De octo spiritibus nequitiae ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΤΗΣ ΠΟΝΗΡΙΑΣ ΠΝΕΥΜΑΤΩΝ.
αʹ. Γίνωσκε, ἀδελφὲ, ὅτι ὀκτώ εἰσιν οἱ λογισμοὶ οἱ πολεμοῦντες τὸν μοναχὸν, καθὼς λέγουσιν οἱ Πατέρες. Πρῶτον ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς κακῆς καὶ αἰσχρᾶς ἐπιθυμίας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· καὶ ὁ τῆς ὑπερηφανίας ὄγδοος.
βʹ. Ὀφείλεις οὖν γινώσκειν, ὦ μοναχὲ, καὶ προσέχειν ἀκριβῶς, εἰς ποῖον πάθος παρὰ τῶν ἐχθρῶν ἡμῶν καὶ πνευμάτων τῆς πονηρίας ἐκταράττῃ καὶ θορυβῇ, καὶ πρὸς ποῖον ἐμπαθὲς νόημα ὁ νοῦς σου συγκατατίθεται.
γʹ. Καὶ εἰ μὲν συνορᾷς, ὅτι ὑπὸ γαστριμαργίας, καὶ ὑπὸ τρυφῆς ταράττῃ, στένωσόν σου τὴν γαστέρα, περιορίζων ἐν σταθμῷ καὶ μέτρῳ τὴν τρυφὴν καὶ τὸ πόμα· ἔχε μνήμην διηνεκῆ τοῦ χωρισμοῦ τῆς ψυχῆς, τῆς τε μελλούσης κρίσεως καὶ τῆς φοβερᾶς γεέννης· ὁμοίως δὲ καὶ τοῦ πόθου τῆς βασιλείας τῶν οὐρανῶν. Οὕτω γὰρ δυνήσῃ τὴν ἡδονὴν διὰ γαστρὸς νικῆσαι, καὶ βδελύξασθαι.
δʹ. Εἰ δὲ πάλιν ὑπὸ τοῦ πνεύματος τῆς αἰσχρᾶς καὶ κακῆς ἐπιθυμίας κατέχῃ, ἄσκησον ἐγκράτειαν σώματος, καὶ συντριβὴν ψυχῆς, καὶ ἀγρυπνίας, μετὰ ἐκτενοῦς προσευχῆς· πρὸς τούτοις ἔχε καὶ τὸ ἀπαῤῥησίαστον, καὶ τὸ μὴ κρίναι τινὰ ἢ καταλαλῆσαι, ἢ τὸ παράπαν βδελύξασθαι. Ἐνθυμοῦ δὲ καὶ τὸν θάνατον, καὶ ἀγάπησον τὴν δίψαν· καὶ μηδόλως θέλε παραβάλλειν ταῖς γυναιξὶν, ἢ κἂν ὅλως τὴν τούτων ὄψιν ἰδεῖν, καὶ τοῦ πάθους ἀπαλλαγήσῃ.
εʹ. Εἰ δὲ θέλεις νικῆσαι τὴν φιλαργυρίαν, ἀγάπα τὴν ἀκτημοσύνην, καὶ τὴν ἀτέλειαν· καὶ ἐνθυμοῦ τὴν τοῦ Ἰούδα κατάκρισιν. καὶ ὅτι δι' αὐτῆς προδέδωκε τὸν Κύριον τοῖς ἀνόμοις· καὶ ὅτι πᾶς φιλάργυρος καὶ εἰδωλολάτρης καλεῖται παρὰ τῆς θείας Γραφῆς· καὶ ὅτι τῆς ἐλπίδος ἡμᾶς ἀφιστᾷ τοῦ Θεοῦ· καὶ ὅτι ἡ ἀπόλαυσις τῶν χρημάτων πρόσκαιρος, τοῖς δὲ φιλαργύροις ἡ κόλασις ἀθάνατος· ταῦτα οὖν λογιζόμενος, καὶ μηδὲν πλέον τῆς αὐταρκείας ζητῶν, τὸ πάθος τοῦτο νικήσεις.
ϛʹ. Εἰ δὲ πάλιν ἐκ τῆς κοσμικῆς λύπης ἐκταράττῃ, καὶ θορυβῇ, ὀφείλεις εὔχεσθαι συνεχῶς, καὶ τὴν ἐλπίδα πᾶσαν πρὸς τὸν Θεὸν θεῖναι, καὶ μελέτην ἀσκεῖν τῶν θείων Γραφῶν, καὶ μετ' εὐλαβῶν μοναχῶν καὶ φοβουμένων τὸν Κύριον συναναστρέφεσθαι, καὶ πάντων τῶν παρόντων, ὡς μὴ ὄντων καταφρονεῖν, καὶ τὴν χαρὰν τὴν ἐν οὐρανοῖς ἐννοεῖν, τάς τε τῶν δικαίων ἀπολαύσεις. Καὶ ἐὰν τυφθῇς ὑπό τινος, ἢ ἀτιμασθῇς, ἢ ἐκδιωχθῇς, μὴ λυπηθῇς, ἀλλὰ μᾶλλον χαῖρε· τότε δὲ μόνον λυποῦ, ὅταν εἰς Θεὸν ἁμάρτῃς· οὕτω γὰρ πνεύματι δυνήσῃ τοῦ πάθους ἀπαλλαγῆναι.
ζʹ. Ὅταν δὲ πάλιν ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ὀξυχολίας ταράττῃ, συμπάθειαν ἀναλαβοῦ, καὶ δούλωσον πρὸς τοὺς ἀδελφοὺς, καὶ εἰ δυνατὸν, νίπτε τοὺς πόδας αὐτῶν συνεχῶς ἐν ταπεινοφρονήματι, καὶ συγχώρησιν ζήτει παρὰ παντὸς ἀνθρώπου, καὶ τοὺς ἀσθενοῦντας συνεχῶς ἐπισκέπτου, τήν τε γλῶσσαν κίνει πρὸς ψαλμῳδίαν, καὶ τάχιστα τοῦ πάθους ἀπαλλαγήσῃ.
ηʹ. Εἰ δὲ τὴν ἀκηδίαν θέλεις νικῆσαι, κάμνε τί ποτε μικρὸν ἐργόχειρον, καὶ ἀναγίνωσκε, καὶ προσεύχου πυκνῶς μετ' ἐλπίδος βεβαίας τῶν καλῶν· ἐννόει τούς τε ψυχοῤῥαγοῦντας, καὶ τὴν βίαν καὶ τὸν πνιγμὸν τῶν ἁμαρτωλῶν, πῶς ἀνηλεῶς τιμωροῦνται καὶ βασανίζονται, καὶ οὕτω τοῦ πάθους ἕξεις ἀνάπαυσιν.
θʹ. Εἰ δὲ ὑπὸ τῆς κενοδοξίας καὶ τοῦ τῶν ἀνθρώπων ἐπαίνου δεινῶς τυραννῇ, ὀφείλεις μηδὲν πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖν, ἀλλὰ πᾶσαν τὴν ἐργασίαν σου ποιεῖν ἐν κρυπτῷ, μηδενὸς ἄλλου εἰδότος, ἢ τοῦ Θεοῦ μόνου· καὶ μὴ ἀγάπα τοὺς ἐπαίνους, μηδὲ τὰς τιμὰς τῶν ἀνθρώπων, μηδὲ τὰ καλὰ ἱμάτια, μηδὲ τὴν προτίμησιν, καὶ τὴν πρωτοκαθεδρίαν· μᾶλλον δὲ ἀγάπα ἵνα σε ψέγωσιν οἱ ἄνθρωποι, καὶ κατηγορῶσι καὶ ἀτιμάζωσι ψευδόμενοι· καὶ ἔχε ἑαυτὸν παντὸς ἁμαρτωλοῦ ἁμαρτωλότερον.
ιʹ. Εἰ δὲ ὑπὸ τοῦ δαιμονιώδους πάθους τῆς κακίστης ὑπερηφανίας σεαυτὸν ὁρᾷς πολεμούμενον, ὀφείλεις μηδένα λοιδορῆσαι, ἢ κρῖναι, ἢ ἐξουδενῶσαι τὸ σύνολον, ἀλλ' ἑαυτὸν περίψημα πάντων λογίζεσθαι, καὶ ἐννοεῖν συνεχῶς, ὅτι ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· καὶ πάντοτε χρεωφειλέτην λογίζεσθαι ἑαυτὸν, καὶ ἐξουθενεῖν ἐνώπιον τοῦ Θεοῦ καὶ πάντων ἀνθρώπων. Καὶ μὴ θάρσει, ἕως οὗ τὴν ἀπόφασιν δέξῃ· ὁρῶν ἐκεῖνον, τὸν καὶ μετὰ τὴν ἐν νυμφῶνι κατάκλισιν, χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος αἰώνιον ἐξοριζόμενον· ἀλλὰ κἂν νηστεύῃς, κἂν ἀγρυπνῇς, κἂν χαμαικοιτῇς, κἂν ψάλλῃς, κἂν διαμονῇς, κἂν μετανοίας πολλὰς ποιῇς, κἂν ἄλλο τι καλὸν ποιῇς, μὴ λέγου, ὅτι ἐξ ἰδίου μου κόπου, ἢ ἀπὸ ἰδίας προθυμίας γεγένηται, ἀλλ' ἐκ τῆς Θεοῦ βοηθείας καὶ ἀντιλήψεως γίνεται, καὶ οὐχὶ ἐκ τῆς ἐμῆς σπουδῆς. Σπούδασον πάντοτε, ἀδελφὲ, ἵνα ὑπάρχῃς ἀεὶ ἁπλοῦς καὶ ἄμωμος· καὶ μὴ ἔχε ἄλλα ἐν τῇ καρδίᾳ, ἄλλα ἐν τῷ στόματί σου· τοῦτο γὰρ δόλιόν ἐστι· καὶ συνεχῶς μετὰ δακρύων προσεύχου· καὶ οὕτω ποιῶν ἀπαλλαγήσῃ τοῦ ὀλεθρίου καὶ πονηροῦ παραπτώματος. Τῶν παθῶν, τὰ μέν ἐστι σωματικὰ, τὰ δὲ ψυχικά· καὶ σωματικὰ μὲν λέγομεν, γαστριμαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν. Ψυχικὰ δὲ, μῖσος πρὸς τὸ πλησίον, φθόνον, ἔριν, κενοδοξίαν, ὑπερηφανίαν. Αὐτὰ δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· τὰ δὲ ὑπὸ νηστείας καὶ ἀγρυπνίας. Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει, καὶ τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ.