Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπόμνημα εἰς τοὺς δώδεκα προφήτας 2

Commentarius in xii prophetas minores 2 / Толкование на двенадцать пророков 2

1.263 ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒ∆ΟΜΟΣ.

9Ἐγὼ δὲ Κύριος ὁ Θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν.9 Ἐλέγχεταί πως ἀεὶ τῆς ψευδοδοξίας τὸ ἀκαλλὲς, τῆς ἀληθοῦς γνώσεως εἰς μέσον ἐνηνεγμένης, καὶ οἱονεὶ φωτὸς ἀναλάμποντος ὡς ἐν νυκτί τε καὶ σκότῳ, τοῦ πρὸς ὀρθότητα λογισμῶν παιδαγωγοῦντος λόγου. ὅτι τοίνυν τῆς ἁπασῶν ἐσχάτης ἀναπιμπλάμενοι δυσβουλίας, καὶ λογισμῶν ἀθλιό τητος εἰς λῆξιν ἰόντες τὴν ἀνωτάτω, χώνευμά τε καὶ τεκτό- νων ἔργα τετιμήκασιν οἱ ἐξ Ἰσραὴλ, τὸν ἀληθῶς καὶ φύσει παρατρέχοντες Θεὸν, ἀπελέγχει λέγων, ὡς εἴη μὲν αὐτὸς ὁ στερεῶν οὐρανὸν, διαπηξάμενος δὲ καὶ γῆν, καὶ τῶν ἄστρων ὁ ποιητής. κατονειδίζει δὲ, ὅτι παρέντες ὡς ἕωλον τὸ διὰ τῶν γεγονότων δύνασθαι τὴν τοῦ πεποιηκότος δόξαν ἀναμα- θεῖν, πρόφασιν αὐτὰ τῆς οἰκείας πεποίηνται πλάνης. ἀλλ' οὐ διὰ τοῦτο γεγόνασιν, ἵνα τὴν θείαν ἀδικῶσι δόξαν, ἐν ὑπολήψει θεῶν εἰλημμένα τοῖς ἐπὶ γῆς, ἀλλ' ἵνα, ὡς ἔφη τὸ γράμμα τὸ ἱερὸν, "ἀπὸ μεγέθους καὶ καλλονῆς κτισμάτων "ἀναλόγως" ἀναθρώσκοι τῶν συνιέντων ὁ νοῦς εἰς κατάληψιν 1.264 τὴν ἐνδεχομένην τῆς τοῦ πεποιηκότος δυνάμεώς τε καὶ τέχνης. οὐκοῦν οὐ παρέδειξε τὴν κτίσιν ἡμῖν ὁ ∆ημιουργὸς, ἵνα προσ- κυνῆται πρὸς ἡμῶν. καὶ γοῦν καὶ προδιεμαρτύρατο λέγων διὰ Μωυσέως "Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν "τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα "τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς "καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι "τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ." οἱ δὲ τὰ ἐκνεμη- θέντα πρὸς καιρῶν ἐπίδειξιν καὶ ἐν φωστήρων τάξει κατ- ερραμμένα, θεοὺς ὠνόμαζον καὶ προσκυνεῖν ἀπετόλμων, καὶ τὰ ἔτι τούτων αἰσχίονα ζητοῦντες οἱ δείλαιοι, χώνευμά τε καὶ ξύλα τετιμήκασιν ὡς θεοὺς, τὴν χαλκουργῶν καὶ τεκτό νων προσκυνοῦντες τέχνην. 9Καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ. ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ, κατὰ τὰς νομὰς αὐτῶν.9 Πολὺς ἐν τούτοις τῆς ἀναισθησίας ὁ ἔλεγχος, καὶ τέθεινται στοιχηδὸν τῆς ἐπικουρίας οἱ τρόποι, τῆς ἀχαριστίας τῶν ἐξ Ἰσραὴλ καταδεικνύντες τὸ μέγεθος. ἐλέγχει δὲ, οὐκ ἠγνοη- κότας, ὥς γε οἶμαι· πόθεν; ἀλλ' ὡς ἐκ πολλῆς ἄγαν σκαιό- τητος καὶ λογισμοῦ νενευκότος εἰς ἀναισθησίαν, μονονουχὶ καὶ εἰς λήθην ὑπενηνεγμένους, ὧν ἔδει μεμνῆσθαι διαπαντός. ὁ μὲν γὰρ ἐπάρατος Ἱεροβοὰμ, τὰς δαμάλεις αὐτοῖς ἀνα- στήσας, ἔφασκεν "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ οἵτινες "ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου·" οἱ δὲ, καίτοι γινώ- σκοντες ὅτι μὴ ἑτέρου τινὸς, ἀλλὰ Θεοῦ, κατόρθωσις ἦν τὸ χρῆμα αὐτοῖς, χειροκμήτοις δαμάλεσι προσῆγον τὰ χαρισ- τήρια, καὶ αὐταῖς ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἀλλήλους ἀνέπει- 1.265 θον τῶν θείων κατορθωμάτων τὴν ὑπεροχήν. οὐκοῦν ὡς ἐξ οἴνου Σοδόμων μεμεθυσμένους μονονουχὶ διανύττει λέγων ὅτι τε αὐτὸς εἴη σαφῶς ὁ καὶ "ἐξ οἴκου δουλείας" ἐξενεγ- κὼν, καὶ προστεταχὼς διὰ Μωυσέως, ὡς "Οὐκ ἔσονταί σοι "θεοὶ ἕτεροι πλὴν ἐμοῦ," καὶ ὅτι μόνος αὐτὸς ὁ σώζων ἐστὶ καὶ ἀνιδρωτὶ κατορθῶν πᾶν ὅπερ βούλοιτο, αὐτὸς ὁ τροφο- φορήσας κατὰ τὴν ἔρημον, καὶ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ πηγὰς μὲν ὑδάτων ἀνεὶς, καθιεὶς δὲ τὸ μάννα, καὶ ἄρτον ἀγγέλων καὶ ἐξ οὐρανοῦ δωρούμενος, καὶ ὡς ἐν τάξει ποιμένος ἀγαθοῦ καταβόσκων εἰς εὐθυμίαν, κατὰ τὰς νομὰς αὐτῶν ἤτοι τὰς ἀπάρσεις. ἀνενδεεῖς γὰρ ἦσαν παντὸς ἀγαθοῦ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ, καίτοι τόπους ἐκ τόπων ἀεὶ μεταμείβοντες, καὶ ἐν γῇ τραχείᾳ καὶ ἀκάρπῳ καταυλιζόμενοι. Χρὴ δὴ οὖν ἄρα μεμνῆσθαι διὰ παντὸς, ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, καὶ τὴν ἐπὶ τούτοις λήθην ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν τῆς ἑαυτῶν διανοίας, ὡς ὀλέθρου πρόξενον, καὶ παρο- τρύνον εἰς ἀγανάκτησιν τὸν ἁπάσης ἡμῖν εὐημερίας δοτῆρα Θεόν. ὁ γὰρ ἀχάριστος ὡς βλάσφημος, κατά γε τὸ ὑπό του σοφῶς εἰρημένον. 9Καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐ- τῶν· ἕνεκα τούτου ἐπελάθοντό μου.9 Ὥσπερ οἱ τῶν ἰατρῶν ἐμπειρότατοι τὰς τῶν νοσημάτων εὖ μάλα περιαθροῦντες αἰτίας, τοῖς ἀπὸ τῆς τέχνης ἐπικου- ρήμασιν ἀνακόπτειν ἐπείγονται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς εἰς νοῦν ἔσω καὶ καρδίαν ὁρῶν, τὰς τῶν ἐν ἡμῖν παθῶν αἰτίας περιεργάζεται, οὕτω τε λοιπὸν 1.266 τοῖς καθήκουσι περιστέλλει φαρμάκοις τὸν ἀῤῥωστήσαντα νοῦν. αἰτιᾶται τοίνυν τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐκ τῆς ἄγαν εὐημερίας πρὸς λήθην ἐνηνεγμένους τοῦ πάντα αὐτοῖς χορη- γοῦντος τὰ ζωαρκῆ καὶ τὰ ὅσαπερ ἂν φαίνοιτο κατα- λαμπρύνειν εἰδότα· καίτοι προηγορευκότος τοῦ νόμου σαφῶς "Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ "φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώ- "ματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· μὴ φαγὼν "καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοι- "κήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου καὶ τῶν βοῶν "σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυν- "θέντων σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων "σοι, ὑψωθῇς τῇ καρδίᾳ σου, καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ "σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δου- "λείας· τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ "τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων, καὶ σκορπίος, καὶ "δίψα, οὗ οὐκ ἦν ὕδωρ." ἔχει γὰρ οὐκ ἀνικάνως ἀεί πως ἡ τρυφὴ, καὶ τὸ ἀδοκήτοις τιμαῖς ἐναβρύνεσθαι, καὶ εἰς λήθην ἡμᾶς ἀποφέρειν Θεοῦ, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατασείειν δύνασθαι τὸν ἀνθρώπινον νοῦν. ἀρκέσει δὲ οἶμαι πρὸς ἔλεγχον ἀποσκιρτήσας ὁ Ἰσραὴλ, καὶ τὸ τῆς εὐημερίας πλάτος τῆς εἰς τοῦτο δεινῆς ἀῤῥωστίας εὑράμενος ἀφορμήν· καὶ ἐπειδὴ κρείττους ἦσαν ἐθνῶν, ἐπαμύνοντος δηλονότι τοῦ πάντα ἰσχύοντος Θεοῦ, νενοσήκασι τὴν ἀλαζο- νείαν, ἑαυτοῖς που τάχα καὶ οὐ τῷ προασπίζοντι Θεῷ τὴν ἐκ τῶν κατορθωμάτων ἀνατιθέντες λαμπρότητα. Σφαλερὸν οὖν ἄρα καὶ δυσδιοίκητον ἡ τρυφὴ, καὶ λεία τις ὥσπερ ὁδὸς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ· παρὰ πολὺ δὲ ἀμείνων ἡ σύμμετρος θλίψις. πιστώσονται δὲ πρὸς τοῦτο ἡμᾶς αἱ τῶν ἁγίων φωναί. ὁ μὲν γάρ τις ἔφασκε "Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ 1.267 "παιδεία σου ἡμῖν·" ὁ δέ γε σοφώτατος Παῦλος, παντὸς ἡμῖν ἀγαθοῦ ῥίζαν οἷάπερ καὶ γένεσιν τὴν θλίψιν ἐτίθει λέγων "Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπο- "μονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καται- "σχύνει." ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αυείδ "̓Αγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ "δικαιώματά σου." 9Καὶ ἔσομαι αὐτοῖς ὡς πάνθηρ καὶ ὡς πάρδαλις· κατὰ τὴν ὁδὸν Ἀσσυρίων ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ φάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.9 Ἐπειδὴ γὰρ τῆς εὐθυμίας τὸ πλάτος γέγονεν αὐτοῖς ὀλέθρου πρόξενον καὶ ἀποστασίας ἀφορμὴ, ταύτῃτοι λοιπὸν αἱ θλίψεις ἐπάγονται, καὶ ἀναλόγως τοῖς ἀῤῥωστήμασι. τὰ γάρ τοι πολὺ νενοσηκότα τῶν σωμάτων καὶ σεσηπότα λοιπὸν, εἴξειεν οὐδαμῶς ἠπίοις μὲν ἔτι φαρμάκοις, δέοιτο δ' ἂν μᾶλλον καὶ σιδήρου καὶ πυρός. οὐκοῦν ἐπειδήπερ τὸ τῆς θείας ἡμερότητος μέγεθος ὤνησεν ὀλίγα τοὺς ἐξ Ἰσ- ραὴλ, ἵνα μὴ λέγοιμι παντελῶς οὐδὲν, θηριοπρεπὴς αὐτοῖς ἀγριότης ἐπάγεται. ἑαυτὸν δὲ παρεικάζει τοῖς ὅτι μάλιστα τῶν θηρίων δεινοτάτοις καὶ βοροῖς, καὶ πολὺ λίαν ἔχουσι τὸ εἰς ὠμότητα βλέπον. οὐχ ὅτι πάντως ἡ θεία τε καὶ ἀπόῤῥητος φύσις γένοιτ' ἂν ἐν τοιαύταις ὀργαῖς, ἀλλ' ἐκεῖνό που τάχα διδάσκει πάλιν, ὅτι κεχρήσονται μὲν οἱ Ἀσσύριοι ταῖς οὕτως ἀκράτοις ὀργαῖς, ἀπάνθρωποί τε καὶ ἀτεράμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, γεγονότες ἁλώσονται· δόξειε δ' ἂν εἶναι Θεοῦ τὸ πραττόμενον, ἐπεί τοι γενέσθαι συγκε- χώρηκεν αὐτὸς, τοῖς οὕτως ἀγρίως ἡμαρτηκόσι τὴν αὐτοῖς πρέπουσαν ὀργὴν ἐπαφείς. εὑρήσω τοίνυν αὐτοὺς ὡς πάνθηρ 1.268 καὶ ὡς πάρδαλις· ἀποκομισθήσονται γὰρ εἰς τὴν Ἀσσυρίων. ἀπαντήσομαι δὲ αὐτοῖς καὶ ὡς ἄρκτος ἀπορουμένη, τουτέστιν, ἡ πεινῶσα τυχὸν, ἤγουν ἀλύουσα σφόδρα, τῶν σκύμνων ἐξῃρημένων· τότε γὰρ μάλιστά φασι τῆς ἐμφύτου μανίας εἰς ἄκρον ἔρχεσθαι τὸ θηρίον. καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας. συγκλεισμὸν ἐν τούτοις τὴν ἀσφάλειαν λέγει. ἀσφάλεια δὲ καρδίας τὸ θάρσος, ὅπερ ἂν ἔχοι τις κατ' ἐχ- θρῶν· οὗ δὴ καὶ διεῤῥωγότος, τὰ ἐκ τῆς δειλίας εἰσκρίνεται πάθη, ὡς καὶ ἀμαχεὶ τοῖς ἐχθροῖς χαρίσασθαι τὸ νικᾶν. ὅμοιον οὖν ὡς εἰ λέγοι τυχόν Εἰς ἐσχάτην αὐτοὺς κατοίσω δειλίαν, καίτοι τῶν δι' ἐναντίας πεινῶντί τε καὶ ἠτεκνωμένῳ παρεικασθέντων θηρίῳ, φημὶ δὴ τῇ ἄρκτῳ. ὅτι δὲ καὶ τοῖς τῆς αἰχμαλωσίας ἐναλόντες δεσμοῖς, καὶ εἰς τὴν τῶν Ἀσσυ- ρίων ἀπενηνεγμένοι χώραν, οὐδεμίαν ἕξουσιν ἀπόνευσιν τῶν κακῶν, ἕψονται δὲ ὥσπερ αὐτοῖς κἀκεῖσε τὰ μοχθηρὰ, παρ- έδειξεν εἰπών Καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. τὰ γὰρ τῶν Ἀσσυρίων ἀτί- θασα γένη, σκύμνοις τοῖς ἐν δρυμοῖς καὶ θηρίοις παρεικάζει, πολὺ νενευκότα πρὸς τὸ ἀνήμερον. 9Τῇ διασπορᾷ σου Ἰσραὴλ τίς βοηθήσει; ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας ∆ός μοι βασιλέα καὶ ἄρχοντα. καὶ ἔδωκά σοι ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας.9 Ἔφην ἤδη καὶ ἐν τοῖς ἀνωτέρω βραχὺ, ὅτι κατῃτιᾶτο Θεὸς τοὺς ἐξ Ἰσραὴλ, ὡς οὐκ οἶδ' ὅπως ἑλομένους τὸ ἀνθρωπίνοις μᾶλλον ὑπεζεῦχθαι ζυγοῖς, καὶ ἀνήνασθαι τὴν ὑπ' αὐτῷ 1.269 βασιλείαν τῷ Θεῷ, καίτοι βεβασιλευκότος τῶν ἀρχαιοτέρων, διὰ Προφητῶν ἁγίων. ἔφη γὰρ, ὅτι "Καὶ ἐν Προφήτῃ "ἀνήγαγε Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐν Προ- "φήτῃ διεφυλάχθη." ὑμεῖς δὲ, φησὶ, τὸ ὑπὸ Θεῷ πράττειν παρωθούμενοι, καταβεβοήκατε τοῦ μακαρίου Σαμουὴλ λέ- γοντες "Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται "ἐν τῇ ὁδῷ σου· καὶ νῦν καταστῆσον ἐφ' ἡμᾶς βασιλέα "δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη." οὐκοῦν ἐπειδήπερ εὖ βεβουλεῦσθαι δοκεῖς, ἀναστήσας ἐπὶ σαυτῷ βασιλέα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη, σώζεσθαί τε παρ' αὐτοῦ προσεδόκησας, ποῦ νῦν ἄρα ἐστίν; ἰδοὺ καιρὸς ἐπιδείξεως, πολεμείτω σου τὸν πόλεμον, ὁπλιζέσθω λαμπρῶς, σωζέτω τὰς πόλεις, προασπιζέτω τῶν ὑπὸ χεῖρα, κατασοβείτω τῶν δι' ἐναντίας, ἐλαυνέτω νεανικῶς τοὺς καταδῃοῦν ἐθέλοντας οἴκους τε καὶ πόλεις. Ἀλλ' ἴσως ἐρεῖς Καίτοι φαίνομαι μὲν ὡς αἰτήσας ἐγὼ, σὺ δὲ καὶ δοὺς καὶ κεχρικὼς ἐν ἀρχαῖς τὸν Σαούλ. ναί φησιν, ἀλλ' ἐν ὀργῇ δέδωκα τὸν ἡγούμενον, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας, ὡς ἠδικημένος παρὰ σοῦ, φησί· μόνον δὲ οὐχὶ καὶ τῶν τῆς βασιλείας θώκων ἐξωθούμενος, τό γε ἧκον εἰς τὸ σοὶ δοκοῦν, τεθύμωμαι λίαν. πλὴν ἀνέδειξα, καίτοι τὸ χρῆμά φησιν οὐκ ἀναγκαῖον εἰδὼς εἰς ὄνησιν, ἀλλ' ἵνα σε τῶν πραγμάτων ἡ πεῖρα πληροφορήσῃ καλῶς, ὅτι σκαιὰ καὶ ἄχρηστα κἀν τούτῳ βεβούλευσαι. ποῦ γὰρ νῦν ἐστιν, ἢ ποία λοιπὸν ἐξ αὐτοῦ γένοιτ' ἂν τοῖς πολεμου- μένοις ἡ ὄνησις; ἀλλ' εἶπερ ἦσθα πάλιν ὑπὸ τὴν ἐμὴν φειδῶ τε καὶ χεῖρα, πάντως ἂν ὤφθης ἐν ἀμείνοσι τῶν ἐχθρῶν. οὐκοῦν "Ματαία σωτηρία ἀνθρώπου" κατὰ τὸ γε- γραμμένον, καὶ "Ψευδὴς ἵππος εἰς σωτηρίαν," ἡ ἐπ' ἄρχουσιν 1.270 ἐλπίς· ἐκρύεται δὲ καὶ μάλα ῥᾳδίως οὓς ἂν ἕλοιτο Θεὸς, καὶ οὓς ἂν καταθεάσαιτο τὴν ἐπ' αὐτῷ τιμῶντας ἐλπίδα. 9Ἐφραῒμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ· ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.9 Τοῦτο οἶμαί ἐστι τὸ "Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνο- "μίαν." ἐν ἀρχαῖς μὲν γὰρ Ἱεροβοὰμ, ἵνα τῶν σκήπτρων μὴ ἀποπέσοι· τὰς κατὰ νόμον θυσίας ἀποπληροῦν ἐθέλοντος τοῦ Ἰσραὴλ, ταύτης τε ἕνεκα τῆς αἰτίας ἀναφοιτῶντος εἰς Ἱεροσόλυμα· τὰς δαμάλεις ἐπενόησε τὰς χρυσᾶς. καὶ ὥσ περ τινὰ πονηροῦ σπέρματος καταβολὴν εἰς νοῦν ἐδέχετο κατακεχωσμένην, ὥσπερ καὶ ἐγκεκρυμμένην τὴν ἁμαρτίαν. ἀλλ' ἥξει φησὶ καὶ ὁ τῶν ὠδίνων καιρός. οὗτος δ' ἂν νοοῖτο πάλιν, ὅ τε τοῦ πολέμου καὶ τῆς αἰχμαλωσίας. εἰ γὰρ καὶ μὴ αὐτῷ συνέβη τῷ Ἐφραῒμ, ἀλλ' οὖν τοῖς ἐξ αὐτοῦ γε- γονόσιν, ἤγουν τοῖς τῆς ἀρχῆς διαδόχοις, ἐπῆλθον κατὰ καιροὺς, ὅτι τῆς ἐκείνου δυσσεβείας γεγόνασι μιμηταί. ∆ιαλέγεται τοίνυν ὡς πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ Συναγω- γὴν καί φησι Τίς σε διασώσει; ἆρα ὁ υἱός σου οὗτος ὁ φρόνιμος; λέγων δὲ τὸ οὗτος, ἢ τὸν κατὰ καιροὺς βασι- λεύοντα δείκνυσιν, ὃς καὶ τὴν τοῦ δοκεῖν εἶναι συνετὸς ἐδέχετο δόξαν· παρέπεται γὰρ τοῦτο τοῖς κρατοῦσιν ἀεί· ἤγουν ἕτερόν τι, καὶ τῷ καιρῷ πρέπον ὑποδηλοῖ, καθ' ὃν καὶ ὁ τῆς προφητείας ἐγένετο λόγος. βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, "ἐν ἑνδε"κάτῳ ἔτει, βεβασίλευκεν ἐν τῇ Σαμαρείᾳ ἐπὶ τὸν Ἰσραὴλ "̓Ωσηὲ υἱὸς Ἠλὰ, ὃς ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς "Κυρίου." ἀλλὰ κατ' ἐκεῖνο καιροῦ κατεστράτευσε τῆς Σα- 1.271 μαρείας Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων. "Καὶ ἐγενήθη, "φησὶν, Ὠσηὲ αὐτῷ δοῦλος." ὠργίζετο δὲ λίαν ὁ Ἀσσύριος ἐπ' αὐτῷ δι' αἰτίαν τοιαύτην. ἔπεμψε μὲν γὰρ πρὸς αὐτὸν ἀγγέλους, αἰτῶν μαναὰ καὶ τὰ συνήθη· ὁ δὲ προστάττεσθαι παρ' ἐκείνου μὴ ἀνασχόμενος, ἐπρεσβεύετο πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, τὴν παρ' αὐτοῦ βοήθειαν αἰτῶν. πρὸς τοῦτο λελυπημένος ὁ Σαλμανασὰρ, πεπολιόρκηκε μὲν τὴν Σαμάρειαν, ἐφ' ὅλοις ἔτεσι τρισίν. εἶτα ζωγρήσας τὸν Ὠσηὲ, δεσμώτην ἐποίει, καὶ κατέγραφεν ἐν οἰκέταις, ἀπῴκισε δὲ καὶ τὸν Ἰσραὴλ ἐν ὁρίοις Περσῶν καὶ Μήδων. ἔοικεν οὖν ὁ προφητικὸς ἡμῖν λόγος Ὠσηὲ τὸν Ἠλὰ καταδεικνύειν ἐν τούτοις, ὃν καὶ φρόνιμον ἀποκαλεῖ, οὐχ ὅτι συνετὸς ἦν κατὰ ἀλήθειαν, ἀλλ' οἱονείπως εἰρωνεύεται· ἐδόκει μὲν γὰρ παρὰ τῷ Ἰσραὴλ συνετὸς εἶναί τις, καὶ σφόδρα σοφῶς βεβουλεύσθαι, διά τοι τὸ ἑλέσθαι τὴν ἐξ Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ' ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖ- ταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ' ἂν αὐτὸς ὑπο- σταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους. σοφὸς οὖν ὁ ψάλλων "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος." παρ' αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα· καὶ σώζων οὐκ ἔστι πάρεξ αὐτοῦ. 9Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;9 Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης 1.272 ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ' ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνά- κλησις εἰς τὸ ἀπ' ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστι- θεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ' αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ Ἀδὰμ παράβασιν. πεποίη- ται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ Ἐφραῒμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Οὐκ Ἰου "δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ "περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως." λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. τότε γὰρ τότε "καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·" κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξῃρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου. οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη γὰρ, ὅτι "Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ "δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος." οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε; που τὸ κέντρον σου ᾅδη; "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ "ἀποθανὼν" ὑπὲρ ἡμῶν, μᾶλλον δὲ "δοὺς ἑαυτὸν ἀντίλυτρον "ὑπὲρ πάντων," εἷς ὁ πάντων ἀξιώτερος, δι' οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν. 1.273 9Παράκλησις κέκρυπται ἐξ ὀφθαλμῶν μου; διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ.9 Ἀναγνωσόμεθα τοῦ προκειμένου τὸν πρῶτον στίχον κατ' ἐπερώτησιν, καὶ ὑποστιγμὴν, καί τι τοιοῦτον ἡμῖν ὑπεμ- φήνειεν ἂν ὀρθῶς νοεῖν ᾑρημένοις. κατηῤῥώστησέ φησιν, ἡ ἀνθρώπου φύσις τὸ πολυειδὲς εἰς ἁμαρτίαν, καὶ ἀπονέ- νευκεν οὐ μετρίως εἰς τὸ πλημμελές· ταύτῃτοι δικαίως κατεδικάσθη θανάτῳ. εἶτα τίς ἔσται τῆς ἐπικουρίας ὁ τρό- πος τοῖς τοῦτο παθοῦσιν, ἢ ὅπως ἂν διακρούσαιντο τὸ συμ- βεβηκὸς, αὐτὸς ἐγὼ διασκέψομαι, μᾶλλον δὲ ἤδη καὶ ὁρίσας ἔχω. ἢ ἆρά τις ἐστὶν ἐν ὑμῖν, φρενοβλαβείας εἰς τοῦτο προήκων, ὡς οἴεσθαί τε καὶ λέγειν, ὅτι παρακλήσεως καὶ παραμυθίας ἐστί τις τρόπος, ὃν ὁ θεῖός τε καὶ ἀκήρατος οὐχ ἑώρακε νοῦς; εἰμὶ γὰρ τεχνίτης, ἄναλκίς τε πρὸς οὐδὲν, ἀλλ' εὖ οἶδα πάντα, καὶ ἀμελλητὶ κατορθῶ τὸ δοκοῦν. Καίτοι, φησὶν, οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. προ- απαγγέλλει δὲ διὰ τούτων ἡμῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. αὐτὸς γάρ ἐστιν ἡ πάντων παράκλησις, ὁ τῆς θεραπείας τρόπος· αὐτὸν προώρισεν ὁ Πατὴρ πρὸ χρόνων αἰωνίων Σωτῆρα καὶ Λυτρωτὴν τοῖς τῷ θανάτῳ κεκρατη- μένοις. αὐτὸν ἔφη διαστέλλειν ἀνὰ μέσον ἀδελφῶν. καὶ τί δὴ τοῦτο ἔστιν, αὐτοῦ λέγοντος ἀκηκόαμεν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ "Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν "εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ "μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς "αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην "κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ "οἰκειακοὶ αὐτοῦ·" καὶ πάλιν τὰ ἐσόμενά που προαπαγ- γέλλων τοῖς ἁγίοις μαθηταῖς "Παραδώσει, φησὶν, ἀδελφὸς 1.274 "ἀδελφὸν εἰς θάνατον," καὶ ἐπαναστήσεται πατὴρ ἐφ' υἱούς. ἐπειδὴ γὰρ τὴν τοῦ διαβόλου καθῄρηκε τυραννίδα, καὶ τῶν τῆς εἰδωλολατρείας ἐξείλετο βρόχων τοὺς πεπλανημένους, κατέδησεν οὕτως πρὸς ἀγάπην τὴν πρὸς ἑαυτὸν, ὡς καὶ φυσικῆς ἀλογῆσαι φιλοστοργίας τοὺς πεπιστευκότας, καὶ ἀδελφοὺς ἀνήνασθαι καὶ πατέρας καὶ οἴκους καὶ γένη, καὶ ἀποχρήσειν αὐτοῖς εἰς ἅπασαν εὐθυμίαν, ὑπολαβεῖν τὸ προσκεκλίσθαι τῷ Χριστῷ. καὶ γοῦν καὶ ὁ μακάριος ∆αυεὶδ, ὡς ἐκ προσώπου τῶν τοῦτο κατορθωκότων ψάλλει που καί φησιν ὅτι "Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ- "έλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με." 9Ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ' αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.9 Μεθίστησι μὲν τὸν λόγον ἐπ' αὐτὸ τὸ τοῦ θανάτου πρόσωπον, ἀνέμῳ δὲ νότῳ καὶ καύσωνι παρεικάζει Χριστὸν, ὃν καὶ ἐκ τῆς ἐρήμου φησὶν ἐπενεχθήσεσθαι κατὰ καιρούς. χρὴ δὲ εἰδέναι, καὶ πρό γε τῶν ἄλλων, ἐκεῖνο, ὅτι τῶν Ἰουδαίων ἡ χώρα πλατεῖαν καὶ ἀκατάληπτον ἔρημον ἔχει, κειμένην ἐν μέρεσι τοῖς νοτιωτάτοις, κἂν εἰ συνέβη ποτὲ τὸν ἐκεῖθεν ἄνεμον κατενεχθῆναι ῥαγδαίως, περιδεεῖς ἦσαν οὐ με- τρίως, αὐαινομένης τῆς χώρας. δοκεῖ δέ τισι καὶ αὐτὰς τῶν ὑδάτων τὰς ἐν τῇ γῇ φλέβας ὀκνηροτέρας ποιεῖσθαι τὰς χορηγίας, καὶ ταῖς τοῦ βιαίου καὶ πυρώδους πνεύματος προσ- βολαῖς ἀνακόπτεσθαι. οὐκοῦν ἐξ ὧν ἴσασι καὶ πεπείρανται, ποιεῖται τοὺς λόγους. 1.275 Ἐπενεχθήσεσθαι δὴ οὖν τῷ θανάτῳ Χριστὸν ὁ προφη τικὸς ἡμῖν ἔφη λόγος ἀνέμῳ καύσωνι παραπλήσιον, ὃς πάσας αὐτοῦ τὰς πηγὰς καὶ τὰς φλέβας καταξηρανεῖ. ἐπιμένει οὖν τῇ τροπῇ, καὶ μάλα ὀρθῶς, καὶ ὡς ἀπό γε τοῦ συμ- βαίνειν εἰωθότος, τὴν τοῦ μυστηρίου ποιεῖται δήλωσιν. φλέβας δὲ καὶ πηγὰς τοῦ θανάτου, τοὺς τῆς ἀπωλείας τρόπους εἶναί φαμεν, ἤτοι τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. δι' αὐτῶν γὰρ ὥσπερ τὴν τῶν ἀεὶ κατὰ καιροὺς ἀπολλυμένων χορηγεῖται πληθύν. οὕτω νοήσεις καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. σκεύη γὰρ ἀπολλύοντα τοὺς ἐπὶ τῆς γῆς καὶ τῷ θανάτῳ τίμια φαίη τις ἂν εἰκότως, ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, ἤγουν ἀνοσίους τινὰς τῶν ἐπὶ τῆς γῆς, τῆς ἐκείνου δυστροπίας θεραπευτὰς, καὶ προσαπολλύντας ἑαυτοῖς ἑτέρους. πνεύσαντος δὴ οὖν τοῦ καύσωνος, ἅπασά φησιν ἡ τοῦ θανάτου ξηρανθήσεται γῆ. πε- ποίηται δὲ πάλιν ὡς ἐκ μεταφορᾶς ὁ λόγος. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν Κατεβόσκετο μὲν ὥσπερ τι χωρίον ὁ θάνατος τοὺς ἐπὶ τῆς γῆς· ἀλλ' ἔσται ξηρὸν, οὐχ εὑ- ρήσει νομὴν ὁ θάνατος. ἀνῄρηται γὰρ ἡ φθορὰ προθέντος ἅπασι τοῦ Χριστοῦ τὴν ζωὴν, καὶ παλινάγρετον ἐφέντος ποιεῖσθαι τὴν ἀφθαρσίαν. 9Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθή- σονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαῤῥαγήσονται.9 ∆ιαπεράνας εὖ μάλα τὸν ἐπὶ Χριστῷ λόγον, καὶ τῆς καθόλου λυτρώσεως τὸ μυστήριον προαπηγγελκὼς ὁ μακά- ριος προφήτης, ἐποιμώζει πάλιν ταῖς τῶν προσκεκρουκότων συμφοραῖς, μόνον δὲ οὐχὶ καὶ κατολοφύρεται τοὺς ἐν Σα- 1.276 μαρείᾳ. μετὸν γὰρ ἀπόνασθαί φησι, καὶ σφόδρα πλουσίως, τῶν ἐξ ἡμερότητος ἀγαθῶν, αὐτόμολοι δεδραμήκασι πρὸς τὰ ἐξ ὀργῆς ἐσόμενα κατ' αὐτῶν, διάτοι τὸ ἀντεξάγειν ἑλέσθαι Θεῷ, καὶ δεσποτικοῖς προστάγμασι τὸ ἴδιον ἀντεγεῖραι θέ λημα, μόνον δὲ οὐχὶ καὶ ἀντιτετάχθαι δοκεῖν, ἢ καὶ ἐν μοίρᾳ γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξῃρημένης ἔργον μὲν ἔσονται ῥομφαίας αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων. ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλη- μένα πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι' ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντι- τάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι' αὐτῆς ὁρᾶται τῆς πείρας. 9Ἐπιστράφητι Ἰσραὴλ πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. λάβετε μεθ' ἑαυτῶν λόγους, καὶ ἐπι- στράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἔφιπποι οὐκ ἀναβησόμεθα· οὐκ ἔτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν.9 Οὐ μετρίως ἄν τις ἀγάσαιτο κἀν τῷδε δὴ πάλιν τοῦ προφήτου τὸ εὐτεχνὲς, καὶ τοῦ λόγου τὴν οἰκονομίαν. πε- ποίηται γὰρ ἁγιοπρεπῶς, καί ἐστι τῆς ἄνωθεν μυσταγωγίας ἔμπλεως. προαναπεφώνηκε μὲν γὰρ τὴν ἐσομένην διὰ Χριστοῦ λύτρωσιν, καὶ ὅτι κατὰ καιροὺς ἀτονήσει θάνατος, καὶ ἀργήσει τὸ κέντρον τοῦ ᾅδου· καὶ πρὸς τούτοις, ὅτι 1.277 παρακλήσεως καὶ παραμυθίας τρόπος ἂν νοοῖτο παντελῶς οὐδεὶς, ὃς οὐκ ἐγνώσθη Θεῷ. καὶ τί μετὰ τοῦτο; συμβου- λεύειν ἦν ἀναγκαῖον τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα λοιπὸν φρονεῖν τε καὶ δρᾶν, καὶ οἱονεὶ πρὸς ἀνάνηψιν ἀνα- κομίζειν ἐπείγεσθαι τοὺς μεμεθυσμένους· οὐκ ἐξ οἴνου· πό- θεν; ἐκ φιληδονίας δὲ μᾶλλον κοσμικῆς, καὶ τοῦ προσκεῖ- σθαι φιλεῖν ταῖς τῶν δαιμονίων ἀπάταις. ἵνα τοίνυν μὴ ταῖς εἰς χρηστότητα καὶ φιλανθρωπίαν ὑποσχέσεσι πρὸς τὸ ῥᾴθυμον ὑπτιούμενοι, τὸν σωφρονίζειν εἰδότα παρ' οὐδὲν ποιοῖντο λόγον, ταύτῃτοι χρησίμως πρὸς ὑπόμνησιν αὐ- τοὺς τῶν δεινῶν ἀναφέρει πάλιν, ἀφανισθήσεσθαι μὲν τὴν Σαμάρειαν εἰπὼν, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· εἶτα τούτοις ἐκεῖνα προστιθεὶς, ἃ δὴ μάλιστά γε καταδεδίττεσθαί τε καὶ ἀνιᾶν οὐκ ἀνικάνως ἔχοντα φαίνεται τοὺς ἀκροωμένους. νήπια μὲν γὰρ ἐδαφισθήσεσθαί φησι· συνδιολεῖσθαι δὲ τοῖς ἐμβρύοις καὶ αὐτὰς τὰς μητέρας, οὔπω τῆς λαγόνος ἐξ- ενεγκούσας εἰς φῶς τὸ πολύευκτον ἄχθος. προκαταπτοήσας δὴ οὖν τοῖς δείμασιν, ἐπὶ καιροῦ λοιπὸν ταῖς τῶν νουθετου- μένων καρδίαις τὸν καλοῦντα πρὸς μετάγνωσιν ἐνίησι λόγον, ὅτι χρὴ παλινδρομεῖν, καὶ πρὸς Θεὸν ἐπανήκειν εὖ μάλα παραφωνῶν. λέγων δὲ ὅτι ἠσθένησας ἐν ταῖς ἀδικίαις σοῦ, δίδωσι νοεῖν, ὅτι πάντη τε καὶ πάντως συγκαταλήξει ταῖς ἀδικίαις καὶ τὸ ἀσθενεῖν αὐτοὺς, καὶ τοῖς τῆς ἀποστασίας τρόποις, εἰ ἐκ μέσου γένοιντο, συνοιχήσεται καὶ τὰ δεινά. Τὸν δέ γε τῆς πρὸς Θεὸν ἐπιστροφῆς καταλειαίνει τρό πον· ἔσεσθαι γὰρ ἐν ἀμείνοσι καὶ ἐν φειδοῖ τῇ παρὰ Θεῷ τοὺς ἡμαρτηκότας εὖ μάλα φησὶν, οὐ τὰ ἐκ πλούτου προσ- άγοντας, οὐ χρυσὸν ἀναθέντας, οὐ σκεύεσιν ἀργυροῖς τιμᾶν ᾑρημένους, οὐ βουθυσίαις, οὐ μήλων σφαγαῖς εὐφραίνοντας, ἀλλ' εἰ χαρίσαιντο λόγους, καὶ εὐστομεῖν ἕλοιντο τὸν τῶν1.278 ὅλων ∆εσπότην ἐκμειλισσόμενοι. λάβετε γὰρ μεθ' ἑαυτῶν λόγους, εἴπατε τῷ Θεῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, τουτέστιν ἵνα μὴ ταῖς ἀδικίαις ἰσομέτρως κολάζησθε, καταπλουτῆτε δὲ μᾶλλον ταῖς τῶν ἀγαθῶν χορηγίαις, ἐπαγ- γείλασθε δὲ προσκομίζειν αὐτῷ τὰ ἀπὸ χειλέων, χαριστηρίους ᾠδὰς καὶ ἐξομολόγησιν. γλώσσης γὰρ τὰ τοιάδε καρποί. πλὴν ἐκεῖνο βοᾶτέ φησι, καὶ ἀραρότως ἐπαγγέλλεσθε, ὡς οὔτε Ἀσοὺρ σώσει ἡμᾶς, οὔτε μὴν ἔφιπποι ἀναβησόμεθα· ἀλλ' οὐδὲ ἐροῦμεν ἔτι Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν. ἦσαν γὰρ οὗτοι τῆς ἀποστασίας οἱ τρόποι. διὰ ταῦτα προσ- κεκρούκασιν, ὅτι καὶ λελατρεύκασιν εἰδώλοις, καὶ τὸν ἀεὶ σώζοντα Θεὸν ἀτιμάσαντες, ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις προσνενεμήκασι τὴν ἐλπίδα. καὶ πολεμούντων μὲν αὐτοῖς τῶν Αἰγυπτίων, ἐπεκαλοῦντο τὸν Ἀσσύριον· Ἀσσυρίων δὲ πάλιν ὅπλα κατὰ τῆς Σαμαρείας ἠρμένων, κατεμισθοῦντο χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς "Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον "ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν·" ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι σπουδάζοντες "Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων "σάρκας," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγ- γέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ' ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων ∆ημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα "Ἀποσ-"τροφῇ ἀποστρέψατε ἀπὸ τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ "̓Ισραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας." 1.279 9Ὁ ἐν σοὶ, ἐλεήσει ὀρφανόν.9 Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ ∆εσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ Ἰσραὴλ, ὅτι τεύξῃ τῶν κατ' εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν σοὶ Θεὸς ἐλεεῖν οἶδε καὶ κατοικτείρειν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος ∆αυείδ "Ὀρφανὸν καὶ χήραν ἀναλήψεται," ἐξ ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀποῤῥήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ Ἰσραήλ· ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς "Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" φαίην ἂν ἔγωγε καὶ τῇδε νοεῖν ὀρθῶς. ∆εῖ δὴ οὖν ἄρα τεθαῤῥηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων ∆εσπότης, ἀοκνό- τατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας. 9Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, διότι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτῶν.9 Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἰᾶσθαί τε τοὺς ἠσθενηκότας ὑπισχνου- μένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς 1.280 τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ "πάντες οἱ "ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ·" καταλογίζονται δὲ μᾶλλον εἰς τέκνα οἱ ἀκολουθοῦντες "τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πί- "στεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ." οὐκοῦν συνεισφέρεται καὶ ἡ τῶν ἐθνῶν κλῆσις, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις ἐν Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ· κατασημαίνεται δὲ πρὸς τούτῳ καὶ ἡ τῶν πνευματικῶν χορηγία, καὶ τῆς χάριτος τὸ ἀμφιλαφὲς, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ. 9Ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ.9 Πάντως που καταπιαίνουσα καὶ κατάρδουσα τὸν νοῦν τῶν κεκλημένων εἰς μετάγνωσιν, τῇ ἄνωθεν παρακλήσει, δῆλον δὲ ὅτι τῇ διὰ Πνεύματος· ἄνωθεν γὰρ ἡ δρόσος. 9Ἀνθήσει ὡς κρίνον.9 Ἐκδώσει φησὶ τὸ εὐῶδες ἐν Χριστῷ, καὶ τῆς εὐαγοῦς πολιτείας τὴν εὐοσμίαν, καὶ ἀπόλεκτον ἄνθος ἔσται λοιπόν. 9Καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς λίβανος, πορεύσονται οἱ κλάδοι αὐτοῦ.9 Ὅτι μὴ εὐκατάσειστος τῶν πιστευόντων ὁ νοῦς, οὐδὲ οἷον ἕτοιμος εἰς τὸ νικᾶσθαι πνεύμασι πονηροῖς, διὰ τούτου δηλοῖ. ἔσται γὰρ οὕτως ἀσφαλὴς καὶ ἐρηρεισμένος, καθά- περ ἀμέλει καὶ τὸ τοῦ λιβάνου φυτὸν, ὃ καθίησι μὲν εἰς βάθος πολὺ τὴν ῥίζαν· τοῖς γεμὴν ἄνωθεν κλάδοις, οὐ με- 1.281 τρίως εὐρύνεται. σπαταλώσης γὰρ τῆς ῥίζης, ἁδραί που πάντως εἰσὶ καὶ αἱ τῶν ὀρπήκων ἐκδόσεις. 9Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος.9 Ἀειθαλὴς δηλονότι καὶ εὔκαρπος· τοιοῦτον γὰρ τὸ φυτόν. 9Καὶ ἡ ὄσφρανσις αὐτοῦ ὡς λιβάνου.9 Εὐοσμότατον κομιδῇ τοῦ λιβάνου τὸ χρῆμα. ταύτῃτοι καὶ ὡς ἱερὸν τῷ Θεῷ, καὶ ὁ Μωυσέως αὐτὸ κατεχρησμῴδησε νόμος. Λιβάνῳ γὰρ δεῖν καταπάττεσθαι τὴν προσαγομένην σεμίδαλιν εἰς θυσίαν, διετύπου πολλαχῶς. εὐώδης οὖν ἔσται, φησὶν, ὁ τῶν κεκλημένων καρπὸς, καὶ εὐπαράδεκτος εἰς θυ- σίαν τῷ φιλαρέτῳ Θεῷ. 9Ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ.9 Ἀποπεπαύσονται, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, καὶ ὑπονοστήσουσιν εὐσθενῶς εἰς τὸ λατρεύειν "Θεῷ ζῶντι καὶ "ἀληθινῷ," καὶ ὑπ' αὐτῷ γενήσονται μονοτρόπως, οὐ παρ' ἑτέρου τὸ σώζεσθαι ἀπὸ τῶν ἐχθρῶν, ἀλλὰ παρ' αὐτοῦ προσδοκῶντες μόνου. τοῦτό τοι πληροῦσα καλῶς ἡ ἐξ ἐθνῶν Ἐκκλησία, περὶ τοῦ πάντων Σωτῆρός φησιν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ "ἐκάθισα." τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπιφωνείτω λέγων καὶ ὁ θεσπέσιος ∆αυείδ "Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει "σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα." τοῦτο τοῖς ἀρχαιοτέροις ἐπετελεῖτο παρὰ Θεοῦ, νεφέλης αὐτοῖς ἐπισκιαζούσης κατὰ τὴν ἔρημον, καὶ τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σκηνὴν ὑπο- φαινούσης ἀστείως. εὖ δὲ δὴ σφόδρα καὶ τὸ καθιοῦνταί 1.282 φησιν, ἵνα τὸ βεβηκὸς καὶ τὸ ἱδρυμένον ἀσφαλῶς τῆς τῶν ἐπιστρεφόντων γνώμης διὰ τούτου νοῆται. 9Ζήσονται καὶ μεθυσθήσονται σίτῳ.9 Αὗται τῆς ἐπιστροφῆς καὶ τῆς ἑδραιότητος ἀξιόληπτοι δωρεαί. καὶ ζωῆς γὰρ ἔσονταί φησι τῆς αἰωνίου μέτοχοι, καὶ ἐν πλεονασμῷ δυνάμεως, δῆλον δὲ ὅτι καὶ πνευματικῆς. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ στηριχθήσονται σίτῳ. γέγραπται δὲ, ὅτι "Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου." σώματα μὲν γὰρ ταῖς καταλλήλοις ἥδεται τροφαῖς, ψυχὴν δὲ ἀνθρώπου θεῖός τε καὶ ἄνωθεν διανευροῖ λόγος. ὅτι γὰρ ἐξ ἀσθενείας εἰς δύναμιν μεταφοιτήσειεν ἂν ὁ ἐπιστρέφων ἐκ πλάνης πρὸς ἐπίγνωσιν Θεοῦ, καὶ ἐκ τῶν τῆς φαυλότητος βόθρων ἀνα- θρώσκων εὐσθενῶς εἰς ἔφεσιν ἀρετῆς, πῶς ἐστὶν ἀμφι- βαλεῖν; εἴπερ ἐστὶν ἀληθῶς ἀσθενείας μὲν ἔγκλημα, τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίας καὶ εἰς ἡδονὰς κοσμικὰς, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις· ἰσχύος δὲ τῆς πνευματικῆς λαμπρὸν νοεῖται κατόρθωμα, τὸ ἀγα- θουργεῖν ἑλέσθαι προθύμως, ἡγεῖσθαί τε πρὸς τούτῳ τῆς εἰς Θεὸν ἀγάπης τὸ ἄμεινον οὐδὲν, καὶ ἀδιαπτώτως ἰέναι μετὰ γοργοῦ τοῦ φρονήματος τὴν εἰς τοῦτο τρίβον. 9Καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἶνος λιβά- νου τῷ Ἐφραΐμ.9 Ἔφη που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Συναγωγήν "Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον "πᾶσαν ἀληθινήν." ψάλλει δέ που περὶ αὐτῆς καὶ ὁ θεῖος ἡμῖν ∆αυείδ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες 1.283 "ἔθνη καὶ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν αὐ- "τῆς. ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως "ποταμοῦ τὰς παραφυάδας αὐτῆς." οὐκοῦν ἄμπελος μὲν εὐ- κληματοῦσα ὑπῆρχεν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ προσκέκρουκε πολυτρόπως, "Περιεῖλε Κύριος τὸν φραγμὸν αὐτῆς, τετρυ- "γήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. "ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενε- "μήσατο αὐτήν." τέθειται γὰρ ὥσπερ εἰς καταπάτησιν τοῖς ἐθέλουσιν ἀδικεῖν, χοίροις τε καὶ ὄνοις νομὴ, τουτέστιν ἡδοναῖς τε καὶ ἀλογίαις. ταύτῃτοι μεμάρανται. πλὴν ἀν- έθαλεν ἐν Χριστῷ τὸ μνημόσυνον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραήλ· μνημόσυνον δέ φησιν, ὅτι μὴ πάντες πεπιστεύ- κασιν, ἀλλ' εἰς μνήμην ὥσπερ αὐτοῦ τετήρηται τὸ κατά- λειμμα. γέγονε δὲ τῷ Ἐφραῒμ, ἤτοι τῷ Ἰσραὴλ, ἡ παρὰ Θεοῦ χάρις ὡς οἶνος λιβάνου, τουτέστιν, εὐώδης τε καὶ λιβάνῳ πρὸς εὐοσμίαν ὀλίγα παραχωρῶν. ἔστι δὲ τοιοῦτος ὁ παρὰ Χριστοῦ λόγος, καὶ περὶ αὐτοῦ φησὶν ὁ μακάριος ∆αυείδ "Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου," ᾧ καὶ σφόδρα προ- θύμως ἐπείγεσθαι προσβαλεῖν, ἱερὸς ἡμᾶς παραθήγει λόγος· ἔχει γὰρ ὧδε "Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε οἱ πλη- "σίον." ἀπροσκορῆ γὰρ ἁγίοις τὰ διὰ Χριστοῦ, καὶ εἰς μέθην ληφθέντα χρησιμώτερα. 9Τί αὐτῷ ἔτι καὶ εἰδώλοις;9 Εἰ γὰρ γένοιτο, φησὶν, ἐν πλησμονῇ καὶ μεθέξει τῶν οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ' ἑτέρου ζητήσει; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς 1.284 πεπλανημένοις ἡ τοιάδε ζήτησις; τί γὰρ ἡ ἄψυχος ὕλη χαριεῖταί τισιν; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ "Εὖ "ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε." ἀλλ' οὐδ' ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν; οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, "Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο "λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ "τούτου." τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τί αὐτῷ ἔτι καὶ εἰ δώλοις; 9Ἐγὼ ἐταπείνωσα αὐτὸν, καὶ ἐγὼ κατισχύσω αὐτόν.9 Ἐγώ φησι δύναμαι κακοῦν, οὓς ἂν ἴδοιμι τῆς εἰς ἐμὲ γνησιότητος περιορῶντας τοὺς τρόπους· νευρῶ δὲ δὴ πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο κατορθοῦν ἀρετὴν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδέναι Θεόν. οὔτ' οὖν ἡ κάκωσις, ἤτοι τὸ ἀσθενῆσαι τὸν Ἰσραὴλ ἐξ ἐκείνων ἦν· οὔτε μὴν ἡ εἴς γε τὸ δύνασθαι μεταδρομὴ δαιμόνων ἂν νοοῖτο δόσις, ἀλλ' ἔστι θεόσδοτον ἀγαθὸν, καθάπερ ἀμέλει καὶ τὸ ἀσθενεῖν τῶν ἐξ ὀργῆς κινημάτων ἀπότεξις ἦν. σοφῶς οὖν ἄρα, καὶ φιλοθέως ὁ μέγας ἡμῖν ψάλλει ∆αυείδ "Ἰσχύς μου "καὶ ὕμνησίς μου ὁ Κύριος." 9Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.9 Φυτὸν μὲν ἡ ἄρκευθος, δασὺ γεμὴν οὕτω καὶ εἰς κόμην ἀμφιλαφὲς, ὡς δοκεῖν εἶναί πως χειρόκμητον ὀροφήν, οὔτε 1.285 ταῖς ἡλίου βολαῖς παραχωροῦσα τὴν διάδυσιν, οὔτε μὴν ταῖς ὑετῶν καταφοραῖς, κἂν εἰ ῥαγδαῖοι τῆς γῆς καταχέοιντό ποτε. ὅτι τοίνυν ὑπὸ Θεῷ γεγονότες ἀνεπιβούλευτον ἕξουσι τὸν ἐπισκιασμὸν, ἤτοι τὴν ἐπικουρίαν, ὑπεμφαίνει λέγων Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα. Ὅτι δὲ πᾶσα καρποφορία τῶν ὑπὸ Θεῷ γένοιτ' ἂν οὐχ ἑτέρως, ἢ ἐν Χριστῷ, καὶ διὰ Χριστοῦ, πληροφορήσει λέ- γων αὐτὸς ἐν εὐαγγελικοῖς θεσπίσμασι "Χωρὶς ἐμοῦ οὐ "δύνασθε ποιεῖν οὐδέν." λεγέτω δὴ οὖν εἰκότως ἑκάστῳ τῶν πεπιστευκότων, εἴπερ τις εἴη λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν αὐχήμασιν ἀρετῆς Ἐξ ἐμοῦ ὁ καρπός σου ηὕρηται. 9Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.9 Τὸν συνιέντα ταυτὶ σοφόν τε εἶναι καὶ συνετώτατον εὖ μάλα φησίν. ἔκκειται γὰρ οὐχὶ τοῖς ἐθέλουσιν ἑτοίμως ἑλεῖν ἡ τῶν θείων λόγων κατάληψις, ἀλλ' οὐδ' ἂν δύ- ναιτό τις συνιέναι "παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις "τε σοφῶν καὶ αἰνίγματα," κατὰ τὸ γεγραμμένον, εἰ μὴ διὰ τῆς ἄνωθεν δᾳδουχίας, Χριστοῦ καθιέντος εἰς νοῦν καὶ καρ- δίαν οἷάπερ ἀκτῖνα λαμπρὰν, τὴν παρ' ἑαυτοῦ χάριν. διδάσκει δὲ, ὅτι τὸ μὲν δύνασθαι διάττειν τὴν ἐπ' εὐθὺ καὶ ἀνδάνουσαν τῷ Θεῷ τρίβον, ἀταλαίπωρον κομιδῆ τοῖς κοσμιότητος ἐρασταῖς· οὐκ ἄτραχυ δὲ τὸ χρῆμά ἐστι τοῖς οὐχ ὧδε ἔχουσι γνώμης. τοὺς μὲν γὰρ ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίς τε καὶ προθυμία διανευροῖ, καὶ ἀσχέτῳ φέρεσθαι πείθει δρόμῳ πρὸς τὸ θέλειν εὐδοκιμεῖν· τοὺς δὲ 1.286 ῥοπὴ καὶ διάνευσις ἡ εἰς φαυλότητά τε καὶ ἁμαρτίαν, δειλοὺς καὶ ἀνάνδρους ἀποφήνειεν ἂν, καὶ οὐκ ἔχοντας παρὰ Θεοῦ τὸ κατορθοῦν δύνασθαι τὴν ἀρετὴν, ὅτι μὴ ἐν ἀρχαῖς τετι- μήκασι, μηδὲ γέγονεν εἰς τοῦτο βλέπων αὐτοῖς ὁ σκοπός. οὐκοῦν εἴπερ ἐσμὲν ἀγχίνοι καὶ σοφοὶ, παρὰ Θεοῦ τὸ δύ- νασθαι δρᾶν ἃ προσῆκεν αἰτήσομεν, χαριεῖται δὲ πάντως, φιλάνθρωπος ὢν, καὶ πνευματικῆς ἰσχύος ἐμπλήσει διὰ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1.287 ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.

1 ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ θεσπέσιος Ἰωὴλ ἐν χρόνοις, ὡς ἔοικε, καθ' οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ὠσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν Ἀμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ' ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ Ἰσραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν, ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ' ὃν ἂν φαίνοιτό τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν δὲ καὶ τὸν μακάριον προφήτην Ἡσαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ "Καὶ ἐθυμώθη ὀργῇ "Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν "χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω- "ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς "κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη 1.288 "ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή." συνίης, ὅπως τοῦτό τε κἀκεῖνο πεπόνθασι, καὶ ἡ τοῦ παίον- τος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ' ὅτε δεῖται τῆς τομῆς, ἀλλ' ἔτι πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀν- αλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν εἰς ὄνησιν. ἔοικε τοίνυν ὁ μακάριος προφήτης Ἰωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ Ἰσ- ραὴλ, ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων αὐ- τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ ∆εσπότῃ δίδωσι θαῤῥεῖν. οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ' ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων θεωρίαις ἑπόμενοι. 9Λόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.9 Λόγον Κυρίου γεγενῆσθαι φησὶ πρὸς ἑαυτὸν ὁ Προφήτης, ἵνα τῇ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως δια- κείμενοι καὶ τεθαῤῥηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέ- γων καὶ αὐτὸς ὁ Σωτήρ "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- "ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." χρῆμα γὰρ οὐχὶ 1.289 ψευδοεπὲς ἡ ἀλήθεια, καὶ ὅπερ ἂν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ "ἱστῶν ῥήματα παιδὸς "αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων." οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοεπὴς, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ' ἐκ στόματος Κυρίου λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ' αὐτὸν νοοῖτο τὸν Ἰωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμ φιλόγως τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ. ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ. 9Ἀκούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.9 Ἀναφέρει πρὸς ἀρχαιότητα καιρῶν τε καὶ μνήμης τοὺς γεγηρακότας, καὶ διενθυμεῖσθαι προστέταχε, πότε δὴ ἄρα, καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι γεμὴν εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν ἐπ' αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, 1.290 διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἂν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πως εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα- βιάζεταί πως καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ σκυθρωπά. τὰ μὲν γὰρ εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι' ὧν ἕτεροι τετιμώρηνται, διὰ τούτων αὐτῶν τὸ τοῖς ἴσοις ἐναλῶναι ζητεῖν οὐκ ἐφίησί τινας. 9Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.9 Κέκρυπταί πως ἀεὶ τῶν ἁγίων Προφητῶν ὁ λόγος, καὶ τὰ σφόδρα σκυθρωπὰ τῶν διηγημάτων ὀκνηρῶς ἐκφέροντες διάτοι τὰς τῶν ἀκροωμένων ἀτιθάσους ὀργὰς ταῖς ἐνδεχο- μέναις ἀσαφείαις κατασκιάζουσιν, αἰνίγματα δὲ καὶ παρα- βολὰς ἀναπλάττοντες ὠφελοῦσιν οὐ μετρίως. εἶσι δὲ αὐτοῖς ὁ λόγος καὶ διὰ χρησίμων ἔσθ' ὅτε παραδειγμάτων· ὁποῖόν ἐστι τὸ παρὰ τῷ σοφωτάτῳ κείμενον Ἰεζεκιήλ "Ὁ ἀετὸς "ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει καὶ "πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα1.291 "νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς "ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν." ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ Ἰσραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαί τε τῶν ὡρίμων, καὶ λιμοὶ πλει- στάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν Ἰουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλί- βοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ' ἂν τῆς κατὰ καιροὺς ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- χημένα γύναια. ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν. Οὐκοῦν, εἰ μὲν ἀγρῶν ἀφορίας καὶ καρπῶν καταφθορὰς ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατασημαίνει λόγος, νοοῖτ' ἂν τὸ χρῆμα καὶ οὕτως ἀφόρητον· τὸ γὰρ ἐφεξῆς καὶ ἀμέσως πλείσταις τε ὅσαις καὶ χαλεπαῖς καταικίζεσθαι πληγαῖς, πῶς οὐ δύσοιστον κομιδῇ, καὶ τοῦ μνημονεύεσθαι πρέπειν οὐκ ἀμοιροῦν; εἰ δὲ δὴ καὶ εἰς ἑτέρας ἡμᾶς ἐννοίας ἀποκομίζει τὰ θεωρήματα κατεσκιασμένας τοῖς ἐμφανεστέροις, ἔοικεν ἡμῖν ὁ Προφήτης κάμπην καὶ ἀκρίδα, βροῦχόν τε καὶ ἐρυσίβην, καὶ τὰ ἐντεῦθεν δεινὰ καὶ ἀφόρητα βλάβη, τὰς ἐν ἑκάστῳ καιρῷ καταδῃώσεις ὑποδηλοῦν, καὶ τοὺς τῶν αἰχμα- λωσιῶν αἰνίττεσθαι τρόπους· ὑφ' ὧν δεδαπάνηνταί τε καὶ ἀπολώλασι, ληΐοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ μονονουχὶ κατεδη- δοκότων αὐτοὺς καὶ κατεφθαρκότων τῶν τὰς ἐφόδους ἐξειρ- γασμένων. πολλαὶ μὲν οὖν γεγόνασιν αἱ ἀνὰ μέρος ἐξ1.292 αναστάσεις τῆς Ἰουδαίων χώρας, καὶ τῶν περιοίκων ἐθνῶν καταστρατευόντων ἐσθ' ὅτε, καὶ τῶν τῆς Αἰγύπτου βεβασι λευκότων. ∆ιέποντος μὲν γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὴν βασιλίδα τιμὴν τοῦ Ῥοβοὰμ, ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων τὰς πέραν τοῦ Ἰορδάνου φυλάς· καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος Ἰωσίου, κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν γῆν· ἑκατὸν γὰρ ἐξήτησε χρυσίου τάλαντα. Οὐκοῦν πλεῖστα μὲν ὅσα τὰ συμβεβηκότα κατὰ καιρούς· δειναὶ δὲ καὶ ἀξιάκουστοι πορθήσεις γεγόνασι τέσσαρες· βασιλεύοντος μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ Ὠσηὲ υἱοῦ Ἠλὰ, ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ ἀπῴκισε τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μήδων. εἶτα βραχὺ προϊόντος τοῦ καιροῦ, καὶ προφητεύοντος Ἱερεμίου, κατὰ κράτος ᾕρηκε τὴν Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἀνείθη δὲ μόλις ὁ Ἰσ-ραὴλ διὰ Κύρου τοῦ Καμβύσου, τῶν ἑβδομήκοντα τετελεσ- μένων ἐτῶν. εἶτα γέγονε κατὰ καιροὺς Ἀντίοχος, ὁ ἐπίκλην Ἐπιφανής. οὗτος ἀφιγμένος εἰς τὴν Ἰουδαίαν, καὶ τὸν θεῖον ἐνέπρησε ναὸν, εἷλέ τε τὰ σκεύη τὰ ἐν αὐτῷ, καὶ τῶν πατρῴων ἐθῶν καταῤῥᾳθυμεῖν ἐβιάζετο τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν· ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι 1.293 λαμπρὰ καὶ ἀξιοθαύμαστα κατορθώματα. τέταρτος δὲ τοῖς ἐξ Ἰσραὴλ ὁ Ῥωμαίων ἐπῆλθε πόλεμος, ὅτε καὶ ἐσκορ-πίσθησαν εἰς πάντα ἄνεμον. ἔοικεν οὖν ὁ Προφήτης ἀσυμ- φανῶς τε καὶ ἀμυδρῶς, καὶ ὡς ἐν εἴδει παραδειγμάτων διὰ τῶν τοιούτων διηγημάτων τὸν οἰκεῖον ἡμῖν ἀποκομίζειν βού λεσθαι λόγον· κάμπην καὶ ἀκρίδα καὶ βροῦχον καὶ μέντοι καὶ ἐρυσίβην, ἤτοι τοὺς πολέμους αὐτοὺς τοὺς ἐπανατρέχοντας ἐφ' ἑνὶ πλαγίως ὑποδηλῶν, ἤγουν τοὺς τῶν στρατιῶν ἐξάρ- χοντας, ὧν καὶ ἀρτίως πεποιήμεθα μνήμην. Εἰ δὲ δή τις βούλοιτο καὶ ἠθικωτέραν ἐν τούτοις διήγησιν ἀναγράφεσθαι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· εἰ γὰρ ὁρῷτο ψυχὴ συχνοῖς καὶ ἀλλεπαλλήλοις καταδακνομένη πάθεσι, καὶ οἷον ἑκάστην ἀρετὴν ἀπολλύουσα κατὰ βραχὺ, καὶ τοῦτο ἐκείνῳ προστιθεῖσα διὰ ῥᾳθυμίαν, πῶς οὐκ ἀτρεκὲς ἐπ' αὐτῇ τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πως τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι, καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαρ- οῦν ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος "ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει "ἁμαρτίας μεγάλας." ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ πάθη πραΰνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι' ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολά- ζοντος οὐκ ἀνέχεται. 1.294 9Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.9 Ἀμογητὶ δὴ πάλιν κἀντεῦθεν οἶμαί τις καταθρήσειε σαφῶς, ὡς σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος, τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν σεσαγηνευμένοις εἰς σωτηρίαν ἐπιφωνῶν τε καὶ λέγων, ποτὲ μὲν ὅτι "Ἔγειραι ὁ καθεύ- "δων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ "Χριστός·" ποτὲ δὲ αὖ καὶ τὸ τληπαθὲς ἐν πόνοις ἀγαπᾶν ἀναπείθων, ταύτῃτοι καὶ λέγων "Εἰ παιδείαν ὑπομένετε, ὡς "υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ "παιδεύει πατήρ;" καταπαίει γὰρ ὥσπερ τοὺς ἁμαρτάνον- τας καίτοι φιλάνθρωπος ὢν ὁ Θεὸς, οὐχ ἑκὼν, ἀλλ' ὡς ἐξ ἀνάγκης ἐπιστρέφων, καὶ τρόπον αὐτοῖς ἐπικουρίας τὸ χρῆμα ποιούμενος. καθάπερ ἀμέλει καὶ οἱ τῆς ἰατρικῆς ἐπιστή- μονες τοῖς ἀῤῥωστοῦσι προσάγουσι καὶ τὰ σφόδρα κατα- δάκνοντα τῶν φαρμάκων, ἄκεσιν αὐτοῖς τοῦ πάθους τὸ δεῖν ἀλγῆσαι ποιούμενοι. θέα γὰρ ὅπως προυποδείξας τὰς μάσ- τιγας καὶ προαναφήνας τὰ ἐξ ὀργῆς, μονονουχὶ "Χαλινῷ "καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγχει" κατὰ τὸ γεγραμ- μένον, καὶ ἀνθρωπίνως προϊέναι κελεύει, μετατιθέντας τὸν νοῦν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ ἦν ἄμεινόν τε καὶ πρεπω- δέστατον. ἐκνήψατε γάρ φησιν οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν. ἀκούεις, ὅπως ὡς τέκνοις ἐξεστηκόσι καὶ ἤδη πως μεμεθυσ- μένοις ἐπιπλήττει λοιπόν, ὡς εἴπερ ἔνηψαν ἐν ἀρχαῖς, ἤρκεσαν ἂν εἰς δίκην αὐτοῖς καὶ τὰ ἐκ μόνης τῆς κάμπης· 1.295 ἐπειδὴ δὲ ἀνάλγητοι μεμενήκασι τῆς πρώτης αὐτοῖς ἐπ- ενηνεγμένης ὀργῆς, προστέθειται καὶ ἡ δευτέρα, καὶ μετ' ἐκείνην ἡ τρίτη, προβέβηκε δὲ καὶ μέχρι τῆς τετάρτης. πλὴν κἂν γοῦν ὀψὲ διεγηγερμένους τε καὶ ἀνανήφοντας, καὶ οἱονεί τινα μέθην ἱέντας τοῦ νοῦ τὴν φιληδονίαν καὶ τὸ ἐκτόπως ἑλέσθαι πλημμελεῖν, εἰς αἴσθησιν τῶν συμβεβη- κότων ἀφικέσθαι κελεύει λοιπὸν, κλαίοντάς τε καὶ κατοιμώ- ζοντας ἐπί γε ταῖς σφῶν αὐτῶν ἁμαρτίαις. Ἰστέον δὲ, ὅτι καὶ ἡμῶν ἑκάστῳ οἶνος ὥσπερ τις ἐστὶν ἰδικὸς, ὁ καταμεθύσκων καρδίαν. καταμεριζόμεθα γὰρ, ἵν' οὕτως εἴπω, τὰ πάθη, καὶ ὁ μέν τις ἡμῶν ἀπονένευκεν ἀχαλίνως ἐπὶ φιλαργυρίαν μετὰ τοῦ καὶ ἕτερα νοσεῖν· ἕτε- ρος δὲ αὖ πεφρόνηκε τὰ τοῦ κόσμου, καὶ κατηῤῥώστησε τὴν φιλοσαρκίαν, τρυφαῖς καὶ φιληδονίαις ὁλοτρόπως προσ- κείμενος· ὃς δὲ εἰς ἑτέραν ἡντινοῦν ἀποδεδράμηκεν ἁμαρτίαν. ἵεμεν δὲ δὴ πρὸς τὰ οὕτω βδελυρὰ καὶ θεομισῆ τῶν παθῶν, οἱ μὲν οὐ λίαν ἐσπουδασμένως, οἱ δὲ ὅλαις ὁρμαῖς χρώμενοι, καὶ ἀνουθέτητον ἔχοντες τῆς διανοίας τὴν ῥοπήν. ταύτῃτοί φησιν ὁ Προφήτης Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν· συμβουλεύει δὲ ὅτι προσήκει κατολοφύρεσθαι τοὺς πίνοντας οἶνον εἰς μέθην. ὡς γὰρ ἔφην ἀρτίως, οὐ μέχρι κόρου καὶ αὐταρκείας ἱστῶσί τινες τὰς φιληδονίας, ἀλλ' οἷον εἰς μέθην ἐκπίνουσι, καὶ παντὸς ἐπέκεινα τείνουσι μέτρου· τούτων ἀπὸ τοῦ στόματος ἀφῃρῆσθαί φησι καὶ εὐφροσύνην καὶ χαράν. ἀληθεύει γὰρ ὁ Χριστὸς, ὅτι πάντη τε καὶ πάντως οἱ μὲν νῦν πενθοῦντες παρακληθήσονται· ἕψεται δὲ τοῖς εἰωθόσι τρυφᾶν τὸ χρῆναι δακρυῤῥοεῖν, ὅτι τῆς ἀγερωχίας τὸ πέρας θρῆνος 1.296 ἔσται καὶ οἰμωγὴ, καὶ εἰς πέταυρον ᾅδου καταβιβάζει τοὺς ἀγαπῶντας αὐτήν. ἀληθεύει δὲ καὶ ὁ ∆αυεὶδ, ὅταν λέγῃ πρὸς Θεόν "Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· "ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" καὶ πάλιν "Οὐ "γὰρ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ κατα- "βαίνοντες εἰς ᾅδην· ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε, "Κύριε." εἰ δὲ δὴ νοοῖτο τῶν προκειμένων ἡ δύναμις καὶ γεωδεστέρως, εἰ δεδαπάνηνται διά τε τῆς κάμπης καὶ τῶν ἑτέρων τὰ τῆς εὐφροσύνης αἴτια, πάντως που συνδιολεῖται ταῖς εὐκαρπίαις καὶ ἡ τῶν πεπονθότων εὐφροσύνη καὶ χαρά. ἐπιστυγνάζειν γὰρ ἀναγκαῖον τοῖς ἀνιαρῶς συμβαίνουσι καὶ καταλυπεῖν εἰωθόσι καὶ οὐκ ἀνικάνως ἔχουσιν εἴς γε τὸ δύνασθαι, φημὶ, πικρᾷ τε καὶ ἀφορήτῳ λύπῃ κατατῆξαι καρδίαν. 9Ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου· ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν καὶ ἔῤῥιψεν, ἐλεύκανε κλή- ματα αὐτῆς.9 Ἁμιλλᾶσθαι τρόπον τινὰ τοῖς συμβεβηκόσιν, ἤγουν ἔσεσθαι προσδοκωμένοις καὶ ὅσον οὔπω παρεσομένοις τὸ ἐπὶ ταῖς μεταγνώσεσιν θέλων δάκρυον, ἀφηγεῖται λεπτῶς τὰ ἐσόμενα, καὶ τῶν σκυθρωπῶν τὴν ἔφοδον μονονουχὶ καὶ ἐν ὄψει τιθεὶς δίδωσί τι τοῖς παιομένοις καὶ θρήνημα, καὶ οἱονεὶ γοερὸν ἐκδιδάσκει μέλος τοὺς ὀδύρεσθαι κεκελευσ- 1.297 μένους, ἐκεῖνό τε λέγειν ἀναπείθει λοιπὸν Ὅτι ἔθνος ἧκεν ἐπὶ τὴν γῆν μου, ἰσχυρὸν καὶ ἀναρίθμητον, καὶ ὅσον ἧκεν εἰς ὀδόν- των ἀκμὰς, λέουσί τε καὶ σκύμνοις ὀλίγα παραχωροῦν. ἀληθὲς μὲν οὖν τὸ χρῆμα, κἂν εἰ ἐπὶ ἀκρίδος νοοῖτο τυχὸν, βρούχου τε καὶ κάμπης. ἄμαχον γὰρ τὸ χρῆμά ἐστι, καὶ ἀνανταγώ- νιστος κομιδῇ τῶν τοιούτων ἡ ἔφοδος, ἱκανή τε ἄρδην ἀπ- ολέσαι τὰ ἐπ' ἀγροῖς, καρπούς τε φημὶ καὶ πόαν· κατα- φθεῖραί τε συκᾶς καὶ ἀμπέλους, κακὴν δὲ καὶ ἀκαλλῆ τῆς ἀρούρας ἀποφῆναι τὴν ὄψιν. εἰ δὲ δὴ περιτρέποιτο πάλιν ὁ λόγος εἰς τὴν τῶν πεπορθηκότων ἀπανθρωπίαν, καὶ ὁλοτελῆ τῆς χώρας ἐρήμωσιν, ὑπεμφήνειεν ἂν ἕτερον οὐδὲν, ἢ ὅτι πᾶσα μὲν αὐτοῖς ἀπόλωλεν ἡ χώρα, δεδαπάνηνται δὲ καὶ οἱ προὔχοντες παρ' αὐτοῖς, δόξῃ τε καὶ πλούτῳ τὸ τῶν ἀγελαίων ὑπερθρώσκοντες μέτρον· ὡς ἐν τάξει νοεῖσθαι συκῆς τε καὶ ἀμπέλου· πρὶν ὑπομεῖναι τὸν μαρασμόν· κα- θάπερ ἀμέλει καὶ ἐπ' αὐτῶν νοεῖται τῶν αἰσθητῶν ἀμπέλων, εἰ τοῖς τῶν ἀκρίδων ὀδοῦσι συμβαίη περιπεσεῖν· ἐκπίνουσαι γὰρ τὴν ἐν τοῖς φυτοῖς ἰκμάδα, καὶ πᾶσαν αὐτοῖς τὴν ζωοποιὸν ἀναῤῥοφοῦσαι δύναμιν, οὐκ εἰς μακρὰν αὐαίνουσι, καὶ λευκὴν ὁρᾶσθαι ταύτῃτοι παρασκευάζουσιν. οὐκοῦν οἱ ὀδόντες τῶν δαπανώντων ἐχθρῶν τοὺς ἐν τάξει κειμένους ἀμπέλων, ἢ καὶ ἐν εἴδει συκῶν, εἰς ἅπαν δεδαπανήκασι καὶ εἰς ἀχρειότητα πεπόμφασι παντελῆ, ἢ ξίφεσι καταπαίοντες ἢ καὶ τοῖς τῆς δουλείας ὑπενεγκόντες ζυγοῖς. Ἐκδέξεται δέ τις, εἴπερ ἕλοιτο νοεῖν καὶ πνευματικῶς, καὶ ἐπ' ἀνθρώπων ἁμαρτωλῶν τὰ τοιάδε πάλιν· οἷς εἰς νοῦν καὶ καρδίαν ὡς ἐν ἀκρίδος τρόπῳ καὶ βρούχου, καὶ μέντοι καὶ κάμπης εἰσδύεταί πως ἀεὶ τὰ πονηρὰ δαιμόνια, καὶ αὐτὰ 1.298 δὲ τὰ πολυειδῆ καὶ πολύτροπα πάθη, καὶ δὴ καὶ ἀχρείους καὶ ἀκαλλεστάτους ὁρᾶσθαι ποιεῖ, καὶ τῆς εὐσεβείας τὴν ἄνθην ἀποβεβληκότας, καὶ οὐδὲν ἔχοντας ἐν ἑαυτοῖς δικαιο- σύνης βλάστημα. φαίην δ' ἂν, ὅτι πρέποι ἂν αὐτοῖς τὸ κλαίειν ἀκαταλήκτως, καὶ κατολοφύρεσθαι πρὸς Θεόν· γλίχεσθαί τε τυχεῖν διὰ συχνῆς προσευχῆς ἀφέσεως καὶ ἐπικουρίας, ὡς ἂν εἶεν, κἂν γοῦν ὀψέ ποτε καὶ μόλις, σοφοί τε καὶ εὐ- σθενεῖς, καὶ διαδιδράσκειν οἷοί τε τὰ συμβεβηκότα. πάθοιεν δ' ἂν αὐτὸ, καὶ ὅτι μάλιστά γε, καὶ οἷς ὁ νοῦς ἐκκέκλικεν ἀμαθῶς εἴς γε τὸ χρῆναι προσέχειν τοῖς ἑτεροδοξεῖν εἰωθόσι καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας παραλύειν δόγματα, περὶ ὧν ἂν λέγοιτο, καὶ μάλα εἰκότως Οἱ ὀδόντες αὐτῶν ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτῶν σκύμνου· θεομισὲς γὰρ τὸ ἔθνος, κίβδη- λόν τε καὶ ἀλιτήριον, καὶ τῶν ἁπλουστέρων τὸν νοῦν τοῖς δοκησισόφοις ῥήμασι κατεσθίον τε καὶ ἀναλίσκον, ὡς μηδὲν ὀρθότητος ἐν αὐτοῖς ὁρᾶσθαι λείψανον. οὗτοι τὸν δεσποτικὸν ἀμπελῶνα καταμαραίνουσι, συκῶν ἔρημον ἀποφαίνουσι τὸν κῆπον, ψιλόν τε δεικνύουσι καὶ κεχερσωμένον, "Οἷς τὸ "κρῖμα οὐκ ἀργεῖ," ἀλλ' "ἔνδικόν ἐστι" κατὰ καιρούς. Οἱ μὲν οὖν ἀμαθίᾳ συζῆν εἰωθότες, ἀκρίδος καὶ βρούχου καὶ κάμπης ἔσονται τροφὴ, καὶ ἁπάσης εὐκοσμίας ἀπομενοῦ σιν ἔρημοι, εὐανθὲς δὲ ὅλως οὐδὲν ἐν αὐτοῖς· ἡ δέ γε σοφὴ καὶ φιλόθεος ψυχὴ, καὶ τοῖς τῆς ἀληθείας δόγμασι κομῶσα πλουσίως, καὶ καρποῖς τοῖς εἰς δικαιοσύνην μονονουχὶ βρύ- ουσάν τε καὶ εὖ μάλα περιηνθισμένην ἔχουσα τὴν καρδίαν, ἐρεῖ που πάντως ἐκ παῤῥησίας, κατά γε τὴν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων νοουμένην νύμφην "Καταβήτω ἀδελφιδοῦς "μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐ 1.299 "τοῦ." ἡδεῖς γὰρ ἡδεῖς τῆς εὐσεβείας οἱ καρποὶ, καὶ τὰ τῆς ἀληθοῦς φιλομαθείας ἀκρόδρυα τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὅς ἐστιν ἡμῶν καὶ ἀδελφιδοῦς, οἷον ἐξ ἀδελφῆς τῆς ἁγίας παρθένου γεγεννημένος. 9Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.9 Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ' αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσ- αχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπου- δάζον, ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι τοὺς πόνους. φιλεῖ δέ πως ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφίον, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μη- δένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρ- θενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ' αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαῤῥηκότας, ὅτι "Χρηστὸς καὶ "ἐπιεικὴς" ὁ τῶν ὅλων ἐστὶ ∆εσπότης, φιλάνθρωπος, "Καὶ "πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις" κατὰ τὸ γε- γραμμένον. Πλὴν οὐ τεθρήνηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ τὸν ἐξ 1.300 οὐρανοῦ νυμφίον, τοῦτ' ἔστι Χριστόν· αὐτὴ γὰρ ἀπέκτονε καὶ πεπαρῴνηκεν εἰς αὐτόν. τοιγάρτοι τῶν θείων εἵργεται παστῶν, ἔξω τε τῶν ἱερῶν ἐστι γάμων, καὶ τῆς ἑορτῆς ἀμέτοχος παντελῶς, ἀπόκληρός τε λοιπὸν, καὶ ἀπεῤῥιμμένη καὶ τῆς τῶν ἁγίων ἐλπίδος ὡς ἀποτάτω· εἰσκέκληται δὲ ἀντ' ἐκείνης ἡ νέα καὶ ἀῤῥυτίδωτος, ἡ πάναγνος καὶ σοφὴ, καὶ ἐκ Λιβάνου νύμφη, καλή τε περιστερὰ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἡ καὶ αὐτὸ τὸ πάθος ὁμολογοῦσα Κυρίου, μονονουχὶ δὲ καὶ ἐπ' αὐτῷ κλαίουσα διὰ τοῦ συμπάσχειν καὶ πενθεῖν, αἴρειν τε τὸν ἴδιον σταυρὸν καὶ ἀκολουθεῖν αὐτῷ, καὶ διὰ τούτων ἰέναι φιλεῖν διά τοι τὴν εἰς αὐτὸν ἀγάπην. παρθενικὸς δὲ νυμφίος νοοῖτ' ἂν αὐτῆς ὁ Ἐμ- μανουήλ· καίτοι μεμοιχεῦσθαι δοκούσης καὶ πεπορνευμένης τῷ σατανᾷ, κατά γε τὸν τοῦ πεπλανῆσθαι τρόπον· διὰ τὴν ἄνωθεν ἀναγέννησιν, ἣν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν, τὴν σαρκικὴν ἀρνούμενοι. γέγραπται γὰρ περὶ Χριστοῦ "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι "δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε- "νέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ "αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος "ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν." παρωθούμενοι δὴ οὖν τὴν κατὰ σάρκα γέννησιν, τὴν πνευματικὴν οἰκειού- μεθα, καθ' ἣν ἂν νοοῖτο παρθένος καθαρά τε καὶ πάναγνος ἡ ἐξ ἐθνῶν ἐκκλησία, τουτέστιν οἱ εἰς Χριστὸν πιστεύσαντες, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει σαφῶς "Ἡρμοσά- "μην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστήσαι τῷ "Χριστῷ." 9Ἐξῆρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς 1.301 οἱ λειτουργοῦντες θυσιαστηρίῳ. ὅτι τεταλαιπώρηκε τὰ πεδία, πενθείτω ἡ γῆ· ὅτι τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν.9 Ὅμοιον ὡς εἰ λέγοι σαφῶς Ἐκλελοίπασιν εὐχαριστίαι, καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ καρ τάλλῳ, φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον Κυρίου, ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος. ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ' ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα "∆έομαι, Κύριε, ἡμάρτηκεν "ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς "τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς "βίβλου σου ταύτης ἧς ἔγραψας." μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παῤῥησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός "Ἁμαρτίας λαοῦ μου φάγονται, "καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήγονται τὰς ψυχὰς αὐτῶν," τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες 1.302 οἱ λαοὶ, τότε δὴ τότε φησὶν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ λήψονται τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ ἐκεί- νων. τὸ δὲ λήψονταί φησιν, ἀντὶ τοῦ προσκομιοῦσιν ἤγουν ἀναθήσουσι. λαμβάνεσθαι γὰρ ἐλέγετο τὸ ἀνατιθέμενον τῷ Θεῷ. Τί δὲ καὶ ἡ πρόφασις τοῦ πένθους αὐτοῖς; τεταλαιπώρηκε τὰ πεδία, φησὶ, καὶ μέντοι καὶ σῖτος, τῶν ἀκρίδων ὀδοῦσι καταψιλούμενα, καὶ οἷον πυρὶ, τῇ ἐρισύβῃ καταπιμπράμενα. καταφλέγει γὰρ ὥσπερ καὶ αὐαίνει τὰ ἐν ἀγροῖς. δεῖν δὲ δή φησι καὶ αὐτὴν οἱονείπως κατολοφύρεσθαι τὴν γῆν, ἀπ- ολωλότων αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ' οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν αἰσθητοῖς εἰρήσθω πράγμασιν· καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευ- ματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· ἔφασκε γὰρ ὅτι "Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·" ὡς οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, 1.303 καὶ ὡς ἐν μεθέξει νοουμένῳ τοῦ Ἁγίου Πνεύματος· τοὺς δὲ γνώμην ἔχοντας ἀπηνῆ, πικρόν τε καὶ ἀφιλόθεον, νοῦν ἀπειθῆ καὶ δυσάγωγον, ἐνδεᾶ που πάντως ἀποφανεῖ, καὶ ἀμέτοχον παντελῶς τῶν ἀρτίως ἡμῖν εἰρημένων ἀγαθῶν. ἰστέον δὲ, ὅτι καὶ ὁ σοφώτατος Παῦλος ἱερουργῶν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μονονουχὶ κατεθρήνει τοὺς ἀπειθοῦντας ἐξ Ἰσραήλ. ἔφη γάρ "Ὅτι λύπη μοί ἐστι "μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὑπὲρ τῶν "ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές "εἰσιν Ἰσραηλῖται." μυστικὸς δὲ, ὥσπερ ἔφην, καὶ κεκρυμ- μένος ὁ ἐν τῷδε λόγος. 9Οἱ γεωργοὶ θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ· ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώ θησαν· ῥοὰ καὶ φοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.9 Πένθος ἀληθῶς, ἄλγημά τε καὶ θρήνημα τοῖς εἰωθόσι γηπονεῖν, τῶν ἐν ἀγροῖς ἡ πανωλεθρία, καὶ τὸ μηδὲν ὅλως ἀπ' αὐτῶν συγκομίζειν δύνασθαι, καὶ μετὰ μακροὺς ἱδρῶτας ἔσθ' ὅτε. αὖα δὲ δὴ καὶ ἐκτεθνεῶτα λοιπὸν τὰ ἐν κήποις ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληΐοις τε ὁμοῦ τὰς ἀμπέ- λους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς κήποις συγκαταφθίνουσαν. πάντα γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων· τὸ δὲ ᾔσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν 1.304 οἱ ἐνοικοῦντες τὴν γῆν, καθ' ὃν ἦν εἰκὸς καὶ ἐνευρύνεσθαι ταῖς εὐημερίαις τὰ ἐξ ἀγρῶν συλλέγοντας, καὶ ἀναμεστοῦν μὲν τῷ σίτῳ τὰς ἀποθήκας, ἐπιφωνεῖν δὲ τρυγῶσι τὰς ἐπι- ληνίους ᾠδὰς, καὶ ταῖς οἰῶν ἀγέλαις ἐφήδεσθαι, πλείστης τε ὅσης καὶ εὐανθοῦς αὐτοῖς παρεῤῥιμμένης τῆς πόας. Ἔοικε δὲ κἀν τῷδε πάλιν ὁ λόγος γεωργοὺς ὀνομάζειν αἰνιγματωδῶς τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων τοτηνικάδε προεστηκότας, οὓς καὶ δεῖν ἔφη καταθρηνεῖν, ὡς ὅσον οὐδέπω βαδιουμένων εἰς ὄλεθρον ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν κατὰ τὴν χώραν, ἤτοι τῶν κατοικούντων τὴν γῆν, οἳ καὶ ἐν τάξει πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμό σομεν δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πως τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν' ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληΐοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύϊ τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ' εἷλεν αὐτοὺς ὁ Ῥωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας, σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληΐοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ' αὐτοῖς. 1.305 Εἰ δὲ δή τις οἴοιτο καὶ εἰς ἐξήγησιν ἠθικὴν ταυτὶ δὴ χρῆναι μετακομίζεσθαι, φρονήσει καλῶς. παρεικαστέον γὰρ ἀρεταῖς καὶ τοῖς εἰς νοῦν κατορθώμασιν, ἄμπελον, συκῆν, καὶ τὰ ἕτερα τῶν ξύλων, ἃ καρποῖς ὡραίοις στεφανοῦσθαι φιλεῖ. ἀλλ' εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχη- μάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω, καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσ- έσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν. 9Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουρ- γοῦντες Θεῷ· ὅτι ἀπέσχεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή.9 Αἴρει μὲν ὥσπερ καὶ διὰ τούτων ὑψοῦ τὰ συμβεβηκότα, καὶ ἐν ἀφορήτοις ποιεῖται δείμασι, πλείστης μὲν ὅσης δεῖσθαι λιτῆς τὸ πρᾶγμα δηλῶν, διά γε τοῦ χρῆναι καὶ αὐτοὺς κατοι- μώζειν τοὺς ἱερέας. πλὴν ἔχει τι καὶ εὐτεχνὲς ὁ λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσ- ιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ- θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς 1.306 τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν' εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κόπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι' οὗ σημαίνεται τρυ- φῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκέναι φησὶν ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαν καὶ σπονδὴν, ἀπεσχηκέναι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός. 9Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας τοὺς κατοικοῦντας τὴν γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐντενῶς, οἴμοι, οἴμοι, εἰς ἡμέραν.9 Τίνα δὴ τρόπον προσήκει ποιεῖσθαι τὸ πένθος αὐτοὺς, διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ 1.307 ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάσατε νηστείαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ' οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων, ὑπονύττειν δὲ τοὺς ὑποχειρίους "Εἰς κρίσιν τε καὶ μάχας, "τύπτειν τε πυγμαῖς ταπεινὸν" κατὰ τὸ γεγραμμένον, οὔπω νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς· πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος "Οὐχὶ ταύτην τὴν "νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος." δεῖ δὴ οὖν ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας "Ἴδε τὴν "ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς "ἁμαρτίας μου·" καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφη- τικόν "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς "ἡμῶν εἶ." παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἀνδάνουσα τῷ Θεῷ "ὑπὲρ μόσχον νέον," ὑπὲρ ἀμνὸν ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν καὶ λιβανωτόν. πνευματικαῖς "γὰρ θυσίαις εὐαρεστεῖται "Θεός." ἁγιάζοντες δὲ τὴν νηστείαν, κηρύξωμεν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ᾗ δὴ καὶ 1.308 πρεπόντως παρέποιτο ἂν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας ἡκόντων λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνει- λεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκό- των δὲ καὶ ἁπάντων τῶν κατοικούντων τὴν γῆν, κλαόντων τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως δια- κειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ "Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς," "Ἐξαίρων "ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- "τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς "ἐλέους ἐστί." 9Ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπω- ρίας ἥξει. κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλο- θρεύθη, ἐξηράνθη καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη καὶ χαρά.9 Ἡμέραν Κυρίου φησὶ, καθ' ἢν ἂν γένοιτο πληροῦσθαι τὰ ἐξ ὀργῆς, ἢ τῆς ἀκρίδος αὐτοῖς ἐπενηνεγμένης καὶ δαπανώσης τὰ ἐν ἀγροῖς καὶ εἰς λιμοῦ καὶ ἐνδείας πεμπούσης δείματα, καὶ αὐτὴν ἐντιθείσης τοῦ θανάτου τὴν πτοίαν, ἤγουν τῶν Βαβυλωνίων καταφθειρόντων ἅπαντα, πόλεσί τε καὶ κώμαις ἐπιφυομένων, ἄλλο τε ἐπ' ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιῤῥιπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ' ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ' 1.309 ὧνπερ ἦν εἰκὸς κἂν γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύ- νασθαι τὴν παραψυχὴν τοὺς τῇ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ κα- λούντων ἐφ' ἑαυτοῖς τῶν ληΐων, βότρυός τε καταπερκάζον- τος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ ὀφθαλμῶν αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρα- κειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν καὶ ἐξ οἴκου Κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς. Εὑρήσομεν δὲ τοιοῦτόν τι πεπονθότας καὶ αὐτοὺς μάλιστα δὴ τοὺς εἰς Χριστὸν πεπαρῳνηκότας. γέγονε μὲν γὰρ αὐ- τοῖς ἐν ὀφθαλμοῖς ἤδη πως ὁ ἄρτος τῆς ζωῆς "Ὁ ἐκ τοῦ "οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ," "ὁ κόκκος "τοῦ σίτου ὁ πεσὼν εἰς τὴν γῆν," καὶ πολλοστὸς ἀναφὺς, οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέ γονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ' αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῇρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ' αὐτοῖς εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ δια- τελοῦσιν οἱ τάλανες "Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, 1.310 "οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας "οὔτε δήλων." Καὶ καθ' ἕτερον δὲ τρόπον ἐξῃρῆσθαί φαμεν ἐξ ὀφθαλμῶν αὐτῶν τά τε βρώματα καὶ τὴν εὐφροσύνην καὶ χαράν. ἔφη μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτι "Οὐκ ἐπ' "ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι "ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." νοῦ δὲ ὅτι τροφὴ λόγος, οὐκ ἂν ἐνδοιάσειέ τις. τοῦτο τῆς Ἰουδαίων ἐξῆρται πληθύος· γεγόνασι γὰρ ἐν ἐνδείᾳ τροφῆς τῆς πνευματι- κῆς· οὐ νενοήκασι τὰ Μωυσέως. καὶ γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Ἄχρι σήμερον ἐπὶ τῇ ἀναγνώσει τῆς "παλαιᾶς διαθήκης, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται·" μεμισήκασι δὲ τὰ διὰ Χριστοῦ θεσπίσματα. ὡλόθρευται δὴ οὖν πᾶσα αὐτοῖς πνευματικὴ τροφὴ, οὐκ αὐτὴ παθοῦσα τὸν ὄλεθρον, ἀλλὰ τοῖς πεπονθόσιν οὐκ ἔτι παρακειμένη, καὶ ὅσον ἧκεν εἰς ἐκείνους, οὐδὲ ὑπάρχουσα παντελῶς. ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ χρῆναι διανέμει τρυφᾶν, καὶ ἐν- σπαταλᾶν ἀγαθοῖς τοῖς ἄνωθεν. γέγραπται γὰρ ὅτι "Οὐ "λιμοκτονήσει Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν "ἀνατρέψει." 9Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροὶ, κατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη σῖτος. τί ἀπο- θήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθη.9 1.311 Καὶ τοῖς ἀλόγοις τῶν ζώων ἔσθ' ὅτε περιτίθησιν λόγον ἡ θεόπνευστος γραφὴ, τὰς τῶν πραγμάτων φύσεις εἰς τὸ εὔχαρί τε καὶ ἀστείως ἔχον εὐτέχνως διαποικίλλουσα, καὶ οἷον ἐν ἤθει γράφουσα τὰς οἰκονομίας, ὧν ἂν πρέποι νοεῖν. εἶτα τί τὸ θαῦμα, κἂν εἰ δαμάλεις λέγοι διασκιρτῆσαι τυχὸν, κλαῦσαί τε βουκόλια βοῶν; ἀφορήτως γὰρ αὐτὰ καταπιέζον- τος τοῦ λιμοῦ, τάχα πως καὶ ἀνεσκίρτησαν ἂν καὶ τεθνήκα- σιν, εἴπερ ἦν αἴσθησις αὐτοῖς τῶν ἐπενηνεγμένων. ἠφανίσθαι δέ φησι θησαυροὺς καὶ κατεσκάφθαι ληνοὺς, οὐδεμιᾶς που τάχα φροντίδος ἠξιωμένας, διάτοι τὸ μηδὲν ἐξ ἀγρῶν συλλέγεσθαι, ἀλλὰ δρεπάνην μὲν ἀπρακτεῖν τὴν ἐν ἀμπέλῳ καὶ βοτρύϊ, ξηρὸν δὲ δὴ τάχα καὶ ἀτελεσφόρητον τοῖς ἀγροῖς ἐπικεκλίσθαι τὸν στάχυν. ταύτῃτοί φασι Τί ἀποθήσομεν ἑαυτοῖς; ὅτι δὲ, ὡς ἔφην, τοῖς τῶν καρπῶν ἡμέροις καὶ αὐταὶ συνδιολώλασιν αἱ τῆς ἐρήμου πόαι, καθίστησιν ἐν- αργὲς, ἠφανίσθαι λέγων καὶ αὐτὰ τῶν προβάτων τὰ ποίμνια, λιμῷ δὴ πάντως κατεφθαρμένα, καὶ τῆς συνήθους καὶ φι- λαιτάτης αὐτοῖς ἐστερημένα νομῆς. ἐφαρμόσει δὲ καὶ ταῦτα σοφῶς ταῖς Ἰουδαίων συμφοραῖς, οἳ πεπαρῳνήκασιν, ὡς ἔφην, εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. 9Πρὸς σὲ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ, καὶ πάντα τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδά- των, καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.9 Ὡραῖα μὲν τῆς ἐρήμου φησὶ τὰ ἐν πεδίοις τάχα που τοῖς 1.312 ἀνηρότοις αὐτομάτως φυόμενα· ξύλα γεμὴν τοῦ ἀγροῦ τὰ ἐν κήποις τε καὶ παραδείσοις εὐγενῆ βλαστήματα, καὶ ταῖς ἐξ ὡρῶν εὐκαρπίαις περιανθίζεσθαι πεφυκότα· ταῦτά τε ἐν εἴδει πυρὸς μονονουχὶ κατεδηδοκέναι βροῦχόν τε καὶ ἐρυσί- βην. ποιεῖται δὲ χρησίμως τὴν πρὸς Θεὸν εὐχὴν εὐτεχνέσ- τατα, διδάσκων, ὡς ἥκιστα μὲν παρ' ἑτέρου δεήσει ζητεῖν τῆς συμφορᾶς τὴν ἀπόστασιν, προσάγειν δὲ μόνῳ τῷ σώζειν ἰσχύοντι τὰς λιτὰς, καὶ ὡς ἐξ ὀργῆς ἐπάγοντι τὰ καταλυπεῖν εἰωθότα. μὴ γὰρ δὴ χρῆναι φρονεῖν εὖ μάλα φησὶν αὐτο- μάτως τὰ τοιάδε συμβῆναι τῶν κακῶν, ἐπενηνέχθαι δὲ μᾶλλον ὡς ἐκ θείων αὐτοῖς μηνιμάτων· καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησίν "Εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν;" οὐ γὰρ ἂν γένοιτό τι τῶν κακοῦν εἰωθότων ἢ πόλεις ἢ χώρας, ὃ πράττοιτο ἂν μὴ οὐκ ἐφιέντος Θεοῦ. σώζει γὰρ οὓς ἂν ἕλοιτο, καὶ ἀπαλλάττει κακῶν. ἀναπείθει δὴ οὖν τῶν λελυπηκότων τὴν λύσιν παρὰ Θεοῦ ζητεῖν, ῥιπτοῦντας ὡς ἀποτάτω τό γε οἴεσθαι δεῖν τῆς τῶν ψευδωνύμων θεῶν χειρὸς, καὶ ἐπικουρίας δεδεῆσθαι τὰ κατ' αὐτούς. ἐξηράνθαι δέ φησιν ἀφέσεις ὑδάτων. ὑετοῦ γὰρ τὴν γῆν οὐκ ἄρδοντος, καθιεμένης δὲ πρὸς τούτῳ τῆς ἐρυσίβης, ἐξωπλισμένης δὲ καὶ ἀκρίδος, καὶ βρούχου πηδῶντος, καὶ κάμπης ἑρπούσης, πῶς ἦν ἀμφίβολον ὡς πάντη τε καὶ πάντως οἴχοιτο ἂν αὐ τοῖς τὰ ζωαρκῆ πρὸς τὸ μηδέν; καταφθειρομένης δὲ καὶ πόας, πᾶσά πως ἀνάγκη καὶ κτήνη παθεῖν τὸν ὄλεθρον. Φαίην δ' ἂν ὅτι τάχα που καὶ Ἰουδαίοις ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιστρέφουσι πρὸς Θεὸν, πρέποι ἂν εἰπεῖν τὰς τοιάσδε φωνὰς, ταῖς τῶν ἀγαθῶν ἐνδείαις ἐντεθλιμ- 1.313 μένοις καὶ κατοιμώζουσι. δεδαπάνηται γὰρ αὐτοῖς ὡς ὑπὸ πυρὸς τὰ εἰς νοῦν ἀγαθὰ, ἀκρίς τε αὐτὰ νοητὴ κατεδήδοκε, καὶ ἐξηράνθησαν ἀφέσεις ὑδάτων. "Ἐνετείλατο γὰρ ταῖς "νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτοὺς ὑετὸν," κατὰ τὸ γε- γραμμένον, καὶ γεγόνασι ἄβατός τε καὶ ἄνυδρος γῆ, ἥτις οὐ κατοικηθήσεται. ἡμῶν δὲ δὴ πέρι τῶν ἐν πίστει δεδι- καιωμένων προανεφώνει Θεὸς, καὶ τῶν διὰ Χριστοῦ χαρισ- μάτων ἀμφιλαφεστάτην ἔσεσθαι τὴν χορηγίαν ὑπεδήλου λέγων "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυ- "κασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ "ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου "ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων·" καὶ μὴν καὶ ἑτέρως "Ἐγὼ Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι "ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ' ἀνοίξω "ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων εἰς ἕλη, "καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·" οὐκοῦν ἡμεῖς μὲν ἐν τούτοις. εἰ δὲ δὴ βαδίζοιεν εἰς μετάγνωσιν καὶ ἀνα- βλέψοιεν πρὸς Θεὸν, λέγοιέν τε καὶ αὐτοί Πρὸς σὲ Κύριε κεκράξομαι, λήψονται τὰς τῶν ὑδάτων ἀφέσεις, ἀντλήσουσί τε μεθ' ἡμῶν τὸ ὕδωρ τὸ νοητὸν "ἐκ τῶν πηγῶν τοῦ σω- "τηρίου," ποτισθήσονται δὲ καὶ "τὸν χειμάῤῥουν τῆς τρυ- "φῆς" παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὴν πηγὴν τῆς ζωῆς ἕξουσιν ἐν καρδίαις. παρακείσεται δὲ αὐτοῖς εἰς τρυφὴν καὶ τὰ ὡραῖα τῆς ἐρήμου, τουτέστι, νομὴ καλὴ καὶ ἀμφιλαφὴς, εἰς γνῶσιν αὐτοὺς ἀποτρέφουσα τὴν ἐν Χριστῷ νοουμένην θείαν τε καὶ εὐαγγελικήν. 9Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήσονται πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν 1.314 ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης.9 Γράφεται δὴ πάλιν ἀστείως ἡμῖν τοῦ πολέμου τὸ σχῆμα. εἴη δ' ἂν καὶ ἐπ' ἀμφοῖν ἀληθὲς, κἂν εἰ ἐπ' ἀκρίδος καὶ βρούχου νοοῖτο τυχὸν, κἂν εἰ ἐπ' αὐτῶν ἕλοιτό τις τῶν Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιὼν, ἤγουν ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα Κυρίου, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον, ἀλλ' ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολὺ μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐ- τοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν Κυρίου, καθ' ἣν ἔσονται μὲν ὡς ἐν ὁμίχλῃ καὶ σκότῳ, τὸν ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν. 9Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετ' αὐτὸν οὐ προστε- θήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. τὰ ἔμπροσθεν αὐτοῦ πῦρ 1.315 ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παρά- δεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔστιν αὐτῷ.9 Ὄρθρον ἔοικεν ἀποκαλεῖν ἢ τὴν ἐν ὄρθρῳ δρόσον, ἣ ἐπειδὰν ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἣ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαί φησιν ἐπὶ τὰ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ' αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύϊ νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γέγονεν ἀπὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπίπτον εὐθὺς, εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τυχῇ, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἀναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐν- σπαταλῶντες τοῖς εὑρισκομένοις. ἔχει δὲ τὸ ἀληθὲς ὁ λόγος καὶ ἐπ' αὐτῆς εἰ φέροιτο τῆς ἀκρίδος. 9Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτω κατα- 1.316 διώξονται. ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.9 Τὴν ἀκρίδα καὶ τὸν βροῦχον, εἰ δὴ φέροιντο κατὰ χωρῶν καὶ πόλεων, οὐδὲν ἐν μείοσιν ἔσεσθαί φησιν ἵππου τῆς μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης καλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ' αὐτῶν τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐ- ταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαῤῥιπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς ἀνδριζομένοις ἐν μάχῃ. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ' ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκ- στρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνοσίως πεπλημ- μεληκότα, οὐδ' οὕτω κακῶς. 1.317 9Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί.9 Χρῆμα γὰρ, ὡς ἔφην, ἄμαχον παντελῶς καὶ δυσκαταγώ νιστον ἀνθρώποις βρούχου καὶ ἀκρίδος ἐμβολή. 9Πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.9 Ἀληθὲς γὰρ, ὅτι δείμασί τε καὶ λύπαις ταῖς ἀφορήτοις ἔσθ' ὅτε καὶ ἡ τῶν προσώπων ἄνθη μαραίνεται καὶ κατα- μελαίνεταί πως εἰς τὸ ἀκαλλὲς τοῖς ἐκ νοῦ θορύβοις μονον- ουχὶ μεταχρωννυμένη. 9Ὡς μαχηταὶ δραμοῦνται, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη.9 Καταθέουσαι γὰρ ἐν ἴσῳ τε τοῖς μαχιμωτάτοις, ὄκνου τε ἀμείνους ὑπάρχουσαι καὶ δειμάτων, καὶ αὐτῶν ὑπεραρθή σονται τῶν τειχῶν, θρασεῖαν ὥσπερ τινὰ μελετῶσαι τὴν ἐμβολήν. 9Καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν, καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται.9 Ἀβασίλευτον μὲν ἡ ἀκρὶς, ἐκστρατεύει γεμὴν ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως. φασὶ δὲ αὐτὰς στοιχηδὸν ἰέναι, καὶ ὡς ἐν τάξει διΐπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως αὐτῆς βραβευούσης τὸ φιλάλληλον. 1.318 9Καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται.9 Ὅπλα δὲ οἶμαί που τοὺς ὀδόντας φησὶ, δι' ὧν αὐταῖς ὁ πόλεμος, καὶ τὰ ὡς ἐν μάχῃ κατορθώματα, δαπανωμένης μὲν πόας, ληΐου δὲ πίπτοντος, καὶ φυτῶν αὐαινομένων. 9Καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελέσωσιν.9 Βάλλουσι μὲν ἀκρίδες οὐ βελῶν ἀκίσι τοὺς πολεμουμέ- νους, ἀλλ' οὐδὲ τόξον αὐταῖς ἐντείνεται· πόθεν; κατακρούουσι δὲ ὥσπερ ταῖς τῶν ἐδωδίμων καταφθοραῖς, καὶ τοῖς λιμοῦ καὶ ἐνδείας δείμασιν. ὅτι δὲ καὶ αὐτοῖς τοῖς ὑπὸ τοιάνδε πεσοῦσι συμφορὰν οὐκ ἂν ἐξαρκέσειε τὸ ἀπολέσθαι τὰ ἐν ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοι- τηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ' ἂν καὶ ἐπέκεινα· φησὶ γάρ· 9Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανὸς, ὁ ἥλιός τε καὶ ἡ σελήνη συσκοτάσουσι καὶ τὰ ἄστρα οὐ δώσουσι τὸ φέγγος αὐτῶν.9 Ἀκούεις ὅτι καταπτήσονται μὲν καὶ αὐτῶν τῶν τειχῶν, 1.319 καὶ οἷον αὐτὴν καταδῃοῦσαι τὴν πόαν, ἐν ἴσῳ τοῖς εἰωθόσι λωποδυτεῖν, διὰ θυρίδων ἐμβαλοῦσι, συγχέουσαι δήμους, καὶ μονονουχὶ διακυκῶσαι τὸ πᾶν, ὡς ἤδη δοκεῖν καὶ αὐτὸν δε- δονῆσθαι τὸν οὐρανὸν, ἥλιον δὲ καὶ σελήνην, καὶ μέντοι καὶ ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ' ἀνθρώπων στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι καὶ οἴκοις αὐτοῖς ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα. 9Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ· ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα· καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;9 Ἔφην ἤδη φθάσας, ὅτι σκοπὸς τῷ Προφήτῃ δεινὴν καὶ δυσδιακόμιστον ἀποφῆναι τὴν συμφορὰν, ἵνα δὴ μεταχωροῖεν ἐπὶ τὸ ἐθέλειν ἤδη τὰ ἀμείνω τε δρᾶν, καὶ μὴν καὶ βουλεύ- εσθαι σωφρονέστερον, οἱ ταῖς εἰς φαυλότητα παρατροπαῖς λελυπηκότες τὸν νομοθέτην. οἶδε γὰρ οἶδεν ἡ τῶν ἀλγημάτων ὑπερβολὴ μετακομίζειν εὐκόλως ὡς ἐξ ἀνάγκης τινὰς ἐπί γε τὸ ἑλέσθαι δρᾶν τὰ ἀνδάνοντα λοιπὸν τῷ σώζειν οἵῳ τε καὶ ἀπαλλάττειν ἰσχύοντι. δώσει δὴ οὖν ὁ Κύριός φησι τὴν φωνὴν 1.320 αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, μονονουχὶ στρατηγῶν καὶ παραθήγων ὡς ἐπ' ἐχθρούς. πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν ὅτι τοῖς προασπίζουσι καὶ τῶν ἄλλων προτεταγμένοις, τὸ διεγείρειν τὸ μάχιμον καὶ οἰκείαν ἡγεῖσθαι τὴν παρεμβολήν. ὑπεμφαίνει δὲ δι' αὐτῶν, ὅτι μὴ αὐτόματον ἔχει τὰ δεινὰ τὴν ἔφοδον, μήτε μὴν ἐκ τοῦ παρατυχόντος συμβέβηκεν ἁπλῶς, ἀλλ' ὅτι μᾶλλον ἐπενήνεκται παρὰ Θεοῦ, λελυπημένου δηλονότι καὶ ὁσίως ἤδη κολάζοντος. καταπτοεῖ δὲ αὐτοὺς, πλείστην τε ὅσην εἶναι λέγων τὴν παρεμβολὴν, καὶ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. ἀμήχανον δὲ μὴ πάντη τε καὶ πάντως εἰς πέρας ἐλθεῖν, ὅπερ ἂν προστάττοι γενέσθαι Θεός. καὶ γοῦν ἔφη πρός τινα τῶν ἁγίων προφητῶν· Ἱερε-μίας οὗτος ἦν· "Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει "Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;" διϊκνεῖται γὰρ ὥσπερ διὰ παντὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ οἷς ἂν φθέγξαιτο τὸ ἀντιστατοῦν οὐδὲν, εἴκει δὲ μᾶλλον καὶ τὰ σκληρὰ καὶ ἀντίτυπα· καταθραύεται γὰρ εὐκόλως, καὶ τοῖς δεσποτικοῖς θελήμασι καὶ οὐχ ἑκόντα παραχωρεῖ. μεγάλη δὴ οὖν καὶ ἐπιφανὴς ἡ ἡμέρα, φησὶ, διὰ τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; τουτέστιν, οὐδεὶς ἂν γένοιτο τῶν ἐπὶ γῆς ἀτε- ράμων οὕτως καὶ εὐσθενὴς, ὡς ἀντεξάγειν δύνασθαι ταῖς θείαις ὀργαῖς. καὶ σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος ∆αυεὶδ ἀνα- κεκραγὼς πρὸς Θεόν "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- "σεταί σοι ἀπὸ τῆς ὀργῆς σου;" 9Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, 1.321 καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολίπηται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν;9 Ἐντεῦθεν ἂν μάθοις, καὶ μάλα σαφῶς, ὡς οὐχ ἑτέρου του χάριν ὑψοῦ μὲν ἐτίθει τὰ διηγήματα· σκληρὰν δὲ αὐτοῖς καὶ δυσδιακόμιστον κομιδῇ προαναφωνεῖ τὴν συμφορὰν, ἢ ὥστε λοιπὸν μεταπεῖσαι παρελθεῖν εἰς μετάγνωσιν. ἀπογινώσκειν γὰρ οὐκ ἐᾷ· διαβεβαιοῦται δὲ, καὶ μάλα σαφῶς, ὡς εἴπερ ἕλοιντο φρονεῖν τὰ βελτίω, καὶ τὰς ἰδίας ὁδοὺς κἂν γοῦν τοῖς δευτέροις ἐπανορθοῦν εἰς τὸ ἀρέσκον Θεῷ, πεπαύσεται πάντως τὰ ἐξ ὀργῆς, καὶ εἰς πλάτος αὐτοῖς εὐκοσμίας μετα- χωρήσει τὰ πράγματα. τίς δ' ἂν γένοιτο τῆς τε ἐπιστροφῆς αὐτοῖς, καὶ ὁ τῆς λιτῆς τρόπος, καθίστησιν ἐναργὲς, οὕτω λέγων Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδίας ὑμῶν. ἐῤῥίφθω, φησὶ, τὰ παρῳχηκότα, καὶ ἀποδημείτω πρὸς λήθην τὰ φθάσαντα· ἑαυτῶν ἀμείνους ὄφθητε τοῖς δευτέροις, ἐκμειλίσσεσθε Θεὸν νηστείᾳ καὶ πόνῳ, κοπετῷ τε καὶ ὀδυρμοῖς. ἕψεται γὰρ πάντως ταῦτα δρᾶν ᾑρημένοις τὸ χρῆναι λοιπὸν ἐν εὐπαθείαις εἶναι καὶ τρυφῇ. ὥσπερ γὰρ τῆς ῥᾳστώνης τὸ τέλος, καὶ τοῦ δια- πίπτειν εἰς ἡδονὰς καταστρέφει πάντως εἰς οἰμωγὰς καὶ κόλασιν· οὕτω τῆς ἐπιεικείας καὶ τῶν ἐπὶ ταῖς μεταγνώσεσι πόνων ἡ ἔκβασις εἰς τὸ τῆς εὐημερίας ἔρχεται πλάτος. χρή- 1.322 σιμον οὖν ἄρα τὸ κλαίειν ἐφ' ἁμαρτίαις, καὶ λυπεῖσθαι κατὰ Θεόν. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος "Ἡ κατὰ Θεὸν "λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργά- "ζεται." μακαρίζει δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς "Πεν "θοῦντας νῦν, ὅτι αὐτοὶ παρακληθήσονται." καὶ μὴν καὶ ὁ σοφὸς ἡμῖν Σολομῶν τοιοῦτόν τι φησὶν αἰνιγματωδῶς "̓Αγαθὸν τὸ πορευθῆναι εἰς οἶκον πένθους, ἢ τὸ πορευ- "θῆναι εἰς οἶκον πότου." πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὅση τις ἐστὶ τῆς νηστείας ἡ δύναμις. ἐξημεροῖ τὸν ∆εσπότην, κατευνάζει τὴν ὀργὴν, ἀνατρέπει κόλασιν. ἑαυτοὺς γὰρ αἰκιζόμενοι, μονονουχὶ καὶ λελυττηκότα καὶ ἀγριαίνοντα καθ' ἡμῶν τὸν θεῖον εὖ μάλα δυσωποῦμεν θυμὸν, καὶ τὴν τοῦ καταπαίοντος χεῖρα συστελοῦμεν εὐκόλως. εἰ γάρ ἐστιν ἀληθὲς, ὅτι καὶ μόνον ὁμολογοῦντες τὰς ἁμαρτίας Θεοῦ κατοικτείροντος δικαιούμεθα, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι τοῖς ἐξ ἀσκήσεως πόνοις ἑαυτοὺς κατατήκοντες, καὶ οἷον αἰτοῦντες δίκας, τῶν ἡμαρτημένων κερδανοῦμεν παρὰ Θεοῦ τὴν ἄφεσιν; πενθεῖν οὖν ἄρα κελεύει καὶ διαῤῥηγνύναι σφᾶς, ἥκιστα μὲν τὰ ἄμφια, διαπτύσσειν δὲ μᾶλλον νοητῶς τὴν καρδίαν τὴν ἀπηνῆ καὶ πεπιλημένην εἰς ἣν ὁ θεῖος οὐκ εἰσδύεται φόβος. ἐπιστέλλει γοῦν Κορινθίοις ὁ Παῦλος "Οὐ στενοχωρεῖσθε "ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. τὴν "δὲ αὐτὴν ἀντιμισθίαν· ὡς τέκνοις λέγω· πλατύνθητε καὶ "ὑμεῖς." χρὴ δὴ οὖν ἄρα κατευρύνειν μὲν ὥσπερ Θεῷ τὴν καρδίαν, καὶ μονονουχὶ περιῤῥηγνύναι τὸν νοῦν, ἵν' εἰσδέ- ξαιτο τὸ αὐτοῦ. τὸ γάρτοι πλάττεσθαι λύπην, καταῤῥηγνυ- μένων ἀμφίων εἰκῇ καὶ μάτην, ὀνήσειεν ἂν οὐδὲν τοὺς τοῦτο 1.323 δρᾶν ᾑρημένους· ἐμποιήσειε δ' ἂν οὐ βραχὺ τὸ κέρδος τὸ ἀνοιγνύναι καρδίαν, καὶ ἐναποτίθεσθαι τὸ Θεῷ δοκοῦν· ἀποκομιεῖ γὰρ τὸ χρῆμα πρὸς σωτηρίαν. ὅτι δὲ οὐκ ἀπο- τεύξονται τοῦ σκοποῦ ποιούμενοι τὰς λιτὰς, ἐμπεδοῖ λέγων, ὡς εἴη μὲν ὁ τῶν ὅλων ∆εσπότης φιλάνθρωπός τε καὶ πολυέλεος, οἰκτίρμων καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κα- κίαις. εἰ γὰρ δὴ καὶ ἕλοιτο κακοῦν τοὺς ἡμαρτηκότας, ἀλλ' οὖν ἔσται πρᾶος, καὶ οὐκ ἐς μακράν· μεταχωρεῖ γὰρ εὐ- κόλως ἐπὶ τὸ βουλεύεσθαι τὰ χρηστά. τοῦτο εἶναί φημι τὸ μετανοεῖν ἐπὶ ταῖς κακίαις. ὑποτεμνόμενος δὲ χρησίμως ὁ Προφήτης τῶν τὴν σωτηρίαν ἀπεγνωκότων τὸ εἰκαιό- βουλον Τίς οἶδέ φησιν, εἰ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, τουτέστι δώσει τοῖς ἐπιστρέφουσι τὸ μετασχεῖν εὐλογίαν, ὥστε καὶ σπονδὴν καὶ θυσίαν ἀναθεῖναι πάλιν αὐτῷ, χαίροντάς τε καὶ εὐφραινομένους ἀνάψαι τὰ χαριστήρια. 9Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θερα- πείαν, συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσ- βυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου κλαύ- σονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι Κύριε τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν;9 ∆ιανίστησιν εὖ μάλα καὶ διὰ τούτων αὐτοὺς εἰς μετά- γνωσιν, καὶ τρόπον οὐδένα τῆς εἰς τοῦτο σπουδῆς ἀνεπιτή- 1.324 δευτον ἐᾶν ἐπιτάττει χρησίμως. δεῖν γὰρ ἔφη λαμπρῷ καὶ διαπρυσίῳ κηρύγματι κεχρημένους, ἁγιάζειν μὲν νηστείαν, κηρύξαι δὲ θεραπείαν, καὶ συναγείρειν ἐν ἐκκλησίᾳ τοὺς θερα- πεύειν ὀφείλοντας, δῆλον δὲ ὅτι λελυπημένον τὸν τῶν ὅλων Θεόν. εἶεν δ' ἂν οὗτοι "Νεανίσκοι καὶ παρθένοι, πρεσβύ- "τεροι μετὰ νεωτέρων," νήπιά τε πρὸς τούτοις ἀρτιγενῆ καὶ ὑπότιτθα, καὶ μὴν καὶ νυμφίοι, καὶ ἀρτίγαμοι κόραι, τάχα που κατεστεμμένων ἔτι παστῶν ἐκθέουσαι καὶ γαμηλίους εὐνὰς ἀρνούμεναι, τρυφῆς τε ὑπερορῶσαι καὶ πότων, καὶ ἀλλασσόμεναι τὴν σκληραγωγίαν· κρότου περιεσταλμένου, καὶ ἠρεμούντων ᾀσμάτων καὶ εὐφημιῶν, ἃς ἔθος τισὶν ἀνάπτειν ἔσθ' ὅτε τοῖς γεγαμηκόσι· καὶ ὁμοῦ νυμφίοις ὀλο- φυρόμεναι. καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη τις τῶν παρ' ἡμῖν σοφῶν "Μουσικὰ ἐν πένθει, ἄκαιρος διήγησις." ἐπηρτημένης δὴ οὖν θείας ἡμῖν ὀργῆς, πενθεῖν ἀναγκαῖον, οὐχὶ δὴ πότοις τε καὶ τρυφαῖς ἐναβρύνεσθαι φιλεῖν. ὅτι γὰρ οὐκ ἀμοιρήσειεν ἂν μομφῆς τε καὶ δίκης τὸ οὐκ ἐν καιρῷ τρυφᾶν, σαφηνιεῖ τις λέγων τῶν ἁγίων προφητῶν περὶ τῶν ἐξ Ἰσραήλ "Καὶ ἐκάλεσε Κύριος σαβαὼθ ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ "ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, σφά- "ζοντες μόσχους καὶ θύοντες πρόβατα καὶ λέγοντες Φάγω- "μεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν." ἰτέον δὴ οὖν εἰς θρήνους καὶ δάκρυα, ἐπηρτημένης ὀργῆς, καὶ διεῤ ῥίφθω πότος. δεῖν δὲ δή φησιν ὁ Προφήτης καὶ αὐτὸ τοῖς πενθοῦσι τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀναπλέκεσθαι γένος, καὶ πρὸς αὐταῖς ταῖς τοῦ ναοῦ κρηπίσι, καὶ ἀνὰ μέσον τοῦ θυσι- 1.325 αστηρίου κατολολύζειν ἐκτενῶς ἀνακεκραγότας καὶ λέγοντας Φεῖσαι Κύριε τοῦ λαοῦ σοῦ, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν; Ἀλλ' εἰ περὶ μόνης αὐτῷ τῆς ἀκρίδος λόγος ἦν, πῶς οὐχὶ μᾶλλον λιμοῦ καὶ ἐνδείας αἰτοῦσιν ἀπαλλαγήν; ἐκδεδίασι δὲ τὸ πεσεῖν εἰς χεῖρας ἐχθρῶν, καὶ παραιτοῦνται γέλωτα καὶ ὀνειδισμόν. εἰκὸς οὖν, φαίην δ' ἂν ὅτι καὶ ἀληθὲς, ὡς ἐν τοῖς αἰνίγμασι τοῖς περὶ τῆς ἀκρίδος ἡ τῶν Ἀσσυρίων ἔφοδος ἐγράφετο λεληθότως. εἰ δὲ δὴ βούλοιτό τις καὶ ἐπ' αὐτῆς τῆς ἀκρίδος τὰ τοιάδε νοεῖν, καταθαυμάσειεν ἂν εἰκό τως τῶν προφητικῶν θεσπισμάτων τὴν οἰκονομίαν. αὐτὸς γὰρ ὁ τῆς κολάσεως τρόπος μονονουχὶ κατακέκραγε τῆς τοῦ Ἰσραὴλ ἀβουλίας, καὶ προσέτι τῆς ἐνούσης αὐτοῖς ἀσθενείας. ἠλλάξαντο γὰρ "θεοὺς οἳ οὐκ εἰσι θεοὶ," καὶ τὸν τῶν ὅλων ἀφέντες ∆ημιουργὸν προσκεκυνήκασιν τῇ Βάαλ. ἀλλ' ἰδοὺ τῆς ἀκρίδος ἀφόρητον ποιοῦνται τὴν παρεμβολὴν, βροῦχος ὁπλίζεται καὶ πεπτώκασιν, οὐδεμίαν ἔχουσι τὴν ἐπικουρίαν ἐκ τῶν ψευδωνύμων θεῶν· οἱ δὲ δὴ βρούχου καὶ ἀκρίδος ἡττώμενοι, ποίαν ἂν ἔτι τοῖς προσκυνοῦσιν αὐτοῖς ἐπιδοῖεν τὴν ἄκεσιν εἰ μάχοιντο πρὸς ἐχθροὺς, καὶ ταῖς τῶν πολεμίων πολιορκοῖντο φάλαγξιν;

1.326 ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.

9Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. καὶ ἀπεκρίθη Κύριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἀπο- στέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλη- σθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσιν, καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐκδιώξω ἀφ' ὑμῶν.9 Ἄθρει δὴ τρέχοντα κατὰ πόδας τὸν ἔλεον. φθάνει γὰρ οἶμαι τὸ πένθος ἡ γαληνότης, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι δάκρυον ἡ τοῦ κατοικτείραντος χάρις. οὐ γὰρ μόνον ἠλέει τοὺς πεπραχότας ἀθλίως, ζηλοῖ δὲ μᾶλλον καὶ ἐπεμήνισε τοῖς λελυπηκόσιν, οἳ καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ἀθλιό- τητος γεγόνασιν ὑπουργοί. ἐπισκήπτει δέ που τοῖς Βαβυ- λωνίοις ὁ τῶν ὅλων Θεὸς, ὡς ἀπηνέστερον ἤπερ ἐχρῆν τοῖς ὑπὸ θείαν ὀργὴν ἐπενηνεγμένοις. ἔφη γὰρ ὅτι "Ἐγὼ δέδωκα "αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος·" καὶ μὴν καὶ πρὸς τὸν μακάριον προφήτην Ζαχαρίαν "Τάδε "λέγει Κύριος Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν "ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ 1.327 "ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, "αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." ζηλώσας δὴ οὖν τὸν λαὸν αὐτοῦ, κατεπαγγέλλεται μὲν ἀφθόνως αὐτοῖς χορηγήσειν τὰ ζωαρκῆ, καὶ τῆς προλαβούσης συμφορᾶς ἰσοπαλῆ πως τὴν εὐθυμίαν, καὶ τὰ ἐδώδιμα μὲν εἰς κόρον· ἀσφάλειαν δὲ πρὸς τούτοις καὶ τὸ μὴ εἰς χεῖρας δοθήσεσθαι τῶν ἐχθρῶν, μήτε μὴν ὑποπεσόντας δουλείᾳ τῇ ἐπ' αὐτοῖς, οἰκτρὸν καὶ ἐπ' ἀθλιότητι διαζήσεσθαι βίον. ὑπισχνεῖται δὲ πρὸς τούτοις ἀφανίσαι τὸν ἀπὸ βοῤῥᾶ, τουτέστι τὸν Ἀσσύριον· βορειοτέρα γὰρ αὐτοῖς καὶ πρὸς ἀκτῖνα μᾶλλον ἡ χώρα. εἰ δὲ δή τις οἴοιτο καὶ ἐκ τῶν βορειοτέρων τῆς Ἰουδαίας γενέσθαι μερῶν τῆς ἀκρίδος τὴν ἔφοδον, τὸ κωλύον οὐδὲν ὀρθῶς ἔχειν οἴεσθαι καὶ οὕτω τὸν λόγον. Εἰ δὲ δή τισι καταφθείροιτο καὶ τὰ εἰς καρδίαν ἀγαθὰ καὶ τῆς νοητῆς εὐκαρπίας ὁ πλοῦτος, οἷάπερ ἀκρίδος ἐπιπη- δώσης αὐτοῖς τῆς τῶν δαιμονίων ἀγέλης, καὶ καταθεουσῶν ἀρχῶν, δυνάμεων καὶ ἐξουσιῶν· δῆλον δὲ ὅτι τῶν πονηρῶν· ποιείτω τὸ πένθος, μελετάτω τὴν μετάγνωσιν, δακρυῤῥοείτω πρὸς Θεόν. ἀκούσεται γὰρ εὐθὺς ἐκ φιλανθρωπίας λέγοντος Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. ἀποφανεῖ γὰρ αὐτοῦ τὴν καρδίαν ὡς εὔσταχυν γῆν, ὡς σπέρ- μασιν ὡραίοις κομῶντα κῆπον, ὡς εὔβοτρυν ἀμπελῶνα, καὶ μὴν καὶ ἐλαίῳ καταπιανεῖ, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον "̓Ελίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου." ἐξελάσει δὲ ἀπ' αὐτοῦ τὸν ἀπὸ βοῤῥᾶ, τουτέστι τὸν ἀποψύχοντα σατανᾶν, καὶ ζεῖν οὐκ ἐῶντα τῷ πνεύματι τοὺς ὑπ' αὐτῷ γενομένους. 1.328 ψυγήσεσθαι δὲ καὶ ὁ Παῦλος ἔφασκε "τῶν πολλῶν τὴν ἀγά- "πην διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν." ἀλλ' οἵ γε Χριστοῦ γνώριμοι τῷ πνεύματι ζέουσιν· ἀνέχονται δὲ οὐδαμῶς τὸ ἀποψύχεσθαί ποι πρὸς ἐκτόπους ἡδονάς· "Τὴν γὰρ ἑαυτῶν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." 9Καὶ ἐξοίσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.9 ∆ιαπλάττει μὲν ἔτι τοῦ λόγου τὸ σχῆμα, καθὰ καὶ ἐν ἀρχαῖς ὡς ἐπ' ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆ- ναι νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἱερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ' αὖ καὶ βορειότερα, τῇ Παλαιστινῶν γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ τῇ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και- 1.329 ροῖς τῆς Ἐζεκίου βασιλείας, καὶ ἦν δυσφόρητος τῶν πτωμά- των ὁ βρόμος, ὡς καθαρισθῆναι μόλις ἐν ἑπταμήνῳ τὴν γῆν, καὶ τῆς τῶν πτωμάτων ἀπηλλάχθαι σαπρίας. οὕτω γάρ που φησὶν ὁ προφήτης Ἰεζεκιήλ. ὅτι δὲ προσκέκλιται τοῖς βορειοτέροις τῶν Βαβυλωνίων ἡ γῆ, σαφὲς ἂν γένοιτο, λέγοντος Θεοῦ διὰ φωνῆς ἁγίων τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν "Ὢ, ὢ, φεύγετε ἐκ γῆς "βοῤῥᾶ, λέγει Κύριος· εἰς Σιὼν ἀνασώζεσθε, οἱ κατοικοῦν- "τες θυγατέρα Βαβυλῶνος." Ἐξελάσας δὲ καὶ ἐξ ἡμῶν αὐτῶν τὴν ἀκρίδα Χριστὸς, φημὶ δὴ τὴν νοητὴν, τὰ παμμόχθηρα δηλονότι τῶν δαιμο- νίων στίφη, κατηφάνισεν αὐτὰ, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης· κατέκλεισε γὰρ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσ- σου μυχοῖς, ἀνέβη δὲ λοιπὸν ἡ σαπρία τε καὶ ὁ βρόμος αὐτῶν, καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουὴλ, ἀνα- κεκραγώς τε καὶ λέγων "Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν "κοιλάδων," τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνώ- καμεν. 9Θάρσει γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι. θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ 1.330 πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμ πελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώιμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.9 Ἔθος τοῖς ἁγίοις προφήταις, ἐκ τῶν κατὰ μέρος, καὶ ὡς πρὸς ὀλίγους ἀγαθῶν, ἐκκομίζειν τὸν λόγον ἐπὶ τὰ καθόλου τε καὶ γενικώτερα· ταῦτα δέ ἐστι τὰ διὰ Χριστοῦ. πρόεισι δὴ οὖν εἰς τοῦτο πάλιν ἡμῖν ὁ λόγος. πότε γὰρ δέδοται τὸ χρῆναι θαρσεῖν τῇ γῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄν- θρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ' οὐρα- νὸν εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν "Ὡς ποταμὸς "εἰρήνης, ὡς χειμάῤῥους" τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνο μάζει τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς εἰ- ρημένον "Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, "καὶ ἀνθείτω ὡς κρῖνον." πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιην- θισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῇ πόᾳ κατεστεμμένον. 1.331 οὗτοι τὸν τῶν ἀποκτηνωθέντων ἐκτρέφουσι νοῦν, ἵνα καὶ εἰς σύνεσιν ἀναβῶσιν ἀνθρωποπρεπῆ. ἔφη δὲ ὅτι καὶ ξύλον ἐξ- ήνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελόν τε καὶ συκῆν τὴν ἰδίαν ἐκ- δοῦναι δύναμιν, τὸν στερεὸν οἶμαι τῶν διδασκόντων λόγον, ᾧ ἔνεστι μὲν τὸ γλυκὺ, ἔνεστι δὲ αὖ πρὸς τούτῳ καὶ τὸ κατευφραίνειν εἰδὸς, τοῖς ἀπὸ συκῆς καὶ ἀμπέλου παρεικάζων καρποῖς. ἁρμόσειε δ' ἂν καὶ μάλα εἰκότως, τοῖς μὲν ἔτι παχυτέροις τὸν νοῦν καὶ νωθείαν ἔχουσι τὴν κτηνοπρεπῆ, κατανέμεσθαι μάθησιν τὴν χθαμαλωτέραν, τὴν ὡς ἐν εἴδει καὶ δυνάμει πόας ἐν τοῖς τὰ μικρὰ διδάσκουσι φυομένην, τοῖς γεμὴν ἤδη τελείοις τὸν ὑψοῦ τε ἤδη νοούμενον, καὶ οἷον ξύλοις ὡραίοις ἐπηνθηκότα καρπὸν, τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ἤγουν παιδεύσεως ἠθικῆς, τῆς ὡς ἐν ὕψει θεωρημάτων. τοιγάρτοι κτήνη μὲν ἐκείνους ὀνομάζει, Σιὼν δὲ τέκνα τοὺς τελειοτέρους, οἷς καὶ ἐπιγάννυσθαι κελεύει Κυρίῳ τῷ Θεῷ αὐτῶν. ἡ πᾶσα γὰρ ἡμῶν θυμηδία Χριστὸς, παρ' οὗ καὶ δι' οὗ πᾶσα πλήρωσις ἀγαθῶν, καὶ τῶν οὐρα- νίων χαρισμάτων ἀμφιλαφὴς χορηγία τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς ἐν πρωΐμοις τε καὶ ὀψίμοις καρποῖς νοουμένη καὶ ὡς ἐν σίτῳ πληροῦντι τὴν ἅλω, καὶ ὡς ἐν οἴνῳ ληνοῦ ὑπερχεομένῳ, καὶ ὡς ἐν ἐλαίῳ τῷ ὑπερβλύζοντι. ἰστέον δὲ, ὅτι καὶ κατά γε τὸν τρόπον τῆς μυστικῆς πληρώσεως ἀληθὴς ἡ ὑπόσχεσις. δέδοται γὰρ ἡμῖν ὡς ἐν ὑετῷ τὸ ὕδωρ τὸ ζῶν τοῦ ἁγίου βαπτίσματος, ὡς ἐν σίτῳ γεμὴν ὁ ἄρτος τῆς ζωῆς καὶ ὡς ἐν οἴνῳ τὸ αἷμα· προ[σ]επενήνεκται δὲ καὶ ἡ τοῦ ἐλαίου χρεία, 1.332 συντελοῦσα πρὸς τελείωσιν τοῖς δεδικαιωμένοις ἐν Χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος. 9Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλη- σθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησεν μεθ' ὑμῶν θαυμάσια.9 Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν ταῖς ἱστορίαις πρέποντα λόγον, ταῖς προλαβούσαις τῆς ἀκρίδος ἐμβολαῖς τὴν ἰσοσθενῆ καὶ ἰσομοιροῦσαν εἰσάπαν ὑπισχνεῖται φιλοτιμίαν, καὶ τῆς τὸ τηνικάδε συμβάσης αὐτοῖς αἰκίας εὐρυτέραν φησὶν ἔσεσθαι τὴν τῶν ἐδωδίμων παράθεσιν. Εἰ δὲ δὴ νοοῖτο πνευματικῶς τῆς προφητείας ὁ λόγος, φαμὲν, ὅτι κατεδηδοκότος ἡμᾶς ὥσπερ τοῦ σατανᾶ, καὶ ὡς ἐν τάξει κάμπης τε καὶ ἀκρίδος καὶ μέντοι καὶ ἐρυσίβης κατεφθαρκότων οὐ φορητῶς τῶν ἀλιτηρίων πνευμάτων ἐπὶ πολυτρόπου παθῶν ἰδέας, ξηροὶ καὶ ἄκαρποι μεμενήκαμεν, γυμνοὶ καὶ ἐψιλωμένοι παντὸς ἀγαθοῦ, οὐκ ἠθικὴν ἔχοντες εἰς νοῦν ἀρετὴν, οὐ δογματικῇ θεωρίᾳ καταλαμπόμενοι, λιμῷ δὲ ὥσπερ κατεφθαρμένοι, καὶ ἁπαξαπλῶς ἁπάσης εὐκαρπίας ἐστερημένοι. ἐπειδὴ δὲ πεπλουτήκαμεν παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενικήκαμεν γὰρ σὺν αὐτῷ τὸν κόσμον, καὶ "∆έδωκεν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·" τότε δὴ τότε καὶ ὑετοὺς ἐσχήκαμεν τοὺς πνευματικοὺς πρώϊ- 1.333 μόν τε καὶ ὄψιμον, νομικήν τε φημὶ παίδευσιν καὶ παρά- κλησιν Εὐαγγελικήν, τότε καὶ ἀνεθάλομεν εἰς δικαιοσύνην καὶ καρποὺς ἐσχήκαμεν ζωῆς, τότε καὶ φάγοντες ἐμπεπλῆσ- μεθα καὶ δοξολογοῦμεν ὡς ∆εσπότην τὸν ἑαυτῶν Σωτῆρα Χριστὸν, ἀνακηρύττοντες ὡς θαυματουργὸν, καὶ τὰ λόγου καὶ ἐλπίδος ἐπέκεινα τοῖς ἀγαπῶσιν αὐτὸν δωρούμενον. ἐγνώκαμεν δὲ πρὸς αὐτῷ παντελῶς ἕτερον οὐδένα. δεδι- δάγμεθα δὲ λέγειν ἐξ ἀγαθῆς διανοίας "Κύριε, ἐκτός σου "ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν." ἄθρει δὲ ὅπως ὁ τῶν ὅλων Θεὸς μονονουχὶ καὶ διαγελᾷ καὶ κατει- ρωνεύεται τὰ ἀνθρώπινα, δύναμιν μεγάλην ἑαυτοῦ τὴν κάμπην ἀποκαλῶν, ἢν καὶ εἰς αὐτοὺς πεπομφέναι φησί. καὶ οὐ δή- που φαμὲν, ὅτι δύναμις ἀληθῶς ἡ κάμπη Θεοῦ, καὶ τοῦτο μεγάλη, ἀλλ' οἷον ἐκεῖνό φησι τοῖς τὴν δι' αὐτῆς οὐκ ἐνεγκοῦσι κόλασιν Ὢ δεινοὶ καὶ ἀγέρωχοι καὶ ἐν οὐδενὶ γράφοντες λόγῳ τὸ προσκρούειν ἐμοί· οὐ πῦρ ἐφ' ὑμᾶς οὐρανόθεν ὁρῶμαι καθεὶς, οὐκ ἐπαφῆκα βροντὴν ἢ χάλαζαν, οὐχ ἕτερόν τι τῶν ὑψοῦ τε ἠρμένων, καὶ ὅτι μάλιστα τῇ τοῦ Θεοῦ δόξῃ πρεπωδεστάτων ἐπενεγκών. σκωλήκων εὐτελεστάτων ἀθλία πληθὺς κατεξανέστη τῆς χώρας, καὶ τεθορύβησθε πρὸς αὐτῆς, τεθρηνήκατε καὶ διολώλατε· τάχα που μεγάλη λίαν ἡ κάμπη, λογιοῦμαι δὲ αὐτὴν καὶ δύναμιν ἐμαυτοῦ μεγάλην· ἐν ἤθει δὴ οὖν ὁ λόγος, καὶ οἱονείπως ἐν γέλωτι, μονονουχὶ καὶ ἐπιτωθάζοντος Θεοῦ τοῖς καταφρονεῖν εἰωθόσιν, ὡς καὶ, εἴπερ ἕλοιτο κολάζειν αὐτοὺς, ἀρκούσης εἰς τοῦτο καὶ κάμπης ἀντὶ πολλῆς καὶ ἀμάχου λοιπὸν ἰσχύος. 1.334 Μὴ δὴ πλατὺ γελάτωσαν αἱρετικοὶ, μηδὲ τῆς τοῦ Μονογε- νοῦς καταφλυαρείτωσαν δόξης, ὡς δὴ καὶ μεγάλης δυνάμεως ὠνομασμένης τῆς κάμπης, μὴ δ' ἂν εἰ λέγοιτο καὶ αὐτὸς Θεοῦ δύναμις ἐν ἴσῳ γραφέσθω τῇ σκώληκι. τετολμήκασι γὰρ οἱ δείλαιοι καὶ εἰς τοῦτο κατολισθεῖν ἀθλιότητος ἐννοιῶν. 9Καὶ οὐ μὴ καταισχυνθῇ· ὁ λαός μου εἰς τὸν αἰῶνα· καὶ ἐπι- γνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ· καὶ οὐ μὴ καται- σχυνθήσεται ἔτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.9 Ἐπαγγέλλεται σαφῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καὶ ὅτι τοῖς ἐπὶ τῆς γῆς συνδιαιτηθήσεται καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ γενόμενος καθ' ἡμᾶς, τουτέστιν, ἄνθρωπος. τότε γὰρ γέγονεν ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ διεφύγομεν ἐντροπὴν καὶ αἰσχύνης ἀπηλλάγμεθα, θανάτου πεσόντος, ἁμαρτίας ἀνῃρημένης, γνώσεως ἀληθοῦς εἰσκεκο- μισμένης. προσκυνοῦμεν γὰρ οὐκέτι "τῇ κτίσει παρὰ τὸν "κτίσαντα," καὶ Θεὸν ἕτερον ἐπ' αὐτῷ παντελῶς οὐδένα παραδεδέγμεθα. τοιγάρτοι καὶ πεπλουτήκαμεν, ὡς ἐν ἐλπίδι βεβαίᾳ, ζωήν τε καὶ δόξαν καὶ τὴν εἰς μακραίωνα βίον ἐν ἁγιασμῷ καὶ ὁσιότητι πολιτείαν. 9Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, 1.335 καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καί γε ἐπὶ τοὺς δού- λους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου.9 Ἰδοὺ δὴ σαφῶς χαριεῖσθαι κατεπαγγέλλεται τὴν τοῦ Ἁγίου Πνεύματος χύσιν, τουτέστιν ἀμφιλαφῆ χορηγίαν, οὐκ εἰς προφήτην ἐξειλεγμένως ἕνα που καὶ δύο τύχον, ἀλλὰ τὴν εἰς ἅπαντας ἁπλῶς τοὺς ἑλεῖν ἀξίους. ὃ δὴ καὶ πεπε- ράνθαι φαμὲν ἐγηγερμένου Χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος. ἀπαρχὴν γὰρ ὥσπερ τῆς ὧδε σεπτῆς καὶ ἀξιαγάστου χάριτος τοῖς ἁγίοις ἐνετίθει μαθηταῖς, ἐμφυ- σῶν τε καὶ λέγων "Λάβετε Πνεῦμα Ἅγιον." ἔδει γὰρ ἔδει τοὺς τῆς Ἐκκλησίας μυσταγωγοὺς, καὶ τῆς ὑφ' ἡλίῳ παιδευ- τὰς ἐσομένους καὶ πρό γε τῶν ἄλλων τῇ τοῦ Ἁγίου Πνεύ- ματος δόσει κατακαλλύνεσθαι, καὶ οἷόν τινα τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν ἀπαρχὴν γεγονότας, τῇ θείᾳ τε καὶ οὐρανίῳ καταχρυσοῦσθαι χάριτι. κατὰ δέ γε τὰς ἡμέρας τῆς Πεντηκοστῆς συναγηγερμένων εἰς οἶκον ἕνα τῶν μαθη- τῶν, καὶ τὰς συνήθεις Θεῷ προσαγόντων λιτὰς, γέγονεν " Αφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, "καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ "πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο "λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς "ἀποφθέγγεσθαι." ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ 1.336 Χριστῷ μαρτύρια, καὶ τὰ δι' ὧν ἦν εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρὸς, καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ Χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν. οὐκοῦν προεφήτευον, ἁπάσῃ γλώσσῃ λαλοῦντες, προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο. γέγραπται γάρ "Ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν "χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ' οὕτως "πιστεύσωσι." τοῦτό τοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος, εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἔφασκε τὴν πολυγλωσ- σίαν. ὅτι δὲ καταπτάντος ἐξ οὐρανῶν τοῦ Ἁγίου Πνεύματος πολλοὶ λίαν ἦσαν οἱ τῷ τῆς προφητείας ἀναμεστούμενοι πνεύματι, σαφηνιεῖ γράφων ὁ Παῦλος "Προφῆται δὲ "δύο ἢ τρεῖς λαλείτωσαν καὶ ἄλλοι διακρινέτωσαν. ἐὰν "δὲ ἄλλῳ ἀποκαλυφθῆ φησὶ καθημένῳ, ὁ πρῶτος σιγάτω. "δύνασθε γὰρ πάντες καθ' ἕνα προφητεύειν." πάλαι μὲν γὰρ διὰ πολλὴν δυστροπίαν παρακρούοντος τοῦ Ἰσραὴλ, ἔφασκε Θεός "Ἰδοὺ ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν "ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον "Κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται "ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι." καὶ πρός γε τὸν μακάριον Ἰεζεκιήλ "Καὶ τὴν γλῶσσάν σου "συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα 1.337 ἐλέγχοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν." ἐπειδὴ δὲ, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν "Θεὸς Κύριος, καὶ ἐπέφανεν "ἡμῖν·" ἐπέλαμψε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνιεὶς ἐγκλήματα καὶ ἀπαλλάττων αἰτιαμάτων, καὶ τὸ τῆς ἁμαρτίας ἐμφράττων στόμα· δέδοται λοιπὸν ἡ τοῦ Ἁγίου Πνεύματος χύσις, Θεοῦ κατευφραίνοντος τὴν ἀνθρώπου φύσιν, καὶ τῇ ἄνωθέν τε καὶ ἐν ἀρχαῖς στεφανοῦντος δόξῃ, καὶ εἰς ἐκεῖνο πάλιν αὐτὴν φιλαγάθως ἀνακομίζοντος, εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, οὔπω τῆς ἁμαρτίας εἰσκεκριμένης. Οὐ γὰρ ἔρημον ὄντα προφητικοῦ πνεύματος εὑρήσομεν τὸν Ἀδὰμ οὔπω τὴν θείαν ἐντολὴν παραβεβηκότα· βεβηκότα δὲ ὥσπερ καὶ ἐρηρεισμένον ἔτι, καὶ τοῖς τῆς φύσεως ἀγαθοῖς ἐμπρέποντα. καὶ γοῦν ὅτε τὴν γυναῖκα Θεὸς πλαστουρ- γήσας ἤγαγε πρὸς αὐτὸν, καίτοι τίς τε καὶ πόθεν εἴη, τίνα τε ἀνέφυ τρόπον ἀκούσας οὐδενὸς, εὐθὺς ἐπεφώνει "Τοῦτο "νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός "μου· αὕτη κληθήσεται γυνὴ," ἤτοι κατὰ τὴν Ἑβραίων ἔκδοσιν ἀνδρὶς, "ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη." ἀλλ' ἤργησε μὲν ἡ ἀνθρώπῳ δοθεῖσα χάρις, ἀνεκαινίσθη γεμὴν ἐν Χριστῷ, ὅς ἐστι δεύτερος Ἀδάμ. ἀνεκαινίσθη δὲ τίνα τρόπον; ᾗ μὲν γάρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ υἱός· γεγέννηται γὰρ ἀληθῶς ἐκ τοῦ Θεοῦ καὶ Πατρός· ἴδιον αὐτοῦ καὶ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, 1.338 καθάπερ ἀμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός· ᾗ δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ' ἡμᾶς, ἐπακτὸν ἔχειν τὸ Πνεῦμα λέγεται. καταπεφοίτηκε γοῦν ἐπ' αὐτὸν ἐν εἴδει περιστερᾶς, ὅτε καθ' ἡμᾶς γεγονὼς, ὡς ἔφην, ὡς εἷς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο. τότε καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δοτὸν αὐτῷ ἄνωθεν γενέσθαι λέγεται, διὰ τὸ ἀνθρώπινον, καὶ τοῦτό ἐστιν ἡ κένωσις. νοοῖτο δ' ἂν ὧδέ τε, καὶ οὐχ ἑτέρως "∆ι' ἡμᾶς πτωχεῦσαι πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν." δέδοται μὲν γὰρ, ὡς ἔφην, τὸ Πνεῦμα τῷ Ἀδὰμ ἐν ἀρχαῖς, πλὴν οὐ μεμένηκεν τῇ ἀνθρώπου φύσει· διανένευκε γὰρ εἰς τὸ πλημμελὲς, καὶ παρώλισθεν εἰς ἁμαρτίαν, κατηῤῥώστησέ τε πᾶν εἶδος ἀκα- θαρσίας. Ἐπειδὴ δὲ ἐπτώχευσε πλούσιος ὢν, ὡς ἔφην, ὁ Μονογενὴς, καὶ μεθ' ἡμῶν ὡς ἄνθρωπος τὸ ἴδιον ὡς ἐπακτὸν ἐδέξατο Πνεῦμα, "μεμένηκεν ἐπ' αὐτόν·" ἔφη γὰρ οὕτως ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστής· ἵνα καὶ ἐν ἡμῖν κατοικήσῃ λοιπὸν ἐμμόνως, ὡς ἤδη μεμενηκὸς ἐν τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ δευτέρᾳ, τουτέστι Χριστῷ· κατωνόμασται γὰρ διὰ τοῦτο καὶ δεύτερος Ἀδὰμ, δι' οὗ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον ἀνεστοι- χειώμεθα, καὶ τὴν διὰ Πνεύματος ἀναγέννησιν εὖ μάλα κερδαίνομεν, οὐκέτι τὴν πρώτην ἔχοντες, τὴν κατὰ σάρκα φημὶ, τὴν εἰς φθοράν τε καὶ ἁμαρτίαν· "Τὸ γὰρ φρόνημα "τῆς σαρκὸς θάνατος," κατὰ τὸ γεγραμμένον· ἀλλὰ τὴν ἄνωθεν καὶ δευτέραν, τὴν ἐκ Θεοῦ διὰ Πνεύματος, εἴπερ ἐστὶν ἀληθὲς ὡς "Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος 1.339 ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ γεγεννήμεθα." ἔδει δὴ οὖν ἔδει τοὺς ἐν τέκνοις Θεοῦ κατατεταγμένους καὶ τὴν τοῦ Ἁγίου Πνεύ- ματος καταπλουτῆσαι χάριν. ἐνήργηκε δὲ καὶ τοῦτο εἰς ἡμᾶς Χριστὸς, καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος "Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ "Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε "τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε." δέχεται μὲν γὰρ ὡς ἄνθρωπος παρὰ τοῦ Πατρὸς τὸ ἐνὸν αὐτῷ φυσικῶς· ἐκχεῖ δὲ πλουσίως εἰς ἡμᾶς, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σάρξ. ἐκχεῖ δὲ ἐπὶ πᾶσαν σάρκα. καὶ τοῦτο δῆλον, ὡς οὐκ ἐπὶ μόνους τοὺς ἐκ περιτομῆς, ἀλλ' ἐφ' ἅπαντας ἁπλῶς τοὺς διὰ πίστεως καλουμένους, κἂν εἰ ἐκ πλάνης εἶεν Ἑλληνικῆς, κἂν εἴτε μικροὶ καὶ μεγάλοι, δοῦλοι καὶ ἐλεύθεροι, βάρβαροί τε καὶ Σκύθαι. πρόκειται γὰρ τῆς ἐν Χριστῷ σωτηρίας ἡ χάρις τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐ- ρανὸν, ὅτι καὶ αὐτός ἐστι "Προσδοκία ἐθνῶν." Εἰ δὲ δὴ λέγοιεν ἀθυροστομοῦντές τινες, σάρκας λέγεσθαι καὶ τὰ κτήνη, παραληροῦντες, ἤδη πως ἀκουόντων, ὅτι τῆς προφητείας ὁ σκοπὸς κατὰ μόνου συντείνεται τοῦ ἀνθρω- πίνου γένους, καὶ οὐχὶ "Τῶν βοῶν μέλει τῷ Θεῷ," καθὼς καὶ ὁ σοφὸς ἔφη Παῦλος. προφητεύσειν δέ φησιν υἱοὺς καὶ θυγατέρας, τὸ τῆς χάριτος ἀμφιλαφὲς καὶ τὸ ἐπὶ πάντας ἶσον διὰ τούτων ὑποδηλῶν. εἴη γὰρ ἂν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θῆλυ γένος, εἰ τὰ αὐτῷ δοκοῦντα δρῴη τε προθύμως, καὶ μὴν καὶ ἕλοιτο φρονεῖν, οὔτε μὴν ἀγέραστον, ἢ ἀμέτοχον ἁγιασμοῦ, εἰ διά τε τῆς πίστεως καὶ τῆς ἐν 1.340 ἔργοις ἐπιεικείας εὐδοκιμοῦν ἔσται· πόθεν; ἠξίωται γὰρ καὶ αὐτὸ χάριτός τε καὶ οἰκτιρμῶν, καὶ "Τὸν ἀῤῥαβῶνα τοῦ "Πνεύματος" δέχεται παρὰ Θεοῦ, λελόγισται δὲ καὶ ἐν τέκνοις. πρεσβυτέρους μὲν οὖν ἐνυπνίοις ἐνυπνιασθήσεσθαί φησιν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς νεανίσκους, πρεσβυτικὴν ἡλικίαν, καθάπερ ἐγῷμαι, λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προὔχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιωμένην κατορθώμασι, καὶ φρονήσει διαπρέπουσαν τῇ τελεωτάτῃ καὶ τεθαυμασμένην, ὁποῖός τις ἦν καὶ ὁ θεσπέ- σιος Παῦλος, ὃς τεθέαται καθ' ὕπνον ἄνδρα τινὰ τῶν ἐκ Μακεδονίας, ἐκλιπαροῦντά τε καὶ λέγοντα "∆ιαβὰς εἰς "Μακεδονίαν βοήθησον ἡμῖν·" γέγραπται γὰρ οὕτως ἐν ταῖς πράξεσι τῶν σοφῶν ἀποστόλων. Ἀνανίας δέ τις τῶν ἐν πίστει δεδοκιμασμένων ὅρασιν ἐπ' αὐτῷ τεθέαται τῷ μακαρίῳ Παύλῳ. ἐπειδὴ γὰρ ἧκεν εἰς ∆αμασκὸν, αὐτῷ κατὰ τὴν ὁδὸν ὀφθέντος Χριστοῦ, εἶτα τῇ τοῦ φωτὸς ἀστραπῇ τὴν ὄψιν ἀφῄρηται, τεθεράπευται διὰ Χριστοῦ. γέγραπται δὲ οὕτως πάλιν· "Ἦν δέ τις ἐν ∆αμασκῷ μαθητὴς ὀνόματι "̓Ανανίας, καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος Ἀνανία. "ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. ὁ δὲ Κύριος πρὸς αὐτόν Ἀναστὰς "πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζή- "τησον ἐν οἰκίᾳ Ἰούδα Σαοὺλ ὀνόματι Ταρσέα." ἀκούεις ὅπως ἐν ὁράματι μὲν λελάληκε πρὸς Ἀνανίαν; ἦν γάρ που τάχα τὴν πίστιν εὔτονος, καὶ νεανίας τὴν ἕξιν, καὶ σφρι- γῶσαν ἔχων εἰς τὸ ἀγαθὸν τὴν γνώμην, ἄθραυστος εἰς ἀλκὴν, 1.341 δῆλον δὲ ὅτι τὴν πνευματικήν. καθ' ὕπνον δὲ τῷ μακαρίῳ Παύλῳ τὰς λιτὰς ἐδόκει προσφέρειν ὁ Μακεδών· ἦν γὰρ τὴν φρένα πρεσβύτης, τὸν νοῦν γηραιὸς, καὶ τῆς ἄνωθεν σοφίας ἔμπλεως. προσεφώνει δέ που καὶ ὁ σοφὸς Ἰωάννης τοῖς ἡγιασμένοις ἐν Χριστῷ διὰ πίστεως "Γράφω ὑμῖν πατέρες, "ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. γράφω ὑμῖν νεανίσκοι, ὅτι "ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν." ἐπαγγέλλεται δὴ οὖν τὴν χύσιν τοῦ Ἁγίου Πνεύματος τοῖς δουλεύουσιν αὐτῷ. τίνες δ' ἂν οἱ τοιοίδε πάλιν; ἢ ἐκεῖνοι πάντως οἳ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑποφέρουσι τὸν αὐχένα τῆς διανοίας, τῆς μὲν ἐν τύπῳ λατρείας ἀποφοιτήσαντες, Ἑλ- ληνικῆς δὲ ἀπάτης ἀποπεπαυμένοι, κατὰ τὸν λέγοντα; 9Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. ὁ ἥλιος μεταστρα- φήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.9 Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρη- κεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς ∆εσπότην, καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιεῤῥήγνυτο· γέ- γραπται γὰρ, ὅτι "Τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ "ἄνωθεν ἕως κάτω·" ὁ ἥλιος δὲ τὸ οἰκεῖον ἀνακόψας σέλας καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς. ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας 1.342 ἐνάτης, ἐσχίζοντο δὲ καὶ αἱ πέτραι, τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς, ἀξιόχρεως γεμὴν ἡ πίστις ἐκ τῆς προφητείας. ὅτι δὲ τοῖς τοῦ ∆η μιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ' οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετα- κεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου "Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ "θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ." οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶ τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκότει καταμφίεσαι, πενθοῦντά τε καὶ ἀλγοῦντα, καὶ ὥσπερ διακεκραγότα τῷ σχήματι. σημεῖα μὲν οὖν ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ, καὶ ἀτμὶς καπνοῦ καταδηλώσειεν ἂν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. αἵματι γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατεῤῥαίνετο χώρα. ἔμελλε δὲ ὁμοῦ ταῖς πό- λεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεὼς, οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ' ἣν ἅπασι τὸ θεῖον προ- κείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν 1.343 εἰπὼν πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. σημειωτέον δὲ πρὸς τούτοις, ὅτι καὶ αὐτὸς ὁ Κύριος ἡμῶν ἐρωτώμενος παρὰ τῶν σοφῶν ἀποστόλων τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ τὰ περὶ τῆς τῶν Ἱεροσολύμων καταστροφῆς, ἔμιξε τὰ σημεῖα, ὡς τάχα που καὶ ἀγνοεῖσθαι λοιπὸν, ποῖα δή ποτε συμβήσεται. 9Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὅτι ἐν τῷ ὄρει Σιὼν καὶ ἐν τῇ Ἱερουσαλὴμ ἔσται ἀνασωζό- μενος, καθότι εἶπε Κύριος, καὶ εὐαγγελιζόμενοι οὓς Κύριος προσκέκληται.9 Ἔσεσθαι μὲν οὖν πάντη τε καὶ πάντως ἐπὶ ταῖς τῶν Ἰουδαίων ἀνοσιουργίαις ἐν οὐρανῷ καὶ γῇ τὰ σημεῖά φησι, καὶ τὰ τέρατα. προκείσεσθαι γεμὴν καὶ οὕτως αὐτοῖς τὰ ἐξ ἡμερότητος Θεοῦ, τὴν διὰ πίστεως δηλονότι σωτηρίαν, τὴν ἐν Χριστῷ δικαίωσιν, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, τὸν ἁγιασμὸν, τὴν ἐλπίδα τῆς τῶν οὐρανῶν βασιλείας, ἀμνη- σικάκως αὐτοῖς ἀνέντος Θεοῦ καὶ τὰ εἰς Χριστὸν ἐγκλήματα. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος κατῃτιᾶτο μὲν σφόδρα τοὺς Ἰουδαίων δήμους, διαῤῥήδην ἀνακεκραγὼς, ὡς ἀπεκτόνασι μὲν κρεμάσαντες ἐπὶ ξύλου τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, καὶ "Ἠρνήσαντο μὲν τὸν ἅγιον καὶ δίκαιον, "ἐζήτησαν δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς." προσετίθει δὲ τούτοις "Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν "ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. μετανοήσατε "οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ "Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύ-"ματος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις 1.344 "ὑμῶν." οὐκοῦν κἂν εἰ γένοιτο, φησὶ, σημεῖα καὶ τέρατα, σωθήσεται πᾶς ὃς ἂν ἐπιγράψαιτο δεσπότην τὸν οὐρανοῦ τε καὶ γῆς Κύριον. ὅτι δὲ ἔμελλεν ὁ λόγος τῆς σωτηρίας ἐν αὐτῇ καὶ πρώτῃ λαληθήσεσθαι τῇ κυριοκτόνῳ Ἱερουσαλὴμ, περιενεχθήσεσθαι δὲ οὕτω καὶ εἰς πάντα τὰ ἔθνη διὰ τῶν ἁγίων Ἀποστόλων, σαφὲς ἂν γένοιτο, τοῦ Προφήτου λέ- γοντος Ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζό-μενος, καὶ εὐαγγελιζόμενος, οὓς Κύριος προσκέκληται· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν "τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ." κέκληνται τοίνυν ἀπολέγδην ἐκ πάντων οἱ μακάριοι μαθηταὶ, καὶ οὐκ αὐτό- μολοι παρῆλθον εἰς ἀποστολὴν, καθάπερ ὁ ἀπόπληκτος Φαρισαῖος ἐκεῖνος, ἤγουν νομικὸς, ὃς τοῖς τῆς μαθητείας αὐχήμασιν ἑαυτὸν ἐνιεὶς, προσετίθει λέγων "Κύριε, ἀκολου- "θήσω σοι ὅπου ἐὰν ἀπέρχῃ." ταύτῃτοι καὶ αὐτὸς ὁ Σωτὴρ παρενοχλοῦντά τε εἰκῇ, καὶ τῶν· εὐαγγελικῶν ἐπιτηδευ- μάτων οὐδ' ὅσον εἰπεῖν ἐγγὺς γεγονότα, παρωθεῖτο λέγων "Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ "κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ "τὴν κεφαλὴν κλῖναι·" τοῖς γεμὴν ἐπιτηδείως ἔχουσιν εἰς ἀποστολὴν ἐπεφώνει λέγων "∆εῦτε ὀπίσω μου καὶ ποιήσω "ὑμᾶς ἁλιεῖς ἀνθρώπων." Ματθαῖον γεμὴν ἐξ αὐτῶν ἀνίστη τῶν τῆς πλεονεξίας ἐργαστηρίων, ἀκολουθεῖν ἐπι- τάττων· προσκέκληται δὲ, κατ' ἰδίαν βούλησιν, οὕσπερ ἦν εἰκὸς, ἔσεσθαι δυνατωτάτους εἴς γε τὸ ἀποπεραίνειν δύνασ- θαι, καὶ μάλα νεανικῶς, τὸ αὐτῷ δοκοῦν, εἰ καὶ ἥρπασε τὸν προδότην ὁ τῆς ἀνομίας εὑρετὴς καὶ πατήρ. 1.345 9∆ιότι ἰδοὶ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου καταδιείλοντο, καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον.9 Ἐκ τῆς Ῥοβοὰμ βασιλείας ἀποῤῥαγεισῶν τῶν δέκα φυ- λῶν, καὶ διῃρημένων αὐτῶν καὶ παντὸς τοῦ Ἰσραὴλ, εἴς τε τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδα οἱ μακάριοι γεγόνασι προφῆται. λελαλήκασι δὲ τὰ παρ' ἀμφοῖν, τῆς ὅλης αὐτοῖς βασιλείας παρατεινούσης μέχρι καιρῶν τῆς αἰχμαλωσίας. μετὰ δέ γε τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐκεῖθεν ὑποστροφὴν, καὶ τὴν γεγενημένην κατὰ καιροὺς ἐπάνοδον, προεφήτευσαν ἐπὶ τὸν Ἰσραὴλ Ἀγγαῖός τε καὶ Ζαχαρίας καὶ μέντοι καὶ Μαλα-χίας φαίνεται δὲ καὶ ὁ Ἕσδρας ὀλίγα ἄττα τῶν κατ' ἐκεῖνο καιροῦ, καὶ ἐν τοῖς αὐτοῦ χρόνοις γεγενημένων προ αγορεύσας. μέμνηται τοίνυν τῶν προκειμένων ὁ λόγος πράγματος οὐκ ἐν καιρῷ προφητῶν τῶν ἀρχαίων γεγενη- μένου, ἀλλ' ὅτε δὴ μόλις Κύρου τὸν λαὸν ἀνέντος ὑπενόσ- τησαν εἰς τὴν Ἰουδαίαν. καὶ τί τὸ χρῆμα τὸ ἀξιάκουστον, τί δὲ δὴ γενέσθαι συμβέβηκεν, ἐροῦμεν ὡς ἔνι, τὴν τοῦ Ἕσδρα συγγραφὴν κομίζοντες εἰς ἀπόδειξιν. Οὐκοῦν ἐπειδήπερ εἰς τὴν Ἰουδαίαν ἐπανῆλθον ἄρτι, καὶ δασμῶν καὶ τῶν τῆς δουλείας ἀναπνεύσαντες πόνων οἱ ἐξ Ἰσραὴλ, ἐπὶ τὸ ῥᾴθυμον ἐτράποντο, καὶ ἦσαν οὐκ ἀσφαλεῖς 1.346 τῶν διὰ Μωυσέως τεθεσπισμένων ἐπιτηδευταὶ καὶ φύλακες. ἀποφάσκοντος γὰρ τοῦ νόμου τὸ χρῆναί τινας ταῖς τῶν ἀλλοφύλων θυγατράσι συγκατευνάζεσθαι, ὀλίγα φροντί- σαντες τῶν θεόθεν αὐτοῖς κεχρησμῳδημένων, ἀλλοτρίαις γυναιξὶν ἐπεμίσγοντο. καὶ πρὸς τοῦτο λίαν δεδυσφορηκὼς Ἕσδρας, περιεῤῥήγνυτο μὲν τὴν ἐσθῆτα, κατωλοφύρετο δὲ τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἀλλοφύλων γυναικῶν ἀπαλλάτ- τεσθαι παρεκάλει. οἱ δὲ τοῦτο δρᾶν ἀνεπείθοντο, δεδιότες τάχα που τὰ ἐξ ὀργῆς, καὶ τῶν ἐσομένων αὐτοῖς, εἰ μὴ ἕλοιντο τιμᾶν τὸν νόμον, τῶν προγεγονότων τὴν πεῖραν ἐποιοῦντο διδάσκαλον. ἐπειδὴ δὲ ἀπεβέβλητο καὶ ἀπεφοίτα τῶν Ἱεροσολύμων ἡ τῶν ἀλλοφύλων γυναίων πληθὺς, λοιπὸν ἀναγκαίως κατεπικραίνοντο πρὸς ὀργὰς οἱ περίοικοι τῶν ἐθνῶν, ἅτε δὴ καὶ διὰ τούτων οὐ μετρίως ἐξυβρισμένοι, καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο που τάχα διελογίζοντο κατὰ σφᾶς αὐτούς. ἐπειδὴ γὰρ τὴν Ἱερουσαλὴμ ἀνετείχιζον μὲν, ἐσπούδαζον δὲ καὶ αὐτὸν τὸν θεῖον ἐγείρειν ναὸν, τοῖς τοῦ φθόνου βέλεσιν ἀνεκαίοντο πρὸς ὀργὰς, καὶ διακωλύειν ἐπεχείρουν, ἐκεῖνο διενθυμούμενοι, κατά γε τὸ εἰκὸς, ὡς εἰ γένοιτο πάλιν ὁ Ἰσραὴλ ἐν δυναστείαις ταῖς πρώην, καὶ τετειχισμένας μὲν ἔχοι τὰς πόλεις, ἐπαμύνοντα δὲ τὸν τῶν ὅλων Θεὸν, ἅτε δὴ τοῖς ἀρχαίοις ἔθεσι θεραπευόμενον ἐν ναῷ, πάλιν κατακρατήσει καὶ ἀφόρητος ἔσται τοῖς ἁπαν- ταχοῦ, καὶ δασμοὺς ἐπιβαλεῖ τῶν ὁμόρων τισὶ, καὶ ἁλώ- σονται πάντως, καταδῃουμένων αὐτοῖς τῶν χωρῶν, εἰ δή τινες ἕλοιντο κἂν γοῦν ὀψὲ ἀντιβλέψαι μόνον. ταύτης ἕνεκα τῆς αἰτίας παρεσκεύαζον μέν τινας ἀπείργειν αὐτοὺς τῶν τε ἐπ' αὐτῷ τῷ ναῷ, καὶ τοῖς τείχεσι κατασκευασμάτων. ἐπειδὴ δὲ αὐτοῖς ἀνόνητος ἦν ἡ σπουδὴ, Θεοῦ κατευρύνοντος τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν ἐπιτηδευμάτων ὁδὸν, ὡπλίζοντο λοιπὸν καὶ καταστρατεύειν ἤθελον· ἀλλ' ἥλωσαν καὶ πεπτώκασι 1.347 ἐπαμύνοντος αὐτοῖς Θεοῦ. γέγονε δὲ τῶν εἰς τοῦτο συναγη- γερμένων ἡ ἄθροισις ἐν τῇ κοιλάδι Ἰωσαφάτ· χῶρος δὲ οὗτος οὐ πολλοῖς σταδίοις ἀπέχων Ἱερουσαλὴμ, ἐν τοῖς πρὸς ἠῶ μέρεσι. ψιλὸν δὲ εἶναί φασι, καὶ ἱππήλατον. ὅτι δὲ διε- φθονήκασι μέν τινες τῶν δυνατωτέρων τοῖς ἐξ Ἰσραὴλ τὸν θεῖον ἐγείρουσι ναὸν, ὤνησαν δὲ οὐδὲν, διδάξει λέγων ὁ μακάριος Ἕσδρας "Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ"Περσῶν βασιλέως χρόνοις κατέγραψαν κατὰ τῶν κατοι- "κούντων ἐν Ἰουδαίᾳ καὶ ἐν Ἱερουσαλὴμ Βήλεμος καὶ "Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος "καὶ Γεέλτεθμος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις "συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις "τόποις." ἦν δὲ τῆς γραφῆς τοιάδε τις ἡ δύναμις, ὡς εἴη μὲν πόλις ἄθραυστον ἔχουσα δύναμιν Ἱερουσαλὴμ, εἴκουσα δὲ οὐδαμῶς τοῖς τῶν ἑτέρων χωρῶν βασιλεῦσιν· ἀντεγει- ρομένη δὲ μᾶλλον καὶ σφόδρα νεανικῶς, ἣν εἰ γένοιτο πάλιν ὑπονοστῆσαι πρὸς τὸ ἀρχαῖον, καὶ αὐτοῖς σωρεύσει φροντί- δας τοῖς τῆς Βαβυλῶνος κατὰ καιροὺς ἡγουμένοις. ἀλλ' ὤνη- σαν μὲν, ὡς ἔφην, οἱ τὰ τοιάδε γεγραφότες παντελῶς οὐδέν. παρεκάλουν δέ τινες τῶν ἐν Σαμαρείᾳ, τοὺς ἐκ Βαβυλῶνος μετοικισθέντας συνεργάζεσθαί τε καὶ συνοικοδομεῖν αὐτοῖς. οἱ δὲ οὐκ ἤθελον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκμήκασιν οὐ μετρίως, ταῖς ἐκείνων ἐπιβουλαῖς ἀντεξάγοντες. γέγραπται δὲ οὕτως ἐν τῷ Ἕσδρᾳ πάλιν "Καὶ ἤκουσαν οἱ θλίβοντες "̓Ιούδαν καὶ Βενιαμὶν, ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν "οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Ζορο- "βάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπον "αὐτοῖς Οἰκοδομήσομεν μεθ' ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦ- "μεν τὸν Θεὸν ὑμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ 1.348 "ἡμερῶν Σαρσάθου βασιλέως Ἀσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς "ὧδε. καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ "οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ "Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, "ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν Κυρίῳ τῷ Θεῷ "ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. καὶ "ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδα, "καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ' "αὐτοὺς, βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν." ἀλλ' ἐπεβούλευον μὲν, ἄπρακτος δὲ καὶ τούτοις ἡ ἐπιχεί- ρησις ἦν. ὅτι δὲ τῆς λαθραίου λοιπὸν ἀτονούσης ἐπιβουλῆς τὸν πολέμου νόμον ᾔεσαν στρατευόμενοι πάντες οἱ περίοικοι τῶν ἐθνῶν, ἥλωσάν τε καὶ πεπτώκασι, κἀντεῦθεν ἂν μάθοις. γράφει γὰρ ὧδε πάλιν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ. "Καὶ "ἐγένετο ὡς ἤκουσεν Ἀναβαλὰτ καὶ Τωβίας καὶ οἱ Ἄραβες "καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερου-"σαλὴμ, καὶ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, "πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. καὶ συνήχθησαν πάντες "ἐπὶ τὸ αὐτὸ ἐξελθεῖν καὶ παρατάξασθαι ἐν Ἱερουσαλήμ. "καὶ πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, φησὶ, προσηυξάμεθα, "καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς "ἀπὸ προσώπου αὐτῶν. καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ "ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς." καὶ σεσίγηται μὲν ἐν τούτοις τῆς κοιλάδος ἡ μνήμη· φέρει δὲ τοῦτο πάλιν εἰς ἡμᾶς ὁ τῆς παραδόσεως λόγος. ἀξιόχρεως δὲ εἰς πίστιν ἡ προφητεία καὶ αὐτὸν ἡμῖν τὸν τοῦ πολέμου χῶρον κατονο- μάζουσα. ταυτησὶ τῆς ἱστορίας μεμνῆσθαί φαμεν, συνάξειν λέγοντα πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ. δῆλον δὲ ὅτι οὐκ ἄκοντα ἄξει, ἀλλ' ὅτι βουλόμενα ἐλθεῖν οὐ κωλύσει. διακριθήσεσθαι δὲ πρὸς ταῦτα περὶ τοῦ Ἰσραὴλ 1.349 καὶ τῆς ἑαυτοῦ κληρονομίας, ἣν καταδιείλοντο διαρπάζοντές που τάχα τὰ τῶν Βαβυλωνίων λείψανα, καὶ ἐν καιρῷ τῆς ταλαιπωρίας συνεπιτιθέμενοι, καὶ πόρναις μὲν τὰ παιδάρια χαριζόμενοι, προθέντες δὲ τὰ κόρια πρὸς ἀσυνήθη πορνείαν, καὶ οἷον ἐκκαπηλεύοντες ταῖς ἑτέρων ἀσελγείαις, εἶτα τοὺς ἐντεῦθεν μισθοὺς εἰς τρυφὰς καὶ μέθας συλλέγοντες. Φαμὲν δέ τι καὶ ἐφ' ἡμῶν τοιοῦτον γενέσθαι, τὴν διὰ Χριστοῦ λύτρωσιν ἐννενοηκότες. ἐξείλετο μὲν γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας, καὶ ὑπὸ τυράννῳ πράττοντας, πικρῷ φημὶ δὴ τῷ σατανᾶ, ἀνεκόμισε δὲ ὥσπερ εἰς γῆν ἁγίαν, εἰς πολιτείαν εὐαγγελικὴν, εἰς ἕξιν εὐμαθεστάτην, εἰς πόλιν τετειχισμένην τὴν νοητὴν Ἱερουσαλὴμ, "ἥτις ἐστὶν Ἐκ-"κλησία Θεοῦ ζῶντος," οἰκοδομεῖσθαι παρασκευάσας, ὡς λίθους τιμίους "εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ "ἐν Πνεύματι." ἀλλὰ τοῖς ἐκ βασκανίας πόνοις ἡ τῶν δαιμονίων ἀνεφλέχθη ἀνοσία πληθὺς, καὶ μέντοι πρὸς τού- τοις οἱ τοῖς δόγμασι τῆς ἀληθείας μαχόμενοι, καὶ πολλὰς μὲν τὰς κατὰ τῶν ἁγίων ἐφόδους πεποίηνται, ἠδίκησαν δὲ οὐδὲν προασπίζοντος Θεοῦ, παραθαῤῥύνοντος δὲ Χριστοῦ καὶ λέγοντος "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε, "ἐγὼ νενίκηκα τὸν κόσμον." Ὕθλος μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις σαθρὸς καὶ γραώδης, ὡς ἔσται κατὰ καιροὺς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἡ παρὰ Θεοῦ κατὰ πάντων κρίσις, μετὰ τὸ ἀναβιῶναι τοὺς νεκρούς. οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λε- γούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. 1.350 ἐπέθρωσκον γὰρ, ὡς ἔφην, τοῖς λειψάνοις τοῦ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀνατλάντος ταλαιπωρίαν· δέδοντο γὰρ τοῖς Βαβυλωνίοις. 9Καὶ τί ἐμοὶ καὶ ὑμῖν Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλο- φύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνη- σικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν· καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.9 Ἔθνος μὲν οὖν ἅπαν κατὰ τοῦ Ἰσραὴλ συναγήγερται, Μωαβῖται, Ἰδουμαῖοι, Ἰεβουσαῖοι, Ἀμμανῖται, καὶ οἱ λοιποίκατάρξαι δὲ οἶμαι βουλῆς καὶ ἐγχειρημάτων ∆αμασκηνοὺς καὶ Τυρίους καὶ τοὺς καλουμένους Φυλιστιεὶμ, καὶ μέχρις αὐτῆς τῆς Γὲθ, ἥτις καλεῖται καὶ ἀλλοφύλων. τοιγάρτοι καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός Καὶ τί ἐμοὶ καὶ ὑμῖν Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; ποίας γὰρ, φησὶ, τὰς ἀφορμὰς τῆς ἀγριότητος ἔχοντες, ταλαιπω ροῦντα τὸν Ἰσραὴλ, καὶ ταῖς ἐκ Βαβυλωνίων συμφοραῖς οὐ μετρίως κατηχθισμένον ἀνοσίως ἐπιφορτίζετε, πικρῶς ἐπιβαίνοντες καὶ οἷον ἐμὲ γελῶντες τὸν σώζοντα τάχα που, καὶ ἀμυνόμενοι, καὶ τὰ ἐχθρῶν εἰς ἐμὲ τολμῶντες λέγειν, μᾶλλον δ' ἤδη καὶ δρᾶσαι; οὐκοῦν οὐκ εἰς μακρὰν ἀπο- λήψεσθε τὸ ἀνταπόδομα. ἥξει δὲ ὑμῖν εἰς κεφαλήν· δίκας γὰρ ἀποτιεῖτε ἐμοὶ τῷ διακριθησομένῳ πρὸς ὑμᾶς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. ἐγκαλεῖ δὲ αὐτοῖς ὡς διηρπακόσι 1.351 μὲν τὰ ἐπίλεκτα τοῦ ναοῦ, καὶ τὰ χρυσᾶ σκεύη σεσυληκόσι, καὶ ταῖς τῶν ἰδίων θεῶν ἀνατεθεικόσι τιμαῖς. ἀφόρητον δὲ τὸ χρῆμα καὶ πικρὸν, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι καταλυπῆσαι Θεόν. ἔφη γὰρ ὅτι "Τὴν δόξαν "μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς." τί γὰρ ἕτερον ἂν εἴη τὸ τοῖς θείοις ἀναθήμασι τοὺς τῶν εἰδώλων καλλωπίζειν ναοὺς, ἢ μονονουχὶ διακεκραγέναι καὶ λέγειν ὡς εἴη μὲν ὁ τῶν ὅλων Θεὸς ἐν δευτέροις, τὰ δὲ ἐν λόγῳ τῷ προὔχοντι καὶ σώζειν εἰδότα τοὺς ἰδίους προ σκυνητάς; καὶ οὐκ ἀπόχρη, φησὶν, εἰς δυσσέβειαν ὑμῖν τὸ τῶν θείων ἀναθημάτων τὸν ἐμὸν γυμνῶσαι νεὼν, ἀλλὰ γὰρ καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων. γενέσθαι δέ τι τοιοῦτον εἰκὸς, ὡς ἐν ταῖς χώραις τῶν ἐθνῶν τινὰς ἀποκομισθῆναι τῶν ἐξ Ἰσ- ραὴλ, ἀπεμπολούντων αὐτοὺς ἢ Τυρίων τυχὸν, ἢ καὶ ἑτέρων, οἷς ἐμπορία τὸ σπουδαζόμενον, καὶ φιλοκέρδεια τὸ ἐπιτή δευμα. Πρέποι δ' ἂν ὁ λόγος, ὥς γε μοι φαίνεται, καὶ τοῖς τῶν ἀνοσίων προεστηκόσιν αἱρέσεων, οἳ τοὺς υἱοὺς τῆς Ἐκκλη- σίας μονονουχὶ διαρπάζοντες τῇ τῶν Ἑλλήνων καταπωλοῦσι σοφίᾳ, ἵνα πολυπλόκων ἐννοιῶν ἀναπιμπλάμενοι, πικροὶ γένοιντο ζητηταὶ, μᾶλλον δὲ ἀπειθεῖς τε καὶ ἀλιτήριοι, καὶ τὰ ὀρθὰ διαστρέφοντες, καίτοι δέον ἁπλῇ διαβιῶναι φύσει, καὶ τὸν ἀκαπήλευτον λόγον τῆς ἀληθείας μελετᾶν. ἔξω δὴ οὖν τῶν ἰδίων ὁρίων γενέσθαι τοὺς ἠπατημένους παρα σκευάζουσιν. ὅροι δὲ ὥσπερ καὶ χώρα τῶν τέκνων τῆς Ἐκ- κλησίας τῆς ἀληθείας ἡ γνῶσις, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀκριβῶς ἐξητασμένων εἰς ὀρθότητα νενευκός. λέγοιντο δ' ἂν εἰκότως χρυσᾶ σκεύη καὶ ἀργυρᾶ, καὶ ἐπίλεκτα Θεοῦ, κατὰ τὸ ἀληθὲς οἱ πίστει τε κατηγλαϊσμένοι, καὶ τοῖς ἐξ ἔργων 1.352 ἀγαθῶν αὐχήμασι κεχρυσωμένοι, καὶ τῷ τῆς εὐσεβείας δια- στίλβοντες κάλλει. ἀλλ' εἰ γένοιτό τινα τῶν ὧδε λαμπρῶν τοῖς τῆς ἀπάτης ἐναλῶναι βρόχοις, ἀκούσονται πάντως οἱ τῆς ἀπάτης εὕρεται Τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλά- βετε, καὶ τὰ ἐπιλεκτά μου εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. ἔγκλημα δὲ τοῦτο δεινόν τε καὶ δυσδιάφυκτον. "Ἁμαρ- "τάνοντες γὰρ εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν Χριστὸς "ἀπέθανεν," αὐτὸν ἀδικοῦσι Χριστὸν, ᾧ πάντη τε καὶ πάντως τὰς τῶν εἰς αὐτὸν πεπλημμελημένων δίκας ἀπο- τιοῦσιν. 9Ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν. καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησεν.9 Ἄπρακτα μὲν τὰ Τυρίων ἔσεσθαι μηχανήματα καὶ τὰ ἐκ τῆς δυστροπίας εὑρέματα κατὰ τῶν ἐξ Ἰσραὴλ, ἐναργέστατά φησιν, ἐξ ἀντιστρόφου δὲ ὥσπερ γενέσθαι τοῖς ἠδικηκόσι τὴν συμφορὰν, καὶ τοῖς ἴσοις ἐναλῶναι κακοῖς, μονονουχὶ πιπτούσης εἰς κεφαλὴν τῶν ἀνόσια πεπλημμεληκότων τῆς ἰσοστάθμου δικῆς. ὥσπερ γὰρ αὐτοὶ τὸ ἐξ Ἰούδα γένος εἷλον, εἶτα τοῖς ἀνδραποδώναις δεδώκασιν, ἀποκομίζειν εἰ- πόντες εἰς ἔθνος μακρὰν, οὕτω τὰ αὐτῶν ἀπεμπολησθήσεσθαι τέκνα, φησὶ, διὰ χειρὸς Ἰουδαίων, καὶ ὅτι πάντη τε καὶ πάντως τὰ τοιάδε συμβήσεται, προσεμπεδοῖ λέγων Ὅτι Κύριος ἐλάλησεν. ἀνήνυτον δὲ πάντως οὐδὲν ὃ φθέγξεται 1.353 Θεός. καὶ γοῦν ἔφη Χριστός "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρ- "ελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Καὶ ταυτὶ μὲν ἱστορικῶς· εἰ δὲ δή τις ἕλοιτο περιαθρεῖν τὰ πνευματικὰ, καὶ τῶν κεκρυμμένων ἀναπίμπλασθαι νοη- μάτων, ἐννοήσει πάλιν, ὅτι καὶ Ἑλλήνων παῖδες οἱ ταῖς δοκη[σι]σοφίαις ἐξωφρυωμένοι, καὶ μὴν καὶ αἱρετικοὶ πολυ- πλόκοις ἀπάτης εὑρήμασι τὸ δοκεῖν τι σφισὶν αὐτοῖς ἀπο- νέμοντες, ἀποφέρουσι τῶν ἁπλουστέρων τινὰς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἧς ἂν ἔχοιεν παρὰ Θεοῦ, καὶ τοῖς βρόχοις τῆς ἀπάτης ἐνδέοντες μονονουχὶ, καὶ ἐν δορικτήτων μοίρᾳ λαβόντες, ἀποκομίζουσι τῶν τῆς ἀληθείας ὅρων ὡς ἀποτάτω. ἀλλ' ὅ γε τῶν ὅλων Θεὸς ἄπρακτον αὐτοῖς ἀποφαίνει τὴν κακουργίαν, καὶ ἀνίησι μὲν τοὺς ἠπατημένους, τοὺς δὲ τῶν ἀπατησάντων κατὰ μάθησιν υἱοὺς προσάγει τοῖς ἐξ Ἰούδα· νοηθεῖεν δ' ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι τὸ Χριστοῦ λαλοῦσι μυστήριον· οἱ δὲ τῆς ἐκείνων πλάνης ἀπαλλάττοντες, εἰς καλήν τε καὶ ἀξιέραστον ἀπο- φέρουσι δουλείαν, τὴν ὑπὸ Χριστῷ δηλονότι, καὶ οἷον αἰχμαλώτους ἁρπάζουσι, μετατιθέντες εἰς τὴν ἑαυτῶν ἕξιν τε καὶ γνώμην, ἢ τῆς ἐκείνων ἐστὶν ἀποτάτω. πολὺ γὰρ τὸ μεταξὺ τῆς γνώμης τε τῶν ἁγίων, καὶ τῆς τῶν τοιούτων ὁρᾶται. λέγεται δὲ καὶ ὁ Χριστὸς τοὺς ἐκ τῆς Ἑλληνικῆς ἀπάτης εἰς τὴν ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ μετενηνεγ- μένους ὡς αἰχμαλώτους ἑλεῖν. ἔφη γὰρ ὁ μακάριος ∆αυείδ "̓Αναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες "δόματα ἐν ἀνθρώποις." 9Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες 1.354 πολεμισταὶ, συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχὺν ἔχω. συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεῖ· ὁ πραῢς ἔστω μαχητής. ἐξεγειρέσθω, καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν.9 Ἀπειλήσας τοῖς ἔθνεσι τὰς ἐξ ἀντιστρόφου συμφορὰς, καὶ τῶν ἀνοσίων ἔργων ἰσοπαλῆ τὴν δίκην, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἰδίους ἤδη προσκυνητὰς, οὓς ἥκιστα μὲν δειλοὺς καὶ ἀνάνδρους, εἶναι δὲ μᾶλλον κελεύει νεανικοὺς, καὶ μονονουχὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, συλλέγειν τε ἤδη πρὸς μάχην τὰ ἔθνη, καὶ ἀναπτοεῖν ἐπείγεσθαι πρὸς τοῦτο αὐτὰ, κἂν εἰ ἕλοιντο τυχὸν τὴν ἡρεμαίαν τε καὶ ἀφι- λόμαχον ἑλέσθαι ζωήν. τοῦτο δὲ ἦν εὐτολμοτάτους αὐτοὺς ἀποφαίνοντος, καὶ ἐπ' αὐτῷ θαῤῥεῖν ἀναπείθοντος, ὅτι καὶ τῶν ἐχθρῶν ἀμείνους ἔσονται αὐτοῦ προασπίζοντος. ταῦτα δὴ οὖν ἐν τοῖς ἔθνεσι κηρύξατέ φησι, καὶ ἁγιάσατε πόλεμον. καὶ τί δὴ τὸ ἁγιάσατε πάλιν ἐστίν; Ἐμοὶ καθιερώσατε τρό- πον τινὰ, ἔσομαι γὰρ ὁ μαχητὴς ἐγὼ, καὶ εἰς ἐμὴν δόξαν ἔσται τὸ δρώμενον· τεθνήξονται γὰρ οἱ τὴν ἐμὴν δόξαν ἀνάψαντες ξύλοις τε καὶ λίθοις. ἅπαν δὲ τὸ ἁγιάζεσθαι λεγόμενον, εἰς δόξαν ἀεὶ προσάγεται Θεοῦ. διὰ τοῦτό φη- σιν ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, καὶ δὴ καὶ ἐπιφωνεῖτε, φησὶ, Προσαγάγετε πάντες ἄνδρες πολεμισταί. καταληγέτω μὲν ὁ γηπόνος τῶν αὐτῷ φιλαιτάτων φροντίδων καὶ σπουδασμάτων· μεταχαλκευέτω δὲ τὸ μὲν ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστας. οὐ γάρ ἐστι τοῦ γηπονεῖν ὁ καιρὸς, ἀλλὰ τοῦ διδόναι δίκας ἠτιμασμένῳ Θεῷ. 1.355 εἰ δὲ δή τις εἴη καὶ ἀδύνατός φησι, μὴ σκῆψιν ἐχέτω τὸ ἄναλκι, ψευδέσθω δὲ καὶ αὐτὸς, εἰ βούλεται, καὶ λεγέτω τὸ δύνασθαι. μὴ γὰρ δὴ τῶν ὅπλων ἤτω μακράν. συναγεί- ρεσθε δὴ οὖν ἅπαντές φησιν οἱ κύκλῳ τῆς Ἰουδαίας, καὶ ὁ πραῢς ἔστω μαχητὴς, τουτέστι, καὶ εἴ τις τῶν ἀοργήτων εἴη, ἔστω καὶ οὗτος μαχητής. ὅμοιον ὡς εἰ λέγοι, οὐδενὸς τὸ σύμπαν ὑπολελειμμένου, κἂν εἰ γηπόνος τις εἴη, κἂν εἰ δειλός τε καὶ ἄνανδρος· οὗτος γὰρ ὁ ἀδύνατος· κἂν εἰ πρᾶος καὶ ἀφιλοπόλεμος, παραθηγέσθω πρὸς μάχην. παραιτή σομαι γὰρ οὐδένα· διακρίνω δὲ ἅπαντας ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. τὸ δὲ διακρίνω σημαίνει ὅτι Κριτὴς ἔσομαι δυ- νατὸς, ποιναῖς τε καὶ δίκαις ἐνιεὶς τοὺς διαρπάσαντας μὲν τὴν γῆν τὴν ἐμὴν, κλήρῳ δὲ διαλαχόντας τὸν Ἰσραὴλ, καὶ πόρναις μὲν δεδωκότας τὰ παιδάρια, καταπεπρακότας δὲ τὰ κοράσια, καὶ ὡς οἶνον ἐκπεποκότας. Ἐπιφωνήσειε δ' ἂν τὰ τοιάδε πάλιν τοῖς τῆς Ἐκκλησίας ἐχθροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οἳ κἂν ἴοιεν παμ- πληθεὶ, καὶ ὅλῃ δυνάμει χρώμενοι τῶν ἁγίων καταστρα- τεύοιντο, πεσοῦνται δὴ πάντως αὐτοῦ προασπίζοντος, κἀκεί- νους μὲν καταστρέφοντος, ἀνατειχίζοντος δὲ τοὺς ἰδίους προσκυνητὰς πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ, καὶ τοῖς ἐκ τῆς ἰδίας ἡμερότητος ἀγαθοῖς. 9Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν τὸ 1.356 φέγγος αὐτῶν. ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.9 Τὰ μὲν πρόσοικα τῶν ἐθνῶν τῆς Ἰουδαίων γῆς, Ἀραβάς τε φημὶ καὶ Τυρίους, Γετθαίους καὶ Φυλιστιεὶμ, Μωαβίτας καὶ Ἰδουμαίους, Ἀμμανίτας καὶ Γεργεσαίους, οἱονεὶ σάλπιγγι κεχρημένους συναγείρειν ἐκέλευσεν εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένους, καὶ πικρὰς ὑφέξοντας τῷ κρίνοντι δίκας· παραθήγει δὲ νυνὶ τοὺς ἐξ Ἰσραὴλ εἰς ἄμαχόν τινα προθυμίαν καὶ δυσάντητον ἀλκὴν, καὶ δὴ συναγηγερμένοις ἐπιθρώσκειν ὥσπερ διακελεύεται, δεῖν δὲ ὁρᾶσθαί φησιν εὐτολμοτάτους, ἀνδρείους καὶ νεανι- κοὺς, οὐ τοῖς πολέμου δείμασι κατεπτοημένους, οὔτε μὴν ὡς εἰς μάχην ἰόντας ὅλως, ἡγουμένους δὲ μᾶλλον τὸ χρῆμα τρυφὴν, καὶ ἐν θυμηδίαις αὐτὸ καταγράφοντας καὶ γεγηθότας ἐν ἴσῳ τοῖς τὰς ἐξ ἀμπέλων εὐκαρπίας συλλέγουσι. ταύτῃ τοί φησιν Ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκε τρυγητός· τὸ ἐξαποστείλατε τιθεὶς, ἀντὶ τοῦ ἐκπέμψατε καὶ ἐκτείνατε, καθάπερ ἀμέλει καὶ οἱ τρυγᾶν εἰωθότες· κείσονται γὰρ ἕτοιμοι πρὸς ἀναίρεσιν, εὐτρεπεῖς εἰς κατατομήν. ἀποκει- ρέσθω φησὶν ὁ πολέμιος, ὡς ἐξ ἀμπέλου βότρυς· πατείσθω δὲ ὥσπερ ἐν ληνοῖς, σωρηδὸν ὑπὸ πόδας κείμενος. εἰσ- πορεύεσθε γάρ φησι, πατεῖτε. διότι πλήρης ἡ ληνὸς, τουτέστι, συγκεκόμισται πρὸς ὄλεθρον τῶν ἐθνῶν ἡ πληθὺς, οὐδὲν τὸ κωλύον ὑπὸ πόδας εἶναι τοὺς σούς. ὑπερχεῖται τὰ ὑπολήνια· σημαίνει δὲ διὰ τούτου τὸ οἷον ἀμφιλαφὲς τῶν εἰς κατα- πάτησιν συγκεκομισμένων. ἐν γάρ τοι ταῖς τῶν βοτρύων ἀφθονίαις, ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος τὰς ληνούς. 1.357 τὸ πλῆθος δὴ οὖν τῶν ὑπὸ πόδας κειμένων ὑποδηλοῖ λέγων Ὑπερχεῖται τὰ ὑπολήνια. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης. καὶ τί δὴ τοῦτο ἔστιν; ἔθος τοῖς ἁγίοις προφήταις τὰ ἐσόμενα προαπαγ- γέλλειν, καὶ ἐν αὐταῖς ἔσθ' ὅτε γίνεσθαι ταῖς τῶν πραγμά- των φαντασίαις, ὥστε καὶ ὁρᾶν ἤδη δοκεῖν τὰ δρώμενα καὶ ἀκροᾶσθαι φωνῶν. καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἱερε μίας τὰ τοῖς Ἰουδαίοις συμβησόμενα προαναφωνῶν, καὶ ὅτι πάντως ἄρδην ἀπολέσει κεκινημένος εἰς μάχην ὁ Ναβουχο- δονόσορ, καὶ εἰς αὐτὴν τοῦ πολέμου τὴν ἀτερπῆ θέαν ἡρπά- ζετο, μονονουχὶ δὲ καὶ πληθὺν ἀμέτρητον τεθεαμένος νεκρῶν, ἔφασκεν "Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς "ἀνῃρημένοις." τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, καὶ ὁ μακά- ριος Ἰωὴλ πεπονθὼς, τάχα που τὸν ἐν πολέμῳ θόρυβον εἰς οὖς ἐδέχετο, ταύτῃτοί φησιν Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης. καὶ κοιλάδα μὲν δίκης ὀνομάζει τοῦ πολέμου τὸν χῶρον, ὡς οὐκ ἐφ' ἑτέρῳ τινὶ τῶν ἐθνῶν ἐν αὐτῷ συνενηγ- μένων, ἢ ἵνα πικρὰς ἐκτίσωσι δίκας· ἐξηχοῦντας δὲ ἤχους, ἢ τὰς τῶν πιπτόντων ὀλολυγὰς ἐνθάδε φησὶν, ἢ τοὺς τῶν νικώντων ἀλαλαγμούς. συμβαίνει γὰρ ἐν πολέμοις κατα- στένειν μὲν τοὺς πίπτοντας, ἐπαγάλλεσθαι δὲ τοῖς κειμένοις τοὺς κεκρατηκότας, καὶ εὖ μάλα ἐπικαυχᾶσθαι. Ἥλιον δὲ καὶ σελήνην σκοτισθήσεσθαί φησι, καὶ αὐτοὺς δὲ ἀφεγγεῖς ἔσεσθαι τοὺς ἀστέρας. καὶ οὐχὶ δὴ πάντως ὡς τοῦτο αὐτὸ τῶν στοιχείων πεισομένων τοτηνικάδε, ἀλλ' ὡς σκότος ἐμποιοῦντος τοῦ πολέμου, καὶ οἷον ἀχλὺν ταῖς τῶν ἡττωμένων ἐνιέντος ὄψεσι. σκοτοῖ γὰρ ἀεὶ τοῦ θανάτου τὸ δεῖμα, καὶ ἀπαμβλύνει τὸν νοῦν συμφορᾶς ἀδοκήτου μέγεθος, καὶ ὥσπερ ζόφῳ καταμελαίνει καρδίαν τοῖς ὑπερμέτροις 1.358 τῶν παθῶν. κεκράξεσθαι δέ φησι Κύριον, ὡς συνόντα τε καὶ συνασπίζοντα, καὶ στρατηγοῦ δίκην τοῖς ἐναντίοις ἐποτρύνοντα τοὺς ἐξ Ἰσραήλ. πρέποι δ' ἂν μάλιστα τῷ τῆς ἀναστάσεως καιρῷ τὸ φάναι τὸν Κύριον, ὡς ἐκ Σιὼν ἀνακεκράξεται. ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος "Αὐ- "τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν "σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ "ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρτοι." τοῦτο καὶ ὁ Μωυσέως νόμος προανετύπου, ἐκέλευε γὰρ ἐν νεομηνίᾳ σαλπίζειν τοὺς ἐξ Ἰσραήλ. καὶ νεομηνία μὲν τύπος ἂν νοοῖτο, καὶ μάλα σαφὴς, αἰῶνος τοῦ μέλλοντος καὶ νέου μετὰ τὸν πρῶτον· ἡ δέ γε σάλπιγξ, τῆς διαπρυσίας ἠχῆς τῆς τοῦ ἀρχαγγέλου φωνῆς, τῆς παρὰ Θεοῦ σάλπιγγος, ἣ πάντας ἐγερεῖ τοὺς ἐν τῇ γῇ κειμένους, ἐξαίσιόν τι καὶ φωνητικὸν ἠχοῦσα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Κύριος τὸ ἐπὶ τῷ Λαζάρῳ θαῦμα πληρῶν, ἀφίκετο μὲν εἰς τὸ μνημεῖον, ὡς δέ φησιν ὁ Εὐαγγελιστὴς, φωνῇ μεγάλῃ ἐφώνησε "Λάζαρε δεῦρο "ἔξω." τοῦτο δὲ πῶς ἂν νοηθείη, λέγοντος Θεοῦ διὰ τοῦ προφήτου "Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται "ἔξω ἡ φωνὴ αὐτοῦ;" σημεῖον οὖν ἄρα τῆς διαπρυσίου σάλπιγγος, καὶ τῆς ἀπ' αὐτῆς ἠχῆς τῆς ἐπ' ἐσχάτοις, φημὶ, καὶ ἐξ οὐρανοῦ, τὸ μεγάλῃ τὸν Σωτῆρα χρήσασθαι φωνῇ, διανιστάντα τὸν Λάζαρον. 9Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει Κύριος τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιὼν ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἱερου- σαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι' αὐτῆς οὐκέτι.9 1.359 Ὅτε τὰ ἐγκλήματα τῆς ἀποστασίας τοῖς ἐξ Ἰσραὴλ ἐπεγράφοντο, καὶ δαμάλεσι μὲν προσεκύνουν ταῖς χρυσαῖς, ἔφασκον δὲ ἀνοσίως "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵ τινες "ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου," τότε καὶ ἀσθενεῖς καὶ εὐάλωτοι, καὶ τοῖς πολεμίοις ἑτοιμοτάτη προὔκειντο θήρα· ταύτῃτοι καὶ εἰς αἰχμαλωσίαν ἐπέμποντο. ἐπειδὴ δὲ ἐλέην- ται, καὶ τὴν ἑαυτῶν κατῳκήκασι, χαλῶντος Θεοῦ τὰς ὀργὰς, ἄμαχοι λοιπὸν καὶ ἀνανταγώνιστοι γεγόνασι τοῖς ἐχθροῖς, ἀμογητί τε κεκρατήκασι, καίτοι πάντων τῶν ἐθνῶν συνει- λεγμένων εἰς μάχην. γνώσεσθαι δὴ οὖν φησὶν αὐτοὺς ἀπό γε τοῦ κατισχύσαι τῶν δι' ἐναντίας, ὅτι καὶ ἐν αὐτοῖς ἐστι, καὶ ἐπαναπαύεται λοιπὸν τῇ Σιὼν ὡς ἁγίᾳ πόλει. ταύτῃτοί φησιν ὅτι φείσεται μὲν τῶν ἰδίων λαῶν, καὶ ἀλκιμωτάτους ἀποφανεῖ, μαθήσεσθαι δὲ αὐτοὺς ὅτι, καθάπερ ἔφην ἀρτίως, μετ' αὐτῶν ἐστίν. ἔσεσθαι δέ φησι τὴν Ἱερουσαλὴμ ἁγίαν, τῆς ἀρχαίας που πάντως ἀφιλοθεΐας ἀπηλλαγμένην· οὐ τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμουσαν τῆς λατρείας τοὺς τρό- πους, οὐ ψευδομαντείας ἔτι καὶ γοητείας παρ' αὐτῇ τιμω- μένης, ἐννόμου δὲ μᾶλλον κρατούσης ζωῆς, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐν σπουδῇ γεγονότων αὐτοῖς. ἐχούσης δὲ οὕτω καὶ διαζῆν ᾑρημένης, οὐδένα φησὶ τῶν ἐθνῶν δι' αὐτῆς παρελεύσεσθαι, οἷον οὐκ εὐκαταγώνιστος ἔσται τισὶν οὐδὲ ἐν παρόδῳ τοῖς ἐθέλουσιν ἁρπαζομένη, ὡς πρότερον, μᾶλλον δὲ ἀσφαλὴς, καὶ ταῖς παρ' ἐμοῦ δυνάμεσι καὶ ἐπικουρίαις εὖ μάλα τετειχισμένη. Ἀληθὲς δὲ τὸ χρῆμα κἂν εἰ ἐπ' αὐτῆς νοοῖτο τῆς Ἐκκλη- σίας Χριστοῦ. κήδεται γὰρ τῶν ἰδίων προσκυνητῶν, καὶ τῶν πολεμίων ἀμείνους ἀποτελεῖ, εὐσθενεῖς καὶ ἀλκιμωτά- τους, καὶ εὐρωστίας γέμοντας τῆς πνευματικῆς, εἰδότας τε 1.360 καὶ πεπιστευκότας ὅτι Θεὸς ἐν αὐτοῖς διὰ τοῦ Πνεύματος· κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ ὡς ὁ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, "Ἐκ τούτου γινώσκομεν "ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν." ἁγία δὲ κατὰ τὸ ἀληθὲς ἡ νοητή που πάντως Ἱερουσαλὴμ, τουτέστιν ἡ Ἐκκλησία, ἔνθα τὰ τῶν ἁγίων τάγματα. οὐ γάρ εἰσι πάροδος ἀλλογενῶν· "Οἱ γὰρ τοῦ Χριστοῦ τὴν "σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυ- "μίαις·" μέμνηνται δὲ λέγοντος καί τινος τῶν σοφῶν "̓Εὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου "μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας." ἀσφαλῆ γὰρ ἔχουσι τὴν καρδίαν, οὐ βάσιμον, οὐχ ἱππή- λατον τοῖς ἀκαθάρτοις πνεύμασιν, οὐ ταῖς τῶν παθῶν προσβολαῖς εἴκουσαν εὐκόλως, οὐ ταῖς τῶν ἑτεροδιδασκα- λούντων ψευδοδοξίαις μεμολυσμένην, οὐ λογισμῶν ἀπαταῖς σεσαλευμένην· ἑδραίαν δὲ μᾶλλον καὶ τοῖς τῆς ἀληθείας δόγμασιν εὖ μάλα πεπυργωμένην. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων.9 Ἀναδεδειγμένης ἁγίας τῆς Ἱερουσαλὴμ, καὶ οὐκ οὔσης ἔτι βατῆς τοῖς ἀλλογενέσι, διά τοι τὸ κατασκηνῶσαι ἐν αὐτῇ τὸν τῶν ὅλων Κύριον, φείσασθαί τε τοῦ ἰδίου λαοῦ, καὶ κατισχύσαι μὲν αὐτὸν, ἀποφῆναι δὲ καὶ τῶν ἀνθεστη- κότων ἀμείνω, τότε δὴ τότε τὰ μὲν ὄρη γλυκασμὸν ἀποστα- 1.361 λάξει φησὶν, ῥυήσονται δὲ καὶ οἱ βουνοὶ τὸ γάλα, καὶ αἱ τοῦ Ἰούδα ἀφέσεις τὸ οἰκεῖον ἐκδώσουσι νάμα. ἀφέσεις δὲ οἶμαι λέγεσθαι τὰς τῶν πηγῶν ἐκδρομὰς, ἢ καὶ καθ' ἕτερον τρό- πον οἵπερ ἂν εἶναι λέγοιντο τῶν ὑδάτων ὀχετοί. καὶ ὄρη μὲν νοηθεῖεν ἂν οἱ πρὸς ὕψος ἀρετῆς ἠρμένοι, καὶ τοῖς αὐ- χήμασι τῆς ἐναρέτου ζωῆς τὸ τῶν ἄλλων ὑπερφέροντες μέτρον, οἱ περίοπτοι καὶ περιφανεῖς, ὁποῖοι ἦσαν οἱ μαθηταὶ, καὶ πρό γε τῶν ἄλλων ὁ Βαπτιστὴς, περὶ οὗ ὁ Σωτήρ φησιν "Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ "βαπτιστοῦ." οὗτοι δὴ οὖν οἱ μεγάλοι καὶ γνωριμώτατοι σταλάξουσι γλυκασμὸν, καὶ οἷον μέλιτι καταχρίοντες τὸν περὶ τοῦ Σωτῆρος ποιήσονται λόγον, ὡς τῶν μετεσχηκότων ἕκαστον ἐκ περιχαρείας ἀνακραγεῖν "Ὡς γλυκέα τῷ λάρυγγί "μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί "μου." γλυκὺς γὰρ ἀεὶ τῶν ἁγίων ὁ λόγος, παρά γε τοῖς ἀγαπῶσι τὸ εὐαρεστεῖν τῷ Θεῷ. ὄρη μὲν οὖν οἱ τοιοῦτοι νοηθεῖεν ἂν, καὶ μάλα εἰκότως. βουνοὺς δὲ εἶναί φαμεν τοὺς τῆς ἐκείνων ὑπεροχῆς βραχὺ μὲν ἡττωμένους καὶ τῷ τῆς πολιτείας ὑφιζάνοντας μέτρῳ· ἀνεστηκότας δὲ καὶ αὐτοὺς, καὶ πολὺ τῶν ἄλλων ὑπερτέλλοντας. οὗτοι ταῖς τῶν ἄρτι πεπιστευκότων ψυχαῖς τὸ λογικὸν καὶ ἄδολον παρεγχέουσι γάλα, νηπιοπρεπῆ χορηγοῦντες τροφήν· τελείων γάρ ἐστιν ἡ στερεά· γάλα δὲ νηπίοις τὸ πρεπωδέστατον. καὶ οὔτι που φαμὲν ὡς ἔν γε τῷ δύνασθαι μόνον ἐγχεῖν τοῖς νηπίοις τὸ γάλα, τῆς ἐκείνων διανοίας τὸ μέτρον ἐστίν. ἔχοντες γὰρ, καὶ μάλα ἐπιτηδείως, εἰς τὸ, εἴπερ ἕλοιντο, διανέμειν δύνασθαι 1.362 τοῖς τὴν ἕξιν στερεωτέροις τὰ τῶν τροφείων ἁδρότερα, δια- μέμνηνται λέγοντος τοῦ ἱεροῦ γράμματος "Γνωστῶς ἐπι- "γνώσῃ ψυχὰς ποιμνίου σου." καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ καίτοι μυρίας ὅσας ἐντολὰς δεδωκότος ἡμῖν τοῦ Χριστοῦ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν, οἰκονομικῶς ἐπιστέλ- λουσι, φυλάξασθαι δεῖν "Ἀπό τε πορνείας καὶ πνικτοῦ "καὶ αἵματος. ἔδοξε γάρ φησιν τῷ Ἁγίῳ Πνεύματι καὶ "ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος." ἀκούεις ὅπως νηπιοπρεπές ἐστι τὸ παράγγελμα, καὶ οἷον ἐν ἴσῳ γάλακτι τοῖς ἀσθενεστέροις τὴν ἕξιν χορηγούμενον; ὅτι δὲ καὶ ὕδωρ τὸ νοητὸν ἀμφιλαφὲς ἔσται τοῖς "ἐν οἴκῳ Κυρίου πεφυτευ- μένοις," ἵν' "ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσειαν" θείοις που πάντως ἀρδόμενοι νάμασι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταπιαινόμενοι λόγοις, ὑπεμφαίνει λέγων ὅτι πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα. ὡμολόγουν γὰρ παρακαλεῖσθαι παρὰ Θεοῦ καὶ οἱ μακάριοι μαθηταί. ἀλλ' αἱ πρῶται μὲν τῶν νοητῶν ὑδάτων ἀφέσεις, ἀφέσεις αὗται πάντως εἶεν ἂν αἱ τοῖς ἁγίοις παρὰ Θεοῦ διὰ Πνεύματος διδόμεναι τῶν ἀγαθῶν χορηγίαι· δεύτεραι δὲ ὥσπερ ὑδάτων ἀφέσεις οἱ παρ' αὐτῶν εἰς ἡμᾶς εὑρίσκονται λόγοι, χαρίσ- μασιν ἡμᾶς ἀναπιμπλάντες πνευματικοῖς. ἡ δὲ ἐξ οἴκου Κυρίου ἐκπορευομένη πηγὴ τίς ἂν εἴη πάλιν πλὴν ὅτι Χριστός; οὕτω γὰρ αὐτὸν καὶ ὁ μακάριος ὠνόμαζε μελῳδὸς λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν "Ὡς "ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώ- 1.363 "πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθή- "σονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς "τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς." οὐκοῦν καὶ πηγὴ ζωῆς καὶ χειμάῤῥους ὁ Χριστός. χειμάῤ- ῥους δὲ σχοίνων· μέμνηται μὲν οὖν ὁ Προφήτης χειμάῤῥου τινὸς ᾧ παραπεφύκασι σχοῖνοι πολλαί. φασὶ δὲ εἶναι τὸν αὐτὸν τῷ χειμάῤῥῳ τῶν κέδρων, περὶ ὃν ηὑρῆσθαί φησιν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὁμοῦ τῇ σπείρᾳ ζητοῦντος αὐτὸν τοῦ προδότου μαθητοῦ. Ἔστι δὲ οὐκ ἀκαλλὴς ὁ λόγος, εἰ τῷ χειμάῤῥῳ τῶν σχοίνων παρεικάζοιμεν τὴν Ἐκκλησίαν, εἰς ἣν "ἐκκέκλικεν ὡς ποτα- "μὸς εἰρήνης" ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἣν οἱονεί- πως ἀεὶ παραῤῥεῖ τὰς ἀειθαλεῖς ποτίζων σχοίνους, τουτέστι, τὰς τῶν ἁγίων ψυχάς. φίλυδρος γὰρ ἀεί πως ἐστὶ καὶ ἀειθαλὴς ἡ σχοῖνος. εἰ δὲ δὴ καὶ ὁρῷτο κεκεντρωμένη, καλῶς ἂν ἔχοι καὶ οὕτως. οὐ γὰρ ἄκεντρος παντελῶς τῶν ἁγίων ἡ ἀρετή. εἰσὶ μὲν γὰρ πραότητος ἐρασταὶ, πλὴν μετὰ τούτου καὶ μαχηταί. 9Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφα νισμοῦ γενήσεται ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ' ὧν ἐξέχεαν αἷμα ἀθῷον ἐν τῇ γῇ αὐτῶν. ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν· καὶ ἐκ- δικήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθῳώσω, καὶ Κύριος κατα σκηνώσει ἐν Σιών.9 Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ ἐκ τῆς ἱστορίας παραδηλού- 1.364 μενον, ἐκτέτικε δίκας ἡ Αἰγυπτίων, ἐστέρηται γὰρ τῆς βασι- λείας, Καμβύσου ταύτην τοῦ Κύρου παιδὸς καταλύσαντος, καὶ Ἰδουμαία δὲ τὴν ἐρημίαν ὑπέμεινεν, ὡς καὶ αὐτὰ μαρ- τυρεῖ τὰ πράγματα. Πλὴν ἐν τούτοις ἔοικεν ὁ προφητικὸς ἡμῖν ὑποφαίνειν λόγος κεκρυμμένην οἰκονομίαν, ἣν ὅτε γέγονεν ἄνθρωπος πεπλήρωκεν ὁ Μονογενής. ἀεὶ γάρ πως ἡ θεία γραφὴ μεμελέτηκεν ἐξομοιοῦν τοῖς ἄγαν εἰδωλολάτραις καὶ εἰς τοῦτο λίαν ἀπονενευκόσι, τὰς ἀγέλας τε τῶν δαιμονίων καὶ αὐτοὺς δὲ τοὺς ἀεὶ τοῖς ἁγίοις ἀνθεστηκότας. πάντα δὴ οὖν ἐχθρὸν ἀπολεῖσθαί φησιν, Αἰγυπτίοις τε καὶ Ἰδουμαίοις ἐξεικασμένον. ἀσφαλὴς γὰρ ἡ ὑπόσχεσις τοῦ Χριστοῦ λέγοντος περὶ τῆς Ἐκκλησίας ὅτι "πύλαι ἅδου οὐ κατ- "ισχύσουσιν αὐτῆς." ὅτι δὲ πάντη τε καὶ πάντως ἔμελλον δίκας ἐξαιτεῖσθαι τῶν εἰς ἀνθρώπους πεπλημμελημένων αἵ τε πονηραὶ δυνάμεις, καὶ ὅσοι τολμῶσιν ἐκείναις τὰ παρα πλήσια, ἢ πρὸς Ἑλληνικὴν ἀπάτην ἀποφέροντές τινας, ἤγουν εἰς ἀδόκιμον καταστρέφοντες νοῦν, διά γε τοῦ δι- δάσκειν ἐπείγεσθαι τὰ διεστραμμένα, καθίστησιν ἐναργὲς, ταύτης ἕνεκα τῆς αἰτίας ἀφανισθήσεσθαι λέγων τοὺς τῇ Σιὼν πεπολεμηκότας, ἀνθ' ὧν ἐξέχεαν αἷμα ἀθῷον, ἠδική- κασί τε οὐ φορητῶς τοὺς υἱοὺς Ἰούδα, τουτέστι, τοὺς ἁγίους ἐξομολογήσεως ὄντας τέκνα. διερμηνεύεται γὰρ Ἰούδας ἐξ- ομολόγησις. ἔφη δέ που καὶ ὁ μακάριος ∆αυεὶδ περὶ τῶν ἀνοσίως ἀνῃρημένων "Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμ- "νήσθη· οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων." πρὸς δέ γε τὸν σατανᾶν ὡς ἐν εἰκόνι γραφόμενον τῷ Ἀσούρ "Ὅν "τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, 1.365 "οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἐμίανας "καὶ τὸν λαόν μου ἀπώλεσας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα "χρόνον." οὐκοῦν κατοιχήσεσθαι μὲν εἰς ὄλεθρον τοὺς τῇ Σιὼν πεπολεμηκότας φησί. κατοικηθήσεσθαι δὲ τὴν Ἰουδαίαν εἰς τὸν αἰῶνα, καὶ εἰς γενεὰς γενεῶν τὴν Ἱερουσαλὴμ, οὐ τὴν πεπορθημένην καὶ ἐμπεπρησμένην, εἴπερ ἐστὶν ἀναμαρτοεπὴς ὁ Κύριος καὶ Θεὸς ὡς ἀλήθεια, τὴν νοητὴν δὲ μᾶλλον, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω καὶ θείαν Σιὼν, τὴν εὐκλεᾶ καλλίπολιν "Ἧς τεχνίτης καὶ δημιουργὸς καὶ τέκτων ὁ "Θεὸς," εἰς ἣν καὶ ἡμᾶς ἀφικέσθαι γένοιτο διὰ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

1.366 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ.

ΑΜΩΣ γέγονεν αἰπόλος ἀνὴρ, καὶ ποιμενικοῖς ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένος· ἐποιεῖτο δὲ τὰς διατριβὰς ἐν ἐρήμῳ τῇ πρὸς νότον τῆς Ἰουδαίων χώρας, ἣ μέχρις ὅρων διήκει θαλάσσης τῆς Ἰνδικῆς, καὶ εἰς τὴν Περσῶν ἐκτείνεται γῆν, μυρία δὲ ὅσα βαρβάρων αὐτὴν καταβόσκεται γένη, ἔχει δὲ λίαν ἐπιτηδείως καὶ εἰς τὸ φέρβειν δύνασθαι τὰς οἰῶν ἀγέλας· εὔβοτος γὰρ καὶ πλατεῖα καὶ πολυειδεῖ τῇ πόᾳ κατεστεμμένη. ἦν δὲ ὁ Ἀμὼς ἐκ Θεκουὲ κώμης, πρὸς αὐτοῖς κειμένης τοῖς τῆς ἐρήμου ποσίν. ἐπειδὴ δὲ ἦν ἀνὴρ ἀγα- θὸς, καὶ πάσης ἐπιεικείας ἐργάτης, τὸ τῆς προφητείας εὐθὺς κατεπλούτει πνεῦμα, καὶ προεφήτευεν οὐκ ἐν τοῖς Ἱεροσο λύμοις, ἀλλ' ἐν αὐτοῖς μὲν ἔτι τοῖς ποιμνίοις, ἐν ἀρχαῖς τῶν ἐξ ἔθους τε αὐτῷ καὶ μελέτης ἐχόμενος φροντισμάτων, εἶτα 1.367 καὶ εἰς αὐτὴν ἀφικόμενος τὴν Βαιθήλ. καὶ γὰρ ἦν ἡ Θεκουὲ οὐχ ὑπὸ τὴν Ἰούδα μᾶλλον, ἀλλ' ὑπὸ τὴν Ἐφραὶ̈μ βασι λείαν. ὅτι δὲ ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, καταθρήσεις ἀκονιτὶ, καὶ διὰ τῶν αὐτοῦ πληροφορηθήσῃ λόγων· προεφήτευε μὲν γὰρ ἐν Βαιθὴλ, ὡς ἔφην, ἀφανι- σθήσεσθαι λέγων τοὺς βωμοὺς τοῦ γέλωτος, ἐρημωθήσεσθαι δὲ καὶ τὰς τελετὰς τοῦ Ἰσραήλ· καὶ δὴ τούτοις προστιθείς "Καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ." ὁ δέ γε τῆς Βαιθὴλ ἱερεύς· Ἀμεσίας οὗτος ἦν· ἐπέτριζε τῷ Προφήτῃ τοὺς ὀδόντας. εἶτα πέμπει πρὸς Ἱεροβοὰμ βασι-λέα Ἰσραὴλ λέγων "Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς "ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν "ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν "ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος "ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀμεσίας πρὸς "̓Αμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ "καταβίου, καὶ ἐκεῖ προφητεύσεις. εἰς δὲ Βαιθὴλ οὐκέτι "μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, "καὶ οἶκος βασιλέως ἐστί· καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε "πρὸς Ἀμεσίαν Οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προ- "φήτου, ἀλλ' ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα, καὶ ἀν- "έλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς "μέ Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ." εἴληπτο δὴ οὖν ἐκ ποιμνίων, καὶ προεφήτευεν ἐν Βαιθὴλ, ἐν ᾗ καὶ δάμαλιν ἀπέθετο χρυσῆν ὁ πρῶτος Ἱεροβοὰμ ὁ Ναβὰτ υἱός. ἐπισημήνασθαι δὲ κἀκεῖνο οἰμαί που χρήσιμον, ὡς ἕτερος ἦν Ἀμὼς ὁ τοῦ Ἡσαί̈ου πατήρ. τίνες γεμὴν καὶ 1.368 ἐπὶ τίσιν ὅλως οἱ παρ' αὐτοῦ γεγόνασι λόγοι, τῶν προκει- μένων ἁψάμενοι σαφηνιοῦμεν ὡς ἔνι. 9Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλήμ.9 Οὗτοί φησιν Ἀμὼς τοῦ ἐκ Θεκουὲ τῆς προφητείας οἱ λόγοι οἳ γεγόνασιν ἐν Ἀκκαρείμ. ἰστέον δὲ, ὅτι τὴν τοιάνδε λέξιν, ἤτοι τὸ ἐν Ἀκκαρεὶμ, οὐκ οἶδεν ὅλως τῶν Ἑβραίων ἡ ἔκδοσις· μόνον γὰρ εἰρήκασι τὸ Λόγοι Ἀμὼς ἐκ Θεκουέ. οἵ γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐν Ἀκκαρεὶμ τεθεί- κασιν, ἐν τοῖς κτηνοτρόφοις. οὗτοι τοίνυν φησὶν οἱ λόγοι Ἀμὼς τοῦ ἐκ Θεκουὲ, οἵτινες γεγόνασιν ἐν καιρῷ τοῦ ποι- μαίνειν ἔτι, καὶ ἐν αὐταῖς ταῖς τῶν προβάτων αὐλαῖς. ὑπὲρ αὐτῆς δὲ τῆς Ἱερουσαλὴμ οὐκ ἀκοῦσαι μᾶλλον, ἀλλ' ἑωρα- κέναι φησὶ τοὺς λόγους. ἐμφανῆ γὰρ τοῖς ἁγίοις προφήταις κατέστησεν ὁ Θεὸς ὁμοῦ ταῖς ἀποκαλύψεσι μονονουχὶ καὶ αὐτὰ παρόντα τὰ πράγματα, ὥστε δοκεῖν καὶ ὁρατοὺς ἤδη πως γενέσθαι τοὺς λόγους, συνθεούσης τάχα που τῆς τῶν ἐκβησομένων θέας, οἷς ἂν λέγῃ Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προ- φήτου φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσ-ραήλ; ἔφη γὰρ πάλιν "Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν 1.369 "ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- "στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν "νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά "ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη- "σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· "καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια "̔Ιερουσαλήμ." εἶτα τούτοις ἐφεξῆς "Τάδε λέγει Κύριος "̓Επὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- "σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν." προσεπενεγκὼν δὲ τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ' ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ' ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος "Ἐξαποστελῶ "πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ." τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διε- σταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν Ἐφραῒμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυο- καίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κατα- σημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διε- σταλμένως τῷ τῆς Ἱερουσαλὴμ ὀνόματι κεχρημένους εὑ ρήσομεν. Γεγόνασι δὴ οὖν τῆς τοῦ Ἀμὼς προφητείας οἱ λόγοι ὑπὲρ πάσης τῆς Ἰουδαίων πληθύος, τῆς τε ἐν τοῖς Ἱεροσολύμοις καὶ τῆς ἐν Σαμαρείᾳ· πῶς δ' ἂν εἶεν ὑπὲρ αὐτῶν, εἰπεῖν 1.370 ἀναγκαῖον. ἔστι τοίνυν διττὸς ἡμῖν τῆς ἀπολογίας ὁ τρόπος. πρῶτον μὲν γὰρ εἰσκεκόμικε τὸν τῶν ὅλων Θεὸν τὰς τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἁμαρτίας ἀφηγούμενον· εἶτα τὰ ἐσόμενα κατ' αὐτῶν προαπηγγελκότα, προσετίθει δὲ τούτοις τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ ὅτι κατὰ καιροὺς πλείστη τις γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ' ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει "Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι "τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν "τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν." προ- καταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν "̓Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αυεὶδ τὴν "πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ "τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- "τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος." οὐκοῦν ὑπὲρ τῆς Ἱερουσαλὴμ οἱ λόγοι. καὶ καθ' ἕτερον δὲ τρόπον ὑπὲρ αὐ- τῆς γενέσθαι νοοῖντ' ἂν εἰκότως. Συρία τε γὰρ καὶ οἱ ∆αμασκοῦ βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξ- ανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερου- 1.371 σαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς· 9Ἐν ἡμέραις Ὀζίου τοῦ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.9 Ἀλλ' οἶμαί τις ἐρεῖ Καὶ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις, τὸ χρῆναι περιεργάζεσθαι, καὶ σφόδρα λεπτῶς, τῆς βασιλείας τοὺς χρόνους τῶν ἀρτίως ὠνομασμένων, Ὀζίου τε φημὶ καὶ μέντοι καὶ Ἱεροβοάμ; καὶ πρός γε δὴ τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ' ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν. Συρίᾳ τε γὰρ καὶ ∆αμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰου-δαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ γέγονεν ἡ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους. ὅτε μὲν γὰρ οἱ ∆αμασκοῦ καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ' αὐτοῖς τε κατεληΐζοντο χώρας· ὅτε δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γεργέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις ὁρμαῖς καὶ ἀπλήστῳ γνώμῃ χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους 1.372 τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν τῇ τρίτῃ τῶν βασιλειῶν "Καὶ συνήθροισεν υἱὸς Ἄδερ "πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς "Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ' αὐτοῦ καὶ "πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν "ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν." ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ ∆αμασκοῦ βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκέ τε οὕτω τὴν γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπο-λέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαὴλ ὁ Σύρος. γέγραπται δὲ πάλιν ἐν τῇ τετάρτῃ τῶν βασιλείων "Τότε ἀνέβη Ἀζαὴλ "βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- "ελάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐ- "τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι-"λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ "̓Ιωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς "̓Ιούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρε- "θὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασίλεως "καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ "̔Ιερουσαλήμ." ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θεῖαν ὀρ- γὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῇ τοῦ Θεοῦ δόξῃ διελυμαί- νοντο. ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν 1.373 αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύ εσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες "Θεὸς ὀρέων Θεὸς "̓Ισραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων." ᾤοντο γὰρ ὅτι νενι- κήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐ- τῶν, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προϊόντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Να-βὰτ, πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής. Ἀλλ' ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμέ- νον τὸν Ἰσραὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος. κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ' ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρῳ- χηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι 1.374 σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργά- σασθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ "̓Ιωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς"ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ "ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ "πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν "̓Ισραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ "εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ "ῥῆμα Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου "αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ Γεὲθ ἀγχο-"φέρ. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν "σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους "καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. "καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ "ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς "̔Ιεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ "καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα "ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν ∆αμασκὸν καὶ τὴν "Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα "ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;" ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασ- μένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προ- ασπίζων αὐτοῦ· ἐπέστρεψε δὲ τὴν ∆αμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασι- 1.375 λεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ Ὀζίας,βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκεί- μενος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερα- τεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ' αὐτὸ τὸ θεῖον ἀνα βῆναι θυσιαστήριον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ' εὐ- θὺς αὐτὸν ἤλεγξε Θεός. λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκ- πέμπηται τῆς Ἱερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης ἱερουρ- γίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ "βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου"βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- "λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν "̔Ιερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἐξ Ἱερου-"σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ "πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν "ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν "τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος τοῦ βασιλέως, καὶ ἦν "λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ." καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων 1.376 ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως "Καὶ "ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς δέκα "καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ "̓Αμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν "αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ "τῶν πατέρων αὐτοῦ. υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν "̓Οζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- "σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερου-"σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα "ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν "τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος "ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν "Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ "ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ "τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίας καὶ τὰ τείχη Ἀζώτου, "καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις "κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ "τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ "τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, "καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ- "χυσεν ἕως ἄνω." εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ "Καὶ "ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν "Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. "καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ' αὐ- "τοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη- "σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία 1.377 "θυμιάσαι τῷ Κυρίῳ ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν "τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος "ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς "δόξαν παρὰ Κυρίου Θεοῦ. καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν "τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· "ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα "ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν "οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. "καὶ ἐπέστρεψεν ἐπ' αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, "καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν "αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι "ἤλεγξεν αὐτὸν Κύριος." Περὶ μὲν οὖν τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν ἀπόχρη ταυτί· ὅτι δὲ γέγονεν ἀνὴρ δυνατὸς, καὶ ταῖς τῶν ἀλλοφύλων ἐπ- εστράτευσε χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ' αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἱεροβοὰμ, νενίκηνται γὰρ δι' αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται ∆αμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύ- λων γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν ἐκεῖνα μεταγενέστερα, προσάψομεν ἀναγκαίως τῷ τε Ἱεροβοὰμ καὶ τοῖς Ὀζίου καιροῖς τὰ τοῖς ἀλλοφύλοις συμβεβηκότα, καὶ αὐτοῖς δὲ οὐδὲν ἧττον τοῖς τῶν Ἀσσυρίων καθηγηταῖς. ἐπειδὴ δὲ προστέθεικεν ὁ Προφήτης Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, 1.378 μνήμην ἀναγκαίως καὶ τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν πεποιή- μεθα. ἐπειδὴ γὰρ ἱερατεῦσαι τετόλμηκε παρανόμως, λελέ- πρωται μὲν ἐλέγχοντος Θεοῦ, κατεδονήθη δὲ σεισμῷ τὰ Ἱεροσόλυμα καὶ διὰ τοῦδε σαφῶς τοῖς τὸ τηνικάδε Θεοῦ τὴν ἰδίαν ὀργὴν ὑπεμφαίνοντος. 9Καὶ εἶπε Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.9 Ὅλος ἡμῖν ἐν τούτοις ὁ τῆς προφητείας διαφαίνεται σκοπὸς, καὶ τοῦ παντὸς χρησμῳδήματος ὅρος ὥσπερ τις καὶ προαφήγησις ἀσαφείᾳ πολλῇ κατεσκιασμένη, νοοῖτ' ἂν εἰκότως ἡ τοῦ προκειμένου δύναμις. πεποίηται μὲν γὰρ ὡς ἐξ ὁμοιότητός τε καὶ μεταφορᾶς ὁ λόγος, καὶ ὡς ἐκ τοῦ πεφυκότος συμβαίνειν ταῖς εὐπρέμνοις τῶν ὀρῶν κορυφαῖς, ἢ καὶ τοῖς ἐψιλωμένοις τῶν πεδίων ἔσθ' ὅτε. ὄρη μὲν γὰρ καίτοι δρυμοῖς κομῶντα καὶ ξύλοις, πεδιὰς δὲ αὖ πολλῇ καὶ ἀμφιλαφεῖ τῇ πόᾳ κατεστεμμένη, καταφθείροντός τινος ἢ λοιμοῦ τυχὸν, ἤγουν ἑτέρου του τῶν ἐξ ἀέρος ἀῤῥωστη- μάτων, ἀδοκήτως αὐαίνεται. διαπίπτει δὲ οὕτω καὶ τὰ ἀνθρώπινα, καὶ κατασκήπτουσιν ἔσθ' ὅτε πόλεων καὶ χω- ρῶν πικραὶ καὶ δύσοιστοι συμφοραὶ, διολλύουσαι καὶ κατα φθείρουσαι μικρόν τε καὶ μέγαν. τίνος γὰρ ἂν φείσαιτο πολεμίων ξίφος, ἢ, φέρε εἰπεῖν, λοιμὸς, ἄρδην ἀποκείρων καὶ τὸν ἐν πλούτῳ καὶ δόξαις καὶ δυναστείαις διαφανῆ, καὶ τὸν ἄσημόν τε καὶ κατεῤῥιμμένον; γέγονε τοίνυν τῷ Προ- φήτῃ νυνὶ πρέπων ὅτι μάλιστα τοῖς αὐτῷ κατειθισμένοις ὁ 1.379 λόγος. ἦν γὰρ, ὡς ἔφην, αἰπόλος, καὶ πεποίηται τὴν παρα- τροπὴν ὡς ἐκ τοῦ καταφθείρεσθαι πολλάκις τὰς τῶν θρεμ- μάτων νομάς. Τίς οὖν ὁ τῶν εἰρημένων ἀληθέστερος νοῦς; ἐφθέγξατό φησιν ἐκ Σιὼν ὁ Κύριος, ὡς ἐξ ἰδίου τόπου, καὶ ἐξ Ἱερουσαλὴμ, ὡς ἐκ νεμηθείσης αὐτῷ· ἔστι μὲν γὰρ οὐκ ἐν τόπῳ τὸ ἀσώ- ματον. ἐπειδὴ δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ναὸς, ἐδόκει πως ἴδιος ὑπάρχειν ὁ χῶρος αὐτοῦ, κατά γε τὴν τῶν ἀρχαιοτέρων ὑπόληψιν μικρὰ φρονούντων ἔτι περὶ Θεοῦ. ἀντὶ δὲ τοῦ ἐφθέγξατο, τέθεικε τῶν Ἑβραίων ἡ ἔκδοσις Ὠρύ-σατο, ἤτοι ἐβρυχήσατο, τὸν τῶν λεόντων νόμον. οὗ δὴ γεγονότος, ἐπένθησάν φησιν αἱ νομαὶ τῶν ποιμνίων· νομὰς δὲ ποιμνίων τὰ τῶν ἀλλοφύλων ἔθνη φησὶ, καθάπερ τισὶ ποι- μέσι τοῖς ἑαυτῶν κρατοῦσιν ὑπεστρωμένα, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς ἄγουσί τε καὶ φέρουσι τοὺς ὑπὸ χεῖρα λαούς. ἐπένθησαν τοίνυν, τουτέστιν ἐν κατηφείαις καὶ ἐν παντὶ γεγόνασι κακῷ· γίνεται γὰρ πένθος ἐπὶ νεκροῖς. αἴτιον δὲ τῆς συμφορᾶς αὐτοῖς τὸ καταβρυχήσασθαι τὸν Θεὸν, καὶ οἷον ἀπειλῆσαι τὸν ὄλεθρον. "Λέων γάρ φησιν "ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;" πλὴν οὐ μόνον ἐπέν- θησαν αἱ νομαὶ τῶν ποιμνίων, ἐξηράνθη δὲ πρὸς τούτῳ καὶ ἡ κορυφὴ τοῦ Καρμήλου· Καρμήλου δὲ κορυφὴν τὰ Ἱεροσόλυμά φησι. Κάρμηλος μὲν γὰρ ὄρος ἐστὶν ἐν τῇ τῶν Ἰουδαίων κείμενον χώρᾳ, ἐν ᾧ καὶ κατῴκηκεν ὁ Θεσβίτης Ἡλίας. κατασημαίνεται δὲ πολλάκις ἡ πᾶσα τῶν Ἰουδαίων γῆ διὰ τῆς τοῦ Καρμήλου προσηγορίας. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς ἑτέρου προφήτου πρὸς τοὺς υἱοὺς Ἰσραὴλ εἰρημένον παρὰ Θεοῦ "Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν 1.380 "τὰ ἀγαθὰ αὐτοῦ καὶ τοὺς καρποὺς αὐτοῦ, καὶ εἰσήλθετε "καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε "εἰς βδέλυγμα." ἐπειδὴ τοίνυν ἡ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Ἰουδαίαν ἐπισημοτέρα καὶ διαφανὴς ὠνόμαστο τὰ Ἱεροσόλυμα, κορυφὴν αὐτὰ τοῦ Καρμήλου φησὶν, ὡς ἐπηρ- μένην ἐν δόξῃ, ὡς προὔχουσαν ἐν ὑπεροχῇ, ὡς περίοπτον παρὰ τὰς ἄλλας, διάτοι τὸν θεῖον ἔχειν ναὸν, καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας. ἔθος δὲ τοῖς ἁγίοις προφήταις κατακρύπτειν οἰκονομικῶς ταῖς ἀσαφείαις τοὺς λόγους, διὰ τὸ ἀχάλινον εἰς ὁρμὰς τῶν ἀκροωμένων. οὐ γὰρ ἂν ἠνέσχοντο λαλούντων ἀναφανδὸν πολὺ λίαν ἀν- επτοημένοι πρὸς θράσος, καὶ τοῖς ἁγίοις προφήταις ἐπιτι- μῶντες καὶ λέγοντες "Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε "ἡμῖν ἑτέραν πλάνησιν." 9Καὶ εἶπε "Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις ∆αμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ' ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ· καὶ ἐξαποσ- τελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ. καὶ συντρίψω μοχλοὺς ∆αμασκοῦ, καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.9 Ὁ θεσπέσιος Μωυσῆς ὡς ἀγαθόν τε καὶ ἀνεξίκακον καταθαυμάζει Θεὸν, καὶ μάλα εἰκότως. ἐπειδὴ γὰρ μεμοσ- χοποίηκε μὲν κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἔφη τε φληνάφως "Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς 1.381 "Αἰγύπτου," προσκέκρουκε μὲν ἀναγκαίως· ἐπειδὴ δὲ ὀλο- θρεύσειν αὐτοὺς εἰσάπαξ ἠπείλει Θεὸς, εἶτα προσέπιπτέ τε καὶ ἐλιπάρει Μωυσῆς καὶ δὴ καὶ ἀνεῖναι αὐτοῖς ἡμαρτηκόσιν τὴν δίκην ἀνέπειθε τὸν ∆ημιουργὸν, χαριστηρίους ᾠδὰς ἀνετίθει λέγων "Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, "μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην "διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ "ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων "ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ "τρίτην καὶ τετάρτην γενεάν." τοῦτο νενοήκασιν οὐκ ὀρθῶς τῶν Ἰουδαίων οἱ δῆμοι. ᾤοντο γὰρ εἶναι τὸν Θεὸν σκληρὸν οὕτω καὶ ἀτεράμονα καὶ μακρὸν εἰς ὀργὰς, ὡς τέκνοις τέκνων ἐπιφέρειν τὰ τῶν πατέρων ἐγκλήματα. καὶ γοῦν αὐτὸ δὴ τουτὶ διαγελῶντες ἔφασκον "1Οἱ πατέρες ἔφαγον ὄμφακα, "1καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν."2 ταύτῃτοι Θεὸς τῷ προφήτῃ φησὶν Ἰεζεκιήλ "Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ "παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ λέγοντες Οἱ πατέρες ἔφα- "γον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; ζῶ "ἐγὼ, λέγει Κύριος, ὅτι οὐ μὴ γένηται ἔτι ἡ παραβολὴ "αὕτη λεγομένη ἐν τῷ Ἰσραήλ. ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί "εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ τοῦ υἱοῦ, "ἐμαί εἰσι. ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ὁ δὲ "υἱὸς οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ 1.382 "ὁ πατὴρ οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ." πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ὁ τῶν ὅλων ∆εσπότης, εἰ μὴ ἀνίησιν ἁμαρτίας, καὶ καθαρίζει τὸν ἔνοχον, παρατείνει δὲ μᾶλλον τὴν ἀγανάκτησιν ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; τίς οὖν ὁ λόγος; ἔστι μὲν, ὡς ἔφην, ἀνεξίκακός τε καὶ ἀσυγκρίτως ἀγαθὸς, καὶ οὐκ εὐθὺς τοῖς ἡμαρτηκόσιν ἐπάγει τὴν κόλασιν. ὑπερτίθεται δὲ, καὶ εἰς δευτέραν γενεὰν, ἵνα τάχα τις μεταξὺ παρεισβάλλουσα μετά- γνωσις ἀνακόψειε τὴν ὀργήν. ἀλλ' εἰ μὴ τοῦτο γένηται τυχὸν, οἱ δὲ ἐκ τοῦ πρώτου τρίτοι τε καὶ τέταρτοι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι χείροσιν ἐναλοῖεν κακοῖς, καὶ προγονικῆς δυσ- σεβείας εὑρίσκοιντο μιμηταὶ, τότε δὴ τότε λοιπὸν ἐπάγει τὰς δίκας, ἀποχρῶσαν τῷ γένει τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἀνεξικακίαν ἐπιδιδούς· τοῦτό ἐστι τὸ ἐπιφέρειν ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ἆρ' οὖν φησὶ, μακροθυμήσας τῇ ∆αμασκῷ πλειστάκις, οὐκ ἀγανακτήσαιμι λοιπὸν, καὶ σφόδρα εἰκότως, ἐπὶ τρισὶ καὶ τέσ- σαρσιν ἁμαρτίαις; τί γὰρ δεδράκασι; πολλὰ μὲν καὶ ἕτερα. πλὴν τῆς ἄγαν ὠμότητος ἀποτιοῦσι δίκας· ἀποστραφήσομαι γὰρ αὐτοὺς, ἀνθ' ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ. ἔστι μὲν οὖν ἡ Γαλαὰδ πολίχνη τῆς Ἰου- δαίας, ἐν μεθορίῳ τῆς Παλαιστινῶν κειμένη. ταύτην οἱ Σύροι προκατελάβοντο, καὶ πανωλεθρίᾳ διέφθειραν, πρίοσι τέμνον- τες σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας, καὶ ὁμοῦ νηπίοις ὠμὰ γυναικῶν ἐκτήκοντες ἔμβρυα. πρίονας δὲ σιδηροῦς τοὺς τῶν 1.383 ἁμαξῶν ὀνομάζει τροχοὺς, οἷς καταλεπτύνειν ἔθος τὴν ἅλω τοῖς Σύροις. καὶ γοῦν καὶ διὰ φωνῆς Ἡσαΐου φησί που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγήν "Ἰδοὺ ἐποίησά"σε ὡς τροχοὺς ἁμάξης, ἀλοῶντας, καινοὺς, πριστηροει- "δεῖς." ὅμοιον οὖν ὡς εἰ λέγοι τυχὸν πρὸς τὴν ∆αμασκόν Καθοριῶ σου τὴν δίκην, ἀνθ' ὧν κατηλόησας καὶ συνέτριψας τοὺς ἐν Γαλαὰδ, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν ἔτι κατὰ γαστρὸς, οἷς ὁ παρὰ πάντων ἔλεος ἀκολουθεῖ καὶ ὀφείλεται. Ὅτι δὲ ὠμῶς καὶ ἀγρίως τοῖς ἐξ Ἰσραὴλ κατεχρήσαντο τῶν ἐκ ∆αμασκοῦ τινὲς, ἀναμάθοις ἂν ἀκονιτὶ τοῖς Ἐλισ σαιὲ τοῦ προφήτου λόγοις προσεσχηκώς. ἀφίκετο μὲν γὰρ εἰς τὴν ∆αμασκόν. ἐπειδὴ δὲ συνήντησε τῷ Ἀζαὴλ, ἀῤῥω- στοῦντος ἔτι τοῦ Ἄδερ "Ἔκλαυσέ φησιν ὁ ἄνθρωπος τοῦ "Θεοῦ, καὶ εἶπεν Ἀζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ "εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ "ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκ- "τοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν "ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις." ἐπειδὴ δὲ ταῦτα δέδρακε κατὰ τῆς Γαλαὰδ ἡ ∆αμασκὸς, μᾶλλον δὲ καὶ κατὰ πάσης τῆς Ἰουδαίων χώρας, κατα- φλέξειν ἀπειλεῖ τὸν οἶκον Ἀζαὴλ καὶ Ἄδερ, καὶ συντρίψειν μοχλοὺς ∆αμασκοῦ. πέπρακται δὲ ταῦτα διὰ μὲν Ὀζίου καὶ Ἱεροβοὰμ ἀνὰ μέρος καὶ κατὰ καιρούς· εἷλον γὰρ καὶ αὐτοὶ τὴν Συρίαν καὶ νενικήκασι κατὰ κράτος· χρόνου δὲ προϊόντος, καὶ παρὰ τοῦ βασιλέως Ἀσσυρίων. εἶτά φησι καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ὤν. ὢν οἱ προφῆται τὴν Βαιθὴλ ὀνομάζουσιν, ἐν ᾗ τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ ἐπάρατος Ἱεροβοάμ. ἀλλ' ὡς ἐξ ἐκείνου λοιπὸν πᾶσαν χώραν εἰδωλολατροῦσαν, οὕτω καλεῖν ἔθος ἦν αὐτοῖς. 1.384 τοὺς κατοικοῦντας τοίνυν ἐν γῇ καὶ πεδίῳ ὢν, ἤτοι τῶν μα- ταίων, ὅ ἐστιν εἰδώλων· οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· καταφθερῶ καὶ ἐξολοθρεύσω φησὶ, κατακόψω δὲ οὐδὲν ἧττον καὶ φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, ἥ ἐστι πολίχνη που πάντως προσοικοῦσα τῇ ∆αμασκῷ, μαχιμωτάτους ἔχουσα τοὺς οἰκή- τορας. αἰχμαλωτευθήσεσθαι δέ φησι καὶ τὸν ἐπίκλητον τῆς Συρίας λαόν. ἐπίκλητον λέγων, ἢ τὸν σφόδρα διαβόητον, ἢ τὸν μισθοφόρον καὶ συνειλεγμένον αὐτοῖς πρὸς ἐπικουρίαν· κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τοὺς τῶν ἀλλοφύλων ὁμόρους, τῆς Ἰουδαίων καταστρατευόμενοι χώρας· ἤγουν ἐπίκλητον τὸν ἔξωθεν κεκλημένον καὶ μέτοικον. ἰστέον γὰρ ὅτι τῶν Ἑβραίων ἡ ἔκδοσις, ἀντὶ τοῦ λαὸς Συρίας, Κυρήνης φησίν· ἄποικοι γὰρ Κυρηναίων οἱ Σύροι. μεμνήμεθα δὲ ὅτι καθὰ γέγραπται πάλιν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν, ἐβασίλευε μὲν ὁ Ἄχαζ τῶν Ἱεροσολύμων, Φακεὲ δὲ καὶ Ῥαασσὼν οἱ Συρίας τε καὶ ∆αμασκοῦ βασιλεῖς, κατὰ τῶν Ἱεροσολυμῶν ᾔεσαν, καταδῃοῦντες τὰς ὑπ' αὐτὴν τοῦ Ἰούδα πόλεις. ἐπειδὴ δὲ ἦν ἐν δείμασιν οὐ φορητοῖς ὁ Ἄχαζ, βασιλεύων ἐπὶ τὸν Ἰούδαν, κατεμισθοῦτο χρήμασι πρὸς ἐπικουρίαν Θεγλαφα- λασὰρ τὸν Ἀσσύριον "Καὶ ἤκουσέν φησιν αὐτοῦ ὁ βασι "λεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς ∆α-"μασκὸν καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ "τὸν Ῥαασσὼν ἐθανάτωσε." 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ αἰχμαλω- 1.385 τεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς· καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκαλῶνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπ' Ἀκκαρὼν, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος.9 Ἀναγκαῖον ἡγοῦμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὡς οὔτε τῶν Ἑβραίων ἡ ἔκδοσις, οὔτε μὴν ἡ τῶν ἑτέρων μέμνηται τοῦ Σαλομῶν, ἀλλ' εἰρήκασιν Ἑβραῖοι μὲν Ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν, οἱ δὲ λοιποὶ προσ- έθεσαν ἀντὶ τοῦ Σαλομῶν, ἀπηρτισμένην ἤτοι τελείαν. ἑψόμεθα δὲ ἀναγκαίως ἡμεῖς καὶ τῇ τῶν ἑβδομήκοντα γραφῇ. ἐγκαλεῖται δὴ οὖν ἡ Γάζα· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἢ νῦν ἐστι Παλαιστίνη· ὡς αἰχμαλωσίαν αἰχ- μαλωτεύσασα τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδου- μαίαν. κἂν μὲν οὕτω νοῶμεν, ὡς γοῦν οἱ ἕτεροι ἐκδεδώ- κασιν ἑρμηνευταὶ, οὐ τὴν τυχοῦσαν πεποίηνται κατὰ τῆς Ἰουδαίας τὴν πόρθησιν, ἀλλ' αἰχμαλωσίαν ἑλόντες ἱκανὴν, ὑπὸ χεῖρα δεδώκασι τῶν Ἰδουμαίων αὐτήν. Ἰδουμαῖοι δὲ γεγό-νασι μὲν ἐξ αἵματος Ἡσαῦ, ἐχθρὰ γεμὴν πεφρονήκασιν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, οἷς συνεργασάμενοι καὶ σύνοπλοι γενόμενοι Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ Ἀσκαλωνίται, καὶ οἱ τῆς λεγομένης Ἀκκαρὼν καὶ ἕτεροι δὲ τῶν ἀλλοφύλων τινὲς, κατὰ κράτος ἑλεῖν τῆς Ἰουδαίας τὰς πόλεις παρεσκεύασαν. εἰ δὲ δὴ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα γραφὴν αἰχμαλωτεῦσαι λέγοιμεν αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, ἐκεῖνό που πάν- 1.386 τως ἐννοεῖν ἀναγκαῖον. γέγονε μὲν γὰρ εὐσθενέστατος καὶ παναλκὴς βασιλεὺς ὁ Σαλομῶν, κατεκράτησε δὲ οὕτω τῶν περιοίκων ἐθνῶν, ὡς καὶ πολλὰς παρ' αὐτοῖς ἀναδείμασθαι πόλεις, καὶ ἐν αὐταῖς ἱδρύσαι τὸν Ἰσραὴλ, δόντος αὐτῷ τοῦ Χειράμ. γέγραπται δὲ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλει- πομένων "Καὶ ἐγένετο μετὰ εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε "Σαλομῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὰς "πόλεις ἃς ἔδωκε Χειρὰμ τῷ Σαλομῶν, ᾠκοδόμησεν αὐτὰς "Σαλομῶν καὶ κατῴκισεν ἐκεὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἦλθε "Σαλομῶν εἰς Ἐμὰθ Σοβᾶ, καὶ κατίσχυσεν αὐτὴν, καὶ "ᾠκοδόμησε τὴν Θεδμὸρ ἐν τῇ ἐρήμῳ, καὶ πάσας τὰς "πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἡμάθ." καὶ μεθ' ἕτερα πάλιν "Καὶ ὅσα ἐπεθύμησε Σαλομῶν κατὰ τὴν ἐπιθυμίαν "τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν "πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ "τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ "τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσ-"ραὴλ, ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν καταλειφθέντες μετ' "αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, "καὶ ἀνήγαγεν αὐτοὺς Σαλομῶν εἰς φόρον ἕως τῆς ἡμέρας "ταύτης." συμφραξάμενοι τοίνυν τοῖς ἐκ τῆς Ἰδουμαίας Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ οἱ λοιποὶ ταύτας που τὰς πόλεις ἀνῃρήκασι, τὰς ὠνομασμένας τοῦ Σαλομῶν, ὡς μηκέτι μὲν αὐτὰς ὑπὸ τὴν Ἰούδα κεῖσθαι βασιλείαν, ἀπονεμεῖσθαι δὲ ὥσπερ τοῖς Μωαβιτῶν ἀνοσίοις καθηγηταῖς. ταύτῃτοι πυρὶ δαπανηθήσεσθαι ταῖς ἄλλαις ὁμοῦ τὴν Γάζαν φησὶν, ἐξολο- 1.387 θρευθήσεσθαι δὲ καὶ Ἀζωτίους καὶ φυλὴν Ἀσκάλωνος, καὶ ὑπὸ χεῖρα γενέσθαι τοῦ πλήττοντος τὴν Ἀκκαρών· συνδι- ολεῖσθαι δὲ πάντως αὐταῖς καὶ τοὺς καταλοίπους τῶν ἀλλο- φύλων. μεμισθοφορήκασι γὰρ κατὰ τὸ εἰκὸς, καὶ κέκληνται πρὸς ἐπικουρίαν τῶν περιοίκων βαρβάρων τινές. Χαλεπὸν οὖν ἄρα καὶ κινδύνου παντὸς ἀνάμεστον ὁρᾶται λοιπὸν, τὸ συμφράττεσθαι πονηροῖς καὶ καθοπλίζεσθαι φιλεῖν τῶν ἠγαπημένων παρὰ Θεοῦ, καὶ διώκειν ἁγίους. εἰ γὰρ καὶ πάσχοιεν ἔσθ' ὅτε πταισμάτων ἕνεκα, παιδευόμενοι παρὰ Θεοῦ, ἀλλ' οὐκ ἀλογήσει παντελῶς τῶν οἰκειωθέντων αὐτῷ· καὶ παιδεύσας χρησίμως, ὀλέθρῳ περιβαλεῖ τὰ τῆς ὀργῆς σκεύη, τουτέστι, τοὺς ἀχαλίνῳ θυμῷ κατ' αὐτῶν ὁρμήσαντας, κατ' ἐκεῖνό που πάντως τὸ πρὸς Βαβυλῶνα καλῶς εἰρημένον περὶ τῶν υἱῶν Ἰσραήλ "Ἐγὼ ἔδωκα αὐ-"τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." ἀπᾴδει γὰρ λίαν καὶ ἀγανακτοῦντι τῷ Θεῷ τὸ φορτικὸν εἰς αἰκίας τῶν τοῦτο δρᾶν ἐπιτεταγμένων. 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου, καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτὴν, ἀνθ' ὧν συνέκλεισαν τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν εἰς τὴν Ἰδουμαίαν, καὶ οὐκ ἐμνή- σθησαν διαθήκης ἀδελφῶν. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται θεμέλια αὐτῆς.9 Τύριοι δὲ πάλιν πρὸς τοῖς ἀπὸ τῆς ∆αμασκοῦ, καὶ μέν τοι καὶ Ἀζωτίοις, Γαζαίοις τε καὶ Ἀσκαλωνίταις, καὶ τοῖς ἐξ Ἀκκαρὼν τὴν Θεῷ πρέπουσαν ἀνεξικακίαν ὑπερβαλό- μενοι, καὶ τρόπον τινὰ νενικηκότες ταῖς τῶν ἀσεβημάτων 1.388 ὑπερβολαῖς, ὑπενεχθήσονται ταῖς ὀργαῖς, κατά γε τὸν τοῦ χρησμῳδήματος νοῦν, καὶ ποινὴν ὑπομενοῦσι τὴν ἁπασῶν ἐσχάτην. ἐπίκλημα δὲ αὐτοῖς, ὅτι τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν συνέκλεισαν εἰς τὴν Ἰδουμαίαν, καὶ αὐτῆς ἀμνημο-νήσαντες τῆς τῶν ἀδελφῶν διαθήκης. τίς μὲν οὖν ἡ αἰχμα- λωσία τοῦ Σαλομῶν, ἀποχρώντως ἡμῖν διέδειξεν ὁ λόγος· συνεκλείσθη δὲ ὅπως εἰς τὴν Ἰδουμαίαν καὶ πρός γε Τυρίων, εἰπεῖν ἀναγκαῖον. ἐξανδραποδισάμενοι γὰρ οὐκ εὐαρίθμητον πληθὺν τῶν ἐξ Ἰούδα καὶ Ἰσραὴλ, καταπεπράκασιν Ἰδουμαίοις. οἱ δὲ τοὺς ἐξ αἵματος ἀδελφοὺς καὶ ἄνωθεν ἐλευθέ- ρους ἐν δορικτήτων μοίρᾳ πεποιημένοι, καὶ πικρῷ δουλείας κατέθλιβον ζυγῷ, καὶ τοῖς Ἑλλήνων νόμοις κατεβιάζοντο ζῆν, μονονουχὶ κατακερτομοῦντες οἱ δείλαιοι τὴν τοῦ Θεοῦ δόξαν, ὡς μήτε τὴν ἐκ πατέρων αὐτοῖς ἐλευθερίαν τηρήσαν- τος, μήτε μὴν ἰσχύσαντος παρασχεῖν τὸ ἐν καλῷ κεῖσθαι τῆς εὐημερίας. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησὶ, τοὺς συγκλείσαντας εἰς τὴν Ἰδουμαίαν τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν, οὐ μετρίως καταιτιώμενος. "Καὶ "τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία "ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ "μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; ὀξέως καὶ ταχέως ἀνταπο- "δώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ' "ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ "ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς "ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπ-"έδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ 1.389 "τῶν ὁρίων αὐτῶν." ὅριον δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, σωματικὸν μὲν ἡ Ἰουδαία, ψυχικὸν δὲ ὁ νόμος, ὧν ἔξω γεγόνασι τοῖς τῶν Ἑλλήνων υἱοῖς ἐκτόπως καταπωλούμενοι. δεδράκασι δὲ τοῦτο Τύριοι τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτῆς ἀμνη- μονήσαντες τῆς τῶν ἀδελφῶν διαθήκης. Νοοῖτο δ' ἂν πρὸς ἡμῶν καὶ τοῦτο τριχῇ. τίνες γὰρ οἱ ἀδελ- φοὶ, τίς δὲ καὶ ἡ διαθήκη, φέρε λέγωμεν, ἐκ τῶν ἱερῶν γραμ- μάτων εἰς ἐννοίας τὰς ἐπὶ τούτῳ χειραγωγούμενοι. Χειρὰμ ὁ Τυρίων κατὰ καιροὺς βεβασιλευκὼς, τῶν ὅτι μάλιστα φιλαιτά- των ἦν τῷ θεσπεσίῳ ∆αυείδ· εἶτα μετ' ἐκεῖνον τῷ Σαλομῶν γέγονεν ἀγαπητὸς, ὡς καὶ συνθήκας ὁμοψυχίας ποιήσασθαι πρὸς αὐτὸν, συμπράξαι τε πρὸς ἅπαντα αὐτῷ, καὶ φροντίδα τὴν δέουσαν συνεισενεγκεῖν τὸν θεῖον ἀποτελοῦντι ναόν. καὶ πλεῖστα μὲν ὅσα προσκεκόμικε δῶρα, κεκέρδακε δὲ καὶ αὐ- τὸς τὰ ἔτι μείζω καὶ πλουσιώτερα. ἢ τοίνυν ἐκεῖνό φησιν, ὅτι Τύριοι πεπολεμήκασι τὸν Ἰσραὴλ, ἀμνημονήσαντες δια θήκης τῶν ἐξ ἀγαπήσεως ἀδελφῶν, καὶ εἰς τοῦτο λοιπὸν διαθέσεως καὶ φιλοστοργίας συνενηνεγμένων, ὡς δοκεῖν εἶναι καὶ ὁμαίμονας· ἤγουν ὅτι γεγονότες ἐξ Ἡσαῦ Ἰδουμαῖοι, ἀδελφοὶ μὲν ἦσαν τοῖς ἐξ Ἰσραὴλ, πεπολεμήκασι δὲ, τῆς τῶν ἀδελφῶν διαθήκης ἠφειδηκότες. πεφρόνηκε μὲν γὰρ ἐχθρὰ καὶ τὰ πολεμίων ὁ Ἡσαῦ κατὰ τοῦ Ἰακὼβ, τῶν πρωτοτοκίων ἕνεκα λελυπημένος ἐν ἀρχαῖς· ἀλλ' ἐκ τῆς Λάβαν ἑστίας ἀπαίροντι κατὰ καιροὺς, καὶ οἴκοι πάλιν ὑπονοστῆσαι ἐθέλοντι γυναιξί τε ὁμοῦ καὶ τέκνοις, συνήν- τησεν ὡς ἀδελφός. κατησπάσαντο γὰρ ἀλλήλους καὶ περι- έφυσαν, καὶ τὰ φίλοις πρέποντα λελαλήκασι, καὶ τὴν 1.390 ἀρχαίαν πατοῦντες διαφορὰν, ὁμονοίας καὶ εἰρήνης πεποί- ηνται διαθήκας. ἀλλ' ἐκεῖνοι μὲν ἐν τούτοις. Τύριοι δὲ τῆς τῶν ἀδελφῶν διαθήκης ἀμνημονήσαντες, τὰ γένη συνέβαλλον, καὶ δούλους ἔχειν ἀνέπειθον τοὺς ἐξ αἵματός τε καὶ ἀδελ- φοὺς, ταῖς παρὰ σφῶν συμπνοίαις πολὺ λίαν εὐσθενεστέρους τῶν κεκρατηκότων ἀποφήναντες Ἰδουμαίους. εἰ δὲ δή τις καὶ ἐπ' αὐτῶν τοῦτο λέγοι τῶν Μωαβιτῶν, οἳ ἐξ αἵματος ἦσαν τοῦ Λὼτ, ὅτι λελυπήκασι Τύριοι διαθήκην ἀδελφῶν, δῆλον δὲ ὅτι τὴν ἐξ Ἁβραὰμ πρὸς τὸν Λώτ. ἐπειδὴ γὰρ οἱ ἀμφοῖν ἐμαχέσαντο ποιμένες, "Εἶπέ φησιν Ἁβρὰμ τῷ Λώτ "Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν "ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄν- "θρωποι ἀδελφοὶ ἡμεῖς ἐσμέν." ἐμπρησθήσεσθαι δὴ οὖν ταύτῃτοι δικαίως φησὶν αὐτὴν, καὶ ἐξ αὐτῶν κατασεισθή- σεσθαι βάθρων. τὸ γάρ "Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ" χρήσιμον πανταχῆ. 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ διώξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτῶν.9 Μέτεισιν ὁ λόγος ἐπ' αὐτὸν ἤδη τὸν Ἰδουμαῖον, δῆλον δὲ ὅτι τοὺς ἐξ Ἡσαῦ, ὑπενεχθήσεσθαι δὲ καὶ αὐτοὺς τοῖς ἐξ ὀργῆς συμβαίνουσιν εὖ μάλα φησί. πεπολεμήκασι γὰρ 1.391 ἀδελφὸν ὄντα τὸν Ἰσραὴλ, καὶ τοῖς ἐγγὺς καὶ ἐξ αἵματος τὸ θρασὺ καὶ ἀνήμερον οὐ κατέδεισαν ἐπανατεῖναι ξίφος, οὐ νόμου φύσεως πεφροντικότες, οὐ πεφρονηκότες τι τῶν ἀνθρωπίνων, ἀλλὰ τοὺς ἔξω καὶ πολεμιωτάτους ταῖς εἰς ἀδελφοὺς δυσμενείαις νικᾶν εἰθισμένοι, καὶ πεφρονηκότες που τάχα καὶ ἐπὶ τούτῳ μέγα. οὐκοῦν ἀκουόντων καὶ πρὸς ἡμῶν "Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός;" καὶ περὶ αὐτῶν ἂν λέγοιτο, καὶ μάλα εἰκότως "Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ "αὐτῶν." ἃ γὰρ ἦν ἄμεινον ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν, ταυτὶ δὴ παγκάκῳ τιμῶντες ψήφῳ, πάλιν ἀκούσονται "Οὐαὶ "οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ "τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες "τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν." 9Καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς.9 Ἀπαριθμεῖται χρησίμως τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, καὶ ἐπ' αὐτὸν ἄνεισι τὸν Ἡσαῦ, δυσγενεῖς ὄντας καὶ ἐξ ἀνοσίου φύντας πατρὸς ἀποφαίνων, ἵν' ἐκεῖνό που τάχα νοῶμεν τὸ διὰ φωνῆς Ἡσαΐου πλαγίως ὑποδηλούμενον "̓Εκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων." ἀφηγεῖται δὴ οὖν ὅτι καὶ ὁ προπάτωρ αὐτοῖς γεγονὼς Ἡσαῦ τοῖς ἐκ μήτρας καὶ γενέσεως ἀγαθοῖς προσγεγονόσιν αὐτῷ μονονουχὶ καὶ διελυμήνατο, καὶ κατέῤῥιψεν εἰς γῆν τὸ ἐκ τῶν πρωτοτοκίων ἀξίωμα, μικροῦ παντελῶς ἀξιῶσας τὸ χρῆμα λόγου τροφῆς ἕνεκα σωματικῆς· ἕψημα γὰρ ἐζήτει φακοῦ, καὶ λαβὼν ἐδίδου τὸ τῆς φύσεως δῶρον. "Ἕνεκα τούτου "φησὶν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ·" ὅ ἐστι γήϊνος, 1.392 ὅθεν οἶμαι καὶ Ἰδουμαῖοι κέκληνται λοιπὸν οἱ ἐξ αὐτοῦ γεγονότες. οὐκοῦν τὸ ἐκ τόκου καὶ μήτρας ἀξίωμα κατελυ- μήνατό φησιν εἰς γῆν, ἀντὶ τοῦ γηΐνου πράγματος ἠλλάξατο. Ἐνσχεθεῖεν δ' ἂν τοῖς ἴσοις ἐγκλήμασιν οἱ τῶν σαρκικῶν τὴν ἀπόλαυσιν προτάττοντες τῶν πνευματικῶν, καὶ ἀνθαι- ρούμενοι τῶν αἰωνίων τὰ πρόσκαιρα, καὶ τῶν μὴ σαλευο- μένων τὰ σαλευόμενα, καὶ καταφρονοῦντες μὲν δόξης τῆς παρὰ Θεῷ, ἀβουλότατα δὲ προτετιμηκότες τὰ ἐν ἀνθρώποις λαμπρὰ, ἃ καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνει τοὺς ἔχοντας. χρησίμως δὲ λίαν καὶ ὁ θεσπέσιος Παῦλος βοᾷ "Μή τις "πόρνος, φησὶν, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως "μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ." 9Καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ.9 Ἑτέρου πάλιν διαμέμνηται πράγματος, διαβάλλειν οἵου τε τὸν Ἰδουμαῖον, ὡς ἀεὶ γεγονότα σκαιόν τε καὶ πονηρὸν, καὶ τοῖς ἐξ αἵματος ὅτι μάλιστα δυσμενῆ καὶ πολεμιώτατον. γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς "Καὶ ἀπέστειλε Μωυσῆς "ἀγγέλους ἐκ Κάδης πρὸς τὸν βασιλέα Ἐδὼμ λέγων Τάδε "λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστασαι πάντα τὸν "μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες "ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας "πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέ- "ρας ἡμῶν καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε "Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξή- "γαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει "ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς "σου· οὐ διελευσόμεθα δι' ἀγρῶν οὐδὲ δι' ἀμπελώνων, 1.393 "οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ- "σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν "παρέλθωμεν τὰ ὅριά σου· καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ "διελεύσῃ δι' ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς "συνάντησίν σου. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ "Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου "πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω σοι τιμὴν, ἀλλὰ "τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ "δὲ εἶπεν Οὐ διελεύσῃ δι' ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς "συνάντησιν αὐτῶν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. καὶ "οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ "τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ." ἄθρει δὴ πάλιν ἐν τούτοις, ὡς δεινὰ καὶ πέρα λόγου παντὸς τὰ τῆς ἀφιλοστοργίας ἐγκλήματα. ὁ μὲν γὰρ Ἰσραὴλ οὐκ ἀνάργυρον ὕδωρ ἐζήτει τὸν Ἐδὼμ, ὁ δὲ ἦν ἐν ὅπλοις, καὶ παρετάττετο, καὶ μόνης παρόδου διεφθονηκὼς, καὶ εἰς τοῦτο σκαιότητος διελάσας ἠλέγχετο, ὡς εἰ μὴ ἐκκέκλικεν ὁ Ἰσ- ραὴλ, οὐδ' ἂν αὐτῶν αἱμάτων ἐφείσατο. ἥρπασε τοίνυν εἰς μαρτύριον φρίκην αὐτοῦ. οἱ μὲν γὰρ παρῃτοῦντο καὶ ὑπεστέλ- λοντο, τὸ πολεμεῖν δεδιότες, ἵνα μὴ τῆς εἰς ἀδελφοὺς δοκοῖεν ἀλογεῖν ἀγάπης· ὁ δὲ τὴν ὑποστολὴν, ἤτοι τὴν εἰς τοῦτο δειλίαν, ἣν καὶ τῷ τῆς φρίκης ὀνόματι καταδηλοῖ, πρόφασιν ἐποιεῖτο σκληρᾶς ὥσπερ διαμαρτυρίας αὐτοῖς. ἠπείλησε γὰρ ἐναργῶς, ὡς εἰ μὴ βούλοιτο τῶν αὐτῷ προσηκόντων ὁρίων ἀποφοιτᾶν, ἐξελεύσεται κατ' αὐτοῦ καὶ πολεμήσει λοιπόν. οὐκοῦν ἀφιλάλληλος ὁ Ἐδὼμ, καὶ τοῖς τῆς μισαδελφίας ἐγκλήμασιν οὐ μετρίως ἔνοχος· ταύτῃτοι δικαίως καὶ Θεῷ κατεστυγημένος· "Ὁ γὰρ Θεὸς ἀγάπη ἐστὶ," κατὰ τὴν 1.394 Ἰωάννου φωνὴν, "καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ "μένει." οὐκοῦν ὁ ἀγάπης δίχα διαζῆν ᾑρημένος, οὐκ ἐν τῷ Θεῷ· πόθεν; ἀλλ' ἔξω κείσεται μᾶλλον τῆς πρὸς Θεὸν οἰκειότητος. 9Καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος· καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμὰν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.9 Τρίτον δὴ τοῦτο τῶν ἐξ Ἡσαῦ πλημμέλημα. τὸ γὰρ ὅρμημα αὐτοῦ, τὸ πρὸς ἔχθραν δηλονότι καὶ ἀνοσιότητα χαλεπὸν, ἐφύλαξεν εἰς νῖκος, τουτέστιν εἰς ἐκνίκησιν, καὶ μέχρι παντός. κατέληξε γὰρ οὐδαμῶς τῶν ἀνοσίων ἐγχει- ρημάτων, καίτοι, καθάπερ ἤδη προεῖπον, ἀποφοιτήσαντος τοῦ Ἡσαῦ τῆς ἀρχαίας ἐκείνης ἀνοσιότητος, καὶ φονῶντος μὲν οὐκ ἔτι κατὰ τοῦ Ἰακὼβ, μετατιθεμένου δὲ μᾶλλον εἰς ἡμε- ρότητα καὶ φιλαλληλίαν. ἐπιστρέφοντα γὰρ ἐκ τῆς Λάβαν ἑστίας, κατησπάζετο μὲν μετὰ κλαυθμοῦ· φιλεῖ δέ πως ἀεὶ καὶ ἐπὶ ταῖς ἄγαν εὐθυμίαις ἐκχεῖσθαι τὸ δάκρυον· σκληροὶ δὲ λίαν οἱ ἐξ αὐτοῦ, τῇ τῶν τρόπων σκαιότητι καὶ αὐτὴν ὑπερ- βαλλόμενοι τὴν τοῦ προγόνου φαυλότητα. ἀλλ' ἔστιν ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως "Ὁδοὶ μνησικάκων εἰς θάνατον." ταύτῃτοι καί φησιν ἐξαποστελῶ πῦρ εἰς Θαιμάν· μητρό- πολις δὲ τῆς Ἰδουμαίας αὕτη· καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς· ἐμπέπρησται γὰρ πολεμίων κεκρατηκότων, καὶ ὁμοῦ ταῖς ἄλλαις διόλωλεν ἡ Θαιμάν. 1.395 Ἐκτελευτήσει δὴ οὖν εἰς πῦρ τε καὶ φλόγας τὸ μισεῖν ἀδελφοὺς, καὶ κατεξανίστασθαι τῶν ἐξ αἵματος, ἢ καὶ τῶν ἐξ οἰκειότητος τῆς πνευματικῆς συνειλεγμένων εἰς ἕνωσιν καὶ ὁμοψυχίαν· ἀπήλλακται δὲ τῶν τοιούτων κακῶν τὰ τῆς ἀγάπης αὐχήματα. 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἀνθ' ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμ- πλατύνωσιν τὰ ὅρια αὐτῶν. καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαββὰ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὐ- τῆς, καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῶν ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος.9 Καταγράφεται καὶ Ἀμμανιτῶν ἡ ∆αμασκηνῶν ἀγριότης. ἀπεκτόνασι γὰρ καὶ αὐτοὶ τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γα- λααδιτῶν, οὐχ ἑτέροις τισὶν ἐπαμύνοντες, οὔτε μὴν ὀθνείοις δανείζοντες τὰς ὀργὰς, ἀλλ' ὑπέρ γε σφῶν αὐτῶν, ἵν' εὐρυ- τέραν ἔχοιεν τὴν ἀρχὴν, καὶ μέχρι πολλοῦ διήκοντας τῆς βασιλείας τοὺς ὅρους, καταδῃωθείσης ἁπάσης τῆς Ἰουδαίων γῆς, καὶ ἀνατετραμμένων εἰσάπαν τῶν ἐξ Ἰσραὴλ, ὡς πεπονθότος Θεοῦ τὸ ἄναλκι, καὶ ἠσθενηκότος ἀληθῶς τοῦ διασώζειν ἐπηγγελμένου, καὶ τοῖς πολεμεῖν ἐθέλουσιν ἀν- άλωτον ἀποφαίνοντος. ἑλόντες δὴ οὖν καὶ οὗτοι τὰς πόλεις, 1.396 καταμειδιᾶν ἀπετόλμων τοῦ προασπίζοντος Θεοῦ, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια καὶ ᾠδὰς ἐπινι- κίους. ταύτῃτοί φησιν ἐμπρησθήσεσθαι τὴν Ῥαββά· μη- τρόπολις δὲ καὶ αὕτη τῆς τῶν Ἀμμανιτῶν ἐστι χώρας· ἀπολέσθαι δὲ αὐτὴν μετὰ κραυγῆς φησὶ, τουτέστι, καταλα- λαζόντων αὐτῆς τὸν τοῦ πολέμου νόμον τῶν Βαβυλωνίων. ᾑρήκασι γὰρ αὐτὴν πανστρατιᾷ, καταθέοντος τῆς Ἀμμανιτῶν τοῦ Ναβουχοδονόσορ. βαδιοῦνται δὲ καὶ αἰχμάλωτοι, φη- σὶν, ὁμοῦ τοῖς κρατοῦσιν οἱ ὑπὸ χεῖρα, καὶ τοῖς ἰδίοις θεοῖς οἱ ἱερᾶσθαι λαχόντες, οὐδὲν παρ' ἐκείνων ἔχοντες εἰς ἐπικου- ρίαν. τί γὰρ ἂν καὶ δράσειεν, ἢ πῶς ἂν ὀνήσαι τινὰς ἄγαλμα κωφόν; Ἐοίκασι δὲ καὶ οἱ τῶν αἱρέσεων παρεστηκότες τοῖς ἀν- ατέμνουσι τὰς ἐχούσας ἐν γαστρὶ, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν. ἵνα γὰρ φαίνωνται πολλῶν ἡγούμενοι, καταβιάζονται ψυχὰς ἀθλίας, καὶ ταῖς ἐκ λόγων ἀπάταις ὠμὴν ὥσπερ τινὰ καὶ ἀτελεσφόρητον αὐτοὺς τὴν πίστιν ἀπαμβλίσκειν πα- ρασκευάζουσι, λαλοῦντες αὐτοῖς τὰ διεστραμμένα, ἐρευγό- μενοί τε τὰ "ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος "Κυρίου." λέγει γὰρ οὐδεὶς ὅτι "Κύριος Ἰησοῦς, εἰ μὴ "ἐν Πνεύματι Ἀγίῳ, ἀλλ' οὐδὲ ἀνάθεμα Ἰησοῦς" εἰ μὴ ἐν Βεελζεβούλ. 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ' ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν. καὶ ἐξαποστελῶ 1.397 πῦρ ἐπὶ Μωὰβ, καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῶν, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ, μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ' αὐτῆς, λέγει Κύριος.9 Μωαβῖται πάλιν δεδυσσεβήκασιν οὐ μετρίως, ὡς ἐπέκεινα λοιπὸν καὶ αὐτοὺς ἐλάσαι τῆς ἐνούσης ἡμερότητός τε καὶ ἀνεξικακίας τῷ τῶν ὅλων Θεῷ. ἐπίκλημα δὲ αὐτοῖς ἡ εἰς νεκρὸν ἁμαρτία· τὸ ἐμπρῆσαί φημι τὰ ὀστᾶ τοῦ βασιλέως τῆς Ἰδουμαίας· ἐμπρῆσαι δὲ οὕτως, ὡς κατισχνῶσαι λοιπὸν εἰς χοῦν καὶ κονίαν. τί τοίνυν τὸ ἔγκλημα; μῖσος καὶ ἀπαν- θρωπία καὶ ἀχάλινος ἀγριότης κατὰ τῶν ἐξ Ἰσραήλ. ἐμ- πεπρῆσθαι γὰρ οὐχ ἑτέρου του χάριν τὰ τοῦ μνημονευθέντος βασιλέως ὀστᾶ φαίη τις ἂν, ἢ ὅτι μόνων ἕνεκα τῶν ἐξ Ἰσ- ραήλ. σαφῆ δὲ οὖσαν τὴν ἱστορίαν διὰ βραχέων ἀφηγή- σομαι. Ἐν τῇ τετάρτῃ γέγραπται τῶν βασιλειῶν "Καὶ ἐγένετο "μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ "ἐν βασιλεῖ Ἰσραήλ. καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ "ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ, "καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα "̓Ιούδα λέγων Βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ "πορεύσῃ μετ' ἐμοῦ ἐπὶ Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν "̓Αναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός σου ὁ 1.398 "λαός μου, ὡς οἱ ἵπποι σου οἱ ἵπποι μου. καὶ εἶπε Ποίᾳ "ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδώμ. καὶ ἐπορεύθη "ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς "̓Εδὼμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν "ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν "αὐτῶν." ἄθρει δὴ οὖν ὅπως συνωπλίζετο τοῖς βασιλεῦσι καὶ ὁ βασιλεὺς Ἐδὼμ, τουτέστι τῆς Ἰδουμαίας· ἐπειδὴ δὲ ἦσαν ὑδάτων ἐν σπάνει, μετεπέμποντο τὸν μακάριον προ- φήτην Ἐλισσαῖον, καὶ παρεκάλουν δοθῆναι παρὰ Θεοῦ τὸ ζητούμενον. οὗ δὴ γεγονότος, ἥλωσαν Μωαβῖται· γέγραπται γὰρ μεθ' ἕτερα πάλιν "Καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάτα- "ξαν τὴν Μωὰβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ "εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωὰβ, καὶ "τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν "ἀνὴρ τὸν λίθον αὐτοῦ καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν "πηγὴν ὕδατος ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν "κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου "καθῃρημένους." ἐπιμηνιῶντες τοίνυν οἱ ἀπὸ Μωὰβ ὅτι νενικήκασι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, ἐπαμύνοντος αὐτοῖς καὶ συνεξάγοντος τοῦ βασιλέως Ἐδὼμ, ἐπειδὴ τεθνεῶτα λυπεῖν οὐκ εἶχον ἑτέρως, πεπλημμελήκασιν εἰς τὸ λείψανον, πυρὶ δαπανῶντες αὐτὸ, καὶ μηδὲ ὀστέων ἔτι φειδόμενοι, προστιθέντες δὲ ὥσπερ ὠλοθρευμένοις τοῖς ἐξ Ἰσραὴλ τὸν ἐπίκουρον αὐτοῖς γεγονότα κατὰ καιρούς. οὐκοῦν ἐμπρησ- θήσεσθαι τὰς πόλεις αὐτῶν, καὶ αὐτοὺς δέ φησιν ἀπολεῖσθαι ἐν ἀδυναμίᾳ, οὐ νόσῳ μαραινομένους, οὐδὲ ταῖς κοιναῖς ἀσθε- νείαις ἐντετηγμένους, ἀλλὰ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς 1.399 σάλπιγγος, τουτέστιν, ὡς ἐν πολέμῳ καὶ μάχῃ· ἀπειλεῖ δὲ ὅτι καὶ κριταὶ καὶ ἄρχοντες καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι συναπολοῦνται τοῖς ὑπεστρωμένοις. αὐτοὶ γὰρ ἦρχον βου- λῆς καὶ ἐγχειρημάτων, καὶ τῆς ὅλης δυσσεβείας πάντως που γεγόνασι τοῖς ἄλλοις εἰσηγηταί. 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώ σασθαι αὐτοὺς τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.9Προσεπενήνεκται τοῖς ἀνόμοις ἔθνεσι καὶ ὁ νόμῳ παιδα- γωγούμενος, τουτέστιν ὁ Ἰούδας· ἀπροσωπόληπτος γὰρ ὁ Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρ- τέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ τετάρτῃ κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοη- κότα τρίβον, ἀλλ' ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς μὴ ἐγνωκότων. ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ,1.400 καὶ μέχρις αὐτῶν δαπανῆσαι βάθρων τὴν οὕτω λαμπράν τε καὶ περιώνυμον πόλιν. καὶ πλεῖστα μὲν ὅσα τῶν ἐξ Ἰσ- ραὴλ τὰ ἐγκλήματα· μάλιστα δὲ πάντων ἐπαιτιᾶται Θεὸς τὸ ταῖς τῶν πατέρων ἀκολουθῆσαι πλάναις. οἱ μὲν γὰρ ἔτι ταῖς Αἰγυπτίων πλεονεξίαις ὑπεζευγμένοι, καὶ τοῖς ἐκεί- νων ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένοι, μόσχῳ τὸ σέβας ἀνῆπτον· οἱ δὲ τὴν παμμόχθηρον ἐκείνην διαφυγόντες δουλείαν, καὶ τοῖς θείοις ἐντάλμασι πολυτρόπως παι- δαγωγούμενοι πρὸς τὸ εἰδέναι σαφῶς τὸ τῷ Θεῷ δοκοῦν, ἀνόπιν ἰόντες ἡλίσκοντο, καὶ εἰς τὴν τῶν πατέ- ρων κατασυρόμενοι πλάνησιν, καὶ τὸ μὴ ἐν ἴσοις ὁρᾶσθαι κακοῖς τάχα που καὶ δεδιότες ὡς ἀκαλλές. προσκεκυνή- κασι γὰρ καὶ αὐτοὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. αἴτιον δὲ τῆς τοιαύτης αὐτοῖς γέγονε δυσσεβείας, τὸ ἀπώσασθαι τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ μὴ ἐθελῆσαι τηρεῖν. Οὐκοῦν ἕως μέν ἐσμεν νομοφύλακες καὶ φιλόθεοι, καὶ τηρεῖν σπουδάζοντες τὰ προστεταγμένα, σοφοὶ καὶ ἀγχίνοι, καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοιού- των πεπλουτηκότες εὑρεθησόμεθα; νενευκότες δὲ πρὸς τὸ ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθη- σόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τη- τώμενοι. ἐσόμεθα δὲ καὶ "μερίδες ἀλωπέκων," τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει ∆αυείδ "Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ "οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ." 9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ 1.401 ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ' ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων τῶν πατούν- των ἐπὶ τὸν χοῦν τῆς γῆς.9 Οὐκ ἀνεύθυνον ἐᾷ, μᾶλλον δὲ ὑποφέρει ταῖς δίκαις, τὸν Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παρα- δείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἣν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν παντὶ γενέσθαι κακῷ. τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ "μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου." ἕπεται γὰρ πάντως, καὶ οἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή. Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ' ἑκάστῳ τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ' εἰ συνέβη τυχὸν ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό "Οὐ λήψῃ "πρόσωπον ἐν κρίσει·" καὶ πάλιν "Ἀθῷον καὶ δίκαιον οὐκ "ἀποκτενεῖς." ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, καθιεῖ- ταί που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ 1.402 οἰκεῖον. "Εἷς γάρ ἐστιν ὁ νομοθέτης καὶ κριτὴς," κατὰ τὴν τοῦ ἁγίου φωνήν. οὐκοῦν ὁ τοῦ δικαίου παρασημαίνων τὸν λόγον καὶ εἰς πρόσωπον βλέπων, ὑβριεῖ που πάντως τὸ θεῖον ἀξίωμα, καὶ Θεῷ προσκρούει λέγοντι "Κρῖμα δίκαιον "κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν "πλησίον αὐτοῦ." αἰτιᾶται τοίνυν ὡς καταπωλοῦντας ἐχθροῖς τὸν δίκαιόν τε καὶ πένητα, καὶ τοῦτο δρᾶν εἰωθότας ὀλίγων ἕνεκα καὶ εὐτελεστάτων λημμάτων, ἃ καὶ μόλις τοῖς λαβοῦσιν ἀρκέσειεν ἂν πρὸς ὑποδημάτων κτῆσιν. ἀλλ' ἦν ἄμεινον παρὰ πολὺ τὴν ὀρθότητά τε καὶ τὸ Θεῷ δοκοῦν τιμᾶν ᾑρημένους ταῖς παρ' αὐτοῦ μᾶλλον καταμεθύειν τιμαῖς, καὶ μέντοι καὶ πλοῦτον ἔχειν τὸν ἐξ ἀγαθῆς εὐφημίας. "Αἱρετὸν γὰρ, φησὶν, ὄνομα καλὸν ἢ πλοῦτος πολύς." ἰστέον δὲ ὅτι καὶ διὰ φωνῆς Ἡσαΐου τοιοῦτόν τι φησὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Ἱερουσαλήμ "Τὸ "ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν "οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, "ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ "κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες·" διὰ δὲ φωνῆς Ἱερεμίου πάλιν "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων "ἔκρινον." ἐπάρατον οὖν πανταχῆ τὸ μὴ ὀρθήν τε καὶ ἀδιά- βλητον ποιεῖσθαι τὴν κρίσιν, ἀλλ' ἐπαχθῆ τρόπον τινὰ καὶ ἐπ' ἀνισότητι διαβεβλημένην. 1.403 9Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν.9 Καταδυναστείαν αὐτοῖς καὶ πλεονεξίαν ἐγκαλεῖ καὶ καταιτιᾶται σαφῶς, ὡς ἀνοσίους τε καὶ ἀφιλοικτίρμονας, καὶ οὓς ἦν ἄμεινον καὶ φροντίδος ἀξιοῦν καὶ τιμᾶν ἑλέσθαι, καὶ τοῖς ἐξ ἀγάπης ἐπικουρήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῇ πτωχείᾳ πεφορτισμένους. ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγρά- φει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γάρ "Ἐφ' "ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή- σατε." οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦν- τες τὸν ἀσθενῆ καὶ "Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν," καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς τῇ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. "Πενία γὰρ, φησὶν, ἄνδρα "ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·" γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι "Θρησκεία καθαρὰ καὶ ἀμί- "αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι "ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον "ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου." 9Καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.9 Τοῦτο νοήσεις διχῆ· ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι πεφρονή- κασιν ὑπέρογκα, καὶ θεοστυγοῦς ἀλαζονείας εἰς τοῦτο ἥκασι μέτρον, ὡς παραιτεῖσθαι καὶ ἀδελφοὺς, εἰ μὴ πλούτῳ περι- 1.404 χέοιντο καὶ λαμπρὰς ἔχοιεν τὰς περιουσίας, μίσει δὲ ὥσπερ ἰέναι καὶ κατὰ ταὐτὸν τοῖς οὐκ ἄγαν ἐξησκηκόσι τὸ φιλο- χρήματον πάθος, οἳ καί εἰσι ταπεινοὶ, τὸν εἰκαῖον τοῦ βίου διωθούμενοι σάλον· ἤγουν ὅτι καθηγηταὶ γεγονότες καὶ λαῶν ἡγούμενοι, παρευθύνουσι τὴν ὁδὸν τῶν ἀσθενεστέρων ἤτοι τῶν ταπεινῶν, δῆλον δὲ ὅτι τῶν οἴκοθεν μὲν οὐκ ἐχόν- των τὴν τοῦ συμφέροντος εἴδησιν ἀκριβῆ, προσκειμένων δὲ μᾶλλον ταῖς τῶν παιδαγωγούντων φωναῖς. πλείστη δὲ ὅση πληθὺς ἡ τοιάδε. ζῶσι μὲν γὰρ ἀπεριεργότερον καὶ ἐν ἁπλότητί τινες, ἀπήρτηνται δὲ τῆς τῶν διδασκόντων φωνῆς ἤτοι παιδαγωγίας, καὶ ἥνπερ ἂν μάθοιεν εὖ ἔχειν ὁδὸν, ἀγα- πῶσι λίαν. οὐκοῦν οἱ μὲν σοφοὶ καὶ θεοφιλεῖς τῶν καθη- γεῖσθαι λαχόντων, τὴν ἐπ' εὐθὺ δεικνύουσι τρίβον, δι' ἧς μά- λιστα διάττοντες τὴν ἁνδάνουσαν τῷ Θεῷ κατορθοῦσι ζωήν. οἱ δὲ δὴ μικρὰ τοῦ θείου πεφροντικότες νόμου, παρευθύνουσι τῶν ταπεινῶν τὴν ὁδὸν, ἔξω τοῦ εἰκότος καὶ τοῦ πρέποντος ἀληθῶς γενέσθαι παρασκευάζοντες· ὁποῖόν τι δέδρακεν Ἱερο- βοὰμ, ἀναπεπεικὼς προσκυνεῖν ταῖς χειροκμήτοις δαμάλεσι· καὶ ἀποστήσας ὁδοῦ τῆς εἰς εὐθύ τε καὶ ἀγαθῆς, τοῦ προσ- κεῖσθαί φημι τῷ φύσει τε καὶ ἀληθῶς Θεῷ καὶ ∆εσπότῃ. Ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν οἱ λέγειν οὐ παραιτού- μενοι τῷ νηπίῳ τὰς φρένας "Ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον "αἵματος ἀδίκου." ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν καὶ οἱ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παρατρέποντες ἐπί γε τό σφισι δοκοῦν, καὶ σκολιὰν καὶ διεστραμμένην ἰέναι τρίβον τὸν τῶν ἁπλουστέρων ἀναπείθοντες νοῦν· καὶ 1.405 γάρ ἐστι παρ' αὐτοῖς ὀρθὸν μὲν οὐδὲν, ἐκτετραμμένα δὲ μᾶλλον καὶ ἀκαλλῆ ῥημάτια, καὶ συνθῆκαι λόγων, ἀσεβείας τε ὁμοῦ καὶ ἀμαθίας ἔμπλεα. 9Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν.9 Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ' ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσ- θαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ' ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν. Εἶτα πῶς οὐ σοφὸν κἂν γοῦν ἐν αἰσχροῖς αἱρεῖσθαι τὸ ἄμεινον, ἐννοεῖν τε ὅτι τῶν ἄγαν ἐκτοπωτάτων, πατρὸς μὲν εὐναῖς ἐπιθρώσκειν υἱὸν, πατέρα δὲ αὐταῖς τοῦ υἱοῦ κοίταις ἀνοσίως ἐπιμαίνεσθαι φιλεῖν, καὶ πρᾶγμα δεινὸν ἑλέσθαι πληροῦν, ὃ καὶ δίχα νόμου τοῦ διὰ Μωυσέως ἡ φύσις οἶδεν αἰσχρὸν, καὶ τοῖς ἐξ ὀργῆς κινήμασι καταδικάζειν ἀξιοῖ; καὶ γοῦν ὁ Ῥουβεὶμ τὴν τοῦ πατρὸς ἀδικήσας εὐνὴν προσκέ κρουκεν οὐ μετρίως· ἠγανάκτει δὲ σφόδρα καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ τοιῷδέ τινι πεπραγμένῳ παρά τισι· Κορίνθιοι δὲ οὗτοι· οἷς καὶ ἐπιστέλλει λέγων "Ὅλως ἀκούεται ἐν ὑμῖν 1.406 "πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, "ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν." ἀλλ' οὐ μέχρι τούτων ἵστη τὴν ἀγανάκτησιν· παρεδίδου δὲ τὸν ἐργασά- μενον "τῷ σατανᾶ, εἰς ὄλεθρον τῆς σαρκός." βεβηλοῦσι δὴ οὖν τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν οἱ τοῖς τοιοῖσδε πταίσμασιν ἔνοχοι. καὶ οὔ τι που φαμὲν, ὅτι βεβήλωσιν καὶ ἀκαθαρσίαν τῇ θείᾳ προσέτριβον φύσει. πῶς γὰρ ἂν, ἢ πόθεν; δυσ- φημεῖσθαι δὲ μᾶλλον παρασκευάζουσι τὸν τῶν ὅλων Θεὸν, ὡς βελήλων ἄρχοντα λαῶν. καὶ γοῦν ἔφη που πρὸς Ἰου- δαίους "∆ι' ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται "ἐν τοῖς ἔθνεσιν." ὥσπερ γὰρ ἁγιάζειν λέγονται τὸν Θεὸν οἱ ζῶντες ὀρθῶς, οὕτως ἂν νοοῖντο καὶ βεβηλοῦν οἱ τὴν ἀκά- θαρτον καὶ ἀκλεᾶ ἐπιτηδεύοντες πολιτείαν. 9Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν.9 Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐχ ἑτέρου του χάριν τοὺς θείους χρῆναι ναοὺς ἐπιτελεῖσθαι διδάσκων, ἢ ὥστε δοξολογεῖν ἐν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, καὶ τὴν αὐτῷ πρέπουσαν ποιεῖσθαι προσκύνησιν, ἐπετίμα ποτὲ τοῖς Ἰου- δαίων ἐμπόροις· παρεκόμιζον γὰρ ἐν τῷ ἱερῷ πρόβατά τε καὶ βοῦς καὶ περιστεράς· καὶ δὴ καὶ "ποιήσας φραγέλλιον "ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ λέγων Γέγραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται." ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν ὡς "Ἐμνήσθησαν οἱ "μαθηταὶ, ὅτι γεγραμμένον ἦν Ὁ ζῆλος τοῦ οἴκου σου κατα- "φάγεταί με." ἐπέπληττε δέ τισι καὶ ὁ θεσπέσιος Παῦλος τοιάδε τινὰ τολμᾶν εἰωθόσι· γράφει γὰρ οὕτω "Μὴ γὰρ "οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας "τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας." ἀλυσιτελὲς δὴ οὖν ὁρᾶται πανταχῆ τὸ τοῖς θείοις οἴκοις κατακεχρῆσθαι τολμᾶν, ὡσανεὶ καὶ κοινοῖς καὶ τοῖς ἑκάστῳ προσήκουσιν ἰδικῶς. ποῦ γὰρ ἂν ἔτι τὸ Θεῷ προσῆκον τηροῖτο σέβας, εἰ σαρκὸς ἡδονὰς θεραπεύομεν ἐν ὀφθαλμοῖς αὐτοῦ; καὶ ἐν οἷς ἔδει λαμπροὺς ὁρᾶσθαι διὰ σεμνότητος, ἐκεῖσε καταγελᾶσθαι κατολισθαίνοντας εἰς τὸ ἀκαλλὲς, καὶ δρᾶν ἐθέλοντας ἃ μὴ θέμις; ὃ δὴ ποιοῦντάς τινας οὐκ ἀμωμήτους ἐᾷ, καὶ σφόδρα εἰκότως. οὐ γὰρ ἀπήλλαττον, φησὶ, περιτανυσμάτων τὸ θυσιαστήριον, ἀλλ' ὑπ' αὐτῶν πεπτωκότες, καταμεθύειν κατετόλμων καὶ τὰ ἡδονῆς ἔργα πληροῦν, ἵνα καὶ ἀκούσειαν Θεοῦ λέγοντος ἐναργῶς "Καὶ "ἐγὼ μάρτυς, λέγει Κύριος." τίνος δ' ἂν ἀπόσχοιτο τῶν ἀτόπων κάτοινος ἀνὴρ, καὶ τὰς φρένας παρενηνεγμένος καὶ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν; ἐφορᾷ μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς καὶ "τὰ ἐν τῷ σκότει," κατὰ τὸ γεγραμ- μένον, καὶ ἄποπτον αὐτῷ παντελῶς οὐδέν· δοκεῖ δέ πως τὰ ἐν ἐκκλησίαις μάλιστα, μονονουχὶ παρόντος τε καὶ θεωμένου, πράττεσθαι πρὸς ἡμῶν. καὶ εἴπερ ἐστὶ πάναισχρον ἀληθῶς, 1.408 καὶ τὴν ἐσχάτην ἐκ νόμου κατάῤῥησιν ἔχον, τὸ μεθύειν ὅλως, πῶς οὐ παντὸς ἐπέκεινα λόγου τοῦ πρὸς φαυλότητα βλέ- ποντος, τὸ καὶ ἐν αὐταῖς ἐκκλησίαις ὁρᾶσθαι τοιούτους; καὶ τὸ ἔτι φορτικώτερον, εἰ ἐξ ἀδίκων καὶ πονηρῶν λημμάτων τὰ εἰς τρυφὴν συλλέγοιτο; οἱ τοῦτο δρῶντες ἀκούσονται Θεοῦ λέγοντος ἐναργῶς "Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός "μου;" οὐκοῦν τὰ ἑτέρων ἐγκλήματα πρὸς ὠφελείας ἡμῖν ἔσονται πολλῆς, καὶ δι' ὧν ἕτεροι προσκεκρούκασιν, ἀμείνους ἡμεῖς ἐσόμεθα, εἰ παραιτοίμεθα τὰ ἐκείνων. ἀσφαλέστεροι γὰρ οἱ σώφρονες εἶεν ἂν εἰκότως, εἰ δὴ βούλοιντο διαζῆν ἐννόμως, εἰ μὴ ζηλοῦν ἕλοιντο πονηρούς. Ἀλλ' εἰ μὲν λέγοιτο πρὸς τὸν Ἰούδαν, ἤτοι τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, ἔχοιεν ἂν ὀρθῶς τῆς πρὸς ἡμῶν ἀρτίως εἰρημένης θεωρίας ὁ λόγος. εἰ δὲ δὴ φέροιτο καὶ κατὰ τοῦ Ἰσραὴλ τὸ πλημ μέλημα, φαίην ἂν, ὅτι οὐκ ἐν τῷ οἴκῳ αὐτοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, οὐδὲ ἐχόμενα τοῦ θυσιαστηρίου αἱ διὰ τῶν περιτανυσμάτων ἐπλέκοντο σκηναὶ, ἤγουν τὰ ἐκ μέθης ἐπράττετο, ἀλλ' ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν, ἵνα λέγοι τὸν Βαὰλ, ἤγουν ἕτερόν τινα τῶν ἐξ ἐπινοίας ἀνθρωπίνης εἰς τύπον εἰδώλου πεποιημένων. πῶς οὖν ἔτι καταλογισθεῖεν ἂν εἰς ἔγκλημα τῷ Ἰσραὴλ, τὸ ἐν οἴκῳ τυχὸν εἰδώλων, καὶ παρ' αὐτὸ τὸ βέβηλον θυσιαστήριον οἴνῳ τε μεθύειν καὶ ἐξυφαίνειν σκηνάς; ὅτι ταῦτα τετιμήκασι, καὶ μέθης ὥσπερ καὶ αἰσχρᾶς ἁπάσης ἡδονῆς ἐργαστήρια τῶν ἐν ὑπολήψει θεῶν ἐποιοῦντο 1.409 τοὺς ναοὺς, καίτοι δέον ἐφιέσθαι μᾶλλον καθαρῶς καὶ παν- άγνως λατρεύειν Θεῷ, καὶ εἰς οἶκον εἰσιέναι τὸν ἅγιον ἀληθῶς, καὶ σεπτὸν ἡγεῖσθαι τὸ θυσιαστήριον. οἱ δὲ καὶ τὰ οὕτω σεπτά τε καὶ ἀξιάγαστα παρ' οὐδὲν ἡγεῖσθαι σπουδάζοντες, τὰ πολὺ λίαν αἰσχίω τετιμηκότες, καὶ αὐτοῖς ἐμπαροινεῖν ἀπετόλμων τοῖς ἰδίοις θεοῖς, πανταχῆ τὸ θεῖον πατοῦντες ἀξίωμα, καὶ περιυβρίζοντες ἀδεῶς τὴν τῷ μόνῳ καὶ φύσει Θεῷ πρέπουσαν δόξαν, ὅτε καὶ τοῖς ψευδωνύμοις περιθέντες αὐτὴν, οὐδενὸς ἀξιοῦν ἠνέσχοντο λόγου. 9Ἐγὼ δὲ ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν.9 Ὁρᾶς ὅπως ἀνοσίως περιυβρίζοντας καὶ καταφρονεῖν ἑλομένους ἀποφαίνει λοιπὸν, καὶ ὃν ἔδει μᾶλλον ταῖς χα- ριστηρίοις εὐφραίνειν ᾠδαῖς καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπει- θείαις, ἀνούστατά τε καὶ ἀβουλότατα λυπεῖν ᾑρημένους, διάτοι τὸ ἐκ πολλῆς ἄγαν σκαιότητος τρόπων, καὶ ὧν εὖ πεπόνθασιν, ἐλάσαι πρὸς λήθην; ἐγὼ μὲν γάρ φησιν ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν· τουτέστι, τὰ βάρβαρα καθεῖλον γένη, δι' ἑνός που τάχα τοῦ Ἀμοῤῥαίου καταδη- λούμενα, ὡς σκληροῦ τε καὶ ἁδροτέρου· ἐγὼ νικῆσαι παρ- εσκεύασα τὸν οὕτως ὑπερφυῆ καὶ ἄθραυστον, ὡς δοκεῖν ἤδη πως ἦρθαι μὲν κέδρου πρὸς ὕψος, δρυὸς δὲ τῆς ἄγαν εὐσθενοῦς ἀπομιμεῖσθαι τὴν δύναμιν. ἦν γὰρ οὐχ ἕτερος πλὴν ὅτι μόνος ἐγὼ, φησὶν, ὁ καταμαραίνων αὐτὸν, καὶ καταπλήττων εἰς ῥίζας, μόνον δὲ οὐχὶ καὶ ἀφαυαίνων αὐτοῦ 1.410 τὸν καρπόν. ἐπειδὴ γὰρ ὡς περὶ δένδρου λελάληκεν, ἐπι- μένει πιθανῶς ὁ λόγος τῇ τροπῇ, καὶ εἰς ῥίζαν αὐτῷ τὸ βλάβος γενέσθαι φησὶν, ἠφανίσθαι δὲ οὕτω καὶ τὸν καρπόν. ἀποθάνοι γὰρ ἂν οὐχ ἑτέρως τὸ ἐν δρυμοῖς ξύλον, πλὴν ὅτι κατὰ τοῦτον τὸν τρόπον. ὅτι γὰρ δεδαπάνηνται, πολεμούντων αὐτοῖς τῶν ἐξ Ἰσραὴλ, Ἀμοῤῥαῖοί τε καὶ Εὐαῖοι, Γεργεσαῖοι καὶ Φερεζαῖοι καὶ Ἰεβουσαῖοι, συνασπίζοντος δῆλον δὲ ὅτι Θεοῦ, ἐνδοιάσειεν ἂν οὐδείς. Πικρὸν οὖν ἄρα τὸ καταφρονῆσαι Χριστοῦ τοῦ δόντος ἡμῖν "Πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν "δύναμιν τοῦ ἐχθροῦ," τοῦ καταστρέφοντος τοὺς ἀνθεστη- κότας, καὶ ὑποφέροντος τοὺς εὐσθενεστέρους· "Οὐ γάρ ἐστιν "ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, "πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους "τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν "τοῖς ἐπουρανίοις." καὶ τούτων ἁπάντων ἐν Χριστῷ κεκρα- τήκαμεν. καὶ εἰ μέλλομεν λυπεῖν, ἀποκλίνοντες εἰς τὸ ῥᾴθυ- μον, τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτὴν, ἀπορήσομεν, οἶδ' ὅτι, καὶ λόγου καὶ ἀφορμῆς ἐξελέσθαι δυναμένης κολάσεως καὶ πυρός. 9Καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοῤῥαίων.9 Ἑρμηνεύει σαφῶς ὅπερ ἔφη, καὶ ἀνόπιν ὥσπερ ὁ λόγος ἰὼν, τὰ ἀπ' ἀρχῆς μέχρι τέλους ὡς ἐν βραχέσι καταδηλοῖ. 1.411 δουλείας μὲν γὰρ ἐξεῖλον, φησὶ, καὶ τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἀπήλλαξα· ἔθρεψά τε κατὰ τὴν ἔρημον, καθιεὶς μὲν ἄνωθεν τὸ μάννα αὐτοῖς, πηγὰς δὲ ὑδάτων θεοπρεπῶς ἀνιεὶς, καὶ ἐξ ἀκροτόμου πέτρας ἀδοκήτων ναμάτων ἐκδρομὰς δωρούμενος. καὶ ἦν ὁ πόνος τῆς ὁδοιπορίας αὐτοῖς οὐκ ἐπὶ μικροῖς, ἀλλ' ἵνα κληρονομήσειαν τῶν Ἀμοῤῥαίων τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. οἱ δὲ καὶ πρὸς τοῦτο σκαιό- τητος ὠλισθήκασιν, ὡς μηδὲ εἰδέναι τάχα που τὴν ἐμὴν περὶ αὐτοὺς ἀγάπησιν καὶ φιλανθρωπίαν. Μεμνῆσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοὺς ἐν Χριστῷ διὰ πίστεως, ὅτι καὶ δουλείας ἀπηλλάγμεθα, καὶ καθάπερ ἐξ Αἰγύπτου μετακεχωρήκαμεν εἰς τὴν ἔρημον, τουτέστιν εἰς πλατεῖαν καὶ καθαρωτάτην ἀληθῶς, καὶ ἀσυμμιγῆ τοῦ χεί- ρονος πολιτείαν, φημὶ δὴ τὴν Εὐαγγελικήν· ἄρτον πεπλου- τήκαμεν τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. νευρούμεθα γὰρ ἐν Χριστῷ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων "Καὶ "ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη "ρίου." σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἡμῖν καὶ ζωοποιὸν ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, καὶ μυσταγωγοῦντες τὴν ὑπ' οὐρανόν. 9Καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανί- σκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.9 1.412 Μέγα πρὸς ὀνειδισμὸν καὶ κατάῤῥησιν τὴν ἐπὶ παντὶ κακῷ, τὸ οἱονείπως ἀχαριστεῖσθαι παρὰ Θεοῦ, τοῦ πάντα ἡμῖν διανέμοντος τά τε εἰς δόξαν καὶ τὰ ζωαρκῆ. πολλῶν μὲν γὰρ ὄντων κατὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόλεκτον ἐποιεῖτο μόνον τὸν Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν εὐκλείας ἐκάλει καὶ ἀνεκόμιζε Θεὸς, ὡς καὶ τῷ τῆς προφητείας ἀξιώ ματι κατακαλλύνεσθαί τινας τοὺς τὸν εὐαγῆ τε καὶ ἐννο- μώτατον ἀγαπῶντας βίον, παραλαμβάνεσθαι δὲ καὶ εἰς ἁγιασμὸν τοὺς ἐν αὐτοῖς νεανίσκους, τουτέστι, τοὺς ἁδροτέρους τὸ φρόνημα, καὶ νοητὴν ἔχοντας εὐρωστίαν. ἡγιάζοντο γάρ τινες κατὰ νόμον, οἱ ἐπίκλην Ναζιραῖοι, τρέφοντες τρίχα κόμης αὐτῶν τῷ Κυρίῳ, οἶνον καὶ τὰ ἐξ αὐτοῦ, ὄξος δὴ λέγω καὶ σταφυλὴν καὶ σταφίδα καὶ γίγαρτον παραιτούμενοι, ἀποφοιτῶντες δὲ λίαν καὶ νεκρῶν σωμάτων. καὶ βαθὺς μὲν ὁ λόγος ὁ περὶ τούτων ἐστί. πλὴν ἐτίμα Θεὸς καὶ εἰς προ- φήτας, ὡς ἔφην, καὶ εἰς τὸ ἁγιάζεσθαι τυπικῶς ἀναφέρων τοὺς ἐξ αὐτῶν. οἱ δὲ καὶ τὴν οὕτω λαμπράν τε καὶ ἀξιόληπ- τον δόξαν ἐκτόπως ἀποσπουδάζοντες, ἐπότιζον οἶνον τοὺς ἡγιασμένους, τουτέστι τοὺς εὐχὴν ἔχοντας ἐφ' ἑαυτοῖς ἁγιασ- μοῦ. ἀνέπειθον γὰρ καὶ αὐτοῦ τοῦ ἁγιάζεσθαι καταφρονεῖν, πάντως που λέγοντες, οὐδὲν εἶναι παντελῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀνόνητον ἀνθρώποις τὸ ἁγιάζεσθαι θέλειν, καὶ πληροῦν ἐπὶ τούτῳ τὰ νενομισμένα. εἰ γὰρ καὶ ἦν ἐν σκιαῖς ὁ νόμος, ἀλλ' οὐκ ἐστέρητο παντελῶς τῶν τῆς ἀληθείας δογμάτων· ἐναστράπτει γὰρ τοῖς τύποις τῆς εὐσεβείας ἡ μόρφωσις. τὸ δὲ καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις ἐπιτιμᾶν, ἀποσειομένων ἐστὶ παντελῶς τὸν τοῦ Θεοῦ λόγον, καὶ 1.413 παιδεύεσθαι μὴ ἀνεχομένων, καὶ ἠγνοηκότων ὅτι τετίμηνται, εἴπερ ὄντες ἐξ αὐτῶν παρελήφθησαν εἰς κοινολογίαν τὴν ὡς πρὸς Θεόν. προσεπερωτᾷ δὲ διὰ μέσου καί φησι Μὴ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραὴλ, λέγει Κύριος; ἆρα, φησὶ, καὶ τῶν οὕτως ἐναργῶν πραγμάτων καθοριεῖτε τὸ ψεῦδος; ἆρα μαρ- τύρων δεήσει Θεῷ πρὸς τὸ ἐλέγχειν ὑμᾶς, καὶ τὰ οὕτως ἐμφανῆ συκοφαντεῖν ᾑρημένους; χρὴ τοιγαροῦν ἁγιάζεσθαι, καὶ λογισμῷ πεπηγότι προσεδρεύειν Θεῷ τὰς τῶν πονηρῶν οὐ προσιεμένους γνώμας. "Φθείρουσι γὰρ ἤθη χρηστὰ "ὁμιλίαι κακαὶ," καὶ ἀποφέρουσιν ἁγιασμοῦ τε καὶ ἁπάσης ἐπιεικείας τῶν φιληδόνων οἱ λόγοι. οὐκοῦν προσκεισόμεθα μᾶλλον ἡμεῖς ταῖς τῶν θεηγόρων φωναῖς, οἷς καὶ αὐτὸς ὁ Σωτὴρ ἐπιμαρτυρεῖ, λέγων "Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, "ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." 9∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης.9 Ἁμάξαις τὰ ἐξ ἀγρῶν καὶ ὅσα πληροῖ τὴν ἅλω, μετα- κομίζειν ἔθος τοῖς ἀρχαιοτέροις, σώζεται δὲ καὶ εἰς δεῦρο τὸ χρῆμα παρά τε τοῖς τὴν ἑῴαν καὶ τὴν ἑσπέριον κατοικοῦσι γῆν. κυλίονται δὲ ὁμοῦ τοῖς ἄξοσιν οἱ τροχοὶ, βαρύ τι καὶ δυσηχὲς ἀποτριζόντων τῶν ξύλων, καὶ μονονουχὶ κατα κεκραγότων τῶν ἐπικειμένων αὐτοῖς φορτίων. ἔσομαι τοί- νυν καὶ αὐτὸς ἐγὼ, φησὶν, ὁ πάντων ∆εσπότης, ὡς τὸ κυλίον ὑπὸ τὴν ἅμαξαν, τουτέστιν ὁ ἄξων· αὐτὸς γὰρ, ὡς ἔφην, ἑαυτῷ συγκυλίει τοὺς τροχοὺς, ἐμπεπηγότας τε καὶ ἐνηρμοσ- μένους ἔχων. κατακεκράξομαι δὲ ὥσπερ τῶν ἠσεβηκότων, 1.414 οὐκ ἔτι φέρειν δυνάμενος τῶν πλημμελημάτων τὸ δυσαχθές. "̓Απεώσαντο γὰρ τὸν νόμον Κυρίου, τὰ δὲ προστάγματα "αὐτοῦ οὐκ ἐφυλάξαντο, ἀλλ' ἐπλάνησε μὲν αὐτοὺς τὰ "μάταια αὐτῶν, ἃ ἐποίησαν οἱ πατέρες αὐτῶν," ἐπελάθοντο δέ μου τοῦ ἐξαγαγόντος ἐκ γῆς Αἰγύπτου, τοῦ ἐξάραντος τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, τοῦ λαβόντος ἐκ τῶν υἱῶν αὐτῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων αὐτῶν εἰς ἁγιασμόν. ἀλλὰ τετίμηκα μὲν ἐγὼ, καθίκοντο δὲ δυσβου- λίας εἰς τοῦτο αὐτοὶ, ὡς "Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες "σχοινίοις παραπετάσματα ποιεῖν ἐχόμενα τοῦ θυσιαστη- "ρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν πίνειν ἐν τῷ οἴκῳ τοῦ "Θεοῦ αὐτῶν," καὶ ποτίζειν μὲν "οἶνον τοὺς ἡγιασμένους, "ἐντέλλεσθαι δὲ τοῖς προφήταις καὶ λέγειν Οὐ μὴ προ "φητεύσητε." ταῖς οὖν τοιαύταις ὑμῶν ἀσεβείαις μονονουχὶ καὶ πεφορτισμένος, ὡς ἄξων ὑπὸ τὴν ἅμαξαν, ἣ καλάμης ἐστὶ καὶ δραγμάτων ἔμπλεως, πλείστην ὅσην ποιήσομαι τὴν καταβοήν. καὶ τί τὸ ἐντεῦθεν ἐσόμενον βλάβος, ἢ ποῖα πάλιν αὐτοῖς συμβήσεται πάθη, διατρανοῖ μὲν εὐθὺς ἐν τοῖς ἐφεξῆς. Πλὴν ἐκεῖνο εἰπεῖν ἀναγκαῖον, ὅτι πάνδεινον ἀληθῶς τὸ παροξύνειν Θεὸν, καὶ εἰς τοῦτο φαυλότητος κατολισθῆσαι λοιπὸν, ὡς ἀφόρητον αὐτῷ γενέσθαι τὴν παρ' ἡμῶν ἁμαρ- τίαν, καίτοι χρηστῷ τε καὶ ἀγαθῷ καὶ ἡμερωτάτῳ λίαν ὑπάρχοντι κατὰ φύσιν. δεῖ δὴ οὖν ἄρα παραιτεῖσθαι μὲν ὅτι μάλιστα φιλεῖν τὸ προσκρούειν αὐτῷ· εἰ δὲ δή τι γένοιτο καὶ παθεῖν ἀνθρώπινον, μὴ ὁρᾶσθαι μελλητὰς εἰς μετάγνω- σιν, μήτε μὴν εἰς αὔξην ἰέναι παραχωρεῖν τοῖς διεπταισ- μένοις, νήψει δὲ μᾶλλον ἁγιοπρεπεῖ χρωμένους ἀνασειράζειν 1.415 αὐτὰ, καὶ μετακομίζειν ἐπείγεσθαι πρὸς τὸ ἄμεινον ἠῤῥωστη κότα τὸν νοῦν. ἀνεξικακήσει γὰρ οὕτως Θεὸς, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἐπιδώσει τὸν ἔλεον. 9Καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώ- ξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.9 Οὐδὲν ἀνασώσει, φησὶν, ἐν ἡμέραις ὀργῆς τοὺς προσ- κεκρουκότας· οὐ ποδῶν ὀξύτης τὸν δρομικώτατον ἀπαλλάξει τῶν κακῶν· οὐ σώματος ῥώμη τὸν εὐσθενῆ· οὐκ ἐμπειρία πολεμικὴ τὸν εἰδότα τὰ τακτικὰ καὶ τὸ τοξεύειν ἄριστα μεμελετηκότα καὶ ἐπὶ τούτῳ τεθαυμασμένον· ἀνόνητος δὲ τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ' ἕκαστος τού- των εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμα χεὶ τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον. Οὐκοῦν Θεοῦ κατασείοντος εἰς ἀσθένειαν οὓς ἂν ἕλοιτο 1.416 κακοῦν, ἐπικουρήσειεν ἂν οὐδέν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ἑτεροτρόπως ἡμῖν εἰρημένον "Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει· οὐδὲ ἐν ταῖς "κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ," καὶ πάλιν "Ψευδὴς ἵππος "εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται." ἀνόνητα γὰρ τὰ τοιάδε παντελῶς, μὴ συναθλοῦντος Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, ὁ νεῦρα διδοὺς τοῖς ἠσθενηκόσι, καὶ ἀπονευρῶν τοὺς λελυπηκότας, καὶ σὺν αὐτῷ "διώξεται μὲν εἷς χιλίους, δύο δὲ αὖ μετακινήσουσι "μυριάδας," δαπανηθήσεται δὲ πληθὺς πολλὴ καὶ ἀμέτρη- τος δύο που τάχα καὶ τριῶν ἀνθεστηκότων, εἰ μὴ ἐπαμύνοι Θεός.

1.417 ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ∆ΕΥΤΕΡΟΣ.

1 9Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οἶκος Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.9 Κατὰ παντὸς ἂν νοοῖτο τοῦ Ἰσραὴλ γεγονὼς ὁ λόγος, οὐκ ἀνὰ μέρος ἔτι τιθεμένου τοῦ Ἰούδα καὶ τοῦ Ἐφραΐμ, ἀλλ' εἰς ἓν ὥσπερ συνειλεγμένου τοῦ παντὸς γένους· ἀνεκομίσθη γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραήλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ' ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπο- λέκτους ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλω- τοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ 1.418 μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυ- τρόπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμᾶς ἐξαιτήσω λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν. Οὐκοῦν ὀλέθρου πρόξενον παντί τῳ λοιπὸν τὸ καταφρο- νῆσαι Θεοῦ καὶ δεσποτικῶν ἀλογῆσαι θελημάτων, τοῖς ἐπεγνωκόσιν αὐτὸν, ἢ καὶ ἐγνωσμένοις παρ' αὐτοῦ κατά γε τὸν τῆς πνευματικῆς οἰκειώσεως τρόπον. καὶ γοῦν ὁ σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι προτεθυμημένοις ἐπιστέλλει λέγων "Νυνὶ δὲ γνόντες Θεὸν, "μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ "ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν "δουλεύειν θέλετε;" ᾔδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς πίστεως ὁ ∆ημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ' ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἂν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα. 9Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;9 Βαθὺ μὲν τὸ αἴνιγμα καὶ ἀμυδρὸς ὁ λόγος· πλὴν ἐροῦμεν ὡς ἔνι. κατῃτιᾶτο τοίνυν τὸν Ἰσραὴλ, ὅτι "τοῖς προφήταις "ἐνετέλλοντο λέγοντες Οὐ μὴ προφητεύσητε." καὶ διὰ ποίαν αἰτίαν ἐπετίμων ἀφυλάκτως ταῖς τῶν ἁγίων φωναῖς, εἰπεῖν ἀναγκαῖον. ἐπειδὴ γὰρ ἀπήγγελον τὰ ἐξ ὀργῆς ἐσόμενα σκυθρωπὰ, καὶ τὰ δι' ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, 1.419 οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ' ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους. ἐπετίμων μὲν γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθείαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς Ἡσαΐου φησὶν ὁ Θεός "Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν "ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν." ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προ-φήτῃ λέγων "Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα "καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ "οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι." οἱ δέ γε τοῖς προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ Κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ' αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλ- λον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων ∆εσπότῃ. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνω- κότες ἑαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσοτρόπους τε καὶ ὁμογνώμονας; "Πᾶν γὰρ ζῶον "ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- "θήσεται ἀνήρ." καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξά- μην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν, ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι; πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάῤῥηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδί- ζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, 1.420 τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτι μᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ' ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτὴρ τοῖς ἁγίοις μαθηταῖς εἴρηκεν "Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- "μενος, δέχεται τὸν ἀποστείλαντά με." προσέταττε δὲ τοῖς ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν ποδῶν, εἰπών "Ὅτι ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ "κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ." προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα δια- πορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων καὶ λέγων "Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, "ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ "Χριστοῦ, καταλλάγητε τῷ Θεῷ." 9Εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι;9 Οἱ τὰ τῶν θηρίων πολυπραγμονοῦντες ἔθη, φασὶ τὸν λέοντα τροφῆς ἐν ἐνδείᾳ γεγονότα περιφοιτᾶν εὐσθενῶς ὄρη τε καὶ νάπας καὶ δρυμοὺς, τῇδέ τε κἀκεῖσε τὸν ὀφθαλμὸν περιστρέφοντα, καί τι τῶν ἐν ὕλαις βοσκομένων ζητοῦντα λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύ- μνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μάνδρας ἐγγὺς, ἀνα- 1.421 θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῇ λαβόντες σπαράττουσι. τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσε- βείας κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ θήρας εἰωθότι βοᾶν, μόνον δὲ οὐχὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσ- σεβεῖν εἰωθότων. ἀλλ' ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασο- βοῦσα πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρ- τάνουσι χρησιμωτάτη λίαν ἡ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν. 9Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;9 Πεποίηται μὲν ὡς ἐξ ὁμοιώσεως καὶ νῦν ὁ λόγος. ἰξευταὶ μὲν γὰρ τὰ ἐν φυτοῖς ἱζήσαντα τῶν στρουθίων εὐτεχνέστατα καταφέρουσι, παγίσι δὲ αὖ συνθλῶσί τινες τὸ ἁλισκόμενον. ἔοικε δὲ ὁ λόγος αἰνίττεσθαι νυνὶ διὰ μὲν τῶν στρουθίων 1.422 τοὺς τὰ ὑψηλὰ φρονεῖν εἰωθότας, τοὺς ἀλαζόνας τὸν νοῦν καὶ μετεώρους τὰς φρένας, καὶ τὸ συναπάγεσθαι τοῖς ταπει- νοῖς οὐκ ἀνεχομένους· διὰ δὲ τῶν ἐν παγίσιν ἁλισκομένων τῶν ἐπιγείων τοὺς ἐραστὰς, καὶ μόνα ζητοῦντας τὰ σαρκικὰ καὶ καταπιαίνοντα. ἰξευτῇ δὲ καὶ παγίδι πάλιν ἑαυτὸν παρ- εικάζει Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτι- μάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις "Ἀλλὰ "ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν." εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς τοῖς δυσσεβοῦσιν ἐπεῤῥιμμένα; 9Εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν;9 Ἐγὼ μὲν, φησὶν, ἐπάγω τὰ ἐξ ὀργῆς, χρήσιμοι δὲ καὶ μεσῖται πρὸς μόνους εἰσὶν οἱ προφῆται τοὺς λόγους. δια 1.423 πορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ' ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε σφόδρα καὶ πρὸς μόνους τοὺς παρ' αὐτῶν ἔσθ' ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ' ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσο- μένων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα. ἀλλ' ὠφε- λεῖσθε μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθή σεσθε παρ' ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ τοῖς ἀπονοουμένοις ἐντριβές "Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς "ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει." τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ' ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως καταλυπεῖ τῶν πραγμάτων ἡ ἔκβασις. ἆρα οὖν ἔσται κά- κωσις ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μὴ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ' ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλε- παίνετε; καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς 1.424 ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κά κωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ' ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἣν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἂν, ἐπιστρέφειν ἀναπείθων ἐπὶ τὰ πρεπωδέστερα. γέγραπται γὰρ ὅτι "Ἐν κημῷ καὶ "χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων "πρὸς σέ." ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ "πάντας ἀνθρώ- "πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν," καταβιάζεταί πως τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίσ- τησιν εὐσθενῶς ἔσθ' ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις. 9∆ιότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας· λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλά- λησεν, καὶ τίς οὐ προφητεύσει;9 Οὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ' ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἂν βού- λοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ' ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσο- μένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ 1.425 Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἂν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσ- δέξασθαι πτοίαν, πῶς ἂν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέ- κεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἂν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ' ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ τὰ τῷ πάντων δοκοῦντα ∆εσπότῃ. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖ- σθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἂν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠῤῥωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου ∆αυεὶδ προαναφωνεῖ λέγων "Μὴ ἅπτεσθε τῶν "χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε," καὶ πρὸς αὐτοὺς δέ που φησί "Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, "ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ." ἀδικήσει γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος. 9Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰ- γύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν 1.426 τὴν ἐν αὐτῇ. καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.9 Ἀπειλεῖ δὴ πάλιν ἐπάγειν αὐτοῖς ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆ- σαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώ- κασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ δέ γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου. καὶ Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περ- σῶν καὶ Μήδων πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ' ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεμὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἂν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν. Βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Μα- νασσῆς, ὃς Ἐζεχίου μὲν ἦν υἱὸς, ἑτερότροπος δὲ λίαν καὶ 1.427 τῆς τοῦ πατρὸς εὐσεβείας ὡς ἀποτάτω. γέγονε γὰρ ἀνὴρ πονηρὸς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὔκολος, βδελυρὸς καὶ εἰδωλολάτρης, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις οὐ με- τρίως προσκείμενος. οὗτος ἀνεδείματο βωμοὺς καὶ τεμένη τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκεί- νου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας "Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ "τὸν λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ, "ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ." ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, τῆς τοῦ πατρὸς φαυλότητος ἀποδέων οὐδέν· τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ' ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων. αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, Ἱεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινί-ζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω "Θυσια- "στήριον θυσιαστήριον τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς τίκτεται "τῷ οἴκῳ ∆αυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ "τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ "ἀνθρώπων κατακαύσει ἐπὶ σέ." βεβασιλευκὼς γὰρ ὁ Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε 1.428 τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμά- λεων, ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ' αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων ∆εσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ' αὐτῷ προαπηγγελμένα. ἡ δὲ πρὸς αὐτούς "Τάδε λέγει Κύριος "ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς "πρὸς μέ Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω κακὰ ἐπὶ τὸν "τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ πάντας "τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, "ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως "παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ "ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ "σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- "λαντα ὑμᾶς ζητῆσαι τὸν Κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς "ἤκουσας, ἀνθ' ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης "ἀπὸ προσώπου Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν "τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῷ, τοῦ εἶναι εἰς "ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου "καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- "ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας 1.429 "σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ "ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς "ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- "κοῦντας αὐτόν." Καὶ πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων ∆εσπότης τὸν τῆς βασιλείας αὐτοῦ και- ρόν· ἦσαν δὲ τριάκοντά τε ἔτη καὶ ἕν. ἐν δέ γε τῷ λοίσθῳ καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει παν- στρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν Ἰουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλί- ζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καὶ δεσμεύσας εἶχεν ἐν Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ἰωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῇ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ἰωακεὶμ, ἀνέβη Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, 1.430 ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληΐζοντο γῆν. γέ- γραπται γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις "Τότε ἤρξατο "ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα "Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον "καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ "Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ "βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- "λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου "ἐκ Ῥαμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ "πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις "αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν "γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τρία καὶ ἀπέστη ἀπ' "αὐτοῦ. καὶ ἀπέστειλε Κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους, "καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν "̓Αμμὼν καὶ τῆς Σαμαρείας." Ταυτὶ δὴ πάντα συνέβη παθεῖν ἐξυβρικότα τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἀνοσίως κατεφθαρμένον ἐπὶ τὸ βούλεσθαι προσκυνεῖν "τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ," καθὰ γέγραπται. 1.431 Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγ- γείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶν- τες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατεῤῥιμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ' οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται κατ' αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεο- νεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ' οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. τὸ δὲ Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθήσεταί σου 1.432 ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις,καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ' ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες τὸν Ἰσραήλ. 9Τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στό- ματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπα- σθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν ∆αμασκῷ.9 Ἐπιτήρει πανταχῆ, καὶ σφόδρα θαυμάσεις τῆς προφη- τείας τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ Ἰσραὴλ, σέσωσται δὲ "τὸ κατάλειμμα" κατά γε τὴν Ἡσαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον. ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος, καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν ∆αμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πε- 1.433 φρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῇ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ' ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ' ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, ἀλλ' ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι δὲ καὶ τὴν ∆αμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῇ τετάρτῃ τῶν βασι- λειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ' Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ τοῦ Ῥομελίου βασιλέως Ἰσραὴλ, καὶ μέντοι καὶ Ῥαασσὼνβασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε Ῥαασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν ∆αμασκόν. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐπὶ πάντας ἀνθρώπους τὴν ἐκ τῶν προκειμένων διάνοιαν ἀποφέρειν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διεν- θυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ' ἐπεφάνη καὶ βεβοήθηκεν "Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ "θεὶς ὑπὲρ τῶν προβάτων," καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός "Τὰς μύλας τῶν λεόν- 1.434 "των συνέθλασεν ὁ Κύριος," καὶ ὡς ὁ Παῦλός φησιν "̓Απέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 9Ἱερεῖς ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσε- βείας τοῦ Ἰσραὴλ ἐπ' αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθὴλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοὶ, λέγει Κύριος.9 Ἐπάνεισι πάλιν εἰς ἀφήγησιν ἐναργῆ τῶν συμβησομένων τοῖς ἠσεβηκόσι, τὸν αὐτὸν πλειστάκις κατευρύνων λόγον εἰς ὄνησιν τοῖς ἀκροωμένοις. ὅθεν οἶμαί που τὸ χρῆμα συνεὶς ὡς ἔστιν οὐκ ἀκερδὲς, καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί "Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφα- "λές." προστάττει δὴ οὖν τοὺς ἱερατεύοντας μονονουχὶ καὶ ὑψοῦ τὴν ἰδίαν ἱέντας φωνὴν διαμαρτύρασθαι τῷ Ἰσ- ραὴλ, ἕκαστά τε σαφῶς τῶν ὅσον οὐδέπω συμβησομένων προαγορεύειν αὐτοῖς. καὶ τίνας ἄρα νοήσομεν ἤγουν εἶναί φαμεν τοὺς διαπρύσιόν τι βοᾶν ἐπιτεταγμένους; ἆρα τοὺς τῶν δαμάλεων ἱερέας, ἢ τοὺς τῶν ἐν ἑτέρῳ τεμένει εἰδώλων; ἀλλ' οἶμαι τοῦτο ἀπίθανον· οὐ γὰρ ἂν ἐκεῖνοι διεκήρυξαν τά τε σφῶν αὐτῶν καὶ τὰ τῶν ἑτέρων κακὰ οὓς αὐτοὶ πεπλανήκασι. τίνες οὖν ἄρα λοιπὸν οἱ προστεταγμένοι τοῦτο δρᾶν ἱερεῖς; οἱ ἐξ αἵματος τοῦ Λευΐ· οὐ γὰρ πάντες 1.435 συνωλισθήκασι τοῖς ἐν Σαμαρείᾳ πεπλανημένοις, οὔτε μὴν ἠνέσχοντο λατρεύειν εἰδώλοις, ἀποπηδήσαντες δὲ ταύτῃτοι τῆς Σαμαρειτῶν, ὑπενόστησαν εἰς Ἱεροσόλυμα. γέγραπται δὲ οὕτω περὶ αὐτῶν ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων. ἔστι μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἱεροβοάμ· εἶτα τὴν ἐνοῦσαν αὐτῷ δύναμιν ἐξηγούμενος "Καὶ ἦσαν αὐτῷ, φησὶν, Ἰούδα "καὶ Βενιαμίν. καὶ οἱ Λευῖται καὶ οἱ ἱερεῖς οἳ ἦσαν ἐν "παντὶ Ἰσραὴλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν "ὁρίων. ὅτι ἐγκατέλειπον οἱ Λευῖται τὰ σκηνώματα τῆς "κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδαν εἰς "̔Ιερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ "αὐτοῦ τοῦ μὴ λειτουργεῖν τῷ Κυρίῳ. καὶ κατέστησεν "ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς "ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ· καὶ "ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν "αὐτῶν τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ ἦλθον "εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ τῷ Θεῷ τῶν πατέρων αὐ- "τῶν. καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα." Ἐπειδὴ γὰρ οὗτοι περὶ ὧν ὁ λόγος, οὐ μετρίως λελύπηντο, καὶ συγγενείας καὶ κλήρων ἀπεληλαμένοι καὶ λειτουργίας αὐτῆς· ἐξέβαλε γὰρ αὐτοὺς Ἱεροβοάμ· ἀναγκαίως αὐτοῖς δὴ μάλιστα κηρύττειν προστέταχε τῶν τε εἰδώλων αὐτῶν καὶ τῆς Σαμαρείας τὴν πόρθησιν, οἱονείπως παραμυθούμενος καὶ διδάσκων ὅτι τὰ Θεοῦ φρονεῖν ᾑρημένοι, καὶ τὸν τῶν ὅλων ∆εσπότην ἠγαπηκότες, οὐ συναπολοῦνται τοῖς ἄλλοις, ἀλλ' ἔξω κείσονται τῆς ὀργῆς. ὅταν γὰρ, φησὶν, ἐπιφέροιμι 1.436 τοῖς ἐξ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν, τότε καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· κατασκαφήσονται γὰρ τὰ κέρατα αὐ- τῶν καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. ἆρ' οὖν μέχρι τούτων τῆς Σαμαρείας ἡ πόρθησις, καὶ ἀρκέσει μόνον τὸ τεμένη καθε- λεῖν τοῖς καταδῃοῦν ἐπιτεταγμένοις καὶ κατασκάψαι θυ- σιαστήρια; οὐμενοῦν· συγχέω γάρ φησι καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν. καὶ ὃ βούλεται δηλοῦν, ἔστι τι τοιοῦτον. τρυφῶντες ἄγαν οἱ ἐν τῇ Σα μαρείᾳ καὶ τὸ ἐκ τοῦ πλουτεῖν ἔχοντες πλάτος, οἴκους ἑαυτοῖς κατεσκεύαζον χειμερίους τε καὶ θερινούς. καὶ τὸν μὲν χειμέριον ὀνομάζει περίπτερον, τὸν οἱονεὶ πανταχόθεν πτεροῖς ἢ τείχεσι περιεζωσμένον, ἵνα ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἀπρόσιτος ᾖ· θερινὸν δὲ τὸν ἀνει- μένον, καὶ ταῖς τῶν ἀνέμων εὐπνοίαις ἐκκείμενον. οὐκοῦν τοῖς θυσιαστηρίοις, φησὶ, τοῖς κατεσκαμμένοις ὁμοῦ συγχέω καὶ πατάξω οἴκους τε χειμερίους καὶ θερινούς· ἀπολοῦνται δὲ καὶ οἶκοι ἐλεφάντινοι. μεμνήμεθα δὲ ὅτι βεβασιλευκὼς Ἀχαὰβ ἐν τῇ Σαμαρείᾳ τοιοῦτον ἑαυτῷ κατεσκεύασεν οἶκον. προστεθήσονται δὲ καὶ ἕτεροι πολλοί φησι, τουτέστιν, οἱ τῶν ὑποβεβηκότων καὶ ἀσημοτέρων, ἤγουν λεπτῶν τε καὶ ἀγε- λαίων. διόλωλε γοῦν ἅπασα λοιπὸν ἡ Σαμάρεια, παντὸς οἴκου κατασεσεισμένου. Τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν, ὀρθὰ φρονεῖν ᾑρημένοι; ὡς οὐδὲν ὀνήσει λαμπρότης κοσμικὴ τοὺς ἔχοντας, οὐ πλοῦ- τος, οὐ δόξα, οὐχ ἕτερόν τι τῶν εἰς τρυφὴν, τῆς εἰς Θεὸν ἀπούσης ἀγάπης, καὶ κατ' οὐδένα τρόπον τετιμημένης παρ' ἡμῖν τῆς δικαιοσύνης. "Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνό- 1.437 μους," κατὰ τὸ γεγραμμένον, "δικαιοσύνη δὲ ῥύεται ἐκ "θανάτου." οὐκοῦν εἴη ἂν ἄμεινον παρὰ πολὺ τὸ δικαιο- σύνης ἐρᾶν καὶ θησαυρίζειν ἐν οὐρανοῖς, καὶ τῶν ἄνω γλίχεσθαι μονῶν, καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἠρτῆσθαι φιλεῖν. τὰ μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ σμικρά τε ἐστὶ καὶ πρόσ- καιρα, καὶ οὐδαμόθεν ἔχει τὸ βεβηκὸς εἰς ἀσφάλειαν· τὸ δὲ καὶ ἀεὶ μένει καὶ σώζεται, καὶ τοῖς ἀπεράντοις αἰῶσι συμπαρομαρτεῖ. 9Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πένητας καὶ κατα πατοῦσαι πτωχοὺς, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ' ὑμᾶς καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ' ὑμῶν εἰς λέβητας ἔμπυροι λοιμοὶ, καὶ ἐξενεχθήσεσθε γυμνοὶ γυνὴ καὶ ἀνὴρ αὐτῆς κατέναντι ἀλλήλων, καὶ ἀποῤῥιφήσεσθε εἰς τὸ ὄρος τὸ Ῥεμμᾶν, λέγει Κύριος ὁ Θεός.9 Ἐκ πολλῆς ἄγαν ἀγερωχίας καὶ τρυφῆς οἱ τῆς Σαμαρείας περιφανέστεροι, καὶ ταῖς ἐκ πλούτου περιουσίαις τοὺς ἄλ- λους ἅπαντας ὑπερκείμενοι, καθάπερ ἔφην ἀρτίως, οἴκους ἑαυτοῖς κατεσκεύαζον λαμπρούς τε καὶ πολυτελεστάτους, καὶ πρέποντας τοῖς καιροῖς, χειμῶνί τε φημὶ καὶ θέρει, οἳ καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολοῦνται, προεκήρυξε τὸ χρησ- 1.438 μῴδημα. αὐτοὺς δὴ οὖν ἄρα τοὺς τῶν οἴκων δεσπότας, τοὺς ταῖς ἐξιτήλοις τρυφαῖς καταπιαίνεσθαι μεμελετηκότας, δαμάλεις ἀποκαλεῖ τῆς Βασανίτιδος. χώρα δ' ἡ Βασανίτις εὔβοτός τε καὶ εὐανθὴς, καὶ πολὺ λίαν ἐπιτηδείως ἔχουσα πρὸς τὸ δύνασθαι καταπιαίνειν ἀμφιλαφῶς τὰ ἐν αὐτῇ βοσκόμενα. ὡς οὖν εὐπαθοῦντας ἄγαν καὶ ἄριστα τεθραμ- μένους, καὶ μελέτην ἔχοντας τὴν τρυφὴν, δαμάλεσι ταῖς ἐκ Βασὰν παρεικάζει Θεός· αἰτιᾶται δὲ, ὅτι κατεδυνάστευον πένητας, καὶ μονονουχὶ ποσὶν ἰδίοις συνέθλων πτωχούς· "Νομαὶ γὰρ πλουσίων πτωχοὶ," κατὰ τὸ γεγραμμένον. προσεπάγων δὲ ὅτι αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἀνυποτάκτους ὄντας ἀπέδειξεν, οὐδὲ αὐτοῖς εἴκειν ἀνεχομένους τοῖς κρατοῦσιν αὐτῶν, ὅσον ἧκεν εἰς βασιλίδα τιμὴν, ἀλλ' οἱονείπως ἐξ ἀμετρήτου λοιπὸν ἀλα- ζονείας τὸ οἰκετικὸν καὶ αὐτοῖς τοῖς κυρίοις αὐτῶν ἀπονέμοντας μέτρον. τὸ γὰρ δὴ φάναι τολμᾶν τοῖς προὔχουσι καὶ ὑπερ- κειμένοις Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἐπιθυμούντων ἐστὶ μᾶλ- λον ὑπηρετεῖσθαι ἢ ὑπηρετεῖν. τί οὖν ἄρα συμβήσεται τοῖς εἰς τοῦτο λοιπὸν ἀπονοίας ἐκβεβηκόσιν; ὀμνύει φησὶ Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, ἤτοι κατὰ τῶν ἁγιασμάτων, ἤγουν μυστηρίων, ἅ ἐστι πάλιν αὐτός· κατ' οὐδενὸς γὰρ ἔχει μείζονος ὀμόσαι· ὅτι παρέσονται καιροὶ καὶ ἡμέραι, ὅτε καὶ ὑμᾶς αὐτοὺς τοὺς οὕτω τρυφῶντας καὶ τεθραμμένους καὶ σπαταλᾶν εἰωθότας, ὁ τοῦ παθεῖν φόβος ἐν τοῖς τοῦ πολέμου πόνοις καὶ ἐν ὅπλοις γενέσθαι παρασκευάσει. ἀλλὰ καὶ οὕτως ἔχοντας καὶ ἐσκευασμένους λήψονται, φησὶν, ὁμοῦ φιλτάτοις καὶ γυναιξὶ καὶ κόλαξιν, οἳ μεθ' ὑμῶν ὄντες ἀεὶ πλείσταις μὲν ὅσαις κατεκρότουν εὐφημίαις, ὠνόμαζον δὲ 1.439 καὶ τρισμακαρίους· ταῦτα γὰρ ἐπιφωνεῖ τοῖς τρέφουσιν ἀεὶ τῶν κολάκων τὰ γένη. ἀλλ' ἐμπυρισθήσονται μὲν ἐκεῖνοι· λοιμοὶ γὰρ ἦσαν καὶ ἕτερον οὐδὲν ἀποδεχόμενοι, καὶ τεθαυ- μακότες τοὺς αἰσχροὺς καὶ φιλαμαρτήμονας. γυμνοὶ δὲ δόξης ὑμεῖς, καὶ τρυφῆς ἁπάσης ὡς ἀποτάτω, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ὡς ἀπημφιεσμένοι, λοιπὸν ἀπο κομισθήσεσθε δοῦλοι καὶ αἰχμάλωτοι, καὶ ῥιφήσεσθέ φησιν, ἐπὶ τὸ ὄρος τὸ Ῥεμμᾶν. ἔστι δὲ τῆς Ἀρμενίας, ἐν ἐσχάταις ἐκβολαῖς τῆς Περσῶν κείμενον γῆς· ἀγχιτέρμονες γὰρ, ὅμοροί τε εἰσὶν ἀλλήλαις αἱ χώραι. Ἔστι τοίνυν ἐντεῦθεν ἰδεῖν, ὡς εἰς πικρὸν καταστρέφει τέλος τοῖς τρυφῶσι τὸ σπούδασμα, καθά φησιν ὁ Σωτήρ "Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσον- "ται." καὶ καταλήγει μὲν γὰρ, ὡς ἔφην, εἰς δάκρυον ἡ τρυφὴ, πέρας δὲ πόνων ἀνάπαυσις. καὶ μαρτυρήσει τις λέγων ὅτι "πόνων ἀγαθῶν καρπὸς εὐκλεής." Οὐκ ἀπίθανον δὲ δαμάλεις τῆς Βασανίτιδος τὰς ἐν τῇ Σαμαρείᾳ γυναῖκας ὑπονοεῖν, αἱ τρυφῇ τε καὶ χλιδαῖς καὶ τοῖς εἰς ὡραϊσμὸν κοσμήμασιν ἐνσπαταλῶσαί τε καὶ κατα- πιαινόμεναι ταῖς τοῦ σώματος ὥραις, κατηγωνίζοντο πένητας καὶ κατεπάτουν πτωχοὺς, μονονουχὶ καταφλέγουσαι πρὸς ἐκ- τόπους ἡδονὰς τοὺς ἀσθενοῦντας εἰς τοῦτο καὶ πτωχείαν ἔχοντας τὴν πνευματικὴν, οἳ, τῆς ἄνωθεν εὐσθενείας τὸν πλοῦτον οὐκ ἔχοντες, ταῖς τῶν παθῶν προσβολαῖς εὐδιά- θρυπτον ἔχουσι τὴν καρδίαν. αὗται δὴ οὖν αἱ δαμάλεις λέγουσι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. περι- αυτίζεται γὰρ ἀεὶ τὰ τῶν γυναίων ἑταιριζόμενα, καὶ βλακείαις ταῖς ἄγαν μονονουχὶ καὶ ἀποκναίουσι τοὺς συνηρπασμένους· 1.440 κἂν εἰ δεσπότας ἔχοιεν αὐτοὺς, ἀλλ' οὖν ὁρῶντα ταῖς ἡδυ παθείαις ὑπεστρωμένους, καὶ τὸ αὐταῖς ὅτι μάλιστα δοκοῦν πληροῦν ἀναπείθουσιν. ἀλλ' ὑμᾶς μέν φησιν, ὦ δαμάλεις, ἐν ὅπλοις λήψονται· τουτέστιν οὐκ ἐν τάξει τῶν ἐρώντων γεγονότες, οἳ κολακεύοντες ἀναπείθουσι καὶ ὑποκοριζόμενοι θεραπεύουσι, διά τοι τὸ λίαν ἡττᾶσθαι τῆς εἰς ὑμᾶς ἡδονῆς, ἀλλ' ὠμῶς καὶ ἀγρίως καὶ νόμῳ πολέμου, καὶ αὐτοὺς δὲ τοὺς μεθ' ὑμῶν τοὺς τρυφῶντας ἐραστὰς κατεμπυριοῦσι. γυμναὶ δὲ ὑμεῖς τῶν ἐκτόπων ἐκείνων ὡραϊσμῶν, εἰς τὸ ὄρος τὸ Ῥεμμᾶν ἀποκομισθήσεσθε. 9Εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, καὶ εἰς Γαλγαλὰ ἐπλη- θύνατε τοῦ ἀσεβῆσαι.9 Παρατίθησιν εὐθὺς ταῖς δίκαις τὰ πλημμελήματα, καὶ ταῖς τῶν δεινῶν ἀφηγήσεσι γείτονα ποιεῖται χρησίμως τὴν τῶν ἀνοσιουργημάτων ἔνδειξιν ἐναργῆ, ὡς ἂν μὴ καταμω- μήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει φησὶν ἐφ' ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ' ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέ τηκα μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως "Οὐ ποιήσεις "σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς," καὶ "Κύριον 1.441 "δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- "σεις." αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκε- κυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος τοῦ τὴν πλάνην ἐξευρηκότος "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, "οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου." πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός "Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς "ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν." οὐκοῦν ᾗ φησὶν ὁ Παροιμιαστής "Ἐνώπιόν εἰσι τῶν τοῦ "Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς "αὐτοῦ σκοπεύει." καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ' ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα. 9Καὶ ἠνέγκατε εἰς τὸ πρωῒ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν· καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀπαγγείλατε δὴ ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός.9 Πάνδεινον ἀληθῶς καὶ δυσσέβειας ἧκον εἰς λῆξιν τὴν ἀνωτάτω τὸ παρασημαίνειν ἀποτολμᾶν τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἅπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι, ταῦτα ταῖς τῶν εἰδώλων ἀνάπτειν τιμαῖς. οἱ γὰρ τοῦτο δρᾶν εἰωθότες, τὸ ὅσον ἐφ' ἑαυτοῖς τὴν θείαν τε καὶ ἀνωτάτω φύσιν τῶν 1.442 αὐτῇ τε καὶ μόνῃ πρεπωδεστάτων κατασείουσι θρόνων, καὶ τῶν ἱερῶν ἐκπέμπουσι θώκων, ἐνιδρύουσι δὲ ὥσπερ αὐτοῖς τοὺς ἀκαθάρτους δαίμονας. Τοῖς οὖν οὕτω φρικτοῖς ἐγκλήμασιν ἐνισχημένον εὑρή- σομεν τὸν ἀπόπληκτον Ἰσραήλ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἐθεσμοθέτει διὰ Μωυσέως πῆ μὲν ὅτι δύο καταθύειν ἀμνοὺς προσῆκεν αὐτοὺς κατὰ πᾶσαν ἡμέραν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ πρωῒ μὲν ἕνα, καὶ δείλης δὲ τὸν ἕτερον, τὸ οἱονεὶ συνεχὲς καὶ ἀδιάλειπτον εἰς εὐοσμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, τῆς Ἐκκλησίας ὑποδηλῶν ὡς ἐν αἰνίγμασί τε καὶ τύποις· προσενομοθέτει δὲ πάλιν "Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφ- "θήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου." καὶ ἐν τού- τοις τοῖς τρισὶ καὶ διωρισμένοις κατὰ τὸν νόμον καιροῖς, προσῆγον δεκάτας, ἀπαρχὰς ἀγρῶν, θυσίας, εὐχαριστήρια. γέγραπται γὰρ ὅτι "Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός." ἀλλὰ τὰ οὕτως ὀρθῶς διὰ τοῦ πανσόφου Μωυσέως τε- θεσπισμένα μεθιστάντες αὐτοὶ πρὸς δόξαν εἰδώλων, ἐν τοῖς ἐκείνων τεμένεσιν ἀνέφερον εἰς τὸ πρωῒ τὰς θυσίας, προσ- εκόμιζον δὲ καὶ εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν. τριη μερίαν δὲ λέγει τὰς τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ, καθ' ἃς, ὡς ἔφην, ἔδει πᾶν ἀρσενικὸν ἐνώπιον ἔρχεσθαι Θεοῦ. καὶ οὐ μέχρι τούτων τὸ δυσσέβημα τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἀνέγνωσαν ἔξω νόμον, τουτέστι, τετιμήκασι τὸν τῶν ἀλλοτρίων νόμον, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸν παρὰ Θεοῦ. προσεκόμιζον γὰρ τὰς θυσίας ἐν τοῖς τῶν 1.443 εἰδώλων τεμένεσι κατὰ καιροὺς ὡρισμένους καὶ πλείστην ὅσην ἐποιοῦντο τὴν ἐπιτήρησιν τῶν ἐξ ἔθους αὐτοῖς ἑορτῶν. ἤγουν ἐκεῖνό φησιν, ὅτι τὰ εἰς δόξαν ἐμὴν τεθεσπισμένα, τοῖς ἔξω τεθείκασι, καὶ τὸν ἐμὸν τοῖς εἰδώλοις ἀνέθεσαν νόμον, αὐτοῖς ἀναφέροντες τὰς κατὰ πρωῒ θυσίας, καὶ ἐν ταῖς τριημερίαις ἀνατιθέντες τὰ ἐπιδέκατα αὐτοῖς. καὶ ἐπ- εκαλέσαντο ὁμολογίας. καὶ τὸ μὲν ἐπεκαλέσαντο ὅτι ηὔξαντο δηλοῖ, τουτέστιν ὑπέσχοντο· ὁμολογίαι δέ εἰσι τὰ κατὰ νόμον ἑκούσια, καὶ ἅπερ ἄν τις ἐθελοντὴς προσκομίζοι Θεῷ. εἶτα τοῖς ἱερεῦσιν ἐπιφωνεῖ τὸ ἀπαγγείλατε καὶ διαμαρτύ- ρασθε, ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, τουτέστιν, οὐχὶ μόνον εἰσάπαξ τετολμήκασι, ἀλλὰ καὶ ἠγάπησαν, τὰ Θεοῦ δηλονότι μεμισηκότες. δεῖ γὰρ εἶναι μονοτρόπους. τὸ γάρ τοι χωλεύειν, καὶ ἐπ' ἄμφω βαίνειν ἐπείγεσθαι, πολλὴν ἂν ἔχοι παρὰ Θεῷ τὴν καταβοὴν, καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ "Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν "ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται "καὶ τοῦ ἑτέρου καταφρονήσει." παγχάλεπον δὲ τὸ ἀπο- πλανᾶν ἑτέρωθι τὰ εἰς δόξαν Θεοῦ, καὶ τῆς αὐτῷ πρε- πούσης τιμῆς ἀξιοῦν ἑτέρους. ἴδια γὰρ καὶ ἐξαίρετα τὰ Θεοῦ, πρέποι δ' ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν αὐτῷ καὶ μόνῳ. 9Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ 1.444 ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερὶς ἐφ' ἣν οὐ βρέξω ἐπ' αὐτὴν, ξηρανθήσεται. καὶ συναθ ροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς. πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.9 Ὑπαντᾷ πάλιν οἰκονομικῶς ὁ λόγος τοῖς εἰωθόσι φιλο- ψογεῖν, καὶ τῆς ἐνούσης Θεῷ γαληνότητος ἀβουλότατα καταφλυαρεῖν ἐκ πολλῆς ἄγαν ἀποπληξίας. ἀνθ' ὅτου γὰρ δή· φαῖεν ἂν ἴσως τινές· ἀτίθασον οὕτω καὶ δύσοιστον κομιδῇ τοῖς ἐξ Ἰσραὴλ ἐπιφέρει δίκην, καίτοι κατὰ φύσιν ὑπάρχων ὁ Θεὸς ἀγαθός; ἀπολογεῖται δὴ οὖν τρόπον τινὰ διὰ τούτων καὶ ἀποτόμου λοιπὸν ὀργῆς ἀποφαίνει δεδεη- μένους· ἐν ταὐτῷ δὲ δείκνυσιν, ὅτι πλήττει μὲν ἐν ἀρχαῖς ἡμερώτερον τοὺς ἡμαρτηκότας, οὐ δίκας αἰτῶν, ἀλλ' ἐξ ἐμφύτου φιλανθρωπίας ἐπιστρέφων εἰς ἑαυτὸν, καὶ οἱονεὶ "μάστιγί τε καὶ πόνῳ" μετατιθεὶς ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον. γεγονότας γὰρ ἐν οἷς ἔφην, καὶ οὐκέτι φορητὰ δεδυσσεβηκότας, γομφιασμῷ τε ὀδόντων ἐπαίδευε, καὶ μὴν καὶ ἄρτων ἐνδείᾳ, τουτέστι λιμῷ. καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, ἤγουν· ὡς Ἑβραῖοι μᾶλλον ἐκδεδώκασι πρεπω- δέστερον· πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ, ὅτε μάλιστα τοῖς ληΐοις ἡ τοῦ καταρδεύεσθαι χρεία πολλή τε καὶ ἀναγκαία 1.445 πρὸς τελεσφόρησιν. γέγονε δέ φησι τοσαύτη σπάνις ὑδά- των, ὡς κρίσει τε καὶ ψήφῳ Θεοῦ τοῦ πάντα εἰδότος, ὕεσθαι μὲν μίαν πόλιν, ἀφαυαίνεσθαι δὲ τὴν ἑτέραν· συναγείρεσθαι δὲ αὖ δύο τε καὶ τρεῖς εἰς μίαν, καὶ οὕτως ἔτι διψῆν. καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν τοῖς ἐξ Ἰσραὴλ ἱστορικῶς τε ἅμα καὶ πνευ- ματικῶς. ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητής "Ἡλίας "ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο "τοῦ μὴ βρέξαι ὑετὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἔβρεξεν ἐπὶ "ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ." καὶ λιμὸς γέγονεν ἀπηνὴς οὕτως ἐν Σαμαρείᾳ, ὡς κεφαλὴν ὄνου πολλῶν πιπράσκεσθαι δηναρίων. ἀλλὰ καὶ ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας ἀνέσχε τὸν ὑετὸν ὁ τῶν ὅλων Θεός. καὶ γοῦν τοὺς περὶ τῆς ἀβροχίας πεποίηται λόγους "Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ "πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτίσθησαν ἐπὶ τῆς γῆς, "καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη, καὶ οἱ μεγιστᾶνες "αὐτῶν ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ· ἤλθο- "σαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, ἀπέστρεψαν "τὰ ἀγγεῖα αὐτῶν κενά. καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπον, ὅτι "οὐκ ἦν ὑετός. ᾐσχύνθησαν οἱ γεωργοὶ, ἀπεκάλυψαν τὴν "κεφαλὴν αὐτῶν. καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέ "λιπον, ὅτι οὐκ ἦν βοτάνη. ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, "εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ "ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας." δεδυσσεβηκότων δὴ οὖν οὐ μετρίως τῶν ἐξ Ἰσραὴλ ἀνέσχε τὸν ὑετὸν καὶ γομφιασμὸν ὀδόντων καὶ ἔνδειαν ἄρτων ἐν πάσαις αὐτοῦ ταῖς πόλεσιν ἐδίδου Θεός. 1.446 Ἀλλ', ὡς ἔφην ἀρτίως, πεπονθότας αὐτὸ καὶ νοητῶς εὑρή- σομεν· τροφὴ μὲν γὰρ καὶ ποτὸν τοῖς ἐκ γῆς σώμασι, τὰ ἀπὸ τῆς γῆς, καὶ ὕδωρ τὸ αἰσθητόν· ψυχὴ δὲ ἀνθρώπου θείοις τε καὶ οὐρανίοις ἀποτρέφεται λόγοις. νᾶμα δὲ αὐτῇ τὸ πνευματικὸν, καὶ πηγὴ κατάρδουσα νοητῶς ἡ θεόπνευστος γραφὴ, τὸ Χριστοῦ λαλοῦσα μυστήριον. ἀλλ' ὥσπερ ὀδόντες εἰ πάθοιεν τὸν γομφιασμὸν, ἀδρανέστεροί πως ἂν εἶεν εἴς γε τὸ δύνασθαι καταμασᾶσθαί τι, καὶ καταλεαίνειν τροφήν· οὕτως καὶ ἀνθρώπινος νοῦς κατολισθήσας ἐπὶ τὸ ἄναλκι, καὶ τὸ τῆς νωθείας ἀῤῥώστημα παθὼν, οὐκ ἂν δύναιτο πνευματικῆς ἐφικέσθαι γνώσεως, καί τι καὶ τῶν ἐν θεωρίαις ταῖς ἄγαν ἰσχναῖς εἰς πέψιν ἑλεῖν. ἐπαχύνθη τοι- γαροῦν ἡ καρδία τοῦ Ἰσραήλ· συνῆκε γὰρ οὐδαμῶς τὸ Χριστοῦ μυστήριον· ταύτῃτοι καὶ ἔνδειαν ἄρτων ἐσχήκασι τῶν πνευματικῶν καὶ ὕδατος σπάνιν, ἐπεὶ μὴ ἔχουσι τὸν τρέφοντα Λόγον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν δίδοντα τῷ κόσμῳ, τὸν κατάρδοντα ψυχὰς τῇ τοῦ Πνεύμα- τος χάριτι, τὴν ζῶσαν πηγὴν, τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν, τὴν διὰ νόμου καὶ προφητῶν παράκλησιν. ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας "Ἐνετείλατο ταῖς νεφέλαις τοῦ "μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν." 9Ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, 1.447 καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμα- λωσίας ἵππων σου, καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.9 Τοῖς ἀναλγήτως ἔχουσι περὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα, καὶ πολὺ λίαν ὑπτιουμένοις, ἀναπίπτουσι δὲ καὶ οὕτω πρὸς τὸ ῥᾴθυμον ἔτι, ὥστε τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν ἔχειν ἀξιοῦν, ἀρκέσειεν ἂν οὐδεὶς τοῦ πλήττεσθαι τρόπος, πλείους δὲ μᾶλλον καὶ ἀλλήλων χείρους καὶ πρὸς τὸ ἔτι μειζόνως καταλυποῦν ἔχοντες τὴν ἐπίδοσιν. οὐκοῦν ἐπει- δήπερ τοῖς ἐξ Ἰσραὴλ μικρὸν ἦν τάχα πως πρὸς ἐπανόρ- θωσιν, τὸ ἐν ἐνδείαις ἄρτου παιδεύεσθαι καὶ ποτοῦ, ἐπενή νεκται τὸ παθεῖν καὶ τὰ ἔτι τοῦδε φορτικώτερα, ἡ αὐτῶν ἀσθένεια τῶν σωμάτων, ἡ ὡς ἐν πυρετῷ καὶ ἰκτέρῳ συμ- βαίνουσα. τοῦτο καὶ διὰ φωνῆς πάλιν τῆς Ἱερεμίου εἰρήμενον εὑρήσομεν. ἔφη γὰρ ὅτι "Τάδε λέγει Κύριος "̓Ιδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ "ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ "ὁ πλησίον αὐτοῦ ἀπολοῦνται." ἐπειδὴ δὲ ἦσαν καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, καὶ πολὺ δὴ λίαν βλέποντες εἰς φιλοκερδείας, ταύτῃτοι πληθύνοντες κήπους τε καὶ ἀμπε- λῶνας, συκῶνάς τε καὶ ἐλαιῶνας, ἥψατο καὶ τῶνδε Θεὸς, δι' ὧν ἦν εἶκος οὐ μετρίως κατηλγηκότας εἰς νοῦν ἐπανήκειν τὸν σώφρονα, καὶ ἀνθελέσθαι τοῦ χείρονος τὸ συμφέρον, 1.448 ἐπισωρεύων αὐτοῖς ἵνα πανταχόθεν πληττόμενοι σώζοιντο. μικροῦ δὲ ὄντος καὶ τούτου, προσεπενήνεκται καὶ τὸ μεῖζον. ὅτε γὰρ, φησὶ, τὴν ἐμὴν ἀτιμάζοντες χεῖρα, μόνον· δὲ οὐχὶ Θεοῦ τοῦ πάντα ἰσχύοντος τὸ ἄναλκι καθορίζοντες, τὴν ὁδὸν πεποιῆσθε τὴν πρὸς Αἰγυπτίους, "ἵππων σάρκας" τῆς παρ' ἐμοῦ φροντίδος ἀνθῃρημένοι, καὶ "Αἰγύπτιον ἄνθρωπον" προτετιμηκότες, τότε δὴ τότε δεδαπάνηται, φησὶν, ὑπὸ τῆς Βαβυλωνίων ῥομφαίας τὸ μαχιμώτατον ὑμῶν γένος. καὶ ἅπας ὑμῶν ἱππότης αἰχμάλωτος ἦν, ἀπονευροῦντος Θεοῦ καὶ τοὺς εἰδότας εὐδοκιμεῖν, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ νικᾶν ἐν μάχαις. συνήσεις δὲ καὶ ἑτέρως τὸ Ἀπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου. Ἰωσίου βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, κατεστράτευσε τῆς Βαβυλῶνος Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ τύραννος. ὡς δὲ ἦν ἀνάγκη διὰ τῆς Ἰουδαίων αὐτὸν παρέρχεσθαι γῆς, οἰηθεὶς ὁ Ἰωσίας σκῆψιν μὲν εἶναι τὴν ἐπὶ Βαβυλῶνα ὁδὸν, ὡπλίσθαι δὲ κατ' αὐτοῦ τὸν Αἰγύπτιον, ἀντεξάγει παραλόγως. ἐκεῖ πέπτωκεν ὁ Ἰσραήλ. οὐκοῦν ἐξαπέστειλά φησιν εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, τουτέστιν ὡς ἐν παρόδῳ τῶν Αἰγυπτίων, τότε καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν, ἀντὶ τοῦ, ἐκ βάθρων ἀνέσκαψα τὰς τετειχισμένας ὑμῶν καὶ εὐπυργοτάτας πόλεις. ἔφη δὲ τοῦτο καὶ ἐν ἀρχαῖς "Καὶ "ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους, καὶ Ἰούδας ἐπλήθυνε"πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις "αὐτοῦ, καὶ καταφάγεται θεμέλια αὐτῶν." οὐκοῦν ἐξ αὐ- τῶν, φησὶ, κατέσεισα βάθρων τὰς ὀχυρωτάτας ὑμῶν παρ- εμβολὰς, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ λέγει Κύριος. 1.449 9Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.9 Οὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προσ- τέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ' ὑμῶν ἀγανάκτησιν. κατ- έστρεψα γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενη- μένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δο- ρικτήτους ἔχων τοῦς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀν- εκομίζετο, οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ' αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσμένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραί- τιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ 1.450 θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυ- μάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀπο- καθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παρα- χωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχί- νους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον. 9∆ιὰ τοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ.9 Ἐπειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο προσ- θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγάγοντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήσω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται. 9Πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ.9 Ἀλλ' εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι' ἣν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἔσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλ- 1.451 λότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραὴλ, τουτέστιν, ὃν δι' αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πε- ποιημένα. 9∆ιότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγ- γέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.9 Τῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῇ χείρονι ῥᾳδίως ἐλέγχεται. ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτε- ρίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων ∆ημιουργὸν, καὶ τῶν καθ' ἡμᾶς ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπά- σης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώ- μασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον. Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπι- γινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, 1.452 καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγ- γέλλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι "∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι' ἐμοῦ "κρατοῦσι γῆς." χριστὸν γὰρ ἐν τούτοις, οὐχὶ τὸν Ἐμ- μανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί· πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαί- νοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν μεμελετηκότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς ὁ Σωτήρ "Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ "ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· "οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος." ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ "ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν," ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις. οὐκοῦν Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυρι ευόντων, ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέ- ραν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ Κύριος παντοκράτωρ. Θέα δὴ οὖν, ὅσην ἐφ' ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προει- ρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκε- κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλι- σθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- 1.453 άρχειν τῶν ὅλων, ἑαυτὸν καθίστησιν ἐναργῆ. τοῦτο δὲ ἦν "πόνῳ καὶ μάστιγι" σωφρονίζοντος, μόνον δὲ οὐχὶ καὶ ἀνεθελήτως αὐτοὺς καταπαιδεύοντος εἰς ἐπιστροφὴν, καὶ τὰ δι' ὧν ἦν εἰκὸς ἀναμαθεῖν δύνασθαι τὰ ἀμείνω φρονεῖν, χρησίμως ἐπάγοντος. 9Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.9 Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ' ὅτε ποιοῦν- ται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ δι- ανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ' ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, συντέθειται δέ μοι θρῆνος ἐφ' ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ' ὅτῳπερ ἂν γένοιτο παρ' ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε 1.454 δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη; πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, πρὸς ἣν εἴρηται παρὰ Θεοῦ "Οὐχ ὡς οἶκόν "με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;" οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ' ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιά- ζετο, τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευ- θέρα καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν; ἀλλ' ἑκοῦσα λοιπόν. ταύτῃτοι κατεῤῥαγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν τῷ πάντα ἰσχύοντι Θεῷ "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- "σεταί σοι ἀπὸ τῆς ὀργῆς σου." Πέπτωκε δὲ καὶ ἑτέρως ἡ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή 1.455 σεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. 9∆ιότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν· καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.9 ∆ιατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον. κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολέμου τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετα- κομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ μόλις ὡς ἐν μοίρᾳ δεκάτῃ περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόῤῥοπον δίκην. Φοβερὸν οὖν ἆρα τὸ ἐν θυμῷ παιδεύεσθαι· ταύτῃτοι καὶ ἐλιπάρει Θεὸν ὁ προφήτης λέγων "Παίδευσον ἡμᾶς, Κύριε, "πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς "ποιήσῃς." 9∆ιότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραήλ Ἐκζητήσατέ με καὶ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσ ται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, 1.456 ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.9 Οὐκ ἐᾷ πάλιν τοὺς ἡμαρτηκότας κατολισθεῖν εἰς ἀπό- γνωσιν, καίτοι δειναῖς καὶ ἀφορήτοις πλημμελείαις ἐνει- λημμένους· προΐσχεται δὲ τὰ παρὰ τοῦ Θεοῦ, σαγηνεύων εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ ἀγαθὸς ὁ ∆ημιουργὸς, "Μακρόθυμος καὶ πολυέλεος καὶ "μετανοῶν ἐπὶ ταῖς κακίαις," καθὰ γέγραπται, καὶ ᾗ φησὶν αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ "Οὐ θέλει τὸν θάνατον τοῦ "ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ "αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν." εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ. Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ 1.457 Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστινῶν. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τού- των ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἡ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρη- σθήσεται, ὡς δοκεῖν ἤδη πως μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραῒμ, ἤτοι τοὺς ἐν τῇ Σαμαρείᾳ· γεγόνασι γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοοῦμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον. Καλὴ τοιγαροῦν ἡ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτη- δεύοντας αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς. 9Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν· 1.458 ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.9 Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέ- λων ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ' αὐτοῦ δικαιοσύνης κατεζεύχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειο- νεκτούμενον φύσει τε καὶ δόξῃ, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ τε καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντι θεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῇ νόμους, καθ' οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ' αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ' αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι δέ ἐστι παν- τοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντε- 1.459 λῶς οὐδὲν, εἴκει δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις, καὶ μεθίσταται τὰ ὄντα πρὸς τὸ αὐτῷ δοκοῦν, ἀποδείκνυσι, λαβὼν εἰς παράδειγμα τὸ ἐκτρέπειν μὲν εἰς τὸ πρωῒ σκιὰν, ἡμέραν δὲ αὖ συσκοτάζειν εἰς νύκτα· καὶ πρός γε δὴ τούτοις, ὅτι καὶ ἐξ ἁλὸς ὕδωρ, ἀφάτῳ δυνάμει πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω καλῶν, γλυκὺ καθίησι τοῖς ἐπὶ τῆς γῆς, τοῖς τοῦ κρα- τοῦντος νεύμασι μεταχωροῦν εἰς τὸ παρὰ φύσιν. ἐκτρέπεσθαι δέ φησιν εἰς τὸ πρωῒ σκιὰν, τουτέστι, τὴν νύκτα, ἤγουν τὸ σκότος μεταφοιτᾶν εἰς ἡμέραν. ὡς γὰρ ὁ μακάριος γράφει Μωυσῆς "Σκότος ἦν" ἐν ἀρχαῖς "ἐπάνω τῆς ἀβύσ- "σου," τουτέστιν ἡ σκιά· ἀλλ' "Εἶπεν ὁ Θεὸς, φησὶ, καὶ "ἐγένετο φῶς" οὕτως εἰς τὸ πρωῒ, τουτέστιν εἰς ἡμέραν, μετατετράφθαι φαμὲν τὴν σκιὰν, τουτέστι τὸ σκότος. ἀλλ' ἡμέρας γεγενημένης ἐπελάβετο αὖθις ἡ νύξ· τοῦτό ἐστι τὸ ἡμέραν εἰς νύκτα συσκοτάζειν. ὠφελεῖ δὴ οὖν ὁ Προφήτης τοὺς πεπλανημένους, οὐκ ἄψυχον ὕλην, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καταδεικνὺς, οὔτε μὴν ἐν ἴσῳ ταῖς δαμά- λεσι ταῖς χρυσαῖς, ἤγουν κατά τινας ὄντας τῶν ἐκ τέχνης ἀνθρωπίνης ἐξηυρημένων θεῶν, ἀλλὰ καὶ τῶν ἄνω πνευ μάτων βασιλέα καὶ νομοθέτην, καὶ τῶν ἐπὶ γῆς ὁμοίως, καὶ δεσπόζοντα τῶν στοιχείων, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν μετα- κλίνοντα τῶν ὄντων τὴν φύσιν. ταύτῃ γὰρ δὴ, καὶ μάλα δικαίως, φησὶν ὄνομα πρέπον αὐτῷ τὸ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. ἐπειδὴ δὲ ταῦτά ἐστι φύσει τε καὶ ἀληθῶς, διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, ἐπάγει δὲ καὶ ταλαιπωρίαν ἐπ' ὀχύρωμα· καταδράττεταί φησι τῶν ὑπερηφάνων, καὶ τοῖς 1.460 ἀποσειομένοις τὸν αὐτοῦ ζυγὸν ἐπιμερίζει συντριβάς. ἀλλὰ κἂν εἴ τις οἴηται τυχὸν ἐξ ἀποπληξίας ἰσχυρὸς εἶναι καὶ μέγας, καὶ τούτῳ ταλαιπωρίαν ἐπάγει. τοῦτο δὲ ἦν ὑπεμ- φαίνοντος εὐφυῶς, ὡς εἰ ἕλοιντο ῥᾳθυμεῖν, καὶ ἐν τοῖς τῆς ὑπερηφανίας ἐγκλήμασι διαμένειν ἔτι, καὶ μέγα φρονεῖν ἐπί γε σφίσιν αὐτοῖς, εἰς ἐσχάτην πεσοῦνται ταλαιπωρίαν, τῇ τοῦ πάντων κρατοῦντος χειρὶ λοιπὸν ὁσίως περιθραυόμενοι. "Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται," κατὰ τὸ γεγραμμένον, καὶ πολέμιον ἡγεῖται τὸν ἀλαζόνα καὶ ἀπειθῆ καὶ δυσάγωγον· ἐπιβλέπει γεμὴν "ἐπὶ τὸν ταπεινὸν καὶ "ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους" αὐτοῦ. καὶ ἀγαθὸν τὸ χρῆμα, καὶ ἀξιοζήλωτον ἀληθῶς παρά γε τοῖς ἄριστα διαζῆν ἑλομένοις. 9Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο.9 Ἀντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι "διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύ- "ρωμα ἐπάγει," ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα μήτις οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι' ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ' οὐδὲν πεποί- ηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφαν- δὸν καὶ ἐν παῤῥησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ 1.461 νόμον ἀπονοίας αὐτῶν καὶ ἀποστροφῆς διαμεμνῆσθαι νυνί. ἤλεγχον μὲν γὰρ οἱ προφῆται, προσιόντες ἀκρύπτως. ὅσιος δὲ λόγος ὁ νόμος ἦν, ὅτι καὶ Θεοῦ καὶ δικαιοσύνης πρύτανις, καὶ παιδαγωγὸς εἰς εὐσέβειαν, καὶ τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ δεικτικός. διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, "ἁγίαν "καὶ δικαίαν καὶ ἀγαθὴν" τὴν διὰ Μωυσέως εἴρηκεν ἐντολήν. οὐκοῦν νοσημάτων αἴσχιστον, καὶ τῶν ἐν ψυχῇ παθῶν ῥίζα τις ὥσπερ καὶ γένεσις τὸ ἀποσείεσθαι συμβουλὰς, καὶ μισεῖν ἐλέγχους, καὶ δοκεῖν τὸν θεῖον μηδὲ εἰδέναι νόμον. ὁ γάρ τοι πρὸς τοῦτο φαυλότητος καθιγμένος, νηΐ που πάντως ἔσται προσεοικὼς πηδαλίων ἐρήμῃ, καὶ οὐκ ἐχούσῃ τὸν ἐφεστη- κότα, ἣ παντὶ πνεύματι περιφέρεται, καὶ πρὸς τὸ ὠθοῦν ἁπλῶς ἀπερισκέπτως ἵεται, μονονουχὶ καὶ μεθύουσα, καὶ κυμάτων ἄθυρμα φαινομένη λοιπόν. ἀλλ' ὅ γε σοφὸς ἡμῖν ∆αυεὶδ μακαρίζει τὸν δίκαιον ἐκεῖνον λέγων "Ὁ νόμος τοῦ "Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ "διαβήματα αὐτοῦ·" ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. 9∆ιὰ τοῦτο ἀνθ' ὧν κατεκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδο- μήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, καὶ ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.9 Ἀληθὲς, ὅτι καὶ πάντη τε καὶ πάντως τὸ ἀποσχέσθαι τῶν ἀγαθῶν τὴν τῆς φαυλότητος ἔχει γένεσιν, καὶ ἡ τοῦ χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ 1.462 ὧδε ἔχουσι περιπταίειν ἡμᾶς ὡς ἐξ ἀνάγκης ποιεῖ. ὅνπερ γὰρ τρόπον φωτὸς ἀπεληλασμένου, κατ' ἴχνος εὐθὺς καὶ κατὰ πόδας εἶσι τὸ σκότος, οὕτως ἀρετῆς ἀποφοίτησις ἑπομένην ἔχει τὴν τῆς φαυλότητος εἰσδρομήν. οὐκοῦν, ἐπειδήπερ μεμισήκασι μὲν "ἐν πύλαις ἐλέγχοντα, κατε- "βδελύξαντο δὲ καὶ λόγον ὅσιον," εἰς πολυειδῆ κατώλισθον ἁμαρτίαν, ἐτράποντό τε πρὸς πλεονεξίαν, καὶ τὴν ὅτι μάλιστα κατεστυγημένην Θεῷ καταδυναστείαν ἐπιτηδεύ- οντες, ἔτυπτον μὲν "Πυγμαῖς ταπεινὸν," καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, οἱ ἁδροί που πάντως καὶ τῶν ἄλλων ὑπερκείμενοι δόξῃ τε καὶ πλούτῳ· διήρπαζον δὲ δωρεᾶς ὀνόματι, παρ' οὐχ ἑκόντων δεχόμενοι τὰ τῶν ἐνόντων αὐτοῖς τιμιώτερα. πλὴν ἀποφαίνει χρησίμως, ὅτι τοῖς τὰ τοιαῦτα δρᾶν εἰωθόσιν ἀνόνητος ἡ πλεονεξία, καὶ τὸ αἰσχρῶν ἡττᾶσθαι λημμάτων εἰς λύπας ἐκτελευτᾷ, καὶ δίκην ἔχει τὸ πέρας. εἰ γὰρ μήτε οἴκων ἀπολαύσουσι τῶν ὡς ἐν σπουδῇ καὶ φιλο- τίμως ἐξειργασμένων, εἰκῇ δὲ αὐτοῖς πονεῖται τὰ ἐν ἀγροῖς, οἴχεται δὲ πρὸς ἀδόκητον ἔκβασιν τῶν ἠγαπημένων ἡ μέθεξις, δι' ἃ γέγονεν ἡ πλεονεξία, καὶ τὸ φιλοχρήματον εἰσέδυ πάθος, πῶς οὐκ εἰκαῖος καὶ ἀκερδὴς ἀναφανεῖταί τισιν, ὁ ἐπί γε τῷ χρῆναι πλεονεκτεῖν τρόπος; σοφὸν οὖν ἐκεῖνο περινοεῖν, ὅτι καθά φησιν ὁ Παροιμιαστής "Κρείσσων ὀλίγη λῆψις "μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας." εἰδωλολατρείαν δὲ καὶ ὁ Παῦλος τὴν πλεονεξίαν καλεῖ, καὶ μάλα εἰκότως· ἀθεότης γὰρ τὸ χρῆμα λοιπὸν, καὶ ἐν ἴσῳ τέθεινται τοῖς τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκόσιν οἱ τὸν τῆς εἰς ἀδελφοὺς ἀγάπης νόμον πατοῦντες, ἣ καὶ τοῦ νόμου τὴν πλήρωσιν ἔχει. ὁ δὲ νόμον οὐκ εἰδὼς, ἀρνεῖται τὸν Νομο- 1.463 θέτην. σωφρονεστέρους δὲ ἡμᾶς καὶ ἀδίκου φιλοχρηματίας κρείττονας καὶ αὐτὸς ὁ Χριστὸς ἀπετέλει λέγων "Τί γὰρ "ὠφεληθήσεται ἄνθρωπος ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, "τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος "ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ·" "Θησαυροὶ γὰρ ἀνόμους "οὐκ ὠφελήσουσι, κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ "ῥύσεται ἐκ θανάτου." 9Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. διὰ τοῦτο ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν.9 Ὅτι μὴ ἐπὶ σμικροῖς, μήτε μὴν ἐπὶ τοῖς τυχοῦσι τῶν πλημμελημάτων ἀμύνεται Θεὸς τοὺς προσκεκρουκότας, ἀν- εξικακήσας δὲ μᾶλλον ἐπὶ μετρίοις πταίσμασι, ταῖς ἀχαλίνοις εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευ- φραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν. ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ' αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δίκαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντι μισθίας τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν; ἢ γὰρ ἐκεῖνό 1.464 φησιν, ὅτι τοὺς τὰ μέτρια φρονεῖν ἀναπείθοντας, καὶ ἐν παῤ- ῥησίᾳ περὶ τούτου συμβουλεύοντας ἐποιοῦντο φευκτούς· ἤγουν ὅτι τὰ τῶν πενήτων κρίματα παρακρίνειν ἀπετόλμων, οὐ λεληθότως· πόθεν; οὐδὲ οἱονεὶ σοφιζόμενοι τὴν ἀσέβειαν, ἀλλ' οἱονεὶ ἐν πύλαις, τουτέστιν ἀναφανδὸν καὶ ἐν ὄψει πολλῶν, οὐδὲν ἔτι κατερυθριῶντες ὅλως, οὔτε μὴν αἰδῶ τινὰ τοῦ θείου ποιούμενοι νόμου. εἰς τοῦτο δὲ ἤδη φαυλότητός τε καὶ πονηρίας κατεβίβασαν τὸν καιρὸν, ὡς καὶ αὐτοῖς ἄμεινον ὁρᾶσθαι τοῖς σοφοῖς, καὶ τοῖς συνιέναι δυναμένοις οἰκονομίας πραγμάτων, τὸ μήτε ἐλέγχειν ἔτι, μήτε μὴν ἐπανορθοῦν τοὺς δυσσεβεῖν ἑλομένους, διάτοι τὸ τοῖς οὐκ ἔχουσιν ὠτία προσεοικέναι λοιπὸν τοὺς ἐλεγχομένους, καὶ κυνηδὸν ἐπιθρώσκειν τοῖς ἐθέλουσιν ὠφελεῖν, καὶ ἐν ἐχθρῶν ποιεῖσθαι μοίρᾳ τοὺς τῶν καλλίστων εἰσηγητάς. ἐπετίμων γὰρ τοῖς ἁγίοις προφήταις, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον εἰς μέσον ἰόντας ἔσθ' ὅτε, καὶ τοὺς ἄνωθεν αὐτοῖς διακομίζοντας λόγους. καὶ γοῦν Σεδεκίας ἀπαγγέλ λοντα τὰ παρὰ Θεοῦ τὸν προφήτην Ἱερεμίαν ποτὲ μὲν ἐδέσμει, ποτὲ δὲ καὶ εἰς λάκκον καθίει, καὶ τοῖς ἐν αὐτῷ τέλμασιν ἐναποπνίγειν ἤθελεν. Οὐκοῦν ἐπὶ μικροῖς ἔτι πταίσμασι μετανοεῖν ἀναγκαῖον, καὶ μὴ ταῖς τῶν μειζόνων ἐπαγωγαῖς μονονουχὶ καὶ ἄκοντα παροτρύνειν Θεόν. εἰ γὰρ ἰσχυραὶ γένοιντο καὶ πολλαὶ λίαν αἱ ἁμαρτίαι, τότε δὴ πάντως ἀνταποδώσει, καὶ τὰς τῆς ἀγανακτήσεως ἐποίσει φλόγας. ἰσχυρὰς δὲ εἶναί φαμεν τὰς ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι "μὴ πᾶσα "ἁμαρτία πρὸς θάνατον," κατά γε τὴν σοφωτάτην τοῦ Ἰωάννου φωνήν· εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρω- πίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

1.465 ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.

1 9Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλὰ, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.9 Ἔφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ' ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, "πόνῳ "καὶ μάστιγι" παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετα- τιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν 1.466 εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πως, ἐφ' οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμο- λογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενή- νεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέ- γοντας Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, καὶ μεθ' ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, του- τέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγρά- φοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παραση μαίνοντες δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς κεφαλὰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατ- ελεήσῃ Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν περιλειφθέντας ἐξ Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραῒμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς ὀνόματι σημαίνεται. ∆εῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορ- θοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· 1.467 κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον· καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι διελεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.9 Ἀπογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαί- νεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνά- μεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν ἤδη πως τὰς ἁμαρτίας, καὶ οὐ πόῤῥω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πως οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιῤῥίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν. 9Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ 1.468 ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ;9 Τῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσό- μενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, δια- γελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέ- σεις καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ὁλοτρόπως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κατά γε τὴν Ἱερεμίου φωνήν "Ποῦ ἐστὶν ὁ λόγος Κυρίου; ἐλθέτω." ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφῆται, καὶ δειμάτων αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ' αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι "Ὅταν ἔλθῃ ἀσεβὴς εἰς "βάθος κακῶν, καταφρονεῖ," κατὰ τὸ γεγραμμένον. ἀλλ' οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ. Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἣν καὶ τοῦ Κυρίου φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, 1.469 φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ' ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ' ὁ τοῦτο φυγὼν, ὑπ' ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκ- νενευκόσι συναντήσει τὸ δεύτερον. τοῦτο γάρ ἐστι τὸ δια φυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" καὶ "Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. 9Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ- ματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.9 Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἱ μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλί- σκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν 1.470 τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆ- γον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ' ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων ∆ημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο λέγων "Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσ- "έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν "θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων "κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ "βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- "ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου "οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- "μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ "σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν "καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· "ἐγενήθητέ μοι εἰς πλησμονήν." ταύτης ἠρτῆσθαι τῆς διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτὰς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ' ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας. Ἀλλ' Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν 1.471 ἀσέβειαν πρέποι ἂν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέ- χεται δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ' ἂν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους "Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ "Θεῷ." ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν ἀληθὲς ὅτι "Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς," εἰ μὴ ἐν Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι τὸν νοῦν. 9Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. καὶ κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ δικαιο- σύνη ὡς χειμάῤῥους ἄβατος.9 Ἐκπέμπει ταῖς ἑορταῖς ὁμοῦ καὶ ταῖς ἀνονήτοις θυσίαις τὰς ὀργανικὰς εὐφημίας, οὐκ ἀψύχοις ὕλαις τὸ χρῆναι δοξο- λογεῖν ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων ∆εσπότῃ. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ' ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι, καθάπερ ἔφην ἀρτίως, ἦχον ᾠδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαῖαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν 1.472 μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών Ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακλη- θήσομαί φησιν, οὐδὲ ταῖς δι' ὀργάνων εὐηχίαις ἀποκρούσει τὰ ἐγκλήματα· ἀλλ' ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ' ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ' ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατα- σύρων δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταῤῥήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαῤῥοι. οὕτω καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἔσται, καὶ ἕτερον οὐδέν. Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετα νοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀπο- κρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ' ἐξ ἀγαθῆς διανοίας σοφὸν ἀληθῶς καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. "Θῦσον γὰρ, φησὶ, θυσίαν "αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- "κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ "δοξάσεις με." 9Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι τεσσαράκοντα ἔτη οἶκος Ἰσραὴλ ἐν τῇ ἐρήμῳ λέγει Κύριος, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.9 ∆ιὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς 1.473 τοὺς ἐξ αἵματος Ἰσραήλ "Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς "ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· "διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας "ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας "ὑμῶν οὐκ ἐπιβλέψομαι." ἵνα γὰρ φαίνηται σεσωκὼς αὐ- τὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμῃ διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀν- τέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προ- βαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν· ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τού- των ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τυχὸν τῶν τεθε- σπισμένων, "Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς "τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι," ποιήσεις τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν χρόνῳ τεσσαρακονταετεῖ καθ' ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ' ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαρά- κοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ' ἐσώζοντο τότε 1.474 καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι' ἑτέρου προφήτου πάλιν "Οὐκ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς "ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ." αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλο- πρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον. Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες "Ποίησον ἡμῖν θεοὺς "οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄν- "θρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν "τί γέγονεν αὐτῷ." μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ἔρη- μον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ' ἑκάστου καὶ ἕτερα διεπράτ τοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἂν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων. ∆εδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατ- ακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων "∆έομαι, Κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, "ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς," καίτοι μόσχος ἦν 1.475 τὸ διαπεπλασμένον. ἀλλ' οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγορούμενός ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκλη- ροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῇ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως "Οὗτός ἐστιν ὁ "γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου "τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων "ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν "ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ' ἀπώσαντο καὶ "ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- "πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται "ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς "Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχο "ποίησαν ἐν τῇ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀν- "ήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς "ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ "παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, "καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια "καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα "ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος, καὶ ἀνελάβετε τὴν "σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν "̔Ραιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, "καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος." ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέ- 1.476 μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐν- νοεῖν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσ- φόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐ- τῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσ- φόρου γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολὸχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν. Ῥαιφὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προ- ανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέ- ροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥαιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ' ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος ∆αμασκοῦ μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε ∆αμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα ∆αμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Ἐπέ- κεινα Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα ∆αμασκοῦ ὠνομάσθαι τὴν Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς ∆αμασκηνῶν, 1.477 ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ. 9Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.9 Ταλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραῒμ, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσε- βείας κατ' ἴχνος ἰόντες παραθήγουσιν ἐφ' ἑαυτοὺς τὸν τῶν ὅλων ∆εσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιὼν τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσο-λύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ' οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ' ᾗ φησι τὸ γράμμα τὸ ἱερόν "Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ "λεύκης καὶ δένδρου συσκιάζοντος." ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός "Καὶ σὺ μὴ προ- "σεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι "αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ "προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου." εἶτα τῆς ἀποστρο- φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων "Ἢ οὐχ ὁρᾷς τί οὗτοι "ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερου- 1.478 "σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- "τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ "ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν "σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με." ἐξουθενή- κασι δὴ οὖν τὴν Σιὼν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαί. Ἁρμόσειε δ' ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ' ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περι- έσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν. Πικρὸν οὖν ἄρα καὶ ἀπευκτὸν ἀληθῶς τὸ δυσβουλίας εἰς τοῦτο κατολισθεῖν, ὡς δι' οὐδενὸς μὲν ποιεῖσθαι τολμᾶν τὴν εἰς Θεὸν ἀγάπησιν, προσκεῖσθαι δὲ τοῖς ἀτόποις καὶ δρᾶν ἃ μὴ θέμις, καὶ καταλυπεῖν αὐτὸν, οἴεσθαι δὲ ὅτι, μὴ αὐτοῦ διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ' ἡμῖν· "Πᾶσα γὰρ δόσις "ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον "παρὰ τοῦ Πατρὸς τῶν φώτων·" αὐτῷ δὴ ἄρα προσ- κεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐ- τῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθό- τες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ τῇ κοσμικῇ. πρέποι δ' ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων τὸ οὐαί. 9Ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσ- 1.479 ραὴλ, διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθετε ἐκεῖθεν εἰς Αἰμὰθ Ῥαβὰ, καὶ κατάβητε εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλείων τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων.9 Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ' αὐτοῦ με- γαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δου- λείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν· εἰσ- κεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος ∆αυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη "καὶ κατεφύτευσας αὐτήν." ὀνειδίζονται δὴ οὖν, καὶ μάλα εἰκότως, ὡς ἀχάριστοι κομιδῇ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν ἐθνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παρα- λύοντος. ἀλλ' ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας. βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· 1.480 αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. ἦσαν μὲν οὖν πολλαί τε καὶ ἀνὰ μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ' οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμ- προτέρα δὲ τῶν ἄλλων ἡ ∆αμασκηνῶν καὶ Παλαιστινῶν. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν ∆αμασκοῦ βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιό- χειαν, τὴν δὲ μείω καὶ στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς,τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐνα-κεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ γραφὴ προτε 1.481 ταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἑβραίων ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, τὸ Ἐπέκεινα Βαβυ- λῶνος εἰπεῖν. Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ' οἱ μὲν ἐξουθένουν τὴν Σιὼν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον. Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ' ἡμῖν τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εὐρυ- τέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπω- φελῶν εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- νουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν. Εὐρύτερος δὲ πάλιν τῆς αἱρετικῶν στενότητος ὁ περὶ τῆς ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λο- γισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας περιαθροῦντες κάλλος, εἰς 1.482 πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, "αἰχμαλωτίζοντες "πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ," τῇδέ τε κἀκεῖσε διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀπο- φοιτᾶν ἑλομένοις "τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς," προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος "Τὸ στόμα ἡμῶν "ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- "τυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν "τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς "τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑτεροζυ- "γοῦντες ἀπίστοις." 9Οὐαὶ εὐχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν.9 Ἔφασκεν ὅτι "Οὐαὶ τοῖς ἐξουδενοῦσι Σιὼν, καὶ τοῖς πε- "ποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας." καὶ ἐπειδὴ δύο τινῶν ἐποιεῖτο μνήμην, τῶν τε ἐξουθενούντων φημὶ τὴν Σιὼν καὶ τῶν πεποιθότων ἐπὶ τὸ ὄρος Σαμαρείας, πολυπραγμονοῦντες ἀναγκαίως τῶν ἐννοιῶν τὴν δύναμιν, ἐφηρμόσαμεν ἡμεῖς τοῖς ἐξ Ἰούδα καὶ Βενιαμὶν τὴν αἰτίαν τοῦ ἐξουθενεῖν τὴν Σιὼν, τοῖς γεμὴν ἐξ Ἐφραῒμ τὸ πεποιθέναι ἐπὶ τὸ ὄρος Σαμαρείας. εἶσι δὴ οὖν ὥσπερ ἀνόπιν ὁ λόγος, καὶ τὰ ἀμφοῖν ἐγκλήματα καταλέγει πάλιν, αὐτοῖς ἐπιφέρων τὸ Οὐαί. ἔθος δὲ τῇ θείᾳ γραφῇ κατὰ τῆς εὐθείας πτώσεως τὴν τοῦ Οὐαὶ φωνὴν ἐπι- φέρειν· οἷόν τι φημί "Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν "Κυρίου·" καὶ πάλιν "Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ 1.483 "σίκερα διώκοντες." οὐαὶ τοίνυν φησὶν οἱ εὐχόμενοι εἰς ἡμέ- ραν κακὴν, τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τὸ γὰρ μὴ ἀνέχεσθαι μετανοεῖν, μήτε μὴν τὸν ἐπὶ τοῖς ἔσεσθαι προ απηγγελμένοις εἰσδέξασθαι φόβον, μονονουχὶ καὶ ἐπιθυμεῖν ἐστὶν εἰς ὀλέθρου πεσεῖν ἡμέραν. οἷον ὡς εἴ τις περί τινος τῶν φιλαμαρτημόνων λέγοι τυχόν Ἐπιθυμεῖ τεθνάναι, καίτοι τοῦτο παθεῖν οὐκ ἐθέλοντος ἐκείνου, πόθεν; ἀλλ' ὅσον ἧκεν εἰς τὸ βούλεσθαι δρᾶν, καὶ τοῦτο ἀκαταλήκτως, τὰ τοῖς νόμοις ἀπᾴδοντα, μονονουχὶ καὶ ἐρᾷ τῆς τοῖς φιλαμαρτή- μοσιν ἀεί πως ὀφειλομένης κολάσεώς τε καὶ δίκης. μετανοεῖν οὖν ἄρα μὴ ἀνεχόμενοι, μονονουχὶ καὶ ἐπιθυμοῦσι πεσεῖν εἰς ἡμέραν κακὴν, καὶ ταῖς ἤδη προαπηγγελμέναις ἐναλῶναι συμ- φοραῖς, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν. ἦν μὲν γὰρ ἔτι συνεστηκὼς ὁ νεὼς καὶ τὰ ἐν αὐτῷ θυσιαστήρια. καὶ προσῆγον μὲν τῷ Θεῷ τὰς κατὰ νόμον θυσίας, ἐπετέλουν δὲ καὶ τὰς ἐν σαββάτοις ἀργίας, πλὴν οὐκ εἰσάπαν ἠκρι- βωμένως, ἀτημελῶς δὲ σφόδρα καὶ ῥᾳθύμως κομιδῇ. καὶ γοῦν ᾐτιᾶτο διὰ φωνῆς προφητῶν, ὡς σάββατα μὴ τετηρη κότας. οὐαὶ τοίνυν, φησὶ, τοῖς προσποιουμένοις ἐγγίζειν Θεῷ διά τοι τοῦ προσποιεῖσθαι τιμᾶν τὰ Μωυσέως ἔτι, καὶ ψευδῶν σαββάτων ἀποθιγγάνειν. ὁρᾷς ὅπως διαβέβληκεν ὡς οὐκ ὀρθῶς ἢ πεφροντισμένως τὴν τῷ σαββατίζειν πρέπουσαν τηροῦντας ἀργίαν; Ἄλλως τε· χρῆναι γὰρ ὑπολαμβάνω καί τι τῶν ἀναγ- καιοτέρων ἐπὶ τούτοις εἰπεῖν· ψευδῆ σάββατα, τὰ παρὰ τοῖς Ἰουδαίοις· εἴπερ ἐστὶ σκιὰ μὲν ὁ νόμος, καὶ τύπος κατὰ τὸ ἀληθὲς τὰ διὰ Μωυσέως. ὁ δὲ τύπος οὐκ ἀλήθεια, 1.484 μόρφωσιν δὲ μᾶλλον τῆς ἀληθείας εἰσφέρει. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις, καί φησι περὶ τῶν ἀρχαιοτέρων "Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ "τοῦ Θεοῦ." οὐ γὰρ κατέπαυσεν ἐκείνους Ἰησοῦς, οὔτε μὴν εἰσεληλάκασιν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ· σαββα- τίζομεν δὲ πνευματικῶς ἡμεῖς ἐν Χριστῷ, καταλύοντες καὶ ἀποφοιτῶντες μὲν ἁμαρτίας, καταλήγοντες δὲ παντὸς φθαρτοῦ καὶ γηΐνου πράγματος. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος "̔Ο γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς "κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ "τῶν ἰδίων ὁ Θεός." 9Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίου γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.9 Οὐαὶ πάλιν ἀπὸ κοινοῦ τοῖς καθεύδουσιν ἐπὶ κλινῶν ἐλε φαντίνων, τοῦτό τε κἀκεῖνο δρᾶν εἰωθόσιν. ἐπαιτιᾶται δὲ λίαν τῶν ἐν τῇ Σαμαρείᾳ τοὺς ἐν δόξῃ περιφανεστέρους, καὶ ταῖς τῶν χρημάτων περιουσίαις τῶν ἄλλων ὑπερηρμένους, ὡς ἐκ πολλῆς ἄγαν εὐημερίας μονονουχὶ καὶ μεθύοντας, καὶ τῷ τῆς τρυφῆς πλάτει παρενηνεγμένους εἰς τὸ μηδὲν ὅλως ὑπο- 1.485 βλέπεσθαι τῶν δεινῶν, μήτε μὴν οἴεσθαι τὸν τῶν ὅλων Θεὸν τοῖς οὕτω διακειμένοις ἐπιθήγεσθαί ποτε, καὶ ποινὰς ἐπάγειν τοῖς φιλαμαρτήμοσιν. ἐξηγεῖται δὲ ἀκριβῶς τὸ ἀνειμένον αὐτῶν καὶ ἄφετον εἰς τρυφάς. κλῖναί τε γὰρ αὐτοῖς ἐξ ἐλέφαντος, φησὶν, αἱ πολυτελεῖς τε καὶ μαλακαὶ μὲν εὐναὶ, τὰ δὲ ἀπόλεκτα τῶν ἀμνῶν, μόσχοι τε ὑπότιτθοι τὰ ἐδώδιμα, ᾠδαί τε καὶ μέλη, καὶ πάντα τὰ δι' ὀργάνων συνεισθέοντα ταῖς τρυφαῖς, κῶμοί τε καὶ κρότοι, καὶ τὸ ἔτι φορτικώτερον, ὅτι τὰ τοιάδε τῶν κακῶν ὡς ἑστῶτα ἐλο- γίσαντο καὶ οὐχ ὡς φεύγοντα. καθόλου μὲν γὰρ παρίπταται τὰ τοιάδε, καὶ ἀπάτη κοσμικὴ τὸ ἱδρυμένον οὐκ ἔχει. λύεται γὰρ ἐν ἴσῳ σκιαῖς, καὶ "παράγει τὸ σχῆμα τοῦ κόσμου "τούτου," κατὰ τὸ γεγραμμένον· συγκαταλήγει δὲ πάντως τοῖς τεθνεῶσιν ἡ τρυφή. ἐπὶ δέ γε τῶν ἐν Σαμαρείᾳ καὶ καθ' ἕτερον ἂν νοοῖτο τρόπον τῶν εἰρημένων ὁ νοῦς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, φεύγοντά τε καὶ οὐχ ἑστῶτα λέγει τὰ εἰς τρυφὴν αὐτοῖς ἐξιτήλως ἐξηυρη μένα, ὡς ὅσον οὐδέπω παρελευσόμενα. ἐπικροτοῦσι δὴ οὖ ὀργάνοις, οἶνον πίνοντες τάχα που τὸν ἀνθοσμίαν, καὶ λεπτῶς εὖ μάλα διυλισμένον· καταχρίονται δὲ καὶ μύρῳ, συντιθέντες τὰ ἐξαίρετα, καὶ λόγον οὐδένα πεποίηνται παντελῶς τοῦ συντρίβεσθαι μέλλειν τὸν Ἰωσήφ. ὡς γὰρ ἔφην ἀρτίως, καίτοι προεγνωκότες τὴν ὅσον οὐδέπω παρεσομένην συμ- φορὰν, καὶ τῆς Σαμαρείας τὴν ἅλωσιν, καὶ τὴν τοῖς ἐξ Ἰωσὴφ γενησομένην συντριβὴν, τῆς αὐτοῖς κατειθισμένης οὐ κατημέλουν τρυφῆς. Πάνδεινον οὖν ὡς ἀληθῶς τὸ σωματικῆς ἡττᾶσθαι τρυφῆς 1.486 τοὺς χωρῶν ἢ πόλεων ἢ λαῶν ἡγεῖσθαι λαχόντας. δέον γὰρ ὂν μᾶλλον ταῖς καθηκούσαις νήψεσιν εὖ μάλα χρωμένους περιαθρεῖν τὰ συμφέροντα, καὶ κατ' εὐθὺ τοῦ πρέποντος ἀποφέρειν τοὺς ὑπεστρωμένους, καὶ διὰ παντὸς τρόπου λε- λυπημένον ἐκμειλίσσεσθαι Θεὸν, πῶς οὐκ ἀπόπληκτον κομιδῇ τὸ κατολισθεῖν εἰς τρυφὰς, καὶ τῆς βεβήλου φιλοσαρκίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον; περὶ τῶν τοιούτων τάχα που φησὶν διὰ φωνῆς ἁγίων "Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες "καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς." ὅτι γὰρ ταῖς τῶν ποιμένων ῥᾳθυμίαις κινδυνεύσει τὸ ὑπήκοον, σαφὲς ἂν γένοιτο, πάλιν Θεοῦ λέγοντος ἐναργῶς "Ὅτι οἱ ποιμένες "ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο "οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν." 9∆ιὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν, καὶ ἐξαρ- θήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.9 Ἐπειδὴ γὰρ, φησὶ, τετρυφήκασι, τὴν εἰς Θεὸν ἀφέντες ἀγάπησιν, τεθαρσήκασι δὲ καὶ ἐπὶ τὸ ὄρος Σαμαρείας, του- τέστι, τοῖς οὖσιν ἐν Σαμαρείᾳ, μεγάλην ὀφρὺν ἀνασπῶντες οἱ ἡγούμενοι, ὡς ἀμετρήτου πληθύος ἐξάρχοντες καὶ ἀριθμοῦ κρεῖττον ἔχοντες τὸ μάχιμον γένος, ταύτῃτοι, φησὶν, ἥξει μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους· ἀεὶ γὰρ πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐν Σαμαρείᾳ λαμπροῖς, τοῖς ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ 1.487 εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πως τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν. ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προ- κριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵπ πων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ' ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἂν μάθοις. ἐπ' αὐ- τοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, προσέθεσαν δὲ καὶ ἑτέ- ρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται. 9Ὅτι ὤμοσε Κύριος καθ' ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα.9 Τὸ ἀμετάθετον τῆς ὀργῆς ἀποφαίνει, δεικνὺς ὀμωμοκότα Θεὸν, ὡς εἴη μεμισηκὼς τὴν ὕβριν τοῦ Ἰακώβ. καὶ οὐ δήπου φαμὲν ὅτι τοῦ προπάτορος ἡμῶν Ἰακὼβ ὁ θεῖος ἡμῖν λόγος ποιεῖται κατάῤῥησιν· κομιδῇ γὰρ εὔηθες τὸ τῇδε νοεῖν, ὅτι καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ 1.488 Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῇ· μεμισηκέναι φησίν. ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρω- θεῖσθαί φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τού- τοις μήδε ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον; Ὀμώμοκε τοίνυν καθ' ἑαυτοῦ, φησὶν, ὁ τῶν ὅλων Κύριος. καθ' ἑαυτοῦ δὲ, ὅτι "κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι." τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἦν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἂν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ' αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ. καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου "Περιδράμετε ἐν ταῖς ὁδοῖς "̔Ιερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις "αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν "πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῇ τοῦ βίου φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα 1.489 τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα. 9Καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν. καὶ ἔσται ἐὰν ὑπολειφθῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ καὶ ἀποθανοῦνται, καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου, καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκ ἔτι· καὶ ἐρεῖ Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου.9 Ἐπειδὴ γὰρ μεμίσηκε μὲν αὐτῶν τὰς χώρας, καταμυσάτ- τεται δὲ καὶ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ἀλαζονείαν αὐτῶν, αὐτάνδρους τὰς παρ' αὐτοῖς διολωλέναι πόλεις ταύ- τῃτοί φησι. τὸ δὲ ὅπως ἕκαστα τοῖς ἐκείνα πεπλημμε- ληκόσι συμβήσεται, διερμηνεύει λεπτῶς. ἐξαρῶ γὰρ, φησὶν, ἣν ἂν βούλωμαι πόλιν, καὶ οἷον ἐκ μέσου ποιήσομαι τοῖς κατοίκοις ὁμοῦ. κἂν εἰ γένοιτο τυχὸν δέκα τινὰς τῶν ἐκ μιᾶς ὄντων οἰκίας διαδράναι μὲν τῶν πολεμίων τὸ ξίφος, εἰσδῦναι δὲ εἰς μυχοὺς καὶ εἰς τὰ ἐσώτερα τῆς οἰκίας, τεθνήξονται, δεδιότες τάχα που κἂν γοῦν προκύψαι βραχὺ τῶν ἐν οἷς εἰσὶ μυχῶν. ∆ιαδέξεται τοίνυν τὴν τοῦ παίοντος χεῖρα, φησὶν, ὁ λιμὸς, καὶ ἀποκτενεῖ τοὺς κεκρυμμένους. ἀποκεχωρηκότων δὲ τῶν ἐχθρῶν ἥξουσί τινες τῶν ἐξ αἵματός τε καὶ κατὰ διάθεσιν οἰκείων, καὶ παραβιῶνται τοῦ ἐξενεγκεῖν τὰ ὀστᾶ αὐτῶν. τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες 1.490 λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμά- των, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοι- χομένοις καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαρι ζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ' ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς. ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής. Ἀλλ' εἰ τοῦτο λέγοιεν οἱ τῆς οἰκίας προεστηκότες, ἀντα- κούσονται, φησὶ, παρὰ τοῦ τὴν πεῦσιν προσάγοντος Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου. Καὶ τί δὴ τοῦτό ἐστιν, ἀναγκαῖον ἰδεῖν. τινὲς μὲν οὖν οἴονταί τε καί φασιν, ὅτι μέλλοντας ὀμνύναι τοὺς τῆς οἰκίας προεστηκότας, οἱ ἐρωτῶντες κατασιγάζουσιν, ἵνα μὴ ὀμόσωσι τὸ ὄνομα Κυρίου. προσεπάγουσι δὲ, ὅτι πρὸς τοῦτο τοῖς ἐξ Ἐφραῒμ τῆς ἐσχάτης ἀφιλοθεΐας κατώλισθεν ὁ νοῦς, ὡς μηδὲ ἀνέχεσθαί τινων, εἴπερ ἕλοιντό πως τὸν τῶν ὅλων ὀνομάζειν Θεόν. ἔστι δὲ οἶμαι σαθρὸς κομιδῇ καὶ τὸ ἀκαλλὲς ἔχων ὁ τοιόσδε λόγος. ὅτι μὲν γὰρ ἀπέθορον τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως οἱ ἐξ Ἐφραῒμ, ἐνδοιάσειεν ἂν οὐδείς. ἀλλ' ἐν πληγῇ καὶ μάστιγι γεγονότας, εἰκὸς δήπου μᾶλλον καταδεῖσαι βραχὺ καὶ μεταφοιτῆσαι λοιπὸν πρὸς τὸ χρῆναί τι βούλεσθαι τῶν ἀναγκαιοτέρων, οὐκ ἐκ τῶν ἐναντίων 1.491 ἀγρίως οὕτως καταθρασύνεσθαι τῆς εἰς Θεὸν εὐσεβείας. ἄλλως τε· προσθείην γὰρ ἂν τοῖς εἰρημένοις καὶ τόδε· ποία γὰρ ἦν ἀνάγκη τοῖς προεστηκόσι τῆς οἰκίας ἐρωτωμένοις εἴ πη τις ἄρα παρ' αὐτοῖς ἢ ζῶν ἔτι τυχὸν, ἤγουν τεθνεὼς ἤδη λανθάνει, προσθεῖναι καὶ ὅρκον, ὡς οὐδεὶς ἔτι παρ' αὐτοῖς; Τί οὖν ἐστὶ τὸ ἐρεῖ Σίγα ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου; φαμὲν, ὅτι τὴν κατὰ Θεοῦ κατάῤῥησίν τε καὶ βλασ- φημίαν ἔθος ἦν οὕτως ἀποκαλεῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐκ νομικῶν ἐνταλμάτων ἔχουσι τὴν ἀρχήν. γέγραπται μὲν γὰρ ἐν τῷ Λευιτικῷ, ὅτι δύο τινὲς ἄνδρες συνεπλάκησαν ἀλλήλοις ἐν τῇ συναγωγῇ, εἶτα δεδυσφήμηκεν εἷς τῶν μεμα χημένων, ὁ τῆς Αἰγυπτίας υἱὸς, καὶ τελευτᾷ μὲν λιθό- λευστος. ἐτίθει δὲ νόμον εὐθὺς τὸν ἐπὶ τῷδε Θεὸς, οὕτω λέγων "Ἄνθρωπος ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν "λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανα- "τούσθω." οὐκοῦν τὸ ὀνομάσαι τὸ ὄνομα Κυρίου, τὸ δυσφη- μεῖν ἐστὶν, εὐφήμοις λέξεσι διὰ τῶν ἱερῶν ἐκπεφωνημένον γραμμάτων. ἐπειδὴ δὲ πολλοῖς ἔθος, εἰ γένοιντό πως ἐν λύπαις, παλιμφήμους ἔσθ' ὅτε ῥίπτειν κατὰ Θεοῦ φωνὰς, ἀπαγγέλλοντα, φησὶ, τὸν προεστηκότα τῆς οἰκίας, ὡς οὐδείς ἐστιν ἔτι παρ' αὐτῷ, καί τι πεπονθότα τῶν ἐξ ἀνηκέστου συμφορᾶς, ἐπιστομιεῖ φησὶν ἵνα μὴ ὀνομάσῃ τὸ ὄνομα Κυρίου, τουτέστιν, ἵνα μή τι τῶν παλιμφήμων εἴπῃ κατὰ Θεοῦ. τοῦτο δ' ἔστιν οὐκ εἰκῆ δεικνύοντος ἐπενηνεγμένην αὐτοῖς τὴν μάστιγα, καὶ κολάζοντος οὐ μάτην, ἀλλ' ἐπὶ χρησίμῳ καὶ ἀναγκαίῳ. ἔστι γὰρ ἔστι, καὶ μάλα εὐκόλως, ὡς ἀπό γε τοῦ συμβεβηκότος ἰδεῖν, ὅτι μετέστησεν εἰς εὐλάβειαν 1.492 τοὺς ζῶντας ἔτι καὶ περιλελειμμένους ἡ τῶν πεπονθότων πληγὴ, καὶ δεδιέναι παρεσκεύασε τὸ προσκρούειν ἔτι Θεῷ, κἂν γοῦν ἐν ψιλοῖς αὐτὸν καταλυπῆσαι λόγοις, καίτοι πάλαι καὶ τοῦτο δρᾶν ἀφυλάκτως εἰωθότας, προστιθέντας δὲ τοῖς λόγοις καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ὕβρεις. οὐκοῦν ἄμεινον παρὰ πολὺ τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ σώφροσι πρὸ πληγῆς καὶ μάστιγος ἐπὶ τὴν τοῦ συμφέροντος ἰέναι θήραν, καὶ φθάσαι τὴν πεῖραν τῶν ἐξ ὀργῆς κινημάτων ἀποφοιτῶντας φαυλότητος, καὶ κατορθοῦν ᾑρημένους ἅπερ ἁνδάνοι κατὰ τὸ ἀληθὲς τῷ παναγίῳ Θεῷ. 9∆ιότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι, καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασιν.9 Ἁλώσεσθαι μὲν, μᾶλλον δὲ ἀπολεῖσθαι πόλεις ὁμοῦ τοῖς κατοικοῦσιν αὐτὰς, ἠπείλησεν ἐναργῶς. ὅτι δὲ παρὰ Θεοῦ τὸ χρῆμα, καὶ οὐκ αὐτομάτως ἔσται συμβεβηκὸς, σαφηνιεῖ λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσο-λύμοις, καὶ φυλὴ Βενιαμίν. Ἐννοεῖν δὲ ἀκόλουθον, ὅτι τὸ μὲν θλώμενον ἔχει πως ὁλοτελῆ τὴν κατάπτωσιν· τὸ δέ γε ῥηγνύμενον νοοῖτ' ἂν εἰκότως ὡς πάσχον ἐκ μέρους. συμβέβηκε δὲ τὸν μὲν οἶκον 1.493 τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ Κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρο- νῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις. 9Εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν.9 Ὅτι δὴ πάλιν αὐτὸς ἐνετέλλετο καὶ πατάξειν "τὸν οἶκον "τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασι," κἂν εἰ διὰ τῆς τῶν Ἀσσυρίων πράττοιτο χειρὸς, πάλιν ἡμᾶς ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ' ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ' ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμή- κασιν οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος τε λίαν καὶ οἱονεὶ πετρώδους ὄντος λαοῦ, καὶ ὑπ' οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου; ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ 1.494 τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων ποιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὑμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέ- ψατέ φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιο- σύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ' οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα. Πάνδεινον οὖν ἄρα τῆς ἀχαριστίας τὸ ἔγκλημα· κολάζεται δὲ, καὶ σφόδρα δικαίως. ὃν γὰρ ἔδει μᾶλλον ταῖς εὐφημίαις ἐξημεροῦν ἔτι, καὶ χαριστηρίοις κατευφραίνειν φωναῖς, παρο- τρύνειν ἀμαθῶς, πῶς οὐ παντὸς ἡμῖν ἔσται πρόξενον κακοῦ; 9Οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ' ὑμᾶς οἶκος τοῦ Ἰσραὴλ ἔθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.9 Ἐστρέψατε τοίνυν φησὶ, "κρῖμα εἰς θυμὸν, καρπὸν δὲ "δικαιοσύνης εἰς πικρίαν ὑμεῖς," οἱ μέγα φρονοῦντες ἐφ' ἑαυ- τοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ κατα- θλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν 1.495 ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ κατα- δυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο, φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα. ἀλλ' ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος ∆αυεὶδ, τῷ τῶν ὅλων κατεξου- σιάζοντι Θεῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων "Ὅτι τὸ καύ- "χημα τῆς δυνάμεως αὐτῶν εἶ σύ." καὶ πάλιν "Ἐν σοὶ "τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου "ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ "τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με." πᾶσα γὰρ ἰσχὺς παρ' αὐτοῦ, καὶ οὐκ ἂν γένοιτό τι παρ' ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. "Κύριος γὰρ συντρίβει πολέμους," κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ, φησὶν, εἰς τοῦτο λοιπὸν ἀλαζονείας καὶ ἀθυ- ροστομίας πεσόντες ἁλίσκεσθε, ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος· δῆλον δὲ ὅτι τὸ τῶν Ἀσσυρίων· καὶ ἐκθλίψουσιν ὑμᾶς, τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν. ἔστι μὲν οὖν ἡ Αἰμὰθ μία τῶν πρὸς ἠῶ πόλις, ὑπὸ τὴν ∆αμασκοῦ βασιλείαν τοτηνικάδε κειμένη· μετωνό- μασται δὲ νῦν, ὡς ἔφην, εἰς Ἀντιόχειαν, ἤγουν Ἐπιφάνειαν. χείμαῤῥον δὲ δυσμῶν φησὶ τὸν τῶν Αἰγυπτίων ποταμὸν, κατὰ δυσμὰς τῆς Ἰουδαίων γῆς τῆς Αἰγύπτου κειμένης. ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐξ Ἰσραὴλ, πολέμου μέλλοντος ἐπιθρώσκειν 1.496 αὐτοῖς, ποτὲ μὲν τὴν ἐκ ∆αμασκοῦ καὶ Σύρων ἐπικουρίαν αἰτεῖν, ποτὲ δὲ τὴν τῶν Αἰγυπτίων ὑποτρέχειν χώραν, ταύ- τῃτοί φησιν, ὡς ἔθνος μὲν ἐπ' αὐτοῖς ἐγείρει, οἱ δὲ ἥξουσιν εὐσθενεῖς, τοσαύτην αὐτοῖς ἐπιῤῥιπτοῦντες θλίψιν, ὡς μὴ ἰσχῦσαι λοιπὸν μήτε εἰς Αἰμὰθ εἰσελθεῖν, μήτε εἰς χειμάῤῥουν τῶν δυσμῶν, τουτέστι, μήτε τὴν ∆αμασκοῦ, μήτε τὴν Αἰ- γυπτίων δύναμιν καλέσαι πρὸς ἐπικουρίαν. "Θεοῦ γὰρ "συγκλείοντος, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. ποῖος ἔσται σωτηρίας τρόπος, τοῦ πάντα ἰσχύοντος εἰς ὄλεθρον συνελαύνοντος; 9Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς· Γὼγ ὁ βασιλεύς. καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλίγοστός ἐστι· μετανόησον Κύριε ἐπὶ τούτῳ. καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.9 Τί τὸ ἔθνος τὸ τοῖς ἐξ Ἰσραὴλ ἐπενεχθησόμενον, ἢ ποῖον αὐτοῖς ἐπίοι τὸ βλάβος, ἀποκαλύπτει τῷ Προφήτῃ Θεός· ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτοῦ, καὶ δι' ὧν οἶδεν ἀκριβῶς, διὰ τούτων αὐτὸν διδάσκει τὰ πραχθησόμενα. πάνδεινον γὰρ ἀεὶ τοῖς ποιμέσιν εἶναί τε δοκεῖ, καὶ ἔστιν ἀληθῶς ἀκρίς τε καὶ βροῦχος· ἀποκειραμένης γὰρ ὥσπερ δι' αὐτῶν τῆς πόας, καταφθείρεσθαι λοιπὸν ἀνάγκη τὰ ποίμνια. οὐκοῦν ὡς ποιμένι τῷ Προφήτῃ Θεὸς τὰς ἐκ τοῦ πολέμου καταση- 1.497 μαίνει συμφοράς. ὡς ἐν εἴδει γὰρ ἀκρίδος κατασημαίνει τὸν Ἀσσύριον, ὡς ἐν ἀμετρήτῳ πληθύϊ μονονουχὶ κατεσ θίοντα καὶ δαπανῶντα τὴν γῆν. ἑωθινὴν δέ φησιν αὐτὴν, μονονουχὶ πίπτουσαν ὡς δρόσον, καὶ ἐν νιφάδων τάξει καταχεομένην τῆς γῆς. ἀλλ' ἦν, φησὶ, καὶ βροῦχος εἷς· ἦν δὲ δὴ οὗτος καὶ Γὼγ ὁ βασιλεύς. εἶτα Θεοῦ λέγοντος Καὶ ἔσται ὅταν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς· τουτέστιν, ὅταν δαπανήσῃ κατεσθίων τὴν ἀγελαίαν πληθὺν τὴν οὖσαν ἐν Σαμαρείᾳ δηλονότι, καὶ ἐν ταῖς πόλεσι τῆς Ἰουδαίας· εἶτά τι μέλλοντος προστιθέναι ἕτερον, διαλαβὼν ὁ Προφήτης, καταλήγειν αὐτὸν τῆς ὀργῆς λιπαρεῖ λέγων Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰσραήλ; ὅτι ὀλιγοστός ἐστιν. εἰ γὰρ δὴ βούλοιο, φησὶ, καθ' ὃν τεθέαμαι τρόπον παραδοῦναι τοῖς ἐχθροῖς τὸν Ἰσραὴλ εἰς κατάβρωσιν, ὀλί- γοστος ἔσται παντελῶς. πρὸς ταῦτα Θεός Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος. οὐκ ἂν κοπάσαιμί φησι, οὐδ' ἂν καθυφείην· καταλήξαιμι γὰρ ἂν οὐδαμῶς τοῦ παιδεύειν τοὺς ἠσεβηκότας. Πολυπραγμονοῦντες δὲ ἀναγκαίως, τίς δὴ ἄρα ἐστὶν ὁ Γὼγ, ἐκεῖνό φαμεν, ὅτι καὶ ὁ μακάριος προφήτης Ἰεζεκιὴλ θρῆνον ἐν αὐτῷ γράφει, Θεοῦ προστάττοντος. οἰόμεθα δὲ εἶναι τὸν Σενναχηρὶμ, ὅτε καὶ Ῥαψάκου κατακερτομοῦντος Θεὸν "ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ "τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε "χιλιάδας." μεμνήσομαι δὲ ἀναγκαίως τῶν ἐπ' αὐτῷ γε γραμμένων διὰ φωνῆς Ἰεζεκιήλ. ἔχει δὲ οὕτως "Τάδε λέγει "Κύριος Κύριος τῷ Γὼγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ 1.498 "ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν "προφητῶν τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, "τοῦ ἀγαγεῖν σε ἐπ' αὐτούς." ἀκούεις ὅπως αὐτὸν, καὶ οὐχ ἕτερον εἶναί φησιν, ὃν ἠπείλησε διὰ προφητῶν ἁγίων ἐπι- φέρειν τοῖς ἐξ Ἰσραήλ; ὅτι δὲ τὰς τῆς ἀθυροστομίας ἐξῄτηται δίκας, καὶ κρατήσειν ὑπολαβὼν ἀδοκήτως ἀνῄρηται, καὶ πέπτωκεν ἐν τῇ γῇ τοῦ Ἰσραὴλ, πάλιν εὐθὺς κατα- σημαίνει λέγων "Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ "Γὼγ καὶ ἐρεῖς Τάδε λέγει Κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ "σὲ Γὼγ ἄρχοντα Ῥοσμεσὸχ καὶ Θοβὲλ, καὶ συνάξω σε "καὶ καθοδηγήσω σε καὶ ἀναβιβάσω σε ἐπ' ἐσχάτου βοῤῥᾶ "καὶ ἄξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραὴλ, καὶ ἀπολῶ τόξον σου "ἀπὸ τῆς χειρὸς τῆς ἀριστερᾶς σου καὶ τὰ τοξεύματά σου "ἀπὸ τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ καταβαλῶ σε ἐπὶ τὰ "ὄρη τοῦ Ἰσραὴλ, καὶ πέσῃς σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ "τὰ ἔθνη τὰ περὶ σὲ δοθήσονται εἰς πλῆθος ὀρνέων· καὶ "παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε "καταβρωθῆναι· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῃ, ὅτι ἐγὼ "ἐλάλησα λέγει Κύριος Κύριος·" καὶ μεθ' ἕτερα πάλιν "Καὶ "ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν "μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων "πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον "τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ "πλῆθος αὐτοῦ καὶ κληθήσεται τότε τὸ πολυάνδριον τοῦ Γώγ. "καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῆ ἐν "ἑπταμήνῳ, καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, 1.499 "καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει "Κύριος Κύριος." πεπτωκότων γὰρ τῶν Ἀσσυρίων, οἳ διὰ τοῦ Γὼγ κατασημαίνονται, τάχα που τὸ πλῆθος τῶν ἐξ Ἰσραὴλ κατορώρυχε τοὺς τεθνεῶτας, ἵνα μὴ πόλεσί τε καὶ χώραις τὸ δύσοιστον τῆς οὕτω δεινῆς κακοσμίας καταλυμαί- νοιτο χρῆμα. 9Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγεν τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγεν τὴν μερίδα. καὶ εἶπα Κύριε Κύριε κόπασον δή· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. μετανόησον Κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.9 Τὸν Γὼγ ἤγουν τὸν Ἀσσύριον ὡς ἀκρίδα καὶ βροῦχον τεθέαται· τοῦτον δίκην ὀνομάζει τὴν διὰ πυρός. οὐ γὰρ ἤρκεσε τοῖς Βαβυλωνίοις δαπανῆσαι σιδήρῳ τὸν Ἐφραῒμ, ἀλλὰ γὰρ καὶ πλείστας ὅσας τῶν ἐν Σαμαρείᾳ κατενεπίμπρων πόλεις. ἡ δίκη τοίνυν, φησὶ, τουτέστιν ἡ ἐκδίκησις ἡ διὰ πυρὸς, κατεδήδοκε τὴν ἄβυσσον τὴν πολλὴν, τὸν Ἐφραῒμ δηλονότι, διὰ πολλὴν καὶ ἀμέτρητον πληθὺν ἄβυσσον ὠνο- μασμένον. κατεδήδοκε δὲ οὐδὲν ἧττον τὴν μερίδα τὴν μικρὰν, τουτέστι, τὸν Ἰούδαν καὶ Βενιαμίν. οὐκ εὐαριθμήτους γὰρ τῆς Ἰουδαίας ἐμπρήσας πόλεις, μετὰ τοῦτο καὶ αὐτὴν λοιπὸν πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ ἀλαζὼν Ῥαψάκης. ἐκ-μειλισσομένου δὲ τοῦ Προφήτου πάλιν, καὶ μετανοεῖν, ἤτοι μεταβουλεύεσθαι, τὸν τῶν ὅλων Θεὸν ἀναπείθοντος, Οὐκ ἂν γένοιτο τοῦτό φησιν ὁ τῶν ὅλων ∆εσπότης. τί οὖν ἐντεῦ- θεν εἰσόμεθα πάλιν; ὅτι τὰ πέρα λόγου τῶν πλημμελη- 1.500 μάτων, καίτοι πολὺ λίαν ἀνεξικακεῖν εἰδότα Θεὸν παραθήγει δεινῶς, καὶ τὰς τῶν ἁγίων μονονουχὶ καὶ ἀπράκτους ἀπο- φαίνουσι προσευχάς. καὶ γοῦν ἔφασκε πρὸς τὸν προφήτην Ἱερεμίαν περὶ τῶν ἐξ Ἰσραήλ "Καὶ σὺ μὴ προσεύχου περὶ "τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ "μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου." 9Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. καὶ εἶπε Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπον Ἀδάμαντα. καὶ εἶπε Κύριος πρὸς μέ Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ.9 Ὡς ἀκρίδα καὶ ὡς βροῦχον καὶ ὡς δίκην ἐν πυρὶ τὸν Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πως ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δεί- κνυσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ' ἀῤ- ῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρει- σμένην ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ' ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ. Ὁρᾶται τοίνυν ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου. ἄῤῥηκτός τε καὶ ἀκαταμάχητος ἐν λίθοις ὁ ἀδάμας, οὔτε τοῖς σκληροῖς καὶ ἀντιπίπτειν εἰωθόσι παραχωρεῖν ἀνεχόμενος, οὔτε μὴν 1.501 ἑτέραις ὕλαις διδοὺς τὸ καταθλεῖν δύνασθαι τῆς ἐνούσης ἰσχύος αὐτῷ, τάχα δέ που καὶ τῆς τοῦ πυρὸς ἀκμῆς ἀλογεῖν εἰθισμένος. ἐπειδὴ δὲ ἦν ὁ ἐπὶ τοῦ τείχους ἑστηκὼς ἀδάμαντα φέρων ἐν χειρὶ, διεπυνθάνετο τοῦ Προφήτου λέγων Τί σὺ ὁρᾷς, Ἀμώς; τοῦ δὲ συνέντος, καὶ ὅπερ ἦν λέγοντος· ἔφη γὰρ Ἀδάμαντα· τοῦτον ἐντάξειν εἰς μέσον τοῦ Ἰσραὴλ διεβε-βαιοῦτο σαφῶς. ἀδάμαντα δὲ νοήσεις, ἢ τὸν Ἀσσύριον, ὡς καὶ ἀπηνῆ τε καὶ ἄθραυστον, καὶ εἰς τοῦτο τεθειμένον παρὰ Θεοῦ· δυναμοῖ γὰρ ὁ τῶν δυνάμεων Κύριος οὓς ἂν ἕλοιτο τυχόν· ἤγουν τὸν ἄθραυστόν τε καὶ παναλκῆ τοῦ Θεοῦ Λόγον, ὃν οὐκ ἔστιν ἀποστρέψαι κενὸν, ἤγουν ἄπρακ- τον ἀποφῆναι· δραμεῖται γὰρ πάντως εἰς πέρας ἀντιπράτ- τοντος οὐδενὸς, ὅπερ ἂν φθέγξηται Θεός. οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός "Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ"γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν." ἔφη δὲ ὡς οὐκ ἂν παρέλθοι τὸν Ἰσραὴλ, τουτέστιν, αἰτήσει δίκας τῶν ἀνοσίως αὐτῷ πεπλημμελημένων· καὶ ἀνεξικα- κήσει μὲν οὐκέτι, παραδώσει δὲ λοιπὸν τοῖς ἐπ' αὐτὸν κεκλημένοις, ὁμοῦ τεμένεσι καὶ βωμοῖς καὶ τοῖς εἰδώλοις. ἀφανισθήσονται γάρ φησιν οἱ βωμοὶ τοῦ γέλωτος. γέλως μὲν οὖν ἀληθῶς ἡ παντὸς εἰδώλου ποίησις· πρέποι δ' ἄν, οἶμαι, κυρίως τε καὶ ἰδικῶς γέλωτα νοεῖσθαι τὸν Βεελφεγὼρ, διάτοι καὶ αὐτὸ τὸ τοῦ σχήματος ἀκαλλές. διασύρει δὲ ἅπασαν τὴν εἰδωλοποίησιν, ὡς ἐξ ἑνὸς δὴ τούτου τοῦ πάν- των αἰσχίονος. οὐκοῦν κατασπασθήσονται μὲν οἱ βωμοί φησι, συνεξαρθήσονται δὲ καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ, του- τέστι, τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, βέβηλά τε καὶ βδελυρὰ μυστήρια. ὅτι δὲ τοῖς ἰδίοις θεοῖς συνοιχήσεται 1.502 πρὸς ἀπώλειαν ὁ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐκπρεπὴς Ἱεροβοὰμ, διαμεμήνυκεν ἐναργῶς. μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς ἕτερος παρὰ τὸν πρῶτον ὁ περὶ οὗ νῦν ὁ λόγος· ὁ μὲν γὰρ ἦν ἐκ Ναβὰτ, ὁ δὲ ἐξ Ἰωάς. Καὶ ταυτὶ μὲν τέως τοῖς τῆς ἱστορίας ἐφαρμόσειε λόγοις. ἀδάμαντα δὲ τὸν ἀληθῆ παραδείξει Χριστὸν τὸν τῶν δυνά- μεων Κύριον, τὸν ἄμαχον ἔχοντα καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, τὸν συνθραύοντα τοὺς ἐχθροὺς, καὶ νικῶντα τοὺς ἀνθεστηκότας, καὶ ὑπὸ μηδενὸς ῥηγνύμενον. οὗτος ὡς λίθος ἐκλεκτὸς εἰς μέσον τέτακται τοῦ λαοῦ. "Ὤφθη γὰρ "ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη." τοιγάρ- τοι καὶ κέκληται διὰ τῆς ἀγγέλου φωνῆς "Ἐμμανουὴλ, ὅ "ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός." μεθ' ἡμῶν γὰρ γέγονεν, ὅτε γέγονε καθ' ἡμᾶς. ἐντεταγμένος δὴ οὖν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς λίθος ἀδάμας, τὴν τοῦ διαβόλου κατέσεισε τυραννίδα, κατηφάνισεν ἀληθῶς τοὺς βωμοὺς τοῦ γέλωτος. ἅμα τε γὰρ ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, καὶ τῆς ἀληθοῦς γνώσεως τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ἁπλώσας τὸ φῶς, ἑαυτὸν ἡμῖν ὑπέδειξεν εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός. τότε δὴ τότε καὶ ὁ τῆς ἀρχαίας ἀπάτης ἀπελή- λατο σκότος, καὶ ἡ βέβηλος καὶ θεομισὴς ἐκ μέσου γέγονεν εἰδωλολατρεία, καὶ πέπτωκε δὲ καὶ αὐτὸς ὁ τῆς ἀπάτης προ- εστηκὼς, τουτέστιν, ὁ Σατανᾶς. 9Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασι- λέα Ἰσραὴλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας 1.503 τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν ῥομφαίᾳ τε

λευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.9 Ἀνεπικούρητον ἀεὶ τὸ ψεῦδος ἀφ' ἑαυτοῦ, καὶ οἱ τῆς ἀπάτης πόδες σαθρὸν ἔχουσι τὸ ἔρεισμα. τοιγάρτοι γελᾶται, μόλις ταῖς ἔξωθεν ἐπικουρίαις εἰς τὸ ἑστάναι κρατούμενον. οἷον δὴ τοῦτό ἐστι τὸ τῆς τοῦ Ἰσραὴλ εἰδωλολατρείας. μεθ- υόντων γὰρ ἦν ἀθύρματα τὰ παρ' αὐτοῖς, δαμάλεις χρυσαῖ, "ἔργα τέκτονος καὶ χωνεύματα," κατὰ τὸ γεγραμμένον, καὶ τέχνη χειρὸς ἀνθρωπίνης, καὶ ἀνοσίων ἐγχειρημάτων εὑρή- ματα. ἀλλ' οἱ μὲν μακάριοι προφῆται καλοῦσιν εἰς νῆψιν τοὺς ταῖς ἀπάταις κεκρατημένους· οἱ δὲ τῶν εἰδώλων θερα- πευταὶ, καταλυομένης ὥσπερ αὐτοῖς τῆς ὅλης σκηνῆς, οὐ μετρίως ἀσχάλλουσι, καταπτοοῦσι τοῖς δείμασι, τὴν τῶν πλανωμένων θρηνοῦσιν ἀνάνηψιν. ἴσασι γὰρ ὅτι γοργῷ καὶ ἐγρηγορότι νῷ τῆς παρ' αὐτοῖς λατρείας τὴν βεβήλωσιν ἀταλαίπωρον ἰδεῖν. ἐκδέδιε τοίνυν ὁ βέβηλος Ἀμασίας, μὴ ἄρα τοῖς τοῦ Προφήτου παρενεχθεῖεν λόγοις εἰς εἴδησιν ἀγαθὴν οἱ δαμάλεσι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπεπεισ- μένοι, καὶ ἀπολισθήσειε μὲν τῆς ἱερουργίας αὐτὸς, ἀπο- λοῦνται δὲ τοῖς τεμένεσιν ὁμοῦ τὰ ἐν αὐτοῖς ἕδη. ταύτῃτοι παραθήγειν πειρᾶται τὸν Ἱεροβοὰμ, μονονουχὶ τῆς αὐτοῦ βασιλείας κατεξανίστασθαι λέγων τὸν Ἀμὼς, καὶ διαβριθῆ τινα καὶ ἀφόρητον ἤδη πως ἀποτολμᾶν ποιεῖσθαι λόγον, ὡς τεθνήξεται μὲν αὐτὸς ἐν ῥομφαίᾳ, βαδιεῖται δὲ καὶ αἰχμά- λωτος ὁ Ἰσραήλ. Τοιοῦτόν τι πεπράχασι καὶ οἱ τάλανες Ἰουδαῖοι, τὰς ἐπὶ Χριστῷ συντιθέντες συκοφαντίας. ἐπειδὴ γὰρ τοῖς θαύμασι καταπλήττων τὴν Ἰουδαίαν πάντας ἐκάλει πρὸς ἑαυτὸν, 1.504 προσῆγον Πιλάτῳ, τὰς τοῦ φθόνου φλόγας εἰς νοῦν λαβόν- τες οἱ δείλαιοι, καὶ δὴ καὶ ἔφασκον "Ἐὰν μὴ τοῦτον "ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος." ἶσα τοίνυν καὶ παρὰ πάντων ἀεὶ τῶν τῇ εὐσεβείᾳ μαχομένων τὰ κατὰ τῶν ἁγίων τολμήματα διὰ τῶν ὁμοίων ἐγχειρημάτων ἔρχεται, πανταχῆ τοῦ ψεύδους νοσοῦντος τὸ ἄναλκι. 9Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις· εἰς δὲ Βαιθὴλ οὐκ ἔτι μὴ προσθῇς προφητεῦσαι, ὅτι ἁγίασμα βασι λέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστίν.9 Ἀναισχυντεῖ λοιπὸν ἐναργῶς, καὶ τοῖς θείοις ἀντεξάγει λόγοις τῆς ἑαυτοῦ βασκανίας τὴν ἔνδειξιν· ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν, πλὴν οὐκ ἀξιώσας οὐδὲ τῷ τῆς προφητείας ὀνόματι κατασεμνύνειν αὐτὸν, ἀλλ' οἱονείπως ὡς τῶν ψευδομάντεων ἕνα διαβεβληκὼς, ἐκχωρεῖν ἐκέλευεν εἰς γῆν Ἰούδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προ- φητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως ἐστί. τὸ ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τό- πος. ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγ- κλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασι- λείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις, 1.505 τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσό- μενος. ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ "Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- "νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ "μὴ προφητεύσητε." 9Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην, κνίζων συ- κάμινα. καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς μέ Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ. διὰ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.9 Ὅτε τοῖς ἐπιεικέσιν οἱ τῆς φαυλότητος ἐπιτηδευταὶ τὰς ὕβρεις ἐπάγουσι, τοὺς ἰδίους αὐτοῖς ἐγκαλοῦσι τρόπους, καὶ τῶν σφετέρων αἰτιαμάτων τὸ ἀκαλλὲς ἐπάγοντες, ἐμπαρ- οινεῖν οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν. ψευδοπροφήτης γὰρ ὢν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζο- 1.506 μένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώ- μενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ κατα- βίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν. ἀλλ' ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτῃ πρέπουσαν διακονίαν ἀποπληροῖ, πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθη τείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἠλίου, ἀλλ' ἦν μὲν αἰπόλος, ἄγροικόν τε καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παν- τελῶς τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἂν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μο- νονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ' ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ' αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπι- τάττεις. ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν 1.507 τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ ἀκρατὲς εἰς ἀσέλγειαν τῶν ἐχόντων αὐτὴν ὡς ἐξ ἀνάγκης ὑφισταμένη· καταφθαρήσονται δὲ καὶ τὰ τέκνα, ῥομφαίας ἔργον γεγενημένα. καὶ πρός γε δὴ τούτῳ, ἡ γῆ σου καταμετρηθήσεται σχοινίῳ, τουτέστιν, ὑπὸ φόρον ἔσται, καὶ συντελέσει δασμοὺς τῷ κεκρατηκότι. σὺ δὲ πρὸς τούτοις ὁ νῦν οἰόμενος, φησὶ, γῆν ἁγίαν οἰκεῖν τὴν Βαιθὴλ, καὶ ἁγίασμα βασιλέως ἔχειν, βαδιῇ μὲν αἰχμάλωτος, ἐντεθνήξῃ δὲ τοῖς κακοῖς, οὐχ ὑπονοστήσας ἔτι· πῶς γὰρ, ἢ πόθεν; ἀπομεμενηκὼς δὲ νεκρὸς ἐν ἀλλοδαπῇ τε καὶ ἀκα- θάρτῳ γῇ τῶν πολεμίων· οἰχήσεται δὲ καὶ αὐτὸς αἰχμάλωτος ὁ Ἰσραὴλ, ὁ σὲ προφήτην καὶ ἐπιστάτην τῶν ἁγίων ἀνθῃρη- μένος. χαλεπὸν οὖν ἄρα τὸ τοῖς θείοις ἀντιπράττειν νεύ- μασι, καὶ ἀπερισκέπτως ἰέναι πρὸς τὸ δεῖν ἔσθ' ὅτε καὶ ἁγίοις ἐπιτιμᾶν τὰ Θεῷ δοκοῦντα διερμηνεύουσιν, οἷς καὶ εἴρηται παρ' αὐτοῦ "Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ "ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ." Ἐπιτήρει δὲ ὅπως εἷς τε καὶ ἀξιάγαστος τοῖς ἁγίοις σκοπὸς, τὸ χρῆναί φημι τοῖς τοῦ Θεοῦ λόγοις ἀνυποστόλως ὑπηρετεῖν, καὶ παρ' οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες. ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιό-τητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ' αὐτῷ κατάῤῥησιν ἐποιεῖτο νεανικῶς· οἱ δέ γε θεσπέσιοι μαθηταὶ σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαῤῥήδην ἔφασκον "Εἰ δίκαιόν ἐστιν ἐνώπιον "τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ "δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν." 1.508 9Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. καὶ εἶπε Τί σὺ βλέπεις Ἀμώς; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν.9 Εἶσι δὴ πάλιν τῷ Προφήτῃ κατὰ ῥοῦν ὥσπερ ὁ λόγος, καὶ τῶν ἅπαξ παρεισβεβληκότων ἀποχρῶσαν ἐφ' ἑαυτοῖς λαβόντων τὴν ἀφήγησιν, τῶν ὁραμάτων ἡ τάξις ἐπὶ τὸν αὐτῇ πρέποντα διάττει σκοπόν. τεθέαται τοίνυν τὴν τῶν Ἀσσυρίων πληθὺν, ὡς ἑωθινὴν ἀκρίδων ἐπιγονὴν, καὶ σὺν αὐτοῖς τὸν Γὼγ, ἤτοι τὸν Σεναχηρεὶμ, ὡς ἐν εἴδει βρούχου γραφόμενον, διὰ τὸ πολὺ τῆς γῆς ἀναθρώσκειν εὐσθενῶς τὸ ζῷον. τοιοῦτος δέ πως ὁ ἀλαζὼν, ἀναθρώσκων ἀεὶ πρὸς τὸ ὑψοῦ, καὶ τοῖς ταπεινοῖς συνδιαιτᾶσθαι παραιτούμενος. τε- θέαται δὲ καὶ ὡς ἐν πυρὶ καλουμένην τὴν δίκην, καὶ μὴν καὶ ἐντεταγμένον εἰς μέσον τὸν Ἰσραὴλ τὸν ἀδάμαντα παρὰ τοῦ ἑστηκότος ἐπὶ τὸ τεῖχος τὸ ἀδαμάντινον. εἶτα τί καὶ πρός; τὸ ἄγγος ἦν ἰξευτοῦ. ὃ δὲ δὴ καὶ ἐν ἀρχαῖς ἔφην, ἐρῶ δὴ πάλιν, ὡς ἀγροικότερον τεθραμμένῳ τῷ Προφήτῃ, Θεὸς διὰ τῶν ἐν ἀγροῖς ὅτι μάλιστα δρωμένων ἀποκαλύπτει μυστήρια. ἰξευταὶ γὰρ, καὶ τὰ δι' αὐτῶν θηρώμενα, πτηνὰ δηλονότι, πρέποιεν ἂν οὐχὶ δήπου μᾶλλον ἀνδράσι τοῖς ἀστικοῖς, ἀλλ' οἷς ἂν εἴη τὸ ἐπιτήδευμα καὶ ὁ τοῦ βίου σκοπὸς ἀγροὶ καὶ τὰ ἐν αὐτοῖς. ὅτι δὲ πάντη τε καὶ πάν τως ἀγρευθήσεται πρὸς σφαγὴν, καθάπερ ὑπὸ χειρὸς τῶν 1.509 ἰξεύειν εἰωθότων, τοῖς ἀγελαίοις ὁμοῦ καὶ τὸ ἀπόλεκτον τῶν ἐν Σαμαρείᾳ γένος, φημὶ δὴ τὸ τῶν ἀλαζόνων καὶ ἐν ἴσῳ πτηνοῖς ὑψοῦ φέρεσθαι μεμελετηκότων, αἰνιγματωδῶς ὑπέ δειξε τῶν ὁραμάτων ἡ δύναμις. ἄγγος γὰρ ἦν ἰξευτοῦ τὸ ὁρώμενον. τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ ὡς οὐκ ἂν ἔτι παρέλθοι τὰ αὐτῶν ἐγκλήματα· κατεμπρησθήσεται δὲ ὅτι καὶ αὐτὸς ὁ ναὸς, ὁ τὴν χρυσῆν ἔχων δάμαλιν ἐν Βαιθὴλ, διαμε- μήνυκεν εἰπὼν ὅτι ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. φατνώματα δὲ λέγειν εἴωθε τὴν ὀροφὴν, ἤτοι τὰ περὶ αὐτὴν, ταῖς τῶν τεκτόνων ἐπιεικείαις εὐτέχνως εὖ μάλα πεποικιλμένα κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "∆οκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι." ὀλο λύξει δὲ τὰ φατνώματά φησιν· καὶ οὐχὶ τὴν ἔναρθρον ἱέντα φωνὴν, τὴν ὡς ἐν κτύποις δὲ μᾶλλον καὶ τοὺς ἐν τῷ δια- κλᾶσθαι τρισμούς. ἐπειδὴ δὲ καὶ πολὺς ἔσται, φησὶν, ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν. παντὸς γὰρ τόπου λοιπὸν εἰς ἐρημίαν ἐνηνεγμένου, καὶ οὐκ ἔχοντος τοὺς οἰκήτορας, πολλή τις ἔσται ἡ σιωπὴ, ἤγουν ἡσυχία, καθὰ καὶ ἐν ταῖς ἐρήμοις καὶ ἀβάτοις γαῖς. ἀμηχανήσει δὴ οὖν κατ' οὐδένα τρόπον ὁ τῶν ὅλων Θεὸς, εἰ παιδεύειν ἕλοιτο τοὺς ἡμαρτηκότας, ἀλλ' ἔσται πολὺς καὶ διάφορος αὐτῷ τῆς αἰκίας ὁ τρόπος, καὶ ἀντιστήσεται μὲν οὐδεὶς ποιναῖς ἐνιέντι τὸν παροτρύνοντα, διαφεύξεται γεμὴν ὁ ταῖς μεταγνώσεσιν ἀποσειόμενος τὴν ὀργὴν, μετατιθεὶς ἐφ' ἑαυτῷ πρὸς ἡμε- ρότητα χρηστὸν ὄντα καὶ φιλοικτίρμονα τὸν ∆εσπότην.

1.510 ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.

9Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;9 Ἤρετό τις τῶν Φαρισαίων ποτὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό "Ἀγαπήσεις "Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ "ὅλης τῆς ἰσχύος σου· δευτέρα δὲ καὶ ἐγγὺς τὸ Ἀγα- "πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν." ἴδοι δ' ἄν τις 1.511 καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως τε καὶ ἐλπίδος εἰπεῖν θαῤῥήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεο- μένοις τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης. εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν, αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ' ἂν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές. Ὅρα τοίνυν τοῦ παντὸς λόγου τὴν οἰκονομίαν. προαι- τιασάμενος γὰρ ἐπ' ἀθεότητι τὸν Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ, καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσ- αποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύ- οντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρωΐ. οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγα- ζούσης αὐτοῖς τῆς ἡμέρας ἀναφέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- 1.512 νουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶν- τες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περι σπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς ἂν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεο- νεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπο- λήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ, αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς "Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ "πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ "τόκον." ἀλλ' οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν Πότε διελεύσεται τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον; καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτων ζη- τοῦσι πάροδον ἵνα καὶ ἀνοίξειαν θησαυροὺς καὶ μικρὸν ποιήσειαν μέτρον, μεγαλύνωσι τε τὰ στάθμια, εἰπεῖν ἀναγκαῖον. Γέγραπται τοίνυν ἐν τῷ ∆ευτερονομίῳ "∆ι' ἑπτὰ ἐτῶν "ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· "ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ 1.513 "τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις "Κυρίῳ τῷ Θεῷ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐάν "σοι παρ' αὐτῷ ᾖ· τῷ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ "χρέους σου." καὶ μεθ' ἕτερα πάλιν "Ἐὰν δὲ γένηται ἐν "σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν "τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις "τὴν καρδίαν σου, οὐδ' οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου "ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις "τὰς χεῖράς σου αὐτῷ, δάνειον δανειεῖς αὐτῷ ὅσα ἂν ἐπιδέηται "καὶ καθ' ὅσον ὑστερεῖται." προσπαρεγγυᾷ δὲ λέγων "Πρό- "σεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου "ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς "ἀφέσεως, καὶ πονηρεύσεται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ "σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται "κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη." τοῦ νόμου τοίνυν χρεῶν ἀποκοπὰς ποιεῖσθαι προστεταχότος, οἱονεὶ σαββατιζόντων ἐτῶν· ἐν ἑβδόμῳ γὰρ ἔτει πληροῦσθαι προστέταχεν· εἶτα προυπομιμνήσκοντος μὴ δεῖν πονηρεύεσ- θαι, διακιχρᾶν δὲ μᾶλλον τοῖς δεομένοις, κἂν εἰ μὴ φαίνοιτο μακρὰν τὸ τῆς ἀφέσεως ἔτος, οἱ πολλοὺς καὶ ἀμφιλαφεῖς ἔχοντες θησαυροὺς, τὴν χεῖρα συστέλλοντες, τὰ τῶν ἐτῶν σάββατα περιμένειν ἐσπούδαζον ἐπὶ θύραις ὄντα λοιπὸν, εἶθ' οὕτως ἐδάνειζον, ἵνα μὴ τοῖς τῆς ἀφέσεως χρόνοις ὑπενε- χθείη τὸ ὀφείλημα. οὗτοί φασι Πότε διελεύσεται τὰ σάβ- βατα; δῆλον δὲ ὅτι τὰ ἐξ ἐτῶν· καὶ ἀνοίξομεν θησαυρούς. καὶ οὐ μέχρι τούτου τὸ δυσσέβημα, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἀθλίως πεπραχότων πτωχείαις ἀφιλαλλήλως ἐπιθρώσκοντες, 1.514 μικροῖς μὲν ἐποιοῦντο μέτροις τὴν δόσιν, ἀντεκομίζοντο δὲ σταθμίοις οὐκ ἴσοις, ἀλλὰ τοῖς ἔτι μείζοσι, καὶ πολὺ τῶν πρώτων διαβριθεστέροις, καίτοι Θεοῦ λέγοντος διὰ τοῦ πανσόφου Μωυσέως τό "Οὐκ ἔσται ἐν τῷ μαρσίπῳ σου "στάθμιον καὶ στάθμιον μέγα καὶ μικρόν· οὐκ ἔσται ἐν τῇ "οἰκίᾳ σου μέτρον καὶ μέτρον μέγα καὶ μικρόν. στάθμιον "ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ "δίκαιον ἔσται σοι· ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς "Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα "Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν τοῦτο, πᾶς ποιῶν ἄδικον." ἀλλ' οὐδεὶς ἐκείνοις τῆς δικαιοσύνης ὁ λόγος· εἰς μόνην δὲ βλέποντες τὴν φιλοκέρδειαν, ἐξέτριβον πένητας, μονονουχὶ κατακτώμενοι τοὺς ἀθλίους, καὶ ἐν ὑποδημάτων ποιούμενοι τάξει· "Νομαὶ γὰρ πλουσίων πτωχοὶ," κατὰ τὸ γεγραμ- μένον. ἀλλ' ὀνίνησιν ἡμᾶς οὐ μετρίως ὁ Παροιμιαστὴς λέγων "Καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ "κατευθύνηται τὰ διαβήματα αὐτοῦ. ἐνώπιον γάρ εἰσι τῶν "τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τρο- "χιὰς αὐτοῦ σκοπεύει." ὡς οὖν ἐφορῶντος τοῦ Θεοῦ, καὶ τῶν καθ' ἡμᾶς ἕκαστα περιαθροῦντος ἰσχνῶς, ὀρθὰς ποιεῖσθαι τὰς τροχιὰς ἀναγκαῖον τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ ἐχέφροσι, καὶ οὐδὲν ἡγεῖσθαι τὸ ἰσοῤῥοποῦν τῆς τε εἰς Θεὸν καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. καὶ ἡ μὲν εἰς Θεὸν ἀγάπη τὸ γνήσιον εἰς πίστιν, καὶ τὸ ἀπαράφθορον ἔχει· ἡ δέ γε εἰς ἀδελφοὺς τῆς δικαιοσύνης ἀνῆπται τὰ αὐχήματα. καὶ γάρ ἐστιν ἀλη- θὲς ὅτι "Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται." χρῆναι δέ φημι τοὺς εὐδοκιμεῖν ᾑρημένους, καὶ ἐννομωτάτην 1.515 ἔχοντας ζωὴν, ἐνδύσασθαι μὲν "σπλάγχνα οἰκτιρμῶν," κα τευμεγεθεῖν δὲ σφόδρα τῆς ἐπαράτου φιλοκερδείας, καὶ κοινὰ τοῖς δεομένοις προθεῖναι τὰ ὄντα. τηρήσας γὰρ οὕτως τῆς ἀγάπης τὸν νόμον, λαμπρός τε ἔσται καὶ ἀξιοζήλωτος παρά τε Θεῷ καὶ ἀνθρώποις. γέγραπται γὰρ ὅτι "Ἐσκόρπισεν, "ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν "αἰῶνα τοῦ αἰῶνος." 9Ὀμνύει Κύριος καθ' ὑπερηφανίας Ἰακώβ Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰ- γύπτου.9 Ὑπεροψίας ἔγκλημα ποιεῖται Θεὸς τοῖς ἐξ Ἰακὼβ, τὸ θείων μὲν ἀφειδῆσαι νόμων καὶ δεσποτικῶν θελημάτων ἀλογῆσαι παντελῶς, πατῆσαι δὲ καὶ αὐτὴν τὴν εἰς ἀδελφοὺς ἀγάπην. ὄμνυσι τοίνυν καθ' ὑπερηφανίας Ἰακώβ. καὶ οὔτι που φαμὲν ὅρκιον ποιεῖσθαι τὸν τῶν ὅλων Θεὸν τήν τινων ὑπεροψίαν· ὄμνυσι δὲ κατ' αὐτῆς, τουτέστι καθορίζων αὐτῆς τὴν ἀξίαν δίκην. τί δὲ δὴ καὶ ὄμνυσιν ὅλως; ὡς οὐκ ἂν ἔτι παραδράμοι τὰ ἐγκλήματα, καὶ μέχρι τέλους ἀνέξεται. τοῦτο γὰρ οἶμαι τὸ εἰς νῖκος ἐστὶ, τὸ μέχρι παντὸς καὶ εἰς ἀπονί- κησιν τρέχον. εἶτά φησιν, ὅτι λήθης ἀνῃρημένης τῆς ἐπί γε φημὶ τοῖς ἀνοσίοις αὐτῶν πλημμελήμασι, πῶς οὐκ ἂν γέ νοιτο θορύβου μὲν ἔμπλεως ἡ γῆ, καταθεόντων αὐτὴν τῶν ἐχθρῶν, αὐτοὶ δὲ πενθήσουσι δεινήν τε καὶ δυσδιάφυκτον 1.516 ἀνατλάντες συμφοράν; καὶ τίς αὕτη πάλιν; ἀναβιβασθή- σεται γὰρ ἐπ' αὐτοὺς συντέλειά φησιν ὡς ποταμὸς Αἰγύπτου, πάντα κατακαλύπτων, καὶ πολλοῖς καὶ ἀμάχοις ῥεύμασιν ὅλην ἐπικλύζων τῆς Σαμάρειας τὴν γῆν· καταβήσεται δὲ καὶ ὁμοίως πάντα κατασύρων τὰ παρεμπίπτοντα, καὶ οὐ- δενὸς τὸ σύμπαν φειδόμενος. ἀνέβη γὰρ ἐπ' αὐτοὺς ὁ Σεναχηρεὶμ μυριάνδροις στρατιαῖς, οἷά τις ποταμὸς κατα- πλημμυρῶν τῆς γῆς, καὶ ὑφ' ἑαυτῷ τὰ πάντα ποιούμενος· ἀπέβη δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, πλείστην τε ὅσην καὶ ἀνα- ρίθμητον αἰχμαλωσίαν ἐπισυρόμενος. Ὅταν τοίνυν καταφρονῶμεν Θεοῦ, αὐτοὶ καθ' ἑαυτῶν τὰς ἀντικειμένας δυνάμεις εὑρήσομεν, ὡς ἐν θορύβῳ γενέσθαι καὶ λύπαις τρόπον τινὰ διαρπαζομένους παρ' αὐτῶν καὶ ὡς ἐξ ἀνάγκης ὑποπίπτοντας εἰς δουλοπρεπῆ θητείαν. ἔσονται γὰρ καθ' ἡμῶν ὡς ἄμαχον ὕδωρ κατασύρον εἰς ὄλεθρον καὶ καταποντίζον εἰς ἀπώλειαν. "Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ "κλείσουσι," κατὰ τὸ γεγραμμένον, οὔτε μὴν "καταπίεται "βυθὸς, ἀλλ' οὐδ' ἂν καταποντίσαι καταιγὶς" εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος ὀλίγα κομιδῇ φροντίσαντες, χαίροντες ἐροῦμεν "Εἰ μὴ ὅτι "Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος "ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα "ζῶντας ἂν κατέπιον ἡμᾶς·" καὶ πάλιν "Χείμαῤῥον διῆλθεν "ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ "ἀνυπόστατον." εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας 1.517 τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ' ἐν Χριστῷ δυνησόμεθα. παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤ- ῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον. 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει Κύριος ὁ Θεὸς, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφῦν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης.9 ∆ιττὴν ὠδίνει ταυτὶ τὴν διάνοιαν. ἔθος γὰρ ἀείπως τοῖς ἁγίοις προφήταις ἐπὶ τέλει μάλιστα τῶν ἰδίων λόγων μεμ- νῆσθαι Χριστοῦ, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου ποιεῖσθαι τὴν ἀφήγησιν, ἀσαφείαις ἔτι κατεσκιασμένην. φέρε τοίνυν, ἐπ' ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ' οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ' ἣν ἂν ἡ συντέλεια κατὰ πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς, ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβρίας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολέμου συμ- φορά. καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, 1.518 ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ' ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις ἐνεργάζεται. Οὐκοῦν ὄψονται σκότος, φησὶ, κἂν εἰ μεσημβρίζοι τυχὸν ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσ- χρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τὰς εἰς θρῆνον ᾠδὰς, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα, σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμοποιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων. ποιήσομαι δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, τουτέστιν, οὕτως ἐπ' αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ ἢ πατὴρ ἐφ' ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ' αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκότες, καὶ μετ' αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἡμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὑρε- θήσονται· ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱερο- σολύμοις, ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλ- λυσθαι προσδοκᾶν. τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαΐαν λέγων "Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ 1.519 "ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, "ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν." οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμέρᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱερο- σολύμοις, οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον. Καὶ ταυτὶ μὲν ἔφην ὡς ἐοικότα τε καὶ πρέποντα τοῖς τοτηνικάδε παροτρύνουσιν ἐφ' ἑαυτοῖς τὸν τῶν ὅλων ∆εσπό- την. ἐφαρμόσαι δ' ἄν τις οὐδὲν ἧττον αὐτὰ καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐναν- θρωπήσεως χρόνον. αὐτοὶ γάρ εἰσιν "οἱ ἐκτρίβοντες εἰς τὸ "πρωῒ πένητα," τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν τὸ ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ' ἑτέρῳ δὲ οὐδενὶ προϊόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι' οὐδενὸς ποιεῖσθαι τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐ- τοὶ δ' ἂν εἶεν οἱ "λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ "ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς "τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον "καὶ ποιῆσαι ζυγὸν ἄδικον." ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγ- γράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι φιλεῖν τῆς κατὰ Θεὸν ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; "Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ "οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν." 1.520 οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἂν λέγοιτο "Ὀμνύει Κύριος "καθ' ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ "ἔργα ὑμῶν." ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ' αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποτα- μὸς ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων ∆εσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ' αὐτοὺς, συνεσκότασε δὲ καὶ τὸ φῶς. γέγονε γὰρ "σκότος ἀπὸ ὥρας ἕκτης ἕως "ὥρας ἐννάτης." καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάν- των ψυχάς. "Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ·" καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος "Ἄχρι σήμερον ἡνίκα "ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται." ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος ∆αυεὶδ, ἐκ φιλο- θεΐας οὕτω λέγων "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ "μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον." ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἂν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ ταῖς κλαιούσαις ἐπ' αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ τὸν σταυρόν "Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμὲ, "κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν." τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ 1.521 καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν ἡ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει ∆εσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιῤῥηγνυμένου τοῦ καταπετάσματος "ἀπὸ ἄνωθεν ἕως κάτω." καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου λέγων "Καὶ "ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- "βόλαιον αὐτοῦ." γέγονε τοίνυν τὸ ἐπ' αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ' αὐτοῦ, τουτέστιν οἱ μα- θηταὶ, εἰς ἡμέραν ὀδύνης. ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον. καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι "Γυναῖκες ἐρχό- "μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·" ὁ τῶν Ἰουδαίων δηλονότι· "διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- "τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ "ἐλεήσῃ" φησίν. 9Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, 1.522 καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.9 Γέγραπται "Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει "μίκρᾳ ἡ παιδεία σου ἡμῖν." ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλίψιν εἰδὼς καὶ ὁ θεσπέσιος ∆αυεὶδ, ποτὲ μὲν ἔφασκεν "Ἐν θλίψει ἐπεκαλεσάμην τὸν "Κύριον," ὅτε δὲ αὖ "Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, "ὅπως ἂν μάθω τὰ δικαιώματά σου." σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς ὑποφέρουσαι ζυγοῖς. Καταδῃωθείσης δὴ οὖν τῆς Σαμαρείας, φησὶ, καὶ κατεμ πιπρῶντος τὰς πόλεις τοῦ Βαβυλωνίου, κἂν εἰ ἕλοιντο μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ' αὐτοῦ τεύξονται φειδοῦς, ἵν' ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παρα- πλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ "Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- "θήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος "παραπικραίνων ἐστίν." οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ διαπτύσαντες λόγον, οὐδ' ἂν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν ἔχοιεν ἂν εἰκότως ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, 1.523 καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ. Καὶ καθ' ἕτερον δὲ τρόπον. σταυρωθέντος Χριστοῦ, λιμὸν ἐσχήκασι τῶν παρὰ Θεοῦ λόγων οἱ τάλανες Ἰουδαῖοι. οὐ γὰρ ἔστιν ἔτι παρ' αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσ- ήκαντο γὰρ λέγοντα τὸν Χριστόν "Ἐγώ εἰμι ὁ ἄρτος τῆς "ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ "κόσμῳ." ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου "Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, "ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς "δὲ διψήσετε." καὶ γάρ ἐστιν ἀληθὲς ὡς "Οὐκ ἂν λιμο- "κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν "ἀνατρέψει," τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀπο- τρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς. ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ "Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' "ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει, οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου ∆ὰν καὶ ζῆ ὁ θεός σου Βηρσαβεὲ, καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.9 Ἔμφασιν μὲν ὁ λόγος ἔχει τοῦ διαρπασθήσεσθαι παρ' ἐχθρῶν υἱούς τε αὐτῶν καὶ θυγατέρας· τοῦτο γὰρ αἱ παρθένοι καὶ οἱ νεανίσκοι σημαίνουσι, μάλιστα γὰρ τῆς τοιαύτης 1.524 ἡλικίας ἀπηρτημένους εὑρήσομεν τοὺς ἀποκομίζειν εἰωθότας εἰς αἰχμαλωσίαν. ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὁ λόγος τῶν κεκρυμμένων ὑποδηλοῦν. παρθένοι τινὲς ἦσαν τοῖς τῶν εἰδώ- λων τεμένεσιν ἐνιζήσασαι, καὶ σὺν αὐταῖς μειράκια ἤγουν παῖδες ἄνηβοι, δι' ὧν ἐδόκουν οἱ περιεργότεροι περὶ γοητείας τὰ παρὰ τῶν δαιμονίων διδάσκεσθαι· ὡς γὰρ ἐπ' ἀχράντοις σώμασι καλοῦντες αὐτὰ, τοῖς ἀποῤῥήτοις ψιθυρισμοῖς ἀπο- λογεῖσθαι παρεσκεύαζον. φασὶ δὲ καὶ εἰς δεῦρό τινας ἀν- οσιουργεῖν ἐθέλοντας κατὰ τὸν ἶσον ἐκείνοις μαντεύεσθαι τρόπον. ὅτι τοίνυν ἐλλείψει τῷ Ἰσραὴλ, οὐχὶ μόνος ὁ παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων χρήσιμός τε καὶ ἀναγκαῖος εἰς ἐπανόρθωσιν λόγος, ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ παρὰ τῶν ψευ- δομάντεων ἤτοι δαιμονίων, ὃν διὰ παρθένων καὶ παίδων ἐποιοῦντο πρός τινας, ὑπεμφαίνει λέγων Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαί. οἱονεὶ γὰρ πώς φησι Συναπολοῦνται τοῖς ἀλλοῖς ὁμοῦ καὶ αἱ καλαί σου παρθένοι. κατειρωνεύεται δὲ ὁ λόγος καὶ τοῖς κορίοις ὁμοῦ τὰ παιδάρια τὰ ὀμνύοντα κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας. ἔθος γὰρ ἦν ἴσως ἐκείνοις ὁρκίους ποιεῖσθαι φιλεῖν τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἤτοι τὰς δαμάλεις, καὶ πλατύ που τάχα καταμειδιῶντες Θεοῦ, τὰ αὐτοῦ τοῖς γλυπτοῖς ἀνῆπτον λέγοντες Ζῇ ὁ θεός σου ∆ὰν καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ. πόλεις δὲ αὗται τῆς Ἰουδαίας, ἐπ' αὐταῖς κείμεναι ταῖς ἐσχατιαῖς τῆς χώρας, καὶ οἷον ὁρί- ζουσαι τὸ μέτρον τῆς γῆς ἐκ νότου πρὸς θάλασσαν. ὅμοιον οὖν ὡσεὶ λέγοιεν οἱ ὀμνύοντες τυχόν Ζῇ τῆς Ἰουδαίων γῆς ὁ θεὸς, τουτέστιν ὁ μόσχος· διὰ γὰρ τῶν περάτων τὰ μέσα περιλαμβάνεται, καὶ ἡ τοῦ παντὸς ὑφαίνεται δήλωσις. ἐκλεί- ψειν γεμὴν ἐν δίψει φησὶ τὰς παρθένους καὶ τοὺς νεανίσκους, οὐκ ἔτι χορηγομένους τὰς τῶν δαιμονίων ψευδοεπείας, διὰ τὸ 1.525 καὶ αὐτοὺς ἔργον γενέσθαι χειρὸς ἀλλοφύλων, ἢ ξίφει πεσόντας, ἢ τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀνατλάντας αἰχμα- λωσίαν. Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ δεδυκότος τοῖς Ἰου- δαίοις, ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύ- ματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ' αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώ- ματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον; ἐκλε- λοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό "Ἀντλή- σατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου." ἀλλὰ γὰρ καὶ "ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς "αὐτοὺς ὑετὸν," ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι "Εἴ τις διψᾷ, ἐρχέσθω "πρὸς μὲ καὶ πινέτω." καταλελοιπότες δὲ αὐτὸν, καίτοι "πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οἳ οὐ "δυνήσονται ὕδωρ συνέχειν." προσεσχήκασι γὰρ διδασκα- λίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν. 1.526 9Εἶδον τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπε Πάταξον ἐπὶ τὸ θυσιαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ.9 Οἱ μακάριοι προφῆται τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ τὸν τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ' ὅτε τῶν πραγμάτων τὴν θέαν οἷάπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ μακάριος Ἀμώς "Καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας "ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ "παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ "τόπῳ, ἐπιῤῥίψω σιωπήν." ἀλλ' ἰδοὺ, τεθέαται τὸ προηγ γελμένον καὶ πράγμασιν αὐτοῖς ἐνεργούμενον, ὥσπερ ἔχει τὴν προαγόρευσιν. αὐτὸν γὰρ ἔφη τὸν Κύριον ἐφεστῶτα τεθεᾶσθαι τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ τῆς καταστροφῆς ἀρ- χόμενον, τοῦτό τε αὐτὸ γενέσθαι προστάττοντα. ἐφίσταται δὲ τῷ θυσιαστηρίῳ Θεὸς, οὐ τιμὴν ἀπονέμων· εὔηθες γὰρ τὸ τῇδε νοεῖν· εἴπερ ἐστὶ τῶν ἀτοπωτάτων οἴεσθαί τε καὶ λέγειν, ὡς τοῖς τῶν εἰδώλων βωμοῖς αἰδῶ καὶ τιμὴν ἀπονέ- μει Θεός· πῶς ἂν οὖν ἐτίμησε τὸ τῶν δαμάλεων θυσιαστή- ριον; ἐφειστήκει δὲ μᾶλλον ὡς καθελῶν καὶ κατοίσων εἰς 1.527 γῆν. ταύτῃτοι μονονουχὶ καὶ ἀπάρχεσθαι τῆς καταστροφῆς τῷ Προφήτῃ προστέταχε λέγων Πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ καταδονείσθω φησὶ τὰ προπύλαια, καὶ μεθυέτω λοιπὸν ὁ νεὼς, ὡς αὐτίκα δὴ μάλα πεσεῖσθαι μέλλων. διάκοψον δὲ καὶ εἰς τὰς πάντων κεφαλὰς, τουτέστιν, ἀπάρχου τῶν ἐν αὐτοῖς περιφανεστέρων, καὶ πλῆττε τοὺς προὔχοντας, οἳ καὶ ἐν τάξει κεφαλῆς τέθεινται τοῖς ἄλλοις· ἀπολοῦνται δὲ αὐτοῖς ἀναμὶξ οἱ κατάλοιποι, καὶ ταῖς τῶν προεστηκότων ἕψονται συμφοραῖς, ἔργον καὶ αὐτοὶ γεγονότες ῥομφαίας. ὅμοιον δὲ τούτῳ κἀκεῖνο τὸ διὰ φωνῆς Ἰεζεκιὴλ πρὸς τοὺς ἓξ ἄνδρας, οἳ ἤρχοντο μὲν ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, ᾐρμένοι δὲ τοὺς πελέκεις εἵποντο τῷ ἀνδρὶ τῷ τὸν ποδήρη διεζωσμένῳ, πρὸς οὓς εἴρητο παρὰ Θεοῦ "Πορεύεσθε εἰς τὴν "πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ "μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ νήπια καὶ "γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ' οὕς "ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου "ἄρξασθε." ὁρᾷς ὅπως πρωτόλειον ἐποιεῖτο τῆς ὀργῆς τοὺς προὔχοντας, ἤτοι τοὺς δοκοῦντας σεπτοὺς εἶναι καὶ ἁγίους, διὰ τοῦ καὶ ἀνῆφθαι τάχα που καὶ τῆς ἱερουργίας τὴν δόξαν, ἤγουν ἑτέραις τισὶν ἐκλελαμπρύσθαι τιμαῖς; κεφαλαὶ γὰρ ὥσπερ οἱ τοιοίδε τῶν ἄλλων εἰσί. Συμβέβηκε δὲ τοῦτο γενέσθαι καὶ τοῖς πεπαρῳνηκόσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. ἐπειδὴ γὰρ οἱ δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, ἀλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, 1.528 ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύ ρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ οὐδενὸς τῶν παρ' αὐτοῖς ὁ πόλεμος. Καὶ ἕκαστος δὲ τῶν πεπιστευκότων, κἂν εἴτε ναὸς εἴη Θεοῦ ὡς ἔνοικον ἔχων αὐτὸν, κἂν εἴτε νοοῖτο θυσιαστήριον, ὡς τὴν ἰδίαν πολιτείαν ἱερουργῶν Θεῷ, εἶτα βλέψας ἐπὶ τὸ ῥᾴθυμον παροτρύνῃ Θεὸν, πρὸς τὸ μηδὲν οἰχήσεται, καὶ πάνδεινον ὑποστήσεται τὴν καταστροφήν. ἀπροσωπόληπτος γὰρ ὁ ∆εσπότης, καὶ "∆ικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται "αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ," κατὰ τὸ γεγραμμένον. 9Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, οὐδ' οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος. ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖ- θεν κατάξω αὐτούς· ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐ- τῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.9 Ἐπὶ καιροῦ τάχα που λοιπὸν εἰρήσεται τοῖς τούτων ἀκ- ροωμένοις τὸ διὰ φωνῆς τοῦ μακαρίου ∆αυεὶδ πρὸς Θεὸν 1.529 ὑμνούμενον "Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ "ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν "οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν "ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκη- "νώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ "σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου." πανδερκὲς γὰρ τὸ θεῖον, καὶ πρός γε τούτῳ καὶ παναλκὲς, καὶ οὐκ ἄν τις διαλάθοι τὸν ἀκατεύναστον ὀφθαλμόν. ἔφη γὰρ, ὅτι "Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. μὴ ἀπ' "ἐμοῦ κρυβήσεταί τι;" ἀλλ' οὐκ ἂν ἔξω τις ἴοι ποτὲ τῆς ἐπεῤῥιμμένης αὐτῷ συμφορᾶς ὡς ἀπὸ θείων νευμάτων, "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" κατὰ τὸ γεγραμμένον. ποία γὰρ ἡμᾶς ὀνήσει μηχανή; ἢ τίς δὲ ὅλως ἡμῖν ἐπαμύνῃ τρόπος, Θεοῦ καθορίζοντος τὸ χρῆναι παθεῖν; ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ὑπὸ θείαν πε- σοῦσιν ὀργὴν καὶ βουλὴ καὶ σκέψις καὶ πᾶν εἶδος ἐπινοίας, σαφηνίζει λέγων Ὡς οὐκ ἄν τις διαφύγοι, κἂν εἰς αὐτὸν κρυφθείη τὸν ᾅδην· ἔστι δὲ ὑπερβολικὸς ὁ λόγος· κἂν εἰ ἀναπταίη μὲν εἰς οὐρανὸν, διέλθοι δὲ καὶ εἰς τὴν τοῦ Καρ- μήλου κορυφὴν, ἀλλ' ᾗπερ ἂν ἴοι, καταληφθήσεται· κἂν εἰ ἐν θαλάσσῃ γένοιτο, περιπεσεῖται τῷ δράκοντι, ἤγουν κατὰ τὴν τῶν Ἑβραίων ἔκδοσιν, τῷ κήτει δοθήσεται· κἂν εἰ γένοιτο παρ' ἐχθροῖς, καὶ λοιπὸν αἰχμάλωτος, καὶ τοῖς τῆς δουλείας ζυγοῖς ἀθλίως ἐνισχημένος, καὶ τοῦτο, φησὶ, μικρὸν ἔσται, καὶ οὐκ ἀρκοῦν εἰς δίκην αὐτῷ· καταρθήσεται γὰρ αὐτοῦ καὶ τῆς ῥομφαίας τὸ δεῖμα. καὶ οὐ πεπαύσεται, φησὶν, 1.530 ὁ τῶν ὅλων Θεὸς ἐπ' αὐτοῖς στηρίζων τὸν ὀφθαλμόν· θυμοῦ δὲ καὶ ἀπειλῆς τὸ χρῆμα σημεῖον· ἀπερείδομεν γὰρ ἔσθ' ὅτε καὶ ἡμεῖς αὐτοὶ τοῖς λυποῦσι τὸν ὀφθαλμὸν, βλοσυρόν τι καὶ ἀμειδὲς ἐνορῶντες αὐτοῖς. ἐπειδὴ δὲ κατασκέπτεται Θεὸς καὶ ἀγαθοὺς καὶ δικαίους, τὸ τῆς ἐποπτείας διάφορον δια- τρανοῖ λέγων εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. κατεμβλέψεται γὰρ, φησὶν, οὐχ ἵνα τι νέμοι τῶν ἀγαθῶν, ἀλλ' ἵν' ἔχοιεν ἀκράδαντον καὶ οἱονεὶ πεπηγμένην τὴν καθορισθεῖσαν αὐτῷ ποινήν τε καὶ δίκην. Ὑπομεμένηκε δὲ τουτὶ καὶ ἡ τῶν Ἰουδαίων ἀθλία πληθὺς, ἡ τὸ δίκαιον αἷμα τῆς ἰδίας καταγράψασα κεφαλῆς· ἔφασκον γὰρ τῷ Πιλάτῳ σταυροῦν ἀναπείθοντες τὸν Χριστόν "Τὸ "αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." τοιγάρτοι πανοικὶ διολώλασι καὶ αὐτοῖς ἀνδράσιν ἡρπάσθησαν πόλεις, ὡς τάχα που καὶ διαφυγεῖν ἰσχῦσαι μηδένα. οἷά τε γὰρ καὶ ὅσα πεπόνθασιν, αἱ μακραὶ τῶν τὰ τοιάδε συντεθεικότων ᾄδουσι συγγραφαί. 9Καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν· καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦν- τες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.9 Ἐξ ἀγάπης ὁ Προφήτης οὐκ ἐᾷ τοῖς λεγομένοις ἀπιστεῖν, ὡς οὐκ ἐσομένοις, τοὺς ἀκροωμένους. τοῦτο δὲ ἦν ἀναπεί- θοντος τὰ ἀμείνω μᾶλλον ἑλέσθαι μαθεῖν, καὶ δι' αἰδοῦς ποιεῖσθαι τὸ χρήσιμον, ἵνα καὶ Θεὸς ἀποπαύσαι τὰ τῆς ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας 1.531 δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μὴ καθ' ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον. οὐ γὰρ ὡς ἄνθρωπος ὁ ∆εσπότης, ἀλλ' αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμα ρειτῶν δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν· καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν, ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμὸς ἀναβή- σεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα καὶ βαπτί- ζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σενα- χηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ' αὐτῶν ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν. Οὐκοῦν ἔσται τοῖς προσκρούουσι καὶ καταλυποῦσι Θεὸν ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήτ τουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· "Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώ- "που, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ' ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυ τοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυ- μοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν ∆ημιουργὸν μεταθήσομεν 1.532 εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν. 9Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.9 Καὶ διὰ πλειόνων ἔτι καταδεδίττεται λόγων τοὺς ἀπο- φοιτῶντας Θεοῦ, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, εὐτέχνως τῆς θείας φύσεως τὴν ὑπεροχὴν καὶ τὸ παναλκὲς ἐξηγού- μενος, καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ἰδίους λόγους ἀποπερανεῖ, παρεμποδίζοντος οὐδενὸς, πειρᾶται πληροφορεῖν. "̔Ο γὰρ ἐφαπτόμενος, φησὶ, τῆς γῆς, καὶ σαλεύων αὐτὴν," κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας τρόπους· αὐτὸς δὴ οὗτός ἐστιν ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ· μόνον δὲ οὐχί φησιν Ὁ πᾶσαν ἔχων τὴν ἐξουσίαν, ὥστε καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς οὐρανοῖς, καὶ τὸ κατὰ πάντων κεκτῆσθαι κράτος, ὡς καὶ αὐτὴν ἔχειν ὑπεστρωμένην αὐτῷ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς κτίσιν, ἤτοι τῶν ἁγίων ἀγγέλων τὴν μακαρίαν πληθύν. οὐρανοὺς δὲ εἶναί φαμεν τοὺς τὸν οὐρανὸν οἰκοῦντας ἀγγέλους. ἰστέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Ἰακὼβ αἰνιγματωδῶς τὸ χρῆμα τεθέαται. κλίμαξ γὰρ ἦν ἀπὸ γῆς διήκουσα μέχρις οὐρανοῦ, καὶ "̔Ο μὲν Κύριός φησιν ἐπεστήρικτο ἐπ' αὐτῆς," ἀναβαί- νοντας δὲ καὶ καταβαίνοντας δι' αὐτῆς ἐθεᾶτο τοὺς ἀγγέ- 1.533 λους. τοῦτο οἶμαί ἐστι τὸ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ. Ἀλλὰ καὶ ὅπερ ἂν ἐπαγγέλληται τοῖς ἐπὶ τῆς γῆς, φησὶ, τοῦτο δὴ πάντως ἐστὶν ἀκράδαντόν τε καὶ ἀραρὲς καὶ οἷον τεθεμελιωμένον. ἀτονήσει γὰρ κατ' οὐδένα τρόπον ὁ τῶν δυνάμεων Κύριος, οὐδ' ἂν διαπέσοι ῥῆμα τὸ παρ' αὐτοῦ. καὶ πρὸς τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐμπεδοῖ λέγων "Ὁ οὐρανὸς "καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλ- "θωσιν." αὐτὸς οὗτός ἐστιν ὁ καὶ τῆς θαλάσσης τὸ ὕδωρ ἀῤῥήτοις δυνάμεσιν ἀνιμώμενος, καὶ ὕων ἐπὶ τὴν γῆν, του- τέστι πάλιν, ὁ οἰκονομῶν τὰ ἀνθρώπινα, καὶ τοσοῦτον εὐ- σθενὴς, ὡς καὶ τὰς τῶν γεγονότων φύσεις ἐφ' ὅπερ ἂν ἕλοιτο μεταστοιχειοῦν εὐκόλως, ὄνομά τε αὐτῷ Κύριος ὁ Θεὸς, καὶ πρός γε τούτοις ὁ παντοκράτωρ. καὶ οὔτι που κλῆσις ἂν νοοῖτο τὸ χρῆμα ψιλὴ, καθάπερ ἀμέλει καὶ ἐπ' ἀνθρώπου τυχὸν, ἀλλ' ἐξ αὐτῆς ἀληθείας ὀρθῶς ηὑρημένον. ἀπὸ γὰρ τοῦ κυριεύειν οὐσιωδῶς, καὶ τὸ κατὰ πάντων ἀνῆφθαι κράτος, οὕτως ὠνόμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. σκοπὸς δὴ οὖν τῷ Προφήτῃ τὸ διὰ πλείστων ὅσων, καὶ ὅπως ἂν δύναιτο, καταπτοεῖν τοὺς ἠπατημένους, καὶ μεταπείθειν εὖ μάλα πρός γε τὸ χρῆναι γοργῶς ἀνόπιν ὥσπερ ἰέναι, χρῆμά τε ἡγεῖσθαι λαμπρὸν τὴν δικαιοσύνην, καὶ ποιεῖσθαι πάλιν αἱρετὸν τὴν εἰς Θεὸν εὐσέβειαν τοῖς τῶν ἐσομένων δείμασιν ἀνακόπτοντας εὐσθενῶς τὴν εἰς τὰ αἰσχίω ῥοπήν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ ∆αυεὶδ ὀρθῶς εἰρημένον πρὸς τὸν τῶν ὅλων ∆εσπότην "Ἐν "κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ "ἐγγιζόντων πρὸς σέ." 1.534 Λέγοιτο δ' ἂν καὶ ἐπὶ Χριστοῦ, καὶ μάλα εἰκότως Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ. ἔστι μὲν γὰρ αὐ- τὸς ἄνωθεν καὶ ἐξ οὐρανοῦ, ὅτι Θεὸς ἐκ Θεοῦ γεγέννηται κατὰ φύσιν· τοιγάρτοι καὶ ἔφασκεν "Ἐγὼ ἐκ τῶν ἄνω "εἰμί." μεμαρτύρηκε δὲ καὶ ὁ σοφὸς Ἰωάννης λέγων περὶ αὐτοῦ "Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν·" ἀλλ' ἔχων οὐσιωδῶς τὴν εἰς οὐρανοὺς ἀνάβασιν· προὔκειτο γὰρ, ὡς ἔφην, ὡς Θεῷ· βάσιμον αὐτὴν ἀπέφηνε τοῖς ἐπὶ τῆς γῆς. "πρόδρομος γὰρ ὑπὲρ ἡμῶν" ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος "πρόσφατον ἡμῖν καὶ ζῶσαν "ἐνεκαίνισεν ὁδόν·" ἐνεφανίσεν ὡς ἄνθρωπος "ὑπὲρ ἡμῶν "τῷ προσώπῳ τοῦ Θεοῦ" καὶ Πατρὸς, ὃς καὶ "συνήγειρεν "ἡμᾶς αὐτῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις." ἐπειδὴ γὰρ ἀνέβη Χριστὸς, τὴν ἰδίαν ἀνάβασιν ᾠκοδόμησε καὶ ἡμῖν, εἴπερ ἐστὶν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων "Τοῦτο γὰρ "ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- "λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν "τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν "φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' "οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, "ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς "ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς "ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." ἀνέβη τοίνυν ὡς ἄνθρωπος, ἵνα καὶ τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἀνάβασιν· ὅτι Θεὸς καὶ ἐκ Θεοῦ ἔστι· καὶ ἡμῖν τοῖς πεπι- στευκόσιν ἀποφήνῃ βατήν. αὐτὸς καὶ τὴν ἰδίαν ἐπαγγελίαν 1.535 θεμελιοῖ ἐπὶ τῆς γῆς. διέψευσται γὰρ οὐδαμῶς, ἀποπερανεῖ δὲ μᾶλλον ἅπερ ἂν ἡμῖν ἐπαγγείληται κατορθοῦν. ἔφη μὲν γὰρ ὅτι "Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ "ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ "ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς." τοιγάρτοι καὶ τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν "ἀπὸ Ἱερουσαλὴμ μὴ χωρί- "ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν" ἀκηκόασιν αὐτοῦ. ἀλλ' ἐξέχεε πλουσίως αὐτοῖς τὴν χάριν. τοιγάρτοι καὶ γεγόνασι "Μάρτυρες τῆς δόξης αὐτοῦ ἔν τε "̔Ιερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ," καὶ ἐν πάσῃ τῇ γῇ. καὶ καθ' ἕτερον δὲ τρόπον τεθεμελιωμένην εὑρήσομεν τὴν ἐπαγγελίαν αὐτοῦ· πεπιστεύκαμεν γὰρ, ὅτι καὶ ἐκ νεκρῶν ἡμᾶς ἐγερεῖ, καὶ φθορᾶς ἀμείνους ἐργάσεται, καὶ "Μετασχη- "ματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ "σώματι τῆς δόξης αὐτοῦ," καὶ τῆς ἑαυτοῦ βασιλείας κοι- νωνοὺς εἰσδέξεται. αὐτὸς οὗτός ἐστιν ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, τουτέστιν, ὁ τὰ πικρά τε καὶ ἀπαράδεκτα καὶ εἰς χρῆσιν οὐκ ἐπιτήδεια μετατιθεὶς εἰς τὸ ὠφελοῦν. "ἀποκτένει μὲν "γὰρ τὸ γράμμα" τὸ νομικὸν, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ ἔστιν αὐτὴ καθ' ἑαυτὴν ἀνωφελὴς ἡ σκιὰ, ἀλλὰ γέγονεν ἡμῖν τοῖς νοοῦσιν χρησιμωτάτη λίαν εἰς σύνεσιν τὴν ἐπὶ Χριστῷ, καὶ ὑετὸς ὥσπερ τις ἀνεδείχθη πνευμα- τικὸς, κατάρδων τρόπον τινὰ τὴν ὑπ' οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὡς ὁ πάλαι τοῖς ἀρχαιοτέροις πικρὸς καὶ ἀφόρητος νόμος, γέγονεν ἡμῖν παιδαγωγὸς ἐπὶ τὸ Χριστοῦ μυστήριον, ὡς καὶ ἐν αὐτῷ δύνασθαι καρποφορεῖν, τὸ τῆς σκιᾶς πάχος 1.536 ἀπολεπτύνοντας εἰς ἀλήθειαν. οὐκοῦν ὡς ἐν τάξει παρα δείγματος ἐκληψόμεθα τὸ εἰρημένον, παρακομίζοντες εἰς ἀπόδειξιν καὶ τὸ τῆς Μαῤῥᾶς ὕδωρ, ὅτι πικρὸν μὲν ἦν, κατεγλυκαίνετο δὲ, Θεοῦ παραδείξαντος ξύλον τῷ μακαρίῳ Μωυσεῖ, καὶ τοῦτο τοῖς ὕδασιν ἐνιέναι προστεταχότος. ἀλλ' ἦν τὸ ξύλον εἰκὼν καὶ τύπος τοῦ τιμίου σταυροῦ, δι' οὗ γέγονε γλυκὺς ὁ νόμος, καὶ οἱονεὶ ποτιμώτατος, καίτοι τῆς ἱστορίας ἐχούσης τὸ πικρόν· "Ἀποκτένει γὰρ, ὡς ἔφην, τὸ "γράμμα," μᾶλλον δὲ ὡς γέγραφεν ὁ σοφὸς ἡμῖν Παῦλος. 9Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστὲ ἐμοὶ υἱοὶ Ἰσραήλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς.9 Ὑψηλὴν ἀεὶ τὴν ὀφρὺν ἀνατείνοντες οἱ ἐξ Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὴν τῶν πατέρων ἀειλογοῦντες εὐγένειαν, καὶ πολὺ τὴν γλῶτταν κατευρύνοντες ἔφασκον "Πατέρα ἔχομεν "τὸν Ἁβραάμ." πλὴν ἀντήκουον λέγοντος αὐτοῖς τοῦ Χριστοῦ "Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ"ἐποιεῖτε ἂν." "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ-"ραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα." ἀλλ' ἡ τῶν ἔργων ὁμοιότης καὶ τὸ ἐπαυχεῖν δύνασθαι λαμπρῶς ταῖς τῶν πατέρων εὐκλείαις ἀπονέμει δικαίως. κατεσο- βαρεύοντο δὲ τῶν ἄλλων ἁπάντων ἐθνῶν κἀκεῖνο λέγοντες, ὡς ἐξ ἁπάντων αὐτοὺς τῶν ἐθνῶν ἀπολέκτους ἐποιήσατο ὁ Θεὸς, καὶ ἐξείλατο μὲν ἐκ τῆς Αἰγυπτίων γῆς, μετεκόμισε 1.537 δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ἀληθὴς μὲν ὁ λόγος. οἱ δὲ δὴ μάλιστα ταῖς καθηκούσαις ἀμοιβαῖς κατευφραίνειν ὀφείλοντες τὸν τετιμηκότα, ταῖς ὁλοτρόποις ἀποστασίαις καὶ ταῖς εἰς φαυλότητα παρατροπαῖς ἐκτόπως ὑβρίζοντες κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. ἥκουσι δὲ ἤδη φρενοβλαβείας εἰς τοῦτο λοιπὸν οἱ τάλανες, ὡς οἴεσθαί σφισιν αὐτοῖς πρὸς τὸ εὖ εἶναί τε καὶ τὸ εἰς δόξαν ἀρκέσειν τὸ ἐκ ῥίζης γενέσθαι τῆς Ἁβραὰμ, καὶ ὅτι μετεκομίσθησαν ἐκ γῆς Αἰγυπτίων εἰς τὴν τῆς ἐπαγγελίας γῆν. ἵνα τοίνυν εἰδεῖεν, ὡς ἀσυντελῆ πρὸς ὄνησιν τὰ τοιάδε τῶν αὐχημάτων αὐτοῖς εἶεν, ἀναπεπ- τωκόσιν ἐπὶ τὸ ῥᾴθυμον καὶ οὐκ ἐθέλουσιν εὐσεβεῖν, ἀν- αγκαίως φησίν Οὐχὶ οὕτως ὑμᾶς ἡγήσομαι, κἂν ἔχοιτε τυχὸν τὸ ἐκ πατέρων εὐγενὲς, καθάπερ ἀμέλει καὶ τοὺς Αἰθιόπων υἱεῖς, οἳ ῥίζαν οὐκ ἔχουσι τὸν Ἁβραάμ; ἀπροσκλινὲς γὰρ τὸ θεῖον καὶ ἀπροσωπόληπτον παντελῶς, καὶ σαρκικὴν οὐκ οἶδεν εὐγένειαν πράξεων ἐρήμην ἀγαθῶν· αἰδοῦς γεμὴν ἁπάσης ἀξιοῖ τὴν πνευματικὴν, καὶ ᾗπερ ἂν ἕποιτο τὸ διὰ λαμπρῶν αὐχημάτων ἀγλαΐζεσθαι φιλεῖν. ἀλλ' εἶναί τι μέγα καὶ ἐξαίρετον ὑμῖν κἀκεῖνο δοκεῖ, τὸ ἐκ τῆς Αἰγύπτου μεταφοιτῆσαι πρὸς ἑτέραν. εἶτα τί τοῦτο; φησὶν, ἢ ποίαν ὑμῖν εἰσκομίσει τὴν ὄνησιν; ἔχουσι τοῦτο λαβόντες παρ' ἐμοῦ καὶ ἕτεροι. μετεκόμισα γὰρ τοὺς μὲν ἀλλοφύλους, του- τέστι τοὺς Παλαιστινούς· οὕτω γὰρ ἡρμήνευσαν Ἑβραῖοι· ἐκ Καππαδοκίας· τοὺς δὲ Σύρους, πάντας δηλονότι τοὺς ὑπό γε τὴν ∆αμασκοῦ βασιλείαν τοτηνικάδε, μετήγαγον ἐκ βόθρου. 1.538 Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ βόθρου ἐκδεδώκασιν Ἑβραῖοι, Κυρήνης. ἄποικοι δὴ οὖν γεγόνασι Παλαιστινοὶ μὲν Καπ- παδοκῶν, Σύροι δὲ Κυρηναίων. βόθρον δὲ ὠνόμασε τὴν Κυρήνην, καίτοι λίαν ἠρμένην καὶ ὑψοῦ κειμένην, διὰ τὸ ὥσπερ ἐν κόλπῳ κεῖσθαι βαθεῖ. πᾶσα γὰρ, ὡς ἔπος εἰπεῖν, ἡ Λιβύων γῆ κόλπους ἔχει παραθαλαττίους, ἐκκειμένους. ἐμοὶ τοίνυν, φησὶ, τῷ πάντας ἐν ἴσῳ βλέποντι σκοπὸς, τὸ πᾶσαν ἁμαρτωλῶν βασιλείαν ἀποκεῖραι τῆς γῆς. οὐδὲν οὖν ἄρα ὀνήσειεν ἂν τοὺς ἔχοντας σαρκικὴ λαμπρότης. εὐγένεια γὰρ παρὰ Θεῷ κρίνεται τρόπος ἀγαθὸς καὶ πολὺ διανενευ- κὼς εἰς ἔφεσιν ἀρετῆς, καὶ ταῖς τῶν προγόνων εὐσεβείαις ἁμιλλᾶσθαι μεμελετηκώς. 9Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μοῦ, οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ' οὐ μὴ γένηται ἐφ' ἡμᾶς τὰ κακά.9 Τετήρηται πάλιν τῷ Ἰσραὴλ τὸ κατάλειμμα "διὰ τοὺς "πατέρας." ὁλοτελῆ μὲν γὰρ ὄλεθρον οὐχ ὑπομενοῦσι, φησὶν, οὔτε μὴν εἰσάπαν ἐκ ποδῶν τὸ ἐξ Ἰακὼβ οἰχήσεται γένος. ἀλλ' ὥσπερ λικμῷ διεῤῥιμμένοι, φησὶ, κατασκεδα- σθήσονται μὲν εἰς πάντα τὰ ἔθνη. πλὴν οὐ μὴ πέσῃ σύν- τριμμα ἐπὶ τὴν γῆν, τουτέστιν, οὐχ οὕτως πεσεῖται τὸ ἐξ Ἰακὼβ γένος, ὡς εἰς ὁλόκληρον καθικέσθαι συντριβὴν, σω- 1.539 θήσεται δὲ μέρει τῷ ἠλεημένῳ· ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς αἰχμαλωσίας τοτηνικάδε τινές· σέσωσται δὲ καὶ διὰ Χριστοῦ· πεπιστεύκασι γὰρ ἐξ Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν· σωθήσεται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς τὸ κατά- λειμμα, τῆς τῶν ἐθνῶν ἀγέλης προεισκεκλημένης. εἶτα ὥσπερ τινὸς λέγοντος Εἰ σώζεται πάλιν ὁ Ἰακὼβ, κατὰ τίνων αἱ ἀπειλαί; χρησίμως ἀπολογεῖται, καί φησιν, ὡς οὐκ ἄκριτος ἔσται κατὰ πάντων ἁπλῶς ὁ θυμὸς, οὔτε μὴν ἀδιαφορήσει τὰ ἐξ ὀργῆς, ἐφαλεῖται δὲ μᾶλλον τοῖς ἀφόρητα πεπλημμεληκόσι. τοῦτό ἐστι τὸ Ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ τοῦ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ, οὐδ' οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς τὰ κακά. ἧκον γὰρ εἰς τοῦτο φρενοβλαβείας τινὲς, ὡς οἴεσθαι καὶ ψευδοεπεῖν τοὺς ἁγίους προφήτας, καὶ δὴ καὶ ἔφασκον, ὡς οὐκ ἂν γένοιτό τι τῶν προηγγελμένων. μαρτυρήσει δὲ τοῦτο καὶ ὁ σόφος Ἱερε- μίας λέγων πρὸς Θεόν "Ἰδοὺ οὗτοι λέγουσι πρὸς μέ Ποῦ "ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω." διττὸν οὖν ἄρα τῶν οὕτω διακειμένων τὸ πλημμέλημα· παρώτρυνον μὲν γὰρ κατὰ πολλοὺς τρόπους, ᾤοντο δὲ καὶ ψευδομυθεῖν τὴν ἀλήθειαν. Εὑρήσομεν δὲ καὶ ἐν καιρῷ τῆς ἐπιδημίας τοὺς τῶν Ἰουδαίων καθηγητὰς τῶν τοῦ Σωτῆρος ἡμῶν οὐ πεφρον- τικότας λόγων. τοιγάρτοι καὶ ἤκουον "Οὐαὶ ὑμῖν γραμ- "ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς "γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους "ἀφίετε εἰσελθεῖν·" καὶ πάλιν "Οὐαὶ ὑμῖν γραμματεῖς "καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν "καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, 1.540 "ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν." τοιγάρτοι δικαίως οὐκ ἐλογίσθησαν μὲν εἰς τέκνα, τῆς δὲ τῶν πατέρων εὐγενείας ὠλισθηκότες, κατεγράφοντο μὲν ὥσπερ ἐν τοῖς Αἰθιόπων υἱοῖς· δεδαπάνηνται δὲ καὶ ὑπὸ ῥομφαίας, καὶ τῆς ἑαυτῶν δυσβουλίας ἰσοστάθμους τῷ κρίνοντι ἐκτετίκασι δίκας. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αυεὶδ τὴν πεπτω- κυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσ- καμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος· ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων [τὸν Κύριον] καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτοὺς λέγει Κύριος ὁ ποιῶν ταῦτα.9 Ὑπέσχετο λέγων, ὡς οὐκ ἂν εἰς τέλος ἐξολοθρεύσειε τὸ ἐξ Ἰακὼβ γένος, ἀλλ' εἰ καὶ λικμῷ τρόπον τινὰ διεῤῥιμ- μένοι· καὶ γὰρ ξένοι τε καὶ ἐπήλυτοι γενήσονται, πατρίδος καὶ οἴκων ἐξεωσμένοι, βάρβαρόν τε καὶ ἀλλοδαπὴν οἰκοῦντες χώραν· ἀλλ' οὐκ ἂν συντριβεῖεν εἰσάπαν, οὔτε μὴν εἰς ὄλεθρον οἰχήσονται παντελῆ. ταύτῃτοί φησιν ὅτι καὶ ἀναστήσει καίτοι πεσοῦσαν τὴν σκηνὴν ∆αυεὶδ, ἐγερεῖ δὲ αὐ τῆς τὰ κατεῤῥιμμένα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς ἡμέρας μακράς. δεῖγμα δὲ τοῦτο γενήσεσθαί φησι καὶ πληροφορίαν τοῖς ἄλλοις ἔθνεσι τοῖς τε ὁμόροις καὶ ἀπω- τάτω, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς Θεὸν καὶ αὐτὸν 1.541 ἑλέσθαι ζητεῖν, τεθαυμακότας πάντως που τῆς τε ἡμερό- τητος τοῦ Θεοῦ καὶ τῆς ἰσχύος τὸ μέγεθος. οὐκοῦν εἰ λέγοι σκηνὴν τοῦ ∆αυεὶδ, τὸ τῶν Ἰουδαίων κατασημαίνει γένος, ἤγουν οἶκον τὸν ἐξ Ἰακώβ. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος αὐτοὺς, τότε ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνεδείμαντο μὲν τὸν νεὼν, πυργώσαντες δὲ τὰς τῶν πόλεων ἠρημωμένας, οἴκους τε ἐν αὐταῖς ἐπι- σκευασάμενοι, κατῳκήκασιν ἀσφαλῶς, πολέμους μὲν ὑπο- μείναντες τοὺς παρά τινων, οἷον Ἀντιόχου τε φημὶ καὶ Ἀδριανοῦ, αἰχμάλωτοι δὲ οὐκ ἔτι γεγόνασιν, οὔτε μὴν ἠρή- μωνται, καθὰ καὶ ὑπὸ τῶν Βαβυλωνίων. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἂν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω, τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. "Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις," κατὰ τὰς γραφάς· συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει με- μετρημένον, ἀλλ' εἰς ἡμέρας, αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνα- τος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσ- ραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν 1.542 διαψεύσασθαι λέγοντα τὸν Χριστόν "Ἐὰν μὴ ὁ κόκκος "τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· "ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει." καὶ πάλιν " Οταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ' ἣν ἀνεγερῶ τὴν κατε- σκαμμένην καὶ πεσοῦσαν σκηνὴν τοῦ ∆αυεὶδ, κληθήσονται πάντα τὰ ἔθνη, καὶ ἐπ' αὐτοῖς ἔσται τὸ ἐμὸν ὄνομα. καὶ ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, πεπληροφόρηκε προσθείς Λέγει Κύριος ὁ Θεὸς ὁ ποιῶν ταῦτα. εἰ γάρ ἐστι Κύριος ὁ Θεὸς ἀληθῶς, πάντη τε καὶ πάντως ποιήσει καὶ ταῦτα, πρὸς οὐδὲν ἀσθενῶν. ποιεῖ γὰρ "Μεγάλα "καὶ ἀνεξιχνίαστα, ἐνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν "ἀριθμός." 9Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ φυτεύσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν. καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶ- σιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.9 1.543 Αὐτὸ δὴ σαφῶς ἡρμήνευσεν, ὅπερ ἔφην. καὶ εἰ μέν τις ἕλοιτο παχεῖάν τε καὶ ἱστορικὴν ποιεῖσθαι τὴν ἀφήγησιν, ἐρεῖ δὴ πάλιν ἐκεῖνο, ὡς ἐπήγγελται σαφῶς τοῖς τὴν αἰχμα- λωσίαν ὑπομεμενηκόσι τὴν ἐπάνοδον, καὶ ὅτι τὴν ἑαυτῶν καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλ- λέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ' εὐφρο- σύνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν συμποδιζόντων αὐτοῖς τὸν τρυγητὸν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἐπὶ τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονι ψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων. Εἰ δὲ δὴ λεπτότερον καὶ πνευματικώτερον τῇ τῶν προκειμέ- νων θεωρίᾳ προσβαλεῖν ἐθέλοιμεν, πρέποι ἂν εἰκότως ἐκεῖνο νοεῖν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεβίω Χριστός· ἤγειρε γὰρ ὁ Πατὴρ τὴν σκηνὴν τοῦ ∆αυεὶδ, καὶ ἀνῳκοδόμησεν αὐτῆς τὰ κατεσκαμμένα, πολλὴ καὶ ἀμφιλαφὴς τῶν πνευματικῶν ἀγα- θῶν ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνάς τε καὶ Ἰουδαίους· "Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ "πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως." πλείστη δὴ οὖν ὅση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία, ἣ διὰ τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν· γέ- γραπται γὰρ ὅτι "Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου," 1.544 νοητὸς δέ που πάντως καὶ θεῖός τε καὶ ἄνωθεν· τὸν δέ γε οἶνον εἰς εὐφροσύνην· ἔφη γὰρ πάλιν "Καὶ οἶνος εὐφραίνει "καρδίαν ἀνθρώπου·" χαίρομεν δὲ "τῇ ἐλπίδι," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. σταλάζει δὲ καὶ τὰ ὄρη γλυκασμόν. ὄρη μὲν οὖν, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὰς ἐκ κλησίας Χριστοῦ, διά τοι τὸ ἐπῃρμένον τῶν ἐν αὐταῖς δογμάτων, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὸ ὑπερφερὲς, καὶ ὅτι τὰ μὲν ὄρη διαφόροις κομῶντα φαίνονται φυτοῖς, αἱ δὲ ἐκ- κλησίαι Χριστοῦ μυρίας τε ὅσας ἁγίων ἔχουσι κεφαλὰς, κέδροις τε καὶ ξύλοις ἐν ἴσῳ τοῖς εὐμηκεστάτοις, αἳ ταῖς τῶν νοητῶν ὑδάτων παρίδρυνται διεξόδοις. ἀλλ' ὥσπερ ἐν τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν πλήθη μελιττῶν περιποτώμενα, τὸ γλυκὺ καὶ τίμιον ἐργάζονται μέλι· οὕτω πάλιν καὶ ἐν ταῖς ἐκκλησίαις οἱ τῶν ἄλλων περιφανέστεροι καὶ ἁδρότεροι πρὸς ἀρετὴν καὶ σύνεσιν, τῆς ἐπὶ Χριστῷ διδασκαλίας τὸ γλυκὺ συλλέγοντες μέλι, μονονουχὶ καταστάζουσι καὶ ταῖς ἑτέρων καρδίαις αὐτό. ἀποσταλάξει δὴ οὖν τὰ ὄρη γλυκασμὸν κατὰ τοῦτον οἶμαι τὸν τρόπον. ἔσεσθαι δὲ συμφύτους ἔφη καὶ τοὺς βουνούς. βουνοὶ δέ εἰσιν οἷον δεύτεροί τε καὶ τὸ μεῖον ἔχοντες εἰς ἀρετὴν παρὰ τοὺς ἄγαν ἐν τούτῳ διαφανεστέρους. μέτρα γὰρ ἁγιασμοῦ καὶ δικαιοσύνης ἐν ἐκκλησίαις, καὶ ὡς ὁ Παῦλός φησι, "Κατὰ τὴν ἑκάστῳ δοθεῖσαν χάριν" παρὰ τοῦ τὰ τοιάδε διανέμοντος Θεοῦ. σύμφυτοι δὴ οὖν ἔσονται καὶ οὗτοί φησι, τουτέστιν, εὐθαλεῖς τε καὶ εὔκαρποι, καὶ τῇ τῶν θείων δογμάτων ὀρθότητι βαθὺ κομῶντα φοροῦντες τὸν νοῦν. ὅτι δὲ καὶ ἐπέστρεψεν ἡμῶν τὴν αἰχμαλωσίαν ὁ τῶν ὅλων Θεὸς, οὐκ ἂν ἐνδοιάσειέ τις. ἐκήρυξε γὰρ "αἰχμαλώτοις ἄφεσιν" ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξείλετο 1.545 τὴν ὑπ' οὐρανόν. τότε δὴ τότε καὶ ἐν ἴσῳ γηπόνοις ἁπάσης τῆς κατὰ νοῦν εὐκαρπίας γεγόναμεν ἐπιμεληταὶ, κατεφυτεύ- σαμεν κήπους καὶ ἀμπελῶνας, καὶ φαγόμεθα τὸν καρπὸν αὐτῶν. ἀποληψόμεθα γὰρ τὰς τῶν πόνων ἀντιμισθίας, ἀποτρυγήσομεν δὲ καὶ τοὺς τῆς ἐπιεικείας καρπούς. ὅτι δὲ ἀσάλευτον ἕξομεν τὴν παρὰ Θεῷ μονὴν, καὶ τῶν ἅπαξ δοθησομένων παρ' αὐτοῦ κλήρων οὐδεὶς ἂν ἐκπέμψειε τοὺς ἐν αὐτοῖς γεγονότας, σαφηνιεῖ λέγων Καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεός. "̓Αμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ," καὶ ἐν βεβαίῳ κεισόμεθα παντὸς ἀγαθοῦ, καθηγητὴν καὶ πανηγυριάρχην αὐτὸν ἔχοντες τὸν Χριστόν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΕΛΟΣ ΤΗΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ ΕΡΜΗΝΕΙΑΣ. 1.546 ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΒ∆ΙΟΥ.

ἈΒ∆ΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, κεν, καθ' οὓς καὶ Ἰωὴλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος Ἰωὴλ ἐπ' αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας "Αἴ- "γυπτος, φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς "πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ' ὧν ἐξέχεον "αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν·" ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῇ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό-μασται, τουτέστιν γήϊνος, διά τοι τὸ ἀποδόσθαι τὰ πρω- 1.547 τοτόκια, καὶ ἀλογῆσαι μὲν τῆς ἐντεῦθεν ὀφειλομένης αὐτῷ τιμῆς, βρώσεως δὲ μιᾶς, καὶ τοῦτο εὐτελεστάτης, ἀνθελέσθαι παράθεσιν, ταύτῃτοι καὶ Ἰδουμαίους ὠνόμαζον τοὺς ἐξ αὐ- τοῦ γεγονότας. καλεῖται δὲ τῶν Ἰδουμαίων ἡ χώρα καὶ Σηεὶρ καὶ Θαιμάν· καὶ Σηεὶρ μὲν διὰ τὸ λέγεσθαι δασεῖς τοὺς κατοικοῦντας αὐτὴν, δασὺς δὲ καὶ Ἡσαῦ· τετρίχωτο γάρ· Σὴρ δὲ τρίχωσις, ἤτοι τριχωτὸς ἑρμηνεύεται. ἦν δὲ καὶ ὄρος ἐν τῇ χώρᾳ Σηείρ. Θαιμὰν δὲ δὴ πάλιν, διὰ τὸ εἶναι νοτιωτάτην. νότος δὲ ὁ Θαιμὰν κατὰ τὴν τῶν Ἑβραίων φωνήν. δοκεῖ δέ τισιν εἰρῆσθαι Θαιμὰν καὶ δι' ἑτέραν αἰτίαν. φασὶ γὰρ ὅτι γέγονεν υἱὸς τῷ Ἡσαῦ κατὰ καιροὺς Ἐλιφὰζ, ἐκ δὲ τοῦ Ἐλιφὰζ ὁ Θαιμὰν, ἐξ οὗ καὶ ἡ χώρα Θαιμάν. καὶ ἀπόχρη μὲν ταῦτα περὶ τῆς Ἰδουμαίας καὶ τῶν ἐν αὐτῇ. ἀπολώλασι δὲ δι' αἰτίαν τοιαύτην. πολι- ορκουμένης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, καὶ ἐν τοῖς ἐσχάτοις ἡκούσης κακοῖς· ἔπιπτον γὰρ ἀναρίθ- μητοι τοῖς τῶν ἐθνῶν δαπανώμενοι ξίφεσι· ἀνεσώζοντό τινες μόλις, καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν χώρας ἀπεκομίζοντο· κατέβαινον δὲ οἱ πλεῖστοι μάλιστα τῶν ἐξ Ἰσραὴλ εἰς τὴν Ἰδουμαίαν, ὅμορον οὖσαν αὐτοῖς, ᾤοντό τε ὅτι καὶ συναλγή- σουσιν ὡς ἀδελφοῖς, καὶ τῆς ἐξ αἵματος ἀγχιστείας δια- μεμνήσονται, καὶ ἀθλίως πεπραχόσι χαριοῦνται τὰς ἐπικου- ρίας. οἱ δὲ, καίτοι κατοικτεῖραι δέον ὡς ἀδελφοὺς, ἀπεδέχοντο μὲν εἰς τὴν ἑαυτῶν, ἀπέσφαττον δὲ, τὰς τῆς Ἰδουμαίας ἐκβολὰς λῃστρικῷ περιθέοντες τρόπῳ, τεθορυβημένους τε καὶ κατεπτηχότας ἁρπάζοντες. ἦσαν δὲ οὕτως ἀπάνθρωποι ὡς καὶ αὐτὴν ὑπερβαλέσθαι τῶν Βαβυλωνίων τὴν ἀγριό- τητα. ἐπῄεσαν γὰρ, ὡς ἔφην, ἀπολλυμένοις, ἐπιτωθάζοντες 1.548 καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ὁμαιμόνων ποιούμενοι συμφοράς. ἀπῴχοντο μὲν οὖν εἰς τὴν Περσῶν τε καὶ Μήδων Ἰουδαῖοι τοτηνικάδε. ἐπειδὴ δὲ πεπερασμένων ἤδη τῶν ἑβδομήκοντα ἐτῶν κατηλέει Θεός· ἀνεκομίζοντο γὰρ εἰς τὴν Ἰουδαίαν· σπουδὴν ἐποιοῦντο, τήν τε πόλιν αὐτὴν ἀνα- δείμασθαι, καὶ τὸν ἐν αὐτῇ πάλιν ἀνεγεῖραι νεών. ἀλλ' Ἰδουμαῖοι πάλιν οἱ ἀδελφοὶ καὶ γείτονες κατεδάκνοντο τῷ φθόνῳ, καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀπείργειν ἤθελον, συναγείροντες τοὺς ὁμόφρονας καὶ περιοικοῦντας βαρβάρους, καὶ δὴ καὶ εἰς μάχην ᾔεσαν. πεπτώκασι δὲ καὶ ἀπολώλασιν ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, Θεοῦ προασπίζοντος τῶν ἐξ Ἰσραήλ. ἐπειδὴ δὲ τῶν ἀλλοφύλων φορτικώτεροι γεγόνασιν Ἰδουμαῖοι, κατέδραμον αὐτῶν τὴν χώραν οἱ ἐξ Ἰσραὴλ, καὶ ἀπέκτειναν μὲν τοὺς ἐν αὐτῇ, τρυμαλιὰς δὲ πετρῶν καὶ σπήλαια καὶ γῆς καταδύσεις διερευνώμενοι, τοὺς εὑρισκο- μένους ἀπέσφαττον. 9Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴ ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον.9 Ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι ποτὲ βλέπει δια- τρανοῖ. ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδου- μαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάν- τως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδου- 1.549 μαίας. κατ' αὐτῶν γὰρ ἀπεστάλθαι φησὶ τὴν περιοχὴν, ἤτοι πολιορκίαν, ἤγουν συγκλεισμὸν, τοῦ θείου κρίματος συν ωθοῦντος ἀναγκαίως εἰς τὸ παθεῖν τὴν ἐρήμωσιν. Ἢ καὶ καθ' ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλῳ τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ' οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ' αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονο- νουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν. 9Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα. ἡ ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκη- νοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν; ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.9 Ὀλιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμω- μένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ' αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς 1.550 ἡμῖν ὑπεμφαίνει λόγος. ᾤετο γὰρ δυσάλωτος ἔσεσθαι τοῖς ἐχθροῖς, οὐ διά γε τὴν ἐνοῦσαν ἀλκὴν αὐτῷ καὶ τὸ ἐν πολέμοις εὐτεχνὲς, ἀλλ' ὅτι τὸ τραχὺ καὶ δύσβατον τῆς χώρας ἀπο- χρήσειν ἔμελλε πρὸς σωτηρίαν αὐτοῖς. ὄχθοι γὰρ ἦσαν ἁπαν- ταχῆ, καὶ πετρῶν ἀκρωνυχίαι δεινὸν κατεκνεύουσαι, καὶ βουνῶν ἀγριότης, καὶ ὀρῶν ὑψώματα. τί οὖν, φησὶ, τῆς τῶν ἐπιόντων χειρὸς μάτην καταλαζονεύεσθε; εἰ γὰρ καὶ κατῴ- κηκας ἐν χώρᾳ πολὺ λαχούσῃ τὸ δύσβατον, ἠρμένῃ τε ὑψοῦ, κἂν εἰ γενοιό τις ἀετὸς, οἷον ἐναέριον αὐτοῦ τὴν καλιὰν ἔχων· ὑπερβολικὸς δὲ πάλιν ὁ λόγος· ἀλλ' οὖν ἐκεῖθεν καταῤῥαχ θήσῃ, Θεοῦ κατασύροντος· ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. 9Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας; πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;9 Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβε-βληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπι- τωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατει ρωνεύεται καί φησιν Εἰ λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιερ- γότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν; 1.551 ἀλλ' ἦν ἀνάγκη τοῦτο παθεῖν καὶ οὐχ ἑκοῦσιν αὐτοῖς, ὅτι τοῖς μὲν κλέπτουσιν ἀεὶ τὸ δεῖμα παρεγγυᾷ τὴν φυγὴν, καὶ τὸ οἴχεσθαι λαθόντας, καὶ εἴ τι τῶν ἑτοίμων ἁρπάσειαν, ἀπο- χρῶν εἶναι δοκεῖ πρὸς θυμηδίαν αὐτοῖς· τοῖς γεμὴν τρυγῶσιν ἐμποδὼν ἀεὶ πρὸς ἔρευναν ἡ φυλλὰς παραιρουμένη καὶ ὑπο- κλέπτουσα τὸ λαθεῖν δυνάμενον. ἀλλὰ σοί φησιν, ὦ Ἡσαῦ, τουτέστιν, ὦ ἐξ αἵματος τοῦ Ἡσαῦ Ἰδουμαῖε, τὰ χείρω παθεῖν συμβέβηκε· κατελήφθησαν γὰρ τὰ κεκρυμμένα, καὶ διέλαθε μὲν οὐδεὶς, ἀνόνητος δὲ καὶ ἡ φυγὴ, καὶ αὐτὴ τῶν τόπων ἡ δυσχωρία. 9Ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις ἐν αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα· ἀθ' ἧς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.9 Ὅτε κωλύειν ἤθελον τοὺς ἐξ Ἰσραὴλ οἰκοδομοῦντας τὸν νεὼν καὶ τὴν ἁγίαν πόλιν ἀνατειχίζοντας, οἱ ἐξ αἵματος Ἡσαῦ, ὁμοψυχίας συνθήκας πρὸς τὰ περίοικα τῶν ἐθνῶν 1.552 ἐποιήσαντο, καθάπερ εἴπομεν ἤδη. ἐπειδὴ δὲ συμβέβηκεν ἁλῶναι τὴν χώραν αὐτῶν καταστρατευόντων τῶν ἐξ Ἰσραὴλ, τότε καὶ οἱ πάλαι γνήσιοι καὶ συνωμόται καὶ συνασπισταὶ τῶν ἄλλων ἁπάντων γεγόνασι φορτικώτεροι καταδῃοῦντες δὴ καὶ μαχόμενοι. ὁ πόλεμος τοίνυν φησὶν ἕως τῶν ὁρίων σου ἐξαπέστειλέ σε, τουτέστιν ἀφανῆ σε γενέσθαι παρ- εσκεύασε· τοῦτο γὰρ τὸ ἐξαπέστειλεν· οὐ μέρη τῆς σῆς ἐπεισπηδήσας χώρας, ἀλλ' ὅλην ἑλὼν κατὰ κράτος, καὶ μέχρις ὅρων αὐτῶν ἀγαγὼν εἰς ἐρήμωσιν. ἀντέστησαν δὲ, καὶ πεπολεμήκασι πρὸς σὲ, φησὶν, οὓς ἦν τάχα που καὶ λίαν εἰκὸς, κατά γε τὴν σὴν ἐλπίδα, καὶ ἐπαλγύνεσθαι πεπονθότι σοι. ἀλλ' ἔθηκαν ἔνεδρα ὑποκάτω σου, παρ' ὧν σώζεσθαι προσεδόκησας. ἐν δὲ τῷ Οὐκ ἔστιν σύνεσις ἐν αὐτῷ, τοιαύτη τις ἐμφέρεται ἔννοια. σοφούς τε καὶ συνετοὺς ὠνόμαζον τοὺς ψευδομάντεις καὶ βωμολόχους, τοὺς ἀπατεῶνας καὶ οἰωνοσκό- πους, καὶ τοὺς τῶν ἄστρων τὰ ψευδῆ μυθάρια καταχέοντας, οἵ τινες εἰς τοῦτο ληρωδίας ἥκουσιν, ὡς ἐντεῦθεν δύνασθαι καὶ τὴν τῶν ἐσομένων γνῶσιν ἑλεῖν φληνάφως ὑπονοεῖν. ἀνεπτόηντο δὲ πρὸς τοῦτο λίαν οἱ ταῖς τῶν εἰδώλων λατρεί- αις ἐμβεβληκότες. τοῦτο καὶ αὐτοὶ μετὰ τῶν ἄλλων ἠῤῥω- στηκότες οἱ Ἰδουμαῖοι, μέλλοντος ἤδη τοῦ πολέμου περιαγ- γέλλεσθαι, κατεσκέπτοντο μὲν τῶν ἐκβησομένων τὸ πέρας· συναγείροντες δὲ τοὺς ἔν γε δὴ τούτοις σοφοὺς, ἀπαγγέλλειν ἐκέλευον, ὅποι ποτὲ ἄρα βαδιεῖται αὐτοῖς τὰ τοῦ πολέμου. οἱ δὲ, κατὰ τὸ εἰκὸς, κατεμαντεύοντο αὐτοῖς τὸ νικᾶν, ἀλλ' ἥλωσαν καὶ πεπτώκασι, διαμαρτούσης αὐτοῖς τῆς τέχνης· ἠλέγχοντο δὲ καὶ ἀσύνετοι παντελῶς ψευδοεποῦντες οἱ δεί- λαιοι. ὅτι δὲ καίτοι πάλαι θρασεῖς ὄντες οἱ ἐκ Θαιμὰν, αὐτοὶ δὴ πάλιν οἱ Ἰδουμαῖοι ἄνανδροι ἔσονται καὶ περιδεεῖς, κατε- 1.553 σήμῃνε προσθεὶς ὅτι πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαι- μὰν, ὅπως ἐξαρῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, τουτέστιν, ἄχρις ἂν ἀπόλοιντο μέχρι καὶ ἑνὸς τῶν ἐκ τῆς Ἰδουμαίας. καθί- στησι γοῦν ἐναργῆ τὴν αἰτίαν τῆς ἐπενηνεγμένης συμφορᾶς, ὅτι διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου. ἐπειδὴ γὰρ ἀνῄρηκας, φησὶ, τὸν ἐξ αἵματος ἐγγὺς κατὰ ἀγχιστείαν, τουτέστι, τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ Ἰακὼβ, δα πανηθήσῃ πολέμῳ, καὶ εἰσάπαν ἔσῃ κατεφθαρμένος, αἰσχύνης τε ἔμπλεως καὶ ἐντροπῆς. ὅτι δὲ καὶ ἀναπόβλητον ἕξουσι τὸ συμβεβηκὸς, καὶ ταῖς οὕτω δειναῖς ἐναπομενοῦσι συμ- φοραῖς, διαμεμήνυκεν εἰπών Καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ἐν δὲ τῷ Ἀφ' ἧς ἡμέρας, ὑπομιμνήσκει τοῦ καιροῦ, καθ' ὃν τῶν Βαβυλωνίων ᾑρηκότων τὴν Ἰουδαίαν, καὶ διαρπαζόντων τὰ ἐν αὐτῇ, καὶ κλήρῳ λαχόντων τὰ ἐκ τῆς Ἱερουσαλὴμ συνα- γηγερμένα, αὐτοὶ τοὺς φεύγοντας λοχῶντες ἀπέσφαττον, καὶ οἱονεὶ συνειργάζοντο τοῖς ἀλλογενέσι καὶ τοῖς τοὺς ἐξ Ἰακὼβ ἀποφέρουσιν εἰς αἰχμαλωσίαν. ἥλωσαν δὴ οὖν ταῖς τῶν ἀδελφῶν συμφοραῖς ἐπιθρώσκοντες, καὶ ὀλίγα τοῖς Βαβυλωνίοις παραχωροῦντες εἰς ἀγριότητα. 9Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν· μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συν- αγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιστῆς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.9 1.554 Ἀπαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχη- μάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκι- ζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ θυμηδίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ Ἰδουμαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γε- γονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδῃς συναγωγὴν ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμέ- νοις· μήτε μὴν τοῖς φεύγουσιν ἔσο πάγη, τηρῶν τὰς διεκ- βολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δια- δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρω πίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων. 9∆ιότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθή- σεταί σοι εἰς κεφαλήν σου. διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ κατα- βήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.9 1.555 Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ καὶ τὰ πρόσοικα τῶν ἔθνων πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει Κυρίου. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ Ἰσραὴλ τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἡ θεία φύσις τὰ ἑκάστου πταί- σματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ διότι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἑορ- τὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλά- ζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔθνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπάρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πως μηδ' ὑπάρξαι ποτέ. ὄρος δὲ Σιὼν τὴν Ἐκκλησίαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντως, καὶ σκο- πευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ. 9Καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομή- σαντας αὐτούς· καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ καὶ ὁ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται 1.556 εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησεν. καὶ κατακληρονομή- σουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλᾶ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος τὸ Ἐφραῒμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.9 Ὠήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ἰακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ' ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον. κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται δὲ οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ οἶκος Ἰακὼβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ἰωσήφ. καὶ οἶκος μὲν Ἰακὼβ νοοῖντ' ἂν εἰκότως, οἱ ἐξ Ἰούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ἰωσὴφ οἱ ἐν τῇ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Ἐφραῒμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραῒμ ἤστην ἐξ Ἰωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν Ἱεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγ- καίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, 1.557 ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, το- σοῦτον αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμη- θῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἂν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῇ Ναγέβ φησι, τουτέστιν οἱ πρὸς νότον· νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ἡσαῦ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν αὐ-τὴν, κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῇ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλο- φύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραῒμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλααδῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ἰσραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ χειρὸς Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαφυγεῖν ἐρημίαν. 9Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν, καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· καὶ κατακληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. καὶ 1.558 ἀναβήσονται ἄνδρες σεσωσμένοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος τὸ Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.9 Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς Ἱερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαί φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσό- μενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ' ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳ- κισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τῶν Χαναναίων· φησὶ δὲ τὴν Ἀραβίαν, καὶ ἕως Σαρεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθὰ, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ' ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγὲβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ἰνδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βοῤῥᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χῶραν. ἐν δὲ τῷ καὶ ἀναβήσονται ἄνδρες ἀνα- κεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιὼν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαῤῥήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ Ἡσαῦ. πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ' αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ 1.559 κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ' αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ ∆εσπότης, καὶ τοῖς προσ- κρούουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία