Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ ἐλεημοσύνης

De eleemosyna / О милостыне

ΟΜΙΛΙΑ Γʹ. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον

Αʹ. Μεγάλη τῆς ἐλεημοσύνης ἡ εὐεργεσία. Οὐδὲν ἄλλο ἐξισάζεται τῇ ἐλεημοσύνῃ. Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλεῖψαι ἁμαρτίας. ∆ιὰ τοῦτο καὶ ἡ θεία Γραφή φησιν· Ὁ ἐλεῶν πτωχῷ, δανείζει Θεῷ. Ἐὰν δανείσῃς ἀνθρώπῳ χρυσίον, δεσμεύει τοῖς τραύμασι καὶ τοῖς γράμμασιν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς, τοῖς πένησιν, καὶ ὁ Θεὸς προσκαλεῖ ἀποδοῦναι τὸ δάνειον. Ἂ ἐδάνεισας τῷ πένητι, σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας ἀποδιδοῖ λέγων· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἄνθρωπον ἐὰν δανείσῃς, οὐκ, ἔστιν ὅτε, ἀποδίδωσι δάνειον, οὐδὲ τὸ πρόσωπόν σου θέλει ἰδεῖν· ὁ Θεὸς δανεισάμενος ἀντὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, καὶ τῶν πενήτων, οὐκ ἀποδίδωσι τὸ δάνειον καὶ ἀποπέμπει, ἀλλὰ καὶ συγκληρονόμους ποιεῖ τοὺς δανειστὰς, λέγων· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πότε ἡτοίμασεν ὁ Κύριος; Πότε; ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες, 64.436 ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχοὺς περιετίθεις ἱμάτιον, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτε σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ἡτοίμαζον.

Βʹ. Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς. Οὐκ εἶπεν γὰρ, ὅτι Παρθενίαν δι' ἐμὲ ἐφυλάξατε· οὐδὲν τούτων εἶπεν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί· ἀλλὰ τῆς ἐλεημοσύνης ἔλαττον τυγχάνουσαι. Ἐφύλαξαν καὶ πέντε παρθένοι αἱ μωραὶ παρθενίαν· ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, ἔμειναν ἔξω τοῦ νυμφῶνος. Αἱ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην εἶχον· διὰ τοῦτο εἰσῆλθον εἰς τὸν νυμφῶνα. Αἱ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύλαξαν προσδοκῶσαι δι' ἐκείνης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, οὐδὲ ἐλεημοσύνην, οὐδ' ἕτερόν τι. ∆ιὰ τοῦτο καὶ ὁ Κύριός φησιν πρὸς αὐτάς· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. ∆ιὰ τοῦτο καὶ μωραὶ ἐκλήθησαν, ὅτι τὴν παρθενίαν μόνον ἐφύλαξαν, καὶ ἐλεημοσύνην οὐκ ἐποίησαν.

Γʹ. Ὥσπερ γὰρ ἐάν τις ἅψῃ λύχνον, καὶ μὴ ἐμβάλῃ τὸ ἔλαιον, σβέννυται· οὕτως καὶ ἐὰν κτήσηται παρθενίαν, καὶ μὴ τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης θρέψῃ τὸν πένητα, οὐδὲν ἐκέρδησεν. Μεγάλη τῆς ἐλεημοσύνης ἡ πραγματεία. Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμάτιον ἢ βόας, ἐπαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ἐνίοτε πεινᾷς καὶ διψᾷς. Καὶ ταῦτα πάντα ὑπομένων, μόλις δύνασαι τοῦ σκοποῦ τυχεῖν· καὶ ὅταν ἐπιτύχῃς, οὐχ ὡς θέλεις δώσει ὁ πωλῶν, ἀλλ' ὡς αὐτὸς ἀρέσκεται. Ὀμνύεις σὺ, Οὐκ ἀγοράζω τοσούτου· ὀμνύει ἐκεῖνος, Οὐκ ἐπιπράσκω τοσούτου. Καὶ γίνεται ἀνὰ μέσον ὑμῶν πρώτη ἁμαρτία, καθὼς εἶπεν Σολομὼν, ὅτι· Ἀνὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία. Ἀνάγκη γὰρ τὸν ἕνα ἐπιορκῆσαι, ἢ τοὺς δύο. Πολλάκις γὰρ οὔτε ὁ ἀγοράζων ἐνὶ ῥήματι, οὔτε ὁ πωλῶν. Καὶ ὅτε μετὰ τοσούτου κόπου κτῆσθαι ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές. Πολλάκις γὰρ πρὸ τοῦ φθάσαι

εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμον εὑρίσκεται, καὶ γίνεταί σοι διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις· οὐχ ὁδοιπορίας κόπον καὶ καύσωνος χαυνότητα, οὐ λύπην ἀποτυχίας· οὐδὲν τούτων. Ἀλλ' ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει· ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμα ἱματίου, καὶ λάβε βασιλείαν οὐρανῶν. Καὶ οὐ λέγω σοι πόσου, ἵνα μὴ ὑπερτίθῃ, πενίαν ἀναλαμβανόμενος. Ὅσου θέλεις ἀγόρασον τὸν παράδεισον ∆ὸς ἄρτον. Οὐκ ἔχεις ἄρτον; ∆ὸς ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος. Ὃ θέλεις δὸς, ὃ ἔχεις· πάντα δέχομαι. Μόνον ἀγόρασον τὸν παράδεισον. Μίμησαι τὴν

64.437 χήραν ἐκείνην τὴν θαυμαστὴν, ἥ τις δράκα ἀλεύρου ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐρανῶν. Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτὰ καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίῳ, καὶ ἠγόρασεν τὸν παράδεισον.

∆ʹ. Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον. ∆ὸς τῷ πένητι, καὶ κτῆσαι τὸν Θεὸν χρεωστήν. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Καὶ πότε, φησὶν, ἀποδιδοῖ ὁ δανεισάμενος; Πότε; Ὅτε ἀφιεὶς τὰ χρήματα, τὰς οἰκίας, τὸν χρυσὸν, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἀπέρχῃ γυμνὸς, καὶ πάντα ἐγκαταλιπών· τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσιν. Πρόπεμψόν σου τὰ χρήματα ἐκεῖ, καὶ τότε σὺ ὕπαγε. Μὴ ἀναμένῃς τὸν χρυσὸν, μὴ τηρήσῃς αὐτά. Ἄδηλος ὁ βίος· οὐκ οἶδας πότε ἐξέρχῃ τοῦ βίου. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος. Οἵᾳ ὥρᾳ οὐ γινώσκεις καὶ προσδοκᾷς, πορεύῃ· καὶ τὰ χρήματά σου ὧδε μένει καὶ ἐκεῖ ἐπιθυμεῖς ῥανίδα ὕδατος, ἵνα βρέξῃς τὰ χείλη, καὶ ἄλλοι ὧδε καταμερίζονταί σου τὸν βίον.

Εʹ. Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν Ἀβραὰμ λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ, ἀπόστειλον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ αὐτοῦ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Οὗτος ὁ πλούσιος ὅτε ἦν ἐπὶ τῆς γῆς, πορφύραν ἐνεδιδύσκετο, βύσσον καὶ σηρικά· καὶ προήρχετο ὑπὸ ὀχήματος φερόμενος· οἱ ἵπποι αὐτοῦ ἔξασπροι, χρυσῷ καὶ ἀργύρῳ κεκαλλωπισμένοι, χρυσῷ δὲ τὰ σκέλη ἐμπεπηγμένοι. Παῖδες προτρέχοντες καὶ ἀκολουθοῦντες, μανιάκια χρυσᾶ περικείμενα, ψέλλια καὶ ὁρμίσκοι, καὶ ἁπαξαπλῶς ἐν μεγάλῃ φαντασίᾳ προήρχετο. Ἐν δὲ τῷ ἀρίστῳ αὐτοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοὶ, χῆνες, πορφυρίωνες, πέρδικες, περιστεραὶ, ὄρνεις, λαγωοὶ, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων· ἄλλοι ῥιπίζοντες σποδὴ μὴ μία ὑφίσταται αὐτοῦ τῇ κεφαλῇ· ἄλλοι ἀργυροῦς νιπτῆρας κατέχοντες, καὶ ὀθόνια καθαρὰ ἕτοιμοι παρεστήκεισαν, τὰ ἄκρα τῶν δακτύλων αὐτοῦ ἀποσμήχοντες, ἀνακειμένου αὐτοῦ. Καὶ βλέπε τὴν ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην.

ςʹ. Οἱ πάντες ἔκαμνον· αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν. Μετὰ δὲ τὸ ἐμπλησθῆναι αὐτὴν τῶν πολυτελῶν βρωμάτων, προετοιμάζονται αὐτῷ καὶ κλῖναι ἐλεφάντιναι, χηνόπλουμα, συνδόναι καθαραὶ καὶ τρυφεραί. Καὶ μὴ δυναμένου ἀφυπνῶσαι διὰ τὴν καρηβαρίαν αὐτοῦ, ἄλλοι τοὺς πόδας ψηλαφῶσιν, ἄλλοι τῆς οἰκίας φροντίζονται, τὰς θύρας καὶ τὰς θυρίδας φυλάσσοντες, μή που φωνὴ, μή που ζόφοι καὶ 64.440 τοῦτο διυπνίσουσιν. Τοιαύτη ἦν ἡ φαντασία τοῦ πλουσίου.

Ζʹ. Ἦν δέ τις πτωχὸς ὀνόματι Λάζαρος, καὶ ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου ἑλκόμενος, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ἔβλεπε γὰρ αὐτὸν ὁ πλούσιος, καὶ ἀπέστρεφε τὸ πρόσωπον αὐτοῦ, ἐβδελύσσετο, διέπτυσεν, παρέτρεχεν, μᾶλλον δὲ παρεβλέπετο. Οὐκ εἶπεν ὁ ἄθλιος, ὅτι Οὗτος ἄνθρωπός ἐστιν ὡς κἀγώ. Ἡ αὐτὴ χεὶρ τοὺς ἀμφοτέρους ἐδημιούργησεν, ὁμόφυλός μού ἐστι καὶ ὁμογενής. Οὐκ ἔκλινε τὸν λογισμὸν, οὐκ ἐμειλίχθη πρὸς τὴν εὐσπλαγχνίαν. Οὐκ ἠλέησεν τὸν ἐν τοσαύτῃ ἀσθενείᾳ βεβλημένον εἰς τὸν πυλῶνα αὐτοῦ. Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα περιῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι. Ὦ τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο. Καὶ ὁ πλούσιος, ὁ προσδοκῶν τὸ φοβερὸν κριτήριον παραστῆναι, τὸν πένητα οὐκ ἠλέησεν.

Ηʹ. Ἴδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξαν, τὴν τρυφήν; Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν; Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος· ἐκεῖνος ἐν τρυφερότητι διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος. Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν· οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ κατακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν. ∆εῦρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶνι ἐκείνῳ ἀμφοτέρου τὸ τέλος.

Θʹ. Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν πλούσιον, καὶ ἀπενεχθῆναι εἰς κόλασιν αἰώνιον. Ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους Ἀβραάμ. Καὶ ὑπάρχων ἐν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυόμενον εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ ἐγνώρισεν αὐτόν. Καὶ ἔκραξε λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποῦ ὁ πλοῦτος; ποῦ ὁ χρυσός, ποῦ ὁ ἄργυρος; ποῦ ἡ στέγη ἡ ἀργυρᾶ; ποῦ ἡ φαντασία τῶν παίδων; ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν ῥανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ; Ὦ ἄθλιε πλούσιε! Ὅτεεἰς τὸν πυλῶνά σου ἔκειτο ὁ Λάζαρος, γνωρίσαι αὐτὸν οὐκ ἤθελες· καὶ νῦν Λάζαρον ἐπιθυμεῖς εἰς 64.441 βοήθειαν; Ἐλέησόν με, ἀνωφελὴς λοιπὸν ἡ ἱκεσία σου. Παρῆλθεν ὁ καιρὸς τοῦ ἐλέους. Ἐκεῖ λοιπὸν οὐκ ἔστιν ἔλεος. Ἡ γὰρ κρίσις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος. Τί ἐπιθυμεῖς ἔλεος, ὅπερ σὺ ἐπὶ γῆς οὐκ ἐκτήσω; Ἐλέησόν με, πάτερ Ἀβραὰμ, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποίῳ δακτύλῳ, ὦ πλούσιε; ὃν σὺ φαγεῖν ἐπὶ τραπέζης οὐ κατεδέξω; Τότε κατανοῆσαι τὰς χεῖρας αὐτοῦ οὐκ ἤθελες, ἀλλ' ἐβδελύσσου, καὶ νῦν τῇ γλώσσῃ σου ἅψασθαι παρακαλεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ. Πῶς καλεῖς αὐτὸν πατέρα μὴ πράξας τὰ τοῦ υἱοῦ; Ἐκεῖνος πατὴρ τῶν ἐν φωτὶ διαγόντων ἐστίν. Οὐδεμία συμφωνία φωτὶ πρὸς σκότος. Μὴ καλέσῃς αὐτὸν πατέρα. Σὺ γὰρ κατὰ τὸν ἀνελεήμονά σου τρόπον, υἱὸς σκότους καὶ γεέννης ὑπάρχεις. Πῶς δὲ καλεῖς αὐτὸν πατέρα, τὸν υἱὸν αὐτοῦ Λάζαρον μὴ ἐλεήσας;

Ιʹ. Ὁ δὲ πατριάρχης οὗτος ὁ μέγας οὐκ ἐμάλλαξεν αὐτὸν τῇ ὀδύνῃ· οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις· οὐκ ἠρνήσατο τὴν φύσιν τὴν ἀνθρωπίνην. Ἀλλὰ πραείᾳ τῇ φωνῇ καὶ ἱλαρὸς τῷ προσώπῳ ἀπεκρίνατο, λέγων· Τέκνον, ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐπὶ τῆς γῆς, καὶ Λάζαρος τὰ κακά. ∆ιὰ τοῦτο οὗτος ἐνταῦθα ἀναπαύεται, καὶ σὺ ὀδυνᾶσαι. Ὅμως χάσμα μέγα ἐστὶν ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, καὶ οὐδεὶς δύναται αὐτὸ περάσαι ἐξ ἡμῶν.

ΙΑʹ. Ἴδες τοῦ πλουσίου τὸ τέλος; ἴδες τῆς τρυφῆς τὸ πρόσκαιρον; Μὴ ἀναμείνῃς δοῦναι τὰ σὰ τοῖς πένησιν. Μηδέποτε τηρήσῃς εἰς τὴν αὔριον. Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Τί συντίθεις χρήματα; ἃ μετ' ὀλίγον μὴ θέλων καταλιμπάνεις, καὶ πορεύῃ λυπούμενος, καὶ ἐπιθυμεῖς ἐκεῖ ῥανίδα ὕδατος, καὶ ἄλλοι ἐνταῦθα καταμεριζόμενοί σου τὸν πλοῦτον, οὕτως μνήμην τοῦ ὀνόματός σου ποιοῦνται. Πολλάκις γὰρ καὶ οἱ κληρονόμοι σου ἀνασκάπτουσιν τὰ ὀστᾶ καταρώμενοί σου. Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. ∆ωρεάν σου παρέχων τὴν βασταγὴν ὁ ἐκεῖ πανδοχεύς. Ἐνταῦθα ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον ἐκ πόλεως εἰς πόλιν ἑτέραν, μισθοῦ σὰ κτήνη, μισθοφόρους καμήλους, ἡμιόνους, φύλακας ξιφήρεις ἐν τῇ ὁδῷ, μή τινες ἀλιτήριοι ἐπιῤῥίψαντες διαρπάξωνταί σου τὸν πλοῦτον. Εἰς ἐκεῖνον δὲ τὸν κόσμον, ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον, οὔτε κόπον ὑπομένεις, οὔτε μισθὸν ἀναλίσκεις, οὔτε ἐπηρίαν τινὰ ὑπομένεις, οὔτ' ἐξέρχῃ ἐκ τῆς οἰκίας, Ἀλλὰ σὺ κάθῃ ἐν τῇ πόλει ἐν πολλῇ ἀναπαύσει, καὶ ἔρχεται ὁ πένης εἰς τὴν θύραν σου, ζητῶν σου τὸν πλοῦτον μετενέγκαι εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Καὶ οὐ παραχωρεῖς αὐτῷ οἰκείᾳ σου προθέσει οὔτε ἕνα ὀβολόν; Ἀνάνευσον, ὦ ἄνθρωπε, εἰ θέλεις ἔχειν πλοῦτον ἀτελεύτητον. ∆ὸς εἰς τὰς χεῖρας τῶν πενήτων, καὶ εὑρήσεις 64.444 ἐκεῖ ξενίαν σοι ποιούμενον. Μὴ φοβηθῇς, ὅτι ἄποροί εἰσιν οἱ πένητες· ἐγγυητὴς πλούσιός ἐστι καὶ εὐγνώμων. Ὁ γὰρ ἐλεῶν πτωχῷ δανείζει Θεῷ.

ΙΒʹ. Φοβηθῶμεν τὴν ἡμέραν ἐκείνην, ἐν ἡμέρᾳ ᾖ ὁ οἰκοδεσπότης τοὺς ἐργάτας καλεῖ εἰς τὴν σπεῖραν τοῦ σίτου, καὶ συνάξει τὸν σῖτον εἰς τὰς ἀποθήκας, τὰ δὲ ἄχυρα κατακαύσει πυρὶ ἀσβέστῳ. Ὁ γὰρ οἰκοδεσπότης ἐστὶν ὁ Κύριος, οἱ δὲ ἐργάται εἰσὶν οἱ ἄγγελοι, οἱ συναγαγόντες τὸν κόσμον εἰς τὴν δίκην ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ἡμέρᾳ. Καὶ τοὺς μὲν δικαίους συνάξουσιν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς Κύριος, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον. Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥριμος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰωνίους σκηνάς. Μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ ἐλεημοσύνης

Φησὶν ἡ θεία Γραφὴ, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ὅρα τίνα χρεωφειλέτην κτῶνται οἱ ἐλεήμονες, πῶς μέγαν, πῶς εὔπορον. Ἀνθρώπῳ μὲν ἐὰν δανείσῃς ἢ χρυσίον, ἢ ἀργύριον, ἢ σῖτον, ποιεῖς γραμματεῖον, καὶ τὴν χεῖρα τὴν δεδομένην δεσμεύεις τοῖς γράμμασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο, ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς καὶ τῷ πένητι, καὶ ὁ Θεὸς προσκαλεῖται καὶ προσφωνεῖ ἀπολαβεῖν τὰ δάνεια, ἃ ἐδάνεισας τῷ πένητι· σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχὶ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας λέγων λέγει, καὶ ἐλάττων πολλοῖ. Ὁμοίως καὶ ὁ ἀγοράζων, ὀλίγον μὲν ἔρχεται διδόναι, περισσότερον δὲ ὁ πωλῶν· καὶ οὕτως εἰς μέσον τιμὴν στήσαντες τὰ σύμφορα πραγματεύονται.

Καὶ ὅτε μετὰ τοσούτου κόπου κτήσῃ ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές· πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμος εὑρέθη, καὶ γίνεται διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις, οὐχ ὁδοιπορίας κόπους, οὐ καύσωνα, οὐ χαυνότητα, οὐ λύπην ἀποτυχίας, οὐδὲν τούτων. Ἔσω καθημένου σου εἰς τὴν οἰκίαν, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει σοι· ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμον ἱμάτιον, καὶ λάβε βασιλείαν οὐρανῶν. Πλὴν οὐκ ἀναγκάζει σε διδόναι ὃ οὐκ ἔχεις, ἀλλ' ἐξ ὧν ἰσχύεις. Ἀλλὰ σὺ λέγεις μὴ θέλων ἀγοράσαι τὸν παράδεισον τοῦ Θεοῦ. Οὐκ ἔχω ἄρτον. ∆ὸς ἕνα ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος, δὸς ὃ θέλεις, δὸς ὃ ἔχεις· πάντα ὁ Χριστὸς δέχεται· μόνον ἀγόρασαι τὸν παράδεισον· μίμησαι τὴν χήραν ἐκείνην τὴν Σαραφθείαν, λέγων· Ἣ τὴν δρᾶκα ἀλεύρου ἔδωκε, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐκληρονόμησε· καὶ πάλιν ἄλλην χήραν τὴν ἐν τῷ Εὐαγγελίῳ μνημονευομένην, τὴν μηδὲν ἔχουσαν ἄλλο, εἰ μὴ δύο λεπτὰ μόνον, καὶ ταῦτα βαλοῦσα ἐν τῷ γαζοφυλακίῳ ἠγόρασε τὸν παράδεισον. Οὐ ζητεῖ ὁ Θεὸς ὄγκον χρημάτων, ἀλλὰ ψυχὴν ἐλεήμονα, καὶ καρδίαν εὐπροαίρετον. ∆ὸς πένητι, κτῆσαι τὸν Θεὸν χρεωφειλέτην· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ.

Καὶ πότε, φησὶν, ὁ δανεισάμενος ἀποδίδωσιν; Ὅτε ἀφῇς τὰ ἐνταῦθα ἅπαντα χρήματα, τὰς οἰκίας, τὸ χρυσίον, τὸ ἀργύριον, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἐκεῖ ἀπέρχῃ πάντα τὰ ἐνταῦθα καταλιπών· τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσι. Πρόπεμψόν σου τὰ χρήματα, μὴ περιμένῃς χρόνους, μὴ τηρήσῃς αὐτὰ, ἵνα μὴ ἀπολέσῃς τὴν αἰώνιον ζωήν. Ἄδηλος ὁ θάνατος, οὐκ οἶδας πότε ἔρχεται, οἵᾳ ὥρᾳ οὐ γινώσκεις ἐκπορεύῃ· καὶ σὺ μὲν ἐκεῖ ὑπάγεις, τὰ δὲ χρήματα ὧδε μένει, καὶ ἄλλοι τὸν πλοῦτόν σου καταμεριζόμενοι, οὐδὲ μνήμην τοῦ ὀνόματός σου ποιοῦσι· πολλάκις δὲ οἱ κληρονόμοι σου ἀνασκάπτουσί σου τὴν οὐσίαν, καὶ καταρώμενοί σε. Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν αἰῶνα τὸν ἀτελεύτητον, μήποτε εἰς τὸν τόπον ἀπέλθῃς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὡς πλούσιος διὰ Λάζαρον. ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· καὶ τὰ ἑξῆς. Ὅρα τί λέγει ὁ Ποιητὴς τοῦ κόσμου. Οὐ λέγει, Βασιλεὺς ἤμην, καὶ ἐφοβήθητέ με· οὐδὲ, Ἄρχων, καὶ ἐτιμήσατε· ἀλλὰ, Γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με.

Ὄντως οὐδὲν ἴσον τῆς ἐλεημοσύνης· πένης δαπανᾷ, καὶ ὁ Θεὸς ἀποδίδωσι. ∆ανεισάμενος ὁ Θεὸς ἀπὸ τῶν πενήτων καὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, οὐκ ἀποδίδωσι μόνον τὸ δάνειον, ἀλλὰ κληρονόμους αὐτοὺς ποιεῖ τοὺς δανειστὰς, λέγων· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ πότε, φησὶν, ἡτοιμάσθη; Ὅτε σὺ τοῖς πένησι τροφὰς καὶ ἐνδύματα παρεῖχες, ὅτε σὺ ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς 62.770 μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ εἰς τὸν οἶκόν σου ὑπεδέχου, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου· ὅτε σὺ ταῦτα ἐποίεις, ἐγώ σοι ταύτην τὴν βασιλείαν ἡτοίμαζον. Ὅταν μέλλῃς ἐξέρχεσθαι τοῦ βίου, μὴ περιμένῃς τὴν ξενίαν αὐτῆς· οἰκοδεσπότης προσυπαντᾷ σοι λέγων·

∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, πῶς οὐδεμία ἀρετὴ συγκρίνεται αὐτῇ ἢ προτιμᾶται. Οὐκ εἶπε γὰρ, ὅτι Παρθενίαν ἐφυλάξατε, ἢ ὅτι δι' ἐμὲ ἐνηστεύσατε· οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ μόνον, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη δὲ καὶ ἡ νηστεία, καὶ ἡ παρθενία, καὶ αἱ λοιπαὶ ἀρεταὶ, ἀλλ' οὐδὲν ἴσον τῆς ἐλεημοσύνης. Πρόπεμψόν σου τὸν κόσμον εἰς τὸν ἐκεῖ κόσμον τὸν ἀτελεύτητον, καὶ εὑρήσῃ ἐν τῷ αἰῶνι ἐκείνῳ ταῦτα, ἅπερ ἐνταῦθα παρέχεις, καθὼς καὶ ὁ Κύριος λέγει· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν', ὅταν ἐκλίπητε, ὑμᾶς δέξωνται εἰς τὰς αἰωνίους σκηνάς. Ὦ φιλία ∆εσπότου, ἡ ἀσυνεσία πλουτούντων· αὐτὸς παρακαλεῖ, καὶ ὁ πλούσιος ὀδυνᾶται. Οὐ συνίης, ἄνθρωπε, τί ἐστι πρόνοια Θεοῦ; οὐκ ἠδύνατο δοῦναι καὶ τῷ πένητι χρήματα ὅσα δέδωκέ σοι, καὶ σὲ πλουτίσαι κἀκεῖνον Θεός; οὐκ ἠδύνατο ὄμβρους χρυσίου κατενέγκαι, καὶ τοὺς πένητας πλουτίσαι; μή σε ἔχει τιμῆσαι ὁ Θεὸς διὰ τὸν πλοῦτον; Νόησον τί σε μέλλει γενέσθαι· βλέπε ἐν τῷ τάφῳ τὰ γεγυμνωμένα ὀστᾶ· τί διαφέρεις ἐκεῖ πλούσιος, ἢ πένης; οὐ πάντες τέφρα; οὐ πάντες κόνις; ποῦ ἐκεῖ βασιλεύς; ποῦ ἄρχων; ποῦ δυνάστης; ποῦ πένης; ὄντως πάντες ἴσοι νεκροὶ, καὶ ὀστέα ἕρποντα, πλῆθος σκωλήκων.

Τί ὑπερηφανεῖς τὸν πένητα, τί βδελύσσῃ τὸν ἀσθενῆ; οὐ θεωρεῖ ὁ Θεὸς κἀκεῖνον, καὶ σέ; οὐκ ἔστι κἀκεῖνος ὁμοίωμά τι αὐτοῦ; Νόησον ὅτι αὐτὸν τὸν πένητα ὁ Θεὸς καλεῖ ἀδελφὸν, καὶ προτιμότερόν σου ποιεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὁ Θεὸς γὰρ ἄδικος οὐκ ἔστιν· οὐκ ἀποστερεῖ τὸν πένητα τὴν αἰώνιον ζωὴν, καὶ βασιλείαν τὴν ἐπουράνιον, εἴ γε ὑπομείνῃ τὴν πενίαν· σοὶ δὲ δύο παραδείσους οὐ δίδωσιν, ἐὰν μὴ προαναπέμψῃς ἐκ τοῦ Θεοῦ δοθέντων σοι χαρισμάτων. Ἐφ' ὅσον γὰρ, φησὶν, οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, οὐδ' ἐμοὶ ἐποιήσατε, ∆εῦρο τοίνυν, ἀκούσωμεν, καὶ πλήρωσον τὰς κοιλίας τῶν πενήτων ἐξ ὧν σοι ὁ Θεὸς ἐχορήγησεν, ἵνα εὕρῃς ἐκεῖ τὰς ἀποθήκας σου γεμούσας. Εἰ γὰρ μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἅπαξ, πόσῳ μᾶλλον μακαριώτατος ὁ ἐν αὐτῇ κατοικεῖν ἀξιωθεὶς εἰς τοὺς ἀτελευτήτους αἰῶνας; Μή μοι λέγε, ὅτι οἱ πένητες ἄποροί εἰσι, καὶ οὐκ ἔχουσί τί μοι δοῦναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ ἐγγυητὴς αὐτῶν πλούσιός ἐστι.

Μὴ γὰρ τοὺς πένητας ἀπαίτησαι, ὁ Θεὸς δοῦναί σοι ἐκεῖνος ἀποδίδωσι καὶ τοῖς πένησι τὰς δωρεὰς, ὁ ἐνταῦθα τὴν ζωὴν ἡμῶν κυβερνῶν, καὶ ἐκεῖθεν ἡμᾶς διασώσει, εἴ γε ποιῶμεν τὰ ἀρεστὰ αὐτῷ. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ· κατὰ τὴν προαίρεσιν, λέγει. Ὅπου γὰρ ἀγαθὴ προαίρεσις, ἐκεῖ δαψιλὴς χορηγία. Φοβηθῶμεν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἀποστελεῖ ὁ οἰκοδεσπότης εἰς τὴν **ρίαν τοῦ σίτου, καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ὁ γὰρ οἰκοδεσπότης ὁ Κύριός ἐστιν, οἱ δὲ θερισταί εἰσιν οἱ ἄγγελοι, ὁ σῖτος δὲ οἱ δίκαιοι, τὸ δὲ ἄχυρον οἱ ἁμαρτωλοί. Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥριμος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χρυσοστόμου περὶ ἐλεημοσύνης.

Πάλιν ἡμῖν παρὰ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδόθη καιρὸς τοῦ καταβαλεῖν ταῖς ὑμετέραις ἀκοαῖς τὰ τῆς ἐλεημοσύνης σπέρματα· πάλιν ἡμῖν ὁ Χριστὸς δέδωκε τὸν σπορέα μιμήσασθαι τὸν ἐπὶ τὴν καλὴν γῆν σπείροντα τὸν σπόρον αὐτοῦ, καὶ ἑκατονταπλασίονα κομισάμενον. Ἰδοὺ γὰρ τὸ τῶν χειρῶν ἐσάλπισε κήρυγμα· ἰδοὺ τὸ τῆς ἐλεημοσύνης θέατρον συνεκροτήθη. Καλείσθωσαν οὖν εἰς μέσον οἱ φιλόθεοι καὶ φιλότιμοι καὶ φιλοπένητες· καλείσθωσαν οἱ τῶν στεφάνων ἐρασταί.

Πάρεστι γὰρ ὁ Θεὸς ὁ τῶν βραβείων χορηγὸς, ὀλίγα χρήματα παρὰ τῶν φιλοπενήτων ὑποδεχόμενος, καὶ βασιλείαν οὐρανῶν αὐτοῖς χαριζόμενος. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ζημιωθῇ τῆς τοιαύτης χάριτος· μηδεὶς τὸ μέγα τοῦτο καὶ ὑπερκόσμιον δῶρον δι' ὀλίγα χρήματα παρίδῃ, μὴ πένης, μὴ πλούσιος, μὴ δοῦλος, μὴ ἐλεύθερος, μὴ σοφὸς, μὴ ἰδιώτης, μὴ ἀνὴρ, μὴ γυνή· ἀλλὰ πάντες, παρακαλῶ, μετὰ προθυμίας ἀγοράσωμεν τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ μή μοί τις τῶν πενήτων λεγέτω· Πτωχός εἰμι· αὐτῶν γὰρ πρῶτον ἀναγκαῖον καθάψασθαι, ἐπειδήπερ νομίζουσιν αὐτῶν τὴν ἀπολογίαν εὐπαράδεκτον παρὰ τῷ Θεῷ φαίνεσθαι. Τί γάρ φησι πολλάκις ὁ πένης; Οὐκ ἔχω χρήματα, τῆς καθημερινῆς οὐκ εὐπορῶ τροφῆς, ὅλην τὴν ἡμέραν κάμνω καὶ ταλαιπωρῶ, ἵνα μόλις τῆς ζωῆς δυνηθῶ περιγενέσθαι· ὠμοφορῶ, τεκτονεύω, σφυροκοπῶ, καὶ τὴν τοῦ σώματος καταμαραίνω δύναμιν· καὶ σὺ καθέζῃ κατακρίνων με τῶν ἐμῶν καμάτων τοῖς ἀλλοτρίοις χαρίσασθαι; Ὅλως γὰρ, εἰπέ μοι, τῶν σῶν καμάτων λέγεις, καὶ σὸν κτῆμα νομίζεις τὴν ἰσχὺν τοῦ σώματός σου; καὶ οὐ πιστεύεις, ὅτι ἐὰν μικρόν τι τῶν, ὡς λέγεις, καμάτων σου δώσεις, ἐλεημοσύνην ἐκείνῳ παρέχεις τῷ χαρισαμένῳ σοι τὴν ἰσχὺν καὶ δύναμιν τῆς ἐργασίας; Μᾶλλον παρὰ μικρὸν δὸς τῷ σώματί σου, ἵνα τῇ ψυχῇ χαρίσῃς τὸν πολὺν θησαυρόν. Μὴ γὰρ, ἐὰν ἔχων δέκα ὀβολοὺς δώσῃς ἐννέα τῷ σώματι καὶ ἓν τῇ ψυχῇ, παρὰ τοῦτό σοι πάντα τὰ κατὰ τὸν βίον ἀνατρέπεται; Ἐὰν εὐπορήσῃς ὀβολοὺς πεντήκοντα, καὶ δώσῃς τῷ Θεῷ πέντε διὰ τῶν ἀδυνάτων, καὶ τὰ τεσσαράκοντα πέντε ἑαυτῷ, ἐνίσχυσας τὴν ψυχὴν τῇ πίστει, ἐνεδυνάμωσας καὶ τὸ σῶμα διὰ τὴν ἑτέρων προσευχὴν, καὶ ἔλαβες χάριν πρὸς τὸ πάλιν ἐργάσασθαι, καὶ πάλιν κερδᾶναι πολυπλασίονα, καὶ γέγονας πλουσίων πλουσιώτερος εἰς ἐλεημοσύνην. Ἀλλὰ πάντως ἐρεῖς μοι· Καὶ τί, φησὶ, κερδανῶ ἐκ τούτου; Ὅτι οὐκ ἔτι ὀνομάζῃ πένης, ἀλλὰ δανειστὴς Θεοῦ.

Καὶ πόθεν μοι, φησὶ, τοῦτο γενήσεται; Πίστευσον τῇ Γραφῇ τῇ λεγούσῃ· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· καὶ ἔχεις ἀκοῦσαι παρ' αὐτοῦ· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἆρα οὐ πολλάκις καθήμενος ἐπὶ τῆς ἀγορᾶς εἶδες πλούσιον παρερχόμενον, καὶ ἐμακάρισας αὐτὸν λέγων, Μακάριός ἐστιν οὗτος ὁ πλούσιος, ὅτι τῆς τῶν ἑτέρων οὐ χρείαν ἔχει χορηγίας, ἀλλὰ μᾶλλον καὶ δανείζει; Καὶ ἐκεῖνος μὲν ἀνθρώποις δανείζει, σὺ δὲ τῷ Θεῷ· ἐκεῖνος ἑκάστου τὰ ἀπὸ καμάτων λαμ60.748 βάνει μετὰ κόπου καὶ μετὰ μάχης ἐν ἁμαρτίᾳ· σὺ δὲ ἐκ τοῦ Θεοῦ λαμβάνεις ἀκόπως, ἀμερίμνως, μετὰ χαρᾶς ἑκατονταπλασίονα· ἐκεῖνος εἰς τὸν βραχὺν τοῦτον βίον λαμβάνει, σὺ δὲ εἰς τὸν ἀτελεύτητον βίον ζωὴν αἰώνιον κληρονομεῖς. Εἰ δὲ οὐ πιστεύεις μοι, πίστευσον τῷ Θεῷ τῷ μεθ' ὅρκου σε πληροφορήσαντι, καὶ λέγοντι· Ἀμὴν λέγω ὑμῖν, ἑκατονταπλασίονα λήψεσθε, καὶ ζωὴν αἰώνιον κληρονομήσετε. Μὴ οὖν νόμιζε ἐλαττοῦσθαι τῇ τῶν πενήτων δόσει· οὐ γὰρ γίνῃ πένης ἐκ τῆς τῶν πενήτων μεταδόσεως. Ἐὰν ὁ πένης ἐλεῇ πένητα, πενέστερος οὐ γίνεται, ἀλλ' ἐπαινετέος, καὶ τὴν πενίαν μᾶλλον ἀσφαλίζεται. Ἤκουσας τοῦ Προφήτου λέγοντος· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους; καὶ πάλιν, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται; Εἰς εὐλογίαν, διὰ τί; Ὅτι ὁ σπείρων ἐπ' εὐλογίας, ἐπ' εὐλογίας καὶ θερίζει· ὃς γὰρ ἐπιμελήσῃ τῶν ἀμφιεσμάτων σου, ἐπιμελήσει καὶ τῆς ψυχῆς σου. Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα. Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν· ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ.

Λέγει γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· καὶ τότε ἔσται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Εἶδες πόσος μισθὸς διὰ μικρὸν ἄρτον ἢ ἕνα ὀβολὸν ἀπόκειταί σοι; ἔγνως πόσον σοι προσάγει φῶς ὁ τῆς ἐλεημοσύνης καρπός; Θέλεις μαθεῖν πόσον θησαυρὸν προεξένησεν ἡμῖν ἡ μικρὰ τῶν πτωχῶν δόσις; βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν; Ἄκουσον. Οὐ γὰρ ἀπὸ τῆς Καινῆς ∆ιαθήκης πληροφοροῦμέν σε μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, ἵνα σὺ διὰ τῆς φιλοπτωχίας κερδάνῃς τὸν οὐράνιον θησαυρόν. Λιμός ποτε κατὰ πᾶσαν τὴν γῆν τοὺς ἀνθρώπους ἐπεβόσκετο, καὶ τοσοῦτος λιμὸς, ὥστε καθ' ἑκάστην ἡμέραν ποταμὸν ἀνθρώπων καὶ ζώων παραδίδοσθαι εἰς θάνατον, οὐκ ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' ἐν τρισὶν ἥμισιν ὅλοις ἐνιαυτοῖς, ὡς καὶ τὴν γῆν ἅπασαν καταφθαρῆναι. Αἰτία δὲ γέγονε τοῦ κακοῦ ἡ τῶν Ἰσραηλιτῶν εἰδωλολατρεία, καὶ τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἡ παρανομία, δι' ἣν ὁ Ἠλίας, ἄνθρωπος ὢν, ἐδυνήθη κλεῖθρα τοῖς οὐρανοῖς ἐπιβαλεῖν, εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Καὶ οὐκ ἔβρεξεν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Εἶτα λοιπὸν αἰσθόμενος ὁ παράνομος βασιλεὺς, ὅτι ὁ προφήτης Ἠλίας γέγονε διάκονος τῆς ἀποφάσεως ταύτης, περιήρχετο ζητῶν ἀποκτεῖναι αὐτόν. Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον 60.749 ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην. Καὶ λέγει αὐτῇ ὁ προφήτης Ἠλίας· Ἔνεγκέ μοι μικρὸν ἄρτον ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ οἰκίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσέρχομαι τοῦ ποιῆσαι αὐτὸ ἐμοὶ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Μή τις ἡμῶν σήμερον εἰς τοσαύτην πενίαν ἐλαύνει; Μὴ γένοιτο. Ἀλλ' ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς. Καὶ ποίαν ἔλαβεν ἀντιμισθίαν τῆς πενιχρᾶς ταύτης ἐλεημοσύνης; Ἄκουε φανερῶς τί φησιν ὁ προφήτης· Τάδε λέγει Κύριος· Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Ἕως πότε, προφῆτα; Ἕως τοῦ δοῦναι Κύριον ὑετὸν καὶ δρόσον ἐπὶ τὴν γῆν.

∆ιὰ τοῦτο λέγει ὁ προφήτης· Εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται ἐλπὶς αὐτοῦ ἐν καιρῷ ἀβροχίας, καὶ οὐκ ἐλαττωθήσεται οὐδὲ διαλείψει. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦ προφήτου ἔργον, καὶ οὔτε ἡ ὑδρία ἔλειψεν, οὔτε ὁ καμψάκης ἠλαττόνησε. Μὴ ταύτης πενέστερος εἶ, ὦ ἄνθρωπε; μὴ τοσοῦτος λιμὸς ἐπίκειταί σοι, τοῦ μὴ ποιῆσαι ἐλεημοσύνην; Οὐκ ἔστιν οὕτω, μὴ γένοιτο· ἀλλὰ καὶ ἔχεις καὶ δύνασαι, ὅστις ἐὰν εἶ, καὶ μάλιστα πιστός. Καὶ πρὸς μὲν τὸ σῶμα φιλότιμος ὑπάρχεις, περὶ δὲ τὴν ψυχὴν περίψηφος. Ἡ ἐλεημοσύνη τροφὴ τῆς ψυχῆς ἐστι· καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά. Καὶ τί δίδωσιν ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, ἢ μόνον ἐλεημοσύνην; Εἰ δὲ ἀγνοεῖς, μάνθανε καὶ παρὰ τῆς χήρας τῆς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, ὅτι διὰ δύο ὀβολοὺς ὅλην τὴν τῶν οὐρανῶν βασιλείαν ἐκέρδανεν, αὐτὸν ὅλον τὸν Θεὸν ἐπαινέτην λαβοῦσα τῆς πτωχείας ταύτης, καὶ μέχρι τῶν οὐρανῶν ἀνελθούσης τῆς καρποφορίας αὐτῆς. Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον; Εἶδε γὰρ τῆς ψυχῆς τὴν εὐωδίαν, εἶδε τὴν πτωχὴν φιλόπτωχον, εἶδε τὴν ἐνδεῆ χρημάτων τοῖς μὴ ἐνδεέσι συνεισφέρουσαν. Πολλοὶ μὲν ἦσαν οἱ βάλλοντες πολλὰ εἰς τὸ γαζοφυλάκιον· καὶ παρῆν τοῖς γενομένοις ὁ Θεὸς ἅμα καὶ ἄνθρωπος, ὁ αὐτὸς οὐ δικάζων κατὰ πρόσωπον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων διερευνῶν. Καὶ ποίαν ἀπόφασιν ἐκφέρει περὶ τούτων, ἀκούσωμεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. Οὐ γὰρ τὰ βαλλόμενα πάντα ἀποδέχομαι, φησὶν, ἀλλὰ καὶ τὴν προαίρεσιν τῶν συνεισφερόντων δοκιμάζω. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. ∆ιὰ τί; Ὅτι οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἤνεγκαν, αὕτη δὲ ὄλον τὸν βίον αὐτῆς εἰσήνεγκεν. Οὐκοῦν ἐπειδὴ δικαίως ἔκρινεν, εἴπωμεν καὶ ἡμεῖς ἅπαντες τῷ Θεῷ, ὡς ὁ Προφήτης εἶπε· ∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτι τὴν προαίρεσιν τῶν ἀνθρώπων δοκιμάζεις, καὶ οὐ τῷ πλήθει τῶν προσφερομένων τὴν βασιλείαν περιγράφεις. Οὐ γὰρ προσέχεις τοῖς προσφερομένοις, ἀλλὰ τῇ διαθέσει τῶν προσφερόντων. Μὴ τοίνυν ὀκνήσῃ τις ὑμῶν, παρακαλῶ, κἂν δύο λεπτὰ, κἂν δέκα ὀβολοὺς εἰς τὸ γαζοφυλάκιον τῶν χηρῶν καὶ ὀρφανῶν καταβαλεῖν· οὕτω γὰρ καὶ ἡ ἁγία Γραφὴ διδάσκει, ὅτι καθὼς ἂν ἔχῃ τις προαίρεσιν, εὐπρόσδεκτός ἐστι παρὰ τῷ Θεῷ. Μὴ οὖν γένηται ἡ τράπεζα ἐκείνη ἀλλοτρία τῆς σῆς καρποφορίας· ἀλλ' ἔχε μερίδα μετ' αὐτῆς, ἵνα λάβῃς μερίδα μετὰ τῶν κομιζομένων, ἔλεος παρὰ τοῦ ἐλεήμονος Θεοῦ τοῦ εἰπόντος· Ἐλεεῖτε, ἵνα ἐλεηθῆτε. Ὥσπερ γὰρ πιστεύεται, ὅτι ἔστιν ἄγγελος ἐξ οὐρανοῦ ὁ τὰς προσευχὰς δεχόμενος τοῦ λαοῦ, καὶ προσφέρων τῷ Θεῷ ταύτας, καὶ σπουδάζεις μετὰ πάντων ἀποδοῦναι τῷ Θεῷ τὰς εὐχὰς, ἵνα σου τὸ δῶρον τῆς προσευχῆς μετὰ πάντων ἀποδεχθῇ· οὕτω πίστευε, ὅτι καὶ ἐν τούτοις ἐστὶν ἄγγελος ὁ δεχόμενος τὰ παρὰ σοῦ διδόμενα τοῖς πτωχοῖς, καὶ ταῦτα προσφέρων τῷ Θεῷ. Καὶ ποῖός ἐστιν οὗτος ὁ ἄγγελος, ἀλλ' ἢ ὁ τὰς προσευχὰς καὶ τὰς ἐλεημοσύνας Κορνηλίου τῷ Θεῷ προσενέγκας, καὶ εἰπὼν αὐτῷ· Κορνήλιε, αἱ ἐλεημοσύναι σου καὶ αἱ προσ60.750 ευχαί σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ; Καὶ ἦν τὸ πρώην Ἕλλην· μετὰ τοῦτο δὲ, ἀφ' οὗ ἐλάλησεν αὐτῷ ὁ ἄγγελος, ἐγένετο πιστὸς, καὶ οὕτω προσεδέχθησαν. Πόσῳ μᾶλλον σοῦ τοῦ φιλοχρίστου; Ὀφείλομεν δὲ λοιπὸν καὶ τοὺς πλουσίους παρακαλέσαι. Μάλιστα μὲν οἱ πολλοὶ φιλόπτωχοί εἰσι, καὶ ἀφ' ἑαυτῶν τοῦτο πράττουσι καλῶς γὰρ ἐμελέτησαν ἀρδευθῆναι παρὰ τῶν τοιούτων ἀνδρῶν, ἐκείνων τῶν πρὸ ἡμῶν διδασκάλων, καρποφορεῖν· ἀλλ' ὅμως ἐπειδὴ καὶ τῶν παρ' ἡμῖν πτωχῶν λόγον ἀπαιτοῦσιν, οὐκ ἀποκνήσω παρακαλέσαι αὐτοὺς, καὶ πρὸς ἐλεημοσύνην χειραγωγῆσαι, δύο ταῦτα παραφυλαττόμενος, τῷ μήτε αὐτοὺς παρὰ Θεῷ ἐγκληθῆναι, μήτε ἐμὲ παρὰ τῶν ἀγγέλων διαβληθῆναι· καὶ πῶς, ἐγὼ λέγω. Ἐὰν γὰρ μὴ καταβάλω τὰ τῆς θείας Γραφῆς λόγια εἰς τὴν ὑμετέραν ἀγαθὴν τράπεζαν, ὥσπερ ἀργύριον ἐπὶ τὸν τραπεζίτην, εὐθέως ἐγκαλοῦμαι παρὰ τοῦ Θεοῦ, καὶ ἀκούω παρ' αὐτοῦ· Ἐχρῆν σε τὸ ἀργύριόν μου καταβαλεῖν τοῖς τραπεζίταις, καὶ ἐγὼ ἐλθὼν ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ. Εἰς τοῦτο γὰρ καὶ ἐνεκάλεσεν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις τῷ πιστευθέντι τὸ δηνάριον, καὶ κατακρύψαντι. Καὶ πῶς ἀργύριον ὁ προφήτης λέγει, ἄκουσον· Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. Οὕτω καὶ τῷ προφήτῃ λέγει ὁ Θεός· Υἱὲ ἀνθρώπου, διαμαρτύρου τῷ λαῷ τούτῳ· καὶ πάλιν ἄλλως, Παρακαλεῖτε, οἱ ἱερεῖς, τὸν λαόν μου· λαλεῖτε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ' ὑμῶν κατ' ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ' ἐκείνην τὴν φοβερὰν ἡμέραν· Πονηρὲ δοῦλε, διὰ τί οὐκ ἠλέησας τὸν σύνδουλόν σου; καὶ νῦν σὺ πῶς θέλεις ἐλεηθῆναι; Καὶ πάλιν· Μετανοεῖτε νῦν, ὅτι ἐκεῖ οὐκ ἔστι καιρὸς μετανοίας· μήποτε ἐγκαλούμενός τις κατ' ἐκείνην τὴν φρικτὴν ὥραν εἴπῃ, ὅτι Οὐκ ἐδιδάχθην παρὰ τοῦ ποιμένος, οὐκ ἔμαθον τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, οὐδὲ εἶπεν ἡμῖν, ὅτι ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας, οὐχ ἡρμήνευσεν ἡμῖν τὴν παρὰ σοῦ δοθεῖσαν αὐτῷ Γραφὴν τὴν λέγουσαν, Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἀλλὰ μόνον τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀπεχώρισεν ἡμᾶς, καὶ πάλιν Ἑλλήνων τὴν δεισιδαιμονίαν ἀπηγόρευσεν· ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν. Εἰ γὰρ καὶ πρὸς ἐλεημοσύνην ἐπαίδευσεν ἡμᾶς, εἴχομεν καὶ ταύτης τοὺς καρποὺς δείξασθαι. ∆ιὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς· κουφίσατε τὸ φορτίον τῶν ἁμαρτημάτων διὰ τῆς ἐλεημοσύνης· ἐλεήσατε, ἵνα ἐλεηθῆτε. Ἡ γὰρ ἐλεημοσύνη βαπτίσματος ἁγίου δύναμιν ἔχει· καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἡ θεία Γραφὴ διδάσκει λέγουσα· ἐλεημοσύναι καὶ πισταί εἰσιν· ἐκκαθαίρονται ἁμαρτίαι. Τὰ χρήματα, κἂν μὴ βουλώμεθα, ἐνταῦθα μένει· ἡ δὲ ψυχὴ, κἂν μὴ θέλωμεν, ἐκεῖθεν μεθοδεύεται, τὰς εὐθύνας ὑπέχουσα τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις ἔλεγε· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἄκουε γοῦν, παρακαλῶ, τὸ ῥῆμα τοῦτο, ὅτι ἐν μὲν εἰρήνῃ καταφρονεῖται, ἐν δὲ ταῖς ἀνάγκαις δείκνυσι τοῦ νόμου τοῦ Θεοῦ τὴν δύναμιν. Ἀκούει γὰρ πολλάκις ὁ ἀκροατής· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; καὶ παρατρέχει τοῦ ῥήματος τούτου τὴν δύναμιν. Καὶ ἐὰν καταφρονήσῃ ἐν εἰρήνῃ τοῦ ῥήματος, μανθάνει ἐν ταῖς ἀνάγκαις τοῦ εἰρηκότος τὴν δύναμιν. Τί γὰρ ποιεῖ ὁ Θεὸς, ὅταν τινὰ ἴδῃ χρημάτων μὲν ἀντεχόμενον, ἐλεημοσύνην δὲ ἀποστρεφόμενον, καὶ πάντα αἱρούμενον παθεῖν ὑπὲρ τοῦ μὴ προδοῦναι τὰ χρήματα; Ἐν ταῖς ἀνάγκαις αὐτὸν διδάσκει γνωρίζειν τὸν τοῦ Θεοῦ νόμον· καὶ πῶς, ἄκουε· Ἐννόησόν μοί τινα ἔμπορον θαλαττεύοντα, καὶ περὶ χρήματα μόνον τὸν 60.751 νοῦν ἔχοντα, πάντα αἱρούμενον παθεῖν, ἢ ἕνα ὀβολὸν ἀπολέσαι, ὅρκους μυρίους ἐπάγοντα κατὰ τῆς ψυχῆς, ὥστε μὴ προδοῦναί τι τῶν ἰδίων. Ἀλλ' ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ· ἐφίσταται γὰρ ὁ κλύδων, ἐγείρει τρικυμίας ἡ θάλασσα, ὑψοῦνται μέχρι τοῦ οὐρανοῦ τὰ κύματα· εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ. Ἀλλ' ἐρώτησον αὐτὸν εὐθέως, Τί ποιεῖς, ὦ ἄνθρωπε; τί μαίνῃ; τί ῥίπτεις τὰ χρήματα ἀχρήστως; οὐ παραφυλάττει σου τὰς παρακαταθήκας ἡ θάλασσα· οὐκ ἔστιν ὡς ἡ γῆ δεξαμένη τὰ σπέρματα, καὶ δίδωσί σοι πολυπλασίονα· οὐ γὰρ λαμβάνει σπέρματα, καὶ δίδωσι δράγματα. Τί οὖν δανείζεις ἀχρήστως ἀχαρίστῳ στοιχείῳ; τί πιστεύεις ἀπίστοις κύμασι; τί δίδως τὴν ἐνθήκην σου εἰς παρακαταθήκην τῇ μὴ ἀποδιδούσῃ θαλάσσῃ; Θεῷ οὐκ ἠθέλησας δανεῖσαι, καὶ τῇ ἀγρίᾳ θαλάσσῃ ῥίπτεις τὰ χρήματα; Τί οὖν εὐθέως ἐκεῖνος ἀποκρίνεται; Θέλω τὴν ψυχήν μου σῶσαι, ἢ ὅλον τὸν κόσμον κερδῆσαι. Νῦν ἔγνως, Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; νῦν ἔμαθες τὸ ῥῆμα τοῦ Χριστοῦ, ὅπου παρακαλῶν ἔλεγε, Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἀλλ' οὐκ ἐπαίδευσέ σε ὁ νόμος; Παιδεύσει σε κἂν ὁ φόβος.

Οὐκ ἐπαίδευσέ σε ἡ τοῦ Θεοῦ διδασκαλία; Παιδευσάτω σε τῆς θαλάσσης ἡ μανία. Ὢ τῆς ἀνακολούθου πράξεως· ὢ τῆς πάντα παιδευούσης ἀνάγκης· ἡ θάλασσα βιαζομένη λαμβάνει ὅλα, ὁ Θεὸς δὲ προτρεπόμενος εἰς βασιλείαν οὐρανῶν, οὐδὲ μέρος τι λαμβάνει; τῇ θαλάσσῃ πιστεύεις μηδέν σοι χρηστὸν ἐπαγγελλομένῃ, καὶ τῷ Θεῷ οὐ πείθεις ἑκατονταπλασίονά σοι ἐπαγγελλομένῳ καὶ χαριζομένῳ; Βούλει καὶ ἑτέραν εἰκόνα τῆς τοιαύτης ἀνάγκης ὑπόθωμαί σοι; χρὴ γὰρ καὶ διὰ τῶν φοβερῶν 60.752 καὶ διὰ τῶν ἀγαθῶν πανταχόθεν ὠφελεῖσθαι τὴν σὴν ψυχήν. Ἐννόησον οὖν καὶ τοὺς ἐν τῇ γῇ πραγματευομένους, τοὺς πάντα ποιοῦντας καὶ πράττοντας ὑπὲρ τοῦ κερδᾶναί τι, τοὺς ὅρκῳ τολμῶντας, καὶ πάσης ἐπιορκίας γέμοντας ὑπὲρ τοῦ ἕνα ὀβολὸν λαβεῖν πλέον, ὅτι οἱ τοιοῦτοι τοὺς τοῦ Θεοῦ νόμους παραγράφονται. Προφῆται κηρύττουσι, κἀκεῖνοι τὰ ὦτα ἀποκλείουσι· διδάσκαλοι βοῶσι, κἀκεῖνοι τὴν νουθεσίαν μυκτηρίζουσι. Καὶ τί λοιπὸν ἐπὶ τούτων γίνεται; οὐ γὰρ ἐπὶ πάντων, ἀλλ' ἐπὶ τούτων. Περιπίπτει γὰρ πολλάκις ὁ τοιοῦτος ἔμπορος λῃσταῖς· καὶ ὁ πρὸς τὸν πλοῦτον κεχηνὼς, καὶ ἀπλήστως τὸ τῆς φιλοχρηματίας πάθος ἐνδεδυμένος, εὐθὺς ἀποδύεται τὴν τοιαύτην νόσον, καὶ γίνεται δαψιλὴς εἰς τὸ χαρίσασθαι· βλέπει γὰρ τὸ ξίφος, ὃ ἐπιφέρεται ὁ λῃστὴς, καὶ φεύγει τὸ πάθος· ἐπέρχεται ὁ λῃστὴς, καὶ εὑρίσκεται λοιπὸν ἐκεῖνος, ὥσπερ τις φιλότιμος, τὰ ἑαυτοῦ παρέχων μετὰ ἱκεσίας. Τί οὖν λέγει τῷ λῃστῇ τότε; Πάντα λάβε, καὶ μόνον τὴν ψυχήν μου χάρισαι. Ἀκουέτω καὶ οὗτος· Νῦν ἔγνως τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ. Λῃστῇ πάντα βουλομένῳ λαβεῖν δίδως μετὰ πάσης παρακλήσεως, τῷ βλάπτοντί σε εἰς πάντα· Θεῷ δὲ μέρος τι βουλομένῳ λαβεῖν οὐ δανείζεις, τῷ πάντα πλουσίως παρέχοντί σοι ἀγαθὰ, ἐπίγειά τε καὶ οὐράνια· ἀλλ' οὐδὲ τοσοῦτον φοβῇ τὸν Θεὸν, ὅσον τὸν λῃστήν; Καὶ ξίφος μὲν γυμνούμενον φοβῇ, γεέννης δὲ πῦρ ἀπειλούμενον καταφρονεῖς.

Μὴ, παρακαλῶ, μὴ τοιοῦτοί τινες ὑμῶν γινέσθωσαν· οὐ γάρ ἐστε, μάλιστα φιλόχριστοι ὄντες· οἴδατε γὰρ πάντα τὰ ἀποβησόμενα τοῖς ἀνθρώποις. Τὰς ψυχὰς ὑμῶν ἀσφαλίσασθε πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ ἐπιγινώσκετε τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρηκότα· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Αὐτῷ οὖν τῷ ἐλεοῦντι καὶ τρέφοντι καὶ μὴ ὀνειδίζοντι Θεῷ δόξαν ἀναπέμψωμεν, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ ἐλεημοσύνης.

Οἱ λειμῶνες ἔχουσι ποικίλα καὶ διάφορα ἄνθη, καὶ τὰ μὲν εἰς τέρψιν ὀφθαλμῶν, τὰ δὲ εἰς εὐωδίαν, τὰ δὲ εἰς ἐπιμέλειαν, ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ ἀνθρώπῳ· οὕτω καὶ ἡ Ἐκκλησία ἔχει τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν, εὐαγγελικά τε καὶ ἀποστολικὰ καὶ προφητικὰ, καὶ τὰς λοιπὰς ἱερὰς βίβλους· ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ Χριστῷ. Ἀλλὰ μὴν ἐπὶ τῶν ἔξω λειμώνων ἀνατέλλει ὁ ἥλιος, καὶ μαραίνει τὰ ἄνθη, καὶ ἡ εὐπρέπεια τῶν προσώπων αὐτῶν ἀφανίζεται· ἐν δὲ τῷ λειμῶνι τούτῳ ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ τὸν μὲν σωφρονίζει, τὸν δὲ δικαιοῖ, τὸν δὲ ἐλεεῖ.

Ἀνέτειλε γὰρ ἡμῖν διὰ τοῦ εὐαγγελίου σήμερον λέγων· Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Πάλιν πενήτων ὑπόμνησις, πάλιν πλουσίων ὄνειδος. Οὐκ ἀξίωμα διαβάλλω, μὴ γένοιτο, ἀλλ' ἀκόλαστον γνώμην· οὐ πλοῦτον διαβάλλω, ἀλλὰ τοὺς κακῶς πλουτοῦντας· καλὸν γὰρ ὁ πλοῦτος τοῖς καλῶς διοικοῦσιν αὐτόν· καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσιν αὐτήν. Ἐπεὶ καὶ Ἀβραὰμ ἦν πλούσιος, καὶ οὐδένα ὑπερηφάνησε, καὶ Λάζαρος πένης ἦν, καὶ οὐδέποτε ἐδυσπέτησε, καὶ μάλιστα ἐν τοσαύτῃ ἀνάγκῃ. Ἵνα τί δὲ δύο πρόσωπα μαρτύρων ἤνεγκα; Φέρε μοι ἐνταῦθα τὸν μακάριον Ἰὼβ ἑκατέρων τὴν πεῖραν εἰληφότα. Καὶ ὅτε πλούσιος ἦν, ἔλεγε, Παντὶ ἀνθρώπῳ ἠνέῳκτό μου ὁ οἶκος· καὶ ὅτε ἐπένετο, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν δίκαιον οὐκ ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, καὶ τὸν στρατιώτην οὐκ ἔτρωσε· τὰ μηχανήματα προσήνεγκε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὸ δένδρον ἐτίναξε, καὶ τὸν καρπὸν οὐκ ἐτρύγησε· τοὺς κλάδους ἔκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε. Θησαυρὸν δὲ λέγω οὐ χρυσοῦ καὶ ἀργύρου, ἀλλὰ τὴν ἀσάλευτον αὐτοῦ πίστιν· τοῦτον γὰρ τὸν αὐτοῦ θησαυρὸν ἐβούλετο συλῆσαι ὁ διάβολος. Εἶδες τὸν καρπὸν πληθυνόμενον; εἶδες τὴν πίστιν ὡς πέτραν ἐστηριγμένην; εἶδες τὸν πύργον ἄῤῥηκτον ἑστῶτα; εἶδες τὸν στρατιώτην παραταττόμενον, εἶδες τὸν διάβολον ἀφανιούμενον; εἶδες τὸν Θεὸν βραβεύοντα, εἶδες τὸν διάβολον αἰσχυνόμενον; Ποῖον ὄνομα καλέσαι τὸν δίκαιον οὐκ οἶδα. Ἀθλητὴν αὐτὸν εἴπω; Ἀλλὰ πολύαθλος τοῖς παλαίσμασι. Στρατιώτην αὐτὸν εἴπω; Ἀλλὰ δυνατώτερος τῇ καρδίᾳ. Πύργον αὐτὸν εἴπω; Ἀλλ' ὑψηλότερος τῷ φρονήματι. Πέτραν αὐτὸν εἴπω; Ἀλλὰ στερεώτερος. ∆ένδρον αὐτὸν εἴπω; Ἀλλ' ὡραιότερος. Θησαυρὸν αὐτὸν εἴπω; ἀλλὰ πολυτελέστερος. Ποῖον ὄνομα ἔχω ἐπιθεῖναι τῷ δικαίῳ οὐκ οἶδα. Ἀκουέτωσαν οἱ πλούσιοι, ἀκουέτωσαν καὶ οἱ πένητες, πῶς ὁ μακάριος οὗτος ἐν 60.708 μὲν τῇ εὐημερίᾳ αὐτοῦ διῴκησε τὸν ἑαυτοῦ πλοῦτον, ἐν δὲ πενίᾳ πόσον πειρασμὸν ὑπομείνας, οὐκ ἐλύθη ἡ ἐλπὶς αὐτοῦ ἀπὸ Θεοῦ. Ὁρᾷς ὅτι καλὸν τὸ πλουτεῖν τοῖς καλῶς διοικοῦσι, καὶ καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσι; Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ τὸν Θεὸν οὐ φοβῇ; Πτωχείαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ; Μὴ φοβηθῇς πενίαν, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ἐὰν ἔχῃς φίλον τὸν βασιλέα, πλουτίσει σε· καὶ ἐὰν ἀγαπᾷς τὸν Χριστὸν καὶ τοὺς πτωχοὺς, πλουτίσει σε. Αὐτὸς πλουτίζει καὶ πτωχίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἀνυψοῖ πτωχόν. Ὁ ∆εσπότης αἰτεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ; Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὁρᾷς ὅτι ἐὰν δίδως τῷ πένητι, τῷ Θεῷ δίδως. Ἐὰν μὴ δώσῃς οὖν αὐτῷ, πῶς καὶ σὺ αἰτήσεις αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἵνα σε ἐλεήσῃ; ἆρα οὐκ ἐγκαλέσει σοι, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἐχόρτασας· διψῶντά με εἶδες, καὶ οὐκ ἐπότισας· γυμνὸν εἶδες, καὶ οὐκ ἐνέδυσας; τί ἄρα ἐρεῖς αὐτῷ; ποίαν ἕξεις συγγνώμην; Σὺ σηρικὰ καὶ λαγῷα καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει· καὶ σὺ μὲν τρώγεις φασιανοὺς ἢ ὄρνεις καὶ χῆνας καὶ ὅσα ἐστὶν ἐν ἐδέσμασι· καὶ ὁ πένης οὐκ ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν χορτάσαι ἄρτῳ καὶ λαχάνοις· σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας καὶ περικεφαλαίας κιόνων χρυσᾶς· καὶ ὁ πένης οὐκ ἔχει καλύβην. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας· καὶ σὺ τελευτᾷς, καὶ ὑπάγεις μηδὲν ἔχων, καὶ μένει σου ὁ οἶκος διηνεκὴς κατήγορος ἐλέγχων τὰς σὰς πράξεις.

Ἕκαστος γὰρ παρερχόμενος μέλλει λέγειν· Οὗτος ὁ οἶκός ἐστιν ἐκείνου τοῦ ἅρπαγος, τοῦ πλεονέκτου· πόσας χήρας ἐκάκωσε; πόσους ὀρφανοὺς κατεπόνησε; πόσα ὑπάρχοντα διήρπασε; πόσους πένητας ἐπλεονέκτησε; Μή μοι λέγε, ὅτι Ὕπαρχός εἰμι. Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κακοὺς τῷ καλῷ κακῶς χρωμένους. Καλὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ὁ Θεὸς ἐποίησε, πάντα καλὰ λίαν. Βλέπεις πένητα, καὶ ὑπερηφανεῖς, καὶ οὐκ ἐννοεῖς, ὅτι ἄνθρωπος εἶ, καὶ ὁ πένης ἅνθρωπός ἐστιν· ἄνθρωπος, τὸ περισπούδαστον ζῶον τοῦ Θεοῦ· ἄνθρωπος, δι' ὃν οὐρανὸς ἐτανύσθη· ἄνθρωπος δι' ὃν ὁ ἥλιος δρόμους τρέχει· ἄνθρωπος, δι' ὃν ἡ σελήνη ἐπιγινώσκει δυσμάς· ἄνθρωπος, δι' ὃν ἄστρα δίδωσι τὸ φέγγος αὐτῶν, δι' ὃν θάλασσα ἡπλώθη, δι' ὃν ἡ γῆ ἐθεμελιώθη ἐπὶ τῶν ὑδάτων· δι' ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι' ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι' ὃν πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, δι' ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι' ὃν κτήνη, τε 60.709 τράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι' ὃν χρόνοι καὶ ἐνιαυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι' ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τί δὲ πολλὰ λέγω; ∆ι' ὃν ὁ ∆εσπότης τὸ αἷμα αὐτοῦ ἐξέχεεν. Ἄνθρωπος τιμίῳ αἵματι ἀγορασθεὶς, καὶ τοῦτον παραβλέπεις; οὐκ ἄνθρωπός ἐστιν, ὡς καὶ σὺ, ὅτι πένης ἐστί; διὰ τοῦτο ὑπερηφανεῖς αὐτόν; οὐχὶ πένητας ἐξελέξατο ὁ Θεός; μὴ γὰρ πλουσίους; Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ ὄντως Πέτρος καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι, οὐχὶ πένης ἦν; οὐχὶ οἰκτρὸς καὶ ἀπεῤῥιμμένος; οὐκ εὐτελὴς καὶ εὐκαταφρόνητος; οὐχὶ ἁλιεὺς ἦν; Ὁμοίως καὶ Ἰάκωβος καὶ Ἰωάννης οὐ πένητες ἦσαν καὶ ἁλιεῖς; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ῥάπτοντας δίκτυα διεῤῥηγμένα. Ὢ πενίας ὑπερβολή· τοσοῦτον πένητες ἦσαν, ὡς οὐκ ἴσχυον δίκτυα ἀγοράσαι πρὸς τὴν θήραν τὴν ἁλιευτικὴν, ἀλλὰ τὰ παλαιὰ ἔῤῥαπτον καὶ τέχνῃ τέχνην συνέκρουον, τῇ ῥαπτικῇ τὴν ἁλιευτικήν. Ὁμοίως δὲ καὶ Ματθαῖος οὐ τελώνης ἦν; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτὸν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἔγειρε, καὶ ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ οὐκ ἐνόησεν, ὅτι βασιλικὸν λόγον κατεῖχεν, ἀλλ' ἐνενόησεν ὅτι βασιλεὺς τῶν βασιλευόντων καλεῖ· καὶ ὁ ποτὲ τὰ ἀλλότρια ἁρπάζων, νῦν ξένον ἑαυτὸν πεποίηκε τῶν ἰδίων πραγμάτων· καὶ ὁ ποτὲ λύκος, νῦν πρόβατον. Ἔῤῥιψε Πέτρος τὰ δίκτυα, καὶ ἔλαβε τὰς κλεῖς τῶν οὐρανῶν. Ἀφῆκε Ματθαῖος τελώνιον, καὶ ἔλαβε τὸ εὐαγγέλιον. Ὁμοίως καὶ ὁ Παῦλος οὐκ ἦν χειροτέχνης; οὐ σμίλην κατεῖχε, καὶ δέρματα ἔτεμεν; οὐκ ἔλαβεν ἐπιστολὰς παρὰ τῶν ἀρχισυναγώγων, ἵνα ἐλθὼν τοὺς ἁγίους αἰχμαλωτίσῃ; Καὶ ὤφθη αὐτῷ ὁ Ἰησοῦς ἐν τῇ ὁδῷ, Καὶ φῶς αὐτὸν περιήστραψε, καὶ λέγει· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὁ δὲ στραφεὶς λέγει· Τίς εἶ, Κύριε; Καὶ λέγει, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃνσὺ διώκεις. Καὶ πεσὼν ἐπὶ πρόσωπον ἐτυφλώθη. ∆ιὰ τί προσέθηκεν, Ναζωραῖος; Ἵνα μὴ νομίσῃ, ὅτι ἄλλος μέν ἐστιν ὁ Ἰησοῦς, καὶ ἄλλος δὲ καλεῖ αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. Τοῦτο γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἀνελήφθη ὁ Ἰησοῦς, ἀλλ' ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. ∆ιὰ τοῦτο εἶπεν, Ἰησοῦς ὁ Ναζωραῖος· ἵνα γνῷ, ὅτι αὐτός ἐστιν ὁ τότε καὶ νῦν. Εἰσῆλθεν οὖν χειραγωγούμενος ὁ Παῦλος εἰς ∆αμασκὸν, καὶ ἀπῆλθε πρὸς Ἀνανίαν, καὶ ἐπέθηκε τὰς χεῖρας εἰς τοὺς ὀφθαλμοὺς τοῦ Παύλου, καὶ ἰάσατο αὐτόν. Πολλὴ μὲν ἡ ἱστορία, ἀλλὰ διὰ βραχέων βούλομαι διηγήσασθαι ὑμῖν. Ἀναβλέψας δὲ αὐτὸς εὐθὺς ἐδίδασκεν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.

Ἀκούσαντες δὲ οἱ Ἰουδαῖοι ὅτι ὁ Παῦλος διδάσκει ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐζήτουν αὐτὸν πιάσαι. Οἱ δὲ μαθηταὶ τοῦ Παύλου ἰδόντες ἐνέβαλλον αὐτὸν εἰς σπυρίδα, καὶ ἐχάλασαν διὰ τοῦ τείχους κάτω, καὶ οὕτως ἔφυγε καὶ ἀνῆλθεν εἰς Ἱεροσόλυμα. Ὢ μακαρίας ἐκείνης σπυρίδος, ἥτις τοιοῦτον ὀψώνιον τῇ οἰκουμένῃ ἔπεμψεν. Ὁμοίως δὲ καὶ ὁ μακάριος Ἰωάννης οὐ τὴν ἔρημον οἰκεῖ, καὶ μετὰ ταῦτα οὐρανοπολίτης ἐγένετο; οὐκ ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι; καὶ διὰ τῶν πενήτων τούτων κατεσκεύασε τὴν τῶν ἀνθρώπων σωτηρίαν; Πόσοι βασιλεῖς, πόσοι τύραννοι, ἢ πόσοι ὕπατοι, πόσοι ἄρχοντες, πόσοι προηγούμενοι ἀπὸ τοῦ αἰῶνος ἐτελεύτησαν, καὶ πάντες λήθῃ παρεδόθησαν; καὶ οὗτοι οἱ οἰκτροὶ, οἱ ἀπεῤῥιμμένοι, οἱ εὐτελεῖς καὶ εὐκαταφρόνητοι λήθῃ οὐ παρεδόθησαν. Ἀλλ' οὗτος ὁ βασιλεὺς, ὁ τὴν πορφυρίδα περικείμενος καὶ τὸ διάδημα ἔχων, δόξαν καὶ περικεφαλαίας χρυσᾶς καὶ στρατιώτας ὑπερασπιστὰς, ἀπέρχεται εἰς τὸν τάφον τοῦ ἁλιέως, τοῦ πένητος, τοῦ οἰκτροῦ, τοῦ εὐκαταφρονήτου, καὶ περιπτύσσεται καὶ κλαίει καὶ εὔχεται εἰς τὸν δοξάσαντα αὐτόν. Τίς πείθει τὸν βασιλέα ταῦτα ποιεῖν; τίς; Ἐγὼ λέγω. Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις. Ὁ εἰπὼν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· κἀγὼ ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὗτός ἐστιν ὁ τοιαύτην αὐτοῖς χαρισάμενος τέχνην. Ὁρᾷς πόσον ἰσχύουσιν οἱ πένητες; Οὐ μόνον τοῦτο, 60.710 ἀλλὰ καὶ δαιμονιῶντες ἀπέρχονται εἰς τοὺς τάφους αὐτῶν, καὶ ἀνακρίνονται. Ὁρᾷς, ὅτι οἱ νεκροὶ τῶν ζώντων δυνατώτεροί εἰσι; Μὴ ἔτι ἀπόῤῥιπτε τοὺς πένητας. Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐλεημοσύνην, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαμβάνων, καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βάλλειν αὐτὸν ἔξω. Οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πτωχὸν ἔξω, τὸν Χριστὸν ἐδίωξας; Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς ὅτι ἐὰν ὑβρίζῃς τὸν πένητα, τὸν Χριστὸν ἀτιμάζεις; Ὅσα γὰρ τῷ πένητι ποιήσεις, εἰς Χριστὸν ἀνατρέχει, καθὼς αὐτὸς εἶπε. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως ἂν βελτίους γένησθε· γέγραπται γὰρ, Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων. Παρακοὴ θάνατον κατεργάζεται. Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς; πῶς ἀπέρχῃ ἐν τῇ ἐκκλησίᾳ, καὶ εὔχῃ; πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν; οὐκ ἐρυθριᾷς; οὐ τρέμεις; οὐ φρίττεις; Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ εὔξασθαι; Ποίησον ἐλεημοσύνην, ἵνα ἐγγραφῇ σου ἡ ἐλεημοσύνη καὶ ἡ δέησις.

Ἐνίοτέ τινες ἐκβάλλουσι δέησιν παρὰ τοῦ βασιλέως τοῦ ἐπιγείου, καὶ ἀναλίσκουσι διακοσίους χρυσίνους, καὶ πολλάκις οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλὰ ὡς σχεδάριον κατέχουσιν αὐτὸ, καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναί σου τὴν δέησιν; Ἐνταῦθα ὁ βασιλεὺς ὁ ἐπίγειος ἐπιγράφει, καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπογραφή· ὁ δὲ βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβαίωται. Εἶδες δέησιν δύο ὀβολῶν ὑπογραφομένην; ∆ιὰ τοῦτο δύο νιπτῆρές εἰσι πρὸ τῶν πυλῶν τῆς ἐκκλησίας· μία τοῦ ὕδατος, ἐν ᾗ νίπτεις τὰς χεῖρας, καὶ μία ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου. Εἰσέρχου εἰς τὴν ἐκκλησίαν, καὶ νίπτε τὰς χεῖράς σου· ἐπίδος εἰς τὴν χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀπόσμηχε τὴν ψυχήν σου. Ἐὰν δὲ εἰσέλθῃς καὶ νίψῃς καὶ εὔξῃ, τῷ δὲ πένητι μηδὲν ἐπιδώσῃς, τί ὄφελος; Πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, ἐν ᾗ ἔρχονται νυκτὸς λῃσταὶ, καὶ διορύσσουσι καὶ κλέπτουσι τὸν θησαυρόν σου, καὶ ἀναστὰς πρωῒ θεωρεῖς αὐτὸν σεσυλημένον. Θέλεις μὴ συληθῆναι; Ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε συληθήσῃ εἰς τὸν αἰῶνα. Θησαυρὸν ἔχεις; Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πενήτων, καὶ ἐνδυναμοῦ· οὐδέποτε γὰρ δύναται συληθῆναι. Ἐὰν δὲ χώσῃς εἰς τὴν γῆν, ἀπολέσεις αὐτόν· καὶ ἐὰν δὲ μὴ ἀπολέσῃς, φυλαχθῇ δὲ, μετὰ τὴν τελευτήν σου καὶ ἄλλοι πλουτοῦσιν ἐκ τῶν σῶν. Τί σοι τὸ ὄφελος, ὅτι κάμνεις καὶ μοχθεῖς, καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, ἀφ' ὧν οὐ λήψῃ μισθὸν, καὶ κατατρυφῶσιν; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, Θησαυρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά; Καὶ πάλιν ἀλλαχοῦ ὁ αὐτὸς λέγει, Ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν· καί· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι ἐν τῷ ἀποθνήσκειν αὐτὸν οὐ λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος τῷ ἄφρονι πλουσίῳ λέγει· Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Ὁρᾷς ὅσα πάσχουσιν οἱ θησαυρίζοντες ἑαυτοῖς ἐπὶ τῆς γῆς. Ἀλλὰ θησαυρίσατε ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ μένει ἄσυλος. Ὦ ἄθλιε καὶ ταλαίπωρε, σὺ τῇ γῇ πιστεύεις, καὶ τῷ Θεῷ οὐ πιστεύεις, τῷ λέγοντι, Ὃ ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε; Οὐκ οἶδας, ὅτι εἰσί τινες τῶν γηπόνων πένητες, οἰκτροὶ, τὸν ἡμερινὸν ἄρτον ἐκ τῶν οἰκείων ποριζόμενοι πόνων, καὶ ἐν τῷ καιρῷ τοῦ σπόρου οὐκ ἔχουσι πόθεν σπεῖραι; καὶ λαμβάνει τὸν χιτωνίσκον αὐτοῦ ἢ τῆς γυναικὸς αὐτοῦ, καὶ πολλάκις αὐτὸ τὸ σκάφιον, ἐν ᾧ ἐργάζεται τὴν γῆν, καὶ τίθησιν αὐτὸ ἐνέχυρον, καὶ δανείζεται ἕνα μόδιον ἢ δύο ἢ τρεῖς, ἢ ὅσους δύναται αὐτοῦ ἡ ἄρουρα ὑποδέξασθαι, καὶ δανεισάμενος σκορπίζει αὐτὸ εἰς τὴν γῆν, καὶ πιστεύει τῇ γῇ, καὶ ἐκδέχεται καιρὸν φανερὸν, ἕως ἂν ὁ καρπὸς γένηται ἐν τῇ γῇ; καὶ ἐκεῖνος μὲν δανεισάμενος ἐπίστευσε τῇ γῇ, σὺ δὲ τῷ Θεῷ οὐ πιστεύεις; Ἐκεῖνος τῇ συνδούλῳ ἐπίστευσε, καὶ σὺ τῷ ∆εσπότῃ οὐ πιστεύεις; Ποίαν, εἰπέ μοι, συγγνώμην ἔχεις; Ταῦτα λέγω οὐ πολλῆς ἀπανθρωπίας ὑμῶν καταγινώσκων, μὴ γένοιτο, ἀλλὰ ἀλείφων ὑμᾶς ἑτοίμους εἶναι πρὸς τὸν τῆς 60.711 ἐλεημοσύνης σπόρον. Χρυσὸν φιλεῖς τὸν αἱμοβόρον, τὸν πᾶσι ποθεινὸν, καὶ πᾶσι πολέμιον, τὸν φιλούμενον ὑπὸ πάντων καὶ τοῖς πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν ἀγνώμονα; ἢ οὐκ οἴδατε, τίς ἐστιν ἡ τούτου συνουσία; Καθάπερ πόρνη ἀσυνείδητος τούτῳ ὁμιλεῖ, κἀκείνῳ νεύει· ἄλλῳ συντάσσεται σήμερον, καὶ αὔριον πρὸς ἄλλον μεταβαίνει, σήμερον ἄρχων, καὶ αὔριον ἀρχόμενος· σήμερον πλούσιος, καὶ αὔριον πένης· σήμερον δικάζεις, καὶ αὔριον καταδικάζῃ. Ὁρᾷς τὴν τοῦ βίου μεταβολὴν, πῶς ὡς σκιὰ παρατρέχει, καὶ καπνοῦ εὐτελέστερον διαλύεται; οὐχ ὡς ἀράχνη διασπᾶται; Οὐ παύσομαι ἐγὼ παιδεύων ὑμᾶς· κἄν τι ποιῆτε, κἂν δὲ μὴ ποιῆτε, ἐγὼ λέγω, καὶ λέγων οὐ παύσομαι· γέγραπται γάρ· Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων. Παρακοὴ θάνατον κατεργάζεται. Μιμήσασθε κἂν τὴν χήραν ἐκείνην τὴν πενιχρὰν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, πῶς ἐδικαιώθη διὰ καλὴν προαίρεσιν. Οὐκ ἔχεις δύο ὀβολοὺς δοῦναι; ∆ὸς ἕνα. Οὐκ ἔχεις ἕνα; ∆ὸς ἄρτον. Οὐδὲ ἄρτον ἔχεις; Κἂν στέναξον θεασάμενος 60.712 τὸν πένητα, καὶ δέδεκταί σου ἡ δέησις. Ὁ γὰρ ἐπιστάμενος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσθαι αὐτὰ, οἶδεν ὅτι, εἰ εἶχες, ἐδίδως. Τὴν προαίρεσιν θέλει, τὴν καρδίαν διερευνᾷ καὶ οἶδεν· ἄνθρωπος γὰρ εἰς πρόσωπον, καὶ Θεὸς εἰς καρδίαν.

Παρακαλῶ οὖν, φυλάξατε τὴν παραγγελίαν, ἣν παραγγέλλω ὑμῖν· Ἐν γὰρ τούτῳ ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Αὐτοῦ τοῦ ∆εσπότου φωνή ἐστιν, αὐτὸς εἶπε τοῖς μαθηταῖς· καὶ πάλιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· ἐν ταύταις δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται. Παρακαλῶ τοίνυν ἔσεσθαι εἰς ἀλλήλους φιλάνθρωποι, φιλόξενοι, φιλόπτωχοι· ἐξαιρέτως τὴν εἰς Θεὸν διηνεκῶς κρατῶμεν, ἵνα δυνηθῶμεν ἀξιωθῆναι τῆς αἰωνίου ζωῆς, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

De eleemosyna

Χρυσοστόμου περὶ ἐλεημοσύνης.

Πάλιν ἡμῖν παρὰ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδόθη καιρὸς τοῦ καταβαλεῖν ταῖς ὑμετέραις ἀκοαῖς τὰ τῆς ἐλεημοσύνης σπέρματα· πάλιν ἡμῖν ὁ Χριστὸς δέδωκε τὸν σπορέα μιμήσασθαι τὸν ἐπὶ τὴν καλὴν γῆν σπείροντα τὸν σπόρον αὐτοῦ, καὶ ἑκατονταπλασίονα κομισάμενον. Ἰδοὺ γὰρ τὸ τῶν χειρῶν ἐσάλπισε κήρυγμα· ἰδοὺ τὸ τῆς ἐλεημοσύνης θέατρον συνεκροτήθη. Καλείσθωσαν οὖν εἰς μέσον οἱ φιλόθεοι καὶ φιλότιμοι καὶ φιλοπένητες· καλείσθωσαν οἱ τῶν στεφάνων ἐρασταί. Πάρεστι γὰρ ὁ Θεὸς ὁ τῶν βραβείων χορηγὸς, ὀλίγα χρήματα παρὰ τῶν φιλοπενήτων ὑποδεχόμενος, καὶ βασιλείαν οὐρανῶν αὐτοῖς χαριζόμενος.

Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ζημιωθῇ τῆς τοιαύτης χάριτος· μηδεὶς τὸ μέγα τοῦτο καὶ ὑπερκόσμιον δῶρον δι' ὀλίγα χρήματα παρίδῃ, μὴ πένης, μὴ πλούσιος, μὴ δοῦλος, μὴ ἐλεύθερος, μὴ σοφὸς, μὴ ἰδιώτης, μὴ ἀνὴρ, μὴ γυνή· ἀλλὰ πάντες, παρακαλῶ, μετὰ προθυμίας ἀγοράσωμεν τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ μή μοί τις τῶν πενήτων λεγέτω· Πτωχός εἰμι· αὐτῶν γὰρ πρῶτον ἀναγκαῖον καθάψασθαι, ἐπειδήπερ νομίζουσιν αὐτῶν τὴν ἀπολογίαν εὐπαράδεκτον παρὰ τῷ Θεῷ φαίνεσθαι. Τί γάρ φησι πολλάκις ὁ πένης; Οὐκ ἔχω χρήματα, τῆς καθημερινῆς οὐκ εὐπορῶ τροφῆς, ὅλην τὴν ἡμέραν κάμνω καὶ ταλαιπωρῶ, ἵνα μόλις τῆς ζωῆς δυνηθῶ περιγενέσθαι· ὠμοφορῶ, τεκτονεύω, σφυροκοπῶ, καὶ τὴν τοῦ σώματος καταμαραίνω δύναμιν· καὶ σὺ καθέζῃ κατακρίνων με τῶν ἐμῶν καμάτων τοῖς ἀλλοτρίοις χαρίσασθαι; Ὅλως γὰρ, εἰπέ μοι, τῶν σῶν καμάτων λέγεις, καὶ σὸν κτῆμα νομίζεις τὴν ἰσχὺν τοῦ σώματός σου; καὶ οὐ πιστεύεις, ὅτι ἐὰν μικρόν τι τῶν, ὡς λέγεις, καμάτων σου δώσεις, ἐλεημοσύνην ἐκείνῳ παρέχεις τῷ χαρισαμένῳ σοι τὴν ἰσχὺν καὶ δύναμιν τῆς ἐργασίας; Μᾶλλον παρὰ μικρὸν δὸς τῷ σώματί σου, ἵνα τῇ ψυχῇ χαρίσῃς τὸν πολὺν θησαυρόν. Μὴ γὰρ, ἐὰν ἔχων δέκα ὀβολοὺς δώσῃς ἐννέα τῷ σώματι καὶ ἓν τῇ ψυχῇ, παρὰ τοῦτό σοι πάντα τὰ κατὰ τὸν βίον ἀνατρέπεται; Ἐὰν εὐπορήσῃς ὀβολοὺς πεντήκοντα, καὶ δώσῃς τῷ Θεῷ πέντε διὰ τῶν ἀδυνάτων, καὶ τὰ τεσσαράκοντα πέντε ἑαυτῷ, ἐνίσχυσας τὴν ψυχὴν τῇ πίστει, ἐνεδυνάμωσας καὶ τὸ σῶμα διὰ τὴν ἑτέρων προσευχὴν, καὶ ἔλαβες χάριν πρὸς τὸ πάλιν ἐργάσασθαι, καὶ πάλιν κερδᾶναι πολυπλασίονα, καὶ γέγονας πλουσίων πλουσιώτερος εἰς ἐλεημοσύνην. Ἀλλὰ πάντως ἐρεῖς μοι· Καὶ τί, φησὶ, κερδανῶ ἐκ τούτου; Ὅτι οὐκ ἔτι ὀνομάζῃ πένης, ἀλλὰ δανειστὴς Θεοῦ. Καὶ πόθεν μοι, φησὶ, τοῦτο γενήσεται; Πίστευσον τῇ Γραφῇ τῇ λεγούσῃ· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· καὶ ἔχεις ἀκοῦσαι παρ' αὐτοῦ· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἆρα οὐ πολλάκις καθήμενος ἐπὶ τῆς ἀγορᾶς εἶδες πλούσιον παρερχόμενον, καὶ ἐμακάρισας αὐτὸν λέγων, Μακάριός ἐστιν οὗτος ὁ πλούσιος, ὅτι τῆς τῶν ἑτέρων οὐ χρείαν ἔχει χορηγίας, ἀλλὰ μᾶλλον καὶ δανείζει; Καὶ ἐκεῖνος μὲν ἀνθρώποις δανείζει, σὺ δὲ τῷ Θεῷ· ἐκεῖνος ἑκάστου τὰ ἀπὸ καμάτων λαμ60.748 βάνει μετὰ κόπου καὶ μετὰ μάχης ἐν ἁμαρτίᾳ· σὺ δὲ ἐκ τοῦ Θεοῦ λαμβάνεις ἀκόπως, ἀμερίμνως, μετὰ χαρᾶς ἑκατονταπλασίονα· ἐκεῖνος εἰς τὸν βραχὺν τοῦτον βίον λαμβάνει, σὺ δὲ εἰς τὸν ἀτελεύτητον βίον ζωὴν αἰώνιον κληρονομεῖς. Εἰ δὲ οὐ πιστεύεις μοι, πίστευσον τῷ Θεῷ τῷ μεθ' ὅρκου σε πληροφορήσαντι, καὶ λέγοντι· Ἀμὴν λέγω ὑμῖν, ἑκατονταπλασίονα λήψεσθε, καὶ ζωὴν αἰώνιον κληρονομήσετε. Μὴ οὖν νόμιζε ἐλαττοῦσθαι τῇ τῶν πενήτων δόσει· οὐ γὰρ γίνῃ πένης ἐκ τῆς τῶν πενήτων μεταδόσεως. Ἐὰν ὁ πένης ἐλεῇ πένητα, πενέστερος οὐ γίνεται, ἀλλ' ἐπαινετέος, καὶ τὴν πενίαν μᾶλλον ἀσφαλίζεται.

Ἤκουσας τοῦ Προφήτου λέγοντος· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους; καὶ πάλιν, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται; Εἰς εὐλογίαν, διὰ τί; Ὅτι ὁ σπείρων ἐπ' εὐλογίας, ἐπ' εὐλογίας καὶ θερίζει· ὃς γὰρ ἐπιμελήσῃ τῶν ἀμφιεσμάτων σου, ἐπιμελήσει καὶ τῆς ψυχῆς σου. Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα. Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν· ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ. Λέγει γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· καὶ τότε ἔσται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Εἶδες πόσος μισθὸς διὰ μικρὸν ἄρτον ἢ ἕνα ὀβολὸν ἀπόκειταί σοι; ἔγνως πόσον σοι προσάγει φῶς ὁ τῆς ἐλεημοσύνης καρπός; Θέλεις μαθεῖν πόσον θησαυρὸν προεξένησεν ἡμῖν ἡ μικρὰ τῶν πτωχῶν δόσις; βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν; Ἄκουσον. Οὐ γὰρ ἀπὸ τῆς Καινῆς ∆ιαθήκης πληροφοροῦμέν σε μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, ἵνα σὺ διὰ τῆς φιλοπτωχίας κερδάνῃς τὸν οὐράνιον θησαυρόν. Λιμός ποτε κατὰ πᾶσαν τὴν γῆν τοὺς ἀνθρώπους ἐπεβόσκετο, καὶ τοσοῦτος λιμὸς, ὥστε καθ' ἑκάστην ἡμέραν ποταμὸν ἀνθρώπων καὶ ζώων παραδίδοσθαι εἰς θάνατον, οὐκ ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' ἐν τρισὶν ἥμισιν ὅλοις ἐνιαυτοῖς, ὡς καὶ τὴν γῆν ἅπασαν καταφθαρῆναι. Αἰτία δὲ γέγονε τοῦ κακοῦ ἡ τῶν Ἰσραηλιτῶν εἰδωλολατρεία, καὶ τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἡ παρανομία, δι' ἣν ὁ Ἠλίας, ἄνθρωπος ὢν, ἐδυνήθη κλεῖθρα τοῖς οὐρανοῖς ἐπιβαλεῖν, εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Καὶ οὐκ ἔβρεξεν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Εἶτα λοιπὸν αἰσθόμενος ὁ παράνομος βασιλεὺς, ὅτι ὁ προφήτης Ἠλίας γέγονε διάκονος τῆς ἀποφάσεως ταύτης, περιήρχετο ζητῶν ἀποκτεῖναι αὐτόν. Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον 60.749 ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην. Καὶ λέγει αὐτῇ ὁ προφήτης Ἠλίας· Ἔνεγκέ μοι μικρὸν ἄρτον ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ οἰκίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσέρχομαι τοῦ ποιῆσαι αὐτὸ ἐμοὶ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Μή τις ἡμῶν σήμερον εἰς τοσαύτην πενίαν ἐλαύνει; Μὴ γένοιτο. Ἀλλ' ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς. Καὶ ποίαν ἔλαβεν ἀντιμισθίαν τῆς πενιχρᾶς ταύτης ἐλεημοσύνης; Ἄκουε φανερῶς τί φησιν ὁ προφήτης· Τάδε λέγει Κύριος· Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Ἕως πότε, προφῆτα; Ἕως τοῦ δοῦναι Κύριον ὑετὸν καὶ δρόσον ἐπὶ τὴν γῆν.

∆ιὰ τοῦτο λέγει ὁ προφήτης· Εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται ἐλπὶς αὐτοῦ ἐν καιρῷ ἀβροχίας, καὶ οὐκ ἐλαττωθήσεται οὐδὲ διαλείψει. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦ προφήτου ἔργον, καὶ οὔτε ἡ ὑδρία ἔλειψεν, οὔτε ὁ καμψάκης ἠλαττόνησε. Μὴ ταύτης πενέστερος εἶ, ὦ ἄνθρωπε; μὴ τοσοῦτος λιμὸς ἐπίκειταί σοι, τοῦ μὴ ποιῆσαι ἐλεημοσύνην; Οὐκ ἔστιν οὕτω, μὴ γένοιτο· ἀλλὰ καὶ ἔχεις καὶ δύνασαι, ὅστις ἐὰν εἶ, καὶ μάλιστα πιστός. Καὶ πρὸς μὲν τὸ σῶμα φιλότιμος ὑπάρχεις, περὶ δὲ τὴν ψυχὴν περίψηφος. Ἡ ἐλεημοσύνη τροφὴ τῆς ψυχῆς ἐστι· καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά. Καὶ τί δίδωσιν ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, ἢ μόνον ἐλεημοσύνην; Εἰ δὲ ἀγνοεῖς, μάνθανε καὶ παρὰ τῆς χήρας τῆς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, ὅτι διὰ δύο ὀβολοὺς ὅλην τὴν τῶν οὐρανῶν βασιλείαν ἐκέρδανεν, αὐτὸν ὅλον τὸν Θεὸν ἐπαινέτην λαβοῦσα τῆς πτωχείας ταύτης, καὶ μέχρι τῶν οὐρανῶν ἀνελθούσης τῆς καρποφορίας αὐτῆς. Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον; Εἶδε γὰρ τῆς ψυχῆς τὴν εὐωδίαν, εἶδε τὴν πτωχὴν φιλόπτωχον, εἶδε τὴν ἐνδεῆ χρημάτων τοῖς μὴ ἐνδεέσι συνεισφέρουσαν. Πολλοὶ μὲν ἦσαν οἱ βάλλοντες πολλὰ εἰς τὸ γαζοφυλάκιον· καὶ παρῆν τοῖς γενομένοις ὁ Θεὸς ἅμα καὶ ἄνθρωπος, ὁ αὐτὸς οὐ δικάζων κατὰ πρόσωπον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων διερευνῶν.

Καὶ ποίαν ἀπόφασιν ἐκφέρει περὶ τούτων, ἀκούσωμεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. Οὐ γὰρ τὰ βαλλόμενα πάντα ἀποδέχομαι, φησὶν, ἀλλὰ καὶ τὴν προαίρεσιν τῶν συνεισφερόντων δοκιμάζω. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. ∆ιὰ τί; Ὅτι οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἤνεγκαν, αὕτη δὲ ὄλον τὸν βίον αὐτῆς εἰσήνεγκεν. Οὐκοῦν ἐπειδὴ δικαίως ἔκρινεν, εἴπωμεν καὶ ἡμεῖς ἅπαντες τῷ Θεῷ, ὡς ὁ Προφήτης εἶπε· ∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτι τὴν προαίρεσιν τῶν ἀνθρώπων δοκιμάζεις, καὶ οὐ τῷ πλήθει τῶν προσφερομένων τὴν βασιλείαν περιγράφεις. Οὐ γὰρ προσέχεις τοῖς προσφερομένοις, ἀλλὰ τῇ διαθέσει τῶν προσφερόντων. Μὴ τοίνυν ὀκνήσῃ τις ὑμῶν, παρακαλῶ, κἂν δύο λεπτὰ, κἂν δέκα ὀβολοὺς εἰς τὸ γαζοφυλάκιον τῶν χηρῶν καὶ ὀρφανῶν καταβαλεῖν· οὕτω γὰρ καὶ ἡ ἁγία Γραφὴ διδάσκει, ὅτι καθὼς ἂν ἔχῃ τις προαίρεσιν, εὐπρόσδεκτός ἐστι παρὰ τῷ Θεῷ. Μὴ οὖν γένηται ἡ τράπεζα ἐκείνη ἀλλοτρία τῆς σῆς καρποφορίας· ἀλλ' ἔχε μερίδα μετ' αὐτῆς, ἵνα λάβῃς μερίδα μετὰ τῶν κομιζομένων, ἔλεος παρὰ τοῦ ἐλεήμονος Θεοῦ τοῦ εἰπόντος· Ἐλεεῖτε, ἵνα ἐλεηθῆτε. Ὥσπερ γὰρ πιστεύεται, ὅτι ἔστιν ἄγγελος ἐξ οὐρανοῦ ὁ τὰς προσευχὰς δεχόμενος τοῦ λαοῦ, καὶ προσφέρων τῷ Θεῷ ταύτας, καὶ σπουδάζεις μετὰ πάντων ἀποδοῦναι τῷ Θεῷ τὰς εὐχὰς, ἵνα σου τὸ δῶρον τῆς προσευχῆς μετὰ πάντων ἀποδεχθῇ· οὕτω πίστευε, ὅτι καὶ ἐν τούτοις ἐστὶν ἄγγελος ὁ δεχόμενος τὰ παρὰ σοῦ διδόμενα τοῖς πτωχοῖς, καὶ ταῦτα προσφέρων τῷ Θεῷ. Καὶ ποῖός ἐστιν οὗτος ὁ ἄγγελος, ἀλλ' ἢ ὁ τὰς προσευχὰς καὶ τὰς ἐλεημοσύνας Κορνηλίου τῷ Θεῷ προσενέγκας, καὶ εἰπὼν αὐτῷ· Κορνήλιε, αἱ ἐλεημοσύναι σου καὶ αἱ προσ60.750 ευχαί σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ; Καὶ ἦν τὸ πρώην Ἕλλην· μετὰ τοῦτο δὲ, ἀφ' οὗ ἐλάλησεν αὐτῷ ὁ ἄγγελος, ἐγένετο πιστὸς, καὶ οὕτω προσεδέχθησαν. Πόσῳ μᾶλλον σοῦ τοῦ φιλοχρίστου;

Ὀφείλομεν δὲ λοιπὸν καὶ τοὺς πλουσίους παρακαλέσαι. Μάλιστα μὲν οἱ πολλοὶ φιλόπτωχοί εἰσι, καὶ ἀφ' ἑαυτῶν τοῦτο πράττουσι καλῶς γὰρ ἐμελέτησαν ἀρδευθῆναι παρὰ τῶν τοιούτων ἀνδρῶν, ἐκείνων τῶν πρὸ ἡμῶν διδασκάλων, καρποφορεῖν· ἀλλ' ὅμως ἐπειδὴ καὶ τῶν παρ' ἡμῖν πτωχῶν λόγον ἀπαιτοῦσιν, οὐκ ἀποκνήσω παρακαλέσαι αὐτοὺς, καὶ πρὸς ἐλεημοσύνην χειραγωγῆσαι, δύο ταῦτα παραφυλαττόμενος, τῷ μήτε αὐτοὺς παρὰ Θεῷ ἐγκληθῆναι, μήτε ἐμὲ παρὰ τῶν ἀγγέλων διαβληθῆναι· καὶ πῶς, ἐγὼ λέγω. Ἐὰν γὰρ μὴ καταβάλω τὰ τῆς θείας Γραφῆς λόγια εἰς τὴν ὑμετέραν ἀγαθὴν τράπεζαν, ὥσπερ ἀργύριον ἐπὶ τὸν τραπεζίτην, εὐθέως ἐγκαλοῦμαι παρὰ τοῦ Θεοῦ, καὶ ἀκούω παρ' αὐτοῦ· Ἐχρῆν σε τὸ ἀργύριόν μου καταβαλεῖν τοῖς τραπεζίταις, καὶ ἐγὼ ἐλθὼν ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ. Εἰς τοῦτο γὰρ καὶ ἐνεκάλεσεν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις τῷ πιστευθέντι τὸ δηνάριον, καὶ κατακρύψαντι. Καὶ πῶς ἀργύριον ὁ προφήτης λέγει, ἄκουσον· Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. Οὕτω καὶ τῷ προφήτῃ λέγει ὁ Θεός· Υἱὲ ἀνθρώπου, διαμαρτύρου τῷ λαῷ τούτῳ· καὶ πάλιν ἄλλως, Παρακαλεῖτε, οἱ ἱερεῖς, τὸν λαόν μου· λαλεῖτε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ' ὑμῶν κατ' ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ' ἐκείνην τὴν φοβερὰν ἡμέραν· Πονηρὲ δοῦλε, διὰ τί οὐκ ἠλέησας τὸν σύνδουλόν σου; καὶ νῦν σὺ πῶς θέλεις ἐλεηθῆναι;

Καὶ πάλιν· Μετανοεῖτε νῦν, ὅτι ἐκεῖ οὐκ ἔστι καιρὸς μετανοίας· μήποτε ἐγκαλούμενός τις κατ' ἐκείνην τὴν φρικτὴν ὥραν εἴπῃ, ὅτι Οὐκ ἐδιδάχθην παρὰ τοῦ ποιμένος, οὐκ ἔμαθον τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, οὐδὲ εἶπεν ἡμῖν, ὅτι ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας, οὐχ ἡρμήνευσεν ἡμῖν τὴν παρὰ σοῦ δοθεῖσαν αὐτῷ Γραφὴν τὴν λέγουσαν, Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἀλλὰ μόνον τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀπεχώρισεν ἡμᾶς, καὶ πάλιν Ἑλλήνων τὴν δεισιδαιμονίαν ἀπηγόρευσεν· ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν. Εἰ γὰρ καὶ πρὸς ἐλεημοσύνην ἐπαίδευσεν ἡμᾶς, εἴχομεν καὶ ταύτης τοὺς καρποὺς δείξασθαι. ∆ιὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς· κουφίσατε τὸ φορτίον τῶν ἁμαρτημάτων διὰ τῆς ἐλεημοσύνης· ἐλεήσατε, ἵνα ἐλεηθῆτε. Ἡ γὰρ ἐλεημοσύνη βαπτίσματος ἁγίου δύναμιν ἔχει· καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἡ θεία Γραφὴ διδάσκει λέγουσα· ἐλεημοσύναι καὶ πισταί εἰσιν· ἐκκαθαίρονται ἁμαρτίαι. Τὰ χρήματα, κἂν μὴ βουλώμεθα, ἐνταῦθα μένει· ἡ δὲ ψυχὴ, κἂν μὴ θέλωμεν, ἐκεῖθεν μεθοδεύεται, τὰς εὐθύνας ὑπέχουσα τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις ἔλεγε· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἄκουε γοῦν, παρακαλῶ, τὸ ῥῆμα τοῦτο, ὅτι ἐν μὲν εἰρήνῃ καταφρονεῖται, ἐν δὲ ταῖς ἀνάγκαις δείκνυσι τοῦ νόμου τοῦ Θεοῦ τὴν δύναμιν.

Ἀκούει γὰρ πολλάκις ὁ ἀκροατής· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; καὶ παρατρέχει τοῦ ῥήματος τούτου τὴν δύναμιν. Καὶ ἐὰν καταφρονήσῃ ἐν εἰρήνῃ τοῦ ῥήματος, μανθάνει ἐν ταῖς ἀνάγκαις τοῦ εἰρηκότος τὴν δύναμιν. Τί γὰρ ποιεῖ ὁ Θεὸς, ὅταν τινὰ ἴδῃ χρημάτων μὲν ἀντεχόμενον, ἐλεημοσύνην δὲ ἀποστρεφόμενον, καὶ πάντα αἱρούμενον παθεῖν ὑπὲρ τοῦ μὴ προδοῦναι τὰ χρήματα; Ἐν ταῖς ἀνάγκαις αὐτὸν διδάσκει γνωρίζειν τὸν τοῦ Θεοῦ νόμον· καὶ πῶς, ἄκουε· Ἐννόησόν μοί τινα ἔμπορον θαλαττεύοντα, καὶ περὶ χρήματα μόνον τὸν 60.751 νοῦν ἔχοντα, πάντα αἱρούμενον παθεῖν, ἢ ἕνα ὀβολὸν ἀπολέσαι, ὅρκους μυρίους ἐπάγοντα κατὰ τῆς ψυχῆς, ὥστε μὴ προδοῦναί τι τῶν ἰδίων. Ἀλλ' ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ· ἐφίσταται γὰρ ὁ κλύδων, ἐγείρει τρικυμίας ἡ θάλασσα, ὑψοῦνται μέχρι τοῦ οὐρανοῦ τὰ κύματα· εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ. Ἀλλ' ἐρώτησον αὐτὸν εὐθέως, Τί ποιεῖς, ὦ ἄνθρωπε; τί μαίνῃ; τί ῥίπτεις τὰ χρήματα ἀχρήστως; οὐ παραφυλάττει σου τὰς παρακαταθήκας ἡ θάλασσα· οὐκ ἔστιν ὡς ἡ γῆ δεξαμένη τὰ σπέρματα, καὶ δίδωσί σοι πολυπλασίονα· οὐ γὰρ λαμβάνει σπέρματα, καὶ δίδωσι δράγματα. Τί οὖν δανείζεις ἀχρήστως ἀχαρίστῳ στοιχείῳ; τί πιστεύεις ἀπίστοις κύμασι; τί δίδως τὴν ἐνθήκην σου εἰς παρακαταθήκην τῇ μὴ ἀποδιδούσῃ θαλάσσῃ; Θεῷ οὐκ ἠθέλησας δανεῖσαι, καὶ τῇ ἀγρίᾳ θαλάσσῃ ῥίπτεις τὰ χρήματα;

Τί οὖν εὐθέως ἐκεῖνος ἀποκρίνεται; Θέλω τὴν ψυχήν μου σῶσαι, ἢ ὅλον τὸν κόσμον κερδῆσαι. Νῦν ἔγνως, Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; νῦν ἔμαθες τὸ ῥῆμα τοῦ Χριστοῦ, ὅπου παρακαλῶν ἔλεγε, Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἀλλ' οὐκ ἐπαίδευσέ σε ὁ νόμος; Παιδεύσει σε κἂν ὁ φόβος. Οὐκ ἐπαίδευσέ σε ἡ τοῦ Θεοῦ διδασκαλία; Παιδευσάτω σε τῆς θαλάσσης ἡ μανία. Ὢ τῆς ἀνακολούθου πράξεως· ὢ τῆς πάντα παιδευούσης ἀνάγκης· ἡ θάλασσα βιαζομένη λαμβάνει ὅλα, ὁ Θεὸς δὲ προτρεπόμενος εἰς βασιλείαν οὐρανῶν, οὐδὲ μέρος τι λαμβάνει; τῇ θαλάσσῃ πιστεύεις μηδέν σοι χρηστὸν ἐπαγγελλομένῃ, καὶ τῷ Θεῷ οὐ πείθεις ἑκατονταπλασίονά σοι ἐπαγγελλομένῳ καὶ χαριζομένῳ; Βούλει καὶ ἑτέραν εἰκόνα τῆς τοιαύτης ἀνάγκης ὑπόθωμαί σοι; χρὴ γὰρ καὶ διὰ τῶν φοβερῶν 60.752 καὶ διὰ τῶν ἀγαθῶν πανταχόθεν ὠφελεῖσθαι τὴν σὴν ψυχήν. Ἐννόησον οὖν καὶ τοὺς ἐν τῇ γῇ πραγματευομένους, τοὺς πάντα ποιοῦντας καὶ πράττοντας ὑπὲρ τοῦ κερδᾶναί τι, τοὺς ὅρκῳ τολμῶντας, καὶ πάσης ἐπιορκίας γέμοντας ὑπὲρ τοῦ ἕνα ὀβολὸν λαβεῖν πλέον, ὅτι οἱ τοιοῦτοι τοὺς τοῦ Θεοῦ νόμους παραγράφονται. Προφῆται κηρύττουσι, κἀκεῖνοι τὰ ὦτα ἀποκλείουσι· διδάσκαλοι βοῶσι, κἀκεῖνοι τὴν νουθεσίαν μυκτηρίζουσι. Καὶ τί λοιπὸν ἐπὶ τούτων γίνεται; οὐ γὰρ ἐπὶ πάντων, ἀλλ' ἐπὶ τούτων. Περιπίπτει γὰρ πολλάκις ὁ τοιοῦτος ἔμπορος λῃσταῖς· καὶ ὁ πρὸς τὸν πλοῦτον κεχηνὼς, καὶ ἀπλήστως τὸ τῆς φιλοχρηματίας πάθος ἐνδεδυμένος, εὐθὺς ἀποδύεται τὴν τοιαύτην νόσον, καὶ γίνεται δαψιλὴς εἰς τὸ χαρίσασθαι· βλέπει γὰρ τὸ ξίφος, ὃ ἐπιφέρεται ὁ λῃστὴς, καὶ φεύγει τὸ πάθος· ἐπέρχεται ὁ λῃστὴς, καὶ εὑρίσκεται λοιπὸν ἐκεῖνος, ὥσπερ τις φιλότιμος, τὰ ἑαυτοῦ παρέχων μετὰ ἱκεσίας. Τί οὖν λέγει τῷ λῃστῇ τότε; Πάντα λάβε, καὶ μόνον τὴν ψυχήν μου χάρισαι. Ἀκουέτω καὶ οὗτος· Νῦν ἔγνως τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ. Λῃστῇ πάντα βουλομένῳ λαβεῖν δίδως μετὰ πάσης παρακλήσεως, τῷ βλάπτοντί σε εἰς πάντα· Θεῷ δὲ μέρος τι βουλομένῳ λαβεῖν οὐ δανείζεις, τῷ πάντα πλουσίως παρέχοντί σοι ἀγαθὰ, ἐπίγειά τε καὶ οὐράνια· ἀλλ' οὐδὲ τοσοῦτον φοβῇ τὸν Θεὸν, ὅσον τὸν λῃστήν; Καὶ ξίφος μὲν γυμνούμενον φοβῇ, γεέννης δὲ πῦρ ἀπειλούμενον καταφρονεῖς. Μὴ, παρακαλῶ, μὴ τοιοῦτοί τινες ὑμῶν γινέσθωσαν· οὐ γάρ ἐστε, μάλιστα φιλόχριστοι ὄντες· οἴδατε γὰρ πάντα τὰ ἀποβησόμενα τοῖς ἀνθρώποις.

Τὰς ψυχὰς ὑμῶν ἀσφαλίσασθε πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ ἐπιγινώσκετε τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρηκότα· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Αὐτῷ οὖν τῷ ἐλεοῦντι καὶ τρέφοντι καὶ μὴ ὀνειδίζοντι Θεῷ δόξαν ἀναπέμψωμεν, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать