Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ φυγῆς τῆς προσποιήσεως

De fugienda simulata specie / О бегстве от лицемерия

ΟΤΙ ΕΠΙΠΛΑΣΤΟΝ ΣΧΗΜΑ ΚΑΙ ΜΗ ΑΛΗΘΕΣ ΦΕΥΓΕΙΝ ΧΡΗ, ΟΜΙΛΙΑ.

Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφάναι· Προσέχετε γὰρ, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἐλέγχεται γὰρ, φησὶν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ' ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιόπονος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερὸς, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὢν ὁποῖος φαίνεται. Τί οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν; τί κατακρύπτεις τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον; Ἐκφαίνει γάρ σε μικρὸν ὕστερον ἡ ἀλήθεια, καὶ φεύγων ἀλήθειαν ἁλώσῃ διὰ τῆς ἀληθείας.

Τί προβάλλῃ λόγους χρηστότητος, τὸ πικρὸν ἦθος κατακαλύπτων; Οὐ λάθῃς πικρὸς ὢν, κἂν πάνυ γλυκὺς εἶναι προσποιήσῃ. Τί φιλίας ὑποδύῃ σχῆμα πολέμιος ὤν; Οὐκ ἐν σκότει ζῶμεν· ἐκφαίνεται τὰ κρυπτὰ, καὶ διελέγχεται τὸ μῖσος, ὅπερ ἔκρυπτες. Τί προσποιῇ τὴν φιλίαν; τί κολακεύεις μὴ φιλῶν; Μισητόν σου καὶ τὸ τῆς κολακείας γενήσεται, βλάβην ὡς παρὰ ἐχθροῦ φέρον, οὐκ ὠφέλειαν ὡς παρὰ φίλου. Ἐπαινεῖς γὰρ καὶ τὰ φαῦλα κολακείας ἕνεκα· οὐχ οὕτω δὲ ἀναίσθητος ὁ κολακευόμενος· μισῆσαι γὰρ ὀφείλει τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπαινοῦντα. Τί δικαίου χαρακτῆρα καὶ σώφρονος ἐπιμορφάζεις ἐν ἀδικήμασιν ὢν καὶ ἀκολασίαις διατελῶν; τί καλύπτεις ὑπερηφανίαν σχήματι, καὶ ῥήματι ταπεινώσεως καὶ εὐλαβείας ὑποκρίνῃ τὸν φθόνον; Οὐκ ἔστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται. Μῶμος πονηρὸς ἀνθρώπου ψεῦδος· φύγωμεν τὴν ἐπὶ τῷ ψεύδει διαβολήν· μὴ ποιήσῃς ἄπιστον τῷ φίλῳ σεαυτὸν, ἵνα μὴ, καὶ ὅτε λαλεῖς ἀλήθειαν, οὐκ ἔτι πιστεύσῃ· ὁ γὰρ ἐν ἑνὶ εὑρεθεὶς ψεύστης, οὐκ ἔτι ἐστὶν ἄξιος πιστευθῆναι, οὐδὲ ἂν ἀληθεύσῃ ποτέ. Ὅτι τὸ λαλεῖν δίκαια, φησὶ, καὶ ἀληθεύειν, ἀρεστὸν Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. ∆ῶρον δεκτὸν Θεῷ προσοίσεις πίστιν καὶ ἀλήθειαν· εὔκολον δὲ καὶ αὐτό σοι τὸ τὰ ὄντα λαλεῖν, καὶ μὴ τὰ μὴ ὄντα τεχνάζεσθαι. Οὐ γὰρ κάμῃς βιαζόμενος τὸ ψεῦδος εἰς ἀλήθειαν, οὐδὲ ἀτονιάσῃς μηδὲν, λέγων ἐναντία σεαυτῷ, ὅτι μὴ σύμφωνος ὁ ψευδὴς λόγος πρὸς ἑαυτόν· οὐκ αἰσχυνθήσῃ ψευσάμενος ἄλλους σὺ τὴν ἀλήθειαν φυλάττων· ὅρκου πιστότερον τὸν λόγον οἱ φίλοι ἡγήσονται, καὶ πάσης ἐνόρκου μαρτυρίας ἰσχυρότερον τὸ ῥῆμα τὸ σὸν δικαίαν καὶ ἀναμφισβήτητον καταδέξεταί σου μαρτυρίαν· ὁπότε μαρτυρήσεις παρελθὼν, δόξαν μὲν σεαυτῷ καλλίστην ἐπὶ τὴν ἀλήθειαν, σωτηρίαν δὲ κινδυνεύουσιν καὶ ἀδικουμένοις ὠφέλειαν ἐν δικαστηρίῳ προξενῶν. Χείλη ἀληθινὰ, φησὶ, κατορθοῖ μαρτυρίαν ἀληθῆ· ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος· ὄψεταί σε δικαστὴς ἀσμένως ἀπαλλάττων τῆς περὶ 48.1074 τὴν δίκην ζητήσεως. Ἀλλὰ γὰρ ἐπαινετὸν παρὰ Κυρίου τῆς ταπεινοφροσύνης τὸ κατόρθωμα, εἰ δυνηθῶμεν κατορθῶσαι. Πολλοὶ μὲν οὖν κατορθώσαντές τι ἀγαθὸν, ἑαυτοὺς σμικρύνειν βούλονται παρὰ τὴν ἀλήθειαν, ψεύδεσθαι καθ' ἑαυτῶν βουλόμενοι μᾶλλον. Ἐγὼ δέ σοι λέγω, πρὸς τὴν ἀλήθειαν ταπεινοφρόνησον, ἄνθρωπε· εἰς ἀκοὰς Θεοῦ λάλει περὶ σεαυτοῦ ταπεινὰ, ὡς ὁ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὡς Παῦλος ἔλεγεν· Ἐγὼ δέ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.

Πάλιν δὲ ἀληθεύων ἐπήγαγεν· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Τούτων δὲ οὕτω πρὸς ἡμετέραν διδασκαλίαν προκειμένων πανταχόθεν, φύγωμεν τὸ ἐπίπλαστον σχῆμα. Τί προσωπεῖα ἑαυτοῖς περιτιθέαμεν, μὴ ὄντες τοιοῦτοι οἵους ἑαυτοὺς ἐπιδεικνύομεν, τοὺς μὲν χιτῶνας μέχρι τῆς γῆς ἕλκοντες ἐν σχήματι ἁγίων, τὸν δὲ τρόπον ἠγριωμένοι, τῷ μὲν λόγῳ καὶ τῇ στολῇ ἅγιοι, τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις ἀπάνθρωποι; Στολισμὸς οὐκ εἰσάγει εἰς βασιλείαν οὐρανῶν, ἀλλ' ἔργα δικαιοσύνης. Οὐχ οὕτως ὄψεται ἄνθρωπος ὡς ὄψεται Θεός· ἄνθρωπος μὲν εἰς πρόσωπον ὄψεται, ὁ δὲ Θεὸς εἰς καρδίαν· Ἐτάζων γὰρ, φησὶν, καρδίας καὶ νεφροὺς ὁ Θεός· ** καὶ διὰ τὸν ἐρχόμενον συναγαγεῖν τοὺς λογισμοὺς τῶν ἀνθρώπων· Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· Οὐκ ἔνι ἀποκρυβῆναι τῆς θέρμης αὐτοῦ. Ἥξει καιρὸς ὅτε τὸ προσωπεῖον τοῦτο ῥίψας γυμνὸς εὑρεθήσῃ, καὶ τότε ἔσῃ αἰσχυνόμενος ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὡς ὁ Ἀδὰμ ἐκπεσών. Ἐκεῖ γὰρ οὐκ ἔτι σχῆμα ζητεῖται, ἀλλὰ ἔργα. Ὧδε μὲν γὰρ πολλάκις πλανῶμεν, καὶ διαφεύγομεν τὸν ἔλεγχον, καὶ διὰ τοῦ σεμνοῦ σχήματος φαινόμεθα ὡς δίκαιοι, καὶ πολλάκις μακαριζόμεθα· ἐκεῖ δὲ οὐκ ἔτι ἔνι ψεύσασθαι· ἐκεῖ τὰ ἔργα ζητεῖται, οὐκ ἔτι τὸ σεμνὸν σχῆμα· μᾶλλον δὲ μείζονα τὴν κόλασιν καὶ τὸ κατάκριμα ἕξομεν, τὸ μὲν σχῆμα τὸ σεμνὸν φορέσαντες, τὰ δὲ ἔργα τοῦ σχήματος μὴ πονήσαντες. Ἄκουε τοῦ Σωτῆρος περὶ Ἰουδαίων μὲν λέγοντος, πρὸς ἡμᾶς δὲ διδασκαλίαν προτείνοντος· Πλατύνουσι γὰρ, φησὶ, τὰ κράσπεδα, καὶ ἐν ταῖς πλατείαις προσεύχονται, ὅπως φανῶσι τοῖς ἀνθρώποις δίκαιοι· οὗτοι δὲ λήψονται περισσότερον κρῖμα. Ἐπιθυμεῖς τὸ σεμνὸν σχῆμα, καὶ τὸ ὄνομα τοῦ Χριστιανισμοῦ ἐπεπόθησας· μὴ ἕως τούτου ἀπομείνῃς, ἀλλ' ὡς ὡμολόγησας Θεῷ, ἀπόδος τὴν ἐπαγγελίαν τῇ τῶν ἔργων ἐπιδείξει. Τί προπετὴς εἶ εἰς τὴν ἐπαγγελίαν, μὴ ἔργοις βεβαιῶν αὐτήν; Χρὴ οὖν καὶ εὔχεσθαι μετὰ ἀσφαλείας, καὶ ἀποδιδόναι τὸ χρέος τῆς ἐπαγγελίας μετὰ ἀκριβείας· Εὔξασθε γὰρ καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἁγνῇ πολιτείᾳ ὄφθητι αὐτῷ· τουτέστι, σώματι καὶ πνεύματι καὶ ψυχῇ· μή τι ὑφέλῃς τῆς ἐπαγγελίας, ἵνα μὴ πάθῃς τὰ Ἀνανίου καὶ Σαπφείφας. Ἐκεῖνοι γὰρ νοσφισάμενοι ἐκ τῆς τοῦ ἐπαγγελθέντος κτήματος τιμῆς, 48.1075 θανάτῳ κατεδικάσθησαν· καὶ ἡμᾶς χρὴ ταῦτα φοβεῖσθαι. ∆εῖ γὰρ εἰδέναι, καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγγελλόμεθα τῷ Θεῷ, οὐκ ἔτι λοιπὸν ἡμῖν ἐστιν, ἀλλὰ Θεῷ διαφέρει. Θεοῦ κειμήλιόν ἐστιν ἡ ἡμετέρα ἐπαγγελία· καὶ ἐὰν ἀπὸ τούτων σύρωμεν, οὐκ ἔτι τὰ ἡμέτερά ἐσμεν λαμβάνοντες, ἀλλ' ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες κειμήλια, καὶ ὄντως ὡς ἱερόσυλοι κριθησόμεθα. Ἡ δὲ ἐπαγγελία οὐ μόνον χρημάτων ἐστὶν, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως· Ὑπὲρ παντὸς, φησὶ, λόγου ἀργοῦ ἀποδώσεις λόγον ἐν ἡμέρᾳ κρίσεως. Τὸ γὰρ θεῖον καὶ μέγα μυστήριον οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόστασιν, ἀλλ' ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ Θεὸν πίστει· πάντες γὰρ ἐπηγγειλάμεθα, καὶ πάντες ἐπαγγελίας ἐσμὲν χρεῶσται. Ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν, ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τὸν δὲ ἐν γάμῳ τὴν σωφροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἥτις γὰρ παρθενεύειν ἢ ἐγκρατεύεσθαι διὰ χηρείας ἐπαγγέλληται, ψεύσηται δὲ τὴν ἐπαγγελίαν, καὶ εἰς γάμον μετενεχθῇ, κρῖμα ἔχει, ὅτι τὴν πρώτην πίστιν ἠθέτησεν.

Εἰκότως δὲ καὶ ὁ πρεσβύτερος ὀφείλει ἀποδοῦναι τὴν ἱερωσύνην εὐάρεστον, καὶ ὁ διάκονος τὴν διακονίαν ἀμώμητον, μὴ κλοποφορῶν τὰ τῆς διακονίας, ἵνα μὴ κατακριθῇ ὡς ὁ Ἰούδας πωλῶν. Πολλῆς οὖν ἀκριβείας ἐνταῦθα χρεία, μήπου τις ψεύσηται Θεὸν, μὴ ἀποδιδοὺς σώαν τὴν ἐπαγγελίαν, μᾶλλον δὲ τὴν παρακαταθήκην, ἥνπερ καὶ ἕκαστος ἡμῶν ἐπηγγειλάμεθα. Οὐκ ἔτι ἡμέτερόν ἐστιν· ἀλλ' οὕτως ὀφείλομεν λογίζεσθαι, ὅτι παρακαταθήκην παρὰ Θεοῦ ἐλάβομεν, καὶ ἵνα μετὰ προσευχῆς φυλάξαντες ἀνόσφιστον τὸ ἐπάγγελμα παραστήσωμεν τῷ φοβερῷ βήματι Χριστοῦ, ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς ἡ ἀπόφασις καταλάβῃ, κατὰ τὸ παράδειγμα Ἀνανίου.

Οὐκοῦν ἐνταῦθα πολλῆς ἀσφαλείας χρεία, μὴ ἔν τινι πταῖσαι, μηδὲ ὑφείλασθαι τῆς ἐπαγγελίας, ἀλλὰ μετὰ ἀκριβείας ἀποδοῦναι τὴν ἐπαγγελίαν σπουδάσωμεν. Μὴ ἕως τοῦ σχήματος εἶναι νομίσωμεν τὸν Χριστιανισμὸν, μηδὲ τούτῳ τερπόμενοι ἐναπομείνωμεν, ἀλλὰ τῇ διὰ τῶν ἔργων βεβαιώσει ἀληθείας καὶ δικαιοσύνης οἰκεῖοι διαμείναντες, τῶν ἑπομένων τῇ δικαιοσύνῃ τιμῶν τευξώμεθα παρὰ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать