Серапион Тмуитский, IV век

Против манихеев (на древнегреческом) — ΣΑΡΑΠΙΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ ΘΜΟΥΕΩΣ ΚΑΤΑ ΜΑΝΙΧΑΙΩΝ

Серапион Тмуитский, IV век

Перевод на русский язык:

ΣΑΡΑΠΙΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ ΘΜΟΥΕΩΣ ΚΑΤΑ ΜΑΝΙΧΑΙΩΝ

1

Ἐπιλύει τὴν πλάνην ἡ ἀλήθεια καὶ ἀναιρεῖ τὴν ἀπάτην, καὶ πᾶν ψεῦδος προελθεῖν οὐκ ἐᾷ. ἱκετεύσωμεν τὸν κύριον Ἰησοῦν, ἀλήθειαν ὄντα, ἐκλάμψαι τῇ διανοίᾳ ἡμῶν, ἵνα μήτε τὴν διάνοιαν αἰρῆσαι ἀπάτη δυνηθῇ ἢ κρατῆσαι πλάνη ἰσχύσῃ, μήτε ᾑρηκυῖα καὶ κεκρατηκυῖα ἔμ μονον τὴν κράτησιν ἔχῃ. μόνον γὰρ φανεὶς καὶ τὰς ἀκτῖνας τῆς ἀλη θείας ἑαυτοῦ ἐκλάμψας ἀποσκεδάσει μὲν τὴν γενομένην ἀπάτην, ἀνεξαπά- τητον δὲ διατηρήσει τὴν διάνοιαν. αὐτὸς γὰρ βοᾷ· “ ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή,᾿ αὐτὸς παραγγέλλει· " προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προ- βάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἄρπαγες." ἐπειδὴ γὰρ ἐκείνων πεφενακισμέ νος ἦν ὁ τρόπος καὶ πεπλασμένον τὸ ἦθος, οὐκ ἐσιώπησεν ἡ ἀλήθεια, ἀλλ' ἐγύμνωσε, τὸ ἀφανὲς τῆς διανοίας καλύπτεσθαι ὑπὸ τοῦ πεπλασμένου καὶ ἐσχηματισμένου μὴ ἐπιτρέψασα, ἵνα κατάφωρος γενομένη αὐτῶν ἡ ἀπάτη ἀσθενὴς γένηται ἐν ταῖς ἐπιχειρήσεσι, μηδένα συλλαμβάνειν δυναμένη.

2

Ἔστι μὲν οὖν ἡ κακία πολυειδὴς καὶ πολυσχεδής, κατὰ διαφόρους ἡπλωμένη τὰς ἐπιχειρήσεις, ἕνια τῶν ἑαυτῆς μέρων βλαπτικώτερα καὶ ἀναιρετικώτερα ἔχουσα. διὰ τοῦτο οὐδὲ τὰ ἤττονα σιωπητέον οὐδὲ τῶν μειζόνων ἀφεκτέον, εἰδότας τοῦτο, ὅτι τὰ μὲν ἐλάττονα μόρια τῆς κακίας βραχυτέρας ποιεῖται τὰς βλάβας, τὰ δὲ μείζονα μεγάλας. ὁ γὰρ μείζοσι σφαλείς μείζω καὶ τιμωρεῖται, καὶ ὁ ὑπὸ μείζονος ήπατημένος μείζονα καὶ κολάζεται, μετροῦνται γὰρ αἱ ἀπάται, μετρεῖται δὲ καὶ τὰ πλημ μελήματα καὶ σταθμιζόμενα παρὰ τοῦ δικάζοντος σταθμῷ καὶ τὴν τιμωρίαν ἀπαιτεῖται. ὁ γὰρ εἰρηκώς. "τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί, τις ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; " οὐδὲν ἀστάθμητον ἐᾷ, ἀλλὰ καὶ τὴν ἑκάστου τοῦ ἡπατηκότος ἀπάτην καὶ τοῦ ἠπατημένου τὴν εὐκολίαν μετρήσας ὁρίζει τὴν τιμωρίαν, σπουδα- στέον οὖν μήτε τῷ βραχυτάτῳ αἰρεῖσθαι· καὶ γὰρ ἡ βραχυτάτη ἀπάτη σπινθῆρος δίκην ὕλην παραλαβοῦσα τὴν συγκατάθεσιν τῆς ψυχῆς ἐξάπτει καὶ μεγάλην τὴν φλόγα κατασκευάζει· πολλοὶ γὰρ ἐξ ὀλίγης ἀπάτης ἀρξάμενοι εἰς πέλαγος ἀπάτης ἐξεχύθησαν.

3

Διὰ τοῦτο φροντιστέον μήτε τῇ βραχυτάτῃ ἀπάτῃ αἱρεῖσθαι τειχίον τῇ ψυχῇ κάλλιστον οἰκοδομούντας, ἵνα μήτε τῷ μείζονι αἰρεθῶμεν· ὁ γὰρ περὶ τὰ βραχύτατα σφαλείς πταίσει ποτὲ καὶ περὶ τὰ μείζονα, καὶ ὁ μηδενὶ τῶν μικρῶν αἰρεθεὶς ἀναντίρρητον τὴν ἀσφάλειαν καὶ [τὴν] περὶ τὰ μείζονα σχήσει. ἐπεὶ οὖν προήλθον λύκοι πολλοὶ κώδια προβάτων ἠμφιεσμένοι, ἡ ποιμενικὴ ἐπιστήμη μὴ σιωπάτω, ἀλλ' ἀμύνουσα τοῖς θρέμμασι καὶ ὑπερμαχοῦσα τῆς ἀγέλης τοῦ λόγου τὴν μάχαιραν σειέτω, ἀσφάλειαν μνωμένη τῇ ποίμνη, γυμνοῦσα δὲ καὶ τὴν ἐπιχείρησιν τῶν θηρίων. ἰδοὺ γὰρ πολλοὶ μέν εἰσιν οἱ προελθόντες καὶ ὧδε κἀκεῖ πλά- ζονται, ἀντὶ κωδίων τὸ ὄνομα τοῦ Χριστοῦ περιβεβλημένοι καὶ λεγόμενοι μὲν ὁ μὴ εἰσὶν, ὄντες δὲ ὁ λέγεσθαι οὐκ ἀνέχονται, ἀλλὰ τὴν οἰκείαν πονηρίαν καλύπτοντες τῷ σχήματι τοῦ ὀνόματος καὶ κοινωνοῦντες μὲν τῷ ὀνόματι, ἄρδην δὲ διαφθεῖραι τὸ ὄνομα τοῦ Χριστοῦ ἐσπουδακότες κατὰ μὲν τοῦ Ἰησοῦ στρατευόμενοι, Ἰησοῦν δὲ ἐπικεκλημένοι. αὕτη γάρ ἐστιν ἡ χαλεπωτάτη πονηρία, ὅτι λέγονται τὸ ὄνομα τοῦ Χριστοῦ, Χριστὸν πολεμοῦντες· ἐπεὶ γὰρ ἡτόνησεν ἡ πονηρία πολεμεῖν πρὸς τὸν θεὸν, κέχρηται τῷ ὀνόματι, ἵνα τῇ χρήσει τοῦ ὀνόματος οἴησιν ἐμποιή- σασα τοῖς ἄφροσιν, ὡς οἰκεία τοῦ Χριστοῦ, ὧδε κἀκεῖ, ὡς βούλεται, λυμήνηται τοὺς τῷ σωτῆρι πεπιστευκότας. ὧδε μὲν Ουαλεντῖνος προήλθεν, ὧδε δὲ Μαρκίων, ὧδε δὲ Σιτιανός, ἄλλοθεν δὲ καὶ Ὀφάνιος τελευταῖον δὲ ἕκτρωμα τῆς πονηρίας πάσας τὰς τῶν ἄλλων πονηρίας ἐλαττώσασα καὶ μείζονι πονηρίᾳ τὰς τῶν ἄλλων πονηρίας δευτέρας ἀποδείξασα ἡ τοῦ Μανιχαίου προῆλθε μανία. καὶ ἐν μὲν τοῖς προφητικοῖς γέγραπται· " διὰ τὸ πάνυ ἠμεληκέναι τὴν Ἱερουσαλήμ ἐδικαιώθη Σόδομα ἐκ σοῦ,” ἄρτι δὲ πολλαὶ μὲν ἄτοποι δόξαι πεπλανημέναι οὖσαι καὶ τῷ μεγέθει τῆς τῶν Μανιχαίων κακοδοξίας συμμεμέτρηνται, πελάγει κακίας κατακεκλυσμέναι.

4

Καὶ ἵνα μὴ ὡς ἔτυχεν ἐπιχειρῶμεν τοῖς ἀτόποις μήτε μόνα τὰ ὀνόματα αὐτῶν λέγοντες δόξωμεν δίχα ἀποδείξεως ἐπὶ τὰς αἰτίας αὐτῶν χωρεῖν, φέρε ἐπὶ τὸν ἀποδεικτικὸν χωρήσωμεν λόγον, ἵνα καὶ τὰς ἐκείνων πλάνας λύσωμεν καὶ τὴν ἀλήθειαν εἰς μέσον προαγάγωμεν, ἔστι μὲν οὖν ἡ κακία ἀνούσιος καὶ ἀνυπόστατος, πρᾶξις μᾶλλον ἢ οὐσία οὖσα, καὶ πρᾶξις ἐκ προαιρέσεως συμβαίνουσα περὶ τοὺς νενοσηκότας τὴν προαίρε σιν, καὶ πρᾶξις συμβεβηκυῖα μέν, ῥαδίως δὲ χωριζομένη ἀπὸ τῶν νενο- σηκότων, εἰ δὲ συμβεβήκει μέν, οὐκέτι δ' ἐχωρίζετο, ἦν εἰπεῖν, ὅτι καθ' ἑαυτὴν μὲν οὐκ ἔστι κακία, οὐδέποτε δὲ δύναται οὐσία ἄνευ κακίας εἶναι. εἰ δὲ ἐκ συμβεβηκότος τὴν προαίρεσιν ἔσχε, ῥαδίως δὲ χωρίζεται, ὡς πάλιν τὸ ὑποκείμενον καθαρὸν ἀποδοθῆναι καὶ μήτε σημεῖα κακίας ἔχειν, ἔσται ἡ κακία οὔτε καθ' ἑαυτὴν οὐδὲν οὔτε εἶναι δυναμένη οὔτε ἀεὶ οὖσα, ἀλλ᾽ ἀφανιζομένη καὶ ἐλεγχομένη τῷ ἀφανισμῷ, καὶ μὴ εἶναι δυναμένη, οὐκ οὖσα δὲ ποτε, ἀλλ᾽ ἕναγχος ἐκ προαιρέσεως νοσησά- σης προελθοῦσα.

5

Ὅτι δὲ οὐκ ἔστι καθ' ἑαυτὴν ἰδεῖν ψυχὴν οὐσιώδη καλήν, οὕτω πεφυκυῖαν καὶ οὖσαν, οὔτε σῶμα καθ' ἑαυτὸ οὐσιῶδες κακόν, μαρτυ- ροῦσιν οἱ λόγοι καὶ αἱ πράξεις, εἰ γὰρ ἡ σωφροσύνη μὲν ἀρετή ἐστι, τὸ δὲ σῶμα οὐσιῶδες κακὸν, οὐκ ἂν οἷόν τε ἦν σῶμα σώφρον εὐρεθῆναι, ἵνα μὴ σῶμα, οὐσίᾳ ὃν αἰσχρὸν, σῶμα ἀρετῆς γένηται. ὅταν γὰρ σωφρονῇ τὸ σῶμα, σῶμα γέγονεν ἀρετῆς καὶ σῶμά ἐστιν ἀρετῆς καὶ ἐπεὶ σῶμά ἐστιν ἀρετῆς, δύναται εἶναι καὶ ναός. εἰ μὲν οὖν ἅπαν σώμα πορνικὸν ἦν καὶ ἀμήχανον ἦν ἐν σώμασιν εὑρεθῆναι σωφροσύνην, τῇ οὐσίᾳ τῶν σωμάτων τὸ οὐσιῶδες κακὸν ἀποδοῦναι ἂν ἡδυνάμεθα. εἰ δὲ ἐπὶ τοσοῦτον προῆλθε τὰ σώματα καὶ οὕτως τετίμηται καὶ τοσαύτην ἠμφίεσται σωφροσύνην, ὡς οἰκίαν εἶναι τοῦ πεποιηκότος, ὡς ταμεῖον εἶναι τοῦ κυρίου, ὡς ἐνδημεῖν πατέρα καὶ υἱὸν καὶ τὴν οἴκησιν τῶν σωμάτων ἀποδέχεσθαι, πῶς οὐκ ἄτοπος καὶ γελοῖος ὁ ἐκείνων λόγος;

6

Ἰδοὺ γὰρ ὅταν μὲν Παῦλός πη μὲν λέγῃ· · οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματὸς ἐστιν;” ὁ δὲ θεὸς διὰ τοῦ προφήτου ἐπαγγέλληται· " ένοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός," καὶ πείθει τὴν διάνοιαν καὶ τοῖς σώμασι μαρτυρεῖ. καὶ τὸ μὲν οὐσιῶδες. . ἐξωθεῖ, ἡ δὲ μελέτη τὸ πρᾶγμα ἀποδίδωσιν. ὅταν γὰρ ἡ μελέτη τὸ ἐπιτήδειον τῆς πολιτείας ἀποδῷ, τότε ἡ τοιαύτη κατασκευὴ ἐν τοῖς σώμασιν ἀποδέδοται, ὡς δύνασθαι καὶ τὰ σώματα ὑπηρετεῖν τῷ πνεύματι, ὑπηρετεῖν δὲ καὶ τῷ λόγῳ. πῶς οὖν δύναται ἡ γλῶσσα ὑπηρετεῖν τοῖς νενοημένοις; εἰ γὰρ τῇ οὐσίᾳ ἡ γλῶσσα κακή, ἀγαθὸς δὲ ὁ νοῦς, πῶς δύναται κοινωνεῖν τοῖς νενοημένοις εἰς φῶς τὰ νοήματα διὰ τῆς ἐρμηνείας προεξάγουσα; ὡς γὰρ ἐκ πορνείας οὐ γεννᾶται σωφροσύνη, οὕτως οὐχ οἷόν τὲ ἐστιν ἀπὸ τοῦ οὐσιώδους κακοῦ γνήσιόν τι προελθεῖν, ὅταν οὖν ἕκαστον τῶν μελῶν ἐπισκέπτῃ, τὴν ἀκοὴν, τὰς ὄψεις, τὴν γλῶτταν, τὰ ἄλλα μέλη, καὶ ἴδῃς αὐτὰ ὄργανα τῶν μαθη μάτων γιγνόμενα, τότε τὸ μὲν σῶμα ἀποδέξῃ καὶ οὐ μέμψῃ, καὶ ὄψῃ αὐτὰ ποιήματα καθαρά, βδελύξῃ δὲ τὸν ἀπατεῶνα τῆς ἀληθείας ἐχθρόν.

7

Εἰ δὲ ἕνια μὲν τῶν σωμάτων ἀεὶ ἐσωφρόνει, οὐδέποτε ἐρραθυ μηκότα, ἔνια δὲ ἀεὶ ἐρρᾳθύμει, οὐδὲν μόριον σωφροσύνης ἀποσπασάμενα, ἦν εἰπεῖν ὅτι ἐν τοῖς σώμασι γεγένηται μερισμὸς καὶ ἕνια μὲν οὕτω, ἕνια δὲ οὕτω πέφυκε· καὶ ἡσθένει μὲν καὶ ἐν τούτῳ αὐτῶν ὁ λόγος· οὐκέτι γὰρ καθ' ὅλων σωμάτων ἐγίγνετο αὐτοῖς ὁ λόγος, εἴ γε τοιαύτῃ ὑποθέσει ἐχρῶντο, ἀλλ' ἐγίνετο πάλιν εὔκολος ὁ ἔλεγχος ὅτι πῶς οἷόν τε ἦν τῶν σωμάτων τὴν αὐτὴν ἐχόντων οὐσίαν δύο φύσεις ἐναντίας ἀπὸ τῆς αὐτῆς οὐσίας ὑποστῆναι καὶ τὴν αὐτὴν οὐσίαν διαιρεθῆναι εἰς φύ- σεις δύο, ἵνα τὸ μὲν ἓν μέρος ἀεὶ κακόν, τὸ δὲ ἕτερον ἀεὶ καλόν, καὶ ἵνα ἑαυτῶν ἀνεπίδεκτα ἡ ἑαυτοῖς μαχόμενα, ἑαυτὰ ἀναιροῦντα, ἐν ταῖς γυμνασίαις ἑαυτὰ ἐνδιαφθείροντα, τὴς αὐτῆς οὐσίας οὐδέποτε ἑαυτῇ μαχομένης καὶ ἑαυτὴν ἀναιρούσης; καὶ τῶν τοιούτων ζητήσεων γινομένων ὕθλος καὶ μωρία πάλιν φανήσεται αὐτῶν ἡ πρότασις.

8

Ἐὶ δὲ τὰ μὲν σώματα οὐχ οὕτως ἐστίν, οὐδὲ τὰ μὲν ἀεὶ ἐστι σώφρονα, τὰ δὲ ἀεὶ ῥᾴθυμα, ἀλλὰ δέος μὲν ἔστι περὶ τῶν σωφρόνων, μήποτε ῥαθυμήσωσι δι' ἀμελέιαν (πολλὰ γὰρ ἤδη τῶν εἰς σωφροσύνην γνωριζομένων σωμάτων ὑρέθη καὶ πάθει ἐπιθυμίας συμπέποται), ἐλπὶς δὲ καὶ περὶ τῶν λάγνων καὶ ἀκολάστων σωμάτων, ἐπεὶ πολλὰ τῶν ἤδη ῥαθυμησάντων σωμάτων τοσοῦτον εἰς σωφροσύνην ἐπιδέδωκεν, ὡς μηδέ σημεῖα τῆς παλαίας ἀκολασίας ἔχειν, ὡς διὰ βελτίωσιν καὶ ἐπίδοσιν πλείονα πάσης ῥυτίδος καὶ σπίλου τοῦ παλαίου ἀπολελύσθαι. ὅταν οὖν λέγῃ τὸ εὐαγγέλιον ὅτι " οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,” ὅταν λέγῃ Παῦλος· " πίστει Ῥαάβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι," ποίας οὐσίας ἦν τὰ σώματα ή φύσεως; εἰ μὲν γὰρ τῆς ἀγαθῆς, πῶς ἐρρᾳθύμει; εἰ δὲ τῆς φαύλης, πῶς ἐσωφρόνησεν; εἰ δὲ ἐκ ῥαθυμίας ἐπὶ σωφροσύνην μετέστη καὶ ποτὲ μὲν ἦν ῥᾴθυμα, ποτὲ δὲ ἐσωφρόνησε, καὶ ἡδυνήθη ῥᾳθυμεῖν, καὶ ἠδυνήθη μετὰ τὸ ῥαθυμεῖν σωφρονεῖν – καὶ μαρτυροῦσιν αἱ μεταβολαί - λέλυται ἡ φύσις, ὤφθη ἡ προαίρεσις, καὶ οὐκέτι τὸ σῶμα οὐσιῶδες κακόν, μᾶλλον δὲ ὑπηρετοῦν τῇ προαιρέσει, καὶ δοῦλον προαιρέσεως οὐ φύσεως ὑπάρχον, καὶ τοῦτο ἐσόμενον ὅπερ ἡ προαίρεσις ἀποδίδωσιν.

9

Ὅταν γὰρ γνώμη μαθήματα παραλαβοῦσα εἰς ἔρωτα τῶν μαθημάτων ἔλθῃ, τότε καὶ τὸ σῶμα τῶν ἐρεθιστικῶν κινημάτων ἀπολελυ- μένον εὐστάθειαν τιμᾷ καὶ τῇ τῶν πράξεων ὑπηρεσίᾳ οὐ μάχεται· ὅταν δὲ ἀμελετησίας καὶ χαυνότητος ἐρεθιζούσης τὴν διάνοιαν οἷον ἔκλυσις καὶ χαυνότης γένηται τῆς γνώμης, τότε τῷ σώματι τὸ πάθος ἐπιγράφεται καὶ φαίνεται μεθόριον ἑκατέρου, οὐδὲν ἕτερον ὅν. καὶ ἀληθές ἐστι τὸ γεγραμμένον· “ ἰδοὺ ἔθηκα ἐνώπιόν σου τὸν θάνατον καὶ τὴν ζωήν ἔκλεξαι ὁ θέλεις," ἵνα τὴν αἵρεσιν λαβὼν ὁ πράττων δικαίαν τὴν κρίσιν αἰτήσῃ, καὶ μὴ πρός τι βεβιασμένος ἀπολογίαν τὴν βίαν καὶ τὴν ἀνάγκην τῶν πεπραγμένων ἔχῃ, μηδὲ οὕτω πεφυκὼς ἄμεμπτος τῇ φύσει μάχεσθαι μὴ δυνάμενος, καὶ τὴν αἵρεσιν ἐκατέρου ἔχων, κύριος ὧν ἐν ταῖς ἐπικρίσεσι τῆς οἰκείας κρίσεως, τὰς εὐθύνας καὶ τὰς ἀπολογίας ἀπαιτῆται. ὁ γὰρ εἴλετο, ἑκὼν εἴλετο· καὶ διὰ τοῦτο ὑπὲρ τοῦ ἑκουσίου κρίνεται, αἱρέσει ἰδίᾳ τοῖς πράγμασιν ἐπιβαλλόμενος· εἰ δὲ μὴ γε, μάτην καὶ οἱ ἅγιοι ἐστεφανοῦντο· μάτην καὶ οἱ κακοὶ ἐστρεβλοῦντο, εἰ μὴ τοῖς πράττουσιν ἡ τῆς πράξεως αἰτία ἐπεγράφετο.

10

Πόθεν οὖν κεκινημένοι Μανιχαῖοι διαβολάς κατὰ τῶν σωμάτων ἐπηνέγκαντο, ἐκ τῶν γεγραμμένων καὶ ἐκ τῶν παλαιῶν λογίων κατη- γορούμενοι; ἡ γὰρ σωφροσύνη πρᾶξις οὖσα μαρτυρεῖ περὶ τοῦ σώφρονος σώματος, τὰ δὲ λόγια βοῶντα καὶ λέγοντα· “παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ θεῷ,” ἱκανὴν τὴν ἀπόδειξιν ποιεῖται. οὐδὲ γὰρ τὸ μὴ ἑαυτοῦ δέχεται ὁ θεὸς, οὐδὲ τὸ ὑπ᾿ ἄλλου πεπλασμένον ἀπαιτεῖ, ἵνα μὴ βίαν ἄλλοις ἐγκαλῶν αὐτὸς βίαιος γένηται, καὶ ἵνα μὴ ἐτέρου ἐπιθυμῇ, ὡς αὐτὸς ποιῆσαι μὴ δυνάμενος. εἰ γὰρ τίμιόν ἐστι καὶ βούλεται σωφρονεῖν τὰ σώματα, πῶς οὐκ ἂν ἐποίει ὁ ἡβούλετο; εἰ δὲ πεποίηκε μὲν οὐκ αὐτὸς, οὕτω δὲ πέφυκεν, ἵνα πονηρὰ ᾖ, πῶς τὴν φύσιν ἤμειψεν, ὥστε μηκέτι τὴν ἰδίαν ἔχειν μήτε εἶναι πονηρά, εἶναι δὲ σεμνά; εἰ δὲ δύναται φύσις ἀμειφθῆναι, πῶς ἔτι φύσις ἐστὶν ἀλλαττομένη καὶ τὸ ἐναντίον ἑαυτῇ γιγνομένη; τὸ γὰρ δεχόμενον ἀλλαγὰς καὶ μεταβολὰς οὐκέτι τοὺς ὅρους τῆς φύσεως δέχεται· ἀμείβεται δὲ τὸ σῶμα καὶ μεταλλάττεται καὶ ῥαθυμῆσαν σωφρονεῖ· καὶ βοῶσιν οἱ λόγοι τὸ “οὐ πορνεύσεις," βοῶσι τὸ " οὐ μοιχεύσεις," τὸ ἐγχωροῦν διὰ τῆς παραγ- γελίας ἀναιροῦντες, καὶ τὸ δυνάμενον τελειωθῆναι διὰ τῆς παραινέσεως ἀναστέλλοντες καὶ σύμμαχον τὸν λόγον τῇ γνώμῃ διδόντες, ἵνα πρὸς ἀρετὴν ἡ διάνοια ῥέπουσα καὶ τὸ σῶμα πρὸς ἀρετὴν ἐφέλκῃ.

11

᾿Αμέλει ἐπὶ τοσοῦτον προήλθε τὰ σώματα τῶν ἁγίων, ὡς τιμη- θῆναι καὶ μήτε κενὰ γενέσθαι ἐνεργείας μήτε δυνάμεως θείας. νεκρὸν ἔκειτο τὸ σῶμα τοῦ Ελισσαίου καὶ κείμενον νεκρὸν ἤγειρε νεκρόν· ἐσόβει τὸν θάνατον, ἠλευθέρου τὸν ἀποθανόντα, εἰς ζῶντας τὸν τεθνεώτα ἔπεμψε, προυξένει τῷ κεκοιμημένῳ τὴν ἔγερσιν. εἰ δὲ Μανιχαῖοι πρὸς αὐτὸ μεμηνότες καὶ τὸ λόγιον διαβάλλουσι, μήτε τὸν νόμον τιμῶντες, κἂν ἐκ τοῦ παραλλήλου δυσωπείσθωσαν, κἂν ἡ σκιὰ Πέτρου τὴν γνώμην ἐκείνων αἰσχυνέτω. σώματος γὰρ ἦν ἡ σκιὰ καὶ ἐφαπλουμένη κατὰ τῶν νενοσηκότων σωμάτων, ἀπόλυτα τὰ σώματα τῶν νοσημάτων κατεσκεύ αζε.

12

Τοιούτων οὖν ὄντων τῶν ἀποδεικτικῶν λόγων καὶ τοιαύτης οὔσης τῆς ἀποδεικτικῆς πράξεως, πῶς οὐκ ἄτοποι ἂν εἶεν φράσει λόγων ἁρμόσαι τὰ ἀνάρμοστα ἐσπουδακότες; φασὶ γὰρ Μανιχαῖοι· "τὸ σῶμα ἐφορέσαμεν τοῦ Σατανᾶ, ἡ δὲ ψυχὴ τοῦ θεοῦ. καὶ τὸ μὲν σῶμα οὕτω πέφυκε κακόν, ἐκ κακοῦ προελθόν, ἡ δὲ ψυχὴ πέφυκε καλή, ἐκ καλοῦ ἔχουσα τὴν ἀρχήν· οὐκοῦν δύο ἀρχαὶ καὶ δύο οὐσίαι· καὶ ἀρχαὶ δύο γεγόνασιν αἰτίαι, καὶ ἡ μὲν σώματος κακοῦ, ἡ δὲ ψυχῆς ἀγαθῆς. ἀγαθὴ οὖν ἡ ψυχὴ, πονηρὸν δὲ τὸ σῶμα.” καὶ πῶς σῶμα μὲν σωφρονεῖ, πολ- λάκις δὲ ψυχὴ ῥαθυμεῖ; καὶ πῶς ἑκάτερον ἐν τῇ ἰδίᾳ τάξει οὐ μένει; ἀλλὰ πολλάκις μὲν σῶμα σωφρονεῖ, πολλάκις δὲ ψυχὴ ῥαθυμεῖ· καὶ γέγονε τὸ ἀνάπαλιν, τὸ μὲν τοῦ διαβόλου τοῦ θεοῦ, τὸ δὲ τοῦ θεοῦ τοῦ διαβόλού· καὶ λέλυται θρυλουμένη έχθρα· καὶ φιλία γέγονε καὶ σπονδή, τοῦ μὲν θεοῦ τὴν ψυχὴν ἀποπέμποντος τῷ διαβόλῳ, τοῦ δὲ διαβόλου τὸ σῶμα ἀντιπαραπέμποντος τῷ θεῷ ὑπηρετεῖν· ὑπηρετεῖ γὰρ σωφρονοῦν τὸ δὲ τοῦ θεοῦ τῷ διαβόλῳ διακονεῖν· διακονεῖ γὰρ ἀπιστοῦσα, καὶ βλάσφημα φθεγγομένη.

13

Πῶς οὖν οὐ μέγα καγχάζειν καὶ γελᾷν κατ' ἐκείνων τοὺς φρονίμους προσήκει, οὕτως ἅτοπον καὶ γελοῖον δόγμα εἰσηγεῖσθαι ἐσπουδακότων; ὅτι δὲ καὶ αὐτὸ τὸ λογικὸν ἠρέθῃ μὲν ἀφροσύνῃ, δεδύνηται δὲ πάλιν ἀπολιπεῖν τὴν αἰρήσασαν ἀφροσύνην καὶ δύναται ἀπολιπεῖν, αὐτάρκης ἀπόδειξις ἡ περὶ τοῦ νεωτέρου υἱοῦ, ἡ παρὰ πατρὶ ῥαθυμή- σας πατέρα ἀπολέλοιπεν, ἐστείλατο τὴν πρὸς τὰ πάθη ἀποδημίαν, ἐνεβράδυνε τῇ ἀσωτίᾳ· ὀψε ποτε ἀντελάβετο ἑαυτοῦ, παλινοστεῖ πρὸς τὸν πατέρα καὶ παλινδρομεῖ· ἀφίησι τὰ αἰσχρὰ· πρὸς ἱκεσίαν χωρεῖ· τυγχάνει συγχωρήσεως. ἕνστασις γὰρ μαθημάτων πολυτελής γιγνομένη τὸν μὲν ὀδυρμὸν τῆς ἁμαρτίας ἀπήλειψε, πανήγυριν δὲ λο- γικὴν καὶ θείαν ἀποδέδωκεν.

14

Οὐκ οἶδα δὲ, εἰ καὶ τὸν ἀπόστολον διαβάλλουσιν ἢ ἐν τοῖς ἀποστόλοις αὐτὸν ἐγκρίνουσι διὰ τὰ νέα. εἰ μὲν γὰρ διὰ τὰ παλαιὰ διαβάλλουσι, τί ἐροῦσι διὰ τὰ νέα; εἰ δὲ τὰ νέα ἐπαινοῦσι, τί φασι διὰ τὰ παλαιά; οὐ γὰρ συνῳδὰ τὰ πρῶτα τοῖς δευτέροις· λύκος ἦν, καὶ ποιμὴν εὐρέθη· ἀναιρῶν ἦν, καὶ σήμερον ὅπλον ὡς ὑπερασπιστής· τὰ αἵματα τῆς ἀγέλης ἐκχέειν προῄρηται, καὶ τὸ τελευταῖον κινδυνεύει καὶ τὸ αἷμα τὸ ἴδιον ἐκχέειν ἐσπούδασεν. οὐ γὰρ ἄρτι τεχθεὶς καὶ τὴν ὠδῖνα τῆς μήτρας παρελθὼν μέχρις ὥρας τοῦ μνήματος ὁ αὐτὸς διετέλει, ἀλλὰ κέχρηται ποικίλαις διαλλαγαῖς καὶ μεταβολαῖς. αἴσιον μὲν τὸ τέλος εὑράμενος, παλιμφήμῳ δὲ χρησάμενος τῇ νέᾳ διαγωγῇ. ἀμέλει οὐκ ἐρυθριᾷ, οὐ σιωπᾷ τὰ παλαιά· ἐγκώμιον τοῦ νέου βίου νενόμικεν, ὅτι ἐκ τοσαύτης φαυλότητος παρελθὼν ἐπὶ τηλικαύτην ἀκρώρειαν τῆς ἀρετῆς ἀνελήλυθε, καὶ βοᾷ· “διὰ τοῦτο Ιησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλούς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ, διὰ τοῦτο ἡλεήθην, ἵνα ἐν- δείξηται Ἰησοῦς ἐν ἐμοὶ τὴν ἅπασαν αὐτοῦ μακροθυμίαν, πρὸς ὑποτύπω- σιν τῶν μελλόντων πιστεύειν."

15

"Ὅταν δὲ καὶ τὴν χορείαν τῶν ἀποστόλων ἴδωμεν, ἐξ ἁμαρτωλών αὐτὴν εἰσόμεθα καὶ βεβήλων ἀνθρώπων, καὶ πολλὰ τὸ παλαιὸν ἐπται- κότων καὶ μηκέτι σφαλέντων, καὶ τὰ δύο ἐσχηκότων καὶ τὸ πολλὰ ἐσφάλθαι καὶ τὸ μηκέτι ἐσφάλθαι. εἰ μὲν οὖν φύσεως ἦσαν κακῆς, ἀεὶ ἔπταιον· εἰ δὲ φύσεως καλῆς, οὐδέποτε ἔπταιον, εἰ δὲ πολλὰ σφαλέντες καὶ μεγάλα ἁμαρτήσαντες ἐπὶ τὸ μὴ ἁμαρτάνειν ἑληλύθασι, - καὶ ἐπὶ τὸ ἀσφαλῶς βεβιωκέναι ἦλθον, - δείκνυται ὁ τῆς ψυχῆς ὅρος αὐτεξούσιος ὧν καὶ αὐτοπροαίρετος, μὴ πρός τι πεφυκώς, προαιρέσει δὲ τὴν μεταβολὴν ποιούμενος καὶ τρεπόμενος, ὅπου καὶ βούλεται, καὶ παλινδρομῶν, ὅπου καὶ προαιρεῖται, καὶ τη μὲν οὕτω διάγων, πη δὲ οὕτω καὶ οὕτω διάγων ὡς βούλεται, καὶ τὴν βούλησιν ἑαυτοῦ κανόνα τῶν πραγμάτων ἑαυτοῦ ποιούμενος, κανών γὰρ πράξεως ἡ βούλησις τοῦ ἐργαζομένου τυγχάνει. εἰ δὲ ἃ μεμισήκασι πεφιλήκασι, καὶ ἃ πεφιλήκασι μεμισήκασι, καὶ οὐ πέπηγεν ἡ γνώμη ἐν τῷ μίσει, ἀλλὰ πτηνοῦ δίκην κούφως μεθίσταται ὅπου καὶ ποθεῖ, ποῦ ἡ φύσις; δεῖ γὰρ τὴν φύσιν [ἀεὶ] μισοῦσαν ἀεὶ μισεῖν τὸ μισηθὲν, καὶ φιλοῦσαν ἀεὶ φιλεῖν τὸ φιληθέν· μηκέτι τὰ μεμισημένα φιλεῖν, μηδὲ τὰ πεφιλημένα μισεῖν· ὅπου γὰρ ἀλλάττονται αἱ γνῶμαι, καὶ τηλικαῦται φιλίαι τοιαύτας λαμβάνουσι τὰς μεταβολάς, πῶς οὐκ ἂν εἴη ἅμιλλα τὸ πρᾶγμα;

16

Ἐμισεῖτό ποτε ὁ Ἰησοῦς ὑπὸ τοῦ Παύλου, καὶ πάνυ πεφίληται ὑπὸ τοῦ μεμισηκότος· ἐφιλεῖτο ἡ λῃστεία ὑπὸ τοῦ λῃστοῦ, καὶ ἐμισεῖτο ἡ ἀρετή· καὶ τοσοῦτον μετετέθη ἡ διάνοια, ὡς ὑπερφιλῆσαι τὸ πάνυ μεμισημένον· τοῦτο γὰρ ἴδιόν ἐστι τοῦ ἐναρέτου, φιλῆσαι μὲν τὸ μισηθέν, μισῆσαι δὲ τὸ φιληθέν. πολλοὶ νέοι ὄντες πεφιλήκασι τὰ αἰσχρὰ καὶ μεμισήκασι τὰ σεμνά· καὶ σήμερον ἐν γνώσει γεγονότες διακέκρινται. διὰ τοῦτο οὐδὲ ἐπιγινώσκονται· διὰ τοῦτο ἡγωνίσαντο ἑαυτοῖς· διὰ τοῦτο οὐδὲ εἰκόνα τὴν παλαιὰν λαμβάνουσι, καίτοι ἄνθρωποι καὶ αὐτοί εἰσιν. οὐ τοῦ εἶναι ἄνθρωποι ἐπαύσαντο· μενούσης τῆς οὐσίας, οὐ μένουσιν οἱ τρόποι. αἱ οὐσίαι οὐ λέλυνται, οἱ δὲ τρόποι καταλέλυνται· ἕστηκεν ἡ ἑκάστου οὐσία, ἡ τοῦ ἀνθρώπου οὐσία· ἀλλ' οὐκέτι γνωρίζω τὸν ἄνθρωπον· πόρνος ἦν, καὶ σώφρων γέγονεν· ἄρπαξ ἦν, καὶ τὸν εὐεργετικὸν μεμίμηται βίον· οὐ τὸν χαρακτήρα τοῦ προσώπου λέλυκε, μένει ὁ τῆς ὅψεως χαρακτήρ· οὐ τὴν ὄψιν τῆς φύσεως ἀνήρηκεν.

17

"Ὅταν μὲν τὸν ἄνθρωπον ἴδω, ἐπιγινώσκω, οἷός ἐστιν· ὅταν δὲ τὸν τρόπον θεωρήσω, ξενίζομαι· οὐκέτι γνωρίζω· ἡ μεταλλαγὴ τὸν ξενισμὸν δεδώρηται. καὶ αἱ μὲν οὐσίαι οὐκ ἠλλάγησαν· μένει γὰρ τὸ σώμα σῶμα, οὐχ ἕτερον γεγονός· οὔτε γὰρ τὸ σῶμα εἰς τὸ ἀσώματον μετετέθη· οὔτε ἡ ψυχὴ ἑτέρα τῇ οὐσίᾳ ὑπῆρξεν· ἀλλὰ μενουσῶν τῶν οὐσιῶν τὰ ἐπιτηδεύματα οὐκ ἔμεινε.

18

Τί οὖν ἐροῦμεν; εἰ μενουσῶν τῶν οὐσιῶν τὰ ἐπιτηδεύματα οὐκ ἔμεινεν, οὐκέτι οὐσιώδη τὰ ἐπιτηδεύματα· ἡ γὰρ ἂν καὶ συνέμεινε ταῖς οὐσίαις, καὶ οὐκ ἂν ἀπηλλάττετο. εἰ δὲ μεμενήκασι μὲν αἱ οὐσίαι, οὐ μεμενήκασι δὲ τὰ ἐπιτηδεύματα, ἄλλ᾽ ὀφθαλμὸς ὁ πάλαι αἰρούμενος τῇ ἡδονῇ ἀντίκλειδα τὴν σωφροσύνην ἔσχεν· ἡ δὲ γλῶσσα ἡ πάλαι πρόχειρος καὶ πρόβουλος καὶ τῶν βουλῶν προεπειγομένη ἄρτι χαλινῷ πείθεται καὶ ὁμολογεῖ καὶ τὰ ἀσφαλῆ φθέγγεται, τὸ δὲ σῶμα ἐκδεδιῃ- τημένον ἄρτι ἠρεμεῖ καὶ συνεστάλη καὶ λοιπὸν σωφρονεῖ, οὐκ ἦν φύσις τοῦ ὀφθαλμοῦ ὄρεξις, οὔτε γλώττης προπέτεια, οὔτε σώματος ἡ ῥαθυμία. εἰ δὲ τοῖς φυσικοῖς ἐπιστῆναι δεῖ, καὶ ταῦτα μὴ σιωπῆσαι· ὀφθαλμοῦ ἦν τὸ βλέπειν, οὐ τὸ πῶς βλέπειν· καὶ γλώττης ἦν λαλεῖν, οὐ πῶς λαλεῖν· ἡ γὰρ ποιότης τῶν κινημάτων ἐν τῇ προαιρέσει κεῖται, ἡ δὲ ἁπλῆ καὶ ἀκίνδυνος τῶν πραγμάτων κίνησις τοῖς μέλεσιν ἀποδέδοται. ἀκίνδυνος οὖν ἡ ἁπλῆ κίνησις· ἄδηλος δὲ ἡ μεταβολή. καὶ γνώμης μὲν καὶ μαθημάτων ἡγουμένων τῶν ὀμμάτων, δεξιὰ καὶ θεία ἡ βλέψις, μέχρι τῶν ἀξιωθέντων ἐκτεινομένη· ῥαθυμίας δὲ κρατούσης, αἰσχρὰ καὶ κίβδηλα τὰ πράγματα. οὕτω καὶ σῶμα, οὕτω καὶ πᾶν μέλος τὴν πρᾶξιν τιμᾷ, τὴν πρᾶξιν μιμεῖται. καλὸν τὸ πεπλασμένον, δύναται γὰρ ὑπηρετῆσαι ἀρετῇ. ἱεροὶ οἱ νόμοι, ἐπιμέλονται γὰρ τῆς ἐπιμελείας τοῦ πεπλασμένου. μίξον τῇ πλάσει τὸν νόμον, καὶ ὄψει τὸ πεπλασμένον, ἐοικὸς τῷ πεπλα- κότι, καὶ μιμήσεται τὸν πεπλακότα, εἰ δὲ τὴν πλάσιν ἔχεις, τοὺς δὲ νόμους, χαρακτήρας ὄντας τῆς πλάσεως, οὐκ ἀποδίδως τῷ πεποιημένῳ, κινδυνεύεις κατηγορεῖν διαβολῇ· ὑβρίζειν δοκῶν τὸ πεποιημένον, ὕβριν τῷ πεποιηκότι ἐργάζῃ.

19

Ἐπειδὴ δὲ καὶ τῇ ψυχῇ ἔστι τις ὑπόστασις καὶ οὐ λέλυται αὐτῆς ἡ ὑπόστασις οὐδὲ λυθήσεται, πολλάκις δὲ λέλυνται οἱ τρόποι καὶ δύνανται λυθῆναι· τἱ ὡς μὴ δυνάμενον λυθῆναι τὸ δυνάμενον λυθῆναι οὐσιώδες ὁμολογεῖς; εἰσὶ ψυχαὶ πολλάκις μὲν ἀφροσύνῃ αἰρεθεῖσαι, ὕστερον δὲ φρονήσεως ἥψαντο· καὶ πολλάκις διαπρέπουσαι ἐν φρονήσει, ὕστερόν ποτε εἰς ἀφροσύνην πεπτώκασι. πολλάκις ἤκουσας· “ἄνθρωπος ἐν τιμῇ ὧν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὠμοιώθη αὐτοῖς.” ἐβοησε δὲ καὶ Παῦλος· “τὰ μωρὰ τοῦ κόσμου ἐξελέ ξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς." οὐκοῦν, οἱ ἐκ μωρίας ἐπὶ τὴν φρόνησιν ἐληλύθασι καὶ οἱ ἐκ φρονήσεως ἐπὶ τὴν μωρίαν, καὶ ῥαθυμία μὲν τὴν γνώμην εἶλε, νόσῳ φρονήσεως αἰρεθεῖσαν, μάθησις δὲ γνώμην ἀφραί- νουσαν παραλαβοῦσα ἀνεκτήσατο, τὴν νόσον τῆς ἀφροσύνης ἐξώσασα, καὶ τὴν ὑγείαν ἀποδέδωκε κυρίαν. μεταβέβληνται οὖν αἱ κακίαι καὶ αἱ ἀρεταί· καὶ κτηταὶ καὶ ἀπόκτητοι. ἔχεις, οὐκ ἔχεις· εὗρες καὶ ἀπολώ- λεκας· ἔχεις ὁ εὗρες· οὐκ ἔχεις ὁ ἀπολώλεκας. ἐν τοῖς εὐρίσκουσιν ἢ ἀπολωλεκόσι κρίνῃ. ἕτερον δὲ τὸ εὐρισκόμενον καὶ τὸ ἀπολλύμενον. καὶ τὸ μὲν ἡ ἀρετή, τὸ δὲ ὁ ποιῶν· καὶ τὸ μὲν ἡ κακία, τὸ δὲ ὁ πράττων. καὶ τὸ μὲν ἡ κακία, οὐδὲν· ἰδίως γὰρ οὐδὲν· ὑπόστασιν γὰρ κακίας εὑρεῖν ἀμήχανον· πρᾶξιν δὲ χαυνότητι φρονήσεως ὑφιστανομένην καὶ μελέτῃ προαιρέσεως ἀναιρουμένην ἀμέλει ἐκ τῶν μαθη(μάλτων λάμβανε καὶ ἐκ τῶν κινημάτων. ἐπίσκεψαι τὰ ἔξω. θεώρει τὰ ἔσω. κατανόησον τὰς διανοίας, ὅταν ὑπομείνῃς τάραχον, ὅταν θόρυβόν τινα, ὅταν γαργα- λίζῃ ἡδονή, ὅταν ἔτι οὕτω κινδυνεύων, ὀλίγου μαθήματος ἐπιστάντος, γαλήνην ἴδῃς ἐν τῇ ψυχῇ καὶ εὐστάθειαν πολλὴν, καὶ ταῦτα ἐν ταὐτῷ, μήτε πολλοῦ χρόνου παρελήλυθοτος, ἀλλὰ πολλάκις ἐν τῷ ἀκαριαίῳ τοῦ τοιούτου πραττομένου.

20

Καὶ πολλάκις ὁρμώσης τῆς ψυχῆς ἐπὶ πάθος αἰσχρόν, παραχρῆ- μα δὲ συστελλούσης καὶ καθησυχαζούσης καὶ εὐθὺς τὰ σώφρονα άνα- γινωσκούσης καὶ τοῦ τοιούτου πραττομένου, πῶς οὐκ ἔστι θαῦμα λαβεῖν; πῶς οὐκ ἔστιν εἰπεῖν, ὅτι οὐδὲν ἴδιον αὐτῆς, αλλ' ἰδιοποιεῖται ἡ ψυχὴ, πρὸς ὁ βούλεται ἰδιοποιηθεῖσα; καὶ οὐδὲν τῶν αἰσχρῶν καθ' ἑαυτό ἐστιν, ἀλλ᾽ εἶναι δοκεῖ, ὅτε τῇ ἐννοίᾳ φαντάζεται. οὐκ ἔστιν οὖν καθ' ἑαυτὰ τὰ αἰσχρά, ἀλλὰ ταῖς ἀποκλινούσαις καὶ ἀπορρεπούσαις διανοίαις τὰς συστάσεις δέχεται, ὅθεν καὶ παιδευτηρίων ἐδεήθη, ἀκόνην καὶ λαμ- πρότητα πρὸς παιδευτηρίων λαμβάνουσα. ὅθεν πολλάκις ἡ αὐτὴ ἑαυτῇ φθέγγεται, ἑαυτὴν διεγείρουσα, ἢ δι' ἐτέρου διανισταμένη ἀκούει· " εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα τὰ ἐντὸς μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ” καὶ " αἰνεῖ ἡ ψυχή μου τὸν κύριον.” ἢ γὰρ οἱ διεγείροντες καὶ διανιστῶντες λόγοι ἔτι ἀνδρειοτέραν αὐτὴν κατεσκεύασαν, ἢ ἐκ τοῦ παραινοῦντος γινόμενοι τὴν στάσιν τὴν τελείαν αὐτῇ χαρίζονται. πολλάκις δὲ καὶ διεγείρει ἑαυτὴν ἐπὶ τὸ αἰσχρὸν, καὶ πρὸς παραίνεσιν ἑαυτῆς χωρεῖ, καὶ ἄλλως τὰ ἄτοπα ἑαυτῇ χαριζομένη, καὶ βοῶσα· * ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά. φάγε, πίε, εὐφραίνου."

21

Καὶ εἰ μὲν αἱ τὰ ἄτοπα ἑαυταῖς παρέχουσαι ψυχαὶ ἔτεραι ἦσαν, καὶ καθ' ἑαυτὰς δὲ ἦσαν, ἄλλως δὲ τὰ σώφρονα, ἦν εἰπεῖν δύο γένη ψυχῶν· καὶ λέγοντας τοῦτο, πάλιν γελᾷν καὶ δυσωπεῖν ἔδει τὴν ἄτοπον τῶν Μανιχαίων δόξαν, ὅτι τὴν μανίαν εἰς δύο τέμνουσι καὶ διαιροῦσι καὶ τὰ ἑαυτοῖς μαχόμενα φθεγγόμενοι καὶ μηδὲ τῆς ἀτόπου ἑαυτῶν δόξης τὴν συμφωνίαν τιμῶντες. εἰ δὲ αἱ αὐταί εἰσι, καὶ ἄρτι ἡ τὰ ἄτοπα ἑαυτῇ παραινέσασα παραινέσειε ποτε ἑαυτῇ τὰ τίμια, καὶ ἡ ἄρτι πρὸς τὰ σεμνὰ ἑαυτὴν διεγείρουσά ποτε πρὸς τὰ αἰσχρὰ ἑαυτὴν ἐκπέμψει, καὶ ποτὲ σεμνῶν ἀντιποιηθεῖσα καὶ τιμήσασα τὰ σεμνά, ποτὲ αὐτὰ ἀπολέ- λοιπεν, αὐθαίρετος ἐκ τὴς μεταβολῆς ἐλεγχθήσεται.

22

Δημᾶς ἦν μετὰ Παύλου, τιμῶν τὴν Παύλου συνουσίαν, ὑρέθη τῇ τοῦ διαβόλου ἐπιθυμίᾳ, ἠφίει τὴν ἀποστολικὴν συνουσίαν καὶ φυγὰς γενόμενος πρὸς τὴν τοῦ κόσμου δόξαν ἠπείγετο, " Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην." ἠκολούθει ποτὲ καὶ Γιεζὴ τῷ Ελισσαίῳ καὶ εἰς ὑπηρεσίαν ἐμετρεῖτο· καὶ φανείσης εὐκαιρίας χρημάτων ἠφίει μὲν τὰ θεῖα, χρήματα δὲ λαβών ἀντεπώλει τὴν οἰκείαν γνώμην τῇ εὐρέσει τῶν χρημάτων. Ἰούδας ἐν ἀποστόλοις ὧν ἐσόβησε ποτε πυρετούς, ἐστρατηλάτησε κατὰ δαιμόνων, εἰς ἦν τῶν λεγόντων, " Κύριε, ἰδοὺ καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται" καὶ ὁ μάστιγα κατὰ δαιμόνων κινήσας μικρῷ τροφίῳ αἱρεθεὶς ἡγκι- στρεύετο ὑπὸ τῆς ἐπιθυμίας. καὶ οὗτοι μὲν τοιοῦτοι, ἐκ τῆς τοιαύτης μετουσίας, εἰς τὴν τῶν αἰσχρῶν οὐσίαν μεταβεβηκότες.

23

Τί δέ φησι περὶ τοῦ Πέτρου ἡ Θωμᾶ; ὅτι ποτὲ ἀλιεὺς ἦν καὶ κακὸς ἦν. οὔτε γὰρ ἀναμάρτητος ἦν, ἄνθρωπος γὰρ ἦν. καὶ κληθείς ἠφίει τὰς σαγήνας καὶ τοὺς ἰχθύας, ἡκολούθει δὲ πάντα ἀφεὶς, ἵνα μόνον ἔχῃ τὸν Ἰησοῦν· καὶ τὰ πρῶτα ἀπολιπών, οὐκ ἐστερήθη τοῦ ποθουμένου· εὖρε γὰρ τὸ ζητηθὲν, καὶ ἐπὶ τοσαύτην ἔξιν προελήλυθεν, ὡς ἀκοῦσαι * σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὁ ἐρμενεύεται Πέτρος" ὡς ἀκοῦσαι " δώσω σοι, Πέτρε, τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν·" ὡς μαρτυρηθῆναι " σάρξ καὶ αἵμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ οὐράνιος.” ὕστερον προπετείας ἠρέθη ῥήματι καὶ πρὸς τῇ ἐπιτιμίᾳ γενόμενος καὶ τὴν ἐπιτιμίαν μὴ φεύγων ἤκουσεν· “ὕπαγε ὀπίσω μου, Σατανά, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων” καὶ ἄρτι μὲν κλεῖδας οὐρανῶν ἐδέχετο, πατὴρ ἐν αὐτῷ ἐφθέγγετο, Πέτρος, ἀντὶ Σίμωνος· ἀντὶ δὲ πράγματος ἐπιτιμίας ὑρεῖτο, ἀλλ' ἐθεραπεύθη τὸ πταίσμα τῇ βελτιώσει· καὶ ἡ ἐπιτιμία φάρμακον ἐγίνετο· καὶ ἡ γνώμη τῆς θεραπείας εἴχετο· καὶ μέγας ἦν καὶ θεῖος, θεραπεύσας μὲν τὸ πταῖσμα, μηδὲν δὲ ζημιωθεὶς ἀπὸ τοῦ προει ρημένου. ὡς δὲ ὁ κύριος παρεδόθη καὶ ἤγετο ἐπὶ τὴν αὔλην τοῦ ἀρχιερέως, ἠλέγχθη, ἐδυσωπήθη ὁ εὔτονος Πέτρος· σέσεισται ὁ τὰς κλεῖδας ἔχων. ἐκινδύνευσεν ἔξω τῶν θυρῶν τῆς ἀληθείας ἀληθεύειν· ἐκένωσε τὴν γνώμην ὁ πεπληρωμένος· ὑπὸ κόρης μιᾶς νενίκηται· παιδίσκην πεφόβηται· ἀντωπῆσαι πρὸς δούλην οὐ δεδύνηται. πέπτωκε τῇ δειλίᾳ ὁ θεοσεβής, ὁ θεοφιλὴς, ὁ τὰ ἐπιφανῆ γινώσκων, ὁ αὐτόπτης τοῦ κυρίου, καὶ ταῦτα λέγω, οὐχ ἵνα κατηγορώ. πείθεται γὰρ ὅτι ταῦτα λαλῶ, ἵνα μὴ συκο- φαντηθῇ ἡ ἀλήθεια· ὑπὲρ ἀληθείας φθέγγομαι· τὸν δοῦλον τῆς ἀληθείας παραφέρω, ἵνα τὸ ψεῦδος μὴ νικήσῃ· τὸν ὑπηρέτην τῆς ἀληθείας προσκο μίζω· ἐπειδὴ γὰρ βούλονται φύσεις εἶναι καὶ μαίνονται εἰς τὸν περὶ φύσεως λόγον, τὸν Πέτρον προκεκόμικα, ἵνα φύσις έλεγχθῇ. δεικνύουσι γὰρ αἱ πολλαὶ μεταβολαὶ τὸ ἐκ προαιρέσεως ἀποτετελεσμένον· καὶ ἀργήσει ὁ θρύλος τῆς προαιρέσεως τὰ βραβεῖα τῆς κρίσεως τελούσης. προαιρέσει γὰρ ζῶμεν, προαιρέσει τὸ κατόρθωμα ἀποταμιευόμεθα.

24

Διὸ δειλιῶ, μὴ αἰρεθῶμεν· ἀμέλει ἀεί τι πονοῦμεν, ἵνα μὴ δοκοῦντες ἠσφαλίσθαι ἐξαπιναίως δι' ἀμέλειαν εἰς ὅλεθρον πέσωμεν. δι' ἡμᾶς λέγει· " ὑποπιέζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήποτε ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.” τὸν περὶ ἀδοκίμου φοβοῦμαι λόγον, τὸ ὀλισθηρὸν τῆς προαιρέσεως γινώσκων, ἀσφαλίζομαι τῇ ἐπιμελείᾳ τὸ εύκολον· τειχίζω τὸ τῆς προαιρέσεως εὐμαρὲς τῷ πόνῳ τῆς μελέτης. καὶ ταῦτα μὲν ὁ Πέτρος καὶ λαλεῖ καὶ γράφει καὶ χαίρει, ἵνα καὶ τὰ πταίσ- ματα αὐτοῦ καὶ τὰ κατορθώματα αὐτοῦ εἰσήγησις τῶν δογμάτων τυγχάνῃ. διὰ τοῦτο καὶ τὰ τῶν ἁγίων ἁμαρτήματα λελάληται· τἱ γὰρ ἐλύπει σιωπῇ σιωπηθῆναι τὸ πταῖσμα; τίς ὁ γράφων; οὐ γὰρ οἱ φαῦλοι κατηγόρησαν τῶν καλῶν, οἱ καλοὶ δὲ τὰ τῶν καλῶν πταίσματα ἐξηγήσαντο. ἕτεροι δὲ καὶ τὰ ἑαυτῶν· Παῦλος τὰ ἑαυτοῦ· Ἰωάννης τὰ (τοῦ) Πέτρου· εἶτα θῶμα, ἕτερος τὰ ἑτέρου. εἰ μὲν γὰρ φαῦλοι οἱ κατηγοροῦντες ἦσαν, τῷ μίσει ἐπεκαλοῦμεν καὶ τὸν φθόνον καὶ τὴν βασκανίαν ἐμεμφόμεθα, ὅτι ἐκ μισούντων τὰ τοιαῦτα προεφέρετο ῥήματα. εἰ δὲ αὐτοὶ τὰ ἑαυτῶν ἢ οἱ καλοὶ τὰ τῶν καλῶν εἰρήκασι κατηγορήματα, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς ἁγίοις λελαληκός, καὶ ὁ κύριος αὐτὸς τὰ τῶν δούλων ἑαυτοῦ ἐξηγήσατο πταίσματα, καὶ οὐ σεσιώπηκε, τὸ αἴτιον ζητοῦμεν, οὐ γὰρ, ἵνα διαβληθῶσι, λελάληται· ἐκβεβλήκασι γὰρ τὴν διαβολήν, ἀλλ' ἵνα μὴ τῶν ἁμαρτημάτων σιωπηθέντων ἀνα- μάρτητοι τὴν φύσιν ὑπονοηθῶσιν. ὑπὲρ ἀληθείας τοίνυν ὁ λόγος, καὶ πταισμάτων διήγησις ἀλήθειαν εἰσηγεῖται.

25

Ὦ τοῦ καινοῦ θαύματος! ἐγράφησαν αἱ ἁμαρτίαι τῶν ἁγίων, ἵνα ἡ ἀλήθεια γνωσθῇ, ὅτι ἐκ τῶν ὁμοίων φύντες καὶ ὁμοίως φύντες ἀρετῇ τὸ μεῖζον εἰλήφασιν, οὐ φύσει νικήσαντες, άλλ' ἀρετῇ διαπρέψαντες. εἰ δὲ παρὰ τῷ Πέτρῳ καὶ τοῖς ἄλλοις ἀποστόλοις οὐχ ἡ φύσις ἀλλ᾽ ἡ προαίρεσις τὸ ὀριστικὸν ἔχει, παρὰ τίσιν εύρομεν ἀναμάρτητον τὴν φύσιν, ὅπου παρὰ τοῖς ἀποστόλοις οὐχ εὔρομεν; ποῦ ἰχνεύειν δυνησόμεθα; μάτην τὰ μὴ ὄντα περιεργαζόμεθα. ἰδοὺ τὸν Πέτρον ἐρωτῶ· ἰδοὺ τὸν Θωμᾶν ἐξετάζω οὐ τὰ παλαιὰ λαλῶ, οὐ μνημονεύω τοῦ Δαβίδ· καίτοιγε μνημονεύειν ὤφειλον - ἵνα ἀφ᾿ ὧν ἀγνοοῦντες εὔχονται, τὰς κατηγορίας λάβωσιν, ἵνα ἀφ᾽ ὧν φιλολογοῦσι, τὸν ἔλεγχον σχῶσιν. ἐπειδὴ γὰρ τὰ εὐαγγέλια μεμελέτηται αὐτοῖς, ἐκ τῶν εὐαγγελίων προηνέχθη ὁ ἔλεγχος, διὰ τοῦτο γὰρ καὶ ἄνομον λαλοῦσι τὸν λόγον, μὴ φιλολογοῦντες. διὰ τοῦτο οὔτε ἐπιστήμην τοῦ εὐαγγελίου ἔχουσι, τὴν τῶν εὐαγγελίων ἀρχὴν μὴ παραλαβόντες· ᾿ ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ· καθώς γέγραπται ἐν Ησαίᾳ τῷ προφήτῃ.” τὴν ἀρχὴν τῶν μαθημάτων ἐκβεβλήκασι, τῇ ἀρχῇ τῶν μαθημάτων ἐμαχέσαντο, τὰ τελευταῖα ἐζήτησαν, εὑρεῖν οὐκ ἠδυνήθησαν, ἀπὸ τῆς ἀρχῆς τὴν ἀκολουθίαν μὴ παραδεξάμενοι.

26

Καὶ μικρὰ μὲν ταῦτα καὶ οὐ πολλά, αὐτάρκη δὲ πρὸς τὴν ζήτησιν. τὸν γὰρ χαρακτήρα μόνον κεκίνηκα καὶ οὐκ εἰς πλῆθος κατα- βέβηκα τῶν μαρτυριῶν. τὰ γὰρ συγγενή τῶν λεγομένων ζητήσει ὁ ἀναγινώσκων καὶ ἐκ τούτων ἐπὶ τὰ ὅμοια καὶ ἀδελφὰ χωρήσει ἀναγνώ- σματα. ἡμεῖς δὲ φέρε κατασκευάσωμεν τὸν ἐκείνων λόγον, τὰ δόγματα ἐκείνων παραθέμενοι. πονηρὸς μὲν ἦν ὁ Σατανᾶς, ἀγαθὸς δὲ ἦν ὁ θεός. καὶ οὕτως ἦν. τὸν μῦθον στρέφω, ἵνα τὸν μύθον δυσωπήσω, καὶ εἰ μὴ παράθωμαι ὁ ἐξηγοῦνται, ἐντρέψαι τὴν μυθοποιΐαν οὐκ ἔχω, ἀγαθὸς μὲν ἦν ὁ θεός, φησί, πονηρὸς δὲ ὁ Σατανᾶς, καὶ ἦν πονηρὸς καὶ οὔτε ποτὲ οὐκ ἦν· ἀεὶ γὰρ ἦν καὶ οὐκ ἀπό τινος ἦν. ἦν γὰρ καὶ ῥίζα ἦν, φησί. καὶ ἦν κύριος καὶ αὐτὸς (καλὸς) ἦν καὶ ῥίζα ἦν καὶ ῥίζα καλὴ καὶ ῥίζα καλῶν καὶ πᾶν καλὸν ἀπὸ τούτου ἐξῆλθε. δύο γὰρ ἦσαν ῥίζαι καὶ αἱ δύο προήλθον πρόοδοι, αἱ πρόοδοι κατάλληλαι ταῖς ῥίζαις. ἀπ' ἐκείνης τὰ τοιαῦτα καὶ ἀπὸ ταύτης τὰ τοιαῦτα θρυλοῦσι. στῶμεν ἕως τούτων, ἐπιχειρήσωμεν λοιπὸν τὴν ἐξέτασιν καὶ ἴδωμεν συλλογισμοὺς καὶ μνημονεύσωμεν ῥητῶν, ἵνα καὶ τοῖς συλλογισμοῖς συναγάγωμεν καὶ τοῖς ῥητοῖς πείσωμεν. φήσομεν γὰρ πρὸς αὐτοὺς· ἐπεὶ θεὸς ῥίζα ἦν καὶ ῥίζα καλὴ καὶ καρποί καλοὶ ἀπὸ ῥιζῶν καλῶν προηνέχθησαν καὶ ὁ Σατανᾶς ῥίζα ἦν καὶ ῥίζα κακὴ καὶ καρποὶ κακοὶ ἀπὸ ῥίζης κακῆς προηνέχθησαν, τίνος καρποί οἱ ἀπόστολοι; ἵνα ἐκ τῶν καρπῶν γνῶμεν τὸ ζητούμενον, οὔπω ἀπὸ ῥιζῶν λαμβάνω. φήσομεν γάρ· ἡ ῥίζα ἡ κακὴ οὐδὲν καλὸν προεξενεγκεῖν οἶδεν οὔτε ἡ ῥίζα ἡ καλὴ οὐδὲν κακὸν προεξενεγκεῖν οἶδε, φαίνονται δὲ οἱ ἀπόστολοι ποτὲ μὲν καλοί, ποτὲ δὲ κακοί, καὶ ὀψὲ μὲν καλοί, ἀρχῆθεν δὲ κακοὶ καὶ μεταβολὴν πεποιημένοι ἀπὸ τῶν κακῶν, εἰ μὲν γὰρ φήσομεν τοῦ Σατανᾶ καρποὺς εἶναι τοὺς ἀποστόλους διὰ τὰ παλαιὰ πταίσματα, δυσωπηθήσονται διὰ τὴν ἀποστολὴν καὶ τὴν τελειότητα τῶν ἀρετῶν – εἰ δὲ τοῦ θεοῦ, τί ἐροῦσι περὶ τῶν πταισμάτων τῶν παλαιῶν καὶ τῆς παλαιᾶς διαβολῆς; δυσωπήσει γὰρ αὐτοὺς τὸ γράμμα καὶ ἐλέγξει αὐτῶν τὴν κρίσιν.

27

Εἰ δὲ ἀποροῦντες καὶ εἰπεῖν μὴ δυνάμενοι ἀντερωτῶσι, φάσκοντες δύσκολον εἶναι τὴν λύσιν τῶν προτάσεων καὶ δύσκολον εἶναι τὴν ἀπόδειξιν, φήσομεν καὶ ἡμεῖς οὐ καρποὺς εἶναι τοὺς ἀποστόλους τοῦ θεοῦ, ἀλλὰ ποιήματα καὶ πλάσματα· οὐ γὰρ ὡς ἀπὸ ῥίζης καρποί προηνέχθησαν, ἀλλ' ὡς ἀπὸ κτιστοῦ καὶ ποιητοῦ κτίσματα καὶ ποιήματα γεγένηνται τοῦ πεποιηκότος, οὐχ ὡς ὁμοούσια τοῦ πεποιηκότος. γενητοὶ γὰρ ἐκ τοῦ ἀγενήτου, ποτὲ οὐκ ὄντες, ὕστερον δὲ πεποιημένοι, τὸ μὲν εἶναι ἀπὸ τοῦ πεποιηκότος λαβόντες, οὐκ οὐσίαι δὲ ἐξ οὐσίας, ἀλλ᾿ ὑποστάσεις ἐξ ἀγαθότητος τοῦ δημιουργοῦ πεποιημένοι καὶ οὕτω πεποιη- μένοι, ἵνα προαιρέσει τὴν ἀρχὴν ἔχωσι. φαίνεται οὖν ὁ σωτὴρ λέγων " εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν," " εἰ θέλεις τέλειος γενέσθαι," " εἰ θέλεις ὑγιὴς γενέσθαι.” εἰ ὁ ποιήσας τοιαῦτα καλεῖ, δι' οὗ (δ) πατήρ πάντα ἐποίησε, νόει τοῦ πεποιηκότος τὰς φωνάς. ἐν τῷ θέλειν τοὺς νόμους ἔθετο, ἐν τῇ θελήσει τὰ νόμιμα ἀποταμιεύεται, τὴν βούλησιν τῶν πρατ τόντων κυρίαν τῶν πραττομένων ἐπίσταται. ἀμέλει τιμῶν τὴν τῶν πράξεων κοινωνίαν ἀνήρτησεν ἐν τῇ θελήσει ὁ λόγος, " ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται." ἄτοπον δὲ καὶ τὸν περὶ τῶν φαυλοτάτων καταλιπεῖν λόγον καὶ τὴν περὶ τῶν αἰσχίστως καὶ ἐκδεδιῃ- τημένως ἀναστρεφόντων παραλιπεῖν ἐξέτασιν, μήπως ἡ ἡμῶν σιωπὴ ἀπόνοιαν χαλεπωτάτην αὐτοῖς κατασκευάσῃ, οὐ σφόδρα διαβάλλουσι τὸν Ναβουχοδονόσορ; οὐ σφόδρα μέμφονται τὸν Φαραώ; οὐ πέρας αἰσχρό τητος αὐτοὺς νενομίκασι; τοιαῦτα γὰρ περὶ τῆς ἐκείνων διαγωγῆς ἄνω καὶ κάτω θρυλοῦσιν. εἰ μὲν οὖν ἐν ταῖς διανοίαις ἐκείνων οὐδεμία σπουδή φανείη, λόγος ἂν εἴη ἕτερος· εἰ δὲ ἐν τοῖς οὕτω κακοῖς καὶ μέρη εὑρίσκεται καλῶν καὶ αἰσθήσεις καὶ ἀντιλήψεις καὶ μετάμελος καὶ ἱκεσίαι, τί ἔτι φήσουσιν; εἰ γὰρ οὗτος ὁ πάνυ αἴσχιστος φανείη τινὰ μέρη ἔχων ἀρετῆς καὶ τρόπων ἐπιτηδειότητα, τί ἐροῦσιν; ἢ γὰρ τὸν Σατανᾶν μικτὸν ἐξ ἀρετῆς καὶ κακίας ὡς μικτοὺς καρποὺς ἐνεγκόντα φήσουσιν ἢ τούτους καρποὺς μὴ εἶναι τοῦ διαβόλου· οὐκέτι γὰρ οἱ μικτοὶ τοῦ ἀμίκτου εἶεν ἂν καρποὶ οὔτε ῥίζα τοῦ μικτοῦ τὸ ἄμικτον φανήσεται. οὗτοι δὲ καὶ μικτοὶ ἐφάνησαν, χρόνῳ καὶ τὰς ἐπιστήμας λαβόντες καὶ πονηρίᾳ αἰρεθέντες. καὶ φανήσεται κατὰ τοῦτον τὸν λόγον πλάσμα εἶναι λόγου καὶ μὴ

28

Ἰδοὺ γὰρ ὁ μὲν Φαραὼ ἐν ταῖς ἐπιτιμίαις ἐνδίδωσι καὶ ἀληθείας ὑποστάσεις. ἀπαλύνεται, ἐνδίδωσι τῇ διανοίᾳ καὶ κατατυφεὶς τὴν ψυχὴν οὐκ ἐπιμένει τῇ τραχύτητι, ἀλλὰ δύο ποιεῖ· καὶ τὴν εὐχὴν αἰτεῖ καὶ κατηγορεῖ τοῦ γενομένου καὶ οὐ φαίνεται πηρὸς ἡ ψυχὴ ἀλλ᾿ ἐμβλέπουσα καὶ πρὸς με τάνοιαν χωροῦσα, ἀντιλαμβανομένη δὲ καὶ τῆς αἰτήσεως καὶ τῆς ἱκεσίας καὶ λιπαροῦσα εὐχῆς ἕνεκεν. εἰ δὲ ἐπεφύκει κακός, πῶς ἐγνώκει περὶ τῆς εὐχῆς καὶ τῆς μετανοίας; εἰ γὰρ ἡ μετάνοια καλή, καὶ ἡ εὐχὴ καλή· εἰ δὲ ἡ φύσις κακή, πῶς ἐμίγη τὸ κακὸν τῷ καλῷ; πῶς δὲ ἐκ κακοῦ καλὸν προηνέχθη; καὶ φαίνονται μὴ εἰδότες ἃ λέγουσιν, ἀλλὰ ἀπαιδεύτῳ γνώμῃ πτύσματα μᾶλλον ῥημάτων ἢ ῥήματα προφερόμενοι, εἰ δὲ καὶ ὁ Ναβουχοδονόσορ, καίτοι χαλεπὸς ὧν τὸ ἦθος καὶ τὴν κάμινον εὐτρεπίσας καὶ τὴν εἰκόνα ποιήσας καὶ τῇ ἀπειλῇ φοβῶν καὶ προσκυνεῖν τὸ ἄγαλμα ἀναγκάζων, ὡς οἱ ἅγιοι ἕνδον ἐβάλλοντο καὶ ὑπεχώρει ἡ φλόξ καὶ τῶν σωμάτων οὐχ ἤπτετο καὶ συναγωγὴ ἡ κάμινος ἐγίνετο καὶ ἀντὶ ὀδυρμῶν 5 ἔνδον ὕμνοι ἐτελοῦντο καὶ οὐκέτι καιομένης σαρκὸς θρήνος ἐπέμπετο, άλλ' ἐκ πανηγυριζούσης ψυχῆς ᾄσμα ἐτελεῖτο, παρέκυψεν ἰδεῖν τὰ ἔνδον, τετίμηται τῇ τοῦ ἀγγέλου θεωρίᾳ, ἀφῆκε φωνήν· “οὐχὶ τρεῖς ἄνδρας ένε- βάλλομεν εἰς τὴν κάμινον; ἰδοὺ τέσσαρας ὁρῶ καὶ τὸν τέταρτον ὡς ὅμοιον υἱῷ θεοῦ.” εὐθέως γοῦν γράφει ὑπὲρ τούτου νόμον ὁμολογεῖν τὸν θεόν, μαρτυρεῖν τὴν ἀλήθειαν· ἐξηγητὴς τῆς δράσεως γίνεται. διαβάλ- ωμεν οὖν τὰς ἐξηγήσεις ἢ ἐπαινέσομεν; καλὸν τὸ πρεσβεύειν ὑπὲρ Χριστοῦ, ἡ ἐν πονηρῷ μέρει αὐτὸ ἐῶμεν; εἰ μὲν γὰρ τὸ πρεσβεύειν τὰ θεῖα λόγια καὶ μάρτυρας εἶναι τῆς ἀληθείας καλόν, ἐπρέσβευσε δὲ καὶ ὁ Ναβουχοδονόσορ καὶ ἔγραψε καὶ εἰς πᾶσαν τὴν ἀρχὴν αὐτοῦ ἔπεμψε, λέλυται ἡ φύσις. ἐπιστάμενος γὰρ τὸ καλόν, πρὸς τὴν μάθησιν ἔβλεψε τοῦ καλοῦ. εἰ δὲ ἤμβλυνε τὴν μάθησιν τῇ πρὸς τὴν πονηρίαν διαθέσει, κατηγορεῖται. ἕτερον γὰρ τὸ ὅλως μὴ δύνασθαι ποιεῖν τὸ καλόν, ἕτερον δὲ τὸ εἰδέναι μὲν, μὴ δύνασθαι δὲ τῇ πρὸς τὰ πάθη ῥοπῇ ἡττώμενον.

29

Ἐπειδὴ δὲ ἐν ἀνθρώποις καρποὶ τοῦ διαβόλου οὐχ εὑρέθησαν καὶ ἐδυσωπεῖτο αὐτῶν ὁ τρόπος καὶ ἠλέγχθη αὐτῶν ἡ ἀτοπία, ποῦ λοιπὸν τραπῶμεν; εἰ μὴ ἄρα πρὸς τοὺς δαίμονας βαδίσομεν, εἴ γε μὴ ἄρα φήσουσιν· · ἀνθρώπων μὲν οὐδεὶς καρπὸς τοῦ διαβόλου, δαίμονες δὲ γόνοι καὶ τοκετὸς μόνοι αὐτοῦ.” καὶ ταῦτα μὲν λέγοντες δυσωπηθήσονται καὶ ἐν τούτῳ, πρῶτον δὲ ἀκουέτωσαν. εἰ οὐδεὶς ἄνθρωπος τέως τοῦ ἑνὸς ἀπολέλυται, οὐδὲν οὖν κοινὸν τῷ Σατανᾷ καὶ τῷ βίῳ τούτῳ, ἀλλὰ πάντων ἀπήλλακται, πάντων γέγονε ξένος, ἐκβέβληται ἀπὸ τῶν μαθημάτων, ἐξόριστος ἀπὸ τῆς διδασκαλίας γέγονεν. εἰ δὲ βούλεσθε μαθεῖν ὅτι καὶ οἱ δαίμονες αὐτοὶ οὐκ ἀπὸ ῥίζης εἰσὶ κακοὶ οὐδὲ ῥίζαν ἀτοπίας ἔχουσιν, ἀλλὰ κἀκεῖνοι ἀπὸ προαιρέσεως ἐπὶ τοῦτο ἐληλύθασιν, οὐ πονηροὶ τὴν φύσιν ὄντες, οὐκ ἀγνοίᾳ ἀναγεγραμμένοι, οὐ νὺξ καὶ σκότος τὴν οὐσίαν τυγχάνοντες, ἀλλ᾽ ἔξει καὶ ἐπιτηδεύμασι τῇ ἐπιχειρή σει τῶν τοιούτων γεγονότες, τὸν λόγον ἐξετάσωμεν. τυφλὴ μὲν οὖν φύσις οὐδὲ ἐν ἐλαχίστῃ καὶ ὀλίγῃ τῇ βλέψει γενήσεται καὶ αὐτὴ ἡ ἄγνοια οὐδὲ ῥανίδα γνώσεως ἑαυτῇ προσποιήσεται οὐδὲ νὺξ αὐτὴ καὶ σκότος τὸ οὕτω πεφυκός κἂν εἰς βραχεῖαν λαμπηδόνα μεταποιηθήσεται. φαίνονται δὲ καὶ οἱ δαίμονες καὶ σωτῆρα εἰδότες καὶ κύριον ὁμολογοῦντες· “οἴδαμέν σε τίς εἶ," λέγοντες, “ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος" εἰδέναι δὲ ἄγνοια οὐ δύναται καὶ βλέπειν τυφλὴ φύσις οὐκ ἰσχύει. ἴσασι καὶ ἀληθεύουσιν εἰδότες καὶ οὐ συκοφαντοῦντες λέγουσι. λέγουσι γὰρ κἂν μὴ γνησία διαθέσει τὴν ἀλήθειαν· οὐκέτι τυφλῇ τῇ φύσει οὔτε τῇ ἀγνοίᾳ κατηγο ροῦνται. ἡ γὰρ ἂν οὐδὲ τὸ ἐλάχιστον ἐώρων οὔτε ἰκέται ἦσαν οὔτε παρε χώρουν τῷ λεγομένῳ οὔτε διέκριναν τὸν φανέντα, ἀλλ᾽ ᾤοντο ἂν ταὐτὸν εἶναι καὶ οὐδὲν διαφέρειν αὐτὸν τε καὶ αὐτοὺς. ἰδοὺ γὰρ τὰ ἄλογα ζῷα μεταξύ σοφῶν τε καὶ ἀσόφων οὐκ ἔχει εἰδέναι ποῖοι σοφοὶ καὶ ποῖοι ἄσοφοι· εἰ δὲ ἔγνωσαν οἱ δαίμονες καὶ διάκρισιν εἰδότες ἀπολέλυνται τοῦ ἀδιακρίτου, διακρίσει τὸ τοιοῦτον ἐπεγνωκότες, ἐλέγχεται καὶ ἐν τούτῳ μὴ φύσις, ἀλλὰ προαίρεσις πρυτανεύουσα. κἂν γὰρ νοήσῃ προαίρεσις κἂν σφαλῇ, ὅμως τοῦ εἶναι λογικὴ οὐκ ἀπήλλακται, ἀλλ᾽ ἔχει τοῦτο μὴ διεφθαρμένον. οὕτω καὶ δαίμονες ἐπέγνωσαν αὐτόν, ἐλιπάρησαν, ἰκέτευσαν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. εἰ τῆς ἀβύσσου παῖδες ἦσαν, εἰ συγγένειαν πρὸς τὴν ἄβυσσον εἶχον, τί φεύγουσι τὰ συγγενῆ; τἱ τὴν οἰκείαν παραιτοῦνται ρίζαν; μᾶλλον γὰρ ἂν ἠσπάσαντο ἀνάπαυλαν ἑαυτῶν τὴν συγγένειαν ἡγούμενοι· ἐν γὰρ τοῖς συγγενέσιν ἡ ἀνάκτησις γίνεται, ἐν δὲ ξένοις αἱ κακώσεις. μᾶλλον γὰρ ἔδει αὐτοὺς παραιτεῖσθαι τὸν Ἰησοῦν, μᾶλλον δὲ ἔδει αὐτοὺς παραιτεῖσ- θαι τὸ ἐνταῦθα χωρίον, ἔνθα σπουδαῖοι καὶ ἐπιεικεῖς ἀσπάζεσθαι δὲ τὴν ἐν ἀβύσσῳ ἄφιξιν. παραιτούμενοι δὲ καὶ φυλαττόμενοι καὶ ἀπιέναι ἐκεῖ οὐκ ἀνεχόμενοι, ἀλλ᾿ ἰκετεύοντες τῆς αἰτίας ταύτης χάριν, ἱκανὸν τεκμήριον δεδώκασι μηδεμίαν αὐτοὺς φυσικὴν συγγένειαν πρὸς τὰ κολα- στήρια ἔχειν· οὐδέποτε γὰρ οὐδὲν ἑαυτὸ κακοῖ, πᾶν δὲ κακούμενον ὑπ᾿ ἄλλου κακοῦται. ἀνάγκη γὰρ τὸ κακοῦν μὴ ἑαυτοῦ εἶναι κάκωσιν, ἀλλ᾿ ἐτέρου τοῦ πεφυκότος πάσχειν ἢ κακοῦσθαι. ἰδοὺ τὸ πῦρ ἑαυτὸ οὐ καίει· ἕτερον γὰρ καὶ οὐχ ἑαυτὸ ἀναλώσει. ἰδοὺ τὸ ὕδωρ ἑαυτὸ οὐ κατακλύζει· τὰ γὰρ ἔτερα κατακλύσαι οἶδεν, ἑαυτὸ δὲ κατακλύσαι οὐκ ἔχει. ἰδοὺ ὁ ἀὴρ ψύχειν ἑαυτὸν οὐκ οἶδεν, ἐπεὶ πᾶν τὸ ὁρῶν καὶ κακοῦν ἕτερόν τι κακοῖ καὶ λυπεῖ. εἰ δὲ κακὴ ἡ ἄβυσσος καὶ κακοῦνται οἱ δαίμονες ὑπὸ τῆς ἀβύσσου καὶ βασανιστήριον μὲν ἡ ἄβυσσος, στρεβλοῦνται δὲ οἱ δαίμονες, οὐκέτι τῷ ὁμοίῳ βασανίζονται, ἀλλ᾽ ἕτεροι ὄντες ὑπὸ ἑτέρου βασανί- ζονται, οὐκέτι τῆς φύσεως ταύτης οὐδὲ τῆς οὐσίας· ἐτέρας γὰρ ἐδείχθη οὐσίας ἡ ἄβυσσος, καὶ ὅτι μὲν οἱ δαίμονες ἑτέρου γένους καὶ ἐτέρας οὐσίας παρὰ τὴν ἄβυσσον, ἱκανὰ τὰ εἰρημένα.

30

Καὶ αὕτη δὲ ἡ ἄβυσσος βασανιστήριον μὲν ἐστὶ καὶ κολα- στήριον, οὐκ αἰώνιον δὲ οὔτε ἀγένητον, ἀλλ᾽ ὕστερόν ποτε γεγενημένον, ὀψε ποτε πεποιημένον ἀντὶ φαρμάκου καὶ βοηθήματος τοῖς ἡμαρτηκόσιν. ἱεραὶ γὰρ αἱ μάστιγες, φάρμακον οὖσαι τῶν ἡμαρτηκότων· ἱεραὶ αἱ πληγαί, βοηθήματα τυγχάνουσαι τῶν σφαλέντων. οὐ γὰρ ἵνα ὦσι κακοὶ αἱ πληγαὶ γεγόνασιν, ἀλλ' ὅπως μὴ ὦσι κακοί, γεγόνασιν αἱ μάστι γες. λυπούμενοι γὰρ τῇ πληγῇ οἱ κακοὶ τῇ μάστιγι κολοβοῦσι τὰ κακά. διὰ τοῦτο οὐδὲ τὰς ἀβύσσους μεμφόμεθα, ἀλλ' οἴδαμεν ὅτι βασανιστήριον καὶ κολαστήριον γεγόνασι, σωφρονισμὸς τῶν ἡμαρτηκότων τυγχάνουσαι. εἰ δὲ βασανιστήριον καὶ στρεβλωτήριον ἡ ἄβυσσος, στρεβλοῦνται δὲ καὶ βασανίζονται οἱ δαίμονες καὶ τὴν οὐσίαν ἔχουσιν εὐπαθῆ πρὸς τὰ βασανιστήρια καὶ δύνανται ἔχειν καὶ ἀλγηδόνα, ὑπόκεινται καὶ τιμωρίᾳ καὶ ἀντίληψιν ἔχουσι τῶν κολάσεων, πῶς ἀγένητοι; πῶς ἀεἰ; πῶς οὐδέ ποτε ἤρξαντο; πῶς ἀφ' ἑαυτῶν εἰσιν οἱ μὴ ἀπαθεῖς, οἱ παθεῖν δυνάμενοι καὶ τιμωρηθῆναι ἰσχύοντες; οὐδέποτε γὰρ τὸ ἀγένητον οὐδὲν πείσεται οὐδὲ ὑπό τινος τιμωρηθήσεται, ἀλλ᾽ ἀφ' ἑαυτοῦ ἀρξάμενον (ἐν) ἑαυτῷ μένει, καὶ μὴ ἀφ' ἑτέρου δεξάμενον τὴν ἀρχὴν οὐδὲ ἀφ' ἑτέρου τὴν τιμω- ρίαν λαμβάνει, καὶ μὴ ἐπιγραφόμενον τὸν αἴτιον οὐκ ἐπιγραφήσεται τὸν κολάζοντα, καὶ οὐ κριθήσεται παρ' ἑτέρου μὴ παρ' ἑτέρου ἀρξάμενον, καὶ οὐ φοβηθήσεται οὐδένα παρ' οὐδενὸς τὸ εἶναι εἰληφός. τί γὰρ καὶ φοβηθήσεται, εἰ τελείαν τὴν σύστασιν ἔχει; εἰ τέλειον τὸν ἀπαρτισμόν; εἰ ἀφ' ἑαυτοῦ ἀπήρτισται καὶ ἑαυτῷ ἤρμοσται; τὰ γὰρ δυνάμενα παθητὴν ἔχειν τὴν ἁρμονίαν φοβεῖται τὸν δυνάμενον (μετα) ποιεῖν τὰς ἁρμονίας, τὸ δυνάμενον παθεῖν φοβεῖται τὸν ὁρῶντα. εἰ δὲ φοβοῦνται οἱ δαίμονες καὶ δύνανται παθεῖν, οὐκ ἀγένητοί εἰσιν. τὸ γὰρ ἀγένητον ἀπαθὲς καὶ οὐ δύναται παθεῖν, ἔξω τῆς φύσεως τῶν γενητῶν ὑπάρχον. ὅτι δὲ ἱκετεύου- σιν, ἐν αἰσθήσει εἰσὶ καὶ οἴδασιν ὅ εἰσι καὶ οἴδασιν ὅτι δύνανται παθεῖν. οὐ γὰρ ἡγνόησαν ἑαυτούς, οὐκ ἀπαθεῖς ἑαυτοὺς ἑλογίσαντο, τὸ δὲ εἰδέναι τινὰ ἑαυτὸν καὶ μὴ ἠγνοηκέναι αἰσθήσεώς ἐστι σύμβολον καὶ σημεῖον, εἰ δ᾽ ὅτι εἰσὶν εὐπαθεῖς ἐδειλίασαν καὶ δειλιῶντες ἱκέτευσαν καὶ ἱκέτευον τὸν δυνάμενον, οὐκ ἠγνόησαν τὸν ἰχνεύοντα· αὕτη γὰρ ἡ ἱκεσία αὐτῶν μαρτυρεῖ ὅτι ᾔδεισαν τὸν ἰχνεύοντα. καὶ ὅτι μὲν ἦσαν εὐπαθεῖς καὶ παθητοὶ οὐκ ἠγνόησαν, ὅτι δὲ ἐκεῖνος ἦν ὁ ἰχνεύων ὁ κύριος καὶ βασιλεὺς τῶν πραγμάτων, φαίνονται διὰ τῆς ἱκεσίας ἐπιστάμενοι. καὶ ταῦτα περὶ δαιμόνων κατεσκευάσαμεν, ἵνα μηδὲ ὁ περὶ δαιμόνων ἀργῇ λόγος. ἐγχωρεῖ γὰρ καὶ ταῦτα προστιθέναι ὅτι ἡ φύσις ἑαυτῇ ὁμοία ἐστὶ καὶ οὐδεμίαν διαφορὰν πρὸς ἑαυτὴν ἔχει. ἰδοὺ γὰρ τὸ πῦρ ὅλον ὅμοιον ἑαυτῷ, οὐχ ἧττον ἑαυτοῦ θερμὸν οὐδὲ μᾶλλον ἑαυτοῦ, οὐ τὸ μᾶλλον καὶ τὸ ἦττον ἔχει. ἐν γὰρ ταῖς φύσεσι τὸ μᾶλλον καὶ τὸ ἦττον ἀργεῖ· ὅπου δὲ μᾶλλον καὶ ἧττον, οὐκέτι φύσις, ἀλλὰ προαιρέσεως ἐπίδοσις. εἰ δὲ γέγραπται καὶ περὶ δαιμόνων ὅτι " ἀπέρχεται καὶ παραλαμβάνει ἐπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ,” καὶ φαίνεται ἐκ τοῦ λόγου ἐπίδοσις, ὅτι τὸ μὲν πονηρόν, τὸ δὲ πονηρότερον, διαφορὰ πονηρίας, ποῦ ἔτι φύσις μὴ οὖσα ὁμοία ἑαυτῇ, διαφορᾶς ἐν πονηρίᾳ εὑρισκομένης καὶ τῆς διαφορᾶς μαρτυρούσης τῇ προαιρέσει καὶ μὴ τῇ φύσει;

31

"Αλις μὲν τῶν τοιούτων λόγων, ἐπιχειρήσωμεν δὲ καὶ τὴν μυθοποιΐαν αὐτῶν τὴν πρώτην ὑφηγησάμενοι, τοῖς ἀνασκευαστικοῖς χρη σώμεθα λόγοις. "κακία," φησίν, “ἦν καὶ ἀγένητος ἦν· ἦν δὲ καὶ ὁ θεὸς καὶ ὁ θεὸς ἀγαθὸς καὶ μεμερισμένοι (οι) τόποι τῆς οἰκήσεως καὶ ἑκάτερος καθ' ἑαυτὸν τοῦ ἑτέρου ἀπηλλαγμένος. καὶ ἀφώριστο μὲν κακίας ὁ θεός, ἀφώ ριστο δὲ καὶ ὁ τῆς κακίας ἄρχων τοῦ θεοῦ καὶ ἐκάτερος καθ' ἑαυτὸν ἦν καὶ ἦρχεν ἑκάτερος τῶν ἰδίων καὶ ᾠκονόμει ὡς ἐπεφύκει, ὁ μὲν κακὸς κακῶς, ὁ δὲ ἀγαθὸς ἀγαθῶς, ὁ μὲν κακὸς βλάπτων καὶ τὰ ἑαυτοῦ βλάπτων καὶ τοῦ βλάπτειν τὰ ἴδια μὴ ἀπαλλαττόμενος, ὁ δὲ ἀγαθὸς ἀεὶ ἀγαθὸς καὶ ὠφελῶν καὶ τὰ ἑαυτοῦ ὠφελῶν καὶ μηδέποτε μὴ ὠφελῶν. πᾶσα γὰρ ὠφέλεια ἐξ ἀγαθοῦ προήρχετο.” ταῦτα μὲν οὕτως εἰσηγείσθωσαν· εἰ κακία οὐσιώδης ἦν καὶ καθ' ἑαυτὴν ἦν, τὶ τὸ μεσολαβοῦν; τἱ τὸ διαιροῦν, ἵνα μὴ συγχέωνται αἱ οὐσίαι; μηδενὸς γὰρ τειχίζοντος ἐφύρετο ἂν τὸ πᾶν καὶ ὁμοῦ κακία καὶ ἀρετὴ ἦν, καὶ ὁμοῦ ἐχέοντο καὶ συνεφύροντο ἀμφότεραι αἱ οὐσίαι, καὶ οὐκέτι τὸ ἕτερον τοῦ ἑτέρου ἀφώριστο· ἀλλ' ἡ συνουσία φύρσιν χειρίστην ἀπεργαζομένη τὸ μὲν κακὸν οὐκ ὠφέλει, τὸ δὲ καλὸν ἐλύπει· καὶ ἀεὶ τὸ μὲν κακὸν ἕδρα, τὸ δὲ καλὸν ἐβλάπτετο· καὶ τί ἕτερον ἢ ἔκδοτος ἡ ἀγαθότης ἐγίγνετο, οὐδὲν μὲν δράσαι δυνα- μένη· ἀεὶ δὲ ἀλισκομένη παρὰ τῆς πονηρίας, καὶ οὔτε αὐτὴ τὰ ἑαυτῆς ἐργαζομένη; εἰ γὰρ τὰ ἑαυτῆς οὐκ ὠφέλει οὔτε ἀμύνασθαι τοῖς ἰδίοις ἠδύνατο, ἀλλ᾽ ἡσθένει ἐν τοῖς ἰδίοις, πῶς δύναται φύσις εἶναι ἀγαθὴ μήτε τὰ ἴδια κερδᾶναι, μήτε τὰ ἀλλότρια ὠφελῆσαι δυναμένη; ἔδει γὰρ αὐτήν, ἅτε φύσιν ἀγαθὴν οὖσαν, ἀβλαβῆ μὲν τὰ ἴδια τηρῆσαι, ὠφελῆσαι δὲ τὰ ἀλλότρια, εἰ δὲ οὐδ᾽ ἑκάτερον τούτων ποιῆσαι βεβούληται, οὐδὲ μετέβαλε μὲν τὰ αἰσχρά, οὐ τετήρηκε δὲ τὰ ἴδια, ἀλλὰ τὰ μὲν ἐσκυ λεύετο, τὰ δὲ πονηρότερα ἐγίνετο, καὶ ἑαυτὰ βλάπτοντα καὶ ἑαυτοῖς ἐπικυροῦντα, πῶς οὐκ ἔστιν ὕβρις καὶ κατηγορία τῶν καλῶν; πῶς ἡ εἰσήγησις αὕτη οὐκ ἔστιν μὲν συνηγορία τοῦ διαβόλου, κατηγορία δὲ τοῦ θεοῦ; ἰδοὺ τοίνυν συνήγοροι τοῦ διαβόλου ἀνεφάνησαν οἱ Μανιχαῖοι· κατήγοροι δὲ τοῦ θεοῦ· εὐτελίζοντες μὲν καὶ σμικρύνοντες τὰς ὑπεροχάς τοῦ θεοῦ, μεγεθύνοντες δὲ τὰς δυνάμεις τοῦ διαβόλου, εἰ γὰρ ἐκεῖνος ἀεὶ ἔβλαπτε καὶ οὐδέποτε οὐκ ἔβλαπτεν, ἀλλ᾽ ἔβλαπτε τὰ καλὰ καὶ παρῄει μηδὲν μὲν ὑπὸ τοῦ καλοῦ ὠφελούμενος, ἀεὶ δὲ ἀδικῶν καὶ βλάπτων τὸ καλὸν, πῶς οὐχ ὁ μὲν μέγας καὶ ἰσχυρὸς φανήσεται; ὁ δὲ ἀδρανὴς καὶ οὐδὲν ἀναδειχθήσεται, εἰ δὲ ἦν, τὶ τὸ τειχίζον καὶ διαιροῦν; καὶ μέσα ἦν τειχία μεταξὺ τῶν οὐσιῶν, ἵνα μὴ τῇ ἄλλῃ οὐσίᾳ ἑκάτερα ἐπιχειρῇ, ἀρρήτου τινὸς δυνάμεως μέσως κειμένης; έρωτητέον πότερόν ποτε τὸ τειχίον ποιητόν, καὶ ὑπὸ τίνος ποιητόν. εἰ μὲν γὰρ ποιητόν, ἀπὸ πονη- ροῦ δὲ ποιητὸν φήσομεν, ὕποπτος ἄρ᾽ ἦν ἡ πονηρία καὶ δειλιῶσα, μὴ πάθη, ἀσφάλειαν ἑαυτῇ διὰ τοῦ τειχίσματος ἐμνηστεύσατο, καί πως δειλιώσα, μὴ πάθῃ, αὐτὴ ἔδρασε καὶ ἁρπάσασα ᾤχετο· καὶ πότε γέγονεν ἐνύπο- πτος; εἰ μὲν γάρ τινος συμβεβηκότος, ποῖον πρῶτον μυθοποιοῦσι πόλεμον ὕλης καὶ θεοῦ, ἵνα φοβουμένη ἡ ὕλη τειχίῳ χρήσηται, δειλιώσα μὴ αἰρεθῇ; εἰ δὲ προέλαβε τὴν μάχην καὶ πολέμου μὴ συστάντος τοῦ τειχίου προενοεῖτο, προμηθεστάτην αὐτὴν φήσουσιν ἔπαινον αὐτῆς τὸ προμηθὲς καὶ σοφὸν αὐτῆς ἀποδεικνύντες καὶ λύουσι τὸν τῆς ὕλης ὅρον, οὐκέτι ἄσοφον καὶ ἄφρονα αὐτὴν ἡγούμενοι, ἀλλὰ προμηθεστάτην αὐτὴν καὶ σοφὴν λογιζόμενοι.

32

Εἰ δὲ θεὸν δεδρακέναι καὶ ἀρχιτεκτονηκέναι τὸ τειχίον φήσουσι, δύο ἀτόπους διαβολάς πλέκοντες κατὰ τοῦ θεοῦ ἐλεγχθήσονται τὴν τε τῆς δειλίας καὶ τοῦ ἀστρατηγήτου· τειχίου γὰρ ἐπιμελού μενος, δειλιῶντι ἐώκει καὶ συνεγνωκότι ἑαυτῷ ἀσθενείας. ἀεὶ γὰρ οἱ δυνάμενοι παθεῖν ἐρυμάτων προνοοῦνται. ἄλλως τε οὐκ ἀσφαλεῖ τῷ τειχίῳ κέχρηται καὶ οὐ δυναμένῳ σεισθῆναι· οὐκ ἂν γὰρ ἡ σατανικὴ φύσις μέρος ἤρπασε τοῦ φωτός. εἰ δὲ καὶ αὐτογένητον φήσουσι, τρίτον ἐκ τοῦ λόγου ἄλλο ἀνεφάνη τὸ ἀγένητον – καὶ πότερόν ποτε τῇ οὐσίᾳ τρίτον, ἢ τῇ ποιότητι τρίτον, μὴ δὲ ἐτέρῳ ἀπεικασμένον, ἀλλ᾽ ἕτερόν τι παρ᾿ ἕτερον; ἵνα μήτε ὡς θεὸς ἦν, μήτε ὡς Σατανᾶς ἦν, ἀλλ᾽ ἕτερόν τι παρὰ θεὸν, ἕτερόν τι παρὰ Σατανᾶν; καὶ ποία ἂν εἴη τρίτη οὐσία μήτε ἀγαθὴ μήτε ὑλικὴ ἢ οὐδ᾽ ὁπότερον οὖσα; εἰ γὰρ ἐροῦσιν, ὅτι μέση καὶ ἀδιάφορος, καὶ ἐν τούτῳ ψεύδονται. αὕτη γὰρ ἡ μέση καὶ ἀδιάφορος οὐδέποτε καθ' ἑαυτὴν ἔσται, ἀλλ᾽ ἐκατέρου τὴν μίμησιν λαμβάνει καὶ ἐν μεθέξει ὁποτέρου γενήσεται, καὶ ταύτην ἔχει τὴν ἔξιν, δυναμένη ἐν μεθέξει ὁποτέρου εἶναι. καὶ οὐκέτι ἔσται τειχίον ἄρρηκτον καὶ διοριστι κόν, τῆς ἐπιχειρήσεως ἑκατέρου κωλυτικόν. μέσον γὰρ ἂν καὶ μετασχημα τιζόμενον τῇ ἐνὸς κοινωνία, προστίθεται τῷ ἡρηκότι καὶ ἤτοι θεῖον ἂν ἐγένετο, τὸν θεὸν ἀπομιμησάμενον, ἢ κακόν, τὸ κακὸν ἀποτετυπωμένον. εἰ δὲ τοῦτο ἐγίγνετο, οὐκέτι κακία πρὸς ἀρετήν, ἀλλὰ δύο καθ' ἑνὸς ἐχώρουν καὶ τὸ ἕτερον ἐπολιορκεῖτο ὑπὸ δύο πιεζόμενον. ὅπου γὰρ ἡ ῥοπὴ τοῦ μέσου ἐγίγνετο, προσθήκης γενομένης διπλάσιος φανεὶς ὁ λόγος κατὰ τοῦ ἑτέρου τὴν ἐπιχείρησιν ἐργάζεται. εἰ δὲ ἐροῦσιν οὐκέτι τειχίον εἶναι τὸ μέσον καὶ διαιροῦν τὸ γειτνιᾶν τὰς οὐσίας καὶ πλησιάζειν ἑαυταῖς, ἀλλ' εἶναί τι κενὸν καὶ ἀχανὲς μέσον, τῆς διαστάσεως αἴτιον, λέξουσι πάλιν ὃ οὐκ ἴσασι. τί γάρ ἐστιν ἀχανές, τί δὲ ἐστι κενὸν ἢ ἐπίνοια τοῦ κενοῦ καὶ ἀχανοῦς; εἰ μὲν γὰρ ἔστι τι, οὐκ ἔστι κενὸν οὔτε ἀχανές· εἰ δὲ οὐδέν ἐστι καὶ διὰ τοῦτο κενόν ἐστιν, ὅτι οὐδέν ἐστι, καὶ διὰ τοῦτο ἀχανές, ὅτι οὐδ᾽ ὅλως ὑπάρχει, πῶς τὰ μὴ ὄντα ὄντα διαιρεῖ; πῶς τὸ μηδ᾽ ὅλως ὑπάρχον τὰ ὑπάρχοντα καὶ τὰ ὄντα διαστέλλει; τὰ γὰρ μηδαμή μηδαμῶς ὄντα τὰ ὑπάρχοντα καὶ ὄντα διακρῖναι οὐ δυνήσεται. καὶ τοιοῦτος μὲν ἠνέχθη ὁ ἔλεγχος.

33

Επειδὴ δὲ ἔτι ἐν τῇ πλάνῃ καὶ ἐν τῇ ἀπάτῃ προκόπτοντες ἔτι ἀπατηλότερα καὶ πεπλανημένα ῥήματα προφέρουσι, μὴ σιωπήσωμεν. φασὶ γὰρ ὅτι προϊοῦσα ἡ πονηρία καὶ καθ' ἑαυτὴν χωροῦσα ἑαυτὴν ἠδίκει καὶ ἑαυτὴν ἐλυμαίνετο, ὡς δὲ ἐπέστη τῷ χωρίῳ τῆς ἀληθείας, ἐξεπλάγη, θαῦμα ἔλαβε τοῦ ἐξαπιναίου φωτός, ἐπελάθετο τῆς ἰδίας μάχης, ἐπέθετο τῷ φανέντι, ἤρπασε φῶς, κατέπιε τὸ θεωρηθέν. ἐνταῦθα λοιπὸν πολὺς ὁ γέλως καὶ μεγάλη ἡ χλεύη, ἐνταῦθα πᾶς πεπάτηται μύθος Ελληνικός, νικώμενος τούτῳ τῷ σχήματι. λέγονται γὰρ μῦθοι οἱ μῦθοι, ἀλλ᾽ ὡς μύθοι πιστεύονται· οὗτος δέ, εἰ μὲν ὡς ἐλέγετο μύθος, ὡς μύθος ἐπιστεύετο, μικρὰν ἂν εἶχε τὴν ζημίαν, νῦν δὲ νικᾷ μὲν τοὺς μύθους, πιστεύεται δὲ παρὰ τοῖς ἄφροσιν ὡς ἀλήθεια. εἰ γὰρ ὡς μεμηνυῖα, ὡς φατέ, καὶ καθ' ἑαυτὴν ἑαυτὴν πολιορκοῦσα, ἐφθακυῖα εἰς τὰ οἰκεῖα ὅρια, εἶδε φῶς καὶ κατεπλάγη καὶ ἀπηλλάγη τῆς ἰδίας μάχης καὶ ἐπέθετο τῷ φανέντι (καὶ) ἤρπασε τὸ θεωρηθέν, πῶς οὐκ ἀδύνατοι καὶ ψευδεῖς φανή- σονται οἱ λόγοι; πῶς γὰρ ἑαυτὴν ἠδίκει ἡ πονηρία, ἑαυτὴν ἀνήρει, ἑαυτὴν ἠφάνιζεν, ἄρτι μὲν καταπίνουσα, ἄρτι δὲ γεννῶσα, εἴγε ἀγένητος ἦν; ἐλύετο γὰρ ἑαυτὴν ἀναιροῦσα καὶ εἶναι οὐκέτι ἐδύνατο, ἑαυτὴν δια- φθείρουσα. εἰ δὲ τὰ μέρη ἑαυτῆς εἶχε διαφθειρόμενα, ποῖον ἐνέχυρον αύταρκες ὅτι ὅλη οὐ διαφθείρεται, τῶν μερῶν διαφθείρεσθαι πεφυκό των; εἰ δὲ καὶ ἑαυτὴν ἐγέννα καὶ εἶναι ἤρχετο, ἀρχομένη δὲ τοῦ εἶναι καὶ γεννητὴ ἦν, πῶς ἔτι ἀγένητος; διὸ οὐκέτι παρ' ἑτέρου τὸν ἔλεγχον τῆς ἀτόπου δόξης αὐτῶν λήψονται, ἀλλ' ἀπὸ τῆς οἰκείας φλυαρίας. πολλά γὰρ φθεγγόμενοι ἑαυτοῖς μαχόμενοι φθέγγονται καὶ οὐκέτι ἀναμένουσιν ὑφ᾽ ἑτέρου ἐρυθριᾶν, ἀλλὰ φλυαροῦντες τοῦτο ἀπὸ τῆς οἰκείας προπε τείας πάσχουσι, τὸ γὰρ δυνάμενον λύεσθαι καὶ λύσιν ἐπιδεχόμενον καὶ δυνάμενον διαφθείρεσθαι πῶς ἂν εἴη ἀγένητον; πῶς ἄν εἴη ἀφ' ἑαυτοῦ ὄν; πῶς οὐκ ἀφ᾽ ἐτέρου ἤρξατο, τοῦ μὲν τοιούτου ἀνωλέθρου καὶ ἀπαθοῦς ὑπάρχοντος, τοῦ δὲ δυναμένου ἀφανίζεσθαι καὶ διαφθείρεσθαι οὐκ ἀφ' ἑαυτοῦ ὄντος; εἰ δὲ διαφθείρεται, ὡς φατέ (τοῦτο γὰρ ὁ ὑμέτερος ὁρίζει λόγος, τὸ καταπίνεσθαι ὁμολογῶν [τὸ] εἶναι ἄλωσιν καὶ φθορὰν τὴν κατά- ποσιν τῶν καταπεπομένων) καὶ ἔστιν ἀλωτὴ καὶ λυτὴ καὶ λυομένη καὶ ἀναλισκομένη, οὐκέτι τὰ τῶν μὴ ἀφανιζομένων ὑποστήσεται, μὴ ἔχουσα δὲ τὴν φύσιν ἀβλαβῆ καὶ ἀνώλεθρον, οὐκέτι ἀγένητος ὑποπτευθήσεται, μὴ οὖσα δὲ ἀγένητος, οὔτε ἄναρχος οὔτε ἀτελεύτητος φανήσεται ἡ κακία, ἄλλοτε μὲν οὐκ οὖσα, ἄρτι δὲ δοκοῦσα μόνον ἐμβομβεῖν. καὶ γὰρ ὅ ἐστιν οὐκ οὐσία ἐστίν, ἀλλὰ νόσημα τι συμβεβηκὸς περὶ τὰς οὐσίας, δυνάμενον τῶν οὐσιῶν καὶ τῶν ὑποστάσεων χωρισθῆναι. ὅτι γὰρ αὐτὸς ὁ ἀπατεὼν ὅπερ ἐστὶ κατὰ πτῶσιν καὶ κατ᾿ ὅλισθον τυγχάνει, τῆς πτώσεως καὶ τοῦ ὀλίσθου μαρτυροῦντος τῇ ὑπεξαιρέσει τῶν προϋπηργμέ νων καλῶν, μαρτυρεῖ μὲν Ησαΐας ὁ προφήτης· "πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωί ἀνατέλλων,᾿ τὴν μὲν τοιάνδε αὐτοῦ κατά- στασιν ἔκπτωτον εἰδώς, τὴν δὲ παλαιὰν θείαν καὶ διαυγεστάτην καὶ ἱεροπρεπεστάτην τυγχάνουσαν, μαρτυρεῖ δὲ καὶ ὁ σωτήρ, ἐν τῷ εὐαγγελίῳ λέγων· “ἰδοὺ ὁρῶ τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ.” εἰ δὲ οὕτως ἐπεφύκει καὶ οὕτως ἦν, οὐκ ἂν πῆ μὲν πτῶσις, πῆ δὲ ἔκπτωσις ἐκαλεῖτο. τὸ γὰρ πίπτον ἀπὸ τινος στάσεως πίπτει, τὸ δὲ ἐκπίπτον ἀπὸ τινος περιουσίας ἐκβαίνει. εἰ δὲ ἐν πεσοῦσι λέγεται, ἦν ποτε ἐν στάσει καὶ ἐδραιότητι τυγχάνων. εἰ δὲ καὶ ἐν τοῖς ἐκπεπτωκόσι κατηγορεῖται, οὐ πένης ἦν, οὐκ Ἶρος ἦν ποτε, ὅτε πολλὴν περιουσίαν εἶχεν, καὶ διὰ τινα νόσον στέρησιν ἐκείνης τῆς περιουσίας ὑπομείνας ἐν πεπτωκόσι κρίνεται; ἀμέλει καὶ τὴν περιουσίαν ἡ γραφὴ ὁμολογεῖ. εἰ γὰρ " πῶς ἐξέπεσεν ὁ ἑωσφόρος," καὶ περιουσία ἦν τὸ ὄνομα καὶ ἐωσφό ρος ὢν αὐτὴν τὴν τοῦ ἑωσφόρου ἐνέργειαν καὶ δύναμιν καὶ περιουσίαν καὶ κτῆσιν εἶχε καὶ ταύτης ἐκπεσὼν ταύτης γέγονε κενός, καὶ πενητεύει μὲν ἐν τῇ περιουσίᾳ τοῦ ἑωσφόρου, ἀλητεύει δὲ καὶ κινδυνεύει, καὶ Ἶρος ὧν καὶ ἔκπτωτος, ὁ πάλαι πολλὴν περιουσίαν ἔχων, εἰ δὲ κατὰ τὸ εὐαγγέλιον τῶν πιπτόντων ἐστὶ καὶ χαμαὶ κειμένων καὶ κυλινδουμένων λοιπὸν ἐν τῷ ἐδάφει, εἰστήκει ποτὲ καὶ ἠδύνατο λέγειν· " ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλήμ," ἠδύνατο ἀκούειν· " στῆτε περιζωσά- μενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ,” καὶ δυνάμενος τοῦτο ἀκούειν οὐκ ἠσφαλίσατο τὸ εἰρημένον λόγιον, " ὁ δοκῶν ἐστάναι βλεπέτω μη πέσῃ," καὶ μηδεμίαν πρὸς τὸ τοιοῦτον πεποιημένος ἀσφάλειαν ἐν τοῖς τοιούτοις σήμερον κυλινδεῖται. τὸ γὰρ ἀεὶ χαμαὶ κείμενον οὐκ ἂν πέσοι (κεῖται γὰρ χαμαί), τὸ δὲ πεπτωκὸς καὶ χαμαὶ γεγονὸς ἀπὸ ἑστηκότων καὶ ἐρ- ηρεισμένων οὐκ ἐπὶ τὸ πεσεῖν ἐλεύσεται, καὶ τὸ ἀεὶ πενητεῦον καὶ οὐδέποτε εἰληφὸς οὐδεμίαν περιουσίαν οὐδέποτε ἐκπεσεῖται· ἀεὶ γὰρ οὐδὲν ἔχει καὶ οὐ δύναται ἐκπεσεῖν, οὐδὲν οὐδέποτε ἐσχηκός. τὸ (δὲ) ἔκπτωσιν ὑπομεῖναν καὶ πεπονθὸς ἀπὸ πολλῆς περιουσίας καὶ ὑπάρξεως τυγχάνει. καὶ τοιοῦτος μὲν ὁ πρῶτος ἔλεγχος.

34

᾿Αλλ' ἐπειδὴ, φασίν, ἔτι προϊοῦσα ἡ κακία καὶ ἑαυτὴν καταπίνουσα καὶ γενομένη πρὸς τῷ φωτὶ ἥρπασεν ἀπὸ τοῦ φωτὸς καὶ κατέπιεν ἀπὸ τοῦ φωτός, φέρε τὴν πρεσβείαν, ἣν ὑπὲρ τοῦ πονηροῦ πεποίηνται κατὰ τῆς ἀληθείας, καταλύσαι μὴ παραιτησώμεθα. ἐπαί- ρουσι γὰρ τῷ λόγῳ τούτῳ τὴν πονηρίαν, εὐτελίζουσι δὲ τὴν ἀλήθειαν, καὶ νεῦρα μὲν διδόασι τῇ πονηρίᾳ, ἄνευρον δὲ τὴν ἀλήθειαν ὑποτίθενται. εἰ γὰρ ἡ μὲν πονηρία ἤρπασε, τὸ δὲ φῶς ἤρπασται καὶ ἀρξόμενον ἔπασχε καὶ πάσχον παθητὸν ἦν, παθητὸς μὲν κατ᾿ αὐτοὺς ὁ θεὸς, ἀπαθὴς δὲ ὁ Σατανᾶς, ὁ μὲν δυνάμενος παθεῖν, ὁ δὲ δυνάμενος δρᾶσαι. τοῦ γὰρ φωτός ὄντος παθητοῦ καὶ αὐτὸς ἂν εἴη παθητός, οὐχ ἔτερος ῶν παρὰ τὸ φῶς, εἴγε ἠδυνήθη παθεῖν καὶ παθεῖν μὴ ἀφ' ἑαυτοῦ, ἀλλ᾽ ὑπὸ τοῦ πολεμίου καὶ μαχομένου, καὶ ἀποστῆναι μὲν ἑαυτοῦ, γενέσθαι δὲ πρὸς τῷ χείρονι. πῶς δὲ καὶ τῶν ἰδίων κεχώρισται ὁ τὴν ἐνωτικὴν φύσιν ἔχων; τὰ γὰρ κατὰ φύσιν πεφυκότα χωρίζεσθαι ἑαυτῶν οὐ πέφυκεν. εἰ δὲ ἀγένητον ἦν τὸ φῶς καὶ ἤνωτο τῷ ἀγενήτῳ, πῶς ποτε χωρισθῆναι δεδύνηται; πῶς δὲ ἀπαλλαγῆναι ἑαυτοῦ καὶ γενέσθαι ἕτερον παρ' ἑαυτό; εἰ γὰρ ὑπηρέτησε πονηρῷ καὶ βεβιασμένον ὑπὸ τῆς πονηρίας λοιπὸν τὰ πονηρίας ὑρεῖτο καὶ ἔπραττε τὰ πονηρίας καὶ ἠγνόει μὲν ἑαυτὸ καὶ οὐκέτι ἑαυτὸ ἐγνώριζεν, ἀλλ' ἐπιλῆσμον ἑαυτοῦ ἐγεγόνει, ᾤετο δὲ ἑαυτὸ τοιοῦτον εἶναι οἷόν ἐστι καὶ τὸ πονηρόν, μαχόμενος φανήσεται ὁ λόγος, τὸ γὰρ ἀγένητον οὔτε ἑαυτὸ ἀγνοεῖ οὔτε ἔσται ἕτερον παρ' ἑαυτό, ἀλλὰ τοιοῦτον διαμένει οἷον ἦν καὶ οὐδέποτε ἑαυτοῦ ἀπαλλαγήσεται, οὐδέποτε τοῦ εἶναι ἀρξάμενον.

35

᾿Αλλ' ἐπειδὴ γραώδη καὶ μυθώδη φθέγγονται, οὔτε ἃ λέ- γουσιν εἰδότες, ἀλλ' ἀφ᾽ ὧν λέγουσι δυσωπούμενοι, καὶ τοῦτο προσγρά- ψωμεν τῷ λόγῳ. εἰ ἠδύνατο τὸ φῶς ἀμειφθῆναι καὶ ἕτερον παρ' ἑαυτὸ γενέσθαι καὶ γενέσθαι πρὸς τῇ πονηρίᾳ καὶ ἑαυτοῦ μὲν ἐπιλαθέσθαι, ποιῆσαι δὲ ὅσα ἡ πονηρία ποιεῖ, ἠδύναντο καὶ οἱ τῆς πονηρίας ἄρχοντες τοῦτο παθεῖν καὶ μᾶλλον μεταβάλλεσθαι ἐπὶ τὸ καλόν. ἰσχυούσης δὲ τῆς μεταβολῆς καὶ δυναμένης τῆς ἀλλοιώσεως, πῶς οὐκ ἄμεινον ἦν τῆς κακῆς μᾶλλον ἐπὶ τὴν ἀρετὴν μεταβληθῆναι ἢ τῆς καλῆς ἐπὶ τὴν κακίαν; πῶς δὲ καὶ ἠνέσχετο ὁ θεὸς καὶ ληφθῆναι τὸ φῶς ἐπέτρεψε; πῶς οὐ κεκώλυκε τὴν ὁρμήν; πῶς τὰ ἴδια οὐκ ἐτήρησε; πῶς δὲ μετὰ τὸ ἀφαιρεθῆ- ναι πρόνοιαν τῶν ἀφαιρεθέντων ποιήσασθαι οὐ βεβούληται; πῶς οὐ προλαβὼν ἐπέσχε τὴν ἐπιχείρησιν; πῶς μᾶλλον ἀνάλωτα οὐ τετήρηκεν, ἀλλὰ ἀλόντα καὶ ληφθέντα βοηθείᾳ οὐ τετίμηκεν; εἰ μὲν εἴασεν, ἵνα τὸ φῶς γενόμενον ἐν τοῖς κακοῖς μεταβάλλῃ τὰ κακά, ὡς δυναμένων μετα- βάλλεσθαι τῶν κακῶν, οὐκέτι τὰ κακὰ φύσει κακά, δυνάμενα μεταβάλ- λεσθαι - ἀπὸ τῶν κακῶν ἐνέχυρον τὴν μεταβολὴν κατὰ τῆς φύσεως λαμβά- νει. εἰ δὲ ἠπίστατο ὅτι οὐ μετεβάλλετο καὶ ὅτι οὐ πέφυκεν ἀλλοιοῦσθαι, πῶς μάτην εἴασε ζημίαν μὲν ὑπομεῖναι τὸ καλόν, κέρδος δὲ μὴ ἀπονεῖμαι τῷ κακῷ; πῶς δὲ αὐτὰ μὲν τὰ κακὰ οὐκ ἀλλοιοῦσθαι οἶδεν, ἑαυτὸν δὲ καὶ τὰ ἑαυτοῦ καλὰ ἀλλοιούμενα παρεῖδεν; ἅτοπος γὰρ ὅρος οὗτος αὐτὸν μὲν εἶναι ἀλλοιωτὸν διὰ τὸ ἀλλοιοῦσθαι τὰ ἑαυτοῦ, μὴ εἶναι δὲ ἀλλοιου- μένην τὴν ὕλην.

36

Καὶ τοιούτου μὲν τοιοῦτος ὁ ἔλεγχος, ἵνα πολλὴν συστεί λωμεν ὁμιλίαν, τὰς προβολὰς αὐτῶν, τὰς μάχας, τὰς μυθοποιΐας ἐκείνας καὶ γιγαντομαχίας σιωπῶντες, ἵνα καὶ τὰ εἰρημένα περὶ τῆς ἀρχῆς τῶν πραγμάτων δίκην ἀφορμῆς τινος εἰρημένα τυγχάνῃ καὶ σπέρμα τῶν ζητήσεων ὑπάρχῃ. ἐξεργασώμεθα δὲ καὶ τὸν περὶ τὸν νόμον, μετρίως εἰς τὸν περὶ τῆς ἀρχῆς κεκινημένοι λόγον. ἀποδέχεσθαι γὰρ νενομί- κασι τὸ εὐαγγέλιον, μέμφεσθαι δὲ ἐσπουδάκασι τῷ νόμῳ καὶ τοῖς προφήταις, καὶ πᾶσαν μὲν διαβεβλήκασι τὴν παλαιάν, τιμῆσαι δὲ ὑπονενοήκασι τὰ εὐαγγέλια, σχηματιζόμενοι μᾶλλον τὴν τῶν εὐαγγελίων τιμήν, ἵνα τὸν σχηματισμὸν δέλεαρ τῶν ἀπατωμένων λάβωσιν, οὐδὲ γὰρ ἐπειδὴ συντέθεινται τοῖς εὐαγγελίοις, τιμᾶν ὁμολογοῦσι τὰ εὐαγ γέλια, ἀλλ᾽ ἐπειδὴ τετίμηται τὸ ὄνομα τοῦ Ἰησοῦ, προσποιοῦνται τὴν τιμὴν, ἵνα τοὺς τιμώντας μεταποιήσωνται, ὡς βούλονται. ἔδει γὰρ αὐτούς, εἴγε τὰ εὐαγγέλια ἐτίμων, μὴ περιτέμνειν τὰ εὐαγγέλια, μὴ μέρη τῶν εὐαγγελίων ἐξυφελεῖν, μὴ ἕτερα προσθεῖναι, μήτε λόγῳ μήτε ἰδίᾳ γνώμῃ τὰ εὐαγγέλια προσγράφειν. † οὐδὲ γλῶσσα ἔχει τὰ εὐαγγέ λια ταῦτα καὶ ἀναγνώσει παραπέμπουσι.† προσγεγραφήκασι γοῦν ὅσα βεβούληνται καὶ ἐξυφείλαντο ὅσα κεκρίκασι καὶ λοιπὸν ὀνόματι καλοῦσι τὸ εὐαγγέλιον τὸ σῶμα τοῦ εὐαγγελίου μὴ τετηρηκότες τὸ σῶμα, ἀλλ' ἕτερον σῶμα γραμμάτων μέχρι τοῦ ὀνόματος τοῦ εὐαγγελίου φθάνον πεποιηκότες ταῖς ἰδίαις βουλήσεσι. μεῖζον γὰρ Ἑλλήνων ἠτιμάκασι τὰ εὐαγγέλια. οἱ μὲν γὰρ οὐ δέχονται καὶ μὴ δεχόμενοι οὐ διαφθείρουσιν, ἀλλὰ μόνον ἀποσείονται, οὐ μὴν καὶ ἐμβατεύουσι τοῖς γράμμασιν, οἱ δὲ εἰληφέναι δοκοῦντες ἐνεβάτευσαν, ἐνεχόρευσαν, ένεκαπήλευσαν τοῖς γράμμασι, καὶ γοήτων ἔργα καὶ πονηρῶν δεδράκασιν. ἐκεῖνοι ἠπίστησαν, ψιλῇ τῇ ἀπιστίᾳ κέχρηνται, ἃ μὴ πιστεύουσι φιλολογῆσαι οὐκ ἠνέσχοντο. οὗτοι ἐν μέσῳ γενόμενοι λύειν τὴν ἁρμονίαν ἐπικεχειρήκασι, καταλύειν τὸν ῥυθμὸν τετολμήκασι τετεχνασμένοις μαθήμασιν, ὑπόθεσιν ἀπάτης τὸ ὄνομα τοῦ εὐαγγελίου παρεσκευακότες, εἰ γὰρ ᾔδεισαν τὸ εὐαγγέλιον, οὐκ ἠγνόουν τὸν νόμον· εἰ δὲ ἠγνόησαν τὸν νόμον, πῶς τὸν Ἰησοῦν παρε- δέξαντο; δίχα γὰρ (τοῦ) νόμου Ἰησοῦς οὐ παραλαμβάνεται. ὁ γὰρ τὸ τέλος ποθῶν τὴν ἀρχὴν περιεργάζεται, ὁ δὲ τὴς ἀρχῆς γενόμενος ὑπερόπ- της κενοπαθεῖ, κενολογεῖ, πρὸς τέλος ἀφήξειν οὐκ ἔχει. εἰ δὲ τέλος νόμου Χριστός, ματαιοπονοῦσι, νόμου μὲν φυγάδες ὄντες, Ἰησοῦν δὲ εἰδέναι ἐπαγγελλόμενοι. εἰ μὴ νόμος λαλήσει, ὁ κύριος οὐκ ἐπιγινώσκεται. ἡ γὰρ σιωπὴ τοῦ νόμου ἄγνοια τοῦ κηρυττομένου, ἡ δὲ τοῦ νομοθέτου μάθη- σις ἐπίγνωσις τοῦ προκάταγγελλομένου. εἰ γὰρ Μωϋσέως ἤκουον, ἐπίστευον εἰς τὸν προεληλυθότα. ἀμέλει οὐδὲ πιστεύεται ὁ ἐγηγερμένος, εἰ μὴ πίστιν ὁ νόμος τοῖς ἀκούουσιν ἐμποιήσει. κἂν γάρ τις λέγῃ '' πέμψον Λάζαρον ἵνα ἀναγγείλῃ τοῖς ἀδελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν ὁδὸν τῆς βασάνου ταύτης," καὶ λέγοντος 'Αβραάμ· " ἔχουσι Μωσέα καὶ τοὺς προφήτας” εἴπῃ· "ἐὰν μὴ τις ἐκ νεκρῶν ἀναστῇ, οὐ μὴ πιστεύσωσι," ἀκούσεται· "εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἤκουσαν, οὐδὲ ἐὰν τις ἐκ νεκρῶν ἀναστῇ, ἀκούσονται.” βαβαί. οὔτε γὰρ ἡ τοῦ ἐγηγερμένου παραγγελία τῇ τοῦ νόμου καὶ τῶν προφητῶν προμηθείᾳ (μάχεται) δορυφορούμενος γὰρ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν ὁ Ἰησοῦς δίχα τῆς συνουσίας αὐτῶν οὐδὲ τοῖς ἀποστόλοις φαίνεσθαι ἠξίωσε, καὶ δυνάμενος ὑπὸ τοῦ πατρὸς μαρτυρεῖσθαι, οὐκ ἠτίμασε τὴν συνουσίαν τῶν ἁγίων, ἀλλὰ ταῖς ὅψεσι τῶν ἀποστόλων πίστιν ἀκριβεστάτην βουλόμενος πα- ρασχέσθαι, ὡς ἀνῆγεν ἐν τῷ ὄρει καὶ μετεμορφοῦτο, ἐδείκνυε Μωϋσέα καὶ Ηλίαν, ἵνα ἡ συνουσία τῆς ἁγιότητος γένηται μαρτυρία καὶ ἵνα ὁ δεχό- μενος τὸν Ἰησοῦν τοὺς συνόντας μὴ ἀτιμάσῃ, ἵνα μὴ τοὺς δορυφόρους καὶ ὑπηρέτας εὐτελίζων αὐτὸν ἀτιμάζων ἢ τὸν βασιλέα. τοσαύτην γοῦν ἐπι- μέλειαν τοῦ νόμου καὶ τῶν προφητῶν πεποίηται ὁ σωτὴρ ὡς μηδὲν ἀτελὲς ποιῆσαι τοῦ νόμου, πάντα δὲ ἀνύειν τὰ γεγραμμένα, βοἂν δὲ· "οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι," εἰσιέναι δὲ ἐν τῷ ἱερῷ καὶ τὰς ἀτόπους οἰκονομίας ἐξωθεῖν, ἵνα τὸν οἶκον καθαρὸν ἀποδοὺς πίστιν ἀκριβεστάτην τῷ πράγματι παράσχῃ ὡς οἰκείων καὶ πατρῴων ἐπιμελό μενος πραγμάτων. βοᾷ γάρ· “ὁ οἶκος τοῦ πατρός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν." καὶ ἐπειδὴ μυρία ἐστὶ τὰ λόγια δυνάμενα δυσωπεῖν τὴν ἄτοπον ἐκείνων δόξαν, ἡμεῖς, ἵνα μὴ λόγοις πλείοσι χρώμενοι εἰς μῆκος ἐξαγάγωμεν τὸν λόγον, τοῖς μὲν ἄλλοις ἐπιτρέψωμεν ταῖς ἀναλογίαις τῶν ῥημάτων χρῆσθαι, ἡμεῖς δὲ συμμέτρως χρησάμενοι πρὸς αὐτὰς τὰς ἀντιθέσεις τῶν λογίων χωρήσωμεν.

37

Τὸ εὐαγγέλιον παραδεχόμενοι τὸν νόμον οὐ παραδέχον ται· οὐδὲ γὰρ οὐδὲ ὁλόκληρον τὸ ἅγιον εὐαγγέλιον παραδέχονται. ἡ γὰρ ἂν καὶ τὸν νόμον ἑλάμβανον, εἰ ὁλόκληρον τὸ εὐαγγέλιον ἐδέχοντο. νῦν δὲ πρῶτον τὸ εὐαγγέλιον καπηλεύσαντες εἰκότως τὸν νόμον οὐ παρα- δέχονται. Ελέγχονται οὖν διὰ τὸ λελῃστευκέναι τὸ εὐαγγέλιον μὴ ἀνεχόμενοι τοῦ νόμου. εἰ δὲ τῷ εὐαγγελίῳ μαρτυροῦσι καὶ οὐ τιμῶσι τὸν νόμον, ἠτιμάκασι τὴν μαρτυρίαν· οὐκέτι γὰρ ἡ ἀτιμία τοῦ νόμου, ἀλλ᾿ ἡ ἀπιστία τοῦ μαρτυροῦντος. καὶ εἰ μὲν ἐν τῶν εὐαγγελίων ἐμαρτύ ρει, ἕτερον δὲ ἐσιώπα καὶ καθ' ἑνὸς μόνου ἐγίγνετο ἡ ἀτιμία, οὐκ ἂν ἐσιώπα τὰ ἄλλα εὐαγγέλια, κοινὴν ἀτιμίαν τὴν τοῦ ἑνὸς ἀτιμίαν ἡγούμε- νοι. εἰ δὲ Μάρκος λέγει· " ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ καθώς γέγραπται ἐν Ησαΐᾳ τῷ προφήτῃ," ὁ δὲ Ματθαῖος " βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ υἱοῦ ᾿Αβραάμ," καὶ ὁ μὲν προπάτορα τῆς κατὰ σάρκα γεννήσεως οἶδε τὸν ᾿Ἀβραὰμ καὶ τιμᾷ τὸν Δαυίδ, (ὁ δὲ) συνάπτει τὸ εὐαγγέλιον τῷ νόμῳ καὶ τοῦ εὐαγγελίου ἀρχὴν τὸν νόμον νενόηκεν, ἀληθεύει ὁ σωτὴρ λέγων· “ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ.” οὐκέτι γὰρ μέχρι τοῦ νόμου ἵσταται ἡ ἀτιμία, ἀλλ' ἐπ' αὐτὸν ἀναβαίνει τὸν σωτῆρα. καὶ οἱ μὲν Ἰουδαῖοι ἀκουέτωσαν· "εἰ Μωσέως ἠκούετε, ἠκούετε ἂν ἐμοῦ· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." οἱ δὲ Μανιχαῖοι ἀκουέτωσαν εἰ τοῦ εὐαγγελίου ἠκούετε, τοῦ νόμου (ἂν) ἠκούετε· περὶ γὰρ τοῦ νόμου τὸ εὐαγγέλιον γεγράφηκεν. ἀλλ' Ἰουδαῖοι μὲν κάλυμμα λαμβάνοντες οὐδὲ τὸν νόμον νενοήκασιν οὐδὲ τὸν καταγγελλόμενον ἐπέγνωσαν, οἱ δὲ αἱρεσιῶται ὀφθαλμοὺς ἔχουσιν οὐ βλέποντας, ὦτα ἔχουσιν οὐκ ἀκούοντα, διὰ τὸ μὴ παρακύψαι εἰς τὰ εὐαγγέλια τῷ νόμῳ ἐμαχέσαντο. ἰδοὺ γὰρ ὁ μὲν Ἰωάννης βοᾷ "ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης, οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός." οἶδε τὸν μάρτυρα καὶ οἶδε τὸν μαρτυρούμενον καὶ τὸν μάρτυρα προγράφει λέγων· “ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου.” οὐκοῦν ὁ Ἰωάννης μαρτυρεῖ καὶ ὁ νόμος μάρτυς. εἰ δὲ καὶ ὁ νόμος μάρτυς, καὶ μαρτυρεῖται ὁ νόμος, ὅρα ἡλίκον ἀτόπημα ἡ περὶ τὰς μαρτυρίας ἀπιστία νομίζει. καὶ τοιαῦτα τούτων φθεγξαμένων οὐδὲ ὁ Λουκᾶς σιωπᾷ. φησὶ γὰρ τὴν αὐτὴν φωνὴν καὶ συνῳδὰ τοῖς ἄλλοις φθέγγεται καὶ διηγεῖται ὅτι ἄρτι μὲν ὁ Γαβριὴλ τῇ Μαρίᾳ φανεὶς ἡφίει οὐράνιον ἀσπασμὸν λέγων· "χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ” ὡς δὲ ἐκείνη ἐπὶ τῷ λόγῳ ἐταράττετο καὶ διελογίζετο ἐν ἑαυτῇ λέγουσα· " ποταπός εἴη ὁ ἀσπασμὸς οὗτος;” ἔλεγε " μὴ φοβοῦ, Μαριάμ· εὖρες γὰρ χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον Δαυίδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.” καὶ τιμᾶται Δαυίδ καὶ πατὴρ ὁμολογεῖται σωτῆρος καὶ μένει ἡ ἀρχὴ καὶ παραδίδοται τῷ κυρίῳ καὶ τέλος οὐ δέχεται, τῆς ἀρχῆς ἐν τῷ ἀτελευτήτῳ σεμνυνομένης.

38

Καὶ ταῦτα μὲν αἱ τῶν εὐαγγελίων ἀρχαί. ἔδει γὰρ ἡμᾶς ἀπὸ τῶν ἀρχῶν τὸν λόγον ὑφᾶναι, ἵν᾿ οὕτω κατόπιν τις βαδίζων τοῦ λόγου καὶ τὴν ἀκολουθίαν καὶ τὴν ἁρμονίαν τῶν λόγων κατανοῇ ἐξ ὅλων τῶν εὐαγγελίων. ἐπειδὴ δὲ καὶ ἡ ἀποστολική διακονία χαρακτήρα σώζει εὐαγγελικόν, καὶ ὁ Παῦλος οἶδε καὶ τὴν διακονίαν ἑαυτοῦ τῶν παθημάτων ἐν μέρει εὐαγγελίου μετρεῖ (φησὶ γὰρ " κατὰ τὸ εὐαγγελιών μου διὰ Ἰησοῦ Χριστοῦ”), ἡμεῖς μηδὲ τὰς ἀρχὰς τοῦ ἀποστόλου παραλείψωμεν, ἀλλὰ κάκείνων εἰς μνήμην ἔλθωμεν, ἵνα πάσας τὰς γραφὰς καὶ ἀρχὰς τῶν γραφῶν παρελθόντες τῇ ὁμοφωνίᾳ τὸν νόμον οἰκονομήσωμεν. γράφων μὲν τοῖς Ἑβραίοις οὕτως λέγει " πολυμερώς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς προφήταις, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.” ἐνταῦθα πατέρα οἶδεν υἱοῦ, καὶ πατέρα ἐπιστάμενος υἱοῦ οὐ μερίζει τὸ πρᾶγμα, οὐ σιωπᾷ περὶ τῶν παλαιῶν, οὐ προφήτας ἐτέρους προσγράφει, ἀλλὰ θεὸν προφητῶν καὶ πατέρα υἱοῦ. καὶ ὁ μὲν Παῦλος οὐ μεμέρικεν οὔτε διεῖλεν, ἀλλ᾿ ὅλον κηρύττει, ὑπ᾿ ἐκείνων μὲν προσκυνηθέντα, τοῦτον δὲ τεκόντα, καὶ τούτου μὲν γεννήτορα, ἐκείνοις δὲ προσκυνηταῖς καὶ ἰκέταις χρησάμενον. οὐ γὰρ εἰσιν ἰκέται οἱ προφήται, τούτου ἐστὶν υἱὸς ὁ Χριστός. εἰ δὲ τὸν υἱὸν τιμᾷς, τοὺς δὲ ἰκέτας διαβάλλεις καὶ λοιδορεῖς, τῷ στόματι φθέγγῃ ὁ βούλει. ὁρᾷς ὅτι ἀγανακτεῖ ὁ υἱός; οὐκ ἀνέχεται πατρὸς ὑβριζομένου. εἰ γὰρ ὁ πατὴρ τὴν τοῦ υἱοῦ ἀτιμίαν ἰδίαν ἀτιμίαν λελόγισται, πόσῳ μᾶλλον ὁ υἱὸς τὴν τοῦ πατρὸς ὕβριν ἰδίαν εὐτέλειαν λογιεῖται;

39

Ἵνα δὲ καὶ κατ᾿ ὀλίγον φοιτώντες κατὰ βραχὺ δυσωπή- σωμεν, οὕτως ἐπιχειρήσωμεν τῷ τόπῳ. εἰ θεοῦ ὁ νόμος, διὰ τἱ οὐ παραδέ χονται τὸν νόμον; εἰ δὲ διαβάλλεις τὸν νόμον, τίνος ῥήματα καὶ φωνὴ ὁ νόμος; τίνος δυνάμει τὰ γεγραμμένα παρὰ τοῦ νόμου λελάληται; ἐνταῦ θα γὰρ αἱ αἱρέσεις διαιροῦνται καὶ οὐκέτι ὅμοια διαλέγονται, ἀλλ' ἑαυταῖς μαχόμενα. καὶ Οὐαλεντινιανοὶ μὲν ὧδε, Μανιχαῖοι ὧδε, ἐτέρωθι δὲ Μαρκίων πτύσματα καὶ οὐ ῥήματα κατὰ τοῦ νόμου μαρτυροῦσι. καὶ Οὐαλεντινιανοὶ μὲν, δίκαιος, φασίν, ἦν ὁ τοῦ νόμου θεὸς καὶ δίκαιος ὧν οὐ πατὴρ ἦν τοῦ υἱοῦ. Ἰησοῦς, φασίν, ἀγαθός· ἀγαθὸς δὲ καὶ ὁ πατήρ, καὶ ὁ μὲν τοῦ υἱοῦ πατὴρ ἀγαθὸς καὶ ἀγαθὸν τὸ γεννώμενον, ὁ δὲ τοῦ νόμου δίκαιος, καὶ τοιαῦτα διαλεγόμενοι, οἴαν σχέσιν τὸ δίκαιον πρὸς τὸ ἀγαθὸν ἔχει οὐ νενοήκασι, καὶ ὅτι εἴ τι δίκαιον, καὶ ἀγαθόν, καὶ εἴ τι ἀγαθόν, καὶ δίκαιον, οὐδ' ἐν φαντασίᾳ εἰλήφασι. μὴ δυνάμενοι δὲ τοιαύτας ἔχειν φαντασίας, τοῦτο μόνον ἐρωτάσθωσαν· εἰ δίκαιος ὁ τοῦ νόμου θεὸς καὶ οὐκ ἔστι πατὴρ τοῦ υἱοῦ, οὐκ ἔστι δίκαιος ὁ Ἰησοῦς· καὶ πῶς τὴν δικαιοσύνην ἀπὸ τοῦ υἱοῦ ἀπαιτοῦμεν; εἰ οὐ γεγέννηται ἀπὸ τοῦ δικαί- ου, πῶς κρίνει; πῶς δικάζει; πῶς τὸ βῆμα ἐγκεχείρισται ἀπὸ τοῦ πατρός; πῶς ἑκάστῳ ἀποδίδωσι πρὸς ἃ ἔπραξε; πῶς ἀληθεύει Παῦλος λέγων· " τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς δὲ ἐξ ἐριθείας πειθομένοις τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν; " λέλυται γὰρ τὰ ῥήματα, εἰ ὁ τοῦ δικαίου ὄρος τῷ υἱῷ οὐκ ἀποδίδοται. εἰ δὲ τιμωρία μὲν κατὰ τῶν ἐπταικότων κεῖ- ται καὶ μέτρον τιμωρίας ἡ τοῦ δικαίου ἐπιστασία γίγνεται, τιμαὶ δὲ καὶ δωρεαὶ τοῖς εὐδοκιμοῦσιν ἀποταμιεύονται καὶ σταθμίζεται ἡ τιμὴ τῇ τοῦ δικαίου ἐπικρίσει, πῶς οὐ διαστέλλονται καὶ συστέλλονται τὴν προπέ τειαν; εἰ δὲ ὁ μονογενὴς μὲν τοιοῦτος, οὐ τοιοῦτος δὲ ὁ πατήρ, οὐκέτι ὅμοιος ἐξ ὁμοίου γεγέννηται, οὐκέτι εἰκὼν τοῦ γεγεννηκότος, οὐκέτι " χαρακτήρ,” οὐκέτι " ἀπαύγασμα," οὐκέτι "ὁ βλέπων τὸν υἱὸν βλέπει τὸν πατέρα," εἴγε μὴ ὅσα ἔχει ὁ υἱὸς ἔχει ὁ πατήρ. καὶ βοᾷ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ· " πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δὲ σὲ ἔγνων.”

40

Τί πράξομεν; νῶτα δῶμεν τῷ ῥήματι τοῦ σωτῆρος; ἀπιστήσομεν τῷ γεγραμμένῳ ἢ τὸ μὲν ῥῆμα θαυμάσομεν (τῆς γὰρ ἀληθείας ἐστὶ ῥῆμα), Οὐαλεντινιανοὺς δὲ ὡς μεμηνότας καὶ δαιμονιῶντας ἔξω τῶν θεοπρεπῶν καὶ ἱερῶν συνεδρίων στήσομεν; ἀλλ' ἐπειδὴ ἄτοπόν τι πάσχομεν τὸν κατὰ τῶν αἰρεσιωτῶν μηκύνοντες λόγον, μὴ ταύτης τῆς ὑποθέσεως ἡμᾶς ἑλκούσης, ἀνακαλεσώμεθα τὸν λόγον καὶ ἐπὶ τὴν ὑπο- κειμένην ὑπόθεσιν χωρήσωμεν, καὶ ταῦτα τοῦ λυσιτελοῦς ἕνεκεν ἐσκεμ- μένοι, ἵνα μήτε οὗτος ὁ λόγος πάντη σεσιωπημένος ἡμῖν ὑπάρχῃ. τριχή γὰρ ἡ πονηρία διῃρημένη κατὰ τοῦ νόμου ἐφθέγξατο καὶ τοσαύταις χρησαμένη διαιρέσεσι, τοσούτοις κέχρηται καὶ τοῖς ὑπηρέταις καὶ προστάταις τῆς βλασφημίας, εἰλημμένη τοὺς ὑπηρετῆσαι δυναμένους, καὶ διὰ τοῦ Οὐαλεντίνου μὲν σμικρύνειν τὸν νόμον καὶ χωρίζειν τὸ εὐαγγέλιον, διὰ δὲ Μαρκίωνος ἐκτρώματός τινος εἶναι τὴν τοῦ νόμου γραφήν, διὰ δὲ Μανιχαίου πονηροῦ τινος, ἀφεγγοῦς, ὅλου σκότους. τοιαῦτα γὰρ πράττει, τοιαῦτα ῥημάτια συντίθησι, κενολεκτεῖ, διὰ συνθέ σεως ῥημάτων καταπλήττων ἀκοὰς ἀγυμνάστους. διὸ τοιαῦτα ἐρωτῆσαι δεῖ· εἰ ὁ πονηρὸς ἐκεῖνος τὸν νόμον ἔγραψεν, ὁ ἀφεγγὴς ἐκεῖνος, καθ' ὅλου καὶ δι᾿ ὅλου σκότος ὤν, πῶς ᾔδει ἔλευσιν Ἰησοῦ; πῶς ᾔδει ἄφιξιν αὐτοῦ; πῶς μήπω τῶν πραγμάτων πεπραγμένων συνῆκεν ἃ ἐβουλεύσατο ὁ θεὸς καὶ προκατήγγειλε καὶ προεδήλωσε; φανεραὶ γὰρ αἱ τοῦ νόμου γραφαὶ ἄνωθεν μαρτυροῦσαι τὴν ἄφιξιν τοῦ υἱοῦ. εἰ μὲν γὰρ ἐροῦσιν, ὁ νόμος οὐκ ἐδήλωσεν οὔτε προφήται προεσήμαναν, κατὰ τῶν προφανών φθεγγόμενοι έλεγχθήσονται, οὐχ ἡμῶν πλεκόντων τὸν ἔλεγχον αὐτῶν, ἀλλ' αὐτῶν τῶν εὐαγγελίων φανερῶς φθεγγομένων καὶ ἄνω καὶ κάτω βοώντων, πῆ μὲν " ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου," πῆ δὲ · οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.” εἰ δὲ ἐκ τού του σαφῶς ἐλεγχόμενοι συντίθενται, τί ἀποκρινοῦνται; εἰ γὰρ " οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ,” ὁ δὲ τὸν νόμον γράφων ᾔδει τὰ ἐν τῷ θεῷ καὶ ἠπίστατο ὅσα ἐβουλεύετο ὁ θεὸς καὶ διὰ τοῦτο γεγρά- φηκεν ἐξ ἐπιστασίας καὶ ἐπιστήμης, ὁ γράφων ἄρα θεοῦ ἦν καὶ θεὸς ἦν καὶ ἐν θεῷ ἦν καὶ διὰ τοῦτο ὅσα ἐβουλεύετο ὁ θεὸς λελάληκε, νοῶν τὰ ἐν τῷ θεῷ καὶ οὐκ ἀγνοῶν. εἰ δὲ τὴν ἡμετέραν καρδίαν οἶδεν οὐδείς, μόνος δὲ οἶδεν ὁ ποιητής, καὶ λανθάνει μὲν ἡ ἡμετέρα καρδία τοὺς ἄλλους, οὐ δύ- ναται δὲ λανθάνειν τὸν θεὸν, ἃ δὲ ἐβούλευετο ὁ θεὸς οὐκ ἠγνόει ἡ πονηρία ἀλλ᾽ ᾔδει, καὶ οὗτος μὲν ἐβουλεύετο, ἐκείνη δὲ ᾔδει, πῶς οὐ μέγα μέγεθος διδόασι τῇ πονηρίᾳ, δυναμένῃ μηδὲ τὴν βουλὴν τοῦ θεοῦ ἀπόκρυφον ἔχειν; πῶς δὲ οὐ διαβάλλουσι τὸν θεὸν μὴ δυνάμενον μήτε πονηρίαν κρύπτειν; καὶ γελῶμεν μὲν τοὺς ἄνδρας, ὅτε τι πράττοντες κατὰ τῶν πολεμίων εὐφώρατον ποιοῦσι τὸ σκέμμα, τοιοῦτον δὲ πλέκοντες λόγον οὐχ ὁρῶσιν ὅτι χλεύην κατὰ τοῦ θεοῦ σκευάζουσιν, ὅτι στρατηγῶν κατὰ τῆς πονη- ρίας ὁ θεὸς τὰ σκέμματα τὰ ἴδια ἀφανῆ οὐ τετήρηκεν, ἄλλ' εἶχεν αὐτὰ εὐφώρατα τῇ πονηρίᾳ γινόμενα. εἰ δὲ καὶ αἱ θεῖαι δυνάμεις καὶ ἀγγελικαὶ οὐ δύνανται νοῆσαι τι βουλεύεται ὁ πατήρ, μόνου νοοῦντος καὶ ἐξηγου- μένου τοῦ υἱοῦ (" θεὸν οὐδεὶς ἐώρακε πώποτε, ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο"), πῶς αἱ πονηραὶ δυνάμεις ᾔδεισαν τὰ ἐν τῷ θεῷ, οὐδὲ τῶν θείων δυνάμεων ταῦτα δυναμένων εἰδέναι, εἰ μὴ παράδοσις μαθημάτων ἐκ τῆς τοῦ μονογενοῦς ἐξηγήσεως παραδοθῇ; ὅτι δὲ αὐτὸς ὁ νόμος πάντα τὰ τῆς ἀφίξεως αὐτοῦ προλαβὼν διηγεῖται – (᾿ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει καὶ τέξεται υἱόν "), ἕτερος δὲ προφήτης τὸν τόπον οὐκ ἀγνοεῖ (" καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἰούδα"), ἕτερος καὶ τὸν ὄρον τῆς θέσεως (" ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ "), ἕτερος δὲ καὶ τὴν εἰς Αἴγυπτον φυγὴν καὶ τὴν ἀπ᾿ Αἰγύπτου ἐπάνοδον (" Αἰγύπτου ἐκάλεσα τὸν υἱὸν μου"), ἄλλος τὴν οἴκησιν τὴν ἐν τῇ νέᾳ ἡλικίᾳ αὐτῷ γενηθεῖσαν (" γῆ Ζαβουλών, γῆ Νεφθαλείμ, ὁδὸν θαλάσ- σης, πέραν τοῦ Ἰορδάνου· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα "), ἕτερος δὲ καὶ τὸν πρόδρομον οὐκ ἀγνοεῖ (" φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ”). καὶ ὅλως εἰ βουληθείη τις ἀναλεγόμενος τὰς ἐκ τοῦ νόμου προφητείας ὅλον τὸ εὐαγγέλιον συνθεῖναι, τὰ ὧδε πεπραγμένα ῥήμασι προφητικοῖς συγγράφων, φανήσεται φιλομαθής τις καὶ φιλόλογος, μὴ δίχα πνεύ ματος ἐξηγούμενος παιδεύματα αὐτοῦ, διδασκαλίας αὐτοῦ, βάπτισμα αὐτοῦ, σημείων ἐπιτελέσεις, τὸ γεγονὸς κρίμα, τὴν προδοσίαν τοῦ Ἰούδα, τὴν ἐπὶ τοῦ ἰκρίου οἰκονομίαν, τὴν χολὴν καὶ τὸ ὅξος τὸ ἐν δίψῃ δεδομένον αὐτῷ, τὴν ταφὴν αὐτὴν καὶ τὸ μνημεῖον, τὴν οἰκονομίαν τὴν ἐν τῷ ᾿Αιδῃ, τὴν ἔγερσιν αὐτήν, τὸ τελευταῖον καὶ τὴν ἀνάληψιν. τότε γὰρ λοιπὸν καὶ βοήσεται· “ ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης." τότε τοῦτο προσθήσει καὶ τὸ γεγραμμένον παρὰ τῷ Δαυίδ· " εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” εἰ οὖν ὁ νόμος οὕτως ἡκρίβωσε τὴν ἄφιξιν τοῦ υἱοῦ καὶ μακρόθεν παρήγγειλεν, οὐκέτι διαβάλλεται, οὐκέτι ἄλλῳ προσγράφεται, ὁ γεννήσας προελάλησεν, ὁ βουλευσάμενος λόγῳ προέλαβε τὰ πράγματα, θεὸς ἐγέννησε, θεὸς λέγει " υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε," θεὸς ἀπέστειλε, θεὸς διὰ Μωσέως ἐλάλησε· " προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, αὐτοῦ ἀκούσεσθε πάντα ὅσα ἐὰν λαλήσῃ ὑμῖν.” ὁ θεὸς ἐβουλεύσατο καὶ βουλευσάμενος οὐκ ἐσιώπησε, τὴν βουλὴν προεμήνυσε, πίστιν ἐμποιῶν διὰ τῶν προμηνυθέντων. " καλεῖται γάρ,” φησί, " τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυ- μαστός, σύμβουλος, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος."

41

Καὶ τοιοῦτος μὲν ὁ τούτων ἔλεγχος. ἐπειδὴ δὲ τῷ πονηρῷ προσγράφουσι τὸν νόμον, τί φήσουσιν, ἐὰν τις αὐτῶν πεύσηται, εἰ ὁ πονηρός πονηρά παραινεῖ καὶ οὐ δύναται μὴ παραινεῖν πονηρά, εἴ ποτε καὶ καλὰ παραινέσει καὶ ἀγαθὰ συμβουλεύσει; εἰ μὲν γὰρ ἐροῦσιν ὅτι πέφυκε καλὰ παραινεῖν καὶ ἀγαθὰ συμβουλεύειν, λύουσι πάλιν τὸν ἑαυτῶν ὄρον· οὐκέτι γὰρ πονηρὸς ὁ μὴ πονηρὰ παραινῶν, οὐκέτι πονηρὸς ὁ ἀγαθὰ συμβουλεύων, εἰ δὲ οὐδεμία προαίρεσις ἀγαθὴ ἀπὸ πονηροῦ προέρχεται, ποίας τάξεως ἐροῦσιν ἐκείνας τὰς παραινέσεις, " οὐ πορνεύ σεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις; " ποίας τάξεως ἐροῦσιν ἐκεῖνο τὸ γεγραμμένον, " οὐ ποιήσεις σεαυτῷ εἴδωλα, οὐ παντὸς ὁμοίωμα, οὔτε ὅσα ἐν τῷ οὐρανῷ οὔτε ὅσα ἐν τῇ γῇ οὔτε ὅσα ἐν τοῖς ὕδασι; " ποίας μερίδος φήσουσι τὰ πράγματα, " οὐκ ἐπιθυμήσεις τοῦ βοὸς τοῦ ἀδελφοῦ σου ἢ τοῦ ὑποζυγίου ἢ τῆς γυναικὸς ἢ παντὸς κτήνους; " εἰ μὲν γὰρ σεμνὰ καὶ θεῖα καὶ ἐράσμια τὰ τοιαῦτα φήσουσιν, ἐντραπή- σονται ὑπὸ τῶν παραινέσεων, τὸ μέγεθος τοῦ συμβεβουλευκότος ήγνοηκό- τες· εἰ δὲ φαΰλα αὐτὰ ἐροῦσι καὶ διαβεβλημένα καὶ φαῦλὸν ἐστι τὸ μὴ πορνεύειν καὶ φαῦλόν ἐστι τὸ μὴ ἐπιθυμεῖν ἀλλοτρίων καὶ τοιαῦτά ἐστι τὰ φαῦλα, σκόπει οἷα νοήσουσιν ἀγαθά, σκόπει ὅτι προαγωγοί εἰσι τῶν ἡδονῶν καὶ πρόξενοι τῶν εἰδώλων καὶ αἰσχρᾶς ἐπιθυμίας εὑρεταί. οἱ γὰρ τὸν νόμον διαβάλλοντες ὑπὲρ ἀνομίας πρεσβεύουσιν. οἱ τὸν νόμον τὸν τὰς 2 ἡδονὰς ἀναιροῦντα, τὸν τὴν ἀπάτην καταλύοντα, τὸν τὴν δεισιδαιμονίαν καταργοῦντα ἐξοστρακίζοντες καὶ ἐξορίζοντες τί ἕτερον ἢ εἰσοικίζουσι τὰς ἡδονὰς καὶ εἰσφέρουσι τὰς ἐπιθυμίας; ἵνα δὲ ἡδονὴ ἀνέδην εἰσβάλλῃ ἐν ταῖς διανοίαις, τὸν νόμον ἀπήλασαν ἐκ τῶν οἰκήσεων, ἵνα μὴ νόμῳ χρησάμενοι ὑπὸ νόμον ἐντραπῶσιν, ἀλλά πως τὸν νόμον ἀποσεισάμενοι πεπραμένας ἑαυτῶν τὰς ἀκοὰς παράσχωνται ταῖς ἐπιθυμίαις. φαίνεται δὲ ὁ νόμος κακίας ἀναιρέτης, οὗτοι δὲ ἀμαθῶς καὶ ἀπαιδεύτως διαβάλλειν τὸν νόμον ἐπικεχειρήκασιν, καὶ ὁ μὲν νόμος κακίαν μισεῖ, οὗτοι δὲ νόμον μισοῦσι. καὶ καταλύει μὲν τὴν δεισιδαιμονίαν ὁ νόμος, οὗτοι δὲ λύειν τὸν νόμον τολμώσιν.

42

'Αντιθώμεν οὖν τὰ πράγματα. εἰ ὁ νόμος κακίᾳ ἀντίκειται, οὗτοι δὲ νόμῳ μάχονται, ἀγανακτοῦσι διὰ κακίαν, ὅτι ὁ νόμος κακίαν δια- βάλλει· μὴ φέροντες γὰρ τὴν τῆς κακίας διαβολήν, τὸν νόμον διαβεβλή- κασιν, ἵνα ἡ κατὰ τῆς κακίας διαβολὴ μὴ ἰσχύσῃ, τοῦ νόμου διαβεβλημέ νου. εἰ ὁ νόμος τὰ εἴδωλα ἀναιρεῖ καὶ τὴν πολυθείαν καταλύει, οὗτοι δὲ ὅπλα κατὰ τοῦ νόμου κεκινήκασιν, εἰκότως πολυθείαν κατήγγειλαν, ἵνα γὰρ ὁ τῆς πολυθεΐας ἰσχύσῃ λόγος, τὸ τοῦ νόμου παρ' αὐτοῖς κεκώλυται παράγγελμα τὸ λέγον· " ἄκουε, Ισραήλ, κύριος ὁ θεός σου κύριος εἰς ἐστι, καὶ ᾿ ἀγαπήσεις κύριον τὸν θεὸν σου," καὶ " μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην προσκυνήσῃς αὐτοῖς." πρὸς ταῦτα τὰ ῥήματα ὅπλα κεκινήκασι, πρὸς ταῦτα τὰ παραγγέλματα τραχυνθέντες ὡς μάχαιραν τὴν γλῶσσαν ἠκόνησαν. διὰ τοῦτο δαιμονῶσι καὶ πάντα τιμῶσι καὶ οὐδὲν ἴσασιν εἰ μὴ πάντα προσκυνεῖν, καὶ ἀεὶ πίπτουσι χαμαὶ καὶ γνώμην οὐκ ἔχουσιν ἐπῃρμένην καὶ πλανῶνται καὶ ῥέμβονται τῇ διανοία. πάντα τεθεοποιήκασιν ἐπ' ἐξουσίας καὶ τὴν πλά- νην ἐσχήκασι. νενικήκασι τοὺς Ἕλληνας, τῷ πλήθει καὶ τῇ κενότητι Ἕλληνες Ἑλλήνων γεγονότες καὶ τῷ μεγέθει τῆς αὐτῶν ἀτοπίας τὰς ἐκείνων ἀμβλύνοντες ἀγνοίας.

43

Ἵνα δὲ μὴ τις ἀπατηλοτάτῃ τέχνῃ χρησάμενος ἐπιτετηδευ μένως λέγῃ· " έσχηματίσατο ὁ νόμος, καὶ ἔνια τῶν καλῶν σεσυληκώς ὡς ἴδια προηνέγκατο, σεμνῦναι τὰς ἑαυτοῦ ἀτοπίας βουλόμενος, καὶ μόρια τῶν καλῶν ἐνέσπειρε, διὰ τῶν μορίων τῶν καλῶν τάλλα κατακρύψαι ἐσπουδακώς," φέρε πρῶτον γυμνάσωμεν, μή τι ἅτοπον παρὰ τῷ νόμῳ φανείη, καὶ οὗτος ἔλεγχος τῆς ἀτοπίας αὐτῶν γιγνέσθω· δεύτερον, εἰ ἕνια τῆς κακίας μέρη ἐπεξελθὼν ἀπεσκέδασεν, ἐλευθέρους τοὺς πιστεύ οντας παντὸς μορίου κακίας ἀποδείξας (οὐκέτι ἐσχηματισμένος ὁ νόμος φανείη, ἀλλ' ἐχθρὸς καὶ τῆς κακίας πολέμιος) τρίτον δέ, εἰ ἔνια τῶν καλῶν περιέσπειρε καὶ οὐ πᾶν εἶδος τῆς ἀρετῆς τοῖς γράμμασι συνῆψεν, ἵνα, εἰ μὲν ἔνια φανείη γεγραφηκώς, πλείονα δὲ ἀπολελοιπώς, ἔχῃ τινὰ δύναμιν ὁ ἔλεγχος. εἰ δὲ ὅλα δι᾿ ὅλου τὰ καλὰ τοῖς γράμμασιν ἐπετέθη τοῦ νόμου, θαυμάσωμεν τὸν νόμον καὶ θεοῦ νόμον ὁμολογήσωμεν καὶ πατρὸς ὁμιλίαν φήσωμεν, τούτους δὲ παραγραψώμεθα, κίβδηλον γνώμην καὶ παρακεχαραγμένην ἐσχηκότας. ὅτι μὲν οὖν οὐδὲ ἓν μόριον κακίας ἐπεσπαρμένον ἔχει οὐδὲ μόριον κακίας ἀφῃρηκὼς ἐτέρου ἐφείσατο, ἀλλὰ καθαρὸς μὲν ὁ νόμος καὶ ἄγιος καὶ θεοῦ νόμος, ὁ Παῦλος βοᾷ· · ὥστε ὁ μὲν νόμος ἄγιος καὶ ἡ ἐντολὴ ἀγία καὶ δικαία καὶ ἀγαθή, καὶ οἴδαμεν γὰρ ὅτι ὁ μὲν νόμος πνευματικός ἐστιν." τὸ γὰρ ἅγιον καὶ πνευματικὸν καὶ ἀγαθὸν πάσης ἀτοπίας ἀπολέλυται καὶ οὐδεμίᾳ αἰτίᾳ ἐνέχεται σεμνύνεται ταῖς ἀρεταῖς καὶ διαλέγεται τῷ θεῷ. ἡ γὰρ πρὸς τὸν θεὸν ὁμιλία ἄλλης μὲν τάξεως οὐκ ἀνέχεται, τῇ δὲ τοῦ πνεύματος ρυθμίζεται ἐπιστασίᾳ. " πνεῦμα γὰρ ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." πνευματικὸς δὲ ὧν ὁ νόμος τὴν πρὸς θεὸν ὁμιλίαν παρασκευάζει καὶ δύναται τὰ μὲν ἄλλα κρῖναι, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται· πόσῳ μᾶλλον ὁ νόμος ὁ πνευματικὸς αὐτὸς μὲν πάντων τῶν ἄλλων τοὺς λόγους ἀνακρῖναι δύναται, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακριθήσεται;

44

Ὅτι δὲ καὶ πᾶν εἶδος κακίας ἀνεῖλε καὶ οὐδὲ ἐν μόριον παρεῖ- δεν, ἀλλ' ἐπεξῆλθε πᾶν εἶδος κακίας ἀναιρῶν (καὶ) ἀνακόπτων, δῆλον ἐκ τῶν περὶ τῆς κακίας ὅρων, τεσσάρων εἰδῶν ὄντων τῆς κακίας, ἀφροσύνης τε καὶ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας. εἰ μὲν τι φαῦλον εἴη ὁ νόμος σεσιωπηκώς, ἀτελὴς ὁ νόμος· εἰ δὲ ἐπεξῆλθε καὶ ἐπεξειργάσατο, πᾶν εἶδος κακίας προαναιρῶν, εἰκότως ἡ κακία συστέλλεται ὑπὸ τοῦ νόμου, μηδὲ λείψανον ἔχειν συγκεχωρημένη. ὅπου γοῦν ἰσχύει νόμος καὶ τῇ πειθοῖ τὰ νεῦρα δίδωσιν, οὐδὲ νοτίδα κακίας ἔστιν εὑρεῖν, ὅπου δὲ ἀτονεῖ, περιέρχεται ἡ πονηρία σκυλεύουσα καὶ κατανεμομένη, ἐπ᾿ ἐξουσίας βαδίζουσα, τῷ ἀφυλάκτῳ τῆς ψυχῆς τὴν ἐξουσίαν εὑραμένη. βοᾷ γὰρ ὁ νόμος· “ εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα.” ὅτε γὰρ πείθει νόμος, ἄνευρα γίνεται τὰ κακά, χαμαὶ κείμενα καὶ μηδὲ ἀντωπῆσαι τῇ ψυχῇ δυνάμενα. εἰ γὰρ " λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρί- βοις μου," πᾶν (το) πρόσκομμα ἀνήρηται, πεφωτισμένης καὶ διαυγοῦς τῆς καρδίας εὑρεθείσης. κἂν γὰρ τὴν νέαν ἐκείνην καὶ ὀλισθηρὰν ἔχῃ ἡλικίαν, φυλακὴν δὲ τῶν ῥημάτων τηρήσῃ, ἀδιάπτωτος διατελῶν βοήσεται· " ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.” δύναμιν δὲ τοῦ μηδέποτε σφάλλεσθαι πορισάμενος ἑαυτῷ τῷ κρύπτειν τὰς τοῦ νόμου μαθήσεις ἐν τῇ διανοίᾳ φησίν· " ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι,” καὶ οὕτω τὸν νόμον ἀντὶ φρουροῦ καὶ φύλακος θέμενος συνήσει πῶς ἔκαστον τῶν εἰδώλων τῆς κακίας ὁ νόμος ἀπελαύνει, ἀπελαύνων μὲν τὴν ἀφροσύνην διὰ τοῦ λέγον τος γράμματος, " μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις," ἐξοστρακίζων δὲ τὴν δειλίαν διὰ τοῦ λέγοντος λογίου, " μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος· μὴ φοβοῦ ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. καὶ φοβοῦ τὸν θεὸν καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.” ἐνταῦθα γὰρ τὴν δειλίαν ἀποσεισάμενος καὶ τὴν ῥώμην ἐνθεὶς καὶ τὴν ἀνδρείαν ἐμβαλὼν βοᾷ· " δίκαιος ὡς λέων πέποιθεν, ὃς οὐ φοβεῖται οὐδὲ καταπτήσσει κτήνος." καὶ τὰ δύο εἴδη τῆς κακίας ἀνῃρη κώς, ἀφροσύνην τε καὶ δειλίαν, συναναιρεῖ καὶ τὴν ἀκολασίαν, λέγων “ οὐ πορνεύσεις, οὐ μοιχεύσεις." ὅπου τὰ πάθη συστέλλεται, χαλινός σωφροσύνης ἐν τῇ διανοίᾳ εὑρίσκεται. καὶ τῶν τριῶν συνανῃρημένων, ἀναιρεῖ καὶ τὴν ἀδικίαν, " οὐ ποιήσεις σεαυτῷ σταθμία μικρὰ καὶ μεγάλα· σταθμία δίκαια καὶ ἴσα ἔστωσάν σοι." καὶ οὕτω τῶν τῆς κακίας γενῶν συνανῃρημένων, καὶ παντὸς εἴδους κακίας ἀνῃρημένου ἡ πονηρία λέλυται, μηκέτι ἐμβατεῦσαι τῇ διανοίᾳ δυναμένη.

45

Ποῖα οὖν εἴδη ἀτοπίας οὐκ ἀνῄρηκεν ὁ νόμος; ποῖα μέρη ἡδονῆς οὐ λέλυκε; ποίας δειλίας; ποίας ἀφροσύνας; οὐκ ἐπὶ τοσοῦτον ἐπεξῆλθε τὴν ἡδονὴν ἀναιρῶν, ὡς καὶ τῶν ὀμμάτων ἐπιμελήσασθαι καὶ τῆς ἀκοῆς μὴ φείσασθαι καὶ τῆς γλώσσης μὴ ἡμεληκέναι; " ἐθέμην γὰρ τοῖς ὀφθαλμοῖς μου φυλακὴν καὶ οὐ μὴ συνήσω ἐπὶ παρθένον.” ὁ ἅγιος μέχρι τῶν ὀμμάτων φθάνει, ἵνα μὴ γαργαλίζουσα τὴν ψυχὴν ἡδονὴ εἰς σκελισμὸν τῆς ἐπιθυμίας ἀναγάγῃ. ἕτερος τῶν ἁγίων ἐβόα· " μὴ περι- βλέπου κάλλος ἀλλότριον," ἵνα μὴ ἡδονὴ μηδὲ τὰ πρόθυρα τῆς ψυχῆς λαβοῦσα ἐλπίδα τῆς εἰσόδου λαμβάνῃ, ἀλλὰ καὶ τῶν θυρῶν ἀπελαθεῖσα ἀνέλπιστον τὴν ἐπιβουλὴν ἔχῃ. φθάνων δὲ καὶ ἐπὶ τὰς ἀκοὰς καὶ εἰς τὰς γλώττας, φρουροὺς καὶ φύλακας καὶ τοῖς μέλεσιν ἐπέθηκε, τόπον ἴδιον μὴ διδούς, ἀλλ' ἐβόα· " θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου,” ἵνα μηδὲ ἄτοπος λόγος δίχα τοῦ ὠφελίμου προεξελθὼν ἡδονῆς δέλεαρ τῷ τὰ αἰσχρὰ φθεγγομένῳ προξενήσῃ. ἐπιμελόμενος δὲ καὶ τῆς ὀσφύος, τοῦ μὴ ὧδε κἀκεῖ σεισθεῖσαν τὴν διά- νοιαν δεσμίαν εἶναι, προενοήσατο παραγγέλλων· " οὕτω φάγεσθε τὸ πάσχα· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι,” ἵνα μηδὲ τὰ μέλη ἄζωστα ἔχοντες τῇ ῥᾳδίᾳ κινήσει κατεπιχειρήσωμεν, ἀλλ᾽ οὕτω διεζωσμένοι τάξιν τὴν πρὸς τὰ πράγματα ἀρίστην εὑρώμεθα, καὶ οὕτω τῶν εἰδῶν τῆς ἡδονῆς προανῃρημένων ἐπεξῆλθε καὶ κατὰ τῶν εἰδῶν τῆς διανοίας καὶ κατὰ τῶν εἰδῶν τῆς ἀδικίας, εἰ γὰρ τὸ τὰ ἑτέρου λαβεῖν καὶ βίᾳ λαβεῖν καὶ ἄκοντος λαβεῖν ἀδικία ἐστί, καὶ τὸ λαβεῖν τὰ ἑτέρου ἢ ἑταίραις διδόναι ἢ ἀσώτως καταδαπανῆσαι εἶδός ἐστιν ἀδικίας, ἄδικός ὁ τὴν τιμὴν τοῦ θεοῦ ἀφαιρῶν, ξύλοις δὲ καὶ δαίμοσιν αὐτὴν ἀποδιδοὺς καὶ καταδαπανῶν τὴν τιμὴν καὶ ἀσωτευόμενος ἐν τῇ διανοίᾳ. οὐδὲ γὰρ οὕτως ἄσωτος ὁ καταδαπανῶν τὴν οὐσίαν ὡς ἄδικος ὁ τὴν μεγάλην περιουσίαν, τὴν τιμὴν τοῦ θεοῦ, ἀπὸ τῆς διανοίας ἐξαφανίζων. ἐφ' ὅσον γὰρ συνέ στηκεν ἡ περιουσία τῆς γνώσεως τῇ ψυχῇ, ἡ πρὸς τὸν θεὸν διάθεσις ἀποδίδοται. ὅταν δὲ πᾶσα καταπονηθῇ καὶ καταναλωθῇ καὶ πτωχεύσῃ, τότε λοιπὸν τὴν ἐκείνου τιμὴν εἰς ξύλα καὶ τέχνην καταφέρει. διὰ τοῦτο καὶ ὁ ἀπόστολος τὴν ἀδικίαν δεισιδαιμονίαν ἐπιστάμενος ἔλεγε " καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία."

46

Ἐπεὶ οὖν τῆς ἀδικίας τὸ χαλεπώτατόν ἐστι μέρος ἡ εἰς θεὸν ἄγνοια, βραχυτέρα δὲ ἐστιν ἡ εἰς ἀνθρώπους πλημμέλεια καὶ εἰς δύο διαιρεῖται ἡ ἀδικία, εἴς τε τὴν εἰς θεὸν ἄγνοιαν καὶ τὴν εἰς ἀνθρώπους πλημμέλειαν, γραφόμενος ὁ νόμος ἀμφοτέρων ἤρξατο. καὶ πρῶτον μὲν βοᾷ· “οὐ ποιήσεις σεαυτῷ εἴδωλα παντὸς ὁμοίωμα,” ἵνα μὴ τὴν τοῦ πεποιηκότος τιμὴν κατασωτευόμενος πᾶσαν ἄρδην διαφθείρῃς. ἐχαλέ παινε δὲ εἰκότως καὶ περὶ τοῦ λαοῦ, ὅτε μοσχοποιήσας ἐβόα· " οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου.” ἐπειδὴ γὰρ τὰς τοῦ εὐεργέτου δωρεὰς τῷ μὴ δυναμένῳ κινηθήναι προαπένειμαν καὶ ἦν ἀδικία χαλεπωτάτη τὴν περιουσίαν τῆς εὐεργεσίας τοῦ πεποιηκότος τέχνῃ καὶ γλύμματι ἀποδιδόναι, καὶ ἡ ἀλήθεια κεκίνηται καὶ ὁ νόμος γέγραπται καὶ ἡ ἀδικία κεκώλυται καὶ ὁ μανθάνων ἐπαιδεύετο καὶ οὕτω τοῦ θυμοῦ τῆς ἀδικίας προαναιρουμένου καὶ τὴν πρὸς ἄνθρωπον ἀδικίαν συνανεῖλεν. καὶ πρῶτον μὲν ἔρωτα χρημάτων ἐγγενέσθαι τῇ ψυχῇ οὐ βεβούληται, ἐπεὶ ἔρως χρημάτων τίκτει τὰς ἀδικίας καὶ ἡ πρὸς τὰ χρήματα ἐπιθυμία γεννᾷ τὰς πλεονεξίας. "ἡ γὰρ ρίζα τῶν κακῶν ἐστιν ἡ φιλαργυρία,” ἔσονται δὲ κλάδοι καὶ κλῶνες τῆς φιλοχρηματίας αἱ ἀδικίαι, (καὶ) αἱ πλεονεξίαι. καὶ ἐπειδὴ ἀπὸ φιλοχρηματίας ἄρχεται ἡ πλεονεξία καὶ ἀδικία, προκαταλαμβάνει, προαναιρεῖ, προαπαγγέλλει " πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν,” ἵνα μὴ τῷ ῥεύματι τῶν χρη- μάτων συρρέουσαν τὴν διάνοιαν τῷ ῥευστῷ χρήματι λαμβάνῃ. εἰ γὰρ ῥεῖ τὰ χρήματα καὶ στάσιν οὐκ ἔχει, εἰκότως ἀνθίσταται ἡ γνώμη, τὴν οἰκείαν στάσιν τῷ ῥευστῷ χρήματι μὴ διαφθείρουσα. καὶ ἐπειδὴ πῆ μὲν ἡ φιλοχρηματία λυπεῖ, πῆ δὲ φιλοδοξία συλῶσα τὴν διάνοιαν τῷ νέῳ καὶ ἀνθηρῷ . . . τῆς δόξης, ἐσχεδίασε καὶ τοῦτο τὸ πάθος (" εἶδον τὸν ἀσεβή ἐπαιρόμενον καὶ ὑπερυψούμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλ- θον, καὶ ἰδοὺ οὐκ ἦν "), ἵνα μηδεμιᾷ ἀκμῇ ῥᾳδίως μαραινομένῃ ὑπηγμένη ἡ διάνοια τὸ ἑαυτῆς μέγεθος πιπράσκῃ, ἀλλ᾽ ὑπερκύπτουσα ταῦτα τοῦ ἔρωτος τῆς ἀληθείας ἔχηται. καὶ διὰ τοῦτο τὴν συμμετρίαν τιμᾷ καὶ τὴν ἀδικίαν ἐξωθεῖ καὶ τὰ θεῖα οἰκητήρια ἀποδίδωσι τοῖς τὴν συμμετρίαν τετηρηκόσι καὶ οὕτω βοᾷ " κύριε, τις παροικήσει ἐν τῷ σκηνώματί σου ἢ τις κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ," ἵνα πᾶν εἶδος φιλοχρη ματίας ἐξορίσας τόπον τῇ ἀδικίᾳ μὴ παρέχῃ. καὶ οὕτω πᾶν εἶδος ἐπεξελθὼν ἀνεῖλεν ὁ νόμος. διὰ τοῦτο ὁ κατὰ νόμον φθεγγόμενος ὑπὲρ ἀληθείας φθέγγεται, διὰ τοῦτο οἱ τῆς ἀληθείας ἐργάται οὐκ ἀγανακτοῦσι τῷ νόμῳ κατὰ κακίας φθεγγομένῳ. ἐλάλει ποτέ κατὰ φιλοχρηματίας ὁ σωτήρ, ἐτραχύνοντο οἱ Ἰουδαῖοι· ἡ γὰρ φιλία τῶν χρημάτων τραχύ τητα κατὰ τοῦ λέγοντος εἰργάζετο. ἀμέλει ὅταν παιδαγωγός ῥᾳθύμῳ παιδὶ περὶ ῥαθυμίας διαλέγηται, μισεῖται παρὰ τοῦ παιδαγωγουμένου πᾶς γὰρ ὁ τῆς νέας ἡλικίας τὸ πάθος ἐκκόπτων μισεῖται διὰ τὴν φιλίαν τῶν ἡδονῶν, διὰ τοῦτο μεμίσηται παρὰ τῶν αἰρεσιωτῶν ὁ νόμος· ἐπεὶ κατὰ τῶν παθῶν ἐχώρει, κατὰ τῶν ἁμαρτημάτων ἐβάδιζε, κατὰ τῶν φιλουμένων διελέγετο, οὐκ ἤνεγκαν τὸ πρᾶγμα.

47

Ἵνα δὲ ἔτι μεγαλοπρεπέστατοι γένωνται ἡμῖν οἱ λόγοι καὶ φανῇ ἡ τῶν αἰρέσεων ἀτοπία κατὰ τοῦ νόμου ἀδίκως βεβαδικυῖα, μὴ μόνον ὅτι πᾶν εἶδος κακίας ἀνεῖλεν ὁ νόμος προσγράφωμεν τῷ λόγῳ, ἀλλ᾽ ὅτι καὶ πᾶν εἶδος ἀρετῆς ὑφηγεῖται καὶ ἐξηγεῖται προσαποδώμεν τῇ ὁμιλίᾳ. εἰ μὲν γὰρ τὰς κακίας πάσας ἀνεῖλεν ὁ νόμος, οὐ πάσας δὲ τὰς ἀρετὰς ἐνέθηκεν, ἐνέλιπεν ὁ νόμος, λειπόμενος τὴν τῶν ἀρετῶν κατα- σκευὴν καὶ τὰς μὲν κακίας πάσας ἐξορίσας, μηκέτι δὲ τὰς ἀρετὰς πάσας τῇ ψυχῇ μνηστευόμενος. ἐὰν δὲ παρὰ τοῦ λόγου φανῇ ὅτι παρὰ τῷ νόμῳ καὶ τοῖς προφήταις πᾶσαι κεῖνται αἱ ἀρεταί, πῶς οὐ θαυμάζειν δεῖ καὶ ἀποδέχεσθαι τὸν τοῦ θεοῦ νόμον; τεττάρων γὰρ οὐσῶν τῶν ἀρετῶν, φρονήσεως καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ δικαιοσύνης, ὅλαι παρὰ τῷ νόμῳ φαίνονται αἱ ἀρεταί. διὰ τοῦτο ὁ βουλόμενος εἶναι σώφρων ἔχει τὰ μαθήματα. ὁ σπεύδων εἶναι φρόνιμος, τὰς ἀφορμὰς τοῦ νόμου λαβών, ἀριστεύσει ἐν τῷ πράγματι. ὁ βουλόμενος εἶναι ἀνδρεῖος ἀλειφέσθω ταῖς παραγγελίαις. ὁ σπουδάζων δικαιοσύνης ἄψασθαι τὸ στάθμιον τῆς δικαιοσύνης κρατείτω καὶ οὐδὲν ἄνισον πράξει, σταθμῷ δικαιοσύνης τὰ πάντα πράττων, καὶ φρονήσεως μὲν ἐν μεθέξει γιγνόμενος λεγέτω * ὁ θεὸς ἐδίδαξέ με σοφίαν καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί,” ἵνα τὴν πεπλασμένην ταύτην καὶ πεπλανημένην ἐξωθήσας, τὴν ἀρίστην καὶ θείαν ἀσπάσηται. σωφροσύνης δὲ ὑποδείγματα μυρία ζητήσας εὑρή- σει ὁ ἀναγινώσκων, τὰ ὑποδείγματα ἐκτυπῶν καὶ ἄλειμμα σωφροσύνης τὰ παλαιὰ ὑποδείγματα δεχόμενος, τὸν νεανίαν ἐκεῖνον τὸν ἀκμαῖον τὸν ὑπὸ τῶν ἀδελφῶν δεδομένον καὶ ὑπὸ τοῦ Αἰγυπτίου ἐωνημένον, τὸν τὴν ἐλευθε ρίαν τοῦ σώματος μεταβαλόντα, ἀμετάβλητον δὲ τὴν ἐλευθερίαν τῆς ψυ- χῆς διατετηρηκότα, τὸν ἀποδυσάμενον τὰ ἱμάτια, ἵνα μὴ τὴν σωφροσύνην ἀποδύσηται, τὸν βίᾳ μὲν τὰ ἱμάτια ἀφαιρεθέντα, ἐξ ἀνάγκης δὲ σωφρο- σύνης μὴ ἀποσπασθέντα, τὸν παθεῖν ἑλάμενον, ἵνα μὴ τῷ πάθει τῆς ἡδονῆς ὑποπέσῃ, τὸν ἀντὶ πάθους τῆς ἡδονῆς ἐν τάξει τῶν δεσμίων γεγονότα, τὸν ἑλάμενον δεσμώτην εἶναι, ἵνα μὴ δέσμιος τῆς ἡδονῆς εὑρεθῇ, τὸν τὸν φθόνον τῆς αἰσχρᾶς πράξεως προκρίναντα, τὸν νομισθῆναι καὶ μὴ εἶναι βουληθέντα· κάλλιον γὰρ ἐλογίσατο τὸ νομισθῆναι αἰσχρὸν ἢ εἶναι καὶ λανθάνειν· γινόμενος γὰρ καὶ λανθάνων ἐδεδίει μάρτυρα τὸν θεόν, νομισ- θεὶς δὲ ἠρκεῖτο τῷ ἐπόπτῃ μαρτυροῦντι τοῖς γιγνομένοις. καὶ τῆς μὲν σωφροσύνης ὑπόδειγμα τοῦτο, τῆς δὲ ἀνδρείας πολλὰ μὲν καὶ ἄλλα, ἱκανὸν δὲ τὸ τῆς Ἰουδίθ, ὅτι γύναιον ἦν καὶ ἀσθενὲς ἦν καὶ ἄτολμον ἦν, ἐπεὶ γύναιον ἦν, εὔτολμον δὲ καὶ ἀνδρεῖον, ἐπεὶ πιστὸν ἦν, ὅτι τὰ ἀδύνατα ταῖς προσδοκίαις τῶν ἀνθρώπων δυνατὰ τῇ ἀνδρείᾳ ἀποδέδωκεν, ὅτι τὰ ἀπροσδόκητα εἰς πίστιν καὶ ἐλπίδα ἤγαγεν, ἀνδρείᾳ πίστει κεκρατη- κυῖα. τὰ γὰρ τειχία ἀνεώγνυντο καὶ ἐξῄει ἡ νεᾶνις καὶ μετὰ παιδίσκης μόνης ἐξῄει, οὐ τὸ ὕποπτον τοῦ κάλλους δειλιῶσα, οὐ τὰ ξίφη εὐλαβουμένη, οὐ φοβηθεῖσα μὴ λαγνεύσῃ, μὴ βίᾳ ἀκολασίαν ὑπομείνῃ, οὐ δειλιῶσα μή τι ἀπὸ ξίφους ἐξαπίναιον πάθῃ, ἀλλὰ τὸ μὲν φοβερὸν τοῦ ξίφους τῇ ἀνδρείᾳ νικῶσα, τὸ δὲ κάλλος τῷ θεῷ παρατιθεμένη. ἀξιόπιστον γὰρ τὸν θεὸν φύλακα ἡγεῖτο τοῦ κάλλους, φρύγανα δὲ καὶ παπύρων ἥττονα τὰ ξίφη ελογίζετο, πεπατηκυία τῷ φρονήματι τῆς ἀνδρείας τὴν δειλίαν. καὶ παρῆλθεν ἡ γυνὴ καὶ τολμηρὸν οὐκ ἐκρίθη οὐδὲ τραχύτητος ἔγκλημα ὑπέμεινεν. οὔτε γὰρ ἀτελῆ τὰ κριθέντα, ἵνα τραχύτητος ἐγκληθῇ. πεπε ραίωκε τὰ βεβουλευμένα. εἰς πέρας ἤχθη τὰ ἐσκεμμένα. διὰ τοῦτο θαυ- μάζεται, ὅτι φρόνησιν ἀνδρείᾳ ἔμιξεν, ὅτι ὅσα ἐβουλεύσατο εἰς πέρας ἠγάγετο, καὶ τῆς ἀνδρείας ταύτης ὑπόδειγμα λαβόντες, καὶ τῆς δικαι- οσύνης ληψόμεθα, ὅταν ἀμύνηται μὲν 'Αβραὰμ καὶ ὑπερμαχήσηται τῶν ἀδικουμένων καὶ βοηθήσας ἀκούσῃ παρὰ τῶν ἐλευθερωθέντων, "λαβὲ τὴν ἵππον καὶ πάντα σεαυτῷ,” καὶ ταῦτα ἀκούων μὴ πρὸς τὸν χρηματισμὸν βλέπων, ἀλλὰ πρὸς τὸ δίκαιον ἀτενίζων καὶ συγγινώσκων ὅτι δωρεάν ἔλαβε καί πως πωλῆσαι τὴν δωρεὰν οὐκ ὀφείλει, ὅτι χάρις πιπράσκεσθαι οὐκ ἀνέχεται, ὅτι ἄδικοι οἱ τὰς δωρεὰς ἀποδεδομένοι εἰσὶν, ὅτι οὐ δικαίως (ὡς) τὰ ὤνια καὶ τὰς εὐεργεσίας πωλεῖ (τις). ἱμάτιον καὶ κειμήλιον ἐπ' ἀγοραῖς πιπρασκέσθω, ἄπρατος δὲ ἡ εὐεργεσία μενέτω τῷ μεγαλοψύχω τῆς διανοίας προῖκα τῷ δεομένῳ διδομένη.

48

Καὶ τοιοῦτον ἔχομεν τῆς διανοίας ὑπόδειγμα, ὅτι τὰς δωρεὰς καὶ τὰς εὐεργεσίας μεγάλου χρήματος πιπράσκεσθαι οὐ δεῖ, ἀλλὰ τηρεῖν τὴν ἐκάστου τιμήν, μὴ προδιαφθειρόμενον τῇ δόσει τῶν χρημάτων. καὶ ταῦτα μὲν οὕτως ἐπεξελθόντες κατεσκευάσαμεν ὅτι πάντα ἐν νόμῳ κεῖται, καὶ κακίας ἀναίρεσις καὶ ἀρετῆς κατόρθωσις. καὶ τούτων ὄντων ἱκανῶν πρὸς ἐντροπὴν καὶ δυσώπησιν, καὶ τι ὅμοιον ἀποδίδομεν, εἰ γὰρ τὰ εὐαγγέλια ἦν, καὶ ὁ νόμος ἦν. εἰ δὲ μηδὲν εἶχεν ὁ νόμος ἴσον τοῦ εὐαγγελίου, τοῦ ἀνομοίου ἡ κατηγορία ἦν. εἰ δὲ ὁμοιότης ἐστί, τί ἐπὶ τῆς ὁμοιότητος διαφερόμεθα, τῆς ὁμοιότητος διαφέρεσθαι μὴ ἀνεχομένης; βοᾷ ὁ χαρακτήρ τὴν συγγένειαν, ἡ ὁμοιότης τὴν ἀδελφότητα σημαίνει. πρὸς ἕνα τῶν ἄλλων ἁπάντων αἴτιον, πατέρα δὲ τοῦ σωτῆρος ἐφέλκουσι τὴν διάνοιαν. εἶπεν ὁ νόμος· " ἄκουε, Ισραήλ, κύριος ὁ θεός σου κύριος εἰς ἐστιν." εἶπε τὸ εὐαγγέλιον· " οὐδεὶς ἀγαθὸς εἰ μὴ εἰς ὁ θεός.” ἐβόησεν ὁ Παῦλος· “εἰς θεός, ἐξ οὗ τὰ πάντα.” καὶ νενόηται ὁ ἀγέννητος καὶ ἀπάτωρ ἐκ νόμου καὶ σωτῆρος καὶ τοῦ ἀποστόλου. γέννημα δὲ οὖν καὶ γέννημα ἐκ κόλπων καὶ υἱὸς τοῦ γεγεννηκότος. καὶ συνῳδὰ πάλιν τὰ γράμματα. " ἐκ γαστρὸς πρὸ ἐωσφόρου ἐγέννησά σε," ὁ νόμος λέγει· * ὁ μονογενής θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς, ἐκεῖνος ἐξηγήσατο," τὰ εὐαγγέλια διηγοῦνται. κόλπος ἀπὸ τῶν εὐαγγελίων καὶ γαστήρ ἀπὸ τοῦ νόμου λελάληται. καὶ υἱὸς γνήσιος, ὅμοιος τοῦ γεγεννηκότος, ἐκ γαστρὸς καὶ κόλπων καταγγέλλεται. καὶ μαρτυρεῖ μὲν ἡ τοῦ εὐαγγελίου φωνή· “οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ἐγὼ εὐδόκησα," μαρτυρεῖ δὲ καὶ ὁ ψαλμῳδός· “υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.” καὶ μία φωνὴ καὶ τότε καὶ νῦν προσενεχθεῖσα καὶ εἰς ὁ λαλήσας, φθεγξά- μενος μὲν τότε, ἄρτι δὲ ὡμιληκώς, καὶ οὐκ ἐναλλάττεται ὁ εἰρηκώς. ὀψὲ γάρ ποτε τὴν τοιαύτην ἀφεὶς φωνήν, ἤδη προφθάσας καὶ προειρηκὼς ἐν τοῖς ψαλμοῖς ηὑρίσκετο. καὶ παραγγελία μὲν ἀπὸ τοῦ πατρὸς πρὸς τὰς θείας δυνάμεις ὑπηρετεῖν τῷ υἱῷ καὶ τὸ σέβας καὶ τὴν προσκύνησιν αὐτῷ ἀποδιδόναι (γέγραπται γάρ· · καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ,") συγκεχώρηκε δὲ τῇ παραγγελίᾳ ὁ Παῦλος, μᾶλλον δὲ ταύτην ἐπεξεργάζεται καὶ διερμηνεύει καὶ σπουδάζει τοῦ προειρημένου καὶ προγεγραμμένου γίνεσθαι έρμηνεύς. ὅταν γὰρ εἰσάγῃ τὸν πρωτό- τοκον εἰς τὴν οἰκουμένην λέγει· " καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.” καὶ ὄψει τὸν ἀπόστολον ἐσπουδακότα ἐρμηνεύειν τὰ παλαιά, διηγεῖσθαι τὰ ἐν τῷ νόμῳ μὴ ἀμελοῦντα, ἀλλά ποτε μὲν λέγοντα· "πάντα (ὑπέταξεν) ὑποκάτω τῶν ποδῶν αὐτοῦ,” εὐθὺς δὲ ἐπεξ ηγούμενον· " ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον, ἵνα ἡ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι,” ποτὲ δὲ λέγοντα· " ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ. τὸ μυστήριον τοῦτο μέγα ἐστίν. ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.” καὶ ἐρμηνεῖς μὲν οἱ ἀπόστολοι τῶν παλαιῶν, σύμφωνα δὲ τὰ παλαιὰ τοῖς νέοις. ἀλλ᾽ ὅσοι μὲν ἀπόστολοι ἐρμηνεύουσιν, ὅσοι δὲ οὐκ ἀπόστολοι διαβάλλουσι. μὴ ποιοῦντες γὰρ ὁ ποιοῦσιν οἱ ἀπόστολοι, ἀλλὰ μαχόμε νοι τῷ ὑπ᾽ ἐκείνων γεγραμμένῳ, ψεύδονται τὴν ἀποστολήν, ψευδοπροφή ται ὄντες. ἰδοὺ γὰρ οἱ τῆς ἀληθείας εἰσηγηταὶ τὸν νόμον τετιμηκότες τὸν νόμον ἐξηγήσαντο. οὗτοι δὲ τὸν νόμον διαβεβληκότες τῷ νόμῳ διαπληκ τίζονται καὶ πρὸς τοὺς ἐξηγησαμένους τὸν νόμον (ἐρίζουσιν). καὶ ἴσην μὲν οἱ ἀπόστολοι τὴν ὁμοιότητα τοῦ εὐαγγελίου καὶ τοῦ νόμου γινώσκουσι καὶ τὸν νόμον λαβόντες τὸ εὐαγγέλιον βλέπουσι καὶ εἰς τὸ εὐαγγέλιον παρακύπτοντες τὸν νόμον οὐκ ἀναιροῦσιν, οὗτοι δὲ τὰ ὅμοια ἀεὶ ἀνόμοια ἡγησάμενοι καὶ τὰ φίλα ἑαυτοῖς καὶ ἀδελφὰ ἄφιλα καὶ ἄσπονδα ὁμο- λογοῦντες, κακίας μὲν ἔλεγχον οὐ φεύγουσι, διιστᾶν δὲ καὶ διαιρεῖν τὰ ὅμοια ἐσπουδακότες, μὴ δυνάμενοι δὲ διαιρεῖν, ἐπεὶ οὐκ ἀνέχεται ὁ νόμος τοῦ εὐαγγελίου διαιρεῖσθαι, τῆς βασκανίας ἑαυτῶν τὴν ἐπιτιμίαν ἐκαρ- πώσαντο. ἰδοὺ γὰρ ὅσα περὶ πατρὸς ἐν νόμῳ, ταῦτα καὶ ἐν τοῖς εὐαγ γελίοις κεῖται. ὅσα περὶ υἱοῦ, ταῦτα ἐν ἀμφοτέροις εἴρηται. ὅσα περὶ πνεύματος ἁγίου, ταῦτα ἐν ἀμφοτέροις εὐρεῖν δυνησόμεθα, οὐδὲ ὁπότερον γὰρ γράμμα τοῦ πνεύματος τοῦ ἁγίου ἀμνημονεῖ, ἀλλ' ἐν μὲν τῷ εὐαγ γελίῳ ἡ δωρεά, ἐκεῖ δὲ καὶ ἡ αἴτησις, καὶ ποτε μὲν λέγει ὁ Δαυίδ· "τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ,” ποτὲ δὲ τὸ εὐαγγέλιον· " λάβετε πνεῦμα ἅγιον," ἵν᾿ ὁ μὲν ἔχει μὴ ἀφαιρεθῇ, ὁ δὲ χαρίζεται οὕτως ἔχῃ λαβών. καὶ τῇ συνουσίᾳ τοῦ ἁγίου πνεύματος τιμώνται αἱ ψυχαί, μήτε ἀποσπώμεναι τῆς συνουσίας μήτε δίχα τῆς συνουσίας διατε- λοῦσαι. καὶ δυνήσεταί τις περὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων ἐξουσιῶν καὶ περὶ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἄλλων δημιουργημάτων ἐπεξεργασάμενος τὴν ὁμοιότητα ἐκ τε τοῦ νόμου καὶ τοῦ εὐαγγελίου θεωρῆσαι καὶ οὕτω κατιχνεύων μέχρι τοῦ ἐλαχίστου φθάσαι.

49

Ἡμεῖς δὲ τὸν τηλικοῦτον ὄγκον παραιτούμεθα, μόνον τῇ ὑποθέσει χρησάμενοι καὶ τοὺς φιλομαθεῖς ἐκκαλούμενοι τῆς ὑποθέσεως ἀψαμένους ἐπὶ πάντα τὰ θεωρήματα χωρεῖν. ὅπερ δὲ μετά τινος κατη- γορίας καταιτιῶνται οἱ αἱρεσιῶται, τοῦτο μόνον προσγράψομεν τῷ λόγῳ, ἵνα καὶ τὴν αἰτίαν ἐκείνων λύσωμεν καὶ τοῦ νόμου τὰς διαθέσεις κατοπτεύ σωμεν. εἰ γὰρ ἐκεῖνοι τὴν αἰτίαν τῶν γραμμάτων ἀναγινώσκοντες ὑβριστικῷ στόματι κέχρηνται, ἀλλ᾽ ἡμεῖς καὶ τῇ ὁμοιότητι δυσωπή- σωμεν αὐτῶν τὴν ἄνοιαν καὶ τὴν αἰτίαν παραθέσθαι μὴ παραιτησώμεθα. ἐγκαλοῦσι γὰρ τῷ παλαιῷ νόμῳ ὡς τραχεῖ καὶ ἀπηνεῖ, ἐγκαλοῦσι καὶ τοῖς παλαιοῖς ὑπηρέταις ὡς αὐστηροτέροις καὶ μᾶλλον πρὸς τὴν ἐπιτιμίαν ῥέπουσι καὶ στοργῆς ἐλέους ἀπηλλαγμένοις, μὴ νοοῦντες τὸ γεγραμμένον· · ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, κύριε,” μήτε εἰδότες ὅτι ἡ τελειότης τῆς οἰκονομίας ἐξ ἐλέους καὶ ἐπιτιμίας ἤρτηται, καὶ διὰ τοῦτο ἀμβλυωποῦντες σιωπῶσι τοὺς οἰκτιρμοὺς τοῦ νόμου, μᾶλλον δὲ τῶν ἐπιτιμήσεων μνημονεύ- ουσι καὶ ἄνω καὶ κάτω βοῶσιν. " οὐχ ὁρᾶτε," φησίν, "ἵνα παιδία λοιδορή- σωσι τὸν Ἐλισσαῖον, κατηρᾶτο καὶ δυσὶν ἄρκοις ἔκδοτα παρεδίδου τὰ νήπια, βορὰν καὶ θοίνην παρεσκευακώς ταῖς ἄρκοις τὰ παιδία, οὐχ ὁρᾶτε," φησίν, "ἵνα τινὲς ἄκοντες στρατιῶται ἀπὸ τοῦ ἐπιτάττοντος ἀποσταλῶσι καλέσαι τὸν Ηλίαν, βαδίσαι μὲν ὤκνησε καὶ φθάσαι παρῃτήσατο, πῦρ δὲ κατήνεγκε καὶ τοὺς ἄνδρας ἐδαπάνα καὶ ἀνήλισκε, λέγων· εἰ ἄνθρωπος τοῦ θεοῦ εἰμι ἐγώ, καταβήσεται πῦρ ἀπὸ τοῦ οὐρανοῦ καὶ καταφάγεταὶ σε καὶ τοὺς πεντήκοντά σου." καὶ ἐπειδὴ τοιαύτας αἰτίας καὶ τοιαύτας ἐπιτιμίας ἐν τάξει πονηρίας καὶ κακίας τίθενται, τί ἐροῦσι περὶ Παύλου; ὅτι ποτέ διαλεγομένου Βαριησοῦ τῷ μάγῳ ἐπὶ Σεργίου Παύλου ἀνθυπάτου, ὡς κακοτεχνίᾳ τοῦ λόγου στρεφομένην τὴν διάνοιαν τῶν παιδευομένων ἑώρα, οὐκ ἤνεγκεν, ἐπετίμησε, στέρησιν τῶν ὀφθαλμῶν εἰργάσατο, ἐβόησεν· " ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; καὶ ἰδοὺ χεὶρ κυρίου ἐπὶ σε καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ." τι δὲ ἐροῦσι περὶ τοῦ Πέτρου; ὅτε ᾿Ανανίας καὶ Σάπφειρα πωλήσαντες κτημάτια ένοσφίσαντο μέρος, μέρος δὲ κεκομίκασιν, ὅτι κρίνας καὶ ἐλέγξας τὸν μὲν ᾿Ανανίαν νεκρὸν ἔδειξε, τὴν δὲ Σάπφειραν τῷ αὐτῷ μνηματίῳ παραδέδωκεν. ἔκειντο γὰρ νεκροί, λόγῳ ἀνῃρημένοι, κἀκεῖ μὲν τὸ πῦρ κομισθὲν ἀνήλισκε τοὺς ἀφικομένους, ὧδε (δε) λόγος προελθὼν ἐν ὄψεσι τῶν μαθητευομένων νεκροὺς ἔδειξε τοὺς τὴν πίστιν κεκαπηλευκότας. κάκεῖ μὲν Έλισσαῖος θηρσὶ τὰ σώματα τῶν νηπίων ἐδίδου, ὧδε Παῦλος ἀφῄρει τὴν βλέψιν τῶν ὀμμάτων καὶ τυφλὸν τὸν βλέποντα εἰργάζετο. καὶ τοιαῦτα πράττοντες τὰς ἐπιτιμίας δεδώκασιν, εἰ οὖν ἐπὶ ἀτόποις ἡ ἐπιτιμία λαμβάνεται, ἄτοποι Παῦλος καὶ Πέτρος· εἰ δὲ καλοί εἰσιν ὅτι ἀπόστολοί εἰσι καὶ καλοί εἰσιν ὅτι ἐπιτετιμήκασι, τί διαβάλλεις τὰς ἐπιτιμίας, καὶ τῶν ἀποστόλων ἐπιτιμί- αις χρησαμένων; εἰ τοὺς μὲν ἀποστόλους ἀποδεχόμεθα, τὰς δὲ ἐπιτιμίας μεμφόμεθα, οὐ κατὰ πρόσωπον οἱ νόμοι κρίνουσι τὰ πράγματα ἢ δικάζουσιν, οὐ πρὸς τὰ πρόσωπα ἐρεσχηλοῦσι, τῇ δὲ τῶν πράξεων ὁμοιότητι συντρέχουσιν. " ἀλλά," φησίν, "Ελεήμων ὁ υἱός, ἐλεήμων ὁ τὰ εὐαγγέλια γεγραφηκώς, καὶ ὁ ἐλεήμων ὧν γέννημά ἐστι τοῦ ἐλεήμονος. ὁ δὲ νόμος τραχύς, οὐ συγγινώσκων τοῖς ἡμαρτηκόσι, σπλάγχνον δὲ ἔχει τὸ εὐαγγέλιον, συστέλλον μὲν τὰς πλημμελείας, κηρύττον δὲ τὰς μετα- νοίας. ἰδοὺ γὰρ ὁ σωτήρ," λέξουσι, “καὶ Πέτρου ἀρνησαμένου ἐφείσατο καὶ ἁμάρτημα τηλικοῦτον πεπλημμεληκότος παρίστησι καὶ ἀπειλὴν τῇ φιλανθρωπία προσπεποίηται, ὑπόδειγμα τὸν ἄνδρα παντὶ τῷ βίῳ καταλελοιπώς, ἵνα τῆς ἑαυτοῦ φιλανθρωπίας εἰκόνα ἐκείνῳ παράσχη." τί οὖν ὁ νόμος; ἆρα ἀπορεῖ τῆς μιμήσεως καὶ κατάλληλον εἰκόνα οὐκ ἔχει; καὶ Πέτρος μὲν σπουδαῖος ὧν καὶ σφαλεὶς ἀφέσει καὶ συγχωρήσει τετίμηται, οὐδεὶς δὲ ἐν τῷ νόμῳ πλημμελήσας καὶ μέγα πλημμελήσας τῇ μετανοίᾳ τὴν ἄφεσιν ἐμνηστεύσατο; εἰ μὲν γὰρ ἀγνοοῦσιν, ἐροῦμεν τὸ γεγραμμένον· " ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα." εἰ δὲ ἴσασι, τῇ κακομυθίᾳ ἐχεμυθοῦσιν.

50

᾿Αδελφὰ οὖν τὰ πράγματα, ὅμοιαι αἱ εἰκόνες. καὶ ὧδε μὲν Πέτρος, ἐκεῖ δὲ ὁ ἱεροψάλτης, ὅπως καὶ μεγάλων ἀνθρώπων πτώματα μεγάλαις καὶ συγχωρήσεσιν ἱαθῇ. καὶ τοῖς μεγάλα ἡτοπηκόσι μέγας καὶ ὁ γενόμενος ἔλεος. εἰ μὲν οὖν θαυμάζουσι τὰ εὐαγγέλια ὅτι Πέτρος ἠλεήθη, θαυμαζέτωσαν ὅτι καὶ Δαυίδ ἡλέηται, εἱ δὲ αἰτιῶνται ὅτι μετὰ τοσάδε οὐκ ἀφείθη ὁ Δαυίδ, οὐδὲ φεύξεται δι' αὐτοὺς τὴν αἰτίαν οὐδὲ ὁ Πέτρος. καὶ δόξει μὲν κατὰ μόνου Δαυίδ εἶναι ἡ αἰτία, τῇ δὲ δυνάμει κατηγορηθήσεται καὶ ὁ Πέτρος τῇ αὐτῇ κατηγορίᾳ, εἰ δὲ φήσουσιν ὅτι καλὴ μὲν ἡ συγχώρησις, μέχρι δὲ ἑνὸς ἡ συγχώρησις τοῦ παλαιοῦ νόμου ἔφθασε, πληθὺς δὲ ἐνταῦθα συγχωρήσεως καὶ πέλαγος ἀφέσεως καὶ φωνή ἐστι βεβοηκυία, " δεῦτε πρὸς μέ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς," ἀναγνώτωσαν τὰ παλαιὰ καὶ θαῦμα τῶν γεγραμμένων λαμβανέτωσαν, εἰ δὲ δι' ἀμελετησίαν τοῖς γράμμασιν ἐντυχεῖν οὐκ ἀνέχονται, κἂν τούτοις τῆς αἰτίας ταύτης ἀπαλλαττέσθωσαν. ὁ σωτήρ λέγει· " δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς," οὐδένα παρείς, μηδένα ἀπολιπών, πάντας περιλαβών. ὁ δὲ ἱεροψάλτης λέγει· "πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας” καὶ πάλιν· " ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκου μένην οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης” πάντες ἐξ εὐαγγελίου, πάντες ἐκ νόμου κεκίνηνται. οὐδένα παραλέλοιπε τὸ εὐαγγέλιον, οὐδένα ἀφῆκεν ὁ νόμος. ἐβόησε τὸ εὐαγγέ λιον "μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." πρὸς πάντας ἀφῆκε τὴν ὁμιλίαν ταύτην, πταίουσι διελέγετο, ἐσφαλμένοις ὠμίλει, ἤδη θάνατον ὀφείλουσιν ἐφθέγγετο, ἐλευθερίαν διὰ τοῦ κηρύγματος προεμνηστεύετο. ἐπεδήμησε καὶ ὁ Ἰωνᾶς ἐν τῇ Νινευί, ἐν πόλει οὐ μικρᾷ, ἐν ἔθνει πολυανθρώπῳ. τὴν ἀπειλὴν ἔδειξε, τὴν ἐπιτιμίαν οὐκ ἐσιώπησεν, ἐβόησε πληκτικῷ τῷ λόγῳ, εἶδε τοὺς ἐχθρούς, εἰς μετάθεσιν ἤνεγκεν, ἀπολύτους τῆς ἁμαρτίας εἰργάσατο, ή προκατηγγελμένη ἐπιτιμία ᾤχετο, ἔλεος διεδέχετο, τὸ ζητούμενον γέγονεν. οὐ γὰρ ἡ τῶν ἀνθρώπων ἀναίρε- σις ἐζητεῖτο, ἀλλ᾽ ἡ τῶν τρόπων μεταβολὴ ἠρευνᾶτο. καὶ ἐπειδὴ γέγονε τὸ ζητηθὲν καὶ μετεβλήθησαν οἱ ἄνδρες, ἐφάνη ἡ τοῦ φιλανθρώπου δωρεά, ἐβόησε συνηγορῶν ὁ δικάζων, εἶπε τῷ ἑαυτοῦ οἰκέτῃ· " εἰ σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, ἡ ὑπὸ νύκτα ἐγένετο καὶ ὑπὸ νύκτα ἀπώλετο, ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγά λης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν καὶ κτήνη πολλά;" καὶ φειδοῦς ἦν θεὸς καὶ φανερὸς ἦν ὁ φθεγγόμενος ὁ νῦν μὲν ταῦτα εἰρηκώς, ἐν δὲ ἐτέρῳ προφήτῃ βεβοηκώς, " οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτω λοῦ. ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτὸν," ὁ ὑπὸ τῶν ἐπισταμένων ὑμνεῖν δοξολογούμενος, " οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος." τηλικοῦτον γάρ ἐστιν πέλαγος οἰκτιρμῶν παρὰ τῷ θεῷ, ὡς καὶ τὴν ἐλαχίστην καὶ βραχυτάτην καὶ τῶν πάνυ φαυλοτάτων πρὸς μετάνοιαν ῥοπὴν μὴ ἀτίμητον ἐᾶσαι. σχεδὸν γὰρ εἰς πέρας κακίας ἐληλακότος τοῦ ᾿Αχαάβ καὶ ὀλίγως πως κατανυγέντος, τετίμηκεν ὁ θεὸς καὶ ἔδειξε τῷ οἰκέτῃ πρᾶγμα καὶ συνέστειλε τὴν ἀπειλήν, χρόνον τῆς ἐπιτιμίας μεταξὺ καταλιμπάνων. " εἶδες," φησί, "πῶς κατενύγη Αχαάβ; οὐ μὴ ἐπάξω τὰ κακὰ ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ' ἐν ἡμέραις ἄλλαις," ἵνα καὶ τὴν ἐλαχίστην ῥανίδα τῆς μετανοίας τιμήσῃ τῇ πρεπούσῃ τιμῇ ὁ θεός.

51

Καὶ ταῦτα μὲν μέχρι τούτου προειρηκότες κατελήξαμεν, ἵνα καὶ ὁ περὶ (τοῦ) νόμου λόγος μὴ παντελῶς ἀγύμναστος καταλελειμμένος ὑπάρχῃ, μόνον τοῦτο προσγεγραφηκότες ὅτι " σκιὰ νόμος τῶν μελλόντων ἀγαθῶν.” καὶ γὰρ παιδαγωγὸς συμπράττει τῷ παιδὶ καὶ τῇ νέᾳ ἡλικίᾳ, μέχρις οὗ ὁ διδάσκαλος τὴν ἔξιν παραλαβών τοῖς μαθήμασι τοῖς μείζοσι παραδῷ. καιριώτερον γάρ τις δυνήσεται, ταύτην ἰδέαν ὑπόθεσιν θέμενος, κατασκευάσαι, πῶς μὲν " διὰ Μωσέως ὁ νόμος, ἀπὸ δὲ κυρίου ἡ χάρις καὶ ἡ ἀλήθεια ἐγίγνετο.” ἡμεῖς δὲ καὶ τῶν ἑτέρων ἐπιχειρήσεων τοῦ ἐκτρώ ματος ἐφαψώμεθα, τὴν ἄλλην άτοπον αὐτοῦ δόξαν ἐν τοῖς λογίοις παρατιθέντες καὶ ταῖς ἐξετάσεσι γυμνοῦντες, ὅπως (εἶγε οἷόν τε ἐστί) τὰς αἰρεθείσας διανοίας τῆς ἀλόγου δόξης ἐξυφαιρῆσαι δυνηθώμεν. ἐξέτεινε γὰρ ἑαυτὸν καὶ μέχρι τοῦ δημιουργήματος, καὶ τοῦτο τὸ φαινό- μενον ποίημα τοῦ ἀπατεῶνος ποίημα εἶναι βούλεται καὶ εἶναι μὲν τὸν ἄνθρωπον πλάσμα [μὲν] τοῦ πονηροῦ καὶ εἶναι μὲν τὴν ψυχὴν ἀπὸ θεοῦ, εἶναι δὲ παρὰ τῷ πονηρῷ ἡρμοσμένην, καὶ γεγονέναι τὸν ἄνθρωπον τὴν μὲν οὐσίαν τοῦ σώματος ἀπὸ τῆς οὐσίας εἰληφότα τοῦ πονηροῦ, τὴν δὲ οὐσίαν τῆς ψυχῆς ὡς σκύλον ἢ λάφυρον ἀπὸ θεοῦ ληφθεῖσαν, ὑπὸ δὲ τοῦ πονηροῦ λαφυραγωγηθεῖσαν. οὕτως ἔκ τε τῆς λαφυραγωγηθείσης καὶ τῆς οὐσίας τοῦ πονηροῦ γεγονέναι τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος, καὶ τῆς μὲν ψυχῆς μὴ αἴτιον εἶναι τὸν πονηρὸν μήτε πεποιηκέναι οὐσίαν ψυχῆς, τῆς δὲ εἰσκρίσεως μόνης τῆς ἐν σώματι ἐνεργὸν εἶναι. σκυλεύσας γάρ, ὡς φασίν, εἰσέκρινε τῇ σαρκί, τὴν δὲ σάρκα αὐτὴν καὶ τὴν πλάσιν αὐτὴν καὶ τὸν χαρακτῆρα καὶ τὴν τοιάνδε μορφὴν καὶ τὴν οὐσίαν ὅλην ἔργον εἶναι καὶ πλάσιν τοῦ ἀπατεῶνος. ἐξ ἐναντίων οὖν γεγονέναι τὸν ἄνθρωπον ὁμολογοῦντες οὐδὲ τὸν τῶν ἐναντίων ἴσασι λόγον οὐδὲ ὅτι ἔστι τινὰ τῶν ἐναντίων, ἅτινα ἀμιγῆ ἐστιν ἑαυτοῖς, μηδεμίαν πρὸς ἑαυτὰ μίξιν καὶ κοινωνίαν δέξασθαι δυνάμενα, ἀλλὰ τῇ νομιζομένῃ κοινωνίᾳ ἀναιρέσεως ἑαυτῶν ὄντα αἴτια, μὴ δυνάμενα ὁμοῦ εἶναι, ἀλλὰ τοῦ ἑτέρου ἀναιρουμένου διὰ τὴν τοῦ ἑτέρου ἐπικράτησιν. ἰδοὺ γὰρ ἐν ἐνὶ κοιτωνίσκῳ ἡμέρα καὶ νὺξ οὐκ ἂν εὑρεθείη, ἐπεὶ μόνον φῶς εὑρεθὲν προαναιρεῖ τὸ σκότος, ἰδοὺ ἐν μιᾷ ψυχῇ σωφροσύνη καὶ πορνεία οὐκ ἂν φανείη, ἐπεὶ μόνη σωφροσύνη φανεῖσα ἐκ ποδὼν γενέσθαι τὴν πορνείαν ποιεῖ. ἰδοὺ θεοσέβεια καὶ ἀσέβεια ἐν ἐνὶ ἀνθρώπῳ οὐκ ἂν γένοιτο· ὅπου γὰρ εὐσέβεια φαίνεται, οὐδὲ ῥανὶς ἀσεβείας φανείη. ἐπικρίνει δὲ καὶ ὁ ἀπόστολος καὶ σφραγίζει τὰ εἰρημένα, "τις κοινωνία φωτὶ πρὸς σκότος; τίς μερὶς Χριστῷ πρὸς Βελίαρ;” τὰ γὰρ ἑαυτοῖς ἐναντία φίλα ἑαυτοῖς οὐκ ἂν γένοιτο, καὶ μία ἁρμονία οὐκ ἂν ποι(οί)ῃ τὰ ἑαυτῆς διεστηκότα, οὐδὲ γὰρ ἔκ τε ῥυθμοῦ καὶ ἀρυθμίας μία γίγνεται άρ- μονία οὔτε ἐκ σιωπῆς καὶ λαλιᾶς μία γίγνεται σύστασις. μόνον γὰρ τὸ ἓν εἶναι ὀφείλει, τοῦ ἑτέρου συστῆναι οὐκ ἀνεχομένου. εἰ δὲ τὸ σῶμα ἦν τοῦ πονηροῦ καὶ ἡ ψυχὴ τοῦ θεοῦ, πῶς εἰς μίαν ἁρμονίαν τὴν ἀνθρώπου ἀποδέδοται; πῶς εἰς μίαν διάθεσιν καὶ φιλίαν; ἰδοὺ γὰρ ἤρμοσται καὶ γέγονεν εἰς ἄνθρωπος καὶ τῇ ἁρμονίᾳ ἔστιν ἡ ψυχὴ εἶς. ἰδοὺ ἡ ψυχή ἔχεται τοῦ σώματος καὶ φιλεῖ καὶ στέργει. " οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν." εἰ δὲ δὴ τῷ ἐτέρῳ μέλ[λ]ει περὶ τοῦ ἑτέρου καὶ τὴν ἀλγηδόνα τοῦ σώματος ἰδίαν ἀλγηδόνα ἡγεῖται ἡ ψυχὴ καὶ οὐ διαιρεῖται τῶν παθημάτων, ἀλλ' οἰκει- οῦται πρὸς τὰ τραύματα, οἰκειοῦται πρὸς τὰ παθήματα, καὶ ὅτε μὲν ἀλγεῖ, τραυμάτων ἕνεκεν ἀνιᾶται, ἀνώδυνος εἶναι (μὴ) δυναμένη, ὅτε δὲ ἡδυπαθεῖ, καὶ ὑπὸ τῆς ἡδονῆς ἐρεθίζεται, μετέχει τῶν κινημάτων καὶ ἡ ψυχὴ καὶ συνεφάπτεται τῶν ἐρεθισμῶν καὶ λήγει μὲν ὁμοίως, λαμβάνει δὲ ἐπίδοσιν ὡσαύτως καὶ ληγούσης μὲν ψυχῆς ἀπὸ τῶν κινημάτων τῶν παθών, συλλήγει καὶ τὸ σῶμα καὶ καθησυχάζει, ἐπιτριβομένης δὲ τῆς ἐπιθυμίας ἐν τῇ ψυχῇ καὶ τῶν ἐρεθισμῶν ἐπιτριβομένων, ἡδύνει καὶ τὸ σῶμα καὶ φλεγμαίνει καὶ γίγνονται ἴσως μὲν οἱ ἐρεθισμοί, ἴσως δὲ καὶ τῶν ἐρεθισμάτων αἱ ἀποθέσεις καὶ ἐκλείψεις. εἰ δὲ ἐξ ἐναντίων ἦν καὶ τὸ μὲν σῶμα τοῦ πονηροῦ ἦν, ἡ δὲ ψυχὴ τοῦ θεοῦ, πρῶτον μὲν οὐκ ἂν ἐγεγόνει σύνοδος οὔτε αὐτὴ ἡ μακρὰ κρᾶσις ἀπετελεῖτο, δεύτερον δὲ τὸ ἕτερον τοῦ ἐτέρου οὐκ ἂν παρεδέχετο, ἀλλ' ἐκάτερον ἴδια μὲν τὰ ἑαυτοῦ, ἀλλότρια δὲ τὰ τοῦ ἑτέρου ἑλογίζετο καὶ οὔτε ἡ ἡδονὴ τῶν σωμάτων ἡδονὴ ψυχῆς ἐγίγνετο οὔτε τὰ τραύματα τῶν σωμάτων ἀλγηδόνες ψυχῆς ἐγίγνοντο, ἀλλ᾽ ἑκάτερον καθ' ἑαυτὸ καὶ τὴν ἡδονὴν ἑαυτῷ καὶ τὰ τραύματα ἐμε ρίζετο. πῶς δὲ καὶ ὁ διάβολος ἴσχυσε τὸ μὴ ἴδιον ἐκεῖθεν λαβεῖν; πῶς δὲ καὶ ἡ ψυχή, μὴ τούτου οὖσα, ἀλλὰ ἄλλου οὖσα καὶ μηδεμίαν ἐπιμιξίαν ἔχουσα πρὸς τὸ χωρίον τοῦτο, ἀλλ' οὖσα ἐτέρας οὐσίας καὶ πάντη ἠλλοτριωμένη τῆς οὐσίας τοῦ πονηροῦ ἐν τοῖς ἀλλοτρίοις ἐστὶ καὶ ξένοις καὶ τὴν τοῦ σώματος ἐπιμιξίαν φέρει δεσμὸν πονηροῦ καὶ δέδεται ἐν οὐκ ἰδίῳ καὶ ἰδιοποιεῖται τὴν σάρκα καὶ ἀγίαν αὐτὴν ποιεῖ καὶ πρὸς ἀρετὴν αὐτὴν παρασκευάζει, ὡς ἀφομοιοῦσθαι κατὰ τὸ δυνατὸν τῷ κρείττονι ὅταν γὰρ ἀγνὸν ἢ καὶ ἀρρύπαρον καὶ ἀκηλίδωτον, ὅταν ἅγιον ἢ καὶ σεμνόν, ὅταν ἁγίας ἔχῃ τὰς λαλιάς, ὅταν δεξιὰς ἔχῃ λαλιὰς, ὅταν δεξιὰς ἔχῃ τὰς βλέψεις, ὅταν θείας ἔχῃ τὰς κινήσεις, τί ἕτερον ἢ ἀφο- μοιοῦται τῷ κρείττονι; καὶ ἐξεικάζεται τῷ καλῷ καὶ ἀναφέρει χαρακ τῆρα τοῦ κρείττονος.

52

Καὶ ταῦτα μὲν οὕτως εἰρήσθω, ὀλίγα δὲ καὶ τῶν λογίων παρα- θώμεθα, ἵνα καὶ ἡ τῶν λογίων παράθεσις ἐντροπὴν μὲν ἐκείνοις, ἡμῖν δὲ πίστεως ἀκρίβειαν ἐμποιήσῃ. ὁ γὰρ σωτὴρ ἐν τῷ εὐαγγελίῳ, τῆς πλά- σεως μεμνημένος ἀνδρὸς καὶ γυναικὸς καὶ τὴν πλάσιν ἀναφέρων ἐπὶ τὸν ἑαυτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός, ἔλεγεν, “ὁ κτίσας ἀπ᾿ ἀρχῆς ἄρ- σεν καὶ θῆλυ ἐποίησεν αὐτούς," καὶ εἶπεν· " ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.” καὶ τὸν ὄρον τοῦ σώματος καὶ τῆς ψυχῆς αἴτιον ὁμολογῶν οἶδε καὶ πατέρα ὁμολογεῖ καὶ ἐπέχει τὰς ἀνθρωπίνας ἐπινοίας, ἀχώριστα εἶναι τὰ πεποιημένα βουλόμενος καὶ μὴ ἀνθρωπίνῃ γνώμῃ χωρίζειν τινὶ τὰ καλῶς ἡρμοσμένα ἐπιτρέπων. ἐν δὲ τῷ εὐαγ γελίῳ τοῖς δοκήσει τὴς αὐτῆς ἐπιμελείας ἐχομένοις, ἡμεληκόσι δὲ τῶν κρυπτῶν καὶ τῆς ἔνδον ἐπιμελείας φησίν· " ἄφρων, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔνδοθεν ἐποίησεν; " εἰ δὲ τὸ μὲν ἔσωθέν ἐστιν ἡ ψυχή, τὸ δὲ ἔξωθεν τὸ σῶμα, καὶ ὁ ποιήσας τὸ ἔσω τὴν ψυχὴν πεποίηκε καὶ ὁ ποιήσας τὸ ἔξω τὸ σώμα πεποίηκεν, ὁ ψυχῆς ποιητὴς καὶ σώματος ἂν εἴη ποιητής, καὶ θεός ἐστιν ὁ ἀμφότερα ποιῶν καὶ ἁρμόζων καὶ συνάπτων, ὁ τὴν ἁρμονίαν ταύτην τὴν ἱεροπρεπεστάτην ἠρμοσμένος. αὐτὸς δὲ ὁ σωτὴρ ἐν ταῖς ἑαυτοῦ διαλέξεσιν οἴαν ἐπιμέλειαν ποιεῖται τοῦ σώματος, ὅταν λέγῃ “ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω." ταύτην γὰρ ἐπιμέλειαν τῷ σώματι ἀποδεδωκὼς καὶ ἅγιον αὐτὸ καὶ ἀπαθὲς καὶ ἀνήδονον παρασκευ άζων καὶ πᾶσαν ἐπιθυμίαν ὑποτέμνων καὶ ὑποκείρων τῷ λόγῳ, τὴν πρὸς τὸ σῶμα ἐπιμέλειαν δείκνυσι καὶ τὴν πρὸς τὴν σάρκα κηδεμονίαν σημαίνει. κηδόμενος δὲ καὶ φροντίζων τὴν ἰδιότητα ἐκ τῆς κηδεμονίας κηρύττει, μέχρι τοῦ βλέμματος φθάνων, ἵνα μὴ τὸ βλέμμα ὡς ἔτυχε κινούμενον ῥυπαρίας καὶ κηλίδος ἐμπίπληται, ἀλλὰ τὴν εὔτονον ἔχον κίνησιν ἠρμοσμένως διατελῇ. λέγει γὰρ ἐν τῷ εὐαγγελίῳ· "πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ." καὶ τὸ ἐν τῷ σώματι πάθος τῇ καρδίᾳ συμμετρεῖ καὶ τοῦ βλέμματος ἐπιμελούμενος κοινὴν τὴν ἐπιμέλειαν τῆς καρδίας ποιεῖται, πάθος βλέμματος πάθος καρδίας εἰσηγησάμενος καὶ ἐπιμέλειαν ὀμμάτων ἐπιμέ λειαν τοῦ διανοητικοῦ θέμενος. οὐδὲ γὰρ ἐτέρως βλάψει τὸ ὄμμα ἢ ὡς βλάψει ὁ νοῦς. οὐδὲ γὰρ οἷόν τε ἐστι τὸ ὄμμα διαστρέφεσθαι, τὴν δὲ ψυχὴν μὴ διαστρέφεσθαι· ἐπιεικοῦς γὰρ ψυχῆς καὶ ἁπλῶς ὁρώσης ἐπιτηδείως ὄψεται τὰ ὅμματα. ἐνταῦθα γοῦν τὴν ἄτοπον βλέψιν παρα- βλεψάμενος τὴν ἁγίαν παρεισάγει, ἵνα οἱ ὀφθαλμοὶ ὀρθὰ βλέπωσι καὶ τὰ βλέφαρα νεύῃ δίκαια. ἐπαίρει γὰρ τὰ ὄμματα, κατ᾿ αὐτὰ κεκάμφθαι μὴ ἐπιτρέπων, ἀλλὰ διανιστῶν αὐτὰ καὶ διεγείρων καὶ ἐπηρμένα αὐτὰ παρασκευάζων. διὸ πολλὴν ἐπιμέλειαν τῶν σωμάτων ποιούμενος καὶ σώμα πεφόρηκε καὶ εἰς σῶμα ἦλθεν.

53

Ἐι μὲν οὖν οὐκ ἦλθεν ἐν σώματι, τί φήσουσι περὶ τοῦ σταυροῦ καὶ τοῦ τύπου τῶν ἤλων καὶ τοῦ τύπου τῆς λόγχης καὶ τοῦ μνημείου καὶ τῆς ταφῆς; εἰ δὲ ἐκ τούτων ελεγχόμενοι ὁμολογοῦσι σώμα τὸν σωτῆρα εἰληφέναι, τἱ ἐροῦσιν, εἰ μήτε καὶ αὐτὸν ὑπὸ τοῦ πονηροῦ πεπλάσθαι φήσουσι καὶ μηκέτι μόνον τὸ ἀνθρώπινον σώμα εἶναι τοῦ πονηροῦ, ἀλλὰ καὶ τὸ σῶμα τοῦ εὐεργέτου; οὐ φείσονται γὰρ μέχρι καὶ ταύτης τῆς ἐπινοίας φθάσαι καὶ τὴν γλώτταν ἐκτεῖναι κατά τοῦ σωτῆρος; ὁ γὰρ μελετῶν κατὰ τῶν ἐκείνῳ διαφερόντων διαλέγεσθαι, οὗτος ἀκονήσας τὴν γλώτταν κατ' αὐτοῦ διαλεχθήσεται, ὁ δὲ σωτὴρ καὶ βαπτίσματι ἀπελούετο ἐν τῷ Ἰορδάνῃ, ὕδασι περιερραίνετο, τις ὧν καὶ τυγχάνων; εἰ μὲν γὰρ οὐ σῶμα φέρων οὔτε σῶμα ἔχων, τί κοινὸν πνεύμασι καὶ ποταμοῖς; τις ἀγγέλων, ποία δύναμις, ποία κυριότης, ποία ἀρχή, ποία ἐξουσία καταβέβηκεν εἰς λουτρὸν καὶ πεῖραν ὑδάτων ἔσχεν; εἰ δὲ οὐ δύναμις μὲν οὐδὲ ἐξουσία οὔτε θρόνος οὐδεὶς οὔτε δὲ ... εἰς ὕδατα κατῆλθεν, ἀζήτητον γέγονε τὸ πρᾶγμα καὶ σαφές καὶ δῆλον γέγονε τὸ ζητούμενον. ἀλλὰ ἀνῄει ἀπὸ τῶν ὑδάτων, ἐπειράζετο ὑπὸ τοῦ διαβόλου, ἐπείνα, ἐδίψα, ἔπλει, ἐκοιμᾶτο, ὧδευεν, ἐκοπία, ἐβάδιζε, πεινῶν ἐπὶ τὴν συκῆν ἦλθε, τὸ τελευταῖον ἐκρίνετο, ἐσταυροῦτο. τις ταῦτα ἐβόα; τις ταῦτα ἐμαρτύρει; σιωπάτωσαν αἱ γλῶσσαι, λαλεί τωσαν αἱ πράξεις. στόμα έχουσι τὰ πράγματα· μηκέτι τὸν ἀέρα κρούοντες τὸν ἦχον ἀποπέμψωμεν, στόμα ἔχουσι τὰ γεγραμμένα, κάν ἡμεῖς σιωπήσωμεν, οὐ σιωπᾷ τὰ πράγματα, κἂν ἡμεῖς μὴ λαλήσωμεν, οὐκ ἀνέχεται μὴ λαλεῖν τὰ γεγραμμένα. ἐπειδὴ οὖν ταῦτα οὕτως ἔχει καὶ πισταί εἰσιν αἱ πράξεις καὶ τῶν πράξεων ἀληθεῖς οἱ λόγοι καὶ βοῶσιν αἱ τῶν πράξεων δυνάμεις ότι σῶμα εἶχεν ὁ σωτὴρ καὶ σῶμα θνητὸν καὶ σῶμα ἐφόρεσε διὰ τὰ ἡμέτερα, τὸ ὅμοιον λοιπὸν ζήτει, ἥκει δι' ἡμᾶς ὁ ἐκείνου ποιητὴς καὶ τῶν ἡμετέρων ποιητής. εἰ γὰρ ἔτερον ἦν, οὐκ ἂν περὶ ἑτέρων ἐκείνου πρόνοιαν ἐποιεῖτο, εἰ δὲ πεποίηται καὶ πεποίηται ὑπὸ θεοῦ, πεποίηται δὲ ὑπὲρ ἡμῶν, ὑπὲρ τῶν ἰδίων ἐποιεῖτο. ἵνα γὰρ τὰ ἴδια ἑαυτοῦ σώσῃ, ἐκεῖνο ἐποίησε, τῇ ἐκείνου ποιήσει πάν των τῶν ἰδίων τὴν ἐλευθερίαν ἐργασάμενος. χάρις οὖν τῷ πεποιηκότι τὰ ἡμέτερα σώματα, τῷ προνοησαμένῳ καὶ ἐρραθυμηκότων αὐτῶν καὶ ἀποστείλαντι τὸν ἴδιον υἱὸν ἐν σώματι καὶ δεδωκότι ἐνέχυρον τοῖς ἡμετέροις σώμασιν, ἵνα μηκέτι κάμπτωμεν καὶ χαμαὶ ὁρῶμεν, ἀλλά ὦμεν ἐπηρμένοι τῇ κοινωνίᾳ τῶν σωμάτων. εὐτελίσωμεν οὖν καὶ ἐ τούτῳ τοὺς ἀπατεώνας ἐκείνους, ὅτι καὶ κατὰ τῶν σωμάτων βεβαδίκασι καὶ κατὰ τοῦ πλάστου κεχωρήκασι καὶ κατὰ τῆς οἰκονομίας τοῦ θεοῦ τὴν γλώτταν ἐξέτειναν καὶ κατὰ τῆς ἐλευθερίας ἡμῶν πρὸς γλώτταν λαλεῖν οὐ παρῃτήσαντο, ἀγύρται τινές ὄντες καὶ ἀγοραῖοι, ἄθροισμα λόγων πονηρίας συναγηοχότες. ἔστι γὰρ τὸ ἐν ἑλάμενον τὸ ἕτερον αἰτιᾶσθαι, ἀλλὰ πάντα ἐφεξῆς ἐπεξιόντας πάντα ἀχρεῖα καὶ ἔκφυλα ἡγεῖσθαι. διὰ τοῦτο καὶ ἡμεῖς εἰς ἅπαντα λόγον αὐτῶν κατιόντες μὴ πολὺ μῆκος παράσχωμεν τῷ λόγῳ, μέχρι τούτων στῶμεν, διὰ τῶν ὀλίγων καὶ τὰ ἄλλα ὑποδείξαντες καὶ διὰ τῶν προλεχθέντων τὸν ἔλεγχον κατασκευά σαντες. ἐπιμελείας δὲ τοῖς σπουδαίοις χρεία, ἵνα πᾶσαν γοητείαν ὑπερβεβηκότες ἀλήπτους τὰς ἀκοὰς ἀπὸ τῆς πονηρίας διαφυλάξωσιν, ὅπως κλειδοφύλακες ὦσι τῶν ἑαυτῶν ἀκοῶν καὶ πῆ μὲν ἀνοιγνύοντες, ὅτε κρούει ὁ ἀληθὴς λόγος, πῆ δὲ ἀποκλείοντες, ὅτε (ό) ψευδὴς καὶ πεφενα- κισμένος σχηματιζόμενος τὴν ἀλήθειαν εἰσβάλλειν ἐν τῷ ταμείῳ τῆς διανοίας σπουδάζει. " πολλοὶ γὰρ πεπλασμένοι καὶ ἐσχηματισμένοι τὰς ἀκοὰς κρούουσι, λέγοντες· ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανή- σουσιν," εἰς δὲ μόνος ἔστιν ὁ Χριστός, ὁ ἐλευθερωτής, ὁ τροπαιούχος, ὁ εὐεργετικός, ὁ διαθέσει κρούων, ὁ ἐλευθερίαν τῇ εἰσόδῳ μνηστευόμενος, ὁ ἅμα τῷ εἰσβαλεῖν ἐξοικίζων τὰς ἁμαρτίας, ὁ ἐν τῇ εἰσόδῳ τὴν φιλίαν τὴν πρὸς τὸν πατέρα ἀποδιδούς, ὁ παραχρῆμα τῇ εἰσόδῳ τῇ ἑαυτοῦ τρόπαια κατὰ τῆς πονηρίας ἰστῶν, ὁ τὴν εὐεργεσίαν αὐτοῦ ἀποκρύπτων ἐν τῇ ψυχῇ. οὗτος ἐὰν εἰσβάλῃ καὶ γένηται ἔνδον, πανηγύρεις θεῖαι καὶ ἱεροπρεπεῖς ἀποτελοῦνται, χοροὶ λαληθῆναι μὴ δυνάμενοι, θυμηδία σιωπῇ τετιμημένη. εὐθὺς γὰρ ἀνέλκει τὴν διάνοιαν, καὶ πτεροῖ τὴν ψυχὴν, καὶ μετάρσιον αὐτὴν πρὸς τὰ κρείττονα κατασκευάζει. ἀμέλει, ἐὰν τις ἐκεῖνον ἴδῃ, οὐκέτι πρὸς ἑαυτὸν βλέψει, ἀλλὰ τῷ θεωρηθέντι κάλλει καταπλήττεται· πάντα ἀκαλλῆ ἡγεῖται. διὰ τὴν ἐκείνου εὐ πρέπειαν βοᾷ "ματαιότης ματαιότητος, τὰ πάντα ματαιότης," βοᾷ " πάντα ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω.” ἐὰν δ᾽ ἄρα οὕτως κρούῃ, καὶ βραδύνῃ ἡ διάνοια καὶ ὑπνῷ χρήσηται, καὶ τοῦ βράδους αἰτία γένηται, ἀφίησι φωνήν· " ἄνοιξόν μοι, ἀδελφή μου, νύμφη, ὅτι ἡ κεφαλή μου ἐνεπλήσθη δρόσου καὶ οἱ βοστρυχοί μου ψεκάδων νυκτός," ἵνα τὴν φιλίαν δείξῃ καὶ τὴν κηδεμονίαν σημάνῃ· ὅτι καὶ ἀποκλειόμενος ὁ λόγος ἀνέχεται, καὶ ἔξω ὢν φέρει, καὶ οὐκ ἀφίσταται ἕως ἂν τῇ συνεχείᾳ τῆς αἰτήσεως καὶ τῆς κρούσεως ὑπανοίξῃ ἑαυτὴν ἡ διάνοια, τόπον τῷ κρούοντι παρέχουσα.

54

Περιέρχονται δὲ καὶ οἱ γόητες καὶ οἱ ψευδοπροφῆται καὶ οἱ ψευδόχριστοι, πῆ μὲν κρούοντες, πὴ δὲ ὀρύττοντες· καὶ τῷ μὲν κρούσματι ἀπαλωτέρῳ χρώμενοι καὶ μιμούμενοι τὴν ἀληθῆ κροῦσιν, τάχα τῇ ὁμοιότητι τῆς κρούσεως ἀπατηθεῖσα ἡ διάνοια ὡς οἰκείῳ καὶ γνωρίμῳ ὑπανοίγει. οὐ παραιτούμενοι δὲ [οὐδὲ] τοιχωρυχεῖν, ἀλλὰ καὶ διορύττειν ἐσπουδακότες, ἵνα ἢ ἀπάτῃ ἢ βίᾳ δελεάσωσι τὰς διανοίας ἀμέλει, τοὺς μὲν βίᾳ εἶλον, τοὺς δὲ ἀπάτῃ γεγοητεύκασι. διὰ τοῦτο οἱ σοφοί καὶ σεμνοί κλειδοφύλακες ὄντες, ἐπιστήμην μετὰ τοῦ γρηγόρου κερασάμενοι, διὰ τὸ ἐγρηγορέναι οὐδέποτε διορύττονται, διὰ δὲ τὴν ἐπιστήμην οὐδέποτε ἀπατῶνται. ἐπιστήμη μὲν γὰρ τῇ γοητείᾳ, γρηγόρησις δὲ τόπον τοῖς διορύττουσιν οὐ δίδωσι. τούτου χάριν οἱ σοφοὶ καὶ σεμνοὶ κλειδοφυλακ- ἡσωμεν ἑαυτῶν τὰς διανοίας, ἐπιστήμῃ μὲν τὴν ἀπάτην νικῶντες, τῇ δὲ γρηγορήσει τὸ ἄσυλον ἑαυτοῖς μνηστευόμενοι.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΣΑΡΑΠΙΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ ΘΜΟΥΕΩΣ ΚΑΤΑ ΜΑΝΙΧΑΙΩΝ

209
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать