ΤΙΤΛ.

Ιʹ. –Περὶ ἔργων καὶ πράξεων· καὶ ὅτι ὁποῖά τις δρᾷ, τοσαῦτα καὶ ὑφίσταται· καὶ ὡς κατὰ τὰ ἔργα ἡμῶν καὶ ὁ μισθὸς ἐξομοιοῦται παρὰ τοῦ Θεοῦ ἡμῶν.

«Ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· σύντριμμα ἀντὶ συντρίμματος· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ὀδόντα ἀντὶ ὀδόντος. Καθότι ἂν δῷ μῶμον ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ.» «Κατέδραμον ὀπίσω Ἀδωνιβεζὲκ, καὶ κατέλαβον αὐτὸν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ποδῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. Καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ Θεός.» «Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυτοῖς.» «Ἀποδοθείη αὐτῷ ἃ ἔπραξεν.» «Κενὰ κενοῖς ἀποβήσεται.» «Ἀνταπόδομα χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται. Ἐξετασμὸς γὰρ ἀσεβεῖς ὀλεῖ.» «Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν· ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν.» Ὁ σπείρων φαῦλα, θερίσει κακά· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.» «∆ότε αὐτῇ ἀπὸ τῶν καρπῶν χειρῶν αὐτῆς.» «Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» «Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται.» «Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.» «Καθὼς ἐποίησε, ποιήσατε αὐτῇ.» «Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.» «∆ι' ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.» «Οἱ φυλάξαντες ὁσιότητα, ὁσιωθήσονται.» «Μὴ ποίει κακὰ, καὶ οὐ μή σε καταλάβῃ κακά. Ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἔκκλινε ἀπὸ ἁμαρτίας.» «Ἀγαθὰ τοῖς ἀγαθοῖς ἐκτίσθη ἀπ' ἀρχῆς· οὕτω τοῖς ἁμαρτωλοῖς κακά.» «Ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ, καὶ ἕκαστος κατὰ ἔργα αὐτοῦ εὐρήσει.» «Ὁ ὀρύσσων βόθρον, ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ ἐγκυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.» «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε. ∆ίδοτε, καὶ δοθήσεται ὑμῖν. Μέτρον καλὸν, πεπιεσμένον, καὶ σεσαλευμένον, καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Ὧ γὰρ μέτρῳ μετρῆτε, ἀντιμετρηθήσεται ὑμῖν.» «Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» «Ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.» Ἀγαθὸν ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὧ μέτρῳ, φησὶ, μετρῆτε, μετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἶσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων; κατεκονδύλισας πένητας; κατῄσχυνας ἐν λοιδορίαις; ἐσυκοφάντησας; κατεψεύσω; ἀλλοτρίοις ἐπεβούλευσας γάμοις; ἐπιώρκησας; ὅρια πατέρων μετέθηκας; κτήμασιν ὀρφανῶν ἐπῆλθες; χήρας ἐξέθλιψας; τὴν παροῦσαν ἡδονὴν τῶν ἐν Εὐαγγελίοις ἀγαθῶν προετίμησας; ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ εἰ μέν τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολυπλασίως τὰς ἀντιδόσεις. Ἡ τοῦ Θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, καὶ οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχεται. Χρὴ γὰρ πάντως θερίσαι τινὰ ἅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Σπορὰ δ' ἐστὶν ἡ ἀνθρωπίνη προαίρεσις· θέρος δὲ, ἡ ἐπὶ προαιρέσει ἀνταπόδοσις. Ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος. Πικρίαν ἔσπειρας, δρέπου τὰ δράγματα.

ΤΙΤΛ. ΙΑʹ. –Περὶ εὐπραγίας, καὶ δυσπραγίας· καὶ ὅτι οὐ χρὴ ἐπαίρεσθαι ἐν ταῖς εὐπραγίαις, καὶ συστέλλεσθαι ἐν τῇ δυσπραγίᾳ.

«Πλοῦτον καὶ πενίαν μή μοι δῷς· σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐταρκῆ, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω, Τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.» «Ἐν ἡμέρᾳ ἀγαθῶν μὴ ἀμνημονήσῃς κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν, μὴ ἀμνημονήσῃς ἀγαθῶν.» «Μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς· πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου. Ἀποπρωΐθεν ἕως ἑσπέρας μεταβαλεῖ καιρός· καὶ πάντα ἐστὶ ταχινὰ ἔναντι Κυρίου. Ἄνθρωπος γὰρ σοφὸς ἐν παντὶ εὐλαβηθήσεται.» «Ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.» «Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλαλάγματι ταπεινώσεώς σου μακροθύμησον, ὅτι δοκιμάζεται ἐν πυρὶ χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.» Κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου πάντων αὐτῷ κατὰ ῥοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις ἐπαναπαύηται τοῖς παροῦσι, καὶ ἐν ταῖς σκυθρωποτέραις καταστάσεσι μὴ ἀπελπίζῃ ἑαυτὸν, μηδὲ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότητος ἄνθος, οὔτε εὐθήνεια οἴκου, οὐχ ἡ λοιπὴ τοῦ βίου εὐημερία ἐπιπολὺ διαμένει. Ἀλλ' ἐν τῇ εὐδίᾳ ταύτῃ τοῦ βίου ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων. Ἥξει γὰρ νόσος, καὶ ἥξει πενία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ἀλλὰ καὶ τὸν ὑπέρβλεπτον ἐν πᾶσι, ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι, καὶ πᾶσαν εὐημερίαν βίου, οἷον σπιλάδες τινὲς περιστάσεσιν ἀβουλήτοις συνετάραξαν. Καὶ συνέχεια τῶν κακῶν ὥσπερ κύματά ἐστιν, ἄλλα ἐπ' ἄλλοις ἐπειγόμενα, τραχύνοντά σου τὸν βίον, καὶ περιϊστῶντα φοβερόν σοι τῆς ζωῆς τὸν κλυδῶνα, ἀλλ' ὄψει ποτὲ καὶ τοῦτον παραδραμόντα πρὸς ἱλαρότητα, καὶ λευκὴν ὄντως εἰς γαλήνην τὸν βίον μεταβληθέντα. Οὗτος οὖν ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ στοχαζόμενος τῆς ὑποκειμένης φύσεως, μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἑαυτῷ διαμένων, μήτε ἐπαιρόμενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Νόσον, καὶ πενίαν, καὶ ἀδοξίαν, καὶ θάνατον, καὶ ὅσα λυπηρὰ τοῖς ἀνθρώποις, οὔπω ἐν τῇ μοίρᾳ τῶν κακῶν καταλογίζεσθαι ἄξιον, διὰ τὸ μηδὲ τὰ ἀντικείμενα τούτοις ἐν τοῖς μεγίστοις ἡμᾶς τῶν ἀγαθῶν ἀριθμεῖν, ὡς τὰ μὲν ἐκ φύσεώς ἐστι, τὰ δὲ καὶ συμφερόντως πολλοῖς ἀπαντήσαντα φαίνεται. Ἄνω νεύωμεν, ἀδελφοί· ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς ἐπιθυμίαις ἀποβάλλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου. Ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοί. Ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ ∆εσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν. Μήτε ὑγείαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον δια πτύωμεν, μηδὲ πλούτῳ ῥέοντι προστιθώμεθα, μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη, καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ' εἴδωμεν καὶ ὑγείαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας. Μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημερίαν, μήτε εὖ καὶ καλῶς πράττων, ἀθυμίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ πολλὰς πραγμάτων μεταβολάς. Ἕως ἐξουρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον, καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Μὴ μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μήτε τὸ ἀλγεινὸν ἀπαραμύθητον, Μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον. Ὅτ' εὐπλοεῖς μάλιστα μέμνησο ζάλης. Μὴ σφόδρα ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν, Μήπως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δὲ ἐπίκρημνον τοῦ βίου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπηρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτε ἴδες, τὸν μὲν ἐν φάτνῃ μέγαν, Ἐπηρμένον, στίλβοντα τῇ εὐπραγίᾳ. Τραχηλιῶντα, τὸν κάτω νενευκότα. Ῥικνὸν δὴ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφοντα αὐτόν τε καὶ δεσπότην. Τούτων τίς ἐστιν εὐτυχέστερος, Εἰπέ. Οὐχ ὁ στενός τε καὶ ζυγῷ τετριμμένος; Εὔδηλον· ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῶς συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσεις, Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται. Τὸ δὲ ἡδὺ πάντων φάρμακον σωτήριον, Οὗ καὶ τὸ πικρὸν ἐξέωσε πολλάκις. Τὸ δὲ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πολλὰ ἄγει, ∆έον μὴ δέχεσθαι πᾶσαν οἴακος στροφὴν, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ. Τάφος, καὶ φθορὰ, καὶ κόνις, τὸ τῆς βιωτικῆς εὐημερίας συμπέρασμα. Χρὴ μήτε ἀγαθά τινα προστεθεικέναι τούτοις ἀνθρώποις οὖσιν, μήτε αὖ κακὰ ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλ' ἐπάνω εἶναι ἀμφοῖν, τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. Πλέκει ταῦτα δι' ἀλλήλων ὁ Θεὸς, ἐμοὶ δοκοῦν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ εὐφραῖνον ἀπαιδαγώγητον· καὶ ἵνα τὸ τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς αὐτὸν μόνον βλέπωμεν. Αἰσχρὸν εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν· ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Τάφος διαδέξεται τὸ τῆς δόξης τέλος. Ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐσπλαγχνίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν. Ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή. Καθάπερ ἴδιόν ἐστι τοῦ φωτὸς τὸ φωτίζειν, οὕτως ἴδιον Θεοῦ τὸ ἐλεεῖν καὶ οἰκτείρειν τὰ οἰκεῖα ποιήματα. Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ Κύριος, κατὰ τὴν φωνὴν ∆αβίδ. Μήτε οὖν ἀπογνῷς, μήτε καταφρονήσῃς. Πάντων σου τῶν πραγμάτων κατευοδουμένων, ἐκδέχου μεταβολήν. Καὶ πάλιν ὑπὸ ἀπροσδοκήτων συμφορῶν κυκλούμενος, φαντάζου τὰ χρηστὰ, καὶ τὰ κρείττονα. Οὐ χρὴ δυσφορεῖν ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ μᾶλλον ἐπιθυμεῖν ἐπὶ ταῖς πολλαῖς θλίψεσι. ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἔθλιψά σε καὶ ἐλιμαγχόνησά σε, ἵνα ψωμισθῇς τὸ μάννα τῆς γνώσεως, καὶ ἐπ' ἐσχάτων εὖ σε ποιήσω. Ὁ τῶν ἀνθρώπων βίος ὁμοιούμενος πελάγει, κυματώσεις καὶ στροφὰς παντοίας προσδέχεται, κατά τε εὐπραγίας καὶ κακοπραγίας. Ἵδρυται γὰρ οὐδὲν τῶν γηγενῶν, ἀλλὰ ὧδε κἀκεῖσε διαφέρεται, οἷα σκάφος θαλαττεῦον ὑπ' ἐναντίων πραγμάτων.

ΤΙΤΛ. ΙΒʹ. –Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐπορίαις φιλεῖ τὰ ἁμαρτήματα γίνεσθαι.

«Ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.» «Φαγὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου.» «Μὴ φαγὼν, καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοικήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου, καὶ τῶν βοῶν σου πληθυνθέντων, ἀργυρίου καὶ χρυσίου πληθυνθέντων σοι, μὴ ὑψωθῇς ἐν τῇ καρδίᾳ σου.» «Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μὴ πλανηθῇ ἡ καρδίᾳ σου, μὴ ἀπατηθῇς ἐν χορτασίᾳ κοιλίας.» «Ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν· ἐλιπάνθησαν, ἐστεατώθησαν, καὶ παρέβησαν λόγους μου εἰς πονηρόν.» «Τοῦτο ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ καὶ πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, καὶ χειρὸς πτωχοῦ, καὶ πένητος οὐκ ἀντελαμβάνοντο, καὶ ἐποίησαν ἀνόμημα ἐνώπιόν μου.» «Πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου.» Αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίων γίνονται τοῖς πολλοῖς. Φιλοῦσι τὰ ἁμαρτήματα ἐκ πλήθους ὄχλων, καὶ εὐθηνίας τῶν ἀναγκαίων τίκτεσθαι.

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ ἐπιβουλῆς, καὶ τῶν ἐπιβουλευόντων τοῖς πλησίον.

«Λάκκον ὤρυξεν, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον.» «Ἐν παγίδι ταύτῃ ᾖ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν.» «Ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσαν εἰς αὐτόν.» «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί.» «Ὁ ὀρύσσων βόθρον τῷ πλησίῳ, ἐμπεσεῖται εἰς αὐτόν. Ὁ δὲ κυλίων λίθον, ἐφ' ἑαυτὸν κυλιεῖ.» «Ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει τοῖς ἑαυτοῦ ποσίν.» «Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὄφις· ἐξαιρῶν λίθους διαπονηθήσεται ἐν αὐτοῖς.» «Ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει.» ∆ιὰ τί μαθητής; διὰ τί καὶ ἐπίβουλος, τῷ ἰδίῳ διδασκάλῳ ἐπιβουλεύων, καὶ τὸν Ἰούδαν ἐκεῖνον μιμούμενος, τοῦ ἰδίου διδασκάλου προδότην γενόμενον;»

ΤΙΤΛ. Ι∆ʹ. –Περὶ ἐχθρῶν καὶ πτώσεως αὐτῶν· καὶ ὅτι οὐ δεῖ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ τῶν ἐχθρῶν.

«Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. Ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ. Μὴ ἐπίχαιρε ἐπὶ κακοποιοῖς.» «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά.» «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ γὰρ ἀναστήσομαι.» «Μὴ ἐπίχαιρε ἐπὶ τοῖς υἱοῖς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως.» «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐπεκρότησας τῇ χειρί σου, καὶ ἐπεψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολέσω σε ἀπωλείᾳ.» «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἐγὼ δίδωμι ὑμᾶς τοῖς υἱοῖς Κέδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν σοὶ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν. Αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιό τητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμὼν εἰς νομέας προβάτων.» Νουθετεῖσθαι δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι. Φύλασσε σαυτὸν, πτῶμα δ' ἄλλου μὴ γέλα. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας. ∆ιάβαινε δὲ ἀσφαλὴς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Χρηστοὺς εἶναι χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρὴ, καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους χρῄζοντας, καὶ μὴ καταφρονεῖν τῶν ἀνθρώπων, ἀνθρώπους ὄντας. Ὅταν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖνον εἶναι τὸν καιρόν. ∆ιὰ τοῦτο τότε μάλιστα φείδεσθαι δεῖ τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Πολλοὶ βασιλεῖς ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι λελυπηκότας λαβόντες, ἄξιον αὐτῶν εἶναι ἐνόμισαν δίκην μὴ ἀπαιτῆσαι τῶν πεπλημμελημένων, καὶ τῆς ἐξουσίας ἡ περιουσία καταλλαγῆς ὑπόθεσις γέγονεν. Οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν· οὐδὲν σφαλερώτερον τοῦ βούλεσθαι διεκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας τὸν ἐχθρὸν, καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος. Ὁ δὲ φεισάμενος, μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς καὶ ἀμείνους κτησάμενος ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκᾷ. Καὶ εἴ ποτε παραπέσῃ τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν. Περιφανὴς καὶ ἀξιοζήλωτος ἀγαθότης ἐστὶν, δηλαδὴ τὸ ὀρέγειν ἔλεον τοῖς μισοῦσιν ἡμᾶς αἱρουμένοις, καὶ τὴν χεῖρα φέρειν ἐπίκουρον· βούλεσθαι δὲ καὶ σώζειν αὐτοὺς, οὐκ ἐμβαίνοντας μᾶλλον, καὶ οἷον κειμένοις ἐποχουμένους, καὶ τῆς ἐνούσης αὐτοῖς ἀθλιότητος καταμειδιῶντας ἀφιλοικτιρμόνως, δρῶντας δὲ μᾶλλον ἐκεῖνα, τὰ δι' ὧν ἔξω γένοιντο παγίδος, ποιουμένους δὲ καὶ λιτὰς ὑπὲρ αὐτῶν πρὸς τὸν τῶν ὅλων ἐξουσιάζοντα. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν προσῆκεν. Οὐ χρὴ ἐπὶ παντὶ πτώματι καὶ πάσῃ ἁμαρτίᾳ ἀνθρώπου ἐπαίρεσθαι, οὐδὲ ἐπιχαίρειν ποτὲ τῷ ὑποσχετλιασθέντι, κἀνεὶ δοκῇ ὁ τοιοῦτος ἐχθρὸς φόνιος εἶναι· μᾶλλον δὲ συμπάσχειν καὶ συναλγεῖν, καὶ εὐχὴν ὑπὲρ αὐτοῦ πρὸς τὸν Θεὸν ποιεῖσθαι, δεδιότα, καὶ πεφρικότα, καὶ διαλογιζόμενον, μήποτε ὁ μὲν ὑποσκελισθεὶς, τροπαιοφόρος ἀναδειχθῇ, ὁ δὲ νομίσας ἵστασθαι, ἐξαίσιον ὕστερον πτῶμα καταῤῥαγῇ παρὰ τὴν προσδοκίαν, καὶ ἐναποθάνῃ τῷ πτώματι. ∆ιὰ τοῦτο τότε μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Κἄν πού τινα σπανίως συμβῇ ἀποκλῖναι τῆς ἀρετῆς, καὶ τῷ διαβόλῳ παραπεσεῖν, μὴ θέλε τοῦτον δικάζειν, καὶ κατακρίνειν. Φοβοῦ δὲ μᾶλλον, μὴ καὶ συμπτωματισθῇς. Χαίρειν ἐπὶ ταῖς τῶν ἐχθρῶν ἀτυχίαις, εἰ καὶ δίκαιόν ποτε, ἀλλ' οὐκ ἀνθρώπινον.

ΤΙΤΛ.

ΙΕʹ. –Περὶ εὐεργεσίας, ἢ προσφορᾶς ἐξ ἀδίκων γινομένης.

«Εἶπεν ∆αβὶδ τῷ Ὀρνᾶ· ∆ός μοι τόπον τῆς ἄλω, καὶ οἰκοδομήσω ἐν αὐτῇ θυσιαστήριον τῷ Κυρίῳ· ἀργυρίου δός μοι αὐτὸν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. Καὶ εἶπεν Ὀρνᾶ πρὸς ∆αβίδ· Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐχί· ἀλλ' ἢ ἀγοράσω ἀργυρίου ἀξίου, ὅτι οὐ μὴ λάβω τὰ σὰ τῷ Κυρίῳ ἀνενεγκεῖν ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ τῷ Θεῷ. Καὶ ἔδωκε ∆αβὶδ τῷ Ὀρνᾶ περὶ τόπου αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.» «Θυσιάζων ἐξ ἀδίκων θυσία μεμωκημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων. Θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν· τίς ὠφέλεια πλέων ἢ κόπος; εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος· τίνος φωνῆς εἰσακούσεται ὁ ∆εσπότης;» Ὁ τὰ ἑτέρου λαμβάνων, καὶ ἑτέρῳ διδοὺς οὐκ ἠλέησεν, ἀλλὰ καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Εἰ μὲν γὰρ ἐλεεῖς ἐξ ὧν ἀδικεῖς, ἐλέησον οὓς ἀδικεῖς. Εὐσεβὴς γὰρ ἐκεῖνος, οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδὲν ἀδικῶν. Ἔτι [φ. εἴ τι] δὲ καὶ πάλιν ἐλεεῖν βούλῃ, ἐλέησον ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Εἰ σπείρεις πτωχοῖς, τὰ σεαυτοῦ σπεῖρον. Τὰ γὰρ ἀλλότρια ζιζανίων πικρότερα· γεωργεῖς γὰρ ἀγρὸν, ὃν θερίσαι οὐ δύνασαι.

ΤΙΤΛ. Ιςʹ. –Περὶ ἐργολαβῶν, καὶ ἐντολέων, εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων.

«Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.» «Βουλὴ τῶν πονηρῶν ἄνομα βούλεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους πενήτων ἐν κρίσει.» Ὁ διώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσιν.» «Περὶ πράγματος οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἐρέθιζε.»

ΤΙΤΛ. ΙΖʹ. –Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.

«Πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ μῶμος ἐν αὐτῷ, οὐ προσελεύσεται προσφέρειν. Ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ἀπότμητος, ἢ ᾧ ἂν ᾖ σύντριμμα χειρὸς ἢ ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος τοὺς ὀφθαλμοὺς, ἢ πτιλλὸς, ἢ ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις, οὐ προσεγγιεῖ τοῦ προσενεγκεῖν θυσίας Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Ἀπὸ τῶν δώρων τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριόν μου οὐκ ἐγγίζει. Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, ὅτι ἅγιοι εἰσίν.» «Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.» «Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου, καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις.» «Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς. «Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκοῦσαι ἐκ τοῦ στόματός μου λόγον, καὶ διαστεῖλαι αὐτοῖς παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῇν αὐτόν· ἐὰν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθάνηται, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον, καὶ ποιήσει παράπτωμα, ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἐὰν δὲ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτάνειν, σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.» «Οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν εἰς τὴν αὐλὴν ἐσωτέραν. Ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται.» «Οἱ φυλάξαντες ὁσίως τὰ ὅσια, ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ, εὑρήσουσιν ἀπολογίαν.» «Μὴ ζήτει παρὰ κυρίου κηδεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε, Ἐν ὅλῃ δυνάμει σου δόξαζε τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῶν, καθὼς ἐνετείλατό σοι.» «Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Φρόντισον αὐτῶν, καὶ οὕτως κάθισον, καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσον, ἵνα εὐφρανθῇς δι' αὐτοὺς, καὶ εὐδοκίας χάριν λάβῃς τὸν στέφανον.» «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου,» καὶ τὰ λοιπά. «Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με;» «Ἐγένετο φιλονείκεια ἐν τοῖς μαθηταῖς, τίς αὐτῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλὰ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.» «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Εἶπε δὲ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος, αὐτὸν εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.» «∆ιαμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Προσέχετε οὖν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Καὶ τανῦν παρατίθημι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις.» «Οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ' ἐγενήθημεν ἐν μέσῳ ὑμῶν ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα.» «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ∆εῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, ἀλλ' ἐπιεικῆ μᾶλλον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ πολλῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Οὐ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. ∆εῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν αὐτὸν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.» «Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Ἑαυτὸν ἁγνὸν τήρει.» «∆εῖ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Χριστοῦ ἀπόστολον καὶ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ.» «Μηδείς σου περιφρονείτω τῆς νεότητος. Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.» «Ἐπισκοποῦντες, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως κατὰ Θεόν· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύπος γινόμενοι τοῦ ποιμνίου.» Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ αὐτὸς τυφλωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Ἀλλ' ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς μὲν ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως καὶ ἀγωνίας· καὶ πολὺ πλέον οὗτος ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον ἔχων δοῦναι, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται ὁ σκοπὸς τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος. Ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου τῶν ἐμπεπιστευμένων, οὕτω διακείσθω. Μανθάνειν ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν, ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν Πατέρα τοῦ Λόγου. Ἀνθρώπῳ, χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει μᾶλλον χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων· καὶ μάλιστα ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Αὕτη μοι φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν, οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι. Οἱ μὲν δέονται κέντρου, οἱ δὲ χαλινοῦ. Καὶ οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον, οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ πνεύματι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι ἔξω τῆς νύσσης θέοντες. Τοὺς μὲν ἔπαινος ὤνησεν, τοὺς δὲ ψόγος· ἀμφότερα μετὰ τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίων νουθετημάτων, πλήθους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ πρὸς ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπάθειαν. Τῶν μὲν παρατηρεῖν ἐπιμελῶς ἀναγκαῖον, μέχρι καὶ τῶν σμικροτάτων, ὅσον τὸ οἴεσθαι λανθάνειν· τῶν δὲ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν· μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ χαλεπότητι. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον. Παίδων φείδεσθαι πατρικὸς νόμος. Τροφὴ καὶ τοῦ τρέφοντός ἐστιν ἡ δίδαξις. Ἐπιτιμῆσαι γαληνῶς, ἐπαινέσαι παιδευτικῶς, καὶ μηδέτερον τῇ ἀμετρίᾳ λυμαίνεσθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στύφον τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα. Ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην. Μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νομικῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ' ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· φοβηθῶμεν μὴ ἀφ' ἡμῶν ἄρξηται τὸ κρίμα καὶ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε. Ἀρκεῖ γὰρ ὑμῖν ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετῆτε τοῖς νομοθέταις. Οὐ γάρ ἐστιν ὁ Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ' εἰρήνης καὶ τάξεως. Καὶ ὀφθαλμὸς παιδευτοῦ σιωπῶσα διδασκαλία. Ὅσον κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος. Τοσοῦτον ἀνώτερον βασιλείας ἕστηκεν ἱερωσύνη, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον. Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ σμικρότατα ταχέως κατάδηλα γίνεται. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον. Οἱ πολλοὶ ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαίνονται οἰκονομίαν. Ὁ τοιοῦτος λυμεὼν ἂν εἴη προστάτης, καὶ λύκος ἀντὶ ποιμένος. Μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ὑπεδείξαντο· πολλοὶ καὶ γὰρ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ἦσαν, καὶ τὴν φλόγα δρόσον εἰργάσαντο· καὶ ∆ανιὴλ δωδεκαέτης ὢν, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο, καὶ τοὺς λέοντας πρόβατα ἐποίησεν· οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας. Καὶ Παῦλος γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ σκυλευτὴς γέγονε τῶν Ἐκκλησιῶν. Καὶ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασεν, καὶ πρόβατον γέγονεν ἀγαθότητος, καὶ κήρυξ, καὶ ἀπόστολος. Μὴ οὖν τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὐ γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἀρετὴ καὶ κακία, ἀλλὰ ἐν τῇ διαφορᾷ τῆς γνώμης. Κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάψει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέν σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν ὁ ∆αβὶδ νέος ὢν, ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, ἔχων τὸ κέρας, ἔνθα τὸ ἔλαιον ἦν τὸ ἅγιον. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα τῶν υἱῶν σου ἕνα. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶτον υἱὸν, καί φησιν ὁ προφήτης· Πάραγε αὐτὸν, οὐκ ηὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον· οὐδὲ οὗτος· τὸν τέταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον; ᾐσχύνθη ὁ πατήρ· Ἔχω ἕνα, φησὶν, μικρὸν, εὐτελῆ· βασιλέα ζητεῖς, μικρὸν, εὐτελῆ, ποιμένα. Ἄνθρωπος, ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός. Ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν, ψυχῆς εὐγένειαν ἐπιθυμοῦμεν. Βούλει μαθεῖν, ὅση τῶν ἱερέων ἐστὶν ἡ δύναμις; Ἐννόησον τὸ βάπτισμα, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, τὴν υἱοθεσίαν, τὰ μυρία ἀγαθὰ, ἃ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τούτων σοι παραγίνεται, καὶ διὰ τῆς ἐπικλήσεως τῆς ὑπὸ τούτων σοι γινομένης. Ἀλλ' ἐπειδὴ ῥᾳθύμως αὐτοῖς προσερχόμεθα, καὶ ἠμελημένῳ λογισμῷ, διὰ τοῦτο ἅπας ὁ βίος ἡμῶν ἀνατέτραπται. Εἰ ὁ πατριάρχης Ἰακὼβ θρεμμάτων προεστὼς, πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀΰπνους διήνυσεν, καὶ καύματα, καὶ κρύος, καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων, πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἀλόγοις ἐφεστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ μέλλοντας τὰς εὐθύνας διδόναι, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύεσθαι χρὴ τῶν δυναμένων ὠφελῆσαι τὰ ποίμνια· ἀλλ' ὅσον βελτίων αὕτη ἡ ποίμνη ἐκείνης, καὶ ἀλόγων ἄνθρωποι, καὶ ἀνθρώπων Θεὸς, οὕτω καὶ ἡμᾶς πλείω, καὶ σφοδροτέραν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή. Τοιαῦτα τῶν ἁγίων τὰ σπλάγχνα, [ὥστε] τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύτερον νομίζειν Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ Πατρὶ, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε, ὡς Θεοῦ ἐντολὴν διακονοῦντας. Μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν Ἐκκλησίαν. Ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω, ἡ ὑπὸ τῶν ἐπισκόπων οὖσα. Ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἤτω, ὥσπερ ὅπου ἂν ὁ Χριστὸς, ἐκεῖ ἡ καθολικὴ Ἐκκλησία. Οὐκ ἐξόν ἐστι χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν, οὔτε ἀγάπην ποιεῖν· ἀλλ' ὃ ἂν ἐκεῖνος δοκιμάσῃ, τοῦτο τῷ Θεῷ εὐάρεστον. Ὁ τιμῶν ἐπίσκοπον, ὑπὸ Θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τὶ πράσσων, τῷ διαβόλῳ λατρεύει. Πάντας βάσταζε, ὡς καὶ σὲ ὁ Κύριος. Πάντων ἀνέχου ἐν ἀγάπῃ· προσευχαῖς σχόλαζε ἀδιαλείπτοις. Αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. Γρηγόρει, ἀκοίμητον ὄμμα κεκτημένος. Πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ὁ ἀθλητής. Ὅπου πλείων κόπος, πολὺ κέρδος. Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔσται· μᾶλλον τοὺς ἀπειθεστέρους ἐν πραότητι ὑπότασσε. Οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. Τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε. ∆ιὰ τοῦτο σαρκικὸς εἶ, καὶ πνευματικὸς, ἵνα τὰ φαινόμενά σοι εἰς πρόσωπον κολακεύῃς· τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ἵνα μηδενὸς λείπῃ. Χρὴ τὸν προεστῶτα ἀνεπίληπτον μελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἀνεπιτήδευτον ἔχειν τῶν ἀρεσκόντων Θεῷ. ∆εῖ τὸν λειτουργὸν τῆς Ἐκκλησίας πρὸ πάντων ἐκτὸς ὀργῆς εἶναι, καὶ μὴ ἐπιπλήττειν, ἀλλὰ παρακαλεῖν. Τότε ἀνύει διδάσκαλος, καὶ πιστεύεται λέγων, ὅταν ἀφ' ὧν πράττει παιδεύῃ, κατὰ τὸ, Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἱερέα φρόνησις, καὶ βίος, καὶ εὐγένεια ποιεῖ. Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε. Ἀλέξανδρος πόῤῥωθεν ἰδὼν, τὸ μὲν πλῆθος ἐν λευκαῖς ἐσθῆσι, τοὺς δὲ ἱερεῖς προεστῶτας ἐν ταῖς βυσσίναις αὐτῶν, τὸν δὲ ἀρχιερέα ἐν τῇ ὑακίνθῳ καὶ διαχρύσῳ στολῇ, καὶ ἐπὶ τῆς κεφαλῆς ἔχοντα τὴν κίδαριν, καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ἔλασμα, ᾧ τὸ τοῦ Θεοῦ ὄνομα ἐγέγραπτο, προσελθὼν μόνος προσεκύνησε τὸ ὄνομα καὶ τὸν ἀρχιερέα. Παρμενίονος δὲ πυθομένου, τί δή ποτε προσκυνούντων αὐτὸν ἁπάντων, αὐτὸς προσκυνήσειεν τὸν Ἰουδαίων ἀρχιερέα, Οὐ τοῦτον, εἶπε, προσεκύνησα, τὸν δὲ Θεόν· οὗ τὴν ἀρχιερωσύνην οὗτος τετίμηται.

ΤΙΤΛ. ΙΗʹ. –Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.

«Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν.» «Ἔκρυψαν οἱ ἱερεῖς ὁδὸν Κυρίου.» «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Οὐχ ὑμῶν ἐστι γνῶναι κρῖμα, οἱ μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά. Ἁρπάζοντες τὰ δέρματα αὐτῶν, καὶ τὰς σάρκας ἀπὸ τῶν ὀστέων αὐτῶν.» «Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσι νόμον.» «Ὦ οἱ ποιμαίνοντες μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα! μάχαιρα ἐπὶ βραχίονος αὐτοῦ. Ἐγὼ οὐ ποιμαίνω ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Ἰδοὺ ἐγὼ ἐξεγερῶ ποιμένα ἄπειρον ἐπὶ τὴν γῆν· τὸ ἐκλεῖπον οὐκ ἐπιστρέψεται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν φάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.» «Ἐπλανήθησαν διὰ τὰ σίκερα, ἱερεὺς καὶ προφήτης. Ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα.» «Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολοῦντες τὰ πρόβατα τῆς ποίμνης. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμένας τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά. Ἰδοὺ ἐγὼ ἐκδικῶ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.» «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου· οἱ ποιμαίνοντες αὐτὸν ἔξωσαν αὐτοὺς, ἐπὶ τὰ ὄρη, ἀπεπλάνησαν αὐτούς.» «Οἱ ἀφηγούμενοι αὐτῶν λέοντες ὠρυόμενοι, οἱ ἁρπάζοντες ἅρπαγμα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ.» «Καὶ ἱερεῖς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ διέστελλον, καὶ ἐβεβήλουν με ἐν μέσῳ αὐτῶν. Οἱ ἄρχοντες αὐτῶν ἐν μέσῳ αὐτῆς ὡς λύκοι, ἁρπάζοντες ἅρπαγμα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν· καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς.» «Τάδε λέγει Κύριος· Ὦ οἱ ποιμένες Ἱερουσαλήμ! μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζεσθε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε, καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας. Ἔβοσκον οἱ ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἔβοσκον. Ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν.» «Μάθετε δικασταὶ περάτων τῆς γῆς, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῶν. Ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα, καὶ τὰς βουλὰς διερευνήσει, ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων ∆εσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος.» Καὶ πάλιν· «Τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.» «Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ, καὶ οὐ ποιοῦσι. ∆εσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ κινοῦσιν αὐτά. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν, φιλοῦσί τε τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθέδρας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί. Ὑμεῖς δὲ μὴ κληθῆτε, Ῥαββί. Εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητὴς ὁ Χριστὸς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς. Εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς. Ὁ δὲ μείζων ὑμῶν ἔστω ὑμῶν διάκονος. Ὅστις δὲ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα. Οὐαὶ δὲ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν, ὑμεῖς δὲ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε ἐλθεῖν. Οὐαὶ δὲ ὑμῖν, ὅτι ἀποδεκατοῦτε τὸν ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν· οἱ διυλίζοντες τὸν κώνωπα, τὸν δὲ κάμηλον καταπίνοντες. Οὐαὶ δὲ ὑμῖν, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου, καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξαρπαγῆς καὶ πλεονεξίας. Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. Οὐαὶ δὲ ὑμῖν, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι. Ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας. «Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὑτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ, ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει.» «Ἰδὼν Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον, προσήνεγκε αὐτοῖς χρήματα λέγων· ∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖράς μου, λαμβάνῃ Πνεῦμα ἅγιον. Εἶπεν δὲ ὁ Πέτρος πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.» Πόσον κακόν ἐστιν ἀντὶ ὁδηγίας πλάνης αἴτιον γενέσθαι τοῖς ὑποχειρίοις! Οὐδεὶς περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώματι. Πόσον δὲ δεινότερον ψυχὴν εἰς βάθος κακῶν ἐμπίπτουσαν ἐναφεῖναι τῇ ἀπωλείᾳ; Μὴ ἔστω τις κεφαλὴ μόλις που χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων τοῦ σώματος. Ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μηδὲ πρόεδροι τοῦ κακοῦ φαινώμεθα. Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; Τίς ἂν τοὺς ἄλλους πείσειεν μετριάζειν, οὕτω τῶν προεστώτων διακειμένων; τί ὄφελος κυβερνήτην εἶναι χρηστὸν, πονηροῖς χρώμενον ἐρέταις; Πόθεν, εἰπέ μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς Ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐκ ἄλλοθεν οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς, καὶ ὡς ἔτυχεν γίνεσθαι. Οὐδὲν διδασκάλου ψυχρότερον ἐν λόγοις φιλοσοφοῦντος μόνον. Τοῦτο οὐ διδάσκαλος, ἀλλὰ ὑποκριτής. Ἄρχοντος μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος, οὐδὲν ἀθλιώτερον. Ὅσον πρὸς μείζονα ὄγκον τῆς ἀρχιερωσύνης ἀναβέβηκεν ὁ τὴν ἐπισκοπὴν λαχὼν, τοσούτῳ πλείονα ἀπαιτηθήσεται λόγον, οὐχὶ διδασκαλίας μόνον, ἀλλὰ καὶ πενήτων προστασίας. Καθάπερ γὰρ ἡμεῖς ἀργύ ρια τοῖς οἰκέταις ἐμπιστεύοντες, ἁπάντων ἀπαιτοῦμεν αὐτοὺς λόγον· οὕτως καὶ ὁ Θεὸς ῥήματα ἡμῖν ἐμπιστεύσας, τὰ αὐτοῦ ζητήσει, καὶ τῆς δαπάνης τὸν τρόπον. Ἀδύνατον τὰ οὕτως μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας, ἢ αὐτοὺς εἰδέναι, ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπόλλυσι τοὺς μαθητευομένους, καὶ ἡ τῶν μαθητευομένων ἀμέλεια κίνδυνον φέρει τῷ διδασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥᾳθυμοῖεν ἐκεῖνοι. Μὴ νομιζέτωσαν ἀνέσεως καὶ ἀπολαύσεως εἶναι πρόφασιν τὸ πρᾶγμα. Πάντων γάρ ἐστιν ἐπιπονώτερον ἄρχειν ψυχῶν. Καὶ δεῖ τοὺς ἐπὶ ταῦτα ἐρχομένους ἀλείψασθαι ὡς πρὸς ἀγῶνα ἐπίπονον εἰσβάλλοντας. Σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον. Ὁ γὰρ διαιρῶν τῷ λόγῳ τὰ πράγματα, ἐὰν μὴ πανταχόθεν ἔχῃ προησφαλισμένον τὸν λόγον, κινδυνεύσει ἐν τοῖς ἀκούουσι, σκανδάλου ἀφορμὴν τῷ λόγῳ τοῖς μαθητευομένοις παρεχόμενος. Ἐκεῖνο μὴ ἀγνοήσῃς, ὅτι πολλοὶ τῶν ἐπισκόπων ἔχουσι κατακοσμῆσαι τὴν κάμινον τοῦ πυρός. Ἑκάστου ἱερέως, καὶ διδασκάλου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει τὸ αἰώνιον. Ἡ γὰρ ἡμέρα ἐκείνη τὰ πάντα ἐκκαλύψει καὶ φανεροποιήσει, διότι ἐν πυρὶ ἀποκαλυφθήσεται. Οὐκ οἶσθα, ὅτι καὶ ἐπίσκοποί ποτε ὑφίστανται ὀλέθρου καὶ πτώματος; Ἄτοπόν ἐστι διώκοντα τὰς τιμὰς, φεύγειν τοὺς πόνους δι' ὧν αἱ τιμαί. Νόμος ἔστω κατὰ τῶν τὰ σεμνὰ καὶ θεῖα μὴ σεμνῶς, καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπιφέρειν ἀορασίας.

ΤΙΤΛ. ΙΘʹ. –Περὶ ἐγγύης. ΤΙΤΛ. Κʹ. –Περὶ ἐπιθυμίας· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἐξακολουθεῖν ταῖς πονηραῖς ἐπιθυμίαις.

«Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὔτε τὴν οἰκίαν, οὔτε τὸν ἀγρὸν, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε πᾶν ὅσα τῷ πλησίον σού ἐστιν.» «Ἐπεθύμησε ∆αβὶδ ἐπιθυμίαν, καὶ εἶπεν· Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου, τοῦ ἐν Βηθλεέμ; Καὶ ἔλαβον οἱ τρεῖς δυνατοὶ, καὶ παρεγένοντο πρὸς ∆αβίδ· καὶ οὐκ ἐθέλησε πιεῖν αὐτὸ, καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ, καὶ εἶπεν· Ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι. «∆ένδρον ζωῆς ἐπιθυμία ἀγαθή.» «Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου.» «Ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» «Ὃς ἐὰν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» «Πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν.» «Παρακαλῶ ὑμᾶς ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες πρωτεύονται κατὰ τῆς ψυχῆς.» «Ἐγὼ ὁ δημιουργὸς ἐνέταξα τῷ πλάσματι ἐπιθυμίαν, καὶ οὐ τὸ φυσικὸν κίνημα διαβάλλω. Οὐ λέγω γάρ· Οὐκ ἐπιθυμήσεις. Οὐκ ἀνασπῶ τοῦ καλῶς φυτευθέντος τὴν ῥίζαν, ἀλλὰ τοῦ προφθαρέντος φυτοῦ τὰ νόθα πρέμνα κλαδεύω. Οὐ λέγω οὖν τὴν ἐπιθυμίαν αὐτὴν ἐξορίσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ μαχικοῦ πάθους τὰς παραφυάδας ἔτι βλαστανούσας ἐκκόπτω. Τίς τῇ καλῇ ἀρούρᾳ ζιζάνια παρασπείρει; Σπέρμα καλὸν ἔσπειρα· πόθεν τῶν ζιζανίων ὁ ὄλεθρος; ἔκτριψον, πάτησον, ἀπόπνιξον τὸ σπέρμα τὸ πονηρὸν, καὶ οὐ πονέσεις ἁδρυνομένου τοῦ ζιζανίου. Πᾶς δὲ ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὥσπερ τῷ στρουθῷ τῶν πτερῶν ὄφελος οὐδὲν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσεται· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁπλῶς, ἀλλ' ὅσα ἐὰν σκιρτήσῃς, ἑάλως. ∆ιὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ παγίδας· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτήματα.

ΤΙΤΛ.

ΚΑʹ. –Περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων.

«Ἐὰν πατάξῃ τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. Ὁ δὲ οὐχ ἑκὼν, ἀλλ' ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.» «Ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, δαρήσεται ὀλίγας.» «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς τὴν διακονίαν τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου μετὰ πίστεως, καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» «Ἑκουσίως ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» Τῶν ἁμαρτημάτων, τὰ μὲν ἀκούσιά ἐστιν, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς γίνεται. Ὑποθώμεθα γὰρ πορνείαν εἶναι τὸ κρινόμενον, καὶ πόρνας δύο· ἀλλ' ἡ μὲν πορνοβοσκῷ πραθεῖσα, πρὸς ἀνάγκην ἐστὶν ἐν τῷ κακῷ, τὴν ἐκ τοῦ σώματος ἐργασίαν τῷ πονηρῷ δεσπότῃ παρεχομένη· ἡ δὲ διὰ τὴν ἡδονὴν ἑκουσίως ἑαυτὴν ἐπιδοῦσα τῇ ἁμαρτίᾳ. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Τὸ ἀκούσιον οὐ κρίνεται. ∆ιττὸν δὲ τοῦτο· τὸ μὲν γινόμενον μετὰ ἀγνοίας, τὸ δὲ δι' ἀνάγκην. Εἰ πρῶτον ἀγνοίᾳ σφάλλεταί τις, οὐ κολαστέος, ἐκείνου κολαστέου τοῦ καθ' ἕξιν ἁμαρτάνοντος. Τὰ μὲν ἀκούσια ἁμαρτήματα καὶ νόμος συγχωρεῖ, καὶ Θεὸς παρορᾷ, φιλάνθρωπος ὢν, καὶ οὐκ ἀπηνὴς, καὶ τῶν ἑκουσίως. Ὡς τὸ ἑκουσίως ἁμαρτάνειν ἐστὶν ἄδικον, οὕτω τὸ ἀκουσίως καὶ κατ' ἄγνοιαν, οὐκ εὐθὺς δίκαιον, ἀλλὰ ταχύ που μεθόριον ἀμφοῖν, δικαίου καὶ ἀδίκου, τὸ ὑπό τινων καλούμενον ἀδιάφορον. Ἁμάρτημα γὰρ οὐδὲν, ἔργον δικαιοσύνης. Τῷ μὲν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι, συγγνώμη δίδοται· ὁ δὲ ἐξ ἐπιστήμης ἀδικῶν, ἀπολογίαν οὐκ ἔχει, προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος δικαστηρίῳ.

ΤΙΤΛ. ΚΒʹ. –Περὶ εὐχαριστούντων καὶ εὐγνωμονούντων· καὶ ὅτι χρὴ τοὺς εὐεργέτας κηρύσσειν.

«Τοῖς δύο νεανίσκοις τοῖς κατασκοπήσασιν εἶπεν Ἰησοῦς· Εἰσέλθετε εἰς τὴν οἰκίαν τῆς γυναικὸς, καὶ ἐκβάλετε αὐτὴν, καὶ πάντα τὰ αὐτῆς. Καὶ εἰσῆλθον, καὶ ἐξήγαγον τὴν Ῥαὰβ τὴν πόρνην, καὶ τὸν πατέρα, καὶ τὴν μητέρα, καὶ τοὺς ἀδελφοὺς αὐτῆς.» «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.» «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;» «Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου.» «Φρονήσεώς ἐστιν καὶ τὸ εἰδέναι τίνος ἡ χάρις.» «Ὁ ἀνταποδιδοὺς χάριτας, μέμνηται εἰς τὸ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.» «Χάριν ἀνθρώπου ὡς κόρην συντήρησον.» «Εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.» «Εἰσερχομένου αὐτοῦ εἰς τὴν πόλιν, ὑπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, καὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Καὶ ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεὸν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου, ἡ πίστις σου σέσωκέν σε.» «Ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημά ἐστιν Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς» Πρέπουσα δοξολογίας ὑπόθεσις, ἡ τῶν εὐεργετημάτων διήγησις. Ἀποδώσωμεν τοίνυν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν.

ΤΙΤΛ. ΚΓʹ. –Περὶ ἐκδικήσεως· καὶ ὡς ἀπηγόρευται δὶς περὶ τοῦ αὐτοῦ πράγματος εὐθύνας εἰσπράττεσθαι.

«Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.»«Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσει, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει.»

ΤΙΤΛ. Κ∆ʹ. –Περὶ ἐπικοίνων πραγμάτων· καὶ ὅτι χρὴ φεύγειν τὰ ἐπίκοινα καταγώγια, διότι μάχας καὶ διαστάσεις προξενοῦνται.

«Εἶπεν Ἀβραὰμ πρὸς Λώτ· μὴ ἔστω μάχη ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σου, καὶ ἀναμέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σού ἐστιν; ∆ιαχωρίσθητι ἀπ' ἐμοῦ. Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά. Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδεν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῆρεν Λὼτ ἀπὸ ἀνατολῶν, καὶ ἐχωρίσθησαν.» «Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν οἴκῳ κοινῷ.» «Ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ σου μὴ κοινώνει.» Ἔχουσιν αἱ τῶν κοινῶν ἐπιμέλειαι λαβὰς εἰς τὸ μεμφθῆναι.

ΤΙΤΛ.

ΚΕʹ. –Περὶ εὐδοκιμίας· ὅτι εὐχῆς ἄξιον τὸ κατόρθωμα.

«Ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκιμίαν ἔχε.» «Σπούδασον σεαυτὸν εὐδόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον.»

ΤΙΤΛ.

Κςʹ. –Περὶ ἐμπόρων. «Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.

ΤΙΤΛ.

ΚΖʹ. –Περὶ εὐνούχων.

«Μακάριος ὁ εὐνοῦχος, ὁ μὴ ἐργασάμενος ἐν χερσὶν ἀνόμημα, μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρά. ∆οθήσεται αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ, καὶ κλῆρος ἐν ναῷ Κυρίου θυμηδέστερος.» «Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν.» «Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἄτιμον τὸ τῶν εὐνούχων γένος καὶ πανώλεθρον. Τοῦτο δὴ τοῦτο ἄθηλυ, ἄνανδρον, γυναικομανὲς, καὶ ἐπίζηλον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορὲς, κλαυσίδειπνον, ὀξύθυμον, χρυσομανὲς, κακόμισθον, ἀπηνὲς, θηλυδρῶδες, γαστρίδουλον· καὶ τί γὰρ εἴπω; σὺν αὐτῇ τῇ γεννήσει, σιδηροκατάδικον. Πῶς γὰρ ὀρθὴ γνώμη τούτων, ὧν οἱ πόδες στρεβλοί; οὗτοι μὲν οὖν σωφρονοῦσιν ἄμισθα διὰ σιδήρου· μένουσι δὲ ἄκαρποι δι' οἰκείαν αἰσχρότητα. Ἀπόστησον ἀπὸ τῆς συμβίου σου τὸν εὐνούχων σμάραγον. Κἂν γὰρ δοκοίη τῶν κάτω διδύμων ἐκτετμῆσθαι, ἀλλ' ἄνω ἔχει ἐν τῷ προσώπῳ τοὺς διδύμους ὀφθαλμοὺς ἐμπαθῶς βλέποντας, καὶ ἐπισυρόμενον ἤδη πονηρὰς μαρτυρίας.

ΤΙΤΛ. ΚΗʹ. –Περὶ ἐγκωμίων καὶ τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα.

«∆όκιμον ἀργύριον καὶ χρυσίον πυρώσεις· ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.» «Τὸν αὐτὸν ἐπαινεῖν καὶ ψέγειν οὐκ ἀνδρὸς ἀγαθοῦ.» «Πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα. Οὗτος γὰρ πειρασμὸς ἀνθρώπου.» «Οὐαὶ ὑμῖν ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.» «Κἂν ἐῤῥωμένος ὦ κατὰ τὸν Θεὸν, πλεῖόν με δεῖ φοβεῖσθαι καὶ προσέχειν τοῖς εἰκῆ φυσῶσίν με. Ἐπαινοῦντες γάρ με μαστιγοῦσιν.» Μὴ πρὸς ἐπαίνους χαυνωθῶμεν τοὺς ὑπὲρ τὴν ἀλήθειαν. Πολλοὶ τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρώμενοι, ἔργῳ μὲν τὴν ἀδικίαν καὶ πλεονεξίαν ὡς ὠφέλιμον προτιμῶσι, σχήματι δὲ καὶ λόγῳ, τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην ὑπερθαυμάζουσιν. Ὁ δεῖνα τὸν πλοῦτον τοῖς θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δεικνύει.

ΤΙΤΛ. ΚΘʹ. –Περὶ ἐκδικήσεως Θεοῦ τοῖς ἀδικουμένοις γενομένης· ὅτι χρὴ τῷ Θεῷ ἐπιτρέπειν τὰ τῆς ἐκδικήσεως.

«Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.» «Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.» «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην.» «Μὴ εἴπῃς, Τίσομαι τὸν ἐχθρὸν, ἀλλ' ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ.» «Σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ τῶν περικύκλῳ αὐτῶν. Καὶ ποιήσω κοῖμα ἐν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς.» «Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνου. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπεν δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καὶ μακροθυμῶν ἐπ' αὐτοῖς; Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.» «Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Πάντως ὁ ἀδικούμενος, καταφλέγεται μὲν ὑπὸ λύπης, ἀμύνασθαι δὲ οὐκ ἔχων, ἢ διὰ τῶν ἴσων ἐλθεῖν ἔσθ' ὅτε, διὰ τὸ ἡττᾶσθαι τῆς τοῦ ἀδικοῦντος χειρὸς, τῆς ἄνωθεν μισοπονηρίας τὸ κέντρον καλεῖ πρὸς ἐπικουρίαν. ∆εῖν, οἶμαι, τοὺς χωρίον ἱερὸν νεμομένους ἐπιτρέπειν πάντα τῷ Θεῷ δικάζειν, καὶ καταφρονεῖν τῆσδε χειρὸς ἀνθρωπίνης, ὅταν αὐτοὶ τὸν ἄνω δικαστὴν περισκοπῶσιν.

ΤΙΤΛ. Λʹ. –Περὶ εὐθυνομένων καὶ δίκας εἰσπραττομένων· καὶ ὡς οὐδαμῶς ἄλλος ἀντὶ ἄλλου εὐθυνθήσεται.

«Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε υἱοὶ ὑπὲρ πατέρων· ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.» «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;» «Ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσι· Πατέρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν· ἀλλ' ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος αἱμωδιάσουσιν οἱ ὀδόντες.» «Οἱ πατέρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. Ζῶ ἐγὼ, λέγει Κύριος, ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ὁ δὲ ἄνθρω πος ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην. Υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ. ∆ικαιοσύνη δὲ δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται.» «Ἕκαστος τὸ ἴδιον φορτίον βαστάζει.

ΤΙΤΛ. ΛΑ. –Περὶ ἐλεγμῶν

«Πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν.» «Ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς, χάριτας μᾶλλον ἕξει τοῦ γλωσσοχαριτοῦντος.» «Κρείσσων ἀνὴρ ἐλέγχων, ἀνδρὸς σκληροτραχήλου.» «Οἱ ἐλέγχοντες, βελτίους φανοῦνται, ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή.» «Ὁ ἐλέγχων μετὰ παῤῥησίας εἰρηνοποιεῖ.» «Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε.» «Ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον σου.» «Μὴ ἐκκαίῃς ἄνθρακας, ἁμαρτωλοὺς ἐλέγχων, μὴ ἐμπυρισθῇς ἐν φλογὶ πυρὸς ἁμαρτιῶν.» «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.»

ΣΤΟΙΧΕΙΟΝ Ζ.

ΤΙΤΛ.

Αʹ. –Περὶ τοῦ ζητεῖν τὸν Θεὸν, καὶ ἀκολουθεῖν αὐτῷ, καὶ ὅτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ πάντα χρὴ ἡμᾶς πράττεσθαι.

«Ἐν τοῖς ἐγγίζουσί με ἁγιασθήσομαι.» «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Οὗτος καύχημά σου, καὶ οὗτος ζωή σου.» «Οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.» «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» «Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.» «Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.» «Πλούσιοι ἐπτώχευσαν, καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.» «Ἀγαλλιάσθωσαν, καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε.» «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» «Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» «Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δι καιοσύνης. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρήσουσιν εἰρήνην.» «Ὡς ἔτι καιρὸς, ἐκζητήσατε τὸν Κύριον.» «Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διὰ παντός.» «Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ τρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.» «Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου.» «Ἐκζητήσατέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν.» «Τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης ὁ Θεὸς γίνεται, «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.» Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Ὅσον ἀφίστατο τῆς ζωῆς ὁ Ἀδὰμ, τοσοῦτον προσήγγιζεν τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ ζωῆς ὁ θάνατος. Ὥστε τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασεν, κατὰ τὸ γεγραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ἀνάγκη τὴν ἐρημωθεῖσαν ψυχὴν τῆς οἰκειώσεως τοῦ Θεοῦ, οἰκητήριον γενέσθαι πνευμάτων ἀκαθάρτων. Τάξις ἀρίστη παντὸς ἀρχομένου, καὶ λόγου, καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι. Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.

ΤΙΤΛ.

Βʹ. –Περὶ ζώων ἀλόγων, τῶν φυσικῇ σοφίᾳ κεκοσμημένων.

«Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμους. Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας αὐτοῦ, ἀκίνητος ὁρῶν πρὸς νότον; Γὺψ ἐπὶ νοσσιὰν αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ' ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ; ἐκεῖ ὢν ζητεῖ τὰ σῖτα· πόῤῥωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι.» «Τίς ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι, πλανώμενοι, τὰ σῖτα ζητοῦντες. Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφου ἐπὶ πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; Ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; Ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου; Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον.» «Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὅτι ἐργάτις ἐστί· τὴν δὲ ἐργασίαν ὡς σεμνὴν ποιεῖ. Ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Ποθεινὴ δέ ἐστι πᾶσι, καὶ ἐπίδοξος, καίπερ οὖσα ἐν ῥώμῃ ἀσθενής.» «Τέσσαρά ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς· ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες, οἷς μή ἐστιν ἰσχὺς, καὶ ἑτοιμάζεται θέρους τὴν τροφήν· καὶ οἱ χοιρόγρυλλοι ἔθνος οὐκ ἰσχυρὸν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους. Ἀβασίλευτός ἐστιν ἡ ἀκρὶς, ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος· καὶ καλαβώτης χερσὶν ἐρειδόμενος, καὶ εὐάλωτος ὢν, κατοικεῖ ἐν ὀχυρώμασι βασιλέων. Τρία ἐστὶν ἃ εὐόδως πορεύονται, καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει· σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέψεται, οὐδὲ καταπτήσσει κτῆνος, καὶ ἀλεκτρυὼν ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος, καὶ τράγος ἡγούμενος αἰπολίου.» Τὸ κώνειον οἱ ψάρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες. Λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, φθάνουσιν ἐκπέμψασθαι. Ἐλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων. Ἔστι δὲ αὐτὰ ταῦτα ἐν καιρῷ ποτε καὶ ἡμῖν χρήσιμα. Ἔχιδνα τὸ χαλεπώτατον τῶν ἑρπετῶν πρὸς γάμον ἀπαντᾷ τῆς θαλασσίας μυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημήνασα, ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλοκήν. Ἡ δὲ ὑπακούει, καὶ ἑνοῦται τῷ ἰοβόλῳ. Τινὲς ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. Ἐπειδὰν ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβοι, ἄλλοι αἰγιαλῶν κόλπων μεταστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερθέντες ἐπὶ τὴν βορεινὴν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου, ὥσπερ τι ῥεῦμα, τοὺς ἰχθύας ἡνωμένους, καὶ ἐκ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσταγμα βασιλέως; ποῖα διατάγματα κατ' ἀγορὰν ἡπλωμένα δηλοῖ; οἱ ξεναγοῦντες τίνες; ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν σμικροτάτων διήκουσαν; ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων δογμάτων οὐκ ἀνεχόμεθα; μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄλογα καὶ ἄφωνα παντελῶς· ἀλλὰ φοβοῦ, μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διατάξει τοῦ Κτίσαντος ἀντιστάμενος. Ἄκουε τῶν ἰχθύων, μονονουχὶ φωνὴν ἀφιέντων, δι' ὧν ποιοῦσιν, ὅτι εἰς διαμονὴν τοῦ γένους, τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον, ἀλλ' ἔχουσι τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ὑποδεικνύντα. Βαδίσωμεν, φησὶν, ἐπὶ τὸ βορεινὸν πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ' ὀλίγων αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐ τῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια· ὅθεν καὶ ἐπὶ ποταμοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥωθεν θαλάσσης φέρεται. Ἐκ τούτου προτιμώτερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπος, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔγγονα. Ἐπειδὰν δὲ τὰ σπουδαζόμενα ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑποστρέφουσιν οἴκαδε. Ἤκουσα, ὅτι θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῶον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται. Ὃς ὅταν προΐδῃ ταραχὴν ἀνέμου, ψηφίδα τινὰ ὑπελθὼν γενναίαν, ἐπ' αὐτῇ ὥσπερ ἐπ' ἀγκύρας βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ἀποσύρεσθαι. Τοῦτο ὅταν ἴδωσιν οἱ ναυτικοὶ τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου, ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. Ἀῤῥαγεῖ γὰρ ἕρκει τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. ∆ιὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τῷ ὀστρέῳ περιπτύσσονται, ἀναγκαίως ἄπρακταί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὰς ἀκτῖνας τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλώσαντα, τότε λάθρα ψηφίδα παρεμβαλὼν ὁ καρκῖνος, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιγινόμενον. Αὕτη ἡ κακία τῶν μήτε λόγου, μήτε φωνῆς μετεχόντων. Οὐκ ἂν παρέλθοι μοι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίπλοκον, ὃ ὁποίᾳ ποτὲ ἂν πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέχεται χρόαν, ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτερον γενέσθαι θήραμα τῷ πανούργῳ. Γαῦρον ὁ ἀλεκτρυὼν, φιλόκαλον ὁ ταὼς, λάγνοι περιστεραὶ, καὶ αἱ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς καιροῦ τὸ συνουσιακὸν ἔχουσαι· δολερὸν ὁ πέρδιξ καὶ ζηλότυπον, κακούργως συμπράττων τοῖς θηρευταῖς πρὸς τὴν ἄγραν. Τῶν μελισσῶν κοινὴ μὲν ἡ οἴκησις, ἐργασία δὲ πάντων μία· καὶ τὸ μέγιστον ὅτι ὑπὸ βασιλεῖ καὶ ἐξάρχῳ τινὶ τῶν ἔργων ἅπτονται, οὐ πρότερον καταδεχόμενοι ἐπὶ τοὺς λειμῶνας ἐλθεῖν, πρὶν ἂν ἴδωσιν κατάρξαντα τὸν βασιλέα τῆς πτήσεως. Καὶ ἔστιν αὐταῖς οὐ χειροτόνητος ὁ βασιλεύς· πολλάκις γὰρ καὶ ἀκρασία δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο· οὐδὲ κληρωτὴν ἔχων τὴν ἐξουσίαν· ἄλογοι γὰρ αἱ συντυχίαι τῶν κλήρων, ἐπὶ τὸν πάν των ἔσχατον πολλάκις τὸ κράτος ἀκρισίᾳ φέρουσαι· οὐδὲ ἐκ πατρικῆς διαδοχῆς τοῖς βασιλείοις ἐγκαθεζόμενος· καὶ γὰρ οὗτοι ἀπαίδευτοι καὶ ἀμαθεῖς πάσης ἀρετῆς διὰ τρυφὴν καὶ κολακείαν ὡς τὰ πολλὰ γίνονται· ἀλλ' ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον. Ἔστι μὲν γὰρ τῷ βασιλεῖ κέντρον, ἀλλ' οὐ κέχρηται τούτῳ πρὸς ἄμυναν. Ἀκουέτωσαν οἱ Χριστιανοὶ, οἷς πρόσταγμά ἐστι, κακὸν ἀντὶ κακοῦ μηδενὶ ἀποδιδόναι, ἀλλὰ νικᾷν ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μιμήσασθε τῆς μελίσσης τὸ ἰδιότροπον· ὅτι τοῦ βασιλέως δίχα οὐδὲν λυμαινομένη, οὐδὲ καρπὸν ἀλλότριον διαφθείρουσα, τὰ κηρία συμπήγνυσιν. Αὗται δὲ οὔτε ἅπασι τοῖς ἄνθεσιν παραπλησίως ἐπέρχονται, καὶ οἷς ἂν ἐπιτήδειον πρὸς τὴν ἐργασίαν λαβοῦσαι, τὸ λοιπὸν χαίρειν ἀφῆκαν. Τὸν μὲν κηρὸν ἀπὸ τῶν ἀνθῶν φανερῶς συναγείρει, τὸ δὲ μέλι τὴν δροσοειδῶς ἐσπαρμένην νοτίδα τοῖς ἄνθεσιν ἐπισπασαμένη τῷ στόματι, ταύτην ταῖς κοιλότησι τῶν κηρίων ἐνίησιν. Ὅθεν καὶ ὑγρὸν παρὰ τὴν πρώτην ἐστίν· εἶτα τῷ χρόνῳ συμπεφθὲν, πρὸς τὴν οἰκείαν σύστασιν καὶ ἡδονὴν ἐπανέρχεται. Οὕτω δὲ σοφῶς φιλοτεχνοῦσα τὰς ἀποθήκας τοῦ μέλιτος, εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνασα, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις συνοικοδομεῖ τὰς κοιλότητας, ὡς τὸ πυκνὸν τῆς τῶν μικροτάτων πρὸς ἄλληλα δέσεως ἔρεισμα γενέσθαι τῷ παντί. Ἑκάστη γὰρ φρεάτια, τῆς ἑκατέρας ἔχεται· λεπτῷ γὰρ πρὸς αὐτῆς διισταμένη τε ὁμοῦ καὶ συναπτομένη τῷ διαφράγματι. Ἔπειτα διόροφοι καὶ τριόροφοι σύριγγες αὐταὶ ἀλλήλαις ἐπῳκοδόμηνται. Ἐφυλάξαντο γὰρ μίαν ποιῆσαι διαμπερὲς τὴν κοιλότητα, ἵνα μὴ τῷ βάρει τὸ ὑγρὸν πρὸς τὰ ἐκτὸς διαπίπτῃ. Κατάμαθε πῶς τὰ τῆς γεωμετρίας εὑρέματα πάρεργά ἐστι τῆς σοφωτάτης μελίσσης. Ἑξάγωνοι γὰρ πᾶσαι καὶ ἰσόπλευροι τῶν κηρίων αἱ σύριγγες, οὐκ ἐπ' εὐθείας ἀλλήλων κατεπικείμεναι, ἵνα μὴ κάμωσιν οἱ πυθμένες τοῖς διακένοις ἐφηρμοσμένοι, ἀλλ' αἱ γωνίαι τῶν κάτωθεν ἑξάγωνοι, βάθρον καὶ ἔρεισμα ταῖς τῶν ὑπερκειμένων ἐστὶν, ὡς ἀσφαλῶς ὑπὲρ αὐτῶν μετεωρίζειν τὰ βάρη, καὶ ἰδιαζόντως ἑκάστῃ κοιλότητι τὸ ὑγρὸν ἐγκατέχεσθαι. Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκπεριστροφῆς ὑποδέχονται; καὶ αἱ μὲν καθεύδουσιν, ἡ δὲ κύκλῳ περιιοῦσα, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχεται τὴν ἀσφάλειαν; εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου, ἡ μὲν βοήσασα πρὸς ὕπνον τρέπεται, ἡ δὲ τὴν διαδοχὴν δεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας, ἀντέδωκεν. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐταξίαν κατόψει. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν διαδέχεται, καὶ τακτόν τινα χρόνον προκαθηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μετ' αὐτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσι. Τὸ δὲ τῶν πελαργῶν οὐδὲν πόῤῥω ἐστὶ συνέσεως λογικῆς· οὕτω μὲν οὖν κατὰ ἕνα καιρὸν πάντας ἐπι δημεῖν τοῖς τῇδε χωρίοις, οὕτω δὲ ὑφ' ἑνὶ συνθήματι πάντας ἀπαίρειν. ∆ορυφοροῦσι δὲ αὐτοὺς αἱ παρ' ἡμῖν κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν τινὰ ποιούμεναι πρὸς ὄρνιθας πολεμίους. Σημεῖον δὲ πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειτα δὲ ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς συμμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ' αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; Τίς αὐταῖς ἠπείλησεν λειποταξίου στρατοῦ γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Ἀκουέτωσαν οἱ κακόξενοι, οἱ τὰς θύρας κλείοντες, καὶ μηδὲ στέγης ἐν χειμῶνι καὶ νυκτὶ τοῖς ἐπιδημοῦσι μεταδιδόντες. Ἡ δὲ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ γήρως πτεροῤῥυήσαντα ἐν κύκλῳ τοῖς οἰκείοις πτεροῖς περιθάλπουσιν, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρασκευάζουσι βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀνταπόδοσιν ἀντιπελάργωσιν ὀνομάζειν. Μηδεὶς πενίαν ὀδυρέσθω, μηδὲ ἀπογινωσκέτω ἑαυτοῦ τὴν ζωὴν, ὁ μηδεμίαν οἴκοι περιουσίαν καταλιπὼν, πρὸς τὸ τῆς χελιδόνος εὐμήχανον ἀποβλέπων. Ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη, τὰ μὲν κάρφη τῷ στόματι διακομίζει, πηλὸν δὲ τοῖς ποσὶν ἆραι μὴ δυναμένη, τὰ ἄκρα τῶν ποδῶν ὕδατι καταβρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν, καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τοὺς νεοσσοὺς ἐκτρέφει. Ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως ἰατρείαν, δι' ἧς πρὸς ὑγείαν ἐπαναγάγῃ τῶν ἐγγόνων τὰς ὄψεις. Ταῦτά σε νουθετείτω μὴ διὰ πενίαν πρὸς κακουργίαν τρέπεσθαι, μηδὲ ἐν τοῖς χαλεπωτάτοις πάθεσιν πᾶσαν ἐλπίδα ἀποῤῥίψαντα ἄπρακτον κεῖσθαι καὶ ἀνενέργητον, ἀλλ' ἐπὶ Θεὸν καταφυγεῖν, ὃς εἰ χελιδόνι τοιαῦτα χαρίζεται, πόσῳ μεῖζον ἀποδώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Ἀλκυὼν ἐπιθαλάττιον ὄρνεον· αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη, καὶ νοσσεύει κατὰ μέσον που τοῦ χειμῶνος, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσ[α]ράσσεται· ἀλλ' ὅμως κοιμίζονται πάντες ἄνεμοι, ἡσυχάζει δὲ πᾶν κῦμα θαλάσσιον, ὅταν ἀλκυὼν ἐπωάζει τὰς ἑπτὰ ἡμέρας. Ἐν τοσαύταις γὰρ μόναις ἐκλέπει τοὺς νεοττούς. Ἐπειδὴ καὶ τροφῆς αὐτῇ χρεία, ἄλλας ἑπτὰ ἡμέρας πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἀλκυωνίδας τὰς ἑπτὰ ἡμέ ρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προπομπὴν τοῦ αἰτεῖν παρὰ Θεοῦ τὸ πρὸς σωτηρίαν, διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας Θεοῦ; ὅπου γε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἐπιταχθεῖσα; Τὴν τρυγόνα φασὶν διαζευχθεῖσάν ποτε τοῦ ὁμοζύγου, μηκέτι τὴν πρὸς ἕτερον δέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕταιρον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐγγόνων ἐκτροφὴν ὁ ἀετός. ∆ύο γὰρ ἐξαγαγὼν νεοσσοὺς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταῤῥήγνυσιν, ταῖς πληγαῖς τῶν πτερύγων ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ τοῦτον διαφθαρῆναι ἡ φήνη, ἀλλ' ὑπολαβοῦσα αὐτὸν, τοῖς οἰκείοις ἑαυτῆς νεοττοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια. Μὴ μιμήσῃ τῶν καμψονύχων ὀρνίθων τὸ ἀπηνὲς, οἳ ἐπειδὰν εἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς, καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ἐπαινετὸν τῆς κορώνης τὸ φιλότεκνον, ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πλείστου. Πῶς ἐπ' ἔργα σε διεγείρει ὁ σύνοικος ὄρνις, ὀξείᾳ τῇ φωνῇ ἐκβοῶν, καταμηνύων πόῤῥωθεν; ὡς ἄγρυπνον τὸ τῶν χηνῶν γένος, καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον· οἵ γέ ποτε καὶ τὴν βασιλίδα πόλιν περιεσώσαντο, πολεμίους τινὰς ὑπὸ γῆς δι' ὑπονόμων ἀφανῶν ἤδη μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν καταμηνύσαντες. Ἐν ποίῳ γένει τῶν ὀρνίθων οὐκ ἰδιόν τι θαῦμα ἡ φύσις δείκνυσι; Τίς ὁ τοῖς γυψὶ παραγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν ἐπ' ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένων τὴν ἔκβασιν. Πῶς σοι τὰς φοβερὰς τῆς ἀκρίδος διηγήσομαι; ὑφ' ἑνὶ συνθήματι πᾶσα ἀρθεῖσα, καὶ στρατοπεδευσαμένη κατὰ τὸ πλάτος τῆς χώρας, οὐ πρότερον ἅπτεται τῶν καρπῶν, πρὶν ἢ ἐνδοθῆναι αὐτῇ τὸ θεῖον πρόσταγμα. Τίς ὁ τρόπος τῆς μελῳδίας τοῦ τέττιγος; Ἐὰν καταμάθῃς, πῶς εἰς βάθος ὁ κύκνος, καθιεὶς τὸν αὐχένα κάτωθεν, ἑαυτῷ τὴν τροφὴν ἀναφέρει, τότε εὑρήσεις τὴν σοφίαν τοῦ Κτίσαντος· ὅτι διὰ τοῦτο μακρότερον τῶν ποδῶν τὸν αὐχένα προσέθηκεν, ἵνα ὥσπερ τινὰ ὁρμιὰν καταγαγὼν, τὴν ἐν τῷ βάθει κεκρυμμένην τροφὴν ἐκπορίζῃ. ∆ιαφόροις ἰδιώμασιν ἕκαστον τῶν ζώων κέκριται. Εὐσταθὴς μὲν ὁ βοῦς, νωθὴς δὲ ὁ ὄνος, θερμὸς ὁ ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεως, ἀτιθάσσευτος ὁ λύκος, καὶ δολερὸν ἡ ἀλώπηξ, δειλὸν ἡ ἔλαφος, ὁ μύρμηξ φιλόπονος, εὐχάριστον ὁ κύων καὶ πρὸς φιλίαν μνημονευτικόν. Ὁμοῦ τε γὰρ ἐκτίσθη ἕκαστον, καὶ συνεπηγάγετο ἑαυτῷ τῆς φύσεως τὸ ἰδίωμα· συναπεγεννήθη θυμὸς τῷ λέοντι, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. Οἷον γάρ τις τύραννος τῶν ἀλόγων διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν, τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται. Ὧ καὶ τοιαῦτα φωνῆς ὄργανα ἡ φύσις ἐνέθηκεν, ὥστε τὰ πολλὰ τῶν ζώων ὑπερβάλλοντα τῇ ταχύτητι, μόνῳ πολλάκις ἁλίσκεσθαι τῷ βρυχήματι. Ῥαγδαῖον πάρδαλις, καὶ ὀξύῤῥοπον ταῖς ὁρμαῖς ἐπιτήδειον αὐτῆς τὸ σῶμα συνέζευκται, τῇ ὑγρότητι καὶ τῷ κούφῳ τοῖς τῆς ψυχῆς κινήμασι συνεπόμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, ἰδιότροπον καὶ τὸ ἦθος, ὕπουλον, βαθὺ, ἐνδεδυκός. Ὁ μύρμηξ θέρει τὴν χειμέριον τροφὴν θησαυρίζει, ἕως ἂν τὴν ἀρκοῦσαν αὐτῷ τροφὴν ἐναπόθηται τοῖς ταμιείοις, καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐνδιαρκεῖν μηχανησάμενος. ∆ιακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντων ἄχρηστοι τὴν τροφὴν αὐτῷ γένοιντο. Τίς ἐφίκοιτο λόγοις; ποία χωρήσει ἀκοή; τίς ἐξαρκέσει χρόνος πάντα εἰπεῖν καὶ διηγήσασθαι τοῦ τεχνίτου τὰ θαύματα; Λέαινα στέργει τὰ ἑαυτῆς τέκνα, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται. Ἀμήχανος γάρ ἐστιν ἡ στοργὴ τοῖς ἀλόγοις τέκνων καὶ γονέων πρὸς ἄλληλα. ∆ιότι ὁ δημιουργήσας αὐτὰ Θεὸς τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιουσίας παρεμυθήσατο. Πόθεν ἐν μυρίοις προβάτοις ἀρνὸς τῶν σηκῶν ἐξαλλόμενος, οἶδεν μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γάλακτος· κἂν πενιχραῖς μητρῴαις περιτύχῃ θηλαῖς, ἐκείναις ἀρκεῖται; Καὶ ἡ μήτηρ ἐν μυρίοις ἄρνασιν ἐπιγινώσκει τὸ ἴδιον γέννημα. Λόγου ἄμοιρος ὁ κύων, ἰσοδυναμοῦσαν δὲ ὅμως τῷ λόγῳ τὴν αἴσθησιν ἔχει. Τὸ δὲ μνημονευτικὸν τῆς χάριτος τοῦ ζώου, τίνα τῶν ἀχαρίστων πρὸς εὐεργέτας οὐ καταισχύνῃ; ὅπου γε καὶ φονευθεῖσι κατ' ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται. Ἤδη δέ τινες καὶ θερμῷ τῷ πάθει ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ τὴν δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. Τὸν χαμαιλέοντα πάσας μεταλαμβάνειν χρόας, πλὴν μιᾶς τῆς λευκότητος. Τίς ὁ κύκνῳ συνυφαίνων ᾠδὴν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; Πόθεν ταὼς ὁ ἀλαζὼν καὶ Μηδικὸς οὕτως φιλόκαλος καὶ φιλότιμος; Καὶ γὰρ αἰσθάνεται τοῦ οἰκείου κάλλους· ὅταν ἴδῃ τινὰ πλησιάζοντα ταῖς θηλείαις, ὥς φασι, καλλωπίζεται τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας, τὸ χρυσαυγὲς καὶ κατάστερον θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ, βαδίσματος. Πόθεν μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν, καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται καὶ συνέχηται δι' ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς διὰ τοῦ μέσου τοῦ τειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν πραγματεύηται· αἱ δὲ διὰ λεπτῶν καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων, πολυπλόκους τοὺς ἱστοὺς ἐξυφαίνουσι, καὶ ταῦτα ἐξ ἀφανῶν ἀρχῶν; Τετήρηνται οἱ τῶν λεόντων σκύμνοι, καθάπερ καὶ οἱ κύνες, τίκτεσθαι τυφλοί. Κοπτομένων τῶν λεοντίων ὀστέων, καθάπερ ἐκ τῶν πυριτῶν λίθων πῦρ ἐξάπτεται. Ἀλεξιτήριον ἐν τῇ καλιᾷ τίθησιν ὁ ἀετὸς, ἐλαύνων ἀπὸ τῶν νεοσσῶν τὸν ὄφιν, λίθον τὸν καλούμενον ἀετίτην. Γίνεται θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον. Λόγος ἔχει τοῦτον μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία, καὶ τὰ δένδρα οἷς ἂν ἐγγὺς ἵσταται, ὡς διὰ τὴν τῆς χροιᾶς ὁμοιότητα λανθάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ τὸ σῶμα ἀλκῇ δυσθήρατον.

ΤΙΤΛ.

Γʹ. –Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων δικαίων.

«Οὐ ποιήσεις ἄδικον κρίσιν ἐν μέτροις, καὶ ἐν σταθμοῖς, καὶ ἐν ζυγοῖς. Ζυγὰ δίκαια, καὶ μέτρα δίκαια, καὶ χοῖνιξ δίκαιος ἔσται ὑμῖν.» «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον μέγα ἢ μικρόν· καὶ οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέγα ἢ μικρόν. Στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔστω σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» «Ζυγὸς δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοῖνιξ δίκαιος ἔσται ὑμῖν.»

ΤΙΤΛ. ∆ʹ. –Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων.

«Ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι.» «Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.» «Στάθμιον μέγα καὶ μικρὸν, καὶ μέτρα δισσὰ, ἀκάθαρτα ἐνώπιον Κυρίου ἀμφότερα· καὶ ὁ ποιῶν αὐτὰ, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται.» «Βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον· καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.» «Χαναὰν, ἐν χερσὶν αὐτοῦ ζυγὸς ἄδικος, καταδυναστεύειν ἠγάπησεν. Πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, δι' ἁμαρτίας ἃς ἥμαρτεν.» «Ἀκούσατε ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πέ νητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς· οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν, καὶ Σάββατα, καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν τὸ μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινοὺς ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευθησόμεθα.» «Ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν.»

ΤΙΤΛ.

Εʹ. –Περὶ ζήλου ἀγαθοῦ ἢ πονηροῦ.

«Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι ἀνομίαν. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται.» «Μὴ ζηλούτω σου ἡ καρδία τοὺς ἁμαρτωλούς.» «Υἱὲ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ' αὐτῶν.» «Μὴ χαῖρε, ἐπὶ κακοῖς, μηδὲ ζήλου ἁμαρτωλούς.» «Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλῶν.» «Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα.» Μὴ φρονῇ τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος.

ΣΤΟΙΧΕΙΟΝ Η.

ΤΙΤΛ.

Αʹ. –Περὶ ἡμέρας ἀγαθῆς.

«Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» «Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ.» «Ἐν ἡμέρᾳ ἀγαθῇ, ἀμνησία κακῶν.» «Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας.»

ΤΙΤΛ.

Βʹ. –Περὶ ἡμέρας κακῆς.

«Ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν.» «Μὴ μεριμνήσετε εἰς τὴν αὔριον. Ἡ γὰρ αὔριον μεριμνήσει τὰ αὐτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ΤΙΤΛ.

Γʹ. –Περὶ ἡμέρας καὶ νυκτός. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ.» Τίς δὲ ἡμέρα καὶ νὺξ ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι, καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα. Νύκτα καὶ ἡμέραν ἀλλήλαις εἴκειν ἠπίως ἔταξας, νόμον τιμῶν ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους τῆς πολυμόχθου σαρκὸς, τῇ δὲ ἤγειρας εἰς ἔργον καὶ πράξεις τάς σοι φίλας.» «Νὺξ καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ Κτίσαντος. Ἡμέρᾳ καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται, καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει. Οὐκ ἐθέλει περιμεῖναι ἄλληλα τὸ φῶς καὶ τὸ σκότος, ἀλλὰ νόμῳ φύσεως ἀντιπερίστανται.

ΣΤΟΙΧΕΙΟΝ Θ.

ΤΙΤΛ.

Αʹ. –Περὶ τῆς θείας μυσταγωγίας.

«Τὸ μυστήριον ἐμοὶ καὶ τοῖς ἐμοῖς.» «Μὴ δότε τὸ ἅγιον τοῖς κυσὶν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» «Οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Εἰ δὲ μὴ, ῥήξει ὁ νέος τοὺς ἀσκοὺς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. Ἀλλ' οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.» Τὸ εἰς τοὺς τυχόντας ῥίπτειν τὰ τῆς σωτηρίας μυστήρια, καὶ πάντας ὁμοίως παραδέχεσθαι, τοὺς μήτε βίῳ καθαρῷ, μήτε λόγῳ ἐξητασμένῳ καὶ ἀκριβεῖ κεχρημένους, ὅμοιόν ἐστιν ὥσπερ ἄν τις ἐν ἀγγείῳ ῥυπαρῷ τὸ πολυτίμητον μύρον ἐμβάλῃ. Γλυκύτητα μέλιτος πῶς ἀναγγελῶ τοῖς ἀγνοοῦσιν; Μυστικῶς τὰ μυστικὰ φθεγξώμεθα, καὶ ἁγίως τὰ ἅγια· καὶ μὴ ῥίπτωμεν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαίμοσιν, καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγμάτων θεραπευτάς. Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυήτοις.

ΤΙΤΛ.

Βʹ. –Περὶ θυσιῶν· καὶ ὅτι κιβδήλους θυ σίας ὁ Θεὸς οὐ παραδέχεται.

«Εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ [μὴ] διέλῃς, ἥμαρτες; ἡσύχασον. Πρὸς σὲ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις.» «Πάντα ὅσα ἔχει μῶμον ἐν ἑαυτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὰ ἔσται.» «Ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὲ αὐτὸ τῷ ἡγουμένῳ σου· εἰ προσδέξεται ἢ λήψεται πρόσωπόν σου, λέγει Κύριος ὁ παντοκράτωρ;» «Ἐπικατάρατος ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ ἡ εὐχὴ αὐτοῦ ἐν αὐτῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ.»

ΤΙΤΛ. Γʹ. –Περὶ θείων λογίων· καὶ ὅτι χρὴ ἀκροᾶσθαι αὐτῶν, καὶ διὰ μελέτης ἔχειν αὐτά.

«Θήσετε τὰ ῥήματα ταῦτα ἐπὶ τὰς καρδίας ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἐφάψατε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν. Καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένους ἐν οἴκῳ, καὶ πορευομένους ἐν ὁδῷ, καὶ καθεύδοντας, καὶ διανισταμένους· καὶ γράψεις αὐτὰ ἐπὶ τῶν φλιῶν τοῦ οἴκου σου καὶ τῶν πυλῶν σου, ἵνα πληθυνθῶσιν αἱ ἡμέραι ὑμῶν, καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς.» «Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμον τῇ γῇ,» καὶ τὰ λοιπά. «Τὰ λόγια Κυρίου πεπυρωμένα.» «Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια.» «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐν παντὶ πλούτῳ. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου! Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά. Λύχνος τοῖς ποσί μου ὁ νόμος, καὶ φῶς ταῖς τρίβοις μου.» «Λύχνος ἐντολὴ νόμου, καὶ φῶς. Τὸ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς.» «Σοφὸς καρδίᾳ δέξεται ἐντολάς.» «Πάντες λόγοι Θεοῦ πεπυρωμένοι.» «Πᾶσαν διήγησιν Θεοῦ θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφυγέτωσάν σε.» –»∆ιανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός.» «Πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.» «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε πρός με ἐλθεῖν, ἵνα ζωὴν αἰώνιον ἔχητε.» «Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐκ δικαιοσύνης, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἐξηρτισμένος.» Λόγου πνευματικοῦ βρύοντος ἐν Ἐκκλησίᾳ, καὶ καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων τοῦ Πνεύματος πηγαζούσης, δέχου μετ' εὐφροσύνης τὰ λεγόμενα. καὶ εὐχαρίστως τὸν ἐκ τῆς ὠφελείας καρπὸν τρύγησον. Οὐδεὶς γὰρ ἡλίου λάμψαντος ἐπικαλύπτει ὄψεις. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, διὰ τοῦτο συγγραφεῖσα παρὰ τοῦ Πνεύματος, ἵνα ὥσπερ ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ πάντες ἄνθρωποι τὸ ἴαμα τοῦ οἰκείου πάθους ἕκαστος ἐκλεγώμεθα· ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας· καὶ ἁπαξαπλῶς κοινὸν ταμεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τὸ ἑκάστῳ πρόσφορον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα. Τά τε γὰρ παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεοτρώτῳ ταχεῖαν ἐπανάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ ἀκέραιον διασώζει· καὶ ὅλως ἐξαίρει τὰ πάθη, ὅσον οἷόν τε, τὰ ποικίλως ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυναστεύοντα. Τί οὖν οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρείας τὸ μεγαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέλειον; οὐχὶ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ ὅ τι ἂν εἴπῃς τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεων, ἐπαγγελίαι δόξης, μυστηρίων ἀποκάλυψις· πάντα ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμείῳ τῇ θείᾳ Γραφῇ τεθησαύρισται. Τῆς αὐτῆς δυνάμεως δεῖται προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν, καὶ οὐκ ἂν ἀκούσῃ προφήτου, ὅτῳ μὴ αὐτῷ προφητεῦσαν Πνεῦμα τὴν σύνεσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο. Ἀκόρεστος ἡ γλυκύτης τῶν πνευματικῶν ῥημάτων. –Εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς, ἢ φίλου, ἢ συγγενοῦς, νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. Πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς τῶν ἁγίων παρουσίας ἀπολαύομεν, οὐχὶ τῶν σωμάτων αὐτῶν, ἀλλὰ τῶν ψυχῶν τὰς εἰκόνας ἔχοντες· τὰ γὰρ παρ' αὐτῶν εἰρημένα, τῶν ψυχῶν αἱ εἰκόνες εἰσίν. –Ὥσπερ γῆν μὴ βρεχομένην οὐκ ἔστι, κἂν μυρία τις βάλλῃ σπέρματα, στάχυας ἐξενεγκεῖν· οὕτω ψυχὴν οὐκ ἔστιν μὴ ταῖς Γραφαῖς ποτισθεῖσαν πρότερον, κἂν μυρία τις ἐκχέῃ ῥήματα, καρπόν τινα ἐπιδείξασθαι. –Ἀγαπητὲ, ὅμως αὐτὰ τὰ ῥήματα κάτεχε· καὶ γὰρ ἁγιάζει ψυχὴν καὶ ψιλὴ τῶν Γραφῶν ἡ ἀνάγνωσις. Οὐ τοῦτο δὲ μόνον ἔσται τὸ κέρδος ὑμῖν, ἀλλὰ καὶ τῷ χρόνῳ πλείονα οἴσῃ τῇ συνεχείᾳ τῆς ἀναγνώσεως, αὐτομάτως σου τῆς διανοίας ἀνοιγομένης. Εἰ σώματος εἰκόνες παραμυθίαν φέρουσιν τοῖς ὁρῶσιν, πολλῷ μᾶλλον αἱ τῆς θείας Γραφῆς εἰκόνες. Κἀκεῖναι μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ' ἀνάγκη διηνεκῶς ἐφ' ἑνὸς ἱδρῦσθαι τόπου. Ταύτην δὲ ὅπουπερ ἂν ἀπέλθῃς, περιαγαγεῖν οὐδὲν τὸ κωλύον. Ἐναποθέ μενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν [ᾖς], συνεχῶς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν ἔστι παρ' αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν. Ἐντυγχάνειν δεῖ ταῖς θείαις Γραφαῖς. Ὥσπερ γὰρ οἶνος πινόμενος καταπαύ[σ]ει λύπην, καὶ μεταβάλλει τὴν καρδίαν εἰς εὐφροσύνην, οὕτως ὁ πνευματικὸς οἶνος εἰς χαρὰν μεταβάλλει τὴν ψυχήν. Ὡς δὲ ἡ θάλασσα ἀνεῖται πᾶσιν, καὶ ὁ μὲν νήχεται, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ ἀγρεύει τοὺς ἰχθύας· καὶ ὡς ἡ γῆ κοινὴ, ἄλλος μὲν ὁδεύει, ἄλλος δὲ ἀροῖ, ὁ δὲ οἰκοδομεῖ· οὕτως καὶ τῆς Γραφῆς ἀναγινωσκομένης, ὁ μὲν εἰς πίστιν, ὁ δὲ εἰς ἦθος ὠφελεῖται· ἀφαιρεῖται δὲ ἄλλου δεισιδαιμονία διὰ τῆς ἐπιγνώσεως τῶν γραμμάτων. Ὁ δὲ ἀθλητὴς γνωρίσας τὸ στάδιον Ὀλυμπιακὸν, ἐπαποδύεται τῇ διδασκαλίᾳ, καὶ ἀγωνίζεται, καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσάμενος καὶ καταγωνισάμενος.

ΤΙΤΛ. ∆ʹ. –Περὶ θείων μυστηρίων.

«Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθῶς ἐστι πόσις· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς. Οὐ καθὼς ἔφαγον τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα.» «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων. Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Παραζηλοῦμεν τοῦ Κυρίου; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπεν· Τοῦτό μού ἐστι σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἔλθῃ. Ὥστε ὃς ἐὰν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος τοῦ Κυρίου. ∆οκιμαζέτω δὲ ἑαυτὸν ἄνθρωπος, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Ὁ Μωϋσῆς φησιν· Θύσατε ἀμνὸν προβάτων ἄμωμον, καὶ τὸ αἷμα αὐτοῦ ἐπιχρίσατε ἐπὶ ταῖς θύραις. Τί λέγεις; αἷμα ἀλόγου σώζειν ἀνθρώπους λογικοὺς οἶδεν; Ναὶ, φησί. Καθάπερ οἱ ἀνδριάντες οἱ βασιλικοὶ, ἄψυχοι καὶ ἀναίσθητοι ὄντες, τοὺς καταφεύγοντας εἰς αὐτοὺς, ἀνθρώπους ἐμψύχους, καὶ αἴσθησιν ἔχοντας, διασώζουσιν αἱ ἄψυχοι καὶ ἀναίσθητοι, οὐκ ἐπειδὴ χαλκός ἐστιν, ἀλλ' ἐπειδὴ εἰκὼν τοῦ βασιλέως ἐστίν· οὕτω δῂ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀναίσθητον καὶ ἄψυχον, τοὺς ψυχὰς ἔχοντας ἀνθρώπους ἔσωσεν· οὐκ ἐπειδὴ αἷμα ἦν, ἀλλ' ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν. Ὅτε εἶδεν ὁ ὀλοθρεύων ταῖς θύραις ἐπικεχρισμένον τὸ αἷμα, καὶ οὐκ ἐτόλμησεν ἐπιπηδῆσαι. Νῦν ἂν ἴδῃ σε ὁ διάβολος, οὐχὶ ταῖς θύραις ἐπικεχρισμένον τὸ αἷμα τοῦ σώματος, ἀλλὰ τῷ στόματι τῶν πιστῶν ἐπικεχρισμένον τὸ αἷμα τῆς ἀληθείας, τὸ αἷμα τοῦ ναοῦ τοῦ Χριστοφόρου, οὐ πολλῷ μᾶλλον καθέξει; Εἰ γὰρ ἄγγελος ἰδὼν τὸν τύπον ᾐδέσθη, πολλῷ μᾶλλον ὁ διάβολος ἰδὼν τὴν ἀλήθειαν φεύξεται. Ἔνυξε τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, καὶ ὤρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ, κἀγὼ τὸν θησαυρὸν εὗρον, καὶ τὸν πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν. Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον, κἀγὼ τὴν θυσίαν ἐκαρπωσάμην, ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. – Ὥσπερ γυνὴ τὸ τεχθὲν οἰκείῳ τρέφει αἵματι καὶ γάλακτι, οὕτω καὶ ὁ Χριστὸς οὓς ἐγέννησεν, αὐτὸς οἰκείῳ τρέφει διηνεκῶς αἵματι. Τί ποιεῖς, ἄνθρωπε; τοῦ Χριστοῦ παρόντος, ἀγγέλων παρισταμένων, τῆς τραπέζης προ[σ]κειμένης, τῶν ἀδελφῶν σου μυσταγωγουμένων ἔτι, αὐτὸς καταλιμπάνων ἀποπηδᾷς; καὶ ἐπὶ δεῖπνον μὲν κληθεὶς, κἂν πρότερον κορεσθῇς, οὐ τολμᾷς τῶν ἄλλων κατακειμένων ἀναχωρῆσαι πρὸ τῶν φίλων· ἐνταῦθα δὲ τῶν μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα, καὶ ἀναχωρεῖς; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; ποίας δὲ ἀπολογίας; Βούλεσθε εἴπω, τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς ἐσχάτης Εὐχαριστίας ἀναχωροῦντες, καὶ τὰς εὐχαριστηρίους ᾠδὰς οὐκ ἐπιφέροντες τῷ τέλει τῆς τραπέζης; Τάχα φορτικόν ἐστι τὸ μέλλον λεχθῆναι, ἀλλ' ὅμως ἀναγκαῖον εἰπεῖν διὰ τὴν τῶν πολλῶν ῥᾳθυμίαν. Ὅτε ἐκοινώνησεν τὸ ἔσχατον δεῖπνον ὁ Ἰούδας κατὰ τὴν τελευταίαν νύκτα, τῶν ἄλλων ἁπάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξῆλθεν. Ἐκεῖνον μιμοῦνται καὶ οὗτοι οἱ πρὸ τῆς ἐσχάτης ἀποπηδήσαντες. Ἐκεῖνος εἰ μὴ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο προδότης. Εἰ μὴ κατέλιπεν τοὺς μαθητὰς, οὐκ ἂν ἀπολώλει. Εἰ μὴ τῆς ἀγέλης ἑαυτὸν ἀπέῤῥηξεν, οὐκ ἂν αὐτὸν μόνον εὗρεν ὁ λύκος, καὶ κατέφαγεν αὐτόν. Εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονεν. ∆ιὰ τοῦτο ἐκεῖνος μὲν μετὰ Ἰουδαίων, οὗτοι δὲ μετὰ τοῦ ∆εσπότου, καὶ ὑμνήσαντες, φησὶν, εὐθέως. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον. Ταῦτα δὲ ἐννοῶμεν· ταῦτα λογιζώμεθα. Φοβηθῶμεν τὸ κείμενον ἐπὶ τοῦτο κρῖμα. Αὐτός σοι τῆς σαρκὸς μεταδίδωσι, σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες· ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων, μετὰ τὴν τράπεζαν εἰς εὐχὴν τρέπῃ, πνευματικῆς δὲ τῆς ὑπερβαλλούσης τὴν κτίσιν ἅπασαν, τήν τε ὁρατὴν καὶ ἀόρατον, μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν, καὶ ῥήμασι, καὶ πράγμασι; Πῶς οὐκ ἐσχάτης κολάσεως ταῦτα ἄξια; Ταῦτα λέγω οὐχ ἵνα θορυβηθῆτε καὶ κράζητε, ἀλλ' ἵνα τὴν προσήκουσαν εὐταξίαν ἐπιδείξησθε. Μυστήρια καὶ λέγεται καὶ ἔστιν. Ἔνθα δὲ μυστήρια, πολλὴ σιγή· μετὰ πολλῆς τοίνυν κατανύξεως, μετὰ πολλῆς εὐκοσμίας, μετὰ τῆς προσηκούσης ἡμῖν εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁψώμεθα θυσίας, ἵνα εἰς πλείονα εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάραντες, οὕτως δυνηθῶμεν τῶν αἰωνίων τυχεῖν [τῶν] ἀγαθῶν.

ΤΙΤΛ.

Εʹ. –Περὶ θλιβομένων, καὶ φροντιζόντων, καὶ λύπης.

«Ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; οἳ ἱμείρονται θάνατον, καὶ οὐ τυγχάνουσιν. Θάνατος ἀνδρὶ ἀνάπαυσις.» «Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήττεις. Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; καὶ ἐὰν ἀναστῶ, πάλιν λέγω, Πότε ἑσπέρα; Πλήρης δὲ γίνομαι ὀδυνῶν.» «Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ. Θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι.» «Ὁμοθυμαδὸν ἦλθεν τὰ πειρατήρια ἐπ' ἐμέ.» «Κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην, καὶ ἔξοικος ἐγενόμην.» «Νῦν κατεγέλασάν μου ἐλάχιστοι. Νῦν νουθετοῦσί με ἐν μέρει, οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν ἐμῶν νομάδων.» «Ἀδελφοί μου ἀπέστησαν ἀπ' ἐμοῦ. Ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ. Φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσέ μου. Στόμα μου ἐδέετο, καὶ ἱκέτευον τὴν γυναῖκά μου. Ἐλεήσατέ με, οἱ φίλοι· χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου.» «Ἡ κοιλία μου ἐξέζεσεν, καὶ οὐ σιωπήσομαι.» «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου.» «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» καὶ τὰ λοιπά. «Περιέσχον με ὠδῖνες θανάτου,» καὶ τὰ λοιπά. «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος.» «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν,» καὶ τὰ λοιπά. «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου,» καὶ τὰ λοιπά. «Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἰσχύς μου.» «Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακῷ,» καὶ τὰ λοιπά. «Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην,» καὶ τὰ λοιπά. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα,» καὶ τὰ λοιπά. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας,» καὶ τὰ λοιπά. «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς,» καὶ τὰ λοιπά. –»Ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· καὶ ἐθέμην,» καὶ τὰ λοιπά. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου.» «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ,» καὶ τὰ λοιπά. «Ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου,» καὶ τὰ λοιπά. «Ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως,» καὶ τὰ λοιπά. «Ἀνδρὸς λυπηροῦ ξηραίνεται ὀστᾶ.» «∆ότε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.» «Ὥσπερ σὴς ἱματίῳ, καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.» «Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.» «Οἴμοι, ψυχὴ, ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.» «Εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· Ἄρατέ με, καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα, διότι ἔγνωκα ὅτι δι' ἐμὲ ὁ κλύδων οὗτος.» «Ἐβόησα ἐν θλίψει.» «∆έσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον ἢ ζῇν με.» «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» «Τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει με.» «Τίς δώσει ἐν κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός.» «Οἴμοι ἐγὼ, μῆτερ, ὡς τίνα με ἔτεκες, ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» «Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. Ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;» «Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου· ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ ὡς ἄνθρωπος συνεχόμενος.» «Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατέφαγέ με ὡς δράκων· ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τροφῆς μου. Ἔξωσάν με οἱ μόχθοι μου εἰς Βαβυλῶνα.» «Ψυχὴ λυπουμένη καὶ ψυχὴ πεινῶσα δώσουσι δόξαν καὶ δικαιοσύνην, Κύριε.» «Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ τῇ καταλειφθείσῃ ὑπὸ πολλῶν. Βαδίζετε, τέκνα, βαδίζετε· ἐγὼ γὰρ κατελείφθην ἔρημος. Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκους τῆς δεήσεως.» «Ἴδε, Κύριος, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός. Ἴδε, Κύριος, ὅτι θλίβομαι, καὶ ἡ καρδία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί. Ἐχόρτασέ με πικρίας, ἐμέθυσε χολῆς, ἐξέβαλε ψήφῳ ὀδόντας μου. Ἐψώμισέ με σποδόν· ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου.» «Μὴ παροξύνῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. Καρδίαν παρωργισμένην μὴ προσταράξῃς.» «Μὴ καταγελάσῃς ἄνθρωπον ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστι γὰρ ὁ ταπεινῶν, καὶ ὁ ἀνυψῶν.» «Κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς.» «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον. Μὴ δὸς εἰς λύπην τὴν ψυχήν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ. Πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὄφελος ἐν αὐτῇ.» «Ἀπὸ λύπης ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. Μὴ δὸς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα.» «∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» «Ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ' ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.» «Ἔκρινα ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα τοῦτο, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ' ὧν ἔδει με χαίρειν.» Φίλον Θεῷ ἐκ τῆς καθ' ὑπερβολὴν θλίψεως χαρίζεσθαι τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Νοσεῖς; εὐθύμει. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέ ξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Θεοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Πείσωμεν οὖν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν. –Φέρει παραμυθίαν ὀδυνωμένῳ ἡ κοινωνία τῶν στεναγμῶν. –Φορτικὸν τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις ἡ ἐπιτίμησις. –Ἔστιν ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν, ἡ θλῖψις. –Ποιεῖ καὶ βασιλέας ταπεινοὺς πάθος. Μὴ σφόδρα δάκνου τοῖς λυπηροῖς. Ἂν γὰρ ἧττον λυπούμεθα, ἧττόν ἐστι λυπηρά. Ὑπὲρ ὧν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλύομεν, ἢ λαμπροτέρους λαμβάνομεν τοὺς στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν. –Ἐὰν γλίχῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν θλῖψιν ἐπίσπασαι. Ὁ γὰρ μὴ θλιβόμενος, οὐδαμῶς εἰσελεύσεται, διότι στενή ἐστιν ἡ πύλη. Ὁ ἐκθλίβων ἑαυτὸν ἐν τῇ στενῇ, οὗτος εὔδηλον ὅτι τεύξεται τῆς θείας ἐκείνης εὐρυχωρίας, καὶ τῆς ἀναπαύσεως τῆς ἐν ταῖς ἐπουρανίοις αὐλαῖς. Ὁ δὲ ἐμπλατύνων ἑαυτὸν ἐν τῷ παρόντι βίῳ διὰ σπατάλης, καὶ μέθης, καὶ δόξης ἀπανθούσης, οὐκ ἂν εἰσέλθοι σφηνούμενος. –Προσέταξέ σοι ὁ Κύριος, ἵνα ἐπικαλέσῃ αὐτὸν ἐν ἡμέρᾳ θλίψεως. ∆ιὸ οὐ χρὴ κατοκνεῖν, ἀλλὰ παντὶ μὲν καιρῷ ἐπικαλεῖσθαι Θεὸν, μάλιστα δὲ ἐν τοῖς τῶν θλίψεων, ἵνα δείξωμεν τοῖς ἐχθροῖς, ὅτι οὐ κατεπόθημεν ὑπὸ τῶν περιστάσεων, ἀλλὰ μετὰ πεποιθήσεως πρὸς Θεὸν ἀναβλέπομεν. Πέμπτος ἡμῖν ἀγὼν, κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τὴν ψυχὴν ἀπὸ πάσης πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ, οὐ τῶν ἱερατικῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν. Πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς τὸν ἄνθρωπον εἶναι οὐκ ἀνέχεται. Καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. ∆ιὰ τοῦτο εἷς σκοπὸς ἡμῖν ἐστιν ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμάτιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν· καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν καὶ εἰρηνικὴν ἐπιτρέπουσα μεταδοῦναι, ἀλλὰ πᾶσαν τὴν ψυχὴν παραλαβοῦσα, πικρίας αὐτὴν καὶ ἀηδίας πληροῖ. Καὶ λοιπὸν ὑποβάλλει τοὺς ἀνθρώπους ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους. Ἥντινα λύπην οὕτως ὀφείλομεν ἐκκλίνειν, ὡς τὴν πορνείαν καὶ φιλαργυρίαν, καὶ τὸν θυμὸν, καὶ τὰ λοιπὰ τῶν παθῶν. Αὕτη δὲ θεραπεύεται διὰ προσευχῆς, καὶ τῆς εἰς Θεὸν ἐλπίδος, καὶ μελέτης τῶν θείων λογίων.

ΤΙΤΛ.

ςʹ. –Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως.

«Ἐὰν ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι, οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ.» «Γῆ σκοτεινὴ καὶ ζοφερὰ, γῆ σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.» «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου,» καὶ τὰ λοιπά. «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με;» καὶ τὰ λοιπά. «Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου;» καὶ τὰ λοιπά. «Οὐ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες,» καὶ τὰ λοιπά. «Ὕψιστον τίς αἰνέσει ἐν ᾅδῃ; ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις.» «Οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐλεγμὸς ζωῆς. Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτῷ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσιν, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν! Ὦ θάνατε, καλόν σου τὸ κρῖμά ἐστιν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχάτῳ γήρᾳ, καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν.» «Ἅδης καὶ ἀπώλεια οὐκ ἐμπίπλανται.» Τὰ ἐν ᾅδῃ κακὰ οὐχὶ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ' ἡμᾶς αὐτούς. Ἅδης κοινὸν πανδοχεῖόν ἐστι, καὶ θρήνων ἐργαστήριον.

ΤΙΤΛ.

Ζʹ. –Περὶ θανόντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τῷ προαπελθόντι πενθεῖν.

«Ἐπὶ νεκρῷ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν.» «Ἀλγῶ ἐπὶ σὲ, ἀδελφὲ Ἰωνάθαν· ὡραιώθης μοι σφόδρα. Ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.» «Ἀνέστη ∆αβὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο, καὶ ἠλείψατο, καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ προσεκύνησεν αὐτῷ. Καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν. Καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· Τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας; ἔτι ζῶντος τοῦ παιδαρίου ἐνήστευες, καὶ ἔκλαιες, καὶ ἠγρύπνεις· καὶ ἡνίκα ἀπέθανεν, ἀνέστης, καὶ ἔφαγες ἄρτον καὶ πέπωκας. Καὶ εἶπε ∆αβίδ· Ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα, καὶ ἔκλαυσα, ὅτι εἶπα, Τίς οἶδεν εἰ ἐλεήσει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον; Καὶ νῦν τέθνηκεν, ἵνα τί τοῦτο ἐγὼ νηστεύσω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; Ἐγὼ πορεύσομαι πρὸς αὐτὸν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.» «Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.» «Ἐκεῖ ἀναπαύσονται κατάκοποι τῷ σώματι, ὁμοθυμαδὸν οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. Μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.» «Ἐὰν ἀποθάνῃ ἄνθρωπος, ζήσεται, συντελέσας ἡμέρας βίου αὐτοῦ.» «Ἐλεύσῃ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος.» «Θάνατος ἀνδρὶ ἀνάπαυσις.» «Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι.» «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ εἰς οἶκον πότου. Καρδία σοφῶν ἐν οἴκῳ πένθους· καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.» «Ὅτι ἐπορεύθη ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ.» «Ἀγαθὴ ἡμέρα θανάτου ὑπὲρ ἡμέραν γεννήσεως αὐτοῦ.» «Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευδεν ἐκ μέσου πονηρίας.» «Μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον.» «Μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.» «Μουσικὴ ἐν πένθει ἄκαιρος διήγησις. Ἐπὶ νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Πένθος νεκροῦ ἑπτὰ ἡμέρας.» «Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ποίησον τὸ πένθος κατὰ τὴν τάξιν αὐτοῦ ἡμέραν μίαν, καὶ δύο χάριν διαβολῆς· καὶ παρακλήθητι λύπης ἕνεκα. Γνῶθι γὰρ ὅτι οὐκ ἔστιν ἐπάνοδος. Καὶ τοῦτον γὰρ οὐκ ὠφελήσεις, καὶ σεαυτὸν κακώσεις. Ἀπὸ γὰρ λύπης ἐκβαίνει θάνατος.» «Ἐν τῷ ἀποθανεῖν ἄνθρωπον, κληρονομήσει ἑρπετὰ, καὶ θηρία, καὶ σκώληκας.» Οὔτε γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ φιλοπενθὲς καὶ φιλόδακρυ, ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μηδὲ ἀναβρασσόμενον, μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεό μενον, μηδὲ ἄλλο τι τῶν τοιούτων ἀσχημόνως ἐπιτηδευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταπίπτειν, καὶ ὑποῤῥήγνυσθαι τοῖς λυπηροῖς. Ὥσπερ οἱ σκώληκες ἐν τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐκτίκτονται μάλιστα, οὕτως αἱ λύπαι ἐν τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφυτεύονται. Μὴ τοίνυν ἀπίδῃς εἰς ἐκεῖνον τὸν νεκρὸν, τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, καὶ ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον ἀπόβλεπε, καὶ ἀπολαμβάνοντα δόξαν ἀκήρατον καὶ φρικώδη. Ἀλλὰ συνήθειαν καὶ ὁμιλίαν ζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ, καὶ κλαίεις, καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπον εἴη τοῦτο; Εἰ γὰρ νυμφίῳ δέδωκας τὸ θυγάτριόν σου, εἶτα λαβὼν αὐτὸ ὁ νυμφίος εἰς μακρὰν ἀπεδήμησε χώραν, καὶ καλῶς πράττων διατελοίη, οὐδὲν ἡγῇ δεινὸν τὸ γεγενημένον ἐπὶ [τῷ] παραμυθῆσαι τὴν ἀθυμίαν. Ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐ φίλου, οὐ συγγενοῦς λαβόντος αὐτὸ, ἀλλ' αὐτοῦ τοῦ ∆εσπότου, ἀλγεῖν καὶ ὀδύρεσθαι ὀφείλομεν, Καὶ πῶς δυνατὸν, φησὶ, μὴ κλαίειν καὶ ὀδύρεσθαι ἄνθρωπον ὄντα; Οὔτε ἐγὼ τοῦτο λέγω, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ. Τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεώς ἐστι, τὸ δὲ πέρα τοῦ μέτρου, μανίας καὶ διαβολικῆς ἐστιν ἐνεργείας, καὶ γυναικώδους ψυχῆς. Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς. Εὐχαρίστησον τῷ λαβόντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ αὐτῷ ποιήσῃς τὰ ἐντάφια. Ἐὰν γὰρ δυσχεράνῃς ἢ ἀγανακτήσῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σεαυτὸν διέβλαψας. Ἐὰν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σεαυτὸν ὠφέλησας. ∆άκρυσον ὡς ὁ ∆εσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν, καὶ σταθμοὺς, καὶ ὅρους τῆς ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπεν· Περὶ δὲ τῶν κεκοιμημένων, ἀδελφοὶ, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ μὴ ἔχοντες ἐλπίδα. Λυποῦ, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων τῆς ἑαυτοῦ ζωῆς, ὁ μὴ βλέπων εἰς τὴν μέλλουσαν ἀνάστασιν. Πιστεύσατέ μοι, ἀγαπητοὶ, ὅτι αἰσχύνομαι διερχόμενος διὰ τῆς πλατείας, καὶ ἀκούων χοροὺς γυναικῶν ἀσχημονουσῶν, τρίχας τιλλομένας, παρειὰς σπαραττομένας, βραχίονας κατατεμνομένους. Τί οὖν ἐροῦσιν οἱ Ἕλληνες καθ' ἡμῶν; Τί οὖν; Οὐχ οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες, καὶ ἐν τοῖς ἔργοις τὰ τῶν ἀπεγνωσμένων ἐργαζόμενοι; Εἰ γὰρ ἐθάῤῥουν οὗτοι ὅτι ἀληθῶς ἀνάστασις νεκρῶν ἐστιν, οὐκ ἂν οὕτως ἐθρήνουν. Τίνος ἕνεκεν οὕτως δακρύεις, εἰπέ μοι, τὸν ἀπελθόντα; Πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο ὀφείλεις εὐχαριστεῖν, ὅτι τάχιον ἡρπάγη, πρὶν ἢ ἀλλαγῇ αὐτῷ τὰ τῆς χρηστότητος, καὶ προσελάβετο αὐτὸν ὁ Θεὸς εἰς χωρίον, ἔνθα μετὰ ἀσφαλείας λοιπὸν διάγει, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαι οὐκέτι. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο εὐχαρίστησον τῷ λαβόντι αὐτὸν, ὅτι τάχιον πρὸς τὴν ἄνω πολιτείαν αὐτὸν ἐκάλεσεν. Ἀλλὰ γέρων ἦν; Καὶ διὰ τοῦτο πλείονα δόξασον τὸν λαβόντα αὐτὸν, καὶ εὐχαρίστησον πάλιν. Αἰσχυνθῶμεν τὸ σχῆμα τῆς ἐκφορᾶς. ∆ιὰ τοῦτο εὐχαὶ, καὶ ψαλμοὶ, καὶ δοξολογία Θεῷ, ἵνα μὴ κλαίῃς καὶ θρηνῇς, ἀλλὰ μᾶλλον ἵνα εὐχαριστῇς τῷ λαβόντι αὐτὸν Θεῷ. Ὃν γὰρ τρόπον τοὺς ἐπ' ἀρχὴν καλουμένους μετὰ πολλῆς προπέμπουσιν ἅπαντες τῆς τιμῆς, οὕτω καὶ τοῦτο μετὰ πολλῆς τῆς τιμῆς, ὡς ἐπὶ μείζονα κληθέντα ἀξίαν, καὶ τιμὴν, καὶ πολιτείαν. Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιωτικῶν ἀπαλλαγή. Μὴ δυσχεράνῃς, μὴ ἀποδυσπετήσῃς, ἀλλ' εὐχαρίστει τῷ Θεῷ. ∆ιὰ τί οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προηθίσθης, ἀλλ' ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον προσηγγέλθη τοῦ υἱοῦ ἡ γέννησις, εἴ τίς σε ἤρετο, ποταπόν ἐστι τὸ τεχθέν· τί ποτε ἂν ἀπέκρινες; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητός. Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα, καὶ πάλιν δυόμενον; σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί τῶν περὶ ἡμᾶς ἕστηκεν; τί ἀκίνητον ἔχει τὴν φύσιν καὶ ἀμετάπτωτον; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε τὴν γῆν· οὐδὲ ταῦτα διαιωνίζει. Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, φησὶν, οἱ ἀστέρες ἐκ τοῦ οὐρανοῦ πεσοῦνται, ὁ ἥλιος σκοτισθήσεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς μέρος ὄντες τοῦ κόσμου ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καὶ τότε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα τοῦ συννόμου αὐτοῦ καὶ ὁμοζύγου τελευτήσαντος, καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ δὲ οὐχ οὕτως ἔμαθες, οὐδὲ ἐδιδάχθης. Ἀλλ' ἀρχὴν μὲν φιλίαν λαμβάνειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρονίου ἔθους, οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ χωρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον ἡμῖν γενομένην διατριβὴν, παντελῶς ἄλογον. Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχομένη, εὐθυμίας δημιουργὸς, θυμηδίων πρόξενος, τὰ χρηστὰ συναυξάνουσα, ἐν ταῖς λοιπαῖς τὸ πλεῖστον μέρος τῶν ἀνιαρῶν ἀφαιρουμένη. Αὕτη δὲ ἐξαίφνης ἀναρπασθεῖσα οἴχεται. Μὴ ἀγριαίνῃ τῷ πάθει, μηδ' αὐτόματόν τινα εἴπῃς εἶναι συντυχίαν τὸ γινόμενον, ὡς μηδενὸς προστάτου τὸν κόσμον οἰκονομοῦντος· μηδὲ ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν καὶ τὴν τῆς συναφείας διαίρεσιν μετ' ἀλγημάτων δεχομένῳ· οὐ μὴν τούτου ἕνεκεν, ἢ διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτελές. Ἐννόησον γὰρ ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν διαγωγὴν, καὶ ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ἐν ταῖς εἱρκταῖς ἐπιπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἐσχάτων ἡμῶν τοῦ Κτίσαντος προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ ∆αβίδ; Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνηγκαλίσατο τὸν Κύριον ἡμῶν, ποίαν ἀφῆκε φωνήν; Οὐχ ὅτι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα; Τῷ γὰρ ἐπειγομένῳ πρὸς τὴν ἄνω διαγωγὴν βαρυτέρα πάσης κολάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώματός ἐστι διατριβή. Μὴ τοίνυν τῇ σεαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν διατάξεις ἀκολουθεῖν, ἀλλὰ λογίζου περὶ τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις. Οὔτε ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσκληρίαι ἀδοκήτως ἐπιοῦσαι ἐκπλήξουσιν ἡμᾶς ποτε, τοὺς παιδευομένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ γένους διάδοχος, παραμύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ χαριέστατον, οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέος ἡδὺ μὲν ἄκουσμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομεν; Καταῤῥήξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλινδεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δεικνύειν ἐμαυτὸν τοῖς παροῦσιν, οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγκαίῳ τῶν γινομένων προσχὼν, ὅτι ἀπαραίτητος ὁ τοῦ θανάτου νόμος, διὰ πάσης ὁμοίως ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα διαλύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐκ ἀνατραπήσομαι τὸν νοῦν ὡς ὑπὸ πληγὰς ἀπροσδοκήτους καταῤῥαχθείς; πάλαι προπεπαιδευμένος ὅτι θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν. Ἀλλὰ καὶ πόλεις μεγάλαι, καὶ ἐπιφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρότητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατὰ τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέπουσαι ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνότητος τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον πολλάκις ἐκ θαλάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυτῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακομίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη· στρατόπεδα δὲ κρατήσαντα μάχης πολλάκις τῶν ἐναντίων, περιτραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν. Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλατταν ἐγείρασαι τρόπαια, πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, καὶ χρόνῳ καταναλώθησαν, καὶ αἰχμάλωτοι γενόμενοι, δουλείας τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως ὅπερ ἂν εἴπῃς, τῶν μεγίστων καὶ ἀφορήτων κακῶν ἤδη προλαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὅρα εἰς τὴν πρὸς Θεσσαλονικεῖς Ἐπιστολὴν πῶς γράφει περὶ τῶν κεκοιμημένων· καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων· Ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Τὸ κατακόπτεσθαι τοίνυν ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα. Ψυχὴ γὰρ περὶ ἀναστάσεως οὐδὲν ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον ἀθάνατον εἶναι νομίζουσα, εἰκότως περὶ ἀπολωλεκότων κόπτεται καὶ θρηνεῖ, καὶ ἀφορήτως πενθεῖ. Σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος χάριν ὀδύρῃ; Τῶν μὴ ἐχόντων ἐλπίδα ἐστὶν τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πάθη ἀφορήτως φέρεσθε. ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν ἐπὶ τοῖς ἀπελθοῦσιν ἐθνικὸν, τὸ κατακόπτεσθαι καὶ καταξαίνειν τὰς παρειὰς, τίνων ἆρά ἐστιν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς; εἰ πιστεύεις ὅτι ἀναστήσεται, οὐκ ἀπόλωλεν. Ὅταν οὖν παῖδα ἀποβάλῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἀνέφαινεν, καὶ προσεδόκων ὅτι μου προστήσεται. ∆ιὰ τοῦτο ζητῶ μου τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱόν· καὶ διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ' ἔρημος βοηθείας γενομένη, καὶ προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν μεταξὺ χωρισμόν. Πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ· πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν πράως. ∆ιὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Εἰ ταῦτα πενθεῖς, τί δευτέροις ὁμιλεῖς γάμοις; Μὴ φίλει τὸν ἄνδρα τοῦ Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ. ∆ιὰ τί; ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα ἀθάνατον. Αὐτὸν τίς σοι ἔδωκεν, ὦ γύναι; οὐχὶ αὐτός; σὲ δὲ τίς ἐποίησεν; οὐχὶ αὐτός; πόσης ταῦτα ὀργῆς τὰ ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; εἰ γάρ τι καὶ εὐεργέτησεν, ἀλλ' εὐπαθῶν. Ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἂν ἔχοις λέγειν. Οὐ γὰρ εὐπαθῶν παρ' ἡμῶν ὁ Θεὸς, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς ὢν, ἐξ ἀγαθότητος μόνης εὐποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείας σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, υἱοθεσίαν ἔδωκεν, συγκληρονόμον τοῦ Μονογενοῦς ἐποίησεν. Σὺ δὲ τὸν ἄνδρα πενθεῖς; τί τοιοῦτον ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλεν· τὸν ὑετὸν ἔδωκεν· ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς ἀχαριστίας. ∆ιὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· δέον εὐχαριστεῖν, δέον πάντα ἐπ' αὐτὸν ἐπιῤῥίπτειν. Τί γάρ ἐστιν ὧν παρὰ τοῦ ἀνδρὸς ἔτυχες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις, καὶ λοιδορίαι, καὶ ἐπιτιμήσεις πολλάκις καὶ ἀγανακτήσεις. Οὐ ταῦτα παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε ἱματίοις πολυτελέσι· χρυσία περιέθηκε τῷ προσώπῳ· αἰδέσιμον πᾶσιν ἐποίησεν. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα· ἱματισμός ἐστιν διάχρυσον κόσμον ἔχων. Ἐὰν θέλῃς, περίβαλε τὴν ψυχήν. Ἀλλ' οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος. Τί τοῦτο μέγα; ἡ μέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσιν. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε πάντως ἐκράτεις· νυνὶ δὲ ἀντὶ τῶν οἰκετῶν, ἀσωμάτων δυνάμεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσμοκράτορος. Ἀλλὰ τὰ καταλειφθέντα παιδία θρέψαι μεριμνᾷς; ὁ πατὴρ τῶν ὀρφανῶν αὐτῶν προνοήσεται. Τίς αὐτὰ δέδωκεν, εἰπέ μοι; Οὐκ ἀκούεις τοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, ὅτι Ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ὁρᾷς ὅτι ἀπὸ συνηθείας, ἀλλὰ ἀπιστίας ἡμῖν ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαμπρὰ τὰ παιδία τοῦ πατρὸς τετελευτηκότος; ∆ιὰ τί τὸν Θεὸν ἔχει πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι δείξω ὑπὸ χηρῶν ἀνατραφέντας καὶ γενομένους εὐδοκίμους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας καὶ διεφθαρμένους καὶ ἀπολωλότας; Μὴ πρὸς ἐκείνους ἴδῃς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ' ἵππων φερομένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολουθοῦντας ἔχοντας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χήρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ, ἐννοουμένας, ὅτι Καὶ οὗτος ὁ ἐμὸς παῖς, εἴ γε ὁ πατὴρ αὐτοῦ περιῆν, τοσαύτης ἂν ἀπήλαυσεν μακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν. Μηδὲ ταῦτα ἐννοήσῃς, ὦ γύναι, ἀλλὰ ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας· τῷ λογισμῷ κατάμαθε τὰ ἐκεῖ βασίλεια. Ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα. Ἔξεστιν, ἐὰν θέλῃς, ἐπὶ τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι· εἰς ἐκείνην κατάλεξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι οὐκ ἐφ' ἵππων φέρονται, ἀλλ' ἐν νεφέλαις· οὐκ ἐπὶ γῆς βαδίζουσιν, ἀλλ' εἰς τὸν οὐρανὸν ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουμένους, ἀλλὰ τοὺς ἀγγέλους αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ, ἀλλὰ ἀθανάτῳ βασιλεῖ τῶν βασιλευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν ἔχοντες, ἀλλὰ τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, καὶ βασιλέων γίνονται λαμπρότεροι. Ἐν γὰρ τοῖς βασιλείοις ἐκείνοις, οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐδὲν ἄλλο ἢ ἀρετῂ ζητεῖται. Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ' ἡνώθης τῷ Χριστῷ. Οὐκ ἔχεις συνόμιλον τὸν ὁμόδουλον, ἀλλ' ἔχεις τὸν ∆εσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγεις; ὅταν ἀναγινώσκεις, ἀκούεις αὐτοῦ σοι διαλεγομένου. Τί δέ σοι διαλέγεται; πολλῷ τοῦ ἀνδρὸς προσηνέστερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ, κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν. Ὅταν οὖν ὁ ∆εσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς οὐ θεραπεύει; Ἄκουσον. ∆εῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν διὰ τοῦ προφήτου βοᾷ λέγων· Μὴ ἐπιλήσεται γυνὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος. Πόσου ταῦτα φίλτρου τὰ ῥήματα; Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Τί τούτων τῶν ῥημάτων ἥδιον; ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους. Ὑπόμεινον οὖν, ἵνα τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν. Μὴ γὰρ ἀδαμάντινος ἦν Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν πεποιημένα αὐτῷ τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν καιρῷ τῆς ἀπολαύσεως ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδεν τράπεζαν αἵματι μεμιγμένην· εἶδεν παῖδας, διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος. Οὐκ ᾤμωξεν· οὐ κατετίλατο τὴν κόμην οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην, καὶ παρὰ πᾶσιν ἀνυμνουμένην ἐν παῤῥησίᾳ ἐφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Θεὸς ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; καὶ πῶς, ὅς γε περὶ ἑαυτοῦ λέγει, Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ; Ἠτιμάσθης; ἀλλὰ πρὸς τὴν δόξαν τὴν διὰ τῆς ὑπομονῆς ἐν οὐρανοῖς ἀποκειμένην ἀπόβλεψον. Ἐζημιώθης; ἀλλ' ἐνατένισον τῷ πλούτῳ τῷ ἐπουρανίῳ, καὶ τῷ θησαυρῷ ὃν ἀπέθου σεαυτῷ διὰ τῶν ἀγαθῶν πράξεων. Ἐξέπεσας τῆς πατρίδος; ἀλλ' ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες; ἀλλ' ἀγγέλους ἔχεις μεθ' ὧν χωρεύσεις περὶ τὸν οὐρανὸν τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ τὴν αἰώνιον εὐφροσύνην. Οὕτως ἀνατιθεὶς τοῖς παροῦσιν ἀνιαροῖς τὰ προσδοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ' ᾧ προσκαλεῖται ἡμᾶς ἡ νομοθεσία τοῦ Ἀποστόλου. –Μήτε τὰ φαιδρὰ τῶν ἀνθρώπων περιχαρείας ἀμέτρους ἐμποιείτω σου ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις, καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς ταπεινούτω. Ἐπιστυγνάζειν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. Οὕτω γὰρ σεαυτὸν οἰκειώσῃ τοῖς πάσχουσιν μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς μὲν ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. Ἐκ τούτων ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ πραΰνειν. Ὁ τὸν κείμενον ἐγεῖραι βουλόμενος, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει. Ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀνιστῶντος δεῖται, ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπουμένοις ἐπιστυγνάζειν προσῆκον. Τί οὐκ ἐπιτρέπομεν τὰ ἑαυτῶν κτήματα πρὸς τὸ δοκοῦν διατίθεσθαι τῷ φρονίμῳ ∆εσπότῃ, ἀλλ' ὡς οἰκείων στερούμενοι ἀγανακτοῦμεν, καὶ τοῖς ἀποθνήσκουσιν ὡς ἀδικηθεῖσιν συμπάσχομεν. Λυπηθῶμεν, ὅτι βραδύνομεν τοῖς τάφοις, οἷς περιφέρομεν, ὅτι ὡς ἄνθρωποι ἀποθνήσκομεν τὸν τῆς ἁμαρτίας θάνατον, θεοὶ γεγονότες. Πόσον ἔτι τὸν ἀπελθόντα πενθήσομεν; οὐ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα μονήν; οὐ τὸν αὐτὸν ὑποδυσόμεθα λίθον αὐθίκα; οὐχὶ αὐτὴ κόνις μετὰ μικρὸν ἐσόμεθα. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί· τοιοῦτον ἐπὶ γῆς παίγνιον, οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Μὴ φθόνει τῇ ἀναπαύσει τοῦ υἱοῦ σου, ἄνθρωπε, ἀλλὰ γνῶθι, ὅτι εἰς βελτίονα χαρὰν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεδήμησεν ὁ τελευτήσας· καὶ οὐκ ἀπώλεσας τὸν υἱόν σου, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦμαι πατήρ. ∆ιὰ τί, εἰπέ μοι, τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες. ∆ιὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλεῖ πατὴρ, ἀλλὰ καὶ ἐν οὐρανῷ. Μὴ θρήνει ἐπὶ νεκρῷ. Κοινὴ γὰρ ἡ ὁδὸς, καὶ ὁ φθάσας, μακάριος.

ΤΙΤΛ.

Ηʹ. –Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γενομένου.

«Ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἄβραμ εἰς Αἴγυπτον παροικῆσαι. Καὶ εἶπεν τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ αὕτη, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ δὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γέ νηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σου. Ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἄβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα, ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ. Καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι' αὐτήν. Καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Καὶ καλέσας δὲ Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι, καὶ οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα· καὶ ἰδοὺ ἡ γυνή σου, καὶ λαβὼν ἀπότρεχε.» «Παρῴκησεν Ἀβραὰμ ἐν Γεράροις. Εἶπεν δὲ Ἀβραὰμ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι Ἀδελφή μού ἐστιν. Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μού ἐστιν, μήποτε κτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως. Εἶπεν Ἀβιμέλεχ τῷ Ἀβραάμ· Τί ἐποίησάς μοι τοῦτο; εἶπεν δὲ Ἀβραάμ· Εἶπα· Ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, καὶ ἀποκτενοῦσί με δι' αὐτήν.» Ὁμοίως Ἰσαὰκ παρῴκησεν ἐν Γεράροις, καὶ εἶπε τῇ Ῥεβέκκᾳ ὁμοίως. «Ἐφοβήθη ∆αβὶδ ἀπὸ προσώπου Ἀγχοὺς βασιλέως Γὲθ, καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ· καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει ἐπὶ τὸν πώγωνα αὐτοῦ.» «Ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλίου, καὶ εἶπεν· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προθείησαν, ὅτι αὔριον θήσομαι τὴν ψυχήν σου ὡς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. Καὶ ἐφοβήθη, καὶ ἐπορεύθη ὁδὸν ἡμερῶν τεσσαράκοντα.» «Τότε οἱ μαθηταὶ ἀφέντες τὸν Ἰησοῦν ἔφυγον.» Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ δεδιέναι τὸν θάνατον.

ΤΙΤΛ.

Θʹ. –Περὶ θαλάσσης.

«Ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν· ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῦτος αὐτῆς.» «Ἔφραξα θάλασσαν ἐν πύλαις, ἡνίκα ἐμαιοῦτο, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο. Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλην δὲ αὐτὴν ἐσπαργάνωσα. Ἐθέμην δὲ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπον αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» «Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης,» καὶ τὰ λοιπά. «Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης,» καὶ τὰ λοιπά. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας,» καὶ τὰ λοιπά. «Αὕτη ἡ θάλασσα μεγάλη, καὶ εὐρύχωρος,» καὶ τὰ λοιπά. «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις,» καὶ τὰ λοιπά. «Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστι πιμπλαμένη.» «Ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται τὸ στόμα αὐτοῦ.» «Κύριος ὁ δοὺς ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον.» «Ὁ τάξας ἄμμον ὅριον τῇ θαλάσσῃ προστάγματι αἰωνίῳ, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό. Ὁ δοὺς κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐκοίμισεν τὰ κύματα αὐτῆς. Κύριος ὁ παντοκράτωρ ὄνομα αὐτοῦ.» «Τὴν μὲν ὁλκάδα ὀρέξει πορισμῶν ἐπενόησαν ἄνθρωποι, τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν. Ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια· ὅτι καὶ ἐν θαλάσσῃ ἔδωκας ὁδὸν, καὶ ἐν ὕδασι τρίβον ἀσφαλῆ, δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν, εἰ καὶ ἄνευ τέχνης τις ἐπιβῇ. Θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας ἔργα, καὶ διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνας σχεδίᾳ ἐσώθησαν.» «Οἱ πλέοντες τὴν θάλασσαν, διηγήσαντο τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοῇ ὠτίων ἡμῶν θαυμάζομεν. Καὶ ἐκεῖ τὰ θαυμάσια καὶ παράδοξα ἔργα, ἐποικία παντὸς ζώου, κτίσις κητῶν.» Μαινομένη πολλάκις ἐξ ἀνέμων θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπανῆλθεν. Ἢ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ ἀσθενεστάτῳ πάντων, τῇ ψάμμῳ, ἡ ταῖς βίαις τῶν ἀνέμων ἀφόρητος χαλινοῦται θάλασσα. Ἡδὺ δὴ θέαμα, λευκαινομένη θάλασσα, γαλήνης αὐτὴν σταθερᾶς κατεχούσης· ἡδὺ δὲ καὶ ὅταν πραείαις αὐραῖς τραχυνομένη τὰ νῶτα, πορφυροῦσαν χρόαν, ἢ κυανὴν τοῖς ὁρῶσιν προσβάλῃ· ὅτε οὐδὲ τύπτει βιαίως τὴν γείτονα χέρσον, ἀλλ' οἷον εἰρηνικαῖς τισι περιπλοκαῖς ἀσπάζεται. Θάλασσα συνάπτει δι' ἑαυτῆς ἀκώλυτον τοῖς ναυτιλομένοις τὴν ἐπιμιξίαν παρεχομένη, καὶ πλούτου πρόξενος ἐμπόροις γίνεται, καὶ τὰς τοῦ βίου χρείας ἐπανορθοῦται ῥᾳδίως· ἐξαγωγὴν μὲν τῶν περιττῶν τοῖς εὐθηνουμένοις παρεχομένη, ἐπανόρθωσιν δὲ τοῦ λείποντος χαριζομένη τοῖς ἐνδεέσιν. Θαλάσσης, εἰ μὲν τὸ μέγεθος οὐκ εἶχον θαυμάσαι, ἐθαύμασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. Ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσωμεν. Τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεται καὶ ἵσταται, λελυμένη τῶν ἰδίων ὅρων ἐντὸς, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; Πῶς δέχεται ποταμοὺς πάντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν; πῶς ψάμμος ὅριον αὐτῇ; πηλίκον τῷ στοιχείῳ πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος; τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. Πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι; τοῦτο οὐ θαυμάζεις ὁρᾷν; οὐδὲν ἐξίστατό σου ἡ διάνοια, ἵνα γῆ καὶ θάλασσα δεθῶσιν ταῖς χρείαις διὰ τῆς ἐπιμιξίας, εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν. Τί δὲ θάλασσα καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα, καὶ φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ τῷ ἀνθρώπῳ τὰ παρ' ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, αὐτοὶ εἶδον τὰ θαυμάσια Κυρίου ἐν τῷ βυθῷ. Ποῖα θαυμάσια; Πέλαγος ἄχρι νεφῶν ἀνοιδαῖνον, γῆν ἐν μέσοις ὕδασιν ὑπολάμπουσαν, τὸ σκάφος ἀπὸ μετεώρου κρεμάμενον κύματος, καὶ νῦν μὲν καθάπερ κρημνοῖς τοῖς κοιλώμασι τῶν ὑδάτων ἐνολισθαῖνον, νῦν δὲ κορυφουμένου τοῦ κύματος ἀνασφενδονούμενον εἰς ἀέρα. Ταρασσομένη θάλασσα ταῖς ἐμβολαῖς τῶν πνευμάτων ἐκ πυθμένος, καὶ ὠθουμένη βιαίως τῆς ψάμμου τοὺς ὅρους οὐχ ὑπερβάλλεται. Ὅριον γὰρ ἔθου, φησὶν, ὃ οὐ παρελεύσεται. Ἀλλ' ὅταν ἐκ πελάγους κυλιόμενον διαδράμῃ τὸ κῦμα, καὶ παφλάζον κοιλανθῇ, καὶ βρυχώμενον, καὶ εὐθὺς ἀνακλᾶται καὶ ἀνελίττεται, καὶ ὥσπερ ἐπὶ κεφαλῆς παλαιόμενον ὑποκύπτει αἰδοῖ καὶ δέει, καὶ εἰς ἑαυτὸ διαλύεται, καὶ ὁροθέσιον οὐχ ὑποτρέχει τῆς ψάμμου. Ὢ τοῦ θαύματος! τὴν μεγάλην καὶ φοβερὰν θάλασσαν ἡ εὔριπος ψάμμος ἀποτειχίζει, καὶ γῆ λεπτὴ, καὶ χνοώδης ἡ ὑπὸ τῶν πνευμάτων τῇδε κἀκεῖσε διαχεομένη, μαινομένοις κύμασι γίνεται χαλινός. Ἄξιον θαυμάσαι θάλασσαν, δι' ἧς τὰς ἀντιδόσεις τῶν ἀγαθῶν αἱ χῶραι ἀλλήλαις ἀντεκτείνουσιν, καὶ τὰ μὲν ἐνδέοντα λαμβάνουσιν, ὧν δὲ ἀργοῦσι, περιουσίαν ἀναπέμπουσι.

ΤΙΤΛ.

Ιʹ. –Περὶ θυγατέρων.

«Ἐὰν γυνὴ εὔξηται εὐχὴν, καὶ ὁρίσηται ὁρισμῷ ἐν τῷ οἴκῳ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατὴρ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, μενοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων ἀνανεύῃ ὁ πατὴρ αὐτῆς πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς οὓς ὡρίσατο, οὐ στήσονται· καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» «Θυγατέρες σοι εἰσίν; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. Ἐκδίδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.» «Θυγάτηρ πατρὶ, ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον.» «Ἐπὶ θυγατρὶ ἀδιατρόπῳ στερέωσον φυλάκην.» «Θυγάτηρ ἐπ' ἐλαττώσει γίνεται. Θυγάτηρ φρονί μη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα, εἰς λύπην γεννήσαντος. Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.» «Βούλομαι τὰς νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν.»

ΤΙΤΛ.

ΙΑʹ. –Περὶ τοῦ μὴ θαῤῥεῖν τινι ὡς ἔτυχεν.

«Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις. Ἀπὸ τῆς συγκοίτου σου, φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ, τὶ ποιῶν. ∆ιότι υἱὸς ἀτιμάζει πατέρα, καὶ θυγάτηρ ἐπανέστηκεν ἐπὶ μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. Ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.» «Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπ' ἀδελφῆς μὴ πεποίθετε· ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίαν πορεύεται· ἕκαστος τῶν ἀδελφῶν αὐτοῦ καταπαίζεται.» «Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ οἶδας τί τέξεται. Παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε καρδίαν σου, ἵνα μὴ ὀνειδίσῃ σε.» «Μὴ συμβολεύου μετὰ τοῦ ὑποβλεπομένου σε· ἀπὸ τῶν ζηλούντων ἔγκρυψον βουλήν σου. Μὴ παντὶ ἀνθρώπῳ ἔκφαινε καρδίαν σου.»

ΤΙΤΛ.

ΙΒʹ. –Περὶ θερισμοῦ καὶ τρυγητοῦ.

«Ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ τοῦ ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ ῥάγας τοῦ ἀμπελῶνός σου συλλέξεις. Τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ἀφέσεις αὐτά.»

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ θηρευτῶν.

«Ἐὰν συναντήσῃς νοσσιὰν ὀρνέου ἐν τῇ ὁδῷ ἐπὶ παντὶ δένδρῳ, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ ἑαυτῷ, ἵνα εὖ σοι γένηται, καὶ πολυήμερος ἔσῃ.»

ΣΤΟΙΧΕΙΟΝ Ι. ΤΙΤΛ. Αʹ. –Περὶ ἰαμάτων ὑπὸ Κυρίου καὶ προφητῶν γινομένων.

«Παρεγένετο Νεεμὰν σὺν τοῖς ἅρμασιν αὐτοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ οἴκου Ἑλισαιέ. Καὶ ἐπέστειλεν πρὸς αὐτὸν Ἑλισαιὲ ἄγγελον, λέγων· Πορευθεὶς λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοὶ, καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμὰν, καὶ εἶπεν· Ἰδοὺ Ἔλεγον, ἐξελεύσεται πρός με καὶ ἐπικαλέσεται ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρὸν, καὶ ἐπισυνάξει αὐτὸ ἀπὸ τῆς σαρκός μου. Οὐκ ἀγαθὸς Ἀρβάνα καὶ Φαρφὰδ ποταμοὶ ∆αμασκοῦ ὑπὲρ τὸν Ἰορδάνην, καὶ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ καὶ εἶπον αὐτῷ· Πάτερ, εἰ μέγαν λόγον ἐλάλησεν πρὸς σὲ ὁ προφήτης, οὐκ ἂν ἐποίησας; καθότι εἶπεν πρὸς σὲ, Λοῦσαι, καὶ καθαρίσθητι; Καὶ κατέβη Νεεμὰν, καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ.» «Ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων· Ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν ἡγούμενον τοῦ λαοῦ· Τάδε λέγει Κύριος ὁ Θεὸς ∆αβὶδ πατρός σου· Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναβήσῃ εἰς τὸν οἶκον Κυρίου, καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου ἔτη δεκαπέντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε, καὶ τὴν πόλιν ταύτην.» «Μεταβαίνοντι αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη.» «Εἰσελθόντι αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατοντάρχης, παρακαλῶν αὐτὸν, καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος, ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, εἶπεν[τοῖς ἀκολουθοῦσιν]· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ εἶπεν τῷ σοι.» «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός.» «Παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς ∆αβίδ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Αὐτῶν δὲ ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός.» «Μεταβὰς ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. Καὶ ἰδοὺ ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν. Τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.» «Προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. Καὶ παρεκάλουν αὐτὸν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Καὶ ὅσοι ἥψαντο, διεσώθησαν.» «Ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα,» καὶ τὰ λοιπά. «Προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ' ἑαυτῶν χωλοὺς, τυφλοὺς, κωφοὺς, κυλλούς. Καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς.» «Προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ πολλάκις πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ εἶπεν ὁ Ἰησοῦς· Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον.» «Ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, καὶ ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ ∆αβίδ. Καὶ ἐφώνησεν αὐτοὺς, καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνεωχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς, ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ἀνέβλεψαν.» «Ἦν ἄνθρωπος, καὶ εἶχεν τριάκοντα ὀκτὼ ἔτη ἐν τῇ ἀσθενείᾳ αὑτοῦ· καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Θέλεις ὑγιὴς γενέσθαι;» καὶ τὰ ἑξῆς. «Ταῦτα εἰπὼν, ἔπτυσεν χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐνέχρισεν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλοάμ. Καὶ νιψάμενος ἦλθε βλέπων.» «Ἰδοὺ ἀνὴρ Ἰάειρος πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν γυνὴ οὖσα ἐν ῥύσει αἵματος, ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.» «Ἔτι λαλοῦντος, ἐπορεύθη τις ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ, ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς.» «Ἰδοὺ γυνὴ ἔχουσα πνεῦμα ἀσθενείας ἔτη δεκαπέντε, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. Εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ παραχρῆμα ἀνωρθώθη.» «Ἦν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν λέγων· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· Φιμώθητι, καὶ ἔξελθε ἀπ' αὐτοῦ. Καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ.» «Ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, καὶ ἀπεστέγασαν τὴν στέγην, καὶ χαλῶσι τὸν κράββατον ἐφ' ᾧ ὁ παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἔγειρε, καὶ ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. «Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐξερχόμενος ἐν πνεύματι ἀκαθάρτῳ. Ἰδὼν δὲ τὸν Ἰησοῦν μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτὸν, καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Ὁρκίζω σε τὸν Θεὸν, μή με βασανίσῃς. Καὶ ἐπηρώτησεν αὐτόν· Τί ὄνομά σοι; Καὶ λέγει αὐτῷ· Λεγεὼν ὄνομά μοι. Καὶ παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐξαποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. Καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα, εἰσῆλθον εἰς τοὺς χοίρους· ἦσαν δὲ δισχίλιοι.» «Φέρουσι δὲ αὐτῷ κωφὸν μογίλαλον καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἰάθη εὐθέως.» «Φέρουσιν αὐτῷ τυφλὸν, καὶ ἔθηκε τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀνέβλεψεν.» «Εἶπε Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ περιπάτει. Καὶ παραχρῆμα ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις, καὶ τὰ σφυρὰ, καὶ περιεπάτει.» «∆ιὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενοῦντας, ἵνα διερχομένου Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.» «Ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους εἰς Λύδδαν. Καὶ εὗρεν ἐκεῖ ἄνθρωπον Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτου, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστὸς, καὶ εὐθέως ἰάθη.» «Ἀνήρ τις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιπεπατήκει. Εἶπεν δὲ ὁ Παῦλος· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθὸς, καὶ ἥλατο, καὶ περιεπάτει.» «Παιδίσκη ἔχουσα πνεῦμα Πύθωνος, παραπορευομένων αὐτῶν ἔκραζεν, λέγουσα· Οὗτοι ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ Ὑψίστου εἰσίν· εἶπεν δὲ ὁ Παῦλος· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, Ἔξελθε ἐξ αὐτῆς.» «Ἐγένετο πατέρα Πουπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι. Πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας, ἰάσατο αὐτόν.»

ΤΙΤΛ. Βʹ. –Περὶ ἱερατικῶν· καὶ ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντι ἅπτεσθαι ἱερατικοῦ σκεύους.

«Ἐξέτεινεν Ὀζᾶ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ, κατασχεῖν, ὅτι περιέσπασαν αὐτὴν οἱ μόσχοι· καὶ ἐθυμώθη Κύριος τῷ Ὀζᾶ, καὶ ἐπάταξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπέθανεν παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου.» «Εἶπεν ∆αβίδ· Οὐκ ἔσται ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ' ἢ τοὺς Λευΐτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος λειτουργεῖν αὐτοὺς ἕως αἰῶνος.» «Ἔστησαν οἱ ἱερεῖς ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιᾶσαι. Ἔξελθε ἐκ τοῦ ἀγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου τοῦ Θεοῦ. Καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον, τοῦ θυμιᾶσαι ἐν τῷ ναῷ. Καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου.»

ΤΙΤΛ. Γʹ. –Περὶ ἱκετευόντων· καὶ ὅτι χρὴ τὰς ἱκεσίας τῶν δεομένων προσίεσθαι.

«Σεμεὶ υἱὸς Γερὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐναντίον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην, καὶ εἶπεν· Μὴ λογιζέσθω ὁ Κύριός μου ἀνομίαν· μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ κύριός μου βασιλεὺς, ὅτι ἐγὼ ἥμαρτον. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐ μὴ ἀποθάνῃς. Καὶ ὤμοσεν αὐτῷ.» «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ Ἱεροβοὰμ, λέγων· Συλλάβετε αὐτόν. Καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν πρὸς αὐτὸν, καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἡ ἐπ' αὐτῷ. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· ∆εήθητι τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. Καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν· καὶ ἐγένετο καθὼς ἦν.» «Ἦλθε πρὸς Ἠλιοῦ πεντηκόνταρχος ὁ τρίτος, καὶ ἔκαμψεν τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοῦ, καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμηθήτω δὴ ἡ ψυχή μου, καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα. Καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοῦ, καὶ εἶπεν· Κατάβηθι, μὴ φοβηθῇς. Καὶ ἀνέστη Ἠλιοῦ, καὶ κατέβη πρὸς τὸν βασιλέα.» «Μὴ ἐκκλίνῃ ὁ νοῦς σου ἑκὼν δεήσεως ἐν ἀνάγκῃ ἀδυνάτων.» «Ἱκέτην δεόμενον μὴ ἀπαναίνου, καὶ ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν.» Ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ἡμᾶς. –Συμμετρεῖσθαι δεῖ τῷ αἰτουμένῳ τὴν αἴτησιν. Ὁμοίως γὰρ ἄτοπον παρὰ μικροῦ μεγάλα ζητεῖν, καὶ παρὰ μεγάλου μικρά. Τὸ μὲν γὰρ ἄκαιρον, τὸ δὲ σμικρόλογον. –∆έχου τὸν ἱκέτην, ἐπίκουρον ἔχοντα τὴν ἡμέραν.

ΤΙΤΛ. ∆ʹ. –Περὶ ἰσότητος· καὶ ὅτι χρὴ τὰ πρὸς ἀξίαν νεμεῖν. «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ.

«Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος, τῷ τὴν τιμὴν, τὴν τιμὴν, τῷ τὸν φόβον, τὸν φόβον.» Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλητῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλητῶν εὐδοκιμήσεσι διανέμει τὰ γέρα. –Ἰσότης πηγὴ δικαιοσύνης. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Τὸ μηδένα ἀδικεῖν, ἀλλ' ἰσότητι τιμᾷν, ἰσχυρὰ δύναμις. –Πᾶν τὸ ἄνισον, ἀγάπης ἀλλότριον.

ΤΙΤΛ.

Εʹ. –Περὶ ἰατρῶν, καὶ ἰατρείας.

«Ὑμεῖς ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες.» «Τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμῆς αὐτοῦ· καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ Κύριος. Παρὰ Ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόματα. Ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. Ἰατρῷ δὸς τόπον· καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ Κύριος. Ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν, ἐμπεσεῖται εἰς χεῖρας ἰατροῦ.» Οἱ τῶν σωμάτων θεραπευταὶ, τοὺς μὲν ὑγιαίνοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζονται· τοὺς δὲ κεκρατημένους ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσιν. –Ἀνεπιστήμων ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγείαν αὐτοὺς ἐπαναγαγεῖν, καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως ἀφαιρεῖται. –Οἱ τῶν ἰατρῶν σοφοὶ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσιν. Οἶμαι τοὺς ἀρχαίους τῶν ἰατρῶν, οὐχ ἁπλῶς, οὐδ' ἀλόγως νομοθετῆσαι δημοσιεύεσθαι τὴν τῶν ποικίλων ἐργαλείων ἐπίδειξιν, ἀλλ' ἵνα τοὺς ὑγιαίνοντας ἀσφαλίζωνται, προσδεικνύντες αὐτοὺς ὁπόσων ἀτακτοῦντες δεήσονται. Τέλειον ἰατρὸν λέγομεν, τὸν μηδὲν τῶν εἰς ὠφέλειαν ἀνηκόντων καὶ θεραπείαν παραλιπόντα. Ἀγαθὸς ἰατρὸς οὐ μιᾷ ἡμέρᾳ τῷ νοσοῦντι πάντα ἀθρόα τὰ ὑγεινὰ ἐπιφέρειν ἂν θελήσειεν, εἰδὼς βλάβην ἐργασόμενος μᾶλλον ἢ ὠφέλειαν· ἀλλὰ διαμετρησάμενος τοὺς καιροὺς ἐπιδιανέμει τὰ σωτήρια, καὶ ἄλλο τι ἄλλα προστιθεὶς, πρᾴως ὑγείαν ἐμποιεῖ.

ΤΙΤΛ. ςʹ. –Περὶ ἱματίων· καὶ ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ κεχρῆσθαι, ἢ ἄνδρα, ἢ γυναῖκα.

«Ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ.» «Ἱμάτιον ὑφασμένον ἔκδυε· κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.» «Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμά ἐστι Κυρίῳ πᾶς ποιῶν ταῦτα. Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λῖνον ἐν τῷ αὐτῷ.» «Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά.» «Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ.» «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τὸν κόσμον αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς δακτυλίους, καὶ τὰ περιδέξια, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ Λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ σὰ ὑακίνθινα, καὶ τὴν βύσσον σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθυφασμένην, καὶ τὰ θέριστρα, καὶ τὰ κλιτὰ τοῦ χρυσίου. Καὶ ἔσται σοι ἀντὶ ὀσμῆς τῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς φαλάκρωμα ἕξεις, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ.» «Αὐτὸς ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχὸς καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ.» Τὸν σκοπὸν τῆς χρήσεως τοῦ ἐνδύματος ὑπέβαλεν ἡμῖν ὁ Ἀπόστολος διὰ μιᾶς λέξεως, εἰπών· Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὡς τῆς σκεπῆς ἡμῶν προσδεομένων μόνης, οὐκέτι μέντοι καὶ τῆς ποικιλίας τοῦ ἀπ' αὐτῆς καλλωπισμοῦ εἰς τὴν ἀπηγορευμένην περπερείαν ἐκπιπτόντων, ἵνα μή τι χεῖρον λέγω. Ταῦτα γὰρ ὕστερον ἐπεισήχθη διὰ τῆς περιέργου ματαιοτεχνίας. ∆ηλοῖ δὲ καὶ ἡ πρώτη τῶν σκεπασμάτων χρῆσις, ἣν αὐτὸς ὁ Θεὸς τοῖς ἐπιδεηθεῖσι δέδωκεν. Ἐποίησε γὰρ αὐτοῖς ὁ Θεὸς χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Πρὸς γὰρ τὴν τῶν ἀσχημόνων ἐπικάλυψιν ἐξήρκει ἡ τοιαύτη τῶν χιτώνων χρῆσις. Ἐπειδὴ καὶ ἕτερος σκοπὸς συνεισέρχεται, τὸ θάλπεσθαι διὰ τῶν σκεπασμάτων, ἀνάγκη ἀμφοτέρων ἐστοχασμένως τὴν χρῆσιν εἶναι, τοῦ τε περιστέλλειν ἡμῶν τὰ ἀσχήμονα, καὶ τοῦ ἀλεξήματα εἶναι πρὸς τὴν ἐκ τῶν ἀέρων βλάβην. –Τῆς χρήσεως τὸ μέτρον, ἡ ἀπαραίτητος ἀνάγκη τῆς χρείας. Εἰ δὲ ὑπὲρ τὴν χρείαν, πλεονεξίας, ἢ φιληδονίας, ἢ κενοδοξίας ἔχει τὴν νόσον. –Σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὐταρκές. Μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία. Οὐ χρυσὸς ἐκείνῃ ἦν κόσμος, ἐν τέχνῃ ποιηθεὶς εἰς κάλλους περιουσίαν· οὐ ξανθαὶ πλοκαμῖδες, διαφαινόμεναί τε καὶ ὑποφαινόμεναι, καὶ βοστρύχων ἕλικες, σοφίσματα σκηνοποιούντων τὴν τιμίαν κεφαλὴν, ἀτιμότατα· οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτελεία· οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαι τὸν πλησίον ἀέρα, καὶ τὰς μορφὰς περιλάμπουσαι· οὐ ζωγράφων τέχναι καὶ γοητεύματα, καὶ τὸ εὔωνον κάλλος, ἀλλὰ τὴν ῥέουσαν εὐμορφίαν ταῖς ἐπὶ θεάτρων παρῆκεν καὶ τριόδων, καὶ ὅσαις αἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι. Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς διαπαίζει. Αἱ τῶν ἀναγκαίων κτήσεις, οὐ τὴν ποιότητα βλαβερὰν ἔχουσιν, ἀλλὰ τὴν παρὰ τὸ μέτρον ποσότητα. –Οὐ κατὰ πάντα σκορακιστέον τὴν χρίσιν, ἀλλ' ὥσπερ φαρμάκῳ καὶ βοηθήματι χρηστέον τῷ μύρῳ.

ΤΙΤΛ.

Ζʹ. –Περὶ ἰσότητος· καὶ ὅτι ἴση τάξις παρὰ Θεῷ πάντων.

«Μικρὸν καὶ μέγαν οὗτος ἐποίησεν, αὐτός τε προνοεῖται περὶ πάντων.» Οὐκ ἐθέλει γὰρ Χριστὸς ἄναξ τεκέων, τῶν μὲν πατὴρ ἤπιος εἶναι, τῶν δὲ βαρυφρενέων. Οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον, ἀλλ' εἴτε τις εἴη μέγας καὶ σοβαρὸς, πλούτῳ τε καὶ δόξῃ τῇ κατὰ τὸν κόσμον εἰς ὕψος ἠρμένος, τὴν ἀκλεᾶ καὶ ἀγέραστον ἀποίσεται ψῆφον, τοῖς τῆς φαυλότητος αἰτιάμασιν ἐνεχόμενος· εἴ τέ τις εἴη μικρὸς, πτωχείᾳ τε καὶ ἀδοξίᾳ συζῶν, καταδικασθήσεται πρὸς ἀκαθαρσίαν, εἰ μὴ τοῖς εἰς ἀρετὴν ἐπαυχοίη τρόποις.

ΣΤΟΙΧΕΙΟΝ Κ. ΤΙΤΛ. Αʹ. –Περὶ κριμάτων Θεοῦ· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν ἐφ' οἷς δίκαιοι μὲν δυσπραγοῦσιν, ἄδικοι δὲ εὐπαθοῦσιν.

«Εἶπε Κύριος πρὸς Ἰώβ· Μὴ ἀποποιοῦ μοι τὸ κρῖμα; οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» «∆ιὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Ὁ σπόρος αὐτῶν κατ' ἐπιθυμίαν ψυχῆς, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς· οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.» «Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή.» «Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν.» «Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα,» καὶ τὰ λοιπά. –»Ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ, καὶ οἱ εὐθηνοῦντες εἰς τὸν αἰῶνα.» «Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ.» «Μὴ ζηλούτω σου ἡ καρδία ἁμαρτωλοὺς, ἀλλ' ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.» «Θησαυρίζεται δικαίοις πλοῦτον ἀσεβῶν.» «Ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος· καὶ ἔσται ὡς στιγμὴ, καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ' ὕπνον ὁ πλοῦτος τῶν ἐθνῶν· καὶ ἔσονται ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μάταιον τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν.» «∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι· πλὴν κρίματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποίησαν, καὶ ἐποίησαν καρπόν. Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.» «Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλῶν.» «∆ι' ὧν ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τοῦτο αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.» «Καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν, μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν, ἢ κακὸν, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τῷ Μωσῇ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραῶ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξέγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. Ἄρα οὖν ὃν θέλει, ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, πάντως γε παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν, ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Ἡ παρὰ τοῦ δικαιοκρίτου οὐρανόθεν ἐπαγομένη ἡμῖν δικαιοσύνη, ἐπανορθωτικὴ οὖσα καὶ ἀνταποδοτικὴ, πολὺ ἔχει τὸ δυσθεώρητον, διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων. Τοῦτο γὰρ οἶμαι λέγειν τὸν ψαλμῳδὸν, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα τοῦ Θεοῦ κρίματα δοκιμάζειν. –Ἄλλοι μὲν εὐπλοοῦσι τῶν Θεῷ φίλων, ἄλλοι δὲ δυσπλοοῦσιν οὐδὲν χείρονες. Τίς οἶδε τούτων τοὺς λόγους, πλὴν σοῦ, Λόγε; Τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται, ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι' ἀρετὴν δοκιμάζεται· Ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον ὥσπερ τινὰ νόσον ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν εἶχε, τοῦτο ἐκτήξῃ. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός. Ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς, καὶ συνέδησεν, οὕτω σοφῶς τὰ πάντα διεξάγων, καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις αὐτοῦ κρίμασιν. Ἓν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα οἰκονομεῖται παρὰ Θεοῦ, τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μήτε ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Φασί τινες· ∆ιὰ τί ∆ίκαιοι ἀσθενοῦσι, καὶ πένονται, ἄδικοι δὲ ῥώννυνται καὶ πλουτοῦσι; διὰ τί τοῦτο, ἵνα οἱ μὲν στεφανωθῶσιν, οἱ δὲ τιμωρηθῶσιν εἰς αἰῶνα; Εἴρηκας, διὰ τί ὁ Θεὸς τοῦτον κέκρικεν ἀθυμεῖν καὶ θλίβεσθαι ἀγαθὸν ὑπάρχοντα, καὶ ἄλλον ἱλαρεύεσθαι καὶ πλουτεῖν πάνυ φαῦλον τυγχάνοντα; καὶ διὰ τί ἄλλος ἐν πᾶσιν εὐοδοῦται, καὶ ἄλλος ἐν πᾶσιν ἀποτυγχάνει; διὰ τί οὗτος ἔῤῥωται, κἀκεῖνος νοσηλεύεται, καὶ ἄλλος χρηστός τις ἀνὴρ ἐν τῷ δαιμονίῳ συντρίβεται, ὁ δὲ πονηρὸς ζῇ; Μὴ περιεργάζου τὰ ὑπὲρ σὲ, μόνον δὲ γίνωσκε, ὅτι βουλήσει τοῦ Κρείττονος καὶ ψήφῳ ταῦτα πάντα γίνεται· μὴ μέντοι καταζητήσῃς τὸν λόγον τῆς ἀκριβείας. Παῦλος ὁ τηλικοῦτος ἀπεφήνατο ἀνεξερεύνητα εἶναι τὰ κρίματα τοῦ Θεοῦ. Οὐκ ἔστι τοίνυν δυνατὸν καταλαβεῖν τὰ ἴχνη τῶν ποδῶν Κυρίου, καὶ τῶν αὐτοῦ βουλημάτων. Τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλὴ, καθά φησιν ὁ Προφήτης. Ἐάν τις ἀπελθὼν, βούλεται περᾶσαι ποταμὸν, καὶ ὁρᾷ αὐτὸν παφλάζοντα [ρ. καχλάζοντα], καὶ κατασυρόμενον φοβερῶς, καὶ μηδενὸς ἄλλου ἐπιχειροῦντος διελθεῖν δι' αὐτοῦ, παραβουλεύσηται δὲ καὶ εἰσέλθῃ, θέλων ἐπιδείξασθαι ἑαυτὸν ὡς γενναῖον καὶ δυνατὸν, καὶ ἀποθάνῃ ἐν τῷ ποταμῷ, μετὰ τῶν παραβούλων κρίνεται ἡ ψυχὴ αὐτοῦ, ἐπειδὴ βλέπων τὸν θάνατον αὐτοῦ, παρήκουσε τῆς Γραφῆς λεγούσης· Μὴ βιάζου ῥοῦν ποταμοῦ. Ἐὰν δὲ ἴδῃ τὸν ποταμὸν ἡσύχως ῥέοντα, καὶ μὴ ἀπειλοῦντα βρυγμοὺς θανατηφόρους, ἀλλὰ πραῢν καὶ εὐμαρῆ, καὶ πολλοὺς διερχομένους, καὶ εἰσέλθῃ τοῦ διελθεῖν δι' αὐτοῦ, καὶ ἐπαγάγῃ αὐτῷ ὁ Σατανᾶς κῦμα κατὰ συγχώρησιν Θεοῦ, ἢ καὶ τὸν πόδα αὐτοῦ σκάσῃ, καὶ πεσὼν ἐν τῷ ὕδατι αὐτοῦ ἀποθάνῃ, μαρτυρικὸς αὐτοῦ ὁ θάνατος λογισθήσεται. Πλὴν καὶ ἡ ὥρα τοῦ θανάτου παρῆν αὐτῷ, ἀλλ' οὐ μέντοι ἐν τῷ οὕτως ἀποθανεῖν αὐτόν. Ὁ γὰρ διάβολος βλέπων τὴν ὥραν τοῦ θανάτου, προλαβὼν ἑτοιμάζει τὸ πτῶμα, ἵνα τῇ παγίδι ἐπιγραφῇ ὁ θάνατος. Ὁμοίως καὶ οἱ ἀπὸ θηρίων ἀποθνήσκοντες. Ἐάν τις ἐν τῇ οἰκείᾳ προαιρέσει ἀπέλθῃ σφάξαι τὸ θηρίον, ἐπιδεικνύμενος τὴν αὐτοῦ δύναμιν, καὶ ἐγείρῃ τὸ θηρίον, καὶ ἀποθάνῃ ἐξ αὐτοῦ, μετὰ τῶν παραβούλων κρίνεται ἡ ψυχὴ αὐτοῦ. Ἐὰν δὲ αἰφνιδίως ἐπέλθῃ τὸ θηρίον, καὶ διαῤῥήξῃ τὸν ἄνθρωπον, μαρτυρικῷ θανάτῳ τέθνηκεν ὁ τοιοῦτος· ὁμοίως καὶ εἰς τὴν θάλασσαν, καὶ εἰς τὴν γῆν.

ΤΙΤ. Βʹ. –Περὶ καταλαλιᾶς· καὶ ὅτι καταλαλιά ἐστι λόγος ψευδὴς κατά τινος λεγόμενος.

Ἐλάλησε Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσέως ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς ὅτι γυναῖκα Αἰθιοπίσσαν ἔλαβεν. Καὶ εἶπον· Μὴ Μωσῇ μόνον ἐλάλησεν Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε Κύριος; καὶ εἶπε Κύριος πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον μου, ἀμφότεροι. Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν. Καὶ διὰ τί οὐκ ἐφοβήθητε λαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; καὶ ὠργίσθη θυμῷ Κύριος· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια,» καὶ τὰ λοιπά. «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου,» καὶ τὰ λοιπά. «Κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν,» καὶ τὰ λοιπά. «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον,» καὶ τὰ λοιπά. «Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον,» καὶ τὰ λοιπά. «Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς,» καὶ τὰ λοιπά. «Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύεται.» «Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. Εἷς ἐστιν ὁ νομοθέτης καὶ ὁ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι.» «Ὀφθαλμὸν καταλαλοῦντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψειαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.» Καταλαλιά ἐστι, τὸ κατὰ ἀπόντος ἀδελφοῦ λαλεῖν, σκοπῷ τοῦ διαβάλλειν αὐτὸν, εἰ καὶ ἀληθὲς ᾖ τὸ λεγόμενον. Ἐάν τίς σε εἶπε κακῶς, εἰ μὲν ἀληθὲς λέγει, διορθῶσαι· εἰ δὲ ψευδῆ, καταγέλασον. Εἰ μὲν σύν οιδας σεαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνησον. Τῶν κακῶς λεγόντων ἡμᾶς τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς μὴ παρέξωμεν λαβάς. Μᾶλλον δὲ μηδὲ τότε, ἀλλ' ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς. Ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν κεφαλὴν τρέπεται πᾶν τὸ πῦρ. –Οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας εἰκῆ παρέχοντες, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας. Ὁ κακῶς ἕτερον διατιθέναι βουλόμενος, πρότερον ἑαυτὸν οὕτω διατίθησιν. Συμφέρει σοι πίνειν οἶνον, καὶ τρώγειν κρέα, καὶ μὴ κατεσθίειν ἐν καταλαλιᾷ σάρκας ἀδελφῶν.

ΤΙΤΛ. Γʹ. –Περὶ καιροῦ· ὅτι δεῖ τὸν καιρὸν ἐξαγοράζειν, καὶ ὅτι πάντα καιρὸν ἔχει τοῦ λέγεσθαι καὶ γίνεσθαι.

«Καιρὸς τῷ πάντι πράγματι ὑπὸ τὸν ἥλιον. Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν. Καιρὸς τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν. Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι. Καιρὸς τοῦ ζητῆσαι, καὶ καιρὸς τοῦ ἀπολέσαι. Καιρὸς τοῦ φυλάξαι, καὶ καιρὸς τοῦ ἐκβαλεῖν. Καιρὸς τοῦ ῥῆξαι, καὶ καιρὸς τοῦ ῥάψαι. Καιρὸς τοῦ λαλεῖν, καὶ καιρὸς τοῦ σιγᾷν. Καιρὸς τοῦ φιλῆσαι, καὶ καιρὸς τοῦ μισῆσαι. Καιρὸς πολέμου, καὶ καιρὸς εἰρήνης.» «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε;» «Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.» «Συντήρησον καιρὸν, καὶ φύλαξαι ἀπὸ τοῦ πονηροῦ.» –»Ἀκαίρως μὴ σοφίζου.» –»Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας.» «Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ. Ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή· οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.» «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Βλέπετε πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξηγορασμένοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε, τί τὸ θέλημα τοῦ Θεοῦ.» «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.» Σφοδρὸς ὁ πόθος; λαβοῦ τοῦ ποθουμένου. Ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον. Τὸ μὲν ἁπλῶς παῤῥησιάσασθαι, καὶ τῶν τυχόν των πολλάκις ἐστίν· τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι, καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Βέλτιον λίθον βαλεῖν εἰκῆ, ἢ λόγον. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. –Χρόνου φείδεσθαι καλόν.»

ΤΙΤΛ. ∆ʹ. –Περὶ κολάκων, καὶ παρασίτων, καὶ γελοιαστῶν· καὶ ὅτι χρὴ φεύγειν αὐτούς.

«Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» «Ἐν γέλωτι ἄφρων πράττει κακά.» «Λόγοι κερκώπων μαλακοί· οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.» «Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν· οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκουσθήσονται.» «Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων.» «Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.» –»Ὥσπερ φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων.» «Οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.» «Ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, πλανῶντες καὶ πλανώμενοι, ὅπως ἂν καταπίνωσιν αὐτούς. Ἀφελεῖ Κύριος ἀπὸ Ἱερουσαλὴμ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας.» «Οὐαὶ τοῖς συῤῥάπτουσι τὰ προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιοῦντες ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν ἡλικίας, τοῦ διαστρέφειν ψυχὰς, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια φθέγματα.» «Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου· κατίσχυσάν σου ἐν ὀλισθήματι ποδός σου.» «Ὁ σοφιζόμενος ἐν λόγοις, μισητὸς, οὗτος πάσης χρείας ὑστέρησεν. Οὐ γὰρ ἐδόθη αὐτῷ χάρις παρὰ Κυρίου.» «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» «Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι κλαύσετε.» «Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέροχα· καὶ θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν.» Φύγωμεν κολακείας καὶ θωπείας, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον καὶ ποικίλον. Οὐδὲν γὰρ χαλεπώτερον τοῖς εὖ φρονοῦσι τοῦ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου. Τὸ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρασίας σημεῖον. Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Ἐκκαχάζειν δὲ τῇ φωνῇ, καὶ ἀναβράζεσθαι τὸ σῶμα, οὐ τοῦ κατεσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Βεβαιοῖ γὰρ τὸν λόγον ὁ σοφώτατος Σολομῶν, ὅτι Ὁ μωρὸς ἐν γέλωτι ἀνυψώσει φωνὴν αὐτοῦ· ἀνὴρ δὲ σοφὸς μόλις ἡσυχῆ μειδιάσει. –Ἀνθρωπάρεσκός ἐστιν, ὁ πρὸς τὸ θέλημα ἀνθρώπου τινὸς, ἢ ἀρέσκειαν αὐτοῦ ποιῶν τι, κἂν ἀτιμίας ἄξιον ᾖ τὸ γινόμενον. Μὴ ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων ἡδυνθῶμεν, ἃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκεν. –Πεφύκασί πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀπελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι. Οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι' οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσιν· καὶ σχεδὸν ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ, ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη, λύμη ἐστὶ τῆς φιλίας. Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος, Μάλιστα μὲν πᾶς, τὸ πλέον δ' ὁ πορνικός. Γέλως ἄτακτος συλλέγει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Ὁ ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοι ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν. Λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ σύμπαν οὐδέν. Στωμύλον τὸ στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις, ἔχουσι τὸν νοῦν κατεφθαρμένον. Μιμητὰς δὲ ἀνθρώπων γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν, τῆς ἡμετέρας ἐξελαστέον πολιτείας· τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας. –Οὐκ ἂν ἔχοι τις ἕταιρον τὸν κόλακα. Νόσος γὰρ φιλίας ἡ κολακεία. Τὰς τῶν ἀρχόντων εὐπραγίας, μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν οἱ πλεῖστοι Μὴ τοῖς ἐπαίνοις θέλγοντας καὶ φρεναπατῶντάς σε ἀποδέχου. Μισεῖν γὰρ τοὺς κόλακας οἱ σοφοὶ παρεγγυῶσιν ὡς μεγάλα βλάπτοντας. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ἐλάλει ὁ μακάριος ∆αβίδ. Ἐχρῆν οὖν στυγνάζειν σε μᾶλλον, καὶ κατηφεῖν ἐπὶ τοῖς ἐνθυμήμασι τῆς ἀτοπίας, ἅ τινα γεννήματα ἐχιδνῶν τυγχάνουσιν ψυχῆς τῆς κατημελημένης. Καὶ δέον δάκρυσιν ἐκτήκειν τοὺς ἔξωθεν ὀφθαλμοὺς, καὶ τοὺς ἔσω, αὐτὸς νῦν τοὐναντίον ποιεῖς, γελοιάζων, καὶ ἀναβρασσόμενος, καὶ πᾶσαν ὡς εἰπεῖν, ὥραν χαίρεις τοῖς σκιρτήμασι τῆς ἀλογίας καὶ τῆς ἀπαιδευσίας· θαῤῥῶν δὲ, καὶ πεποι θὼς, καὶ ἀναπαυόμενος τῇ πρὸς ὀλίγον χρόνον ἀποχῇ τῶν βρωμάτων, καὶ τῷ δοκεῖν ἀφιστάναι γυναικός. Ἀλλ' οὐδὲ τοῦτο μόνον. Καὶ γὰρ δαίμονες πλέον τι ἐν τούτῳ σου ἔχουσιν, μηδὲ ὅλως πώποτε ἐσθίοντες, μηδὲ καθεύδοντες.

ΤΙΤΛ.

Εʹ. –Περὶ κλεπτῶν.

«Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ αὐτὸ, πέντε μόσχους ἀποτίσει ἀντ' αὐτοῦ. Ἐὰν δὲ καταληφθῇ, διπλᾶ ἀποτίσει.» «Ἐὰν ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος.» «Ἐὰν ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος. «Ἐπανέστησαν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν.» «Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.» «Εἶπε Κύριος πρός με· Τί ὁρᾷς; καὶ εἶπα· Ὁρῶ δρέπανον μῆκος πηχέων εἴκοσι, καὶ πλάτος πηχέων δέκα. Καὶ εἶπε πρός με· Ἐπελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτόν. Καὶ πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται.» «Τίς πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἀπὸ πόλεως εἰς πόλιν;» «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδοῦναι τῷ χρείαν ἔχοντι.» Χαλεπαὶ νύκτες τῶν ἐπαγρυπνούντων ταῖς ἀδικίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθῆναι, καὶ ἡ τοῦ οἴστρου ἀκολασία, πᾶσαν ἀνάπαυσιν αὐτῶν ἀπελαύνει,

ΤΙΤΛ.

ςʹ. –Περὶ κτηνῶν καὶ προνοίας αὐτῶν.

«Ἡ ψυχὴ πάσης σαρκὸς, αἷμα αὐτοῦ ἐστιν.» «∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.» «Κτήνη σοί εἰσιν; ἐπισκέπτου αὐτὰ, καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι.»

ΤΙΤΛ. Ζʹ. –Περὶ καυχήσεως καὶ τῆς ἐπάρσεως· καὶ ὅτι ἐπ' οὐδενὶ τῶν ἐν βίῳ χρὴ καυχᾶσθαι καὶ ἐπαίρεσθαι.

«Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν· μηδὲ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.» «Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ.» «Μὴ λέγε· Καθαρός εἰμι τοῖς ἔργοις, καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.» «Ἐπὶ τῇ σοφίᾳ μὴ ἐπαίρου.» «Μὴ καυχῶ τὰ εἰς αὔριον· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.» «Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου.» «Μὴ εἴπῃς· Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ὑψίστῳ, προσδεχθήσομαι.» «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν.» «Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ.» Πολλὰ φρονῶ ἐν Θεῷ, ἀλλ' ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. Καὶ Ἀδάμ ποτε τὸν προπάτορα ὁ ἐχθρὸς παρασκευάσας ἰσοθεΐαν φαντασθῆναι, ἐξήνεγκε παραδείσου, καὶ μέχρις ᾅδου πυθμένων κατήγαγε.

ΤΙΤΛ.

Ηʹ. –Περὶ κάλλους σώματος, καὶ ὡραιότητος.

«∆αβὶδ ἦν πυῤῥακίζων μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ.» «Ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ,ἀπὸ ἴχνους ποδὸς αὐτοῦ ἕως κορυφῆς.» «Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κακόφρονι κάλλος.» «Μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ.» «Λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, κάλλος προσώπου ἐν ἡλικίᾳ στασίμῃ.» «Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς.» Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ἀπὸ τροφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ ἀπομαραίνεται. Ἐὰν αἰσχρὸς τὸ φαινόμενον ᾖς, ἔσω εὐφανὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κάλυκι ῥόδον ἀνθηρόν.

ΤΙΤΛ.

Θʹ. –Περὶ κομπαζόντων καὶ φημιζόντων.

«Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων, ἢ ὁ τιμὴν ἑαυτῷ περιτιθεὶς, καὶ προσδεόμενος ἄρτου.» «Εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς, μηδὲν ἔχοντες.» «Μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμάτων, καὶ οὐδέν σοι ἐν μαρσυππίῳ. Ἔσῃ γὰρ ἐπίβουλος τῆς ἰδίας ζωῆς.» Τὸ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γενέσει σεμνύνεσθαι, δι' ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαὶ, ταῦτα πάντα καθαίρεσις τῆς ἀνθρωπίνης ζωῆς, καὶ τιμῆς, καὶ ὄνειδος γίνονται. Τίς χάρις ἐὰν πίθηκον ἔχῃς, ἀνθρωπόμορφον ὕβριν, χρυσοῖς σχοινίοις τὸν τράχηλον περικυκλωθέντα; Οὐ γὰρ ὁ καλλωπισμὸς ἤλλαξε τὸ γέλωτος ἄξιον σχῆμα καὶ μωρόν. Ποία δὲ χάρις τῷ ὄνῳ βαστάζειν χρυσοῦ τάλαντα; Ὁ ὄνος καὶ πολύχρυσος ὑπάρχων ὀγκᾶσθαι οἶδεν· οὐδὲ χάρις ἀπὸ μολίβδου κατεσκευασμένα ξίφη κρύπτειν ἀργυραῖς θήκαις, ἅπερ μὴ τοῖς πολέ μοις ὠφελεῖ. Τοιοῦτός ἐστιν ἄνθρωπος, ὅταν τοῖς ἔξωθεν ἐπαρθῇ καὶ κουφισθῇ.

ΤΙΤΛ.

Ιʹ. –Περὶ κρειττόνων· καὶ ὅτι οὐ δεῖ πρὸς κρείττους φιλονεικεῖν.

«Ἀσεβὴς, ὃς οὐκ αἰσχυνθῇ πρόσωπον τίμιον, οὐδὲν οἶδεν τιμὴν θέσθαι τούτοις.» «Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.» «Μεγιστᾶνι κλῖνον τὴν κεφαλήν σου.» –»Ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου.» –»Ὁ βάλλων λίθον, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει.» «Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.» Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ κρείττονος ἄγεσθαι. Τὸ ὑποτάσσεσθαι τοῖς κρείττοσιν ὠφελιμώτατον. –Οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι δεσπότῃ. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας. Ἄλλος μὲν ἄλλου κρείττων ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος.

ΤΙΤΛ. ΙΑʹ. –Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ, καὶ ὅτι τὰ πρὸς ἀξίαν ἑκάστῳ νέμει, καὶ πρόσωπον ἀνθρώπου οὐ λαμβάνει.

«Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων· ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς, καὶ ὁ φοβερός· ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδὲ μὴ λάβῃ δῶρον.» «Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις. Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ· ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδικήσω, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν.» «Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν. Αὐτὸς κρίνει ἄκρα γῆς, δίκαιος ὤν.» «Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;» «Ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν.» «Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.» «∆ίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν· εὐθύτητας εἶδεν τὸ πρόσωπον αὐτοῦ.» «Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.» «Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος.» «∆ικαιοσύνης πλήρης ἡ δεξιά σου.» «∆ικαιοσύνη καὶ κρῖμα, ἑτοιμασία τοῦ θρόνου σου.» «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» «Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.» «Πάντα τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης. Ῥοπὴ ζυγοῦ, δικαιοσύνη παρὰ Κυρίου, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.» «Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων· παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον.» «Ὁ πλάσας πνοὴν πᾶσαν, αὐτὸς οἶδε πάντα, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» «Οὐχ ὑποστελεῖται πρόσωπον ὁ πάντων ∆εσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος.» –»Παρὰ Κυρίου πάντα δίκαια.» «Ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν.» «Ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.» «Ἔδωκα τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνανεύσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνή. Κάλαμον τεθραυσμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως οὗ θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» «Ἐγὼ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν.» «Ἐγώ εἰμι Κύριος, ὁ λαλῶν δικαιοσύνην, καὶ ἀγγέλλων ἀλήθειαν.» «Πᾶσαι αἱ κρίσεις σου ἀλήθεια, καὶ κρίματα ἀληθείας ἐποίησας.» «Σὺ δεσπόζων ἰσχύος, ἐν ἐπιεικείᾳ κρίνεις, καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς. ∆ίκαιος ὢν, δικαίως πάντα διέπεις.» «Μεγάλαι σου αἱ κρίσεις, καὶ δυσδιήγητοι.» «Τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν παρεκάλεσας· ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐζήτησας.» «Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ' αὐτῷ δόξα ἀνθρώπου. Οὐ λήψεται πρόσωπον.» «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» «Πρόσωπον ὁ Θεὸς ἀνθρώπων οὐ λαμβάνει.» «Προσωποληψία οὐκ ἔστι παρ' αὐτῷ.» «Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Οὔτε τὸ ἔλεος τοῦ Θεοῦ ἄκριτον, οὔτε ἡ κρίσις ἀνελεήμων· ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις ἐπιμετρεῖ τοὺς οἰκτιρμοὺς, καὶ κρίνων, ἐστοχασμένος τῆς ἀσθενείας ἡμῶν, ἐπάγει τὴν κρίσιν. Ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, καὶ οἷά περ ἂν τὰ παρ' ἡμῖν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχει. Χρὴ γὰρ πάντως θερίσαι τινὰ ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Σπορὰ δέ ἐστιν ἡ ἀνθρωπίνη προαίρεσις· θέρος δὲ, τὸ ἐπὶ τῇ προαιρέσει ἀνταπόδομα. Ὥσπερ πᾶσι τοῖς γενομένοις σώμασιν ὑπὸ τοῦ Θεοῦ συνυπάρχει καὶ τὸ σκιὰν ἔχειν, οὕτως καὶ τῷ Θεῷ, δικαίῳ ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις, καὶ τοῖς τὰ κακὰ προτιμήσασιν, ἀκόλουθόν ἐστι τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεῖμαι. Οὐδὲν ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ἢ μικρὰ, λογισθήσεται. –Εἷς ἐστι νεκρῶν καὶ ζώντων κριτὴς, ζυγοστατῶν ἑκάστῳ τὸ δίκαιον. Ὅταν ὁ Θεὸς ἀποφαίνηται, οὐδεμία τοῖς ἀντιλέγουσιν ὑπολείπεται πρόφασις. Ἀδέκαστος γὰρ ἡ ψῆφος ἐκείνη, οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν τοῦ Θεοῦ κρίνοντος, ἀλλὰ τῇ τῆς ψυχῆς ἀρετῇ γυμνῇ ψηφιζομένου. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Ἄνθρωποι μὲν γὰρ πολλάκις καὶ βασκανίᾳ διαβάλλουσι τὰ καλά· τὸ δὲ ἄνω θέατρον ἀδεκάστως κρίνει τὰ πράγματα, καὶ ἡ ἀλήθεια τῶν γινομένων τὴν ψῆφον βραβεύει.

ΤΙΤΛ.

ΙΒʹ. –Περὶ καρδίας καθαρᾶς καὶ συνειδήσεως.

«Πάσῃ φυλακῇ τηρήσῃς σὴν καρδίαν. Ἐκ γὰρ ταύτης ἔξοδοι ζωῆς.» –»Κτῆμα τίμιον ἀνὴρ καθαρός.» –»Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.» –»Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ἀπὸ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.» –»Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ.» – »Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ.» – «Ἀπὸ τῶν διανοημάτων αὐτοῦ πλησθήσεται ἀνὴρ συνετός.» –»Ἀγαπᾷ Κύριος ὁσίας καρδίας. ∆εκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι.» – »Περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς εἰς κρίσιν. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου.» «Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὑτοῦ.» «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» «Ἡ καύχησις ἡμῶν αὕτη ἐστὶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν· ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.» «Ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν.» Πρῶτον μακαριστὸν, τὸ ἐν τῇ διανοίᾳ ἡμῶν καθαρόν· ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. ∆ῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ' ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πενὴς δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Οἱ λαμπροὶ τὴν συνείδησιν, υἱοὶ φωτὸς καὶ ἡμέρας προσαγορεύονται. Οὐδὲν οὕτως ἡμᾶς εὐφρονεῖν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Τὸ συνειδὸς ἀγαλλόμενον συγκαλλωπίζει αὐτῷ καὶ τὸ πρόσωπον, καὶ ἄρδει τὰς παρείας ἡ τῆς ψυχῆς εὐρωστία. Καὶ γὰρ οὐχ ἁπλῶς εἴρηται τῷ Σοφῷ· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. Οὐχ ἡ τῶν πράξεων ἀποχὴ δικαιοῖ τὸν πιστόν· ἀλλ' ἡ τῶν ἐννοιῶν ἁγνεία καὶ εἰλικρίνεια. –Ἀπαθῶν καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία. Νοῦς ἀκραιφνὴς, καὶ λόγος καθαρὸς, καὶ βίος ἀκηλίδωτος, θρόνος καὶ ναός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ. Σώφρων καρδία, λιμὴν θεωρημάτων. Οὐκ ἐκριζωτὴς τῶν παθῶν, ἀλλ' ἀνταγωνιστής ἐστιν ὁ λογισμός.

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ κακοῦ συνειδότος.

«Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» «∆ιεστραμμένη καρδία τεκταίνεται κακά.» – «Ὁ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.» –»Καρδία ἀνόμου ἐκζητεῖ κακά.» –»Ὁ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Ἐθερμάνθησαν ὡς κλίβανοι αἱ καρδίαι αὐτῶν.» – »Ἀπαντήσω αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, καὶ διαῤῥήξω σύνδεσμον καρδίας αὐτῶν.» «Ἕως πότε ὑπάρχουσι διαλογισμοὶ ἐνώπιόν σου;» «Ἡ ἀσέβεια ὑμῶν ἐφ' ἡμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε.» «Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ.» –»Οἱ ἀσεβεῖς καθὸ ἐλογίσαντο, ἕξουσιν ἐπιτιμίαν.» – «∆ειλὸν εἶδος πονηρία, μαρτυρεῖ καταδικαζομένη ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει. Οὐδὲν γάρ ἐστι φόβος, εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων.» –»Ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοὶ, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ διανοήματα αὐτῶν.» «Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.» –»Καρδία σκληρὰ βαρυνθήσεται πόνοις.» «Πᾶν τὸ εἰσπορευόμενον, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.» Ἀποστρεφομένη τὸ καλὸν ἡ ψυχὴ, πάντως τὰ ἐναντία λογίζεται. Παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα εὐκίνητος. Οὐ δυνηθεὶς τῶν κακουργῶν λογισμῶν ἐκ προοιμίων στοχάζεσθαι τὴν ἐνέδραν, καὶ ἐκ τῆς τῶν περάτων πρὸς ἄλληλα συγκρίσεως ἐλέγξαι τὸ ἄτοπον αὐτῶν, κέρκον συνέδησεν κέρκῳ, λαμπάδα θεὶς ἀναμέσον αὐτῶν τὸν ἔλεγχον.

Στοιχεῖον Λ.

ΤΙΤΛ.

Αʹ. –Περὶ λογομαχούντων, καὶ ἀμφισβητούντων περὶ τὴν πίστιν.

«Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημία, ὑπόνοιαι πονηραὶ, διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.» «Τὰς μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας.» Ἔοικε συνεξομοιοῦσθαί πως τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Τεχνολογοῦσι λοιπὸν, οὐχὶ θεολογοῦσιν οἱ ἄνθρωποι. –Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντιθέσεις. Ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. – Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσι. Μὴ περιεργασώμεθα τὸν εὐαγγελικὸν λόγον λέξεσι περιξήροις, καὶ ἀπεράντους ζητήσεις καὶ λογο μαχίας σπείροντες, καὶ τὸν λεῖον καὶ εὐθύτατον τῆς πίστεως λόγον τραχύνοντες, ἀλλὰ μᾶλλον περιεργασώμεθα τὸ ἔργον τῆς πίστεως· τὴν εἰρήνην ἀγαπήσωμεν, τὴν ὁμόνοιαν ἐπιδειξώμεθα. Τὴν νεότητα [φ. ἑνότητα] φυλάξωμεν, τὴν ἀγάπην γεωργήσωμεν, δι' ἧς εὐαρεστεῖται ὁ Θεός. Οὐχ ἡμῶν ἐστι γνῶναι τὸ πῶς ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν· Τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστὶ, καθὼς γέγραπται, ὅτι Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀλλὰ δεῖ πιστεῦσαι, ὅτι Υἱὸς τοῦ Θεοῦ ἀληθῶς κατὰ σάρκα ἄνθρωπος γέγονε κατὰ τὰς Γραφὰς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας· καὶ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, καθὼς γέγραπται· καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήλυθεν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκροὺς, καθὼς γέγραπται. Μήποτε ἡμῶν λογομαχούντων πρὸς ἀλλήλους, βλασφημήσωσί τινες τὸν τῆς πίστεως λόγον, καὶ ἀπέλθῃ τὸ εἰρημένον, ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τὸ ἄρα ζητεῖν περὶ Θεοῦ, ἐὰν μὴ εἰς ἔριν, ἀλλ' εἰς εὕρεσιν συντείνει, σωτήριόν ἐστιν. Τί μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ; τί πολεμοῦμεν ἀλλήλους, προστεταγμένους καὶ τοὺς μισοῦντας φιλεῖν; τί πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν; Ἐγεννήθη, ἀλλ' οὐκ ἐγεννήθη. Ἔπαθεν, ἀλλ' οὐκ ἔπαθεν. Ἀνέστη, ἀλλ' οὐκ ἀνέστη. Τί δικαζόμεθα τῷ Λυτρωτῇ; Τί λογοθετοῦμεν τὸν εὐεργέτην; Ἅπαξ ἠβουλήθη, καὶ ὡς ἠθέλησεν παρεγένετο· καὶ ἀπέθανε, καὶ ἀνέστη, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Ἄμεινον καὶ συμφερέστερον ἰδιώτας καὶ ὀλιγομαθεῖς ὑπάρχειν, καὶ διὰ τῆς ἀγάπης πλησίον γενέσθαι τοῦ Θεοῦ, ἢ πολυμαθεῖς καὶ ἐμπείρους δοκοῦντας εἶναι, βλασφήμους εἰς τὸν ἑαυτῶν εὑρίσκεσθαι ∆εσπότην.

ΤΙΤΛ.

Βʹ. –Περὶ λοιδορίας.

«Οἱ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰσιν.» –»∆όξα ἀνδρὸς ἀποστρέφεσθαι λοιδορίας· πᾶς δὲ ἄφρων τούτοις ἐμπλέκεται.» –»Κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος, ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.» «Πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.» Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορμὴν ποιεῖς τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγοῦ μᾶλλον, ἢ μίσους ἄξιον. Κἄν τις βούληται κατηγορεῖν, μὴ τὸ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τὸ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς κατηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι Ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε μᾶλλον ἐσόμεθα ζηλωτότεροι. Εἰ οἱ παραδεχόμενοι ἀκοὴν ματαίαν, οὐκ ἂν τύχοιεν συγγνώμης, οἱ διαβάλλοντες καὶ λοιδοροῦντες, ποίαν ἔξουσιν ἀπολογίαν; Εἰ πειθαρχεῖς τῷ θείῳ Ἀποστόλῳ διαῤῥήδην βοῶντι, ὅτι λοίδοροι οὐδαμῶς τεύξονται βασιλείας οὐρανῶν, φεῦγε τὴν φλυαρίαν, καὶ τὸ διασύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν τοὺς μηδὲν ἀδικοῦντας. Λέγεις ὅτι παίζων, οὐ μέντοιγε μισεῖν προτιθέμενος, ἀλλ' ἱλαρευόμενος καὶ μετεωριζόμενος λοιδορεῖς ἐν τῷ πότῳ τοὺς ἀμωμήτους ἄνδρας; Οὐκοῦν παίζων καὶ ἱλαρευόμενος ὑπόστηθι τὴν αἰώνιον κόλασιν, καὶ μετεωριζόμενος πορεύου εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄῤῥητον. Μὴ ἄλγει, μηδὲ διαπρίου, λοιδορούμενος εὐλόγως ἐπὶ τοῖς πταίσμασί σου καὶ ὀνειδιζόμενος, μᾶλλον δὲ ἀσμένως ἄκουε τὰ οἰκεῖα σκώμματα.

ΤΙΤΛ. Γʹ. –Περὶ λιμοῦ, καὶ εἰς τοὺς ἐν ἀνάγκῃ τὸν σῖτον μὴ πωλοῦντας· καὶ ὅτι πολλὰ ἄθεσμα τοῦ λιμοῦ.

«Ἐγένετο λιμὸς ἐν Σαμαρείᾳ, ὥστε γενέσθαι κεφαλὴν ὄνου ἀργυρίου πεντήκοντα σίκλων, καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων. Καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος διὰ τοῦ τείχους. Καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν, λέγουσα· Σῶσον, κύριε βασιλεῦ. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Μὴ σώσαι σε Κύριος, πόθεν σε σώσω; ἀπὸ τοῦ ἅλωνος, ἢ ἀπὸ τοῦ ὑποληνίου; Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Τί σοί ἐστιν; Καὶ εἶπεν· Ἡ γυνὴ αὕτη εἶπεν, ∆ός μοι τὸν υἱόν σου, καὶ φάγωμεν αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὔριον. Καὶ ἕψησα τὸν υἱόν μου, καὶ ἐφάγομεν αὐτόν· καὶ εἶπον αὐτῇ, ∆ὸς υἱόν σου τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ φαγόμεθα αὐτόν· καὶ ἔκρυψεν αὐτόν. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὸν λόγον τῆς γυναικὸς, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ.» «Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος. Ὁ συνέχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσι.» «Πενθεῖτε, ἱερεῖς, οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ, ὅτι τεταλαιπώρηκε πεδία. Πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν ὁ σῖτος. Ἐξηράνθη ὁ οἶνος· ὠλιγώθη ἔλαιον· κατῃσχύνθησαν γεωργοί. Θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς· ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ. Ἡ ἄμπελος ἐξηράνθη, καὶ συκαῖ ὠλιγώθησαν, ῥοὰ, καὶ φοίνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν· ὅτι κατῄσχυναν χαρὰν υἱοὶ τῶν ἀνθρώπων.» «Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ κοιλία μου· ἐξεχύθη εἰς γῆν ἡ δόξα μου, ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου, ἐν τῷ ἐκδύσασθαι νήπια, καὶ θηλάζοντας ἐν πλατείαις πόλεως. Ταῖς μητράσιν αὐτῶν εἶπον· Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. Ἴδε, Κύριε, καὶ ἐπίβλεψον, τίνι ἐπεφοίτησας οὕτως; εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; Ἐπιφυλλίδα ἐποίησε μάγειρος. Φονευθήσονται νήπια θηλάζοντα μαστούς;» «Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν· καὶ ἐγένοντο εἰς βρῶσιν αὐταῖς.» «Ὅτι οὐκ ἦν ὑετὸς ἐπὶ τῆς γῆς. Ἠσχύνθησαν γεωργοὶ, καὶ ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτῶν. Καί γε ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπαις· εἵλκυσαν ἄνεμον ὡς δράκων. Ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.» Μὴ ἀναμείνῃς, ἄνθρωπε, σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖον. Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος. Μὴ λιμὸν ἐκδέχου διὰ χρυσόν· μὴ κοινὴν ἔνδειαν διὰ ἰδίαν εὐπορίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων. Μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃ περιουσίας χρημάτων· μὴ ἐπιξάνῃς τραύματα κεκακωμένων ταῖς μάστιξιν. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις; καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον· τὸν δὲ φίλον παρὰ τὴν χρείαν ὄντα παντελῶς ἀγνοεῖς; Τί οὖν ποιεῖ ὁ ἐνδεής; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμὸν, ὥστε αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὑρῆσθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα. Καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη ὑπὸ τῆς ἀπαραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ! Τίνα τρόπον [λ. πρῶτον] ἀπεμπωλήσω; τίνα ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλ' ἐπὶ τὸν νεώτερον; ἀλλ' ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! τίς γένωμαι; τίνι τούτων προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει; ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖς τοὺς λοιποὺς προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος πρὸς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται, σὲ δὲ οὐ κάμπτει τὸ πάθος; Οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως; ἀλλ' ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτοῦ κατασκευάζων τὴν συμφοράν. Λιμὸς ἀνθρωπίνων συμφορῶν ὑπάρχει τὸ κεφάλαιον, πάντων θανάτων μοχθηρότερον τέλος. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων κινδύνων, ἢ ξίφους ἀκμὴ τὴν τελευτὴν ὀξέως ἐφίησιν, ἢ πυρὸς ὁρμὴ συντόμως τὸ ζῇν ἀποσβέννυσι. Λιμὸς δὲ ἀργὸν ἔχει τὸ κακὸν, παρέλκουσαν τὴν ἀλγηδόνα, ἐγκαθημένην τὴν νόσον καὶ ἐμφωλεύουσαν, θάνατον ἀεὶ παρόντα, καὶ ἀεὶ βραδύνοντα. Τὸ γὰρ τοῦ λιμοῦ πάθος κατηνάγκασε πολλοὺς πολλάκις, καὶ τοὺς ὅρους κινῆσαι τῆς φύσεως, καὶ ἅψασθαι μὲν ἀνθρώπων τῶν ὁμοφύλων, μητέρα δὲ, παῖδα ὃν ἐκ τῆς γαστρὸς προήγαγεν, πάλιν τῇ γαστρὶ κακῶς ὑποδέξασθαι. Καὶ τοῦτο τὸ δρᾶμα Ἰουδαϊκὴ ἐτραγῴδησεν ἱστορία. Τί ἐροῦσιν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, οἱ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵνα ἐμπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφήσωμεν, καὶ κτησώμεθα, μὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων ἐν οἰκονομίᾳ μείζονι· ἐκεῖνος γὰρ ᾔδει καὶ συναγαγεῖν, καὶ σιτοδοτῆσαι καλῶς· ἀλλ' ὡς παράνομοι τὰ τῶν ὁμοφύλων. Οἱ λέγοντες, Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν, καὶ τὰ Σάββατα, καὶ ἀνοίξομεν θησαυρούς; Οἱ τοῖς δισσοῖς μέτροις καὶ σταθμοῖς τὸ δίκαιον διαφθείροντες, καὶ τὸ μολιβοῦν μέτρον τῆς ἀνομίας ἐφ' ἑαυτοὺς κλίνοντες. Χαλεπώτατόν ἐστιν ἐν τοῖς λιμοῖς ἡ τῶν ἐχόντων ἀναλγησία καὶ ἀπληστία. Τηροῦσι γὰρ τοὺς καιροὺς, καὶ καταπραγματεύονται τὴν ἔνδειαν, καὶ γεωργοῦσι τὰς συμφορὰς, οὔτε τῷ Κυρίῳ δανείζειν τὸν ἐλεοῦντα πτωχοὺς ἀκούοντες, οὐδ' ὅτι ὁ συνέχων σῖτον δημοκατάρατος, οὐδ' ἄλλο οὐδὲν ἢ τοῖς φιλανθρώποις ἐπηγγελμένον, ἢ ἀπανθρώποις ἠπειλημένον· ἀλλ' εἰσὶ τοῦ δέοντος ἀπληστότεροι, καὶ φρονοῦσι κακῶς, ἐκείνοις μὲν τὰ ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα κλείοντες, οὗ καὶ μᾶλλον χρῄζοντες ἀγνοοῦσιν, ἢ αὐτῶν ἕτεροι. Ταῦτα μὲν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, καὶ μήτε τὸ συγγενὲς αἰδούμενοι, μήτε περὶ τὸ Θεῖον εὐχάριστοι, παρ' οὗ τὸ ἔχειν αὐτοῖς, ἄλλων πιεζομένων. Πάντα ὑπ' ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ζώων πρόσφορα συλλέγοντες ἐσθίειν ὑπέφερον. Ζωστηρίων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπείχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Γυνή τις τοῦ λιμοῦ διὰ τῶν σπλάγχνων καὶ μυελῶν παρεισδύνοντος, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δὲ αὐτῇ παῖς ὑπομάζιος) ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ, καὶ λιμῷ, καὶ στάσει, τίνι σε τηρῶ ἔτι; Γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. Καὶ ταῦτα ἅμα λέγουσα, κτείνει τὸν υἱόν· ἔπειτα ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. Εὐθέως δὲ οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν ἀποσφάζειν αὐτὴν ταχέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψεν. Τοὺς δὲ εὐθέως φρίκη καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δὲ, Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε· καὶ γὰρ ἐγὼ βέβρωκα. Μὴ γίνεσθε μήτε μαλακώτεροι γυναικὸς, μήτε συμπαθέστεροι μητρός. Εἰ δὲ ὑμεῖς εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφετε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν ἐμοὶ μεινάτω. Τῶν δὲ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν, ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε πάθη. Καθ' ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρὸς ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δὲ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐμπνέοντας οἱ λῃσταὶ διηρεύνων, μή τις ὑποκόλπιον ἔχων τροφὴν σκήπτοι τὸν θάνατον αὐτῷ. Οἱ δὲ ὑπ' ἐνδείας κεχηνότες, ὥσπερ λυσσῶντες κύνες, ἐφάλλοντο, καὶ παρεισφέροντο ταῖς θύραις ἐνσειόμενοι μεθυόντων τρόπον, καὶ ὑπὸ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. ΤΙΤΛ. ∆ʹ. –Περὶ λουππέων (σιξ). «∆ὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλαβοῦ τοῦ ἁμαρτωλοῦ. Εὖ ποίησον ταπεινῷ, καὶ μὴ δὸς ἀσεβεῖ. Ἐμπόδισον τὸν ἄρτον αὐτοῦ, καὶ μὴ δὸς αὐτῷ. ∆ιπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἐὰν ποιῇς αὐτῷ, ὅτι καὶ ὁ Ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκεῖ κρίσιν.» Μείζονα καὶ σπουδαιοτέραν τὴν ἐπιμέλειαν ποιοῦ εἰς τοὺς δι' ἀρετὴν καὶ θεοσέβειαν πτωχεύσαντας, ἢ πενομένους, ἄλλως εἰς τοὺς ἐκ νόσων ἢ τῶν συμπτωμάτων ἀποροῦντας, παρὰ τοὺς ἐκ κακοπραγίας ἢ ἀσωτίας πτωχεύσαντας. Ὅλως τολμᾷς νεωτερίζειν, καὶ σκιρτᾷν, καὶ παιγνίοις προσέχειν, Χριστιανὸς ὑπάρχων; ὅλως τολμᾷς ὀρχεῖσθαι, καὶ ἅλλεσθαι, πόδας καὶ χεῖρας πρὸς τὸ ἀρέσκον τῷ διαβόλῳ κινεῖν; πῶς συναγελάζῃ καὶ συναλίζῃ τοῖς ὄντως Χριστιανοῖς; Ἔσω ὁ ἱερεὺς προσφέρει τὴν ἱκεσίαν τῷ Θεῷ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, καὶ ἔξω παίγνια ἐπιτελοῦνται. Οὕτως γὰρ ἔπαιζον καὶ οἱ Ἰσραηλῖται, καὶ ἐπῆλθεν αὐτοῖς ὄλεθρος. Μωσῆς γὰρ ἐν τῷ ὄρει τὴν ἱκεσίαν τῷ Θεῷ ὑπὲρ αὐτῶν προσέφερεν, καὶ ὁ λαὸς μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνέστησαν παίζειν· καὶ ἐπῆλθεν αὐτοῖς ὀργὴ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτέσσαρες χιλιάδες.

ΣΤΟΙΧΕΙΟΝ Μ.

ΤΙΤΛ.

Αʹ. –Περὶ μυστηρίων, καὶ τῶν ἐκφερόντων μυστήρια.

«Ὁ ἀποκαλύπτων μυστήριον, πορεύεται δόλῳ.» «Ἀκήκοας λόγον, συναποθανέτω σοι.» «Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσεται περὶ κακώσεως καὶ δεσμῶν.» «Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ οἶδας τί τέξεται. Μὴ παντὶ ἀνθρώπῳ ἔκφαινε καρδίαν σου.» Ὁ κατέχων τὸν λόγον ἐν ἀσφαλείᾳ πολλῇ, μετὰ πολλῆς βιώσεται τῆς ἡδονῆς. Ἤκουσας λόγον; φησίν· συναποθανέτω σοι. Σβέσον αὐτὸν, κατάχωσον. Μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινηθῆναι παράπαν. Ἀπόκτεινον τὸ λεχθέν· λήθῃ παράδος, ἵνα τοῖς οὐκ ἀκούσασιν ὅμοιος γένῃ. Οἱ λάλοι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ῥηγνύντες, τρόπον τινὰ ὑπὸ γλωσσαλγίας προχέουσιν εἰς ὦτα ἀκοῆς οὐκ ἄξια.

ΤΙΤΛ.

Βʹ. –Περὶ μισοπονηρίας, καὶ τῶν ἀπαρεσκόντων Θεῷ.

«Ἄτοπα οὐ βούλεται ἰδεῖν ὁ Κύριος· ἐναντίον αὐτοῦ οὐκ εἰσελεύσεται ὁ Κύριος.» «Οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν.» –»Ἐμίσησας πάντας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς.» – »Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.» –»Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.» – »Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» «Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ· βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος.» «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ. «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται.» –»Βδέλυγμα Κυρίῳ, διεστραμμέναι ὁδοί.» –»Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.» «Ἐγώ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» «Ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσω ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» «Μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία.» Τὸ ἐν ἀνθρώποις ὑψηλὸν, βδέλυγμα ἐνώπιον Κυρίου.

ΤΙΤΛ.

Γʹ. –Περὶ μετανοίας καὶ ἐξομολογήσεως.

«Εἶπεν Ἰούδας· ∆εδικαίωται Θάμαρ, οὗ ἕνεκεν οὐ δέδωκα αὐτῇ Σηλὼμ τὸν υἱόν μου. Καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.» «Εἶπε Νάθαν πρὸς ∆αβίδ· Τάδε λέγει Κύριος, Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ, καὶ λήψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου, καὶ δώσω τῷ πλησίον σου· ὅτι σὺ ἐποίησας κρύβδην. Καὶ εἶπεν ∆αβὶδ πρὸς Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. Καὶ εἶπε Νάθαν· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου.» «Ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τοὺς χιτῶνας αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσεν. Ἐν τῇ ἡμέρᾳ, ᾖ ἐπάταξε τὸν Ναβουθαὶ, εἶπεν Κύριος πρὸς Ἠλιοῦ· Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις Ἀχαὰβ, διότι κατενύγη ἀπὸ προσώπου μου, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.» «Σὺ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν καὶ ἄφεσιν ἁμαρτωλοῖς εἰς σωτηρίαν.» «Ἐὰν ὦσι χίλιοι θανατηφόροι ἄγγελοι, εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσηται αὐτὸν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ Κύριον.» «Ἔκδυσαι ῥύπων, καὶ οὐ μὴ φοβηθῇς, καὶ τὸν κόπον σου ἐπίλησαι· ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος.» «Ἐὰν ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, καὶ πόῤῥω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδικον, ἔσται σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν· καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον, καὶ ἐπὶ τοῖς ὁδοῖς σου ἔσται σοι φέγγος, ὅτι ἐταπείνωσας σεαυτόν.» «Ἐὰν ἐπιστραφῶσιν ἐξ ἀδικίας, καὶ ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσιν ἐν ἀγαθοῖς τὰς ἡμέρας αὐτῶν.» «Ἐκκαλύπτει τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἀνὴρ ἐν συνεδρίῳ.» «∆εῦτε, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον Θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν, καὶ ἰάσεται ἡμᾶς· ὁ πλήξας, καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, καὶ διώξομεν τοῦ γνῶναι αὐτόν.» «Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ τῆς κακίας.» «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.» «Λούσασθε, καὶ καθαροὶ γένεσθε· ἀφέλετε πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὄρφανον, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» «Ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς.» «Ὅταν ἐπιστραφῇς, στενάξεις, τότε σωθήσῃ.» «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσονται. Σὺ δὲ μνήσθητι. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.» «Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. ∆ίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς.» «Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης μου. Ἐγγίσατε τῇ δικαιοσύνῃ μου, καὶ τὴν ἀλήθειαν, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδύνω.» «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ' ἂν ἐγγίσῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.» «Ἐὰν διορθώσῃ, καὶ ποιήσῃς Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ' ᾧ ἐμόχθησας.» «Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας.» «Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν. Καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.» «Μὴ ἀφέλῃς ῥῆμα· ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι περὶ τῶν κακῶν, ὧν ἐγὼ ἐντέλλομαι ποιῆσαι αὐτοῖς.» «Ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμῶν, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μὴ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Βελτίους ποιήσατε τὰς ὁδοὺς ἑαυτῶν, καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσει Κύριος τῶν κακῶν, ὧν ἐλάλησε πρὸς ὑμᾶς.» «Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησεν, καὶ φυλάξῃ πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἔλεος, καὶ κρῖμα, αὑτὸς τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν. Καὶ εἶδεν καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησεν, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Πάντα τὰ παραπτώματα αὐτοῦ οὐ μὴ μνησθήσεται, ἀλλ' ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ζήσεται. Μὴ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν;» «Εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν.» «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου.» «Περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἐφ' ἁμαρτίας ἁμαρτίας. Καὶ μὴ εἴπῃς· Ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Μὴ ἀναμείνῃς ἐπιστρέψαι ἐπὶ Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας. Ἐξαπίνης γὰρ ἐλεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.» «Τέκνον, ἥμαρτες; μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» «∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» «Ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, τοῦ εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσεις με· καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.» «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς, εἰς μετάνοιαν.» «Ἥτις γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς;» «Ἄνθρωπός τις εἶχεν δύο υἱούς· καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακρὰν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὑτοῦ, ζῶν ἀσώτως. ∆απανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὑτοῦ βόσκειν χοίρους, καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν, εἶπεν· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτον, ἐγὼ δὲ ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὑτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Εἶπεν δὲ αὐτῷ ὁ υἱός· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπεν δὲ ὁ πατὴρ αὐτοῦ πρὸς τοὺς δούλους αὑτοῦ· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτὸν, καὶ δότε δακτύλιον εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ ηὑρέθη.» «Ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.» «Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθήσεσθε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» «Ἐὰν ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας.» «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν.» Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας, ἰαθῶμεν διὰ τῆς μετανοίας. Μετάνοια δὲ χωρὶς νηστείας ἀργή. Πρόσεχε σεαυτῷ, ἵνα κατὰ ἀναλογίαν τοῦ πλημμελήματος, καὶ τὴν ἐκ τῆς θεραπείας βοήθειαν καταδέξῃ. Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα; πολλή σοι χρεία τῆς ἐξομολογήσεως, δακρύων πλείστων, συντόνου τῆς ἀγρυπνίας, ἀδιαλείπτου νηστείας. Κοῦφον καὶ φορητὸν τὸ ἁμάρτημα; ἐξισαζέσθω καὶ ἡ μετάνοια. Εὐχῆς ἄξιόν ἐστιν μὴ προσάψασθαι τοῦ κακοῦ. ∆εύτερος πλοῦς εὐθὺς μετὰ τὴν πεῖραν, ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν. Ἐὰν κατὰ συναρπαγὴν τοῦ ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βούλημα ἀσεβείας, μὴ στῇς ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ ἐνιδρυνθῇς τῷ κακῷ. Ἀμήχανον ἅψασθαι τοῦ ἀγαθοῦ, μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ. Εἰ πλῆθος οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι, καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι δυνατὸν, ἐν συγκρίσει πλήθους καὶ μεγέθους ἁμαρτημάτων, ἐν ἀπογνώσει γινέσθω ὁ δράσας τὴν ἁμαρτίαν. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρῳ ὑποβάλλεται, καὶ ἀριθμητὰ εἶναι συμβαίνει, Θεοῦ δὲ ἔλεος μετρῆσαι, καὶ οἰκτιρμοὺς ἀριθμῆσαι, ἀδύνατον, οὐκ ἀπογνώσεως καιρὸς, ἀλλ' ἐπιγνώσεως ἐλέους, καὶ καταγνώσεως ἁμαρτημάτων, ὧν ἡ ἄφεσις πρόκειται ἐν τῷ αἵματι τοῦ Κυρίου. Εἴ τις ἐλπὶς ὑπολείπεταί σοι, ἀδελφὲ, σωτηρίας· εἴ τις βραχεῖα μνήμη περὶ Θεόν· εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν· εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως· ἔπαρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν· ἐλθὲ εἰς συναίσθησιν. Παῦσαι ἀπὸ τῆς πονηρίας σου· ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην. Ἐπανάστα τῷ καταβαλόντι σε. Μνήσθητι τοῦ οἰκτιρμοῦ τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. Μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. Ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται· οὐ θέλει γὰρ ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ σωθῆναι. Μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστι, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. Ὠλίσθησας; ἐξέγειραι. Ἥμαρτες; ἡσύχασον. Μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλ' ἀποπήδησον. Ὅτε γὰρ ἀποστραφεὶς στενάξεις, τότε σωθήσῃ. Ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία· ἔστι σωτηρία, ἔστι διόρθωσις. Θάρσει, μὴ ἀπελπίσῃς. Οὐκ ἔστι νόμος δικάζων, καὶ χωρὶς οἰκτιρμῶν θάνατον καταδικάζων, ἀλλὰ χάρις πολιτευομένη, ἀναβαλλομένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. Οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἡ ἁμαρτία. Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ· οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. Μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ· οἶδε γὰρ ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. Μηδεὶς ἐν κακίᾳ διάγων ἑαυτὸν ἀπογινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, ἡ δὲ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δυνατή ἐστι παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρατῆσαι. Οὐχὶ μετάθεσις τοῦ κακοῦ τὸ αἰσχρὸν ἔχει, ἀλλ' ἡ τούτου τήρησις τὴν ἀπώλειαν. Μὴ ἀπαγορεύσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς· ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κακοπαθείας· καὶ δείξεις ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγματίσας αὐτὴν, καὶ θριαμβεύσας ὡς ἀξίαν ὕβρεως. – Οὐδενὶ ἄλλῳ ὡς κακοπαθείᾳ Θεὸς θεραπεύεται, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται. Οὐδενὶ τοσοῦτον χαίρει ὁ Θεὸς, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ. Σπείρωμεν ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα Νινευῗται, μὴ Σοδομῖται. Θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Εἰ μὲν πάθος ἦν ἡ ὀργὴ τοῦ Θεοῦ, καλῶς ἄν τις ἀπέγνω, ὡς οὐ δυνάμενος λοιπὸν σβέσαι τὴν φλόγα, ἣν διὰ τῶν τοσούτων ἀνῆψε κακῶν. Ἐπειδὴ δὲ ἀπαθὲς τὸ Θεῖον, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ' ὀργῆς τοῦτο ποιεῖ, μετὰ φιλανθρωπίας δὲ καὶ κηδεμονίας πολλῆς· θαῤῥεῖν σφόδρα καὶ πεποιθέναι χρὴ τῇ τῆς μετανοίας δυνάμει. Κἂν μὴ πᾶσαν ἐπιδείξῃ τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην· παραπέμπεται, ἀλλὰ καὶ ταύτης πολὺν τίθησι τὸν μισθὸν ὁ Θεός. Οὐ χρόνου ποσότητι, διαθέσει δὲ ψυχῆς, μετάνοια κρίνεται. Ὁ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ὅμως ἕξει τὴν ἀνταπόδοσιν. Ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς σεαυτοῦ, ἀλλὰ παρ' αὐτὰ ἐπὶ τὴν ἀνάστασιν δράμε. Μὴ εἴπῃς πρὸς σεαυτόν· Οἴμοι, ἀπωλόμην! ἐπόρνευσα, ἐμοίχευσα, ἐφόνευσα. Ἔχεις σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρτίαν. Ὅταν γὰρ ἴδω τὸν τοιοῦτον δεξάμενον τραύματα, καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχω, καὶ παῤῥησιάζομαι δακρύων πηγὰς ἐκχέων. Πολλοὶ πολλάκις, καὶ ἄνδρες, καὶ γυναῖκες περιέπεσον χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. ∆άκρυα ἐξεχύθη, φάρμακα ἀνηλώθη, ἰατρικὴ ἠπόρησε τέχνη· κάλλος ἐμαράνθη, τὸ σῶμα ἀπηγόρευται. Περιέρχεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη, μένει τὸ νόσημα, οὐκ εἴκει τὸ ἕλκος. Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν, ὅτι Κἀγὼ τοιούτῳ πάθει περιέπεσα, καὶ ὁ δεῖνα ἢ ἡ δεῖνα περιέθηκέ μοι φάρμακον, καὶ ἀπήλλαξέ με τοῦ νοσήματος. Εἶτα παρακαλεῖ· ∆εῖξόν μοι τὴν γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε καὶ τήνδε· οὐ χρεία καμάτου· οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε τὸ πρόθυρον ἀναγκαῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Οὕτως καὶ ὁ ∆αβὶδ νέος ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκτήσατο. Ἦλθεν οὖν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ εὐμοιρίαν σωμάτων περιβεβλημένον, ἔχων τὸ κέρας ἔνθα τὸ ἔλαιον ἦν τὸ ἅγιον. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἕνα τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκεῖνο ἐπιτήδειον εἶναι τὸ ἀξίωμα τῷ μείζονι, ἄγει τὸν πρῶτον υἱόν. Τί οὖν ὁ προφήτης; Πάραγε αὐτὸν, οὐκ ηὐδόκησεν ἐν αὐτῷ ὁ Θεός. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, οὐδαμῶς· τὸν τέταρτον, τὸν πέμπτον· ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον; Ἠσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρὸν εὐτελῆ ποιμένα. Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφ[αν]οῖ. Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὄψεται, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν ψυχῆς; Εὐγένειαν ποθοῦμεν. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς, Ἄπελθε, χρίσον μοι τὸν ∆αβὶδ, ἵνα μὴ πάθῃ ∆αβὶδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ ἔμαθον ἐκεῖνοι τὸν ζητούμενον βασιλέα, ἐπεβούλευσαν, ἐπολέμησαν, ἐπώλησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἰστήκει ὁ προφήτης ἀπορῶν· δός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν ποιμαῖνον τὰ πρό βατα. Οὐχ οὕτως ὄψεται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ οἱ καλλωπιζόμενοι ἐπ' εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνὴ, ἀλλ' ἢ τάφος κεκονιασμένος; Ἐὰν μὴ σώφρων ᾖ, κάλλος δὲ ἔχῃ, βάραθρόν ἐστιν ὠρυγμένον ἑτέροις, δηλητήριον κατεσκευασμένον. Τοῦτο καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ διακόπτεται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλίδωτον. Καὶ τότε τὴν οἰκείαν ὡραιότητα ἐπιδείκνυται, ὅταν παύσηται τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμάσῃς, ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος εἰσὶν ἀνατεταμέναι, καρπὸν οὐκ ἔχουσαι· ἡ δὲ ἄμπελος χαμαὶ συρομένη, ὥριμον ἔχει τὸν καρπὸν τῶν βοτρύων. Τί οὖν βούλει; ἄμπελον ἔχειν ἢ δρῦν; ∆ῆλον ὅτι ἄμπελον. Ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα, ἀγρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; Τί βέλτιον; μέλιττα, ἢ ταώς; Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλαψας· ἄνελε μέλιτταν, καὶ πολλὰ χωλεύει. Ἦλθε τοίνυν ὁ ∆αβὶδ, εὑρίσκεται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα, οὐδὲ δόρατα περιβεβλημένος, ἀλλὰ τὴν τοῦ Θεοῦ ψῆφον τὴν πάντων δυνατωτέραν. Οὗτος δὲ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων ταραττομένων, καὶ τῶν βαρβάρων ἐπιβαινόντων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν πόλεμον, καὶ ὁρᾷ τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν, καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι, οὐδὲ ἐξελθεῖν. Ἰδὼν δὲ ὁ ∆αβὶδ ἀστράπτοντα τὸν πολέμιον, ἀφόρητον ὄντα τὸν πόλεμον, τοὺς πολλοὺς ἤδη κατεπτηχότας, λέγει· Τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε τὴν παράταξιν Θεοῦ ζῶντος; Λέγουσι δὲ αὐτῷ· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δὲ, Οὐκ ἀπόνοιαν, ἀλλὰ πίστιν, οὐχ ὑπερηφανίαν, ἀλλὰ εὐσέβειαν κέκτημαι· οὐ σκοπῶ αὐτοῦ τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς ψυχῆς· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει· οὐ δέδοικα αὐτόν· ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ. Ποίοις ὅπλοις θαῤῥεῖς, ὁ ∆αβίδ; Οὐ σαρκίνοις, φησὶν, ἀλλὰ πνευματικοῖς· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευματικά. Ἀκούουσιν οὖν τινες, καὶ εἰσήγαγον αὐτὸν πρὸς τὸν βασιλέα καθήμενον, κατεπτηχότα, τρέμοντα. Καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί προσέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι; σὺ παιδάριον εἶ μικρὸν, αὐτὸς δὲ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. Μὴ βλέπε, φησὶν, τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα. Τί οὖν; ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται λοιπὸν τὰ κατορθώματα αὐτοῦ εἰπεῖν. Παιδίον ἤμην, φησὶν, μικρὸν, ποιμαῖνον τὰ πρόβατα τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατον τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἐπάτασσον τὸν λέοντα, καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τῶν θηρίων ἐκείνων. Καὶ εἶπε Σαοὺλ πρὸς ∆αβίδ· Πορεύου, καὶ ὁ Κύριος μετὰ σοῦ. Ἔδωκε δὲ αὐτῷ ὁ βασιλεὺς τὰ ὅπλα· ὁ δὲ οὐκ ἠδύνατο βαστάσαι, ὅτι οὐ συνεχώρει τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα συμμερίσηται τὴν νίκην τῶν κατορθωμάτων, ἵνα μὴ εἴπῃ ὁ βασιλεὺς, τὰ ὅπλα ἐνίκησαν. Ῥίπτει τὰ ὅπλα, ἐνδύεται τὴν πίστιν, ἐξέρχεται γυμνὸς, κατατεθωρακισμένος τὴν πίστιν· ἐξέρχεται ποιμὴν, καὶ οὐ στρατιώτης. Ἀφίησι βόλον, ἔπεσεν ὁ ἀλλόφυλος· οὐ τῇ φύσει τοῦ σώματος, ἀλλὰ τῇ δυνάμει τῆς πίστεως τὴν νίκην ἀπενεγκάμενος. Ἔλαβεν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν, καὶ ἐπληρώθη τὸ γεγραμμένον, ὅτι «Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.» Οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν ὁ Θεός· Εὗρον ∆αβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὦ ἐγκώμιον ὑψηλόν! ὦ ἀπόδειξις ἀρετῆς! Οὗτος τοίνυν ὁ τῶν θηρίων περιγενόμενος, ὁ τὸν Γολιὰθ ἀποκτείνας, ὃ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος, ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τὴν καρδίαν, ὁ ἐν βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων ἐπιδειξάμενος· (ἔλαμπε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ' ἀπὸ δακρύων· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·) οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ τὴν πνευματικὴν χάριν ἐπισπασάμενος, ὁ τῆς ἁψίδος τῶν οὐρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ὁ πολέμους καταλύσας· οὗτος ὁ μεγάλα καὶ μυρία κατορθώματα κατὰ τοῦ διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασιλείαν, ὅτε ἐνίκησε μυρίους πολέμους, ὅτε ἔθνη ὑπέταξεν, ἐν μεσημβρίᾳ μέσῃ, μετὰ τὸ ἄριστον, ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε λουομένην γυναῖκα, καλὴν καὶ εὔμορφον· γυναῖκα λουομένην ἐν ὑπερῴῳ, γυναῖκα στρατιώτου ὡραίαν. Εἶδεν, ἐπτερώθη τὸ ὄμμα, ἐδέξατο τὸ βέλος. Ἀκουέτωσαν, οἱ περιέργως τὰ ἀλλότρια καταμανθάνοντες· ἀκουέτωσαν, οἱ περὶ τὰ θέατρα μεμηνότες· οἱ λέγοντες, Θεωροῦμεν, οὐδὲν βλαπτόμεθα. Ὁ ∆αβὶδ ἐβλάβη, καὶ σὺ οὐ βλάπτῃ; ἐκεῖνος ἐβλάβη, καὶ σοὶ ἔχω θαῤῥῆσαι; ὁ τοσαύτην ἔχων τοῦ Πνεύματος χάριν βέλος ἐδέξατο, καὶ σὺ λέγεις μὴ ἁλίσκεσθαι; Καίτοι γε ἐκεῖνος οὐκ εἶδε πόρνην γυναῖκα, ἀλλὰ σώφρονα καὶ σεμνήν· καὶ οὐκ ἐν θεάτρῳ, ἀλλ' ἐν οἰκίᾳ. Σὺ δὲ ἐν θεάτρῳ βλέπεις, ὅπου καὶ ὁ τρόπος κολάζει ψυχήν· οὐ βλέπεις δὲ μόνον, ἀλλὰ καὶ ἀκούεις ῥημάτων κακίας, καὶ βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικὰ πανταχόθεν· πλήττεται ἡ διάνοια τῇ ὄψει, ἀφ' ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ' ὧν ἀκούεις· τῇ ὀσφρήσει, ἀφ' ὧν ὀσφραίνῃ. Τοσαῦτα βάραθρα, τοσαῦται φθοραί· καὶ ἔχω σοι θαῤ ῥῆσαι, ὅτι οὐ γίνῃ θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ γὰρ σίδηρος; Ἄνθρωπος εἶ, τὴν κοινὴν τῆς φύσεως ἀσθένειαν περικείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; θὲς λύχνον εἰς χόρτον, καὶ δύνασαί μοι εἰπεῖν ὅτι οὐ καίεται χόρτος. Τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν οὖν αὐτὴν λουομένην· ἑάλω τῷ κάλλει, ἐδέξατο βέλος, ἔλαβε τὸ τραῦμα. Ἔπεμψε πρὸς αὐτὴν ὁ βασιλεύς· ἦλθε πρὸς αὐτόν· εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν ἐπιθυμίαν. Κελεύει αὐτὴν ἀπελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. Ταῦτα λέγω, καὶ εἰς μέσον φέρω τὸν τετραυματισμένον, ἵνα περιεστῶτες ἴδητε πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει περιεστῶτας, ἵνα ἴδωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον. Πολλῷ μᾶλλον προφήτου χειρουργουμένου πάντας δεῖ ἰδεῖν, ἵνα μάθωμεν, πῶς ὀφείλομεν ἀπαλλαγῆναι τῆς σηπεδόνος καὶ τῶν σκωλήκων. Χαλεπὸν τὸ ἁμάρτημα· ἡ ἐπιθυμία ἐπληρώθη· ἡ ἁμαρτία ἀπηρτίσθη. Ὁ θεραπεύων οὐκ ἦν. Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμισε λανθάνειν τὸν ἄνδρα αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' ὅμως ἡ ἐπιθυμία αὐτοῦ τὸν νοῦν ἐσκότει. Συνέλαβεν ἡ γυνὴ, ἦλθε δρομαῖος ἐπὶ τὸν βασιλέα, καί φησι· Βασιλεῦ, ἀπωλόμην. Ὁ δὲ, Τί ἔχεις; Ἔγκυος ἐγὼ, φησί· ὁ καρπὸς τῆς ἁμαρτίας ἐβλάστησεν· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ περιφέρω· ὁ ἔλεγχος ηὐξήθη τῆς ἁμαρτίας· οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; Ἐννόησον πόσον κακὸν ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρατιώτην φοβεῖται. Οὐ γάρ ἐστι δοῦλος ἕτερος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν. ∆ιάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος; Οὐχὶ σὺ βασιλεὺς εἶ; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ἀλλὰ χαλεπὸν ἁμάρτημα ἐποίησα. Ὦ δυστυχίας μήτηρ! ὦ ἀτιμίας ἔλεγχος! Τί οὖν ὁ βασιλεύς; ἁμαρτίαν ἐπὶ ἁμαρτίαν προστίθησιν. Ἦλθεν οὖν Οὐρίας ἀνὴρ αὐτῆς ἀπὸ τοῦ πολέμου, καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα, καὶ λέγει αὐτῷ· Τί ἐστιν Οὐρία; πῶς ὁ πόλεμος; Λέγει, Καλῶς· ἐνικήσαμεν. Ἤκουσεν ὁ βασιλεὺς ὅτι ὁ στρατιώτης ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ στρατιώτης τὸν πόλεμον ὑπέταξεν, αὐτὸς δὲ ἡττήθη ὑπὸ τῆς ἡδονῆς. Ἐν ἀπορίᾳ τε ὢν ὁ βασιλεὺς οὐκ ᾔσθετο τῆς νίκης διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡττήθη. Λέγει οὖν τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ λοῦσαι, καὶ ἀπόλαυσον τῆς τραπέζης, καὶ τῆς γυναικός σου. Ταῦτα διὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ αὐτοῦ νομισθῇ τίκτεσθαι τὸ παιδίον. Ὁ δὲ ἀκοίμητος ὀφθαλμὸς οὐ συνεχώρει, φειδόμενος τοῦ τετραυματισμένου. Τί οὖν ὁ στρατιώτης; Καὶ πῶς, φησὶ, δύναμαι τὸ ῥῆμα τοῦτο ποιῆσαι; Ἰσραὴλ ἐν πολέμῳ, ἀρχιστράτηγος ἐν παρατάξει, ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῇ παρεμβολῇ, καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; Ἐπειδὴ δὲ λοιπὸν οὐκ ἠδύνατο συσκιάσαι τὸ γεγονὸς, γράφει ἐπιστολὴν πρὸς τὸν στρατηλάτην, ἔχουσαν οὕτως· Λαβὼν στῆσον τὸν Οὐρίαν εἰς τὸ βαρὺ μέρος, ὡς αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ τὴν ἐπιστολὴν, καὶ τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπιστολὴν ἔφερεν αἵματος γέμουσαν. Εἶτα ἔστη ἐν τῷ πολέμῳ, ἀνῃρέθη, καὶ ἔπεσεν. Ἰδοὺ δεύτερον ἁμάρτημα· ὁ φόνος, καρπὸς τῆς μοιχείας ἐγένετο. Ταῦτα λέγω διὰ τοὺς ἁμαρτωλοὺς, καὶ πολλὰ ἑαυτοῖς συνειδότας κακὰ, ἵνα ἀκούοντες μὴ ἀπογνῶσι τῆς ἑαυτῶν σωτηρίας· γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς δὲ δύο ταύτας τὰς πρώτας ἐντολὰς παρέβη. Ἐμοίχευσε, καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χαλεπὸν τὸ ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἀνῃρέθη, καὶ εὐθέως ἐσκίρτησεν ἡ ἁμαρτία συνεσκιασμένη. Τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν· ὁ προφήτης πρὸς προφήτην ὑπάγει, καίτοι ὁ ∆αβὶδ προφήτης ἦν. Πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει; Ὥσπερ γὰρ οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν· καὶ γὰρ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ' ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ' ἐν κακίᾳ διαγινόμενος. Λέγουσιν αὐτῷ· Νάθαν ὁ προφήτης ἔξω. Λέγει, Εἰσελθέτω. Εἰσῆλθεν οὖν ὁ προφήτης, ὁρῶν αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς, καὶ τοῦ τύφου τοῦ βασιλικοῦ. Καὶ τί φησιν; ∆ίκην ἔχω, ἄκουσόν μου. Ὦ σοφία ἰατροῦ! Εἰσῆλθεν βαστάζων σιδήριον, ἵνα τέμνῃ τὸ ἕλκος, ἀλλ' οὐ δεικνύει τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας, καὶ κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον, ἀλλὰ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν· Ὦ παράνομε! ὦ βέβηλε! ὦ μοιχέ! ὦ ἀνδροφόνε! Οὐ γυμνὸν τὸν ἔλεγχον ἔχων, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥησίαν, ἀλλὰ τὸ σιδήριον ἐγκεκρυμμένον. Καὶ λέγει· ∆ίκην ἔχω, ὁ βασιλεύς. Ὁ δέ· Εἰπὲ τὴν δίκην. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης, ὃς οὐκ εἶχεν εἰ μὴ μίαν ἀμνάδα, ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου ἔπινεν, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾷς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν· ἐπὶ γὰρ τῶν πλουτούντων πολὺς ὁ τύφος, ἐπὶ δὲ τῶν πενήτων ἡ γυνὴ ὑπηρέτις γίνεται, καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτῷ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως· ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω· καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τύφος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ· ὁ δὲ Κύριος οὐχ οὕτως. Καὶ γὰρ καὶ ἐγέννησεν ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. ∆ιὰ τοῦτο καὶ ἀντὶ βρώματος τὴν ἰδίαν αὐτοῦ σάρκα ἡμᾶς ἔθρεψεν, καὶ ἀντὶ πόματος τὸ ἴδιον αἷμα ἐπότισεν. Ἦλθε τοίνυν ὁ ξένος ἄνθρωπος πρὸς τὸν πλησίον ἐκεῖνον. Τίς ὁ ξένος; ἡ ἐπιθυμία ἀκόλαστος, ἡ θηριώδης ἐκείνη. Ἦλθε, καὶ οὐκ ἔλαβεν ἀπὸ τῶν ποιμνίων καὶ τῶν βουκολίων αὐτοῦ, ἀλλὰ πέμψας ἥρπασεν τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν καὶ ἀπὸ τῆς τρα πέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς. Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην δικάζειν, καὶ τὸ δίκαιον ἐξέφηνεν μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐκ ἦν γὰρ φιλοστοργία, ἵνα μὴ εἴπῃ τὴν ἀλήθειαν· ἀλλ' ὠργίσθη μὴ βουλόμενος, καὶ λέγει τὸ δίκαιον. Ἐν ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλασίονα ἀποτίσει. Καὶ οὐ κελεύει κατὰ τὸν νόμον· ὁ γὰρ νόμος οὐ κελεύει τὸν κλέπτην τετραπλασίονα ἀποδοῦναι· οὗτος γὰρ καὶ τὸν νόμον ὑπερέβη. Ἐξέβαλε τοίνυν ψῆφον, καὶ ἡ δίκη ἦν ἀπηρτισμένη. Ῥίπτει τὸ προσωπεῖον, καὶ λέγει ὁ προφήτης· Σὺ εἶ βασιλεῦ. Τί οὖν αὐτός; Ἥμαρτον τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν τῆς ψυχῆς. Οὐ γὰρ εἶπεν πρὸς αὐτόν· Ἄθλιε καὶ ταλαίπωρε, πόθεν ὁρμώμενος, καὶ τίνι πεποιθὼς, πεπαῤῥησιασμένως εἰσῆλθες, καὶ ἀπονοίᾳ, καὶ τύφῳ βριθόμενος, βασιλέα οὕτω φανερῶς ἐλέγξαι βουλόμενος; Ἀλλὰ τί λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ. Τί οὖν αὐτός; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. ∆ιὰ πραγμάτων παρώξυνες, διὰ ῥημάτων μετανόει. Ταῦτα λέγω, ἵνα ἀκούωσιν οἱ ἁμαρτωλοὶ καὶ οἱ πεπτωκότες ἁμαρτήμασιν. Ἡμάρτηκα τῷ Κυρίῳ, καὶ ἀφῆκε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπες, Ῥομφαία πεσεῖται ἐπ' αὐτὸν, ἀλλὰ σὺ οὐ μὴ ἀποθάνῃς. Ἠράσθης πόρνης, καὶ ἐπόρνευσας; θέλεις μετανοῆσαι; μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν. ∆ιὰ τοῦτο ἀκροθίνια τῆς ἁμαρτίας ἐξελέξατο ὁ Θεὸς, ἵνα μηδεὶς τῶν μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; ἐννόησον τοὺς μάγους. Ἅρπαξ εἶ; ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; ἐννόησον τὴν πόρνην. Ἀνδροφόνος εἶ; ἀναλόγισαι τὸν λῃστήν. Παράνομος εἶ; ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον· πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρότερον πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πιστευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γενόμενον· πρότερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκοδομοῦντα. Εἶδες ὑπερβάλλουσαν κακίαν, εἶδες νικῶσαν ἀρετήν· εἶδες ἀπόνοιαν δούλου, εἶδες φιλανθρωπίαν ∆εσπότου. Μή μοι λέγε, Βλάσφημός εἰμι, διώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα. Εἰς οἷον ἂν θέλῃς λιμένα κατάφευγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ; ἐν τῇ Καινῇ ὁ Παῦλος, καὶ ἐν τῇ Παλαιᾷ ὁ ∆αβίδ. Μὴ προφασίζου, μὴ ὄκνει. Ἥμαρτες; μετανόησον. Μυριάκις ἥμαρτες; μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, ἵνα φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀπόγνωσις. Ἐφέστηκεν ὁ διάβολος ξίφη ἀκονῶν καὶ ταῦτα λέγων τὰ ῥήματα Ὅλην τὴν νεότητά σου κατῄσχυ νας· ὅλον τὸν βίον σου ἀνήλωσας· πρότερον μετὰ πόρνης, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐψεύσω, ἐπιόρκησας, ἐβλασφήμησας. Ποία σωτηρίας ἐλπίς; ἀπώλου, λοιπὸν ἀπόλαυε καὶ τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα· ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπώλου; ἀλλὰ δύνασαι σωθῆναι. Ἐμοίχευσας; ἀλλὰ δύνασαι ἀπαλλαγῆναι. Ἔπεσας; ἀλλὰ δύνασαι ἀναστῆναι. Μικρὰ ἡ μετάνοιά σου; ἀλλὰ μεγάλη τοῦ ∆εσπότου ἡ φιλανθρωπία. Ἐφόνευσας; ἀλλὰ μετανόησον, ἀλλὰ μετάγνωθι. Ἐμοίχευσας; [ἀλλ' ἐξομολόγησαι. Πέπτωκας;] ἀλλὰ ἀνάστηθι. Ἐτραυμάτισας; ἀλλὰ θεραπεύθητι. Καὶ ἕως ὅτε ἐμπνεῖς, ἐὰν ἁμαρτάνῃς ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης ἐφ' ἧς κατάκεισαι ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου, τότε μετανόησον τοῦ καιροῦ. Ἡ στενοχωρία οὐ θλίβει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς καὶ ποίῳ τρόπῳ, ἑλκῶν γέμων καὶ τραυμάτων ἐμπεπλησμένος, ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομολογήσασθαι; ∆ύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου ὧδε μένει. Μή μοι λέγε, Πῶς σώζομαι; Ὅταν ὁ Θεὸς ἐργάζηται, εὐθύνας μὴ ἀπαίτει. Ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ὁ ἰατρὸς, τέμνει, καίει, μυρία ἐπάγει φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ τοῦ συνδούλου· καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ οὐ παραχωρεῖς; μὴ λέγε, πῶς; ἀλλὰ θαύμαζε. Ἐπερωτῶ οὖν σε· Πῶς ὁ λῃστὴς ἐσώθη, ὁ πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν αἵμασι καταναλώσας; τοίχους διώρυξεν, οὐσίας ἥρπασεν, οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώπων κατεδικάσθη, καὶ παρὰ Θεῷ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ὧδε ἀπώλεσεν, καὶ τὰ ἐκεῖ ἔλαβεν. Πῶς, εἰπέ μοι; Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν. Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία, κερασθεῖσα τῇ μετανοίᾳ, τὸν λῃστὴν ἐποίησε παραδείσου πολίτην. Πῶς; οὐκ οἶδα· μὴ ἀπαίτει τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με μόνον, παρακαλεῖς τῷ ἰατρῷ, τῆς ἀῤῥωστίας· τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ ἐργαζόμενος. Πῶς δὲ μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται ἁλισκόμενοι δεσμωτήρια οἰκοῦσι, τῷ δὲ νεύματι τοῦ βασιλέως μόνον ἀφίενται; Βασιλεὺς ὁ σύνδουλός μου. Τί γάρ; Εἶ καὶ πορφυρίδα περιβέβληται, οὐδὲν πλέον τῆς ἐμῆς οὐσίας ἔχει. Τὸ αὐτό μοι φῦλόν ἐστιν· καὶ νεύει, [καὶ] ἀφίενται· καὶ μικρὰ γράμματα, καὶ ἐλύθη ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐθεντία ἀντίκειται, ἀλλὰ τὸ ἀξίωμα τοῦ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Ὁ δὲ Θεὸς ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων δεσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται; Καὶ βασιλεὺς μὲν, ἐὰν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχὶ ἁμαρτιῶν· ὁ δὲ Θεὸς ἁμαρτίας ἀφίησιν. Λέγει, Οὐ θέλω μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο. Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκείνου τὴν γνώμην, καὶ ἤμβλυνε τὴν ἁμαρτίαν. Καὶ ἵνα μάθῃς, εἶπεν· Θέλω, γενέσθω ὁ οὐρανὸς, καὶ ἐγένετο ὁ οὐρανός. Θέλω γενέσθαι γῆν, καὶ μὴ οὖσαν ὑπέστησεν. Θέλω γενέσθαι ἀγγέλους, καὶ ὁ χορὸς τῶν ἀγγέλων συνέδραμεν. Οὐσίας νοερὰς καὶ σώματα μὴ ὑφεστῶτα ἐργάζεται ὁ λόγος, καὶ ἁμαρτήματα λῦσαι οὐ δύναται; Τί ἐστιν ἁμαρτία πρὸς τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν; Ἀράχνη, ἄνεμος ἐφύσησεν, καὶ διασπᾶται ἡ ἀράχνη· Θεὸς βούλεται, καὶ οὐ καταλύεται ἁμαρτία; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα ὑμᾶς εἰς πίστιν ἀγάγω προσδοκίας μείζονος καὶ χρηστοτέρας ἐλπίδος. Μηδέποτε ἀπογίνωσκε ἀνθρώπου, εἰ μὴ τοῦ ἀπογινώσκοντος ἑαυτοῦ. Ἐννόησον τοίνυν τὸν προφήτην, τὸν μετὰ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ τὸ πλῆθος τῶν κατορθωμάτων, μετὰ τροπαῖα τοιαῦτα, ἀνακηρύττοντα, καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἔῤῥιψα τῆς τοῦ ∆εσπότου φιλανθρωπίας. Καὶ τί θέλεις, εἰπέ μοι; Ἤκουσας τοῦ προφήτου λέγοντος· Κύριος ἀφεῖλε τὸ ἁμάρτημά μου. Οὐ ζητῶ τοῦτο μόνον· τὸ κάλλος μου ζητῶ, τὴν παῤῥησίαν μου ζητῶ. Κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἔτι πλείονα ζητῶ, μείζονα λαμπηδόνα, μείζονα καθαρότητα· Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ σύντεινον σαυτόν· ὁ ἔλεος τοῦ Θεοῦ ἄφατος, καταληφθῆναι μὴ δυνάμενος, ὑπερβαίνων νοῦν, νικῶν λογισμὸν, ἀλλὰ χρείαν ἔχει καὶ τῶν παρ' ἡμῖν. Πρόσεχε ὃ λέγω· Θεὸς ἐλεεῖ, ἀλλ' οὐχ ἁπλῶς ἐλεεῖ, ἀλλὰ λέγει· ∆ὸς καὶ σύ τι. Οἷον λέγω· μυρίων γέμεις ἁμαρτημάτων, φορτία ἔχεις πλημμελημάτων, θέλω αὐτὰ κουφίσαι. ∆ὸς καὶ σὺ χεῖρα. Οὐκ ἐπειδὴ ἐγώ σου χρείαν ἔχω, ἀλλ' ἐπειδὴ βούλομαι καὶ σέ τι συνεισενεγκεῖν εἰς τὴν σωτηρίαν. Πῶς οὖν ὁ λῃστὴς ἐσώθη, καὶ τοσαῦτα ἔλυσεν ἁμαρτήματα; ἀλλ' οὐκ ἐλέῳ μόνον, ἀλλὰ καὶ τῇ ἑαυτοῦ πίστει. Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί εἰσήνεγκεν ὁ Θεὸς εἰς σωτηρίαν ἐκείνου; λύσιν ἁμαρτημάτων. Τί εἰσήνεγκεν ὁ λῃστὴς εἰς σωτηρίαν ἑαυτοῦ; πίστιν. Ποταπήν; μεγάλην, ὑψηλὴν, τοῦ οὐρανοῦ ἁπτομένην. Πῶς ἐγὼ λέγω; Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, δαίμονας ἐλαυνομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχθὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα μάγους, τὴν ἄνω, τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα ἐσταύρωσαν. Ὁ λῃστὴς οὐδὲν τούτων εἰδὼς, ἀλλ' ἐμπτυόμενον, ὑβριζόμενον, οὐκ ἐσκανδαλίσθη, ἀλλὰ βασιλέα ὡμολόγησεν. Ὅρα ὅτι οὐχ ἁπλῶς ἠλεήθη, ἀλλὰ καὶ αὐτὸς εἰσήνεγκε. ∆εῖ γὰρ τὸν ἐλεούμενον καὶ αὐτὸν εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν. Πάλιν ὁ τελώνης ἅρπαξ ὢν, πλεονέκτης, πῶς ἐσώθη; Παρῆν ὁ Χριστὸς, καὶ λέγει αὐτῷ· ∆εῦρο, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὥσπερ ὁ λῃστὴς τὸ ῥῆμα εἰσήνεγκεν, οὕτως ὁ τελώνης τὴν ἀκολούθησιν αὐτῷ παρέσχεν· ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ τοῖς νοσήμασιν ἀνιάτως κατεχομένων, καὶ πολυτελῶν δεομένων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον, Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατασκευὴν τοῦ φαρμάκου· λέγει αὐτῷ, Πένης εἰμὶ, οὐκ ἔχω· εἶτα λέγει ἰατρός· Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα ἀπ' ἐμαυτοῦ παρέχω· τοῦτο λέγει καὶ ὁ Κύριος· Ἐξομολόγησίν μοι δὸς, καὶ δάκρυον, καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι. Βλέπε τί γίνεται· Ἐὰν σὺ τῆς ἁμαρτίας μνησθῇς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύει. Ἐὰν δὲ σὺ αὐτῆς ἐπιλάθῃ, ὁ Θεὸς αὐτῆς μνημονεύει. Λέγει γάρ· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι. Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατορθωμάτων ἐπελάνθανον, τῶν δὲ ἁμαρτημάτων ἐμνημόνευον· οὐχ ὡς νῦν ἄνθρωποι, τῶν μὲν ἁμαρτημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρηστὸν, εἰς μέσον ἄγουσιν, φυσώμενοι καὶ κομπάζοντες, τὸν ἔπαινον παρὰ ἀνθρώπων θηρώμενοι. Ἐποίησας ἀγαθόν; ἐπιλάθου, ἵνα ὁ ∆εσπότης σου αὐτὸ εἴπῃ. Ἐποίησας κακόν; μνήσθητι, ἵνα ὁ ∆εσπότης σου αὐτοῦ ἐπιλάθηται. Παραχώρησον τῷ ∆εσπότῃ σου· μὴ γὰρ οὕτως λέγεις σὺ τὰ κατορθώματα, ὡς λέγει αὐτὰ ὁ ∆εσπότης; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ ∆εσπότης σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Τὰ ἁμαρτήματά σου λέγε, ἵνα ἐξαλείψῃς. Ἀλλ' αἰσχύνῃ εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ' ἡμέραν ἐν τῇ εὐχῇ σου. Μὴ γὰρ λέγω σοι, Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε; Εἰπὲ τῷ Θεῷ τῷ θεραπεύοντι αὐτά. Μὴ γὰρ ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός· μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μαθεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου, ἠπίστατο. Εἰργάζου, καὶ οὐκ ᾐσχύνου ἐργάσασθαι. Τὰ πράγματα οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ δικαιοῦντά σε αἰσχύνῃ. Εἰπὲ ὧδε, ἵνα ἐκεῖ μὴ εἴπῃς· εἰπὲ, καὶ δάκρυσον. Ἐν βιβλίῳ γέγραπται τὰ ἁμαρτήματά σου. Σπόγγος ἐστὶ τὰ δάκρυά σου· δάκρυσον, καὶ ἐξαλείφεται· δάκρυσον, καὶ εὑρίσκεται ἐκεῖ καθαρὸν τὸ βιβλίον. Ἡ πόρνη μὴ αἷμα ἐξέχεεν; ἀλλ' ἐξήλειφε τὰ ἁμαρτήματα. Καὶ τί λέγω πόρνην, ἀκάθαρτον γυναῖκα; ὁ στύλος τῆς Ἐκκλησίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ μακάριος Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν, καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον; μὴ αἷμα ἐξέχεεν; Πηγὰς δακρύων ἐξέχεεν, καὶ ἔκλυσε, καὶ ἀπεσμήξατο τὸ ἁμάρτημα. Οὐκ ἔχεις ἐν τῇ οἰκίᾳ βιβλίον, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν; ἀλλ' ἔχε ἐν τῷ συνειδότι βιβλίον, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά. Οἷόν τι λέγω· ὅταν ἀναπέσῃς ἐν τῇ κλίνῃ, καὶ μηδείς σοι διενοχλῇ, πρὶν ἢ εἰσελθεῖν σοι τὸν ὕπνον ἄγε τὸ βιβλίον εἰς τὸ μέσον, καὶ ἀναλόγισαι τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ· Ἆρα μὴ ἡμάρτηκα σήμερον; μὴ ἐν λόγῳ; μὴ ἐν ἔργῳ; Τοῦτο παραινεῖ ὁ προφήτης· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ἐν ἡμέρᾳ οὐκ ἄγεις σχο λὴν, ἀλλὰ καὶ ἀρχόντων φόβος, καὶ ἑτέρων ὁμιλίαι, καὶ πραγμάτων φροντὶς, καὶ παιδοτροφίας πρόνοια, καὶ γυναικὸς ἐπιμέλεια, καὶ φροντὶς τραπέζης, καὶ μυρία σε περιέλκει πράγματα. Ὅταν δὲ ἐπὶ τὴν εὐνὴν ἔλθῃς, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, καὶ μηδείς σοι διενοχλῇ, εἰπὲ τῇ καρδίᾳ τῇ σῇ, καὶ τῇ ψυχῇ, Ἀνηλώσαμεν τὴν ἡμέραν σήμερον, ὦ ψυχή. Τί ἀγαθὸν εἰργασάμεθα, ἢ τί πονηρὸν ἐπράξαμεν; καὶ μνήσθητι τῆς γεέννης, ἵνα τῷ ἀγαθῷ προσθῇς, καὶ τὸ πονηρὸν ἀνέλῃς. Ἐὰν ᾖς ἐν τῇ κλίνῃ, [καὶ] μνησθῇς σου τὰ ἁμαρτήματα, δάκρυσον, καὶ δύνασαι αὐτὰ ἐν τῇ κλίνῃ ἐξαλεῖψαι. Παρακάλεσον τὸν Θεὸν, καὶ οὕτως παράπεμψον τὴν ψυχὴν τῷ ὕπνῳ. Ἡ πρόφασις τῶν ἁμαρτωλῶν αὕτη· Ἁμαρτωλός εἰμι, φησὶν, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶναι ἔφης, ἀπάντησον, ἵνα γένῃ δίκαιος. ∆ίκαιος εἶ; ἀπάντησον, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης. Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; ἀλλὰ διὰ τοῦτο θυσία καὶ Ἐκκλησία· διὰ τοῦτο εὐχὴ καὶ νηστεία. Ἐπειδὴ πολλὰ τραύματα τῆς ψυχῆς, καὶ τὰ φάρμακα κατ' αὐτῶν εὕρηνται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον φάρμακον κατεσκεύασται. Ἔχεις ἐκκλησίαν, θυσίαν ἐπιτελουμένην, εὐχὰς Πατέρων, Πνεύματος ἁγίου χορηγίαν, μαρτύρων μνείαν, συναθροισμὸν ἁγίων, καὶ ἄλλα πολλὰ τοιαῦτα δυνάμενά σε ἀπὸ ἁμαρτίας ἀνακαλέσασθαι εἰς δικαιοσύνην. Οὐκ ἀπήντησας εἰς εὐχὴν μαρτύρων; καὶ ποίαν σχοίης συγγνώμην, εἰπέ μοι; Φροντίς σε βιωτικὴ ἐκράτησεν; μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν; Ἁμαρτωλός εἰμι, φησὶν, καὶ οὐ δύναμαι. Καὶ ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε. Οὐκ οἶδας ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, καὶ αὐτοὶ ἁμαρτίαις εἰσὶ προσηλωμένοι; σάρκα γάρ εἰσιν ἐνδεδυμένοι, καὶ αἵματι συμπεπλεγμένοι, καὶ ὀστέοις εἰσὶ συνδεδεμένοι, καὶ αὐτοὶ ἡμεῖς οἱ ἐπὶ τοῦ θρόνου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπεπλέγμεθα. Ἀλλ' οὐκ ἀπογινώσκομεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν τινὰ προσάπτομεν. Πάντες γὰρ ἄνθρωποί ἐσμεν, ἐκ τῶν αὐτῶν στοιχείων συμπεπλεγμένοι. Οὐ παραιτούμεθα τὴν διδασκαλίαν, ἀφορῶντες εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Καὶ ὑμεῖς ἁμαρτόντες οὐ τοσοῦτον ἔγκλημα ἔχετε· ὑπὸ γὰρ διδάσκαλόν ἐστε. Ἡμεῖς δὲ ὅσῳ πολλῷ τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ πολλῷ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα. Ἄλλο γάρ ἐστι τὸν διδασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα. Καὶ τοῦτο κατὰ τὴν θείαν διοίκησιν γέγονεν, τὸ τοὺς ἱερεῖς καὶ αὐτοὺς ἁμαρτίᾳ ὑποπεσεῖν· ἐπεὶ εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον εἶναι περὶ τοὺς ἄλλους, καὶ ἀσύγγνωστοι. Ἀλλὰ διὰ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθεσι δουλεύειν παρεσκεύασεν, καὶ τοὺς ἄρχοντας, ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, συγγνώμην διδῶσι τοῖς ἁμαρτάνουσιν, καὶ οἷς ἤμελλε πιστεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτοις συνεχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλλους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, μηδὲ ἁμαρτίᾳ ὑπέκειντο, οὐδεμίαν εἶχον συγγνώμην διδόναι τοῖς ἁμαρτάνουσιν, ἀλλ' ἀπανθρωπίᾳ φερόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς Ἐκκλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ στοχαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς ἱστορίας πείσωμεν· Πέτρος ἤμελλεν πιστεύεσθαι τὰς κλεῖς τῆς βασιλείας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἤμελλεν πιστεύεσθαι τὸ πλῆθος τῶν λαῶν. Τί γάρ φησιν ὁ ∆εσπότης πρὸς αὐτόν; Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τῷ οὐρανῷ, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τῷ οὐρανῷ. Ἦν οὖν ὁ Πέτρος ἀνήμερος καὶ ἀπότομος. Εἰ δὲ ἔσχεν καὶ τὸ ἀναμάρτητον, ποίαν συγγνώμην εἶχον οἱ παρ' αὐτοῦ διδασκόμενοι; Ἀλλὰ διὰ τοῦτο ἡ θεία χάρις πραγματεύεται πρὸς ὀλίγον αὐτοῦ ἀποστῆναι, ὥστε ἁμαρτήματι περιπεσεῖν τὸν Πέτρον, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθεν, φιλανθρωπότερος γένηται πρὸς τοὺς ἄλλους. Καὶ βλέπε τινα συγχωρεῖ περιπεσεῖν ἁμαρτήματι· Πέτρον ἐκεῖνον τὸν κορυφαῖον τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν περίβολον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀχείμαστον, τὸν πύργον τὸν ἀσάλευτον· Πέτρος ἐκεῖνος, ὁ λέγων τῷ Χριστῷ, Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε καταλ[ε]ίπω· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως τὴν ἀλήθειαν ὁμολογήσας, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος οὗτος ἐλθὼν ἐν τῇ νυκτὶ ἐκείνῃ ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς ἀνθρακιᾶς, ἐθερμαίνετο· καὶ προσελθοῦσα ἡ κόρη λέγει αὐτῷ· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου ἦς. Ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω; οὐκ ἀρτίως ἔλεγες, Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι; Καὶ νῦν ἀρνῆσαι καὶ λέγεις, Οὐκ οἶδα τοῦτον τὸν ἄνθρωπον. Οὐδέπω βασάνους, οὐ μάστιγας εἰδὼς, ἀλλ' ἁπλῶς μικρᾶς κόρης ῥήματα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῆσαι, Πέτρε· οὐδέπω βασανιστήρια, οὐδέπω πληγαὶ, οὐδέπω μάστιγες, οὐδέπω θυμοὶ, οὐδέπω ξίφη ἠκονημένα, οὐδέπω ἄρχοντες ἀπειλοῦντες, οὐδέπω θάνατος προσδοκώμενος ἢ ἀπειλούμενος, οὐδέπω φυλακαὶ, καὶ κρημνοὶ, καὶ θάλασσα, καὶ ἤδη ἀρνῆσαι; Καὶ αὖθις ἡ κόρη· Ἀληθῶς καὶ σὺ μετ' αὐτοῦ ἦς. Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῆσαι; οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, μᾶλλον δὲ οὐδὲ γυνή· καὶ αὐτὴ θυρωρὸς, ἀπεῤῥιμμένη, αἰχμάλωτος, οὐδενὸς λόγου ἀξία. Ὢ κακῶν πραγμάτων! Κόρη τὸν Πέτρον ἐνίκησεν· κόρη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξεν. Πέτρος ὁ στύλος οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησεν, καὶ αὐτὸς ἐσαλεύθη. Τίνα εἶδες, ὦ Πέτρε, καὶ ἀρνῆσαι; κόρην εὐτελῆ, εὐκαταφρόνητον, θυρωρόν· ταύτην εἶδες καὶ ἀρνῆσαι; ἀλλ' ὅμως πάλιν τὸ τρίτον· Καὶ σὺ μετ' αὐτοῦ ἦς; Ὁμοίως ἠρνήσατο. Καὶ οὕτως ἐμβλέψας αὐτὸν ὁ Χριστὸς, εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκεν τῶν λεχθέντων. Ὁ δὲ συνεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλ' ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρτίαν. Εἶδε γὰρ, ὡς Θεὸς, ὅτι ἀνθρωπίνου τι ὑπέστη. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρτημα, καὶ τὸ τοῦ ∆εσπότου συγχώρημα, συγχωρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν. Αὐτὸς γὰρ συνεχωρήθη ὑποπεσεῖν ἁμαρτίᾳ, ὁ τὴν Ἐκκλησίαν μέλλων πιστεύεσθαι, ὁ στύλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως. Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης, συνεχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπόθεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς, καὶ ἐπὶ τοῦ θρόνου καθεζόμενοι, ἁμαρτίαις συνδεδέμεθα. ∆ιὰ τοῦτο οὐκ ἄγγελος ἐπιστεύθη τὴν ἱερατείαν, οὐκ ἀρχάγγελος· ἀναμάρτητοι γάρ εἰσιν· ἵνα μὴ τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοῖς βάλλωσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπων ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἁμαρτίᾳ καὶ ἡδονῇ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρτάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλανθρωπότερος γίνηται περὶ ἐκεῖνον. Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύσαντα, αὐτὸς ἀνῄρει, ὅτι αὐτὸς τῷ πάθει τούτῳ οὐχ ὑπόκειται. Εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν, οὐκ ἐδίδασκεν, ἀλλ' εὐθὺς ἀνῄρει. Τὸ γὰρ ἐκεῖνον μὴ εἶναι τοιοῦτον, εἰς ὀργὴν αὐτὸν ἔφερεν κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τούτου ἄνθρωπος, εἰδὼς τὰ πλημμελήματα, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἐρχομένοις, καὶ μὴ κενῶται διὰ τῆς ὀργῆς ἡ Ἐκκλησία. Εἴ τίς ἐστι ψυχὴ ἁμαρτίᾳ μεμελανωμένη, μὴ φοβείσθω· μόνον μετανοείτω. Εἰ καὶ πρὸς ἐσχάτην ἀναπνοὴν τυγχάνῃ, καὶ οἱονεὶ πρὸς ἑσπέραν ὥραν ἐστὶ, μὴ φοβείσθω. Μόνον μετανοείτω μετὰ κλαυθμοῦ. Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης· ἀκούσας δὲ Ἡσαΐου λέγοντος πρὸς αὐτὸν, Τάξαι περὶ τοῦ οἴκου σου· μέλλεις γὰρ τελευτᾷν, καὶ οὐ ζήσεις, στραφεὶς δὲ πρὸς τὸν τοῖχον, δάκρυσι μετανοίας τὴν κλίνην ἐδρόσιζεν, καὶ πέντε καὶ δέκα ἐτῶν ζωῆς χρόνον παραχρῆμα ἔλαβεν. Μηδεὶς ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Τελώνης εἶ; δύνασαι γενέσθαι εὐαγγελιστής. Λῃστὴς εἶ; δύνασαι συλῆσαι τὸν παράδεισον. Μάγος εἶ; δύνασαι προσκυνῆσαι τὸν ∆εσπότην. Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη. ∆ιὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηρίας ἐξελέξατο ὁ Θεὸς, ἵνα μὴ εἰς τέλος ἀποφυγὴν ἔχοις. Μή μοι λέγε, Ἀπωλόμην· καὶ τί λοιπόν; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας. Ἰατρὸν ἔχεις θελήματι κατορθοῦντα μόνον, καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστρέφοντα πολλῷ μᾶλλον διορθῶσαι δύναται. Οὐκ εἰς τὸ πρότερον ἔλαβεν χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; Πῶς τὴν γῆν σάρκα ἐποίησεν; πῶς νεῦρα; πῶς ὀστᾶ; πῶς φλέβας; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρῦς; πῶς γλῶσσαν; πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα ἅπαντα; οὐ γῆ ἦν τὸ ὑποκείμενον; οὐ μία οὐσία; καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν, καθ' ὃν καθαίρει τὰ ἁμαρτήματα; ὥσπερ γὰρ τὸ πῦρ ἐμπίπτον εἰς ἀκάνθας, ἀναλίσκει τὰς ἀκάνθας, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ, καὶ πρόῤῥιζον ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον· μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι. Ἥμαρτες πολλὰ καὶ μεγάλα; καὶ τίς ἐστιν ἀναμάρτητος; ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχὴ διορθώσεώς ἐστιν· στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα· μὴ γὰρ ἄλλο τι ἐξέχεεν ἡ πόρνη; δάκρυα ἦν, καὶ ἔλαβε τὴν λύσιν τῶν ἁμαρτιῶν. Κλαῦσον πρὸ καιροῦ, ἵνα μὴ κλαύσῃς ἐκεῖ. Νῦν μετανόει ὅτε ἔξεστι. Μηδὲ τότε τῶν ἁμαρτιῶν μετανόει, ὅτε οὐκ ἔστι καιρὸς μετανοίας. Ἐργασώμεθα τὸ ἀγαθὸν, ὡς ἔτι δυνάμεθα. Χρήματα ἐὰν ἀπολέσωμεν, δυνάμεθα καὶ αὖθις αὐτὰ ἐπιλαβέσθαι· καιρὸν δὲ ἐὰν ἀπολέσωμεν, ἄλλον εὑρεῖν οὐ δυνάμεθα. Οὐχ οὕτως ἐραστὴς μανικὸς τῆς ἑαυτοῦ ἐρωμένης ἐρᾷ, ὡς ὁ Θεὸς τῆς μετανοούσης ψυχῆς. Τοιαύτη γὰρ ἡ τοῦ ∆εσπότου φιλανθρωπία, οὐδένα τῶν προστρεχόντων ἀποστρεφομένη, ἀλλὰ χεῖρα ὀρέγει. Οὐκ ἔστι χρεία καιροῦ πρὸς τὸν σωθῆναι θέλοντα· ἀμέλει ὁ λῃστὴς οὐκ ἐν χρόνῳ ἐσώθη, ἀλλὰ πιστεύσας μόνον, τὸν ἀδαπάνητον θησαυρὸν τῆς βασιλείας ἐκέρδησεν. Μὴ ἀπογίνωσκε, μηδὲ ἀφίστασο τῆς εὐχῆς, ἀλλὰ πρόσελθε ἁμαρτωλὸς ὢν, ἵνα δοξάσῃς σὺ τὸν ∆εσπότην, ἵνα δῷς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχωρήσει τῶν ἁμαρτημάτων τῶν σῶν ἐπιδείξασθαι. Ὡς ἐὰν φοβηθῇς προσελθεῖν, ἐνεπόδισας αὐτοῦ τῇ ἀγαθότητι, καὶ ἐκώλυσας αὐτοῦ τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον. ∆έχεται καὶ λίαν ἀσμένως τῶν μετανοούντων τὸν θρῆνον πρὸς ἀνάληψιν εὐδοκιμήσεως καὶ εὐκοσμίας λυσιτελὲς, καὶ ἄμεινον τὸ, πρὶν παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, παντὸς ἐγκλήματος ἀπαλλάττεσθαι, καὶ τοῖς αἰτιᾶσθαι μέλλουσιν προσαπονέμειν τὰς θεραπείας, καὶ πάσης αἰτίας προσαπονίψασθαι ῥύπον, πρὶν ἂν πέσωμεν εἰς τὰς περὶ τούτων κολά σεις, καὶ εἰσπραχθῶμεν τὰς δίκας παρὰ τοῦ δικαίου κρίνοντος. Ταχείας δεῖ τῆς μετανοίας, ἵνα μὴ ὡς μέλλει καὶ βραδύνει, ὁ μὲν χρόνος φαύλην ἕξιν εἰς ἀσέβειαν ἑαυτῷ ἐργάσηται, αὐτὸς δὲ γενόμενος ἀδόκιμος περὶ τὸν νοῦν, τὰ ἄνω κάτω λογίσηται. Ἐφ' οἷς ἐὰν εὕρω ὑμᾶς, ἐπὶ τούτοις κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων. Ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξάθλῳ γενομένῳ· τῷ δὲ χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον, ὕστερον μετανοήσαντι, πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνῳ, ἀκριβείας δεῖται πολλῆς, ὥσπερ τοῖς μακρᾷ νόσῳ πεπονηκόσι σώμασι, διαίτης χρεία καὶ προσοχῆς πλείονος. Ἔστι μὲν δυνατὸν ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ Θεοῦ δυνάμεως, καὶ ἀνθρωπείας ἱκεσίας, καὶ ἀδελφῶν βοηθείας, καὶ εἰλικρινοῦς μετανοίας, καὶ συνεχοῦς μελέτης κατορθοῦται. Καλὸν μὲν τὸ μὴ ἁμαρτεῖν, ἀγαθὸν δὲ καὶ τοὺς ἁμαρτάνοντας μετανοεῖν, ὥσπερ ἄριστον τὸ ὑγιαίνειν ἀεὶ, καλὸν δὲ καὶ τὸ ἀνασφῆλαι μετὰ τὴν νόσον. Ἡ ἀληθινὴ μετάνοια, τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εὑρεθῆναι, ἀλλ' ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς, ἐφ' οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν. –Ἐπιστρέψαι ὄντως ἐστὶν ἀπὸ ἁμαρτιῶν, τὸ παύσασθαι, καὶ μηκέτι βλέπειν εἰς τὰ ὀπίσω. Ἡ τῶν ἁμαρτημάτων μετάνοια καθαρὸν ποιεῖ τοῦ μετανοοῦντος τὸν νοῦν. –Τὴν παροῦσαν ἀρετὴν ὁ Θεὸς ἀποδεχόμενος, τῶν παλαιῶν ἁμαρτιῶν ἀμνημονεῖ. Τὸ μὴ ἀναστῆναί τινα πεσόντα, ἀλλ' ἐπιπίπτειν τῇ ἁμαρτίᾳ, καταφρονητοῦ ἐστιν, καὶ λίαν ἄφρονος. –Τῶν ἀπὸ ἀσεβείας μετανοησάντων ἡ ἀσέβεια ἄτοπος οὖσα οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἦν ἀπ' ἀρχῆς, οὐδὲ ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. – Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. Τοῖς ἁμαρτάνουσιν οὐκ εὐθὺς ἐπέξεισιν ὁ Θεὸς, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν, καὶ τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν. –Οὐδείς ποτε ἀπώλετο, τῷ δραστικῷ φαρμάκῳ τῆς μετανοίας χρησάμενος. Μέγα μὲν τὸ μηδέποτε καταδέχεσθαι πταίειν· εἰ δὲ κατὰ συναρπαγήν ποτε τοῦ ἐχθροῦ πταῖσμα προσγένοιτο, τῇ ἐλπίδι προσφευκτέον τῇ χρηστοτέρᾳ. Πρὸς γὰρ τἀναντία αἱ ῥοπαὶ τῶν ἀνθρώπων. Εἴωθεν ἡ πνευματικὴ διδασκαλία ἐξελαύνειν τὸν ἐναποτεθέντα ταῖς ψυχαῖς ἐκ τῆς κακίας καπνόν. Ἐπιθυμοῦσιν οἱ δαίμονες τοῦ ἀπολέσθαι ἡμᾶς· ἡμῶν δὲ μετανοούντων ἐκεῖνοι ἀστοχοῦσιν, καὶ ἡ Γραφὴ πληροῦται ἡ λέγουσα, ὅτι Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Ὅπου ἂν παρεισέλθῃ τὸ πνεῦμα τῆς μετανοίας, ἐκεῖ δῆλον, ὅτι πάσης ἁμαρτίας γίνεται καταστροφὴ, καὶ τῶν ἀλαστόρων δαιμόνων κατάλυσις. Μεγάλα πρὸς σωτηρίαν ἰσχύει ἡ ἀγαθὴ μεταμέλεια, ἥντινα διηνεκῶς γεωργήσωμεν, ἵνα σωθῶμεν, καὶ μὴ ἀπολώμεθα. Οὐ μικρὸν τοῖς ἐλαχίστοις, καὶ τὸ μίαν βαθμίδα τῆς τῶν ἀρετῶν κλίμακος ἀναβῆναι, καὶ τέως ἄνω γενέσθαι τῆς κακίας ἀποστάντα. Τόλμησον προσελθεῖν μετὰ κλαυθμοῦ τῷ οὐρανίῳ ἀρχιάτρῳ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς σου ἀπογυμνώσας τραύματα δεήθητι. Οὐδὲν γὰρ ἂν εἴη τραῦμα ἢ πάθος, ὅπερ μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς ὁ φιλάνθρωπος Θεὸς ἡμῶν. Τοὺς σκώληκας τῆς διανοίας ἐξαφανίζειν σπεῦδε δι' εὐχῆς, καὶ νηστείας, καὶ ἀγρυπνίας εὐτόνου. Χριστὸς ὁ βασιλεὺς Θεὸς οὐδαμῶς ἀποστρέφεται τοὺς πρὸς αὐτὸν κεχηνότας, καὶ ἀπὸ βάθους καρδίας στενάζοντας, κἂν πολλοῖς ἁμαρτήμασι πεφορτισμένοι τυγχάνωσιν· ἀλλὰ καὶ προσίεται, καὶ καθαρίζει τούτους, καὶ τῆς υἱοθεσίας δωρεῖται τὸ χάρισμα, καὶ ἀρετῶν ἐργάτας ἀποφαίνει προϊόντος τοῦ χρόνου. Εἶπεν, Ἐλέησόν με. Ὅπου ἔλεος, ἐξέτασις οὐκ ἔστιν. Ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται. Ὅπου ἔλεος, εὐθύναι οὐκ ἀπαιτοῦνται. Ὅπου ἔλεος, ἀνεξέταστος σωτηρία. Ὅπου ἔλεος, συγκεχωρημένη ἀπολογία. Ἐλεηθῆναι ζητῶ μόνον· τίνος ἕνεκεν ἀπαιτεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σωτηρίαν· Ἐλέησόν με Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Εἶπες μέγα, εἰπὲ καὶ πόσον. Οὐκ οἶδα· ὅτι μὲν μέγα, οἶδα· καταλαβεῖν δὲ οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους. Οὐχ ἑρμηνεύει λόγος· οὐ καταλαμβάνει διάνοια. Βλέπω τὸν καρπὸν τοῦ ἐλέους μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγα, ὀλίγοι ἂν ἐσώθησαν. Οὐ βούλομαι οὖν τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Ἐπειδή τινες προφασίζονται, οἱ μὲν γάμον, οἱ δὲ στρατείαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πενίαν, καὶ ἄλλοι ἄλλα τινὰ εἶναι ἐμπόδια τῆς σωτηρίας, βούλομαι σήμερον πᾶσιν ὑμῖν ὑποδεῖξαι, ὅτι οὐδὲ πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε τέχναι, οὔτε τι τῶν τοιούτων, πρὸς τὴν σωτηρίαν. Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον, καὶ ἀπῆλθεν· ἀλλ' ἔτι καὶ δῶρα προσήνεγκεν. Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετήγαγεν. Ὁ ∆εσπότης παρεγένετο, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ὑβρίζεις, καὶ λέγεις ὅτι ἐμπόδιόν ἐστι πρὸς σωτηρίαν ὁ γάμος; οὐδὲν τοιγαροῦν ἐμπόδιον πρὸς εὐσέβειαν. Μωσῆς γυναῖκα εἶχεν, καὶ τέκνα, Ἠλίας παρθένος ἦν· καὶ ὁ μὲν Μωσῆς ἐκ τοῦ οὐρανοῦ μάννα κατήγαγεν, ὁ δὲ Ἠλίας ἐκ τοῦ οὐρανοῦ πῦρ. Μωσῆς ὀρτυγομήτραν ἤγαγεν, καὶ Ἠλίας λόγῳ τὸν οὐρανὸν ἔδησεν. Μωσῆς τῷ Θεῷ ὡμίλησεν, ὁμοίως καὶ Ἠλίας ἠξιώθη τῆς τοῦ Θεοῦ ὁμιλίας. Μωσῆς θάλασσαν ἔσχισεν, καὶ τὸν λαὸν διήγαγεν, Ἠλίας τῷ ἅρματι πυρίνῳ ἀνελήφθη εἰς τὸν οὐρανόν. Μήτι παρέβλαψε τοῦτον ἡ παρθενία; μήτι παρενεπόδισε τοῦτον γυνή; Εἶδες Ἠλίαν τὸν ἀέρος ἡνίοχον· εἶδες Μωσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· ἰδέ μοι καὶ Πέτρον τὸν στύλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα εἶχεν. Καὶ πόθεν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐκ τῆς εὐαγγελικῆς μαρτυρίας τοῦτο ἀποδείξομεν. Φησὶ γάρ· Ὁ Κύριος εἰσῆλθεν πρὸς τὴν πενθερὰν Πέτρου, καὶ ἦν ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετός· καὶ ἀνέστη, καὶ διηκόνει αὐτῷ. Ὁρᾷς ὅτι καὶ ὁ Πέτρος γυναῖκα εἶχεν. Μηδεὶς οὖν προφασιζέσθω, μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν. Ταῦτα γὰρ πρόφασις καὶ σκῆψις· ταῦτα ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι σωθῆναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης ἦν; καὶ λέγει τῷ Ἰησοῦ· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλ' εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰςραὴλ τοσαύτην πίστιν εὗρον. Μήτι ἐνεπόδισεν αὐτὸν ἡ στρατεία; Ἀλλ' ἔχεις εἰπεῖν, Χειροτέχνης εἰμί. Καὶ Παῦλος ἦν τοιοῦτος, ἀλλὰ καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν· καὶ μετὰ ταῦτα ἐγένετο κήρυξ καὶ ἀπόστολος. Ἀλλὰ τί; πλούσιος; Καὶ Ἀβραὰμ πλούσιος ἦν, καὶ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Ἀλλὰ τί ἔχεις εἰπεῖν; δοῦλος; Οὐκ ἀνέγνως Παῦλον γράφοντα Φιλήμονι; Ὀνήσιμον τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ καὶ ἐμοὶ καὶ σοὶ εὔχρηστον ἐν Κυρίῳ; Ἀλλὰ βασιλεύς; Καὶ ∆αβὶδ βασιλεὺς γέγονεν, ἀλλ' ὅτε ἥμαρτεν, καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας, ἧσπερ ἐποίησεν, ὡμολόγησε τὸ πλημμέλημα, καὶ εἶπεν· Ἥμαρτον τῷ Κυρίῳ. Καὶ ὁ Νάθαν ἑωρακὼς τὴν ταχεῖαν μετάνοιαν, λέγει αὐτῷ, Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Ἐπειδὴ γὰρ ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα καὶ ἡ συγχώρησις. Ἀλλ' ἐρεῖς· Νεώτερός εἰμι. Ὅρα τὸν ∆ανιὴλ λέοντας φιμώσαντα, καὶ δράκοντα διαῤῥήξαντα, καὶ τὸν Βὴλ καταβαλόντα, καὶ τοὺς πρεσβυτέρους κατακρίναντα, τὴν δὲ Σωσάνναν διασώσαντα. Ἀλλὰ τί φησιν; Ἀκρατὴς καὶ θερμὸς τῷ σώματι. Ὅρα τὸν Ἰωσὴφ, πῶς φιλοσοφίαν πολλὴν ἐπεδείξατο, καὶ σωφροσύνην περιεπτύξατο, τὸν μὲν χιτῶνα σχίσας, τὴν πίστιν οὐ διαῤῥήξας, τὴν ἀναισχυντίαν τῆς Αἰγυπτίας ἐνίκησεν, καὶ τὴν ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί; χήρα; Ὅρα τὴν Σιδωνίαν, ἥτις ὑπεδέξατο τὸν Ἠλίαν, καὶ ἐθεράπευσεν ἄρτῳ καὶ ὕδατι. Ἀλλ' ἐρεῖς, ὅτι Καὶ πόρνη εἰμί. Ὅρα Ῥαὰβ τὴν πόρνην κατακρύψασαν τοὺς κατασκόπους μεθ' ἑαυτῆς, καὶ τὸν οἶκον αὐτῆς περισώσασαν. Ἀλλὰ πένης εἶ; Ὅρα τὸν Λάζαρον, ὅτι ἐν τοσαύτῃ πενίᾳ ὣν, πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονήν. Φιλότεκνος εἶ; ἀλλὰ καὶ Ἰώβ. Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς εἰς γάμον· παραγενομένου δὲ αὐτοῦ, λέγει αὐτῷ ἡ μήτηρ· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ· Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Καὶ τοῦτο εἰπὼν λέγει· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐποίησαν καθὼς προσέταξεν, καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἐποίησε τὸ ὕδωρ οἶνον. ∆ιὰ τί δὲ εἶπεν· Γεμίσατε τὰς ὑδρίας ὕδατος; Ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας καὶ τὴν γῆν θεμελιώσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους, ὃν τρέμει καὶ φρίσσει πᾶσα ἡ κτίσις ἐπουρανίων τε καὶ ἐπιγείων, οὐκ ἠδύνατο τὰς ὑδρίας λόγῳ γεμίσαι; ἀλλὰ λέγει· Ἀντλήσατε ὕδωρ. Ἐὰν, φησὶν, ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ βαστάσαντες, ἐλέγξουσιν αὐτούς. Καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτὸ ἐποίησεν. Ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου λέγουσαι, ὅτι Λάζαρος ἀπέθανεν, λέγει αὐταῖς ὁ Ἰησοῦς· Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Ἐλθὲ, καὶ ἴδε. Ὦ καινῶν καὶ παραδόξων πραγμάτων! Ὅτι Λάζαρος, εἴρηκας, ἀπέθανεν, καὶ νῦν λέγεις· Ποῦ τεθείκατε αὐτόν; τὸν θάνατον προεδήλους τοῖς μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; Ἀλλὰ διὰ τοὺς Ἰουδαίους λέγω, ἐπειδὴ ἀγνώμονές εἰσιν. Ὡς γὰρ τῷ μνήματι ἤγγισεν, λέγει τοῖς Ἰουδαίοις, Ἄρατε τὸν λίθον ἐκ τοῦ μνημείου. Καὶ ᾗραν. Καὶ κράξας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς, Λάζαρε, δεῦρο ἔξω. Ἐξῆλθε κειρίαις δεδεμένος. Ἄρα οὖν ὁ μετατιθεὶς ὄρη ἐν καρδίαις θαλασσῶν, οὐκ ἠδύνατο λόγῳ τὸν λίθον κυλίσαι; ὁ τὰ κέντρα τοῦ θανάτου συντρίψας, ὁ τὰς θύρας τοῦ ᾅδου συγκλάσας, οὐκ ἠδύνατο καὶ τὰ δεσμὰ τῶν ἱματίων διαῤῥῆξαι; Ἀλλὰ λέγει αὐτοῖς, Λύσατε αὐτόν. ∆ιὰ τί; Ἵνα ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐλέγξωσιν αὐτούς. Ὅταν ἄνθρωπος κατορθώσῃ βίον ἐνάρετον δι' ἀσκήσεως καὶ ἀγαθῆς πολιτείας, καὶ ἔστι λοιπὸν ὑπὸ πάντων ἐγνωρισμένος, ὅτι ἐστὶν εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν, καὶ, ὅπερ μὴ γένοιτο, ἐκπέσῃ εἰς ἁμαρτίαν, τοῦτό ἐστι παράπτωμα. Ἀνῆλθεν γὰρ εἰς ὕψος τοῦ οὐρανοῦ, καὶ πέπτωκεν εἰς τὸν πυθμένα τοῦ ᾅδου. Πλὴν καὶ πεσὼν, ἵνα μὴ ἀπογινώσκῃ αὐτοῦ, καὶ παντελῶς ἐκπέσῃ εἰς τὸν βυθὸν τῆς ἀπωλείας, ἀλλὰ ἀνανεύσας καλύπτῃ τὸ παράπτωμα τῆς ἁμαρτίας διὰ τῆς μετανοίας, καὶ μὴ κατακυριευθῇ ὑπὸ τῶν πονηρῶν αὐτοῦ ἐπινοιῶν, πάλιν εἰς τὸ μέτρον ἀποκαθίσταται. Ὁ γὰρ πεσὼν, ἐὰν μὴ ἐν τῷ παραπτώματι μείνῃ, ἀλλὰ ἀναστὰς λάβῃ τὴν μετάνοιαν πάλιν εἰς τὸ αὐτὸ μέτρον ἀποκαθίσταται· καθὼς καὶ ἕτερος προφήτης λέγει· Ἐὰν ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Καὶ πάλιν ἕτερος· Πρός με ἀνάστρεψον. Εἰ καὶ ἔπεσας, καὶ κατεῤῥάγης εἰς τὴν ἡδονὴν, μὴ ἀπογίνωσκε ἑαυτοῦ, ἀλλ' ἀναστὰς στέναξον περὶ τῶν πεπραγμένων σοι, καὶ ἀνάστρεψον πρός με διὰ τῆς μετανοίας, κἀγὼ διορθοῦμαί σου τὸ σφάλμα. Ἐγὼ γάρ εἰμι ὁ ἀνορθῶν τοὺς κατ εῤῥαγμένους. Ἡμεῖς ἠκούσαμεν τοῦ Κυρίου λέγοντος· ∆εῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἐγὼ τὸ φορτίον ὑμῶν κουφίζω. Οἶδα γὰρ ὅτι οὐ δύνασθε βαστάσαι τὸ τοῦ νόμου φορτίον, καὶ διὰ τοῦτο κατῆλθον, ἵνα ἀντεισαγάγω ὑμῖν χάριν, ἵνα τὸ φορτίον τῶν ἁμαρτιῶν ὑμῶν κουφίσω. Μηδεὶς παραιτήσεται, εἴτε μάγος, εἴτε τελώνης, εἴτε βλάσφημος, προσελθεῖν τῇ μετανοίᾳ· μηδεὶς φοβηθῇ. Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Ταῦτα ὁ Κύριος λέγει, καὶ προτρέπει ἡμᾶς· διὸ μὴ ἀμελήσωμεν. Προσελθὼν Ἰούδας ἐφίλησε τὸν Ἰησοῦν, λέγων· Χαῖρε, Ῥαββί. Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Ἐφ' ᾧ πάρει; Εἰς ὃ παραγέγονα, φησίν; ἀσχολοῦ, ἵνα φίλημά σοι δώσω. Ὦ φίλημα δόλιον, γέμον ἀνομίας καὶ ἀπωλείας, καὶ πρόξενον γεέννης. Ἡ πόρνη φιλήσασα τοὺς πόδας τοῦ Ἰησοῦ, τὴν ψυχὴν ἀνεκαλέσατο, τὸ χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξεν· οὗτος δὲ φιλήσας, ἐκ τῆς βίβλου τῆς ζωῆς ἀπεξέθη. Ὦ γυναικὸς φιλοσοφία! ὦ μαθητοῦ ἀμαθία! Ἐκείνης φιλούσης τοὺς πόδας τοῦ Κυρίου, ἔχαιρον ἄγγελοι, καὶ τὸν στέφανον ηὐτρέπιζον· τούτου δὲ φιλήσαντος, ἔχαιρον οἱ δαίμονες, καὶ τὸ σχοινίον τῆς ἀγχόνης αὐτοῦ ἔπλεκον. Ὦ φίλημα ὄξους καὶ χολῆς γέμον! Χαῖρε, Ῥαββί. Ἐκεῖνος χαίρει, ἀλλὰ σὺ, Ἰούδα, πένθει, ὅτι ἐκ τῆς χαρᾶς ἐκβέβλησαι. Εἶπεν ὁ Ἰησοῦς τῇ Μαριάμ· Μὴ κλαῖε, ἀλλ' ἄπελθε, καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου, καὶ τῷ Πέτρῳ, ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν· καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ αὐτὸν ὄψεσθε. Ὁρᾷς εὐσπλαγχνίαν τοῦ ∆εσπότου; οὐδενὸς ἄλλου ὄνομα εἴρηκεν, εἰ μὴ τοῦ Πέτρου. ∆ιὰ τί; ἐπειδὴ λοιποὶ οὐκ εἴρηκαν, Ἐὰν δέῃ ἡμᾶς σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνησόμεθα. Οὗτος δὲ εἰρηκὼς, ἠρνήσατό με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Μέλλει οὖν φοβεῖσθαι τοῦ ἐλθεῖν εἰς τὸ πρόσωπόν μου, νομίζων μὴ λελῦσθαι τὸ ἁμάρτημα, διὰ τοῦτο εἶπον, καὶ τῷ Πέτρῳ, ὅπως ἀνενδοιάστως μετὰ τῶν λοιπῶν μαθητῶν ὄψηταί με. Εἰπὲ τῷ Πέτρῳ, Μηδόλως δειλιάσῃς. Οὐ γὰρ ἠλάττωσά σε τοῦ χώρου τῆς δόξης· οὐκ ἔστησά σε δεύτερον τῶν λοιπῶν· οὐκ ἀπέστησά σε τοῦ χώρου τῆς δόξης τῆς δεξιᾶς μου· οὐκ ἔδωκα ἄλλῳ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Μὴ δειλιάσῃς· οὐ γὰρ ἔδησας ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Μὴ φοβηθῇς, Πέτρε. Οὐ μετέστησά σε τοῦ θρόνου μου· οὐκ ἠλάττωσά σε τῆς χάριτός μου. Ὃ γὰρ ἐπηγγειλάμην, πληρώσω. Ἐπὶ τῇ πεπετρωμένῃ σου πίστει οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτήν. Σὺ ποιμανεῖς μου τὰ πρόβατα, σὺ βοσκήσεις μου τὰ ἀρνία· σὺ ἵστασαι ἐκ δεξιῶν μου ὡς ταξιάρχης. Μὴ φοβηθῇς, ὅτι ἠρνήσω με. Εἶδόν σου τὰ δάκρυα, καὶ ἀφῆκά σοι τὸ ἁμάρτημα. Καλὸν καὶ Ἰούδᾳ τῷ παραδεδωκότι με, εἰ μετενόησεν, καὶ μὴ ἀπήγξατο. Τῶν γὰρ μετανοούντων εἰμὶ Θεός. ∆ιὰ τοῦτο κατῆλθον ἐπὶ τῆς γῆς, ἵνα μετάνοιαν τῷ κόσμῳ χαρίσωμαι. Τελώναις καὶ πόρναις τοσοῦτον πλῆθος ἁμαρτιῶν συνεχώρησα, καὶ σοὶ τὸ ἓν ἁμάρτημα οὐ παραχωρῶ; Ἐγὼ τοὺς μετανοοῦντας φιλῶ. Μνημόνευσον ὅτι ἐδάκρυσα ἐπὶ Ἰούδα, καὶ οὐκ ἠθέλησα αὐτὸν ἀπολεῖσθαι. Καλὸν ἦν αὐτῷ, ὅτε τὰ ἀργύρια ἔῤῥιψεν ἐν τῷ ναῷ, εἰ μετενόησεν, καὶ μὴ ἀπήγξατο. Ἀλλ' ἐπειδὴ ἀμετανόητος ἔμεινεν, διὰ τοῦτο αἰωνίως κολάζεται. Εἶδόν σου τὰ δάκρυα, καὶ ἀφῆκά σοι τὸ ἁμάρτημα. Τῷ ∆αβὶδ δύο κακὰ ἐργασαμένῳ, μοιχείαν καὶ φόνον, συνεχώρησα, καὶ εἰς τὴν ἀρχαίαν τάξιν τῆς προφητείας ἀνήγαγον· καὶ σοὶ τῷ ἐάσαντι οἶκον, καὶ γυναῖκα, καὶ πλοῖον, τὸ ἓν ἁμάρτημα οὐ συγχωρῶ; Μὴ φοβηθῇς, Πέτρε, ἐγώ εἰμι ὁ εἰπών· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ἐγώ εἰμι ὁ εἰπών· ∆εῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καλὸν ἦν καὶ τῷ Ἰούδᾳ, εἰ πρός με ἀνέστρεψεν, καὶ μὴ τῷ σχοινίῳ τῆς ἀγχόνης περιεπλάκη, καὶ ἑαυτὸν ἀπώλεσεν. Ἐγὼ γὰρ οὐδὲ κατηρασάμην αὐτὸν, μᾶλλον δὲ ὁμοίως τῶν ἄλλων καὶ τοὺς ἐκείνου πόδας ἔπλυνα, καὶ τὸν ἄρτον αὐτῷ ἐπιδέδωκα, καὶ οὐδὲν αὐτῷ ἐνεκάλεσα, εἴ πως ἔλθοι εἰς μετάνοιαν, καὶ οὐκ ἠβουλήθη. ∆ιὰ τοῦτο αἰωνίως κολάζεται. Σὺ δὲ, μετανοήσας, μὴ φοβηθῇς ὀφθῆναί μοι μετὰ πάντων. ∆ιὰ τοῦτο ἀφῆκα τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐπὶ τὸ ἓν ἔδραμον. Οὐκ ἠλάττωσά σε, Πέτρε, τῆς χάριτος, ὅτι καὶ ἡ σκιά σου ἰᾶσθαι ἔχει τοὺς ἀσθενεῖς, καὶ σουδάρια, καὶ σιμικίνθια διὰ σοῦ φυγαδεύει τοὺς δαίμονας, καὶ ἡ ἁφὴ τῆς χειρός σου τὸν ἐκ γενετῆς χωλὸν πρόσδρομον ἄξει.

ΤΙΤΛ. ∆ʹ. –Περὶ τῶν μὴ μετανοούντων.

«Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ εὐοδωθήσεται.» «Τάδε λέγει Κύριος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;» «Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.» «Μὴ εἴπῃς, Ἥμαρτον, καὶ τί μοι ἐγένετο; Ὁ γὰρ Κύριος μακρόθυμός ἐστι.» «Μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.» «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ· μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ εἰς φυλακὴν βληθήσῃ. Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.» Εἰ μὲν καλὸν ἡ ἁμαρτία, ἄνθρωπε, φύλασσε ταύτην εἰς τέλος. Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα ταύτην ἑαυτῷ συναθροίζει. Καθαίρειν προσήκει τὸ λυποῦν τὸ σῶμα, οὐ κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως· Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος τῶν ἀγωγίμων ὑφίσταται· τὸ δὲ ὑπὲρ τοῦτο καταβαπτίζεται. Ὅρα μήποτε μείζονα ποιήσας τὰ ἁμαρτήματα τῆς ἀφέσεως, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον. Ὅρα μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κακῶν ἑαυτῷ συλλεξάμενος, τὴν ἁμαρτίαν συναθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Κακία σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν ψυχῇ. Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν κατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν δι' ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον τῆς θεραπείας· οὕτω δῆλον, ὅτι τὸ κρύπτειν ἁμαρτίαν, συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον. Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρτία. Ὅρα, ἄνθρωπε, μήποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελος τῆς μεταμελείας οὐδέν. Ἐπειδὴ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ στόματι ἐξομολογησώμεθα, τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρτίας. Ἐλοιδόρησας; εὐλόγησον. Ἐπλεονέκτησας; ἀπόδος. Ἐμέθυσας; νήστευσον. Ἠλαζονεύσω; ταπεινώθητι. Ἐφθόνησας; παρακάλεσον. Ἐφόνευσας; μαρτύρησον, ἢ τὰ ἰσοδυναμοῦντα τῷ μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως τὸ σῶμα κάκωσον, καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷ Θεῷ. Οὐ τὸ πεσεῖν χαλεπὸν, ἀλλὰ τὸν πεσόντα κεῖσθαι, καὶ μὴ ἀνίστασθαι, ἐθελοκακοῦντα δὲ καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λογισμοῖς, τὴν τῆς προαιρέσεως ἐξεπικρύπτειν ἀσθένειαν. Πολλοὶ τῶν ἁμαρτανόντων λέγουσιν, Αἰσχύνης γέμω· πῶς δύναμαι προσελθεῖν τῷ Θεῷ; πῶς δύναμαι παρακαλέσαι αὐτόν; διαβολικὴν νοσοῦντες εὐλάβειαν. Ἀπαῤῥησίαστος εἶ; διὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ὁ μέλλων σοι καταλλάττεσθαι; Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε τῶν ἁμαρτιῶν. Οὐχ οὕτως σὺ τῆς ἀσφαλείας ἐπιθυμεῖς τῆς σεαυτοῦ, ὡς ἐκεῖνος ἐφίεται τῆς σωτηρίας. Ψυχὴ ἅπαξ ἁμαρτίας γευσαμένη, καὶ ἀναλγήτως διατιθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην. Ὥσπερ γὰρ σπινθὴρ, ἐὰν φθάσῃ ἐπιλαβέσθαι τινὸς, πάντα λοιπὸν κατανέμεται· οὕτω τῆς ἁμαρτίας ἡ φύσις, ἐπειδὰν τῶν τῆς ψυχῆς λογισμῶν ἐπιλάβοιτο, καὶ μηδεὶς ᾖ ὁ σβέσων, χαλεπωτέρα λοιπὸν καὶ δυσχείρωτος γίνεται, τῇ τῶν δευτέρων προσθήκῃ πρὸς μείζονα καταφρόνησιν ἐπαιρομένη. Οὕτω γοῦν πολλοὶ πολλάκις τὴν φλόγα τὴν παρὰ τὴν ἀρχὴν μὴ σβεννύοντες, εἰς μέγα ναυάγιον κατήντησαν. Μὴ ἔχουσα γὰρ ἡ ἁμαρτία τὸν εἰς τὸ πρόσω προβῆναι κωλύοντα, ἵππῳ ἔοικε τὸν χαλινὸν ἀποῤῥήξαντι, καὶ τὸν ἀναβάτην κατακρημνίσαντι. ∆υσαναβίβαστος ἡ ψυχὴ ἐπὶ ταῦτα, ἀφ' ὧν ὠλίσθησε κακῶν· δυσεκβίβαστος τούτων τε ὧν συνειθίσθη κακῶν. Εἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι ἐπὶ ταῖς ἀνομίαις, καὶ ἐξιάσασθαι τῷ φαρμάκῳ τῆς μετανοίας, τάχα ἂν χρηστὰς ἐλπίδας ἐθρέψαμεν ἐπὶ σοί. Ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ θείου φόβου, καὶ αὐτῆς κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως, βέλτιόν σοι ὑπῆρχεν, ἵνα μὴ ἐγεννήθης ἐκ γαστρός. Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν, ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι. Φοβοῦμαι τὴν γέενναν, ὅτι αἰώνιός ἐστι· φοβοῦμαι τὸ πῦρ, ὅτι ἄσβεστόν ἐστι· φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης· φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός· φοβοῦμαι τὸν σκώληκα, ὅτι ἀτελεύτητός ἐστιν· φοβοῦμαι τοὺς ἀγγέλους, ὅτι ἀνελεήμονές εἰσιν. Οἴμοι, ὅτι σοῦ βοῶντος οὐκ ἤκουσα, καὶ λέγοντος· Ὦ ψυχὴ, παῦσαι τούτων τῶν μιασμάτων, καὶ πάντων τῶν παρ' ἐμοὶ βδελυγμάτων! Οἴμοι, ὅτι τὸν ναόν σου ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα. Κύριε, ἀληθινὰ τὰ κρίματά σου· διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι' ἡδονῆς σαρκὸς τῷ πυρὶ παραδίδομαι. ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐδιδασκόμην, καὶ οὐ προσῆκον. ∆ιεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἐὰν προαναρπασθῇς τῆς πρὸς τὸν Θεὸν μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἀδελφοὶ, οἷον φόβον, καὶ τρόμον, καὶ ἀνάγκην ἔχομεν ἰδεῖν, ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται. Παραγίνεται γὰρ ἐφ' ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, αἱ ἀρχαὶ καὶ ἐξουσίαι, καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν, ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως ἧς κατελήφθη ἡλικίας. Ἵστανται οὖν οἱ κατηγοροῦντες λοιπόν. Ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ; Ἐὰν εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούσει τὴν δεινοτάτην ἐκείνην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν τοῦ Κυρίου. Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα σκότους καὶ γνόφου, παραδιδομένην εἰς πῦρ ἐξώτερον καὶ αἰώνιον πῦρ, ἐν ᾧ κατακριθεῖσα εἰς αἰῶνας ἀπεράντους κολασθήσεται.

ΤΙΤΛ.

Εʹ. –Περὶ μεθυόντων.

«Υἱὸς Ἄδερ, πίνων, καὶ μεθύων, αὐτὸς καὶ βασιλεῖς τριάκοντα δύο συμβοηθοὶ μετ' αὐτοῦ. Ἐξῆλθε δὲ καὶ τὰ παιδάρια τῶν χωρῶν, καὶ ἔφυγε Συρία.» «Μὴ ἴσθι οἰνοπότης. Πᾶς γὰρ μέθυσος καὶ πορνοκόπης πτωχεύσει.» «Ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.» «Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνι πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων, ποῦ πότοι γίνονται; Μὴ μεθύσκεσθε οἴνῳ, ἀλλ' ὁμιλεῖτε ἀνθρώποις δικαίοις. Ἐὰν γὰρ εἰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπαίθρου.» «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου.» «Ἐκνήψατε, οἱ μεθύοντες ἀπὸ οἴνου, καὶ κλαύσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ τοῦ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.» «Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου, καὶ τυμπάνων, καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσιν.» «Ἐργάτης μέθυσος οὐ πλουτισθήσεται.» «Πικρία ψυχῆς οἶνος πολύς. Πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν, καὶ ποιῶν τραῦμα.» «Ὀργὴ μεγάλη, γυνὴ μέθυσος.» «Προσέχετε ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον τῆς γῆς.» «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν· μὴ ἐν κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις.» Φύγωμεν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἀσχημοσύνης ἰδέαν εὔκολον. Οὐ γὰρ ἐγγίνεταί τι τῶν ἀγαθῶν τῇ ὑπὸ μέθης σκοτισθείσῃ ψυχῇ. Μέθη ὁ αὐθαίρετός ἐστι δαίμων, ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐντικτόμενος. Μέθη κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις. Τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγῆ. ∆ικαιοσύνην οὐκ οἶδεν, φρόνησιν ἀναιρεῖ· καὶ ὥσπερ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσιν. ∆ιόπερ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὥσπερ τινὸς μικροῦ κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ' ὡς οὐδὲν ὄφελος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήσσων τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν, εἴπερ ὁ μὲν χρῄζων τῆς παραινέσεως, οὐκ ἀκούει τῶν λεγομένων, ὁ δὲ σώφρων καὶ νήφων οὐδὲν δεῖται τῆς ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους; τί οὖν χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρηστος, καὶ ἡ σιωπὴ ἄπορος; Παρείδωμεν τὴν ἐπιμέλειαν; Ἀλλ' ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξομαι κατὰ τῶν μεθυόντων; ἀλλ' εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν. Τίνι διενήνοχας τῶν ἀλόγων, ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφαιρούμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὴ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους τοὺς ἐν τῇ μέθῃ, εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὰς μίξεις ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς συνελαύνονται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ, ἀλλὰ καὶ τῇ τῶν αἰσθήσεων παρατροπῇ χείρονα παντὸς κτήνους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει, καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; οὐχὶ ἀγνοοῦσι μὲν τοὺς οἰκειακοὺς, προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς καὶ φάραγγας; ἤχων δὲ αὐτοῖς καὶ ψόφων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλήρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη ἐπιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀπτόητοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις μὲν ὕπνοι βαρεῖς, καὶ δυσαναγωγοὶ, καὶ φρικώδεις, καὶ τῷ ὄντι θανάτῳ γείτονες, αἱ δὲ ἐγρηγόρσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον αὐτοῖς ἐστιν ὁ βίος· οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι, καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τοιούτων φαντασιῶν, καὶ ἀπάτης τοσαύτης περιζέων, ὁ οἶνος τὰς καρδίας αὐτῶν πληροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. ∆υσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ φοβώδεις, καὶ εὐπτόητοι. Ὁ δαιμονιῶν ἐλεεινὸς, ὁ δὲ μεθύων τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων. Τίνι οὐαί; τίνι θόρυβος; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνὸς ὁ ὀφθαλμός; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις, καὶ τῶν κατασκοπουμένων ποῦ πότοι γίνονται; Τὸ οὐαὶ θρηνῶδές ἐστιν ἐπίφθεγμα· θρήνου δὲ ἄξιοι οἱ μεθύοντες, δίοτι μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Θόρυβος δὲ, διὰ τοῦ οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς, καὶ ἀηδίαι, διὰ τὰς πικρὰς τῆς ἐκ τοῦ πιεῖν ἡδονῆς ἀναδόσεις. Τούτων γὰρ δεσμοῦνται μὲν οἱ πόδες, δεσμοῦνται δὲ αἱ χεῖρες ἐκ τῶν ἐπι πεμπομένων αὐτοῖς ἐκ τῆς μέθης ῥευμάτων· καὶ πρὸ τούτων τῶν παθῶν παρ' αὐτὸν τὸν καιρὸν τοῦ πίνειν τὰ τῶν φρενιτικῶν αὐτοῖς συνεισπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μένιγγες γίνωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ' ἄλληλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Ἀλλὰ τίς εἴποι ταῦτα τοῖς οἰνοπλήκτοις; καρηβαροῦσι γὰρ ἐκ τῆς κραιπάλης, νυστάζουσι, χασμῶνται, ἀχλὺν βλέπουσιν, ναυτιῶσιν. ∆ιὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκάλων πολλαχόθεν αὐτοῖς ἐκβοώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι, κοπτομένου αὐτοῖς τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐπὶ σαυτὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ ἐκ τῆς καθημερινῆς κραιπάλης, οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου. Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα, σὺ δὲ παραμένεις τῷ οἴνῳ καθ' ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντα. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, ἥξεις αὔριον καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων. Πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Οὐαὶ τοῖς κακῶς τῷ καλῷ κεχρημένοις. Μὴ ψέξῃς τὸν οἶνον, ἀλλὰ τοῖς ὑπὲρ τὸ μέτρον πίνουσιν. Βαθεῖα ἡ θάλασσα· ἀλλ' ὁ κολυμβητὴς τοσοῦτον κατέρχεται, ὅσον καὶ ἀνελθεῖν δύναται. Εἰ δὲ ὑπὲρ τὸ μέτρον κατέλθῃ, μὴ δυνάμενος διανήξασθαι, ταχέως ἐναυάγησεν. Οὐκ αἰτία ἡ θάλασσα, ἀλλ' ἡ τοῦ κολυμβητοῦ ἄπληστος γνώμη· οὕτως καὶ ἐπὶ τοῦ οἴνου, οὐχ ὁ οἶνος αἴτιος, ἀλλ' ὁ ὑπὲρ τὸ μέτρον χρώμενος. Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς, ἀνὴρ ἀκμάζων καθ' ἡλικίαν, σφριγῶν τῷ σώματι, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἐπιβῆναι. Ἀνὴρ φοβερὸς ὀφείλων εἶναι τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ' ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, καὶ ἕτοιμος παθεῖν παρὰ τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη λογισμῶν ὄλεθρος ἰσχύος, διαφθορὰ, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες, ἢ τὰ εἴδωλα τῶν ἐθνῶν; ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν· χεῖρες παραλέλυνται, πόδες ἀπενεκρώθησαν. Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τούτων τῶν κακῶν αἴτιος; τίς ὁ τῆς μανίας ὑμῖν τὸ φάρμακον ἐγκεράσας; Ἄνθρωπε, παράταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανίσκους, χειραγωγούμενος ὡς τραυματίας ἀπὸ πολέμου. Ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου. Καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πίνουσι τῷ τῶν κτηνῶν τρόπῳ. Προϊόντος γὰρ ἤδη τοῦ πότου, ἐπεισέρχεταί τις αὐτοῖς νεανίας, φιάλην ἔχων εὐμεγέθη οἴνου κατεψυγμένου, καὶ στὰς εἰς τὸ μέσον, διὰ σκολιῶν σωλήνων ἴσον τοῖς συμπόταις διανέμει τὸν οἶνον, ἵνα κατ' ἰσομοιρίαν ἀλλήλοις συνασελγαίνωσι, καὶ μηδένα ὑπερβάλλειν ἐν τῷ πίνειν τὸν ἕτερον. Κατάκυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα, καὶ κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος, ὅτι μιᾶς κοτύλης ἔχει κοιλότητα. Μὴ πρὸς οἰνοχόην ἀφόρα, πότε κενώσῃς, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. ∆ιὰ τοῦτο οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες· οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τῇ μέθῃ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει, διότι τὸ ἐκ τοῦ οἴνου θερμὸν ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει, τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὥσπερ τις σμῆνος μελισσῶν ἐπεγείρει. Ποῖον γὰρ ἅρμα πώλων οὕτως ἀτάκτως φέρεται ἀποβαλὸν τὸν ἡνίοχον; ποῖον δὲ πλοῖον ἀκυβέρνητον ὑπὸ τῶν κυμάτων ὡς ἂν τύχοι φερόμενον, οὐχὶ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος; Ἀπὸ τοιούτων κακῶν ἄνδρες καὶ γυναῖκες κοινοὺς συστησάμενοι χοροὺς, δαίμονι οἰνηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἀκίσι τῶν παθῶν ἀντετίτρωσκον. Γέλωτες παρ' ἀμφοτέρων, ᾄσματα αἰσχρὰ, σχήματα πορνικὰ ἐρεθίζοντα πρὸς ἀσέλγειαν. Γελᾷς, εἰπέ μοι, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν· ᾄσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχθης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ ἐμμανῶς, καὶ χορεύεις ἀχόρευτα· δέον τὰ γόνατα κάμπτειν πρὸς τὰς προσκυνήσεις. Τίνας ὀδύρομαι; τὰς κόρας τὰς ἀπειρογάμους, ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; αἱ μὲν γὰρ ἐπανῆλθον τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον. Εἰ γάρ πού τινες καὶ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ἀπεδέξαντο, Ταῦτά μοι καὶ περὶ τῶν ἀῤῥένων εἰρήσθω. Εἶδε κακῶς, ἐθεάθη κακῶς. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσιν τοσοῦτον ἔχουσι κίνδυνον, αἱ δὲ κατ' ἐπιτήδευσιν ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα, καὶ μόνον ἀκουσθέντα, πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπολογήσονται; Οὐχ ὡς διὰ τοῦτο ἐμβλέψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου τῷ κρίματι τῆς μοιχείας. Πῶς ἡμᾶς ἡ Πεντηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν, σὺ δὲ προλαβὼν σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματι, καὶ γέγονας ναὸς εἰδώλων ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ ἁγίου Πνεύματος. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προφήτου τοῦ εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς ἑορτὰς αὐτῶν εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρξεσθε, οἱ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; πῶς τοὺς παῖδας νουθετεῖτε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι. Νηστεία τὴν μέθην θεραπευσάτω, ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Λυτρὸν γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. – Μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ ἡγεμονικοῦ, δι' οὗ μάλιστα Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν. Τὸν νηστεύοντα ἔσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλοῦντα ὡς βέβηλον καὶ ἀνίερον οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς εἰς νηστείαν τὴν κραιπάλην λογίσομαι; μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἀλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύουσιν, ἢ ἐν τοῖς νηστεύουσιν; Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ, ὥσπερ ἀνδράποδον. Εὐθὺς ἡ πρώτη τῶν νηστειῶν ἄλογός σοι γενήσεται, διὰ τὸ ἐναποκεῖσθαι τῆς μέθης τὰ λείψανα. Εἰ μεθύων ἔρχῃ πρὸς τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Τοῖς ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τῆς νυκτὸς μεταστρέφεται εἰς σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζομένης τῇ μέθῃ. Ἀγνοεῖς, ὅτιπερ ὁ τοῖς δούλοις τοῦ Θεοῦ ἐμπαροινῶν, εἰς αὐτὸν τὸν Χριστὸν ἁμαρτάνει, καὶ τιμωρίας αἰωνίου ἔνοχον ἑαυτὸν καθίστησιν; Ὁ τὸν μεθύοντα ἐπιχειρῶν νουθετεῖν, τί ἄρα ὠφελήσει; Εἰ πειθαρχεῖς τῷ θείῳ Ἀποστόλῳ διαῤῥήδην βοῶντι, ὅτι Μέθυσοι οὐδαμῶς τεύξονται οὐρανῶν βασιλείας, φεῦγε τὴν ἐπάρατον μέθην.

ΤΙΤΛ. ςʹ. –Περὶ μισεργῶν, καὶ ὀκνηρῶν, καὶ ῥᾳθυμούντων, καὶ καταφρονούντων.

«Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλὴν δὲ ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί· τὴν δὲ ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Ποθεινή τέ ἐστι πᾶσι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής. Ἕως τίνος, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ ἀγαθὸς δρομεὺς ἡ πενία, καὶ ἡ ἔνδεια ὡς κακὸς ὁδοιπόρος.» «Ψυχὴ ἀεργοῦ πεινάσει.» «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται.» «Ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ.» «Προφασίζεται καὶ λέγει ὁ ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.» «Ἐνδύεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.» «Ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὁ ὀκνηρὸς ἐπὶ τῆς κοίτης αὐτοῦ. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐπὶ τὸν κόλπον αὐτοῦ, οὐ δύναται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα αὐτοῦ.» «Ὁδοὶ καταφρονοῦντος ἐν ἀπωλείᾳ.» «Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκησις, καὶ ἐν ἀργίαις χειρῶν στενάζει οἰκία.» «Μὴ γίνου ταχὺς ἐν γλώσσῃ, καὶ νωθρὸς, καὶ παρειμένος τοῖς ἔργοις σου.» «Πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία.» «Προσελθὼν ὁ τὸ ἓν τάλαντον εἰληφὼς, εἶπεν· Ὁ κύριος, ἔγνων σε ὅτι σκληρὸς σὺ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. Ἴδε ἔχεις τὸ σόν· Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ, εἶπεν αὐτῷ· ∆οῦλε πονηρὲ καὶ ὀκνηρὲ, εἰ εἶδες ὅτι σκληρός εἰμι ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε ἀπ' αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ τὸν ἄχρειον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.» Ὅτε ἤμην πρὸς ὑμᾶς, ταῦτα παρήγγειλον ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀκούομεν γάρ τινας ἐν ὑμῖν ἀτάκτως περιπατοῦντας, μη δὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.» Ἀργία κακουργίας αἰτία. –Ἴδιον τοῦτο ἀῤῥώστημα ἀργῆς καὶ ῥᾳθύμου ψυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων, ἐνστάντος τοῦ θερισμοῦ τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ πεφυτευμένον; ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι. Αἱ τιμαὶ καὶ οἱ στέφανοι τῶν πεπονηκότων εἰσίν. Τίς στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ τοῦ νικῆσαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ τὸν Ἀπόστολον. Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὃς τῶν ἴσων ἀξιώσει στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον; τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι, καὶ τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Τὸ καλὸν οὐ καλὸν, ὅταν μὴ καλῶς γίνηται.

ΤΙΤΛ. Ζʹ. –Περὶ μίσους, καὶ ἔχθρας, καὶ διαστάσεως, καὶ τῶν μάχας συναπτόντων.

«∆ιασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.» «Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους. Οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐν διαστροφῇ κακῇ.» «Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία.» «Πονηρὸς κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα.» «Ἀνὴρ θυμώδης παρασκευάζει μάχας.» «Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ διαχωρίζει φίλους.» «Ἀντιλογίας ἐγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Φιλαμαρτήμων χαίρει μάχαις.» «Μὴ ἐπίχαιρε, καὶ μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων.» «Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑτέρου.» Ὃς ἐκκαύσει κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς.» «Ἐξολοθρευθήσονται οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ ποιοῦντες ἁμαρτάνειν ἀνθρώπους ἐν λόγῳ.» «Υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί· σοφοὶ τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἐπέγνωσαν.» «Ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀναμέσον εἰρηνευόντων βαλεῖ διαβολήν.» «Πρὸ πυρὸς ἀτμὶς καμίνου, οὕτω πρὸ αἱμάτων λοιδορίαι.» «Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίαν. Ἔρις κατασπεύδουσα ἐκκαίει αἷμα.» «Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυτῆς, ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτῆς, οὐ σταθήσεται.» «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» «Ὁ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅς τις ἐὰν ᾖ.» «Ὅπου ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ πᾶν φαῦλον πρᾶγμα.» «Ἐκλέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν.» –Ἐν ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Κρεῖττον ἡττᾶσθαι καλῶς, ἡ νικᾷν ἐπισφαλῶς καὶ ἀθέσμως. –Ἔχθρας ὅρους γίνωσκε, εὐνοίας δὲ μή.

ΤΙΤΛ.

Ηʹ. –Περὶ μεταμελείας Θεοῦ· καὶ ἐν τίσιν ὁ ∆ημιουργὸς μετεμελήθη.

«Ἰδὼν Κύριος, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους· ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρωπον.» «Ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων· Μεταμεμέλημαι, ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα· καὶ ἀπέστρεψεν ἀπὸ ὀπίσω μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. Καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον τὴν νύκτα ὅλην. Οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ Κύριος μετεμελήθη, ὅτι ἐβασίλευσεν Σαοὺλ ἐπὶ τὸν Ἰσραήλ.» «Εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούς.» «Περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες· Τίς οἶδεν, εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ μὴ ἀπολώμεθα· Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψεν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἀπὸ τῆς κακίας, ἧς ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.» «Πέρας λαλήσω ἐπ' ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν· καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι, καὶ τοῦ καταφυτεύεσθαι· καὶ ἐὰν ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.»

ΤΙΤΛ.

Θʹ. –Περὶ μισαδελφίας.

«Ἰδόντες οἱ ἀδελφοὶ, ὅτι αὐτὸν ἐφίλει ὁ πατὴρ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐδὲν εἰρηνικὸν ἐλάλουν αὐτῷ. Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιασθεὶς ἐκεῖνος ἔρχεται. ∆εῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν εἰς ἔνα τῶν λάκκων, καὶ εἴπωμεν ὅτι θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.» «Ἐμισθώσατο ὁ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλοὺς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθᾶ, καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἱεροβαὰλ, ἐβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωαθὰμ υἱὸς Ἱεροβαὰλ νεώτερος, καὶ ἐκρύβη.» «Ἰεφθάε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει, καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, τῷ ἐγέννησεν ἡ Γαλαὰδ τὸν Ἰεφθάε· καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱοὺς, καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς, καὶ ἐξέβαλον τὸν Ἰεφθάε, καὶ εἶπον αὐτῷ· Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑτέρας εἶ. Καὶ ἀπέδρα Ἰεφθάε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ, καὶ κατῴκησεν ἐν γῇ Τώβ· καὶ συνελέγοντο πρὸς Ἰεφθάε ἄνδρες λιτοὶ, καὶ συνεπορεύοντο μετ' αὐτοῦ.» «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ἡμῶν; Τί ὅτι ἐγκαταλείπετε ἕκαστος τὸν ἀδελφὸν ὑμῶν; «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, τῆς φιλίας μακράν ἐστιν.» «Ἦν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤκουσε συμφωνίας καὶ χορὸν, προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο, τί εἴη ταῦτα. Οἱ δὲ εἶπον αὐτῷ, ὅτι Ὁ ἀδελφός σου ἤκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτὸν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὁ δὲ ὠργίσθη, καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν, παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον· καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. Ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγὼν τὸν βίον αὐτοῦ μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς, καὶ εὑρέθη.» «Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψευστής ἐστιν. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν Θεὸν, ὃν οὐχ ἑώρακεν, πῶς δύναται ἀγαπᾷν; Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν.»

ΤΙΤΛ.

Ιʹ. –Περὶ μοναχῶν, καὶ ἀσκήσεως αὐτῶν.

«Θησαυρίζει Κύριος τοῖς κατορθοῦσι σωτηρίαν· εὐφρανθήσονται ἡσυχάζοντες ἐν τῇ γῇ.» «Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» «Μὴ περιβλέπου ἐν ῥύμαις πόλεως.» «Ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος.» «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν βασιλείαν.» «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν.» «Τίς ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. Ἢ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι, τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ' αὐτόν; εἰ δὲ μήγε, ἔτι πόῤῥωθεν αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ἡμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής.» «Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» «Ἀμὴν λέγω ὑμῖν· οὐδείς ἐστιν, ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφοὺς, ἢ γυναῖκα, ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.» «Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον· οὕτως τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.» «Ἀδελφοὶ ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ Κυρίου, πάντοτε εἰδότες, ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.» «Ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, εἰς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ∆ιὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸ θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» «Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη λάβητε.» Τὸν ἀγωνιστὴν τὸν καλὸν ἅπαξ ἐπὶ τὸ τῆς εὐσεβείας στάδιον ἀποδύντα, φέρειν δεῖ γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων, ἐλπίδι τῆς δόξης τῶν στεφάνων. Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ κατὰ τὰς παλαίστρας τοῖς πόνοις προσεθισθέντες, οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγῆς, ἀλλ' ὅμως ἐγχωροῦσι τοῖς ἀντιπάλοις, ἐπιθυμίᾳ τῆς ἀναῤῥήσεως τῶν παραυτίκα πόνων ὑπερορῶντες. Κλίμακι προσεοικέναι φαίην ἂν ἔγωγε τῆς εὐσεβείας τὴν ἄσκησιν, κλίμακι ἐκείνῃ, ἣν εἶδέν ποτε ὁ μακάριος Ἰακὼβ, ἧς τὰ μὲν πρόσγεια καὶ χαμαίζηλα, τὰ δὲ πρὸς αὐτὸν ἤδη τὸν οὐρανὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν κατ' ἀρετὴν βίον, τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ ἴχνος, κἀκεῖθεν ἀεὶ τὸν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς κατὰ λόγον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐστι τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας ἀρχὴ προκοπῆς ὁ χωρισμὸς τοῦ κακοῦ. Λυθῆναι δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τὸν ἀληθινῶς τῷ Θεῷ ἀκολουθεῖν μέλλοντα. Τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται, ὡς εἰ μὴ ἀποξενώσωμεν ἑαυτοὺς, καὶ συγγενείας σαρκικῆς, καὶ κοινωνίας βίου, καὶ οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς ἀσκήσεως μεταβάντες, κατὰ τὸν εἰπόντα, Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι Πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής. Πρὸς τὸ πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα ψυχὴ, πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν οἰκείων ἁμαρτημάτων, καὶ συντρίψαι ἑαυτὴν διὰ τῆς μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρίσει τῶν χειρόνων, καὶ κατορθώματός τινα φαντασίαν προσκτᾶται. Εἶτα ὑπὸ θορύβων καὶ τῶν ἀσχολιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς ἀξιολογωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τοῦ ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζημιοῦται, ἀλλὰ καὶ καταφρόνησιν καὶ λήθην τῶν κριμάτων αὐτοῦ παντελῆ συνεθίζεται. Οὗ μεῖζον κακὸν οὐδὲν ἂν εἴη, οὐδὲ ὀλεθριώτερον πάθος. Ἀποταγή ἐστιν, ὡς ὁ λόγος ἀπέδειξεν, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, καὶ πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις. Ἐγκράτειαν λέγομεν, οὐ πάντως τὴν εἰς τὸ παντελὲς ἀποχὴν τῶν βρωμάτων· τοῦτο γὰρ βιαία τίς ἐστι διάλυσις τῆς ζωῆς· ἀλλὰ τὴν ἐπὶ καθαιρέσει τῶν παθῶν. Ἐγκράτειά ἐστιν ἁμαρτίας ἀναίρεσις, παθῶν ἀπαλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν, ζωῆς πνευματικῆς ἀρχὴ, τῶν αἰωνίων ἀγαθῶν πρόξενος, ἐν ἑαυτῇ τὸ κέντρον τῆς ἡδονῆς ἀφανίζουσα. Οὐ πρόφασιν ἀργίας, οὐδὲ ἀποφυγὴν πόνου, τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι χρὴ, ἀλλ' ὑπόθεσιν ἀθλήσεως, καὶ πόνων περισσοτέρων, καὶ ὑπομονῆς τῆς ἐν θλίψεσιν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης ἀποκόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφεύγων ὁ φιλόθεος, ἐπὶ Θεὸν ἀναχωρεῖ· καὶ ἐξελαύνων τὰ προσκαλούμενα ἡμᾶς εἰς κακίαν, τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβει. Ἔστιν ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. Μηδὲν περισσὸν, ἀλλὰ πᾶν ῥίψας βάρος Βίου ματαίου καὶ κόπων τῶν ἔνθαδε, Σκεύαζε σαυτὸν ὡς τάχος πρὸς οὐρανὸν, Ψυχὴν πετρώσας τῷ λόγῳ τὴν τιμίαν. Ἡ σὰρξ κρατείσθω, καὶ δαμαζέσθω καλῶς. Ὁρᾷς τοὺς ἀβίους τούτους, καὶ ἀνεστίους, καὶ ἀσάρκους μικρὸν, καὶ ἀναίμονας, Θεῷ κατὰ τοῦτο πλησιάζοντας; τοὺς ἀνιπτόποδας καὶ χαμαιεύνας; τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω· τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα· δεδεμένους καὶ ἐλευθέρους· τοὺς κεκρατημένους καὶ ἀκρατήτους· ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα ὑπὲρ κόσμον· ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον· τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους· τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου καὶ ἀπαθοῦς ἔρωτος· ὧν ἡ πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη ταῦτα ἀπαυγάσματα· ὧν αἱ ἀγγελικαὶ ψαλμῳδίαι, καὶ πάννυχος στάσις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐνδημία προαρπαζομένου· ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀναβάσεως; Χρὴ ἀνεπίπληκτον ἐκμελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἔχειν ἀνεπιτήδευτον τῶν ἀρεσκόντων Θεῷ. Καλὸν ἡ ἄσκησις μετὰ συμμετρίας καὶ γνώσεως ἀληθοῦς. Ἁρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη ἡ βία καλὴ, Θεὸν βιάσασθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βιαίους, μᾶλλον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησεν καὶ εἶξε. Χαίρει γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώμενος. Μὴ γὰρ οἱ ἀθλοῦντες ἐνδεδυμένοι ἀθλοῦσιν; γυμνοὺς αὐτοὺς εἰς τὸ στάδιον ὁ ἀθλητικὸς ἄγει νόμος, κἂν θάλπος ᾖ, κἂν κρύος. Εἰ δέ τις αὐτῶν παραιτήσεται τὴν γύμνωσιν, καὶ τὸν ἀγῶνα παρῃτήσατο. Ὁ γυμνὸς φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ∆ιὰ τοῦτο ὁ Παροιμιαστὴς πρὸς τὸν ἀλείπτην ἔλεγεν· Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ. Παρῆλθεν γάρ· ἀντὶ τοῦ, εἰσῆλθεν εἰς τὸν ἀγῶνα, καὶ γυμνὸν δεῖ παλαίειν, μᾶλλον δὲ οὐ γυμνὸν μόνον, ἀλλὰ καὶ ἠλειμμένον. Τὸ μὲν γὰρ γεγυμνῶσθαι, ἀνέπαφον ποιεῖ τοῦ ἀντιπάλου τὸν ἀνταγωνιστήν· τὸ δὲ ἔλαιον, εἰ καὶ ληφθείη ποτὲ, διολισθαίνειν ἐκ τῆς λαβῆς παρασκευάζει. Καὶ διὰ τοῦτο οἱ ἀθλοῦντες γῆν προσπάσσειν φιλονεικοῦσι τοῖς ἀντιπάλοις, ἵνα τῇ κόνει τὴν τοῦ ἐλαίου ἐπιτραχύνοντες λειότητα εὐλήπτους αὐτοὺς πρὸς λαβὰς ἀπεργάζωνται. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητὸν, τὸ δὲ μὴ πολυδεὲς, διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.

ΤΙΤΛ. ΙΑʹ. –Περὶ μαθητευομένων· καὶ ὅτι χρὴ αὐτοὺς ἐπιμελῶς καὶ σπουδαίως πρὸς τὰς μαθήσεις ἔρχεσθαι, καὶ μὴ ἀποδιδράσκειν τὸ τῆς διδασκαλίας ἐπίπονον, ἀλλ' ἐρωτᾷν καὶ μανθάνειν παρὰ τῶν εἰδότων.

«Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.» «Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος. «Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται.» «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον.» «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν· μὴ ἐπιλάθῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.» «Ποθήσατε, καὶ παιδευθήσεσθε.» «Υἱὲ, δὸς εἰς παιδείαν καρδίαν σου.» «Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοῦ ἀγαθοῦ καρποῦ αὐτῆς. Ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσας, ταχὺ φάγεσαι τῶν γεννημάτων αὐτῆς. Ὡς τραχεῖά ἐστι σοφία ἀπαιδεύτῳ, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος. Ἀνίχνευσον αὐτὴν, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος, μὴ ἀφῇς αὐτήν. Ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσονταί σοι εἰς εὐφροσύνην. Καὶ ἔσονταί σοι αἱ πέδαι αὐτῆς εἰς τὴν σκέπην καὶ βάσιν ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. Κόσμος χρύσεός ἐστιν ἐπ' αὐτῆς. Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐπιδῷς τὴν ψυχήν σου, συνετὸς ἔσῃ.» Τὸ ζητεῖν καὶ πυνθάνεσθαι πρὸς διδασκαλίαν ἀνυσιμώτατον. Ὁ πεινῶν καὶ διψῶν ἐπιστήμης, καὶ τοῦ μαθεῖν ἃ μὴ οἶδεν, τὰς ἄλλας μεθιέμενος φροντίδας, ἐπείγεται πρὸς ἀκρόασιν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν θυρωρεῖ τὰς τῶν σοφῶν οἰκίας. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίας ἐστὶν, ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης.

ΤΙΤΛ.

ΙΒʹ. –Περὶ μεταβατῶν, καὶ μετερχομένων ἐκ τόπου εἰς τόπον.

«τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔστιν εἰρήνη ἀπὸ τῆς θλίψεως.» «Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ ἐὰν παροικήσει, οὐκ ἀνοίξει στόμα.»

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ μισθωτοῦ, καὶ τῶν ἀποστερούντων μισθόν.

«Οὐ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωΐ.» «Οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων· αὐθήμερον ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτῷ, ὅτι πένης ἐστὶν, καὶ ἐπ' αὐτῷ ἔχει τὴν ἐλπίδα, καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία.» «Ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῖς οὐ μὴ ἀποδῷ.» «Ἐκχέων αἷμα, ὁ ἀποστερῶν μισθὸν μισθίου αὐτοῦ.» «Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ.» «Τῷ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφειλήν.» «Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὃς ἀπεστερημένος ἀφ' ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθεν.»

ΤΙΤΛ. Ι∆ʹ. –Περὶ ματαιοπονούντων.

«Εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται.» «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.» «Ὁ σπείρων φαῦλα θερίσει κακά· ματαιότητα ἔργων αὐτοῦ συντελέσει.» «Οἱ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν.» «Πάντες μάταιοι ποιοῦντες καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς.» «Ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου.» «Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά· ὅτι κύουσι πόνον, καὶ τίκτουσι μάταια, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι.» «Συγκολλῶν ὄστρακον, ὁ διδάσκων μωρόν.» «Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν, τί ὠφελεῖ πλέον ἢ κόπους; Εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ ∆εσπότης;» Κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον πίθον ἀνθλοῦντες.

ΣΤΟΙΧΕΙΟΝ Ν.

ΤΙΤΛ.

Αʹ. –Περὶ νεότητος, καὶ τῆς νέας ἡλικίας.

«Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.» «Νεανίσκος μετὰ ὁσίων, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» «Ἀγαθὸς, παῖς πένης καὶ σοφὸς, ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα·» «Εὐφραίνου, νεανίσκε, ἐν ἡμέραις νεότητός σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου· καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος.» «Λάλησον, νεανίσκε, εἰ χρεία σοι· μόλις δὲ, ἐὰν μὴ ἐπερωτηθῇς.» «Βούλομαι τὰς νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ, λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.» Φύσει ἀῤῥώστημα τοῦτο νέοις, κουφότητι γνώμης ἔχειν ἤδη νομίζειν τὰ ἐλπισθέντα. Ὅταν γάρ ποτε ἠρεμίας λάβωνται, ἢ ἡσυχίας νυκτερινῆς, ἀναπλάττουσιν ἑαυτοῖς φαντάσματα ἀνυπόστατα, τῇ εὐκολίᾳ τῆς διανοίας ἐπὶ πάντα φερόμενοι. Ὑποτιθέμενοι περιφανείας βίου, γάμους λαμπροὺς, εὐπαιδείαν, γῆρας βαθὺ, τὰς παρὰ πάντων τιμάς. Εἶτα μηδαμοῦ στῆναι τοῖς λογισμοῖς δυνάμενοι, ὑπερφυσῶνται, καὶ ὑπὸ τῆς ἀνοίας ἀπολαύειν δοκοῦσι τῶν ἐλπισθέντων, ὡς ἤδη παρόντων καὶ ἐν ποσὶ κειμένων αὐτοῖς. ∆ιαφέρει τοῦ νηπίου καθ' ἡλικίαν οὐδὲν, ὁ ταῖς φρεσὶ νηπιάζων. Τί σαρκὸς εὐπαθούσης, καὶ νεότητος περιφερομένης ἀσθενέστερον; νέος τις ἐστὶν ἔτι; κατὰ τῶν παθῶν ἀνδριζέσθω, καὶ τοσοῦτον ἀπολαυέτω τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δὴ πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι ἐξασκείτω. Καὶ χαρήσεται τῇ νίκῃ πλέον, ἢ ἐν Ὀλυμπίᾳ στεφανούμενοι. Αἰσχρὸν νέον ἀσθενέστερον τοῦ γέροντος Εἶναι, γέροντα δὲ ἀφρονέστερον νέου. Ὅμως ὁ μὲν καθ' ὥραν ἔστω πάνσοφος, Τὸ δὴ κράτιστον, καὶ πρὸ ὥρας σωφρονεῖν. Νέος πραῢς πολλὰ ὑποφέρει· ὀλιγόψυχον δὲ γέροντα τίς ὑποίσει; Ἐπὶ παντὸς, ὡς ἐπὶ πολὺ, πράγματος ἐπισφαλὴς σύμβουλος ἡ νεότης, καὶ οὐκ ἄν τις εὕροι ῥᾳδίως κατορθωθέν τι τῶν σπουδῆς ἀξίων, ᾧ μὴ καὶ πολιὰ παρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος.

ΤΙΤΛ. Βʹ. –Περὶ νοσούντων καὶ ἀσθενούντων· καὶ ὅτι χρὴ ἐπισκέπτεσθαι αὐτούς.

«Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.» «Μὴ ὄκνει ἐπισκέπτεσθαι ἀῤῥώστους· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.» «Τέκνον, ἐν ἀῤῥωστίαις σου μὴ περιβλέπου, ἀλλ' εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε.» «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἐμμένον.» «Ἠσθένησα, καὶ ἐπεσκέψασθέ με.» «Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες ἐλαίῳ ἐν ὀνόματι Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ.» «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» «Μιμνήσκεσθε τῶν ἀσθενούντων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Κρείσσων εὐημερίας ἀχαλινώτου νόσος φιλόσοφος. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν τῷ κάμνοντι διὰ τὴν πενίαν, σεαυτὸν εἰσάγαγε, καὶ τὴν ἀπὸ τῶν ῥημάτων αὐτῷ παράκλησιν προσένεγκε. Ἀσθενής εἰμι, καὶ ἐπεσκέψασθέ με. Οὐκ ἔχεις χρήματα; ἀλλὰ πόδας ἔχεις, καὶ στόμα, καὶ ῥήματα Εἴσελθε, παρακάλεσον, διόρθωσον τὴν ἀθυμίαν, εὐθυμώτερον ποίησον καὶ καρτερικώτερον. Μὴ ἐπαισχυνθῇς, ἄνθρωπε, τοὺς σοὺς ἀδελφούς. Μὴ αἱ γὰρ τοιαῦται ἐπισκέψεις, καὶ παραδείσων, καὶ λειμώνων, καὶ πάσης ἑστιάσεως ἡδίους εἰσίν; Ἀπὸ μὲν γὰρ τῶν λειμώνων, καὶ τῶν παραδείσων οὐδὲν οἴκαδε φέρομεν ἀγαθόν· ἀπὸ συμποσίων δὲ μέθην, καὶ παραφροσύνην, καὶ μυρία κακά. Ἀπὸ δὲ τῶν τοιούτων ἐπισκέψεων χρηστὰς ἐλπίδας, τὴν πρὸς Θεὸν ἔννοιαν, τὴν ἄνωθεν παῤῥησίαν, τὴν τῆς ψυχῆς ἐπιείκειαν, τὸ μηδενὶ τῶν συμπιπτόντων ἀλύειν, τὸ ῥᾳδίως ἐν πᾶσι τοῖς ἀνθρωπίνοις φιλοσοφεῖν κερδανοῦμεν. Πολλοὶ τῶν πλουσίων παρὰ τῶν ὑγιαινόντων ἀπαιτοῦσι τὰς ὑπηρεσίας, καὶ ἀπαιτοῦσι δίχα συγγνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τιθέασιν· ἀλλὰ, προσπεσούσης νόσου, κεῖται μὲν ἀνεπίσκεπτος ἡ παιδίσκη, χαμαὶ ἐῤῥιμένη. Οὐ προσέχει δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα. Κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν πρὸς τὴν δούλην, οὐκ ἐπισκέπτεται ὡς ὁμογενὴς, ἀλλὰ βλοσυρῷ προσέχει τῷ βλέμματι, αὐστηρῷ προσδιαλέγεται ῥήματι, δι' ὄγκον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένης τῆς φύσεως. Οὐκ ἀναγινώσκετε τὰς Γραφάς; οὐκ οἴδατε τί φησιν ὁ ἅγιος ∆αβίδ· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν; ∆υσωποῦ μὲν τὴν εἰκόνα· φοβήθητι τὰ γεγραμμένα· ἐπίκουρος τῆς ἀσθενούσης κατάστηθι. Ὁ Σωτὴρ τὴν ἀρχὴν οὐκ ἄνθρωπος ἐγεννήθη, ἀλλὰ Θεὸς ἦν Μονογενὴς, ἀλλ' ὅμως ὑπὲρ ἀνθρώπων ἄνθρωπος ἠνέσχετο γενέσθαι· σὺ δὲ ἄνθρωπος ὢν παραιτῇ τὸ ὁμόφυλον ὡς οὐκ ἰσότιμον; παραιτῇ συμπαθεῖν περὶ τὴν ὁμογενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χωλεύοι, ἐπιμελῇ διὰ χρείαν, ὅτε δὲ τὸ λογικὸν ζῶον ὁ σὸς οἰκέτης ἀῤῥωστεῖ, περιορᾷς, καὶ οὐ προνοεῖς ὅτι λογικόν ἐστι.

ΤΙΤΛ.

Γʹ. –Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας.

«Μὴ δοὺς ὕπνον τοῖς σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» «Ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ, καὶ ὡς ὄρνεα θηρευόμενα παγίδι, ὡσαύτως παγιδεύονται υἱοὶ τῶν ἀνθρώπων ἐν καιρῷ πονηρῷ, ὅταν ἐπιπέσῃ ἐπ' αὐτοὺς ἄφνω.» «Συντήρησον καιρὸν, καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. Πρόσεχε μὴ ἀποπλανηθῇς τῇ διανοίᾳ σου. Γρηγόρησον πάσῃ ζωῇ σου. Ἀγάπα Κύριον, καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου.» «Πρόσεχε σεαυτῷ, μὴ ἐμπέσῃς.» «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» «Ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπω ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» «Νήψατε, γρηγορήσατε· ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος. ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει.» «Σὺ δὲ νῆφε, ἐν πᾶσι κακοπάθησον· ἔργον ποίη σον εὐαγγελιστοῦ· τὴν διακονίαν σου πληροφόρησον.» Τῶν κρυπτῶν παγίδων διὰ παντὸς ὑπεράνω βάδιζε, μὴ νυστάζοντι πικρὸν σπόρον συμμίξῃ ζιζανίων ὁ σπορεὺς τῶν κακῶν καὶ φθονερὸς ἐχθρός. Μὴ κλαπῇς περισκόπει. Ἀεὶ δίωκε λαθραίοις παλαίσμασιν, Μήπως δεηθῇς ἐπ' ἐσχάτων καθαρσίων.

ΤΙΤΛ. ∆ʹ. –Περὶ νεογάμων.

«Ἐὰν λάβῃ τις γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται οὐδὲν πρᾶγμα ἐπ' αὐτῷ. Ἀθῶος ἔσται· ἐν τῇ οἰκίᾳ αὐτοῦ καθίσει ἐνιαυτὸν ἕνα, καὶ εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ, ἣν ἔλαβεν.» «Ὁ κτώμενος γυναῖκα, ἐνάρχεται κτήσεως.» Ὦ τέκνον ἐμὸν, τοῦτό σοι προπεμπτήριον παρέχω. Ἐντρέπου πρῶτον τὸν Θεὸν, μετὰ ταῦτα δὲ τὸν ἄνδρα, τὸν ὀφθαλμὸν τοῦ βίου, καὶ τῆς σῆς κύριον βουλῆς καὶ γνώμης· τοῦτον μόνον ἀγάπα καὶ πόθησον, καὶ τούτῳ μόνῳ ψυχὴν εὔφραινε, ἐάν σε πόθοις τελειοτέροις ἀγαπήσῃ. Μὴ ἔχε θάρσος τοσοῦτον, ὅσον καὶ ὁ πόθος τοῦ ἀνδρὸς παρέχει σοι, ἀλλ' ὅσον ὑπάρχει πρέπον. Ἐπειδὴ κόρος ἐστὶν ἁπάντων. Πάντων μὲν κόρος ἐστὶν ἀληθῶς, ἀγάπη δὲ ἀκόρεστος· μηδέποτε γυνὴ ὑπάρχουσα, εἰς ἀνδρὸς παῤῥησίαν σπούδαζε. Μὴ τὸ γένος σου προσενέγκῃς, μὴ τοῖς χρήμασι τὴν ὀφρὺν ἀνασπάσῃς, μὴ τῇ σοφίᾳ. Σοφία γὰρ τοῖς τοῦ γάμου νόμοις ὑποχωρεῖν καὶ πείθεσθαι. Ὑποχώρει μὲν τῷ ἀνδρὶ ὀργιζομένῳ· κάμνοντι βοήθει λόγοις ἁπαλοῖς καὶ συμβουλαῖς χρησταῖς. Οὐ θηροτρόφος τοῦ λέοντος τὴν ὀργὴν κατέπαυσεν ἰσχύϊ, πνεύμασι βρυχητικοῖς ἀντοργιζόμενος, ἀλλ' ὑποτάσσει ταῖς χερσὶ παρατρίβων καὶ κολακευτικοῖς ῥήμασιν. Μηδὲ ζημίαν τινὰ ὀνειδίσῃς τῷ ἀνδρὶ, καίπερ πάνυ ὀργιζομένη, μήτε δὲ ἐπαινέσῃς τὸν οὐκ ὄντα φίλον τῷ ἀνδρὶ τῷ σῷ, ἐν παραβολαῖς λόγων ὀνειδίζουσα δολίως. Κοινὰς δεῖ τὰς εὐφροσύνας καὶ τὰς λύπας ποιήσασθαι, κοινὰς δὲ πάλιν τὰς φροντίδας· ἐπειδὴ τοῦτο τὸν οἶκον αὐξάνει. Λυπουμένῳ μὲν ὀλίγον τι συλλυποῦ. Τῷ γὰρ ἀνδρὶ λυπουμένῳ λιμὴν εὔδιος ἡ γυνή. Ἡ δὲ κερκὶς ἐν φροντίδι σοι ἔστω, καὶ τὰ ἔρια, καὶ φροντὶς ἐν τοῖς θείοις λόγοις. Μὴ σπουδάσῃς ἐκ τῶν θυρῶν ἐξενεγκεῖν σου τὸν πόδα, μηδὲ ἐπὶ τέρψιν τινὰ πολιτικήν· αὕτη γὰρ τὴν ἐλευθερίαν ἀφαιρεῖ. Μηδὲ γυναιξὶ συμμίγου, ὅσαι ὑπερήφανον ἔχουσι τράχηλον, καὶ δημόσιον πρόσωπον, μηδὲ ἀνθρώποις, ὅσοις ὁ ἀνὴρ ἀπαρέσκεται. [∆ίδου δ' ὁρόωσιν ἔρευθος,] ὀφθαλμοὺς ἔχουσα τυφλοὺς, καὶ εἰς γῆν νεύοντας ὀφρύας.

ΤΙΤΛ.

Εʹ. –Περὶ νηστείας καὶ νηστευόντων.

«Εἰ εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος; ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας· διάλυσον στραγγαλιὰς βιαίων συναλλαγμάτων. Ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.» «Ὅταν νηστεύητε, μὴ γίνεσθε ὡς ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα ἑαυτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ. Καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.» Νηστεία ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. – Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησιν· νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Εὐθύμησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκάτοις τῶν παίδων ζωογονούμενοι σκώληκες, φαρμάκοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως ἁμαρτίαν ὑποικουροῦσαν ἐν τῷ βάθει, τῇ ψυχῇ ἐπεισελθοῦσα ἐναποκτείνει νηστεία. Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου ὥσπερ οἱ ὑποκριταί. Οἷος εἶ, τοιοῦτος φαίνου, μὴ κατασχηματίζων σεαυτὸν πρὸς τὸ σκυθρωπὸν, τὴν ἐκ τοῦ δοκεῖν ἐγκρατὴς εἶναι δόξαν θηρώμενος. Οὔτε εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γινόμενα, οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐκτείνει, ἀλλ' εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Πρόσδραμε τοίνυν φαιδρῶς τῇ δωρεᾷ τῆς νηστείας. Ἀρχαῖον δῶρον ἡ νηστεία, οὐ παλαιούμενον καὶ γηράσκον, ἀλλ' ἀνανεούμενον ἀεὶ, καὶ εἰς ἀκμὴν ἐπανθοῦν. Οὐ νεώτερον τὸ ἐφεύρημα· πατέρων ἐστὶ τὸ κειμήλιον. Πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον. ∆υσωπήθητι τὴν πολιὰν τῆς νηστείας. Ἡλικιώτης ἐστὶ τῇ ἀνθρωπότητι. Νηστεία ἐν τῷ παραδείσῳ ἐνομοθετήθη. Τὴν πρώτην ἐντολὴν ἔλαβεν ὁ Ἀδάμ· Ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Τὸ δὲ, Οὐ φάγεσθε, νηστείας ἐστὶ καὶ ἐγκρατείας νομοθεσία. Εἰ ἐνήστευσεν ἀπὸ τοῦ ξύλου ἡ Εὔα, οὐκ ἂν ταύτης ἐδεόμεθα νῦν τῆς νηστείας. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας. Ἰαθῶμεν διὰ τῆς μετανοίας. Μετάνοια δὲ χωρὶς νηστείας, ἀργή. Ἐπικατάρατος ἡ γῆ· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Στυγνάζειν προσετάχθης (μὴ γὰρ τρυφᾷν) διὰ νηστείας ἀπολόγησαι τῷ Θεῷ. Ἀλλὰ καὶ ἡ ἐν τῷ παραδείσῳ διαγωγὴ, νηστείας ἐστὶν εἰκών. Ἐπειδὴ δὲ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσαμεν τοῦ παραδείσου. Νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλθωμεν. Οὐχ ὁρᾷς τὸν Λάζαρον, πῶς διὰ νηστείας εἰσῆλθεν εἰς τὸν παράδεισον· μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον· μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν. Οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι; κορέννυσθαι δὲ, εἰπέ μοι, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν, οὐ βρωμάτων ποικιλίαν, ἀλλὰ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; τί εὐκοπώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι· μᾶλλον δὲ μηδὲ κεῖσθαι, ἀλλὰ πυκνὰ μεταστρέφεσθαι διαῤῥηγνυμένην καὶ στένουσαν; Μωσέα διὰ νηστείας ἔγνωμεν προσβάλλοντα τῷ ὄρει· οὐ γὰρ ἂν κατετόλμησεν, καπνιζομένης τῆς κορυφῆς, οὐδ' ἂν ἐθάῤῥησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. ∆ιὰ νηστείας τὴν ἐντολὴν ὑπεδέξατο δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί. Νηστεία προφήτας γεννᾷ, δυνατοὺς ῥώννυσι. Νηστεία νομοθέτας σοφίζει, ψυχῆς ἀγαθὸν φυλακτήριον, σώματι σύνοικος ἀσφαλὴς, ὅπλον ἀριστεύουσιν, ἀθληταῖς γυμνάσιον. Τοῦτο πειρασμοὺς ἀποκρούεται· τοῦτο ἀλείφει πρὸς εὐσέβειαν. Νήψεως σύνοικος, σωφροσύνης δημιουργός· ἐν πολέμοις ἀνδραγαθεῖ, ἐν εἰρήνῃ ἡσυχίαν ἄγει. Τὸν Ναζιραῖον ἁγιάζει, ἱερέας τελειοῖ. Οὐ γὰρ δυνατὸν ἄνευ νηστείας ἱερουργίας κατατολμῆσαι, οὐ μόνον ἐν τῇ μυστικῇ, καὶ νῦν, καὶ ἀληθινῇ λατρείᾳ, ἀλλὰ καὶ ἐν τῇ τυπικῇ τῇ κατὰ τὸν νόμον προσαγομένῃ. Αὕτη θεατὴν ἐποίησε τοῦ μεγάλου θαύματος τὸν Ἠλίαν. Τεσσαράκοντα γὰρ ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἀνθρώπῳ ἰδεῖν τὸν Κύριον. Νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει, οἱονεὶ πτερὸν αὐτῇ γινομένη πρὸς τὴν ἄνω πορείαν. Νηστεία οἴκων αὔξησις, ὑγείας μήτηρ, νεότητος παιδαγωγὸς, κόσμος πρεσβύταις, ἀγαθὴ συνέμπορος ὁδοιπόροις, ἀσφαλὴς ὁμόσκηνος τοῖς συνοίκοις. Οὐχ ὑποπτεύει γάμων ἐπιβουλὴν ὁ ἀνὴρ, νηστείαις ὁρῶν τὴν γυναῖκα συζῶσαν. Οὐ τήκεται ζηλοτυπίαις γυνὴ, τὸν ἄνδρα βλέπουσα νηστείαν καταδεχόμενον. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν νηστείᾳ; ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον μετὰ ταῦτα, οὐδὲν διὰ νηστείαν λείπει τῶν ἐν τῷ οἴκῳ, οὐδὲ ἓν ζῶον ὀδύρεται θάνατον· οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων· πέπαυται μαγείρων μάχαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τὸ Σάββατον ἐδόθη τοῖς Ἰουδαίοις, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύγιόν σου, καὶ ὁ παῖς σου. Γενέσθω ἡ νηστεία ἀνάπαυσις ἐκ τῶν συνεχῶν πόνων τοῖς διὰ τοῦ ἐνιαυτοῦ παντὸς ὑπηρετοῦσιν οἰκέταις. Ἀνάπαυσόν σου τὸν μάγειρον· δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω τρεχόντων, καὶ ὡς ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Νηστεία δανείου φύσιν οὐκ οἶδεν. Οὐκ ὄζει τόκον ἡ τράπεζα τοῦ νηστευτοῦ· οὐκ ἔχουσιν ὀρφανὸν τοῦ νηστευτοῦ παῖδα τόκοι πατρῷοι, περιπλεκόμενοι ὡς ὄφεις. Νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ' ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βάδισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγου, καθαρότης καρδίας. Νηστεία πόλεως εὐσχημοσύνη, ἀγορᾶς εὐστάθεια, οἴκων εἰρήνη, σωτηρία τῶν ὑπαρχόντων. Βούλει αὐτῆς ἰδεῖν τὴν σεμνότητα; Σύγκρινόν μοι τὴν σήμερον ἑσπέραν πρὸς τὴν αὔριον, καὶ ὄψει τὴν πόλιν ἐκ ταραχῆς εἰς γαλήνην βαθεῖαν μεταβαλοῦσαν. Νηστεία ἀληθὴς, ἡ τῶν κακῶν ἀλλοτρίωσις. Λύε πάντα σύνδεσμον ἀδικίας. Ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφειλήματα. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε· κρεῶν οὐκ ἐσθίεις, ἀλλ' ἐσθίεις τὸν ἀδελφόν· οἴνου ἀπέχῃ, ἀλλ' ὕβρεων οὐ κρατεῖς· τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια. Τί ὄφελος νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπλησθῆναι; Ἔλαιον μὲν πιαίνει τὸν ἀθλητὴν, νηστεία δὲ τὸν ἀσκητὴν τῆς εὐσεβείας κρατύνει. Ὥστε ὅσον ὑφαιρεῖς τῆς σαρκὸς, τοσούτῳ ποιήσῃς τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν. Οὐ γὰρ σωματικοῖς πόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς, καὶ τῇ πρὸς τὰς θλίψεις ὑπομονῇ, τὸ πρὸς τοὺς ἀοράτους ἐχθροὺς περιγίνεται κράτος. Ἔτι μὲν οὖν πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμος τοῖς αἱρουμένοις αὐτήν. Οὔτε γὰρ ἐπήρεια δαιμόνων κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν ἄγγελοι φιλοπονώτερον παραμένουσι τοῖς διὰ νηστείας κεκαθαρμένοις. Ἄγγελοί εἰσιν οἱ καθ' ἑκάστην Ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύοντας. Ὅρα μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Πλούσιος εἶ; μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας ἑαυτοῦ ἄτιμον ὑποπέμψῃς, παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς, μήποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δὲ, ὥσπερ τὸ ἀναπνεῖν, οὕτω καὶ τὸ νηστεύειν οἰκεῖόν ἐστι κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τὰ εὐθαλῆ τῶν φυτῶν τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβυτέροις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὸν οἰκείωσις. Πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλὴς συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας, οὕτω καὶ κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει. Μέλλων τοίνυν νηστεύειν, μὴ σκυθρωπάσῃς Ἰουδαϊκῶς. Εὐαγγελικῶς τὴν ψυχὴν καταφαίδρυνον, μὴ πενθῶν τῆς γαστρὸς τὴν ἔνδειαν, ἀλλ' ἐνηδόμενος τῇ ψυχῇ τῶν πνευματικῶν ἀπολαύσεων. Οἶδας ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ἐπεὶ οὖν ταῦτα ἀντίκεινται ἀλλήλοις, ὑφέλωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν· αὐξήσωμεν δὲ τῆς ψυχῆς τὴν ἰσχὺν, ἵνα διὰ τῆς νηστείας κατὰ τῶν παθῶν λαβόντες τὰ νικητήρια, τοὺς τῆς ἐγκρατείας στεφάνους ἀναδησώμεθα. Νηστεύων μὴ στύγναζε. ∆ιὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλησθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἁπαλύνουσα πρὸς εὐσέβειαν. Καὶ ὥσπερ τὰ χρόνια πάθη δριμυτάτοις τισὶ καὶ στυπτικωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει, τὸ δὲ συνουλωτικὸν τῆς σαρκὸς ἐπισυνάγει, τὸν αὐτὸν τρόπον, καὶ τὴν ἔνδον ὑποσμύχουσαν ἁμαρτίαν, καὶ τὴν ψυχὴν νεμομένην, στυπτικωτάτη ὑπεισελθοῦσα ἁμαρτίᾳ νηστεία, ἀναξηραίνει αὐτὴν κατ' ὀλίγον λεπτύνουσα. ∆ιὰ τοῦτο, εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ' ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφελῇ. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρήσεις αὐτοὺς τὸ πλέον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθεν, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονεν, τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας. Νομοθέτης διὰ νηστείας ἐχρημάτισεν, καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε ὕδωρ ἔπιεν. Νηστεύοντες τῆς εὐποιίας φροντίζετε. Ὁ γὰρ νηστεύων, καὶ μὴ μεταδιδοὺς ἄρτον τῷ πένητι, ματαία ἡ νηστεία αὐτοῦ ἔσται. Πολλοὶ οὖν εἰσι νηστεύοντες μετὰ σάκκου καὶ σποδοῦ, καὶ πολλῶν δακρύων, καὶ τῷ πεινῶντι μὴ μεταδιδόντες ὀβολὸν ἕνα, ἄμισθον ποιοῦντες τὴν νηστείαν αὐτῶν, ἣν ὁ Θεὸς οὐ προσδέχεται. Ἄκουσον οὖν, τί λέγει ἐν Ἡσαίᾳ τῷ προφήτῃ· Οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ· οὐδὲ οὕτως κληθήσεται νηστεία. Ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας καὶ δὸς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου. Ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει· διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ταύτην τὴν νηστείαν ἀγαπᾷ ὁ Θεός. Τὰ γὰρ τρίχινα καὶ ἡ σποδὸς οὐδέν σε ὠφελήσει νηστεύοντός σου. Χόρτασον πένητα, ἵνα σε εὐλογήσῃ, καὶ εὑρήσεις αὐτὸ πρὸ προσώπου σου ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς σου. Εἰ τὰ δάκρυα τοῦ πένητος βλέπων οὐκ ἐλεεῖς, ὁ Θεὸς πῶς σε ἐλεήσει; Νηστεία καθαρὰ, ὅταν σοῦ νηστεύοντος ὁ πένης χορτάζηται ἐκ τῶν σῶν. Πολλὴν εὐεργεσίαν ἀπολαύομεν ἐκ τῆς νηστείας· νοῦν ἀτάραχον, λογισμῶν γαληνότητα, καρδίαν πραεῖαν, κεφαλὴν ἀνάλγητον, πόδας ὀρθούς. Θλίβῃ, ὅτι οἱ ὀφθαλμοί σου οὐκ εἰσὶ τεθολωμένοι, οὐδὲ αἱματώδεις, καὶ ἡ γλῶσσά σου οὐ ψελίζει, καὶ ὅτι οἱ πόδες σου ὀρθῶς περιπατοῦσιν; Μεγάλη ἡ νηστεία, καὶ δι' αὐτῆς πολλοὶ ὑπερέβησαν τὰ ἀνθρώπινα, καὶ μετὰ ἀγγέλων ἔχουσι τὴν διαγωγήν. ∆ανιὴλ, οὐχὶ διὰ νηστείαν τὴν τῶν λεόντων ἀγριότητα εἰς προβάτων ἡμερότητα μετέβαλε; Νηστεύσας γὰρ ἑπτὰ ἡμέρας ἐν λάκκῳ, τοὺς ὑπερμεγέθεις λέοντας ὡς περιστερὰς κατενόει. Καὶ βλέπε μοι αὐτοῦ τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν. Εἰς ἄριστον τῶν λεόντων ἐβλήθη ὁ ἅγιος ἐν τῷ λάκκῳ, καὶ εὑρέθη αὐτὸς ἀριστῶν, ἐπικομισαμένου τοῦ Ἀββακοὺμ διὰ προστάγματος Κυρίου, καὶ οἱ λέοντες μετὰ πολλῆς φιλοσοφίας ἐκαθίζοντο. Ὦ νηστείας ὑπερβολή! τοὺς λέοντας ἐφίμωσε, τὸν δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατέστρεψεν, καὶ τὴν Σωσάνναν διέσωσεν. Οἱ τρεῖς παῖδες νηστεύοντες, τὴν κάμινον ὡς πηλὸν κατεπάτουν, καὶ τὴν φλόγα ὡς δροσοειδῆ παράδεισον κατανοοῦντες, ἄκαυστοι διέμειναν, καὶ τὰς τοῦ βασιλέως ἀπειλὰς ὡς ἀράχνην διέλυσαν. ∆ιὰ νηστείας ὁ μέγας ἐν προφήταις Μωσῆς τὸν νόμον ἐδέξατο. Νηστεύσας γὰρ ἡμέρας τεσσαράκοντα, τὴν ὀργὴν τὴν κατὰ τοῦ λαοῦ κατέπαυσεν. Νηστεύσαντες Νινευῖται ἐν ἡμέραις τρισὶ τὴν πολυπληθῆ πόλιν διέσωσαν. Νηστεία ἀγγέλων μίμημα. Νηστεία τοὺς ἀνθρώπους εἰς οὐρανοὺς ἀνήγαγεν, καὶ μετ' ἀγγέλων πολιτεύεσθαι παρεσκεύασεν, καὶ μετὰ μαρτύρων τὴν ἀνάπαυσιν ἐδωρήσατο. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐ γὰρ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι' ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ συλλήβδην εἰπεῖν, διὰ κακίας εἰς ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Ἡ μέθη εἰς ἀκολασίαν εἰσάγει, ἐπὶ δὲ νηστείαν αὐτάρκεια· ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὸν νομοθέτην τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαπετίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον· εἰς τετρημένον πίθον ἀντλεῖς. Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας προσλαβὼν καὶ ἑταίρας εἰσοικίζει. Οὐ γὰρ ἀνέχεται ἡ νομίμη γυνὴ μετὰ τῶν διεφθαρμένων συνοικῆσαι. Μὴ τοίνυν καὶ σὺ προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἀσχημο σύνην εὔκολον. Οὐ γὰρ μὴ εἰσέλθῃ νηστεία καὶ δέησις εἰς ψυχὴν ῥυπωθεῖσαν ὑπὸ τῆς μέθης. Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάσασθαι. Οὐ γὰρ ἀκαίρως συγχωρεῖ δαπανᾷν τοῦ μέτρου, τὴν αὐτάρκειαν παρεχομένη. Οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν. Οὐκ ἀποχὴ βρωμάτων, ἀλλὰ ἀποχὴ πλημμελημάτων ἐργάζεται νηστείαν. –Φιλήσωμεν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶ, καὶ πηγὴ φιλοσοφίας ἁπάσης. Τὸ μετὰ νηστείας εἶναι εὐχὴν, δυνατωτέραν ποιεῖ τὴν εὐχήν. Νῦν σωφροσύνη λογισμῶν πολλὴ πάρεστι· νῦν δὲ ἐγήγερται ἡ διάνοια, καὶ τὰ ἄνω περισκοπεῖ ἡ ψυχή· διὰ τοῦτο τῇ νηστείᾳ τὴν προσευχὴν συνέζευξεν ἡ Γραφή. Τότε γὰρ τερπνοτέρα καὶ δοκιμωτέρα ἀπὸ τῆς λύρας ἀναπέμπεται ἡ μελῳδία, ὅτι οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ τῇ πλεονεξίᾳ τῆς μέθης, ἀλλ' εὔτονος ὁ λογισμὸς, καὶ διεγηγερμένος ὁ νοῦς. Νήφουσα ἡ ψυχὴ οὕτω προσιέναι τῷ Θεῷ, καὶ διαλέγεσθαι μόνον πρὸς μόνον.

ΣΤΟΙΧΕΙΟΝ Ξ.

ΤΙΤΛ.

Αʹ. –Περὶ ξένων πραγμάτων, καὶ τῶν σπανίως ἔν τισιν εὑρεθέντων.

«Ἔκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ ἤγειρεν αὐτοῖς Κύριος σωτῆρα τὸν Ἀὼδ, ἄνδρα ἀμφοτεροδέξιον. Μετὰ Ἀὼδ ἀνέστη Σαμεγὰρ, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, καὶ ἔσωσε τὸν Ἰσραήλ.» «Κατέβη Σαμψὼν, καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθᾶ, καὶ ἦλθον ἕως τοῦ ἀμπελῶνος· καὶ ἰδοὺ σκύμνος λέοντος εἰς συνάντησιν. Καὶ ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ διέσπασεν αὐτὸν ὡς ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ, καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησεν.» «Ἐπορεύθη Σαμψὼν, καὶ συνέλαβε τριακοσίους ἀλώπεκας, καὶ ἔλαβε λαμπάδας, καὶ ἔστρεψε κέρκον πρὸς κέρκον, καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ, καὶ ἔδησεν. Καὶ ἐνεπύρισεν τοὺς στάχυας τῶν ἀλλοφύλων ἀπὸ ἅλωνος ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.» «Εἶπε Σαμψών· Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς· ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας. Καὶ ἐδίψησε σφόδρα, καὶ ἐβόησε πρὸς Κύριον· Σὺ εὐώδωσας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην· καὶ νῦν ἀποθνήσκω ἐν δίψει, καὶ ἐμπεσοῦμαι εἰς χεῖρας τῶν ἀπεριτμήτων. Καὶ ἤνοιξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα· καὶ ἔπιεν, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ, καὶ ἔζησεν.» «Καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἀπηγγέλη τοῖς Γαζαίοις, λέγοντες· Ἥκει Σαμψὼν ὧδε. Καὶ ἐκύκλωσαν, καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως. Καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες· Ὡς διαφαύσει ὁ ὄρθρος φονεύσομεν αὐτόν. Καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου. Καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς, καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως, σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβίβασεν αὐτὰ σὺν τῷ μοχλῷ, καὶ ἔθηκεν ἐπὶ τοὺς ὤμους, καὶ ἀπήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἔθηκεν ἐκεῖ.» «Ἑπτακόσιοι ἄνδρες, ἐκλεκτοὶ ἐκ παντὸς τοῦ λαοῦ ἀμφοτεροδέξιοι πάντες οὗτοι, σφενδονῆται ἐν λίθῳ πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες.» «Ἀσαὴλ κοῦφος τοῖς ποσὶν, ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.» Πάντα ἐν πᾶσι μέμικται· καὶ ἐν τῇ γῇ εὑρήσεις ὕδωρ, καὶ ἀέρα καὶ πῦρ· εἶτα ἐκ λίθων μὲν πῦρ ἐξάλλεται. Ἐκ σιδήρου δὲ, ὃ καὶ αὐτὸ ἔχει ἀπὸ γῆς τὴν γένεσιν, πῦρ ἄφθονον ἐν ταῖς παρατρίψεσιν πέφυκεν ἀπολάμπειν. Ὃ καὶ θαυμάσαι ἄξιον, πῶς ἐν μὲν τοῖς σώμασιν ὑπάρχον τὸ πῦρ ἀβλαβῶς ἐμφωλεύει, προσκλιθὲν δὲ ἐπὶ τὰ ἔξω, δαπανητικόν ἐστι τῶν φυλασσόντων. Εἴποις δ' ἂν περὶ θαλάσσης αὐτῆς, πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται; πῶς ὁ πολυτίμητος λίθος τὸ κοράλλιον, χλόη μέν ἐστι τῆς θαλάσσης, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ πρὸς λίθου στεῤῥότητα μεταπήγνυται; πόθεν τῷ εὐτελεστάτῳ ζώῳ τῷ ὀστρέῳ τὸν βαρύτιμον μαργαρίτην ἡ φύσις ἐνέθηκεν; Ἃ γὰρ ἐπιθυμοῦσι θησαυροὶ βασιλέων, ταῦτα περὶ αἰγιαλοὺς, καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέῤῥιπται, τοῖς τῶν ὀστρέων σώμασιν ἐγκείμενα. Πόθεν τὸ χρυσοῦν ἔριον αἱ πίνναι τρέφουσιν, ὅπερ οὐδεὶς τῶν ἀνθοβαφῶν μέχρι νῦν ἐμιμήσατο; πόθεν αἱ κόχλαι τοῖς βασιλεῦσι τὴν ἁλουργίδα χαρίζονται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχροίᾳ παρέδραμον. Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα· οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ' ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρεικάζονται· ἅ γε καὶ νήσων πολλάκις φαντασίαν παρέχεται. Ἐὰν δὲ ἀκούσῃς, ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξουρίας φερόμενα, τὸ μικρὸν ἰχθύδιον, ἡ ἐχενηῒς οὕτως ῥᾳδίως ἵστησιν, ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάττειν, ὥσπερ καταῤῥιζωθὲν ἐν αὐτῷ τῷ πελάγει, τότε θαυμάσεις τοῦ δημιουργοῦ τὴν ἰσχύν. Τὰς πιθήκους φασὶν, ἐπειδὰν τέκωσιν, ὥσπερ ἀγάλμασιν ἐνατενίζειν τοῖς βρέφεσιν, ἀγαμένας τοῦ κάλλους· οὕτως ἐστὶν ἡ φύσις φιλότεκνος.

ΤΙΤΛ.

Βʹ. –Περὶ ξένων κολάσεων ἀπὸ Θεοῦ καὶ ἀνθρώπων ἐνεχθεισῶν.

«Κατέλαβον τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτειναν, καὶ καθεῖλαν τὴν πόλιν, καὶ ἔσπειραν εἰς ἅλας.» «Κατέδραμον ὀπίσω Ἀδωνιβεζὲκ, καὶ κατελάβοντο αὐτόν· καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ, καὶ τῶν χειρῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν, καὶ τῶν χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός.» «Ἐπάταξε τὴν Ῥαββὰ, καὶ κατέσκαψεν αὐτὴν ∆αβὶδ, καὶ σκύλα πολλὰ τῆς πόλεως ἐξήνεγκεν σφόδρα, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν, καὶ διέπρισεν ἐν πρίοσι καὶ σκεπάρνοις σιδηροῖς. Οὕτως ἐποίησε ∆αβὶδ ταῖς πόλεσιν υἱῶν Ἀμμών.» Ἔσφαξεν ὁ βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατ' ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσεν, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν ὁ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν εἰς οἶκον μυλῶνος ἕως ἡμέρας ἧς ἀπέθανεν.»

ΤΙΤΛ.

Γʹ. –Περὶ ξενιτείας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος.

«Εἶπον οἱ ἄνδρες Σοδόμων πρὸς Λώτ· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;» Ὥσπερ ὄρνεον, ὅταν καταπετασθῇ ἀπὸ τῆς ἰδίας νοσσιᾶς, οὕτως ὁ ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.» «Ἀνὴρ ξενιτεύσας ἔγνω πολλά. Καὶ πάλιν· Ὁ πεπλανημένος πληθύνει πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείω τὰ τῶν λόγων μου σύνεσίς μου.»

ΣΤΟΙΧΕΙΟΝ Ο. ΤΙΤΛ. Αʹ. –Περὶ ὅρκου· καὶ ὅτι τοῖς ἐπὶ κακῷ καὶ ἀτόπῳ δεδομένοις ὅρκοις οὐ χρὴ ἐμμένειν.

«Εἶπεν Σαοὺλ πρὸς Ἰωνάθαν· Ἀπάγγειλόν μοι τί ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ, καὶ εἶπεν· Γευσάμενος ἐγευσάμην ἐπ' ἄκρου τοῦ σκήπτρου τοῦ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἀποθνήσκω; Καὶ εἶπεν αὐτῷ Σαούλ· Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγίστην ταύτην ἐν Ἰσραήλ; ὅτι ἔλεος τοῦ Θεοῦ ἐποίησε τῇ ἡμέρᾳ ταύτῃ. Καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν, καὶ οὐκ ἀπέθανεν.» «Εἶπεν ὁ βασιλεὺς τῷ Ἱερεμίᾳ· Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσωσί σε. Ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.» «Γενεσίων ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος, καὶ ἤρεσεν τῷ Ἡρώδῃ· ὅθεν μεθ' ὅρκου ὤμοσε δοῦναι αὐτῇ ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, ∆ός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ δέδωκεν αὐτῇ.» Σχόλ. Ἄμεινον ἦν τῷ Ἡρώδῃ τὸν ὑπ' αὐτοῦ δοθέντα ὅρκον παραβῆναι, ἢ τὸν προφήτην καρατομῆσαι.

ΤΙΤΛ.

Βʹ. –Περὶ ὀρφανῶν, καὶ πτωχῶν, καὶ χειρῶν.

«Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. Ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες κατα βοήσωσι πρός με, ἀκοῇ ἀκούσομαι τῆς βοῆς αὐτῶν· καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς ἐν μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ τέκνα ὑμῶν ὀρφανά.» «Στόμα χήρας εὐλόγησέ με. Ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.» «Οὐκ ἐνεχυριάσεις ἱμάτιον χήρας.» «Ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν.» «Εἰς κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς. Ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος, κραταιός ἐστι, καὶ κρινεῖ τὴν κρίσιν αὐτοῦ μετὰ σοῦ.» «Ἀνθ' ὧν ἠδίκουν νηπίους, φονευθήσονται.» «Χήραν καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε.» «Γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν, καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου.» ∆έησιν ἀδικουμένου εἰσακούσεται. Οὐ μὴ παρίδῃ ἱκεσίαν ὀρφανοῦ καὶ χήρας, ἐὰν ἐκχέῃ λαλιάν. Οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβήσεται, καὶ ἡ καταβόησις ἐπὶ τῷ κατάγοντι αὐτά;» «Χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα, ἢ τέκνα, ἢ ἔγγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι, καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν· ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν,» «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ, αὕτη ἐστίν· ἐπισκέπτεσθαι χήρας καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν.» Τὴν τρυγόνα φασὶ, διαζευχθεῖσάν ποτε τοῦ ὁμοζύγου, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι, κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν πολυγαμίαις ἀπρεποῦς προτιμότερον.

ΤΙΤΛ.

Γʹ. –Περὶ ὁρίων· καὶ ὅτι οὐ χρὴ μετάγειν αὐτά.

«Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔστησαν οἱ πατέρες σου.» «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» «Ἀσεβεῖς ὅριον ὑπερέβησαν.» «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Ἔστι τινὰ τῶν ἰχθύων, ἃ καὶ μιμεῖσθαι ἄξιον· πῶς τὰ γένη αὐτῶν ἕκαστα τὴν ἐπιτηδείαν αὐτοῖς διανειμάμενα χώραν, οὐκ ἐπιβαίνει ἀλλήλοις, ἀλλὰ τοῖς οἰκείοις ὅροις ἐνδιατρίβει. Οὐδεὶς γεωμέτρης παρ' αὐτοῖς κατένειμε τὰς οἰκήσεις· οὐ τείχη περιγέγραπται· οὐχ ὁροθεσίοις διώρισται. Οὗτος μὲν γὰρ ὁ κόλπος τάδε τὰ γένη τῶν ἰχθύων βόσκει, κἀκεῖνος ἕτερα· καὶ τὰ ὧδε πληθύνοντα, ἄπορα παρ' ἑτέροις. Οὐδὲν ὄρος ὀξείαις κορυφαῖς ἀνατεταμένον διίστησιν· οὐ ποταμὸς τὴν διάβασιν ἀποτέμνεται· ἀλλὰ νόμος τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ τοῦ ἑκάστου χρειῶδες, τὴν δίαιταν πᾶσιν ἀποκληρῶν. Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι, ὁπότε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατέμνομεν γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν οἰκουμένων ὅρων κατειλῆφθαι θάλασσαν, τοῖς μεγίστοις τῶν ὀρέων κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶν, καὶ μένουσιν ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις, μήτε ταῖς παραλίοις χώραις λυμαινόμενα. Οὕτω μὲν οὖν ἕκαστον γένος, ὥσπερ πόλεσιν ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν αὐλίζεται.

ΤΙΤΛ. ∆ʹ. –Περὶ ὁδοῦ ἀγαθῆς καὶ πονηρᾶς· καὶ ὅτι χρὴ τὰ σκολιὰ πράγματα, καὶ τὰς σκολιὰς ὁδοὺς ἐκκλίνειν, καὶ μετὰ τῆς εὐθείας πορεύεσθαι.

«Ἐὰν ἄνομόν τί ἐστιν ἐν τῇ χειρί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ. Οὕτως ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρόν.» «Οἱ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν, ἠσθένησαν ἐκ βροτῶν.» «Ἀρχὴ ὁδοῦ ἀγαθῆς ποιεῖν τὰ δίκαια. ∆εκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.» «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Κύριος· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν.» «Ὁ σκολιάζων τὰς ὁδοὺς αὐτοῦ, ἀτιμασθήσεται.» «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ' αὐτῶν.» «Ὁ πορευόμενος δικαίως, βοηθηθήσεται.» «Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται, καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.» «Ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου.» «Εἰ ἐπορεύοντο τρίβους ἀγαθὰς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων λείους.» «Τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν.» «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερά.» «Τάδε λέγει Κύριος· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε ὁδοὺς Κυρίου, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ. Ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» «Μὴ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν.» «Μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ.» «Ἀπόστησον ἀπὸ πλημμελείας σου, καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον χεῖρά σου.» «Κατάρας τέκνα ἐπλανήθησαν ἀπὸ ὁδοῦ ἀληθείας, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαάμ.» «Πάντα δοκιμάσαντες, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Οἱ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Ἀρχὴ γὰρ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, σοφῶς καὶ ἐντέχνως εἰσάγων εἰς ἀρετὴν, ἀναχώρησιν τῆς κακίας ἀρχὴν ποιούμενος τῶν καλῶν. Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα. Σπαραγμὸς ἐχίδνης πολλάκις διώλεσεν. Τοῦτο οὖν ὁρῶν, ἔκκλινον καὶ μικρὸν βλάβος. Μικρὸν μέν ἐστιν, εἰς δὲ μεῖζον ἔρχεται. Πηγὴ κακῶν, μὴ βλύζε, μὴ, ματαία φρήν· Ἡ δ' οὖν σὺ, γλῶσσα, μὴ δέχου τὸν βόρβορον· Ἡ δ' οὖν σὺ, χείρ γε, μὴ γράφε τὰ χείρονα· Οὕτως ἂν ἡμῖν εἰκὼν ἄφθαρτος μένοι. Ἐπιγνῶμεν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν βαδίζωμεν. Ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γενώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὴν ἁμαρτίαν ἡμᾶς σκελίζοντα. Ἡ τῶν κακῶν ἀπαλλαγὴ, σωτηρίας ἀρχή.

ΤΙΤΛ.

Εʹ. –Περὶ ὀνόματος χρηστοῦ καὶ κακοῦ.

«Αἱρετώτερον ὄνομα καλὸν, ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.» «Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθόν.» «Φρόντισον περὶ ὀνόματος. Αὐτὸ γάρ σοι παραμένει, ἢ χίλιοι μέταλλοι θησαυροῦ.» «Χάρις ὡς παράδεισος ἐν εὐλογίαις.» «Ἀγαθῆς ζωῆς ἀριθμοὶ ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς τὸν αἰῶνα διαμένει.» «Ὄνομα πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει.» «Ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος.»

ϛ ΤΙΤΛ. ʹ. –Περὶ οἰήσεως καὶ δοκήσεως· καὶ ὅτι κρεῖττον τὸ εἶναι τοῦ δοκεῖν. Ἐμπόδιον γὰρ τοῦτο πρὸς ἀρετήν.

«Εἶδον δίκαιον ἀπολλύμενον ἐν τῷ δικαιώματι αὐτοῦ, καί γε τοῦτο ματαιότης.» «Εἴ τις δοκεῖ σοφὸς εἶναι παρ' ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ Θεῷ ἐστι Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις.» «Εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» «Εἴ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Βέλτιον καλὸν ὄντα νομίζειν κακὸν, εἴπερ κάκιστον, δόξαν ἔχοντα ἀγαθοῦ· ὡς τάφος πλαστὸς τοῖς ἀνθρώποις φαινόμενος καὶ ὑπάρχων, ὅστις σεσηπόσι νεκροῖς ἔσωθεν ὑπερόζων, ἔξωθεν δὲ λάμπει ἀσβέστῳ ζωγραφίαις τερπναῖς. ∆όξαν πόθησον μήτε πᾶσαν, μήτε πάνυ. Βέλτιον γὰρ τὸ εἶναι τοῦ νομίζειν. Εἰ δὲ ἄπληστος εἶ περὶ τούτου, μὴ τὴν ματαίαν ἄγρευε, μηδὲ τὴν νεαρὰν, ἢ τὴν κεχρωσμένην. Τίς γὰρ τῷ πιθήκῳ ὠφέλεια ἐκ τοῦ ἀκούειν καὶ καλεῖσθαι λέων; Εἴ σοι πίθηκον μετασχηματίσας εἰς λέοντα σπουδὴν προσήνεγκαν, ἆρα οὐκ ἂν ᾐσχύνθης θεασάμενος; Τί δὲ εἴ σοι ὁ κύκνος εἰς τέρψιν ἐθεάτριζεν, τί σοι ἐδόκει; ὁ πάντων ἀτιμότατος τῶν ὀρνέων κόραξ, περιχρώσας ἑαυτὸν τῷ λευκῷ σχήματι, οὐ καταγελαστότερος πολλῷ πλέον· Ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστιν ἐκκοπὴ προκοπῆς. Ὁ γὰρ κατοιόμενος, βελτίωσιν οὐκ ἀνέχεται. Οἴησις, ἀκάθαρτον φύσει ἐστίν.

ΤΙΤΛ.

Ζʹ. –Περὶ οἴνου, καὶ τῆς χρήσεως αὐτοῦ.

«Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» «Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη· πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.» «∆ότε οἶνον τοῖς ἐν λύπαις, καὶ τοῖς ἐν ὀδύναις οὖσιν, ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.» «Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς.» «Ἐν οἴνῳ μὴ ἀνδρίζου. Πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. Οἶνος εἰς εὐφροσύνην, καὶ οὐκ εἰς μέθην ἐκτίσθη ἀπ' ἀρχῆς. Ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς, οἶνος πινόμενος.» «Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.» «Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.» Οἶνος τὸ παρὰ Θεοῦ δῶρον, εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσι. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος. Ῥώννυσι μὲν γὰρ οἶνος σῶμα, τὴν δὲ ψυχὴν λόγος Θεοῦ. Οἴνου μεταληφθέντος, λύπαι οἰχήσονται, φυγαδευθεῖσαι καθάπερ ὑπὸ λαίλαπος γνόφος.

ΤΙΤΛ.

Ηʹ. –Περὶ ὀφθαλμῶν.

«Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν.» «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» «Πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; ∆ιὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύσει.» «Ὀφθαλμὸς πονηρὸς, φθονερὸς ἐπ' ἄρτῳ, καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.» «Κύριε Πάτερ, καὶ Θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι.» «Φύλαξον, μνήσθητι, ὅτι κακὸν ὀφθαλμὸς πονηρός.» «Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμα σκοτεινὸν ἔσται.»

ΤΙΤΛ.

Θʹ. –Περὶ ὀνειδισμοῦ· καὶ ὅτι οὐ χρὴ ὀνειδίζειν.

«Ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.» «Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ἀπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ἀπὸ σητός.» Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου, οὐ μὴ μνησθῇς ἔτι.» «Μὴ βδελύξῃς ἄνθρωπον, καὶ μὴ ὀνειδίσῃς αὐτὸν ἐν ὁράσει αὐτοῦ.» «Ὁ ὀνειδίζων φίλον, διαλύσει φιλίαν.» «Μὴ ὀνειδίσῃς ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.» «Ὄνειδος τέκνων, μήτηρ ἐν ἀδοξίᾳ.» «Μὴ καταγελάσῃς ἀνθρώπου ὄντος ἐν πικρίᾳ ψυχῆς αὐτοῦ. Ἔστι γὰρ ὁ ταπεινῶν καὶ ὑψῶν.» «Βαρεῖα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας, καὶ ὀνειδισμὸς δανειστοῦ.» Μία ἀσφάλεια, μὴ ὀνειδίζειν τύχας. Κοινὴ γὰρ ἡ τύχη, καὶ τὸ μέλλον ἀόρατον. Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας. Ψέγειν τὸν ἀνεπίληπτον, εἰς Θεὸν ἁμαρτία. Μηδενὶ συμφορὰν ὀνειδίσῃς· κοινὴ γὰρ ἡ φύσις, καὶ τὰ ἐπιόντα ἄδηλα· μήποτε τοῖς αὐτοῖς ἁλοὺς, αὐτοκατάκριτος ἐν τῷ συνειδότι εὑρεθῇς. Οὔτε ἔπαινος ἀγαθὸν ποιεῖ, οὔτε ψόγος κακόν.

ΤΙΤΛ.

Ιʹ. –Περὶ ὀλιγοβίων καὶ ὀλιγοχρονίων.

«Εὐλογημένος γεννητὸς γυναικὸς, ὀλιγόβιος.» «Ἡρπάγη, ἵνα μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δοῦλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.»

ΤΙΤΛ.

ΙΑʹ. –Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ χρὴ ὀμνύειν.

«Οὐ λήψῃ τὸ ὄνομα τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. Οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» «Οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ' ἀδίκῳ.» «Μὴ ὀμνύετε ζῶντα Κύριον.» «Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ Ἁγίου μὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος, ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων, καὶ ὀνομάζων τὸ ὄνομα τοῦ Κυρίου, οὐκ ἐλαττωθήσεται ἀπὸ ἁμαρτίας.» «Λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου Βασιλέως, μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. Ἔστω δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· Οὒ, οὔ. Τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ πονηροῦ ἐστιν.» «Ὁ ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ. Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν τῷ κατοικήσαντι αὐτόν. Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.» «Πρὸ πάντων, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Ἔστω δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.» Οὐκ ἔστιν ὠφέλιμον τὸ ὀμνύειν, ἀλλὰ καὶ σφόδρα βλαβερὸν, καὶ ἐπάρατον, καὶ ἐβδελυγμένον. Πέπαυσο λοιπὸν τοῦ ὀμνύειν· μὴ βούλου τὴν ἑαυτοῦ γλῶσσαν πρὸς τοὺς ὅρκους ἐθίζειν. ΤΙΤΛ.

ΙΒʹ. –Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων καὶ ἐπιορκούντων. «Εἶπε Κύριος πρός με· Τί ὁρᾷς; Καὶ εἶπα· Ὁρῶ δρέπανον πετόμενον, μῆκος πηχῶν εἴκοσι, καὶ πλάτος πηχῶν δέκα. Καὶ εἶπε πρός με· Τοῦτο εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου ἐπὶ ψεύδει· καὶ καταλύσει, καὶ συντελέσει αὐτόν.» «Τάδε λέγει Κύριος· Ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος.» «Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει.» «Ἀδίκως ὤμοσαν ἐν δόλῳ, καταφρονήσαντες ὁσιότητος.» «Ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ.» Λαλιὰ πολύορκος ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐπιφραγμὸς ὠτίων.» Πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτᾶται. Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δόξῃ ζῇν, ἤδη τετελεύτηκεν, καὶ τὴν πληγὴν ἐδέξατο. καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν τὴν πόλιν ἐξελθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου· οὕτω καὶ ὁ ὀμόσας ἐπὶ ψεύδει, κἂν ζῇ, τέθνηκεν.

ΣΤΟΙΧΕΙΟΝ Π.

ΤΙΤΛ.

Αʹ. –Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν.

«Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» «Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία.» «Αἱ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.» «Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.» «Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Ἐλπὶς τῷ εὐσεβεῖ, καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀσθενοῦσιν.» «Ὁδὸς εὐσεβῶν εὐθεῖα καὶ παρεσκευασμένη.» «Οἱ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· καὶ αὕτη ἡ βουλὴ μένει.» «Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῷ, λέγει Κύριος.» «Παντὸς δυνατωτέρα ἐστὶν ἡ εὐσέβεια.» «Οὐχ ἁμαρτησόμεθα εἰδότες, ὅτι σοὶ λελογίσμεθα. Τὸ γὰρ ἐπίστασθαί σε, ὁλόκληρος δικαιοσύνη, καὶ τὸ εἰδέναι σου τὸ κράτος, ῥίζα ἀθανασίας. Οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς κακότεχνος τῶν ἀνθρώπων ἐπίνοια.» «Πίστευε Κυρίῳ, καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου ἐξάπινα πλουτίσαι πένητα. Εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς. ∆όσις Κυρίου παραμένει εὐσεβέσιν.» «Πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου.» «∆ιήγησις εὐσεβοῦς διὰ παντὸς σοφία.» «Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε.» «Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» «Ἀμὴν λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.» «Ἀποκριθεὶς ὁ Πέτρος, εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγωὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνῳ δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» «Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται, καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.» «Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς. «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσῃ πώποτε.» «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον· ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μένῃ. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» «Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει.» «Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.» «Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. ∆ιὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ καταισχυνθήσεται.» «Εἰδότες, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων· ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.» «Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.» «Πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐνταῦθα γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι τῷ Θεῷ. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» «Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.» «Τῇ χάριτί ἐστε σεσωσμένοι, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Εὐσεβείας ἐργάτης ἔσο. Αὕτη γάρ σε καὶ εἰς οὐρανὸν ἀνοίσει, καὶ ἀθάνατόν σου τὴν μνήμην, καὶ διαρκῆ τὴν εὔκλειαν παρὰ τοῖς ἀνθρώποις παρασκευάσει. Ἡ μὲν εἰς Θεὸν τὸν ὄντως ὄντα τιμὴ, πάντως που καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή. Ἡ δὲ εἰς τὸν οὐκ ὄντα Θεὸν τιμὴ, ἐξεναντίας καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστιν ἀτιμία. Εὐσεβείας ἐπὶ πᾶσι φροντιστέον· τὴν μητέρα φασὶ τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν. Μνημονευτέον Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Ὁ ἀθετῶν ἀθετείτω· ὁ ἀνομῶν ἀνομείτω. Ἡμεῖς ὃ ἑωράκαμεν, καὶ κηρύσσομεν. Ἐπ' ὅρος ὑψηλὸν ἀναβησόμεθα, ἡσυχάζοντες, οὐ κηρύσσοντες. Κρείσσων ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ. Οἶδα ἐγὼ ἁμαρτωλοὺς ἀνθρώπους, ὅτι ἐπέθηκαν χεῖρας ἐπ' ἀῤῥώστους, καὶ ἰάσαντο αὐτούς· ἀλλὰ τοῦτο κατὰ δύο τρόπους γίνεται· οὐ μόνον δι' οὗ δίδοται, ἀλλὰ καὶ πρὸς τὸν λαμβάνοντα. Ἐὰν γὰρ μὴ πιστεύσας λαμβάνῃ οὔτε ἀπὸ δικαίου, οὔτε ἀπὸ ἁμαρτωλοῦ λαμβάνει τὴν χάριν. Ὁ γὰρ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ πάλιν ὁ Κύριος· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Σὺ πίστευε τῷ ἐρχομένῳ πρὸς σὲ ἐν ὀνόματι Κυρίου, μηδὲν διακρινόμενος, καὶ λήψει τὴν χάριν· ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν.

ΤΙΤΛ.

Βʹ. –Περὶ προκοπῆς πνευματικῆς.

«Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ἓν δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» «Οὕτως τρέχω, οὐχ ὡς ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» «Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα.» «Τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Μὴ φρόνει τῶν κακῶν φαίνεσθαι κρείττων, λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος. Μὴ μικροῖς σταθμοῖς ταλαντεύειν τὴν ἀρετήν. Ὁ καλῶς φροντίζων ἑαυτοῦ, φροντίζεται ὑπὸ Θεοῦ.

ΤΙΤΛ. Γʹ. –Περὶ προσκαίρων καὶ αἰωνίων· καὶ ὅτι τὰ μέγιστα πλημμελοῦσιν, οἱ τὰ παρόντα τῶν μελλόντων προτιμῶντες.

«Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν τῇ γῇ ζώντων.» «Ἐπὶ κεφαλῆς αὐτῶν ἄνεσις, καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη. Ἀπέδρα δὲ ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» «Ὁ καιρὸς συνεσταλμένος ἐστί· τὸ λοιπὸν, ἀδελφοὶ, καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ. ὡς μὴ καταχρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν· μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἐσμέν.» «Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν. ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» «Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη ἐνοικεῖ.» ∆ύο εἰσὶν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπιστρέφειν ἐπιχειρῶν. Ἔχει μὲν ἡ μία ὁδὸς τῆς πλάνης ὁδηγὸν ἀπατηλὸν δαίμονα καὶ πονηρὸν, δι' ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπισυρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης, ἄγγελον ἀγαθὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον τέλος τοὺς ἑπομένους ἄγοντα. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται. Ἀνὴρ δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχηματιζόμενον πρὸς ἀρετὴν καὶ κακίαν· καὶ πυκνὰ πρὸς τὸ ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα. Ὁ τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος, οὐχὶ προσδοκωμένην εἰς ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν. Ἰλιγγιᾷ οὖν πᾶσα ψυχὴ, καὶ μετοκλάζει τοῖς λογισμοῖς, ὅταν μὲν ἐνθυμηθῇ τὰ αἰώνια, τὴν ἀρετὴν αἱρουμένη· ὅταν δὲ ἀποβλέψῃ πρὸς τὰ παρόντα, τὴν ἡδονὴν προτιμῶσα, ὧδε βλέπει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός· ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς, ἐκεῖ δάκρυον δαψιλές. Μακάριος τοίνυν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι' ὑπομονῆς τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος. Τῶν ἀνθρωπίνων οὐδὲν μέγα, οὐδὲ ὑπερφυὲς ὁριζόμεθα. Οὐ γὰρ ἐν τοῖς παρερχομένοις τὸ ἀγαθὸν, ἀλλ' ἐπ' αἰωνίων καὶ ἀληθινῶν μετουσίαν κεκλήμεθα. Μὴ προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας ζωῆς προτιμῶντες. Τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν, δύο ἀντικειμένας ἀλλήλαις φύσεις. Ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ οἰκείου σεαυτοῦ κριτηρίου. Ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδονὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς Μὴ πάντα τῇ ἡδονῇ δός· δός τι καὶ τῇ ψυχῇ. Καὶ νόμισον δύο εἶναί σοι θυγατέρας, τὴν εὐπάθειαν τὴν ἐνθάδε, καὶ τὴν ζωὴν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ μὴ θέλεις πάντα δοῦναι τῇ κρείττονι, μέρισον γοῦν ἐξ ἴσης, τῇ τε ἀκολάστῳ παιδὶ, καὶ τῇ σώφρονι. Μὴ τὴν ἐνταῦθα διαγωγὴν ὑπέρπλουτον δόξῃς· γυμνὴν δὲ τὴν ἄλλην, καὶ ῥάκια ἠμφιεσμένην. Μὴ ἄκοσμον καὶ ἄμορφον παραστήσῃς τῷ νυμφίῳ τὴν νύμφην, ἵνα μὴ θεασάμενος ἀποκλίνῃ τὸ πρόσωπον, καὶ ἰδὼν μισήσῃ, καὶ τὴν συνάφειαν ἀπαρνήσηται. Πολλὴν ἐζήσαμεν χρόνον τῷ κόσμῳ· ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; τίς φρονιμώτερος τοῦ σοφοῦ; τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; τίς τοῦ κτίσαντος οἰκειότερος; Ὅρα μὴ φεύγων τὸ στενὸν τῆς ἐπὶ σωτηρίαν ἀγούσης, τὸ εὐρύχωρον διώξῃς τῆς ἁμαρτίας. Φοβοῦμαι μὴ ἄχρι τέλους τὴν πλατεῖαν ὁδεύσας ἀκόλουθον εὕρῃς τῇ ὁδῷ τὸ κατάλυμα. Πρόσεχε σεαυτῷ· μήτε τοῖς θνητοῖς ὡς ἀΐδιος ἐναπομείνῃς, μήτε τῶν ἀϊδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός· παρέρχεται γάρ. Ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθανάτου. Μὴ πρόσεχε τῇ σαρκὶ, ἄνθρωπε, μηδὲ τῷ ταύτης ἀγαθῷ· μηδὲ χρήματα, καὶ δόξαν, καὶ δυναστείαν θαύμαζε, μηδὲ ὅσα σοι τὴν πρόσκαιρον ὑπηρεσίαν πληροῖ. Εἰ τὰ πρόσκαιρα τοιαῦτα καλὰ, ποταπὰ τὰ αἰώνια; καὶ εἰ ἀνθρώπου μέγεθος μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα ἀνθρώπων ἐξιχνιάσαι δυνήσεται; Τὸ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν, ἴδιόν ἐστιν τῶν μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων ἐλπίδα. Εἰ τὰ σωματικὰ δίχα πόνων οὐκ ἐμπορίζεται τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἄρτος, καὶ τροφὴ, κόπων δέονται, καὶ ἱδρώτων, καὶ ἡ ἀνάγκη τῆς φύσεως ἀπελαύνει τὸν ὄκνον, καὶ τῆς χρείας ἡ μάστιξ τὸν πηλὸν συνωθεῖ πρὸς ἀπαραίτητον κάματον· τίς οὐκ ἂν διαιωνίζουσαν ἀκούων ζωὴν, πρὸς τοὺς πόνους διεγέρθη; τίς οὐκ ἂν ἡδέως ἱδρώσειεν ὑπὲρ οὐρανῶν βασιλείας; τίς οὐκ ἂν ὀδύνης ὑπερφρονήσειεν, ὑπὲρ ἡδονῆς ἀπεράντου; τίς οὐκ ἂν ταῖς τῶν πειρασμῶν ἐπικυβιστεύσειε τρικυμίαις, ἵνα πρὸς τὸ ἀλῄστευτον τῶν οὐρανῶν ἐμπόριον παραγένηται; καὶ γὰρ οἱ πόνοι πανταχοῦ τῶν ἀγαθῶν χορηγοί. Ψευδεῖς τῶν ἀνοήτων αἱ δόξαι· ψευδεῖς τῶν κακοδόξων αἱ ὑπολήψεις, πλούτῳ, καὶ ἐλευθερίᾳ, καὶ δυνάμει τὸ ἐν τῷ βίῳ μακάριον προσνεμόντων· ἀγνοούντων, ὅτι καὶ δουλείαν ἔστιν ἰδεῖν ἐλευθερίας ἁπάσης ὑψηλοτέραν, καὶ ἀσθένειαν ἁπάσης δυνάμεως στεῤῥοτέραν, καὶ πτωχείαν καταμαθεῖν, πλούτου πολυτελεστέραν παντός.

ΤΙΤΛ. ∆ʹ. –Περὶ προνοίας Θεοῦ· καὶ ὅτι προνοεῖ ἡμῶν ὁ Θεός.

«Εἶπεν Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Θεὸς ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδὸς αὐτῆς; ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος.» «Παρακαλέσω πάντα τὰ ἔρημα Σιὼν, καὶ θήσω αὐτὰ ὡς τὸν παράδεισον τῆς τρυφῆς.» «Τάδε λέγει Κύριος· Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω· καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλεῖπον ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὸ μετὰ κρίματος.» «Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας; ἢ μὴ κληθὲν ὑπὸ σοῦ, πῶς διεφυλάχθη; Φείδῃ δὲ πάντων ὅσα ἐστὶν, ∆έσποτα φιλόψυχε. Τὸ γὰρ ἅγιόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν.» «Μικρὸν καὶ μέγαν ὁ Θεὸς ἐποίησεν· ὁμοίως δὲ προνοεῖται περὶ πάντων.» «Τὴν μὲν ὁλκάδα πρὸς ὄρεξιν πορισμῶν ἐποίησαν ἄνθρωποι· τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν· ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι καὶ ἐν θαλάσσῃ ἔδωκας ὁδὸν, καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ· δεικνὺς ὅτι δύνασαι ἐκ πάντων σώζειν, κἂν ἄνευ τέχνης τις ἐπιβῇ· θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας ἔργα· διὰ τοῦτο καὶ ἐν ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.» Πᾶν ὅπερ εἰς ἡμᾶς ἀγαθὸν φθάσει ἐκ θείας δυνάμεως, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν. Ἴδιον καὶ πρεπῶδες ὡς ἀληθῶς τῷ Θεῷ τὸ ἱλάσκεσθαι, τὸ ἐλεεῖν, τὸ τὰ ἔργα σώζειν ἑαυτοῦ, κἂν εἰς κίνδυνον διαφθορᾶς καταφέρηται. Παρ' αὐτοῦ γὰρ, φησὶν, ὁ ἱλασμός ἐστιν. Πάντα μὲν ἀθρόως ἐκ Θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι, οἱ τῆς ἀληθοῦς εὐσεβείας σοφοὶ διαγο ρεύουσιν. Εἰ δὲ δὴ κατ' εἶδος ἕκαστα ἰδίως τῶν γινομένων, τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ, καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα, ἕτερα δὲ λογισμῷ γεγόνασιν, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσαντο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων, ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. Ὅπερ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ Θεός. Οὐκ οἶδάς σοι τὰ συμφέροντα, ἄνθρωπε· πολλάκις αἰτεῖς ἐπιβλαβῆ καὶ σφαλερά· ἀλλ' ἐκεῖνος ὁ μᾶλλον κηδόμενός σου τῆς σωτηρίας, οὐ τῇ αἰτήσει σου προσέχει, ἀλλὰ πρὸ τῆς αἰτήσεως τὸ συμφέρον σου πανταχοῦ ἐπισκοπεῖ. Εἰ γὰρ οἱ πατέρες οἱ σαρκικοὶ οὐ πάντα αἰτοῦσι τοῖς παισὶ διδόασιν, οὐκ ἐπειδὴ καταφρονοῦσι τῶν αἰτούντων, ἀλλ' ἐπειδὴ αὐτῶν μᾶλλον κήδονται, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ μᾶλλον φιλῶν, καὶ πλέον ἁπάντων εἰδὼς τὸ συμφέρον ἡμῶν, ποιεῖ. Πάντων λογικῶν ἐπιστάμενος τὸ κρυπτὸν ὁ ∆ημιουργὸς, προνοεῖται τῶν ὅλων, οὐ μόνον ἐξ ὧν διάκεινται καὶ πράττουσιν, ἀλλὰ καὶ ἐξ ὧν προγινώσκει ἄγων εἰς βελτίωσιν. Ἀγαθότητι συστήσας τὰ πάντα ὁ Θεὸς, προνοεῖ τῶν ὅλων· οὐκ εἰς τὸ κατ' ἀξίαν τῶν προνοουμένων ἀφορῶν, ἀλλ' εἰς τὸ αὐτοῦ ἐλεητικὸν καὶ τῶν ἀγαθῶν παρεκτικόν.

ΤΙΤΛ. Εʹ. –Περὶ προσπαθείας καὶ μερίμνης· καὶ ὅτι χρὴ ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα.

«Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.» «Πρὸ καιροῦ ἄγει γῆρας μέριμνα.» «Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς; καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτὰ,» καὶ τὰ λοιπά. «Ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τούτῳ τῷ κόσμῳ, ὡς μὴ χρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον εἶναι, ἀσεβοῦς δὲ, τὸ φροντίσι κατατρίβεσθαι. Περὶ μὲν γὰρ τῆς τελείας ψυχῆς εἴρηται, ὅτι κρίνον ἐστὶν ἐν μέσῳ ἀκανθῶν. Τοῦτο δὲ τὴν ἀφροντισίαν δηλοῖ. Περὶ δὲ τῶν φροντίδα πολλὴν ἐχόντων εἰς τὰ βιωτικά φησιν· Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Ἀπροσπαθῶς χρὴ διοικεῖν τὴν κτῆσιν, καὶ ἐπὶ συμβαίνοντός τινος μὴ ἀγανακτεῖν, μηδὲ λυπεῖσθαι, μηδὲ ἐπιθυμεῖν κτήσασθαι. Τῆς ἐμπαθοῦς γὰρ κτήσεως κελεύει ὁ Κύριος ἀφίστασθαι, καὶ πάσης προσπαθείας.

ΤΙΤΛ. ϛʹ. –Περὶ προφητῶν ἀνδροφονησάντων, καὶ εὐαρεστησάντων Θεῷ.

«Ἔστη Μωσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς, καὶ λέγει· Εἴ τις πρὸς Θεὸν, ἤτω πρός με. Καὶ ἦλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευῒ, καὶ λέγει αὐτοῖς· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Θέτε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν, καὶ διέλθετε, καὶ ἀνακάμψατε, καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ τὸν ἔγγιστα. Καὶ ἐποίησαν υἱοὶ Λευὶ καθὰ ἐλάλησεν αὐτοῖς ὁ Μωσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ τῇ ἡμέρᾳ ἐκείνῃ τρισχίλιοι ἄνδρες.» «Φινεὲς υἱὸς Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ, ἀπεκέντησεν ἀμφοτέρους, τὸν δὲ ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ ὀργὴ ἀπὸ τῶν υἱῶν Ἰσραήλ. Ἐγένοντο δὲ οἱ τεθνηκότες εἴκοσι τέσσαρες χιλιάδες. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν· Φινεὲς υἱὸς Ἐλεάζαρ κατέπαυσε τὸν θυμόν μου· ἰδοὺ δίδωμι αὐτῷ τὴν διαθήκην μου, διαθήκην εἰρήνης, καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν, διαθήκην ἱερατείας αἰωνίαν, ἀνθ' ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.» «Εἶπε Σαμουήλ· Προσάγαγέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. Καὶ προσῆλθεν Ἀγὰγ τρέμων. Καὶ εἶπε Σαμουήλ· Καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. Καὶ ἔσφαξεν αὐτὸν ἐνώπιον Κυρίου.» «Εἶπεν Ἠλιοῦ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βαὰλ, μηδεὶς σωθήσεται ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς· καὶ κατάγει αὐτοὺς Ἠλιοῦ εἰς τὴν χειμάῤῥουν Κισσὼν, καὶ κατέσφαξεν αὐτοὺς ἐκεῖ.»

ΤΙΤΛ. Ζʹ. –Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπάνειν.

«Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν· τὰ δὲ φανερὰ, ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.» «Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα.» «Τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.» «Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας μητρὸς ἡγίακά σε· προφήτην εἰς ἔθνη τέθεικά σε.» «Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεναὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ, καὶ εἶπεν αὐτῷ· Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.»

ΤΙΤΛ.

Ηʹ. –Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας.

«Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν, ἣν ἐνετείλατό σοι Κύριος, καὶ νῦν βασιλεία σου οὐ στήσεται.» «Ἐγένετο ὡς ἤκουσεν Ἀχία φωνὴν ποδῶν, εἶπεν· Εἴσελθε, γυνὴ Ἱεροβοάμ. Ἐγώ εἰμι ἀπόστολος πρὸςσὲ σκληρός.» «Εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοῦ· Εἰ σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραήλ; καὶ εἶπεν Ἠλιοῦ· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου, τοῦ καταλιμπάνειν ὑμᾶς Κύριον, καὶ πορεύεσθαι ὀπίσω τῶν Βααλίμ.» «Ἐλάλησε Κύριος πρὸς Ἠλιοῦ, καὶ εἶπεν· Κατάβηθι, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν. Καὶ ἀνέστη Ἠλιοῦ, καὶ κατέβη μετ' αὐτῶν· καὶ εἶπεν Ἠλιοῦ· Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐξαπέστειλας ἀγγέλους ζητῶν ἐν τῷ Βαὰλ μυῖαν θεὸν Ἀκκαρὼν, οὐχ οὕτως. Ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ' αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε διὰ Ἠλιοῦ.» «Εἶπεν Ἑλισσαιὲ πρὸς τὸν βασιλέα Ἰσραήλ· Τί ἐμοὶ καὶ σοί; ∆εῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τῆς μητρός σου. Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ· Μὴ ὅτι κέκληται Κύριος τοὺς τρεῖς βασιλεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ; Καὶ εἶπεν Ἑλισσαιέ· Ζῇ Κύριος τῶν δυνάμεων, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρὸς σὲ, καὶ εἶδόν σε.»

ΤΙΤΛ. Θʹ. –Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν ἐπὶ πᾶσιν ἐξετάζει ὁ Θεός.

«Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι.» «Καθίσας ὁ Ἰησοῦς ἀπέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς οἱ ὄχλοι βάλλουσι χαλκὸν εἰς τὰ δῶρα τοῦ Θεοῦ· καὶ οἱ πλούσιοι ἔβαλλον πολλά. Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ, ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλέον πάντων ἔβαλε τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον. Πάντες γὰρ ἐκ τοῦ περισσεύματος αὐτῶν ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν, ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοι χεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἐπαινοῦμεν τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους Ὅπου γὰρ προαίρεσις ἑτοίμη, τὸ κωλύον οὐδέν· ἡ προθυμία ὑπαρχέτω, καὶ τὸ ἐμποδίζον οὐκ ἔσται. Παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ τοῦ μόνου προελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοι οἱ ἀφωρισμένοι μισθοί. Αἱ τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται· ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων, τῷ τάχει τῶν νοημάτων συναπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Τὸ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν. Πλουσίαν, οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται, ὁ παιδεύων τὴν ψυχὴν Κύριος. Θυσία τῷ Θεῷ, γνώμη ἀγαθή.

ΤΙΤΛ.

Ιʹ. –Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ.

«Εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» «Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναῖκα ἀνδρὸς ἑτέρου, εἰ δὲ ἐγκάθητος ἐγενόμην ἐπὶ θύραις οἴκων αὐτῆς, ἀρέσῃ ἄρα καὶ ἡ γυνή μου ἄλλῳ. «Παρὰ Κυρίῳ ἁρμόζεται γυνὴ ἀνδρί» «Συνευφραίνου μετὰ γυναικὸς τῆς νεότητός σου. Ἔλαφος φιλίας, καὶ πῶλος τῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σοι ἐν παντὶ καιρῷ. Ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ.» «Γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς.» «Μακαρία στεῖρα ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι· ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν.» Καὶ πάλιν· «Κρείσσων παρθενία μετ' ἀρετῆς. Ἀθανασία γάρ ἐστι μνήμη αὐτῆς, ὅτι καὶ παρὰ Θεῷ γνωρίζεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἐν τῷ αἰῶνι στεφανοφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.» «Ὁ ἀντοφθαλμῶν ἡδοναῖς, στεφανοῖ ζωὴν αὐτοῦ.» «Προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν, καὶ λέγοντες αὐτῷ· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Λέγουσιν αὐτῷ· Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν; Λέγει αὐτοῖς· Κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. Ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. Λέγω ὑμῖν, ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται, καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρῆσαι, χωρείτω.» «Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» «Περὶ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω. Ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἐκ τοῦ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τῷ αὐτῷ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν. Λέγω τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Κρεῖσσον γάρ ἐστι γαμεῖν, ἢ πυροῦσθαι. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλίψιν δὲ ἕξουσιν τῇ σαρκὶ οἱ τοιοῦτοι.» Καὶ πάλιν· «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Ὁ δὲ γαμήσας, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται. Ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ γαμήσασα. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾗ ἁγία καὶ τῷ σώματι, καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσεδρον τῷ Κυρίῳ, καὶ ἀπερίσπαστον.» «Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει, καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.» «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος.» ∆εῖ τὸν νοῦν, ὥσπερ τινὰ κυβερνήτην, ἄνω καθήμενον τῶν παθῶν, καὶ οἷον πλοίῳ τῆς σαρκὸς ἐπιβάντα, καὶ ἐμπειρίᾳ τοὺς λογισμοὺς, οἷον οἴακας, περιστρέφοντα, καταπατεῖν μὲν γενναίως τὰ κύματα, ὑψηλὸν δὲ διαμένοντα, καὶ δυσπρόσιτον ὄντα τοῖς πάθεσιν, μηδαμοῦ τῆς πικρίας τῶν παθῶν ὥσπερ ἁλμῆς τινος ἀναπίμπλασθαι. Μία ἀρετὴ, καὶ ἀνδρὸς, καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ὁμότιμος, ὥστε καὶ μισθὸς ὁ αὐτὸς ἀμφοτέροις. Ὧν ἡ φύσις μία, ἐνέργειαι αἱ αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ μισθὸς ὁ αὐτός. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, κἂν ὑπερόριοι ἀλλήλοις πρὸς κοινωνίαν γάμου συνέλθητε. Ὁ τῆς φύσεως δεσμὸς, ὁ τῆς εὐλογίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. Ἔχιδνα τὸ χαλεπώτατον τῶν ἑρπετῶν πρὸς γάμον ἀπαντᾷ τῆς θαλαττίας σμυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημαίνουσα, ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλοκήν. Τί βούλεταί μοι ὁ λόγος; ὅτι κἂν τραχὺς ᾖ, κἂν ἄγριος τὸ ἦθος ὁ σύζυγος, ἀνάγκη φέρειν τὴν ὁμόζυγον, καὶ μηδεμιᾶς προφάσεως καταδέχεσθαι τὴν ἕνωσιν διασπᾷν. Πλήκτης ἐστίν; ἀλλ' ἀνήρ. Πάροινος; ἀλλ' ἡνωμένος κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστος; ἀλλὰ μέλος ἴδιον, καὶ μελῶν τὸ τιμιώτατον. Ἀκουέτω δὴ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον· σὺ δὲ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθεσαι, αἰδοῖ τῆς ἑνώσεως; Οὐκ ἂν παρέλθοιμι τὸ τοῦ Ἀλεξάνδρου, ὃς τὰς θυγατέρας ∆αρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος ἔχειν μαρτυρουμένας, οὐδὲ προσειπεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι κρίνων τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. Τουτὶ γὰρ εἰς ταυτὸν ἐκεῖνο φέρει· Ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τό γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφεῖται τοῦ ἐγκλήματος. Παρθενίας ζυγὸν μηδενὶ ἐπιτίθει. Ἐπισφαλὲς γὰρ τὸ κτῆμα καὶ δυσφύλακτον, ὅταν κατ' ἀνάγκην γίνηται. –Τοῖς νέοις ἐπίτρεπε γαμεῖν, πρὶν διαφθαρῶσιν εἰς ἑτέρας. Παρθένε, παρθένος ἴσθι, καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσι γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς. Μακαρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους βιοτεύοντας· οὐ γὰρ δυνατὸν ἐν ὑλώδει ζωῇ τὸν ἄϋλον καθόλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον· ἀλλὰ τοὺς πρὸς τὰς τῆς φύσεως ὁρμὰς βραδεῖς τε καὶ δυσκινήτως ἔχοντας. Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ ἀνθρωπίνῃ φύσει, ἀλλὰ τὸ δι' ἀρετῆς κατορθούμενον. Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν, ἡ συγκεκραμένη πολλάκις τῇ φύσει ἀσθένεια, καὶ παρὰ γνώμην κατασκευάζει. Τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ, ἀλλ' ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστίν. Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λογισμῷ, καὶ ἐφ' ὧν ὁ λογισμὸς, καθάπερ τις χαλινὸς, ἀναστομῶν τὰς ὁρμὰς, οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέρεσθαι. Γάμος συγγνώμη πάθους. Οὐδὲν οὕτως ἀνάξιον παρθένου, ὡς τὸ πλουτεῖν, καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Χλεύη τὰ μὲν τῆς παιδοποιίας ὄργανα τηρεῖν παρθένα, τὴν δὲ γλῶσσαν μὴ τηρεῖν· ἢ τὴν γλῶσσαν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν, ἢ τὴν ἀκοὴν, ἢ τὰς χεῖρας μὴ τηρεῖν, ἀλλ' ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ. ∆εῖ γὰρ πάντα τὰ μέλη καὶ τὰ αἰσθητήρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφραγισμένα. Τὸ βεβιασμένον, ἀηδὲς, ταχύ· τὸ δὲ ἀβίαστον οὐκ ἔχει κόρον, ἀλλ' ἀεὶ χάριτι καὶ πόθῳ θάλλει. Παρθένων φθορὰ λέγεται, οὐ μόνον πορνεία, ἀλλὰ καὶ ἡ πρὸ καιροῦ ἔκδοσις, ὅταν ὡς εἰπεῖν ἀώρως ἐκδοθῇ τῷ ἀνδρὶ, ἤτοι ὑφ' ἑαυτῆς, ἢ καὶ παρὰ τῶν γονέων. Ἐκ μελέτης πολλῆς, καὶ ἀσκήσεως, ἡ βία, καὶ ἀγριότης τῶν παθῶν ἀσθενεῖς. Ὁ τῶν παθῶν ἡνίοχος, οὐχ ἅπαξ καθυποτάξας ἐᾷ. Ἀεὶ γὰρ πόλεμος οὗτος ἵσταται, ἐφ' ὅσον ὁ ἄνθρωπος ἐστὶν ἐν ζωῇ. ΤΙΤΛ.

ΙΑʹ. –Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοιτίας. «Ἄνθρωπος, ὃς ἐὰν μοιχεύσῃ γυναῖκα ἀνδρὸς, θανάτῳ θανατούσθω, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη. Ἄνθρωπος, ὃς ἐὰν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν· ἀμφότεροι θανατούσθω σαν. Ἔνοχοι γάρ εἰσι θανάτου. Ἄνθρωπος, ὃς ἐὰν κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν· θανάτῳ θανατούσθωσαν ἀμφότεροι. Ἄνθρωπος ἐὰν λάβῃ γυναῖκα, καὶ τὴν μητέρα αὐτῆς, ἀνομία ἐστίν. Ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς.» «Οὐκ ἐλεύσεται ἐκ πόρνης εἰς Ἐκκλησίαν Θεοῦ.» «Ἐὰν εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους, καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ Ἰσραήλ.» «Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» Ἐάν τις λάβῃ γυναῖκα, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἐπίθηται προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ· Τὴν γυναῖκα ταύτην εἴληφα, καὶ προσελθὼν αὐτῇ, οὐχ εὕρηκα αὐτῇ παρθενίαν· καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ, ἐξοίσουσι τὰ παρθένια τῆς γυναικὸς πρὸς τὴν γερουσίαν· λήψονται τὸν ἄνθρωπον, καὶ παιδεύσουσι, καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλίτιν, καὶ αὐτοῦ ἔσται γυνή. Οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν πάντα χρόνον. Ἐὰν δὲ μὴ εὑρεθῇ τὰ παρθένια τῇ νεάνιδι, ἐξοίσουσιν αὐτὴν ἐπὶ τὰς θύρας τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην. Ἐὰν γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρὶ, εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει, κοιμηθῇ μετ' αὐτῆς, ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως ἐκείνης, καὶ λιθοβολήσουσιν ἀμφοτέρους ἐν λίθοις, καὶ ἀποθανοῦνται· ἡ νεᾶνις, διότι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ ὁ ἄνθρωπος, διότι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον. Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον τὸν κοιμώμενον μετ' αὐτῆς, καὶ τὴν νεάνιδα οὐ μὴ ποιήσητε οὐδέν. Οὐκ ἔστιν ἁμάρτημα τῇ νεάνιδι θανάτου, ὅτι ὡς εἴ τις ἐπανασταίη ἄνθρωπος ἐπὶ τὸν πλησίον, καὶ φονεύσῃ αὐτοῦ τὴν ψυχὴν, οὕτως καὶ τὸ πρᾶγμα τοῦτο· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. «Ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος, λέγων· Οὐ προσνοήσει με ὀφθαλμός.» «Θυμὸς ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. Πῦρ γάρ ἐστι καιόμενον ἐκ πάντων τῶν μερῶν· οὗ δ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.» «Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.» «Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς τοῖς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν τῆς πορνείας βλεφάρων. Ὁ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται· ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει· τὸ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδ' οὐ μὴ διαλυθῇ πολλῶν δώρων.» «Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις.» «Ὃς ποιμαίνει πόρνας, ἀπολέσει πλοῦτον.» «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται.» «Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολλὸν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.» «Τέκνα μοιχῶν ἀτέλεστα ἔσται, καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται.» «Πολύγονον πλῆθος ἀσεβῶν οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος, οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει. Ἐξ ἀνόμων ὕπνων τέκνα γεννώμενα, μάρτυρές εἰσι πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.» «Ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ σβεσθήσεται, ἕως οὗ καταποθῇ· οὕτως καὶ ὁ ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ.» «Οὗ οὐκ ἔστι γυνὴ στενάξει πλανώμενος.» «Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ κοπιάσῃ, ἕως ἂν τελευτήσῃ. Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ, Τίς με ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐδείς με ὁρᾷ· τί εὐλαβοῦμαι; Τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθῇ ὁ Ὕψιστος. Καὶ οἱ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι. Οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησε, πιασθήσεται.» «Ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν, ἀπὸ πλήθους πορνείας.» «Ποίᾳ τούτων ἵλεως γενήσομαί σοι; υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατέλυον. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτισεν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τὸ τοιοῦτον οὐκ ἐκδικήσει ἡ ψυχή μου;» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» «Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ· καὶ οὐκ ἐστὲ αὐτῶν; Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε οὖν τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» «Μὴ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.» «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.» «Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Ἐμοὶ δακρύειν ἐπέρχεται ἐπὶ σὲ, ἄνθρωπε, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχεις τῆς ἁμαρτίας. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ μήτηρ τῆς ἁμαρτίας· ἡδονὴ τροφὸς τοῦ αἰωνίου σκώληκος, ὃ πρὸς καιρὸν καταλειαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς τὰς ἀναδόσεις ποιεῖται. Ἐπιθυμίαι πονηραὶ ἐξοιστρῶσαι τὴν ψυχὴν, εἰς ὁρμὰς ἀκρατεῖς καὶ ἀκολάστους ἐμβάλλουσιν. Ἐὰν οὖν προσέχῃς σεαυτῷ, καὶ μνησθῇς, ὅτι παρὸν ἡδὺ εἰς πικρὸν καταντήσει πέρας, καὶ ὁ νῦν ἐκ τῆς ἡδονῆς ἐγγινόμενος ἐν τῷ σώματι ἡμῶν γαργαλισμὸς, οὗτος γεννήσει τὸν ἰοβόλον σκώληκα ἀθάνατα κολάζοντα ἡμᾶς ἐν τῇ γεέννῃ, καὶ ἡ πύρωσις τῆς σαρκὸς μήτηρ γενήσεται τοῦ αἰωνίου πυρὸς, εὐθὺς οἰχήσονται φυγαδευθεῖσαι αἱ ἡδοναὶ, καὶ θαυμαστή τις ἔνδον γαλήνη περὶ τὴν ψυχὴν, καὶ ἡσυχία γενήσεται, οἷον θεραπαινίδων ἀκολάστων θορύβου κατασιγασθέντος, δεσποίνης τινὸς σώφρονος παρουσίᾳ. Μοιχεία τίς ἐστι τῆς φύσεως, ἡ τῆς ἐχίδνης καὶ θαλαττίας σμυραίνης ἐπιπλοκή. ∆ιδαχθήτωσαν οὖν οἱ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες γάμοις, ποταπῷ εἰσιν ἑρπετῷ παραπλήσιοι, καὶ καταστελλέσθω τὰ πάθη τῶν ἀκολάστων, καὶ ἐγγείοις καὶ θαλασσίοις διδάγμασι παιδευόμενοι. Οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνηθείας τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένοντας, καὶ ὥσπερ οἱ ἐν βορβόρῳ καλινδούμενοι, ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως καὶ οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσσονται. Τὸ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτιμίαν, ἀλλ' εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν, κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα, ἑταίρα συμπίνουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτῆς ἁμαρτίαν συμφλέγουσα. Ἡδονή ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι' ἣν εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμέν· ὑφ' ἧς πᾶσα ψυχὴ ὡς ὑπὸ ἀγκίστρου πρὸς θάνατον ἕλκεται, ὡς ὅ γε μὴ ἐκθαμνόμενος ὑπ' αὐτῆς, διὰ τῆς ἐγκρατείας πᾶσαν φύσιν ἁμαρτημάτων κατώρθωσε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. ∆εινὸν εἰς κακῶν ἐπίνοιαν ἡ ἀσέλγεια. Πάσης ὄντως κακίας οἷόν τι δέλεαρ ἡ ἡδονὴ προβληθεῖσα, εὐκόλως τὰς λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγκιστρον τῆς ἀπωλείας ἐφέλκεται. Ἀδελφὸς ἐπολεμήθη εἰς πορνείαν· συνέβη δὲ αὐτὸν εἰς κόμην τινὰ τῆς Αἰγύπτου διέρχεσθαι, καὶ ἰδὼν θυγατέρα τινὸς ἱερέως τῶν εἰδώλων, ἠγάπησεν αὐτὴν, καὶ λέγει τῷ πατρὶ αὐτῆς· ∆ός μοι αὐτὴν εἰς γυναῖκα. Καὶ ἀποκριθεὶς εἶπεν, Οὐ δύναμαι δοῦναί σοι αὐτὴν, ἐὰν μὴ μάθω παρὰ τοῦ θεοῦ μου. Καὶ πορευθεὶς πρὸς τὸν δαίμονα, εἶπεν αὐτῷ· Ἰδού τις μοναχὸς ἦλθεν θέλων τὴν θυγατέρα μου· δῶ αὐτὴν αὐτῷ; Καὶ ἀποκριθεὶς ὁ δαίμων, εἶπεν· Ἐὰν ἀρνῆται τὸν Θεὸν αὐτοῦ, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ. Καὶ ἐλθὼν ἱερεὺς, εἶπεν τῷ μοναχῷ· Ἄρνησαι τὸν Θεόν σου, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ. Ὁ δὲ συνέθετο, καὶ εὐθέως εἶδε περιστερὰν ἐξελθοῦσαν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀναπτᾶσαν εἰς τὸν οὐρανόν. Καὶ πορευθεὶς ὁ ἱερεὺς πρὸς τὸν δαίμονα, εἶπεν· Ἰδοὺ συνέθετο τὰ τρία ταῦτα. Καὶ ἀποκριθεὶς ὁ διάβολος, εἶπεν αὐτῷ· Μὴ δῷς αὐτῷ τὴν θυγατέρα σου εἰς γυναῖκα. Ὁ γὰρ Θεὸς αὐτοῦ οὐκ ἀπέστη ἀπ' αὐτοῦ, ἀλλ' ἔτι βοηθεῖ αὐτῷ. Καὶ ἐλθὼν ὁ ἱερεὺς, εἶπε τῷ ἀδελφῷ· Οὐ δύναμαι δοῦναί σοι αὐτήν. Ἔτι γὰρ ὁ Θεὸς βοηθεῖ σοι, καὶ οὐκ ἀπέστη ἀπὸ σοῦ. Καλὸν φεύγειν τὰ σωματικά. Ὅταν γὰρ ᾖ ἄνθρωπος ἐγγὺς τοῦ σωματικοῦ πολέμου, ἔοικεν ἀνδρὶ στήκοντι ἐπάνω λάκκου βαθυτάτου, καὶ οἵᾳ δ' ἂν ὥρᾳ δόξῃ τῷ ἐχθρῷ αὐτοῦ, εὐκόλως αὐτὸν ῥίπτει κάτω. Ἐὰν δὲ σωματικῶς μακρήνῃ ᾖ, ἔοικεν ἀνδρὶ ἀπέχοντι τοῦ λάκκου, ἵνα ἐν ὅσῳ αὐτὸν ἕλκῃ ὁ ἐχθρὸς βαλεῖν κάτω, ὁ Θεὸς ἀποστέλλῃ αὐτῷ βοήθειαν. Μὴ εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι λέγω, φησὶ, Πῶς δύνασαι; Ἐπιθυμία με, φησὶ, καταφλέγει. Ἀλλ' ἔχεις γυναῖκα· ἔχεις μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ' οὐ δύναμαι κρατῆσαι. Ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον οὐκ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις ἀπολογίαν; ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπέμεινε ναυάγιον, καὶ σὺ ἐν λιμένι ἀπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις; μᾶλλον δὲ καὶ μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους, φησίν; Ἀπόλαυε τῆς γυναικός σου, καὶ ἀπολαύσω τῆς γυναικός μου. Πάνυ. Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' οὐδὲ ὁ ἀνήρ. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα καθ' ἑαυτὸ, καὶ εἶπε, ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Καὶ τὸ ῥῆμα γράψον εἰς τὸ πρόσωπόν σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός μου. Οὐ τολμῶ τὸ ἀλλότριον προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ τολμᾷς μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμᾷς δαπανῆσαι, καὶ τὸ σῶμα αὐτῆς τολμᾷς μολῦναι; Εἰπὲ ὅτι οὐκ ἐγγίζεις αὐτοῦ. Τοῦτο γὰρ οὐκ ἔστιν ἐμὸν, ἀλλὰ ἀλλότριόν ἐστιν. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι. Τοῦτο τῆς γυναικός μού ἐστιν· φοβήθητι τὸν Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα τοῦτο Χριστοῦ μέλος ἐστὶν, καὶ τὸ σῶμα ἡμῶν μέλη Χριστοῦ ἐστιν. Ἀκουέτωσαν καὶ ἐννοείτωσαν ποῦ αὐτὸ ἀνήγαγεν ὁ Χριστὸς, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει. Ἐννόησον Παύλου φιλοσοφίαν· τί λέγει; Ἐπειδὴ πολλοὶ οὐκ ἐγκρατεύονται, ἔχουσι δὲ σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐκείνοις, αὗται ἐγκρατεύονται· γίνεται δὲ ἡ τούτων φιλοσοφία ἐκείνοις μοιχείας ἀφορμὴ, διὰ τοῦτο λέγει· Ἕκαστος ἀπολαυέτω τῆς ἰδίας γυναικός. Καὶ οὐκ αἰσχύνεται, ἀλλ' εἰσέρχεται, καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα καὶ ἡμέραν, καὶ κατέχων τὸν ἄνδρα, καὶ τὴν γυναῖκα οὕτως συνάπτει, καὶ κράζει, καὶ βοᾷ· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός σου; ἐκεῖνος δὲ οὐκ ἀπολαύων σου ἀπέρχεται, λοιπὸν ἁμαρτάνει, καὶ ἡ ἁμαρτία ἐκείνου τῇ σῇ ἐγκρατείᾳ λογίζεται. Τί βέλτιον; μετὰ σοῦ αὐτὸν καθευδῆσαι, ἢ μετὰ πόρνης; Ἡ ἀπόλαυσίς σου οὐ κεκώλυται, ἡ δὲ ἐκείνης κεκώλυται· μετὰ σοῦ ἐὰν καθεύδῃ, οὐκ ἔστιν ἔγκλημα· μετ' ἐκείνης δὲ ἐὰν καθευδήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται τοίνυν, ὡς εἶπον, εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν. Ὁρᾷς, ὅτι διὰ τοῦτο ἔλαβες γυναῖκα, καὶ σὺ ἔλαβες ἄνδρα, ἵνα συμφωνῆτε, καὶ θέλεις ἐγκρατεύεσθαι; πεῖσον καὶ τὸν ἄνδρα, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνης καὶ ὁμονοίας, καὶ μὴ σωφροσύνης καὶ πολέμου. Κἂν γὰρ σὺ ἐγκρατεύῃ, ἐκεῖνος δὲ ὑπὸ ἐπιθυμίας φλέγεται. Λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς, εὐθέως θορυβεῖ καὶ κυματοῦται. Μὴ οὖν ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ καὶ πάντα τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σωφροσύνη λάμπει. Ὅπου ὁμόνοια, ἐγκράτεια στεφανοῦται. Ὅπου δὲ πόλεμος, καὶ σωφροσύνη ἀποτέμνεται. Παῦλος ὁ νυμφαγωγὸς τῆς οἰκουμένης οὐκ αἰσχύνεται λέγων· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Καὶ γὰρ ὁ ∆εσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκεν· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. ∆ράμε ὅσον δύνῃ· ὅταν ἀτονήσῃς, λάβε φάρμακον τὴν συνουσίαν, ἵνα μὴ πειράσῃ ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος οὖν ἐχέτω τὴν ἰδίαν γυναῖκα. Τρία γάρ ἐστι ταῦτα, παρθενία, γάμος, πορνεία. Παρθενία ἄνω, γάμος μέσος, πορνεία κάτω· παρθενία στέφανον ἔχει, γάμος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμωρίαν. Βλέπε οὖν εἰ ἐγκρατεύῃ, εἰ δύνασαι τοῦ σώματος τὴν ἀσθένειαν ἐνέγκαι· μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ παρὰ τὸ μέτρον καταβῇς. Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν, τοσοῦτον εἰσέρχεται, ὅσον δύναται ἐξελθεῖν, καὶ ὅταν εἰσέρχεται, ἐννοεῖ τὸ πόσον δύναται ἐξελθεῖν· οὕτω καὶ σὺ τοσοῦτον σωφρόνησον, ὅτι δύνασαι ὑπομεῖναι, ἵνα μὴ παρὰ τὸ μέτρον σπουδάζων, ἐκπέσῃς ὅλως. Παγὶς μεγίστη, κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος, ἀλλ' ἡ ἀκόλαστος ὄψις. Μὴ γὰρ δὴ πράγματα διαβάλλομεν μόνον, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν. Μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ λέγωμεν, Μὴ ἔστωσαν μοιχοί. Οὐδὲν δυσωδέστερον ἐμπαθοῦς ψυχῆς. Κυνὶ ἔοικεν ἡ ἡδονὴ, ἄνθρωπε. Ἐὰν διώξῃς, φεύγει· ἐὰν θρέψῃς, παραμένει. Φεῦγε τὴν τέρψιν διὰ τὴν θλῖψιν, μὴ τοῖς σοῖς μέλεσι κατὰ σοῦ ὡς βέλεσι χρήσηται ὁ διάβολος. Μητρόπολις τῶν κακῶν ἡ ἡδονή. Πορνείας ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφορὰς παρεστήσαμεν κατὰ τὸν Ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρίαν. Ὁ αὐτὸς διάβολος καὶ ἄγριον ἔρωτα ὑποβάλλει. Ὁ αὐτὸς καὶ μετὰ τὸ ποιῆσαι τὴν μοιχείαν, ἔσθ' ὅτε μίσος ἀφόρητον ἐμποιεῖ, οὐ πρὸς μετάνοιαν ἀγαθὴν, ἀλλὰ πρὸς μιαιφονίαν χειραγωγῶν. Ὅθεν τινὲς μετὰ τὸ μοιχεῦσαι, ξίφει ἐχειρώσαντο πολλάκις τὴν μοιχευθεῖσαν. Οὐ πάντες οἱ δαίμονες τὰ αὐτὰ ἐπιτηδεύματα, ἢ τὰς τοιαύτας πονηρὰς λειτουργίας ἐπιτάσσονται παρὰ τοῦ διαβόλου. Ἄλλος γὰρ ἄλλην βδελυρὰν καὶ θεοστυγῆ διακονίαν πεπίστευται. Καὶ οὗτοι μὲν βλασφημίας λογισμοὺς ταῖς τῶν ἀνθρώπων καρδίαις ἐγγλύφουσιν· ἐκεῖνοι δὲ αἰσχρὰς ἐπιθυμίας ὑποτίθενται τῇ ψυχῇ· καὶ ἄλλοι μὲν εἰς κενοδοξίαν, καὶ φθόνον, καὶ θυμὸν, καὶ τὰ ἑξῆς διεγείρειν εἰώθασιν· ἄλλοι δὲ τοῖς αἱρετικοῖς τὰς ὕλας τῶν νοημάτων χορηγοῦσιν· ἄλλοι δὲ περὶ γαστρομανίαν, καὶ μέθην, καὶ πορνείαν σχολάζουσι. Καὶ ἕτεροι δαίμονες διὰ τῶν ἐνυπνίων ἐξαπατῶσι καὶ χλευάζουσιν· ἕτεροι δὲ τὰς ἡδονὰς τῶν ἀνθρώπων ἐμβάλλουσι τοῖς σώμασι, καὶ πάντα τὰ μέλη τῇ ἀθεσμίᾳ καχλάζειν καὶ κυματοῦσθαι ποιοῦσιν, καὶ ὀμίχλης, καὶ ζόφου πληροῦσι τὰς αἰσθήσεις. Καὶ οὗτοι μὲν τοῖς ἐπαοιδοῖς καὶ φαρμακοῖς, καὶ τοῖς ἐπικαλοῦσι συμπράττουσι καὶ συνεπισχύουσιν· ἐκεῖνοι δὲ τοῖς μάντεσι μᾶλλον συνήδονται, καὶ συντρέχουσι, καὶ διατρίβουσι. Ἁπλῶς εἰπεῖν, ἕκαστον τάγμα δαιμόνων ἰδίαν τινὰ κεκλήρωται διακονίαν καὶ πραγματείαν ψυχοβλαβῆ. Χορηγία πονηρὰ τοῖς πάθεσι γίνεται, ἡ τῶν θηλειῶν ἰδία καὶ συχνὴ συντυχία. Εὐκόλως τῇ πορνείᾳ ὑποβρύχιος γίνεται, ὁ μὴ περιφεύγων τὰ εὔοπλα πρόσωπα, ἀλλ' ἡδέως καθορῶν αὐτά. ΤΙΤΛ.

ΙΒʹ. –Περὶ πείρας καὶ ἀπειρίας. «Ἐνέδυσε Σαοὺλ τὸν ∆αβὶδ μανδύαν, καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔζωσε ∆αβὶδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ, καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δὶς, ὅτι ἄπειρος ἦν. Καὶ εἶπε ∆αβὶδ πρὸς Σαούλ· Οὐ μὴ δυνήσωμαι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι.» «Ἐν πολλῷ χρόνῳ σοφία· ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη.» «Οὐχ οἱ πολλοὶ χρόνοι εἰσὶ σοφοὶ, οὐδὲ οἱ γέροντες ἴσασι κρίσιν.» «Εἰ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν.» «Στέφανος γερόντων πολυπειρία.» «Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.» Ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν· ὃς δὲ οὐκ ἐπειράσθη, ὀλίγα οἶδεν.» «Ἄνθρωπος πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.» «Ἀνὴρ ξενιτεύσας ἔγνω πολλά· ὁ πεπλανημένος πληθύνει πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου, σύνεσίς μου.» «Ὁ τέχνην ἐκδιδαχθεὶς, καὶ παγίαν αὐτὴν διὰ τῆς χρονίας πείρας καὶ μελέτης ἔχων, καὶ τὴν ἕξιν ἐνιδρυμένην, δύναται λοιπὸν κατὰ τοὺς ἐναποκειμένους αὐτῷ τῆς ἐπιστήμης λόγους καθ' ἑαυτὸν ἐνεργεῖν.» «Αἴσθησις παντὸς λόγου ἐνεργεστέρα πρὸς πεῖραν.» «Ὃ μή τις πέπονθεν, οὐδ' ἂν ἑτέρῳ πιστεύσειε. Ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος.» «Πεῖρα μήτηρ συνέσεως.» «Ἑκάστῳ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας γίνεται.» «Καθάπερ τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον, οὐδὲ μὴν τοῖς τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσιν, καὶ εἰδόσιν ὅπως αὐτοῖς παρ' ὅλον τὸν βίον χρηστέον.» «Πᾶσα ἡ τοῦ ἐπιστήμονος καὶ ἐμπείρου πρᾶξις, εὐπραγία, ἡ δὲ τοῦ ἀνεπιστήμονος, κακοπραγία.» «Ἡ καθ' ἡμέραν τριβὴ κατὰ μικρὸν ἔθρεψεν ἐμπειρίαν.

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ πραότητος καὶ εὐσεβείας.

«Ὁδηγήσει πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.» «Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.» «Ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.» «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.» «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος.» «Ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.» «Πραΰθυμος ἀνὴρ, καρδίας ἰατρός.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἣ ὃς διαιρεῖ τὰ σκῦλα μετὰ ὕβρεως.» «Μακάριος ἀνὴρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. Ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Τέκνον, ἐν πραότητι τὰ ἔργα σου διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.» «Τέκνον, ἐν πραότητι δόξασον τῆς ψυχήν σου.» «Ῥίζας ἐθνῶν καθεῖλεν ὁ Κύριος, καὶ ἐφύτευσε πραεῖς ἀντ' αὐτῶν.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» «Μηδείς σου περιφρονείτω· ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν, ἑτοίμους εἶναι μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐπιδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους.» Χρῄζω πραότητος, ἐν ᾧ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου διάβολος. Νέος πραῢς πολλὰ ὑποφέρει. Πολιὰ γερόντων πραότης· ζωὴ δὲ, γνῶσις αὐτῶν ἀληθής. Οὐδεμία τῶν ἀρετῶν, οὕτως πέφυκε τίκτειν σοφίαν, ὡς πραότης.

ΤΙΤΛ. Ι∆ʹ. –Περὶ πταιόντων καὶ βλασφημούντων ἐξ ἀγνοίας εἰς τὸν Θεόν.

«Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ· τὸν Θεὸν δὲ αἰτιᾶται ἡ καρδία αὐτοῦ.» Τί πάντα τὸν δύστηνον αἰτιώμεθα, Ἐχθρὸν διδόντες τῷ βιοῦν ἐξουσίαν; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον· Τὸ πῦρ παρ' ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος. Ὅλως, οἱ χρὴ μετὰ ἀκριβείας τοῖς γινομένοις προσέχειν, οὐδεὶς ἀπατᾷ ἡμᾶς. Ὁ διάβολος μὲν ὠθεῖ, ἀλλὰ πολλὰ μὲν καὶ αὐτὸς ἐργάζεται κακὰ, πολλὰ δὲ καὶ ἡμεῖς ἑαυτοῖς διὰ τῆς ῥᾳθυμίας.

ΤΙΤΛ. ΙΕʹ. –Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλου.

«Ἄφρονα ἀναιρεῖ ὀργή.» «Θυμῷ κατέστρεψαν ἀδυνάτους οἱ ἁμαρτωλοί.» «Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή.» «Ἀσεβὴς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι τούτοις.» «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν.» «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» «Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας.» «Ὀξύθυμος πράσσει μετ' ἀβουλίας.» «Βαρὺ λίθος, καὶ δυσβάστακτον ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.» «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου· μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχον τῇ σῇ ψυχῇ.» «Ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος· ἀνὴρ δὲ ὀργίλος ἐξόρυξεν ἁμαρτίας.» «Οὐ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου.» «Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται.» «Στόμα ἄφρονος συντρίβει αὐτὸν, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.» «Ἀναιδὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ.» «Ἄνεμος βοῤῥᾶς ἐξεγείρει νέφη· πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει. Ὁ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Μὴ σπεύσῃς ἐν πνεύματί σου θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύεται.» «Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας.» «Ψυχὴ τολμηρὰ ἐξαρθήσεται.» «Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» «Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου.» «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Κύριε παντοκράτορ, ὁ Θεὸς τῆς σωτηρίας μου, ψυχῇ ἀνδρὸς ἀναιδοῦς μὴ παραδῷς με.» «Πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.» «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ.» «Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται.» Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη ἐστὶ ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτίζουσα διάνοιαν. Ἐννόησόν μοι τὸν ὀργιζόμενον, ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυτοῦ κύριος. Ἀγνοεῖ ἑαυτόν· ἀγνοεῖ τοὺς παρόντας. Ὥσπερ ἐν νυκτομαχίᾳ πάντων ἅπτεται, πᾶσι προσπταίει, ἀταμίευτα φθέγγεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, διόμνυται, βοᾷ, διαῤῥήγνυται. Φεῦγε ταύτην τὴν μέθην. Ἐπειδὰν ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ πάθος τῆς ὀργῆς, τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσι θυμὸς γίνεται. Λυσσῶσιν ὥσπερ οἱ κύνες· ᾄττουσιν ὥσπερ οἱ σκορπίοι· δάκνουσιν ὥσπερ οἱ ὄφεις. Οἶδεν καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγορίαις ἀποκαλεῖν. ∆ιὰ θυμὸν ἀχάλινοι γλῶσσαι, καὶ ἀπύλωτα στόματα, χεῖρες ἀκρατεῖς, ὕβρεις, ὀνείδη, κατηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδὲ ἀριθμῆσαι ἔστιν. ∆ιὰ θυμὸν καὶ ξίφος ἀκονᾶται. ∆ιὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν, γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο· ἀγνοοῦσι μὲν ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους. Ὥσπερ δὲ αἱ χαράδραι πρὸς τὰ κοῖλα ῥεῦσαι τὸ προστυχὸν παρασύρουσιν, οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος· οὐκ ἀρετὴ βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες. οὐκ ἄλλο τι τῶν τοιούτων τίμιον παρ' αὐτοῖς ἐστί. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Ἐν ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πονηρότερος ἐκτιστής. Ὕβρισεν· ὠργίσθη· στῆσον τῇ σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὁρμὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς, μηδὲ γένῃ ὥσπερ κάτοπτρον τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς. Ἐρυθρὸς ἐκεῖνος, σὺ δὲ οὐκ ἐφοινίχθης; ὀφθαλμοὶ ὕφαιμοι· οἱ δὲ σοὶ γαληνὸν βλέπουσι; φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἡπία; οὐδὲ ἐν ταῖς ἐρημίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγξάμενον, ὡς ἐπὶ τῶν λοιδόρων αἱ ὕβρεις ἐναπαναστρέφουσιν. Μᾶλλον δὲ ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη, ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Τί ὀργῆς ἀφρονέστερον; ἐὰν μείνῃς ἀνόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύσθης; ἀλλὰ καὶ ὁ ∆εσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντίσθης; καὶ γὰρ καὶ ὁ Κριτής. Περιέῤῥηξέ σου τὸν χιτωνίσκον; ἀπέδυσάν σου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ. Ἐκεῖ τὸν θυμὸν μετάθες, ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην τῆς ἁμαρτίας. Τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου δοθήσεται τῷ αἰωνίῳ πυρί. Παῦσαι τοίνυν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς ἀποκαλυπτομένης ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Μὴ οὖν ἐπεισάγωμεν κακὸν τοσοῦτον, ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐρίθειαι, φιλονεικείαι, θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦνται, ἐκεῖ τὸ πνεῦμα τῆς πραότητος οὐκ ἀναπαύεται. Θυμώδης εἶ; κατάστειλον τὸν θυμόν. Θυμώδης, φησὶν, ἀνὴρ οὐκ εὐσχήμων. Μάθε τῆς Γραφῆς· κάτοπτρον γινέσθω τοῦ προσώπου σου ἡ Γραφή. Ἐκεῖ μάθε. Ἐπειδὴ γὰρ ὁ ἀσεβὴς λογισμὸς σκοτώσας οὐκ ἐᾷ λογίσασθαί σε ἡλίκον ἁμάρτημά ἐστιν ὁ θυμὸς, ἡ Γραφή σοι λέγει, ὅτι ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ὀργή σου τὸν λογισμὸν κατεκράτησε, καὶ ἐκφέρει ὑπὸ θυμοῦ πρός τε ῥήματα ἀπρεπῆ, καὶ πράξεις χαλεπὰς, καὶ θεριώδεις; ἐὰν προσέχῃς σεαυτῷ, καταστελεῖς μὲν τὸν θυμὸν, ὥσπερ τινὰ πῶλον ἀπειθῆ, καὶ δυσήνιον, τῇ πληγῇ τοῦ λόγου, οἱονεί τινι μάστιγι καθαπτόμενος. Πῶς ἀσχημονεῖ ὁ θυμώδης! Ἀποτίθεται τὸ σχῆμα τὸ ἀνθρώπινον, καὶ θηρίου σχῆμα μεταλαμβάνει. Ἐννόησόν μοι τὸν θυμούμενον Ἐπέζεσεν αὐτῷ ὁ θυμὸς, καὶ οἱ ὀφθαλμοὶ ὑπηλλάγησαν· οὐκ εἰσὶν οἱ αὐτοὶ ὀφθαλμοί, πῦρ βλέπει· ἀνέδραμεν αὐτοῦ τὸ αἷμα· περιέζεσε τὴν καρδίαν· ὑπέδραμε τοὺς χιτῶνας τῶν ὀφθαλμῶν. Ἐγένετο ὕφαιμος ἐκχωρῶν τῷ πάθει· ἠλλοίωσεν αὐτοῦ τοὺς ὀφθαλμούς. Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐὰν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδον θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐὰν ἴδῃς τὸν θυμούμενον ἀφρίζοντα, ἄσημα φθεγγόμενον ἐν τῇ καρδίᾳ· ἐὰν ἴδῃς τὸν θυμούμενον, πατρὸς μὲν ἐπιλανθανόμενον, παιδὸς δὲ ἀγνοοῦντα σῶμα, διὰ πάντων ἀφειδῶς χωροῦντα, ἵνα πληροφορήσῃ αὐτοῦ τὴν ὁρμὴν, βλέπεις τὴν ἀσχημοσύνην τοῦ πράγματος. Ἐν ἀλλοτρίῳ κακῷ σεαυτὸν θεράπευσον, ἵνα μὴ τὴν ἐκείνου ἀσχημοσύνην καὶ αὐτὸς λάβῃς. Ἀνὴρ γὰρ θυμώδης οὐκ εὐσχήμων. Φεῦγε τὰς μετ' αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τῶν ἐκείνου ὁδῶν. Εἶπέν τι ὑβριστικόν; ἐκίνησεν καὶ τὸν ἐν σοὶ θυμόν; Ὥσπερ κυνὸς ὑλακὴ προσκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρεν· καὶ γεγόνατε ἀλλήλοις καθυλακτοῦντες. Οἷα γὰρ ἀλλήλοις ἐφυβρίζοντες ἀντιφθέγξονται; ἕως ἂν αὐτοῖς αἱ ὕβρεις τοξεύματα ἐκλείπωσιν; Εἶτα ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώσσης ἐκσφενδονήσωσιν, οὕτως λοιπὸν πρὸς τὴν διὰ τῶν χειρῶν χωροῦσιν ἄμυναν. Θυμὸς μὲν γὰρ ἐγείρει μάχην, μάχη δὲ λοιδορίας, αἱ λοιδορίαι πληγὰς, πληγαὶ δὲ τραύματα καὶ φόνους. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως δι' ὂν ἐξέπεσας. Καθαροὶ θυμοῦ ὦμεν. Οὐ γὰρ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἔνθα θυμός. Ἐπικατάρατος ὁ θυμός. Οὐκ ἔστι γὰρ οὐδὲν ὑγιὲς προελθεῖν ὅθεν θυμὸς ἔξεισιν. Ὁ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν ἄλλα, καθάπερ ἐν νυκτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς, καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν θέλῃ. Οὐδὲν οὕτως καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς τῆς ῥύμης φερόμενος. Ἔθος τοῖς πολλοῖς τῶν ἀνθρώπων, ὅταν ὑπὸ ὀργῆς καταχωθῶσι καὶ λύπης, κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν, εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπόπτως ἀφιέναι τὴν ὀργήν. Ἐπειδὰν ἅπαξ ἀπερυθριᾶσαι ψυχὴ βιασθῇ, εἰς ἀναλγησίαν ἐκπίπτει, καὶ οὔτε παραινέσει εἴκει, οὔτε ἀπειλαῖς κάμπτεται. Τυραννικὸν τὸ τοῦ θυμοῦ πάθος, καὶ πολλάκις παρασύρει τοὺς μὴ νήφοντας, καὶ πρὸς βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας. Ποῖον οὕτω θηρίον ὠμὸν καὶ ἀνήμερον, ὡς δύσοργος ἀνὴρ, καὶ ἀκράτῳ θυμῷ τυραννούμενος. Ποία δὲ οὕτω θάλασσα ῥαγδαίων αὐτῇ καταχεομένων πνευμάτων ταῖς τῶν πετρῶν ἐγκειμέναις ἐῤῥήγνυται; ἢ ποῖον οὕτως πικρὸν καὶ ἰοβόλον ἑρπετὸν τοῖς πέλας ἰοῦσι δριμέως ἐπιπηδᾷ, ὡς ἀνὴρ ἀκάθεκτος, καὶ δριμὺς, καὶ ἀχάλινος εἰς ὀργὰς, καὶ ὅλας ὥσπερ τῷ πάθει διδοὺς τὰς ἡνίας; Τί ἂν γένοιτο χεῖρον ὀργῆς; ἐκθηριοῖ γὰρ τὸν ἄνθρωπον, ἀσχήμονα καὶ ἀμείλικτον, ἀσυναλλαγῆ καὶ ἀνόσιον ἀποφαίνουσα, καὶ τὰ μέγιστα τῶν ἀγαθῶν οὐδὲν ἡγεῖσθαι παρασκευάζουσα. Ποίων γὰρ ἐγχειρημάτων οὐχ ἅψεται πονηρῶν, ἢ ποίων ἀφέξεται λόγων, ἀκατεύναστον ἔχων εἰς νοῦν ἔσω τὴν φλόγα, καὶ ἀναζέων τὸν θυμόν; Τὸ ὀργίζεσθαι παρ' ἡμῖν, ἄχρι τοῦ παύειν τὰ ἁμαρτήματα περιορισθήσεται. Ὀργίζεσθε γὰρ, φησὶ, καὶ μὴ ἁμαρτάνετε. Καὶ τὸ ἀκριβῶς κριτικὸν παραιτητέον, τοῦ Ἐκκλησιαστοῦ συμβουλεύοντος· Μὴ γίνου δίκαιος πολύ. Κἂν μετ' ὀλίγου τις δόξῃ θυμοῦσθαι, ἀλλ' ὅμως πάθει νικώμενος τοῦτο ποιεῖ, ἄφρων ἐστίν. Μὴ ἀποδέχου ἐγκράτειαν, διωκομένης πραότητος. Ὅστις γὰρ βρωμάτων ἢ πομάτων ἀπέχεται, θυμὸν δὲ ἀλόγως κινεῖ, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ, καὶ ἐχούσῃ δαίμονα κυβερνήτην.

ϛ ΤΙΤΛ. Ιʹ. –Περὶ παῤῥησίας καὶ ἐξουσίας· καὶ πόθεν ἡμῖν ἡ τούτων περιγίνεται κτῆσις.

«Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης.» «Ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.» Ὅταν αὐτὸς ὁ ἄρχων ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται, μεθ' ὅσης βούλεται ἐξουσίας, καὶ κολάζειν, καὶ ἀνιέναι τοὺς ὑπ' αὐτὸν ταττομένους ἅπαντας. ΤΙΤΛ ΙΖʹ. –Περὶ πολιτείας σεμνῆς, καὶ καταστάσεως, καὶ τρόπων χρηστῶν, καὶ ὑπακοῆς· καὶ ὅτι εὐσχημόνως ἡμῶν βιόντων ὁ Θεὸς δοξάζεται καὶ θεραπεύεται. «Ὤφθη ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου. Εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.» «Ποιήσεις τὸ καλὸν, καὶ τὸ εὐάρεστον ἐνώπιον Κυρίου, ἵνα εὖ σοι γένηται.» «Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαύτωμα καὶ θυσία, ὡς τὸ ἀκοῦσαι φωνὴν Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.» «Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;» «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ,» κ. τ. λ. «∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς.» «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.» «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» «Προνοοῦ καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων.» «Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας καταλείψει.» «Ἀπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ προσώπου Κυρίου, καὶ οὐ ποιήσουσιν ἀδικίαν, οὐδὲ μὴ λαλήσωσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία.» «Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων· βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος· καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.» «Ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ ἐνεχυριασμὸν ὀφείλοντος ἀποδώσει, καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα δίκαιον ποιήσει ἀναμέσον ἑαυτοῦ, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, καὶ ἐν τοῖς προστάγμασίν μου πορεύεται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος.» «Γῆρας τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώπων, καὶ ἡλικία γήρους βίος ἀκηλίδωτος.» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώ πων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» «Προνοούμενοι καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν· μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε ἐν ἐπιθυμίᾳ.» «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Ἀπρόσκοποι γίνεσθε, καὶ Ἰουδαίοις, καὶ Ἕλλησιν, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» «Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ σύνετε τί τὸ θέλημα τοῦ Θεοῦ.» «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν, δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραότητι.» «Τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ὑμῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.» «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» Οὐκ ἔστι κατὰ Θεὸν ζῇν, ἄνευ τοῦ σωφρόνως καὶ δικαίως πάντα πράττειν. Ἀγαθὸς ὁ τῆς εὐποιίας μισθός. Τοῖς μὲν ἀνθρώποις ἐκ τῆς τῶν λόγων αὐξήσεως συνίσταται τὰ ἐγκώμια· τοῖς δὲ δικαίοις ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡ ἀλήθεια, πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆς ἀρετῆς. Μάθε, ἄνθρωπε, διδάχθητι τὴν εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν· ἀγγαρευόμενος ἀγάπα, διωκόμενος ἀνέχου, βλασφημούμενος παρακάλει. Εὐγένειαν λέγω, οὐχ ἣν πολλοὶ νομίζουσιν· ἄπαγε· οὐ πρὸς ἡμῶν τοῦτο θαυμάζειν· οὐδὲ φιλοσοφίαν, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην, ἀλλ' ἣν εὐσέβεια χαρακτηρίζει, καὶ τρόπος, καὶ ἡ πρὸς πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐχ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν εὔστροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον. Ὥσπερ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖαι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσ ωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσιν, καὶ τὸ ἀξιόπιστον τοῦ λόγου διὰ τοῦ βίου προστίθησιν. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη, τῆς λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσι· καὶ σοφία, οὐχ ἡ λόγῳ λαμπρυνομένη, ἀλλ' ἡ διὰ τῶν ἔργων ἐλεγχομένη· σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὰ, φησίν· οὐ τοῖς κηρύττουσιν. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Ἀγαθῶν πάντων ἐστὶ τὸ κεφάλαιον, τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι. Ἐν ἐμοὶ, φησὶ, ἁγιασθήτω τὸ ἐπικληθὲν ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν ἄνθρωποι τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Βίος λόγου δυνατώτερος, καὶ τρόπος ῥημάτων, καὶ ἡ διὰ τῶν ἔργων ἐπίδειξις, τῆς διὰ τῶν λόγων διδασκαλίας· οὐ τὰ θαύματα μόνον ἐπὶ τῶν ἀποστόλων ἐπεσπᾶτο τοὺς πιστεύοντας, ἀλλὰ πρὸ τῶν θαυμάτων ὁ βίος. Ἡμεῖς νοητὴν καὶ πνευματικὴν ἀποπληροῦντες λατρείαν, προστετάγμεθα προσκομίζειν εἰς ὀσμὴν εὐωδίας πάντα τρόπον ἐπιεικείας, πίστιν, ἐλπίδα, ἀγάπην, δικαιοσύνην, ἐγκράτειαν, τὸ εὐπειθὲς, καὶ εὐήνιον, ἀκαταλήκτους δοξολογίας, καὶ τὰς ἑτέρας τῶν ἀρετῶν. Ἀϋλοτάτη γὰρ αὕτη θυσία, τῷ ἀΰλῳ καὶ καθαρῷ πρέπουσα Θεῷ, καὶ νοητῆς εὐκοσμίας ἀναθέματα, τῆς ἀληθοῦς εὐζωΐας οἱ τρόποι. Καθόλου ὁ Χριστιανὸς ἐρημίας, καὶ ἡσυχίας, καὶ γαλήνης, καὶ εἰρήνης οἰκεῖός ἐστιν. Οὐ μόνον εὐτελῆ δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ. Τὸ ὑποτάσσεσθαι κρείττοσιν ὠφέλιμον.

ΤΙΤΛ. ΙΗʹ. –Περὶ πολιτείας ψεκτῆς, ἀνηκόων καὶ ἀνυποτάκτων πανουργῶν, καὶ τῶν ἀποβλητὸν ἦθος ἐχόντων.

«Ἐὰν πορεύησθε πρός με πλάγιοι, πορεύσομαι κἀγὼ μεθ' ὑμῶν θυμῷ πλαγίῳ, καὶ πατάξω ὑμᾶς ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν.» «∆ιαλλάσσων βουλὰς πανουργῶν, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές.» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια.» «Τὸ στόμα σου ἐπλεόνασε κακίας, καὶ ἡ γλῶσσά σου περιέπλεκε δόλους.» «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμιεύσωσιν.» «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας. «Ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου ῥῦσαί με.» «∆ιεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. ∆ιὰ τοῦτο ἐξαπίνης ἔρχεται ἀπώλεια αὐτοῦ, ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» «Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί.» «Ἐπειδὴ οὐκ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήρισαν δὲ ἐμοὺς ἐλέγχους· τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἐπιθυμίας πλησθήσονται.» «Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς σκολιὰς, ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμοῖς, σημαίνει δὲ ποδὶ, διδάσκει δὲ ἐν νεύμασι δακτύλων.» «Κυβερνῶσιν ἀσεβεῖς δόλους· λόγοι ἀσεβῶν δόλιοι. Οὐκ ἐπιτεύξεται δόλιος θήρας.» «Ψυχαὶ δολίων πλανῶνται ἐν ἁμαρτίαις, καὶ υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν.» «Ὁ σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν αὐτοῦ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ διαχωρίζει φίλους.» «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάττων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ' αὐτῶν.» «Σκολιαῖς ὁδοῖς ὁ πορευόμενος, ἐμπλακήσεται.» «Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» «Τῷ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής.» «Τάδε λέγει Κύριος· Ὁ ἀκούων μου, ἀκουέτω, καὶ ὁ ἀπειθῶν, ἀπειθείτω, διότι οἶκος καταπικραίνων ἐστίν.» «Καὶ ἔσῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου, εὐαρμόστου. Ἀκούσονται τὰ ῥήματα, καὶ οὐ μὴ ὑπακούσωσιν αὐτοῖς.» «Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ. Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξεται δόλον.» Τὸ δολερὸν, καὶ ὕποπτον, καὶ ἄπιστον, καὶ κακόηθες, καὶ ἐπίβουλον, καὶ θρασὺ, τῆς κακῆς καὶ ἀποβλήτου ἐστὶ πολιτείας βλάστημα. Μηδαμῶς οὖν ἐπεισαγάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον, ἀῤῥωστίαν ψυχαῖς ἐμποιοῦν, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ, προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν ἄνοδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦσαι, ἐκεῖ τὸ πνεῦμα τῆς πραότητος οὐκ ἀναπαύεται. Ἀπαμβλύνει τὴν προθυμίαν τοῦ ἡγουμένου τῶν προλαβόντων πόνων τὸ ἄκαρπον· ἐπεὶ καὶ γεωργὸς τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστιν πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Καθόλου τὸ μὴ ἀκούειν, πολλῶν καὶ μεγάλων κακῶν ἐστι ῥίζα. Τὸ ἀφηνιάζειν καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πίστεως νόσον, καὶ ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὐ γὰρ ἀπειθεῖ τις, μὴ πρότερον καταγνοὺς τοῦ συμβουλεύοντος. Οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, βεβαίαν ἔχων ἐπ' αὐτοῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προστεταγμένα, ἀποκνεῖ ποτε πρὸς ταῦτα. Ἡ ἀντιλογία, τὸ αὐτοκρατορικὸν δείκνυσι, κἂν ἐν σχήματι ταπεινώσεως γίνηται. Ὁ ποικίλος καὶ ἔντεχνος λόγος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρόπου. Ὁ ὄφις ποικίλος, καὶ διὰ τοῦτο ἕρπειν κατεδικάσθη. Ἀναιδὲς βλέμμα καὶ μετέωρος αὐχὴν, καὶ συνεχὴς κίνησις ὀφθαλμῶν, καὶ βάδισμα σεσοβημένον, καὶ τὸ ἐπὶ μηδενὶ τῶν φαύλων ἐρυθριᾷν, σημεῖά ἐστι ψυχῆς αἰσχίστης, τοὺς ἀφανεῖς τῶν οἰκείων ὀνειδῶν τόπους ἐγγραφούσης τῷ φανερῷ σώματι.

ΤΙΤΛ. ΙΘʹ. –Περὶ παραμονῆς καὶ παραμενόντων· καὶ ὅτι δεῖ αὐτοὺς πίστιν καὶ εὔνοιαν σώζειν πρὸς τοὺς προσλαβόντας.

«Πίστιν κτῆσαι μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ εὐφρανθῇς. Ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς.» «Ἐνοίκησον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχῇ, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.»

ΤΙΤΛ. Κʹ. –Περὶ προϊσταμένων· καὶ ὅτι χρὴ αὐτοὺς σπουδαίως προΐστασθαι. «Ὁ προϊστάμενος, ἐν σπουδῇ.» ΤΙΤΛ. ΚΑʹ. Περὶ πτωχῶν· καὶ ὅτι οὐ χρὴ τοὺς πένητας ἐκκλίνειν, καὶ ἐξουθενεῖν, καὶ ἀποστρέφεσθαι.

«Κραυγὴν πένητος καὶ πτωχοῦ εἰσακούσεται ὁ Θεός.» «Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός. Ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε.» «Βουλὴν πτωχοῦ κατῃσχύνατε· ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.» «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται.» «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων.» «Πενία ἄνδρα ταπεινοῖ.» «Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει.» «Πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν.» «Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν.» «Ὁ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.» «Προπορεύεται ταπεινοῖς δόξα.» «Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ.» «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, καὶ φιλίας μακρὰν ἔσται. Κρείσσων πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης.» «Μὴ βιάζου πένητα· πτωχὸς γάρ ἐστι.» «Μὴ παρεκτείνου πένης ὢν πλουσίῳ· τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.» «Κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψεύστου.» «Ἡ σοφία τοῦ πένητος ἐξουδενουμένη, καὶ οἱ λόγοι οὐκ εἰσὶν ἀκουόμενοι.» «Ἐὰν συκοφαντίαν πένητος, καὶ ἀνάγκην κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξει.» «Βοσκηθήσονται πτωχοὶ διὰ Κυρίου, πένητες δὲ ἄνθρωποι ἐν εἰρήνῃ ἀναπαύσονται. Κύριος ἐθεμελίωσε τὴν Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.» «Ταπεινὸς ἐσφάλη, καὶ προσεπιτίμησαν αὐτόν. Ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Πτωχὸς ἐλάλησε, καὶ εἶπαν· Τίς οὗτος;» «Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ οὐ μὴ παραβληθῇ ἕως ἐπισκέψεται ὁ Ὕψιστος.» «Κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν, ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.» «Οὐ δίκαιον ἀτιμῆσαι πτωχὸν συνετόν.» «Σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.» Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγνωμόνως τὴν πενίαν. Πτωχεύων εὐφραίνου, ἄνθρωπε, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. –Μὴ ἀπογνῷς σεαυτοῦ. Μὴ ἀπογνῷς σεαυτοῦ τὴν πτωχείαν, μηδὲ ὅτι οὐδὲν ζηλωτὸν ἐν τῷ παρόντι σοι πρόσεστιν, πᾶσαν ἀγαθὴν ἀποῤῥίψῃς ἐλπίδα, ἀλλ' ἀνάγαγε σεαυτοῦ τὴν ψυχὴν πρὸς τὰ ἤδη ὑπηργμένα σοι παρὰ Θεοῦ ἀγαθὰ, καὶ πρὸς τὰ δι' ἐπαγγελίας εἰς ὕστερον ἀποκείμενα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. –Ἀφαιρεῖται τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ, καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων αὐτοὶ καθεύδοντες, καὶ τῶν συνεσθιόντων ἑαυτοὺς, καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνιέμενοι. Πένης εἶ; μὴ ἀθυμήσῃς. Ἡ γὰρ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς λύπης βαπτιζούσης τὸν νοῦν, καὶ ἀμηχανίας ποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης. Μὴ γὰρ οὐκ ἀποβλέπει τὴν στένωσιν ὁ Θεός; ἔχει τὴν τροφὴν ὁ Θεὸς ἐν χερσὶν, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον. Πενία μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσιν τιμιωτέρα. Τί μικροψυχήσεις, ἄνθρωπε, ὅτι ἵππος σοι οὐκ ἔστιν ἀργυροχάλινος, ἀλλ' ἥλιον ἔχεις ὀξυτάτῳ δρόμῳ διὰ πάσης ἡμέρας δᾳδουχοῦντα σοι τὴν λαμπάδα; Οὐκ ἔχεις ἀργυρίου καὶ χρυσίου λαμπηδόνας; ἀλλὰ σελήνην ἔχεις μυρίῳ σε τῷ παρ' ἑαυτῆς φωτὶ καταλάμπουσαν. Οὐκ ἐπιβέβηκας ἁρμάτων χρυσοκολλήτων; ἀλλὰ πόδας ἔχεις, οἰκεῖον ὄχημα, καὶ συμφυὲς σεαυτοῦ. Τί οὖν μακαρίζεις τοὺς τῶν ἀνδρῶν βαλάντιον κεκτημένους, καὶ ἀλλοτρίων ποδῶν εἰς τὴν μετάβασιν ἐπιδεομένους; οὐ καθεύδεις ἐπὶ κλίνης ἐλεφαντίνης· ἀλλ' ἔχεις τὴν πολλῶν ἐλεφαντίνων τιμιωτέραν, καὶ γλυκεῖαν ἐπ' αὐτῆς τὴν ἀνάπαυσιν, καὶ ταχὺν ὕπνον, καὶ μερίμνης ἀπηλλαγμένον. Οὐ κατάκεισαι ὑπὸ χρυσοῦν ὄροφον· ἀλλ' οὐρανὸν ἔχεις τοῖς ἀῤῥήτοις τῶν ἀστέρων κάλλεσι περιστίλβοντα. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν. Ἐάν τις πένηται, πλουτήσοι Θεὸν, καὶ καταγελάτω τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομένων τοῦ δεῖσθαι τοῦ πλείονος, καὶ τῶν πεινώντων, ἵνα πλείονα διψήσωσιν. Κρείσσων πενία μετὰ δικαίας κτήσεως, Καὶ γὰρ νόσος τῆς κακῆς εὐεξίας. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς Θεὸν νένευκεν, καὶ μόνον βλέπει. ∆εινὸν πένεσθαι, χεῖρον εὐπορεῖν κακῶς. Ὁ πένης οὐ δέδοικε μεταβολήν· κἂν συμβῇ δέ τινα γενέσθαι περίστασιν, ῥᾳδίως οἴσει, μεμελετηκὼς ἅπαξ φιλοσοφεῖν διὰ τῆς ἐνδείας. Ὁ δὲ πλούσιος οὐ μόνον οὐχ ὑπομεῖναι δύναταί τινα μεταβολὴν, ἀλλὰ κἂν προσδοκήσῃ μόνον, καταγέλαστος γίνεται, ἀλύων, δυσανασχετῶν, παντὸς θανάτου ζωὴν χαλεπωτέραν ζῶν. Καὶ καθάπερ οἱ μὲν διηνεκῶς ἐν μεσογείῳ τραφέντες, ἐὰν εἰς λιμένα κατέλθωσι μόνον, καὶ τὸ σκάφος ἐπιβῶσι, καὶ πρὶν ἐξελθεῖν τὸ στόμα τοῦ λιμένος ναυτιῶσιν, ἀλύουσι, δυσανασχετοῦσι, περιστρέφεσθαι πάντα δοκοῦσιν, σκότῳ δεινῷ κατεχόμενοι. Οἱ δὲ πολλὰ διατρίβοντες πελάγη, οὔτε ναυαγίας προσδοκωμένης θορυβοῦνται, εὐκόλως νήξασθαι δυνάμενοι, καὶ διαφυγεῖν τὸν ἐπικείμενον κίνδυνον· οὕτω καὶ ἐπὶ τῶν πλουσίων, καὶ ἐπὶ τῶν πενήτων συμβαίνει. Οἱ μὲν εὔποροι, οὐδὲ τὴν τυχοῦσαν δέχονται μεταβολὴν γενναίως, ἀλλὰ ἀκαρτέρητοι ὑπάρχουσιν, ἅτε διηνεκῶς ἐν τρυφῇ ζῶντες. Οἱ πένητες δὲ πολλὰ κύματα διαπλεύσαντες, καὶ πολλῶν ναυαγίων πεῖραν λαβόντες, πρὸς ἅπαντα μένουσιν ἀπερίτρεπτοι, καὶ πάντων καταγελῶσι τῶν χειμώνων. Καὶ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, οὐχ ὅτι τὰς μεταβολὰς εὐκόλως φέρουσιν, ἀλλ' ὅτι οὐδὲ ταχέως ταύταις ἁλίσκονται. Τίς γὰρ ἕλοιτο πένητι πρᾶγμα παρασχεῖν, οὐδὲν μέλλων κερδαίνειν ἀπὸ τῆς ἐκείνου πενίας. Οἱ πενίᾳ προσφιλοσοφήσαντες, ἐγγίζουσιν ἀεὶ τῷ Θεῷ. Ὦ πηλίκον ἀξίωμα τῆς πενίας! Θεοῦ γίνεται προσωπεῖον. Κρύπτεται ἐν πενίᾳ Θεός· καὶ πένης μὲν, ὁ τὴν χεῖρα προτείνων, Θεὸς δὲ, ὁ δεχόμενος. Ξένος καὶ πένης Θεοῦ κολλούριον. Ὁ δεχόμενος αὐτοὺς ταχέως ἀναβλέψει.

ΤΙΤΛ.

ΚΒʹ. –Περὶ παίδων· ὅτι χρὴ αὐτοὺς φοβεῖσθαι τοὺς γονεῖς καὶ τιμᾷν.

«Τίμα τὸν πατέρα σου, ἵνα εὖ σοι γένηται, καὶ μακροημερεύσῃς ἐπὶ τῆς γῆς.» «Ἕκαστος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα φοβείσθω.» «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται.» «Υἱὲ, φύλασσε νόμον πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρυσέον ἐπὶ σῷ τραχήλῳ.» «Ἄκουε τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει, ὅτι γεγήρακέ σου ἡ μήτηρ.» «Υἱὸς σοφὸς δοξάζει πατέρα.» «Ἔστησα κατὰ πρόσωπον αὐτῶν κεράμιον καὶ ποτήρια, καὶ εἶπα· Πίετε οἶνον. Καὶ εἶπαν· Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο λέγων· Οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος· καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς κατοικήσετε πάσας ἡμέρα τῆς ζωῆς ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ' ἧς διατρίβετε ὑμεῖς. Καὶ εἰσηκούσαμεν φωνῆς Ἰωναδὰβ πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν, καὶ υἱοὶ ἡμῶν, καὶ αἱ θυγατέρες ἡμῶν. ∆ιὰ τοῦτο οὕτως εἶπε Κύριος· Ἐπειδὴ ἤκουσαν οἱ υἱοὶ Ἰωναδὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ποιεῖν ὅσα ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, οὐ μὴ ἐκλείψῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ παρεστηκὼς κατὰ προσώπου μου πάσας τὰς ἡμέρας τῆς γῆς.» «Ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας, καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ. Ὁ τιμῶν πατέρα, εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ ἀκούων Κυρίου, ἀναπαύσει μητέρα αὐτοῦ, καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν. Ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ' αὐτῶν. Εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρὸς, καὶ ἐὰν ἀπολείπῃ σύνεσιν. συγγνώμην ἐχέτω, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. Ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται.» «Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ.» «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ. Τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόθυμος ἐπὶ τῆς γῆς.» «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα. Τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ Θεῷ ἡμῶν.» Ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτρας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ γήρως πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχονται βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν, ἀντιπελάργωσιν ὀνομάζουσι. Εὐγνώμονες παῖδες μεγάλα ἀπαιτοῦσι παρὰ τῶν πατέρων ἐγκώμια. Ἔργασαι τὸ καλὸν ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἄν σοι μηδὲν ἔσεσθαι μέλλῃ. Τοῦτο αὐτὸ μισθὸς, τῷ πατρὶ χαρίζεσθαι. Εἴκειν ἀναγκαῖον πατράσι τοὺς παῖδας· ἀλλ' ἔνθαπερ ὁ περὶ τῆς ἀληθείας εἰσελαύνει λόγος, τιμάσθω Θεὸς, καὶ νικάτω τὰ αὐτοῦ, καὶ φιλοστοργίας δύναμιν φυσικήν. Τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας, τῶν ἀδυνάτων· ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε. Γονέας τίμα. Οὗτος γὰρ νόμος θεῖος καὶ φυσικός. Εὐδαίμων ὅστις τοκέας εὐφραίνει, καθάπερ ἄρουρα τοὺς μοχθήσαντας ἐπὶ τῷ πολυπλασιασμῷ τῶν καταβληθέντων. Πείθεσθαι πατράσι θεοφιλές. ΤΙΤΛ.

ΚΓʹ. –Περὶ πατραλοίων, καὶ μητραλοίων, καὶ ὅσα ἕψεται κακὰ τοῖς ἀτιμάζουσι, καὶ ἀπειθοῦσι τοῖς ἑαυτῶν γονεῦσιν. «Ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Ὁ κακολογῶν πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανατούσθω.» «Ἄνθρωπος ὃς ἐὰν κακώσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Πατέρα αὐτοῦ, καὶ μητέρα αὐτοῦ κακῶς εἰπὼν, ἔνοχός ἐστιν.» «Ἐὰν ᾖ τινι υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνὴν μητρὸς αὐτοῦ, καὶ παιδεύσωσιν αὐτὸν, καὶ μὴ εἰσακούσῃ αὐτὸν, καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, ἄξουσιν αὐτὸν ἐπὶ τῆς γερουσίας τῆς πόλεως αὐτῶν, λέγοντες· Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθής ἐστιν, καὶ ἐρεθίζει, καὶ οὐκ ἀκούει τῆς φωνῆς ἡμῶν. Καὶ λιθοβουλήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται.» «Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» «Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται.» «Ὁ ἀτιμάζων πατέρα, καὶ ἀπωθούμενος μητέρα αὐτοῦ, καταισχυνθήσεται, καὶ ἐπονείδιστος ἔσται.» «Κακολογοῦντος πατέρα καὶ μητέρα, σβεσθήσεται λαμπτὴρ, αἱ δὲ κόραι ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.» «Ὀφθαλμὸν καταγελῶντα πατέρα, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψειαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.» Ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.» Ὡς βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κατηραμένος ὑπὸ Κυρίου, ὁ παροργίζων μητέρα αὐτοῦ. Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἡ γὰρ δόξα ἀνθρώπων, ἐκ τιμῆς πατρὸς αὐτῶν.» Ἐλεεινὸν ἀντὶ εὐκαρπίας τελεσφορεῖν ἀκάνθας, καὶ ἀντὶ ἀγαθῶν ἐλπίδων ἀποκύειν λύπας· τουτέστιν ἀντὶ δόξης καὶ τίμης ὕβριν καὶ ἀτιμίαν γονεῦσιν ἀποδοῦναι, καὶ τὴν τοῦ προφήτου σφετερίζεσθαι φωνὴν τὴν λέγουσαν. Ἔμεινα τῷ ἀμπελῶνί μου τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας.

ΤΙΤΛ. Κ∆ʹ. –Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα, καὶ σωφρονίζειν.

Εἰ γὰρ τοῦτο μὴ πράξωσιν, ταῖς ἐκείνων ἔνοχοι γίνονται ἁμαρτίαις. «Ἡλὶ πρεσβύτης σφόδρα, καὶ ἤκουσεν ἃ ἐποίουν υἱοὶ αὐτοῦ μετὰ τῶν γυναικῶν τῶν παρεστηκυιῶν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ εἶπε Κύριος· Οὐχ οὕτως ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδίκια οἴκου Ἡλὶ ἐν θυμιάμασι καὶ ἐν θυσίαις αἰῶνος;» «Παίδευε υἱὸν, καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου.» «Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.» «Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθανεῖται. Σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύση.» «Πληγαὶ καὶ ἔλεγχος διδόασι σοφίαν.» «Καλῶς ἐκτρέφει πατὴρ δίκαιος παιδεύων· ἐν δὲ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.» «Παίδευε υἱόν σου· οὕτως γάρ ἐστιν εὔελπις.» «Τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.» «Μάστιγες καὶ παιδεία, ἐν παντὶ καιρῷ σοφία.» «Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προκόψῃς.» «Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχίσει μάστιγας αὐτῷ.» «Ὁ διδάσκων τὸν υἱὸν διαζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπ' αὐτῷ ἀγαλλιάσεται.» «Ἵππος ἀδάμαστος ἐκβαίνει σκληρὸς, καὶ υἱὸς ἀνείμενος ἐκβαίνει προαλής. Τιθήνισον τέκνον, καὶ ἐκθαμβήσει σε. Μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς. Μὴ δὸς αὐτῷ ἐξουσίαν ἐν νεότητι, θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστι νήπιος.» «Οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε, αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Παίδων φείδεσθαι πατρικὸς νόμος. Καταγελάστον ἀνθρώπῳ τῷ τῶν ἰδίων τέκνων, καὶ οἰκείων ἀφειδήσαντι, καὶ παιδεύειν ἐπιχειροῦντι ξένους Μὴ συγχώρει τὸν υἱόν σου τοῖς ἀπαιδεύτοις καὶ ἀγερώχοις νέοις ξυνομιλεῖν καθ' ἑκάστην ξυναγελάζεσθαί τε καὶ ξυνεσθίειν, ἵνα μὴ τελευταῖον ἐπὶ τῇ ἐξωλείᾳ τοῦ παιδὸς, καὶ ἐπὶ τῇ αἰσχύνῃ κατανυγῇς τὴν ψυχήν σου μεγάλως, καὶ ὑπεύθυνος γένοιο τοῖς τῶν ἐχθρῶν σκώμμασι. Τὰ γὰρ αἴσχη τῶν παίδων καὶ τὰ πονηρεύματα τοῖς γονεῦσιν ἐπιγράφεσθαι εἴωθεν.

ΤΙΤΛ. ΚΕʹ. –Περὶ πείρας πρὸς Θεὸν γενομένης, καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν Θεόν.

«Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» «Προσέθετο Κύριος ὁ Θεὸς λαλῆσαι τῷ Ἀχὰζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδὲ οὐ μὴ πειράσω Κύριον.» «Μὴ ἐκπειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐξεπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.»

ϛ

ΤΙΤΛ.

Κʹ. –Περὶ πλήθους καὶ δήμου πόλεως.

«Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ. Οὐ προστεθήσῃ μετὰ πλειόνων ἐκκλῖναι κρίσιν.» «Οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.» «Μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ καταβάλλῃς σεαυτὸν ἐν ὄχλῳ.» «Ἀπὸ τριῶν εὐλαβήθη καρδία μου· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμὸν, ὑπὲρ θάνατον πάντα λυπηρά.» Φιλοῦσιν οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατασχῶσι τὰς ὀργὰς, ὡς πῦρ ἐμφωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβῃ, τὸ ἀνάπτεσθαί τε καὶ ἁναῤῥήγνυσθαι.

ΤΙΤΛ. ΚΖʹ. –Περὶ παρατηρήσεως καὶ οἰωνισμοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς καιροὺς ἢ ἀνθρώπους παρατηρεῖσθαι.

«Τηρῶν ἄνεμον, οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις, οὐ θερίσει.» «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐνπόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ ἐν Νεομηνίᾳ, ἢ Σαββάτῳ, ὅ ἐστι σκιὰ τῶν μελλόντων.» Οἶδα τινας, ὅτι Χριστιανοὶ ὄντες, ἰουδαΐζουσιν, λέγοντες· Σήμερον Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστί μοι εὐεργεσίαν ποιῆσαί τινι. Ἔρχεται νεομηνία· καὶ ὡσαύτως φωνὰς ὀρνέων φυλάσσουσιν, καὶ κληδονισμοὺς παρατηροῦνται, ἐπιδοῦναί τινι ἄρτον. Καὶ πάλιν· Σήμερον Πάσχα ἐστὶν, αὔριον γενέθλια, εἰς τρίτην ἀρχὴ σπορᾶς, καὶ οὐ δύναμαί τι ἐξενελκεῖν ἐκ τῆς οἰκίας μου. Ταῦτα ὅλα Ἰουδαϊκὰ τυγχάνει. Εἰ ταῦτα ποιεῖ τις, ὀφείλει καὶ ἄζυμα ἐσθίειν, καὶ περιτέμνεσθαι, καὶ μετὰ Ἰουδαίων ζῇν. Καὶ τί λέγω περὶ Σαββάτων, καὶ νουμηνιῶν, καὶ πραγμάτων Ἰουδαϊκῶν· Οἶδα πολλοὺς βάπτισμα ἔχοντας, καὶ αἱρετικῶν πράγματα ἐπιτελοῦντας. Μετὰ γὰρ τὴν ἡλίου δύσιν παρατηροῦνται πῦρ διδόναι τῷ γείτονι. Οὐαὶ τοῖς ταῦτα ποιοῦσιν! Ὅσοι ταῦτα παραφυλάττονται, παρακούσαντες τοῦ Θεοῦ, ὑπὸ χάριν οὐ τυγχάνουσι, μὴ δεξάμενοι τὸ Εὐαγγέλιον, ἀλλὰ τοὺς Ἰουδαίους καὶ τοὺς αἱρετικοὺς μιμησάμενοι, τὴν μερίδα αὐτῶν ἐκληρονόμησαν. Τὸν γὰρ Χριστιανὸν οὐδὲν τούτων παραφυλάττεσθαι χρή· μὴ παρατηρεῖσθαι ἡμέρας, καὶ ὥρας, καὶ ἀνθρώπους, καὶ κληδονισμούς. Πολλοὶ οὖν ἐργαζόμενοι τὸ ἀγαθὸν, ἐπελθόντος τοῦ Σατανᾶ, καὶ καταλύσαντος αὐτὸ, οὐκ ἐπιγράφουσι τὴν αἰτίαν ἐκείνῳ, ἀλλὰ λέγουσιν· Ὁ δεῖνα ὁ ἄνθρωπος παραγενόμενος ἐβάσκηνε τῷ ἔργῳ· ἐπιγράφοντες τὴν αἰτίαν τῷ ἀνθρώπῳ. Ὁ διάβολος ἀπ' ἀρχῆς βάσκανος ἐστι καὶ πολέμιος τοῖς ἀνθρώποις. Ἐὰν ἴδῃ ἔργον καλὸν ἐν τῷ ἀνθρώπῳ, φθονεῖ, καὶ ἀγωνίζεται καταργῆσαι αὐτό· καὶ ἐπειδὴ ἀόρατός ἐστι, πάντοτε διὰ προφάσεως πολεμεῖ τὸν ἄνθρωπον, ἵνα ποιήσαντος αὐτοῦ τὸ κακὸν, ἄλλοις ἐπιγράφῃ ἀναιτίοις. Ὅτε οὖν ἴδῃ βοῦν καλὸν καλῶς ἀγωνιζόμενον ἐν ἁμάξῃ, καὶ ὑπὸ πολλῶν ἐπαινούμενον, προσέρχεται, καὶ διαῤῥήσσει αὐτόν· καὶ, οὐκ αἰτιᾶται ὁ ἄνθρωπος τὸν ἐνεργήσαντα διάβολον εἰς τὸ κακὸν ἀλλ' ὑποβληθεὶς ἐξ αὐτοῦ, καταρᾶται καὶ βλασφημεῖ τοὺς ἀνθρώπους. Ὁμοίως ἐξῆλθέν τις εἰς ἀποδημίαν, καὶ ἄπρακτος ἀνέλυσεν, καὶ εὐθὺς λέγει· ὁ δεῖνά μοι ὑπήντησεν ἀπιόντι, καὶ διὰ τοῦτο ἀπέτυχον. Καὶ οὐκ αἰτιᾶται τὸν διάβολον τὸν ἐνεργήσαντα, ἀλλὰ τὸν ἄνθρωπον τὸν ἀναίτιον ὄντα, ὡς κακόφθαλμον. Καὶ βλέπε δραπέτου πονηροῦ ἐνέργειαν. Οἷον δ' ἂν μέλλωσι παραφυλάττεσθαι ἄνθρωπον, τοῦτον καὶ ἐνεργεῖ ἀπαντῆσαι αὐτοῖς.

ΤΙΤΛ. ΚΗʹ. –Περὶ παραθήκης· καὶ ὅτι χρὴ πιστῶς ποιεῖσθαι τὴν ταύτης φυλακὴν, καὶ μηδαμῶς δόλον εἰς ἀποστέρησιν τοῦ παραθεμένου μηχανᾶσθαι.

Ἐάν τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει διπλοῦν. Ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ Κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ, καὶ ὀμεῖται περὶ πάσης ἀπωλείας. Ἐάν τις δῷ τῷ πλησίον ὑποζύγιον, ἢ μόσχον, ἢ πρόβατον, ἢ κτῆνος φυλάξαι, καὶ τελευτήσῃ, ἢ συντριβῇ, ἣ αἰχμάλωτον γένηται, καὶ μηδεὶς ἴδῃ, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων, καὶ προσδέξεται ὁ Κύριος αὐτοῦ, καὶ οὐ μὴ ἀποτίσει. Ἐὰν δὲ κλαπῇ ἀπ' αὐτοῦ, ἀποτίσει τῷ Κυρίῳ αὐτοῦ· ἐὰν δὲ θηράλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.»

ΤΙΤΛ.

ΚΘʹ. –Περὶ πρεσβυτέρων.

«Πολλοὶ ἁμαρτωλοὶ πρεσβύτεροι ὄντες προσφέρουσιν, καὶ οὐκ ἀποστρέφεται ὁ Θεὸς, ἀλ λὰ τῷ Πνεύματι τῷ ἁγίῳ ἁγιάζει τὰ προκείμενα δῶρα. Καὶ ὁ μὲν ἄρτος γίνεται σῶμα τίμιον τοῦ Κυρίου, τὸ δὲ ποτήριον, αἷμα τίμιον τοῦ Κυρίου. Εἰσὶν οὖν τινες ὑπολαμβάνοντες, ὡς εὔλογόν τι ποιοῦντες, καὶ μὴ κοινωνοῦντες παρ' αὐτῶν, μὴ εἰδότες ὅτι χεῖρον κατακρίνονται. Τίς γὰρ εἶ σὺ ὁ κρίνων τὸν ἄρχοντά σου; Οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς; Καὶ πάλιν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει. Πότε ἔγνως ὅτι πρόβατον ποιμένα διέσωσεν, ἢ κατὰ ποιμένος κατηγορίαν συνάπτει; Ὥσπερ οὖν τὸ ἄλογον πρόβατον οὐ δύναται ὀξῦναι τοὺς ὀδόντας κατὰ τοῦ ποιμένος, οὕτως οὐδὲ τῷ λογικῷ προβάτῳ ἐπιβάλλει ὀξύνειν τὴν γλῶσσαν εἰς κατηγορίαν. Σὺ ὁ ὑπ' αὐτοῦ διδασκόμενος καὶ χειραγωγούμενος, οὐκ ἔχεις ἐξουσίαν κρίνειν καὶ ἐλέγχειν αὐτόν· καθὼς εἶπεν ὁ Ἀπόστολος· Μὴ πρὸ καιροῦ τί κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ἐκεῖνος ἔχει ἐξουσίαν κρίνειν σε· Ὁ δὲ ἐκεῖνον κρίνων, ὁ Κύριός ἐστιν. Καὶ πάλιν· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σὺ τὴν ὀφειλομένην τιμὴν, καὶ προσκύνησιν ἀπόδος, καθὼς παρήγγειλέ σοι Παῦλος, λέγων· «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον. τὸν φόρον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Τὰ τοῦ κανόνος πλήρωσον· τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων σου προσένεγκε τῇ Ἐκκλησίᾳ, μὴ περιεργαζόμενος τὴν ἀνάλωσιν αὐτῶν. Εἰ δὲ κρίνειν βούλει· ὅπερ οὐκ ἐπιτρέπεταί σοι· εἴσελθε εἰς τὸ ταμιεῖον τῆς ψυχῆς σου. Γνῶθι τὰ τοῦ συνειδότος σου, εἰ οὐκ ἐφόνευσας, οὐκ ἐμοίχευσας, οὐκ ἐπόρνευσας, οὐκ ἐπλεονέκτησας, οὐχ ἥρπασας, οὐκ ἐλοιδόρησας, οὐκ ἐπιώρκησας, οὐκ ἐψεύσω, καὶ εἰ οὐδὲν τῶν ἀπηγορευμένων διεπράξω· καὶ οὕτως οὐκ ἐπιτρέπεταί σοι κρίνειν τὸν ἄρχοντά σου. Μᾶλλον δὲ οὐδὲ οὕτως· Ταπεινοὺς γὰρ ἀγαπᾷ Κύριος. Ἕκαστος οὖν τὰς ἰδίας πράξεις βλεπέτω, μὴ κρίνων τὸν πλησίον αὐτοῦ. Εἰ δέ τις παρακούσας τῶν εἰρημένων, ἐπιβάλλει τὴν γλῶσσαν αὐτοῦ εἰς κατηγορίαν τοῦ πλησίον, τὴν αὐτοῦ ἀντιμισθίαν, καὶ αὐτὸς προσδοκάτω ὑπομένειν ἐν τάχει. Ἃ γάρ τις εἰς τὸν πλησίον ἐργάσεται, ταῦτα καὶ αὐτὸς προσδοκάτω ἀπολήψεσθαι, καθὼς εἶπεν ὁ Κύριος, ὅτι Οἵῳ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἕκαστος ὑμῶν τοῖς ἰδίοις ἔργοις προσεχέτω· μεριμνήσωμεν περὶ τῶν ἡμετέρων κακῶν, καὶ ὧν οὐ προσετάχθημεν κρίνειν, μὴ κρίνωμεν. Πλὴν καὶ ὁ ἱερεὺς ὀφείλει διακεῖσθαι πρὸς τὸν λαὸν, πρὸ πάντων γνησίως ὑπερευχόμενος αὐτοῦ ἐξ ὅλης καρδίας αὐτοῦ. Καθὼς εἶπεν ὁ Κύριος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, τὸν ἐν ἀνάγκαις βοηθῶν, τὸν λυπούμενον παρακαλῶν, τὸν πεπλανημένον ἐπιστρέφων, τὸν πένητα παραμυθούμενος, ἀμνησίκακος, ἀμνημονῶν τῶν εἰς αὐτὸν γινομένων κακῶν. Ἐπειδὴ μνησικάκου προσευχὴ ἀπρόσδεκτος παρὰ Κυρίῳ, τῆς κακίας μενούσης ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἐὰν μὴ διαλλαγῇς τῷ πλησίον σου, μὴ ἀπέλθῃς εἰς τὸ θυσιαστήριον. Μνήσθητι τῆς παραγγελίας τοῦ Κυρίου· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Μὴ μνησικακήσῃς· δόλους μὴ μελέτα, ἵνα μὴ τὸν μὲν ταπεινοῖς, τὸν δὲ ὑψοῖς· μὴ τὸν μὲν πλούσιον προτιμήσῃς διὰ τῆς πρωτοκλισίας, τὸν δὲ πένητα παρορᾷς, ἀλλὰ τὴν ἰσότητα πρὸς πάντας φύλαξον. Κατηγορίαν ταχέως μὴ παραδέξῃ· ἀπὸ ἀκοῆς μὴ κρίνῃς ποτέ· πολλοὶ γὰρ κατὰ φθόνον καὶ ἔριν κατηγοροῦσι τοῦ πλησίον· ἐὰν δὲ καὶ μετὰ πάσης ἀκριβείας εὕρῃς τὸν ἁμαρτάνοντα, μὴ εὐθέως ἐπὶ πάντων αὐτὸν ἐλέγξῃς, ἵνα μὴ περισσοτέρως δώσῃς αὐτῷ καιρὸν μηδένα αἰδεῖσθαι. ∆ύο γὰρ κακὰ κέκτηται τὸ ἐπὶ πάντων ἐλεγχθῆναι. Οἱ μὲν γὰρ ἐλεγχόμενοι, πεπαῤ ῥησιασμένως κτῶνται τὴν ἁμαρτίαν. Μέχρι γὰρ τοῦ ἐλεχθῆναι, καὶ φοβεῖται, καὶ αἰσχύνεται. Ὅτε δὲ ἐλέγχεται ἐπὶ πάντων, αἰσχυνότερος γίνεται. Οἱ δὲ ἐλεγχόμενοι μὴ φέροντες τὴν αἰσχύνην, τρέπονται ἐπὶ τὰ χείρονα. Τοιοῦτός ἐστιν ὁ Σατανᾶς. Ὑποβάλλει ποιῆσαι τὴν ἁμαρτίαν, καὶ διὰ τὴν ἁμαρτίαν ἐπιτελέσαι καὶ τὴν αἰσχύνην. ∆ιὰ οὖν ταύτας τὰς παγίδας τοῦ ἐχθροῦ, ὁ πιστευθεὶς ποίμνην Χριστοῦ, ὀφείλει πραῢς εἶναι, καὶ μετὰ πολλῆς ἀσφαλείας ἐπιζητεῖν· καὶ ἐὰν εὕρῃ τὸν ἡμαρτηκότα, μὴ εὐθέως αὐτὸν ἐκβάλλῃ τῆς Ἐκκλησίας, ἵνα μὴ δραξάμενος αὐτὸν ὁ Σατανᾶς, ἴδιον ποιήσῃ τὸν ἄνθρωπον. Ὅταν γὰρ ἐκβληθῇ ἄνθρωπος τῆς Ἐκκλησίας, εὐθέως παραλαμβάνει αὐτὸν ὁ Σατανᾶς, καὶ ἕως ὅτε δέξηται αὐτὸν ὁ πρεσβύτερος, οὐκ ἀφίσταται ἀπ' αὐτοῦ. Ὅταν γὰρ ἀφορισθῇ ἄνθρωπος, ἔξω τῶν ὅρων τῶν Χριστιανικῶν εὑρίσκεται. Καὶ ὅσον ἂν χρόνον μένῃ ἀφωρισμένος, ἐν ἐκείνῳ τῷ κόσμῳ μετὰ τῶν Ἑλλήνων κρίνεται. Λαβὼν οὖν αὐτὸν κατὰ μόνας, ἐπιτίμησον, παρακάλεσον, νουθέτησον, οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρίς. Καὶ εἰ μὲν ἐπήκουσέ σου, ἐκέρδησας αὐτοῦ τὴν ψυχὴν, καθὼς εἶπεν ἡ Γραφή· ὅτι ὁ ἐπιστρέψας ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Ἐὰν δὲ μετὰ τὰς τρεῖς νουθεσίας παρακούσῃ, καὶ μὴ διορθώσηται, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· καὶ τῷ τοιούτῳ μηδὲ συνεσθίετε, ἕως ἂν διορθώσηται ἑαυτόν.

ΤΙΤΛ. Λʹ. –Περὶ προσφυγίου, καὶ τῶν προσφευγόντων ἐν ἱεροῖς τόποις· καὶ ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι.

«Ἐὰν ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφεύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι.» «Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας ∆εσπότου, μήποτε καταράσηταί σε, καὶ ἀφανισθῇς.» Ἔτυχε γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος χηρεῦσαι. Ὁ δὲ τοῦ δικαστοῦ σύνεδρος ἐβιάζετο, πρὸς γάμον ἕλκων ἀπάξουσαν. Ἡ δὲ οὐκ ἔχουσα ὅπως διαφύγῃ τὴν τυραννίδα, βουλὴν βουλεύεται οὐ τολμηρὰν μᾶλλον, ἢ συνετήν. Τῇ ἱερᾷ τραπέζῃ προσφεύγει, καὶ Θεὸν ποιεῖται προστάτην κατὰ τῆς ἐπηρείας. Τί οὖν ἔδει ποιεῖν, μὴ ὅτι τὸν μέγαν Βασίλειον, καὶ τῶν τοιούτων ἅπασι νομοθέτην, ἄλλον δέ τινα τῶν πολὺ μετ' ἐκεῖνον, ἱερέα δὲ ὅμως οὐκ ἀντιποιεῖσθαι ἔδει; Οὐ χεῖρα ὀρέγειν Θεοῦ φιλανθρωπίᾳ, καὶ νόμῳ τῷ τετιμηκότι θυσιαστήρια; οὐ πάντα δρᾶσαι καὶ παθεῖν ἐθελῆσαι πρότερον, ἤ τι βουλεύσασθαι κατ' αὐτῆς ἀπάνθρωπον; καὶ καθυβρίσαι μὲν τὴν ἱερὰν τρά

πεζαν, καθυβρίσαι δὲ τὴν πίστιν μεθ' ἧς ἱκέτευεν;

Οὐ, φησὶν ὁ κενὸς δικαστὴς, ἀλλ' ἡττᾶσθαι χρὴ πάντας τῆς ἐμῆς δυναστείας, καὶ προδότας γενέσθαι Χριστιανοὺς τῶν οἰκείων νόμων. Ὁ μὴν ἐζήτει τὴν ἱκέτιν, ὁ δὲ εἴχετο κατὰ κράτος· ὁ δὲ ἐξεμαίνετο, καὶ τέλος προπέμπει τινὰς τῶν ἐπ' ἐξουσίας, τὸν τοῦ ἁγίου κοιτωνίσκον ἐξερευνήσαντας, οὐ κατὰ χρείαν μᾶλλον ἢ ἀτιμίαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι, καὶ ἀπολογεῖσθαι κελεύει, ὡς ἕνα τῶν κατακρίτων. Ὁ δὲ παρῆν, ὁ δὲ προὐκάθητο γέμων θυμοῦ, καὶ φρονήματος, καὶ τὰ λοιπά. Τίνος ἕνεκεν ἀγανακτεῖς, ἀγαπητὲ, ἐπειδὴ εἰς Ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς; ∆ιὰ τοῦτο μὲν οὖν μάλιστα δοξάζειν χρὴ τὸν Θεὸν, ὅτι ἣν αὐτὸς ἀπετείχισεν καὶ ἀπεκώλυσε καταφυγεῖν γράμμασι καὶ νόμοις, αὐτὸς διὰ τῶν ἔργων ἠκύρωσε, μαθὼν ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι' ὧν ἔπαθεν, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι, παραινῶν, καὶ λέγων, μὴ ποιῆτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα, καὶ διδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς. Εἰ ἄγαλμα νεκρόν τε καὶ ἄψυχον ἱκανὸν σώζει τοὺς ἐπ' αὐτὸ καταφεύγοντας, δι' ἣν ἐξεικόνισται καὶ κεχαρακτήρισται μορφὴν, πόσῳ καὶ πλέον ἱερὸν Θεοῦ ἐνδιαίτημα περιέπειν καὶ σκέπειν ὀφείλει τοὺς ἐπ' αὐτὸ, καὶ τὴν ἐπ' αὐτοῦ ἐπικουρίαν ἐνθέσμως προσφεύγοντας. Οὐ γὰρ θέμις μετὰ τυραννικοῦ φρυάγματος ἐπιβαίνειν κατατολμᾷν τοῖς ἀβάτοις, καὶ χειρὶ κραταιᾷ, καὶ θρασείᾳ, καθάπερ ἐκ κόλπων, καὶ χειρὸς Κυρίου ἀποσπᾷν βιάζεσθαι τοὺς ἐπὶ τὸ σέβας ὑπεκδύσαντας· ἀλλὰ πρῶτον μὲν κἂν αἵματος μετέχοιεν οὗτοι, χρὴ τὴν τιμὴν νέμειν τῷ τιμητῷ. Ἔπειτα δὲ πειρᾶσθαι ὁσίως καὶ δικαίως παραλαβεῖν τούτους, καὶ οὐ δι' ἑαυτῶν χειρώσασθαι, ἀλλὰ μᾶλλον παρὰ τῶν εἰς τοῦτο διεσταλμένων νεοκόρων. ΤΙΤΛ.

ΛΑʹ. –Περὶ πόλεως ἀσεβείας πεπληρωμένης. «Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.» «Ἐν τόποις ἀσεβῶν ἀναλίσκονται ἄνθρωποι.» «Ἄνδρες ἀσεβεῖς ἐξέκαυσαν πόλιν.» «Οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ.» «Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας!» «Ὦ πόλις ἡ φαυλίστρια! ἡ κατοικοῦσα ἐπ' ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφανισμὸν, νομὴ θηρίων; πᾶς ὁ διαπορευόμενος δι' αὐτῆς, συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.» «Ὦ πόλις ἐργαζομένη μάταια!» «Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ.» «Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇς.» «Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.» «Ἄκουε ταῦτα ἡ τρυφερὰ, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς, Ἐγώ εἰμι, καὶ οὐκ ἔσται μετ' ἐμοῦ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφανισμόν;» «Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ! Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτως ψύχει κακία αὐτῆς. Ἀσέβεια καὶ ταλαιπωρία αὐτῆς ἀκουσθήσεται ἐν αὐτῇ διὰ παντός.» «Πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ, καὶ πρὸς τὸν προσήλυτον ἐπιστρέφονται ἐν ἀδικίαις, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοὶ, καὶ τὰ ἅγιά μου ἐξουδένωσαν. Ἀνόσια ἐποίουν ἐν μέσῳ σου. Ἕκαστος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνόμησαν. ∆ῶρα ἐλάμβανον ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί. Ἐμοῦ δὲ ἐπελάθοντο, λέγει Κύριος.» Εἰσὶ πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις, καὶ μέντοι, καὶ μελῶν τινων κεκλασμένων καὶ διεφθαρμένων παντάπασι, πολλὴν ἀκολασίαν ταῖς ψυχαῖς ἐντικτόντων. Ὧν ἐπὶ πλεῖστον ἀκούοντες, οὐκ ἐμπίπλανται, καὶ τοὺς τοιούτους δήμους πολλοὶ μακαρίζουσιν, ὅτι τὰς κατ' ἀγορὰν ἐμπορείας, ἢ τὰς ἐκ τῶν τεχνῶν πρὸς τὸ ζῇν ἐπινοίας καταλιπόντες, διὰ ῥᾳθυμίας πάσης καὶ ἡδονῆς τὸν τεταγμένον αὐτοῖς τῆς ζωῆς χρόνον διαπερῶσιν· οὐκ εἰδότες ὅτι ὀρχήστρα εὐθηνουμένη θεάμασιν ἀκολάστοις, κοινὸν καὶ δημόσιον διδασκαλεῖον ἀσελγείας τοῖς συγκαθημένοις ἐστὶν, καὶ τὰ παναρμόνια τῶν αὐλῶν μέλη, καὶ ᾄσματα πορνικὰ, ἐγκαθεζόμενα ταῖς τῶν ἀκουόντων ψυχαῖς, οὐδὲν ἕτερον, ἢ πάντας ἀσχημονεῖν ἀναπείθει, ἢ τὰ τῶν κιθαριστῶν αὐλητῶν κρούσματα μιμουμένους. Ἤδη τινὲς τῶν ἱππομανούντων, κατ' ὄναρ περὶ τῶν ἵππων μάχονται, ἅρματα μεταζευγνύντες, καὶ ἡνιόχους μετατιθέντες, καὶ ὅλως τῆς μεθημερινῆς ἀφροσύνης οὐδὲν ἐν ταῖς καθ' ὕπνον φαντασίαις ἀφίστανται. Ἔστιν ἰδεῖν περὶ τὰς ἀντιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθήμενοι, παίουσι τὸν ἀέρα τοῖς δακτύλοις, ὡς μάστιξι, ζευγνύουσιν, μεταζευγνύουσιν, οὐδενὸς ὄντες κύριοι· ἀντιδιδόασιν ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς. Καὶ ταῦτα τίνες; οἱ πένητες πολλάκις, καὶ ἄποροι, καὶ μηδ' ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσοντες. Οἱ φοβούμενοι τὸν Κύριον περιμένουσι τὴν Κυριακὴν, ἵνα τὴν εὐχὴν τῷ Θεῷ ἀναπέμψωσιν, καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἀπολαύσωσιν. Οἱ δὲ ῥᾴθυμοι περιμένουσι τὴν Κυριακὴν, ἵνα τοῦ ἔργου ἀπεχόμενοι, τοῖς κακοῖς σχολάσωσι. Καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα. Ἔξελθε ἐν τῇ μέσῃ εἰς ἄλλην ἡμέραν, καὶ οὐδένα εὑρίσκεις· ἔξελθε ἐν τῇ Κυριακῇ, καὶ εὑρήσεις, τοὺς μὲν κιθαρίζοντας, ἄλλους ἐπικροτοῦντας, ἑτέρους καθεζομένους, καὶ τοὺς πλησίον λοιδοροῦντας, ἄλλους παλαίοντας, καλεῖ ὁ κήρυξ εἰς τὴν ἐκκλησίαν, καὶ πάντες ὡς ὑπὸ ὄκνον προβάλλονται. Γέγονε κιθάρας ἦχος, ἢ αὐλοῦ, καὶ πάντες ὡς ὑπόπτεροι τρέχουσιν· τὰ θεάματα τῆς ἐκκλησίας ὁρῶμεν· τὸν ∆εσπότην Χριστὸν ὁρῶμεν ἀνακείμενον ἐπὶ τῆς τραπέζης, τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ᾄδοντα, εὐαγγελικὰς φωνὰς, Πνεύματος ἁγίου παρουσίαν, τοὺς προφήτας κελαδοῦντας, τὸν τῶν ἀγγέλων ὕμνον τὸ Ἀλληύια, ὅλα πνευματικὰ, ὅλα σωτηρίας ἄξια, ὅλα βασιλείας πρόξενα. Ταῦτα ἀκούει ὁ ἐρχόμενος εἰς τὴν ἐκκλησίαν. Τί δὲ θεωρεῖ ὁ τρέχων εἰς τὰ θέατρα; ᾄσματα διαβολικά· γυναῖκας ὀρχουμένας. Τί γὰρ ποιεῖ ἡ ὀρχουμένη; γυμνοῖ τὴν κεφαλὴν ἀναισχύντως, ἣν παρήγγειλε Παῦλος ἀδιαλείπτως σκεπάζειν. Ἐκστρέφει τὸν τράχηλον· τὰς τρίχας ὧδε κἀκεῖ ἐκπετάζει. Ταῦτα ποιεῖ καὶ ἡ δαιμονῶσα. Ὁ δὲ κιθαρῳδὸς ὥσπερ δαίμων τῷ ξύλῳ προσμάχεται. Τοιοῦτον καὶ τὸ συμπόσιον τοῦ Ἡρώδου, καὶ εἰσελθοῦσα ὠρχήσατο Ἡρωδιὰς, καὶ τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ ἀπέτεμεν, καὶ τὰ καταχθόνια τοῦ ᾅδου ἐκληρονόμησεν. Οἱ οὖν ἀγαπῶντες τὴν ὄρχησιν, μετ' αὐτῆς ἔχουσι τὴν μερίδα. Οὐαὶ τοῖς ἐν Κυριακῇ κιθαρίζουσιν ἢ ἐργαζομένοις. Εἰς ἀνάπαυσιν μισθίων καὶ δούλων ἐδόθη. Αὕτη γὰρ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εἰσέρχεται μίσθιος εἰς τὴν οἰκίαν σου, καὶ ὑποτίθησι τὸν ὦμον ἐν τοῖς ἔργοις σου. Συντρίβεται ἐν ἱδρῶτι καὶ καμάτῳ, καὶ οὐ συγχωρεῖς αὐτὸν ἀναπνεῦσαι. ΤΙΤΛ.

ΛΒʹ. –Περὶ πράσεως καὶ ἀγορασίας. «Φύλασσε τὰς ὁδούς σου εὐσυναλλάκτως.» «Ὁ κτώμενος, μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω, διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐ μὴ ἐπιστρέψῃ.» «Ἀναμέσον πρατοῦ καὶ ἀγοραστοῦ συντριβήσεται ἁμαρτία.» ΤΙΤΛ.

ΛΓʹ– Περὶ παιδείας Θεοῦ, καὶ τῶν εὐγενῶς φερόντων. «Γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴ τις παιδεύσει τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε.» «Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι.» «Κύριος θανατοῖ, καὶ ζωογονεῖ· κατάγει εἰς ᾅδου, καὶ ἀνάγει.» «Ἀναστὰς Ἰὼβ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησεν τῷ Κυρίῳ, καὶ εἶπεν αὐτός· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος. Νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται.» «∆ράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε.» «Ἡ παιδεία σου ἀνορθῶσαι με εἰς τέλος, καὶ ἡ παιδεία σου.» «Ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.» «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον.» «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε.» «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ θανάτῳ οὐ παρέδωκέ με.» «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» «Υἱὲ, μὴ ὀλιγόρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» «Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται.» «Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν τῆς γῆς.» «Ὅταν ὀργὴ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.» «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» «∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν τοῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν.» «Ἰδοὺ πεπρακά σε, οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας ἕνεκεν ἐμοῦ.» «Ἐν πόνῳ καὶ μάστιγι παιδεύθητι Ἱερουσαλὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ· μὴ ποιήσω σε ἄβατον γῆν, ἥ τις οὐ κατοικηθήσεται.» «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.» «Τεκνία, μακροθυμήσατε ἐπὶ τῇ ἐπελθούσῃ ὑμῖν ὀργῇ.» «Φείδῃ πάντων, ὅτι σά ἐστι, ∆έσποτα φιλόψυχε.» «Καὶ διὰ τοῦτο τοὺς παραπίπτοντας κατ' ὀλίγον ἐλέγχεις, καὶ ἐν οἷς ἁμαρτάνουσιν, ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας αὐτῶν, πιστεύσωσιν ἐπὶ σὲ, Κύριε. Παιδεύων ἡμᾶς, τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνήσωμεν κρίνοντες· κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.» «Ἔλεος Κυρίου ἐπὶ πᾶσαν σάρκα, ἐλέγχων, καὶ παιδεύων, καὶ διδάσκων, καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ, καὶ τοὺς ἐκδεχομένους παιδείαν ἐλεεῖ.» «Ὁ φοβούμενος παιδείαν, ἐκδέξεται παιδείαν.» «Ἔλεος καὶ ὀργὴ παρ' αὐτῷ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ ἐστιν.» «Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Μαστιγοῖ δὲ πάντα τὸν υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί, Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, ἐπὶ τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία, πρὸς μὲν τὸ παρὸν, οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Τὸ συμφέρον ἑκάστῳ ὁ ἀγαθὸς ∆εσπότης ἐπάγει. Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται παρὰ τῶν κακῶς αὐτὸν κεκτημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον διαφθείρων. Νόσον ἐπάγει, ὡς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτως ἔχει τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμάς. Θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς, περὶ ἕκαστον ἡμῶν τὸ συμφέρον προβλεπόμενος, ἐπήξατο. Λιμοὶ δὲ, καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι, κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κακοῦ τὴν ἀμετρίαν κολάζουσαι. Ὡς οὖν εὐεργέτης ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώματι, τῇ νόσῳ μάχεται, οὐχὶ τῷ κάμνοντι· οὕτω καὶ ὁ ἀγαθός ἐστι Θεὸς, ὁ τὴν σωτηρίαν πάντων διὰ μερικῶν κολάσεων διοικούμενος. Νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ, καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστου τραχύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν ἐπικόπτουσιν. Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα. Αἵ τε γὰρ κατὰ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται. Μάθωμεν, ὅτι δι' ἐπιστροφὴν, καὶ ἀμέλειαν τὰς πληγὰς ἡμῖν ὁ Θεὸς ἐνίησιν, οὐκ ἐκτρίψαι ζητῶν, ἀλλ' ἐπανορθῶσαι σπουδάζων, κατὰ τοὺς χρηστοὺς τῶν πατέρων καὶ εἰς ἀμελεῖς τῶν τέκνων, οἳ θυμοῦνται κατὰ τῶν νέων, καὶ διανίστανται, οὐ κακόν τι δοῦναι σπουδάζοντες, ἀλλ' ἐκ τῆς νηπιώδους ὀλιγωρίας, καὶ τῶν τῆς νεότητος ἁμαρτιῶν εἰς ἐπιμέλειαν ἀνάγοντες. Πατάσσεται σὰρξ, ἵνα ἰαθῇ ἡ ψυχή. Θανατοῦται δὲ ἡ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνῃ. Ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ, καὶ περιστάσει πάσῃ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς λύπαις ἀποβάλλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ ∆εσπότῃ, καὶ παιδεύοντι δὲ μὴ προσιέμενοι· καίτοι ποτὲ κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Σωφρόνων ἀνδρῶν οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν, ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα· καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ Κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ.» Πάντ' εὐχαρίστως τὰ ἐκ Θεοῦ δέχεσθαι χρή. Ὄντως πληγὴ τοῖς εὐφρονοῦσιν παίδευμα γίνεται, καὶ κρείττων εὐημερίας πολλάκις κακοπάθεια. Οὐδὲν τοῦ πάσχειν εὐεργετικώτερον. Τῶν προσδοκωμένων ἡ θλίψις ἄνθος ἐστί. ∆ιὰ οὖν τὸν καρπὸν, καὶ τὸ ἄνθος δρεψώμεθα. Πρὸς ὀργὴν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματεύεται καὶ ποιεῖ περὶ ἡμᾶς ὁ Θεός. Τὰ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ Θεοῦ κολαστήρια, τῶν ἐκεῖσε βασάνων ὑποτέμνεται μέρος οὐ μικρόν. Ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνομεν τοὺς στεφάνους, ἂν μὴ ἁμαρτήματα τοιαῦτα ἔχωμεν. Ἡ ἐντεῦθεν γινομένη παιδαγωγία, τὴν μετὰ ταῦτα κρίσιν ἐπικουφίζει, καίτοι οὐδὲ τὸ κολάζεσθαι κακὸν, ἀλλὰ τὸ ἄξιον γενέσθαι κολάσεως. Μηδὲν τῶν συμβαινόντων χωρὶς ἂν γενέσθαι Θεοῦ πεπεῖσθαι χρή· εἶναι δὲ ἀγαθὰ παρ' αὐτοῦ πάντα κἂν ἀλγεινὰ ᾖ. Σὺ χρηστὸς, ἀλλ' ἡμεῖς ἠνομήσαμεν. Σὺ μακρόθυμος, ἀλλ' ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες. Ὀλίγα ὧν ἡμάρτομεν, μεμαστιγώμεθα. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνάξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας, τίς συνέξει; κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχεῦσαι ἢ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, καὶ τὸ θέλημά σου πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· ἡμεῖς ἡμάρτομεν καὶ σὺ ὠργίσθης. ∆ιὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε, ἄνες, Κύριε, ἱλάσθητι, Κύριε. Μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι. Τίνων τούτων; Ἐθνῶν, τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου· διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν θυμῷ σου, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ἐξουθένημα. Οἶδα στιλβομένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, καὶ ἐξουθενεῖν, καὶ ἀτεκνοῦν. Οἶδα ὡς ἄρκτον ἀπορουμένην τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων· οἶδα ἐκτιναγμὸν, καὶ ἀνατιναγμὸν, καὶ βλασμὸν, καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων, τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι, καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι. Τοὺς οἰκείους αὐτῷ καὶ προσφιλεῖς, ἐντεῦθεν ἤδη κατὰ τόνδε τὸν βίον, μετέρχεται παιδεύων ὁ Θεὸς, ἐν οἷς δ' ἄν ποτε δεηθεῖεν κολάσεως, ὡς ἂν διὰ τῆς προσκαίρου παιδείας τὴν αἰώνιον ἐν τῇ καθόλου κρίσει διαδράναι δυνηθεῖεν κόλασιν. Οὐ τὸ παθεῖν τι τῶν τραχυτέρων δεινὸν, ἀλλὰ τὸ δικαίως παθεῖν. Οὐκ ἀμυνόμενος, ἀλλὰ ἰατρικῶς, καὶ πρὸς ὑγείαν ψυχῆς, ἐπάγει τὰς θλίψεις ὁ Θεός. Ὁ δημιουργήσας τὸν κόσμον Θεὸς, προνοούμενος αὐτοῦ πάντα πρὸς λυσιτέλειαν ποιεῖ, κἂν ἤδη σκυθρωπὰ τὰ ἐπιφερόμενα τυγχάνῃ. Εἰ καὶ πικρὰ, καὶ ἐπίπονος ἡ ὀργὴ τοῦ Θεοῦ, ἀλλά γε θεραπευτικὴ οὖσα, εἰς ἀγαθὸν τοὺς πειρασθέντας αὐτῆς ἀναβιβάζει. Ὅντινα βούλεται σῶσαι ὁ Θεὸς, φοβήσει αὐτὸν, τινάξει αὐτὸν ποικίλως, λυπήσει αὐτὸν, ὅπως μὴ ἔχοι καιρὸν διεγείρεσθαι πρὸς ὑπερηφανίαν, καὶ τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκωνται σωφρονεῖν. Μακαρία φύσις, ἡ ἐπὶ παντὶ χαίρουσα, καὶ μηδενὶ δυσαρεστοῦσα τὸ παράπαν, ἀλλ' εὐαρεστοῦσα τοῖς γενομένοις, ὡς καλῶς καὶ συμφερόντως γενομένοις.

ΤΙΤΛ. Λ∆ʹ. –Περὶ παιδείας Θεοῦ, καὶ μὴ δεχομένων αὐτήν· καὶ ὅτι οἱ μὴ σωφρονιζόμενοι ἐνταῦθα, τῇ αἰωνίᾳ κολάσει παραπέμπονται.

«Ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ, καὶ ἐν ἀνεμοφθορίᾳ, καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.» «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.» «Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε.» Μὴ ποίει τὰ τῶν ἀνοήτων παίδων, ἄνθρωπε, οἱ παρὰ διδασκάλων ἐπιτιμηθέντες, δέλτους ἐκείνων καταῤῥηγνύουσι· πατρὸς δὲ δι' ὠφέλειαν τὴν τροφὴν ὑπερτιθεμένου, τὴν ἐσθῆτα κατασπαράσσουσιν, ἢ τὸ τῆς μητρὸς πρόσωπον καταξαίνουσιν. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων, τρόπαιον ἵστησιν. Μὴ σκυθρωπάσῃς θεραπευόμενος· ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς. Οὐ πληγῆναι χαλεπὸν, ἀλλὰ μὴ σωφρονίζεσθαι τῇ πληγῇ χαλεπώτερον. Τὸ μηδὲν τοὺς ἁμαρτάνοντας ἐνταῦθα παθεῖν, ἐφόδιον γίνεται μείζονος τῆς ἐκεῖσε τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖσε, τιμωρίας ἐστίν. Οἱ πολλὰ πταίοντες, καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι, καὶ δεδοικέναι ὀφείλουσιν. Αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας. Ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντες δεδοικέναι χρὴ, καὶ μάλιστα δὲ ὅταν μηδὲν πάσχωμεν δεινόν. Ὅτε μὲν γὰρ κατὰ μέρος ἀπαιτεῖ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τούτων ἔκτισιν. Οἱ τελείως δυσκάθαρτοι, εὔξασθε ἂν κολασθῆναι μᾶλλον, ἢ ἀφεθῆναι. Ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς, ὥσπερ ἀνερμάτιστα πλοῖα, ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται. Ἱκετεύωμεν οὖν τὸν Θεὸν, οἱ συνειδήσει τῶν οἰκείων ἁμαρτημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς, ἢ παρεῖναι.

ΤΙΤΛ.

ΛΕʹ. –Περὶ παιδείας Θεοῦ, κατὰ δοκιμὴν, καὶ πεῖραν γενομένης.

«Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκαι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.» «Μνήσθητι πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνῷ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέν σε, καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπὶ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος αὐτοῦ ζήσεται ἄνθρωπος.» «Πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεόν.» «Μὴ ἀποποιοῦμαι τὸ κρῖμα; Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» «Ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγεν ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» «Μακάριος ἄνθρωπος ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἀκούσας Ἀβραὰμ τὴν φωνὴν τοῦ Πλάστου, Λάβε τὸν υἱόν σου, καὶ ἐπὶ ἓν τῶν ὀρέων σφᾶξόν μοι. μετὰ πολλῆς προθυμίας τὸ ἔργον ἐπλήρου. Καὶ γὰρ τὴν σύζυγον Σάῤῥαν ἔκρυψεν, καὶ τοὺς παῖδας ἔλαθεν, καὶ μόνον τὸ παιδάριον λαβὼν, ἀνίει ἐπὶ τὸ ὄρος, μὴ ἐκκακῶν, μηδὲ ῥᾳθυμῶν. Ἐννόησον τίς ἦν ὁ μακάριος ἐκεῖνος τότε; ποῖα δὲ σπλάγχνα ἦν ἐνδεδυμένος, μόνος μόνῳ διαλεγόμενος τῷ παιδαρίῳ; Τότε γὰρ πλεῖον τὰ σπλάγχνα διαθερμαίνονται, καὶ πλεῖον τὸ φίλτρον ἐξάπτεται. Ποῖος λόγος παραστῆσαι δυνήσεται τὴν ἀνδρείαν τοῦ γέροντος; πῶς δήσας αὐτοῦ χεῖρας, καὶ πόδας ἐπάνω τῶν ξύλων ἐπέθηκεν, ὡς δὲ ἔμελλεν ἐμβάπτειν τῷ λαιμῷ τοῦ παιδίου τὸ σιδήριον, διπλῆν φωνὴν ἀφῆκεν ὁ εὔσπλαγχνος· λύσον τὸ παιδάριον. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐξελύθη τὰ νεῦρα; πῶς οὐ κατέπεσε θεωρῶν τὴν ὄψιν τοῦ παιδαρίου; Ἴδετε ἀνδρείαν τοῦ γέροντος. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν αὐτοῦ, εἰ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ προθυμίᾳ. Οὐ πᾶς ὁ κάμνων αἰτίαν ἔχει τῆς νόσου ἁμαρτίαν. Εἰσὶ γὰρ ὑπὲρ τοῦ δόκιμοι ἀναφανῆναι, ἢ καὶ ἄλλως συμφερόντων κακώσεσιν ὑποβαλλόμενοι. Ἐπεὶ συμπτώματα τὰ αὐτὰ ἁμαρτωλοῖς καὶ δικαίοις συμβαίνει, μὴ πάντας τοὺς περιστατικοῖς ὑποβαλλομένους ἡγούμεθα, καὶ παραλαβούσης πονηρίας ὑπομεμενηκέναι τὰ πονηρά.

ΤΙΤΛ.

Λςʹ. –Περὶ παραμονῆς· καὶ ὅτι ἡ παραμονὴ ἔργον ἀνύει.

«Ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν.» «Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ ἐρεῖ πρὸς αὐτόν· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· ἀποκριθεὶς δὲ ἔσωθεν, εἴπῃ αὐτῷ· Μή μοι κόπους πάρεχε· ἰδοὺ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ' ἐμοῦ ἐστιν ἐν τῇ κοίτῃ, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν· εἰ καὶ οὐ δώσει αὐτῷ διὰ τὸ εἶναι αὐτοῦ φίλον, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσον χρῄζῃ.» «Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκασόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπεν δὲ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει; ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμῶν ἐπ' αὐτούς; Ναὶ, λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.»

ΤΙΤΛ.

ΛΖʹ. –Περὶ πιστοῦ· καὶ ὅτι σπάνιον τὸ εὑρεῖν ἄνδρα πιστόν.

«Ἄνδρα πιστὸν, ἔργον εὑρεῖν.» «Ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται.» Σπάνιον ἀληθῶς, ὁ ἅμα τῷ φρονίμῳ τὸ πιστὸν ἔχων.

ΤΙΤΛ. ΛΗʹ. –Περὶ τῶν πεποιθότων εἰς κενὰ καὶ μάταια, καὶ εἰς τὰς τῶν ἀνθρώπων προστασίας, καὶ μὴ εἰς Θεὸν τὴν ἐλπίδα ἐχόντων.

«Αἰσχύνην ὀφλήσουσιν, οἱ ἐν πόλεσι καὶ χρήμασι πεποιθότες.» «Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται,» καὶ τὰ λοιπά. «Ὁ πεποιθὼς ἐν τῷ πλούτῳ, οὗτος πεσεῖται.» «Ὁ ἄφρων ἑαυτῷ πεποιθὼς, μίγνυται ἀνόμῳ.» «Ὅτι ἤλπισας ἐν τοῖς ἅρμασί σου, καὶ ἐν πλήθει δυνάμεώς σου, ἐξαναστήσεται ἀπώλεια τῷ λαῷ σου, καὶ πάντα τὰ τετειχισμένα σου ἀφανισθήσεται, καθὼς ἠφανίσθη ἄρχων Σαλμὰν ἐν ἡμέρᾳ πολέμου, καὶ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.» «Ἐξεδίκησας μετὰ δυνάμεώς σου τοὺς ἀρχηγοὺς τῶν ἁμαρτωλῶν, τοὺς πεποιθότας ἐν τῇ αὐθαδείᾳ αὐτῶν.» «Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Τίς με κατάξει ἐπὶ τὴν γῆν;» «Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἠβούλεσθε ἀκούειν, ἀλλ' εἴπατε, ἐφ' ἵππων φευξόμεθα.» «Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ' αὐτόν. Καὶ ἀπὸ Κυρίου ἀποστελεῖ καρδίαν αὐτοῦ.» «Μὴ ἐξακολούθει τῇ ψυχῇ σου, καὶ τῇ ἰσχύϊ σου, καὶ μὴ εἴπῃς· Τίς με δυναστεύσει; Ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει. Μὴ ἐπίχαιρε ἐπὶ τοῖς χρήμασί σου.» Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἑαυτῷ πρὸς ἰσχὺν καὶ τοῦ κρατεῖν ἀφορμὴν εἶναι κρίνων, ὅμοιός ἐστιν ὁ τοιοῦτος ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ νόσου τὴν εὐεξίαν τιθεμένῳ. Ὁ ἐλπίζων εἰς ἑαυτὸν, κίνδυνον ἔχει ὑποπεσεῖν ἐν τῇ κατάρᾳ τῇ λεγούσῃ· Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ· τοῦ Λόγου τὸ ἐφ' ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος, ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν ἀπὸ Κυρίου ὀνομάζοντος. Καὶ τὸ τέλος ἀμφοτέρων ἔσται ὡς ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψονται ἀγαθά. Ὃς πορεύεται ἐπὶ χειρῶν, ἀκάθαρτος. Ἐπὶ χειρῶν δὲ πορεύεται ὁ ταῖς χερσὶν ἐπερειδόμενος, καὶ πᾶσαν ἐπ' αὐταῖς ἔχων τὴν πεποίθησιν. Οὐδεὶς τῶν μὴ ἐλπιζόντων εἰς Θεὸν λογικῆς ἐστι φύσεως, ὅτι μόνος ὁ εὔελπις, ἄνθρωπος. Ὥστε κατὰ τὰ ἐναντία, δύσελπις, οὐκ ἄνθρωπος.

ΣΤΟΙΧΕΙΟΝ Ρ. ΤΙΤΛ. Αʹ. –Περὶ ῥεμβομένων. «Ἴδετε, ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνωσαν φρόνησιν.

Πάντες οὖν οὗτοι, κύνες ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν. Ἐνυπνιαζόμενοι κοίτῃ, φιλοῦντες νυσταγμόν· καὶ κύνες ἀναιδεῖς, καὶ οὐκ εἰδότες πλησμονήν· καὶ εἰσὶ πονηροὶ, καὶ οὐκ εἰδότες σύνεσιν· πάντες ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ πλεονέκτημα.» «Ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» «Υἱὸς πεπλανημένος αἰσχύνει μητέρα αὐτοῦ.» Ἴδιον τοῦτο ἀῤῥώστημα ἀργῆς καὶ ῥᾳθύμου ψυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος.

ΣΤΟΙΧΕΙΟΝ Σ.

ΤΙΤΛ.

Αʹ. –Περὶ συμπαθείας, καὶ εὐσπλαγχνίας.

«Ὁ σπλαγχνιζόμενος, ἐλεηθήσεται.» «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;» «Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.» Ὁ ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι' ὃ τὸν ἀδελφὸν ἀπωδύρατο. Φέρει παραμυθίαν ὀδυνωμένοις ἡ κοινωνία τῶν στεναγμῶν. Μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος, καὶ τὸ συναλγεῖν γνησίως πολύ τι κουφίζει τῆς συμφορᾶς. Μέγα τὸ παρὰ τῶν συναλγούντων φάρμακον. Τὸ συναλγεῖν ἱκανὸν εἰς παραμυθίαν. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν, προσῆκεν. Μεμαθήκαμεν, ἄνθρωποι ὄντες, ἀνθρωποπαθεῖν.

ΤΙΤΛ. Βʹ. –Περὶ συμμέτρου καταστάσεως.

«Ἐσθίειν μέλι πολὺ οὐ καλόν.» «Μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζου περισσὰ, μήποτε ἐκπλαγῇς· καὶ μὴ ἀσεβήσῃς πολύ. Καὶ μὴ γίνου σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν τῷ καιρῷ σου.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς.» «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοὶ, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες.» Μηδεὶς ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς, μηδὲ τοῦ νόμου νομιμώτερος, μήτε τοῦ κανόνος εὐθύτερος, μήτε τῆς ἐντολῆς ὑψηλότερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπερεπαίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πάσχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι' ἀμετρίαν. Τοῦτο εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ πνεύματι ζέωμεν, μήποτε ὑπνώσωμεν κατ' ὀλίγον εἰς θάνατον, ἢ καθεύδουσιν ἡμῖν ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νωθεία γὰρ ὕπνου σύζυγος· μήτε δὲ διάπυροι, μηδὲ τῆς βασιλικῆς ὁδοῦ ἔξω πίπτωμεν, ἕν γέ τι πάντως πταίοντες, ἢ κέντρου δεόμενοι διὰ τὴν νωθείαν, ἢ χαλινοῦ, διὰ τὴν θερμότητα, καὶ τὸ μὴ κρημνίζεσθαι. Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαμβάνοντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον, ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύγωμεν, τῆς μὲν ὄκνον, τῆς δὲ τὸ θράσος, ἵνα μήτε τῷ ἐλλείποντι ὦμεν ἄκαρποι, μήτε τῷ περιττεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρηστα, καὶ νωθρότης ἄπρακτος, καὶ θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλιπεῖν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα, ὑπεύ θυνος, ἀλλ' ὁ μὴ βουλευθεὶς, ὑπαίτιος, κἀν θείοις ὁμοίως, κἀν τοῖς ἀνθρωπίνοις πράγμασιν. Οὔτε νωθρότερον εἶναι τοῦ μετρίου, καλὸν, οὐδὲ θερμότερον, ὡς ἢ δι' εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι' ἀταξίαν πάντων ἀποστατεῖν. Ὁμοίως γὰρ καὶ τὸ νῶθες ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Πᾶν μέτρον ἄριστον. Τοιαύτη ἡ τοῦ Χριστοῦ σοφία, μήτε ἐλλειπῶς, μήτε περιττῶς ἀγωνίζεσθαι συγχωροῦσα, πανταχοῦ δὲ τὴν συμμετρίαν φυλάττουσα. Σύμμετρος ἔστω τῆς ἀρετῆς ὁ πόνος, ἵνα μὴ ἄμετρος γένηται τῆς μεταβολῆς ὁ τρόπος.

ΤΙΤΛ. Γʹ. –Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν· καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν παντὶ πάντοτε.

«Ἀδόλως ἔμαθον, ἀφθόνως μεταδίδωμι. Τὸ πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι.» «Πλῆθος σοφῶν, σωτηρία κόσμου.» «Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.» «Σοφία κεκρυμμένη, καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις;» «∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε.» «Ἕτοιμοι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραότητος καὶ φόβου, καὶ συνείδησιν ἔχοντες ἀγαθήν.» Κίνδυνος προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Θεὸν Κύριον.

ΤΙΤΛ. ∆ʹ. –Περὶ συνηθείας.

«Ἐν χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη.» «Ἄνθρωπος συνεθιζόμενος ἐν λόγοις ὀνειδισμοῦ, ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.» Πολλοὶ ἀρχαίῳ ἔθει κεκρατημένοι, τὸ μυσαρὸν τῶν γινομένων οὐ διακρίνουσιν. Ἔθους χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα τοῦ συννόμου αὐτοῦ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἐστὶν ἀντεχόμενα. Τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις, ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ ἔθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα, δυσίατός ἐστιν, ἢ καὶ παντελῶς ἀνίατος, εἰς φύσιν ὡς τὰ πολλὰ τοῦ ἔθους μεθισταμένου. Ἡ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια ὁδός ἐστιν ἐπὶ τὰ πράγματα. Ἔθος διὰ μακροῦ χρόνου βεβαιωθὲν, φύσεως ἀρχὴν λαμβάνει. Τὰ χρόνῳ κρατυνθέντα πάθη χρόνῳ δεῖται πρὸς διόρθωσιν. Χρόνῳ τὸ ἔθος βεβαιωθὲν, ἐνομίσθη νόμος. Οὐ ῥᾴστη τῶν ἐν ἔθει καὶ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. Ἡ συνήθεια τῶν ἁμαρτημάτων ἐπὶ τὸ χεῖρον ἄγει τὴν ἐμπεσοῦσαν ψυχήν. ∆εινὸν ἡ συνήθεια κατασχεῖν πρὸς ἑαυτὴν, καὶ μὴ συγχωρῆσαι πάλιν ἐπὶ τὴν πρώτην ἕξιν διαναστῆναι τῆς ἀρετῆς. Ἕξις μὲν γὰρ ἀπὸ συνηθείας· ἀπὸ δὲ ἕξεως φύσις ἐγγίνεται. Φύσιν δὲ μετακινῆσαι καὶ μεταβαλεῖν χαλεπόν. Χρόνῳ πλείστῳ μελετηθέντα, δυσδιόρθωτα λοιπὸν, ἢ καὶ ἀδιόρθωτα νοσήματα γίνεται. Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν. Αἱ πάντων ἀθρόως πρὸς τὰ ἐναντία μεταβολαὶ σκληρόταται, καὶ μάλιστα ὅταν μήκει χρόνου αἱ ὑποῦσαι στηριχθῶσι δυνάμεις.

ΤΙΤΛ.

Εʹ. –Περὶ τῶν συμβουλὴν δεχομένων.

«Ἰδὼν Ἰοθὼρ πάντα ὅσα ἐποίει Μωσῆς τῷ λαῷ, λέγει· Τί τὸ ῥῆμα τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, καὶ πᾶς ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωῒ ἕως δείλης; καὶ λέγει Μωσῆς τῷ γαμβρῷ αὐτοῦ, Ὅτι παραγίνεται πᾶς ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ, καὶ ὅταν γίνεται αὐτοῖς ἀντιλογία, καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ, καὶ τὸν νόμον αὐτοῦ. Εἶπεν δὲ ὁ γαμβρὸς Μωσῆ πρὸς αὐτόν· Οὐκ ὀρθῶς τὸ ῥῆμα τοῦτο, ὃ σὺ ποιεῖς· φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ, καὶ σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ. Βαρύ σοι τὸ ῥῆμα τοῦτο· οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. Νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. Σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπὶ τὸν λαὸν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους· κρινοῦσι τὸν λαὸν πᾶσαν τὴν ὥραν. Τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνιοῦσιν ἐπὶ σὲ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοί· καὶ κουφιοῦσιν ἀπὸ σοῦ, καὶ συναντιλήψονταί σοι. Ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς, καὶ κατισχύσει σε ὁ Θεὸς, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς εἰς τὸν τόπον αὐτοῦ ἥξει μετ' εἰρήνης.» «Εἶπε Σαοὺλ τῷ παιδαρίῳ τῷ μετ' αὐτοῦ· ∆εῦρο, ἀναστρέψωμεν. Καὶ εἶπεν αὐτῷ τὸ παιδάριον· Ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, ἔνδοξος, καὶ πᾶν ὃ ἐὰν λαλήσῃ, ἔσται, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.» «Ἦλθε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σολομῶντος, λέγων· Οὐκ ἤκουσας, ὅτι ἐβασίλευσεν Ὀρνίας υἱὸς Γεθθὶ, καὶ ὁ κύριος ἡμῶν οὐκ ἔγνω; Καὶ νῦν δὴ συμβουλεύσω σοι, καὶ σώσεις τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν Σολομῶντος τοῦ υἱοῦ σου. Καὶ δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα ∆αβὶδ, καὶ ἐρεῖς πρὸς αὐτόν· Οὐχὶ σὺ, βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου κατὰ τοῦ Κυρίου Θεοῦ, λέγων, ὅτι Σολομῶν ὁ υἱός σου βασιλεύει μετ' ἐμὲ, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; ὅτι ἐβασίλευσεν Ὀρνίας. Καὶ ἔτι σου λαλούσης μετὰ τοῦ βασιλέως, κἀγὼ εἰσελεύσομαι μετὰ σὲ, καὶ πληρώσω τὴν χεῖρά σου. Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸν κοιτῶνα.» «Οὖς ἀκοῦον ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν ἁλισθήσεται.» «Εἰσακούει συμβουλίας σοφός.» «Ὁ φυλάττων ἐλέγχους δοξασθήσεται.» «Ὁ τηρῶν ἐλέγχους ἀγαπᾷ τὴν ψυχὴν αὐτοῦ.» «Ὁ φυλάττων ἐλέγχους σοφισθήσεται.» «Ἐὰν ἐλέγξῃς ἄνδρα φρόνιμον, εὑρήσεις αἴσθησιν.» Οὐ πρέπει ἐν τῇ καρδίᾳ τὸν τῶν ἐλέγχων στῆσαι λόγον· τοιοῦτο γὰρ ἥμισύ τί ἐστιν ἰατρείας. Τὸ γὰρ δεῖξαι αὐτῷ κάμνοντι τῆς νόσου τὸ μέγεθος, ὥστε ἀξίαν ποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, χρήσιμον μέν· τὸ δὲ ἄχρι τούτου καταλιπεῖν, καὶ μὴ πρὸς τὴν ὑγείαν χειραγωγῆσαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἔκδοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν κάμνοντα. Βλέπων ὀφθαλμὸς τὰ ἄλλα, ἑαυτὸν οὐ βλέπει. Τούτου χάριν σύμβουλον εἰς πάντα ἔχε. Καὶ γὰρ χειρὸς χεὶρ, καὶ ποδὸς ποὺς ἐνδεής. Ἔστι γὰρ τοῦτο ἀνδρὸς μεγαλόφρονος, φίλων ἀποδέχεσθαι μᾶλλον ἐλευθερίαν, ἢ ἐχθρῶν κολακείαν.

ΤΙΤΛ.

ςʹ. –Περὶ τῶν συμβουλὴν μὴ δεχομένων, καὶ μισούντων ἐλέγχους.

«Εἶπε ∆αβὶδ πρὸς Ἰωὰβ, καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· Πορεύθητε, καὶ ἀριθμήσατε τὸν Ἰσραήλ. Καὶ εἶπεν Ἰωάβ· Ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ·» καὶ τὰ λοιπά. Σχόλ. Ἰστέον ὡς ∆αβὶδ μὴ δεξάμενος τὴν βουλὴν, οʹ χιλιάδας ἀπώλεσεν. «Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισῶσί σε.» «Οἱ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ.» «Ὁ μισῶν ἐλέγχους, ἄφρων.» «Ὁ δὲ ἐλέγχων τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν.» «Οἱ μισοῦντες ἐλέγχους, τελευτήσουσιν αἰσχρῶς. Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν.» «Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους.» «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντας.» «Πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν.» «Ἐὰν ἁμάρτῃ εἰς σὲ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα καὶ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.» Ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρνητον. Ὁ μὴ δεχόμενος τὴν παρὰ τοῦ ἀδελφοῦ θεραπείαν προσαγομένην αὐτῷ, ἀσύμφωνος αὐτὸς ἑαυτῷ. Ψυχὴ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. Ὢ τῆς παραπληξίας! ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνομα· ὅτι οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόμενοι. Καὶ οἰόμεθα μᾶλλον πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι πλεῖστα ἡμᾶς αὐτοὺς κακὰ δράσωμεν· ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόμενοι, τὰς τῶν πέλας δαπανᾷν νομίζουσι.

ΤΙΤΛ. Ζʹ. –Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν σωφρονίζεσθαι.

«Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται.» Νουθετεῖσθαι δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρή. Βελτίων ἔσο, σωφρονιζόμενος τοῖς ἀλλοτρίοις κακοῖς. Χρήσιμον καὶ ταῖς ἑτέρων ἀτυχίαις σωφρονίζεσθαι. Ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει, πολλάκις μὲν καὶ ἁμαρτάνοντας· εἰ δὲ μὴ, πάντως γοῦν τοὺς πλησιάζοντας. Αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν.

ΤΙΤΛ. Ηʹ. –Περὶ σπουδῆς· καὶ ὅτι ἀνόνητος πᾶσα σπουδὴ, μὴ βουλομένου Θεοῦ.

«Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται.» «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν.» «Παρὰ Κυρίου κατευθύνεται τὰ διαβήματα ἀνδρί. Θνητὸς δὲ πῶς ἂν νοήσει τὰς ὁδοὺς αὐτοῦ;» «Ἵππος ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου· παρὰ δὲ Κυρίου ἡ βοήθεια.» «Οἶδα, Κύριε, ὅτι οὐκ ἐν ἀνθρώπῳ αἱ ὁδοὶ αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατορθώσεται πορείαν αὐτοῦ.» Ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται· καὶ ἔστι νωθρὸς προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ, καὶ πτωχείᾳ περισσεύων, καὶ ὀφθαλμὸς Κυρίου ἐπέβλεψεν ἐπ' αὐτῷ εἰς ἀγαθὰ, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ, καὶ ἀνύψωσε τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπεθαύμασαν ἐπ' αὐτῷ πολλοί.» «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.» Χωρὶς τῆς παρὰ Θεοῦ ἀφέσεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμήχανον. Τὸ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ἀπομεῖναι πόνον τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ' ἡμῖν ἀφῆκεν εἶναι τὸ πᾶν, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα· οὔτε αὐτὸς πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ἀπόνοιαν ἀποκλίνωμεν, ἀλλ' ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ. Πάσης ἀγαθῆς ἡ καταρχὴ πράξεως ἐν τῇ ἡμετέρᾳ βουλῇ τὴν ὑπόστασιν κέκτηται· τὸ δὲ συμπέρασμα ἐν Θεῷ. Βουλομέναις μὲν ὁ Θεὸς ταῖς ἡμετέραις ψυχαῖς συνεπιπνεῖ. Εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ Θεοῦ πνεῦμα συνεστάλη. Οὐδὲν ἐν ἀνθρώποις ἐστὶ τῶν κυρίως ὠφελίμων, καὶ ἀληθῶς ἐπαινετῶν, ὃ μὴ ἐκ Θεοῦ δέδοται. ΤΙΤΛ.

Θʹ. –Περὶ σοφίας κοσμικῆς. «Ἀπολῶ σοφοὺς ἐν τῇ Ἰδουμαίᾳ, λέγει Κύριος.» «Ἀπολῶ σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.» «Ἠσχύνθησαν σοφοὶ, καὶ ἐπορεύθησαν, καὶ ἑάλωσαν, ὅτι λόγον Κυρίου ἀπεδοκίμασαν.» «Καὶ υἱοὶ Ἄγαρ ἐκζητοῦντες τὴν σύνεσιν τὴν ἐπὶ τῆς γῆς, οἱ μυθολόγοι καὶ ἐκζητηταὶ τῆς συνέσεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τῶν τρίβων αὐτῆς.» «Πλανῶνται Θεὸν ζητοῦντες, καὶ θέλοντες εὑρεῖν. Ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσι, καὶ γὰρ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα. Πάλιν δὲ οὐδὲ αὐτοὶ συγγνωστέοι. Εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι, ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα, τὸν τούτου ∆εσπότην πῶς τάχιον οὐχ εὗρον; Ταλαίπωροι, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν.» «Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.» «Εἰ ζῆλον πικρὸν καὶ ἐρίθειαν ἕλετε ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε τῇ ἀληθείᾳ. Οὐκ ἔστιν αὕτη ἡ σοφία, ἄνωθεν κατερχομένη, ἀλλ' ἐπίγειος, ψυχικὴ, καὶ δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος· καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.» Ῥητορικὴ καὶ ποιητικὴ, καὶ ἡ τῶν σοφισμάτων εὕρεσις, πολλοὺς ἀπεσχόλησεν, ὧν ὕλη τὸ ψεῦδός ἐστιν. Οὔτε γὰρ ποιητικὴ συστῆναι δύναται ἄνευ τοῦ μύθου, οὔτε ῥητορικὴ ἄνευ τῆς ἐν τῷ λέγειν τέχνης, οὔτε σοφιστικὴ ἄνευ τῶν παραλογισμῶν. Ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην αὐτοῖς οἴσει τῆς χαλεπῆς κατακρίσεως· ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες περὶ τὴν σύνεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ἐοίκασι τοῖς ὄμμασι τῆς γλαυκὸς οἱ περὶ τὴν ματαίαν σοφίαν ἠσχοληκότες. Καὶ γὰρ ἐκείνης αἱ ὄψεις νυκτὸς μὲν ἔῤῥωνται, ἡλίου δὲ λάμψαντος ἀμαυροῦνται· καὶ τούτων ἡ διάνοια ὀξυτάτη μέν ἐστι πρὸς τὴν τῆς ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς κατανόησιν ἐξημαύρωνται. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γένοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως, ἢ μυρίους ἐν γλώσσῃ καὶ φωνῇ σάλπιγγος ἀσήμῳ. Ταύτην ἐπαινῶ τὴν σοφίαν· ἐγὼ ταύτην ἀσπάζομαι, δι' ἧς ἀγενεῖς ἐδοξάσθησαν, καὶ εἰς ἣν ἐξουδενούμενοι προετιμήθησαν, καὶ μεθ' ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ τὴν καταργουμένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον· ὥσπερ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῶν λόγων διὰ τοῦ βίου προστίθησιν. Κρεῖσσον ἐμοὶ εὐμορφία θεωρουμένη λόγῳ ζωγραφουμένης, καὶ πλοῦτος ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν, καὶ σοφία οὐχ ἡ λόγῳ λαμπρυνομένη, ἀλλ' ἡ διὰ τῶν λόγων ἐλεγχομένη. Φρόνησις γὰρ ἀγαθὴ τοῖς ποιοῦσιν αὐτὴν, οὐ τοῖς κηρύσσουσιν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σωφρονίζεσθε περισσὰ καὶ ὑπὲρ τὸν λόγον. Οἱ σοφοὶ καὶ γραμματισταὶ, πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες; Ἔνεστί ποτε πρὸς ὀλίγον θίγοντα διὰ τὸ χρήσιμον ἀλλοτρίας διδασκαλίας, πάλιν τῆς ἰδίας εὐθέως ἔχεσθαι· οἷον, γραμματικὴ ἀλλοτρία γυνὴ τυγχάνει. Ταύτῃ πάλιν καλὸν πρὸς ὀλίγον ἐγγίσαι διὰ τὸ τεχνικὸν καὶ ὀξὺ τῆς ἀναγνώσεως. Ὁμοίως ῥητορικὴν διὰ τὸ ἰσχυρὸν τοῦ λόγου καὶ τὴν ἀκολουθίαν· ἀλλὰ καὶ φιλοσοφίαν διὰ τὸ εὐαπόδεικτον τῶν φαινομένων ἐναντίων. Μετὰ δὲ τοῦτο, ὡς ἀπὸ τῆς Αἰγυπτίας Ἄγαρ τεκνώσαντες, παιδίσκης οὔσης τῆς ἐλευθέρας Σάῤῥας, τῆς ἀρχούσης καὶ αὐτοσοφίας οὔσης, πάλιν εἰς τὴν ἐκ νεότητος τραπῶμεν σοφίαν, ἥτις καὶ θεόδοτός ἐστιν, ὅπως καὶ ἐξ αὐτῆς τεκνώσωμεν, οὐκέτι ὡς ἀπὸ δούλης αἰσθητὰ μαθήματα, ἀλλ' ὡς ἐξ ἐλευθέρας καὶ τελείας, σοφίας φρόνησιν.

ΤΙΤΛ.

Ιʹ. –Περὶ σκανδάλων· καὶ ὅτι χρὴ φυγεῖν τὰ σκάνδαλα.

«Τὸ στόμα σου ἐπλεόνασε κακίαν. Καθήμενος.» «Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι.» «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ ἡ χείρ σου, ἢ ὁ ποῦς σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοί ἐστι εἰς τὴν ζωὴν εἰσελθεῖν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας, ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.» «Εἶπεν ὁ Κύριος πρὸς τοὺς μαθητάς· Ἀνένδεκτόν ἐστι, τοῦ μὴ εἰσελθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι' οὗ ἔρχεται. Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» «Βλέπετε μήπως ἡ ἐξουσία ὑμῶν αὐτὴ πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. «Ἀπρόσκοποι γίνεσθε Ἰουδαίοις, καὶ Ἕλλησι,καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.» Καλὸν μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον τιθέναι σκάνδαλον ἢ πρόσκομμα τοῖς πολλοῖς, εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν, ἴσμεν, ὅπως ἀπαραίτητος καὶ βαρυτάτη παρὰ τοῦ ἀψευδοῦς τιμωρία

ΤΙΤΛ.

ΙΑʹ. –Περὶ σαρκικῶν ἀνθρώπων.

Εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.» «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ» «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Φανερά ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλος, θυμὸς, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» «Σὰρξ καὶ αἵμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.» «Οἱ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· τὸ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Οἱ σαρκικοὶ τὰ πνευματικὰ πράσσειν οὐ δύνανται, οὔτε οἱ πνευματικοὶ τὰ σαρκικά. Ὁ σαρκικὸς ἄνθρωπος, ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν, μᾶλλον δὲ ὥσπερ ἐν βορβόρῳ τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων, ἀδύνατός ἐστι πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Ἀμαθεῖς ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι τὰ μηδενὸς ἄξια, πλοῦτον καὶ ὑγείαν, περιφάνειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν τὴν πρὸς τὰ ἐναντία περιτροπὴν ἔχει, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Τίς γὰρ δίκαιος διὰ τὰ χρήματα; τίς σώφρων δι' ὑγείαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκαστον γίνεται. Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Τίς περικείμενος ἔτι τὸν κάτω ζόφον, καὶ τῆς σαρκὸς τὴν παχύτητα, ὅλῳ νοῒ καθαρῶς ἐποπτεύσῃ νοῦν ὅλον, καὶ μιγήσεται τοῖς ἑστῶσιν καὶ ἀοράτοις, ἐν τοῖς οὐχ ἑστῶσι καὶ ὁρωμένοις; Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκαθαρμένων εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασιν. Οἱ τῆς ψυχῆς ἀμελοῦντες, ἐπιμελόμενοι δὲ τοῦ σώματος, ὅμοιοι τυγχάνουσιν ἀνθρώπῳ, βορβόρῳ μὲν καὶ πηλῷ τοὺς ὀφθαλμοὺς καταχρίοντι, ὕδατι δὲ καθαρῷ τοὺς οἰκείους ἀναπλύνοντι πόδας. Τῶν ἀνθρώπων πάντων μίαν καὶ τὴν αὐτὴν ἐχόντων ψυχῆς φύσιν, καὶ μὴν καὶ τὴν αὐτὴν τῆς σαρκὸς οὐσίαν, οἱ μὲν λέγονται σαρκικοὶ, οἱ δὲ δοῦλοι τῆς ἁμαρτίας· οἱ δὲ ἐλεύθεροι ἀπὸ τῆς ἁμαρτίας, οἱ δὲ ἐν σαρκὶ, οἱ δὲ οὐκ ἐν σαρκὶ, σάρκα ἔχοντες, ἀλλ' ἐν πνεύματι· οἱ δὲ ζῶντες μὲν ἐν Χριστῷ, ἁμαρτάνοντες δὲ τῇ ἁμαρτίᾳ· οἱ δὲ ζῶντες μὲν τῇ ἁμαρτίᾳ, ἀποθανόντες δὲ τῷ Χριστῷ. Καὶ πάλιν οἱ μὲν ἀλόγων ζώων ἔσχον ὀνόματα, ἢ ἡμέρων, ἢ τοὐναντίον ἀγριωτάτων, κατὰ τὴν τοῦ ἤθους αὐτῶν κατασκευήν.

ΤΙΤΛ.

ΙΒʹ. –Περὶ σπάνης καὶ ἀφορίας χρηστῶν ἀνδρῶν.

«Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν.» «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.» «Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον.» «Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν.» «Οὐκ ἔστι σοφία ἐν Θεμᾶν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, ἠπατήθη ὁ τόπος αὐτῶν.» Ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν.

ΤΙΤΛ. ΙΓʹ. –Περὶ συνεδρίου· καὶ ὅτι οὐ χρὴ ἐν συνεδρίῳ ἀκροάσεως γενομένης διαλέγεσθαι.

«Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεισελεύσεται αὐτῷ νεῖκος. Ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.» «Ὑπερτίθενται λογισμοὺς, οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδ' οὐ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ καιρῷ.» «Ἑτέρου λέγοντος, μὴ πολλάκις ἀδολέσχει. Ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλίαν.»

ΤΙΤΛ. Ι∆ʹ. –Περὶ τῶν συμβαινόντων καὶ συμπιπτόντων ἐκ παραλόγου.

«Ἔστιν εὐδοκία ἐν κακοῖς ἀνδρί· καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. Ἔστι δόσις ἡ οὐ λυσιτελήσει σοι, καὶ ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν. Ἔστιν ἀγοράζων πολλὰ ὀλίγου, καὶ ἔστιν ἀποτιννύων αὐτὰ ἑπταπλάσια.»

ΤΙΤΛ.

ΙΕʹ. –Περὶ στρατιωτῶν.

«Ἐπηρώτων αὐτὸν οἱ στρατευόμενοι λέγοντες Καὶ ἡμεῖς τί ποιήσωμεν; Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.» Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ' ἡμῶν Ἰωάννης ὁ πάνυ. Τί λέγω ὀψώνιον; τὸ βασιλικὸν σιτηρέσιον δηλονότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέγειν τὸ βλάσφημον· ὑμεῖς δὲ οἶδα ὅτι συνίετε. Τῷ στρατιώτῃ οὐδὲν δεῖ ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζεσθαι, ἀλλὰ μεμνῆσθαι ἀεὶ, ὅτι τέτακται τὴν εἰρήνην φυλάττειν.

ΤΙΤΛ. Ιςʹ. –Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι, καὶ μὴ πονηροῖς.

Ἐξομοιοῦται γάρ τις, μεθ' ὧν τὰς διατριβὰς ποιεῖται. «Βασίλεια Σαβὰ εἶπεν πρὸς τὸν βασιλέα Σολομῶντα· Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ τῆς φρονήσεώς σου. Καὶ οὐκ ἐπίστευσα τοῖς λαλήσασί μοι, ἕως οὗ παρεγενόμην, καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ ἔστιν ἥμισυ καθὼς ἀπήγγειλάν μοι. Προστέθηκας ἀγαθὰ ἐπὶ πᾶσαν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου. Μακαρίαι αἱ γυναῖκές σου· μακάριοι οἱ παῖδές σου οὗτοι, οἱ παρεστηκότες ἐνώπιόν σου δι' ὅλου, οἱ ἀκούοντες τὴν φρόνησίν σου πᾶσαν.» «Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βεθήλ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ εἰσέρχονται εἰς Βεθήλ· καὶ προσῆλθον οἱ προφῆται οἱ ἐν Βεθὴλ τῷ Ἐλισσαιὲ, καὶ εἶπαν αὐτῷ· Εἰ οἶδας ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν ἀπὸ τῆς κεφαλῆς σου; Καὶ εἶπεν· Κἀγὼ οἶδα, σιωπᾶτε. Καὶ εἶπεν Ἠλίας πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Ἱεριχῶ. Καὶ εἶπεν· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε.» Καὶ μετ' ὀλίγα· «Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Αἴτησόν με, τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σὲ δισσῶς ἐπ' ἐμέ. Καὶ εἶπεν· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως. Ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται.» Σχόλ. Ἐντεῦθεν παιδευόμεθα μηδαμῶς τοὺς ἀρίστους καταλιμπάνειν ἄνδρας, κἂν ἐκεῖνοι βούλωνται. Πολλὴν γὰρ ὄνησιν ἔχει ἡ μετ' αὐτῶν συνουσία. Καὶ μάρτυς Ἐλισσαιὲ ἄχρι τέλους προσκαρτερήσας τῷ Ἠλίᾳ, καὶ διπλῆς τῆς ἐπ' αὐτῷ ἀξίας τετυχηκώς. «Συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται.» «Λαλεῖτε ἀνθρώποις δικαίοις.» «Λόγοις σοφῶν παράβαλε σὸν οὖς.» «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» «Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ σταθμοὺς αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, προσκολλήθητι αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν παροιμίαις αὐτῶν ἀναστρέφου. «Ἄνδρες δίκαιοι ἔστωσαν οἱ σύνδειπνοί σου.» «Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε. Ὃν ἂν ἴδῃς συντηροῦντα ἐντολὰς, δὸς ἐν τῇ ψυχῇ σου κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.» «Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει.» Ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσιν, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τῶν εἰκόνων τῶν ἐκείνων χαρακτῆρα πρὸς τὸ ἑαυτῷ σπουδάζουσιν μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον· οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενά τε καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν χρὴ, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Ἐὰν ἴδῃς ἐθνικὸν βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας συναθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τοὺς καρποὺς ἐκτρεφούσῃ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή.

ΤΙΤΛ. ΙΖʹ. –Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρίας ὡς ὄλεθρον προξενούσας.

«Ἀνέστη Μωσῆς καὶ ἐπορεύθη πρὸς ∆αθὰν καὶ Ἀβειρὼμ, καὶ συνεπορεύθησαν μετ' αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ· καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων· Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τούτων τῶν σκληρῶν, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὅσα ἐστὶν αὐτοῖς. Καὶ ἀπέστησαν ἀπὸ τῆς συναγωγῆς Κορὲ, καὶ ∆αθὰν, καὶ Ἀβειρώμ.» «Ἀφανιεῖτε τὸν πονηρὸν ἀφ' ὑμῶν αὐτῶν.» «Ἐξολοθρεύσατε τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς παγίδα, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδα ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν.» «Εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· Ἄπελθε, καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαλεκίτου, μὴ προσθῶ σε μετ' αὐτοῦ. Καὶ ἐξέκλινεν ὁ Κιναῖος, καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλήκ.» «Τὸ ἀπέχεσθαι ἀπὸ κακῶν, ἔστιν ἐπιστήμη.» «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.» «Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος.» «Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων.» «Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά.» «Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. Ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν. Οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν.» «Μὴ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ. Ἔκκλινον ἀπ' αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζητήσῃς ὁδοὺς παρανόμων.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάττων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ' αὐτῶν.» «Υἱὲ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ' αὐτῶν. Ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.» «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχον τῇ σῇ ψυχῇ.» «Ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου.» «Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.» «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ, ὁμοιωθήσεται αὐτῷ.» «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ μὴ δουλεύσωσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.» «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πλεονέκτης, ἢ πόρνος, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» «Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον ἐξ ἡμῶν.» Βλαβεραὶ αἱ πρὸς τοὺς κακοὺς συνουσίαι, ἐπειδὴ νόμος αὐτὸς φιλίας, δι' ὁμοιότητος πεφυκέναι τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις, ὁ κατὰ μέρος ἀναπεμπόμενος ἀὴρ, λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται, οὕτως ἡ πρὸς τοὺς φαύλους συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησιν, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ. Φασὶ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς ἀνθρώπου, ἢ κτήνους ἅψηται, κατανέμεσθαι ἐπὶ πάντας τοὺς ἐγγίζοντας. Φύσιν γὰρ εἶναι τῆς νόσου ταύτης, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δή τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀδικίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Ῥᾷον κακίας μεταλαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι· ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγείαν χαρίσασθαι. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν. ἐκμέλη λυγίσματα, Τοῖς δ' αὖ καλοῖς τε καὶ ἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι μικρὸν μέσον. Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν· Κακοῖς δ' ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. ∆εῖ μὴ μόνον ἀπέχεσθαι τῶν κακῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα πράττοντας ἀποστρέφεσθαι. Τὸ συνεῖναι τοῖς φαύλοις ἀπηγόρευτο τοῖς ἐξ Ἰσραὴλ, νόμου τοῦ διὰ Μωσέως καὶ τοῦτο θεσπίζοντος. Προσέταττεν γὰρ ἐναργῶς τῶν ἐν φαυλότητι καὶ ἀκαθαρσίᾳ ζωῆς ἀποφοιτᾷν ἐπείγεσθαι τοὺς ἡγιασμένους. Ἡ τῶν κακῶν ἀπαλλαγὴ σωτηρία ἐστὶ ψυχῆς; Τρία προέβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν βουλῇ ἁμαρτωλῶν, καὶ μὴ καθεσθῆναι ἐπὶ καθέδραν λοιμῶν. Μὴ καθεσθῇς ἐπὶ τῆς καθέδρας τῶν λοιμῶν. Ἐξέτασον τίνας ὠνόμασε, ἐξέτασον τίνας τοὺς λοιμοὺς, ἢ δῆλον τοὺς μεταδιδόντας ἀλλήλους τοῦ πάθους. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους, τοὺς ἐπὶ ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας ἐξαριθμουμένους, ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδραγαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ, οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες. Τὸ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀνομίαν, ἀλλ' εὐθὺς ἡλικιῶται, κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα, ἑταῖρα συμπίνουσα, τούτῳ προσμηδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτῆς ἁμαρτίαν συμφλέγουσα. Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ; Φύγωμεν τὰς τῶν ἀνωφελῶν ἀνδρῶν θιάσους, μόνωσιν ἀσπαζόμενοι. Ἐπιβλαβὴς γὰρ καὶ τῆς εἰρηνικῆς καταστάσεως φθοροποιὸς ἡ μετὰ τῶν σκαιοτέρων συνδιαίτησις. Ὡς γὰρ οἱ ἐν ἀέρι λοιμικῷ γενόμενοι, πάντως νοσοῦσιν, οὕτως οἱ ἐν ἀνθρώποις ἀδιαφόροις διάγοντες, μεταλαμβάνουσι τῆς ἐκείνων κακίας. Τὰς στάσεις καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν συνδιατριβόντων κακοήθειαι, κἂν ὦσιν οὗτοι χρηστοὶ, τηροῦσι τὰς στοργάς. Βλαβεραὶ αἱ τῶν ἀνοήτων συνουσίαι· καὶ ἄκουσα πολλάκις ἡ ψυχὴ τῆς ἐκείνων φρενοβλαβείας ἀπομάττεται τὰ εἴδωλα.

ΤΙΤΛ.

ΙΗʹ. –Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως.

«Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται, ἐν δὲ πλατείαις δυναστῶν παρεδρεύει, ἐν δὲ πύλαις πόλεως θαῤῥοῦσα λέγει.» «Συνετὸς ἐν πράγματι εὑρετὴς ἀγαθῶν» «Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.» «Τὴν φρόνησιν γνώριμον ποίησον σεαυτῷ.» «∆όξαν σοφοὶ κληρονομήσουσι. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εὗρε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» «Νοσσιαὶ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἄργυρον.» «Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαὶ, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς.» «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν· μὴ ἐπιλάθῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.» «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» «Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, ἔσῃ καὶ τῷ πλησίον.» «Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον ὁδῶν δικαιοσύνης ἀναστρέφομαι, φησὶν ἡ Σοφία.» «Ἀνὴρ συνετὸς, θρόνος αἰσθήσεως.» «Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται.» «Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατήρ.» «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα.» «Πορεύθητι πρὸς λάμψιν τῆς σοφίας, κατέναντι τοῦ φωτὸς αὐτῆς.» «Τίς ἀνέβη εἰς οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν τῆς θαλάσσης, καὶ εὗρεν αὐτήν; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς· ἀλλ' ὁ εἰδὼς τὰ πάντα, γινώσκει αὐτήν· ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ.» «Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία, εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Πλῆθος σοφῶν σωτηρία κόσμου.» «Πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· ὅτι πᾶς χρυσὸς ἐνώπιον αὐτῆς ὡς ψάμμος ὀλίγη. Ἦλθε δέ μοι ἀγαθὰ ὁμοῦ πάντα μετ' αὐτῆς.» «∆ός μοι, ∆έσποτα, τὴν τοῦ σοῦ θρόνου πάρεδρον σοφίαν.» «Κύριος αὐτὸς ἔκτισε τὴν σοφίαν, καὶ εἶδε, καὶ ἐξηρίθμησεν αὐτήν.» «Οὐδὲν ἀγαπᾷ ὁ Θεὸς, εἰ μὴ τὸν σοφίᾳ συζῶντα. Σοφίας οὐ κατισχύει κακία.» «Εἰ πλοῦτός ἐστι κτῆμα ἐπιθυμητὸν ἐν βίῳ, τί σοφίας πλουσιώτερον, τῆς πάντα ἐργαζομένης; οὐκ ἔχει πικρίαν ἡ ἀναστροφὴ αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλ' εὐφροσύνην καὶ χαράν.» «Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν. Ὁ ἀγαπῶν αὐτὴν, ἀγαπᾷ ζωὴν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν, ἐμπλησθήσονται εὐφροσύνης. Ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ Κύριος, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Θεός. Ὁ ὑπακούων αὐτῆς, κρινεῖ ἔθνη, καὶ ὁ προστρέχων αὐτῇ, κατασκηνώσει πεποιθώς.» «Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων, πρόσελθε αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου.» «Μετὰ σοφῶν συμβουλεύου, καὶ μετὰ σοφῶν ἔστωσαν οἱ διαλογισμοί σου.» «Σοφία ταπεινοῦ ἀνυψώσει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.» «Ἀπὸ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις.» «Τὸ μνημόσυνόν μου ὑπὲρ μέλι γλυκύ. Ὁ ὑπακούων μου, οὐκ αἰσχυνθήσεται.» Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες αὐτόν.» «Οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς.» Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτοις αἰτίων. Τέλος φιλοσοφίας τῷ φιλοσοφοῦντι ἡ πρὸς Θεὸν ὁμοίωσις κατὰ τὸ δυνατόν. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν. Τὸ εἰδέναι τινὰ, ὅτι ἀγνοεῖ τι, σοφίας ἐστὶ, ὥστε καὶ τὸ εἰδέναι, ὅτι ἠδίκησε, δικαιοσύνης. Τῆς αὐτῆς συνέσεώς ἐστι, καὶ πρὸς τὰ ἡδέα τῶν ἀδιαφόρων μὴ καταφέρεσθαι, καὶ πρὸς τὰ ἐπίπονα μὴ καταβάλλεσθαι. Μόνος ὁ σοφὸς ἐλεύθερός τε καὶ ἄρχων, κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. Πᾶς σοφὸς, Θεοῦ φίλος. Τῷ ὄντι πρῶτος ὁ σοφὸς ἀνθρώπων γένους, ὡς κυβερνήτης ἐν νηῒ, ἄρχων δὲ ἐν πόλει, στρατηγὸς δὲ ἐν πολέμῳ, ψυχὴ μὲν ἐν σώματι, νοῦς δὲ ἐν ψυχῇ· καὶ πάλιν, οὐρανὸς μὲν ἐν κόσμῳ, Θεὸς δὲ ἐν οὐρανῷ. Πρεσβύτερος μὲν οὖν ἔστι τε καὶ λεγέσθω ὁ ἀστεῖος, νεώτερος δὲ καὶ ἔσχατος, πᾶς ἄφρων, τὰ νεωτεροποιὰ ἐν ἐσχατίαις ταττόμενα μετιών. Τὸ ζητεῖν ἢ πυνθάνεσθαι πρὸς διδασκαλίαν ἀνυσιμώτατον.

ΤΙΤΛ.

ΙΘʹ. –Περὶ συνοχῆς πραγμάτων, καὶ περισπασμοῦ.

«Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι.» «Καὶ πάλιν τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμόν.» «Ὀχληρίαν καὶ περιφορὰν, εὑρίσκω αὐτὰ πικρότερα ὑπὲρ θάνατον.» Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου. Ἐὰν πληθύνῃς, οὐκ ἀθῶος ἔσῃ.» «∆ιώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσεις.» «Καρδία σκληρὰ βαρυνθήσεται πόνοις.» «Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.» «Ὁ προεστὼς ἀλλοτρίας κρίσεως, ὡς κρατῶν κέρκου κυνός.» Ἐν τοῖς ἕλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσιν, περιγενέσθαι τῆς ἐλπίδος, πόνου, μελέτης τῶν τοῦ Θεοῦ, καὶ προσευχῆς ἀμήχανον. Οὔτε κατόπτρῳ ῥυπαρῷ ὄντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προσηλωμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσιν, δυνατὸν ὑποδέξασθαι τὰς ἐλλάμψεις. Ὥσπερ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια φερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρατῷ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν, οὕτω καὶ νοῦν ἀνθρώπων ὑπὸ μυρίων κατὰ κόσμον μερίδων περιελκόμενον, ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. Ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς λιμένα καταντήσειαν. Ἡμεῖς δὲ πελάγιοι, σαλεύειν φιλονεικοῦμεν ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συνεχῶς, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι. Ἐν θορυβουμένῳ, καὶ ἀγωνίαν ἔχοντι νῷ, οὔτε ἔννοιά τις τῶν καλῶν, οὔτε Θεοῦ χάρις ἐπέρχεται. Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον, ἀσεβοῦς δὲ, φροντίσι κατατρίβεσθαι. Περὶ μὲν γὰρ τῆς τελείας ψυχῆς εἴρηται, ὅτι κρῖνόν ἐστιν ἐν μέσῳ ἀκανθῶν. Τοῦτο δὲ τὴν ἄφροντιν δηλοῖ. Τὸ γὰρ κρῖνον καὶ ἐν τῷ Εὐαγγελίῳ τὴν ἀμέριμνον σημαίνει ψυχήν. Οὐ κοπιᾷ, οὐδὲ νήθει, καὶ μείζονα τοῦ Σολομῶντος περιβέβληται δόξαν. Περὶ δὲ τῶν φροντίδα πολλὴν ἐχόντων εἰς τὰ σωματικὰ, φησί· Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Καὶ γὰρ ὄντως ἀσεβές ἐστιν, παντὶ τῷ βίῳ συμπαρεκτείνειν τὴν τῶν σωματικῶν φροντίδα, καὶ μηδεμίαν περὶ τῶν μελλόντων ἐπιδεικνύσθαι σπουδήν. ∆ιὰ τί κοπρίας περιβάλλονται, οἵ ποτε τιθηνούμενοι ἐπὶ κόκκῳ, Ἱερεμίας θρηνῶν ἔλεγεν· ὅταν γὰρ ἐπὶ τῶν λαμπρῶν καὶ διαπύρων ἀναπαυόμεθα νοημάτων, ἐπὶ κόκκῳ τιθηνούμεθα. Ὅταν δὲ τοῖς γηΐνοις ἐμφυρόμεθα πράγμασι, κοπρίας περιβαλλόμεθα. Ὃς πορεύεται ἐπὶ τεσσάρων, διὰ παντὸς ἀκάθαρτος. Ἐπὶ τεσσάρων δὲ πορεύεται ὁ τοῖς αἰσθητοῖς πράγμασι πεποιθὼς, καὶ τῇ τούτων ἀσχολίᾳ πάντως ἐπισύρων τὸ ἡγεμονικόν. Ὥσπερ οἱ δεσμῶται δυσχερῶς βαδίζουσιν, οὕτως τὸν δρόμον τῆς ἀρετῆς, συμπλεκόμενοι τῷ βίῳ, καθαρὸν οὐκ ἀνύουσιν.

ΤΙΤΛ.

Κʹ. –Περὶ τῶν συχναζόντων ἐν ἀλλοτρίοις οἴκοις.

«Πίθος τετρημένος, ἀλλότριος οἶκος.» «Ποῦς μωροῦ ταχὺς εἰς οἰκίαν· ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.» ΤΙΤΛ.

ΚΑʹ. –Περὶ συμβουλῆς καὶ εἰσηγήσεως ἀγαθῆς. «Ὁ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ' ἐλπίδι, καὶ ἡσυχάσει ἄφοβος ἀπὸ παντὸς κακοῦ.» «Υἱὲ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Υἱὲ, μὴ παραῤῥυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχὴ, καὶ χάρις ᾖ περὶ τῷ σῷ τραχήλῳ. Ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς.»

ΤΙΤΛ.

ΚΒʹ. –Περὶ συμβουλῆς καὶ εἰσηγήσεως πονηρᾶς.

«Χρόνου πολλοῦ προβεβηκότος, εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἰδοὺ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. Υἱοί σου καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὒς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. Σὺ δὲ αὐτὸς κάθησαι ἐπὶ σαπρίᾳ σκωλήκων, διανυκτερεύων αἴθριος. Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη, προσδεχομένη δὲ τὸν ἥλιον, πότε δύνῃ, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ, εἶπεν· Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν λαλήσεις; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» «Κακὸς ὑπακούσει γλώσσαις παρανόμων.» «Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή.» «Υἱὲ, μή σε πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς. Ἐὰν παρακαλέσωσί σε, λέγοντες· Ἔλθε μεθ' ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· καταπίωμεν δὲ αὐτὸν, ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ τῆς γῆς· τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· υἱὲ, μὴ πορευθῇς ὁδοὺς μετ' αὐτῶν. Ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.» «Ἐγένετο μετὰ τὸ ἀποθανεῖν βασιλέα υἱῶν Ἀμμὼν, βασιλεύει ἀντ' αὐτοῦ Ἀννὼν υἱὸς αὐτοῦ. Καὶ εἶπε ∆αβίδ· Ποιήσω ἔλεος μετ' αὐτοῦ, καθὼς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' ἐμοῦ. Καὶ ἀπέστειλε ∆αβὶδ παρακαλῶν αὐτόν· καὶ εἶπαν οἱ ἄρχοντες Ἀμμὼν πρὸς τὸν κύριον αὐτῶν· Οὐχὶ δοξάζων ∆αβὶδ τὸν πατέρα σου, ἀπέστειλε παρακαλοῦντας, ἀλλ' ὅπως ἐξερευνήσωσι τὴν πόλιν, καὶ τοῦ κατασκέψασθαι αὐτήν. Καὶ ἐξύρησε τοὺς πώγωνας τῶν δούλων ∆αβὶδ, καὶ ἀφεῖλε τῶν μανδύων αὐτῶν τὸ ἥμισυ, καὶ ἐξαπέστειλεν αὐτούς.» Σχόλ. Ἀννὼν πεισθεὶς τῇ παρανόμῳ εἰσηγήσει τῶν παίδων αὐτοῦ, καὶ τοὺς σταλέντας παρὰ ∆αβὶδ ἐξυβρίσας διὰ τῆς τῶν πωγώνων καὶ τῶν μανδύων ἀφαιρέσεως, τὴν πατρίδα καὶ τὴν βασιλείαν ἀπώλεσεν. «Ἦν τῷ Ἀμνὼν ἑταῖρος, Ἰωνάθαν, φρόνιμοςσφόδρα, καὶ εἶπεν τῷ Ἀμνών· Τί σοι, ὅτι οὕτως συντέτηκας; Καὶ εἶπεν Ἀμνών· Τὴν Θάμαρ τὴν ἀδελφήν μου ἀγαπῶ ἐγώ. Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν· Κατακλίθητι ἐπὶ τὴν κοίτην σου, καὶ προσποιοῦ ἐνοχλεῖσθαι· καὶ ἥξει ὁ πατήρ σου ἐπισκέψασθαί σε, καὶ ἐρεῖς αὐτῷ· Ἐλθέτω δὴ Θάμαρ ἡ ἀδελφή μου, καὶ παραστηκέτω μοι ψωμίζουσά με, καὶ ποιήσει ἐνώπιόν μου βρῶμα.» Σχόλ. Ἡ εἰσήγησις Ἰωνάθαν θανάτου πρόξενος γέγονε τῷ Ἀμνών. Τοῦτον γὰρ ἀνεῖλεν ὁ ἀδελφός. Ὅταν τι ἐναντίον τῆς τοῦ Κυρίου ἐντολῆς, καὶ φθεῖρον ἢ μολύνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις, μνημονεύσαντες τοῦ Κυρίου λέγοντος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου τολμήσαντος ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐτῶν καθάψασθαι τῶν ἀγγέλων, δι' ὧν φησιν· Κἂν ἡμεῖς αὐτοὶ, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἐξ ὧν παιδευόμεθα, ὅτι κἂν πολὺ γνήσιος ᾖ, κἂν ὑπερβαλλόντως ἔνδοξος ὁ κωλύων, βδελυκτὸς ὀφείλει εἶναι ἑκάστῳ τῶν ἀγαπώντων τὸν Κύριον.

ΤΙΤΛ.

ΚΓʹ. –Περὶ τοῦ συμπεριφέρεσθαι.

«Ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πάντας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖςὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος· μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστῷ· ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενοῦσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» «Ὁ μὴ περιφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους.»

ΤΙΤΛ. Κ∆ʹ. –Περὶ τοῦ ἁγίου σταυροῦ.

«Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» «Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν.» «Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη· ∆ὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ἱερουσαλὴμ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεήσετε πρεσβύτην, καὶ νεανίσκον, καὶ γυναῖκας, καὶ νήπια θηλάζοντα· πάντας ἐξαλείψατε. Ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Εἴ τι ὑπέστη ὁ Χριστὸς, οὐχ ὑπέστη δι' ἑαυτὸν, οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ' ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος. Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ, τὴν δύναμιν τοῦ σταυροῦ, ἄκουε. Σταυρὸς Χριστιανῶν ἐλπίς· σταυρὸς τυφλῶν ὁδηγός· σταυρὸς πεπλανημένων ὁδός· σταυρὸς χωλῶν βακτηρία· σταυρὸς πενήτων παραμυθία· σταυρὸς πλουσίων χαλινός· σταυρὸς ὑπερηφάνων καθαίρεσις· σταυρὸς τρόπαιον κατὰ δαιμόνων· σταυρὸς κατὰ διαβόλου νίκος· σταυρὸς ἀπόρων εὐπορία· σταυρὸς ἀπηλπισμένων ἐλπίς· σταυρὸς νεκρῶν ἀνάστασις· σταυρὸς πλεόντων κυβερνήτης· σταυρὸς χειμαζομένων λιμήν· σταυρὸς πολεμουμένων τεῖχος· σταυρὸς πατὴρ ὀρφανῶν· σταυρὸς προστάτης χηρῶν· σταυρὸς ἀδίκων κριτής· σταυρὸς θλιβομένων ἄνεσις· σταυρὸς νηπίων φύλαξ· σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις· σταυρὸς δούλων ἐλευθερία· σταυρὸς μοναζόντων ἄσκησις· σταυρὸς παρθένων σωφροσύνη· σταυρὸς ἱερέων χαρά· σταυρὸς Ἐκκλησίας θεμέλιος· σταυρὸς πεινώντων ἄρτος· σταυρὸς διψώντων πηγή· σταυρὸς γυμνῶν σκέπη. Ἐπειδὴ διὰ τοῦ ξύλου ἐθανάτωσε τὸν πρωτόπλαστον ὁ Σατανᾶς, διὰ τοῦτο ὁ Κύριος ἐνανθρωπήσας διὰ τοῦ ξύλου τοῦ σταυροῦ αὐτοῦ τὸν διάβολον καταπάτημα τῶν ποδῶν τοῦ ἀνθρώπου πεποίηκεν. Ὅσοι γὰρ ἔχουσι τὸ τοῦ σταυροῦ σημεῖον, καταπατοῦσιν αὐτοῦ τὴν δύναμιν. Ἐὰν ἀπέρχῃ εἰς πόλεμον, καὶ βλέπῃς τὸν ἐχθρόν σου κατὰ σοῦ ἀκοντιοῦντα ξίφη, σὺ μηδὲν τοιοῦτον ἐπικομίσῃ, ἀλλὰ τὸ σημεῖον τοῦ σταυροῦ ἔχε εἰς τὴν καρδίαν σου, καὶ ἐπὶ μετώπου σου, καὶ πορεύου πρὸς αὐτὸν, λέγων· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Καὶ βλέπεις, ὅτι ἐκεῖνα ὅλα ὡς ἄχυρα λικμηθήσονται, σὺ δὲ ἀνορθοῦσαι καὶ ἀνίστασαι. Προεῖπεν γὰρ ὁ ∆αβὶδ περὶ τοῦ σημείου τοῦ σταυροῦ, λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Ποῖον σημεῖον ἔδωκεν ἡμῖν, εἰ μὴ τὸ τοῦ σταυροῦ μυστήριον; τούτῳ τῷ σημείῳ τείχη παραλύονται, ἐχθροὶ πίπτουσιν ὡς χόρτος, δαίμονες φυγαδεύονται· πάντα ὑποτάσσεται τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τὴν δύναμιν τοῦ σταυρωθέντος ἐπ' αὐτῷ.

ΣΤΟΙΧΕΙΟΝ Τ.

ΤΙΤΛ.

Αʹ. –Περὶ τιμῆς· καὶ ὅτι χρὴ ἀλλήλους τιμᾷν.

Ἀσεβὴς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι τούτοις.» «Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι.» «Ὡς Θεοῦ δοῦλοι, πάντας τιμήσατε.»

ΤΙΤΛ.

Βʹ. –Περὶ τελωνῶν.

Τί ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤῥησιασμένη, ἀδικία νόμον ἔχουσα. Τί ἐστι τελώνιον; ἀναίσχυντος ἁμαρτία· ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον. Ὁ λῃστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος καὶ παῤῥησιάζεται ἁρπάζων.

ΤΙΤΛ.

Γʹ. –Περὶ ταραχοποιῶν

«∆ιεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. ∆ιὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» «Ἄνδρες ἀσεβεῖς ἐξέκαυσαν πόλιν.»

ΤΙΤΛ. ∆ʹ. –Περὶ τάξεως, καὶ καταστάσεως, καὶ ἀκολουθίας· καὶ ὅτι χρὴ ταύτας πανταχοῦ φυλάττεσθαι.

«Ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω.» Τάξις τῶν ὄντων ἐστὶ μήτηρ.

ΤΙΤΛ.

Εʹ. –Περὶ ταπεινοφρονούντων.

«Ἀποκριθεὶς Ἀβραὰμ, εἶπεν· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.» «Εἶπε Μωσῆς πρὸς Κύριον· ∆έομαι, Κύριε, οὐχ ἱκανὸς οὐδ' εὔλαλός εἰμι, ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ.» «Εἶπεν Ἀβιγαία πρὸς ∆αβίδ· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγον τῆς δούλης σου. Μὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον· καὶ ἀφροσύνη μετ' αὐτοῦ.» Ἡ ταπείνωσίς ἐστι τὸ λογίσασθαι ἑαυτὸν ἁμαρτωλὸν εἶναι, καὶ μηδὲν καλὸν ποιεῖν ἐνώπιον τοῦ Θεοῦ· τὸ δὲ ἔργον τῆς ταπεινώσεώς ἐστιν ἡ σιωπὴ, καὶ τὸ μὴ μετρεῖν ἑαυτὸν ἔν τινι, μηδὲ φιλονεικῆσαι. Ἡ ὑποταγὴ, τὸ βλέμμα ἔχειν χαμαὶ, τὸ ἔχειν πρὸ ὀφθαλμῶν τὸν ἑαυτοῦ θάνατον, τὸ φυλάξαι ἑαυτὸν ἀπὸ ψεύδους, τὸ μὴ ὁμιλῆσαι ἐν ματαιολογίαις, τὸ μὴ ἀντιλέγειν τῷ μείζονι, τὸ μισῆσαι τὴν ἀνάπαυσιν, τὸ βιάζεσθαι ἑαυτὸν ἐν κόπῳ, τὸ νήφειν. Ἀδελφὲ, μετὰ ἀκριβείας τέλεσαι τὰς ἐντολὰς ταύτας, ἵνα μὴ γένηται ἡ ψυχή σου κατοικητήριον παντὸς πάθους· ἀλλὰ νῆφε εἰς ἓν ἕκαστον αὐτῶν, ἵνα μὴ τελέσῃς ὅλον τὸν βίον σου ἄκαρπον.

ΤΙΤΛ.

ςʹ. –Περὶ τεχνῶν, καὶ τίνες τέχνας ἐξεῦρον.

«Ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων· καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ. Οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Σελὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβήλ· καὶ ἦν σφυροκόπος χαλκεὺς, χαλκοῦ καὶ σιδήρου.» «Χοῦς ἐγέννησε τὸν Νεμβρώδ· οὗτος ἤρξατο εἶναι ἐπὶ τῆς γῆς γίγας κυνηγὸς ἔναντι Κυρίου.» Τὸν ἱππικὸν ἀγῶνα πρῶτος ἐπενόησεν ὁ Ἐνυλιόστης υἱὸς Ποσειδῶνος. Τὸν δὲ αὐτὸν ἱππικὸν ἀγῶνα ἅρμασι ∆ίπολις ἐφεῦρεν. Ὁ Οἰνομαὸς πρῶτος αὐτὸς ἐπετέλεσεν τὸν ἀγῶνα ἅρμασι τετραπώλοις. Τὸ δὲ τοῦ ἱπποδρομίου κτίσμα εἰς τὴν τοῦ κόσμου διοίκησιν ᾠκονόμηται· τουτέστι τοῦ οὐρανοῦ, καὶ τῆς γῆς, καὶ τῆς θαλάσσης. Τὰς οὖν δώδεκα θύρας τοὺς δώδεκα οἴκους ὥρισαν τοῦ ζωδιακοῦ κύκλου τοῦ διοικοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ τῶν ἀνθρώπων παροδικὸν τοῦ βίου δρόμον· τὸ δὲ πέλμα τοῦ ἱππικοῦ, τὴν γῆν εἶναι· τὸν δὲ Εὔριπον, τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεταζομένην· τὸν δὲ ἐπὶ τὰς θύρας σκάμπτον, τὴν ἀνατολήν· τὸν δὲ ἐπὶ τὴν σφενδόνα, τὴν δύσιν· τὰ δὲ ἑπτὰ σπαθία, τὴν κίνησιν καὶ τὸν δρόμον τῆς ἀστροθεσίας τῶν ἑπτὰ ἀστέρων τῆς μεγάλης ἄρκτου. Ὁ δὲ βασιλεὺς Ῥῶμος εἰς τιμὴν καὶ αὐτὸς τοῦ ἡλίου, καὶ τῶν ὑπ' αὐτοῦ τεσσάρων στοιχείων, τὸν ἀγῶνα ἐν Ῥώμῃ πρῶτος ἐφευρὼν, ἐπετέλεσεν ἐν τῇ χώρᾳ τῆς δύσεως, ἤτοι τῆς Ἰταλίας ἅρμασι τετραπώλοις, τουτέστι τῇ γῇ, καὶ τῇ θαλάσσῃ, καὶ τῷ πυρὶ, καὶ τῷ ἀέρι. Καὶ ἐπέθηκεν ὁ Ῥῶμος τοῖς αὐτοῖς τέτρασι στοιχείοις τὰ ὀνόματα ταῦτα, τῇ γῇ πράσινον μέρος, ὅ ἐστι χλοῶδες· τῇ θαλάσσῃ, ὅ ἐστι τοῖς ὕδασι, τὸ βένετον μέρος, ὡς κυανόν· τῷ πυρὶ τὸ ῥούσιον μέρος, ὡς ἐρυθρόν· τῷ δὲ ἀέρι, ὡς λευκὸν, ἐπέθηκεν ὄνομα τοῦ λευκοῦ.

ΣΤΟΙΧΕΙΟΝ Υ.

ΤΙΤΛ.

Αʹ. –Περὶ ὑβριστοῦ.

«Τοὺς ὕβρει φερομένους ἐταπείνωσεν. «Πάντα ὑβριστὴν ταπείνωσον.» «Κακὸς μετὰ ὕβρεως πράσσει κακά.» «Ὑβριστῶν οἴκους κατασπᾷ Κύριος.» Ὀφθαλμοῦ ὑβριστοῦ γλῶσσα ἄδικος.» «Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖ σκύλα μετὰ ὕβρεως.» «Ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ ταπεινωθήσονται.» Ὥσπερ ἐν τοῖς ἐρήμοις ἠχὼ πρὸς τὸν φθεγξάμενον αὖθις ἀκεραία ὑποστρέφει, οὕτω αἱ ὕβρεις ἐπὶ τὸν λοίδορον ἐπαναστρέφουσιν. Μᾶλλον δὲ, ὁ μὲν ἦχος αὐτὸς ἀπεδόθη, ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Πᾶν αἰσχρὸν, καὶ ἀκαλλὲς, καὶ τοῖς εὖ ποιεῖν ᾑρημένοι ἀνάρμοστον, τὸ ὑβρίζειν ἐστίν.

ΤΙΤΛ.

Βʹ. –Περὶ ὑδροποτούντων.

«Πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον, καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα πίνοντα ὕδωρ, καὶ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδην.» «Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.» Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος. Οὐδενὸς ὠδυνήθη κεφαλή ποτε, ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη ὑδροποσίᾳ συζῶν, οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες ἀπηχρειώθησαν. Θέλεις πιεῖν; βρύει σοι ὕδωρ, κρατὴρ ἀείῤῥους, ποτὸν μέθης ἄποιον, ἀκλήματον γάννυσμα.

ΤΙΤΛ.

Γʹ. –Περὶ ὕπνου καὶ ἀϋπνίας

«Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πολὺ φάγεται.» «Ὕπνος ὑγεία ἐπὶ ἐντέρῳ μετρίῳ, μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμὸν, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον.» «Ἐνδύεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.» Εὐχαρίστει, ἄνθρωπε, τῷ ἀκουσίους ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντι, καὶ ἐκ μικρᾶς ἀναπαύσεως πάλιν πρὸς ἀκμὴν τῆς δυνάμεως ἐπανάγοντι. Τὸ βάθει κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀτόποις παρέχειν φαντασίαις, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. Ὕπνος τὸ σύντονον τῆς ἐγρηγόρσεως ὑπεχάλασεν· εἶτα ἐγρήγορσις τὸ ἀνειμένον ἐτόνωσεν· καὶ οὐθέτερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει, ἀλλ' ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα, οὕτω τῆς φύσεως ἑαυτὴν ἐξ ὑπαλλαγῆς ἀνακαινιζούσης, ὡς ἑκατέρων ἐν μέρει καταλαγχάνουσαν, ἀσπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διὰ παντὸς συντετᾶσθαι ταῖς ἐνεργείαις, ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται μερῶν· ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διάπτωσιν τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν ἀμφοτέρων μετρίως ἐπιθιγγάνειν, δύναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως, διὰ τῆς διηνεκοῦς πρὸς τὰ ἀντικείμενα μεταβάσεως, ἐν ἑκατέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀναπαυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρηγόρσεως τὸ σῶμα λαβοῦσα, λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ, τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα. Ἀναγκαία δὲ τῇ συστάσει τοῦ σώματος ἡ εὔκαιρος ἄνεσις. Ὕπνος οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή.

ΤΙΤΛ. ∆ʹ. –Περὶ ὑποκρίσεως, καὶ εἰρωνείας, καὶ πλαστῆς εὐλαβείας, καὶ τῶν τὰ τοιαῦτα ἐπινοούντων.

«Ὑποκριταὶ καρδίᾳ τέξουσι θυμόν· καὶ ἀποθάνοι ἐν νεότητι ψυχὴ αὐτῶν.» Οὐχ ὁρᾷς ἡλίκον κακόν ἐστιν ἡ ὑπόκρισις; καὶ αὐτὴ καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ ἤθους ἐκ φθόνου μάλιστα τοῖς πολλοῖς ἐγγίνεται, ὅταν τὸ μίσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπην δεικνύωσιν κατακεχρωσμένην τὴν ἐπιφάνειαν, κατ' αὐτὰς ὑφάλους πέτρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς ἑαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα, ὡς τό γε καθ' ἑαυτῶν παίζειν, λίαν ἐστὶν ἐπισφαλὲς καὶ ἀνόητον. Κρεῖσσον ἄριστον ἔοντα δοκεῖν κακὸν, ἠὲ κακιστὸν Κῦδος ἔχοντ' ἀγαθοῖο, τάφον ψεύστην μερόπεσσιν Ἐμμέναι, ὃς μυδοῶσι νεκροῖς ἔντοσθεν ὀδωδὼς, Ἕξοθεν ἀστράπτει κονίῃ, καὶ χρώμασι τερπνοῖς. Ὁ ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοι ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν. Πολλοὶ, φησὶν, ἠθέλησαν δικαιοπραγῆσαι. Προεβάλλοντο γὰρ ἀσκῆσαι, καὶ οὐκ ἴσχυσαν ἐκτελέσαι. ∆ιὰ τοῦτο ἀφῆκεν αὐτοὺς ἀπολέσθαι ὁ Θεὸς, ἐπειδὴ κατὰ ἀνθρωπαρέσκειαν σάκκον φοροῦσιν, καὶ ἀνυποδετοῦσι, καὶ κομῶσι τὰς κεφαλὰς, ἐπιδεικνύμενοι τοῖς ἀνθρώποις τὰ κατορθώματα, θέλοντες κληθῆναι ἅγιοι, καὶ προσκυνεῖσθαι ὑπὸ πάντων ὡς εὐλαβεῖς. Ὁρᾷς οὖν αὐτῶν τὸ ἔξωθεν σχῆμα, καὶ νομίζεις κατὰ Θεὸν αὐτοὺς ποιεῖν πάντα. Ἡ δὲ καρδία αὐτῶν τί κέκτηται, ἀγνοεῖς. Ὁ δὲ Θεὸς, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, οἶδεν αὐτῶν τὴν προαίρεσιν, καὶ ἀφίει αὐτοὺς ἐγκαταλειφθῆναι καὶ ἐκπεσεῖν, ἵνα φανερὰ αὐτῶν γίνηται τὰ βουλεύματα. Οἱ γὰρ κατὰ ἀνθρωπαρέσκειαν μεταβαίνοντες εἰς τὸν βίον τῶν ἀρετῶν, οὗτοι καὶ σφάλμασι περιπίπτουσιν. Οἱ δὲ κατὰ Θεὸν βουλόμενοι ἀσκῆσαι ὀρθῶς, οὐδέποτε ἐγκαταλιμπάνονται ὑπὸ τοῦ Θεοῦ, καθὼς εἶπεν ὁ προφήτης· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. ∆ίκαιοι γὰρ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ ἐλπὶς αὐτῶν παρὰ Ὑψίστῳ. Πολλοὶ οὖν σφαλέντες τῶν μοναχῶν εἰς γάμον ἐτράπησαν, κακῶς ἐκλαμβάνοντες τὸ τοῦ Ἀποστόλου ῥητόν· Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Καὶ οὐκ οἴδασιν, ὅτι μετὰ τὰς συνθήκας τὰς εἰς Θεὸν γινομένας, οὐ λέγεται ἔτι γάμος, ἀλλὰ πορνεία. Ἕκαστος οὖν ὁ δυνάμενος βαστάσαι τὰς ἀνάγκας τοῦ σώματος, τότε ὑπεισέλθοι τὸν ζυγὸν τῆς ἀσκήσεως, καὶ μὴ ἐκπέσοι εἰς τὰ καταχθόνια τοῦ ᾄδου.

ΤΙΤΛ.

Εʹ. –Περὶ υἱοῦ σοφοῦ.

«Υἱὸς σοφὸς εὐφραίνει πατέρα.» «Υἱὸς φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.» «∆ιεσώθη ἀπὸ καύματος υἱὸς νοήμων. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται.» «Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν.» «Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοὶ, καὶ χαιρέτω ἡ τεκοῦσά σε.» «Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατήρ.» «Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον.» «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς, ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα.» Τέκνων ἀρετὴ, δόξα πατέρων.

ΤΙΤΛ.

ςʹ. –Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου.

«Υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν.» «Υἱὸς ἄφρων λυπεῖ μητέρα. Ἀνεμοφθόρος γίνεται ἐν ἀμητῷ, υἱὸς παράνομος.» «Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ.» «Υἱὸς ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.» «Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται.» «Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν.» «Ἔγγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ. Ἔγγονον κακὸν δίκαιον ἑαυτὸν κρινεῖ. Ἔγγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.» «Αἰσχύνη πατρὸς ἐν γεννήματι ἀπαιδεύτῳ.» «Τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.»

ΤΙΤΛ. Ζʹ. –Περὶ ὑετοῦ, καὶ βροχῆς· καὶ ὅτι ἀπὸ γῆς εἰς οὐρανὸν τὰ ὕδατα ἀνάγονται.

«Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν.» «Πάντα ὅσα ἐθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ,» καὶ τὰ λοιπά. «Ὁ προσκαλεσάμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ.»

ΤΙΤΛ.

Ηʹ. –Περὶ ὑγείας· καὶ ὅτι πάντων διαφέρει.

«Κρείσσων πτωχὸς ὑγιὴς, ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.» Ὑγεία καὶ εὐεξία παντὸς χρυσίου βελτίω· σῶμα εὔρωστον, ἢ ὄλβος ἄμετρος. Ὑγεία ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων. –Κοινὸν δῶρον ὑγεία. –Ὑγείας ἐπιλαβούσης ἐξαφανίζεται ὀδύνη. Ἄριστον μὲν ὑγιαίνειν ἀεὶ, καλὸν δὲ καὶ ἀνασφῆλαι μετὰ τὴν νόσον.

ΤΙΤΛ. Θʹ. –Περὶ ὑπονοίας· καὶ ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τεκούσας ὑπονοίας κακάς.

«Μὴ δότε ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν.» Μηδεὶς ὑμῶν κατὰ τοῦ πλήσιον ἐχέτω τι. Μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ δι' ὀλίγους ἄφρονας τὸ ἔνθεον πλῆθος βλασφημῆται.

ΤΙΤΛ.

Ιʹ. –Περὶ ὑποσχέσεων καὶ συντάξεων· καὶ ὡς χρὴ πληρῶσαι αὐτάς.

«Τὸ ἐκπορευόμενον ἀγαθὸν ἐκ τοῦ στόματος ὑμῶν, ποιήσατε.» «Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἐὰν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ, ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ, ποιήσει.» «Ἐὰν εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτὴν, ὅτι ὁ ἐκζητῶν ἐκζητεῖ Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φύλαξαι, καὶ ποίησον ὃν τρόπον ηὔξω τῷ Θεῷ σου, ὃ ἐλάλησας τῷ στόματί σου.» «Ἐπικατάρατος ὃς ἦν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ ἡ εὐχὴ αὐτοῦ ἐν αὐτῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ.» «Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.»

ΤΙΤΛ.

ΙΑʹ. –Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων.

«Συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν.» «Ψυχὴ, ἥτις ἂν ποιήσῃ ἐν χειρὶ ὑπερηφανίας, ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ.» «Φόβος Κυρίου ἐπιπεσεῖται ἐφ' ἡμῖν, καὶ ἀποβήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ· τὸ δὲ σῶμα πήλινον.» «Μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιάναι, ἀλλὰ πεσεῖται νόσῳ πολλῇ. Πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα.» «Πάντα ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον· σκῆψον ἀσεβεῖς παραχρῆμα, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον.» «Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἐὰν ἀναμέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος. Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Τίς με κατάξει ἐπὶ τὴν γῆν;» «Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους· γωνίας αὐτῶν ἐξηρήμωσα.» «Ἀπολέσω ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ θήσω τὴν οἰκουμένην ὅλην.» «Ἰδοὺ ὁ ∆εσπότης Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους τῆς γῆς μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ.» ∆εινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα· ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἶναι ἐμποδίζε. Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. Λάκκος ἄνυδρος, φιλόδοξος ψυχή. Ὑπερήφανος ψυχὴ, πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως. Οὐαὶ τῷ ἀλαζόνι· ὅταν γὰρ εἰσέλθῃ εἰς τὸν τάφον, τίς ὑπάρχει, διδάσκεται. Πῶς ζητεῖς ψυχῆς καθαρότητα, τῇ ὑπερηφανίᾳ συνδεδεμένος; λέγεις γὰρ ὅτι Ἀγαπῶ καθαρὰν ἔχειν καρδίαν, καὶ εὑρίσκω αὐτὴν μεστὴν κονιορτοῦ καὶ καπνοῦ. Πῶς δυνατὸν, πυρὸς ἐμφωλεύοντος τοῖς ἀχύροις καὶ ἀποσμυχομένου, μὴ εὑρεθῆναι, μηδὲ φανῆναι καπνόν; Ἀποδέχομαί σε τὴν εὐποιΐαν λιπαρῶς ἐργαζόμενον, καὶ τὴν πλεονεξίαν κλαδεύοντα· πάλιν δὲ οὐ καταδέχομαι, καθὸ καὶ κενοδοξίαν κοινωνὸν παραλαμβάνεις. Ἄτοπον γὰρ ἄλλου πάθους ἐλεθευριᾷν, καὶ ἄλλῳ πάθει βούλεσθαι πάλιν δουλεύειν. καὶ ἐξυπηρετεῖσθαι. Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστιν ἐκκοπὴ προκοπῆς. Ὁ γὰρ κατοιόμενος, βελτίωσιν οὐκ ἀνέχεται. Οἴησις, ἀκάθαρτον φύσει.

ΤΙΤΛ.

ΙΒʹ. –Περὶ ὑπομονῆς καὶ μακροθυμίας.

«Εἶπε ∆αβίδ· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἶπεν αὐτῷ· εἴ πως εἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψῃ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης.» «Πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν.» «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» «Ἀνὴρ φρόνιμος πολλὰ ὑποφέρει. Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει.» –»Μακρόθυμος κατασβέσει κρίσεις.» «Ἐλεήμων ἀνὴρ, μακρόθυμος.» «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ.» «Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρα θλίψεως.» «Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» «Ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου, εἰς μαρτύριον· διότι τὸ κρῖμα θήσω εἰς συναγωγὰς ἐθνῶν.» «Στέφανος ἔσται τοῖς ὑπομένουσιν, καὶ τοῖς χρησίμοις αὐτῆς.» «Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.» «Οἱ ὑπομένοντες τὸν Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί· δραμοῦνται, καὶ οὐ κοπιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσιν.» «Τέκνα, μακροθυμήσατε εἰς τὴν ἐπελθοῦσαν ὑμῖν ὀργήν. Κατεδίωξε γάρ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλου αὐτοῦ ἐπιβήσῃ.» «Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν.» «Ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδώσει αὐτῷ εὐφροσύνη. Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.» «Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοιμάσθητι τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου.» «Ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.» «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» «Ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον, καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν. Καὶ ταῦτα εἰπὼν, ἐκοιμήθη.» «Ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας.» «Ὑπομονῆς ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» «Πιστὸς ὁ λόγος. Εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.» Οὐδὲν οὕτως αἰδεσίμους ποιεῖ, ὡς τὸ ὑβριζομένους φέρειν. Μηδέποτε φοβηθῇς πειρασμόν. Ἐὰν γὰρ ψυχὴν παρεσκευασμένην ἔχῃς, οὐ βλάπτει σε θλίψις. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος, οὕτως καὶ τὸν γενναῖον οὐ διαφθείρει θλίψις. Τί ποιεῖ ἡ κάμινος; τὸ χρυσίον καθαρὸν ποιεῖ. Τί ἐργάζεται θλίψις τῷ φέροντι; τὴν ὑπομονὴν καὶ ὑψηλοτέραν κατασκευάζει. Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν ∆εσπότην. Ἀντὶ τῶν ἐπανισταμένων τῷ σώματι ἡμῶν μωλώπων, φωτεινὸν ἔνδυμα ἡμῖν ἐπανθήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτηρίων παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ ἀγγέλων διαγωγή. Τὴν ὑπομονὴν ἄσκει, δι' ἧς ἔγνωμεν γυμνασθέντας τοὺς μάρτυρας.

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων.

«Ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων.» «Ὀλιγόψυχον ἄνδρα τίς ὑποίσει;» «Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομόνην. Καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;» Ἐὰν ὀργισθῇς κατὰ τοῦ λοιδορήσαντος, ἐβεβαίωσας τὰ ὀνείδη. Τί γὰρ ὀργῆς ἀφρονέστερον; Ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. ∆εῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ὑποδειγμάτων; πῶς ὁ μακάριος ∆αβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεῖ. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν; ὅτι Κύριος εἶπεν, φησὶ, τῷ Σεμεεῖ καταρᾶσθαι τὸν ∆αβίδ. ∆ιόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπηνεν, ἀλλ' ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ὑπαντώσης. ∆ύο δὲ ταῦτα περίελε ἀπὸ σοῦ, μήτε σαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ περὶ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. ∆ιὰ λόγων καὶ ὑποδειγμάτων ὁ Κύριος τὴν τῆς ὑπομονῆς ἐπαίδευσεν ἡμᾶς ὁδόν· πὴ μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος· πὴ δὲ πράως καὶ ἀκινήτως ἀνεχόμενος τοῦ τύπτοντος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Ποιητὴς καὶ ∆εσπότης, παρὰ πάσης τῆς νοητῆς κτίσεως προσκυνούμενος, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψε τὸν ῥαπίζοντα εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλ' ἐνουθέτει καὶ ἐδίδασκε, λέγων· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι, κατὰ τὴν ἐντολὴν Κυρίου, οὔποτε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβριζόμενος. Τὸ ὀλιγωρεῖν, καὶ μὴ θέλειν ὑπομένειν, συμφορὰς μεγάλας καὶ ποικίλας ἀπεργάζεται. Ἀφροσύνη ἐστὶν ἡ ἀνυπομονησία, καὶ τὸ ἀκαρτέρητον ἐν παντοίοις πειρασμοῖς. Καὶ πειθέτω σε ὁ Ἰὼβ πρὸς τὴν γυναῖκα λέγων, ὅτι Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας.

ΣΤΟΙΧΕΙΟΝ Φ.

ΤΙΤΛ.

Αʹ. –Περὶ φιλοξενίας καὶ φιλαδελφίας.

«Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρὲ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεσαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν ἔδραμεν εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» «Ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψατε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Καὶ εἶπον· Οὐχὶ, ἀλλ' ἐν τῇ πλατείᾳ καταλύσομεν. Καὶ κατεβιάσατο αὐτοὺς, καὶ ἔκλιναν πρὸς αὐτόν.» «Ἀκούσας Λάβαν τὰ ῥήματα τῆς ἀδελφῆς αὐτοῦ, ἦλθε πρὸς τὸν ἄνθρωπον, ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς. Καὶ εἶπεν αὐτῷ· ∆εῦρο εἴσελθε, εὐλογητὸς Κύριος. Ἵνα τί ἕστηκας ἔξω;» «Προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψετε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν τῇ Αἰγύπτῳ.» «Ἐάν τις προσέλθῃ ἐν ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν· ὡς αὐτόχθων ἔσται ἐν ὑμῖν.» «Εἶπεν ἀνὴρ ὁ πρεσβύτης· Ποῦ πορεύῃ, καὶ πόθεν ἔρχῃ; Καὶ εἶπεν πρὸς αὐτόν· ∆ιαβαίνομεν ἡμεῖς ἐκ Βηθλεὲμ τῆς Ἰούδα ἕως μερῶν ὄρους Ἐφραῒμ, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων με εἰς τὴν οἰκίαν. Καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· Εἰρήνευσον, πᾶν τὸ ὑστέρημά σου ἐπ' ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς. Καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ· καὶ ἀπήγαγε τοὺς ὄνους, καὶ παρενέβαλε τοῖς ὑποζυγίοις αὐτοῦ χορτάσματα, καὶ ἔνιψαν τοὺς πόδας αὐτῶν, καὶ ἔφαγον, καὶ ἔπιον.» «Ἔξω οὐκ ηὐλίζετο ξένος· ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται.» «∆ιασωθέντες δὲ ἔγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Πουπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας, φιλοφρόνως ἐξένισεν.» «Ἡ φιλαδελφία μενέτω· καὶ τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε. ∆ιὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. Μὴ ἀτιμάσῃς τὸν ξένον, ἐπεὶ καὶ ἡμεῖς ξένοι καὶ πάροικοι. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Ξένος προσέπεσεν ἄοικος, παρεπίδημος; ὑπόδεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις. Ὅτε ἐπὶ τὴν Σαραπτίαν χήραν ὁ προφήτης εἰσῆλθεν, ὅτε λιμώττων ὁ ξένος παρεγένετο πρὸς τὴν λιμώττουσαν ξενοδόχον, δρακὸς ἀλεύρου πηγὴν ἀένναον τὴν ὑδρίαν ἐργάζεται, οὐ τὴν ποσότητα τῆς δωρεᾶς ἐξετάσας, ἀλλὰ τῇ προθυμίᾳ τῆς φιλοξενίας ἀντιμετρήσας τὴν ἀμοιβήν. Τοιαῦτα γὰρ τὰ τῆς χάριτος· μικρὰ λαμβάνουσα μεγάλα χαρίζεται. Ξένος καὶ πένης Θεοῦ κολλύριον· ὁ δεχόμενος αὐτοὺς ταχέως ἀναβλέψει. Ἦλθεν Ἠλίας εἰς Σάρεπτα τῆς Σιδῶνος, καὶ εἶδεν γυναῖκα χήραν ξυλευομένην· καὶ τί φησιν; ∆ός μοι μικρὸν ὕδωρ, ἵνα πίω. Ἀπελθοῦσα δὲ ἡ χήρα, ἤνεγκεν αὐτῷ, καὶ ἔπιεν Ἠλίας. Καὶ εἶπεν αὐτῇ· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου, καὶ φάγομαι. Ἡ δὲ εἶπεν· Ζῇ Κύριος, εἴ ἐστί μοι ἀλλ' ἡ δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκει, ὃ ποιήσομεν, καὶ φαγόμεθα, ἐγὼ καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν καταμόνας, καὶ φάγομαι· καὶ οὕτως ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται. Τί ποιεῖς, Ἠλία; Ἔστω, ἄρτον θέλεις· τί καταμόνας ζητεῖς; Οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φάγῃς; σὺ θέλεις φαγεῖν, καὶ δῆμον τέκνων πνίξαι; Ἀλλ' ὅμως ἡ χήρα οὐκ ἐταράχθη, οὐδὲ εἶπεν· Σὺ εἶ ὁ τὸν λιμὸν ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι ἦλθες· οὐδὲ εἶπεν, ὅτι Τοσοῦτον κόσμον κατέλιπες, καὶ πρός με ἦλθες λιμῷ καταφθεῖραι τὰ παιδία· σὺ εἶ ὁ αἴτιος γενόμενος τοῦ λιμοῦ, καὶ παρ' ἐμοῦ τροφὴν αἰτεῖς; ἀλλ' ὡς Ἀβρααμιαία τις γυνὴ, εἰσελθοῦσα ἐποίησεν κατὰ τὸ ῥῆμα Ἠλίου. Καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ καὶ εὔπορος ὢν, ἀγγέλους ἐξένισεν, αὕτη δὲ ζωὴν καὶ θάνατον προσενεγκοῦσα ἐξένισε τὸν προφήτην. Καὶ ἦν ἰδεῖν φύσιν καταπονουμένην, καὶ φιλοξενίαν ἐνεργουμένην. Εἶδες σπλάγχνα ῥιπτόμενα, καὶ προφήτην δεχόμενα; Ὁλόκληρον δῆμον τέκνων τάφον εἰργάσατο. Ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν. Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν. Πῶς τέκνων κατεφρόνησεν, καὶ φιλοξενίαν ἐτίμησεν; πῶς ἡ φύσις αὐτὴ οὐκ ἠγανάκτησεν; πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη; πῶς τὰ σπλάγχνα οὐ διελύθη, βλέποντα ὁλόκληρον δῆμον παίδων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι; ἀλλὰ ἀνωτέρα πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν. Ὡς οὖν ἔλαβεν ὁ προφήτης, καὶ ἔφαγεν, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν. Ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν ἄσταχυν κομῶντα τῇ εὐσεβείᾳ ἐθέρισεν. Τί γάρ φησι; Ζῇ Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνὸς, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἀναγκαίως τὸν καρπὸν παρέχοντα, δι' ὀλίγου τοῦ προφήτου τὴν χήραν διατρέφοντος. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας.

ΤΙΤΛ. Βʹ. –Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγαθότητος, καὶ μακροθυμίας· καὶ ὅτι κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας τοῦ Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων.

«Κύριος ὁ Θεός σου οἰκτίρμων καὶ ἐλεήμων ἐστὶ, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δίκαιος.» «Ῥῆμα Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν ὁρῶντα, λέγων· Πορεύου, καὶ λαλήσεις πρὸς ∆αβὶδ, λέγων· Ἔκλεξαι σεαυτῷ γενέσθαι, ἢ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ αὐτοὺς καταδιώκοντάς σε· ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ. Καὶ εἶπεν ∆αβὶδ πρὸς Γάδ· Στενά μοι πανταχόθεν σφόδρα ἐστὶ, καὶ τὰ τρία. Ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα. Εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου· καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ, ἀπὸ ∆ὰν ἕως Βηρσαβεὲ, ἐβδομήκοντα χιλιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ. Καὶ εἶπεν τῷ ἀγγέλῳ· Ἱκανὸν, ἄνες τὴν χεῖρά σου.» «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος.» «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει.» «Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε.» –»Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε.» Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ.» «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε· ὡς ἐπλήθυνας τὸ ἔλεός σου.» «Σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι. Σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων.» Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος· μακρόθυμος.» «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς ....» «Τίς Θεὸς ὥσπερ σύ· ἐξαίρων ἀδικίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ. Οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. Αὐτὸς ἐπιστρέψει, καὶ οἰκτειρήσει ἡμᾶς. Καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης. «Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ.» «Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω. Καὶ ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς.» «Ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι;» «Οὐκ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς ἀδικίας καταπατήσει ὑμᾶς.» «Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῆ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.» «Ἐλεεῖς πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι πάντα, φιλόψυχε. Τὸ γὰρ ἅγιόν σου Πνεῦμα ἐν πᾶσιν.» «Σὺ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις, καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς. Πάρεστί σοι, ὅταν θέλῃς, τὸ δύνασθαι. Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων, ὅτι δεῖ δίκαιον εἶναι φιλάνθρωπον.» «Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων. Ὡς γὰρ ἡ μεγαλοσύνη αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ.» «Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» «Εἰ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν;» «Τότε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κράνιον, καὶ ἐκεῖ ἐσταύρωσαν τὸν Ἰησοῦν, καὶ τοὺς κακουργοὺς, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ ἀριστερῶν. Ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» «Πολὺ εὔσπλαγχνός ἐστι Κύριος καὶ οἰκτίρμων.» «Τὴν τοῦ Κυρίου μακροθυμίαν σωτηρίαν ἡγεῖσθε.» Καίτοι γε ὁ ἀγαθὸς ἀγαθῶν παρεκτικός ἐστι δηλονότι. Πολλῶν ὄντων ἐφ' οἷς θαυμάζεται ὁ Θεὸς, οὐδὲν οὕτως αὐτοῦ ὡς τὸ εὐεργετεῖν ἰδιαίτατον. Πολλὰς καὶ παραδόξους σωτηρίας οἶδε τὸ Θεῖον καινοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον. Ὁ τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρεκτικὸς γίνεται. Οὐδεὶς οὕτως ἑαυτοῦ φείδοιτο ἂν, ὡς ὁ Θεὸς μᾶλλον μηδὲν ἡμᾶς πάσχειν κακόν. Τοιαύτη ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ. Μακροτέραν πρὸς τὸ τέλος ἐπάγει τὴν δίκην, καὶ καθάπερ τοῖς μετανοοῦσιν ὠφέλιμος, οὕτω τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις. Οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέρας κακίας τὰ αὐτοῦ ποιῶν ὁ Θεός. Κἂν γὰρ ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν, αὐτὸς τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείκνυται. Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ, οὐκέτι τοῦτο παρὰ τὸν μακροθυμήσαντα· οὐ διὰ τοῦτο μακροθυμήσαντα, ἵνα ἀπολώμεθα, ἀλλ' ἵνα σωθῶμεν· ἀλλὰ παρ' ἡμᾶς τοὺς ὑβρίσαντας τὴν ἄφατον φιλανθρωπίαν αὐτοῦ. Ἐπὶ ἡμῶν τῶν ἀνθρώπων τὸ ἀπαιτῆσαι τὰ ὀφειλόμενα, πλοῦτος· ἐπὶ δὲ Θεῷ τὸ συγχωρῆσαι, πλοῦτος. Καὶ ἡμεῖς, ἐπειδὰν λάβωμεν τὰ κεχρεωστημένα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς, ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλιστα πλουτεῖ. Πλοῦτος γὰρ τῆς ἀγαθότητος τοῦ Θεοῦ, τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς ἡμᾶς, καὶ ἐπὶ πάντας ἐπικαλουμένους αὐτόν. Τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐκ τῆς τῶν ἡμετέρων ἁμαρτιῶν μνήμης καταμανθάνομεν. Τὸ κατὰ πάντα τρόπον τοῦ ἀγαθοῦ ἀπεστερημένον, οὐδαμῶς οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται, οὔτε εἶναι δύναται. Ἀγαθὴ ἡ τοῦ Θεοῦ δικαιοσύνη, καὶ δικαία ἐστὶν ἡ ἀγαθότης αὐτοῦ. Καθάπερ οὐκ ἔστι φῶς ὃ μὴ φωτίζει, οὐδὲ κινοῦν, ὃ μὴ κινεῖ, οὐδὲ φιλοῦν, ὃ μὴ φιλεῖ· οὐδὲ ἀγαθόν ἐστιν ἄρα, ὃ μὴ ὠφελεῖ, καὶ εἰς σωτηρίαν οὐ καθοδηγεῖ. Βία Θεοῦ οὐ πρόσεστιν· ἀγαθὴ δὲ γνώμη πάντοτε συμπάρεστιν αὐτῷ. Φύσει μὲν κατ' οὐσίαν ὁ Θεὸς οἰκτιρμοὺς ἔχει, ὀργὴν δὲ οὐ κατὰ φύσιν, ἀλλὰ δι' ἄλλους. –Πάντων τῶν περὶ Θεὸν προηγεῖται ἡ οὐσιώδης ἀγαθότης. Θεοῦ ἴδιον, τὰ μὲν ἀγαθὰ προτείνειν, καὶ φθάνειν δωρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν. Οὐδὲ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἐπέξεισιν ὁ Θεὸς, ἀλλὰ δίδωσι χρόνον εἰς τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν.

ΤΙΤΛ.

Γʹ. –Περὶ φυσικῶν.

«Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.» «Σὴς ὀστέων, καρδία αἰσθητική.» «Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων προσδέχονται τὰ κακά.» «Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ καρδίαι τῶν ἀνθρώπων ἴσαι.» «Πᾶσα καρδία εἰς λύπην.» «Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.» «Ἀπὸ ἀπαντήσεως προσώπου γνωσθήσεται νοήμων.» «Καρδία ἀνθρώπου ἀλλοιοῖ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ, ἐάν τε εἰς κακά.» «Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» «Ὧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.» Πεφύκαμεν οἱ ἄνθρωποι, ὅπερ ἂν ἑκόντες ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. Φύσεως ἀντιπραττούσης, κενὰ τὰ πάντα. Ὅ τις μὴ πέπονθεν, οὐδ' ἂν ἐν ἑτέρῳ πιστεύσειεν. Ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος. Τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν. Οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις, ὡς λαλεῖν τὰ ἀλλότρια. Κρίνουσι πολλοὶ τὰ τῶν ἄλλων τοῖς ἰδίοις πάθεσι. Κακῶν διδασκάλων κακὰ τὰ μαθήματα· μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ γεώργια. Τὸ ἑκούσιον λυπηρὸν τοῦ ἀκουσίου τερπνοῦ τιμιώτερον. Ἔθος τοῖς πολλοῖς τῶν ἀνθρώπων, ὅταν ὑπὸ ὀργῆς κατασχεθῶσι καὶ λύπης, κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν, εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ἀνυπόπτως ἀφιέναι τὴν ὀργήν. Ἡ τῶν ἀλλοτρίων κακῶν ἐπίτασις ἐλάττω τὰ οἰκεῖα φαίνεσθαι ποιεῖ κακὰ, κἂν ἀφόρητα ᾖ. Οὐχ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθεν. Πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ' ἑαυτοὺς περὶ τῶν ἄλλων τὰς ψήφους φέρουσιν· οἷον, ὁ μεθύων διηνεκῶς, οὐκ ἂν πιστεύσειεν εἶναί τινα ἄνθρωπον ἐνεγκρατιάζοντα. Ὁ πόρναις προσέχων, καὶ τοὺς κοσμίως βιοῦντας ἀκολάστους εἶναι νομίζει. Πάλιν ὁ τὰ τῶν ἄλλων ἁρπάζων, οὐκ ἂν πεισθείη ῥᾳδίως, ὅτι εἰσὶν ἄνθρωποι τὰ ἑαυτῶν προϊέμενοι. Χαλεπὸν ἐναντιοῦσθαι φύσει Ὥσπερ τὸ παρὰ φύσιν ἐγκεντρίσαι, καὶ εἰσοικίσαι τι τῇ φύσει δυσεργὸν, οὕτω καὶ αὖ πάλιν τὰ φύσει πεφυκότα μεταθεῖναι καὶ ἀναχαιτίσαι. Εἴρηται γάρ· Εὖ φύσεως ἀντιπραττούσης, κενὰ πάντα.

ΤΙΤΛ. ∆ʹ. –Περὶ φήμης· καὶ ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν.

«Φήμη ἀγαθὴ πιαίνει ὀστᾶ.» «Ὁ ταχὺ ἐμπιστεύων, κοῦφος καρδίας.» «Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε.» Οἶδεν πολλάκις καὶ φήμη καθελεῖν, καὶ ἀναστῆσαι ψυχὴν, καὶ τὴν οὐκ οὖσαν καταλύσαι. Οὐ πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα παρέχειν τὰ ὦτα. Φήμης οὐδὲν ὠκύτερον.

ΤΙΤΛ. Εʹ. –Περὶ φιλέργων καὶ σπουδαίων· καὶ ὅτι χρὴ πονεῖν· ὠφέλειαν γὰρ ἔχει.

«Ἐν ἱδρώτητι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.» «Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.» «Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,» καὶ τὰ λοιπά. «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος σὺ, καὶ καλῶς σοι ἔσται.» «∆ιάνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων.» «Ἐὰν ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ἡ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ καλὸς δρομεὺς ἀπαυτομολήσει.» «Ὃς φυτεύσει συκῆν, φάγεται τοῦ καρποῦ αὐτῆς.» «Χεῖρες ἀνδρείων πλουτίζουσιν. Ὁ συνάγων ἑαυτῷ μετ' εὐσεβείας, πληθυνθήσεται.» «Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐκτείνει εἰς ἄτρα κτον.» Καὶ πάλιν· «Ἤρεισεν αὐτῆς τοὺς βραχίονας εἰς ἔργον, καὶ ἐγεύσατο ὅτι καλὸν τὸ ἐργάζεσθαι. «Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.» «Κρείσσων ἐργαζόμενος ἐν πᾶσιν, ἢ δοξαζόμενος, καὶ ἀπορῶν ἄρτου. «Ἐν πᾶσιν ἔργοις σου ἐξεγείρου, καὶ μὴ ἄργει.» «Ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα», καὶ τὰ λοιπά. «Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Μνημονεύετε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπεν ὅτι Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν.» Τί τῶν ἀγαθῶν εὔκολον; τίς καθεύδων τρόπαιον ἔστησεν; τίς τρυφῶν, καὶ καταυλούμενος, τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη; Οὐδεὶς μὴ δραμὼν ἀνείλετο βραβεῖον. Πόνοι γεννῶσι δόξαν, κάματοι δὲ προξενοῦσι στεφάνους. Τὸν ἐμφράζοντα ἡμῖν τὰς εἰς σωτηρίαν ὁδοὺς νικήσωμεν τῇ συνέσει. Ἐκεῖνος τὸν ὄκνον ἡμῖν ἐποίει· ἡμεῖς διαναστῶμεν πρὸς ἐργασίαν· ἐκεῖνος δὲ κεναῖς ἐπαγγελίαις τὰς καρδίας ἡμῶν ἐξαπατάτω· ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον ποιεῖ ὑμᾶς ταμιεύεσθαι; Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσιν τοῖς ἐγγεγυμνασμένοις. Ἔστιν ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. Ἐὰν φύγωμεν τῆς σαρκὸς τὰ ἐπίπονα, οὐκ ὀψόμεθα τὰ ἀγαθὰ τῶν δικαίων. Μικρὸν κοπιάσωμεν, ἀγαπητοὶ, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ἀγαθῶν. Πρὸς ὀλίγον χρόνον ὁ κάματος, καὶ εἰς αἰῶνα αἰῶνος ἡ ἀνάπαυσις. Ὅπου πλείων ὁ κόπος, ἐκεῖ μείζων ἡδονή. Οὐκ ὀκνεῖ ὁ εὖ φρονῶν πρὸς τοὺς πόνους, διὰ τοὺς ἐκ τῶν πόνων καρπούς. Πανταχοῦ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώποις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. Οἱ πόνοι τῶν ἀγαθῶν πανταχοῦ χορηγοί. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη ἡ βία καλὴ, Θεὸν βιάζεσθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βιαίους, μᾶλλον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησεν, καὶ εἶξεν. Χαίρει γὰρ τὰ τοιαῦτα ἡττώμενος. Ἄτοπόν ἐστι διώκειν τὰς τιμὰς, καὶ φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαὶ πεφύκασι γίνεσθαι.

ΤΙΤΛ.

ςʹ. –Περὶ φιλαρχίας· καὶ ὅτι οὐ χρὴ ἀπροόπτως ἐπιπηδᾷν ταῖς ἀρχαῖς.

«Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.» «Μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς.»

ΤΙΤΛ.

Ζʹ. –Περὶ φίλων χρηστῶν.

«Προσέθετο Ἰωνάθαν ὀμόσαι τῷ ∆αβὶδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτοῦ.» «Ἀπεκρίθη Ἰωνάθαν τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἵνα τί ἀποθνήσκει ∆αβίδ; τί πεποίηκεν; Καὶ ἐφηρπάσατο Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν. Καὶ ἔγνω Ἰωνάθαν, ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρὸς αὐτοῦ, τοῦ θανατῶσαι τὸν ∆αβὶδ, καὶ ἀπεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν τῇ ἡμέρᾳ τοῦ μηνὸς τῇ δευτέρᾳ ἄρτον. Ἀνέστη ∆αβὶδ ἀπὸ τοῦ Ἐργὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησε τὸν Ἰωνάθαν τρὶς, καὶ κατεφίλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης. Καὶ εἶπεν Ἰωνάθαν πρὸς ∆αβίδ· Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες· Κύριος ἔσται μάρτυς ἐνώπιον ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου ἕως αἰῶνος. Καὶ ἀνέστη ∆αβὶδ, καὶ ἀπῆλθεν, καὶ Ἰωνάθαν εἰσῆλθεν ἐν τῇ πόλει.» «Ἀλγῶ, ἐπὶ σὲ, ἀδελφέ μου Ἰωνάθαν. Ὡραιώθης μοι σφόδρα. Ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐπ' ἐμὲ ὑπὲρ ἀγάπησιν γυναικῶν.» «Φίλοι ἀσεβεῖς θεραπεύουσι θύρας δικαίων· φίλοι μισήσουσι φίλους πτωχούς.» «Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.» «Ὃς κρύπτει ἀδίκημα, ζητεῖ φιλίαν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· διὰ γὰρ τοῦτο γεννῶνται.» «Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Φίλον σὸν, ἢ φίλον πατρῷόν σου μὴ ἐγκαταλείπῃς. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν. Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μακρὰν οἰκῶν.» «Ἡνίκα σε ὀνειδίσῃ ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ καταφρόνει, μή σε ὀνειδίσῃ μὲν ὁ φίλος· ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα σου οὐκ ἀποστήσεται, ἀλλ' ἔσται σοι ἴσα θανάτῳ.» «Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς ὁ μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν. Ὅτι ἐὰν πέσωσιν οἱ δύο, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. Καὶ οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ, καὶ μὴ ᾖ δεύτερος ἐγεῖραι αὐτόν· τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.» «Φίλος πιστὸς, σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτὸν, εὗρε θησαυρόν. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς, φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον, εὑρήσουσιν αὐτόν.» «Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον. Ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ. Οἶνος νέος· ἐὰν δὲ παλαιωθῇ, μετ' εὐφροσύνης πίε αὐτόν.» «Πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον, καὶ δὸς αὐτῷ.» «Ἀπόλεσον ἀργύριον δι' ἀδελφὸν καὶ φίλον.» «Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου.» «Φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ κρυβήσομαι, καὶ εἰ κακά μοι συνέβη δι' αὐτόν.» Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν· οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὀχυρωμένον βασίλειον· φίλος πιστὸς, θησαυρὸς ἔμψυχος. Φίλος πιστὸς, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς, λιμὴν ἀναψύξεως. Πάντα οἴσει φιλία, καὶ πάσχουσα, καὶ ἀκούουσα. Πρέπει τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας τῆς πατρικῆς, οὕτω δὴ καὶ τῆς φιλίας κληρονομεῖν. Φίλους δὲ ὅταν εἴπω, τοὺς καλοὺς λέγω, καὶ ἀγαθοὺς, καὶ κατ' ἀρετὴν ἡμῖν συναπτομένους. Πάντα κοινὰ ποιώμεθα, καὶ λύπας, καὶ εὐφροσύνας. Τοιοῦτον γὰρ ἡ φιλία. Τὰ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά. Οὐχ οὕτω πυρετὸς κατακαίειν εἴωθεν σώματος φύσιν, ὡς τὰς ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων. Τρισσὰ εἴδη φιλίας διδασκόμεθα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ' ἀρετήν. Στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη. Τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ' ἀμοιβὴν, κοινωνικὸν τοῦτο καὶ μεταδοτικὸν, καὶ βιωφελές. Κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον, τὸ ἐκ συνηθείας φαμὲν, πρὸς Ἕλληνας. Οἶδα, φησὶ, τὸ καθ' ἡδονὴν τρεπτὸν, καὶ μεταβλητόν. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου. Ἡδὺς ἐκεῖνος φίλος, ὁ τὴν ψυχὴν διατρέφων. Γνήσιος φίλος, ὁ τὰς περιστάσεις κοινούμενος. Μέγιστον κτῆμα, φίλος ἀδιάπτωτος. Ὁ κατὰ Θεὸν φίλος, ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις αὐτοῦ.

ΤΙΤΛ.

Ηʹ. –Περὶ φίλων τραπέζης καὶ μοχθηρῶν.

«Φίλοι ἀσεβεῖς μισοῦσι φίλους πτωχούς.» «Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς εἰς ὁδοὺς οὐκ ἀγαθάς.» «Προφασίζεται ἀνὴρ βουλευόμενος ἀποχωρισθῆναι φίλων.» «Ῥόπαλον, καὶ μάχαιρα, καὶ τόξευμα ἠκονημένον ἀκίδωτον, οὕτως ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ.» «Ὃς εὐλογεῖ πρωῒ φίλον μεγάλῃ φωνῇ, καταρωμένου οὐδὲν διαφέρει.» «Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις.» «Ἔστι φίλος ἐν καιρῷ αὑτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν καιρῷ θλίψεως. Ἔστι φίλος κοινωνὸς τραπέζης, καὶ οὐ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως· καὶ ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ.» «Ἔστι φίλος ὀνόματι μόνον φίλος.» «Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. Ἀντὶ φίλου μὴ γίνου ἐχθρός.» «Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ᾄδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι. Ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι δὲ πολέμου λήψεται ἀσπίδα.» «Ἐὰν ἔχῃς, συμβιώσεταί σοι, καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ μὴ πονήσῃ. Χρείαν ἔσχεν σου, καὶ ἀπεπλάνησέν σε, καὶ προγελάσεταί σοι, καὶ δώσει σοι ἐλπίδα. Λαλήσει σοι, καλέσει σοι καλὰ, καὶ ἐρεῖ· Τίς ἡ χρεία σου; Καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσει σε δὶς ἢ τρὶς, καὶ ἐπ' ἐσχάτων καταμωκήσεταί σου· καὶ μετὰ ταῦτα ὄψεταί σε, καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.» «Ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκαίνει τὸ στόμα αὐτοῦ, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ, καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. Πολλὰ ἐμίσησα, καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισεῖ αὐτόν.» «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Οἱ ἀκόλαστοι τὴν γνώμην, μέχρι μὲν τῷ στόματι αὐτῶν τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν. Ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν, οὓς πρὸς βραχὺ ἴσα Θεῷ διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν ἀπ' αὐτῶν, καὶ ἡ φιλία μέχρι τραπέζης ὥρισται παρ' αὐτοῖς· αἱ προσηγορίαι αὐτῶν ὑποψίας πεπλήρωνται. Οὐκ ἂν εἴποι τις ἑταῖρον τὸν κόλακα. Νόσος γὰρ φιλίας ἡ κολακεία

ΤΙΤΛ. Θʹ. –Περὶ φιλοτιμουμένων καὶ μεταδοτικῶν· καὶ ὅτι ἡ φιλοτιμία σωτηρίαν προξενεῖ.

«Εἶδεν Ἀβιγαιὰ τὸν ∆αβὶδ, καὶ ἔπεσεν, καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου. Καὶ ἔπεσεν ἐνώπιον ∆αβὶδ ἐπὶ πρόσωπον αὐτῆς ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγον τῆς δούλης σου. Μὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον· καὶ ἀφροσύνη μετ' αὐτοῦ.» «Εἶπεν ὁ βασιλεὺς ∆αβὶδ πρὸς Σιβά· Τί ταῦτα σοι; Καὶ εἶπε Σιβά· Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικάθεσθαι, καὶ οἱ ἄρτοι εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος εἰς πιεῖν τοῖς ἐκλελυμένοις. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· Ἰδού σοι πάντα ὅσα εἶχεν ὁ Μεμφιβοσθέ. Καὶ πεσὼν Σιβὰ προσεκύνησε λέγων· Εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριε βασιλεῦ.» Σχόλ. Ἡ τῶν ξενίων προσαγωγὴ τὴν τοῦ δεσπότου οὐσίαν ἐπὶ τὸν οἰκέτην μετέθηκεν. Ἀπέστειλεν Ἀχὰζ ἀγγέλους πρὸς τὸν βασιλέα Ἀσσυρίων, λέγων· ∆οῦλός σου, καὶ υἱός σου ἐγώ· ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ. Καὶ ἔλαβεν Ἀχὰζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς αὐτοῦ, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα· καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη εἰς ∆αμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν.» «∆όμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.» «∆όσις λαθραία ἀνατρέπει ὀργάς.» «Ἄνδρα ἱλαρὸν καὶ δότην ἀγαπᾷ ὁ Θεός.» «Ἐν πάσῃ δόσει ἱλάρυνον τὸ προσωπόν σου.» Τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Τὸ φιλότιμον, εὐκλεὲς, καὶ τὸ μὴ τοιοῦτον, κατεσκωμμένον.

ΤΙΤΛ. Ιʹ. –Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φειδωλίας νοσοῦντες, κινδύνοις περιπίπτουσιν.

«Εἶπε Γεδεὼν τοῖς ἀνδράσι Σοχώθ· ∆ότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσιν. Καὶ ἰδοὺ διώκων ἐγὼ ὀπίσω τοῦ Ζεβεὲ, καὶ Σαλμανὰ βασιλέων Μαδιάμ. Καὶ εἶπαν οἱ ἄρχοντες Σοχώθ· Μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους; Καὶ εἶπεν· Οὐχ οὕτως. ∆ιὰ τοῦτο ἐν τῷ παραδοῦναι Κύριον τὸν Ζεβεὲ καὶ Σαλμανὰ ἐν τῇ χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου. Καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ, καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως. Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ, ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοχώθ. Καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουήλ· Ἂν ᾖ ἐπιστροφή μου μετ' εἰρήνης, καὶ καταστρέψω τὸν πύργον τοῦτον. Καὶ ἀνέστρεψε Γεδεὼν ἐκ τοῦ πολέμου, καὶ συνέλαβεν παιδάριον ἐκ τῶν υἱῶν Σοχὼθ, καὶ ἐπερώτησεν αὐτῷ· καὶ ἀπεγράψατο τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. Καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοχὼθ, καὶ εἶπεν· Ἰδοὺ Ζεβεὲ καὶ Σαλμανὰ, δι' οὓς ὠνειδίσατέ με, λέγοντες· Μὴ χεὶρ Ζεβεὲ καὶ Μαδιὰμ ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλελυμένοις ἄρτους; Καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ τὰς ἀκάνθας τῆς ἐρήμου, καὶ κατέξανεν ἐν αὐταῖς τοὺς ἄνδρας Σοχώθ· καὶ τὸν πύργον Φανουὴλ κατέστρεψεν, καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.» «Ἀνεπήδησεν, καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ ∆αβίδ· Τίς ∆αβὶδ, καὶ τίς υἱὸς Ἰεσσαί; Σήμερον πεπληθυσμένοι εἰσὶν οἱ παῖδες, ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ· καὶ λήψομαι τοὺς ἄρτους μου, καὶ τὸν οἶνόν μου, καὶ τὰ θύματά μου, ἃ τέθεικα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσίν;» «∆ώρων ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν.» «Ἔστιν ἀῤῥωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ· καὶ ἀπολεῖται ὁ πλοῦτος αὐτοῦ ἐκεῖνος ἐν πειρασμῷ πονηρῷ.» «Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τῶν ἀνθρώπων· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμεῖ· καὶ ὅτι οὐκ ἐξουσιάζει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ' αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν.» «Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ· καὶ καταλείψει αὐτὰ ἑτέροις, καὶ ἀποθανεῖται.» «Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ, συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. Ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθός; Τέκνον, καθόσον ἔχεις, εὖ ποίει σεαυτῷ.» «Πονηρῷ ἐπ' ἄρτῳ διαγογγύσει πόλις.

ΤΙΤΛ.

ΙΑʹ. –Περὶ φιλαιτίου καὶ φιλεγκλήμονος.

«Ὁ ἐγκαλῶν ἀδίκως, οὐ διαφεύξεται.» «Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν.»

ΤΙΤΛ.

ΙΒʹ. –Περὶ φθόνου καὶ ζήλου.

«Ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν ∆αβὶδ, καὶ ἔλεγον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ. Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ, καὶ εἶπεν· Τῷ ∆αβὶδ ἔδωκαν τὰς μυριάδας, κἀμοὶ τὰς χιλιάδας. Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν ∆αβὶδ ἀπὸ ἡμέρας ἐκείνης.» «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμήσῃς τῶν βρωμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει.» «Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.» «Σκληρὸς ὡς ᾅδης ζῆλος.» «Φθόνῳ τετηκότι οὐ συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνεῖ σοφίᾳ.» «Βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά.» «Ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα;» «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Ἀπὸ τῶν ζηλούντων κρῦψον τὴν βουλήν σου.» «Τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· καὶ ἐὰν εὖ ποιήσῃ ἐν λήθῃ, οὐχ ἑκὼν ποιεῖ· καὶ ἐπ' ἐσχάτων ἐκφαίνεται τὴν κακίαν αὐτοῦ.» «Πᾶς ἁμαρτωλὸς, καὶ φθονερὸς, καὶ δίγλωσσος ἀτιμίαν ἕξει.» «Ἄλγος καρδίας καὶ πένθος καρδίας, γυνὴ ἀντίζηλος ἐπὶ γυναικί.» «Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σου.» «Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηνάριον συνεφώνησας;» «Ὅπου ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.» Φυλαξώμεθα, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου· μὴ κοινωνοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρεθῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τιμωρίαν ἐκφεύξεται; Φθόνου γὰρ πάθος οὐδὲν ὀλεθριώτερον ψυχαῖς ἀνθρώπων ἐμφυτεύεται. Ὥσπερ γὰρ ἰὸς σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι, οὕτως καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέφυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐπραγίας ὁ φθόνος. ∆ιόπερ οὐδέποτε ἀνίαι, οὐδὲ δυσθυμίαι τὸν βάσκανον ἀπολείπουσιν. Εὐφόρησεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ τὸν βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσιν; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλγηδόνος ἐστὶ τῷ βασκάνῳ. Ἀνδρεῖός τίς ἐστι, καὶ εὐεκτεῖ; ταῦτα πλήττει τὸν βάσκανον. Ἕτερος χαριέστερος τῇ μορφῇ; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερέχει, ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται; καὶ ζηλοῦται. Ἄλλος πλουτεῖ, καὶ φιλοτιμεῖται λαμπρῶς ἐν ἐπιδόσει καὶ κοινωνίᾳ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαινος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐτοῦ τύπτοντα τὴν καρδίαν. Καὶ τὸ χαλεπὸν τῆς νόσου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται, ἀλλὰ κύπτει μὲν, κατηφής ἐστι, καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ. Ἐρωτώμενος δὲ τὸ πάθος ἐρυθριᾷ δημοσιεῦσαι τὴν συμφοράν. Οὐ δύναται γὰρ λέγειν· ὅτι Βάσκανός εἰμι, καὶ πικρῶς ἐπιτρίβει με τὰ τοῦ πλησίου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν ὀδύρομαι, καὶ οὐ φέρω τὴν θέαν τῶν ἀλλοτρίων κα λῶν, ἀλλὰ συμφορὰν ποιοῦμαι τὴν τῶν πλησίον εὐημερίαν· ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχουσαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσαν. Οὐκοῦν οὐχὶ ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμακον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλεξιτήριον, ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστόνην, εἴ που τινὰ ἴδοι καταπεσόντα τῶν φθονουμένων. Τότε σπένδεται, καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ τὸν βασκαινόμενον, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συνδακρύει. Τὸ παιδίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκωμίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ συμπαθὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον, οὐκ ἂν αὐτῷ περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέντοι πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν βασκαίνει τῷ τεθνηκότι. Τί οὖν ἂν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; φθορὰ τῆς ζωῆς, λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαίμονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Καὶ οὐχ ὁ φθόνος, δι' οὗ καὶ θεομάχος φανερῶς ἀπηλέγχθη; ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ τοσαύτῃ μεγαλοδωρεᾷ εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβόλου, καὶ φθόνον, καὶ φόνον παρ' αὐτοῦ διδαχθείς. Τί οὖν ἐποίησεν; Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύθη πρὸς ζῆλον, καὶ ἀνεῖλεν τὸν τιμηθέντα, ἵνα καθάψηται τοῦ τιμήσαντος. Πρὸς γὰρ τὴν θεομαχίαν ἀδυνατῶν, εἰς ἀδελφοκτονίαν μετέπεσεν. Φύγωμεν, ἀδελφοὶ, νόσον θεομαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμφορὰν ἀλογωτάτην. Οἱ κύνες τρεφόμενοι ἡμεροῦνται, οἱ λέοντες χειροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαίνονται. ∆ιὰ τί [ὁ Σωτὴρ] ἐφθονεῖτο; ∆ιὰ τὰ θαύματα. Τίνες δὲ ἦσαν αἱ θαυματοποιΐαι; Σωτηρία τῶν δεομένων. Ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο. Ἠγείροντο οἱ νεκροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο. ∆αίμονες ἐξηλαύνοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβουλεύετο. Λεπροὶ ἐκαθαρίζοντο, καὶ χωλοὶ περιεπάτουν, καὶ κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον, καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο καὶ τὸ τελευταῖον θανάτῳ παραδέδωκαν τὸν τὴν ζωὴν χαρισάμενον, καὶ ἐμαστίγουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκαζον τὸν κριτὴν τοῦ κόσμου. Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύθης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος. Καὶ ἐν τῷ ἔθνει μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συνηθεστάτοις, τοῖς γείτοσι καὶ ὁμοτέχνοις, καὶ τοῖς ἄλλως οἰκείοις, πά λιν καὶ ἡλικιώταις, καὶ συγγενέσι, καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς λυπούμενος ἠλάττωσέν ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυτὸν μέντοι προσανήλωσεν, ταῖς λύπαις κατατηκόμενος. Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρεμα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κολάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέρησις βασιλείας. Τοὺς φθονερούς τινες οἴονται καὶ δι' ὀφθαλμῶν μόνον τὴν νόσον ἐμβάλλειν. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι. Ἐκεῖνο δέ φημι· Οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ οἰκεῖον κέχρηνται βούλημα, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Φύγωμεν οὖν κακὸν ἀφόρητον, ὃ φύσει ἐστὶ δίδαγμα δαιμόνων. ∆ῆλοι δέ πως καὶ αὐτῷ τῷ προσώπῳ καθεστήκασιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὀφρὺς συμπεπτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας δικαστήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα· θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον τὸν σώφρονα, τὸν δίκαιον ἀπηνῆ, κακουργὸν τὸν φρόνιμον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον διαβάλλουσιν, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον, πάλιν τὸν οἰκονομικὸν φειδωλὸν, καὶ ὅλως πάντα τὰ τῆς ἀρετῆς εἴδη οὐκ ἀπορεῖ παρ' αὐτοῖς ὀνόματος, ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Ἴδιον κακὸν τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν, λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν, ὁ δὲ φθονῶν, τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά. Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος αἰσχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν, τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ' οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυπεῖται τῇ σῇ εὐπορίᾳ. Μὴ τοίνυν ἐμπέσῃς εἰς τὴν παγίδα τοῦ διαβόλου. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ' αἶσχος μέγα. Ὑψοῦ βάδιζε, τὸν φθόνον δ' ἔα κάτω. Τί ἂν γένοιτο τῶν βασκάνων ἐλεεινότερον; Ἐξὸν καὶ χαίρειν, καὶ κερδαίνειν διὰ τὴν χαράν· οὗτοι καὶ λυπεῖσθαι αἱροῦνται μᾶλλον ἐπὶ ταῖς ἑτέρων εὐδοκή σεσιν, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον. Ὦ φθόνος πάθους πεπληρωμένος! ὦ φθόνος, πῦρ μὴ σβεννύμενον! ὦ φθόνος, ἐπὶ τὸν φθονοῦντα τὴν βλάβην ἄγων! Καὶ καθάπερ ὁ σκώληξ τὸ ξύλον διαφθείρει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθονούμενον λαμπρότερον κατασκευάζει. Ἀμήχανον ἐν εὐπραγίαις φθόνον διαφυγεῖν. Οὐδὲν μιαρώτερον τοῦ ἐπὶ ταῖς ἀλλοτρίαις εὐημερίαις δάκνεσθαι, διαπρίεσθαι, καὶ τήκεσθαι. Οὐδὲν χαλεπώτερον, οὐδὲν ἀθλιώτερον τοῦ ἐπισπᾶσθαι τῆς βασκανίας τὸ πάθος, καὶ καταδαπανᾶσθαι τῷ ζήλῳ καὶ τῷ φθόνῳ. Λέγεις, ἐξ ὅλης τὸν Θεὸν παρακαλεῖς καρδίας ῥυσθῆναι ἀπὸ τῶν τῆς ἡδυπαθείας ἐνθυμημάτων καὶ παθῶν· οὐκοῦν τὸν αὐτὸν τρόπον ὁλοψύχως τὸ κρεῖττον ἱκέτευε, ἀπαλλαγῆναι βασκανίας καὶ φθόνου· πλέον γὰρ εἰς τοῦτο νεύεις τὸ ἐπάρατον πάθος.

ΤΙΤΛ.

ΙΓʹ. –Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ τινα ἑαυτὸν δικαιοῦν ἢ ἐπαινεῖν.

«Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος.» «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.» «Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ.» «Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν.» «Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· οἱ λέγοντες, Πόῤῥω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Οὕτως καπνὸς θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.» «Ἰδοὺ γέγραπται ἐναντίον μου, οὐ μὴ σιωπήσω ἕως ἂν ἀποδῶ, καὶ ἀνταποδώσω εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν, καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος.» «Οὐχὶ ὁ ἑαυτὸν συνιστάμενος, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν.» «Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς.» Πάντες ἐσμὲν εὐσεβεῖς, ἐξ ἑνὸς τοῦ καταγινώσκειν ἀλλήλων ἀσέβειαν. Οἱ τῶν μὲν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταί. Οἱ ἑαυτῶν μόνον ἕνεκα πάντα πράττοντες, φιλαυτίαν τὸ μέγιστον τῶν κακῶν ἐπιτηδεύουσιν. Ὃ ποιεῖ τὸ ἄμικτον, τὸ ἀκοινώνητον, τὸ ἄφιλον, τὸ ἄδικον, τὸ ἀσεβές. Τὸν γὰρ ἄνθρωπον ἡ φύσις κατεσκεύασεν, οὐχ ὡς τὰ μονωτικὰ θηρία, ἀλλ' ὡς ἀγελαῖα, καὶ σύννομα, καὶ κοινωνικὰ, ἵνα μὴ ἑαυτῷ μόνῳ ζῇ, ἀλλὰ καὶ πατρὶ καὶ μητρὶ, καὶ ἀδελφοῖς, καὶ γυναικὶ, καὶ τέκνοις, καὶ ἄλλοις συγγενέσι, καὶ φίλοις, καὶ δημόταις, καὶ φυλέταις, καὶ πατρίδι, καὶ ὁμο φύλοις, καὶ πᾶσιν ἀνθρώποις· ἔτι μέντοι καὶ τοῖς μέρεσι τοῦ παντὸς, καὶ τῷ ὅλῳ κόσμῳ, καὶ πολὺ πρότερον τῷ Θεῷ καὶ Ποιητῇ. ∆εῖ γὰρ εἶναι, εἴ γε ὅλως ἐστὶ λογικὸς, κοινωνικὸν, φιλόκοσμον, φιλόθεον, ἵνα γένηται καὶ θεοφιλής. Ὦ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης.

ΣΤΟΙΧΕΙΟΝ Χ.

ΤΙΤΛ.

Αʹ. –Περὶ χαρισμάτων καὶ δωρημάτων τοῦ Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ

ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος, καὶ ὡς ἀσύγγνωστα πταίουσιν οἱ τὴν χάριν

τοῦ Θεοῦ δώροις καὶ χρήμασι κτᾶσθαι νομίζοντες.

«Ἀπεκρίθη Ἰωάννης, καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.» «Ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» «Ἰδὼν Σίμων, ὅτι διὰ τῆς χειρὸς τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· ∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖράς μου, λαμβάνῃ Πνεῦμα ἅγιον. Εἶπε δὲ Πέτρος πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ.» «Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα.» Κηδόμενος ὁ Θεὸς ἐπιπλέον τῶν εὐεργετημάτων, οὐ παρ' αὐτὰ ἔστιν ὅτε ἐπιμετρεῖ καὶ ἐπομβρεῖ τὰ τῆς δωρεᾶς συμφερόντως, ἵνα μὴ μείζονι κολάσει ὑπεύθυνοι γένωνται οἱ πατήσαντες τὰς θείας χάριτας, ἠγνοηκότες τὸ μέγεθος αὐτῶν, τῷ ἐξ ἑτοίμου τετυχηκέναι αὐτῶν. Ἃ χαρίζεται ὁ Πατὴρ, διακονοῦντος τοῦ Υἱοῦ, ὑφιστῶντος τοῦ Πνεύματος, οὐχ ὡς δυνατὸν τῇ μεγαλειότητι τῆς θεότητος, ἀλλ' ὡς συμφέρει τοῖς λαμβάνουσιν.

ΤΙΤΛ. Βʹ. –Περὶ χαιρεκακίας, καὶ τῶν ἀποδεχομένων πονηρὰ, καὶ ἀτιμαζόντων τὸν δίκαιον.

«Συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.» «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν,» καὶ τὰ λοιπά. «Οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.» «Οἱ εὐλογοῦντες τὸν δίκαιον κληρονομήσουσι γῆν.» «Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν.» «Ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον.» «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ.» «Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστι, ἐπικατάρατος ἔσται, καὶ μισητὸς εἰς ἔθνη.» «Ὦ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διατροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης.» «Φιλαμαρτήμων χαίρει μάχαις.» «Ἐκζητοῦντα κακὰ καταλήψεται αὐτόν.» «Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά.» «Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· ∆ήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.» «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» «Τέκνον, ἐν τοῖς ἀγαθοῖς μὴ δὸς μῶμον.» «Οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετὸν, καὶ οὐ καθῆκον δοξάσαι ἄνδρα ἁμαρτωλόν.» Προδοσία τῆς ἀληθείας ἐστὶ, καὶ ἐθισμὸς πρὸς διαφθορὰν ἡ τῶν πονηρευομένων ἀποδοχή. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσιν· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν ἐπαινοῦσιν· τὸν ἄσωτον ἐλεύθερον· τὸν πονηρὸν καὶ ἀσελγῆ ἀπολαυστικὸν, ἔτι καὶ ἀνειμένον· καὶ ἅπαξ ἁπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὁρίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν ἑαυτῶν τῇ ζωῇ, καὶ ἀποδίκους ἑαυτοὺς τῇ αἰωνίᾳ κρίσει, δι' ὧν ἀποδέχονται, καθιστῶσι. Ἐπιμελέστερον ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἄνθρωπον ἢ λόγον δικαιώσωμεν κατὰ τὴν πρὸς ἡμᾶς χάριν, προσαχθέντες αὐτῷ τῇ συγκαταθέσει. Κἄν τις βούληται κατηγορεῖν, μὴ τὸ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι. Ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι. Οὐ τὸ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει τινὰ κόλασιν, οὐ τὴν τυχοῦσαν ἡμῖν· καὶ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, αὐ τῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν. Τοῦ γὰρ ἁμαρτάνειν, τὸ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας πολὺ μεῖζον εἰς κολάσεως λόγον. Καὶ μάλα εἰκότως· διεφθαρμένης γάρ ἐστι γνώσεως, καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος. Ὁ γὰρ ἐπαινῶν πονηρίαν, ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν, ὥστε εἰκότως τοῦτο ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἐνομοθέτησεν. ∆ιὰ τοῦτο οὐχὶ τὰ φαῦλα πράττοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς, ἢ χαλεπωτέρας ἐκείνοις κοινωνοῦσι κολάσεως. Ψέγειν τὸν ἀνεπίληπτον, εἰς Θεὸν ἁμαρτία. Ἐπίτασις κακίας, τὸ μὴ μόνον αὐτὸν ἁμαρτάνειν, ἀλλὰ καὶ συνηγορεῖν αὐτοῖς.

ΤΙΤΛ.

Γʹ. –Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων.

«Ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐπορνεύθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ. Καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.» «Γνοὺς δὲ Αὐνὰν, ὅτι οὐχ αὑτῷ ἔσται τὸ σπέρμα, καὶ ἐγένετο ὅταν εἰσῆλθεν πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν, τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.» «Ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς· καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εὐφραθᾶ, καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ, υἱοὺς Ἱεροβαὰλ οʹ ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωθὰν υἱὸς Ἱεροβαὰλ ὁ νεώτερος, ὅτι ἐκρύβη.» «Ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ, καὶ ἐξήγαγεν αὐτὴν πρὸς τοὺς ἔξω· καὶ ἔγνωσαν αὐτὴν, καὶ ἐνέπαιξαν αὐτὴν ὅλην τὴν νύκτα ἕως πρωΐ· καὶ ἐξαπέστειλαν αὐτὴν, καὶ ἀνέβη τῷ πρωΐ, καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσεν παρὰ τὰς θύρας τοῦ πυλῶνος τοῦ οἴκου, οὗ ἐκεῖ ὁ ἀνὴρ αὐτῆς, ἕως οὗ διαφαύσῃ. Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τῷ πρωΐ, καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθεν τοῦ πορευθῆναι εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ ἡ παλλακὴ αὐτοῦ ὑποπεπτωκυῖα παρὰ τὰς θύρας, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. Καὶ εἶπεν αὐτῇ· Ἀνάστηθι, καὶ ἀπέλθωμεν. Καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. Καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον, καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. Καὶ ἐλθόντες οἱ ἄνδρες ἠρώτησαν, ποῦ ἐγένετο ἡ πονηρία αὕτη. Καὶ ἀπεκρίθη ὁ Λευΐτης, ὁ ἀνὴρ αὐτῆς τῆς πεφονευμένης γυναικὸς, καὶ εἶπεν· Εἰς Γαβαὰ τοῦ Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι. Καὶ ἀνέστησαν ἐπ' ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτὸς, καὶ ἐμὲ ἠθέλησαν φονεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ ἀπέθανε. Καὶ ἐκράτησα τὴν παλλακήν μου, καὶ ἐμέλισα αὐτὴν, καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ἰσραήλ. Καὶ ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλήν. Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· Οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ.» «Εἶπον πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην· ∆ιάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. Καὶ εἶπεν πρὸς αὐτοὺς Ναάς· Ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν τὸν ὀφθαλμὸν δεξιόν· καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. Λέγουσιν αὐτῷ· Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· Ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.» «Εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ' αὐτόν· Προσαγάγετε, καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ ∆αβὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τῷ ὠτίῳ μου.» «Ἐπελάβετο τῆς ἀδελφῆς αὐτοῦ ὁ Ἀμνὼν, καὶ εἶπεν αὐτῇ· ∆εῦρο κοιμήθητι μετ' ἐμοῦ. Καὶ εἶπεν αὐτῷ· Μὴ, ἀδελφέ μου, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην. Καὶ οὐκ ἤκουσεν αὐτῆς, καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν, καὶ ἐταπείνωσεν αὐτὴν, καὶ ἐκοιμήθη μετ' αὐτῆς. Καὶ μετὰ τοῦτο ἐμίσησεν αὐτὴν Ἀμνὼν μίσος μέγα σφόδρα. Καὶ εἶπεν αὐτῇ Ἀμνών· Ἀνάστηθι, καὶ πορεύου. Καὶ εἶπεν αὐτῷ Θάμαρ· Μὴ, ἀδελφὲ, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν πεποίηκας μετ' ἐμοῦ, ἐξαποστεῖλαί με· καὶ οὐκ ἤκουσεν Ἀμνὼν τῆς φωνῆς αὐτῆς.» «Ἐποίησεν Ἀβεσαλὼμ ποτὸν, καὶ ἐνετείλατο τοῖς παιδαρίοις αὐτοῦ, λέγων· Ἴδετε, καὶ ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ, καὶ εἴπω πρὸς ὑμᾶς· Πατάξατε αὐτὸν, καὶ θανατώσατε αὐτὸν, μὴ φοβηθῆτε. Καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσαλὼμ τῷ Ἀμνὼν, καθὼς ἐνετείλατο αὐτοῖς.» ∆ιὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· Ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίαν, καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.»

ΤΙΤΛ. ∆ʹ. –Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.

«Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.» «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον, καὶ ἐξανθήσει· καὶ ὑλοχαρήσει.» «Ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου, ὃν περιεποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι.» «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· ηὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.» «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» «Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Εὐλογήσουσι τὸν Θεὸν τὸν ἀληθινόν.» «Εὐλογήσει με ὁ λαός μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι.» «Ὑμεῖς ἐστε γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγέλλητε τοῦ ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἐλεημένοι, νῦν δὲ ἐλεηθέντες.» «Ἀγαπητοὶ, νῦν Θεοῦ τέκνα ἐσμὲν, καὶ οὔπω ἐφανερώθη, τί ἐσόμεθα. Οἴδαμεν δὲ, ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ἁψόμεθα αὐτὸν καθώς ἐστι.» Χριστιανὸς ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει, ἀλλὰ τῷ Θεῷ σχολάζει. Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδέν ἐστιν ἄλλο, ἢ τὸ μελετᾷν ἀποθνήσκειν. Καθόλου ὁ Χριστιανὸς ἠρεμίας, καὶ ἡσυχίας, καὶ γαλήνης, καὶ εἰρήνης οἰκεῖός ἐστιν. Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τῆς ψυχῆς τὸ φρόνημα.

ΤΙΤΛ.

Εʹ. –Ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν ἢ ἀνθρώπους.

«Ἐφοβήθησαν αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄῤῥενα.» «Ἀπεκρίθη Βαλαὰμ, καὶ εἶπεν τοῖς ἄρχουσι Βαλάκ· Ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα τοῦ Κυρίου τοῦ Θεοῦ, τοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου.» «Εἶπεν Ἀμεσίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλείονα τούτων. Καὶ διεχώρισεν Ἀμεσίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραῒμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν.» Σχόλ. Ἀμεσία τοῦ βασιλέως ἑκατὸν χιλιάδας μισθωσαμένου ἀπὸ Ἰσραὴλ, καὶ δεδωκότος ἑκατὸν τάλαντα ἀργυρίου, ὁ προφήτης Κυρίου ἐλθὼν, εἴρηκεν αὐτῷ μὴ λαβεῖν τοὺς μισθωθέντας εἰς συμμαχίαν ἐπὶ πόλεμον. Καὶ περιφρονήσας τῶν ἑκατὸν ταλάντων, Θεῷ ἐπείσθη, καὶ νίκην αὐτῷ ὑπακοὴ προεξένησεν. «Εἶπον οἱ πρεσβύτεροι πρὸς Σουσάνναν· Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κεκλεισμέναι, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς· καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν. ∆ιὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθ' ἡμῶν. Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. Καὶ ἀπεστέναξε Σουσάννα, καὶ εἶπεν· Στενά μοι πάντοθεν. Ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. Αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν. ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.» «Ἀπεκρίθησαν οἱ τρεῖς παῖδες τῷ βασιλεῖ, λέ γοντες· Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.» «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων. Φοβήθητε μᾶλλον τὸν δυνάμενον τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» «Ἀποκριθεὶς Πέτρος, καὶ οἱ ἀπόστολοι, εἶπον Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις.» «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἤμην.»

ΣΤΟΙΧΕΙΟΝ Ψ.

ΤΙΤΛ.

Αʹ. –Περὶ ψεύδους καὶ συκοφαντίας.

«Ἐκάλεσεν ἡ γυνὴ τοὺς ὄντας ἐν τῇ οἰκίᾳ αὐτῆς, καὶ εἶπεν αὐτοῖς, λέγουσα· Εἰσήνεγκεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε γὰρ πρός με λέγων, Κοιμήθητι μετ' ἐμοῦ. Καὶ ἐβόησα φωνῇ· ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου, καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ, ἐξῆλθεν ἔξω.» «Οὐ ψεύσεσθε, οὐδὲ μὴ συκοφαντήσῃ ἕκαστος τὸν πλησίον αὐτοῦ.» «Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.» «Ἐὰν καταστῇ μάρτυς ἄδικος κατὰ τοῦ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν, καὶ στήσονται δύο ἄνθρωποι, οἷς ἐστιν ἐν αὐτοῖς ἀντιλογία ἔναντι Κυρίου, καὶ ἔναντι τῶν ἱερέων, καὶ ἔναντι τῶν κριτῶν, οἳ ἂν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐξετάσουσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα· ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ· καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται.» «Ἐνετείλαντο νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθὲ ἐν ἀρχῇ τοῦ λαοῦ, καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ κατεμαρτύρησαν αὐτοῦ κατέναντι τοῦ λαοῦ λέγοντες· Ηὐλόγησεν Θεὸν καὶ βασιλέα. Καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανεν.» «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη δόλια.» «Λαλῶν ἄδικα, οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.» «Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δὲ αὐτὸς διώξεται ὄρνεα πτερωτά.» «Βδέλυγμα Κυρίου χείλη ψευδῆ.» «Ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδος θανάτου.» «Γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν.» «Μάταιον λόγον καὶ ψευδῆ μακρὰν ποίησον ἀπὸ σοῦ.» «Μάρτυς ψευδὴς ἀπολεῖται.» «Μὴ ἴσθι μάρτυς ψευδὴς ἐπὶ σὸν πολίτην.» «Ἧ συκοφαντία περιφέρει σοφὸν, καὶ ἀπολεῖ τὴν καρδίαν εὐτονίας αὐτοῦ.» «Στόμα τὸ ψευδόμενον ἀναιρεῖ ψυχήν.» «Ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» «Ἀναστάντες οἱ δύο πρεσβύτεροι ἐν μέσῳ τοῦ λαοῦ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν Σουσάννας. Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν. Εἶπαν δὲ οἱ πρεσβύτεροι· Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέλυσεν τὰς παιδίσκας, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου. Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσεν μετ' αὐτῆς. Καὶ ἐπίστευσεν ἡ συναγωγὴ τοῖς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκρινον αὐτὴν ἀποθανεῖν. Ἀνεβόησε δὲ Σουσάννα φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν.» «Μὴ ἀροτρία ψεῦδος ἐπ' ἀδελφῷ σου· μὴ φίλῳ τὸ ὅμοιον ποίει. Μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.» «Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος.» «Ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;» «Αἱρετὸν κλέπτης, ἢ ὁ ἐνδελεχίζων ψεύδει· ἀμφότεροι ἀπώλειαν κληρονομήσουσιν.» «Ἀνήρ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησαν κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός.» «Πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.» «Ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν.» Οὔτε ἐν δικαστηρίοις, οὔτε ἐν ταῖς ἄλλαις πράξεσιν ἐπιτήδειον τὸ ψεῦδος τοῖς τὴν ὀρθὴν ὁδὸν καὶ ἀληθῆ προελομένοις τοῦ βίου. Ἔσχατος ὅρος τῆς πονηρίας ἐστὶ τὸ ψεῦδος. Ἔοικέ πως ὁ λόγος, ἐπειδὰν ἅπαξ τῆς ἀληθείας παρενεχθῇ, εἰς πολλὰς καὶ ἐπικινδύνους ἀτοπίας ἐμφέρεσθαι. Ἡ τῆς ἀληθείας ἀπόπτωσις, ἀορασία ἐστὶ διανοίας καὶ τύφλωσις. Τὸ μὲν ἀληθὲς ἓν, τὸ δὲ ψεύδεσθαι πολυσχιδές. Τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν· ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν· οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν, ἀλλήλους ψευδόμενοι· τοὺς ὅρκους ἀνήλωσαν, εἰς τὸ ὀμνύειν καὶ μόνον τὸν Θεὸν ἐπιστάμενοι. Αἱ οὐκ ἀληθεῖς δόξαι διὰ μυρίων ψευδολογιῶν βαδίζουσαι, μίαν καὶ τὴν αὐτὴν τῆς ἑαυτῶν κατηχήσεως οὐκ ἔχουσι διήγησιν.

ΤΙΤΛ.

Βʹ. –Περὶ ψιθυριστῶν.

«Μολύνει τὴν ἑαυτοῦ ψυχὴν, ὁ ψιθυρίζων, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται.» «Ψίθυρον καὶ δίγλωσσον καταράσασθαι. Πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.» «Μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε.»

ΣΤΟΙΧΕΙΟΝ Ω. Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου ἡμῶν· καὶ ὅτι χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς αὐτὴν, καὶ ἐν ᾧ δεῖ λαμβάνειν τὴν μετάστασιν.

«Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον;» «Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν τῇ χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτω ἀπελεύσεται. Καὶ τίς ἡ περισσεία αὐτοῦ ᾗ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει, καὶ ἐν πένθει, καὶ ἐν παροξυσμῷ, καὶ θυμῷ πολλῷ, καὶ ἀῤῥωστίᾳ, καὶ χολῷ.» «Πατέρες ἡμῶν καὶ οἱ προφῆται ποῦ εἰσι; μὴ τὸν αἰῶνα ζήσονται;» «Μία πάντων εἴσοδος εἰς τὸν κόσμον, ἔξοδός τε ἴση.» «Ἐν πᾶσι τοῖς ἔργοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσῃς.» «Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐκ ἀπεκαλύφθη σοι.» «Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραίνων.» «Μὴ εὐλαβοῦ κρῖμα θανάτου. Μνήσθητι προτέρων σου καὶ ἐσχάτων· τοῦτο κρῖμα παρὰ Κυρίου πάσῃ σαρκί· καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; Εἴτε δέκα, εἴτε ἑκατὸν, εἴτε χίλια ἔτη· οὐκ ἔστιν ἐν ᾄδῃ ἐλεγμὸς ζωῆς.» «Ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.» «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι. Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξουσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκῆτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Προσήκει τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλμοῖς ἔχειν τὴν τελευτήν. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται, ἡνίκα ἂν ἐκλείπωσιν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ πάντοθεν καὶ θλίψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων, ὅτε τῷ πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμήχοντος, καὶ στενάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ, ὡς παραφροσύνη καταφρονήσεται. Ἴσως καὶ ἰατρὸς ὑπισχνεῖται ὥρας, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον· ὁ δὲ θάνατος παρέστηκεν· οἱ ἀπάγοντες κατεπείγουσιν. Τίς ὁ ἐξαιρούμενος; Θεὸς ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε; σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει; καλῶς γὰρ ἐχρήσω τῇ δεδομένῃ. Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ· ὁ ἐφεδρεύων τῷ κλήρῳ, ἕτοιμος, πάντα πρὸς τὸ αὐτοῦ χρήσιμον διοικούμενος. Ἄπρακτος ὁ ποιῶν τὰ βουλεύματα. Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε εἰρήνην, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύσω τὴν ἐντολήν· ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος, κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ, μήτε γράμματι σημᾶναι τὴν γνώμην. ∆ιδάσκει ἡμᾶς ὁ Κύριος, μὴ καταμελεῖν τῶν ἀναγκαίων, ἀλλὰ πρὸ καιροῦ παρεσκευασμένους τῆς ζωῆς τὰ ἐφόδια, ἐν τῇ ἑτοιμασίᾳ τῆς καρδίας ἀναμένειν τοῦ νυμφίου τὴν παρουσίαν. Αἱ φρόνιμοι γὰρ, φησὶ, παρθένοι διὰ τοῦ ἔχειν ἐν ταῖς λαμπάσι τὸ ἔλαιον, συνεισῆλθον τῷ νυμφίῳ· αἱ δὲ μωραὶ, διὰ τὸ ἀνέτοιμον αὐτῶν, τῆς χαρᾶς τοῦ νυμφῶνος ἠλλοτριώθησαν. Οὐ φιλοπονεῖς περὶ σεαυτὸν, ἄνθρωπε; Οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποτίθεσαι τὰς τοῦ μέλλοντος ἀναπαύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέψας, ὃς ἐν τῷ θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυρίζει· καὶ οὐχ ᾧ μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίαν παραπέμπει τὸν χρόνον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμείοις; Μακαρία ψυχὴ, ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα, ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθ' ἣν πᾶσα ἡ κτίσις περιστήσεται τῷ κριτῇ, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου, ὁ τοιοῦτος, ἢ οὐδὲν, ἢ παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόβου γίνεται. Ὧ δ' ἂν ἐναργὴς παρῇ τῶν ἀπαιτουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπίπτειν. Ἀνόνητα μεταγινώσκει τις ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώμων τῶν ἑαυτοῦ κριτὴς διὰ τὸ ἐκεῖ δικαστήριον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα, καλή τε καὶ θεοφιλὴς, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα σώματος ἐντεῦθεν ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὸν καλοῦ γενομένη, ὅτε τοῦ ἐπισκοτοῦντος ἀποκαθαρθέντος, ἢ οὐκ οἶδα ὅ τι καὶ λέγειν χρὴ, θαυμασίαν τινὰ ἡδονὴν ἥδεται, καὶ ἀγάλλεται, καὶ ἡδέως χωρεῖ πρὸς τὸν αὐτὸν δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφεύγουσα, καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ' ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην. Ἔκδεξαι τὴν διάλυσιν, ὥσπερ προθεσμίαν ἀναγκαίας ἐλευθερίας, καὶ τοῦ ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεσθαι, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα τοῦ βίου λύσις. Τὸ γῆρας ἦλθεν, ἔξοδον κήρυξ βοᾷ· Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Βίου τὸ κέρδος, ἐκβιοῦν καθ' ἡμέραν. Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς θείας Γραφῆς τῆς λεγούσης, διὰ θυρίδων εἰσεληλυθέναι τὸν θάνατον; Τὰς γὰρ αἰσθήσεις, δι' ὧν ἐκκαλύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξω πράγματα, τῶν κατὰ γνώμην ἀντιλαμ βάνεται, θυρίδας ἡ Γραφὴ προσηγόρευσεν· ἃς ὁδοποιεῖν τῷ θανάτῳ τὴν εἴσοδον ὁ λόγος φησίν. Ἑτοιμάζου πρὸς τὰ λυπηρὰ, καὶ κερδανεῖς τὰ πλείονα.

Ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον· ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόγις οὕτως ἐστὶν ἀρχή.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать