Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Berol. B.N. gr. 46 [† parallela Rupefucaldina])
Ο ΠΙΝΑΞ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ.
Στοιχεῖον Ἄλφα.
Αʹ. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ κατασκευῆς· καὶ ὅσα περὶ ἡμῶν ἐν Γραφαῖς ἐμφέρεται.
Βʹ. Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξούσιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν ἐπιγείων ἁπάντων.
Γʹ. Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ' ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυλαττούσης τὴν χάριν. ∆ʹ. Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος, καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς παρακοῆς.
Εʹ. Περὶ ἀγαθοεργίας καὶ ἀγαθοποιῶν. ϛʹ. Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων.
Ζʹ. Περὶ ἀρχόντων, καὶ ἀρχομένων· ὅτι τῶν ἀρχομένων τὰ πταίσματα τοῖς ἄρχουσιν ἐπιγράφονται, ὡς παρ' αἰτίαν ἐκείνων καὶ ἀμέλειαν συμβαινόντων.
Ηʹ. Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται οἱ ἀρχόμενοι τοῖς τῶν ἀρχόντων ἤθεσιν.
Θʹ. Περὶ ἀρχομένων· ὅτι πρὸς τὰς προαιρέσεις τῶν ἀρχομένων τὰς πονηρὰς, οὕτω καὶ ἄρχοντας λοιμοὺς καθιστᾷ τὸ θεῖον κρῖμα.
Ιʹ. Περὶ ἀρχόντων· ὅτι χρὴ κατὰ τὸν τύπον τοῦ Κυρίου δι' ὑποδειγμάτων ἀγαθῶν ἀνάγειν πρὸς ἀρετὴν τὸν ὑπήκοον, καὶ προσφιλῆ ἑαυτοῖς ποιεῖν τὸν λαόν.
ΙΑʹ. Περὶ ἀρχόντων καὶ προεστώτων· ὅτι χρὴ πυκνότερον ταῖς νουθεσίαις καὶ διαμαρτυρίαις χρῆσθαι αὐτοὺς πρὸς τὸν λαὸν, πρὸς τὸ ἑαυτῶν ἀκίνδυνον.
ΙΒʹ. Περὶ ἀναρχίας· ὅτι ἐπιβλαβὴς, καὶ ἐπικίνδυνος, καὶ συγχύσεως αἰτία.
ΙΓʹ. Περὶ ἀρίστων ἀνδρῶν· ὅτι σωτήριος ἡ τούτων ἐφορεία καὶ ἐπιστασία τοῖς πράγμασιν καὶ τῷ λαῷ. Ι∆ʹ. Περὶ ἀφορίας χρηστῶν ἀνδρῶν· ὅτι ἐπικίνδυνος τῷ βίῳ.
ΙΕʹ. Περὶ ἀφορίας θείου λόγου, παρ' αἰτίαν τῶν μὴ ὑπακουόντων τῇ τούτου διδασκαλίᾳ. Ιϛʹ. Περὶ ἀκαταστάτων τῷ λογισμῷ, καὶ τῇ γνώμῃ ἀνιδρύντων.
ΙΖʹ. Περὶ ἀδήλων καὶ ἀγνοουμένων ἡμῖν πραγμάτων· καὶ ὅτι ἀλυσιτελὴς ἡ περὶ τούτων ἀδολεσχία, καὶ φαντασιώδης.
ΙΗʹ. Περὶ ἀγγέλλοντος καὶ μεσάζοντος ἀπόκρισιν.
ΙΘʹ. Περὶ ἀγγελίας ἀγαθῆς.
Κʹ. Περὶ ἀγγελίας κακῆς.
ΚΑʹ. Περὶ ἁμαρτημάτων· ὅτι τὰ ἡμέτερα ἁμαρτήματα προξενοῦσι, καὶ ἄγουσιν ἐφ' ἡμᾶς τὰ κακά.
ΚΒʹ. Περὶ ἀνθρωπαρέσκων, καὶ προσποιητῶς καὶ ὑπούλως διακειμένων.
ΚΓʹ. Περὶ αὐταρέσκων, καὶ ἑαυτοὺς συνιστώντων, καὶ ἑαυτοὺς ἀποδεχομένων. Κ∆ʹ. Περὶ ἀποκρίσεως ἀπολογίας· ὅτι χρὴ ἐν συνέσει καὶ ὀνόματι Κυρίου τὰς ἀπολογίας τῶν ἐπερωτήσεων ποιεῖσθαι· μάλιστα δὲ, περὶ σωτηριώδους ἡμῶν πίστεως· ἀνατιθέμενοι γὰρ τῷ Θεῷ τὰς διασαφήσεις τῶν ἐπερωτήσεων, τὸ μέγιστον μετὰ καὶ τῆς ἀληθείας ἑαυτοῖς περιποιούμεθα κλέος. ΚΕʹ.
ϛ
Περὶ τῶν ἀποκρινομένων θρασέως.
Κʹ. Περὶ αἰτουμένων· ὅτι χρὴ τὰς ἐν προσευχαῖς τοῦ Θεοῦ αἰτήσεις κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ μὴ κατὰ τὸ ἡμέτερον αἰτεῖν θέλημα. Οὐκ ἴσμεν γὰρ τὸ συμφέρον ἡμεῖς. Αὐτὸς δὲ, ἅτε πατὴρ ἀγαθὸς, καὶ πάντων προγνώστης, πρὸς μὲν τὰ λυσιτελοῦντα ἑτοιμότατα ἐπινεύει, πρὸς δὲ τὰ βλάβην φέροντα οὐ συνεργεῖ αἰτούμενος.
ΚΖʹ. Περὶ ἀποβεβλημένων καὶ ἀπροσδέκτων πραγμάτων παρὰ Θεῷ.
ΚΗʹ. Περὶ ἀδυνάτων καὶ δυσχερῶν πραγμάτων παρ' ἡμῖν.
ΚΘʹ. Περὶ ἀγορᾶς, καὶ τῆς περὶ ταύτην τῶν ἐφόρων καταστάσεως.
Λʹ. Περὶ ἁρμοδίων καὶ ὡραίων πραγμάτων.
ΛΑʹ. Περὶ ἀναρμόστων καὶ ἀπρεπῶν πραγμάτων.
ΛΒʹ. Περὶ ἀπειλῆς· ὅτι χρὴ φοβεῖσθαι τοῦ Θεοῦ τὰς ἀπειλὰς, καὶ μὴ καταφρονητικῶς ἐπ' ὀλέθρῳ διακεῖσθαι.
ΛΓʹ. Περὶ ἀνωφελῶν καὶ ἀντιθέτων πραγμάτων. Λ∆ʹ. Περὶ τῶν ἑαυτοὺς ἀτιμαζόντων.
ΛΕʹ. Περὶ τῶν ἀσεβῶς ἀπρονόητον εἶναι τὸν κόσμον, καὶ τὰ κατὰ τοῦτον πράγματα λεγόντων. Λϛʹ. Περὶ ἀρᾶς ἀκαίρου, καὶ ματαίας, καὶ εὐδαίμονος.
ΛΖʹ. Περὶ ἀκροάσεως· ὅτι χρὴ σπουδαίους πρὸς τὰς ἐπωφελεῖς εἶναι ἀκροάσεις, ἀποδιδράσκειν δὲ τὰς τῶν ἀνονήτων.
ΛΗʹ. Περὶ τῶν παρακροωμένων ἐπιβούλως τὰ ἀλλότρια.
ΛΘʹ. Περὶ ἀργολόγων, καὶ βαττολόγων, καὶ αἰσχρολόγων.
Μʹ. Περὶ ἀκοινωνήτων, καὶ ἀσυμφώνων πραγμάτων.
ΜΑʹ. Περὶ ἀπληστίας· ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος ὄρεξιν.
ΜΒʹ. Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγχοντι.
ΜΓʹ. Περὶ ἀστρολόγων. Μ∆ʹ. Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ' οἷς δρῶσι, καὶ ὑπὲρ ὧν τετυχήκασι· καὶ ὅτι τοῖς ἁγίοις ἐπαναπαύεται ὁ Θεός.
ΜΕʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν, καὶ κατὰ πόσους τρόπους κεχάρισται ἡμῖν παρὰ Θεοῦ τοῦ μόνου δυναμένου ἀφιέναι ἁμαρτίας, ὁ ἱλασμὸς τῶν πλημμελημάτων. Μϛʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ· καὶ ποσαχῶς τὸ ἀνάθεμα λαμβάνεται.
ΜΖʹ. Περὶ τοῦ ἄφυκτον εἶναι τὸν Θεὸν, καὶ ἀπερίγραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λέληθε.
ΜΗʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ καὶ ἐπέκεινα τῶν διατεταγμένων ἡμῖν ζητεῖν, ἢ περιεργάζεσθαι. Ἀνέφικτος γὰρ ἡμῖν, καὶ ἀκατάληπτος ἀνθρώποις οὖσιν ἡ τούτων εὕρεσις, καὶ ἀλυσιτελής.
ΜΘʹ. Περὶ ἀγάπης καὶ φόβου πρὸς τὸν Θεόν· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν.
Νʹ. Περὶ τῶν μὴ ἀγαπώντων τὸν Θεὸν, μηδὲ φοβουμένων αὐτόν.
ΝΑʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέγειν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν.
ΝΒʹ. Περὶ τοῦ, ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται.
ΝΓʹ. Περὶ τοῦ, ὅτι ἀγγέλους φύλακας ἡμῖν ἐπέστησεν ὁ Θεός. Ν∆ʹ. Περὶ ἀποφάσεως παρὰ Θεοῦ γινομένης· καὶ ὅτι οὐ δεῖ παρὰ τὰς ἐντολὰς τοῦ Θεοῦ φιλανθρωπεύεσθαι.
ΝΕʹ. Περὶ
ϛ
ἀνακαινισμοῦ τῶν ὁρωμένων· λέγω δὲ οὐρανοῦ καὶ γῆς.
Νʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων καταστάσεως· καὶ ὅτι ἐπίμοχθος καὶ ἐπώδυνός ἐστιν ὁ τῶν ἀνθρώπων βίος.
ΝΖʹ. Περὶ ἀναμαρτησίας· καὶ ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ εἰς ὁ Θεός.
ΝΗʹ. Περὶ τῶν ἁμαρτανόντων καὶ νομιζομένων λανθάνειν τὸν Θεόν.
ΝΘʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ προφητῶν, καὶ ἀποστόλων γινομένης.
Ξʹ. Περὶ ἀγάπης καὶ εἰρήνης, καὶ ὁμονοίας, καὶ εἰρηνοποιῶν.
ΞΑʹ. Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.
ΞΒʹ. Περὶ ἀκηδίας καὶ ἀθυμίας.
ΞΓʹ. Περὶ ἄφρονος καὶ ἀνοήτου. Ξ∆ʹ. Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων καὶ ψεγόντων τὸ δίκαιον.
ΞΕʹ. Περὶ
ϛ
ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον.
Ξʹ. Περὶ αἰσχύνης ἀγαθῆς.
ΞΖʹ. Περὶ αἰσχύνης πονηρᾶς.
ΞΗʹ. Περὶ ἀπογνώσεως· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἀπογινώσκειν ἑαυτῶν σωτηρίας.
ΞΘʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ.
Οʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν· ὅτι δεῖ ταῦτα προσφέρειν τῷ Θεῷ.
ΟΑʹ. Περὶ ἀπαντημάτων καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων.
ΟΒʹ. Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ κολαστήρια.
ΟΓʹ. Περὶ ἀμοιβῆς τῶν εὖ καὶ κατ' ἀρετὴν βιωσάντων ἐν ἀπεράντῳ μακαριότητι. Ο∆ʹ. Περὶ τῆς φοβερᾶς ἀναστάσεως.
ΟΕʹ. Περὶ τῆς ἁγίας, καὶ ἀκτίστου, καὶ συναϊδίου, καὶ ὁμοουσίου
ϛ
Τριάδος.
Οʹ. Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ μακαριότητι διάγουσι, λειτουργοῦντες τῇ σεβασμίῳ Τριάδι.
ΟΖʹ. Περὶ αἱρετικῶν, καὶ τῶν περὶ πίστιν λογομαχούντων, καὶ ἀμφισβητούντων· καὶ ὅτι οὐ χρὴ τὰς συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων. Στοιχεῖον Β.
Αʹ. Περὶ βασιλέως· ὅτι ἀλυσιτελὲς τὸ ἐξιέναι βασιλέα εἰς πόλεμον, καὶ βέλτιον διὰ μισθοφόρων, ἢ δώρων τοὺς πολεμίους ἀμείβεσθαι, οὐ δι' ἑαυτοῦ.
Βʹ. Περὶ βασιλέως χρηστοῦ, καὶ δικαίου, καὶ μισοπονήρου.
Γʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. ∆ʹ. Ὅτι χρὴ εὔχεσθαι ὑπὲρ τοῦ βασιλέως.
Εʹ. Περὶ βλασφημούντων
ϛ
καὶ μεγαλοῤῥημούντων. ʹ. Περὶ βασκάνων.
Ζʹ. Περὶ βιαίων καὶ ἀβιάστων πραγμάτων· καὶ ὅτι τὸ κατὰ δύναμιν φίλον Θεῷ ἐπὶ παντί.
Ηʹ. Περὶ βοηθείας καὶ ἀντιλήψεως ἀδικουμένων· ὅτι λίαν εὐάρεστον Θεῷ.
Θʹ. Περὶ βουλῆς Θεοῦ· ὅτι ἄτρεπτος καὶ ἀνέφικτος ἀνθρώποις, καὶ ἀπαράβατος διαμένει.
Ιʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ βοηθοῦντος πᾶσα ἐπιβουλὴ καὶ ἐπανάστασις ἐχθροῦ ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσιν.
ΙΑʹ. Περὶ βαπτίσματος καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας.
ΙΒʹ. Περὶ βεβαίου καὶ ἀβεβαίου ἀνδρός.
ΙΓʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πάντα πράττειν. Ι∆ʹ. Περὶ βραδυβουλῆς καὶ ἀβουλίας· καὶ ὅτι τὸ ἀπερίσκεπτον βλαβερόν.
ΙΕʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ιϛʹ. Περὶ βασιλείας οὐρανῶν. Στοιχεῖον Γ.
Αʹ. Περὶ γεωργίας καὶ γεωργῶν· ὅτι καλὸν τὸ ἐργάζεσθαι.
Βʹ. Περὶ γλυκολάλων.
Γʹ. Περὶ γέλωτος καὶ γελοιαστῶν. ∆ʹ. Περὶ γογγυστῶν καὶ μεμψιμοίρων.
Εʹ. Περὶ γενεᾶς ἀγαθῆς. ϛʹ. Περὶ γενεᾶς σκολιᾶς καὶ πονηρᾶς.
Ζʹ. Περὶ τῶν γνωσιμαχούντων, καὶ ἑαυτοὺς καταμεμφομένων.
Ηʹ. Περὶ τοῦ γνῶναι ἑαυτὸν καὶ τὰ οἰκεῖα μέτρα, καὶ μὴ ἐπαίρεσθαι.
Θʹ. Περὶ γνωστικῶν ἀνδρῶν· καὶ ποῖα ἀγαθὰ ἕψεται αὐτοῖς.
Ιʹ. Περὶ γερόντων ἐν ἀρετῇ καὶ συνέσει κοσμουμένων.
ΙΑʹ. Περὶ γερόντων ἐν ἀνοίᾳ καὶ κακίᾳ βιούντων.
ΙΒʹ. Περὶ γονέων χρηστῶν· καὶ ὅτι χρὴ διὰ σπουδῆς καὶ προσηκόντως τὰς τῶν τέκνων ἀναγωγὰς ποιεῖσθαι.
ΙΓʹ. Περὶ γονέων καταφρονητικῶς ἐχόντων τὰς τῶν τέκνων ἀναγωγάς. Ι∆ʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσιν.
ΙΕʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτάς. Ιϛʹ. Περὶ γυναικῶν κυϊσκουσῶν ἄρσεν ἢ θῆλυ· καὶ πόσας ἡμέρας οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου.
ΙΖʹ. Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ συνετῆς.
ΙΗʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. Στοιχεῖον ∆.
Αʹ. Περὶ διαθηκῶν καὶ κληρονόμων.
Βʹ. Περὶ διδασκαλίας· καὶ ὅτι οὐ πάντων τὸ διδάσκειν, ἀλλὰ σοφῶν καὶ πεπαιδευμένων.
Γʹ. Περὶ διδασκάλων αἱρετικῶν· καὶ ὅτι χρὴ φεύγειν αὐτούς. ∆ʹ. Περὶ διηγουμένων καὶ διδασκόντων μάταια.
Εʹ. Περὶ διανοουμένων καὶ ἐνθυμουμένων κακά. ϛʹ. Περὶ τῶν δικαιούντων ἑαυτοὺς, καὶ κατοφρυωμένων ἑτέρων.
Ζʹ. Περὶ δειλῶν, καὶ διψύχων, καὶ ἀκαταστάτων, καὶ ἀνάνδρων.
Ηʹ. Περὶ δικολόγων, καὶ τῶν κρίσεις ἀλλοτρίας ἀναδεχομένων.
Θʹ. Περὶ δείπνου καὶ συνεστιάσεως.
Ιʹ. Περὶ διαφορᾶς ἡδίστων καὶ ἡδυτέρων κατὰ σύγκρισιν.
ΙΑʹ. Περὶ διαφορᾶς καταστάσεως καὶ τρόπων, καὶ ἀνομοιότητος γνωμῶν· ὅτι οὐ πάντες τοῖς αὐτοῖς ἀρέσκονται.
ΙΒʹ. Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται καὶ κατορθοῦται, ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλμένων, καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς.
ΙΓʹ. Περὶ διακρίσεως· ὅτι χρὴ ἐπὶ παντὶ πράγματι διάκρισιν καὶ φόβον Θεοῦ ἔχειν. Ι∆ʹ. Περὶ διαγνώσεως, καὶ πείρας ἠθῶν, καὶ κρυφίων τρόπων ἀνδρός.
ΙΕʹ. Περὶ δωροδοκίας. Ιϛʹ. Περὶ δημηγερτῶν λοιμῶν· καὶ ὅτι χρὴ φεύγειν καὶ ἐκκλίνειν τὰς τοῦ δήμου ἀνασοβὰς καὶ ἀσυμφωνίας.
ΙΖʹ. Περὶ δυσκινήτων καὶ ἀργοφάγων, λουππαίων, καὶ ἀνασεσοβημένων, καὶ πεφαντασμένων ἐπ' ὀλέθρῳ.
ΙΗʹ. Ὅτι χρὴ τὰ δεύτερα ἐν πᾶσι προθεωρεῖν καὶ περισκοπεῖν· τρεπτὰ γὰρ τὰ ἀνθρώπινα ἅπαντα καὶ ἄδηλα.
ΙΘʹ. Περὶ δομάτων καὶ δωρεῶν ἀγαθῶν· ὅτι παρὰ Θεῷ πᾶν ἀγαθόν.
Κʹ. Περὶ τῶν δουλευόντων Θεῷ· ὅτι χρὴ τούτους τιμᾷν καὶ σέβειν, καὶ τὰ πρὸς χρείαν προσάγειν.
ΚΑʹ. Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς Κύριος ἐκ πειρασμῶν, καὶ ἐν εὐφροσύνῃ ἔτη πολλὰ ζῶσι· καὶ ὅτι ὑπὸ Θεοῦ ἀγαπῶνται, καὶ εὐλογοῦνται οἱ οἶκοι τῶν δικαίων.
ΚΒʹ. Περὶ δικαίων, καὶ εὐχῆς παρ' αὐτῶν γινομένης· ὅτι δεκτὴ καὶ τιμία παρὰ Θεῷ.
ΚΓʹ. Περὶ δικαίων· καὶ ὅτι περιφρονοῦνται ὑπὸ ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται. Κ∆ʹ. Περὶ δικαίων· ὅτι τίμιος παρὰ Θεῷ ὁ θάνατος αὐτῶν, καὶ ὡς ἡ μνήμη αὐτῶν ἐγκωμιάζεται.
ΚΕʹ. Περὶ τῶν τοὺς δικαίους καὶ ἀγαθοὺς ἄνδρας
ϛ
τιμώντων.
Κʹ. Περὶ τῶν δικαίους καὶ ἀγαθοὺς ἄνδρας ἀτιμαζόντων.
ΚΖʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς.
ΚΗʹ. Περὶ διαβόλου, ἤτοι Σατανᾶ, καὶ δαιμόνων.
ΚΘʹ. Περὶ δυνάμεως Θεοῦ.
Λʹ. Περὶ δημιουργίας τοῦ κόσμου· καὶ ὅτι πάντα ὑπὸ Θεοῦ γεγένηται, καὶ οὐδὲν ὑπ' αὐτοῦ εἰκῆ ἢ περιττὸν γέγονεν.
ΛΑʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν αὐτὸν καὶ ἁγιάζειν· ὁ δὲ μὴ τοῦτο δρῶν, εὐθύνας εἰσπράττεται· καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός.
ΛΒʹ. Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρτάνειν εἰς Θεόν· καὶ ὅτι οὐ χρὴ δυσπιστεῖν ἔν τινι τῷ Θεῷ. Πάντα γὰρ δυνατὰ αὐτῷ.
ΛΓʹ. Περὶ δυσπιστίας. Λ∆ʹ. Περὶ
ϛ
διγλώσσου.
ΛΕʹ. Περὶ δικαστῶν ἀδικάστων, καὶ καθαρὰς ἐχόντων τὰς χεῖρας. Λ. Περὶ δικαστῶν δωροδεκουμένων, καὶ ἀθέσμως κρινόντων.
ΛΖʹ. Περὶ δεσποτῶν χρηστῶν.
ΛΗʹ. Περὶ δεσποτῶν μοχθηρῶν.
ΛΘʹ. Περὶ δούλων χρηστῶν.
Μʹ. Περὶ δούλων πονηρῶν.
ΜΑʹ. Περὶ δυσαρεστουμένων.
ΜΒʹ. Περὶ δόξης καὶ τιμῆς· καὶ ὅτι οὐ χρὴ τὴν ἰδίαν δόξαν ἑτέρῳ παρέχειν.
ΜΓʹ. Περὶ δανειστῶν χρηστῶν. Μ∆ʹ. Περὶ δανειστῶν πονηρῶν.
ΜΕʹ. Περὶ δανειζομένων· καὶ ὅτι χρὴ εὐγνωμονεῖν τοῖς κυριοχρέοις. Μϛʹ. Περὶ δανειζομένων καὶ εὐγνωμονούντων. Στοιχεῖον Ε.
Αʹ. Περὶ ἐντολῶν Θεοῦ· ὅτι σωτήριοι καὶ ζωοποιοὶ, καὶ κατὰ πάντα εὐθεῖαι, καὶ ἁγίαι, καὶ δίκαιαι.
Βʹ. Περὶ τῶν μὴ φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.
Γʹ. Περὶ εὐοδουμένων ἐν τοῖς ἔργοις αὐτῶν. ∆ʹ. Περὶ τῶν οὐκ εὐοδουμένων.
Εʹ. Περὶ ἔργων καὶ πράξεων· ὅτι χρὴ πρὸ πάσης ἐργασίας τῇ τοῦ Θεοῦ μνήμῃ καὶ εὐχαριστίᾳ ἁγιάζεσθαι. ϛʹ. Περὶ ἐξουσίας καὶ δυναστείας· ὅτι παρὰ Κυρίου πᾶν κράτος.
Ζʹ. Περὶ ἐπαίνων καὶ ἐγκωμίων, καὶ τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα.
Ηʹ. Περὶ ἐγκαταλείψεως· ὅτι τὸ ἐρημωθῆναι τῆς τοῦ Θεοῦ βοηθείας καὶ σκέπης, παντὸς δεινοῦ χαλεπώτερον.
Θʹ. Περὶ ἐνδείας καὶ ἀπορίας.
Ιʹ. Περὶ ἐπαγωγῶν κατὰ κρίσιν δικαίαν Θεοῦ ἐπιφερομένων ἡμῖν.
ΙΑʹ. Περὶ ἐκδικήσεως καὶ εἰσπράξεως ἁμαρτιῶν· ὅτι οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐφ' ἁμαρτίαις ὁ φιλάνθρωπος ἡμῶν Κύριος διορθούντων ἑαυτούς.
ΙΒʹ. Περὶ ἐπαιτίας.
ΙΓʹ. Περὶ ἐπιθυμίας· ὅτι οὐ χρὴ ἀκρίτως καὶ ἀνεξετάστως ταῖς οἰκείαις ἐξακολουθῆσαι ἐπιθυμίαις, κἂν δοκῶσιν ἀγαθαὶ εἶναι. Ἐκ τούτων γὰρ δελεαζόμεθα, οἷα ἀσθενέστεροι πρὸς τὰ μὴ λυσιτελοῦντα. Ι∆ʹ. Περὶ ἐπιθυμιῶν ἁγίων ἀνδρῶν.
ΙΕʹ. Περὶ ἐπικουρείας· ὅτι καλὸν τὸ ἐπικουρεῖν τοῖς δεομένοις. Ιϛʹ. Περὶ εὐεργεσίας ἢ προσφορᾶς ἐξ ἀδίκων γινομένης· ὅτι ἀπρόσδεκτος παρὰ Θεῷ.
ΙΖʹ. Περὶ ἐπιχειρούντων ἀλλήλοις.
ΙΗʹ. Περὶ ἐπινοήτου, καὶ εὐμηχάνου, καὶ ἐμπείρου, καὶ εὐμαθοῦς.
ΙΘʹ. Περὶ ἐγγυῆς καὶ ἐγγυητοῦ.
Κʹ. Περὶ ἐνεχύρων.
ΚΑʹ. Περὶ ἐχθρῶν· ὅτι οὐ δεῖ ἀδιαλλάκτως μεῖναι πρὸς τοὺς ἐπταικότας, οὐδὲ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ καὶ πτώμασιν αὐτῶν.
ΚΒʹ. Περὶ ἐγκρατείας.
ΚΓʹ. Περὶ ἐπικοίνων πραγμάτων. Κ∆ʹ. Περὶ ἐλέγχοντος καὶ ἐπιτιμῶντος· ὅτι χρεὼν τῷ τοιούτῳ συνεσκιασμένως καὶ μὴ ἐμβριθῶς προσάγειν τὸν ἔλεγχον, ὅτι διαβρωτικόν· ἀναβιβάζειν δὲ πρὸς τὰ βέλτιστα ἡμερότητι τὸν ὑπεύθυνον.
ΚΕʹ. Περὶ εὐπραγίας καὶ δυσπραγίας. Κϛʹ. Περὶ ἐνόχων θανάτου· καὶ ὅτι οὐδεὶς ὑπὲρ ἑτέρου ἀποθανεῖται, οὐ γονεῖς ὑπὲρ τέκνων, οὐ τέκνα ὑπὲρ γονέων.
ΚΖʹ. Περὶ ἐνεδρεύοντος εἰς ἐπιβουλὴν τοῦ πλησίον· καὶ ὅτι αὐτὸς ἐμπεσεῖται.
ΚΗʹ. Περὶ ἐμπορίας· καὶ ὅτι αἱ περὶ τὰ βιωτικὰ ἐνδελεχεῖς ἀσχολίαι συγχέουσιν ἡμῶν τὴν ζωὴν, καὶ ἀποστεροῦσι τῶν πνευματικῶν καὶ αἰωνίων ἀγαθῶν.
ΚΘʹ. Περὶ ἐνυπνίων, καὶ μαντειῶν, καὶ οἰωνισμῶν.
Λʹ. Περὶ τῶν ἑαυτοὺς διεκδικούντων· ὅτι οὐ χρή.
ΛΑʹ. Περὶ ἑκουσίων καὶ ἀκουσίων, εἴτε κατορθωμάτων, εἴτε ἁμαρτημάτων ἐν γνώσει καὶ ἀγνοίᾳ γινομένων.
ΛΒʹ. Περὶ εὐχαριστίας πρὸς Θεόν· ὅτι οὐ χρὴ ἀνεπιληθήτως ἔχειν τὰς εὐεργεσίας αὐτοῦ.
ΛΓʹ. Περὶ τῶν μὴ εὐχαριστούντων, ἀλλὰ ἀχαριστούντων καὶ ἀγνωμούντων. Λ∆ʹ. Περὶ εὐνούχων καὶ ἀγάμων.
ΛΕʹ. Περὶ ἐγγαστριμύθων, καὶ ἐπαοιδῶν, καὶ οἰωνιζομένων. Λϛʹ. Περὶ εἰδώλων καὶ εἰδωλολατρῶν.
ΛΖʹ. Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίσαι τινά.
ΛΗʹ. Περὶ ἐλπίδος εἰς Θεόν· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας· ὅτι οὐδεὶς ἐλπίσας εἰς Θεὸν κατῃσχύνθη.
ΛΘʹ. Περὶ τῶν μὴ εἰς Θεὸν τὴν ἐλπίδα καὶ πεποίθησιν ἐχόντων· ἀλλὰ πεποιθότες ἐπὶ πλούτῳ καὶ ἀνθρώποις.
Μʹ. Περὶ ἐκκλησίας Θεοῦ, καὶ θυσιαστηρίου· καὶ ὅτι οὐ δεῖ ἐν ἐκκλησίᾳ ἐσθίειν.
ΜΑʹ. Περὶ ἑορτῆς.
ΜΒʹ. Περὶ εὐλογίας ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ τῶν ἀποστόλων γινομένης.
ΜΓʹ. Περὶ εὐχῆς· ὅσα δι' εὐχῆς κατορθοῦται ἡμῖν. Μ∆ʹ. Περὶ ἐλεημοσύνης καὶ εὐποιίας εἰς πτωχούς.
ΜΕʹ. Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεονεκτούντων καὶ
ϛ
ἀδικούντων.
Μʹ. Περὶ ἐργολαβητῶν, καὶ εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων.
ΜΖʹ. Περὶ ἐπισκόπων χρηστῶν καὶ φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.
ΜΗʹ. Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.
ΜΘʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων χρηστῶν, καὶ μισθίων χρηστῶν.
Νʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων πονηρῶν. Στοιχεῖον Ζ.
Αʹ. Περὶ τοῦ ἐπιζητεῖν τὸν Θεὸν, καὶ αὐτῷ ἕπεσθαι, καὶ ἀκολουθεῖν, καὶ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ διαπράττεσθαι.
Βʹ. Περὶ ζώων ἀλόγων, φυσικῇ σοφίᾳ κεκοσμημένων.
Γʹ. Περὶ ζήλου ἀγαθοῦ καὶ μιμήσεως χρηστῆς. ∆ʹ. Περὶ ζήλου καὶ μιμήσεως πονηρᾶς.
Εʹ. Περὶ ζυγῶν,
ϛ
καὶ σταθμῶν, καὶ μέτρων δικαίων. ʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων. Στοιχεῖον Η.
Αʹ. Περὶ ἡμέρας ἀγαθῆς καὶ ἑορταστικῆς.
Βʹ. Περὶ ἡμέρας σκληρᾶς καὶ θλιβερᾶς.
Γʹ. Περὶ ἡμέρας καὶ νυκτός. ∆ʹ. Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ ἀντιχρίστου. Στοιχεῖον Θ.
Αʹ. Περὶ θρασέων καὶ ἀνδρείων.
Βʹ. Περὶ θρασέων καὶ τολμηρῶν.
Γʹ. Περὶ θεληματαρίων καὶ πεισματικῶν, καὶ αὐταρέσκων· ὅτι βαρὺ τὸ πάθος ∆ʹ. Περὶ τοῦ μὴ θαῤῥῆσαι, μηδὲ ἐμπιστεῦσαι ἑκάστῳ τὰ καθ' ἑαυτούς.
Εʹ. Περὶ θείας μυσταγωγίας. ϛʹ. Περὶ θυσιῶν· καὶ ὅτι τὰς κιβδήλους θυσίας ὁ Θεὸς οὐ προσδέχεται.
Ζʹ. Περὶ θείων λογίων· ὅτι χρὴ σπουδαίους εἶναι εἰς τὴν τούτων ἀκρόασιν.
Ηʹ. Περὶ τῶν θείων, καὶ κατὰ Χριστὸν μυστηρίων.
Θʹ. Περὶ θλιβομένων, καὶ φροντιζόντων, καὶ λύπης.
Ιʹ. Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως.
ΙΑʹ. Περὶ θανόντων, καὶ πενθούντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τοῖς ἀπελθοῦσι πενθεῖν.
ΙΒʹ. Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γινομένου.
ΙΓʹ. Περὶ θαλάσσης. Ι∆ʹ. Περὶ θερισμοῦ καὶ τρυγητοῦ.
ΙΕʹ. Περὶ θηρευτῶν. Ιϛʹ. Περὶ θυγατρὸς σεμνῆς καὶ κοσμίας.
ΙΖʹ. Περὶ θυγατρὸς ἀσέμνου καὶ ἀκόσμου. Στοιχεῖον Ι.
Αʹ. Περὶ ἰσότητος· ὅτι ἰσότης φιλαδελφίας ἐστὶ μήτηρ καὶ τροφὸς, ἔν τε τοῖς πνευματικοῖς, ἔν τε τοῖς σαρκικοῖς.
Βʹ. Περὶ ἱματισμοῦ· καὶ ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ κεχρῆσθαι.
Γʹ. Περὶ ἰατρῶν καὶ ἰατρείας. ∆ʹ. Περὶ ἱερατικῶν, καὶ τῶν τῷ Θεῷ ἀνακειμένων· ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντα ἅπτεσθαι ἱερατικοῦ σκευῆς.
Εʹ. Περὶ ἰσότητος· ὅτι ἴση παρὰ Θεῷ τάξις πλουσίου καὶ πένητος. Στοιχεῖον Κ.
Αʹ. Περὶ τοῦ κόσμου, καὶ τῆς παρὰ Θεοῦ γενομένης παγκάλλου καὶ ποικίλης κτίσεως αὐτοῦ· καὶ ὅτι οὐδὲν αὐτόματον, ἢ αὐτοσχέδιον ἐν αὐτῷ, οὔτε ἐν ὁρατοῖς, οὔτε ἐν ἀοράτοις.
Βʹ. Περὶ καιροῦ· ὅτι καιρὸς τῷ παντὶ πράγματι.
Γʹ. Περὶ καρτερίας καὶ παραμονῆς· ὅτι ἀνυτικὸν τῶν ζητουμένων τὸ καρτερικόν. ∆ʹ. Περὶ κάλλους καὶ εὐπρεπείας σώματος· ὅτι οὐκ ἐν τούτοις, ἀλλ' ἐν τῇ τῆς ψυχῆς ὡραιότητι ὁ Θεὸς ἐπαναπαύεται.
Εʹ. Περὶ καλλωπιζομένων· ὅτι βδέλυγμα παρὰ Κυρίῳ τοῦ σώματος καλλωπισμὸς, ὅτι ἑταιρικόν. ϛʹ. Περὶ κομπαζόντων καὶ φανταζομένων.
Ζʹ. Περὶ καυχήσεως καὶ ἐπάρσεως· ὅτι ἐπιβλαβὲς τὸ πρᾶγμα. Χρῆναι γὰρ μὴ ἑαυτοῖς ἐπιγράφειν τὰ ὡς εἰκὸς κατωρθωμένα, ἀλλὰ τῷ αἰτίῳ, συνεργῷ τῶν ἀγαθῶν Θεῷ, καὶ αὐτῷ ἀναπέμπειν τὰ εὐχαριστήρια.
Ηʹ. Περὶ κακοφρόνων καὶ κακοβούλων.
Θʹ. Περὶ κακοποιῶν.
Ιʹ. Περὶ κατηφείας καὶ σκυθρωπότητος.
ΙΑʹ. Περὶ καλοηθῶν καὶ καταστάσεως τρόπων αὐτῶν.
ΙΒʹ. Περὶ κακοηθῶν καὶ κακοτρόπων.
ΙΓʹ. Περὶ καταλαλιᾶς καὶ διαβολῆς· ὅτι βαρύτατον τὸ πάθος, καὶ τῷ κεκτημένῳ, καὶ τῷ ἐπικοινωνοῦντι. Ι∆ʹ. Περὶ κωφῶν.
ΙΕʹ. Περὶ καθαρᾶς καρδίας, καὶ τῶν συνειδὸς καθαρὸν ἐχόντων. Ιϛʹ. Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν ἄδικον ἐχόντων.
ΙΖʹ. Περὶ κακουργῶν· ὅτι χρὴ τάχιστα κατὰ τὸν νόμον καταστέλλειν τούτους, πρὸς εἰρήνην καὶ εὐνομίαν τοῦ λαοῦ, καὶ ἀναχαιτισμοῦ τοῦ κακοῦ.
ΙΗʹ. Περὶ τῶν καταφρονητικῶς περὶ τὴν σωτήριον τοῦ Κυρίου εἰς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διακειμένων μακροθυμίαν.
ΙΘʹ. Περὶ κρείττονος· ὅτι οὐ δεῖ πρὸς κρείττονας φιλονεικεῖν.
Κʹ. Περὶ τοῦ μὴ κρίνειν, καὶ κατακρίνειν, καὶ καταγινώσκειν ἀλλήλων, καὶ ψόγους παρατιθέναι.
ΚΑʹ. Περὶ κλεπτῶν, καὶ τῶν συγκοινωνούντων αὐτοῖς.
ΚΒʹ. Περὶ κινδύνων καὶ περιστάσεων· ὅτι χρὴ ἐκκλῖναι καὶ διαδράναι τὰς τούτων ἐπιδρομάς.
ΚΓʹ. Περὶ κριμάτων Θεοῦ ἀνεκφράστων καὶ ἀνεκδιηγήτων· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν ἢ ἰλιγγιᾶν ἐφ' οἷς δίκαιοι πολλάκις δυσπραγοῦσιν, ἄδικοι δὲ ἔσθ' ὅτε κατὰ τὸν βίον εὐπραγοῦσιν. Ἄῤῥητος γὰρ ἡ τῶν τοιῶνδε αἰτία, καὶ μόνῳ Θεῷ ἐγνωσμένη. Κ∆ʹ. Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ· καὶ τὰ πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμει ὁ Θεὸς, καὶ πρόσωπον οὐ λαμβάνει.
ΚΕʹ. Περὶ καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. Στοιχεῖον Λ.
Αʹ. Περὶ λοιδορίας.
Βʹ. Περὶ λόγου, καὶ τοῦ ἐν τούτῳ ἐπαίνου καὶ ψόγου.
Γʹ. Περὶ λιμοῦ, καὶ τῆς ἐκ τούτου ἀνάγκης. ∆ʹ. Περὶ λύπης, καὶ λυπουμένων, καὶ πενθούντων. Οὐ καλὸν δὲ τὸ ὑπερμετρεῖν. Στοιχεῖον Μ.
Αʹ. Περὶ μεθυστῶν καὶ ἀσώτων.
Βʹ. Περὶ μαθητευομένων· ὅτι χρὴ σπουδαίως ἐρωτᾷν, καὶ μανθάνειν τὰ ψυχωφελῆ, καὶ γνῶσιν πνευματικήν.
Γʹ. Περὶ μισομαθῶν. ∆ʹ. Περὶ μυστηρίων· ὅτι προδοσία πρὸς θάνατον τὸ ἐκφερομυθεῖν τὰ
ϛ
φίλων μυστήρια.
Εʹ. Περὶ μάχης, καὶ τῶν ἐν μάχαις συμβαινόντων. ʹ. Περὶ μεταχειριζομένων καὶ μεταβαλλόντων τοὺς ταρασσομένους, καὶ τεθυμωμένους, καὶ ἐξηγριωμένους.
Ζʹ. Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν, τουτέστι βδελυγμάτων· ὅτι ἄθεσμα καὶ ἐκκήρυκτα, καὶ ἀπηγορευμένα τῇ ἱερᾷ Γραφῇ ταῦτα πάντα, καὶ τὰ ὅμοια.
Ηʹ. Περὶ ματαιοπονούντων, καὶ μάταια φρονούντων.
Θʹ. Περὶ μεταβολῆς πραγμάτων· καὶ ὅτι οὐδὲν ἐπίμονον ἐν βίῳ, ἀλλὰ πάντα ἐν βουλήσει καὶ χειρὶ Θεοῦ. Ιʹ Περὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίζειν τινά.
ΙΑʹ. Περὶ μισοπονηρίας Θεοῦ, καὶ τῶν ἀπαρεσκόντων αὐτῷ.
ΙΒʹ. Περὶ μισοπονηρίας, καὶ τῶν τὰ ἄτοπα ἀποστρεφομένων.
ΙΓʹ. Περὶ μετανοίας, καὶ ἐξομολογήσεως. Ι∆ʹ. Περὶ τῶν εἰς μετάνοιαν μὴ ἐπιστρεφόντων.
ΙΕʹ. Περὶ μισαδελφίας. Ιϛʹ. Περὶ μοναχῶν χρηστῶν, καὶ ἡγουμένων ἀγαθῶν.
ΙΖʹ. Περὶ μοναχῶν παλιμβούλων, καὶ παλινδρομούντων εἰς κακίαν.
ΙΗʹ. Περὶ μισέργων, καὶ ὀκνηρῶν, καὶ καταφρονούντων, καὶ ῥᾳθυμούντων.
ΙΘʹ. Περὶ μίσους, καὶ ἔχθρας, καὶ τὰς μάχας συναπτόντων. Στοιχεῖον Ν.
Αʹ. Περὶ νέων παιδείᾳ καὶ συνέσει κοσμουμένων.
Βʹ. Περὶ νέων ἐν ἀφροσύνῃ καὶ ἀνοίᾳ ζώντων.
Γʹ. Περὶ νέων καὶ ἀγαθῶν ἀρχόντων. ∆ʹ. Περὶ νέων καὶ πονηρῶν ἀρχόντων.
Εʹ. Περὶ νοσούντων, καὶ
ϛ
ἀσθενούντων· ὅτι χρὴ ἐπισκέπεσθαι αὐτούς. ʹ. Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας· καὶ ὅτι πειρατήριον καὶ ἐπικίνδυνον βίον ζῶμεν.
Ζʹ. Περὶ νεογάμων.
Ηʹ. Περὶ νηστείας καὶ ἐγκρατείας. Στοιχεῖον Ξ.
Αʹ. Περὶ ξένων καὶ φιλοξενίας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος πάντοτε. Στοιχεῖον Οʹ.
Αʹ. Περὶ οἴκου καὶ οἰκειακῆς καταστάσεως· καὶ ὅτι οὐ καλὸν ἀλλοτρίοις συχνάζειν οἴκοις, καὶ ἀκροᾶσθαι ἀλλότρια.
Βʹ. Περὶ ὀνειδισμοῦ ἀγαθοῦ κατὰ Θεὸν, καὶ ὀνειδισμοῦ ἐπὶ κακοπραγίᾳ· καὶ ὅτι οὐδὲ συμφέρον ὀνειδίζειν.
Γʹ. Περὶ ὁδοῦ ἀγαθῆς. ∆ʹ. Περὶ ὁδοῦ κακῆς.
Εʹ. Περὶ ὁμοιοτρόπων, καὶ ὁμοιογενῶν, καὶ ὁμοιοηθῶν. ϛʹ. Περὶ ὁροθεσιῶν.
Ζʹ. Περὶ ὅρκων καὶ ὅρων οὐκ ἀγαθῶν· ὅτι οὐ δεῖ ἐμμένειν αὐτοῖς.
Ηʹ. Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ χρὴ μάταιον λαμβάνειν ὅρκον, ἢ ὅλως ὀμνύειν.
Θʹ. Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων καὶ ἐπιορκούντων.
Ιʹ. Περὶ ὀλιγοδείας, καὶ ἀκτημοσύνης, καὶ αὐταρκείας.
ΙΑʹ. Περὶ ὀρφανῶν καὶ χηρῶν.
ΙΒʹ. Περὶ οἴνου καὶ χρήσεως αὐτοῦ.
ΙΓʹ. Περὶ οἰήσεως καὶ φυσιώσεως. Ι∆ʹ. Περὶ ὀλιγοβίων καὶ μακροβίων.
ΙΕʹ. Περὶ ὀφθαλμῶν καὶ ὁράσεως. Ιϛʹ. Περὶ ὀνόματος χρηστοῦ καὶ χάριν ἔχοντος.
ΙΖʹ. Περὶ ὀνόματος οὐ χρηστοῦ καὶ χάριν μὴ ἔχοντος.
ΙΗʹ. Περὶ τοῦ, ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός· καὶ ὅτι οὔτε ὂν, οὔτε ἐνυπόστατον φύσει τὸ κακόν.
ΙΘʹ. Περὶ ὀνόματος Θεοῦ. Στοιχεῖον Π.
Αʹ. Περὶ πολιτείας ἀνεπιλήπτου καὶ θεαρέστου.
Βʹ. Περὶ παιδείας παρὰ Θεοῦ, καὶ τῶν εὐχαρίστως καὶ εὐγενῶς δεχομένων, καὶ φερόντων τὰ ἐπερχόμενα· οὕτως γὰρ χρεών.
Γʹ. Περὶ τῶν παιδείαν Θεοῦ σωτήριον πρὸς διόρθωσιν μὴ δεχομένων. ∆ʹ. Περὶ παῤῥησίας· καὶ πῶς δυνατὸν εὐπαῤῥησίαστόν τινα γενέσθαι.
Εʹ. Περὶ προσφορῶν εὐαγῶν, καὶ εὐπροσδέκτων, καὶ ἐναγῶν, καὶ ἀπροσδέκτων. ϛʹ. Περὶ πείρας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν Θεόν.
Ζʹ. Περὶ πειρασμῶν· καὶ ὅτι οἱ μὲν ἔξωθεν εἰς φανέρωσιν τῆς κατὰ τὸ κρυπτὸν ἡμῶν προαιρέσεως ἐπιφύονται, οἱ δὲ ἔξω ἡμῶν αὐτῶν ἀναφυόμενοι, ἡμᾶς αὐτοὺς αἰτίους, εἴτε πρὸς ἔπαινον, εἴτε πρὸς ψόγον ἔχουσιν.
Ηʹ. Περὶ παραχωρητικῶν καὶ εὐείκτων ἀνθρώπων· ὅτι εἰρηνικὸν καὶ ψυχωφελὲς τοῦτο.
Θʹ. Περὶ πεισματικῶν, καὶ μὴ ἀνεχομένων ὑπείκειν βραχὺ καὶ ἡττᾶσθαι.
Ιʹ. Περὶ περιστάσεων· ὅτι οὐ χρὴ ἀντιμάχεσθαι ταῖς περιστάσεσιν, εἰ καὶ δυνατοὶ ὦμεν, καὶ μὴ κατοφρυοῦσθαι τῶν κατεξανισταμένων. Οὐ γὰρ λυσιτελές.
ΙΑʹ. Περὶ πολέμου καὶ πολεμικῶν νόμων· καὶ ὅτι ἐξ ἡμετέρων ἁμαρτιῶν κινοῦνται οἱ πόλεμοι καθ' ἡμῶν.
ΙΒʹ. Περὶ πολέμου ἐμφυλίου.
ΙΓʹ. Περὶ πραίδας καὶ προνομῆς. Ι∆ʹ. Περὶ παροξύνοντος καὶ παραπικραίνοντος.
ΙΕʹ. Περὶ παρατηρήσεως καὶ οἰωνισμοῦ. Ιϛʹ. Περὶ προθέσεως ἀγαθῆς, καὶ προαιρέσεως, καὶ πολιτείας σεμνῆς· ὅτι βούλεται ὁ Θεὸς μετὰ τῆς αὐτοῦ ἀντιλήψεως πρόθεσιν ἀγαθὴν περὶ τὰ καλὰ ἔργα, εἰς ἃ καὶ ἔπλασεν ἔχειν ἡμᾶς, ἵνα ὡς ἀγαθῶν ἐργάται τιμῶν ἀξιωθείημεν παρ' αὐτοῦ.
ΙΖʹ. Περὶ πλανώντων καὶ πλανωμένων.
ΙΗʹ. Περὶ πλαστολόγων.
ΙΘʹ. Περὶ πλαστογράφων.
Κʹ. Περὶ πόλεως ἀσεβείας καὶ ἀνομίας πεπληρωμένης.
ΚΑʹ. Περὶ πολυπείρων καὶ πολυμαθῶν.
ΚΒʹ. Περὶ παραθήκης.
ΚΓʹ. Περὶ πιστοῦ, καὶ ἰσοψύχου, καὶ μυστηριακοῦ ἀνθρώπου· ὅτι σπάνιον εὑρεῖν. Κ∆ʹ. Περὶ παραμονῆς, καὶ παραμενόντων· ὅτι παραμονὴ ἔργον ἀνύει· καὶ χρὴ οὐ μόνον εὐνοϊκῶς, ἀλλὰ καὶ παραμονητικῶς διακεῖσθαι πρὸς τοὺς προσλαβόντας, καὶ μηδένα ὡς ἔτυχε, καὶ ἀνεξετάστως εἰς ὑπηρεσίαν παραμονῆς
ϛ
εἰσδέχεσθαι.
ΚΕʹ. Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν.
Κʹ. Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων.
ΚΖʹ. Περὶ πονηρῶν, καὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν ἀνδρῶν.
ΚΗʹ. Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας.
ΚΘʹ. Περὶ πλησμονῆς, καὶ κόρου, καὶ γαστριμαργίας.
Λʹ. Περὶ πνευματικῆς προκοπῆς.
ΛΑʹ. Περὶ τῶν προσκαίρων καὶ τῶν αἰωνίων ἀγαθῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμᾷν.
ΛΒʹ. Περὶ προνοίας· ὅτι κήδεται καὶ προνοεῖται ἡμῶν ὁ Θεός.
ΛΓʹ. Περὶ προσπαθείας καὶ μερίμνης· ὅτι χρὴ ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα. Λ∆ʹ. Περὶ προφητῶν ἀνδροφονησάντων καὶ εὐαρεστησάντων
ϛ
Θεῷ. ΛΕʹ. Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας. Λʹ. Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπάνειν. Πάντα γὰρ αὐτῷ μόνῳ γνωστά. ΛΖʹ. Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ. ΛΗʹ. Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοιτίας. ΛΘʹ. Περὶ πείρας καὶ ἀπειρίας. Μʹ. Περὶ πραότητος καὶ εὐλαβείας. ΜΑʹ. Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλου. ΜΒʹ. Περὶ πολιτείας ψεκτῆς ἀνηκόων, καὶ ἀνυποτάκτων, καὶ κακοηθῶν, καὶ πανουργῶν. ΜΓʹ. Περὶ πτωχῶν, καὶ πενήτων εὐγενῶς τὸν τῆς πτωχείας ζυγὸν φερόντων· καὶ ὅτι οὐ χρὴ αὐτοὺς ἐκκλίνειν ἢ ἐξουθενεῖν. Μ∆ʹ. Περὶ πτωχῶν καὶ πενήτων ἀχαρίστων καὶ βλασφήμων. ΜΕʹ. Περὶ παίδων τιμώντων γονεῖς, καὶ ὅσα ἕπεται ἀγαθὰ τοῖς ὑπακούουσιν αὐτοῖς. Μ ʹ. Περὶ πατραλοίων καὶ μητραλοίων· καὶ ὅσα ἕψεται αὐτοῖς ἀπειθοῦσι κακά. ΜΖʹ. Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα καὶ σωφρονίζειν· εἰ γὰρ τοῦτο μὴ πράξωσι, τῆς ἐξ ἐκείνων γινομένης ἁμαρτίας καὶ αὐτοὶ μεθέξουσι. ΜΗʹ. Περὶ πρεσβυτέρων. ΜΘʹ. Περὶ προσφυγίου, καὶ τῶν προσφευγόντων ἐν ἱεροῖς τόποις· ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι. Νʹ. Περὶ πράσεως καὶ ἀγορασίας. ΝΑʹ. Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν, καὶ ἐπὶ ἀγαθῷ, καὶ ἐπὶ κακῷ ἐξετάζει ὁ Θεός. ΝΒʹ. Περὶ παιδείας Θεοῦ κατὰ δοκιμὴν καὶ πεῖραν γινομένης. ΝΓʹ. Περὶ πλουσίων εὖ καὶ προσηκόντως βιούντων. Ν∆ʹ Περὶ πλουσίων οὐκ εὖ βιούντων. ΝΕʹ. Περὶ τοῦ πλησίον· ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ ἀντιλαμβάνεσθαι αὐτοῦ· καὶ ἐλέγχειν ἀγαπητικῶς τὰ ὡς εἰκὸς γενόμενα παρ' αὐτοῦ κακῶς, καὶ μὴ μνησικακεῖν αὐτῷ. Στοιχεῖον Ρ. Αʹ. Περὶ ῥᾳθυμούντων, καὶ ἀμελούντων, καὶ καταφρονούντων. Βʹ. Περὶ ῥεμβομένων, καὶ πλανωμένων. Στοιχεῖον Σ. Αʹ. Περὶ συγγενῶν· ὅτι χρὴ φιλοτίμως ἔχεσθαι τῆς τούτων κηδεμονίας. Β. Περὶ τοῦ συμπεριφέρεσθαι ἀλλήλοις, καὶ τὴν ἑνότητα ποθεῖν. Τὸ γὰρ ἀπεσχισμένον τάχος ἐπιβουλεύεται. Γʹ. Περὶ τῶν ἑαυτοὺς συνιστανόντων· ὅτι μάτην κοπιῶσι. Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν ἐκ θείας ψήφου τὸ βέβαιον καὶ καθαρὸν ἔχει. ∆ʹ. Περὶ σαρκικῶν ἀνθρώπων τῶν τοῖς σαρκικοῖς πάθεσι καταδεδουλωμένων. Εʹ. Περὶ συνηθείας πονηρᾶς· καὶ ὅτι δυνατὸν ἀποσυνηθίσαι τῶν κακῶν, ὅτι μὴ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως τὸ κακόν. ʹ. Περὶ σκανδάλων· ὅτι χρὴ πάσῃ δυνάμει φυλάττεσθαι, μὴ δοῦναι πρόσκομμα σκανδάλου μηδενί. Τῷ γὰρ αἰτίῳ τὸ κακὸν ἐπιγράφεται. Ζʹ. Περὶ συνεδρίου· ὅτι ἐπικίνδυνον καὶ ἐπιβλαβὲς τὸ συνελθεῖν καὶ ἐπικοινωνῆσαι συνεδρίῳ πονηρῶν καὶ ἐπιβούλων. Ηʹ. Περὶ συνειδήσεως ἀγαθῆς, καὶ εὖ συνειδότων. Θʹ. Περὶ συνειδήσεως πονηρᾶς, καὶ αὐτοκατακρίτων. Ιʹ. Περὶ τῶν τῇ οἰκείᾳ συνειδήσει ἀμαυρουμένων. ΙΑʹ. Περὶ συμβούλου. ΙΒʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον δεχομένων χρὴ δὲ γινώσκειν ποταπὸς ὁ σύμβουλος. ΙΓʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον μὴ δεχομένων. Ι∆ʹ. Περὶ σκληροτραχήλων. ΙΕʹ. Περὶ σχηματαρίων. Ι ʹ. Περὶ συμμέτρου καταστάσεως, καὶ τοῦ, μηδὲν ἄγαν. ΙΖʹ. Περὶ συναντημάτων καὶ ἀπροσδοκήτως συμβαινόντων τισίν· ὧν ἡ γνῶσις ἡμῖν μὲν ἴσως ἄγνωστος, Θεῷ δὲ εὔγνωστος. ΙΗʹ. Περὶ συγκαταβάσεως, καὶ συμπαθείας εἰς ἀλλήλους· ὅτι ὑπὲρ θυσίας τῷ φιλανθρώπῳ καὶ ἀνενδεεῖ Θεῷ ἀρεστά. ΙΘʹ. Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν πάντων. Κʹ. Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν σωφρονίζεσθαι. ΚΑʹ. Περὶ σπουδῆς· ὅτι ἀνόνητος πᾶσα σπουδὴ μὴ βουλομένου Θεοῦ· καὶ ὅτι ὑπὸ Θεοῦ κατευθύνονται αἱ ὁδοὶ τῶν ἀνθρώπων, αἵ τε πρὸς τὸ ἀγαθὸν, αἵ τε πρὸς ἄμυναν τῶν ἀτακτούντων πολεμίων. ΚΒʹ. Περὶ τοῦ ἁγίου σταυροῦ προφητεῖαι. ΚΓʹ. Περὶ σοφίας κοσμικῆς Ἡσαΐου προφήτου. Κ∆ʹ. Περὶ τῶν συμβαινόντων καὶ ἐμπιπτόντων ἐκ παραλόγου. ΚΕʹ. Περὶ στρατιωτῶν. Κ ʹ. Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι καὶ μὴ πονηροῖς· ἐξομοιοῦται γάρ τις ἐκείνοις μεθ' ὧν τὰς διατριβὰς ποιεῖται. ΚΖʹ. Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρείας, ὡς ὄλεθρον προξενούσας. ΚΗʹ. Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως, καὶ φρονήσεως. ΚΘʹ. Περὶ σιωπώντων καὶ βραχυλόγων· καὶ ὅτι μὴ χρὴ ἀποκρίνασθαι, πρὶν ἀκοῦσαι λόγον. Στοιχεῖον Τ. Αʹ. Περὶ ταχυλόγων καὶ πολυλόγων. Βʹ. Περὶ τιμῆς· ὅτι χρὴ τιμητικοὺς εἶναι. Γʹ. Περὶ τάξεως καὶ καταστάσεως. ∆ʹ. Περὶ τελειότητος· καὶ ὅτι οὐδεὶς ἄρτιος, καὶ τελειότατος, καὶ ἀνεπιδεὴς ἐν ἀνθρώποις τὸ σύνολον. Εʹ. Περὶ τυφλῶν. ʹ. Περὶ τεχνιτῶν καὶ τίνες τέχνας ἐφεῦρον. Ζʹ. Περὶ ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύματι. Ηʹ. Περὶ τοῦ, ὅτι Κύριος ταπεινοῖ καὶ ὑψοῖ. Στοιχεῖον Υ. Αʹ. Περὶ ὑγείας καὶ εὐρωστίας. Βʹ. Περὶ ὑποκρίσεως καὶ ὑποκριτῶν. Γʹ. Περὶ ὑποδειγμάτων καὶ ὑπογραμμῶν θείων καὶ σωτηρίων τοῖς ἐθέλουσι ζῇν εὐσεβῶς. ∆ʹ. Περὶ ὕπνου· ὅτι σκιὰν μὲν θανάτου, σημεῖον δὲ ἐναργέστατον ἀναστάσεως φέρει ἡ πρὸς ὕπνον ἔκστασις, καὶ αὖθις ἔκνηψις. Εʹ. Περὶ ὑπακοῆς καὶ ὑποταγῆς. ʹ. Περὶ ὑβριστῶν. Ζʹ. Περὶ ὑπολήψεως πονηρᾶς. Ηʹ. Περὶ τῶν ὑπισχνουμένων μὲν ἐπικουρεῖν, μὴ πληρούντων δὲ τὰς ἰδίας ὑποσχέσεις. Θʹ. Περὶ τῶν ὑπούλως πρός τινα διακειμένων. Ιʹ. Περὶ ὑδροποτούντων. ΙΑʹ. Περὶ ὕπνου καὶ ἀϋπνίας. ΙΒʹ. Περὶ υἱοῦ σοφοῦ. ΙΓʹ. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου. Ι∆ʹ. Περὶ ὑετοῦ καὶ βροχῆς. ΙΕʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τικτούσας ὑπονοίας κακάς. Ι ʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. ΙΖʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας. ΙΗʹ. Περὶ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων. Στοιχεῖον Φ. Αʹ. Περὶ φιλαρχίας. Βʹ. Περὶ φθόνου καὶ ζήλου. Γʹ. Περὶ φαρμάκων. ∆ʹ. Περὶ φονέων. Εʹ. Περὶ φιλαμαρτούντων. ʹ. Περὶ φιλομέμπτων, καὶ φιλεγκλημόνων, καὶ μεμψιμοίρων, καὶ φιλοδικασίμων. Ζʹ. Περὶ φήμης· ὅτι οὐ χρὴ ἐν πάσῃ φήμῃ ταράσσεσθαι. Ηʹ. Περὶ τῶν φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν. Θʹ. Περὶ τῶν μὴ φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν. Ιʹ. Περὶ φλυαρῶν. ΙΑʹ. Περὶ φορῶν δημοσίων· ὅτι θείᾳ κρίσει ἐπὶ κοινῇ σωτηρίᾳ ἐτάχθησαν, ὅπως ἐκ κοινοῦ ἐράνου σύστασιν ἔχῃ τὸ πολιτικόν. ∆ιὸ καὶ εὐσεβεῖς εἰσφοραὶ ἀνηγορεύθησαν. ΙΒʹ. Περὶ φιλανθρωπίας, καὶ ἀγαθότητος, καὶ μακροθυμίας, καὶ πραότητος Θεοῦ· καὶ ὅτι κρεῖσσον ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. ΙΓʹ. Περὶ φυσικῶν. Ι∆ʹ. Περὶ φιλέργων καὶ σπουδαίων· ὅτι χρὴ ποιεῖν· ὠφέλειαν γὰρ ἔχει. ΙΕʹ. Περὶ φίλων χρηστῶν. Ι ʹ. Περὶ φίλων μοχθηρῶν. ΙΖʹ. Περὶ φιλοτιμουμένων καὶ μεταδοτικῶν· καὶ ὅτι ἡ φιλοτιμία σωτηρίαν προξενεῖ. ΙΗʹ. Περὶ φειδωλῶν, καὶ ἀμεταδότων, καὶ κνιπῶν· καὶ ὅτι κινδύνοις περιπίπτουσιν οἱ τοιοῦτοι. ΙΘʹ. Περὶ φιλαδελφίας. Στοιχεῖον Χ. Α. Περὶ χαρίσματος· ὅτι χρὴ σπουδάζειν διὰ τῆς καλλίστης ἀναστροφῆς χάριν ἔχειν πρὸς Θεὸν, καὶ πρὸς πάντας οἰκοδομήν. Βʹ. Περὶ χρημάτων, καὶ τῆς περὶ ταῦτα σπουδῆς. Γʹ. Περὶ χαρᾶς καὶ θυμηδίας. ∆ʹ. Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος. Εʹ. Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων. ʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ζʹ. Περὶ τοῦ, ὅτι χρὴ Θεὸν φοβεῖσθαι μᾶλλον, ἢ τοὺς ἀνθρώπους, καὶ αὐτῷ ἐν πᾶσι πειθαρχεῖν. Στοιχεῖον Ψ. Αʹ. Περὶ ψυχῆς καὶ νοῦ. Βʹ. Περὶ ψόγου. Γʹ. Περὶ ψιθυρισμοῦ καὶ ψιθυριστῶν. ∆ʹ. Περὶ ψεύδους καὶ συκοφαντίας. Στοιχεῖον Ω. Περὶ ὥρας θανάτου· ὅτι ἡ πρὸς τὴν θείαν καὶ σωτήριον ἐντολὴν παρακοὴ τῆς κατὰ χάριν τοῦ ∆ημιουργοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἀπεστέρησεν ἡμᾶς, καὶ τῷ μόχθῳ παρέδωκε καὶ θανάτῳ. ΣΤΟΙΧΕΙΟΝ Α. ΤΙΤΛ. Αʹ. –Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατασκευῆς. Εἰρηναίου ἐκ τῶν κατὰ αἱρέσεων ἐλέγχων τῆς ψευδωνύμου γνώσεως. – Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν, κ. τ. ε. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. – Ῥητέον τοίνυν, ὅτι πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρωπος εἰς τὸν βίον παρήχθη, ἐμπορευσόμενος ἕτερον οὐδὲν, ἢ μόνον εὐσέβειαν καὶ ἀρετήν. Ταῦτα γὰρ κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον· ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη πλανώμενος. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δ' ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Πάντα συνέστηκεν, κ. τ. ε. ΤΙΤΛ. Βʹ. –Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξούσιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν ἐπιγείων ἁπάντων. Τοῦ ἁγίου Ἰγνατίου. –Τέλειοι ὄντες, τέλεια φρονεῖτε. Θέλουσι γὰρ ἡμῖν εὖ πράττειν, Θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. Τοῦ ἁγίου Ἀντιπάτρου Βοστρῶν. –Ἀΐδιος οὐσία τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται. Οὔτε γὰρ δύναται. Τὸ γὰρ ἅπαξ, καὶ μὴ παρ' ἑτέρου ἔχον τὸ εἶναι, μήτε ἐξ αὐτομάτου πως γεγονὸς, τοῦτο γενέσθαι, ἢ μετασκευασθῆναι, ἢ μετατραπῆναι ἀδύνατον. Ἐπειδὴ ἀποθέσθαι τὸ εἶναι ὅπερ ἐστὶ κατὰ φύσιν ἀδύνατον· ὃ γὰρ οὐκ ἔλαβεν, οὐκ ἀποτίθεται, καὶ ὃ ὕστερον οὐκ ἔσχεν, οὐκ ἀποβάλλεται· ἀλλ' ἡ ἀΐδιος οὐσία, ἢ μόνος ἐστὶ Θεὸς, τουτέστι Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ἦν τε καὶ ἔστι, καὶ ἔσται, τροπὴν, ἢ μεταβολὴν, ἢ ἀλλοίωσιν οὐκ ἐπιδεχομένη. ΤΙΤΛ. Γʹ. –Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ' ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυλαττούσης τὴν χάριν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων ἐλέγχου, καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Τί τὸ κωλύον τὴν σάρκα, κ. τ. ε. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. –Τί ἐστιν, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρω πος, ἀλλὰ καὶ θείου πνεύματος. Ἐπειδὴ δὲ οὐ διέμεινεν ἀδιάστροφος, προστάξεως θείας ἠλόγηκε, καὶ τοῦ κρείττονος μέρους ἀποτεμνόμενος οὐρανομίμητον πολιτείαν, ὅλον ἑαυτὸν προσένειμε τῇ γῇ. Εἰ μὲν γὰρ ἀρετῆς, ἥτις ἀθανατίζει, ἐραστὴς ἐγένετο, πάντως ἂν ἐλάμβανε κλῆρον τὸν οὐρανόν· ἐπειδὴ δὲ ἡδονὴν ἐζήτησε, δι' ἧς ψυχικὸς θάνατος ἐπιγίνεται, τῇ γῇ προσενεμήθη. ΤΙΤΛ. ∆ʹ. –Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος, καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς παρακοῆς. Φίλωνος ἐκ τῶν ἐν Γενέσει ζητουμένων. – Ἤγαγεν ὁ Θεὸς τὰ ζῶα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Οὐ γὰρ ἐνδοιάζει Θεὸς, ἀλλ' ἐπειδὴ νοῦν ἔδωκε τῷ ἀνθρώπῳ τῷ πρωτογενεῖ καὶ σπουδαίῳ, καθ' ὃ ἐπιστημονικὸς ὢν, πέφυκε λογίζεσθαι, καθάπερ ὑφηγητὴς γνώριμον κινεῖ πρὸς ἐπίδειξιν οἰκείαν, καὶ ἀφορᾷ τὰ ἄριστα αὐτοῦ τῆς ψυχῆς ἔγγονα. Φανερῶς δὲ πάλιν καὶ διὰ τούτου πᾶν τὸ ἑκούσιον καὶ ἐφ' ἡμῖν διατυποῖ, τοὺς πάντα κατ' ἀνάγκην εἶναι λέγοντας δυσωπῶν, ᾗ ἐπεὶ ἔμελλον οἱ ἄνθρωποι χρῆσθαι, διὰ τοῦτο ἄνθρωπον αὐτὰ θέσθαι προσέταττεν. Ἀνδρὸς δὲ ἐπιστημονικωτάτου καὶ φρονήσει διαφέροντος οἰκειότατον τοῦτο τὸ ἔργον· οὐ σοφῷ μόνον, ἀλλὰ καὶ τῷ πρώτῳ εὐγενεῖ τῶν ὀνομάτων ἡ θέσις. Ἔδει γὰρ ἡγεμόνα μὲν τοῦ ἀνθρωπείου, βασιλέα δὲ τῶν γηγενῶν πάντων, καὶ τοῦτο λαχεῖν γήρας ἐξαίρετον, ἷνα ὥσπερ πρῶτος ᾔδει τὰ ζῶα, καὶ πρῶτος ἀξιωθῇ τῆς ἐπὶ πᾶσιν ἀρχῆς, καὶ πρῶτος εἰσηγητὴς καὶ εὑρέτης γένηται τῶν ἐπωνυμιῶν. Ἄτοπον γὰρ ἦν, ἀνώνυμα αὐτὰ καταλειφθέντα, ὑπό τινος νεωτέρου προσονομασθῆναι, ἐπὶ καταλύσει τῆς τοῦ πρεσβυτέρου τιμῆς τε καὶ εὐκλείας. Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς γυναικὸς, ὡς προφήτης φησὶν, οὔτε γεγονέναι ἐκ συνομιλίας, οὔτε ἐκ γυναικὸς, ὡς οἱ μετέπειτα, ἀλλά τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ ἀμπέλου κληματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου γέννησιν, διό φησιν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἔφη τὸ εὐαφέστατον καὶ αἰσθητικώτατον, ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι. Ἐκ τοῦ αὐτοῦ, ἤτοι τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ ζητουμένων. –Ἄβατος καὶ ἀπροσπέλαστος ὄντως ἐστὶν ὁ θεῖος χῶρος, οὐδὲ τῆς καθαρωτάτης διανοίας τοσοῦτον ὕψος προσαναβῆναι δυναμένης· ὡς θίξει μόνον ἐπιψαῦσαι ἀμήχανον ἀνθρωπίνῃ φύσει τὸ τοῦ ὄντος πρόσωπον θεάσασθαι. Τὸ δὲ πρόσωπον οὐ κυριολογεῖται· παραβολὴ δέ ἐστιν, εἰς δήλωσιν τῆς καθαρωτάτης καὶ εἰλικρινεστάτης τοῦ ὄντος ἰδέας· ἐπειδὴ καὶ ἄνθρωπος οὐδενὶ γνωρίζεται μᾶλλον, ἢ προσώπῳ κατὰ τὴν ἰδίαν ποιότητα καὶ μορφήν. Οὐ γάρ φησιν ὁ Θεὸς, ὅτι Οὐκ εἰμὶ ὁρατὸς τὴν φύσιν· τίς δὲ μᾶλλον ὁρατὸς ἢ ὁ τὰ ἄλλα πάντα γεννήσας ὁρατά; πεφυκὼς δὲ τοιοῦτος εἰς τὸ ὁρᾶσθαι, ὑπ' οὐδενὸς ἀνθρώπων ὁρῶμαι, φησί. Τὸ δὲ αἴτιον ἡ ἀδυναμία τοῦ γενητοῦ, καὶ ἵνα μὴ περιπλέκων μηκύνω, Θεὸν γενέσθαι δεῖ πρότερον· ὅπερ οὐδὲ οἷόν τε· ἵνα Θεὸν ἰσχύσῃ τις καταλαβεῖν. Ἐὰν δὲ ἀποθάνῃ μέν τις τὸν θνητὸν βίον, ζήσῃ δὲ ἀντιλαβὼν τὸν ἀθάνατον, ἴσως ὃ μηδέποτε εἶδεν, ὄψεται. Αἱ φιλοσοφίαι πᾶσαι κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον ἀκμάσασαι, ζητοῦσαι τὰ φύσεως, οὐδὲ τὸ βραχύτατον ἠδυνήθησαν τηλαυγῶς ἰδεῖν. Σαφὴς δὲ πίστις. Αἱ διαφωνίαι, αἱ διαμάχαι καὶ ἑτεροδοξίαι, τῶν ἑκάστης αἱρέσεως ἀνασκευαζόντων καὶ ἀνασκευαζομένων μέρη, καὶ πᾶσιν ὁρμητήρια πολέμων γεγόνασιν αἱ τῶν αἱρεσιομάχων οἰκίαι, τυφλοῦσαι τὸν δυνάμενον βλέπειν ἀνθρώπινον νοῦν ταῖς ἀντιλογικαῖς ἔρισιν μηχανοῦντα τίνα δεῖ προέσθαι, καὶ τίνα διώσασθαι. ∆εῖ τὸν βουλόμενον φαντασιωθῆναι τὸν τῶν ὅλων ἄριστον, στῆναι τὸ πρῶτον κατὰ ψυχὴν, ἱδρυνθέντα παγίως γνώμῃ μιᾷ, καὶ μηκέτι πρὸς πολλὰ πλάζεσθαι· ἔπειτα δὲ στῆναι ἐπὶ φύσεως καὶ γνώμης ξηρᾶς, καὶ ἀγόνου πάντος, ὅσα φθαρτά. Ἐὰν γὰρ προσήσεταί τι τῶν μαλακωτέρων, σφαλήσεται τῆς προθέσεως· ἀδυνατήσει καὶ τὸ ὀξυωπέστατον βλέπον, ἰδεῖν τὸ ἀγένητον· ὡς τυφλωθῆναι πρότερον, ἢ θεάσασθαι διὰ τὴν ὀξυαύγειαν, καὶ τὸν ἀπεισρέοντα χείμαρρον τῶν μαρμαρυγῶν. Οὐχ ὁρᾷς ὅτι τοῦ πυρὸς ἡ δύναμις τοῖς μὲν ἀφεστηκόσι μεμετρημένον διάστημα παρέχει φῶς, κατακαίει δὲ τοὺς ἐγγίζοντας; Ὅρα μὴ τοιοῦτόν τι πάθῃς τῇ διανοίᾳ, μή σε ὁ πολὺς πόθος ἀδυνάτου πράγματος ἀναλώσῃ. ΤΙΤΛ. ʹ. –Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων. Ἰεζεκιήλ. –Εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμούς .... διότι οἶκος παραπικραίνων ἐστί. ∆ιὰ τοῦτο ἀποστρέφω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν. Σχόλιον. Τοῦτο καὶ ἡμῖν ἐκ τῶν ἡμετέρων συμβέβηκεν ἁμαρτημάτων. Καύχημα γὰρ καὶ δόξασμα παντὸς γένους Χριστιανῶν ὁ σωτήριος σταυρὸς, καὶ ἡ ζωηφόρος ἀνάστασις ὑπῆρχον, ἅτινα διὰ τὸ μεμιαμμένον Βενετοπράσινον ὄνομα, ὃ ἐπεθήκαμεν ἑαυτοῖς, καὶ ἐβδελύχθημεν ὑπὸ Χριστοῦ τοῦ ἁγιάσαντος ἡμᾶς τῷ θείῳ αὐτοῦ ὀνόματι, εἰς χεῖρας μεμιαμμένων παρεδόθησαν καὶ ἐμιάνθησαν. ΤΙΤΛ. Θʹ. –Περὶ ἀρχομένων· ὅτι πρὸς τὰς προαιρέσεις τῶν ἀρχομένων πονηρὰς, οὕτω καὶ ἄρχοντας λοιμοὺς καθιστᾷ τὸ θεῖον κρίμα. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει ζητουμένων. – Ωσπερ κίονες οἰκίας ὅλας ὑπερείδουσιν, οὕτω καὶ αἱ θεῖαι δυνάμεις τὸν σύμπαντα κόσμον, καὶ τοῦ ἀνθρωπείου τὸ ἄριστον καὶ θεοφιλέστατον γένος. ΤΙΤΛ. ΙΒʹ. –Περὶ ἀναρχίας· ὅτι ἐπιβλαβὴς καὶ ἐπικίνδυνος, καὶ συγχύσεως αἰτία. Ὠσῆε. –Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραήλ· ὅτι κρίσις πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι. ∆ιὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ σμικρυνθήσεται ἐν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Σχόλ. Μάθωμεν διὰ τοῦ θείου τούτου, καὶ τῶν ἑξῆς, τί τὸ αἴτιον τῆς καταλαβούσης ἡμᾶς ἀναρχίας καὶ συγχύσεως, καὶ ὡς οὐκ ἄδικος ὁ Θεὸς ὁ ἐπαφήσας ἡμῖν τὴν καταδυναστείαν τὴν ἐξ ἐθνῶν. Ἐμολύναμεν γὰρ πρὸς τοῖς μυρίοις ἡμῶν ἀτοπήμασι, καὶ ἐμφυλίῳ αἵματι τὴν ἁγίαν καὶ τῷ παντὶ κόσμῳ σεβασμίαν τοῦ Θεοῦ ἡμῶν πόλιν, ὡς καὶ μετανάστην γενέσθαι ταύτης τὸν τίμιον σταυρὸν τὴν ζωὴν ἡμῶν. ΤΙΤΛ. ΙΓʹ. –Περὶ ἀρίστων ἀνδρῶν· ὅτι σωτήριος ἡ τούτων ἐφορία καὶ ἐπιστασία τοῖς πράγμασι καὶ τῷ λαῷ. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῶν ἐν Γενέσει ζητουμένων. –Ἐάν τις κατ' οἰκίαν ἢ κώμην, ἢ πόλιν, ἢ ἔθνος γένηται φρονήσεως ἐραστὴς, ἀνάγκη, τὴν οἰκίαν καὶ τὴν πόλιν ἐκείνην ἀμείνονι βίῳ χρήσα σθαι. Ὁ γὰρ ἀστεῖος κοινὸν ἀγαθόν ἐστιν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ' ἑαυτοῦ προτείνων ὠφέλειαν. ΤΙΤΛ. Ι ʹ. –Περὶ ἀκαταστάτων ἐν λογισμῷ, καὶ τῇ γνώμῃ ἀνιδρύτων. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. – Πέφυκεν ἄφρων ἐπὶ μηδενὸς ἑστάναι καὶ ἐρηρεῖσθαι δόγματος. Ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει, καὶ περὶ τῶν αὐτῶν ἐστιν, ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος κοινοτέρου, τἀναντία· καί ἐστιν ἡ ζωὴ αὐτοῦ πᾶσα κρεμαμένη, βάσιν ἀκράδαντον οὐκ ἔχουσα, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ πραγμάτων. ΤΙΤΛ. ΙΗʹ. –Περὶ ἀγγελλόντων καὶ μεσαζόντων ἀπόκρισιν. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς. –Πάντα ὃν ἂν πέμπῃ ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως ἡμᾶς δεῖ ὑποδέξασθαι, ὡς αὐτὸν τὸν πέμψαντα. ΤΙΤΛ. ΚΑʹ. –Περὶ ἁμαρτημάτων, καὶ ὅτι τὰ ἡμέτερα ἁμαρτήματα προξενοῦσι καὶ ἄγουσιν ἐφ' ἡμᾶς τὰ κακά. Κυρίλλου, ἐκ τοῦ ιεʹ κατὰ Ἰουλιανοῦ. –Πολλὰ πταίομεν ἅπαντες. Νοσεῖ γὰρ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, διὰ τὸν ἐξ ἀρχῆς εἰσοικισάμενον τὸ πάθος. Κλήμεντος, ἐκ τοῦ ηʹ Στρωμ. – Φοβηθῶμεν, οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρτήματα δι' ἃ ἡ νόσος. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῆς τῶν ἐν Ἐξόδῳ Ζητημάτων. –Ἡ φορὰ τῶν κακιῶν ἀνακυκᾷ καὶ στροβεῖ τὴν ψυχὴν, ἴλιγγον αὐτῇ περιτιθεῖσα, τὸν καλύπτοντα, καὶ καμμύειν ἐκβιαζόμενον τὴν φύσει μὲν πρέπουσαν ὄψιν, ἐπιτηδεύσει δὲ τυφλουμένην. Τῶν αὐτῶν. –Οὐδὲν ἀναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ Θεοῦ δυνάμεσιν, ὡς ἀδικία. ΤΙΤΛ. ΜΒʹ. –Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγχοντι. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει Ζητουμένων. – Τὸ μὴ ἁμαρτάνειν μηδὲν τὸ παράπαν, μέγιστον ἀγαθόν· τὸ ἁμαρτάνοντα ἐκτραπῆναι, συγγενὲς ἐκείνου· νεώτερον ὡς ἄν τις εἴποι παρὰ πρεσβύτερον. Εἰσὶ γὰρ οἱ ἐπὶ ἁμαρτανομένοις, ὡς ἐπὶ κατορθώμασιν ἀγαλλόμενοι, δυσίατον, μᾶλλον δὲ ἀνίατον νόσον ἔχοντες. ΤΙΤΛ. Μ∆ʹ. –Περὶ ἁγίων καὶ μακαριζομένων ἀνδρῶν, ἐφ' οἷς δρῶσι, καὶ ὑπὲρ ὧν τετύχασιν. Τοῦ Νύσσης, ἐκ τοῦ εἰς τὸν ἅγιον Ῥωμανόν. –Οὐ μήρυνθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσι, ἀλλ' ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι. Τῶν δὲ τυραννουμένων ξιφῶν τὰς ἀκμὰς τῇ τῶν πληγῶν φιλοτιμίᾳ ἀμβλύνουσιν, οὐ τὸ μὴ πάσχειν τέχνην ποιούμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν ἀσκούμενοι, ΤΙΤΛ. ΜΖʹ. –Περὶ τοῦ ἄφευκτον εἶναι τὸν Θεὸν καὶ ἀπερίγραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ ἐφορᾷ, καὶ οὐδὲν αὐτῷ λέληθεν. Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας. –Ὁ Θεὸς τὰ πάντα πληροῖ, ὑπ' οὐδενὸς περιοριζόμενος. Ὁ γὰρ ὑπὸ τόπου μὴ περιοριζόμενος, πάντως ἐν παντὶ τόπῳ, κατὰ τὴν τοῦ ∆αβὶδ ὑμνολογίαν, ἔσται. Εἰ γὰρ ἔξω λέγοιτο τόπου τινὸς, ἀνάγκη περιορίζεσθαι αὐτὸν ὑπ' ἐκείνου, οὗπερ στηρίσκεται. Ὅλος οὖν ἐν παντὶ γενόμενος, οὐδαμῶς ἐξ ἑτέρων εἰς ἑτέρους μεθίσταται τόπους, τὰ πάντα πληρῶν. Τοῦ ἁγίου ∆ιαδόχου. –Τὰ μηδέπω ὄντα ὡς παρόντα μόνος ὁ Θεὸς καθορᾷ. Εἰ ἐν εἴδει ἦν ἡ θεία ἐκείνη καὶ ἄφραστος φύσις, οὐκ ἂν τὰ μηδέπω ὄντα ἐθεώρει ὡς ὄντα. Τοῦ αὐτοῦ. –Μόνου τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου ὑπάρχει ἴδιον, τοῦ καὶ τῇ γῇ ταύτῃ φαινομένου ἀφαντάστως, καὶ τῶν οὐρανῶν μὴ ἀπολειπομένου, ἀλλὰ πάντα ὡς ἀεὶ περιέχοντος διὰ τὸ τῆς θείας φύσεως ἀπερίγραπτον· ἥκιστα δὲ καὶ ἄγγελοι. Ἐν ᾧ γὰρ χρόνῳ ἐν τῷ κόσμῳ ἀποστελλόμενοι ὦσιν, οὐ δυνατὸν εἶναι αὐτοὺς ἐν τῷ αὐτῷ τόπῳ, καὶ ὑπεράνω τοῦ οὐρανοῦ. Εἰρηναίου, ἐκ τοῦ τετάρτου ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Ἅπαντα μέτρῳ, κ. τ. ε. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ Ζητημάτων. –Περιέχει τὰ πάντα ὑπ' οὐδενὸς περιεχόμενος. Ὡς γὰρ ὁ τόπος περιεκτικὸς σωμάτων ἐστὶ καὶ καταφυγὴ, οὕτω καὶ ὁ θεῖος Λόγος περιέχει τὰ ὅλα καὶ πεπλήρωκεν. ΤΙΤΛ. ΜΗʹ. –Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν καὶ τὰ ἔργα αὐτοῦ. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Ἐδίδαξεν ἡμᾶς ὁ Κύριος, κ. τ. ε. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. –Ὁ ὑγιὴς νοῦς καὶ ἀκίνδυνος, κ. τ. ε Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιηʹ τῶν κατὰ Ἰουλιανοῦ. –∆εῖν οἶμαι τὰ ὑπὲρ ἡμᾶς ἀβασανίστῳ τῇ πίστει τιμᾷν. Ἀσθενεῖ γάρ πως ἀνθρώπινος νοῦς, εἴς γε τὸ δύνασθαι συνιέναι πάντα. Τοῦ ἁγίου ∆ιονυσίου Ἀλεξανδρείας, περὶ φύσεως. –Οὐχ ἁπλῶς τῶν μεριστῶν τοῦ κόσμου, καὶ τῶν ὑπ' αὐτὸν, καὶ τοῦ ἀριθμοῦ τοῦ αἰῶνος, ἀλλὰ πάντων καὶ τῶν ἐλαχίστων ἄπειρος, ἀτέλεστος τῶν ἐν ἀνθρώποις ἡ γνῶσις. Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας, ἐκ τοῦ περὶ ψυχῆς. –Οὐ νόμων καὶ χρόνων ῥηταῖς τὸ Θεῖον ὑπόκειται περιγραφαῖς. Ἀθηνοδώρου. –Ἄλλη μὲν τοῖς ἐκκεκαθαρμένοις παντελῶς τὴν διάνοιαν ἁρμόζει θεολογία, ἡ μά λιστα ἀληθής. Ἄλλη δὲ τοῖς πολλοῖς ἡ δυναμένη τὴν διάνοιαν αὐτῶν εἰς εὐσέβειαν ἐκκαλεῖσθαι καὶ δικαιοπραγίαν, ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ ἀπαλλάττουσα τοῦ θηριώδους βίου. ΤΙΤΛ. ΜΘʹ. –Περὶ ἀγάπης καὶ φόβου πρὸς Θεόν· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης. – Αὐταρκὴς εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπου ἀγάπη. Εὐγνωμοσύνης γάρ ἐστι τὸ πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργὴν, ὑφ' ἧς καὶ εἰς δεύτερον καὶ ἀγήρω αἰῶνα διασωζόμεθα. Τοῦ αὐτοῦ. –Ἐπείρασεν ὁ Θεὸς τὸν Ἀβραὰμ, οὐκ ἀγνοῶν τίς ἦν, ἀλλ' ἵνα τοῖς μετὰ ταῦτα δείξῃ, καὶ μὴ κρύψῃ τὸν τοιοῦτον, καὶ διεγείρῃ εἰς μίμησιν τῆς ἐκείνου πίστεως καὶ ὑπομονῆς, καὶ πείσῃ, καὶ τέκνων στοργῆς ἀμελεῖν πρὸς ἐκπλήρωσιν θείου προστάγματος. Ὅθεν ἔγγραφον περὶ αὐτοῦ ἱστορίαν γενέσθαι ᾠκονόμησεν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων εʹ λόγου. –Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, κ. τ. ε. Σευηριανοῦ ἐπισκόπου Γαβάλων, ἐκ τοῦ περὶ αἱρετικῶν. –Ἀρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ Θεοῦ φόβος, καὶ ῥίζα πάντων ἡμῖν ἀγαθῶν ὁ τοῦ Θεοῦ νόμος. Οὔτε δὲ Θεὸς ἄνευ φόβου, οὔτε φόβος ἄνευ νόμου. Ὁ μὲν γὰρ νόμος τῶν ἐπιτεταγμένων ὑπηρέτην ἔχει τὸν φόβου· ὁ δὲ φόβος τῶν προτεταγμένων δικαστὴν ἔχει τὸν νόμον· ὁ μὲν οὖν φόβῳ τῷ νόμῳ προσερχόμενος καὶ τῷ τὸν νόμον διδόντι Θεῷ, ἁγίοις ἐμπολιτεύεται, καὶ ὁσίοις συναναστρέφεται. Ὁ δὲ κατατολμῶν τοῦ θείου λόγου, οὔτε τῆς χάριτος ἀξιοῦται, ἀλλὰ καὶ τῆς εὐσεβείας ἐκβάλλεται. ΤΙΤΛ. ΝΑʹ. –Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλογεῖν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Εἰ δὲ λέγει τις, κ. τ. ε. ΤΙΤΛ. ΝΕʹ. –Περὶ ἀνακαινισμοῦ τῶν ὁρωμένων, λέγω δὴ οὐρανοῦ καὶ γῆς. Τοῦ ἁγίου Εἰρηναίου. –Οὐχ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία, κ. τ. ε. ΤΙΤΛ. Ξʹ. –Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ ὁμονοίας καὶ εἰρηνοποιῶν. ∆ιονυσίου Ἀλεξανδρείας, ἐκ τῆς δʹ ἑορταστικῆς ἐπιστολῆς. –Ἡ ἀγάπη προπηδᾷ πάντως, τὶ ὀνῆσαι καὶ ἄκοντα θηρωμένη, καὶ πολλάκις ὀκνοῦντά τινα ὑπ' αἰδοῦς· καὶ διὰ τὸ μὴ βούλεσθαι βαρὺν ἑτέρῳ γενέσθαι τὸν εὖ πάσχειν παραιτούμενον, καὶ μᾶλλον αὐτὸν δυσφορεῖν στέργοντα τοῖς ἰδίοις ἀλγεινοῖς, ὑπὲρ τοῦ μὴ πράγματά τινι καὶ ὄχλησιν παρασχεῖν, ὁ πλήρης ἀγάπης πολλὰ καθικέτευσεν ἀνασχέσθαι καὶ ὑπομένειν ὡς ἀδικούμενον, καὶ ἐπικουρούμενον, καὶ χάριν ἄλλῳ μεγίστην, οὐχ ἑαυτῷ παρασχεῖν τὸ ἑαυτοῦ δι' ἐκείνου λωφῆσαι κακόν. Κλήμεντος, ἐκ τοῦ ηʹ Στρωμάτων. –Ἀγάπη ἑκουσίων ἄρχει, ἀκόντων δὲ φόβος οὗτος ὁ φαῦλος. Ὁ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν ἡμᾶς, εἰς Χριστὸν ἄγει, καὶ ἔστι σωτήριος. ΤΙΤΛ. ΞΑʹ. –Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς. Ἐκ τοῦ αὐτοῦ (Ἰουστίνου) πρὸς Ἀντωνίνον αὐτοκράτορα. –Τοὺς κατὰ ἀλήθειαν εὐσεβεῖς καὶ φιλοσόφους μόνον τἀληθὲς τιμᾷν καὶ στέργειν ὁ λόγος ὑπαγορεύει, παραιτουμένους δόξαις πολλῶν ἐπακολουθεῖν, ἐὰν φαῦλαι ὦσιν. Οὐ γὰρ μὴ ἕπεσθαι τοῖς ἀδίκως τι πράξασιν, ἢ δογματίσασιν, ὁ σώφρων λόγος ὑπαγορεύει, ἀλλὰ ἐκ παντὸς τρόπου, καὶ πρὸ τῆς ἑαυτοῦ ψυχῆς τὸν φιλαληθῆ, κἂν ὁ θάνατος ἀπειλῆται, τὰ δίκαια πράττειν τε καὶ λέγειν αἱρεῖσθαι δεῖ. Λανθάνει μὲν ὡς εἰκὸς αὐτοὺς, ὡς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκὼς, αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτὸν, οὐχ, ὅ φασιν ἐκεῖνοι, μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν φθορᾶς, διὰ τῆς ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον. Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ ἀναστάσεως. –Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος, κ. τ. ε. Τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ εʹ μέρους τῆς ἀπολογίας αὐτοῦ. –Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι, ἢ τὸ κατὰ ἀλήθειαν ζῇν. Τὸ δὲ εὖ ζῇν καὶ κατὰ ἀλήθειαν, οὐκ ἄνευ τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων φύσιν. Τοῦ αὐτοῦ, ἐκ τοῦ πρὸς Τρύφωνα βʹ λόγου. – Πᾶς ὁ δυνάμενος λέγειν τὸ ἀληθὲς, καὶ μὴ λέγων, κριθήσεται ὑπὸ τοῦ Θεοῦ. Τοῦ ἁγίου Ἐφραιμίου ἀρχιεπισκόπου Ἀντιοχείας, ἐκ τοῦ γʹ κεφαλαίου τοῦ περὶ τοῦ γραμματικοῦ Ἰωάννου καὶ τῆς συνόδου. –Αὐταρκής ἐστιν ἡ ἀλήθεια, τοὺς πειρωμένους διαφιλονεικεῖν πρὸς ἑαυτὴν μεθιστᾷν· ὅπως ἂν διαῤῥήδην γνωρίζοιτο, ὡς ἀήττητον ὅπλον καὶ παντάπασιν ἄμαχον καθέστηκεν. Ἀντιπάτρου ἐπισκόπου Βοστρῶν. –Αὐταρκὴς πρὸς συνηγορίαν ἑαυτῇ ἡ ἀλήθεια, τοῖς ὀξεῖ τῷ τῆς ψυχῆς ὄμματι βλέπουσιν. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. – Παρ' ἐνίοις νομοθέταις ἀπείρηται μαρτυρεῖν ἀκοῇ, ὡς τὸ μὲν ἀληθὲς ὄψει πιστούμενον, τὸ δὲ ψεῦδος ἀκοῇ. ΤΙΤΛ. Ξ∆ʹ. –Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων τὸ δίκαιον. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ αʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. –Ἐντεῦθεν οἶμαι καταθρῆσαί τε ῥᾷον, κ. τ. ε. ΤΙΤΛ. ΞΗʹ. –Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ. Τοῦ ἁγίου Σεραπίωνος, ἐκ τῆς νεʹ ἐπιστολῆς. – Ἁρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φυγεῖν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Ἐκ τῆς αὐτῆς. –Μέγας συνεργὸς πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις. ∆ιδύμου, ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην. –Ὧ ἔρως εἰσέρχεται γνῶσιν ἁγίαν ἔχειν, σχολασάτω ἀπὸ τοῦ κόσμου, καὶ τῆς ἐπιθυμίας αὐτοῦ, καὶ τῶν τῆς σαρκὸς ἔργων, ἵνα προσβαλῇ αὐτῷ εἰρηκότι, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Φίλωνος, ἐκ τοῦ δʹ τῶν ἐν Γενέσει Ζητημάτων. –̔Ο σοφὸς ἠρεμίαν καὶ ἀπραγμοσύνην μεταδιώκει, ἵνα τῶν θείων ἐν εὐκαιρίᾳ ἐπιτύχῃ. Ἐκ τοῦ εʹ τῶν αὐτῶν. –Οὕτως γὰρ ὁ σοφίας ἐραστὴς οὐδενὶ τῶν εἰκαιοτέρων κἂν συμπεφυκὼς τυγχάνῃ, σύνεστιν, ἢ συνδιατρίβει πονηροτάτῳ, διεζευγμένος τῶν πολλῶν διαλογισμῶν, δι' οὓς οὔτε συναποδημεῖν, οὔτε συμπολιτεύεσθαι, οὔτε συζῇν λέγεται. Τοῦ αὐτοῦ. –Ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν, ἐκ τοῦ περιπεφυρμένου βίου πρὸς εἰρηναίοις καὶ μακαρίοις πρέπουσαν ζωήν. ΤΙΤΛ. ΟΑʹ. –Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ κολαστήρια. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων, ἐκ τοῦ Κατὰ αἱρέσεων βιβλίου βʹ. –Ἀλλ' ὡς εἷς ἕκαστος ἡμῶν, κ. τ. ε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εʹ βιβλίου τῶν αὐτῶν. – Αἰώνια δὲ καὶ ἀτελεύτητα παρὰ Θεοῦ τὰ ἀγαθά, κ. τ. ε. Τοῦ ἁγίου Μελετίου ἐπισκόπου Ἀντιοχείας. – Πάντες δὲ δίκαιοι καὶ ἄδικοι ἐνώπιον τοῦ Θεοῦ Λόγου ἀχθήσονται. Τούτῳ γὰρ ὁ Πατὴρ τὴν πᾶσαν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν Πατρὸς ἐπιτελῶν, κριτὴς παραγίνεται. Ὃν Χριστὸν προσαγορεύομεν, Θεὸν ἐνανθρωπήσαντα. Οὐ γὰρ Μινὼς ἢ Ῥαδάμανθος κριταὶ, οἱ καθ' ὑμᾶς, Ἕλληνες, ἀλλ' ὃν ὁ Θεὸς ἐδόξασε καὶ Πατὴρ, περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ἐπιζητοῦντας τὴν ἀλήθειαν. Οὗτος τὴν Πατρὸς εἰς πάντας δικαίαν κρίσιν ποιούμενος ἑκάστῳ κατὰ τὸ ἴδιον παρεσκεύασε δίκαιον. Οὗ τῇ κρίσει παραστάντες ἄγγελοί τε καὶ ἄνθρωποι, καὶ δαίμονες μίαν ἀποφθέγξονται αὐτῷ φωνὴν, λέγοντες· ∆ικαία ἡ κρίσις σου. Ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις τὸ δίκαιον ἐπάγει· τοῖς μὲν εὖ πράξασι καὶ δικαίως τὴν ἀΐδιον τῶν ἀγαθῶν ἀπόλαυσιν παρέχον, τοῖς δὲ τῶν φαύλων ἐργάταις, τὴν ἀΐδιον κόλασιν ἀπονέμον· καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει. Σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν, μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ ὀδύνῃ ἐκ στόματος ἀναβράσσων παραμένει. Τούτους οὐχ ὕπνος ἀναπαύσει, οὐ παράκλησις συγγενῶν μεσιτευσάντων ὀνήσει. Οὐ γὰρ ἔτι δίκαιοι ὑπ' αὐτῶν ὁρῶνται, οὐδὲ μνήμης γίνονται ἄξιοι. Μόνον δὲ οἱ δίκαιοι δικαίων μέμνηνται ἔργων, δι' ὧν ἐπὶ τὴν οὐράνιον βασιλείαν κατήντησαν· ἐν ᾗ οὐ πόνος, οὐ λύπη, οὐ φθορὰ, οὐ φροντίς. Τοῦ ἁγίου Ἐφραὶμ, ἐκ τοῦ εἰς τὸν Κάϊν. –Μὴ ἀπιστήσῃς, αἱρετικὲ, ὅτι ἐστὶ κρίσις ψυχῶν καὶ σωμάτων, ἐπειδὴ ἔχεις τεκμήριον. Σόδομα ζῇ, καὶ νεκρά ἐστι· ζῇ κρινομένη, καὶ τέθνηκε κατηργημένη. Βλέπεις τὸ πῦρ, καὶ οὐχ ὁρᾷς αὐτό. Σμύχεται, καὶ οὐ καπνίζεται· φθείρεται, καὶ οὐ φθείρεται· μειοῦται, καὶ τέθηλεν· ἔχει ὑπόστασιν, καὶ εἰς οὐδέν ἐστι χρήσιμον. Ὢ τῆς τοῦ Θεοῦ σοφίας! ὅτι ἐλέγχων σιωπᾷ, καὶ διδάσκων οὐ πάρεστι, καὶ ἀπειλῶν οὐ φαίνεται. Ὢ τῆς ἐνεργείας τῆς Θεότητος! ὅτι ἔδωκε τὴν ἀπόφασιν ἐν τοῖς μὴ πάσχουσιν, ᾐνίξατο ἐν τῇ γῇ τῶν Σοδόμων τὴν μέλλουσαν ἀπέραντον κόλασιν, ἵνα προαναστομώσῃ τῶν κακῶν τὴν μοχθηρίαν, ὅτι μετάνοια τοῖς ἀποβλητοῖς οὐ δίδοται. Ὥσπερ γὰρ ἡ γῆ Σοδόμων ἔχει πᾶσαν ὑπόστασιν, ἐνεργεῖν δὲ οὐ δύναται, οὕτω καὶ οἱ ἀσεβεῖς τότε κρίνονται, τῆς προαιρέσεως μὲν καὶ τοῦ λογικοῦ ἔχοντες τὴν ὑπόστασιν, ἐστερημένοι δὲ τῆς πράξεως διὰ τὴν κόλασιν. Εἰ τοίνυν ἐν ἀψύχῳ γῇ κρατεῖ διηνεκῶς ἡ ἀπόφασις, πόσῳ μᾶλλον ἐν λογικοῖς ἀνθρώποις; Ἔχεις πρὸ ὀφθαλμῶν τὸ πῦρ τὸ φλέγον, καὶ μὴ καταφλέγον· ἔχεις καὶ τὸ πρόσκαιρον αἰώνιον, καὶ τὸ θνητὸν ἀθάνατον. Φοβηθῶμεν τὸ μέλλον, ἐκ τῶν ὑποδειγμάτων τὰ δεινὰ μανθάνοντες. ΤΙΤΛ. ΟΓʹ. –Περὶ τῆς φοβερᾶς ἀναστάσεως. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Πῶς τὴν σάρκα λέγουσιν, κ. τ. ε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εʹ ἐλέγχου. –Ἐπειδὴ μέλη αὐτοῦ ἐσμεν, κ. τ. ε. Καὶ μετὰ βραχέα. –Ὡς οὖν ὁ εἰς ψυχὴν ζῶσαν γεγονὼς, κ. τ. ε. Ἐκ τοῦ αὐτοῦ λόγου. –Μετασχηματίσει, φησὶ, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, κ. τ. ε. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ περὶ ἀναστάσεως. –Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος καὶ αὐτεξούσιος, κ. τ. ε. Τοῦτο τοῦ ἁγίου ἱερομάρτυρος Μεθοδίου Πατάρων ἐστίν. –Ἄτοπον δὲ κἀκεῖνο προφανῶς, τὸ οἴεσθαι σῶμα ἐν τῇ εἰς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ, κ. τ. ἑ. Ἐκ τοῦ αὐτοῦ. – Ἐπειδὴ μεθόριος τῆς ἀφθαρσίας ἐγένετο, κ. τ. ἑ. Ἐκ τοῦ αὐτοῦ. –Εἰ ἐκ τοιαύτης σταγόνος βραχείας, κ. τ. ἑ. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βόστρων ἐκ τοῦ κατὰ Μανιχαίων λόγου αʹ. –Πῶς οὖν, φῆς, ἀναστήσεται τὸ σῶμα; Εἰ σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐ τοίνυν ἐστὶ, φασὶν, νεκρῶν ἀνάστασις. Οὔτε τοῖς ἀνωτέρω διὰ πλειόνων λεχθεῖσι τὸν νοῦν οὐ παρέχουσιν, ἀλλ' ὥσπερ τινὲς ἐν διαμοναῖς πραγμάτων ἀδικωτάτων, τὸ ἑαυτοῖς προσφιλὲς εἰς τὴν ὑπόνοιαν τῆς σφετέρας ἀσεβείας, οὐ τὸ δίκαιον αἱροῦνται. Οὐκ ἔστι σὰρξ ἐμπαθὴς ἀνισταμένη, φησὶν ὁ Ἀπόστολος, οὐδὲ παχὺ σῶμα αὖθις μετὰ τῶν παθῶν πολιτεύεται. ∆ιὸ ἐπάγει σαφῆ ἑρμηνείαν τῆς ἐπαπορήσεως· Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὥστε μεταβολὴν ἕξομεν οἱ σωθησόμενοι ἐπί τινα κρείττονα σωμάτων κατάστασιν. Καὶ σῶμα μὲν ἔσται τὸ ἐκ μεταβολῆς διδόμενον ἡμῖν, οὐκέτι δὲ σὰρξ καὶ αἷμα ἀσθενείᾳ συμπεπλεγμένα. Οὐ γὰρ εἴ τι σῶμα, πάντως καὶ σάρξ. Ἥλιος γοῦν, καὶ σελήνη, καὶ πᾶς ὁ οὐράνιος, χορὸς, σῶμα μὲν καθόλου τυγχάνει, σὰρξ δὲ οὐδαμῶς. Τοιαύτην τινὰ ἰδέαν λήψεται τὸ ἀνιστάμενον σῶμα, ὥστε τὰς τῶν ἁγίων ψυχὰς συνοικήσειν σώματι λοιπὸν, οὐκέτι γε τροφῆς δεομένῳ σαρκικῆς, οὐκέτι δὲ ἡδοναῖς τε, καὶ λύπαις, καὶ ἀλγηδόσι περιπίπτοντι, ἀλλ' εὖ μάλα ὁμοδόξῳ τῇ ψυχῇ προσάπαν τὴν ἔνθεον λατρείαν μηδέποτε ἀνατείνοντι, πεπαυμένων τῶν ἀγωνισμάτων, καὶ πρὸς ἀνάπαυλαν τῆς ψυχῆς ἀνακεχωρηκυίας δόγματι Θεοῦ. Ἐπὶ δὲ τούτοις σαφηνίζει ἅπαντα τὸν λόγον, καὶ τὸν τρόπον τῆς ἀναστάσεως ἐξηγεῖται λέγων, ὅτι ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ἀληθὲς ἂν εἴη τό· Ἡ φθορὰ τὴν ἀφθαρσίαν οὐ κληρονομεῖ. Εἰ μὲν γάρ τις τοῦτο ἔλεγεν, ὅτι ἡ σὰρξ ἅμα τοῖς ἐμφύτοις πάθεσιν αὖθις ἀναστᾶσα ζήσεται, τὰ αὐτὰ πάσχουσά τε, καὶ δρῶσα ἅμα τῇ ψυχῇ, ἦν ἂν ἄλογος οὐκ ἔχουσα ἀγαθὴν ἐλπίδα. Εἰ δὲ μεταβολὴν αὐτὸ δὴ τοῦτο λαμβάνει κρείττονος καὶ μακαρίας ἕξεως, ὅπερ δεικτικῶς σημαίνει, φάσκων· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· δικαία μὲν τοῦ συγκαμόντος ἐργαλείου τῇ ψυχῇ ἡ ἀπόδοσις, οὐκ ἐπιζήμιος δὲ καὶ ἔτι ἐπίπονος ταύτῃ. Ἀλλ' ἐν τῷ μακαρίῳ ταύτας ἔσεσθαι τῶν σωζομένων τὰς ψυχὰς, ἀπειληφυίας μὲν τὸ σύμφυτον αὐταῖς σῶμα, οὐ μέντοι βαρὺ, καὶ γεῶδες, καὶ σαρκικῆς ἐπιθυμίας γέμον, καθάπερ τὴν ἀρχὴν, ὅτε δὴ προσῆκον ἦν τῷ ἀγῶνι τῆς ἀρετῆς ἐνευδοκιμῆσαι ταύταις. Ἀδικία γὰρ, εἰ μὴ τὸ συμπονῆσαν τῇ ψυχῇ σῶμα κατὰ τήνδε τὴν πολιτείαν, ἀποδῴη συναπόλαυσιν αὐτῇ τῶν ἐπάθλων. Ἀντιπάτρου Βόστρων, ἐκ τῆς κατὰ τῶν βλασφημιῶν τοῦ δυσωνύμου Ὠριγένους πραγματείας ἐν κεφαλ. ιεʹ. –Τὴν τῶν ὁρωμένων ἁπάντων διάκρισιν, ἀπὸ σχημάτων ἢ χρωμάτων ἐπιγινώσκειν καὶ διακρίνειν οἱ τῆς φύσεως, οἵ τε τῆς διδασκαλίας παραδεδώκασι νόμοι. Ὅθεν ἀκούοντές τινων ἐν ὑποστάσει θεωρουμένων, καὶ ἀκριβῶς γινωσκομένων, εὐθὺς ἀναπλάττομεν τῇ διανοίᾳ καὶ μὴ παρόντα, καὶ τότε σχῆμα, καὶ εἶδος τυπούμενοι, ἐπιγινώσκομεν τὸ σημανθὲν, καὶ πάλιν ὁρῶντες τὸ σχῆμα, γνωρίζομεν καὶ διακρίνομεν τί τὸ ὁραθὲν, ἐκ μόνου τοῦ σχήματος· ὅτι ἀληθῶς τοῦτο καὶ ἀπλανῶς θεωροῦμεν, κἂν ἢ γραφῇ, ἢ πλάσει τυγχάνῃ, ἐκ τοῦ σχήματος γινώσκομεν, ὅπερ καλέσομεν· οὕτως ἀκούσαντες ἥλιον, γινώσκομεν, καὶ τὸ σχῆμα, καὶ τὴν ἐνέργειαν· καὶ οὐρανὸν δὲ ὁμοίως, καί τι τῶν ζώων, ἢ φυτῶν, ἢ σπερμάτων, ἔκ τε σχήματος, ἔκ τε χρώματος διαγινώσκομεν. Οὕτως ἐκ τῶν σχημάτων πᾶσαν γραμμὴν διακρίνομεν, καὶ οὐκ ἄν ποτε ἀκούσαντες τρίγωνον, τετράγωνον ἔγνωμεν, ἐπεὶ οὐκ ἂν τρίγωνον ἔγνωμεν· οὐδὲ τὸ ἄλφα, βῆτα ὀνομάζομεν, ἢ ἕτερόν τι· ἐπεὶ οὐκ ἂν εἴη ἄλφα. Καὶ οὗτος καθόλου κανὼν παρὰ ἀνθρώποις ἀσάλευτος, μέχρις οὗ ἐν τῷ ἰδίῳ σχήματι μένει τι, ἐκεῖνο εἶναι λέγεται, ὅπερ σημαίνεται. Εἰ δὲ τὸ σχῆμα, καὶ μάλιστα μετὰ τῆς ἐνεργείας, ἀμείψει, οὐκ ἔτι ἂν εἴη ἐκεῖνο ὃ λέγεται, ἀλλ' ἕτερον παρ' ἐκεῖνο. Οὕτω ποῦ καὶ ὁ ἄνθρωπος, μέχρι τότε ἄνθρωπος λέγεται κυρίως, ἕως ἐν τοῖς ἰδίοις ὅροις τοῦ σχήματος μένει· εἰ δὲ τὸ σχῆμα ὅπερ ἐξ ἀρχῆς εἴληφε, μεταβάλλει, ἄλλοτι, οὐκ ἄνθρωπος κυρίως λεχθήσεται. Ὅθεν θανάτῳ διαλυομένου τοῦ ζώου, εἴτε τὴν κόνιν, εἴτε τι θεασώμεθα τῶν ὀστῶν, ἢ καὶ περὶ ψυχῆς λαλῆσαί τι βουληθῶμεν, ἀνθρώπου ταῦτα καλοῦμεν, οὐκ ἄνθρωπον· ὡς τούτου οὐδὲ σχήματος ἀνθρώπου λεγομένου. Οὐκοῦν πάλιν τῆς ἀναστάσεως ἀξιούμενος ἄνθρωπος, [ὁ] αὐτὸς πάλιν ἐγείρεται τῷ τεθνηκότι, περί τε φθορὰν καὶ πάθη διάφορα, ψυχικά τε καὶ σωματικὰ ἀλλοίως ἔχων, οὐ περὶ αὐτὸ οὗπερ εἶναι, καὶ λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ τὸ τοιόνδε σχῆμα ἢ εἶδος. Εἰ γὰρ μετὰ τῶν παθῶν, καὶ αὐτὸ ἀπαλλάξει τὸ σχῆμα, οὐκέτι ἄνθρωπος ὁ ἐκ νεκρῶν ἐγερθεὶς, ἀλλ' ἕτερόν τι, ἀνθρώπου τοῦ τοιοῦδε καὶ μόνου σχήματος ὀνομαζομένου. Ὅθεν ἡ θεία Γραφὴ, κἂν θεία τις δύναμις ἐφανερώθη τισὶν ἐν τῷ τῶν ἀνθρώπων σχήματι, ἄνθρωπον ὀνομάζει, ὅτι ἁπλῶς τοῦτο τὸ ὁρώμενον σημαίνει, εἰ μή τι δ' ἂν, ἢ ἐκ τῆς πράξεως, ἢ ἐκ τοῦ ἀποτελέσματος ἄλλο τι καλέσαι, διὰ τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὰ γινόμενα. Οἷον λέγει· Ὤφθη ὁ Θεὸς τῷ Ἀβραάμ· εἶτα τὸν τρόπον τῆς ὀπτασίας ἐξηγούμενος, Καὶ ἀναβλέψας, φησὶν, εἶδε τοῖς ὀφθαλμοῖς, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ, οὐκ ἄνδρας ὄντας τὴν φύσιν, ἀλλ' ἐκ τοῦ σχήματος ἄνδρας καλέσας. Οὕτω πάλιν τὸν παλαίοντα τῷ Ἰακὼβ, ἐκ τοῦ σχήματος ἄνθρωπον ἐκάλεσεν, ὡς πᾶν τὸ τοιόνδε σχῆμα, κἂν μὴ τὴν φύσιν ἐστὶν ἄνθρωπος, ἄνθρωπον ὀνομάζομεν διὰ τὸν τοιόνδε σχῆμα. Τὸ οὖν μὴ τοιοῦτον σχῆμα, οὐκ ἄνθρωπος δηλονότι, ἀλλ' ἕτερόν τι. Τοῦ οὖν Κυρίου καὶ μετὰ τὴν ἀνάστασιν ἐν τῷ τοιούτῳ φανέντος σχήματι, καὶ ἀνθρώπων ἀνάστασιν, καὶ αὐτοῦ εὐαγγελισαμένου, καὶ τῶν ἀποστόλων κηρυξάντων, καὶ τῆς ὑπ' οὐρανὸν Ἐκκλησίας ἐπὶ τῇ τοιαύτῃ ἐλπίδι τὴν ἀνάστασιν ἀπεκδεχομένης, τίς ἡ καινὴ καὶ παράδοξος τερατολογία τῶν τεχνικαῖς ἀποδείξεσιν ἐπιχειρούντων τὸ ἁπλοῦν καὶ ἄδολον τῆς Ἐκκλησίας ἐπιθολοῦν κήρυγμα, καὶ ἀθετεῖν τὴν τοῦ ἀνθρώπου ἀνάστασιν; Ἡμεῖς γὰρ οὐκ ἄλλο τι καλέσομεν ἄνθρωπον, μὴ τοιόνδε σχῆμα τυγχάνον. Ἀλλὰ πάλιν ἡμῖν ἐκ τῆς ἔξωθεν περιλαλοῦντες σοφίας, τεχνικαῖς ἐπιχειροῦσι μεθόδοις τὸν ἐκκλησιαστικὸν παραλογίσασθαι λόγον, καὶ ἐκ τῆς γραμματικῆς παρ' αὐτοῖς ὀνομαζομένης, ἢ γεωμετρικῆς, ἢ ἑτέρας ποθέν. Οὐ γὰρ ἡμῖν σχολὴ τὰ τοιαῦτα ἐπιχειροῦσι. Καὶ φασίν, Ἐν τοῖς σχήμασι τὸ τοιόνδε σχῆμα τοῦ τοιοῦδε εὐπρεπέστερον, καὶ πάλιν ἐκεῖνο τούτου κάλλιον· καὶ φανεροῦσιν ἡμῖν, καὶ συγκρίνουσι διαφορὰς παντοίας σχημάτων, ἕως οὗ συναγαγόντες ἐκ πάντων ἀποδείξωσι δῆθεν, ὅτι τὸ σφαιροειδὲς πάντων τῶν σχημάτων κάλλιόν τε, καὶ εὐθετώτερόν ἐστι· καὶ λοιπὸν, τούτων οὕτως παρ' αὐτοῖς ἀποδεικνυμένων, ἀνάγκην ἐπάγουσι τῷ ∆ημιουργῷ, εἰ τάχα τὰ ἐκείνου βάθη, καὶ τὰς βουλὰς λογισμοῖς καταλαβόντες ἰδίοις ἀποφαίνονται, ὅτι πάντως πρέπον, καὶ ἀναγκαῖον, καὶ ὀφειλόμενον, ἐν τῷ τοιούτῳ σχήματι ἀναστῆναι, ἐν ᾧ παρ' αὐτῶν ἐδοκιμάσθη κάλλιον εἶναι· τοσοῦτον προσοχθίσαντες τῷ τοῦ ἀνθρώπου σχήματι, ὡς οὐδὲ αὐτὸν τὸν ὀλίγον καιρὸν, ἕως οὗ φθάσωσι πᾶσαν ἀποβαλεῖν, καὶ ἀποδιαπομπήσασθαι σωματικὴν φύσιν, καὶ γενέσθαι καθαροὶ νόες, ἀνεχόμενοι, παρὰ τὸ φανὲν αὐτοῖς εὔμορφον σχῆμα λαβεῖν. Ἀλλ' ἐπειδήπερ οὐ πάντα πᾶσιν ὁμοίως ἀρέσκει τὰ σχήματα, οὔτε τέρπεται τοῖς πᾶσιν, ὥσπερ οὔτε γεύσει, οὔτε ἀκοῇ, οὔτε ὀσφρήσει, ἀλλὰ ἄλλος ἄλλως ἀρέσκεται, ὁμοίως δὲ, καὶ ἐν τοῖς σχήμασιν ἄλλος ἄλλως θεραπεύεται, τί γενήσεται, ἡμῶν τε, καὶ τῶν καθ' ἡμᾶς ἀρεσκομένων πλέον τοῦ σφαιροειδοῦς τῷ νυνὶ ἡμῶν σχήματι, ὑμῶν δὲ μᾶλλον ἀρεσκομένων, καὶ προτιμώντων τὸ σφαιροειδὲς, τοῦ παρὰ τοῦ ∆ημιουργοῦ κατ' ἀρχὰς δοκιμασθέντος δοθῆναι ἡμῖν σχήματος; Τί οὖν ἄρα ποιήσει καθ' ὑμᾶς ὁ τῶν ὅλων ∆εσπότης; ὀργισθεὶς τῇ διαφωνίᾳ ἀνελεῖ τὴν ἀνάστασιν; ἀλλὰ τοῦτο ἀδύνατον. Προειδὼς γὰρ ταῦτα, οὐκ ἐπέσχε τὴν χάριν, ἀλλ' ἐδωρήσατο πάντα διὰ τοῦ Κυρίου καὶ ∆εσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ παρασχεθέντα ἡμῖν. Ἀλλ' ἑκάστῳ παράσχῃ τὸ ἀρέσκον αὐτῷ καὶ πληροφοροῦν σχῆμα; Ἀλλ' ἀπρεπὲς ἐν τῇ ζωῇ ταύτῃ ἐν ἑνὶ σχήματι γενομένους, ἐν τῇ μελλούσῃ ζωῇ ἄλλον ἄλλο σχῆμα λαβεῖν. Εἰ γὰρ καὶ τῆς δόξης, καὶ τῶν ἀξιωμάτων πολλὴ διαφορὰ εὑρεθήσεται, ἀλλ' οὐ τῶν σχημάτων. Πῶς γὰρ γνωσθῇ ἡ περὶ ἀλλήλους δόξα, μὴ γνωριζομένων ἐκ τῶν σχημάτων, ὅτι ἄνθρωποι τυγχάνουσι; τί οὖν [οὐ?] συγχωροῦσι Θεῷ, καὶ στέργουσιν, ὅπερ εὐδοκήσει, μὴ ἐπιτασσόμενοι ὅτι τοιῶσδε καὶ τοιῶσδε ὀφείλει γενέσθαι, ἀρεσκόμενοι εἰς ὅπερ ἐξ ἀρχῆς ηὐδόκησεν ποιῆσαι, μηδὲν τούτου προτιμῶντες; Ἐπειδὴ τούτῳ τῷ σχήματι ὁ πλάσας ηὐδόκησε καλῶς ἔχειν τοῦ ἀνθρώπου φανεροῦσθαι φύσιν, ἀλλ' οἱ πάντα λόγῳ, καὶ σοφία καταλαβεῖν σπουδάζοντες, καὶ μηδὲν εἰς γνῶσιν πλέον τῷ Θεῷ παραχωρεῖν ἀνεχόμενοι, ἔτι τοιόνδε σχῆμα τοῦ βίου τούτου καταστάσει ἁρμόζειν φασί· πόδες γὰρ διὰ τὸν περίπατον, χεῖρες διὰ τὴν ἐργασίαν κατεσκευάσθησαν, ὀφθαλμοὶ διὰ τὸ βλέπειν ἐπλάσθησαν, ὦτα διὰ τὸ ἀκούειν ἐνεφυτεύθησαν, καὶ τὰ ἑξῆς· ἐν δὲ τῇ ἀθανάτῳ ζωῇ, μηδεμιᾶς τούτων χρείας ἔτι τυγχανούσης, περιττὴ τῶν τοιῶνδε μελῶν ἡ διαφορὰ καὶ τὸ σχῆμα· ὡς τάχα ἀποροῦντος τοῦ Θεοῦ καὶ ἐν τῇ παρούσῃ τοῦ βίου τούτου καταστάσει ἕτερον δοῦναι σχῆμα, καὶ ἀνενδεὲς πρὸς πᾶσαν χρείαν κατασκευάσαι, καὶ χωρὶς τῶν τοιῶνδε μελῶν τὰ νῦν δι' αὐτῶν ἐνεργούμενά τε καὶ ἐπιτελούμενα, ἀπαρεμποδίστως ἐργάζεσθαι. Ἢ οὐχ ὁρῶμεν ἐν τοῖς ζώοις, τὰ μὲν χωρὶς τοῦ τοιοῦδε μορίου, τὰ δὲ χωρὶς τοιοῦδε τυγχάνοντα; καὶ πάντα ζῇ καὶ αὔξει, καὶ πληθύνεται κατὰ γένος. Τί γὰρ συμβάλλονται πόδες πρὸς μετάβασιν τῷ τῶν ὀρνέων γένει, οἳ ὡς ὀξύτερον πάντων τῶν διὰ ποδῶν τὴν πορείαν ποιούντων δίεισι πρὸς οὓς ἂν βούλωνται τόπους; Τί δὲ πάλιν ἐζημίωσε τὰ τῶν ἐνύδρων γένη, ποδῶν καὶ χειρῶν στέρησις; Οὐ ζῇ καὶ αὔξει κατὰ γένη; τί δὲ ὁμοίως τὸ μὴ ἔχειν ἐντόσθια παρέβλαψε τῶν ὀστρέων τὰ γένη, καὶ ἀσπάλακα ἡ τῶν ὀφθαλμῶν ζημία; Καὶ οὐ λέγω ὅτι ταῦτα, ἢ ἠγνόει ποιῆσαι, ἢ ἠδυνάτει ὁ Θεός· μὴ οὕτως μανείην· ἀλλ' εἰς τὸ ἀπειροπλάσιον, καὶ εἰδὼς, καὶ ποιῆσαι δυνάμενος ζώων τε καὶ φυτῶν, σπερμάτων διαφορὰς καὶ σχήματα, τοσαῦτα παρήγαγεν, ὅσα καλῶς ἔχειν ἡγήσατο περὶ τὴν τοῦ κόσμου σύστασιν. Μὴ οὖν πτωχείαν [τις] ὑπονοοῖτο ἂν περὶ τοῦ ∆ημιουργοῦ, ὡς μὴ ἐγχωροῦντος ἑτέρως ποιῆσαι τὴν ἡμετέραν ζωήν τε καὶ σύστασιν, μυρίας δυναμένου, καὶ ἀπείρους ἰδέας ποιῆσαι σχημάτων, ἵνα καὶ τὰς λογικὰς ἐπιστάμενος ἐνεργείας, καὶ ἃ τῇ τοῦ βίου τούτου καταστάσει ἁρμόδια ὄντα ἐτύγχανε, καὶ ἐν τῇ μελλούσῃ, μήτε θνητόν τι τῶν μελῶν, μήτε ἀπρεπὲς τυγχάνοι. Ὥσπερ οὖν καὶ τὸ νῦν εὐδόκησε ποιῆσαι σχῆμα· ὅπερ, οὐκ οἶδα διὰ τί, ἐπαισχυνόμενοι, ἐπονειδίζονται τοῖς ἰδίοις μέλεσι, καὶ τὰ ἐν τῇ φθαρτῇ ζωῇ παθητὰ καὶ φθαρτὰ τυγχάνοντα μέλη, διὰ τὸ τούτου τοῦ βίου θνητὸν καὶ φθαρτὸν, ὡς μὴ δυνάμενα μεταποιηθῆναι εἰς ἀφθαρσίαν καὶ ἀτρεπτότητα, διασύρειν ἐπιχειροῦσι, καὶ γελῶντες ἐξονομάζουσιν, ὅτι Τί μοι χρεία κοιλίας, καὶ τῶν ἐντέρων, ἢ τοιῶνδε μορίων; μὴ σκοποῦντες, ὅτι τῶν πρὸς τὴν τοιάνδε χρείαν κατασκευασθέντων τῆς χρείας ἀναιρουμένης, συναναιρεῖται καὶ ἡ ἐργασία, πάντων μεταποιουμένων ἐκ τῆς φθαρτῆς καταστάσεως εἰς ἀφθαρσίαν, τῶν δὲ σχημάτων εὖ καὶ καλῶς παρὰ τοῦ ∆ημιουργοῦ κατασκευασθέντων καὶ διαμενόντων. Ἔστι γὰρ ὡς ἐν εἰκόνι καὶ ἐν τῇ φθαρτῇ ταύτῃ ζωῇ συνιδεῖν, ὅτι τοῦ ὀμφαλοῦ τὸ μόριον ἐν καιρῷ χρησιμεῦσαν, καὶ ἐν τῇ μητρῴα γαστρὶ τὴν τοῦ σπέρματος χρείαν πληρῶσαν, μετὰ τὴν ἐκεῖθεν ἔξοδον, τῆς μὲν χρείας ἐπαύθη, τὸ δὲ τούτου σχῆμα ἐν ἡμῖν μένει μὴ ἀφανιζόμενον, καὶ οὔτε αἰσχύνην, οὔτε ἀκοσμίαν τοῦτο οἰόμεθα. Ὡς ἐν ὑποδείγματι δὲ εἰρήσθω· φθαρτὸν γὰρ φθαρτοῖς συνεκρίναμεν. Ἡ γὰρ τοῦ μέλλοντος βίου δόξα ἀσυγκρίτῳ ὑπερβολῇ πρὸς τὰ παρόντα ὑπερβάλλει τε καὶ ὑπέρκειται, παυσομένης μὲν τῆς χρείας, ἐπιδοξοτέρων δὲ τῶν μελῶν γινομένων. Περὶ γάρτοι τοῦ παύεσθαι τῆς χρείας τὰ μέλη, καὶ ἑτέρως πῶς ἐνδοξοτέρως διαμένειν, καὶ ὁ θεῖος Ἀπόστολος Κορινθίοις γράφων ἐσήμανε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει, τουτέστι, παύσει. Οὐ γὰρ ἐπαρώμενος λέγει, ὥς τινες ὑπενόησαν, ἀλλὰ τὸ πάντως ἐσόμενον. Ἐπειδὴ γὰρ περὶ πορνείας διελέγετο, πάσῃ δυνάμει ἀπείργων, καὶ τῆς ἀκοῆς τοὺς πιστοὺς τῆς πορνείας, ἐκ προσώπου τοῦ ἐγκαλουμένου ἀντίθεσιν ποιησάμενος, ὡς δυναμένου λέγειν ἐκείνου, ὅτι Πάντα μοι ἔξεστιν, ἐπιστομίζων τὴν τοιαύτην ἀντίθεσιν, Ἀλλ' οὐ πάντα συμφέρει [φησί.] Καὶ δεικνὺς ὡς οὐ πάντα ἔξεστι, φησί· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Μηδὲν οὖν, φησὶ, τὸ διάφορον, ἐπειδὴ πρὸς τὴν τοῦ καιροῦ χρείαν γεγένηνται, μηδαμῶς δὲ πρὸς τὸν μέλλοντα αἰῶνα. Τὸ δὲ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἡμῶν ἐξήγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τοῦτο λέγων, ὅτι τὸ σῶμα οὐ καταργεῖται. ὥσπερ τὰ βρώματα, καὶ ἡ κοιλία ἕως οὗ δοχεῖον βρωμάτων ἐστὶν, ἐπεὶ οὐκ ἂν εἴη κοιλία καὶ ταύτην λέγων τὴν τῶν βρωμάτων ὑποδοχὴν, μὴ τὴν τοιάνδε πληροῦσαν χρείαν· τούτων δὲ καταργουμένων, καὶ μηδαμῶς ἐν τῷ μέλλοντι ἐνεργούντων, οὐκέτι ἂν κυρίως λεχθείη κοιλία, μὴ δοχεῖον βρωμάτων ὑπάρχουσα. Τὸ δὲ σύμπαν, σῶμα καὶ πνεῦμα δικαίως ἂν ὀνομασθείη ἐγειρόμενον, ὥσπερ ἀμέλει τὸ τοῦ Κυρίου. Ἵνα δὲ μὴ τοῖς ἔξωθεν χρωμένων συλλογισμοῖς ὕποπτος ὁ παρ' αὐτῶν λόγος γένηται τοῖς πολλοῖς, ὅτιπερ οὐκ ἐκ τῶν ἡμετέρων τυγχάνει, ἐξονυχίσαντες τὴν θείαν Γραφὴν, καὶ μικρόν τι οἷον σπινθῆρα ἐξ ὅλου τοῦ σώματος ἀφελόντες, καὶ τὸ καλῶς κείμενον ἄγξαντες, καὶ πρὸς τὸν ἴδιον μεταθέντες σκοτὸν, ὥσπερ ὁρμητηρίῳ καταφυγόντες, ἀποστολικὴν ἡμῖν πειρῶνται ἀναγινώσκειν φωνήν· Ὅτι Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καί φασιν· Ἰδοὺ μετασχηματισμὸν προφανῶς ὁ Ἀπόστολος ἀπεφήνατο γενέσθαι· μὴ προσέχοντες τῷ ἀποστολικῷ σκοπῷ, ἢ ἑκόντες μᾶλλον παραλογιζόμενοι πρὸς τὸ ἄμαχον οἴεσθαι ἔχειν ἀπόδειξιν. Οὐ γὰρ τοῦ σώματος ἔφη μετασχηματισμὸν ὁ Ἀπόστολος, ἀλλὰ τῆς τοῦ σώματος ταπεινώσεως, τουτέστι θανάτου, καὶ φθορᾶς καὶ ἀσθενείας, καὶ τῆς λοιπῆς κατὰ τὸν βίον ταπεινώσεως. Περὶ ὧν σαφέστερον ἐν τῷ περὶ ἀναστάσεως Κορινθίοις γράφων φησί· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· φθορὰν, καὶ ἀτιμίαν, καὶ ἀσθένειαν, τόν τε θάνατον, καὶ τὴν μετὰ θάνατον λέ γων φθοράν· ἀφθαρσίαν δὲ, καὶ δόξαν, καὶ δύναμιν, τήν τε ἀνάστασιν, καὶ τὰ μετ' αὐτὴν ἀγαθά. Καὶ μετ' ὀλίγα· Ὅτι δὲ μεταποιεῖσθαι ἢ μετασχηματίζεσθαι ἡ θεία Γραφὴ, οὐ πάντως τοῦ τῆς φυσικῆς συνθέσεως λέγει σχήματος, ἀλλ' ἀπὸ τῶν προσόντων, εἴτε ἐπὶ τὸ ἐνδοξότερον, εἴτε ἐπὶ τὸ ἀτιμότερον μεταποιουμένων, ἔνεστιν ἐκ τῶν πολλῶν κατανοῆσαι τῶν ἐν τῇ θείᾳ κινουμένων Γραφῇ, ὡς ὅταν ἐπὶ τοῦ ∆εσπότου λέγῃ, ὅτι μετεμορφώθη ἔμπροσθεν αὐτῶν· ἀλλ' ἀπὸ τοῦ εὐτελεστέρου ἐπὶ τὸ ἐνδοξότερον μεταμορφωθείς. Ἐδήλωσε γὰρ ἡμῖν ὁ εὐαγγελιστὴς εὐθὺς τὸν τρόπον τῆς μεταμορφώσεως, ὅτι ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο ὡς τὸ φῶς· τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. Οὐ τοῦτο λέγει, ὅτι τὴν θέσιν αὐτοῦ ἠμείψατο τοῦ προσώπου, ἀλλὰ τὴν δόξαν. Καὶ ταύτην αὐτοῦ τὴν ἐπὶ τῇ δόξῃ μεταμόρφωσιν, ὁ Κύριος εἶπεν εἶναι τῆς μελλούσης αὐτοῦ ἐξ οὐρανοῦ παρουσίας ὁμοιότητα. Φησὶ γὰρ πρὸς τοὺς περὶ τῆς ὀπτασίας ταύτης λέγων, ὅτι Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵ τινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ· ἢ κατὰ τὸν ἄλλον εὐαγγελιστὴν, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει· περὶ Πέτρου λέγων, καὶ Ἰακώβου, καὶ Ἰωάννου. Εὐθὺς γὰρ συνάπτουσιν. ὁ μὲν, Ἐγένοντο, λέγων, ὡς ἡμέραι ὀκτὼ μετὰ τοὺς λόγους τούτους· τὰς πάσας ἀριθμήσας, ἐπήγαγε· Καὶ παραλαμβάνει τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τὰ ἑξῆς, περὶ τῆς προκειμένης ἐξηγήσατο ὀπτασίας· ὁ δὲ, Μεθ' ἡμέρας ἓξ, τὰς μέσας μόνας μνημονεύσας. Παυσάσθωσαν τοίνυν οἱ τῶν θείων παρεξηγεῖσθαι τὰς ἐννοίας ἐπιχειροῦντες, τῇ τῶν ἀποστόλων ἐμμένοντες παραδόσει, καὶ τῇ ἐξ ἀρχῆς παραδοθείσῃ, καὶ ἐμπολιτευομένῃ τῶν Ἐκκλησιῶν δόξῃ, ὅτι τὴν τῶν ἀνθρώπων παραλαβοῦσα καὶ κηρύττουσα ἀνάστασιν, καὶ οὐδὲν ἄλλο ἀνθρώπους γινώσκει, ἢ ὅπερ οἶδεν εἶναι ἀνθρώπους· τὸ δὲ μὴ τοιόνδε σχῆμα, οὔτε οἶδεν, οὔτε ἐδίδαξεν ἄνθρωπον ὄντα. Τοῦ αὐτοῦ, ἐκ κεφαλαίων ι ʹ. –Εἰ τοίνυν αἰώνιοι σκηναὶ καὶ ἀνέκλειπτοι θησαυροὶ, καὶ αἰώνιος τῶν ἁμαρτωλῶν ἡ ἀνταπόδοσις, ποῦ χώραν ἕξει μετὰ τὴν ἀνάστασιν πάλιν ἀποβολὴν σωμάτων λέγειν, καὶ πάλιν ἐκτρέπεσθαι, καὶ εἰς τὸν αὐτὸν καταπίπτειν κόσμον, τοῦ Ἀποστόλου σαφῶς λέγοντος, καὶ ἀποδεικνύντος τὴν ἀμετάπτωτον τάξιν τῶν μελλόντων; Νυνὶ δὲ ἐπαγγέλλεται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν, λέγει Κύριος. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Εἰ οὖν ἅπαξ καὶ μηκέτι σαλευθῆναι διδασκόμεθα, πῶς μαθηταὶ τοῦ Εὐαγγελίου, οἱ τὸ μέγα τῆς ἀναστάσεως ἡμῶν δῶρον, καὶ τῆς Ἐκκλησίας τὸ καύχημα διασύροντες, καὶ πάλιν ἔκπτωσιν τῶν σωμάτων ἡμῖν καταγγέλλοντες; Εἰ γὰρ κακὸν τὸ ταῦτα διαιωνίζειν, ὑπὲρ ὅτου καὶ ἐξανίστανται; Καὶ εὐαγγελισμὸς, καὶ χαρὰ ἡ τούτων ἀνάστασις καταγγέλλεται· καὶ ὁ μέγας Παῦλος ἁλύσεων ὑπὲρ τῆς ἐλπίδος ταύτης περικειμένων ἠνείχετο, περὶ δὲ ἐλπίδος καὶ ἀναστάσεως τῶν νεκρῶν κρινόμενος, ἐλπίδα ἔχων εἰς Θεὸν, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν δικαίων τε, καὶ ἀδίκων, καὶ διδάσκει, μὴ ἄπιστον κρίνεσθαι τὸ κήρυγμα αὐτοῦ. Εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει, ὑπὲρ τίνος, εἴ γε καλὸν τὸ ἄνευ σώματος εἶναι τὰς ψυχὰς ἅπαξ ἀπαλλαγεῖσας αὐτῶν; Τί μὴ ἐξ εὐθείας μένουσιν ἐν τῇ μετὰ θάνατον ἀθανάτῳ καταστάσει, εἰ καὶ μὴ πάντων, ἀλλὰ κἂν τῶν δικαίων· ἀλλὰ τοὐναντίον πόρους ἡμῖν, καὶ φιλοτιμίαν αὐτὸς ὁ Κύριος εὐαγγελιζόμενος βοᾷ· Ἔρχεται ὥρα, ὅτε οἱ ἐν τοῖς μνημείοις ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἰ τοίνυν ἐν τῇ ἄκρᾳ τελειότητι περιττὰ, καὶ ἀποβολῆς ἄξια τὰ σώματα, τίς χρεία (πάλιν γὰρ ἐρῶ) ὡς μέγα τι δωρεῖσθαι, καὶ ἐπαγγέλλεσθαι τὸν ∆εσπότην τῷ εἰς αὐτὸν ἠλπικότι, Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα, καὶ ὅτι Ἀνταποδοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, οὔσης πᾶσιν ἀποβολῆς τῶν ἀνισταμένων σωμάτων; Καὶ μετ' ὀλίγα· Εἰ δὲ ἡ ἀνάστασις ἀτελὴς, διὰ τὸ πάλιν ἔχειν τὰ σώματα, κατὰ τοὺς ταῦτα ἀποῤῥίπτεσθαι δογματίζοντας, ἄρα οὐχ ἡ ἀνάστασις, ἀλλ' ἄρα ὁ θάνατος μεγάλη τυγχάνει δωρεὰ, διὰ τὸ ἀπαλλάττειν τοῦ σώματος τὴν ψυχὴν, καταδίκη δὲ ἡ ἀνάστασις, διὰ τὸ πάλιν δεσμεῖν αὐτὴν πρὸς τὸ σῶμα· καὶ διέφθαρται τὰ τῆς ἐλπίδος, ἐν τοῖς χείροσι πάλιν διὰ τῆς ἀναστάσεως γινομένων ἡμῶν. Κἂν γὰρ ἀθάνατος ἡ ψυχὴ, ἀλλὰ μὴ οὖσαν ἄνθρωπον, οὐδὲν ἀπωλείας διαφέρειν οἴεται ὁ Ἀπόστολος· μὴ γὰρ ἄλλως αὐτὴν ἀπολαύειν, ἢ κρατεῖν, ἢ πράττειν τι, ἢ πάσχειν, ἢ καθὼς ἐξ ἀρχῆς δεδημιούργηται μετὰ τοῦ σώματος, αὐτὴν οὖσαν καὶ τὴν ἰδίαν ἀπόλαυσιν ἔχουσαν, ἄνπερ τῷ θανάτῳ διὰ τὴν παρακοὴν τοῦ ἑνὸς ἀνθρώπου Ἀδὰμ λυθεῖσα, πάλιν διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς Χριστοῦ, διὰ τῆς ἐλπίδος ἀπέλαβεν πάλιν τὸ γενέσθαι ἄνθρωπος. Ἀλλὰ πάντως ἐροῦσι, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἀπορεῖν γὰρ αὐτοὺς παρασκευάζει τὰ γεγηρακότα καὶ ἀτελῆ τῶν σωμάτων ὑπεξερχόμενα τοῦ βίου, προσέτι δὲ καὶ ἠκροτηριασμένα. Ταῦτα γὰρ ἡμῖν οἱ τῆς ἀναστάσεως ἄπιστοι συνεχῶς ἐπιλέγουσι, καὶ ἀπαιτοῦσιν, ὅτι εἰ κοινὴ πάντων ἡ ἀνάστασις, κοινὴ πάντων καὶ ἡ δόξα, εἴπερ δόξα ἡ ἀνάστασις. Ἀλλὰ δεχέσθωσαν δι' ὑποδείγματος τὸν λόγον· οὐ γὰρ κύριοι ἡμεῖς ἐν τοῖς περὶ τῶν τηλικούντων λόγοις λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλὰ τοῦ ταῦτα παρὰ τοῦ Θεοῦ πιστευθέντος, καὶ κηρύξαι, καὶ μυσταγωγῆσαι τὴν Ἐκκλησίαν· ὅτι σῖτος, ἤ τι τῶν τοιούτων σπερμάτων, οὐ πᾶς σῶος, οὐδὲ ὑγιὴς, ἀλλὰ καὶ διαβεβρωμένος καὶ ἀτελής· ἀδύνατον γὰρ καὶ μὴ τοιούτους εἶναι ἐν τῷ σπόρῳ κόκκους· καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἐθέλησε· πρῶτον διὰ σηπεδόνος καὶ θανάτου διαλυθέντος τοῦ κόκκου· εἶθ' οὕτως ἐπὶ τὸ σπαρὲν διὰ μέσου χωρούντων ῥίζης φύλλου καὶ καλάμου ἀστάχυος· καὶ τότε τὸ ἴδιον ἐπιγίνεται σπέρμα, ὅπερ ἐσπάρη, οὔτε τὴν θέσιν, οὔτε τὸ σχῆμα, οὔτε τὴν χρόαν, οὔτε τὸ μέγεθος ἀμεῖβον κατὰ τὴν ἑκάστου ἀπηρτισμένην φύσιν, μὴ παραβαλλόντων ὅσα ἐν τῷ σπείρεσθαι ἀτελέστατα, ἢ λελωβημένα, ἢ βεβλαμμένα ὑπῆρχεν. Τοῦ ἁγίου Εἰρηναίου. Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι, κ. τ. ἑ. ΤΙΤΛ. ΟΕʹ. –Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ εὐφροσύνῃ, καὶ ἀῤῥήτῳ μακαριότητι διάγουσι λειτουργοῦντες τῇ σεβασμίῳ Τριάδι. Ἀντιπάτρου ἐπισκόπου Βοστρῶν, ἐκ τῶν κατὰ τοῦ δυσωνύμου Ὠριγένους. Ποῖος, Μωϋσῆς, ἢ Παῦλος, ἢ ἕτερός τις τῶν προφητῶν, ἢ ἀποστόλων οὕτως ἀκριβῶς περὶ πάντων τῶν πρὸ κόσμου, καὶ ὑπὲρ οὐρανὸν μετὰ πάσης αὐθεντίας ἐκθέσθαι, ἢ διδάξαι ἠδύνατο; Οὐδεὶς οὐδαμῶς. Εἴτε γὰρ καὶ διδάξαι τις οὕτως κατ' ἐξουσίαν εἶναι τὸν λόγον αὐτοῦ, ἀλλ' ἑτέρῳ τὴν αὐθεντίαν τῶν λεγομένων ἀνέθηκεν. Ἀλλ' οὐχ οὕτως οἱ τῶν προκειμένων δογμάτων καταγγελταὶ, ἀλλ' ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν ᾠήθησαν τὸ αὐτοῖς εἰρηκέναι. Καὶ περὶ Παύλου ἀμφιβάλλουσι, τὸ πόθεν λαβὼν διάφορα καταριθμεῖ τάγματα τῶν οὐρανίων δυνάμεων· εἶτα εἴ τις θερμότερος προσελθὼν εἴπῃ, ὅτι Ἡμεῖς μὲν πόθεν λαβὼν Παῦλος ἀποφαίνεται, οὐδαμῶς ἀγνοοῦμεν· ὑμεῖς δὲ πόθεν λαβόντες τοσαῦτα μυστήρια διηγεῖσθε, ὅπως τε πρὸ τούτου ἦσαν, καὶ πῶς ἤρξαντο κινεῖσθαι οἱ νόες, καὶ πῶς ἔπεσαν εἰς διάφορα σώματα, καὶ γεγόνασι διάφορα τάγματα, οὐρανίων τε καὶ ἐπιγείων; Τί ἐρεῖτε; Οὐ γὰρ ἔχετε λέγειν, ὅτι ἐκ τῆς Παλαιᾶς ἢ Καινῆς ∆ιαθήκης τὰς ἀφορμὰς ἐλάβετε· προείρηται γὰρ μηδὲν τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον εἰρηκέναι. Εἰ δὲ καὶ νῦν δοκεῖ ὑπομνησθῆναι ἐνίων τῶν ἡμετέρων λόγων ἀκούσατε. Ὑμῶν γάρ ἐστιν ἡ φωνὴ, ὅτι ὄνομα ἀσωμάτου οὐκ ἴσασιν, οὐ μόνον οἱ πολλοὶ, ἄλλ' οὐδὲ ἡ Γραφή· καὶ πάλιν ὅτι ἐν τῷ κηρύγματι, καὶ τὸ εἶναί τινας ἀγγέλους, καὶ δυνάμεις κρείττονας λειτουργικὰς τῆς σωτηρίας τῶν ἀνθρώπων, παραδέδοται· πότε δὲ ἐκτίσθησαν οὗτοι, καὶ τίνα τὰ περὶ αὐτοὺς οὐδαμῶς τις ἐσαφήνισεν; Καὶ μετ' ὀλίγα· Ἐν τῷ οὖν ἐκκλησιαστικῷ κηρύγματι περιεχομένης τῆς ἀκριβοῦς ταύτης καταλήψεως, πῶς ἐρεῖτε, κατειληφέναι, ἀλλὰ μετὰ πάσης ἀκριβείας εἰδέναι, ὅτιπερ οὐκ ἤρξατο ὁ Θεὸς δημιουργεῖν, καὶ τοὺς νόας, πῶς τε τάξεως, καὶ γνώσεως μετέσχον, καὶ πῶς μετέπεσαν, καὶ εἰς πόσας διαφορὰς διῃρέθησαν, μετὰ πάσης αὐθεντίας δογματίζοντες; οὐδὲ τῇ, Τάδε λέγει Κύριος, συγκεχρημένοι φωνῇ, ἢ τῇ· Εἶπε Κύριος πρὸς ἡμᾶς, ἤ· Ἠκούσαμεν τῆς φωνῆς Κυρίου, καὶ ὅσα ἔθος τοῖς δογμάτων ἀπαρχομένοις τινῶν, εἰς τὴν τῶν ἰδίων σύστασιν λογισμῶν παρά τε τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ἄλλοις αὐτῆς τροφίμοις. Ἀλλ' ἔστι καὶ ἡμῖν θαυμάζειν, ὥσπερ ἐπὶ τοῦ ∆εσπότου τοὺς ἀκούοντας ἐκπλήττεσθαι συνέβαινεν, ὅτι κατ' ἐξουσίαν ἐστὶν ὁ λόγος ὑμῶν. Τοῦ δὲ κηρύγματος μὴ περιέχοντος ταῦτα, οὕτως ἀκριβῶς εἰδέναι φαίνεσθε, ὅτιπερ τῆς προτέρας μακαριότητος ἀποστάντες διὰ τὴν τοῦ πρώτου ἧτταν τὴν γενομένην ἐν αὐτοῖς, γεγόνασιν ἀπὸ νόων ἄγγελοι, ἀρχάγγελοι, καὶ τὰ ἑξῆς. Ἀποστάντες δὲ, κατὰ τὴν γενομένην νέαν Γραφὴν, τῆς τοῦ Θεοῦ ἑνώσεως, ἄρχειν τε καὶ κυριεύειν τῶν ἐπὶ πλείω σαλευθέντων λαχόντες, καὶ εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, αὐτοὶ ταύτης σαλευθέντες, καὶ δεόμενοι τοῦ ἐπανάξοντος. Πρὸς οὓς δικαίως τις ἐρεῖ αὐτῶν προνοούμενος· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἅπερ ἐμοὶ προξενεῖς, κτῆσαι πρῶτος αὐτός. Εἰ γὰρ καὶ πλέον ἀποῤῥεῦσαι συνέβη με, ἀλλ' ἀμφότεροι ἐν τῷ αὐτῷ τυγχάνομεν κρίματι· ἀλλ' ὅτι μὲν ἀλλότρια τὰ τοιαῦτα τυγχάνουσι τοῦ εὐαγγελικοῦ κηρύγματος, δέδεικται ἱκανῶς, καὶ ὡμολόγηται σὺν Θεῷ· ἴδωμεν δὲ λοιπὸν τί περὶ αὐτῶν τὸ Πνεῦμα ἡμῖν παραδέδωκεν, ὅπερ καὶ ἐν τῷ ἐκκλησιαστικῷ φέρεται λόγῳ, Εὐλογεῖτε, φησὶ, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ. οἱ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εἰ τοίνυν δυνατοὶ ὑπάρχουσιν ἰσχύϊ τοῦ ποιεῖν τὸ θέλημα αὐτοῦ, καὶ δυνατῶς ἰσχύϊ ἔχουσιν τοῦ ἀκοῦσαι τὸν λόγον αὐτοῦ, πῶς ἔξω τοῦ ἰδίου μακαρισμοῦ καθεστηκέναι τούτους νομίσαι τις δυνηθείη; εἰ μή τις δ' ἂν ἐρεῖ μὴ θέλειν ἐπιτάττειν αὐτοῖς, ὥστε ἐπανελθεῖν αὐτοὺς εἰς τὴν ἀρχῆθεν τελείαν μακαριότητα· Ἐπιταττόμενοι γὰρ, δυνατοὶ ἰσχύϊ τυγχάνουσι κατὰ τὸν προφήτην ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ ἀκούειν τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀψευδὴς γὰρ ἡ τοῦ Πνεύματος μαρτυρία. Πῶς δὲ καὶ ἐζήλωσαν διὰ τοὺς ἀπολέσαντας τὸ καλὸν παρὰ τοῦ Κυρίου καταβληθὲν σπέρμα, καὶ τὴν αὐτῶν διόρθωσιν ἐπιτραπῆναι παρὰ τοῦ Κυρίου ἐζήτουν αὐτοὶ, τοῦ πρώτου σπέρματος τὴν καθαρότητα ἀποβαλόντες; Πρὸς οὓς ὁ Κύριος οὐκ ἔφη, ὅτι ∆ιὰ τί καὶ ὑμεῖς ἀποβάλλετε τὴν πρώτην ὑμῶν πρὸς τὸν Θεὸν κινηθέντες ἕνωσιν, ἀλλ' ἐνδοῦναι τέως αὐτοῖς, καὶ κατὰ καιρὸν τὸν προσήκοντα τοῦτο ποιεῖν ἐπιτρέπεσθαι αὐτούς; Ἀνθ' ὅτου δὲ, καὶ ὁ Κύριος ἐλεύσεσθαι λέγει μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, μὴ ἐχόντων τὴν ἐξαρχῆθεν ἁγιωσύνην; Τοῦ ∆εσπότου δὲ δικαιοῦντος, τίς ὁ κατακρινῶν; πῶς δὲ εἴπερ οὐχ ὑπάρχουσιν ἐν τῇ ἰδίᾳ μακαριότητι, ὁ μέγας γράφει Μωϋσῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ. Οὐ γάρ ἐστιν, ὡς οἶμαι, ἐπιδοξοτέραν περὶ αὐτῶν ἀφιέναι φωνὴν, τοῖς ἔθνεσι τοὺς τοῦ Θεοῦ ἀγγέλους ἐπιστατεῖν, καὶ γενέσθαι μερίδα Κυρίου τὸν ἐξ Ἰακὼβ λαὸν, εἰς τοσοῦτον ὕψος ἀνάγων αὐτοὺς, ὡς εἰς μερισμὸν ἐλθεῖν μετὰ Κυρίου. Εἰ γὰρ καὶ διὰ τὴν τοῦ λαοῦ δόξαν ὑπερβολικώτερον λέλεκται, ἀλλ' ὅμως δόξαν οὐ τὴν τυχοῦσαν τοῖς ἀγγέλοις περιποιεῖται. Καὶ ὅτι ἀποστέλλειν εἰς τὸν τόπον αὐτοῦ ὁ Θεὸς τὸν ἄγγελον αὐτοῦ ἐπαγγέλλεται, εἰς τὸ καταπαῦσαι τὸν λαὸν μεμαθήκατε· οὗ τί ἂν ἐντιμότερον γένοιτ' ἄν; Καὶ ὁ μακάριος δὲ Μιχαίας ἐν ὀπτασίᾳ ἑωρακέναι τὸν Θεὸν λέγει, καὶ πᾶσαν τὴν δύναμιν τοῦ οὐρανοῦ παρίστασθαι ἔμπροσθεν αὐτοῦ, καὶ χιλίας χιλιάδας λειτουργοῦντας αὐτῷ ὁ ∆ανιὴλ θεάσασθαι λέγει, καὶ παρεμβολὴν Θεοῦ ὁ Ἰακὼβ τὴν τῶν ἀγγέλων ὑπάντησιν ὀνομάζει. Καὶ μυρία ἄν τις εὕροι τὴν ἀκροτάτην δόξαν μαρτυρούσης τῆς θείας Γραφῆς ταῖς οὐρανίοις δυνάμεσι. Τοῦ γὰρ Ἀποστόλου δεδοίκαμεν παραθέσθαι φωνὴν, μὴ πάλιν ἔγκλησιν ὑπομείνῃ, ὅτι Πόθεν ταῦτα λαβὼν λέγει; Εἰ δὲ μή γε καὶ αὐτὸς διαῤῥήδην βοᾷ· ∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων. Καὶ ἐν φωνῇ ἀρχαγγέλου φησὶ σημαίνεσθαι τὴν τοῦ Κυρίου παρουσίαν. Περὶ μὲν γάρτοι τῶν Χερουβὶμ, ἢ τῶν Σεραφὶμ, οὐδὲν δυνάμεθα λέγειν, διὰ τὸ μαθεῖν τὸν συγγραφέα παρὰ τοῦ Ἑβραίου· ὅστις καὶ ἔστιν ὁ παρ' αὐτοῦ σημαινόμενος Ἑβραῖος· ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον τούτοις σεμνύνεται. Τίς οὖν ἄρα οὕτω τολμηρὸς, ἵνα τῆς ἰδίας ἀξίας ἀποστάντας, καὶ κατάπτωσιν ὑπομείναντας, ἐπὶ τοσαύτῃ δόξῃ μαρτυρεῖσθαι ὑπὸ τοῦ Πνεύματος ἁγίου; Εἰ δὲ δυνατοὶ ἰσχύϊ τυγχάνουσι ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ζητοῦσιν ἀπολέσθαι τοὺς ἀσεβεῖς διὰ τὴν πρὸς τὸ Θεῖον εὔνοιαν, καὶ ἔμπροσθεν παρίστασθαι, καὶ λειτουργεῖν, καὶ ἐκ δεξιῶν εἶναι Θεοῦ σημαίνονται, τίς ὁ ὑπὲρ ταῦτα φανταζόμενος, καὶ τῆς τοσαύτης ἀξιοπιστίας τὸ μεῖζον ἐννοῶν, μὴ σφόδρα παραπαίων, καὶ τῶν θείων Γραφῶν παρ' οὐδὲν λογιζόμενος τὰς μαρτυρίας; οὐδὲν γὰρ ἡμεῖς ἐπιδοξότερον τούτων ἐννοεῖν δυνάμεθα, μήτιγε αὐτὸν τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἅγιον Πνεῦμα ταῦτα καὶ τὰ τοιαῦτα περὶ τῶν οὐρανίων ταγμάτων δεδήλωκεν. Αὐτοὶ δὲ πόθεν μαθόντες, ὅτι τῆς πρώτης μακαριότητος ἀποστάντες εἰς διάφορα τάγματα σωματωθέντες ἀπεμερίσθησαν, λεγέτωσαν. Ἀλλ' ὁ διάβολος, φησὶν, δέδεικται, ὅτι τοιοῦτος μὲν οὐκ ἐκτίσθη, ἐξ ἰδίας δὲ πονηρίας εἰς τοῦτο κατέπεσε. ∆ῆλον οὖν, ὅτι κἀκεῖνοι ἐξ ἰδίας ἀνδραγαθίας εἰς τοῦτο ἦλθον. Ἀλλ' ἀποκρινέσθωσαν, τί ὄντες ἐξ ἀνδραγαθημάτων ἰδίων πρὸς τοῦτο ἦλθον; κρείττους οὗπέρ εἰσιν, ἢ χείρους; ἀλλὰ πάντως ἐροῦσι, κρείττους, καὶ οὐχ ἁπλῶς κρείττους, ἀλλὰ πολὺ τὸ μέσον ὅσον ὁ προλαβὼν ἐδήλωσε λόγος. Ἀλλ' οὐδεὶς πώποτε ἐπὶ τὸ χεῖρον ἐξ ἀνδραγαθημάτων ἔρχεται. ἀλλὰ πολλοὶ ἐπὶ τὸ κρεῖττον. Εἰ οὖν ἐπὶ τὸ χεῖρον ἦλθον, ὦ βέλτιστοι, ἐξ ἁμαρτιῶν, καὶ οὐκ ἐξ ἀνδραγαθημάτων. Εἰ δὲ ἀνδραγαθίας ἔλαβον παρὰ τοῦ ἀγωνοθέτου γέρας, δῆλον ὅτι μείζους οὗπερ ἦσαν γεγόνασιν, οὐκ ἐλάττους. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητουμένων. –Πνευματικὴ δὲ ἡ τῶν ἀγγέλων οὐσία. Εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. –Αἱ τοῦ Θεοῦ πᾶσαι δυνάμεις πτεροφυοῦσι τὴν ἄνω πρὸς τὸν Πατέρα ὁδὸν γλιχόμεναί τε καὶ ἐφιέμεναι. ΤΙΤΛ. Ο ʹ. –Περὶ αἱρετικῶν, καὶ τῶν περὶ τὴν πίστιν λογομαχούντων· καὶ ὅτι οὐ χρὴ τὰς συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων, καὶ μὴ ταράττειν τὰ τῆς Ἐκκλησίας θεοπαράδοτα λόγια. Ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς τοῦ ἁγίου Ἰγνατίου τοῦ θεοφόρου. –Τοὺς μερισμοὺς φεύγετε, ὡς ἀρχὴν κακῶν. Εἰώθασί τινες δόλῳ πονηρῷ τὸ ὄνομα Χριστοῦ περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια Θεοῦ, οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν. Εἰσὶ γὰρ κύνες λυσσῶντες λαθροδῆκται· οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους. Μηδεὶς πλανάσθω. Ἐὰν μή τις ᾖ ἐντὸς τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ Θεοῦ. Εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου, καὶ πάσης τῆς Ἐκκλησίας; Ὁ οὖν μὴ ἐρχόμενος ἐπὶ τὸ αὐτὸ, οὗτος ἤδη ὑπερηφανεῖ, καὶ ἑαυτὸν διακρίνει. Γέγραπται δέ· Ὑπερηφάνοις ὁ Θεὸς ἀντιτάσσεται. Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἰκοφθόροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πάσχοντες ἀπέθνησκον, πόσῳ μᾶλλον ἐὰν πίστιν ἐν κακοδιδασκαλίᾳ φθερεῖ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; Ὅτι οὗτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτοῦ. Ἐκ τῆς πρὸς Τραλλαεῖς ἐπιστολῆς. –Παρακαλῶ ὑμᾶς, οὐκ ἐγὼ, ἀλλ' ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μόνῃ τῇ Χριστιανικῇ τροφῇ χρῆσθαι· ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθαι, ἥτις ἐστὶν αἵρεσις. Καὶ παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετ' οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν, ἡδέως λαμβάνει, ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν. Φυλάσσεσθε οὖν τοὺς τοιούτους. Ἐκ τῆς αὐτῆς. –Φεύγετε τὰς κακὰς παραφυάδας, τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί τις παραυτίκα ἀποθνήσκει. Οὗτοι γὰρ οὐκ εἰσὶ φυτεία τοῦ πνεύματος. Ἐκ τῆς πρὸς Φιλαδελφίους ἐπιστολῆς. – Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ὧν Χριστὸς Ἰησοῦς γεωργεῖ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν τοῦ Πατρός. Μὴ πλανᾶσθε, ἀδελφοί μου· εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν Θεοῦ οὐ κληρονομεῖ. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Ἀνακρινεῖ δὲ τὸ Θεῖον τοὺς τὰ σχίσματα, κ. τ. ἑ. Τοῦ αὐτοῦ, ἐκ τοῦ δευτέρου. –Ἄμεινον καὶ συμφερέστερον, κ. τ. ἑ. Τοῦ ἁγίου Ἰουλίου ἐπισκόπου Ῥώμης, ἐκ τῆς πρὸς ∆ιονύσιον ἐπιστολῆς. –Τὸ μὲν γὰρ τοῖς δόγμασι διαφωνοῦντας τοῖς ῥήμασι προσποιεῖσθαι συμφωνεῖν, ἀσεβές· τὸ δὲ τοῖς δόγμασι συμφωνοῦντας ἐν τοῖς ῥήμασι διαφέρεσθαι, μάταιον καὶ μωρόν. Τοῦτο οὖν συμφωνούμενον ἔχοντες, ὅτι Θεὸς ἔνσαρκος ὁ Κύριος, καὶ ἐξ οὐρανοῦ, καὶ ἐκ γῆς, ὁ αὐτὸς τῇ μορφῇ δοῦλος, καὶ τῇ δυνάμει Θεὸς, μενέτωσαν ἐν ὁμονοίᾳ, καὶ μὴ μάτην διαφερέσθωσαν, μηδὲ εἰς τὴν τῶν αἱρετικῶν λογομαχίαν ἐκπιπτέτωσαν. Ταῦτα δὲ οὕτως φρονοῦντες, μενέτωσαν ἐν ἡσυχίᾳ, τὰς περιττὰς ζητήσεις ἐκκλίνοντες, καὶ ῥήματος ἕνεκεν, μὴ διαιρούμενοι, ὁπότε τὰ δόγματα συμφωνεῖται. Τοῦ ἁγίου Ἀμβροσίου τοῦ θαυματουργοῦ, ἐκ τοῦ περὶ σαρκώσεως καὶ πίστεως. –Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις, Ἡ γὰρ τοῦ Θεοῦ βασιλεία οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποκαλύψει δυνάμεως. Τοῦ αὐτοῦ (Γρηγορίου τοῦ Νύσσης) ἐκ τοῦ περὶ τῆς ἐν Κωνσταντινουπόλει καταστάσεως τοῦ ἁγίου Γρηγορίου. –Ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾷν τοῦ Κυρίου, κ. τ. ἑ. Τοῦ αὐτοῦ εἰς τό· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. –Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν, καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς; Λογισάμενος γὰρ ὁ διάβολος ὁ κοινὸς τῆς ἀθρωπότητος λυμεὼν, ὅτι γαλήνης ἐν ἡμῖν πολιτευομένης, τὰ τῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης, εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ ∆ημιουργοῦ γινόμεθα, ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τί πεποίηκε, καὶ πῶς πανούργως τὸν καθ' ἡμᾶς ἐῤῥαψώδηκε πόλεμον ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶ σοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶ πλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι. Παρασκευάζει τινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαι κατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι' αὐτῶν ἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλεμον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ' ἀλλήλων ἐστράτευσε. Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφαλῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦ μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ. Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος. Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι. Οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι. Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ. Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γενώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι. Τοῦ ἁγίου Σεραπίωνος, ἐκ τῆς κγʹ ἐπιστολῆς. –Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, καὶ κατ' ὀλίγον προελθοῦσα εὐθέως λύεται. Κλήμεντος ἐκ τοῦ ηʹ τῶν Στρωμάτων. –Ἐκδέχεται ἄλλος τόπος καὶ ὄχλος τοὺς ταραχώδεις, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. –Ὥσπερ οἱ προσπταίσαντες, ἀρτίοις βαίνειν ποσὶν ἀδυνατοῦντες, μακρὰν τοῦ κατὰ τὴν ὁδὸν τέλους ὑστερίζουσι προσκάμνοντες· οὕτω καὶ ἡ ψυχὴ τὴν πρὸς εὐσέβειαν ἄγουσαν ὁδὸν ἀνύειν κωλύεται, προεντυγχάνουσα ταῖς ἀσεβέσιν ἀνοδίαις. Αὗται γάρ εἰσιν ἐμπόδιοι, καὶ προσπταισμάτων αἰτίαι, δι' ὧν χωλαίνων ὁ νοῦς ὑστερίζει τῆς κατὰ φύσιν ὁδοῦ. Ἡ δὲ ὁδός ἐστιν, ἡ ἐπὶ τὸν Πατέρα τῶν ὅλων τελευτῶσα. Τοῦ αὐτοῦ. –Αἱ περὶ τῶν τοῦ Θεοῦ ἀρετῶν ἐναγώνιοι ζητήσεις βελτιοῦσι τὴν διάνοιαν, καὶ ἄθλους ἀθλοῦσιν ἡδίστους ἅμα καὶ ὠφελιμωτάτους, καὶ μάλιστα ὅταν, μὴ ὡς οἱ νῦν τὴν ψευδώνυμον κλῆσιν ὑποδυόμενοι, μέχρι τοῦ δοκεῖν ὑπερμαχοῦσι τῶν δογμάτων, ἀλλὰ πάθει γνησίῳ μετ' ἐπιστήμης ἰχνηλατοῦσιν ἀλήθειαν. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. –Τὸ ἐμμελὲς, καὶ εὔρυθμον, οὐκ ἐν φωνῇ μᾶλλον ἢ διανοίᾳ ἐπιδείκνυσθαι πειρωμένους, ὁ τοῦ Σοφοῦ λόγος, οὐκ ἐν ῥήμασι, ἀλλ' ἐν τοῖς δηλουμένοις πράγμασιν ἐπιδείκνυσι τὸ κάλλος. Ἐκ τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ Ζητημάτων. –Τοὺς ἐντυγχάνοντας τοῖς ἱεροῖς Γράμμασιν οὐ δεῖ συλλαβομαχεῖν, ἀλλὰ πρὸ τῶν ὀνομάτων καὶ ῥημάτων τὴν διάνοιαν σκοπεῖν, καὶ τοὺς καιροὺς, καὶ τόπους, καὶ τρόπους, καθ' οὓς ἕκαστα λέγεται. Πολλάκις γὰρ αἱ αὐταὶ λέξεις ἑτέροις καὶ ἑτέροις πράγμασιν ἐφαρμόζουσιν, καὶ κατὰ τοὐναντίον διαφέρουσαι λέξεις ἐπὶ τοῦ αὐτοῦ τιθέμεναι πράγματος συνᾴδουσιν. Ἐκ τῶν ἐν Γενέσει Ζητημάτων. –Ἀτόπως δρῶσιν, ὅσοι ἐκ μέρους τινὸς κρίνουσι τὸ ὅλον, ἀλλὰ τοὐναντίον ἐκ τοῦ ὅλου τὸ μέρος. Οὕτω γὰρ ἄμεινον καὶ σῶμα καὶ πρᾶγμα δογματίζοιτο ἄν. Ἔστιν οὖν ἡ θεία νομοθεσία τρόπον τινὰ ζῶον ἡνωμένον, ἣν ὅλην δι' ὅλου χρὴ μεγάλοις ὄμμασι περισκοπεῖν, καὶ τὴν βουλὴν τῆς συμπάσης Γραφῆς ἀκριβῶς καὶ τηλαυγῶς περιαθρεῖν, μὴ κατακόπτοντας τὴν ἁρμονίαν, μηδὲ τὴν ἕνωσιν διαρτῶντας, Ἑτερόμορφα γὰρ καὶ ἑτεροειδῆ φανεῖται, τῆς κοινωνίας στερούμενα. Ἐκ τοῦ δʹ τῶν αὐτῶν. –Νόμος ἔστω κατὰ τῶν τὰ σεμνὰ καὶ θεῖα μὴ σεμνῶς καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπιφέρειν ἀορασίας. ΣΤΟΙΧΕΙΟΝ Β. ΤΙΤΛ. Αʹ. –Περὶ βασιλέως· ὅτι ἀλυσιτελὲς τὸ ἐξιέναι τὸν βασιλέα εἰς πόλεμον, καὶ βέλτιον, διὰ μισθοφόρων, καὶ δώρων τοὺς πολεμίους ἀμύνεσθαι, ἢ δι' ἑαυτοῦ. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. – Οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται. ΤΙΤΛ. Βʹ. –Περὶ βασιλέως χρηστοῦ, καὶ δικαίου, καὶ μισοπονήρου. Παραλειπομ. βʹ. –Εἶπε Ἰωσάφατ πρὸς τὸν λαὸν αὐτοῦ ... καὶ ἐγένετο ἡμέρα τρισκαιδεκάτη ἐκλεγόντων τὰ σκύλα, ὅτι πολλὰ ἦν. Σχόλ. Φησὶν ὁ θεῖος Ἀπόστολος· Ὅσα προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη. ∆ιὸ ἀναγκαῖόν ἐστι τοῖς τῶν ἁγίων ἐξακολουθοῦσιν ἴχνεσιν, ἐν Κυρίῳ Θεῷ ἡμῶν παρατάττεσθαι τοῖς ὑπεναντίοις, καὶ μὴ μόνον θρασείᾳ καρδίᾳ, ἧς τὸ τέλος ἀδόκιμον. Ψαλμ. κʹ. –Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, κ. τ. ἑ. Σχόλ. Ὅρα κἀνταῦθα, πῶς τὸ ἅγιον Πνεῦμα διὰ τοῦ προφήτου ῥυθμίζει τοὺς εὐσεβῶς καὶ ἀσφαλῶς κρατεῖν ἐθέλοντας, τῇ τοῦ Θεοῦ δυνάμει ἐπερείδεσθαι, καὶ ἐν πᾶσιν. Ψαλμ. οαʹ. –Ὁ Θεὸς, τὸ κρῖμα σου τῷ βασιλεῖ δὸς, κ. τ. ἑ. Σχόλ. Σκόπει τί ὑποτίθεται ἡ πνευματικὴ διδασκαλία τοῖς καὶ τὰ σκῆπτρα θεόθεν ἐγκεχειρισμένοις. Τοῦ Χρυσοστόμου, ἐκ τοῦ εἰς Κωνσταντῖνον τὸν βασιλέα. – Βασιλεία τῶν ἐπὶ τῆς γῆς πραγμάτων τὰς τραχύτητας ὁμαλίζει. Τοῦ ἁγίου Εἰρηναίου. –Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. –Οὐδὲν οὔτε ἡδεῖον, οὔτε σεμνότερον, ἢ Θεῷ δουλεύειν, ὃ καὶ τὴν μεγίστην βασιλείαν ὑπερβάλλει. Καί μοι δοκοῦσιν οἱ πρῶτοι βασιλεῖς ἅμα καὶ ἀρχιερεῖς γενέσθαι, δηλοῦντες ἔργοις, ὅτι χρὴ τοὺς τῶν ἄλλων δεσπόζοντας δουλεύειν τοῖς λατρεύουσι Θεῷ. ΤΙΤΛ. Γʹ. –Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητημάτων. –Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάσσης ἀνάψηται κράτος· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλὴς, κἂν τῶν παρασκευῶν καὶ τῶν χορηγιῶν ἀμοιρῇ, δι' ὧν οἱ πολλοὶ κρατύνονται τὰς δυναστείας. Ὥσπερ γὰρ τῷ κυβερνητικῆς, ἢ ἰατρικῆς, ἢ μουσικῆς ἀπείρῳ παρέλκον πρᾶγμα, οἴακες, καὶ φαρμάκων σύνθεσις, καὶ αὐλοὶ, καὶ κιθάραι, διότι μηδενὶ τούτων δύναται χρῆσθαι πρὸς ὃ πέφυκε· κυβερνήτῃ, δὲ, καὶ ἰατρῷ καὶ μουσικῷ λέγοιτ' ἂν ἐφαρμόζειν δεόντως· οὕτως, ἐπειδὴ τέχνη τίς ἐστι βασιλικὴ, καὶ τεχνῶν ἀρίστη, τὸν μὲν ἀνεπιστήμονα χρήσεως ἀνθρώπων ἰδιώτην νομιστέον· βασιλέα δὲ μόνον τὸν ἐπιστήμονα. Τοῦ αὐτοῦ. –Νεότης μετ' ἐξουσίας αὐτοκράτους ὁρμαῖς ἀκαθέκτοις χρωμένη, κακὸν δύσμαχον γίνεται. ΤΙΤΛ. Ιʹ. –Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ βοηθοῦντος, πᾶσα ἐπιβουλὴ καὶ ἐπανάστασις ἐχθροῦ ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσιν. Γενέσεως. –Παραγενόμενος δέ τις τῶν ἀνασωθέντων, ἀπήγγειλεν Ἀβρὰμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφὸς αὐτοῦ. Καὶ ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτὼ, καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβὰλ, καὶ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαόν. Σχόλ. Ἀβραὰμ ὑπέρμαχον τὸν Θεὸν κτησάμενος, μετὰ τῶν ἰδίων οἰκογενῶν τοὺς τέσσαρας βασιλεῖς εἰς φυγὴν ἔτρεψεν. Παραλειπομ. βʹ. –Ἐβόησεν Ἀσὰ πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ, καὶ εἶπε· Κύριε, οὐκ ἔστι παρὰ σοὶ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις, οἷς οὐκ ἔστιν ἰσχύς. Βοήθησον ἡμῖν, Κύριε ..... μὴ κατισχυσάτω μετὰ σοῦ ἄνθρωπος. Σχόλ. Ἀσὰ ὁ βασιλεὺς, μετὰ πεντακοσίων ὀγδοήκοντα χιλιάδων ἀντιπαραταξάμενος τοῖς Αἰθίοψιν, ἄρδην πάντας ἀνεῖλεν ὑπὲρ χιλιάδας χιλιάδας ὄντας. ΤΙΤΛ. ΙΑʹ. –Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας. Τοῦ ἁγίου Κυπριανοῦ ἐπισκόπου, ἐκ τῆς πρὸς Φίδωνα ἐπιστολῆς. –Ἐπειδὴ καὶ τοῖς βαρύτερα πεπλημμεληκόσι, καὶ εἰς τὸν Θεὸν πρὸ τῆς χάριτος ἡμαρτηκόσι, μετὰ τὸ πιστεῦσαι ἄφεσις ἁμαρτιῶν αὐτοῖς δέδοται, καὶ ἀπὸ τοῦ βαπτίσματος, καὶ ἀπὸ τῆς χάριτος οὐδεὶς κωλύεται, πόσῳ μᾶλλον οὐκ ὀφείλει κωλύεσθαι τὸ παιδίον, ὅπερ νεωστὶ τεχθὲν, οὐδὲν ἥμαρτεν, εἰ μὴ ὅτι κατὰ τὸν Ἀδὰμ σαρκικῶς γεννηθὲν, τὸν μιασμὸν τοῦ θανάτου τῇ πρώτῃ γεννήσει ἐπεσπάσατο; ὅπερ εἰς μετάληψιν ἀφέσεως ἁμαρτιῶν αὐτοῦ, τούτῳ εὐχερέστερον πρόεισιν, ὅτι ἀφίενται αὐτῷ, οὐ τὰ ἴδια, ἀλλὰ τὰ ἀλλότρια ἁμαρτήματα. ΤΙΤΛ. ΙΒʹ. –Περὶ βεβαίου καὶ ἀβεβαίου ἀνδρός. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῶν ἐν Γενέσει ζητουμένων. –Ἀνθρώποις τὸ εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη. Οὕτω γοῦν φίλους ἑλόμενοι πολλάκις, καὶ βραχύν τινα αὐτοῖς διατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες, ἀπεστράφημεν ὡσεὶ ἐχθρῶν. ΣΤΟΙΧΕΙΟΝ Γ. ΤΙΤΛ. Ζʹ. –Περὶ τῶν γνωσιμαχούντων, καὶ ἑαυτοὺς καταμεμφομένων. Φίλωνος. –Ὁ μὲν Κάϊν, ἐπειδὴ τὸ μέγεθος τοῦ ἄγους ἠγνόησε, τοῦ μηδέποτε περιπεσεῖν θανάτῳ, τιμωρίας δίδωσιν ἁπλουστέρας. Ὁ δὲ μιμητὴς ἐκείνου, μὴ δυνάμενος εἰς τὴν αὐτὴν ἀπολογίαν τῆς ἀγνοίας καταφυγεῖν, διπλᾶς εἰκότως ὑπομένει δίκας, ∆ιὰ τοῦτο ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, διὰ τὴν εἰρημένην αἰτίαν, καθ' ἣν ὁ δεύτερος ἁμαρτὼν, καὶ μὴ σωφρονισθεὶς τῇ τοῦ προηδικηκότος τιμωρίᾳ, τήν τε ἐκείνου παντελῶς ἀναδέχεται ἁπλουστέραν οὖσαν. Καθάπερ ἐν ἀριθμοῖς αἱ μονάδες ἔχουσι καὶ πολυπλασιωτέραν ὁμοιουμένην ταῖς ἐναρίθμοις δεκάσιν, ἦν γνωσιμαχῶν Λάμεχ καθ' ἑαυτοῦ. Τοῦ αὐτοῦ, ἐκ τῶν αὐτῶν. – Τὸ ἐπαισθάνεσθαι τῶν ἐσφαλμένων, καὶ ἑαυτοῦ καταμέμφεσθαι πρὸς δικαίου ἀνδρός. Τὸ δὲ ἀνεπαισθήτως διακεῖσθαι, ἀργαλεώτερα ποιεῖ τῇ ψυχῇ τὰ δεινὰ τοῦ κακοῦ ἀνδρός. ΤΙΤΛ. ΙΖʹ. –Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ συνετῆς. Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου. –Μόνους ἄνδρας τοὺς ὁμοζύγους εἶναι νομιστέον ταῖς γυναιξὶν, οἷς καὶ ἡνώθησαν κατὰ γνώμην Θεοῦ. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. –Λέγεται ὑπὸ φυσικῶν ἀνδρῶν, οὐδὲν ἕτερον εἶναι θῆλυ, ἢ ἀτελὲς ἄρσεν. Τοῦ αὐτοῦ. –Ἀσθενέστεραί τέ πώς εἰσιν αἱ γνῶμαι τῶν γυναικῶν, ἔξω τῶν αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητὸν καταλαβεῖν. ΤΙΤΛ. ΙΗʹ. –Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πληρουσῶν. Εὐσεβίου. – Φίλαυτον γυνὴ καὶ ζηλότυπον οὐ μετρίως, καὶ δεινὸν ἀνδρὸς ἤθη παραλύσαι, καὶ συνεχέσι γοητείαις ὑπάγεσθαι. Μελετήσασα γὰρ θωπείας λόγους, καὶ τὴν ἄλλην ὑπόκρισιν, ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ διηπατημένων, ὡς ὑπήκοον τὸν ἡγεμόνα νοῦν φενακίζει. Παῖδες δὲ εἰ γένοιντο, φρονήματος ἀποπλησθεῖσα καὶ παῤῥησίας, ὅσα κατ' εἰρωνείαν πρότερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ' εὐτολμηροτέρου θράσους ἐκλαλεῖ, καὶ ἀναισχυντοῦσα βιάζεται πράττειν. ΣΤΟΙΧΕΙΟΝ ∆. ΤΙΤΛ. ΙΒʹ. –Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλμένων καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς. Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. –Ἔσχατοι καιροὶ, ἀδελφοὶ, λοιπὸν αἰσχυνθῶμεν. Φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ Θεοῦ, μὴ εἰς κρῖμα ἡμῖν γένηται. Ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν ἐν τῷ νῦν βίῳ, μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῶμεν. ΤΙΤΛ. ΚΓʹ. –Περὶ δικαίων· ὅτι περιφρονοῦνται ὑπὸ τῶν ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται. Τοῦ ἁγίου Μεθοδίου, ἐκ τῶν κατὰ τοῦ Πορφυ ρίου. –Κάλλιστον ταῖς ἀληθείαις, καὶ ἐπαινετὸν κλητέον τοῦτο, κ. τ. ἑ. ΤΙΤΛ. ΚΖʹ. –Περὶ δικαίου καὶ δικαιοσύνης. ∆ιδύμου, εἰς τὸν Ὠσῆε. –Τῇ δικαιοσύνῃ ἀεὶ τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. ΤΙΤΛ. Λʹ. –Περὶ δημιουργίας. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Περὶ τὸν Θεὸν δύναμις ὁμοῦ καὶ σοφία, κ. τ. ἑ. ΤΙΤΛ. ΛΑʹ. –Περὶ δοξολογίας Θεοῦ. Ἰγνατίου τοῦ Θεοφόρου, πρὸς Ἐφεσίους. – Ὅταν πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται δυνάμεις τοῦ Σατανᾶ, λύεται ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως. Τοῦ ἁγίου Γρηγορίου τοῦ Θαυματουργοῦ, ἐκ τοῦ, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. –Ἡ μὲν εἰς Θεὸν τὸν ὄντως ὄντα τιμὴ, πάντως που καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή· ἡ δὲ εἰς τὸν οὐκ ὄντα Θεὸν τιμὴ, ἐξ ἐναντίας καὶ αὐτοῦ τοῦ τιμῶντος ἐστὶν ἀτιμία. Θεοτίμου. –Καὶ ὄντως μνήμην ἔχειν Θεοῦ, ζωῆς ἐστι μνήμην ἔχειν, ἐπιλελῆσθαι δὲ, γίνεται τὸ τεθνάναι. ΤΙΤΛ. ΛΘʹ. –Περὶ δούλων χρηστῶν. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Πολύκαρπον ἐπιστολῆς. –Οἱ δοῦλοι μὴ ἐράτωσαν ἀπὸ κοινοῦ ἐλευθεροῦσθαι, ἀλλ' εἰς δόξαν τοῦ Θεοῦ τὸ πλεῖον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ὑπὸ Θεοῦ τύχωσιν. ΣΤΟΙΧΕΙΟΝ Ε. ΤΙΤΛ. ΜΒʹ. –Περὶ ἐλεημοσύνης, καὶ εὐποιίας εἰς πτωχούς. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ εʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. –Τὸ τῆς ἐλεημοσύνης, κ. τ. ἑ. Τοῦ αὐτοῦ, ἐκ τοῦ ιηʹ βιβλίου. –Οὐδὲν οὕτως κεκαθαρμένους ἡμᾶς ποιεῖ, ὡς αἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων λαμπρότητες, καὶ τό γε ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ τῶν ἀναγκαίων σπάνει. Γράφει γάρ που καὶ ὁ Παροιμιαστὴς, ὅτι ἐλεημοσύναις καὶ πίστεσι ἀποκαθαίρονται αἱ ἁμαρτίαι. Ἐκ τοῦ αὐτοῦ. –Πρῶτον καὶ ἄριστον ἀνδραγάθημα τὸ διανεῖμαι τοῖς δεομένοις τὰ ὄντα, καὶ κατευμεγεθῆσαι τῆς ἐκ τοῦ πλούτου τρυφῆς, καὶ κατασωρεῦσαι μᾶλλον ἐν οὐρανοῖς ἐλπίδα τὴν μέλλουσαν· καὶ τῶν προσκαίρων ἀλλάξασθαι τὰ διηνεκῆ, καὶ ἀνελέσθαι τὰ μένοντα τῶν σεσαλευμένων ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν εὐφρονεῖν εἰωθότων. ΤΙΤΛ. ΜΖʹ. –Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων ἐντολὰς τοῦ Θεοῦ. Τῆς αὐτῆς (Γενέσεως). – Ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ ...... χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο Ἰωσήφ. Ἐν δόσει γὰρ ἔδωκε δόματα τοῖς ἱερεῦσι Φαραώ· καὶ ἤσθιον τὴν δόσιν. Σχόλ. Ὅτι οἱ ἱερεῖς τῷ Θεῷ ἀνάκεινται, καὶ αὐτοὶ, καὶ τὰ προσόντα αὐτοῖς πράγματα, καὶ διὰ τοῦτο τὴν γῆν αὐτῶν Φαραὼ οὐκ ἐκτήσατο. Σχόλ. Σκόπει ὅπως καὶ πρὸ νόμου ἀφορολόγητα ἐτύγχανε τὰ προσόντα τοῖς ἱερεῦσι, καὶ τοῦτο ἐν ἐθνικοῖς. Ἐκ τῶν Ἀριθμῶν. –Εἶπε Μωϋσῆς πρὸς Κύριον· Ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων, κ. τ. ἑ. Σχόλ. Καταργηθείσης διὰ Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τῆς κατὰ σαρκικὴν συγγένειαν ἱερατείας, ἡ κατὰ μίμησιν τοῦ πνευματηφόρου Ἰησοῦ τοῦ Ναυῆ ἀντεισήχθη διὰ χειροθεσίας ἱερωσύνη, μετὰ τῆς εὐσεβοῦς τῶν ἐκκλησιαστικῶν δογμάτων ἐρωτήσεως. Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. –Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ Πατρὶ, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε, ὡς Θεοῦ ἐντολήν. Μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων ἐν Ἐκκλησίᾳ. Βεβαία εὐχαριστία ἡγείσθω ἡ ὑπὸ τοῦ ἐπισκόπου οὖσα, ἢ ᾧ ἐὰν αὐτὸς ἐπιτρέψῃ. Ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος, ὥσπερ ὅπου ἐὰν ᾖ Ἰησοῦς Χριστὸς, ἐκεῖ ἡ καθολικὴ Ἐκκλησία. Οὐκ ἐξόν ἐστι χωρὶς ἐπισκόπου, οὔτε βαπτίζειν, οὔτε ἀγάπας ποιεῖν, ἀλλ' ᾧ ἐὰν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ Ἰησοῦ Χριστῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν ὃ πράσσεται. Εὔλογόν ἐστι λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς καιρὸν ἔχομεν εἰς Θεὸν μετανοεῖν· καλῶς ἔχει, Θεὸν καὶ ἐπίσκοπον εἰδέναι· ὁ τιμῶν ἐπίσκοπον, ὑπὸ Θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τι πράσσων, τῷ διαβόλῳ λατρεύει. Ἐκ τῆς πρὸς Πολύκαρπον. –Τῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὑμῖν ὁ Θεός. Ἐγὼ ἀντίψυχον τῶν ὑποτασσομένων ἐπισκόπῳ, πρεσβυτερίῳ, διακόνοις· μετ' αὐτῶν μοι τὸ μέρος γένοιτο ἐν Θεῷ. Πρὸς Ἐφεσίους. –Σπουδάσωμεν μὴ ἀντιτάσσεσθαι τῷ ἐπισκόπῳ, ἵνα ὦμεν Θεῷ ὑποτασσόμενοι. Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον, πλέον αὐτὸν φοβείσθω. Πάντα γὰρ ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως δεῖ ὑμᾶς δέχεσθαι, ὡς αὐτὸν τὸν πέμποντα. Τὸν γοῦν ἐπίσκοπον ὡς αὐτὸν τὸν Κύριον δεῖ προσβλέπειν. Τοῦ αὐτοῦ πρὸς Μαγνησίους. –Εἰς τιμὴν Θεοῦ τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ὑπακούειν τῷ ἐπισκόπῳ κατὰ μηδεμίαν ὑπόκρισιν. Ἐπεὶ οὐχὶ τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται Θεόν. Τῷ δὲ τοιούτῳ οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς Θεὸν τὸν τὰ κρύφια εἰδότα. Πρέπον οὖν ἐστι, μὴ μόνον καλεῖσθαι Χριστιανοὺς, ἀλλὰ καὶ εἶναι· ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν. Οἱ τοιοῦτοι οὐκ εὐσυνείδητοί μοι φαίνονται, διὰ τὸ μὴ βεβαίως κατ' ἐντολὴν συναθροίζεσθαι. Ἐκ τῆς αὐτῆς. –Μηδὲν ἔστω ἐν ὑμῖν ὃ δυνήσεται ὑμᾶς μερίσαι, ἀλλ' ἑνώθητε τῷ ἐπισκόπῳ, καὶ τοῖς προκαθημένοις, εἰς τόπον καὶ διδαχὴν ἀφθαρσίας. Ὥσπερ οὖν ὁ Κύριος ἡμῶν ἄνευ τοῦ Πατρὸς οὐδὲν ἐποίησεν, οὔτε δι' ἑαυτοῦ, οὔτε διὰ τῶν ἀποστόλων, οὕτως μηδὲ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσετε, μηδὲ πειράσητε εὔλογόν τι φαίνεσθαι ἰδίᾳ ὑμῖν. Τοῦ αὐτοῦ. –Ὅταν τῷ ἐπισκόπῳ ὑποτάσσησθε, φαίνεσθέ μοι, οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν δι' ἡμᾶς ἀποθανόντα. Τοῦ αὐτοῦ. –Τέκνα φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας. Ὅπου δὲ ὁ ποιμήν ἐστι, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε. Τοῦ αὐτοῦ. –Μάρτυς μου ἐν ᾧ δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων· τὸ δὲ πνεῦμα ἐκήρυσσε τάδε· Χωρὶς ἐπισκόπου μηδὲν Ποιεῖτε. Τὴν σάρκα ὑμῶν ὡς ναὸν Θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε· μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς αὐτὸς τοῦ Πατρὸς αὐτοῦ. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιζʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. –Χρὴ τῶν προεστηκότα ἀνεπίπληκτον ἐκμελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἔχειν ἀνεπιτήδευτον τῶν ἀρεσκόντων Θεῷ. Ἐκ τοῦ αὐτοῦ. –Τοῖς ἡγεῖσθαι λαχοῦσι, καὶ οἷον ἐν μέσῳ κειμένοις, καὶ τῶν ἄλλων ἐπιφανεστέροις, πᾶσά πως ἀνάγκη τῷ τῆς εὐζωΐας καταφαιδρύνεσθαι κάλλει, καὶ ἀπόλεκτον ὡς ἀληθῶς ἐξασκῆσαι βίον, ὥστε καὶ ὑποτύπωσιν αὐτοὺς γενέσθαι τοῖς ὑπὸ χεῖρα κειμένοις, δρῶντας μὲν ἐπιδεικτικῶς ἢ φιλοδόξως οὐδὲν, ὠφελείας δὲ χάριν καὶ ἑτέρος πρόφασιν τὰ καθ' ἑαυτοὺς ποιεῖσθαι σπουδάζοντας. Ἀεὶ γάρ πως τῶν ἐν μέσῳ καὶ ἐπισήμων ὁ βίος ὑπὸ πάντων κρίνεται, καὶ δοκιμάζεται κἂν ἔχοι τὸ ἀνεπίληπτον, οὐκ ἀνόνητόν ἐστι τὸ χρῆμα τοῖς εἰδόσιν αὐτόν. Εἰ δὲ ἀποφέροιτο τοῦ εἰκότος, καὶ διαπίπτοι πρὸς ἃ μὴ θέμις, οὐ πρὸς καλὸν μὲν ἔσται τισὶ, πρὸς ζημίαν δὲ μᾶλλον καὶ βλάβας. Εἰ γὰρ οὐκ οἶδεν ὀρθοποδεῖν καὶ διαβιοῦν ἀστείως ὁ παιδαγωγὸς, ποία ἔσται παρ' αὐτοῦ τοῖς παιδαγωγουμένοις [ὠφέλεια]; Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ περὶ ἀνδρείας. – ∆εῖ τὸν λειτουργὸν τῆς ἐκκλησίας πρὸ πάντων ἐκτὸς ὀργῆς εἶναι, καὶ μὴ ἐπιπλήττειν, ἀλλὰ παρακαλεῖν. Τοῦ ἁγίου ∆ιονυσίου Ἀλεξανδρείας. –Πρὸς μὲν τοὺς ἀπειθεῖς καὶ βεβήλους, ἀπὸ τῶν ἔξωθεν καὶ τῶν κοινῶν ἐννοιῶν καὶ λογισμῶν τὰς τῶν λόγων ἐπιχειρήσεις ποιούμεθα· ἡμᾶς δὲ αὐτοὺς καὶ ὁμόφρονας ἐκ τῶν θείων λογίων ἐπιστηρίζειν πειρώμεθα. ∆ιδύμου, ἐκ τοῦ Περὶ ἀσωμάτου. –Ἀνύουσι παρὰ διδασκάλου παιδεύσεις τε καὶ προτροπαὶ πρὸς ὠφέλειαν τῶν ἀκροωμένων, οὐχ ὅταν λόγῳ μόνῳ διδάσκῃ ὁ παιδευτὴς, ἀλλὰ καὶ πράξει καταλλήλῳ καὶ συναφεῖ τοῖς ἐπαγγελλομένοις. Πάλιν δεῖ τὸν γνήσιον διδάσκαλον βίον κατάλληλον ἔχειν τοῖς ὑπ' αὐτοῦ νομοθετουμένοις, ἵνα ᾖ τὸ ἔργον αὐτοῦ συνηρμοσμένον τῷ λόγῳ. Ἐκ τοῦ εἰς τὸν Ἡσαΐαν ιβʹ κεφαλαίου. – «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εὐαγγελίζονται δὲ δυνάμει πολλῇ, οἱ μὴ συλλαβὰς μόνας προσφέροντες, ἀλλὰ καὶ τὴν δύναμιν αὐτῶν ἐπιδεικνυόμενοι πρακτικῷ καὶ θεωρητικῷ βίῳ. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ πρὸς Ἕλληνας παραινετικοῦ. – Ἀδύνατον τὰ ὄντως μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας, ἢ αὐτοὺς εἰδέναι, ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. ΣΤΟΙΧΕΙΟΝ Ζ. ΤΙΤΛ. Αʹ. –Περὶ τοῦ ζητεῖν τὸν Θεόν. Θεοτίμου ἐπισκόπου Σκυθοπόλεως, ἐκ τοῦ Ἐὰν προσφέρῃς τὸ δῶρόν σου. –Παρὰ Θεὸν οὐδὲν ἐπίστασθαι δεῖ. Τοῦ αὐτοῦ. –∆εόντως οὕτω τις πρόσεισι τῷ Θεῷ, εἰ τὸ πᾶν αὐτῷ νέμει, παρ' οὗπερ ἔχει τὸ πᾶν λαβὼν, καὶ αὐτὰς τὰς φροντίδας, καὶ ὑπὲρ ὧν αὐταὶ τυγχάνουσιν. Τοῦ αὐτοῦ [ἁγίου Κυρίλλου] ἐκ τοῦ Εἰς παρθενίαν. –∆εῖ ἐξ ὅλης καρδίας ἐπιζητεῖν τὸν Θεόν· τὸ δὲ ἐπιζητεῖν ἐστι τὸ αὐτῷ λατρεύειν, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ἐπιζητεῖσθαι. Τοῖς οὕτω ζητοῦσι τὸν Θεὸν πολλοὶ γίνονται τῆς εὐσεβείας καρποὶ, καὶ τὸ ἐκ τοῦ ἁγίου Πνεύματος ἀνατέλλει φῶς. ΣΤΟΙΧΕΙΟΝ Η. ΤΙΤΛ. ∆ʹ. –Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ Ἀντιχρίστου. Τοῦ ἁγίου Εἰρηναίου, εἰς τὸ θηρίον τὸ ἐρχόμενον. – ̓Ανακεφαλαίωσις γίνεται πάσης ἀδικίας, κ. τ. ἑ. Ἱππολύτου ἐπισκόπου Ῥώμης περὶ Χριστοῦ, καὶ τοῦ Ἀντιχρίστου. –Ἀλλὰ τούτων ἐν προοιμίᾳ εἰς δόξαν Θεοῦ εἰρημένων, κ. τ. ἑ. πομπεύειν τῷ ∆ιονύσῳ. ΣΤΟΙΧΕΙΟΝ Θ. ΤΙΤΛ. Ζʹ. –Περὶ θείων λογίων. Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. –Σφόδρα ὀλίγων τυγχάνει τῶν πάντα τὸν ἑαυτῶν βίον ἀνατεθεικότων τῇ περὶ τὰς θείας Γραφὰς ἐξετάσει, τὸ δύνασθαι λογικώτερον παρακολουθεῖν τοῖς περιεχομένοις δόγμασι, καὶ τῇ βαθυτέρᾳ τῶν Γραφῶν διανοίᾳ. ΤΙΤΛ. Ηʹ. –Περὶ θείων καὶ κατὰ Χριστὸν μυστηρίων. Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων βιβλίου εʹ. – Τὸ ἀπὸ τῆς κτίσεως ποτήριον, αἷμα ἰδικὸν ὡμολόγησεν, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ δευτέρου τῶν ἐν Γενέσει Ζητημάτων. –Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυήτοις, ἄχρις ἂν καθαρθῶσι τελείᾳ καθάρσει. Ὁ γὰρ ἀνοργίαστος καὶ εὐχερὴς, ἀσώματον καὶ νοητὴν φύσιν ἀκούειν ἢ βλέπειν ἀδυνατῶν, ὑπὸ τῆς φανερᾶς ὄψεως ἀπατηθεὶς μωμηθήσεται. Τὰ ἀμώμητα τοῖς ἀμυήτοις ἐκλαλεῖν μυστήρια, καταλύοντός ἐστι τοὺς θεσμοὺς τῆς ἱερατικῆς τελετῆς. Τοῦ αὐτοῦ. –Ἄτοπον, ἐν μὲν ταῖς πόλεσιν νόμον εἶναι, τοῦ μυστικὰ μυστήρια μὴ ἐξαγγεῖλαι τοῖς ἀμυήτοις, τὰς δὲ ἀληθεῖς τελετὰς, αἳ πρὸς εὐσέβειαν ἄγουσι καὶ ὁσιότητα, εἰς ὦτα μετὰ φλυαρίας ἐκρίπτειν. Οὐ πάντων κοινωνητέον πᾶσιν, οὔτε λόγων, οὔτε πραγμάτων, καὶ μάλιστα ἱερῶν. ∆εῖ τοῖς ἐφιεμένοις τῆς μετουσίας τούτων, πρῶτον μὲν, καὶ μέγιστον, καὶ ἀναγκαιότατον πρὸς τὸν ἕνα, καὶ ὄντως ὄντα Θεὸν εὐσέβειαν καὶ ὁσιότητα ἔχειν τὴν ἐπὶ τοῖς ἀγάλμασι, καὶ ξοάνοις, καὶ συνόλως ἀφιδρύμασι, τελεταῖς τε ἀτελέστοις, καὶ μυστηρίοις ἀνοργιάστοις ἀνήνυτον πλάνην ἀπωσαμένοις. ∆εύτερον δὲ, καθαρθῆναι τὰς ἁγνευούσας καθάρσεις, κατά τε σῶμα καὶ ψυχὴν, διὰ νόμων πατρίων καὶ ἠθῶν. Τρίτον, ἀξιόπιστον τοῦ συνασμενισμοῦ παρασχεῖν ἐνέχυρον, ἵνα μὴ τροφῆς μεταλαβόντες τῆς ἱερᾶς, ἀσώτων μειρακίων τρόπον ὑπὸ κόρου καὶ πλησμονῆς ἐναλλοιωθῶσιν, ἐμπαροινοῦντες οἷς οὐ θέμις. ΣΤΟΙΧΕΙΟΝ Κ. ΤΙΤΛ. Θʹ. –Περὶ κακοποιῶν. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ ζητουμένων. – Ἐντὸς φέρει τὸν ὄλεθρον ὁ τῇ κακίᾳ συζῶν, ἐπεὶ σύνοικον ἔχει τὴν ἐπίβουλον καὶ πολέμιον. Ἱκανὸς γὰρ πρὸς τιμωρίαν ἡ τοῦ φαύλου συνείδησις, οἴκοθεν ὡς ἐκ πληγῆς δειλίαν προτείνουσα τῇ ψυχῇ. Τοῦ αὐτοῦ. –Τοῦ φαύλου ὁ βίος ἐπίλυπος καὶ περιδεὴς, καὶ ὅσα κατὰ τὰς αἰσθήσεις ἐνεργεῖ, φόβοις καὶ ὀδύναις ἀνακέκραται. ΤΙΤΛ. Ι ʹ. –Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν ἄδικον ἐχόντων. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιζʹ κατὰ Ἰουλιανοῦ. –̓Αρχὴ, καὶ ῥίζα, καὶ οἷον πηγὴ, καὶ γέννησις τῶν ἐν ἡμῖν ἐστι παθῶν ἡ πρὸς κακίαν ὄρεξις, ἐπ' αὐτοῖς καλοῦσα τὸν νοῦν, καὶ καταγοητεύουσα μὲν ἐν ἀρχαῖς, βιαζομένη δὲ καὶ μετὰ τοῦτο, καὶ κατασείουσα, ἀβουλήτως ἔσθ' ὅτε. Καπνοῦ γὰρ δίκην, ἢ ὥσπερ τινὲς ἀτμοὶ τῶν ἐμφύτων ἡδονῶν ἀνίσχουσιν ἐν ὑμῖν τὰς ὀρέξεις· ἀλλ' ὁ μὲν σώφρων νεανίσκος ἐπιτιμᾷ τοῖς κινήμασι, καὶ περαιτέρω προελθεῖν οὐκ ἐᾷ. Ὃ καὶ ἀδρανὲς ὂν ἔτι, τὸ πάθος ἥττηται ῥᾳδίως. Ὁ δέ γε ῥᾴθυμος καὶ κατημελημένος εἰσδέχεται τὰς τῶν ἡδονῶν ἀρχὰς, ὡς ἐννοίας ἔτι ψιλάς· ἐπιτρέψας δὲ προελθεῖν εἰς πλάτος, δυσχερεστάτην εὑρήσει τὴν ἀντίστασιν. Ὁ γὰρ προαλοὺς καὶ προηττημένος, οὐ τῶν ἰδίων ἐστι θελημάτων ἔτι κύριος· ὑποκείσεται δὲ μᾶλλον καθάπερ βαρβάρῳ τῷ νικήσαντι πάθει. Ἐγκρατείας οὖν ὁ πανάριστος τρόπος, πρῶτός τε καὶ εὐκλεέστατος, τὸ μήτε προήκασθαι τὰς τοῦ πάθους ἀρχὰς, μήτε μὴν ἁλῶναι ταῖς ἐπιθυμίαις. ∆ευτέρα δὲ μετ' ἐκείνην ἐγκράτεια, καὶ ῥύπου μεστὴ, τὸ ἀπέχεσθαι θέλειν τῶν ἀποτελεσμάτων, προηρωτηκότος τοῦ νοῦ τῆς ἐπιθυμίας, καὶ τοῖς ἐντεῦθεν ἐνομιλήσαντος λογισμοῖς. Ἐπειδὴ καὶ κρεῖττον παρὰ πολὺ τὸ μηδὲ ὅλως ἐν ἀγγείῳ καθεῖ ναι βόρβορον, ἤγουν πειρᾶσθαι καθαίρειν τὸ ἤδη μεμολυσμένον. ΤΙΤΛ. ΚΓʹ. –Περὶ τῶν τοῦ Θεοῦ κριμάτων. Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης, ἐκ τῆς βʹ πρὸς Κορινθίους ἐπιστολῆς. –Μὴ ταρασσέτω τὴν καρδίαν ὑμῶν, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας, καὶ στενοχωρουμένους τοὺς τοῦ Θεοῦ δούλους. Οὐδεὶς γὰρ τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ' ἐκδέχεται αὐτόν. Εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ Θεὸς εὐθέως ἀπεδίδου, ἐμπορίαν ἠσκοῦμεν, καὶ οὐκ εὐσέβειαν. Ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ διὰ τὸ εὐσεβὲς, ἀλλὰ τὸ κερδάλεον διώκοντες. Τοῦ ἁγίου Τίτου, ἐκ τοῦ περὶ Προνοίας. –Οὐκ ἐχρῆν, ὡς ἔοικεν, βατὰ τοῖς πᾶσιν ὑπάρχειν τοῦ Θεοῦ τὰ τεκμήρια, καὶ τὸν ἄῤῥητον καὶ ἀκατάληπτον νοῦν πάντη γνώριμον εἶναι ἀνθρώποις· ὅπου γε καὶ βασιλέως ἀνθρώπου καὶ ἄρχοντός ἐστιν, ὅτι τὰ πλεῖστα τῶν βουλευμάτων κρύπτεται, ὡς καὶ τὸ πραττόμενον ἄδηλον εἶναι, ὅτῳ λόγῳ πράττεται. Οὐ τοίνυν θαῦμα, εἰ ἄνθρωποι μὴ χωροῦσιν ὅλως τῆς διοικησίας τοῦ Θεοῦ τὸν λόγον, οἷς ἁρμόττει καὶ δίχα τοῦ πολυπραγμονεῖν ὑπείκειν τε καὶ ἡσυχάζειν, καὶ ἥκιστα ἀνταίρειν κατὰ τῆς ἀῤῥήτου διοικήσεως. Πολλάκις γὰρ οὐδὲ τεχνίτην, εἴτουν οἰκοδομίας, ἢ ναυπηγίας, ἢ χαλκευτικῆς ἔμπειρον, αἰδούμενοι περιεργαζόμεθα, ποιοῦντά γε τὸ οἰκεῖον ἕκαστον· ἀλλὰ τῇ πείρᾳ καταπιστεύσαντες, ἐκδεχόμεθα τὸ ἔργον ἰδεῖν. Ἔστι δὲ καὶ ὅτε σφαλλομένῳ οὐκ ἐπαισθανόμεθα. Τί δ' ἂν εἴποιμι περὶ τῆς ὑπὲρ πάντα νοῦν σοφίας τοῦ Θεοῦ; ὃ προσῆκε, καὶ νοοῦντάς τε καὶ μὴ νοοῦντας ἐκπλήττεσθαί τε καὶ τιμᾷν. Εἰ δέ τις διὰ τὸ μὴ καταλαμβάνειν τὸν λόγον τῶν πλειόνων τῶν πρὸς τοῦ Θεοῦ γινομένων, ἐκπέσοι πρὸς ἀτοπίαν τῆς τοῦ Θεοῦ δόξης, ἀθλιώτατος, καὶ πάλιν ἀνόητος ὁ τοιοῦτος, ὡς αὐτῇ γε τῇ τυφλώσει τῆς ἰδίας διανοίας ὁδηγῷ χρώμενος. ΣΤΟΙΧΕΙΟΝ Μ. ΤΙΤΛ. Ζʹ. –Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν, ὅτι ἄθεσμα, καὶ ἐκκήρυκτα, καὶ ἀπηγορευμένα τῇ θείᾳ Γραφῇ, τάδε πάντα, καὶ τὰ ὅμοια. Εὐσεβίου. – Εἰσί τινες καταρώμενοι τοὺς ἀστέρας, ὅτε καὶ κατὰ τοῦ οὐρανοῦ ὀργίζονται, λέγοντες· Οὐαὶ τῷ ἄστρῳ σου. Ἄλλοι λέγουσι· Καλοῦ ἄστρου ἐγεννήθη, διὸ καὶ συναστρεῖ αὐτῷ τὰ πάντα. Οὐαὶ τοῖς ταῦτα λέγουσι. Πολλοὺς οἶδα εὐχομένους εἰς τὸν ἥλιον καὶ σελήνην· καὶ ἱκεσίαν προσφέρουσι τῷ ἡλίῳ λέγοντες, Ἐλέησόν με. Καὶ οὐαὶ τούτοις. Τί ἀφεὶς τὸν ποιητὴν τοῦ ἡλίου τὸν ἥλιον προσκυνεῖς; οὐ δεῖ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ εἴ τι ἕτερον ποίημα παρὰ τὸν Ποιητήν. Πολλοὶ φαντα ζόμενοι λέγουσι τὴν σελήνην κατέρχεσθαι. Ὅταν, φησὶν, ἐξαιματοῦται, ἄνθρωπος καταγοητεύσας αὐτὴν καταφέρει. Καὶ οὐαὶ τοῖς ταῦτα λέγουσι. Τίς ἠδυνήθη καταγοητεῦσαι οὐρανόν; ἠβουλήθη Σίμων ὁ μάγος, ἀλλὰ πεσὼν διεῤῥάγη. Οὐδεὶς γὰρ δύναται, οὐ μικρὸν, οὐ μέγα σαλεῦσαι ἄστρον οὐρανοῦ, ἃ ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει ἐθεμελίωσε. Πάλιν δὲ λέγουσιν, ὅτι νεφέλας καὶ ὑετοὺς παράγουσι γόητες ἄνθρωποι, καὶ τοῦτο ματαιολογοῦσι. Τίς ἀνθρώπων δύναται πρόσταγμα Θεοῦ ἀποστρέψαι γοητείᾳ; τὰ γὰρ νέφη κατὰ πρόσταξιν Θεοῦ ἐκχέουσι τὸν ὑετὸν ἐπὶ τῆς γῆς. ΤΙΤΛ. ΙΓʹ. –Περὶ μετανοίας καὶ ἐξομολογήσεως. Τοῦ ἁγίου Μεθοδίου, κατὰ Πορφυρίου. –Μετάνοια τότε ἁμαρτήματος παντὸς γίνεται ἀπαλειπτικὴ, κ. τ. ἑ. ΤΙΤΛ. ΙΖʹ. –Περὶ μοναχῶν παλιμβόλων, καὶ παλινδρομούντων εἰς κακίαν. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. – Ἐνίοις ἀψίκορος ἐγγίνεται λογισμὸς, οἱ πρὸς ὀλίγον ἀναπτεροφορηθέντες, αὐτίκα ὑπενόστησαν, οὐκ ἀναπτάντες μᾶλλον, ἢ ὑποσυρέντες εἰς Ταρτάρου, φησὶν, ἐσχατιάς. Εὐδαίμονες δὲ οἱ μὴ παλινδρομοῦντες. Τοῦ αὐτοῦ. –Ἤδη τινὲς ἀψίκοροι γευσάμενοι καλοκαγαθίας, καὶ ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν νόσον. ΣΤΟΙΧΕΙΟΝ Ο. ΤΙΤΛ. Αʹ. –Περὶ οἴκου καὶ οἰκειακῆς καταστά σεως· καὶ ὅτι οὐ καλὸν ἀλλοτρίοις σχολάζειν, καὶ ἀκροᾶσθαι ἀλλότρια. ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας. – Καταγέλαστον ἀνθρώπῳ τῷ τῶν ἰδίων ἀφειδήσαντι, παιδεύειν ἐπιχειρεῖν τοὺς ξένους. ΤΙΤΛ. Ηʹ. –Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων. Τοῦ αὐτοῦ, ἐκ τῶν ἐν Γενέσει Ζητημάτων. – Τὸ ἐπιορκεῖν, ἀνόσιον καὶ ἀλυσιτελέστατον. ΤΙΤΛ. ΙΘʹ. –Περὶ ὀνόματος Θεοῦ. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. – Τὸ Κύριος ὄνομα, καθὸ ἄρχει καὶ ἡγεμονεύει, δυναστείᾳ κράτους αὐτεξουσίου χρώμενος· τὸ δὲ Θεὸς, καθὸ ἀγαθότητι καὶ χρηστότητι. Ὁ Θεὸς γὰρ ἀγαθός ἐστι τοῦ αἰτίου ὄνομα. Τί θαυμαστὸν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατονόμαστον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; Τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; Οὐχ ὁρᾷς, ὅ τι φιλοπευστοῦντι τῷ προφήτῃ, τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον φησὶν, Ἐγώ εἰμι ὁ ὤν; εἷς ὢν, τὸ εἶναι πέφυκα, οὐ λέγεσθαι. Περὶ δὲ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ Κύριον· Ὤφθην, φησὶ, πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριον οὐκ ἐδήλωσα αὐτοῖς. Οὕτω καὶ Ἰακὼβ μετὰ τὴν πάλην μαθεῖν ἐθέλων, ἤκουσεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Ἀπόχρη γὰρ ὠφελεῖσθαι τὰς ἐμὰς εὐφημήσεις. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. – Θεὸς λέγεται, διὰ τὸ τεθεικέναι πάντα τῇ ἑαυτοῦ ἐξουσίᾳ καὶ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, καὶ κινεῖν, καὶ κυβερνᾷν, καὶ ζωογονεῖν τὰ πάντα. Ἐκ τοῦ μαρτυρολογίου τοῦ ἁγίου Βαβυλᾶ. – Νουμεριανὸς εἶπε· Τί ἐστι Θεός; αὐτὴν τὴν προσηγορίαν εἰπέ μοι, τί ἑρμηνεύεται; Βαβυλὰς εἶπε· Θεοῦ ὄνομα μὴ ζήτει· οὐ γὰρ εὑρήσεις. Πᾶν γὰρ τὸ ὀνομαζόμενον ὑπὸ τοῦ κρείττονος ὀνομάζεται, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ. Τίς οὖν ὁ ὀνομάσας Θεόν; Θεὸς οὐκ ὄνομα, ἀλλὰ δόξα περὶ Θεοῦ. ΣΤΟΙΧΕΙΟΝ Π. ΤΙΤΛ. ΚΕʹ. –Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν. Τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Ἐφεσίους αὐτοῦ ἐπιστολῆς. –Οὐδὲν λανθάνει ὑμᾶς, ἐὰν εἰς Χριστὸν Ἰησοῦν ἔχητε τὴν πίστιν, καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος. Ἀρχὴ μὲν ἡ πίστις· τέλος δὲ ἡ ἀγάπη. Τὰ δὲ δύο ἐν ἑνότητι γινόμενα, Θεός ἐστι· τὰ δὲ ἄλλα πάντα εἰς καλοκαγαθίαν ἀκόλουθά εἰσιν. Οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἔχειν, ἁμαρτάνει. Οὐδεὶς ἀγάπην κεκτημένος μισεῖ. Φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. Οὕτως οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι, δι' ὧν πράσσουσιν ὀφθήσονται. Οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλὰ δυνάμει πίστεως, ἐάν τις εὑρεθῇ εἰς τέλος. Τοῦ αὐτοῦ. –Ἡ πίστις ἡμῶν ἀναγωγεὺς ἡμῶν· ἡ δὲ ἀγάπη, ὁδὸς ἡ ἄνω φέρουσα πρὸς Θεόν. Ἐκ τῆς πρὸς Μαγνησίους τοῦ αὐτοῦ ἐπιστολῆς. –Μάθωμεν κατὰ Χριστιανισμὸν ζῇν. Ὅστις γὰρ ἄλλῳ ὀνόματι καλεῖται πλεῖον τούτου, οὐκ ἔστι τοῦ Θεοῦ. Τοῦ Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Ὥσπερ οἱ βλέποντες τὸ φῶς, ἐντός εἰσι τοῦ φωτός, κ. τ. ἑ. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. –Ῥητέον τοίνυν ὅτι παρήχθη πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρωπος εἰς βίον, ἐμπορευόμενος ἕτερον οὐδὲν, ἢ μόνον εὐσέβειάν τε καὶ ἀρετήν. Ταῦτα γὰρ κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον. Ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη πλανώμενος. Τοῦ αὐτοῦ, ἐκ τοῦ δʹ λόγου. –Ἔστιν ἡ κατὰ Θεὸν πίστις γνῶσις Θεοῦ, διά τε τῆς ὁρωμένης δημιουργίας, καὶ τῶν φυσικῶν ἐννοιῶν μετ' εὐνοίας καὶ ἀγάπης τῆς πρὸς αὐτὸν κατ' ἐπιστήμην ἀρετῆς καὶ κακίας εὐαρεστοῦσα Θεῷ. Ἀντιπάτρου ἐπισκόπου. –Πίστις, ᾗ μόνῃ δέδοται Θεὸν εἰδέναι. Μεθοδίου, ἐκ τοῦ κατὰ Πορφυρίου. –Ἡμέτερον μὲν ὄντως ἐστὶ κακὸν, κ. τ. ἑ. Θεοτίμου. –Παρὰ τὸν Θεὸν οὐδὲν ἐπίστασθαι δεῖ. Σευηριανοῦ ἐπισκόπου Γαβάλων, ἐκ τοῦ κατὰ τῶν αἱρετικῶν. –Οὐχ ὁ παντὶ πιστεύων πιστὸς λέγεται, ἀλλ' ὁ Θεῷ πιστεύων, μόνος πιστὸς καὶ ἔστι, καὶ λέγεται. Κατάλιπε ζητήσεις, καὶ ἄσπασαι πίστιν· πίστις τὰ πάντα φωτίζει. Πάντα πίστις ἁγιάζει· πίστις Πνεύματος ἁγίου καταξιοῖ τὸν ἔχοντα· Στέφανος γὰρ πλήρης πίστεως. Εἰ μὴ προέδραμεν ἡ πίστις, δύναμις οὐκ ἠκολούθει τῷ ἁγίῳ. Ὅπου πίστις, ἐκεῖ ἀκολουθεῖ δύναμις, ἐκεῖ τὸ Πνεῦμα τὸ ἅγιον κατοικεῖ· ὅπου ἀπιστία, ἐκεῖ ἀσθένεια, ἐκεῖ τὸ πονηρὸν πνεῦμα. Ἀρχὴ τῶν ἀγαθῶν, πίστις· πηγὴ τῶν ἀγαθῶν, ἡ ἐπὶ Θεὸν πίστις. Λάβωμεν τὸ ὅπλον τῆς σωτηρίας. Λέγουσι γὰρ οἱ τῇ ἀληθείᾳ καὶ πίστει ἀντιπίπτοντες, ὅτι τὸ ἀλόγιστον αὐτῆς βλαβερὸν, κἂν μὴ ἐξητασμένος ᾖ λογισμὸς συνημμένος, ἡ πίστις οὐδαμῶς κέρδος φέρει τῷ πιστεύοντι. Ὅρα μοι τὰ σκολιὰ ῥήματα. Ὅρα μοι τῶν πικρῶν ὄφεων τὰς ποικιλίας. Ἀλλ' οὐ δεῖ ταράττεσθαι. Ἐκεῖνο γὰρ, ἀδελφοὶ, εἰδέναι χρὴ, ὅτι οὐκ εἰδέναι πολλοὶ τρόποι. ∆ύναταί τις εἰδέναι, ὅτι ἔστι Θεός· τὸ πῶς δέ ἐστιν, οὐκ οἶδεν· ἐπεὶ καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. Οἶδα τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει διάγοντα. Οὐ μὲν οἶδα καὶ ποίαν ἐργασίαν μετέρχεται. Οἶδα ἕτερον τήνδε μετιόντα τὴν ἐργασίαν. Οὐ μὲν οἶδα καὶ πόθεν φέρει τὸ γένος· καὶ μέρει μὲν γινώσκω, μέρει δὲ ἀγνοῶ, καὶ οὐ πάντως, οὔτε μερικὴ γνῶσις ὁλόκληρον εἰσάγει γνῶσιν· οὔτε τὸ μὴ κατὰ πάντα γινώσκειν, τὴν μερικὴν ἀναιρεῖ. Τί οὖν; Οἶδα τὸν Θεὸν ὅτι ἀγαθός ἐστιν, ὅτι ἔστιν, ὅτι ἀθάνατός ἐστιν, ὅτι ἄφθαρτός ἐστιν, ὅτι ἀπερινόητος, ὅτι ἀκατάληπτος, ὅτι ἀναλλοίωτος. Ταῦτα πάντα οἶδα καὶ εἰδὼς προσκυνῶ. Τὸ δὲ πῶς ἐστιν οὐκ οἶδα, οὐδὲ ἐδιδάχθην πολυπραγμονεῖν. Ἀλλ' ὅρα τί φησι πάλιν ὁ ἐχθρὸς τῆς ἀληθείας. Μὴ γὰρ ἀργῶς ἡμῖν ἔδωκεν ὁ Θεὸς λογισμούς· μὴ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον· δεῖ καὶ λογισμοῖς ἐρευνᾷν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν. Ἀπάγγειλον οὖν μοι λογισμῶν ἀκολουθίᾳ χρησάμενος, πῶς ἕστηκεν ὁ οὐρανὸς εἰς τοσοῦτον ὕψος κοιλαινόμενον ἄπειρον, καὶ μηδὲν ἐν τοσαύτῃ περιγραφῇ τὸ ὑπερεῖδον ἔχων ἐν τίνι βαστάζεται; Τίνες αἱ κρηπίδες ἐφ' ὧν ἐστήρικται; πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύεται τῷ κάλλει, οὐδὲ ἀφανίζεται ἡ ἁρμονία; ∆εῖξον τοὺς βαστάζοντας κίονας. Τί δὲ ἐρῶ περὶ οὐρανοῦ, καὶ οὐ περὶ γῆς τὴν κατάστασιν; Ὅτι μὲν γὰρ ἐπὶ ὑδάτων τεθεμελίωται, τοῦτο κἀγὼ παρέλαβον, καὶ αὐτὸς ὁμολογεῖς· πῶς δὲ καὶ ἐπὶ τῶν ὑδάτων ἐστηρίχθη, τοῦτο ἑρμήνευσον, καὶ μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλὰ λογισμὸν ἀπόδος τῶν ζητουμένων. Ἀλλ' ὅταν περὶ ταῦτα ἀπορήσωμεν, ἔχομεν ἀληθῆ καὶ εὐσεβῆ τῶν ἀπορουμένων λύσιν, ἣν ὁ μακάριος ∆αβὶδ ἐμελῴδησε, λέγων, ὅτι Εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τὰ ἔργα ἄνευ πίστεως οὐκ ἔστι καταλαβεῖν, καὶ Θεὸν ἄνευ πίστεως θέλεις εὑρεῖν; Ἀλλὰ τοὺς ἐχθροὺς τῆς ἀληθείας ἀφέντες ἡμεῖς, τὴν ὑγιῆ καὶ ἀσφαλῆ τῆς πίστεως ὁδὸν ὁδεύσωμεν, πειθόμενοι τῷ λέγοντι Θεῷ· Οὐ δυνήσεται ἄνθρωπος ἰδεῖν τὸ πρόσωπόν μου, καὶ ζήσεται. Οὐ χωρεῖ τὸν ποθούμενον ἡ τῶν ποθούντων δύναμις, οὐδὲ φέρει ἡ θνητὴ φύσις τὴν ἀθάνατον δύναμιν τοῦ πάντων ∆ημιουργοῦ καὶ προνοητοῦ. ΤΙΤΛ. Κ ʹ. –Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ εʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. –Ὅσα ἀφίστανται κατὰ τὴν γνώμην αὐτῶν τοῦ Θεοῦ, κ. τ. ἕ. Θεοφίλου Ἀλεξανδρείας. –Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εἰκόνων νοεῖται· τὸν δὲ Θεὸν οὐ βούλει σὺ νοῆσαι δι' ἔργων καὶ δυνάμεων; ΤΙΤΛ. ΚΗʹ. –Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ βʹ μέρους τῆς Ἀπολογίας αὐτοῦ. – Ἡ κακία πρόβλημα ἑαυτῆς τῶν πράξεων, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Γενέσει Ζητουμένων. –Οὐδὲν ἐναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ Θεοῦ δυνάμεσίν ἐστιν οὕτως, ὡς ἀδικία. ΤΙΤΛ. Λʹ. –Περὶ πνευματικῆς προκοπῆς. Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου. –∆ιὰ ταύτης τῆς τάξεως καὶ τῶν τοιούτων ῥυθμῶν, κ. τ. ἑ. ΤΙΤΛ. ΛΑʹ. –Περὶ προσκαίρων καὶ αἰωνίων ἀγα θῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμᾷν. Τοῦ ἁγίου Κλήμεντος, ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς βʹ. –Ὁ τῶν παρόντων αἰσθητικὸς συνίησιν, ὡς οὔτε ἃ λογίζονταί τινες εἶναι τερπνὰ, ξενὰ καὶ μακράν ἐστι τῶν ἀπεχθῶν. Ἀλλὰ καὶ πλοῦτος πολλάκις μᾶλλον πενίας ἔθλιψε, καὶ ὑγεία πλέον ἠνίασε νόσου· καὶ καθόλου τῶν λυπηρῶν καὶ φευκτῶν πάντων ὑπόθεσις καὶ ὕλη ἡ τῶν ἀσπαστῶν καὶ κατ' εὐχὴν περιβολὴ γίνεται. Τοῦ ἁγίου Ἱππολύτου Ῥώμης. –Ταῦτα δὲ κατ' ἀνάγκην ἔχομεν διηγήσασθαι, ὅπως τὴν ὑπόνοιαν τὴν τῶν πολλῶν ἀνέλωμεν. Τινὲς γὰρ βούλονται λέγειν, εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον, καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. Ὁπότε τοίνυν ὁρῶνται οἱ ποταμοὶ ὑπὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐκπορευόμενοι ἐξ αὐτοῦ, ἐν οἷς καὶ σήμερον ἔστι πάντας ἱστορεῖν τοὺς θέλοντας, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς οὐρανὸν, ἀλλ' ὄντως ἐν τῇ κτίσει πεφύτευται. Ἔστι δὲ καὶ τόπος τῆς ἀνατολῆς, καὶ χωρίον ἐκλογῆς. ΣΤΟΙΧΕΙΟΝ Τ. ΤΙΤΛ. ʹ. –Περὶ τεχνιτῶν, καὶ τίνες τέχνας ἐφεῦρον. ∆ιδύμου. –Τέλειον ἰατρὸν λέγομεν, οὐ τὸν θεραπεύοντα πάντως, ἀλλὰ τὸν μηδὲν τῶν εἰς ὠφέλειαν ἀνηκόντων, καὶ θεραπείαν παραλείποντα· καὶ στρατηγὸν ἄριστον οὐ τὸν νικῶντα πάντως, ἀλλὰ τὸν μηδὲν τῶν εἰς νίκην συντεινόντων παραλείψαντα· οὕτω καὶ κυβερνήτην ἄριστον, οὐ τὸν τυγχάνοντα πάντως τοῦ εὖ ἄγειν τὸν νοῦν, ἀλλὰ τὸν μηδὲν τῶν ὅσα δείκνυσι τὸν ἄριστον κυβερνήτην παραλείψαντα, κἂν καὶ βία κραταιοτέρα τῆς θαλάσσης κινουμένης τὸ σκάφος ἐπικαλύψῃ τοῖς κύμασιν· καὶ φιλόσοφον ἄριστον, οὐ πάντως τὸν εἰς συναγωγὴν ἐπιτυγχάνοντα, ἀλλὰ τὸν μηδενὸς τεχνικοῦ συλλογισμοῦ παραμελήσαντα, κἂν μὴ συναγάγῃ. ΣΤΟΙΧΕΙΟΝ Υ. ΤΙΤΛ. Θʹ. –Περὶ ὑπούλως πρός τινα διακειμένων. ∆ιονυσίου Ἀλεξανδρείας. –Τὴν προφανῆ κα κίαν φυλάξασθαι ῥᾴδιον, τὴν δὲ ἐγκεκρυμμένην ἐκτρέπεσθαι δύσκολον. ΤΙΤΛ. ΙΑʹ. –Περὶ ὕπνου καὶ ἀϋπνίας. Τοῦ ἁγίου Εὐσταθίου. –Κοινὸν σώματος καὶ ψυχῆς πάσης ὕπνος. ΤΙΤΛ. ΙΖʹ. –Περὶ ὑπομονῆς καὶ μακροθυμίας. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Πολύκαρπον ἐπιστολῆς. –Στῆκε ὡς ἄκμων τυπτόμενος. Μεγάλου ἀθλητοῦ ἐστι δέρεσθαι καὶ νικᾷν· μάλιστα δὲ ἕνεκεν Θεοῦ πάντα ἡμᾶς ὑπομένειν δεῖ, ἵνα καὶ αὐτὸς ἡμᾶς ὑπομείνῃ. Ἐκ τῆς αὐτῆς. –Μακροθυμεῖτε μετ' ἀλλήλων ἐν πραΰτητι, ὡς ὁ Θεὸς μεθ' ὑμῶν διὰ παντός. ΣΤΟΙΧΕΙΟΝ Φ. ΤΙΤΛ. ∆ʹ. – Περὶ φιλέργων καὶ σπουδαίων· καὶ ὅτι χρὴ ποιεῖν. Ὠφέλειαν γὰρ ἔχει. Τοῦ ἁγίου ∆ιονυσίου Ἀλεξανδρείας. –Ὁ δέ γε ἐῤῥωμένος καὶ ἀκριβὴς λόγος, καὶ τὰ πικρὰ εἶναί φησι τῶν γλυκέων ἐφόδια, καὶ γίνεσθαι καρποὺς τῶν πόνων τὰς ἡδονάς. Ἀκμητὶ γὰρ οὐδὲν δύναται παραγενέσθαι. Τοῦ ἁγίου Εἰρην. –Οὐχ ὁμοίως ἀγαπᾶται, κ. τ. ἑ. ΤΙΤΛ. ΙΕʹ. –Περὶ φίλων χρηστῶν. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητημάτων. – Φίλους ἡγητέον τοὺς βοηθεῖν καὶ ἀντωφελεῖν ἐθέλοντας, κἂν μὴ δύνωνται. Φιλία γὰρ ἐν τῷ χρειώδει μᾶλλον, ἢ κράσει καὶ συμφωνίᾳ βεβαιοῦται ἐθῶν, ὡς ἕκαστος τῶν συνελθόντων εἰς φιλικὴν κοινωνίαν, τὸ Πυθαγόρειον ῥῆμα ἐπιφθέγξασθαι, ὅτι Ἆρά ἐστι φίλος ἕτερος ὡς ἐγώ; ΣΤΟΙΧΕΙΟΝ Χ. ΤΙΤΛ. ∆ʹ. – Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι Βίῳ σεμνῷ ἀντιδίδοται παρὰ τοῦ ἁγίου Πνεύματος. Τοῦ ἁγίου Τίτου, ἐκ τοῦ περὶ Προνοίας. –Πρὸς δὲ τοῖς ἅπασι, τῶν συνήθως ὑπὸ Θεοῦ δεδομένων κοινῇ πᾶσιν ἀνθρώποις, εἰ μηδεμία τις ἔστιν ὅτε συνέβαινε κώλυσις, φορᾷ φύσεως ἄν τινος ἀμεταβλήτου τὴν χορηγίαν αὐτῶν ἠθέλησαν ἄνθρωποι, καὶ οὐκ ἂν δὲ δεχόμενοι ταῦτα, χάριν ὡμολόγησαν τῷ Θεῷ, οὐκ ἂν δὲ ᾔτησαν ἔχοντες. Στεροῦνται τοιγαροῦν ἐνιότε πρὸς ὀλίγον, ἵνα αἰτήσωσι, καὶ δέχονται αὖθις, ἵνα χάριν ὁμολογήσωσι τῷ χορηγοῦντι, γινώσκοντες ὡς αὐτός γέ ἐστιν ὁ παρέχων, καὶ οὐ φύσις ἄλλη τίς ἐστι παρὰ τὸν Θεὸν ἄκριτός τε, καὶ ἀμεταμέλητος ἡ χορηγοῦσα. Βούλεται δὲ ὁ Θεὸς εἰδέναι χάριν αὐτῷ, ἵνα ἀξιώτεροι τοῦ λαμβάνειν παρ' αὐτοῦ γένωνται, οὐχ ἵνα τι καρπώσηται εἰς ἑαυτόν. Βούλεται γὰρ τὰ ἀγαθὰ τούτους αἰτεῖν, ἵνα δεχόμενοι, αἴσθησιν τοῦ χορηγοῦντος ἔχωσιν. Χαίρει μὲν γὰρ τὰ παρ' ἑαυτοῦ διδοὺς, χαίρει δὲ μᾶλλον ἀξίοις διδοὺς, ὡς τῆς φιλανθρωπίας τρόπον τινὰ ἀτιμαζομένης, εἰ μὴ πρὸς εὐαισθήτους γένοιτο. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Ἐξόδῳ. – Οταν οἱ τῶν σπαρτῶν καρποὶ τελειωθῶσιν, οἱ τῶν δένδρων γενέσεως ἀρχὴν λαμβάνουσιν, ἵνα δολιχεύωσιν αἱ τοῦ Θεοῦ χάριτες τὸν αἰῶνα, ἵνα ἄλλαι ἄλλην διαδεχόμεναι, καὶ συνάπτουσαι τέλη μὲν ἀρχαῖς, ἀρχὰς δὲ τέλεσιν, ἀτελεύτητοι ὦσιν. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. –Αἱ τοῦ Θεοῦ χάριτες οὐ μόνον ἀναγκαῖα παρέχονται, ἀλλὰ καὶ ὅσα πρὸς περιττὴν καὶ δαψιλεστέραν ἀπόλαυσιν. ΤΙΤΛ. Ι ʹ. – Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς. –Πρέπον ἐστὶ μὴ μόνον ἀκούειν Χριστιανοὺς, ἀλλὰ καὶ εἶναι. ΣΤΟΙΧΕΙΟΝ Ψ. ΤΙΤΛ. Αʹ. – Περὶ ψυχῆς καὶ νοῦ. Τοῦ ἁγίου Εἰρηναίου. –Αἱ ψυχαὶ ἀπέρχονται εἰς τὸν τόπον τὸν ἀφωρισμένον, κ. τ. ἑ. ΤΙΤΛ. ∆ʹ. – Περὶ ψεύδους καὶ συκοφαντίας. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. –Τὸ ψεῦδος ὅταν θέλῃ πιστευθῆναι, ἐὰν μὴ πήξῃ θεμέλιον δοκούσης ἀληθείας, οὐ πιστεύεται. ΣΤΟΙΧΕΙΟΝ Ω. ΤΙΤΛ. Περὶ ὥρας θανάτου. ∆ιδύμου, ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἰώβ. –̔Η τῶν ἁμαρτημάτων μετάνοια, καθαρὸν ποιεῖ τοῦ μετανοοῦντος τὸν νοῦν. Τοῦ αὐτοῦ, εἰς τὸν Λὼτ καὶ τὸν ∆αβίδ. –Τὴν παροῦσαν ἀρετὴν ὁ Θεὸς ἀποδεχόμενος, τῶν παλαιῶν ἁμαρτημάτων ἀμνημονεύει. Ἰωσήππου, ἐκ τοῦ λόγου τοῦ ἀναγεγραμμένου κατὰ Πλάτωνος. –Καὶ οὗτος μὲν ὁ περὶ δαιμόνων λόγος. Περὶ δὲ ᾅδου ἐν ᾧ συνέχονται αἱ ψυχαὶ δικαίων τε καὶ ἀδίκων, ἀναγκαῖον εἰπεῖν. Ὁ ᾅδης τόπος ἐστὶν ἐν τῇ κτίσει ἀκατασκεύαστος, χωρίον ὑπόγειον, ἐν ᾧ φῶς κόσμου οὐκ ἐπιλάμπει. Φωτὸς τοίνυν ἐν τούτῳ τῷ χωρίῳ μὴ καταλάμποντος, ἀνάγκη σκότος διηνεκῶς τυγχάνειν. Τοῦτο τὸ χωρίον ὡς φρούριον ἀπενεμήθη ψυχαῖς, ἐφ' ᾧ κατεστάθησαν ἄγγελοι φρουροὶ, πρὸς τὰς ἑκάστου πράξεις διανέμοντες τὰς τῶν τόπων προσκαίρους κολάσεις. Ἐν τούτῳ δὲ τῷ χωρίῳ τόπος ἀφώρισταί τις λίμνης πυρὸς ἀσβέστου, ἐν ᾧ μὲν οὐδέπω τινὰ καταρερίφθαι ὑπειλήφαμεν, ἐσκευάσθαι δὲ εἰς τὴν προωρισμένην ἡμέραν παρὰ Θεοῦ, ἐν ᾗ δικαίας κρίσεως ἀπόφασις μία πᾶσιν ἀξίως προσενεχθῇ· καὶ οἱ μὲν ἄδικοι καὶ Θεῷ ἀπειθήσαντες, τά τε μάταια ἔργα χειρῶν ἀνθρώπων κατεσκευασμένα εἴδωλα, ὡς Θεὸν τιμήσαντες, ταύτης τῆς ἀϊδίου κολάσεως ὡς αἴτιοι μιασμάτων γενόμενοι προκριθῶσι· οἱ δὲ δίκαιοι τῆς ἀφθάρτου καὶ ἀνεκλείπτου βασιλείας τύχωσιν. Οἱ ἐν τῷ ᾅδῃ νῦν μὲν συνέχονται, ἀλλ' οὐ τῷ αὐτῷ τόπῳ, ὡς οἱ δίκαιοι. Μία γὰρ εἰς τοῦτο τὸ χωρίον κάθοδος, οὗ τῇ πύλῃ ἐφεστῶτα ἀρχάγγελον ἅμα στρατιᾷ πεπιστεύκαμεν, ἣν πύλην διελθόντες οἱ καταγόμενοι ὑπὸ τῶν ἐπὶ τὰς ψυχὰς τεταγμένων, οὐ μιᾷ ὁδῷ πορεύονται· ἀλλ' οἱ μὲν δίκαιοι εἰς δεξιὰ φωταγωγούμενοι, καὶ ὑπὸ τῶν ἐφεστώτων κατὰ τόπον ἀγγέλων ὑμνούμενοι, ἄγονται εἰς χωρίον φωτεινὸν, ἐν ᾧ οἱ ἀπ' ἀρχῆς δίκαιοι πολιτεύονται, οὐχ ὑπ' ἀνάγκης κρατούμενοι, ἀλλὰ τῆς τῶν ὁρωμένων ἀγαθῶν θεωρίας ἀεὶ ἀπολαύοντες, καὶ τῇ τῶν ἑκάστοτε καινῶν ὁρωμένων προσδοκίᾳ ἡδόμενοι, κἀκεῖνα τούτων βελτίονα ἡγούμενοι, οὗ ὁ τόπος οὐ καματηφόρος γίνεται. Οὐ καύσων, οὐ κρύος, οὐ τρίβολος ἐν αὐτῷ, ἀλλ' ἡ τῶν Πατέρων δικαίων ὁρωμένη ὄψις πάντοτε μειδιᾷ, ἀναμενόντων τὴν μετὰ τοῦτο τὸ χωρίον ἀνάπαυσιν, καὶ αἰωνίαν ἀναβίωσιν ἐν οὐρανῷ. Τούτῳ δὲ ὄνομα κικλήσκομεν, κόλπον Ἀβραάμ. Οἱ δὲ ἄδικοι εἰς ἀριστερὰ ἕλκονται ὑπὸ ἀγγέλων κολαστῶν, οὐκέτι ἑκουσίως πορευόμενοι, ἀλλὰ μετὰ βίας ὡς δέσμιοι ἑλκόμενοι· οἷς οἱ ἐφεστῶτες ἄγγελοι, ἐπιγελῶντες διαπέμπονται, ἐπονειδίζοντες, καὶ φοβερῷ ὄμματι ἐπαπειλοῦντες, εἰς τὰ κατώτερα μέρη ὠθοῦντες, οὓς ἀγομένους ἕλκουσιν οἱ ἐφεστῶτες ἕως πλησίον τῆς γεέννης. Οἱ ἐγγίονες ὄντες, τοῦ μὲν βρασμοῦ ἀδιαλέπτως ἐπακούουσι, καὶ τοῦ τῆς θερμῆς ἀτμοῦ οὐκ ἀμοιροῦσιν· αὐτῆς δὲ τῆς ἐγγίονος ὄψεως τὴν φοβερὰν καὶ ὑπερβαλλόντως ξανθὴν θέαν τοῦ πυρὸς ὁρῶντες καταπεπλήγασι, τῇ προσδοκίᾳ τῆς μελλούσης κρίσεως ἤδη κολαζόμενοι. Ἀλλὰ καὶ οὗτοι τὸν τῶν δικαίων χῶρον, καὶ τοὺς δικαίους ὁρῶσι, καὶ ἐπ' αὐτῷ τούτῳ κολαζόμενοι. Χάος γὰρ βαθὺ καὶ μέγα ἀνάμεσον ἐστήρικται, ὡς μήτε δίκαιον συμπαθήσαντα προσδέξασθαι, μήτε ἄδικον τολμήσαντα διελθεῖν. Οὗτος ὁ περὶ ᾅδου λόγος, ἐν ᾧ αἱ ψυχαὶ πάντων κατέχονται μέχρι καιροῦ, ὃν ὁ Θεὸς ὥρισεν, ἀνάστασιν τότε πάντων ποιησόμενος, οὐ ψυχὰς μετενσωματῶν, ἀλλ' αὐτὰ τὰ σώματα ἀνιστῶν, ἃ λελυμένα ὁρῶντες, εἰ ἀπιστεῖτε, Ἕλληνες, μάθετε μὴ ἀπιστεῖν. Τὴν γὰρ ψυχὴν γενητὴν καὶ ἀθάνατον ὑπὸ Θεοῦ γεγονέναι πιστεύσαντες, κατὰ τὸν Πλάτωνος λόγον, χρόνῳ, μὴ ἀπιστήσητε, ὡς καὶ τὸ σῶμα ἐκ τῶν αὐτῶν στοιχείων γενόμενον, δύνατος ὁ Θεὸς ἀναβιώσας ἀθάνατον ποιεῖν.