Qua ratione homo imago dei ̓Ιωάννου μοναχοῦ πρεσβυτέρου ∆αμασκηνοῦ, ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκονίζει τὸ Θεῖον ἄνθρωπος.

Τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρωπον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴν τούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶ λόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ, Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πατήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢ Πατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ οὐ λόγος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα, πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγχέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ· τὰ γὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοούσια συνυπάρχοντα ἀλλήλων ἀεί.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать