονται ταῖς ἀγέλαις, κἂν 2.568 εἴ τι τυχὸν ἁρπάσειαν, εἶτα δραμὼν ὁ ποιμὴν ἐκσπάσῃ τῶν ὀδόντων τὸ ἡρπασμένον· ἢ καταπτοήσας κυνῶν ὑλακαῖς, ἢ καλαύροπα βαλών· τοῦτο οἶμαι τὸ ἅρπαγμα. ταῦτα προσῆγον ὁμοῦ τοῖς τοὺς πόδας λελωβημένοις, καὶ οὐκ ἔτι συγκατανέμεσθαι τοῖς ἄλλοις δεδυνημένοις· προσῆγον δὲ καὶ τὰ ἐνοχλούμενα, τουτέστι τὰ θανατῶντα λοιπὸν, ὑβρίζοντες μᾶλλον ἢ τιμῶντες τὸν τῶν ὅλων Θεόν. ἀλλ' ἐξεφύσησά φησιν αὐτὰ λέγει Κύριος Παντοκράτωρ. καὶ ἐπειδὴ θύειν ἀνοσίως ἐγνώκατε, οὐκ ἂν ὅλως, φησὶ, παραδεξαίμην τὰ ἐξ ὑμῶν, οὐδ' ἂν λογισαίμην εἰς ὀσμὴν εὐωδίας τὰς οὕτως ἐκνόμους καὶ ἀκαθάρτους προσαγωγάς. Χρὴ δὴ οὖν ἄρα θύειν ἡμᾶς καὶ μάλα ἐπιεικῶς καὶ ἐσπουδασμένως, καὶ προσκομίζειν μὲν Θεῷ ἁπλῶς, μὴ τὰ κατεῤῥιμμένα καὶ ἀτιμότατα, καὶ οὐδενὸς ἄξια λόγου, ἀλλὰ τὰ προὔχοντα καὶ ἐξαίρετα. εἰ δὲ δή τις ἑαυτὸν ἱερουργοίη Θεῷ· μεμνήμεθα γὰρ τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί "Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, "εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·" πολυ- πραγμονείτω τὰ καθ' ἑαυτὸν, καὶ οἱονεί τις ἀκριβὴς μωμο- σκόπος τῆς ἑαυτοῦ γενέσθω ψυχῆς. ὁράτω μὴ ἄρα πως ἐστι τυφλὸς, τουτέστι, τῆς ἀληθείας τὸ φῶς οὐκ ἔχων εἰς νοῦν· μὴ σκάζων τὸν πόδα τῷ μὴ ὀρθοποδεῖν δύνασθαι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ ἄῤῥωστα. χρὴ γὰρ ἡμᾶς μὴ ἀεὶ ὑπνοῦν, "ὅτι ὁ ἀντίδικος "ἡμῶν διάβολος ὡς λέων περιέρχεται, ζητῶν τίνα καταπίῃ." ὅταν τοίνυν ἄυπνοί τε καὶ ἐγρηγορότες εὑρισκώμεθα, παραθεῖ τὸ θηρίον. εἰ δὲ δὴ νυστάζοντας ἴδοι καὶ κατημεληκότας, ἅρπαγμα ποιεῖται, καὶ ἀῤῥώστους ἀποτελεῖ, τουτέστιν τεθνη- 2.569 κότας, καὶ ἀδρανῶς ἔχοντας κομιδῇ περὶ τὸ δύνασθαι κατορ- θοῦν ἀρετήν. ἔστω δὲ δὴ καὶ τοῦ διενοχλεῖσθαι μακρὰν, τουτέστι, μικροψυχίας ἀμείνων καὶ διαπρέπων ἐν ὑπομονῇ. ὥσπερ γὰρ ἀποφέρει πρὸς ζωὴν τῆς ὑπομονῆς ὁ τρόπος, οὕτω καὶ εἰς θάνατον μικροψυχία. νοῦ γὰρ ἀσθένειαν καὶ καρδίας πάρεσιν τὸ χρῆμά φαμεν. τοιγάρτοι καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τῶν τοιούτων ἡμᾶς ἀπαλλάττεσθαι παθῶν συμβουλεύει λέγων "Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα "παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, "ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος "μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας." 9Καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν αὐτῷ ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπ' αὐτῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσι.9 Καθορίζει λοιπὸν τοῦ θύοντος ἀνοσίως τὴν ἀρὰν, καὶ μάλα εἰκότως. εἰ γὰρ δή τις εὔξαιτο, φησὶ, καὶ ἐν ποιμνίοις ἔχοι τοῖς ἑαυτοῦ τὸ ἄρσεν τε καὶ ἄμωμον, ἀνθ' ὅτου μὴ τοῦτο προσκομίζει Θεῷ, συλλέγει δὲ μᾶλλον ἃ μηδενὸς ἄξια γένοιτ' ἂν ὅλως· ὕβρις γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν. οὐ γὰρ δὴ κατά τινας τῶν σκότῳ προσκαθημένων καὶ πλάναις καὶ βεβήλοις εἰδωλολατρείας, λίθοις καὶ ξύλοις δεδουλεύκαμεν· τῷ Θεῷ δὲ μᾶλλον τῷ παντοκράτορι, καὶ τῷ τῶν ὅλων γενεσιουργῷ, ὃν τρέμουσι μὲν οὐρανοὶ, κατα- 2.570 πέφρικε δὲ καὶ ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. ἐπιμαρτυρεῖ δὲ πάλιν τοῖς ἐξ ἐθνῶν τὸ λίαν ἐπιεικὲς, ἐπιφανὲς εἶναι λέγων τὸ τῆς θεότητος ὄνομα παρ' αὐτοῖς, σεπτόν τε καὶ ἀξιάγαστον· διακεισόμεθα γὰρ οὐχ ἑτέρως ἡμεῖς, ἢ κατὰ τοῦτον τὸν τρόπον. Ἀπεδέχετο δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰδωλολάτρην ὄντα τὸν ἑκατόνταρχον, καὶ δὴ καὶ ἔφασκεν "̓Αμὴν λέγω ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν "τῷ Ἰσραήλ." ἐπάρατος οὖν ὁ θύων Θεῷ τὸ κατεφθαρμένον, καίτοι ἐνὸν αὐτῷ τοῖς ἀμείνοσι τιμᾶν, εἴπερ ἐν ποιμνίοις ἔχει, καθάπερ ἔφην ἀρτίως, τὸ ἄμωμόν τε καὶ ἄρσεν. σημειωτέον δὲ, ὅτι τὸ ἄρσεν εἰς θυσίαν αἰτεῖ, καίτοι τοῦ νόμου προστε ταχότος καταθύειν Θεῷ καὶ θήλεα. φαμὲν οὖν, ὅτι αἱ κατ' εὐχὴν θυσίαι, τουτέστι τὰ ἑκούσια, τὸ ἄμωμόν τε καὶ ἄρσεν ἐδέχοντο θῦμα, καὶ ἦν ὁ τύπος εἰς τὸν προσάγοντα, μονον- ουχὶ παρεγγυῶντος τοῦ νόμου, ὅτι χρὴ τοὺς εἰς ὀσμὴν εὐωδίας ἀναβαίνειν ἐθέλοντας τῷ Θεῷ, ἀνδρείους τε εἶναι καὶ παθῶν ἀμείνους καὶ μώμου παντὸς ἀπωτάτω. αἱ δέ γε ὑπὲρ ἁμαρτιῶν προσαγόμεναι θυσίαι, τὸ θῆλυ πάντως ἐδέχοντο ἀπὸ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν ἐρίφων. αἴνιγμα δὲ καὶ τοῦτο τῆς τῶν προσαγόντων ἀσθενείας ἦν. ἄναλκι γὰρ τὸ θῆλυ, καὶ τῶν ἀρσένων ὡς ἐν ἰσχύϊ δεύτερον. ἁμαρτία δὲ πᾶσα δρῷτο ἂν ἠσθενηκότος τοῦ νοῦ, καὶ οὔτι που μᾶλλον τὴν πνευματικὴν σώζοντος εὐρωστίαν. 9Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, τοὺς ἱερεῖς. ἐὰν μὴ εἰσ- ακούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐξαπο- στελῶ ἐφ' ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν 2.571 ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὰς καρδίας ὑμῶν.9 Παρίησι φιλαγάθως τὰς ἐπὶ τοῖς ἤδη φθάσασιν αἰτίας, καὶ νέμει τὸν ἔλεον, εἰς ἀρχὰς ὥσπερ ἐπιεικείας ἀνατιθεὶς τοὺς ἡμαρτηκότας. τουτὶ γὰρ οἶμαι δηλοῦν λέγοντα χρη- στῶς τό Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς τοὺς ἱερεῖς. ἀπειλεῖ δὲ λοιπὸν, ὡς εἰ μὴ ἕλοιντο ποιεῖν ἃ χρὴ ποιοῦντας ὁρᾶσθαι, καὶ εἰς νοῦν ἔσω τίθεσθαι καὶ καρδίαν τῶν θείων χρησμῳδη- μάτων τὴν αἴσθησιν, ἔσοιντό τε ἑαυτῶν ἀμείνους ἢ πάλαι, καὶ τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητήσειαν, μὴ κατασμικρύνοντες ἔτι τὸ θυσιαστήριον, μήτε μὴν ἁπλῶς ἢ ἀβασανίστως τελοῦντες τὰ νενομισμένα, πάντη τε καὶ πάντως καταράτους ἀποφανεῖ καὶ ὑπὸ θείαν ὄντας ὀργήν. οἶμαι δὲ ἔγωγε δηλοῦν τό Ἐπι- καταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ διασκεδάσω αὐτὴν, ἐκεῖνο τάχα που. Θεοῦ μὲν γὰρ κατανεύοντος τὴν εὐημερίαν τισὶν, εὐφορήσει τὰ ἐν ἀγροῖς, εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνίᾳ, καὶ εἰς πληθὺν ἀμέτρητον ἐπιδώσει τὰ θρέμματα, καὶ φθορᾶς ἔσονται τῆς τῶν σωμάτων ἀμείνους αὐτοί. ἀφιστάντος δὲ τὴν εὐλογίαν αὐτοῦ, πρὸς πᾶν τοὐναντίον μεταχωρήσει τὰ πράγματα, καὶ ἀπέσται μὲν πάντως τὸ εὐημερεῖν, κατακρα- τήσει δὲ μᾶλλον τὰ ἐφ' οἷς εἰκότως ἂν καταλγύνοιτό τις. Καὶ ταυτὶ μὲν ὁ λόγος ὡς ἐν αἰσθητοῖς τε φησὶ καὶ προσκαίροις πράγμασιν· εἰδέναι δὲ ἀναγκαῖον, ὡς εἰ μή τις ἕλοιτο τὰς θείας εἰς νοῦν ἔχειν ἐντολὰς, οἰχήσεται παντελῶς αὐτῷ πρὸς τὸ μηδὲν τὰ εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπὸν οὐδένα τῆς φιλοθέου ζωῆς· ἀλλ' ἔσται μὲν εὐλογίας τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τητώμενος· παραπεσεῖται δὲ ταῖς ἀραῖς καὶ ταῖς ἐκ τούτου ποιναῖς. ζητητέον δὴ οὖν τὴν τοῦ Θεοῦ δόσιν· καὶ 2.572 τίνα δὴ τρόπον τοῦτο κατορθώσομεν, αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξεν εἰπών "Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν "ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι "τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς." τότε καὶ πλήρη τὴν εὐλογίαν ἀποληψόμεθα καὶ ἀκράδαντον τὴν εὐθυμίαν, καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφήσομεν, ἔμπλεοί τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν ἀληθῶς ἀξιοπρεπῆ καὶ ἀξιέ- παινον διαζήσομεν βίον. 9Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος Παντοκράτωρ.9 Κέκρυπταί τι πάλιν ἐν τοῖς προκειμένοις, ὃ καὶ οἶμαι δεῖν τοῖς φιλακροάμοσι διατρανῶσαι σαφῶς· συνεῖεν γὰρ ἂν οὕτω εὖ μάλα τὸ δηλούμενον. ὁ νόμος τοίνυν ὁ διὰ Μωυ- σέως ταῖς ἀνωτάτω τιμαῖς τὸν τῶν θείων θυσιαστηρίων παραστάτην καὶ ἱερουργὸν στεφανῶν, οἷον ἐν τάξει Θεοῦ τέθεικεν αὐτόν. ἔφη γὰρ ὅτι κάρπωμα Κυρίου ὁ κλῆρος αὐτοῦ. ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος "Βλέπετε τὸν "̓Ισραὴλ κατὰ σάρκα. οὐχ οἱ ἐγγίζοντες τῷ θυσιαστηρίῳ, "κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;" ἔθος γὰρ ἦν ἀπὸ παντὸς θύματος ἀφιεροῦσθαι τῷ Θεῷ στηθύνιον καὶ βραχίονα, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ μέντοι τὸ ἔνυστρον, τουτέστι τὴν κοιλίαν, ὑπεμφαίνοντος αἰνιγματωδῶς τοῦ νομικοῦ γράμματος, ὅτι πάντα ἡμῶν τὰ ἐντόσθια τῶν 2.573 ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, ἱερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. προσκομίζονται γὰρ τὰ ἐντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας ἀπηλλαγμένα. βραχίων γεμὴν ἰσχύος ἂν νοοῖτο σημεῖον. χρῆναι δέ φημι πρὸς πᾶν ἔργον ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας "Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου "τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ." Καὶ περὶ μὲν τῶν ἐντοσθίων καὶ τῶν τελουμένων θυσιῶν κατὰ τὸν νόμον ἰσχνὸς ἡμῖν ἄγαν ἐκπεποίηται λόγος ἐν ἑτέ- ραις συγγραφαῖς· οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι, ποιεῖσθαι σπουδάσομεν. προστεταχότος τοίνυν τοῦ νόμου μωμοσκο- πεῖσθαι δεῖν τὰ ἱερεῖα, καὶ ἀβασάνιστον θῦμα μὴ προσκομί- ζεσθαι τῷ θυσιαστηρίῳ, καὶ τοῖς τεταγμένοις εἰς ἱερουργίαν τὰ ἐκ τῶν θυμάτων ἀφορίζεσθαι μέρη, κατημέλησαν μὲν τοῦ χρῆναι μωμοσκοπεῖν, τετηρήκασι δὲ τὴν ἐντολὴν τῶν καλου- μένων ἀφαιρεμάτων, οὐ τὸ τῷ Θεῷ μᾶλλον ἡδὺ τῶν ἰδίων προτάττοντες θελημάτων, κρατύνοντές τε καὶ ἐμπεδοῦν σπου- δάζοντες ὅπερ αὐτοὺς ὠφελεῖν ἐδόκει τὰ ἐκ τῶν θυσιῶν συναγείροντας κρέα. τοῦτο παράγει πρὸς ἔλεγχον, καί φησιν Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον· τὸ δὲ ἀφορίζω νῦν τέθεικεν ἀντὶ τοῦ Ἀφώρισά τε ἤδη καὶ εἰς δεῦρο βούλομαι τηρεῖσθαι τὸ ἔθος. προσέῤῥιψα δὲ ὥσπερ, ἤτοι προσρίπτω καὶ τὸ ἔνυστρον εἰς τὰ πρόσωπα ὑμῶν. ἐπειδὴ γὰρ αὐτοὶ ἀτιμάζουσι τὸ θυσιαστήριον, ταύτῃτοι Θεὸς τό Σκορπιῶ φησιν, οἷον ἀνθυβρίζων. "Ὁ γὰρ ἐξουθενῶν με, φησὶ, ἐξουδενωθήσεται·" λήψομαι δὴ οὖν ὑμᾶς εἰς τὸ αὐτὸ, τουτέστιν, ἐν αὐτῷ δὴ 2.574 τούτῳ περιέσομαι καὶ ἀσεβοῦντας ἐλέγξω. ἀνθ' ὅτου γὰρ δὴ τὸν μὲν ἐπὶ τοῖς ἀφαιρέμασι τοῖς ὑμῶν τετηρήκατε νόμον, καὶ τῆς δοθείσης ὑμῖν μερίδος κατ' οὐδένα τρόπον ἀνέχεσθε καταῤῥᾳθυμεῖν, εἰκαῖον δὲ ὑμῖν εἶναι δοκεῖ τὸ χρῆναι μωμο- σκοπεῖν, γνώσεσθε δὴ οὖν κεκλεισμένων ἐφ' ὑμῖν τῶν θυρῶν, τουτέστιν, ἐκκλειόμενοί τε καὶ ἐκπεμπόμενοι τῆς ἱερουργίας. ὅτι ἐγὼ δέδωκα τὴν ἐντολὴν ταύτην, ἤτοι τὴν διαθήκην, ἣν διεθέμην πρὸς τοὺς Λευίτας. τί οὖν τὸ ἐντεῦθεν; εἰδέναι προσήκει τοὺς τοῖς θείοις λειτουργοῦντας μυστηρίοις, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἐκπράττεσθαι χρὴ, καὶ τῶν δεσποτικῶν προσταγμάτων ῥιπτεῖσθαι κατόπιν πᾶν ὅπερ αὐτοὺς ὠφε- λεῖν ἑτέρως δοκεῖ. ἱεροὶ γὰρ οὕτως ἔσονται λειτουργοὶ, καὶ οὐχὶ τῶν προσκαίρων ἐρασταὶ καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι. 9 Ἡ διαθήκη μου ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης.9 Ἀνακομίζει τὸν λόγον ἐπὶ τοὺς ἁγίους τε καὶ εὐδοκίμως ἱερατεύσαντας, καὶ ἀξιάγαστον ἀληθῶς ἀποφαίνει χρῆμα τὴν ἱερουργίαν, τό γε ἧκον εἰς νόμον, καὶ τὴν ἐκ τῶν θείων χρησμῳδημάτων ὄνησιν καὶ ἀσφάλειαν. ὡς γὰρ ὁ σοφώ- τατος γράφει Παῦλος "Ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία "καὶ δικαία καὶ ἀγαθή." ὅταν τοίνυν δοκεῖ περὶ τοῦ Λευὶ ποιεῖσθαι τὸν λόγον, ἀναθετέον εὖ μάλα τῶν νοημάτων τὴν δύναμιν, οὐχὶ δήπου πάντως ἐκείνῳ, ὃς ἀνέφυ μὲν ἐξ Ἰακὼβ, ἐναρίθμιος δὲ τοῖς δυοκαίδεκα γέγονεν υἱοῖς· οὐ γὰρ ἱερά- τευσεν ὅλως· συνήσομεν δὲ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ αὐτὸ τοῦθ' ὅπερ ἐστὶν ἱερουργία μονονουχὶ καὶ διαμορφού- μενον ὡς ἐν προσώπῳ Λευί· ἦν τοίνυν, φησὶ, πρὸς αὐτὸν ἡ διαθήκη μου τῆς ζωῆς καὶ τῆς εἰρήνης. λελάλητο μὲν γὰρ ὡς 2.575 πρὸς Μωυσέα τὸν ἱερώτατον ὁ ἐν γράμμασι νόμος, δια κονηθεὶς δι' ἀγγέλων· τέθειται δὲ διὰ μεσίτου Μωυσέως τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἐπαγγελίαν ἔχων ζωῆς καὶ εἰρήνης τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, καὶ κανόνα ποιεῖσθαι τῆς ἑαυτῶν ζωῆς τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἔοικε δέ τι καὶ τῶν ἀναγκαιοτέρων εἰς θεωρίαν ὁ λόγος ἡμῖν εἰς τὸ παρὸν ὑπαινίττεσθαι. δέδοται γὰρ ὁ νόμος τοῖς ἀρχαιοτέροις, ἤγουν τοῖς ἐξ αἵματος τοῦ Ἰσραὴλ, παιδαγω- γίαν εἰσφέρων τὴν ἐπὶ Χριστῷ, καὶ εἰκόνα τινὰ καὶ ὑπο- τύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί. τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσ- λαλῶν "Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ "γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." αὐτὸν ἐδήλου σφαζόμενος ὁ ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τὰς τῶν οἴκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυῤῥά τε καὶ ἄμωμος, ἧς ἡ σποδιὰ μεθ' ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους "πρὸς τὴν "τῆς σαρκὸς καθαρότητα," καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ ἁπαξ- απλῶς ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται ∆ιαθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δι' αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα, εἰρηνεύομέν τε πρὸς αὐτὸν δι' ὑπακοῆς καὶ πίστεως. 9Καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.9 2.576 Ἀπαριθμεῖται χρησίμως τὰ λαμπρὰ τῆς ἱερωσύνης αὐχή- ματα, διὰ τῆς τοῦ νόμου μυσταγωγίας ἐξαιρόμενα. ἐνετίθει γὰρ μάλιστα τοῖς ἱερουργοῖς τὸν τοῦ Θεοῦ φόβον, στέλ- λεσθαι μὲν ἀναπείθων ἀπὸ προσώπου ὀνόματος αὐτοῦ, τουτ- έστιν, ὑφορᾶσθαι καὶ ὑποστέλλεσθαι παρασκευάζων τὸ ὄνομα τὸ ∆εσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀνα- πείθων οὐ πάρεργον, ἀλλ' ἐσπουδασμένην· οὗ τί ἂν γένοιτο τιμαλφέστερον; γέγραπται γὰρ, ὅτι "Ὁ φοβούμενος τὸν "Κύριον, οὗτος ὑγιαίνει." καὶ πάλιν "Φόβος Κυρίου δόξα "καὶ καύχημα." μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφο- βῆσθαί φησιν αὐτοὺς, ἀλλ' ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλα- σιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς ἀκροωμένοις κατασημαίνουσιν. 9Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ.9 Ἐκέλευε γὰρ ὁ νόμος καὶ τοῦ ψεύδους ἀποφοιτᾶν, ὀρθά τε καὶ δίκαια λαλεῖν καὶ τὴν ἐφ' ἑκάστῳ πράγματι κρίσιν ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν ἀλήθειαν ὀνομάζειν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεσι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς. εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἀλλ' ἦν ἐν αὐτῷ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις. εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. 2.577 ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυ- σέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτήρ "Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς "προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν "γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα "ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν "πάντα γένηται." 9Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέ- στρεψεν ἀπὸ ἀδικίας.9 Τὸ εἰρηνεύειν πρὸς Θεὸν, τί ἂν ἕτερον νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ ἑτέρων, οἵπερ ἂν εἶεν τῶν θείων λογίων ἐπιστήμονες, ἢ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾶν ἃ βούλεται, καὶ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, κατορθοῦν δὲ μᾶλλον ἐπείγεσθαι τὴν εὐκλεᾶ πολιτείαν καὶ ἀξιάγαστόν τε καὶ ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος "∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς "Θεόν." οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην εἰδότες τιμῶμεν. ἀνάπτοντες δὲ τῇ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ ∆εσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής "Οὐκ οἴδατε ὅτι "ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν; ὃς ἐὰν βου- "ληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- "σταται." ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ' ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, 2.578 κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά τε δι' εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους. Πρέποι δ' ἂν μάλιστα τὸ ἔν γε τούτοις εἶναι τοῖς ὁσίοις ἱερουργοῖς, περὶ ὧν ἂν λέγοιτο, τὸ μάλα εἰκότως Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. ἰχνηλατεῖ γάρ πως τὸ ὑπήκοον τὰς τῶν ἡγεμόνων ἐπιεικείας, καὶ οἵπερ ἂν ἔρχοιντο δι' εὐθείας ὁδοῦ σώζουσι πολλοὺς, ἀναπείθουσί τε ῥᾳδίως τὴν ἀσελγῆ καὶ ἐπάρατον ἀφέντας ζωὴν καὶ τοὺς τῆς ἀδικίας τρόπους, ἀνθελέσθαι τε καὶ ἀγαπᾶν τὰ ἀμείνω καὶ ἀξιάγαστα, καὶ οἷς ἂν ἕποιτο τὸ ἐπαινεῖσθαι δεῖν παρά τε Θεῷ καὶ ἀνθρώποις. 9Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Παντοκράτορός ἐστι.9 Τίνα δὴ τρόπον πολλοὺς μὲν ἀπέστρεψεν ἀπὸ ἀδικίας, πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ "παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων," καὶ τοῖς ἐθέ- λουσιν ἀναμαθεῖν τὸ τῷ νόμῳ δοκοῦν ἀληθής τε καὶ ἀπλανέ- στατος ἐξηγητὴς, οὐχ ἑτέρωσέ ποι μετατρέπων τῶν θείων λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων "διδασκαλίας, ἐντάλ- "ματα ἀνθρώπων·" ἀλλ' οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ' ὅτε χρησμῳ- δούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον ∆εσποτικοῖς θεσπίσμασι. φαίην δ' ἂν, ὅτι καὶ ἀληθὲς ἐν 2.579 τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν "Θησαυρὸς ἐπι- "θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ "ἄνδρες καταπίονται αὐτόν." πρὸς ἐπαίνου δ' ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν "διδασκαλίας, ἐντάλματα ἀν- "θρώπων," διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου παντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα. 9Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος Παντοκράτωρ.9 Ἀντιπαρεξάγει τρόπον τινὰ ταῖς τῶν εὐδοκίμων ἐπιει κείαις τὰ τῶν ῥᾳθύμων ἐγκλήματα, καὶ ταῖς τῶν ἀμεινόνων ἀντιπαραθέσεσιν ἐλέγχει τὸ φαῦλον. ὥσπερ γὰρ τὸ φῶς ἐν σκότει φαίνει, "τελεῖται δὲ καὶ ἐν ἀσθενείαις ἡ δύναμις·" οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν 2.580 διεβίωσάν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ' ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμῳ, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατο- λισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ' αὐτῶν μεμυστα- γωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον; 9Καὶ ἐγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ' ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.9 Ἐπὶ τὰς τῶν πατέρων ἄνεισιν ἁμαρτίας, ὑπομιμνήσκει δὲ καὶ αὐτοὺς τῶν ἀρχαίων αἰτιαμάτων. καὶ ἐπείπερ ἦσαν οὐκ ἀσφαλεῖς περὶ τὴν τοῦ νόμου τήρησιν, ταύτῃτοι δεδόσθαι φησὶν αὐτοὺς τοῖς ἀποκομίσασιν εἰς αἰχμαλωσίαν οἰκτροὺς καὶ κατεῤῥιμμένους καὶ φειδοῦς ἁπάσης ἐκπεπτωκότας· τί γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ' εἰ βούλεσθε, 2.581 φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ' ὑμῖν γεγενημένης ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ' ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ' ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ' ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν "μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς." δι' ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ' ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη. 9Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν; ἐγκατελείφθη Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλήμ.9 Ἀρχόμενοι τῆς εἰς τὸν Προφήτην συγγραφῆς, ἐλέγομεν, ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος καὶ ἐκ γῆς Ἀσσυρίων ἐπάνοδον, ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ἰσραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί. καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ 2.582 μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδάς τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβή-λῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν πατρῴων ἐθῶν, ἀλλ' ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πως ἀνάγκη τοὺς ταῖς οὕτω τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγ- καταμιαίνεσθαι καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. καται- τιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσ-κειμένους δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ' οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ' ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνά- μενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεον- εξίας. ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν. Ταύτῃτοί φησι καὶ τῆς ἐμφύτου φιλοστοργίας ἀλογοῦντας βλέπων Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ; εἷς μὲν γὰρ ὁ πάντων ἐστὶ ∆ημιουργὸς, καὶ ἑνὸς οἱ πάντες ∆εσπότου, βουλομένου συνδεῖσθαι τὸ ποιηθὲν εἰς ἕνωσιν καὶ ὁμοψυχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιή- ματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, 2.583 κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εἷς ἐστιν ὁ διὰ πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἂν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ καὶ εἷς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ, τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν; πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλο- φύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα περὶ γυναικῶν ὀθνείων. ἤκουον γάρ "Τὴν θυγατέρα σου "οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ "τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ "πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις." οἱ δὲ παρ' οὐδὲν ποιη σάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄρι- στον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγ- ματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμί-ταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ' αὐτῷ τῷ Ἰσραὴλ καὶ τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθη- μένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς. Ἰστέον δὲ, ὅτι Ἰσραὴλ μὲν ὀνομάζει τὰς δέκα φυλὰς, 2.584 αἳ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ πρὸς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἃς καὶ πρῶτον ἀπῴκισεν ὁ Σαλμανασὰρ εἰς Ἀσσυ- ρίους καὶ Μήδους· τοὺς δέ γε κατοικοῦντας τὴν Ἱερουσαλὴμ, ἐκείνους εἶναί φησιν, οὓς εἷλεν ὁ Ναβουχοδονόσορ κατὰ τὴν τελευταίαν αἰχμαλωσίαν, κατεμπρήσας τὰ Ἱεροσόλυμα καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν, οὓς καὶ ἀπεκόμισεν εἰς Βαβυλῶνα. αἰτιᾶται τοίνυν, μᾶλλον δὲ οὐ μετρίαν αὐτῶν ποιεῖται τὴν καταβοὴν, ὅτι δὴ μεθέντες τὰς ἐξ Ἰούδα γυναῖκας, εἰσεδέ- χοντο παρανόμως τὰς ἐκ τῶν ἀλλοφύλων, καίτοι, καθάπερ ἤδη προεῖπον, τῶν πατρῴων ἐθῶν ἀπρὶξ ἐχομένας, καὶ τοῖς τῆς εἰδωλολατρείας βορβόροις ἐγκαλινδουμένας ἔτι. Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς, τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν τοῦ Ἁγίου Πνεύματος λαχοῦσι μέθεξιν, τὸ ἐπιμίσγεσθαί τισιν, οἵπερ ἂν εἶεν διεστραμμένοι τὸν νοῦν, βέβηλοί τε τὰς φρένας, καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι καὶ βαρβαρόφωνοι καὶ "λαλοῦντες διεστραμμένα·" οἷς εἰ ἐπιμίσγεταί τις, πάντη τε καὶ πάντως καταμιανθήσεται. γέγραπται γὰρ "Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται." ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ, τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτε- σθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ' ἑαυτοῖς τὸν τῶν ὅλων Θεόν; 9∆ιότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους· ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνω- μάτων Ἰακὼβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ Κυρίῳ Παν- τοκράτορι.9 2.585 Μεμισῆσθαί φησι τὸν Ἰούδαν, οὐ παρά του τῶν ἀλλο- γενῶν ἀλλὰ, παρ' αὐτοῦ τοῦ Ἰούδα, βεβηλώσαντος τὸν νόμον, διά γε τοῦ προσκεκλίσθαι φιλεῖν γυναῖξιν ὀθνείαις, καὶ τὰ ἐκείνων ἑλέσθαι ζηλοῦν, ἀγαπῆσαί τε τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρα- νόμως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σαττεὶν συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώ- λασιν. ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον ἐραστήν· καὶ εἴπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἂν ὀλο- θρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἂν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιούμενος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἂν ταπει νωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν, ἄχρις ἂν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο κατα- λόγων. συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες. Οὐκοῦν εἰ ἐπάρατος ὁ παροτρύνων Θεὸν, καὶ τοῖς παρ' αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων 2.586 γινέσθω μηδεὶς, ἐπειγώμεθα δὲ μᾶλλον τοῖς εἰς εὐπείθειαν αὐχήμασι τὰς ἑαυτῶν καταφαιδρύνειν ψυχάς. ἀπρακτήσει γὰρ οὕτω τὰ ἐξ ἀρᾶς, καὶ τοῖς ἐξ ἰδίας ἡμερότητος ἀγαθοῖς ὁ τῶν ὅλων ἡμᾶς καταπιανεῖ ∆εσπότης. 9Καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστή- ριον Κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;9 Πλεῖστοι μὲν ἦσαν κατὰ τὸν νόμον τῶν θυσιῶν οἱ τρόποι. αἱ μὲν γὰρ προσεκομίζοντο κατ' εὐχὴν ἑκούσιον, οἱ δὲ ἦσαν χαριστήριοι, καὶ μὴν καὶ περὶ ἁμαρτίας. δεκαταὶ δὲ αὖ καὶ ἀπαρχαὶ, καὶ ὁ τοῦ διδράχμου δασμὸς, ὡς ἐκ νομικῶν ἐνταλμάτων τοῖς τῶν ἱερέων προσεφέροντο λόγοις. προσά- γοντες τοίνυν εἰς θυσίαν τῷ Θεῷ τὰ ἑκούσια, παρεκόμιζον, ὡς ἔφην, τὰ χωλὰ καὶ τυφλὰ καὶ ἁρπάγματα τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀειλογοῦντες κακὰ, ἄνω τε καὶ κάτω τὴν δῄωσιν ὀνομάζοντες, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐπενηνεγμένην πτωχείαν, καίτοι τοῦ πάντα ἰσχύοντος Θεοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἀσυγκρίτῳ μὲν αὐτοὺς ἡμερότητι κα τευφραίνοντος, ἀπονέμοντος δὲ πλουσίως τὰ, οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν. προσεκόμιζον τοίνυν κατηφεῖς καὶ δεδακρυμένοι, μονονουχὶ τοῖς θύμασιν ἐποιμώζοντες λέγοντές τε τοῖς ἱερουργοῖς Ταῦτά ἐστιν ἐκ κόπων, τουτέστιν, οὐκ ἀμογητὶ προσπεπορισμένα, εὑρημένα δὲ μόλις ὡς ἐξ ἱδρῶτος καὶ πόνου. εἶτα, πῶς ἔτι φησὶν ἄξιον ἐπιβλέψαι με εἰς θυσίαν, ἢ πῶς ἂν ἔτι ποιήσαιμι παραδεκτὸν τὸ ἀπὸ γνώμης οὐκ ἀγαθῆς; θύειν γὰρ ἀκόλουθον ἱλαρῶς, ἑορτάζοντας καὶ εὐφραινομένους. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Παύλου 2.587 φωνῆς ὀρθῶς εἰρημένον τοῖς συναγείρουσι τὰς διακονίας "Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ "ὁ Θεός." Οὐκοῦν εἰ θύοιμεν ἱλαρῶς, ἐποπτεύσει τε καὶ παραδέξεται καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι δέ φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν πατέρων τὴν διαθήκην, διὰ δέ γε τοῦ ὀθνείαις συνάπτεσθαι γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ' οὐδεμιᾷ πολ- λάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ καὶ ἔφασκεν "Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποι- "οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, "καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι." εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστή ριον Κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον. γύναιά τε γὰρ τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ' ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιΐστανται τὸ θυσιαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυῤῥοοῦντες ἀσχέτως. εἶτα πῶς ἄξιον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον "Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- "ματος ἑταίρας·" οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐῤῥῶσθαι μονον- ουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας 2.588 θεσμὸν, ὡς κατ' οὐδένα τρόπον προσκεκρουκὼς προσάγοι τὸ θῦμα. φοβερὸν οὖν ἄρα τὸ ἀνίπτοις ὥσπερ χερσὶν ἱερουργεῖν τῷ Θεῷ. χρῆναι γὰρ ἔγωγέ φημι παντὶ σθένει κεκαθαρμένους κατά γε τὸ ἐφικτὸν τῆς οὕτω σεπτῆς ἅπτε- σθαι λειτουργίας. ἔξω γὰρ ὁ τοιόσδε καὶ ἁπάσης αἰτίας καὶ τῶν ἐξ ὀργῆς εὑρίσκεται κινημάτων. 9Καὶ εἴπατε Ἕνεκα τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου, καὶ οὐκ ἄλλως ἐποίησε, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε Τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός;9 Ἐπαιτιωμένου Θεοῦ τὰ τοιάδε συχνῶς, καὶ ἀναπείθοντος μὲν ἀγαπᾶν τὰς ἐκ γένους, ἀποφοιτᾶν δὲ τῶν ἀλλοτρίων, καὶ ἀπονοσφίζεσθαι γάμων οὓς καὶ αὐτὸς ὁ θεῖος ἀπεκήρυξε νόμος, ἀσυνετοῦντες ἔφασκον Τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός; εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς "Οὐκ ἔσται "ἄγονος οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσραήλ." ἔφη δέ που καὶ πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός "Πληθύνων πληθυνῶ "τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει." οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν, ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ' εἴτ' οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἕνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ 2.589 καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες; ἀλλ' εἴπερ ἕλοισθε τοῦτο λέγειν τό Ἕνεκα τίνος διεμαρτύρατο καὶ προστέταχε μὴ δεῖν ἀποπέμπεσθαι τὴν συνῳκισμένην, ἐρῶ πρὸς τοῦτο κἀγώ Ἐννόησον ὅτι αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου, τουτέστιν, ὁμόσαρκός σοι καὶ κατὰ νόμον συνῳκισμένη καὶ οὐκ ἄλλως αὐτὴν δεδημιούργηκε Θεός. ἔστι δὲ οἶμαι καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ μονονουχὶ Συγκέκραταί πως ὁ ἀνὴρ σαρκικῶς τε καὶ ψυχικῶς τῇ κατὰ νόμον συνηρμοσμένῃ· καὶ ὥσπερ ἓν γεγόνασι σῶμα, οὕτω τρόπον τινὰ καὶ μία ψυχὴ, συνδεούσης αὐτοὺς ἀγάπης καὶ νόμου θείου συλλέγοντος εἰς ὁμοψυχίαν. ὑπόλειμμα τοίνυν πνεύματος τοῦ ἀνδρὸς τὴν γυναῖκα καλεῖ, καὶ οἱονεὶ μέρος τῆς αὐτοῦ ψυχῆς, διά τε τὴν ἕνωσιν, τὴν ὡς ἔν γε φημὶ τῇ κατὰ τὴν ἀγάπην ὁμοψυχίᾳ. μὴ τοίνυν πέρα τοῦ πρέποντος ἰόντες λόγου καταιτιᾶσθε Θεὸν, ὡς τάχα που καὶ ἀδίκως ἐπιπλήττοντα τοῖς ἀποπέμπουσι τῆς ἑστίας γυναῖκα νεότητος καὶ διαθήκης καὶ πνεύματος κοινωνὸν καὶ ἑνωθεῖσαν σαρκικῶς. οἶμαι δὲ ἔγωγε τὸν σοφώτατον Παῦλον κεκινημένον ἐντεῦθεν ἐπιστεῖλαι τοῖς πεπιστευκόσιν εἰς Χριστόν "∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν." ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτήρ "Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα "αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· "καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται." ἐρομένοις δὲ τοῖς Σαδδουκαίοις καὶ φιλοζητηταῖς Ἀνθ' ὅτου "Μωυσῆς "ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου" καὶ ἀπαλλάττεσθαι γυναικός; ἔφη πάλιν "Ὅτι Μωυσῆς πρὸς τὴν σκληρο- "καρδίαν ὑμῶν ἐνετείλατο· ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· "ὁ γὰρ πλάσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. ὃ οὖν "ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω." 2.590 9Καὶ φυλάσσεσθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός 2.590 σου μὴ ἐγκαταλίπῃς· ἀλλ' ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος Παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματα ὑμῶν, λέγει Κύριος· καὶ φυλάξεσθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε τὴν συνθήκην.9 Τοῦ νόμου σαφῶς καὶ ἀναφανδὸν διαγορεύοντος, ἐξεῖναι τοῖς ἐθέλουσι προσρίπτειν ταῖς συνηρμοσμέναις βιβλίον ἀποστασίου, καὶ ἀνεγκλήτως ἀπαλλάττεσθαι τῆς συνῳ κισμένης, ἐδόκει πως ἀντιφέρεσθαι τοῖς πάλαι τεθεσπισ- μένοις τὰ διὰ τῆς τοῦ Προφήτου φωνῆς, ἄγοντος ὑπὸ δίκην, καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοί- νυν διὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. ἀλλ' εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ κατα- λεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν. Ἐὰν δὲ μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, καλύψειέ τις ἀσέβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περι- 2.591 γένοιτο τῶν σῶν ἐνθυμημάτων ἀσεβὴς καὶ βέβηλος ἡδονὴ, καὶ πρόφασις μὲν εἰκαία τὸ μισῆσαί ἐστιν, εὑρίσκῃ δὲ τῆς ἑτέρων ὥρας ἡττώμενος, καὶ γυναίοις ὀθνείοις προσκεῖσθαι θέλων, φύλαξαι, μὴ ἐγκαταλίπῃς, ἢ ἐπάρατος ἔσῃ πάντη τε καὶ πάντως· ἔφην γὰρ ὅτι "Ἐξολοθρεύσει Κύριος τὸν "ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ "σκηνωμάτων Ἰακὼβ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ "Παντοκράτορι." Καὶ ταυτὶ μὲν ὅσον εἰς ἐμφανῆ τε καὶ πρόχειρον λόγον· παραφυλακτέον δὲ καὶ τοῖς διὰ. πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, μὴ ἄρα πως ἀπενεχθεῖεν, ὡς πρὸς γυναῖκας ἀπηχ θημένας Θεῷ καὶ ἀλλογενεῖς, εἰς τὰς βεβήλους αἱρέσεις. ἀπόχρη γὰρ αὐτοῖς εἰς καρποφορίαν πνευματικὴν τῶν τῆς Ἐκκλησίας διδασκάλων ἡ καθαρά τε καὶ ἄμωμος παιδαγωγία, μονονουχὶ δὲ καὶ τέκνων αὐτοὺς εὐγενῶν ἀποφαίνει πατέρας τίκτοντας νοητῶς ἐξ ἀγαθῆς καρδίας τὰ τῆς εἰς Θεὸν ἀγάπης αὐχήματα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.

Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;9 Φθάσας ἔφην, ὡς οὐ καθ' ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκή πτων ἔφασκε "Καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ "καὶ τὰ ἐνοχλούμενα," προσεπῆγεν δὲ τούτοις "Καὶ ἐλαμ- "βάνετε πρόσωπα ἐν νόμῳ." τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι' αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ' ἑτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- 2.593 σύνης τιμαῖς κατακεχρημένοι, καὶ τῶν ὑπὸ χεῖρα κατεπαιρό- μενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδι- κίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν. οὐ γὰρ ἦν τις ἐπ' αὐτοῖς ἐπίπληξις παρὰ Θεοῦ, καὶ τὰ ἐξ ὀργῆς ἔσθ' ὅτε συμβαίνοντα τοῖς εἰωθόσι καταφρονεῖν· ἦσαν δὲ μᾶλλον ἐν εὐπαθείαις καὶ τρυφαῖς. πρὸς δὴ τὰ τοιαῦτα δεδυσφορηκότες, καὶ τὴν ἀσύγκριτον ἡμερότητα τοῦ Θεοῦ τάχα που λοιπὸν εἰς νοῦν ἔχειν οὐκ ἀνεχόμενοι, μονονουχὶ καὶ κατακεκράγασιν ἐκ μικροψυχίας λέγοντες Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον αὐτοῦ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, τουτέστι, τάχα που καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ὁ τῶν πονηρῶν ἐργάτης· ἐφήδεται δὲ τοῖς οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένοις. εἰ γὰρ μὴ τοῦτο, φασὶν, ἀληθὲς, ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; ἔδει γὰρ ἔδει τῆς δικαιοσύνης τὸν πρύτανιν μὴ τοσοῦτον ἀνεξικακῆσαι πλεονεκτοῦσιν ἱερουργοῖς, καὶ καταμιαίνουσι τὸ θυσιαστήριον, ἄδικά τε καὶ ἀνόσια καὶ τὰ ἔξω νόμου δρᾶν ὅτι μάλιστα διεσπου- δακόσι. καὶ ταυτὶ μὲν εἶεν ἂν τῆς ἐπισυμβάσης αὐτοῖς μικροψυχίας ἐγκλήματα. ἰστέον δὲ ὅτι, κατά γε τὴν τῶν προκειμένων δύναμιν, παροτρύνουσι τὸν Θεὸν οἱ ταῖς οὕτως ἀπαιδεύτοις κεχρημένοι φωναῖς. μονονουχὶ γὰρ καὶ ἐπιτιμᾶν ἐγνώκασιν ἀνεξικακοῦντι Θεῷ, περιμένοντί τε, καὶ μάλα χρηστῶς, τῶν πεπλανημένων τὴν ἐπιστροφὴν καὶ τῶν εἰς ἁμαρτίαν ὠλισθηκότων τὴν εἰς τὰ ἀμείνω μεταστροφήν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ὀκνοῦσί τε καὶ ἀνα- δυομένοις ἔτι τὴν μετάγνωσιν ἐπετίμα λέγων "Ἢ τοῦ "πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς "μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ "Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά 2.594 "σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν "ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ "Θεοῦ." οὐκοῦν προσκρούουσι μὲν πάντη τε καὶ πάντως οἱ ταῖς οὕτω ψυχραῖς ὀλιγοψυχίαις ἡττώμενοι καὶ ἀχάλινον ἐπὶ Θεῷ τὴν γλῶτταν ἀνέντες, ἔνοχοι δὲ πλημμελείας εἶεν ἂν οἱ τῆς ἀῤῥωστίας αὐτοῖς διδόντες τὰς ἀφορμάς. Χρὴ οὖν ἄρα διαζῆν ἁγίως καὶ ὀρθοποδεῖν ἐν Ἐκκλησίᾳ τοὺς ἀπολέκτους ἱερουργοὺς, ἤτοι τοὺς κεκλημένους εἰς ἱερω- σύνην. ἔσονται γὰρ οὕτως εἰς ὑποτύπωσιν εὐκοσμίας καὶ ἁπάσης ἀρετῆς τοῖς ὑπὸ χεῖρα λαοῖς, οἳ καὶ τὸν τῶν ὅλων καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον "Λαμψάτω "τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ "καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν "ἐν τοῖς οὐρανοῖς." ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ᾑρημένους ὡς ἀρέσκει Θεῷ. 9Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε.9 Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκει- 2.595 μένης ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος. γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ "δικαιοσύνη "τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις," καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι' αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι' αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελῶ τὸν ἄγ- γελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου Βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός "Οὗτός "ἐστι περὶ οὗ γέγραπται Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν "μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου "ἔμπροσθέν σου." οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐσήμηνε λέγων "Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ "̔Ετοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους "τοῦ Θεοῦ ἡμῶν." οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμη- κότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου, Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· διϊσχυρίζεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται "δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω "τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· ἐκεῖνος ὑμᾶς βαπτίσει "ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί." συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβά- διζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος. 2.596 ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ' ἡμᾶς· ἀλλ' ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύτ- τειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἄγγελου ἔσται σημαντική. Ἥξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἢ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῷ πόλιν, δῆλον δὲ ὅτι τὴν Ἱερου σαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάῤῥησιν πολυτρόπως τερατουργῶν, "κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ "θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ," καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, λέγοντες ἐκ μικροψυχίας "Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- "σύνης;" ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που πρὸς τὸν ἱεροφάντην Μωυσέα "Προφήτην αὐτοῖς ἀνα- "στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς "λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ "πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." ὅτι δὲ καινῆς διαθήκης ἄγ- γελος ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ "Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμενην δόλῳ καὶ "ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ "ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς "καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται 2.597 "τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος," δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν "Ἀπ' "ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι "ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω." οὐ γὰρ ἦν ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ' ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι' Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτόν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ ∆αυείδ "Ἐξηρεύξατο ἡ καρδία μου λόγον "ἀγαθόν." 9Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;9 Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς Ἡσαΐου "̓Ισχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, "παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ "φοβεῖσθε· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- "χίων μετὰ κυρείας." ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ' ἂν γένοιτο τοῖς ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμ- φανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων "Ὁ Θεὸς 2.598 "ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." "Γέγονε γὰρ σὰρξ ὁ Λόγος," καθά φησιν ὁ θεσπέσιος Ἰω- άννης, "καὶ ἐσκήνωσεν ἐν ἡμῖν," καὶ ἐν δούλου γέγονε μορφῇ. καὶ "τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ" φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ αὐτοῦ καὶ ὁ Θεὸς καὶ Πατήρ "Ἰδοὺ συνήσει ὁ παῖς μου ὁ "ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, "οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντε- "θλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει· "ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν." πλὴν τοῖς ἀτιμάζουσι τὴν δι' αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε ταῖς Ἰουδαίων ἀγέλαις "Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ "πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀπο "θανεῖσθε." ἔφη δέ που καὶ ὁ Ἰωάννης "Ὁ πιστεύων εἰς "αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι "μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ." προσ εφώνει δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ "Ἤδη δὲ καὶ ἡ "ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον "μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλ- "λεται." οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰσόδου καὶ τῆς ὀπτασίας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς σφῶν διολλύντες ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπο- μενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ 2.599 ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι' ἧς ἂν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς ἀπονοίας ἀποτιεῖ δίκας. 9∆ιότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον, καὶ καθαριεῖ τοὺς υἱοὺς Λευὶ καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.9 Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόῤῥητον δὲ μυστηρίου δήλωσιν εἰσκο- μίσειεν ἂν τοῖς νουνεχεστέροις. ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύ- ματος χάρις, καθ' ἣν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτε- λεῖσθαι τῷ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾷ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τιμὴν κατεσκευασμένα, οἰκίᾳ τε τῇ μεγάλῃ χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου 2.600 "ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν "ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι "̔Αγίῳ καὶ πυρί." μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος Χρι- στοῦ "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη "ἀνήφθη;" οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος Ἰσραὴλ τῆς τῶν Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι' ἐκείνους παροτρύνοντες διετέ- λουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα καὶ ἀποτολμῶντες λέγειν "Πᾶς ποιῶν πονηρὸν, καλὸν "ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ "ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;" προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ λελαμ- πρυσμένους. Τοιοῦτοι γὰρ ὡς ἐπίπαν τῆς Ἐκκλησίας οἱ λειτουργοὶ, οἷς ἂν ἁρμόσειε, καὶ μάλα εἰκότως, ἐκεῖνο εἰπεῖν τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς "ὡς πυροῦται τὸ ἀργύριον." φόρημα μὲν γὰρ τοῖς ἐξ Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμ- πρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Χριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας "Τοὺς ἱερεῖς αὐτῆς "ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- "λιάσονται." σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων τῶν πεπιστευκότων "Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- "σθητε, Χριστὸν ἐνεδύσασθε." 2.601 9Καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίας ἐν δικαιοσύνῃ· καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.9 Ἀνακείσονταί φησι τῷ Θεῷ· τοῦτο γὰρ οἶμαί ἐστι τό Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῇ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ "Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες "μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι "καὶ ἐγερθέντι." καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν "Χριστῷ συνεσταύ- "ρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ "νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ "ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ." ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ "τὰ ἐπίγεια φρο- "νοῦντες," οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν "Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, "ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται." πρόσιμεν γὰρ οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι' αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομί- ζομεν τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, 2.602 καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετά- ληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. γέγραπται γὰρ ὅτι "Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων "πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης." εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ὁ τῶν ὅλων Θεός. Ἔφη τοίνυν περὶ τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἱερουρ- γίαν, ὡς ἀμείνους ἔσονται τῶν πρώτων, οὐ μηλοσφαγοῦντες κατ' ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ' ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαρά- δεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἁβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, "καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος "ἐκλήθη Θεοῦ." οὕτω καὶ Νῶε "κατεσκεύασε τὴν κιβωτὸν "εἰς σωτήριαν τοῦ οἴκου αὐτοῦ," καθὰ γέγραπται. οὐκοῦν ἀρέσει φησὶν ἡ θυσία τοῦ Ἰούδα, τουτέστι, τοῦ λαοῦ τοῦ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς Ἱερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς 2.603 Ἐκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρας τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι' ὑπακοῆς καὶ πίστεως. ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς. 9Καὶ προσελεύσομαι πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος Παντοκράτωρ.9 Κατὰ σκοπὸν τῶν πραγμάτων πρόεισι δὴ πάλιν κἀν τούτοις ἡμῖν ὁ λόγος. ἔφασκον μὲν γὰρ ἀμαθαίνοντες οἱ ἐξ Ἰσραήλ "Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, "καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς "δικαιοσύνης;" καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερουργῶν καὶ μέντοι τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγ- χειρημάτων ᾔεσαν, ἐφαίνετο δὲ καὶ πέρα μέτρου ἀνεξικα κήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικρο- ψυχίας ἠρεύγοντο λόγους. ἀλλ' ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, 2.604 μεταπλάττοντος αὐτοὺς εἰς καινότητα ζωῆς τοῦ Χριστοῦ, καὶ μετατιθέντος εἰς εὐκοσμίαν καὶ εἰς εὐκλεᾶ πολιτείαν καὶ ζωὴν, διαμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοὺς τῆς φαυλότητος ἐπιτηδευτὰς οὐκ ἂν ἀποδέξοιτο τότε, οὐδ' ἂν ἀξιώσειεν ἐπαίνων τε καὶ λόγου· κρινεῖ δὲ μᾶλλον αὐτοὺς, καὶ τῶν ἐκτόπως βεβιωμένων ἐξαιτήσει δίκας, διατρανοῖ λέγων Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, τουτέστιν ὡς κριτὴς προσε νεχθήσομαι, καὶ ἔσομαι μάρτυς ταχὺς, αὐτόμολος δηλονότι καὶ ὑπ' οὐδενὸς κεκλημένος. καταψηφιοῦμαι γὰρ τῶν πονη- ρῶν τὴν δίκην. καὶ τὸ μὲν ἐπ' αὐτοὺς ἐξοίσω τὸ κρῖμα· οὐχ ἑτέρου τινὸς τὰ ἐν αὐτοῖς ἐκκαλύπτοντος, ἀλλ' εἰδὼς ὡς Θεὸς τὰ ἀφανῆ τε καὶ κεκρυμμένα, καὶ διὰ τοῦ συνειδότος καταμαρτυρῶν ἑκάστου τῶν ἡμαρτηκότων. ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος, παραστήσεσθαι κατὰ καιροὺς τῷ Κριτῇ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, "μεταξὺ ἀλλήλων τῶν "λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ "ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ "εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ." Ἄθρει δὲ ὅπως τούς τε τὰ κρυπτὰ καὶ ἐμφανῆ πεπλημ- μεληκότας παρενεχθήσεσθαί φησιν εἰς κρίσιν. πρώτας μὲν γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς; ἢ πῶς ἂν ἕλοιτο μοι- χαλὶς ὁρᾶσθαι πρός τινος; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους ἀπελέγξει λέγων ὁ μακάριος ∆αυείδ "Σύνετε δὴ ἄφρονες "ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε; ὁ φυτεύσας τὸ "οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ "κατανοεῖ;" ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ' 2.605 ἐκεῖνα μὲν τὰ λεληθότως καὶ ὡς ἐν σκότει δρώμενα· προσεπάγει γεμὴν αὐτοῖς καὶ τὰ ἐμφανῆ, τὸ ἀποστερῆσαι μισθόν φημι μισθωτοῦ, πλεονεξίαν τε καὶ καταδυναστείαν, ἣν ἂν ποιοῖντό τινες κατὰ τῶν ἀσθενεστέρων, χηρῶν δὴ λέγω καὶ ὀρφανῶν. προστίθησι δὲ τούτοις καὶ τοὺς δια- στρέφοντας τὰ ὀρθὰ τῶν κριμάτων καὶ τοὺς μὴ φοβουμένους αὐτόν. οὗτοι δ' ἂν εἶεν καὶ οἱ καθ' ἕτερόν τινα τρόπον παρά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους λυποῦντες τὸν Θεόν. ἔσομαι τοίνυν φησὶ κριτὴς καὶ μάρτυς ταχὺς καὶ αὐτόμολος ἐπὶ φαρμακοὺς καὶ μοιχαλίδας, καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτάς. εἰκὸς δὲ δὴ τὰ τοιάδε κατ' ἐκεῖνο καιροῦ τολμᾶσθαι παρά τισι, καὶ ἐπ' αὐτοῖς γίνεσθαι κατὰ Θεοῦ τὴν τῶν πολλῶν γλωσσαλγίαν. ∆εῖ δὴ οὖν ἄρα παντὶ σθένει παραιτεῖσθαι τὰ πονηρὰ, καὶ τοῖς ἀμείνοσιν ἐπιτρέχειν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὰ δι' ὧν ἂν γένοιτό τις ἐπαίνου παντὸς καὶ ἐπιεικείας ἔμπλεως. ἀμοιρήσει γὰρ οὕτω καὶ τῶν ἐκ θείας ὀργῆς ἐποισθησομένων τοῖς εἰωθόσι πλημμελεῖν, ἔσται δὲ εἴσω καὶ γερῶν καὶ δόξης, ὧν ἂν ἐπιδοίη Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 9∆ιότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς υἱοὶ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἁμαρτιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε.9 Ἐξίστησι πάλιν αὐτοὺς ἀνοσίων ἐννοιῶν καὶ προσέτι ῥημάτων. τὸ γὰρ οἴεσθαί πως, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς 2.606 τῆς φαυλότητος ἐραστὰς, πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, καὶ τῆς ἀνωτάτω δυσσεβείας μεμεστωμένον; ὅταν τοίνυν ὑπὸ κρίσιν ἴδητε καλουμένους, φησὶ, τάς τε παρ' ὑμῖν φαρμακοὺς, ἤγουν ἐπῳδούς· γύναια δὲ πάντως ψιθυρά τε καὶ βωμολόχα ταυτί· καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτὰς, τότε, φησὶν, ἐπιγνώσεσθε διὰ πραγμάτων αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ πάλαι τε καὶ νῦν ἀγαθός τε ὁμοῦ καὶ φιλάρετος. οὐ γὰρ οἶδα τροπὴν ἢ ἀλλοίωσιν. ἀλλ' ἐγὼ μέν εἰμι διαπαντὸς καὶ ἀμεταστά- τως τοῦθ' ὅπερ εἰμί· ὑμεῖς δὲ, φησὶ, καίτοι γεγονότες ἐξ Ἰακὼβ, ἀνδρὸς φιλοθέου καὶ ἀγαθοῦ καὶ μεμισηκότος ἀεὶ τὸ ἐξήνιον, καὶ Θεῷ δουλεύοντος, οὐ τῶν ἐκείνου τρόπων γεγόνατε ζηλωταί· μεμίμησθε δὲ μᾶλλον τῶν καθ' ὑμᾶς πατέρων τὸ ἀπειθὲς καὶ δυσάγωγον, οἳ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπῴχοντο μὲν αἰχμάλωτοι, τὴν ἐνεγκοῦσαν ἀφέντες, δεδουλεύκασι δὲ τοῖς ᾑρηκόσιν ἐχθροῖς. ἐξεκλίνατε δὲ καὶ ὑμεῖς ἐκ τῶν ἐμῶν νομίμων καὶ οὐκ ἐφυλάξασθε. οὐκοῦν ὁ μὲν Θεὸς ἄτρεπτος ἀεὶ, καὶ οἱονεὶ πεπηγὼς εἰς τὸ ἀγαθὸν, καὶ ἀκράδαντος εἰς δικαιοσύνην· οἱ δὲ γεγόνασι μονονουχὶ τὸ ἄτρεπτον ἐν κακίᾳ τετηρηκότες, καὶ τῆς τῶν πατέρων ἀνοσιότητος ἄριστοι μιμηταί. Τοῦτό που καὶ ὁ Χριστὸς εὑρίσκεται λέγων. ταλανίζει μὲν γὰρ εἰκότως τὸ τῶν ἀπαιδεύτων γραμματέων καὶ Φαρισαίων ἐργαστήριον. ἔφη δὲ οὕτως "Οὐαὶ ὑμῖν γραμ- "ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς "τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν "δικαίων, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων "ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν "προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν "φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ 2.607 "μέτρον τῶν πατέρων ὑμῶν." οὐκοῦν ἀναγκαῖον ἡμᾶς, εἴπερ ἐσμὲν ἀληθῶς ἀρτίφρονες, καὶ ἐν νῷ τῷ καθεστηκότι, ζηλοῦν ὅτι μάλιστα τοὺς τῶν πατέρων δοκιμωτάτους, ἀπο σείεσθαι δὲ τῶν μὴ ἀγαθῶν τὴν μίμησιν. ἢ εἰ μὴ τοῦτο δρᾶν ἕλοιτό τις, ἕποιτο γεμὴν ἁπλῶς καὶ ἀβασανίστως τοῖς ἐν χρόνῳ προειληφόσιν, ἔσται δὴ πάντως προσεοικὼς τοῖς Ἑλλήνων παισὶν, οὓς εἴπερ τις καταμωμήσαιτο ὅτι, μεθέντες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὸν φύσει Θεὸν καταλελοιπότες, προσκυνοῦσι λίθοις, τὴν τῶν ἰδίων πατέρων ἀειλογοῦσι συνήθειαν. 9Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος Παντοκράτωρ. καὶ εἴπατε Ἐν τίνι ἐπιστρέψομεν; εἰ πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ ἀπαρ- χαὶ μεθ' ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε εἰς αὐτὰ, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε. τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.9 Ἀποστήσας εὖ μάλα τῆς καθ' ἑαυτοῦ γλωσσαλγίας, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρε- πούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς 2.608 ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἔστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας κιβδηλεύοντες χάριν, καί σφισιν αὐτοῖς ἐπιφημίζοντες ἀμαθῶς τὸ τῆς καθαρότητος ὄνομα. καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν, ὅτι τὸ οἴεσθαί τε καὶ χρῆναι λέγειν εἶναι καθαροὺς ἀκαθαρσίας αὐτοῖς τῆς ἐσχάτης ἐπίκλημα φέρει; γέγραπται γὰρ ὅτι "Λέγε σὺ "τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς·" ψάλλει δέ που καὶ ὁ θεῖος ἡμῖν ∆αυείδ "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, "καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός." "Καθα- "ρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου," κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τοῖς οὕτως ἠῤῥωστηκόσι τὸ ἄναλκι, τῶν ἐκ μετανοίας ἀγαθῶν καὶ τῆς ἄνωθεν ἡμερότητος διανιζούσης εὖ μάλα τὸν μεμολυσμένον, καὶ δικαιούσης τὸν ἀσεβῆ. καλεῖ τοι- γαροῦν εἰς μετάγνωσιν ἐξ ἡμερότητος τοὺς ἡμαρτηκότας. Ἐρομένοις δὲ αὖ, καὶ ἀναμαθεῖν ἐθέλουσι τῆς πλημμελείας τὸν τρόπον, Εἰ πτερνιεῖ φησιν ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; τὸ δὲ πτερνίζειν ἐστὶ τὸ συναρπάζειν, ἢ φενακίζειν, οἴεσθαί τε λαθεῖν ψευδομένους τυχὸν, ἢ καὶ δρῶν- τάς τινα τῶν ἐκτοπωτάτων. καὶ γοῦν ἐνεκότει μὲν ὁ Ἡσαῦ τῷ Ἰακὼβ, τοῦ δὲ φονᾶν τὴν πρόφασιν ἐξηγούμενος ἔφασκεν "̓Επτέρνισε γάρ με τοῦτο ἤδη δεύτερον, τά τε πρωτοτόκιά "μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου." ἆρ' οὖν περιέσται, φησὶν, ἄνθρωπος Θεοῦ, ἤγουν συναρπάσει τὸν πάντα εἰδότα; τί τοίνυν ὑμεῖς ἐμὲ πτερνίζετε; Χρῆναι δὲ ὑπολαμβάνω πρὸς ἀκριβῆ διασάφησιν τῶν προκειμένων ἡμῖν ἐννοιῶν ὀλίγα ἄττα καὶ νῦν εἰπεῖν, ἃ καὶ ἐν τοῖς τοῦ Ἕσδρα γέγραπται βιβλίοις. ἐπειδὴ γὰρ ἐπανῆκον 2.609 εἰς τὴν Ἰουδαίαν τὴν Βαβυλωνίων ἀφέντες γῆν οἱ ἐξ Ἰσραὴλ, κατῳκήκασι μὲν ἐν τοῖς Ἱεροσολύμοις· ἐγήγερτο δὲ καὶ ὁ θεῖος ναὸς, καὶ ἦν ἐν κόσμῳ λοιπὸν τὰ τῶν ἱερέων τάγματα, ᾠδοὶ καὶ ἱεροψάλται καὶ οἱ τοῖς πυλῶσιν ἐφεστηκότες. εἶτα τί τὸ μετὰ τοῦτο; ῥᾴθυμοι γεγόνασιν οἱ λελυτρωμένοι περί γε τὸ δεῖν τῶν θείων ἀντέχεσθαι θεσπισμάτων. οὐ γὰρ τετηρήκασι τὸν νόμον, λελόγιστο δὲ παρ' οὐδὲν αὐτοῖς τῆς θείας ἐντολῆς ἡ παράβασις. καὶ παρεκόμιζον μὲν εἰς θυσίαν μόλις καὶ ὀκνηρῶς τὰ τυφλὰ καὶ ἁρπάγματα καὶ χωλὰ καὶ τὰ ἐνοχλούμενα. εἶτα κείραντες ἐν ἀγροῖς ἐν ὥρᾳ τὸν ἄσταχυν καὶ μὴν καὶ τὰ ἕτερα τῶν σπερμάτων, ἀποτρυ- γῶντες δὲ καὶ ἀμπέλους, καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἐκθλίβοντες, οὐ δεκάτας προσῆγον, καὶ τὰς κατὰ νόμον ἀπαρχὰς, ἵν' ἔχοντα τὴν αὐτάρκειαν τὰ τῶν ἱερέων τάγματα, προσιζήσειαν μὲν ἀπερισπάστως ταῖς εἰς Θεὸν λατρείαις, προσμείνωσι δὲ ταῖς ἐκ νόμου τεταγμέναις αὐτοῖς λειτ- ουργίαις. Οὐδενὸς τοιγαροῦν προσκεκομισμένου, διεσκεδάσθησαν μὲν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ, ἔρημός τε οὕτως ἀπομεμένηκεν ὁ ναὸς, οὐ θυσίας τελουμένης, οὐχ ἑτέρου τινὸς δρωμένου τῶν εἰς δόξαν τελούντων Θεοῦ. διεφθείρετο δὴ οὖν ἅπαντα λοιπὸν τὰ ἐν ἀγροῖς, λιμῷ τε κατεπιέζοντο, καὶ δὴ καὶ εἰς τοῦτο κατώλισθον ἀνάγκης τε καὶ ἀπορίας, ὡς καὶ αὐτὰ βούλεσθαι τοῖς ἔχουσι τροφὰς ἀπεμπολῆσαι τὰ τέκνα, μέχρις ἂν Ἕσδρας εἰς αἴσθησιν κεκλημένος τῆς θείας ὀργῆς, ἐπέσκηψε περὶ τούτων τοῖς ἡγουμένοις τοῦ Ἰσραήλ· προσεκόμισάν τε οὕτω μόλις δεκάτας καὶ ἀπαρ- χὰς, καὶ λοιπὸν εἰσέδραμον οἱ ἱερουργοὶ, ἔστησάν τε τὰ συνήθη δρῶντες ἐν τῷ ναῷ. διὰ τί τοίνυν, φησὶν, ὑμεῖς 2.610 ἐμὲ πτερνίζετε; τὸ ἔτος συνετελέσθη, συνήχθησαν οἱ καρποὶ, καὶ παρ' ὑμῖν ἔτι τὰ ἐπιδέκατα καὶ αἱ κατὰ νόμους ἀπαρχαί. Καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται φησὶν ἡ διαρπαγὴ αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι Συνεκομίσασθε μὲν ἐξ ἀγρῶν ἐν τοῖς οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ' ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα. Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἂν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ' εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρή- σομεν, οὔτ' ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα. 9Ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος Παντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι· καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν ἀγρῷ, λέγει Κύριος Παντοκράτωρ. καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος Παντοκράτωρ.9 2.611 Πάλιν ἀνίησιν ἐγκλημάτων, καὶ ἀπαλλάττει μὲν ἁπάσης αὐτοὺς αἰτίας, ὑπισχνεῖται δὲ χρηστῶς καὶ ἀμνησικάκως χαριεῖσθαι τὰ κατ' εὐχὴν, καὶ ταῖς ἐπέκεινα λόγου κατευ φραίνειν φιλοτιμίαις. βούλεται δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρπο- φορεῖν ὀνησιφόρον. καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφι- λαφῆ δὲ νεῖμαι τὴν εὐλογίαν, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ' ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγ- μένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν εὐκαρπίαν καὶ γονιμότητα. Οὐκοῦν εἴτις ἔχοι σπλάγχνα οἰκτιρμοῦ, τοιούτῳ δὴ πάντως περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμ- μένον, καὶ οὐκ ἔσται κατ' ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ἀνού- στατον πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτὴρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε "Τί "ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδο- "μήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ "κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου." σκεπτο- μένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός "Ἄφρον, φησὶ, "ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ 2.612 "ἡτοίμασας, τίνι ἔσται;" οὐκοῦν, ὡς ἔφην, εὐλογίας ἔμ- πλεως ὁ κοινωνικός· ὁ τοιοῦτος ἕξει καὶ νοητοὺς ὑετοὺς κατάρδοντας τὴν καρδίαν, καὶ ἱκανῶς κατευφραίνοντας, καὶ τοὺς τῆς εὐσεβείας ἐκδώσει καρποὺς, ἄλλοτε ἄλλως, καὶ οἱονεί πως διεσταλμένους, τοῦτο μὲν ἀγάπῃ, τοῦτο δὲ χρη- στότητι καὶ φιλαλληλίᾳ, ἀνδρείᾳ τε καὶ ὑπομονῇ διαπρέπων· ἔσται δὲ οἷά τις εὔκαρπος καὶ γονιμωτάτη γῆ, λαμπρός τε καὶ διαβόητος καὶ τρισμακάριος ἀληθῶς. "Αἱρετὸν γὰρ "ὄνομα καλὸν ἢ πλοῦτος πολὺς," καθὰ γέγραπται. 9Ἐβαρυνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; καὶ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.9 Ὅτε τινὰς τῶν γνωρίμων ὠλισθηκότας εἰς ἁμαρτίαν ἐπανορθοῦν ἐθέλῃ Θεὸς, παρακομίζει μὲν εἰς μέσον τὰ διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ' αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ' ἑτέρῳ τινὶ τοὺς ἐξ Ἰσραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ καὶ τοῖς μετ' αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ ἡμῶν συμβέβηκε τυπικῶς "Ταῦτα γέγραπται πρὸς νουθε- 2.613 "σίαν ἡμῶν," καθά φησιν ὁ σοφώτατος Παῦλος. αἰτιᾶται τοίνυν ἀθυροστομοῦντας αὐτοὺς, καὶ παλιμφήμοις ῥήμασι καταλυπεῖν ᾑρημένους. ἐβαρύνατε γάρ φησιν ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν. καὶ ποῖος ἦν ἄρα τῆς καταλαλιᾶς ὁ τρόπος; εἴπατέ φησι Μάταιος ὁ δουλεύων Θεῷ, καὶ ὅτι τὸ περιττὸν οὐδὲν ἐν τῷ βούλεσθαι τηρεῖν τὰ φυλάγματα αὐτοῦ, τουτ- έστι τὰ διὰ νόμου θεσπίσματα. εἰκαῖόν ἐστι πρὸς τούτῳ, φατὲ, καὶ τὸ ἱκετεύειν αὐτὸν, τουτέστι τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε προσάγειν λιτάς. Καὶ ἀληθὴς μὲν πάντως ὁ τῶν ὅλων Θεὸς, εἰ ταυτί τε λέγοι καὶ καταιτιῷτο τοὺς ἐξ Ἰσραήλ. τίς δὲ δὴ τοῖς πεφλυαρηκόσιν ἡ τῆς ἁμαρτοεπείας πρόφασις, ἀναγκαῖον εἰπεῖν. μυρία μὲν γὰρ τὴν γῆν κατεβόσκετο γένη· ἀλλ' ἐκ πάντων ἓν τὸ ἐξ Ἰσραὴλ ἐπελέξατο ὁ Θεὸς, ὠνόμασται δὲ μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυ- πτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμ μέτρου πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων. ἐπειδὴ δὲ κέκληνται 2.614 πάλιν εἰς τὴν Ἰουδαίαν, Θεοῦ κατοικτείροντος, ἀνετείχισάν τε τὴν πόλιν, καὶ ἀνεδείμαντο τὸν νεὼν, πάλιν ἐτράποντο πρὸς τὸ ῥᾴθυμον, οὐ πληροῦντες τὰς εὐχὰς, οὐχ ἑπόμενοι τοῖς διὰ νόμου θεσπίσμασι, οὐ προσάγοντες δεκάτας ἢ ἀπαρχάς· ἀλλ' ὀκνηροὶ καὶ μόλις ἐπὶ τὸ θύειν ἐρχόμενοι, καὶ κατασφά- ζοντες τὰ χωλὰ, τὰ τυφλὰ, καὶ τὰ ἐνοχλούμενα, καὶ ταῦτα δρῶντας ἐκτόπως, οὐδὲν ἧττον ἐπαίδευε Θεὸς λιμῷ τε καὶ ἀκαρπίᾳ. οἱ δὲ, καίτοι δέον, εἴπερ ἦσαν ἀγαθοὶ καὶ τῶν συμφερόντων ἐπιστήμονες, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς θεραπεύειν λελυπημένον τὸν τῶν ὅλων Θεὸν, ἀσύνετον ἐποιοῦντο τὴν καταβοήν. ἐπειδὴ γὰρ ἑώρων τὰ περίοικα τῶν ἐθνῶν, καίτοι Θεὸν οὐκ εἰδότα, προσκυνοῦντα δὲ μᾶλλον τοῖς γλυπτοῖς, καὶ τὴν ἐσχάτην νοσοῦντα πλάνησιν, ἐν εὐπαθείᾳ ὄντα καὶ τρυφαῖς, ἔφασκον ἀσυνέτως Μάταιος ὁ δουλεύων Θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα αὐτοῦ; ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ νομοφύλακες ἐν ἀφορίαις ἐσμὲν καὶ πληγαῖς, ᾠχόμεθα δὲ καὶ αἰχμάλωτοι, καίτοι προσπίπτοντες ἀεὶ καὶ ἱκέται γινόμενοι τῷ Κυρίῳ παντο- κράτορι· οἱ δὲ τῶν τοιούτων δρῶντες οὐδὲν, οὐ πληγὴν ἔχουσιν, οὐ πόνον. οὐκοῦν μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώ- θησαν. ἀντιπράττουσι γὰρ κατὰ ἀλήθειαν τῇ τοῦ Θεοῦ δόξῃ κατὰ πολλοὺς τρόπους οἱ πλανώμενοι, καὶ τοῖς χωνευταῖς προσάγοντες τὰς θυσίας καὶ "τῷ ξύλῳ λέγοντες Θεός μου "εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με." ταῦτά φησι κατε- λάλησαν οἱ φοβούμενοι τὸν Κύριον. δυσφημία δὲ πάλιν τὸ ἔγκλημα, καὶ τῶν ἐσχάτων ἀῤῥωστημάτων ἀπόδειξις ἐναρ γής. νοσούσης γὰρ διανοίας οἱ λόγοι, καὶ μεθύοντος νοῦ θεοστυγὲς ἀπόβρασμα τὸ φάναι τι κατὰ Θεοῦ. ὅτι δὲ τῶν 2.615 τοιούτων ἐπακροᾶται λόγων οἷον οὐ παρέργως, ἀλλ' ἐν σπουδῇ, πεπληροφόρηκεν εἰπών Καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν· "Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, "καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς." εἰ δὲ δή που τις γένοιτο κατὰ τῆς θείας αὐτοῦ δόξης λόγος, οὗτος ἔσται βαρὺς καὶ οἷον ἀφόρητος, καίτοι λίαν ἀνεξικακεῖν εἰωθότι· ταύτῃτοι καὶ ἔφασκεν Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν. ∆εῖ δὴ οὖν ἄρα, κἂν ὦμεν ἐν πόνοις, χρησίμως ἡμᾶς παι- δεύοντος τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ' οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρ- τημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀποῤῥήτοις οἰκονομίαις τῆς ἐπ' αὐτοῖς ἀνεξικακίας τοὺς λόγους. 9Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. καὶ ἔσονταί μοι, λέγει Κύριος Παντοκράτωρ, εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετιεῖ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν εὖ δουλεύοντα αὐτῷ.9 Κατακερτομούντων αὐτοῦ τῶν ἐξ Ἰσραὴλ, καὶ ἀνόσια πεφλυαρηκότων κατ' αὐτοῦ, "προσέσχε μὲν καὶ εἰσήκουσεν." εἶτα δέον τοῖς ἡμαρτηκόσι τὴν πρέπουσαν ἐπαρτῆσαι δίκην, καὶ τοὺς τῆς ἀθυροστομίας εἰσπράττεσθαι λόγους, παρίησι μὲν ὡς Θεὸς ἀμνησικάκως καὶ τοῦτο· ἐγγραφει δὲ βιβλίον μνημοσύνου τοῖς φοβουμένοις αὐτὸν, περὶ ὧν οἶμαί που καὶ 2.616 αὐτὸς ἔφασκεν ὁ ∆αυεὶδ πρὸς τὸν γράφοντα τὸ βιβλίον "Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται." Εὑρήσομεν δὲ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χρι- στὸν τοῖς ἁγίοις λέγοντα μαθηταῖς "Μὴ χαίρετε ὅτι τὰ "δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ "ὀνόματα ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ." ἐπαρᾶται δὲ καὶ σφόδρα εἰκότως ὁ θεσπέσιος ∆αυεὶδ τοῖς Ἰουδαίων δήμοις ἀπεκτονόσι Χριστὸν οὕτω λέγων "Ἐξαλειφθήτωσαν ἐκ "βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν." γρά- φεται τοίνυν τὸ τοῦ μνημοσύνου βιβλίον τοῖς φοβουμένοις Θεὸν, οὓς καὶ οἰκείους ἔσεσθαί φησιν ἑαυτῷ καὶ γνωριμω- τάτους κατά γε τὸν τῆς περιποιήσεως καιρὸν, ὅτε καθιεῖται μὲν ὁ Χριστὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, δορυφορούντων ἀγγέλων, "καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ "ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν ∆εῦτε οἱ "εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι- "μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." τότε γὰρ αὐτοὺς αἱρετιεῖ, τουτέστιν αἱρετοὺς ποιήσεται, παραχωρῶν οὐδὲν εἰς φιλοστοργίαν τοῖς καθ' ἡμᾶς πατράσιν, οἳ τοῖς ἰδίοις ἐπιγάνυται τέκνοις, ὅταν εἶεν μάλιστα σοφὰ καὶ εὐήνια, καὶ διὰ πλείστης ὅσης αἰδοῦς ποιοῦνται τοὺς φύσαντας. 9Καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀδίκου, καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος τῷ Θεῷ καὶ τοῦ μὴ δουλεύοντος.9 Τότε δὴ τότε, φησὶ, τῆς οὕτω σαθρᾶς εἰκαιομυθίας ἀπο παυσάμενοι, καὶ τὴν ἀκρατῆ καὶ ἀπαίδευτον ἀνακόπτοντες γλῶσσαν, διαλοιδορήσεσθε μὲν οὐκ ἔτι τῷ φιλαρέτῳ Θεῷ, μονονουχὶ δὲ τὴν μέθην ἀποπεμψάμενοι, καὶ οἷον ἐπιστρέ- 2.617 φοντες ἐκ πλάνης, εὖ μάλα καταθρήσετε τί τε καὶ ὅσον ἐστὶ τὸ μεταξὺ δικαίου τε καὶ ἀνόμου, τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος. οἱ μὲν γὰρ ἄνομοί τε καὶ ἐξήνιοι, καὶ τὸν τῆς ὑπ' αὐτῷ δουλείας ἀποσειόμενοι ζυγὸν, οἰχήσονται πρὸς ἀπώλειαν καὶ εἰς ἀτελεύτητον κόλασιν· "Ἐκεῖ ἔσται ὁ "κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων," καθὰ γέγραπται· οἱ δὲ ἀγαθοὶ καὶ φιλόθεοι, καὶ τῶν θείων νόμων ἐπιστήμονες, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ, λαμπροὶ καὶ ἡγιασμένοι, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον, καὶ ἐν ταῖς ἄνω γεγονότες μοναῖς, συνδιαιτήσονται μὲν ἁγίοις ἀγγέλοις, κοινωνοὶ δὲ τῆς δόξης ἀποφανέντες Χριστοῦ, τοῖς εἰς μα- κραίωνα βίον ἐντρυφήσουσιν ἀγαθοῖς "Ἃ ὀφθαλμὸς οὐκ "εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ "ἀνέβη," κατὰ τὸ γεγραμμένον. πλὴν εὐημεροῦντας βλέ- ποντες ἐν τῷδε τῷ βίῳ τοὺς τῆς φαυλότητος ἐραστὰς, γεγόνασι μὲν ἐν λογισμοῖς τῶν ἁγίων τινὲς, οὐκ ἠγνόησαν δὲ ὅτι τοῦ βίου τὸ πέρας ἕξουσιν εἰς ἀπώλειαν. καὶ γοῦν ὁ μακάριος Ἱερεμίας οὕτω πως φησί "∆ίκαιος εἶ Κύριε, ὅτι "ἀπολογήσομαι πρὸς σὲ, πλὴν κρίματα λαλήσω πρὸς σέ. "τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ "ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ- "θησαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ "τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. "καὶ σὺ, Κύριε, γινώσκεις με, ἐδοκίμασας τὴν καρδίαν μου "ἐναντίον σου." εἶτα πάλιν φησίν "Ἅγνισον αὐτοὺς ἐν "ἡμέρᾳ σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ;" ὁρᾷς ὅπως ἐμπέπτωκεν εἰς λογισμῶν δυσχέρειαν, οὐκ ἠγνόησε δὲ τῶν δυσσεβούντων τὸ πέρας. "∆ιότι πᾶσα σὰρξ χόρτος, καὶ "πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου," κατὰ τὸ γε γραμμένον. 2.618 9∆ιότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβανος, καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.9 Ἐν πυρὶ γὰρ ἔσεσθαι τὴν τῆς κρίσεως ἡμέραν ἐννοεῖν ἀκόλουθον, "ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, "στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ δὲ καὶ τὰ ἐν "αὐτῇ ἔργα κατακαήσεται πάντα. καινοὺς δὲ οὐρανοὺς καὶ "καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν·" ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ' ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν. ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες "Καὶ νῦν ἡμεῖς "μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες "ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν," ταύτῃτοι κατα- φλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξῃ πεπο- λεμηκότας, καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν κτίσαντα. Λογιούμεθα δὲ καὶ ἑτέρως ἀλλογενεῖς ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας καὶ τοὺς καθ' ἕτερόν τινα τρόπον ἠλλοτριω- μένους τοῦ ἱεροῦ τε καὶ ἀπολέκτου γένους, οἷόν τι φημὶ τοὺς αἱρετικοὺς, περὶ ὧν ἂν λέγοιτο, καὶ μάλα εἰκότως "̓Εξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν "ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ' ἡμῶν." οὗτοι τὴν θείαν 2.619 εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπι- στευκόσι καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς "πίστις χωρὶς ἔργων νεκρά "ἐστι." δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιῤῥεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῷ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν ἐπαινουμένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν τοῦ βίου σκαιότητα. περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέ- σιος μαθητής "Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι "τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω "ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· "συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων "ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς "κύλισμα βορβόρου." οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτήρ φησι περὶ τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέ- στῳ. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥιζα οὐδε κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥιζης μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ 2.620 ἀναφύναι πάλιν· "Ἔστι γὰρ δένδρῳ ἐλπὶς," κατὰ τὸ γεγραμ- μένον· "ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος "δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ." εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῷ ἐλπὶς ἅπασα τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν. οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ θεσπέσιος Ἡσαΐας ἐπαγγέλλεται λέγων "Ὁ σκώληξ αὐτῶν οὐ τελευ-"τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται "εἰς ὅρασιν πάσῃ σαρκί." 9Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιο- σύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ κατα- πατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ.9 Ἐπέλαμψε μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὀφθεὶς ἐν τῷδε τῷ κόσμῳ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑποδύς· "Γέγονε" γάρ φησι "σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν·" ἐν ἀχλύϊ δὲ ὄντας καὶ σκότῳ, καθάπερ τις ἥλιος, ταῖς οἰκείαις περιαστράπτει μαρμαρυγαῖς, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα λαμπρὰν ταῖς τῶν πιστευόντων καρδίαις ἐνιεὶς, καθα- ροὺς ἀπέφηνε καὶ σοφοὺς καὶ ἁπάσης ἀγαθουργίας ἐπιστή- μονας. ἔδειξε δὲ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, διὰ τῆς 2.621 ἀποῤῥήτου μυσταγωγίας εὐτεχνεστάτους ἀποφήνας καὶ σε- σοφισμένους, ἔμπλεών τε τὸν νοῦν τῆς περὶ αὐτοῦ γνώσεως ἔχοντας. πλὴν καὶ εἰς τοῦτο φαιδρότητος παρενηνεγμένοι πεπλουτισμένοι τε, καθά φησιν ὁ μακάριος Παῦλος, "ἐν "παντὶ λόγῳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν πάσῃ σοφίᾳ," "βλέπομεν ἄρτι ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, καὶ γινώ- "σκομεν ἐκ μέρους." ἥξει δὲ κατὰ καιροὺς τὸ τέλειον, καὶ ἐν πληρεστάτῃ λοιπὸν ἐσόμεθα γνώσει, Χριστοῦ πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπιλάμψαντος, καὶ καταργοῦντος μὲν τὴν ἐκ μέρους καὶ ἐν αἰνίγματι γνῶσιν, καταλάμποντος δὲ ὥσπερ τοῖς τελεωτάτοις, καὶ θείου τινὸς καὶ ἀποῤῥήτου φωτὸς ἀναπιμπλάντος τὸν νοῦν, καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χύσει καταφαιδρύνοντος. ἔφη μὲν γὰρ ὁ θεσπέσιος Παῦλος "Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γνώσεις παυ "θήσονται." φαμὲν δὲ ὅτι οὐκ ἀπό γε τοῦ γινώσκειν ἐν μέρει ἐπὶ τὸ μηδόλως εἰδέναι τι βαδιούμεθα, πολλοῦ γε καὶ δεῖ. ἐπεὶ τίνα τρόπον ὁ τῆς μελλούσης ἐλπίδος καιρὸς οὐ πρὸς ζημίαν ἔσται ταῖς τῶν ἁγίων ψυχαῖς, εἰ χρὴ πάντως καὶ ὧν ἂν ἔχοιεν ἀπολισθεῖν, οὐ τὰ ἀμείνω κερδαίνοντας, οὐκ ἐπί τινα τῶν ὑπερκειμένων ἱέντας τὸν νοῦν· ἀπεμπο- λοῦντας δὲ μᾶλλον καὶ τὸ ἤδη πεπορισμένον οὐκ ἀταλαι- πώρως ἔσθ' ὅτε; καταργοῦνται δὲ προφητεῖαι, πεπαύσεται δὲ καὶ γνῶσις, ἐπεισκρινομένης δηλονότι ταῖς ἡμετέραις ψυχαῖς τῆς ἄγαν ὑπερκειμένης. ὥσπερ γὰρ εἴ τις, ἑνὸς ἐν οἴκῳ φαίνοντος λύχνου καὶ μετρίαν ἐν τοῖς ὁρῶσιν αὐτὸν ἱέντος αὐγὴν, εἰσκομίσειε λαμπάδα, πᾶσά πως ἀνάγκη μο- νονουχὶ καὶ ἀπρακτεῖν τὸ ἐκείνου φῶς τῇ τοῦ μείζονος 2.622 ἀμετρίᾳ παραχωροῦν· καὶ ὥσπερ ἡλίου τὴν ὑπ' οὐρανὸν καταυγάζοντος, ἀδρανὴς ἤδη πως ἡ τῶν ἀστέρων ἀπολέ- λειπται λαμπρότης· οὕτω φαιδροτέρας ἐν ἡμῖν εἰσκεκο- μισμένης γνώσεως καταργηθήσεταί πως ἡ μείων. ἔφη δέ που καὶ ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις "Ταῦτα ἐν "παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν "παροιμίαις λαλήσω ὑμῖν· ἀλλ' ἐν παῤῥησίᾳ περὶ τοῦ "Πατρὸς ἀπαγγελῶ ὑμῖν." Οὐκοῦν τοῖς ἁγίοις, οἳ καὶ σφόδρα πεφόβηνται τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ γεγόνασιν ἐν τῷδε τῷ κόσμῳ, Χριστὸς ἀναλάμψει, καθάπερ τις τῆς δικαιοσύνης ἥλιος τῆς τελειοτάτης γνώσεως τὰς αὐγὰς ἐνιεὶς, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάττων ψυχικῆς ἀῤῥωστίας, καὶ θλίψεως τῆς ἀρχαίας ὡς ἀπωτάτω τιθείς. τοῦτο γάρ ἐστι τό Ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· οἷον ὡς ἐπ' ἀετοῦ καὶ νεοττῶν εἰρημένον, κατ' ἐκεῖνό που πάντως τὸ διὰ τοῦ πανσόφου Μωυσέως λελεγμένον περὶ Θεοῦ καὶ τῶν ἐξ Αἰγύπτου λελυτρωμένων "̔Ως ἀετὸς σκεπάσει νοσσιὰν αὐτοῦ, διεὶς τὰς πτέρυγας "αὐτοῦ, ἐδέξατο αὐτούς." ἔσται τοίνυν φησὶ καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. ἐν μὲν γὰρ τῷ αἰῶνι τούτῳ δεινά πως ἐστὶν ἐν ἡμῖν τῆς σαρκὸς τὰ σκιρτήματα· καταθήγει γὰρ τὸν νοῦν εἰς ἐκτόπους ἡδονὰς, ἀγριαίνει δὲ ἐν τοῖς μέλεσιν ἡμῶν τῆς ἁμαρτίας ὁ νόμος, εἰ καὶ νικᾶται τυχὸν διὰ τῆς τῶν ἁγίων ἐπιεικείας, ἐπαμύνοντος τοῦ Χριστοῦ. καταμεθύει δέ πως ὁ νοῦς, καὶ καθ' ἕτερον τρόπον πειραζόμενος ὑπὸ παθῶν· ἀλαζονεῖαί τε γὰρ ἐπισκήπτουσι, καὶ φιλοδοξίαι κοσμικαὶ καὶ ὀργαὶ καὶ φιλοκέρδειαι καὶ τὰ ἕτερα τῶν κακῶν. ἐπειδὴ δὲ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος διὰ Χριστοῦ πε- πλουτήκαμεν, εἰθίσμεθα καὶ κατευμεγεθεῖν τῶν παθῶν, πλὴν ἱδρῶτος οὐ δίχα, κατὰ δέ γε τὸν αἰῶνα τὸν μέλλοντα πλήρη 2.623 τῆς θεογνωσίας ἔχοντες τὴν αὐγὴν, καὶ τὴν τελειότητα τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος πλουτοῦντες, ἀποδυσάμενοί τε τὴν φθορὰν καὶ τὰ τῆς σαρκὸς πάθη, Θεῷ δουλεύσομεν ὁλοτρόπως, οὐ μεριζόμενοι πρὸς ἁμαρτίαν, οὔτε μὴν ὑπό του τῶν πάλαι παθῶν ἐνοχλούμενοι, ἀλλ' ἐν ἴσῃ τάξει τοῖς ἁγίοις ἀγγέλοις τὸν καθαρὸν καὶ ἀπήμονα διαζῶντες βίον. γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι ἐπιλήσονται τὴν θλίψιν αὐτῶν, καὶ οὐκ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ, φησὶ, "καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, "ὑπὲρ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καὶ "ἀγαλλίαμα καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη "καὶ στεναγμός." ταύτῃτοί φησιν ὁ Προφήτης, ἤτοι Θεὸς ὁ τούτων ἐργάτης καὶ δοτὴρ, ὅτι καὶ ἐξελεύσεσθε καὶ σκιρτή- σετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. ὥσπερ γὰρ τὰ μοσχάρια τὰ ὑπότιτθα δεσμῶν ἀνιέμενα κατασκαίρουσι τῶν ἀγρῶν, ἐν εὐανθεῖ τῇ πόᾳ ἀποπηδῶντά τε καὶ διαμυκώμενα· οὕτω κατὰ καιροὺς οἱ ἅγιοι μονονουχὶ δεσμῶν ἀνιεμένοι τῆς ἐν τῷδε τῷ βίῳ θλίψεως καὶ φροντίδος, ἱδρῶτός τε καὶ πόνων, εἰς τὴν τοῖς ὁσίοις πρέπουσαν εὐθυμίαν ἐκβή- σονται, πατοῦντες ἀνόμους, οὐ μαχομένους ἔτι καὶ ἀνθεστη- κότας, πεσόντας δὲ ἤδη καὶ νενικημένους, καὶ οἷον ὑπὸ πόδας κειμένους, τῷ καὶ ἀνῃρῆσθαι παντελῶς τὸν παρ' αὐτῶν πόλεμον. "Οὐ γὰρ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν "πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ," κατὰ τὸ γεγραμμένον· "ἔσται δὲ μᾶλλον ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται." ἀπόλεμος γὰρ καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένη κατ' ἐκεῖνο μάλιστα τοῦ καιροῦ τῶν ἁγίων ἔσται ζωή. 9Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν 2.624 τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὅς ἀποκατα- στήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.9 Ἀπόδειξις ἡμερότητος καὶ ἀνεξικακίας Θεοῦ, τὸ καὶ Ἡλίαν ἡμῖν τὸν Θεσβίτην προαναλάμψαι κατὰ καιροὺς, ὅτε παρέσται λοιπὸν ὁ Κριτὴς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προαγγέλλοντα. καταβήσεται γὰρ κριτὴς ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δορυφορούντων ἀγγέλων, καὶ κα- θιεῖται μὲν "ἐπὶ θρόνου δόξης αὐτοῦ," κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἀποδώσει δὲ πάντως ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. ἐπειδὴ δὲ ἐν πλείσταις ἐσμὲν ἁμαρτίαις, προβαδίζει χρησίμως ὁ θεσπέσιος προφήτης, εἰς ὁμοψυχίαν ἄγων τοὺς ἐπὶ τῆς γῆς, ἵνα δὴ σύμπαντες εἰς ἑνότητα τὴν διὰ πίστεως ἐνηνεγμένοι, καὶ τῶν εἰς φαυλότητα σπουδασμάτων ἀπο- παυσάμενοι, πληροῦν ἕλοιντο τὸ ἀγαθὸν, οὕτω τε σωθεῖεν καταφοιτήσαντος τοῦ Κριτοῦ. φθάσας μὲν οὖν ὁ μακάριος Βαπτιστὴς Ἰωάννης προῆλθεν "ἐν πνεύματί τε καὶ δυνάμει "̔Ηλίου." ἀλλ' ὥσπερ αὐτὸς διεκήρυττε λέγων "Ἑτοι- "μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους "αὐτοῦ," οὕτω καὶ ὁ θεσπέσιος Ἡλίας ἐγγὺς ὄντα δια- κηρύττει τότε, καὶ ὅσον οὐδέπω παρεσόμενον, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ νῦν μὲν ἴσως διχονοοῦσί τινες, καὶ μεμέρισται πατὴρ μὲν πρὸς υἱὸν, υἱὸς δὲ πρὸς πατέρα. ὁ μὲν γὰρ πεπίστευκεν εἰς Χριστὸν, ὁ δὲ τοῖς ἀπίστοις ἐστὶν ἐναρίθμιος, ἕτεροι δὲ διεστήκασι τῆς ἀλλήλων ἀγάπης, διεσχοινισμένοι πρὸς ἔχθραν καὶ ἀκαταλήκτους ὀργὰς, καὶ τὰς ἐφ' ὁτῳοῦν τῶν ἐν κόσμῳ πραγμάτων φιλονεικίας. ἀποκαταστήσει γεμὴν ὁ προφήτης, εἰς μίαν 2.625 συνάγων πίστιν πάλαι διῃρημένους, καὶ ἀποκαθιστὰς ἄν- θρωπον πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω φησὶ καὶ πατάξω τὴν γῆν ἄρδην, τουτέστιν ὁλοτρόπως καὶ παντελῶς. ὁρᾷς οὖν ἄρα τὴν ἡμερότητα τοῦ πάντων ∆εσπότου. προαναπείθει τοὺς ἐπὶ τῆς γῆς, καὶ μονονουχὶ διαμαρτύρεται διὰ τῆς τοῦ Ἡλίου φωνῆς, ὅτι παρέσται κριτὴς, ἵνα ταῖς εἰς τὸ ἄμεινον μεταδρομαῖς τὸν οἰκεῖον ἐπανορθοῦντες βίον οἱ τὸ τηνικάδε ζῶντες ἐπὶ τῆς γῆς, μὴ πικρῷ περιτύχοιεν τῷ δικαστῇ, πέμποντι πρὸς φλόγα καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἀκούσειαν δὲ μᾶλλον "∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός "μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν "ἀπὸ καταβολῆς κόσμου." 9Μνήσθητι τοῦ νόμου Μωυσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα.9 Ἀναπείθει πάλιν ἐννοεῖν τοὺς ἐντευξομένους τοῖς τοῦ Προφήτου λόγοις, ὅτι μὴ καινὸν ἢ ἀσύνηθες τὸ ἐπὶ Χριστῷ γέγονε κήρυγμα, μήτε μὴν φωναῖς μόναις ταῖς Μαλαχίου προαπηγγελμένον· ἀλλὰ γὰρ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς, καὶ ἐκ πρώτων, ἵν' οὕτως εἴπωμεν, χρόνων, καθ' οὓς κέκληται πρὸς θεογνωσίαν ὁ Ἰσραὴλ, ὅτε τοὺς ἐν Χωρὴβ κεχρησμῴ- δηκε νόμους διὰ Μωυσέως Θεός. καταβέβηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐφαίνοντο δὲ καπνοὶ μὲν καὶ φλόγες ὑψοῦ τε διάττουσαι, καὶ πολὺ τοῖς θεωμένοις ἐμποιοῦσαι τὸ δεῖμα· σκότος δὲ ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ "φωνὴ τῆς σάλπιγγος ἤχει 2.626 "μέγα." τότε δὴ τότε περίφοβοι γεγονότες οἱ υἱοὶ Ἰσραὴλ προσῄεσαν λέγοντες τῷ μεσίτῃ καὶ παιδαγωγῷ· Μωυσῆς οὗτος ἦν· "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω ἡμῖν ὁ "Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." καὶ δὴ πρὸς ταῦτα Θεός "̓Ορθῶς, φησὶ, πάντα ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς "ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω "τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς "κατὰ πάντα ὅσα ἐντείλωμαι αὐτῷ." ὁρᾷς ὅπως ἐκ μακρῶν τῶν ἄνωθεν χρόνων προανεφώνει Χριστὸν τὸ γράμμα τὸ ἱερόν; ἀλλὰ καὶ αὐτὰς εἰ δὴ βούλοιτό τις βασανίζειν τὰς τοῦ νόμου σκιὰς, Χριστὸν εὑρήσει γραφόμενον, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον. καὶ γοῦν ἔφασκεν Ἰουδαίοις "Εἰ "ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ "ἐκεῖνος ἔγραψε." πλήρωμα γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία