Βʹ. Τοῦ αὐτοῦ περὶ τῶν ἐν νηστείᾳ σωφρονούντων, καὶ διαγωγῆς διαφόρων προφητῶν.
Οἱ μὲν ἀθληταὶ καθ' ἑκάστην ἡμέραν γυμναζόμενοι καὶ τὴν τέχνην αὔξουσι, καὶ τὴν κατὰ τῶν ὑπεναντίων νίκην ῥᾳδίως λαμβάνουσιν· οἱ δέ γε δρομεῖς ἐν τῇ καθημερινῇ μελέτῃ τῆς εὐστροφίας εὐκινήτους τὰς ἁρμονίας ἀπεργαζόμενοι πρὸς προσδοκίαν ταχίστην ὀξύνονται. Τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ πατέρες συνεχέστερον ἡμᾶς διδάσκειν ἐπιτρέπουσιν, ἵνα τὴν ἐν τῷ διδάσκειν ἀσφάλειαν ἐκ τῆς τοῦ λόγου μελέτης ταχεῖαν ἡμῖν προσποιησώμεθα. ∆εῦρο τοίνυν, ἀγαπητοὶ, τὸν Ἰωσὴφ ἰχνηλατήσαντες, τὴν Αἰγυπτίαν ἁμαρτίαν λείποντες, γυμνοὶ τοῦ μίσους πρὸς τὴν σωφροσύνην ἐκδράμωμεν. Καὶ γὰρ, εἰ καὶ Ἰωσὴφ τὸ τῆς σαρκὸς κάλυμμα, ἀλλ' οὔ γε τῆς σωφροσύνης δόξης λαμπρότερον εἶχε τὸ ἔνδυμα; Σωφροσύνης ἁγνεία τοὺς πατέρας συσφίγξασα στύλους ἀδαμαντίνους τῇ οἰκουμένῃ ὑπήρεισε, τὰς μὲν εὐχὰς εἰς οὐρανὸν ἐκτείνοντας, τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων ἐπὶ γῆς θεραπεύοντας. Μωϋσῆς ὁ μακάριος σωφροσύνῃ ἑαυτὸν περισφίγξας, στῦλος σωτηρίας τοῖς Ἑβραίοις γέγονεν ἐν Αἰγύπτῳ, καὶ τῶν μὲν πρωτοτόκων θύρας τῶν Αἰγυπτίων ἐδάφιζε, τοὺς δὲ φωτοφόρους παῖδας τῶν Ἑβραίων ἐμακάριζε· καὶ τῷ μὲν Φαραὼ καὶ τοῖς μάγοις στῦλος ἀνθίστατο, Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ, τὴν σωφροσύνην σύνευνον ἔχων, οὐρανίοις φωστῆρσιν ἐκέλευε· τοῦ γὰρ ἡλίου τοὺς δρόμους ἐκώλυε, καὶ τῆς σελήνης τοὺς ὅρους ἐπήγνυε, καὶ τῆς ἡμέρας τὸ φάος ἐμήκυνε. Πότε δὲ τοῦτο; Ὅτε ὑπὲρ Γαβαὼν τὸν πόλεμον ἔλεγε· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ. Οὗτος ποταμὸν διέτεμε, λαὸν περιέσωσεν, καὶ εἰς τὴν ἁγίαν γῆν πάλιν τοὺς Ἑβραίους ἐπέστρεφεν· οὗτος τείχη ἐῤῥίπιζε, καὶ πόλεις ἀσεβῶν κατέστρεφε, τὴν Ῥαὰβ διέσωζεν, ἀλλοφύλους ἐκόλαζεν, ὁμοφύλους ἐδόξαζε. Σαμψὼν δὲ ὁ ἀνδρειότατος, σωφροσύνην φυλάσσων, λέοντα ἀπέπνιγε, καὶ ἐκ σιαγόνος ὄνου ὕδωρ ἐπήγαζε, καὶ τὸ ἴαμα τῆς δίψης ἐκεῖθεν ἐδέχετο. Ἠλίας δὲ ὁ Θεσβίτης σωφροσύνῃ συνοικήσας, τῇ πενιχρᾷ χήρᾳ ζωοδότης ἐγένετο· εὐλογία γὰρ ἀγαθὴ τὸ ἔλαιον αὐτῆς ἐπήγαζε, καὶ τὴν δράκα τοῦ ἀλεύρου καθ' ἡμέραν ἐπλήθυνεν. Ὁ αὐτὸς Ἠλίας διὰ σωφροσύνην πυρὸς καὶ ὕδατος θησαυροὺς ἐν νεφέλαις ἐκέκτητο· τοῖς γὰρ ἀσεβέσι πῦρ οὐράνιον ἐπόμβρει, καὶ τῇ οἰκουμένῃ ἐκλειπούσῃ οὐρανίους πηγὰς ἐξεκένωσεν.
Ἑλισσαῖος δὲ ὁ τούτου μαθητὴς τὴν αὐτὴν τοῦ διδασκάλου σωφροσύνην κεκτημένος, ἐν τῇ ἀτόκῳ μήτρᾳ τῆς Σωμανίτιδος, δι' εὐχῆς τὸν στάχυν τοῦ τέκνου ἐβλάστανε· καὶ ἐπειδὴ ἔδει αὐτὸν ἴσα τῷ διδασκάλῳ τὰ θαύματα δεικνύναι, νεκρὸν ἕνα ἀνεγείρει· καὶ μετὰ θάνατον τῶν ὀστῶν αὐτοῦ τὰ λείψανα τοὺς νεκροὺς ἀνεγείρουσι.
∆ανιὴλ δὲ ὁ σοφώτατος, καθάπερ μάχαιραν δίστομον τὴν σωφροσύνην περιζωσάμενος, τοὺς λαθροφόνους λύκους συνέπνιξε, καὶ τὴν ἀμνάδα Χελκίου ἀβλαβῆ διεφύλαττεν. Οὔτε γὰρ ὁ λαμπρὸς αὐτῆς πόκος τῆς σωφροσύνης μιαρῷ φιλήματι ἐτέμνετο, οὔτε τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρτίας τοὺς μαστοὺς ἐμιαίνετο. Ἀμβακοὺμ δὲ ὁ μακάριος ὑπὸ Πνεύματος ἁγίου ἁρπαγεὶς τὸ τῶν ἐργατῶν ἄριστον τῷ ἐργάτῃ τῆς σωφροσύνης ∆ανιὴλ παρεκόμιζε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ τοῦτον, καθάπερ τὸν Ἠλίαν, διὰ κοράκων ἐκθρέψαι; ἀλλ' ἵνα μὴ ἀπαραμύθητον ἐάσῃ τὸν μετὰ θηρίων οἰκοῦντα, ἀποστέλλει τὸν συμπροφήτην παρακαλοῦντα τὴν θλῖψιν. Ἐννόησον γὰρ, ἀγαπητὲ, πῶς ἦν ἐν τῷ λάκκῳ τῶν λεόντων ∆ανιὴλ, οὐκ ἔχων οὐ σκάμνον, οὐκ ἄρτον, οὐ τράπεζαν, οὐ λύχνον, οὐ κλίνην, ἀλλ' ἐν μέσῳ τῶν δύο λεόντων σταυροειδῶς ἑστὼς τὸν μέλλοντα Χριστὸν ἐμιμεῖτο. Οἱ δὲ τρεῖς ἁγιώτατοι παῖδες τὴν σωφροσύνην συνειλησάμενοι, τῷ πυρὶ παλαίσαντες, τὴν ταύτης παφλάζουσαν φλόγα κατὰ κράτος ἐνίκησαν. Ὦ παρθενία τὴν ἐλπίδα τοῦ κόσμου Χριστὸν ἀπόνως ἀνθήσασα! ὦ σοφία Θεοῦ, ἡ καὶ τῆς παρθενίας τὸ κλέος τὴν Μαριὰμ μὴ στερήσασα, καὶ τὸ καύχημα τοῦ κόσμου Χριστὸν δι' αὐτῆς φωτὸς δίκην ἐκλάμψασα! ὦ τέκνον ἱερὸν ἀγάμου νύμφης, ἀφθαρσίας πηγὴ, ἀθανασίας πνοὴ, Ἐκκλησίας φωστὴρ, δικαιοσύνης στατὴρ, τῶν ἐμπόρων καλὸς μαργαρίτης, καὶ τῶν φόβων ἀγαθὸς στεφανίτης, ὁ πολλοῦ πιπρασκόμενος, καὶ ὑπὸ πενήτων ἀγοραζόμενος· ὁ τριῶν ὀβολῶν ὠνούμενος, πίστεως, ἐλπίδος, ἀγάπης, καὶ ἐν καρδίᾳ ταπεινῶν αὐλιζόμενος· ὁ τοῦ σινάπεως κόκκος, καὶ τῶν ἀγγέλων ταξίαρχος· ὁ ἀγεώργητος βότρυς τῆς παγκάλου Μαρίας, καὶ ἀθεώρητος Λόγος τῆς παγκάρπου σοφίας· ὁ τὸ πένθος τοῦ θανάτου ἐπὶ γῆς καταλύσας, καὶ τὸ φέγγος τοῦ θαλάμου ἐν οὐρανῷ εὐτρεπίσας· ὁ τὴν χλόην τοῦ σώματος ἡμῶν ἐνδυσάμενος, καὶ τὴν ἀμάραντον πνοὴν τοῦ ἄνθους ἡμῖν δωρησάμενος· ταῦτα τῆς σῆς σοφίας τὰ διδάγματα, ταῦτα τῆς σῆς νηστείας τὰ γλυκάσματα, ταῦτα τῆς σῆς σωφροσύνης τὰ καλλωπίσματα, ταῦτα τῆς σῆς Ἐκκλησίας τὰ στηρίγματα.
Οὕτως εἴωθας τὸν λαόν σου διατρέφειν, Ἰησοῦ, οὐχ ὡς ἀπὼν, ἀλλ' ὡς παρών· καὶ γὰρ σὺν Πατρὶ ὑπάρχων, ἡμῶν οὐ χωρίζῃ, καὶ μεθ' ἡμῶν αὐλιζόμενος, τοῦ Πατρὸς οὐκ ἀφίστασαι. Ὕδατι τὰ σώματα ἡμῶν ἔλουσας, καὶ πνεύματι τὰ πταίσματα ἡμῶν ἔλυσας· ἅλατι εὐσεβείας τὰς ψυχὰς τῶν προβάτων σου ἤρτυσας, καὶ εἰς τὴν νομὴν ἡμᾶς τῶν ἀγγέλων ἀνείλκυσας· σφραγῖδι τοὺς πόδας ἡμῶν ἐνεύρωσας, καὶ κλίμακι ἡμῖν ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτεινας, καὶ χειραγωγοὺς ἡμῖν ἀγγέλους παρέστησας· δένδρον δένδρῳ ἀντέστησας, καὶ πλευρὰν ἀντὶ πλευρᾶς ἀντέθηκας· χεῖρας εἰς ἀέρα ἐξεπέτασας, καὶ ὑπὲρ ἡμῶν σεαυτοῦ τὸν Πατέρα ἐδυσώπησας, καὶ γαλήνην βαθεῖαν ἐκ χειμῶνος ἐβράβευσας. ∆ιὸ νύκτωρ τε καὶ μεθ' ἡμέραν, καὶ σιωπῶντες καὶ φθεγγόμενοι, σοὶ δόξαν ἀναπέμπομεν, ἐν σοὶ ἔχοντες τῆς ζωῆς τὰς ἐλπίδας, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.