Ириней Лионский, II век

Фрагменты (греч)

1

Ὁρκίζω σε τὸν μεταγραψόμενον τὸ βιβλίον τοῦτο, κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ κατὰ τῆς ἐνδόξου παρουσίας αὐτοῦ, ἧς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἵνα ἀντιβάλης ὃ μετεγράψω, καὶ κατορθώσῃς αὐτὸ πρὸς ἀντίγραφον τοῦτο, ὅθεν μετεγράψω, ἐπιμελῶς· καὶ τὸν ὅρκον τοῦτον ὁμοίως μεταγράψῃς, καὶ θήσεις ἐν τῷ ἀντιγράφῳ.

2

Ταῦτα τὰ δόγματα, Φλωρῖνε, ἵνα πεφεισμένως εἴπω, οὐκ ἔστιν ὑγιοῦς γνώμης· ταῦτα τὰ δόγματα ἀσύμφωνά ἐστι τῇ ἐκκλησίᾳ, εἰς τὴν μεγίστην ἀσέβειαν περιβάλλοντα τοὺς πειθομένους αὐτοῖς· ταῦτα τὰ δόγματα οὐδὲ οἱ ἔξω τῆς ἐκκλησίας αἱρετικοὶ ἐτόλμησαν ἀποφήνασθαί ποτε· ταῦτα τὰ δόγματα οἱ πρὸ ἡμῶν πρεσβύτεροι, οἱ καὶ τοῖς ἀποστόλοις συμφοιτήσαντες, οὐ παρέδωκάν σοι. Εἶδον γάρ σε παῖς ὢν ἔτι, ἐν τῇ κάτω Ἀσίᾳ παρὰ τῷ Πολυκάρπῳ, λαμπρῶς πράττοντα ἐν τῇ βασιλικῇ αὐλῇ, καὶ πειρώμενον εὐδοκιμεῖν παρ' αὐτῷ. Μᾶλλον γὰρ τὰ τότε διαμνημονεύω τῶν ἔναγχος γινομένων, αἱ γὰρ ἐκ παίδων μαθήσεις συναύξουσαι τῇ ψυχῇ ἑνοῦνται αὐτῇ, ὥστε με δύνασθαι εἰπεῖν καὶ τὸν τόπον, ἐν ᾧ καθεζόμενος διελέγετο ὁ μακάριος Πολύκαρπος, καὶ τὰς προόδους αὐτοῦ καὶ τὰς εἰσόδους, καὶ τὸν χαρακτῆρα τοῦ βίου, καὶ τὴν τοῦ σώματος ἰδέαν, καὶ τὰς διαλέξεις ἃς ἐποιεῖτο πρὸς τὸ πλῆθος, καὶ τὴν μετὰ Ἰωάννου συναναστροφὴν ὡς ἀπήγγελλε, καὶ τὴν μετὰ τῶν λοιπῶν τῶν ἑωρακότων τὸν Κύριον, καὶ ὡς ἀπεμνημόνευε τοὺς λόγους αὐτῶν· καὶ περὶ τοῦ Κυρίου τίνα ἦν ἃ παρ' ἐκείνων ἀκηκόει, καὶ περὶ τῶν δυνάμεων αὐτοῦ, καὶ περὶ τῆς διδασκαλίας, ὡς παρὰ τῶν αὐτοπτῶν τῆς ζωῆς τοῦ λόγου παρειληφὼς ὁ Πολύκαρπος, ἀπήγγελλε πάντα σύμφωνα ταῖς γραφαῖς. Ταῦτα καὶ τότε διὰ τὸ ἔλεος τοῦ Θεοῦ τὸ ἐπ' ἐμοὶ γεγονὸς σπουδαίως ἤκουον, ὑπομνηματιζόμενος αὐτὰ, οὐκ ἐν χάρτῃ, ἀλλ' ἐν τῇ ἐμῇ καρδίᾳ· καὶ ἀεὶ διὰ τὴν χάριν τοῦ Θεοῦ γνησίως αὐτὰ ἀναμαρυκῶμαι. Καὶ δύναμαι διαμαρτύρασθαι ἔμπροσθεν τοῦ Θεοῦ, ὅτι εἴτι τοιοῦτον ἀκηκόει ἐκεῖνος ὁ μακάριος καὶ ἀποστολικὸς πρεσβύτερος, ἀνακράξας ἂν καὶ ἐμφράξας τὰ ὦτα αὐτοῦ, καὶ κατὰ τὸ σύνηθες εἰπὼν, Ὦ καλὲ Θεὲ, εἰς οἵους με καιροὺς τετήρηκας, ἵνα τούτων ἀνέχωμαι, πεφεύγοι ἂν καὶ τὸν τόπον, ἐν ᾧ καθεζόμενος ἢ ἑστὼς τῶν τοιούτων ἀκηκόει λόγων. Καὶ ἐκ τῶν ἐπιστολῶν δὲ αὐτοῦ, ὧν ἐπέστειλεν ἤτοι ταῖς γειτνιώσαις ἐκκλησίαις, ἐπιστηρίζων αὐτὰς, ἢ τῶν ἀδελφῶν τισι, νουθετῶν αὐτοὺς καὶ προτρεπόμενος, δύναται φανερωθῆναι.

3

Οὐ γὰρ μόνον περὶ τῆς ἡμέρας ἐστιν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. Οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν· οἱ δὲ δύο, οἱ δὲ καὶ πλείονας, οἱ δὲ τεσσαράκοντα· ὥρας ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν αὐτῶν. Καὶ τοιαύτη μὲν ποικιλία τῶν ἐπιτηρούντων, οὐ νῦν ἐφ' ἡμῶν γεγονυῖα, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν πρὸ ἡμῶν, τῶν παρὰ τὸ ἀκριβὲς, ὡς εἰκὸς, κρατούντων, τὴν καθ' ἁπλότητα καὶ ἰδιωτισμὸν συνήθειαν εἰς τὸ μετέπειτα πεποιηκότων· καὶ οὐδὲν ἔλαττον πάντες οὗτοι εἰρήνευσάν τε, καὶ εἰρηνεύομεν πρὸς ἀλλήλους· καὶ ἡ διαφωνία τῆς νηστείας τὴν ὁμόνοιαν τῆς πίστεως συνίστησι. ... Καὶ οἱ πρὸ Σωτῆρος πρεσβύτεροι οἱ προστάντες τῆς ἐκκλησίας, ᾗς νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν καὶ Πίον, Ὑγῖνόν τε καὶ Τελεσφόρον, καὶ Ξύστον, οὔτε αὐτοὶ ἐτήρησαν, οὔτε τοῖς μετ' αὐτοὺς ἐπέτρεπον. Καὶ οὐδὲν ἔλαττον αὐτοὶ μὴ τηροῦντες, εἰρήνευον τοῖς ἀπὸ τῶν παροικιῶν ἐν αἷς ἐτηρεῖτο, ἐρχομένοις πρὸς αὐτοὺς, καίτοι μᾶλλον ἐνάντιον ἦν τὸ τηρεῖν τοῖς μὴ τηροῦσι· καὶ οὐδέποτε διὰ τὸ εἶδος τοῦτο ἀπεβλήθησάν τινες. Ἀλλ' αὐτοὶ μὴ τηροῦντες οἱ πρὸ σοῦ πρεσβύτεροι τοῖς ἀπὸ τῶν παροικιῶν τηροῦσιν ἔπεμπον εὐχαριστίαν. Καὶ τοῦ μακαρίου Πολυκάρπου ἐπιδημήσαντος ἐν τῇ Ῥώμῃ ἐπὶ Ἀνικήτου, καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς ἀλλήλους, εὐθὺς εἰρήνευσαν, περὶ τούτου τοῦ κεφαλαίου μὴ φιλεριστήσαντες ἑαυτούς. Οὔτε γὰρ ὁ Ἀνίκητος τὸν Πολύκαρπον πεῖσαι ἐδύνατο μὴ τηρεῖν, ἅτε μετὰ Ἰωάννου τοῦ μαθητοῦ Κυρίου ἡμῶν, καὶ λοιπῶν ἀποστόλων οἷς συνδιέτριψεν, ἀεὶ τετηρηκότα· οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνίκητον ἔπεισε τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν πρὸ αὑτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν. Καὶ τούτων οὕτως ἐχόντων, ἐκοινώνησαν ἑαυτοῖς· καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εὐχαριστίαν τῷ Πολυκάρπῳ, κατ' ἐντροπὴν δηλονότι, καὶ μετ' εἰρήνης ἀπ' ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων, καὶ τῶν τηρούντων, καὶ τῶν μὴ τηρούντων.

4

Ἐν ᾧ ἄν τις δύναιτο εὖ ποιεῖν τοῖς πλησίον, καὶ οὐ ποιεῖ, ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου νομισθήσεται.

5

Θέλησις καὶ ἐνέργεια Θεοῦ ἐστὶν ἡ παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος, καὶ πάσης φύσεως ποιητική τε καὶ προνοητικὴ αἰτία. Θέλησίς ἐστι τῆς νοερᾶς ψυχῆς ὁ ἐφ' ἡμῖν λόγος, ὡς αὐτεξούσιος αὐτῆς ὑπάρχουσα δύναμις. Θέλησίς ἐστι νοῦς ὀρεκτικὸς, καὶ διανοητικὴ ὄρεξις, πρὸς τὸ θεληθὲν ἐπινεύουσα.

7

Τὸ δὲ ἐν κυριακῇ μὴ κλίνειν γόνυ, σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι, τῶν τε ἁμαρτημάτων, καὶ τοῦ ἐπ' αὐτῶν τεθανατωμένου θανάτου ἠλευθερώθημεν. Ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχὴν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος, ὁ μάρτυρ καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ περὶ τοῦ Πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς Πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν.

8

Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθε χρυσίῳ καθαρῷ ἦν· οὕτω καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγές· ἔσωθεν μὲν τῷ Λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ Πνεύματι φρουρούμενον· ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων παραδειχθῇ. 9 Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας. 10 Ἴδιον καὶ πρεπῶδες ὡς ἀληθῶς τῷ Θεῷ, τὸ ἱλάσκεσθαι, τὸ ἐλεεῖν, τὸ τὰ ἔργα σώζειν ἑαυτοῦ, κᾂν εἰς κίνδυνον διαφθορᾶς καταφέρηται· Παρ' αὐτῷ γάρ, φησιν, ὁ ἱλασμός ἐστιν. 11 Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδὲν ἄλλο ἐστὶν, ἢ μελετᾷν ἀποθνήσκειν.

12

Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι πεπιστεύκαμεν. Εἰ γὰρ καὶ φθείρεται, ἀλλ' οὐκ ἀπόλλυται· τούτων γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένη τηρεῖ, δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳ συμπλεκομένου. Αὖθις ὥσπερ κόκκος γυμνὸς σπείρεται, καὶ κελεύσματι τοῦ δημιουργήσαντος Θεοῦ θάλλων, ἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀποθανὼν λυθῆ, καὶ γῇ συμμιγῇ· ὥστε τὴν ἀνάστασιν τοῦ σώματος οὐ μάτην πεπιστεύκαμεν· Ἀλλ' εἰ καὶ λύεται πρὸς καιρὸν, διὰ τὴν ἀπ' ἀρχῆς γενομένην παρακοὴν, ὡς εἰς χωνευτήριον τῆς γῆς καθίσταται, πάλιν ἀναπλασθησόμενον, οὐ τοιοῦτον φθειρόμενον, ἀλλὰ καθαρὸν, καὶ μηκέτι φθειρόμενον· ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται, καὶ τοῦτο ἐνδυσαμένη οὐκ ἀνιαθήσεται, ἀλλὰ χαρήσεται, καθαρὰ παραμείνασα, νυμφίῳ δικαίῳ συνοδεύσασα, καὶ μὴ ἐπιβούλῳ· ἐν πᾶσιν ἔχουσα μετὰ πάσης ... ἀπολήψεται, οὐκ ἀλλοιωθέντα, οὐδὲ πάθους ἢ νόσου μεταστάντα, οὐδὲ ἔνδοξα ἀπολήψεται τὰ σώματα, ἀλλ' ὡς ἐν ἁμαρτήμασιν ἢ κατορθώμασιν ἐτελεύτων· καὶ ὁποῖα ἦν, τοιαῦτα ἀναβιώσαντα ἐπενδύσονται, καὶ ὁποῖα ἐν ἀπιστίᾳ γίνωνται, τοιαῦτα πιστῶς κριθήσονται.

13

Χριστιανῶν γὰρ κατηχουμένων δούλους Ἕλληνες συλλαβόντες, εἶτα μαθεῖν τὶ παρὰ τούτων δῆθεν ἀπόῤῥητον περὶ Χριστιανῶν ἀναγκάζοντες, οἱ δοῦλοι οὗτοι, μὴ ἔχοντες πῶς τὸ τοῖς ἀναγκάζουσι καθ' ἡδονὴν ἐρεῖν, παρόσον ἤκουον τῶν δεσποτῶν, τὴν θείαν μετάληψιν αἷμα καὶ σῶμα εἶναι Χριστοῦ, αὐτοὶ νομίσαντες τῷ ὄντι αἷμα καὶ σάρκα εἶναι, τοῦτο ἐξεῖπον τοῖς ἐκζητοῦσι. Οἱ δὲ λαβόντες ὡς αὐτόχρημα τοῦτο τελεῖσθαι Χριστιανοῖς, καὶ δὴ τοῦτο τοῖς ἄλλοις Ἕλλησιν ἐξεπόμπευον, καὶ τοὺς μάρτυρας Σάγκτον καὶ Βλανδίναν ὁμολογῆσαι διὰ βασάνων ἠνάγκαζον. Οἷς εὐστόχως Βλανδίνα ἐπαῤῥησιάσατο, Πῶς ἂν, εἰποῦσα, τούτων ἀνάσχοιντο οἱ μηδὲ τῶν ἐφειμένων κρεῶν δι' ἄσκησιν ἀπολαύοντες;

14

Πῶς δυνατὸν τὸν φύσει ἄλογον καὶ ἄνουν ὑπὸ Θεοῦ γενόμενον ὄφιν, λογικὸν καὶ λαλητὸν εἰπεῖν; Εἰ μὲν αὐτουργικῶς ἑαυτῷ τὸν λόγον καὶ τὴν διάκρισιν καὶ τὴν σύνεσιν καὶ ἀπόκρισιν τῶν ὑπὸ τῆς γυναικὸς λεγομένων ἐχρήσατο, ἄρα οὖν καὶ πᾶς ὄφις τοῦτο ποιεῖν οὐ κεκώλυτο. Εἰ δὲ πάλιν φήσουσι κατὰ θείαν βουλὴν καὶ οἰκονομίαν ἀνθρωπίνῃ φωνῇ τῇ Εὔᾳ τοῦτον προσφθέγγεσθαι, τὸν Θεὸν ἱστῶσι τῆς ἁμαρτίας αἴτιον. Ἀλλ' οὐδὲ τῷ πονηρῷ δαίμονι ἐξὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἀλόγῳ φύσει λόγον χαρίσασθαι· ἐπεὶ οὐκ ἂν ἐπαύσατό ποτε πρὸς ἀπάτην δι' ὄφεων καὶ θηρίων καὶ πετεινῶν τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πλανῶν. Πόθεν δὲ καὶ θηρίον ὢν, ἤκουσε τῆς ἐντολῆς τῆς ὑπὸ Θεοῦ τῷ ἀνθρώπῳ, καὶ μόνῳ, μυστικῶς δοθείσης, μηδ' αὐτῆς τῆς γυναικὸς τοῦτο μαθούσης; ∆ιὰ τί μὴ μᾶλλον τῷ ἀνθρώπῳ, καὶ οὐ τῇ γυναικὶ προσέβαλε; Κἂν μὴ εἴπῃς, ὡς ἀσθενεστέρας ταύτης κατέδραμε· τοὐναντίον ἀνδρειοτέρα, ὡς βοηθὸς τοῦ ἀνθρώπου ἐφάνη ἐν τῇ παραβάσει τῆς ἐντολῆς. Αὕτη γὰρ καὶ ἀνταίρει μόνη τῷ ὄφει, καὶ μετά τινος στάσεως καὶ φιλονεικίας καταπανουργηθεῖσα, τοῦ ξύλου ἔφαγεν· ὁ δὲ Ἀδὰμ οὐδὲν ὅλως μαχεσάμενος, ἢ ἀντιλέξας, τοῦ καρποῦ μετειλήφει δοθέντος παρὰ τῆς γυναικός· ὅπερ ἀσθενείας παντελοῦς καὶ νοὸς ἀνάνδρου ἐστὶν ἀπόδειξις. Ἡ μὲν γὰρ γυνὴ ὑπὸ δαίμονος καταπαλαισθεῖσα, συγγνωστὴ ὑπάρχει· ὁ δὲ Ἀδὰμ, ὡς ὑπὸ γυναικὸς ἡττηθεὶς ἀσύγγνωστος ἔσται, ὡς αὐτοπροσώπως τὴν ἐντολὴν αὐτὸς ὑπὸ Θεοῦ κομισάμενος· ἡ μὲν γὰρ γυνὴ, καὶ παρ' αὐτοῦ Ἀδὰμ τῆς ἐντολῆς ἀκούσασα, εὐκαταφρονήτως διέκειτο, ἢ ὡς μὴ ἀξιωθεῖσα τὸν Θεὸν καὶ ταύτῃ λαλῆσαι, ἢ καὶ ὡς διστάζουσα, ἴσως καὶ νομίζουσα οἴκοθεν τὸν τοῦ Ἀδὰμ τὴν ἐντολὴν αὐτῇ δοθῆναι. Πρὸς ἑαυτὴν ἰδιάζουσαν εὗρεν ὁ ὄφις, ἵνα δυνηθῇ κατ' ἰδίαν αὐτῇ προσομιλῆσαι. Ἐσθίουσαν δὲ αὐτὴν ἐκ τῶν ξύλων ἰδὼν, προσέβαλλε τὴν βρῶσιν τοῦ ξύλου, ἢ μὴ ἐσθίουσαν. Καὶ εἰ μὲν ἐσθίουσαν, πρόδηλον, ὅτι καὶ ἐν φθαρτῷ σώματι οὖσαν. Πᾶν γὰρ τὸ εἰς τὸ στόμα εἰσερχόμενον, εἰς ἀφεδρῶνα χωρεῖ. Εἰ οὖν φθαρτὴ, πρόδηλον ὅτι καὶ θνητή. Εἰ δὲ θνητὴ, οὐκέτι κατάρα, οὐδὲ ἀπόφασις ἦν ἐκείνη, ἡ φάσκουσα πρὸς τὸν ἄνθρωπον φωνὴ Θεοῦ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καθὰ ἔχει ἡ τῶν πραγμάτων ἀλήθεια. Εἰ δὲ πάλιν οὐκ ἐσθίουσαν ὁ ὄφις τὴν γυναῖκα ἐθεάσατο, πῶς εἰς βρῶσιν μετήγαγε τὴν οὐδέποτε φαγοῦσαν; Τίς δὲ ὁ μηνύσας καὶ τούτῳ τῷ φονευτῇ παλαμναίῳ ὄφει, ὡς οὐκ εἰς πέρας ἔλθῃ ἡ πρὸς αὐτοὺς ἐκ Θεοῦ περὶ θανάτου ἀπόφασις, εἰπόντος, ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ οὐ μόνον, ἀλλ' ὅτι σὺν τῇ ἀθρηξίᾳ καὶ τούτων διανοιχθήσονται οἱ ὀφθαλμοὶ, οἱ τὸ πρὶν ἀβλεποῦντες; Τῇ δὲ λεγομένῃ διανοίξει τὴν εἴσοδον τῷ θανάτῳ ποιήσαντες.

15

Ταῦτα πάλαι διὰ παραβολῶν λαλῶν ὁ Βαλαὰμ οὐκ ἐγινώσκετο· καὶ νῦν ὁ Χριστὸς παρὼν, καὶ ταῦτα πληρῶν, οὐκ ἐπιστεύετο· ὅθεν προβλέπων καὶ θαυμάζων λέγει· ὢ, ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα Θεός;

16

Ἄνωθεν τὸν νόμον τῇ μετὰ τοὺς ᾑρημένους ἐν τῇ ἐρήμῳ γενεᾷ ἐπεξηγούμενος, ἐκδιδάσκει τὸ ∆ευτερονόμιον· οὐχ ὡς ἕτερον νόμον διδοὺς, παρὰ τὸν πάλαι τοῖς πατράσιν αὐτῶν ὡρισμένον· ἀλλ' αὐτὸν τοῦτον ἀνακεφαλαιούμενος· ἵνα ἀκούσαντες τὰ συμβάντα τοῖς πατράσιν αὐτῶν, ἐξ ὅλης τῆς καρδίας φοβηθῶσι τὸν Θεόν.

17

Ἐξ ὧν ὁ Χριστὸς προετυπώθη, καὶ ἐπεγνώσθη, καὶ ἐγεννήθη· ἐν μὲν γὰρ τῷ Ἰωσὴφ προετυπώθη· ἐκ δὲ τοῦ Λευὶ καὶ τοῦ Ἰούδα τὸ κατὰ σάρκα, ὡς βασιλεὺς καὶ ἱερεὺς, ἐγεννήθη· διὰ δὲ τοῦ Συμεὼν ἐν τῷ ναῷ ἐπεγνώσθη· διὰ τοῦ Ζαβουλὼν ἐν τοῖς ἔθνεσιν ἐπιστεύθη, ὥς φησιν ὁ προφήτης· γῆ Ζαβουλών· διὰ δὲ τοῦ Βενιαμὶν, τοῦ Παύλου, εἰς πάντα τὸν κόσμον κηρυχθεὶς ἐδοξάσθη.

18

Καὶ τοῦτο οὐκ ἀργῶς, ἀλλ' ἵνα διὰ τοῦ ἀριθμοῦ τῶν δέκα ἄνδρων, Ἰησοῦν μεθ' ἑαυτοῦ ἔχων φάνῃ βοηθὸν, οἷα καὶ ἀπὸ συμφώνου αὐτοῖς γεγονότος. Καὶ μὴ βουληθέντος ἐπικοινωνῆσαι οἷς ἔπραττον εἰδωλολατροῦντες, ἐπ' αὐτὸν τὴν αἰτίαν ἀναφέρουσιν· ὅτι Ἱεροβάαλ δικαστήριον τοῦ Βάαλ λέγεται.

19

Λαβὲ πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυῆ. Ἔδει γὰρ ἐξ Αἰγύπτου Μωϋσῆν τὸν λαὸν ἐξαγαγεῖν, τὸν δὲ Ἰησοῦν εἰς τὴν κληροδοσίαν εἰσαγαγεῖν· καὶ τὸν μὲν Μωϋσῆν ὡς νόμον ἀνάπαυλαν λαμβάνειν, Ἰησοῦν δὲ ὡς λόγον, καὶ τοῦ ἐνυποστάτου Λόγου τύπον ἀψευδῆ, τῷ λαῷ δημηγορεῖν· καὶ τὸν μὲν Μωϋσῆν τὸ μάννα τοῖς πατράσι τροφὴν διδόναι, τὸν δὲ Ἰησοῦν τὸν σῖτον, ἄρτι τὴν ἀπαρχὴν τῆς ζωῆς, τύπον τοῦ σώματος τοῦ Χριστοῦ, καθά φησι καὶ ἡ γραφὴ, ὅτι τότε ἐπαύσατο τὸ μάννα Κυρίου, μετὰ τὸ φαγεῖν τὸν σῖτον λαὸν ἀπὸ τῆς γῆς.

20

Οὐ πορεύσῃ μετ' αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐ περὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰ διὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκει τὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς καταράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦ Θεοῦ βούλησιν, ἀλλ' εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧς εἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς.

21

Καὶ οὗτος ἐπεβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ. Ἡ μὲν ὄνος τύπον εἶχε σώματος Χριστοῦ· ἐφ' ὃν πάντες οἱ ἄνθρωποι ἐκ καμάτων ἀναπαυόμενοι, ὡς ὑπὸ ὀχήματος βαστάζονται. Τὸ γὰρ φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Σωτὴρ ἀνεδέξατο. Ὁ δὲ ἄγγελος ὀφθεὶς τῷ Βαλαὰμ, αὐτὸς ὁ Λόγος ἦν· εἶχε δὲ ἐν τῇ χειρὶ μάχαιραν, δηλονότι, ἣν εἶχεν ἄνωθεν ἐξουσίαν.

22

Οὐχ ὡς ἄνθρωπος ὁ Θεός. ∆είκνυσιν, ὡς πάντες μὲν ἄνθρωποι ψεύδονται μεταφερόμενοι· ὁ δὲ Θεὸς οὐχ οὕτως· ἀεὶ γὰρ μένει ἀληθὴς, ἐπιτελῶν ὅσα βούλεται.

23

Ἀποδοῦναι ἐκδίκησιν παρὰ Κυρίου τῇ Μαδιάμ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ, ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται· μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν.

24

Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ ἔστι κενὸς, ἀλλὰ πλήρης.

25

Τὸ μὲν οὖν παιδάριον τὸ χειραγωγοῦν τὸν Σαμψὼν προτυπωθήσεται εἰς Ἰωάννην τὸν Βαπτιστὴν, ἐπιδεικνύντα τῷ λαῷ τὴν εἰς Χριστὸν πίστιν. Ὁ δὲ οἶκος, εἰς ὃν ἦσαν συνηγμένοι, σημαίνεται εἶναι ὁ κόσμος, ἐν ᾧ κατῴκει τὰ ἀλλόφυλα ἔθνη καὶ ἄπιστα, θυσιάζοντα τοῖς εἰδώλοις αὑτῶν· οἱ δὲ δύο στύλοι, αἱ δύο διαθῆκαι. Τὸ οὖν ἐπαναπαυθῆναι τὸν Σαμψὼν ἐπὶ τοὺς στύλους, τὸ τὸν διδαχθέντα λαὸν ἐπιγνῶναι τὸ τοῦ Χριστοῦ μυστήριον.

26 Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον, καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. Ὅπερ ἦν σημεῖον ἀναγωγῆς ψυχῶν διὰ ξύλου, ἐφ' οὗ πέπονθεν ὁ ψυχὰς ἀνάγειν δυνάμενος, ἀκολουθούσας ἀνόδῳ τῇ ἑαυτοῦ. Οὗ καὶ ἐκεῖνο γνώρισμα, τὸ ἀναβῆναι ψυχὰς πολλὰς καὶ ἐν τοῖς σώμασιν ὀφθῆναι, ἅμα τῇ καθόδῳ τῆς ἁγίας ψυχῆς Χριστοῦ. Ὡς γὰρ τὸ κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, ὁ δὲ βαρύτατος ἐπεπόλασε σίδηρος· οὕτω τοῦ Θεοῦ λόγου ἑνώσει, τῇ καθ' ὑπόστασιν φυσικῇ, ἑνωθέντος τῇ σαρκὶ, τὸ βαρὺ καὶ γεῶδες ὑπὸ τῆς θείας φύσεως εἰς οὐρανοὺς ἀνελήφθη μετὰ τὴν ἀνάστασιν ἀφθαρτισθέν.

27 Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πρὸς Ἰουδαίους ἐγράφη· οὗτοι γὰρ ἐπεθύμουν πάνυ σφόδρα ἐκ σπέρματος ∆αβὶδ Χριστόν. Ὁ δὲ Ματθαῖος, καὶ ἔτι μᾶλλον σφοδροτέραν ἔχων τὴν τοιαύτην ἐπιθυμίαν, παντοίως ἔσπευδε πληροφορίαν παρέχειν αὐτοῖς, ὡς εἴη ἐκ σπέρματος ∆αβὶδ ὁ Χριστός· διὸ καὶ ἀπὸ τῆς γενέσεως αὐτοῦ ἤρξατο. 28 Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν, φησί· διεγείρων πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τῷ φόβῳ καθαίρων, καὶ παρασκευάζων καρπὸν ὥριμον φέρειν.

29

Ἴδε κόκκος σινάπεως διὰ παραβολῆς δεικνύμενος, καὶ λόγον ἐνουράνιον, σπέρματος δίκην ἐν κόσμῳ, ὡς ἐν ἀγρῷ, σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυῤῥακὲς καὶ αὐστηρὸν τῆς δυνάμεως. Κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο· οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς, ἐν χώματι κρυβεὶς, καὶ τριημέρῳ μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. Ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι, κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν, ὡς πετεινοῖς οὐρανοῦ, ὑφ' ὧν κλάδων σκεπασθέντες οἱ πάντες, ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς.

30

Νῦν δὲ ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου, ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοὶ, καὶ ἀπέβαλον τὴν ζωήν· οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς, καὶ ἀπολαβεῖν τὴν σωτηρίαν.

31

Ἰώσηπός φησιν, ὅτι ἡνίκα ἐν βασιλείοις ἐτρέφετο Μωϋσῆς, στρατηγὸς χειροτονηθεὶς κατὰ τῶν Αἰθιόπων, καὶ νικήσας, ἠγάγετο τὴν τοῦ βασιλέως ἐκείνου θυγατέρα· ἐπείπερ πόθῳ τῷ πρὸς αὐτὸν προδίδωσιν αὐτῷ τὴν πόλιν. Τί δήποτε τῶν δύο λοιδορησάντων, ἐκείνη δίκας ᾐτήθη μόνη; πρῶτον, ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄῤῥενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ· ἤτε εἶχέ τινα μετρίαν συγγνώμην ὁ Ἀαρὼν, ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. Πρὸς δὲ τούτοις ἐπεὶ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρὼν, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ τε καὶ ἐπαίδευσεν. Οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρώτης τοῦτο δεξαμένης, αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν. Ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. Εἶτα ὁ φιλάνθρωπος Κύριος ἐδίδαξεν, ὡς οὐ καταδικαστικῶς αὐτὴν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν· ἔφη γὰρ, Εἰ ὁ πατὴρ αὐτῆς ἐμπαίων ἐνέπαισεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.

32

Ἐπειδὴ τινὲς οὐκ οἶδ' ὁπόθεν κινηθέντες, δι' ἡμισείας τὸ δημιουργικὸν τοῦ Θεοῦ παραιροῦνται, μόνου τοῦ ποιοῦ τοῦ περὶ ὕλην αἴτιον αὐτὸν λέγοντες, ἀγέννητον αὐτὴν τὴν ὕλην εἰπόντες, φέρε πυθώμεθα αὐτῶν, τί ποτε καὶ ... ἀμετάβλητον· ἀμετάβλητος ἄρα ἡ ὕλη· εἰ ἀμετάβλητος ἡ ὕλη, τὸ δὲ ἀμετάβλητον οὐ τρέπεται κατὰ ποιότητα, οὐ κοσμοποιεῖται. ∆ι' οὗ παρέλκον αὐτοῖς φαίνεται, τὸν Θεὸν ἐπιβάλλειν ποιότητας τῇ ὕλη, ὅλως τῆς ὕλης οὐκ ἐπιδεχομένης τροπὴν, ἀγεννήτου κατ' αὐτὴν τυγχανούσης. Ἔτι εἰ ἀγέννητος ἡ ὕλη, πάντως κατὰ τινὰ ποιότητα πεποίηται, καὶ ταύτην ἄτρεπτον, οὐκ ἂν εἴη πλειόνων ποιοτήτων δεκτική· οὐδ' ἂν κοσμοποιοῖτο· μὴ κοσμοποιουμένη δὲ, ἐκτὸς ποιεῖ τὸν Θεὸν δι' ὅλων τοῦ δημιουργεῖν.

33

Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐ μάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ' εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰ τοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαριζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγονα πνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μή τις ἀναγεννηθῇ δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

34

Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωοποιήσας ἄξει ἐπὶ τὴν κρίσιν;

35

Ἔστι μὲν οὖν ἡ γνῶσις ἡ ἀληθινὴ ἡ κατὰ Χριστὸν σύνεσις, ἣν ὁ Παῦλος καλεῖ τὴν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται, ὁ λόγος τοῦ σταυροῦ, οὗ ἐάνπερ τις γεύσηται, οὐ μὴ ἂν προσελεύσεται ταῖς παραδιατριβαῖς καὶ λογομαχίαις τῶν τετυφωμένων καὶ φυσιουμένων, τῶν ἃ μὴ ἑωράκασιν ἐμβατευόντων. Ἀσχημάτιστος γὰρ ἡ ἀλήθεια καὶ ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, ὡς ὁ αὐτὸς ἀπόστολος λέγει, εὐμ... τοῖς πειθομένοις. Ὁμοίους γὰρ Χριστῷ ἡμᾶς ποιεῖ, εἰ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν αὐτοῦ παθημάτων γνῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἐπιλογὴ τῆς ἀποστολικῆς διδασκαλίας καὶ τῆς ἁγιωτάτης πίστεως τῆς ἡμῖν παραδοθείσης, ἣν οἱ ἰδιῶται δέχονται καὶ οἱ ὀλιγομαθεῖς ἐδίδαξαν, οἱ ταῖς γενεαλογίαις ταῖς ἀπεράντοις οὐ προσέχοντες, ἀλλὰ μᾶλλον περὶ τὴν τοῦ βίου ἐπανόρθωσιν σπουδάζοντες, ἵνα μὴ τοῦ θείου πνεύματος ἀποστερηθέντες ἀποτύχωσι τῆς βασιλείας τῶν οὐρανῶν. Τὸ γὰρ πρῶτον μέν ἐστι τὸ ἀπαρνῆσαι σεαυτὸν καὶ τὸ ἀκολουθῆσαι τῷ Χριστῷ, καὶ οἱ ταῦτα ποιοῦντες εἰς τελειότητα φέρονται, πᾶν τὸ θέλημα τοῦ διδασκάλου πεπληρωκότες, υἱοὶ Θεοῦ διὰ τῆς παλιγγενεσίας τῆς πνευματικῆς γινόμενοι καὶ τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι, ἣν πρῶτον ζητοῦντες οὐκ ἀφεθήσονται.

36

Οἱ ταῖς δευτέραις τῶν ἀποστόλων διατάξεσι παρηκολουθηκότες ἴσασι, τὸν Κύριον νέαν προσφορὰν ἐν τῇ καινῇ διαθήκῃ καθεστηκέναι, κατὰ τὸ Μαλαχίου τοῦ προφήτου· ∆ιότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· ὥσπερ καὶ ὁ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει λέγει· Τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ὁ Παῦλος παρακαλεῖ ἡμᾶς παραστῆσαι τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ἡμῶν. Καὶ πάλιν· ἀναφέρωμεν θυσίαν αἰέσεως τουτέστι καρπὸν χειλέων. Αὗται μὲν αἱ προσφοραὶ οὐ κατὰ τὸν νόμον εἰσὶν, οὗ τὸ χειρόγραφον ἐξαλείψας ὁ Κύριος ἐκ τοῦ μέσου ᾖρεν, ἀλλὰ κατὰ πνεῦμα, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν τὸν Θεόν. ∆ιότι καὶ ἡ προσφορὰ τῆς εὐχαριστίας οὐκ ἔστι σαρκικὴ, ἀλλὰ πνευματικὴ καὶ ἐν τούτῳ καθαρά. Προσφέρομεν γὰρ τῷ Θεῷ τὸν ἄρτον καὶ τὸ ποτήριον τῆς εὐλογίας, εὐχαριστοῦντες αὐτῷ ὅτι τῇ γῇ ἐκέλευσεν ἐκφῦσαι τοὺς καρποὺς τούτους εἰς τροφὴν ἡμετέραν, καὶ ἐνταῦθα τὴν προσφορὰν τελέσαντες ἐκκαλοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπως ἀποφήνῃ τὴν θυσίαν ταύτην καὶ τὸν ἄρτον σῶμα τοῦ Χριστοῦ, καὶ τὸ ποτήριον τὸ αἷμα τοῦ Χριστοῦ, ἵνα οἱ μεταλαβόντες τούτων τῶν ἀντιτύπων, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τῆς ζωῆς αἰωνίου τύχωσιν. Οἱ οὖν ταύτας τὰς προσφορὰς ἐν τῇ ἀναμνήσει τοῦ Κυρίου ἄγοντες, οὐ τοῖς τῶν Ἰουδαίων δόγμασι προσέρχονται, ἀλλὰ πνευματικῶς λειτουργοῦντες τῆς σοφίας υἱοὶ κληθήσονται. 37 Ἔταξαν οἱ Ἀπόστολοι, μὴ δεῖναι ἡμᾶς κρίνειν τινὰ ἐν βρώσει καὶ ἐν πόσει καὶ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Πόθεν οὖν αὗται αἱ μάχαι, πόθεν τὰ σχίσματα; ἑορτάζομεν, ἀλλ' ἐν ζύμῃ κακίας καὶ πονηρίας, τὴν ἐκκλησίαν τοῦ Θεοῦ διαῤῥίπτοντες, καὶ τὰ ἐκτὸς τηροῦμεν, ἵνα τὰ κρείττονα, τὴν πίστιν καὶ ἀγάπην ἀποβάλλωμεν. Ταύτας οὖν ἑορτὰς καὶ νηστείας ἀπαρέσκειν τῷ Κυρίῳ ἐκ τῶν προφητικῶν λόγων ἠκούσαμεν. 38 Χριστὸς ὁ πρὸ αἰώνων κληθεὶς Θεοῦ Υἱὸς ἐν τῷ πληρώματι τοῦ καιροῦ ὤφθη, ἵνα ἡμᾶς, τοὺς ὑπὸ τῆς ἁμαρτίας ὄντας, διὰ τοῦ αἵματος αὐτοῦ καθαρίσῃ, ἁγνοὺς τῷ πατρὶ υἱοὺς παραστήσας, εἰ τῇ παιδείᾳ τοῦ πνεύματος εὐπειθεῖς ἡμᾶς παρέχωμεν. Καὶ ἐν τῷ τέλει τῶν καιρῶν μέλλει ἔρχεσθαι εἰς τὸ καταργῆσαι πᾶν τὸ κακὸν, καὶ εἰς τὸ ἀποκαταλλάξαι τὰ πάντα, ἵνα ᾖ πάντων τῶν μιασμάτων τὸ τέλος. 39 Καὶ εὗρε σιαγόνα ὄνου· Σημειωτέον, ὅτι οὐκέτι ἡ θεία γραφὴ μετὰ τὴν πορνείαν τοῖς παρ' αὐτοῦ κατωρθωμένοις ἐφθέγξατο τὸ, Ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου· οὕτω γὰρ τὸ τῆς πορνείας ἁμάρτημα πρὸς τὸ σῶμα, ὡς περὶ Θεοῦ ναὸν ἁμαρτάνεται, κατὰ τὸν θεῖον Ἀπόστολον. 40 Τοῦτο σημαίνει τὸν διωγμὸν τὸν κατὰ τῆς ἐκκλησίας παρὰ τῶν ἔτι μενόντων ἐν τῇ ἀπιστίᾳ ἐθνῶν. Ἀλλ' ἤλπισεν ὁ ταῦτα πάσχων, ὡς ἔσται ἐκδίκησις κατὰ τῶν πολεμούντων. ∆ιὰ τίνος δὲ ἡ ἐκδίκησις; Πρῶτον μὲν διὰ τοῦ καταφυγεῖν ἐπὶ τὴν νοητὴν πέτραν, δεύτερον δὲ διὰ τοῦ εὑρεῖν σιαγόνα ὄνου. Τύπος δὲ τῆς σιαγόνος τὸ σῶμα τοῦ Χριστοῦ.

41

Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας.

42

Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενόμενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται. Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς μετανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν.

43

Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν.

44

Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν.

24 - повторение

Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ ἔστι κενὸς, ἀλλὰ πλήρης.

25

Τὸ μὲν οὖν παιδάριον τὸ χειραγωγοῦν τὸν Σαμψὼν προτυπωθήσεται εἰς Ἰωάννην τὸν Βαπτιστὴν, ἐπιδεικνύντα τῷ λαῷ τὴν εἰς Χριστὸν πίστιν. Ὁ δὲ οἶκος, εἰς ὃν ἦσαν συνηγμένοι, σημαίνεται εἶναι ὁ κόσμος, ἐν ᾧ κατῴκει τὰ ἀλλόφυλα ἔθνη καὶ ἄπιστα, θυσιάζοντα τοῖς εἰδώλοις αὑτῶν· οἱ δὲ δύο στύλοι, αἱ δύο διαθῆκαι. Τὸ οὖν ἐπαναπαυθῆναι τὸν Σαμψὼν ἐπὶ τοὺς στύλους, τὸ τὸν διδαχθέντα λαὸν ἐπιγνῶναι τὸ τοῦ Χριστοῦ μυστήριον.

26

Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον, καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. Ὅπερ ἦν σημεῖον ἀναγωγῆς ψυχῶν διὰ ξύλου, ἐφ' οὗ πέπονθεν ὁ ψυχὰς ἀνάγειν δυνάμενος, ἀκολουθούσας ἀνόδῳ τῇ ἑαυτοῦ. Οὗ καὶ ἐκεῖνο γνώρισμα, τὸ ἀναβῆναι ψυχὰς πολλὰς καὶ ἐν τοῖς σώμασιν ὀφθῆναι, ἅμα τῇ καθόδῳ τῆς ἁγίας ψυχῆς Χριστοῦ. Ὡς γὰρ τὸ κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, ὁ δὲ βαρύτατος ἐπεπόλασε σίδηρος· οὕτω τοῦ Θεοῦ λόγου ἑνώσει, τῇ καθ' ὑπόστασιν φυσικῇ, ἑνωθέντος τῇ σαρκὶ, τὸ βαρὺ καὶ γεῶδες ὑπὸ τῆς θείας φύσεως εἰς οὐρανοὺς ἀνελήφθη μετὰ τὴν ἀνάστασιν ἀφθαρτισθέν.

27

Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πρὸς Ἰουδαίους ἐγράφη· οὗτοι γὰρ ἐπεθύμουν πάνυ σφόδρα ἐκ σπέρματος ∆αβὶδ Χριστόν. Ὁ δὲ Ματθαῖος, καὶ ἔτι μᾶλλον σφοδροτέραν ἔχων τὴν τοιαύτην ἐπιθυμίαν, παντοίως ἔσπευδε πληροφορίαν παρέχειν αὐτοῖς, ὡς εἴη ἐκ σπέρματος ∆αβὶδ ὁ Χριστός· διὸ καὶ ἀπὸ τῆς γενέσεως αὐτοῦ ἤρξατο.

28

Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν, φησί· διεγείρων πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τῷ φόβῳ καθαίρων, καὶ παρασκευάζων καρπὸν ὥριμον φέρειν.

29

Ἴδε κόκκος σινάπεως διὰ παραβολῆς δεικνύμενος, καὶ λόγον ἐνουράνιον, σπέρματος δίκην ἐν κόσμῳ, ὡς ἐν ἀγρῷ, σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυῤῥακὲς καὶ αὐστηρὸν τῆς δυνάμεως. Κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο· οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς, ἐν χώματι κρυβεὶς, καὶ τριημέρῳ μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. Ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι, κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν, ὡς πετεινοῖς οὐρανοῦ, ὑφ' ὧν κλάδων σκεπασθέντες οἱ πάντες, ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς.

30

Νῦν δὲ ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου, ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοὶ, καὶ ἀπέβαλον τὴν ζωήν· οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς, καὶ ἀπολαβεῖν τὴν σωτηρίαν.

31

Ἰώσηπός φησιν, ὅτι ἡνίκα ἐν βασιλείοις ἐτρέφετο Μωϋσῆς, στρατηγὸς χειροτονηθεὶς κατὰ τῶν Αἰθιόπων, καὶ νικήσας, ἠγάγετο τὴν τοῦ βασιλέως ἐκείνου θυγατέρα· ἐπείπερ πόθῳ τῷ πρὸς αὐτὸν προδίδωσιν αὐτῷ τὴν πόλιν. Τί δήποτε τῶν δύο λοιδορησάντων, ἐκείνη δίκας ᾐτήθη μόνη; πρῶτον, ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄῤῥενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ· ἤτε εἶχέ τινα μετρίαν συγγνώμην ὁ Ἀαρὼν, ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. Πρὸς δὲ τούτοις ἐπεὶ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρὼν, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ τε καὶ ἐπαίδευσεν. Οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρώτης τοῦτο δεξαμένης, αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν. Ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. Εἶτα ὁ φιλάνθρωπος Κύριος ἐδίδαξεν, ὡς οὐ καταδικαστικῶς αὐτὴν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν· ἔφη γὰρ, Εἰ ὁ πατὴρ αὐτῆς ἐμπαίων ἐνέπαισεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.

32

Ἐπειδὴ τινὲς οὐκ οἶδ' ὁπόθεν κινηθέντες, δι' ἡμισείας τὸ δημιουργικὸν τοῦ Θεοῦ παραιροῦνται, μόνου τοῦ ποιοῦ τοῦ περὶ ὕλην αἴτιον αὐτὸν λέγοντες, ἀγέννητον αὐτὴν τὴν ὕλην εἰπόντες, φέρε πυθώμεθα αὐτῶν, τί ποτε καὶ ... ἀμετάβλητον· ἀμετάβλητος ἄρα ἡ ὕλη· εἰ ἀμετάβλητος ἡ ὕλη, τὸ δὲ ἀμετάβλητον οὐ τρέπεται κατὰ ποιότητα, οὐ κοσμοποιεῖται. ∆ι' οὗ παρέλκον αὐτοῖς φαίνεται, τὸν Θεὸν ἐπιβάλλειν ποιότητας τῇ ὕλη, ὅλως τῆς ὕλης οὐκ ἐπιδεχομένης τροπὴν, ἀγεννήτου κατ' αὐτὴν τυγχανούσης. Ἔτι εἰ ἀγέννητος ἡ ὕλη, πάντως κατὰ τινὰ ποιότητα πεποίηται, καὶ ταύτην ἄτρεπτον, οὐκ ἂν εἴη πλειόνων ποιοτήτων δεκτική· οὐδ' ἂν κοσμοποιοῖτο· μὴ κοσμοποιουμένη δὲ, ἐκτὸς ποιεῖ τὸν Θεὸν δι' ὅλων τοῦ δημιουργεῖν.

33

Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐ μάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ' εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰ τοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαριζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγονα πνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μή τις ἀναγεννηθῇ δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

34

Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωοποιήσας ἄξει ἐπὶ τὴν κρίσιν;

35

Ἔστι μὲν οὖν ἡ γνῶσις ἡ ἀληθινὴ ἡ κατὰ Χριστὸν σύνεσις, ἣν ὁ Παῦλος καλεῖ τὴν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται, ὁ λόγος τοῦ σταυροῦ, οὗ ἐάνπερ τις γεύσηται, οὐ μὴ ἂν προσελεύσεται ταῖς παραδιατριβαῖς καὶ λογομαχίαις τῶν τετυφωμένων καὶ φυσιουμένων, τῶν ἃ μὴ ἑωράκασιν ἐμβατευόντων. Ἀσχημάτιστος γὰρ ἡ ἀλήθεια καὶ ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, ὡς ὁ αὐτὸς ἀπόστολος λέγει, εὐμ... τοῖς πειθομένοις. Ὁμοίους γὰρ Χριστῷ ἡμᾶς ποιεῖ, εἰ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν αὐτοῦ παθημάτων γνῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἐπιλογὴ τῆς ἀποστολικῆς διδασκαλίας καὶ τῆς ἁγιωτάτης πίστεως τῆς ἡμῖν παραδοθείσης, ἣν οἱ ἰδιῶται δέχονται καὶ οἱ ὀλιγομαθεῖς ἐδίδαξαν, οἱ ταῖς γενεαλογίαις ταῖς ἀπεράντοις οὐ προσέχοντες, ἀλλὰ μᾶλλον περὶ τὴν τοῦ βίου ἐπανόρθωσιν σπουδάζοντες, ἵνα μὴ τοῦ θείου πνεύματος ἀποστερηθέντες ἀποτύχωσι τῆς βασιλείας τῶν οὐρανῶν. Τὸ γὰρ πρῶτον μέν ἐστι τὸ ἀπαρνῆσαι σεαυτὸν καὶ τὸ ἀκολουθῆσαι τῷ Χριστῷ, καὶ οἱ ταῦτα ποιοῦντες εἰς τελειότητα φέρονται, πᾶν τὸ θέλημα τοῦ διδασκάλου πεπληρωκότες, υἱοὶ Θεοῦ διὰ τῆς παλιγγενεσίας τῆς πνευματικῆς γινόμενοι καὶ τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι, ἣν πρῶτον ζητοῦντες οὐκ ἀφεθήσονται.

36

Οἱ ταῖς δευτέραις τῶν ἀποστόλων διατάξεσι παρηκολουθηκότες ἴσασι, τὸν Κύριον νέαν προσφορὰν ἐν τῇ καινῇ διαθήκῃ καθεστηκέναι, κατὰ τὸ Μαλαχίου τοῦ προφήτου· ∆ιότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· ὥσπερ καὶ ὁ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει λέγει· Τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ὁ Παῦλος παρακαλεῖ ἡμᾶς παραστῆσαι τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ἡμῶν. Καὶ πάλιν· ἀναφέρωμεν θυσίαν αἰέσεως τουτέστι καρπὸν χειλέων. Αὗται μὲν αἱ προσφοραὶ οὐ κατὰ τὸν νόμον εἰσὶν, οὗ τὸ χειρόγραφον ἐξαλείψας ὁ Κύριος ἐκ τοῦ μέσου ᾖρεν, ἀλλὰ κατὰ πνεῦμα, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν τὸν Θεόν. ∆ιότι καὶ ἡ προσφορὰ τῆς εὐχαριστίας οὐκ ἔστι σαρκικὴ, ἀλλὰ πνευματικὴ καὶ ἐν τούτῳ καθαρά. Προσφέρομεν γὰρ τῷ Θεῷ τὸν ἄρτον καὶ τὸ ποτήριον τῆς εὐλογίας, εὐχαριστοῦντες αὐτῷ ὅτι τῇ γῇ ἐκέλευσεν ἐκφῦσαι τοὺς καρποὺς τούτους εἰς τροφὴν ἡμετέραν, καὶ ἐνταῦθα τὴν προσφορὰν τελέσαντες ἐκκαλοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπως ἀποφήνῃ τὴν θυσίαν ταύτην καὶ τὸν ἄρτον σῶμα τοῦ Χριστοῦ, καὶ τὸ ποτήριον τὸ αἷμα τοῦ Χριστοῦ, ἵνα οἱ μεταλαβόντες τούτων τῶν ἀντιτύπων, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τῆς ζωῆς αἰωνίου τύχωσιν. Οἱ οὖν ταύτας τὰς προσφορὰς ἐν τῇ ἀναμνήσει τοῦ Κυρίου ἄγοντες, οὐ τοῖς τῶν Ἰουδαίων δόγμασι προσέρχονται, ἀλλὰ πνευματικῶς λειτουργοῦντες τῆς σοφίας υἱοὶ κληθήσονται.

37

Ἔταξαν οἱ Ἀπόστολοι, μὴ δεῖναι ἡμᾶς κρίνειν τινὰ ἐν βρώσει καὶ ἐν πόσει καὶ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Πόθεν οὖν αὗται αἱ μάχαι, πόθεν τὰ σχίσματα; ἑορτάζομεν, ἀλλ' ἐν ζύμῃ κακίας καὶ πονηρίας, τὴν ἐκκλησίαν τοῦ Θεοῦ διαῤῥίπτοντες, καὶ τὰ ἐκτὸς τηροῦμεν, ἵνα τὰ κρείττονα, τὴν πίστιν καὶ ἀγάπην ἀποβάλλωμεν. Ταύτας οὖν ἑορτὰς καὶ νηστείας ἀπαρέσκειν τῷ Κυρίῳ ἐκ τῶν προφητικῶν λόγων ἠκούσαμεν.

38

Χριστὸς ὁ πρὸ αἰώνων κληθεὶς Θεοῦ Υἱὸς ἐν τῷ πληρώματι τοῦ καιροῦ ὤφθη, ἵνα ἡμᾶς, τοὺς ὑπὸ τῆς ἁμαρτίας ὄντας, διὰ τοῦ αἵματος αὐτοῦ καθαρίσῃ, ἁγνοὺς τῷ πατρὶ υἱοὺς παραστήσας, εἰ τῇ παιδείᾳ τοῦ πνεύματος εὐπειθεῖς ἡμᾶς παρέχωμεν. Καὶ ἐν τῷ τέλει τῶν καιρῶν μέλλει ἔρχεσθαι εἰς τὸ καταργῆσαι πᾶν τὸ κακὸν, καὶ εἰς τὸ ἀποκαταλλάξαι τὰ πάντα, ἵνα ᾖ πάντων τῶν μιασμάτων τὸ τέλος.

39

Καὶ εὗρε σιαγόνα ὄνου· Σημειωτέον, ὅτι οὐκέτι ἡ θεία γραφὴ μετὰ τὴν πορνείαν τοῖς παρ' αὐτοῦ κατωρθωμένοις ἐφθέγξατο τὸ, Ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου· οὕτω γὰρ τὸ τῆς πορνείας ἁμάρτημα πρὸς τὸ σῶμα, ὡς περὶ Θεοῦ ναὸν ἁμαρτάνεται, κατὰ τὸν θεῖον Ἀπόστολον.

40

Τοῦτο σημαίνει τὸν διωγμὸν τὸν κατὰ τῆς ἐκκλησίας παρὰ τῶν ἔτι μενόντων ἐν τῇ ἀπιστίᾳ ἐθνῶν. Ἀλλ' ἤλπισεν ὁ ταῦτα πάσχων, ὡς ἔσται ἐκδίκησις κατὰ τῶν πολεμούντων. ∆ιὰ τίνος δὲ ἡ ἐκδίκησις; Πρῶτον μὲν διὰ τοῦ καταφυγεῖν ἐπὶ τὴν νοητὴν πέτραν, δεύτερον δὲ διὰ τοῦ εὑρεῖν σιαγόνα ὄνου. Τύπος δὲ τῆς σιαγόνος τὸ σῶμα τοῦ Χριστοῦ.

41

Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας.

42

Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενόμενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται. Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς μετανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν.

43

Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν.

44

Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν.

45

Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπίστοις, τουτέστιν ὁ Σατανᾶς.

46

Λύει τῷ Ζαχαρίᾳ τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης. Καὶ γὰρ οὐκ ἐπράϋνε ἐβάρυνε τὸν πατέρα, τῆς φωνῆς σιωπᾶν προελθούσης· ἀλλ' ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσαν δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη καὶ ἐγεννήθη. Φωνὴ δὲ καὶ λύχνος λόγου καὶ φωτὸς πρόδρομος.

47

Εἰς τί δὲ καὶ τὸ ἐν πόλει ∆αβὶδ πρόσκειται, εἰ μὴ ἵνα διὰ τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ ∆αβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται βασιλεὺς, πεπληρωμένην εὐαγγελίσηται.

78
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать