Αστέριος Αμασείας, IV-V αι.

Ὁμιλία ια΄ — ἔκφρασις εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν μάρτυρα

Homilia 11 / Проповедь 11 - Слово о иконе св. мученицы Евфимии

11.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας ἔκφρασις εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν μάρτυρα

11.1.1 Πρώην μέν, ὦ ἄνδρες, ∆ημοσθένην εἶχον ἐν χερσὶ τὸν δεινὸν καὶ ∆ημοσθένους ἐκεῖνα ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμήμασιν· ἐγχρονίσας δὲ τῷ λόγῳ καὶ πυκνωθεὶς τὴν διάνοιαν ἀνέσεως ἐδεόμην καὶ περιπάτου, ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονού μενον. Προελθὼν δὲ τοῦ δωματίου καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ' ἀγορᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ Θεοῦ τέμενος ἀφικόμην εὐξόμενος ἐν σχολῇ· 11.1.2 ὡς δὲ καὶ τούτου τυχὼν ἕνα δὴ τῶν ὑποστέγων δρόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα καί με κατ' ἄκρας εἷλεν ἡ θέα· Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα ἤ τινος ἐκείνων τῶν παλαιῶν, οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. ∆εῦρο δ' εἰ βούλεικαὶ γὰρ σχολὴ νῦν διηγήματος, φράσω σοι τὴν γραφήν· οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα. 11.2.1 Γυνή τις ἱερὰ παρθένος ἀκήρατον Θεῷ τὴν σωφροσύνην καθιερώ σασαΕὐφημίαν καλοῦσιν αὐτήν, τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον· οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν ὁμοῦ καὶ ἱερὰν τὴν παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι καταθέμενοί τε τὴν λάρνακα τιμὰς τελοῦσιν αὐτῇ καὶ τὴν ἐτήσιον ἑορτὴν κοινὴν καὶ πάνδημον ποιοῦνται πανήγυριν. 11.2.2 Οἱ μὲν οὖν τῶν τοῦ Θεοῦ μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσι τὴν μνήμην ἀεὶ καὶ προαιρέσει καὶ ὅπως ἐξετέλεσε τὸν τῆς καρτερίας ἀγῶνα ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν. Ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ αὐτὸς διὰ τῆς τέχνης τὰ κατὰ δύναμιν πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας αὐτοῦ που περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα· ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα. 11.3.1 Ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστὴς πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν παρθένον· ὀργίζεται γὰρ ὅταν ἐθέλῃ κἀν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη. ∆ορυφόροι δὲ τῆς ἀρχῆς καὶ στρατιῶται πολλοί, οἱ μὲν τῶν ὑπομνημάτων ὑπογραφεῖς δέλτους φέροντες καὶ γραφίδας, ὧν θάτερος ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς ὅλον ἐκκλίνας τὸ πρόσωπον, ὥσπερ παρακελευόμενος γεγωνότερον λαλεῖν ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα. 11.3.2 Ἕστηκεν δὲ ἡ παρθένος ἐν φαιῷ χιτῶνι καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα, ὡς μὲν ἔδοξε τῷ γραφεῖ, καὶ τὴν ὄψιν ἀστεία, ὡς δ' ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς. Ἄγουσι δὲ αὐτὴν πρὸς τὸν ἄρχοντα δύο στρατιῶται, ὁ μὲν ἕλκων ἐπὶ τὸ πρόσω, ὁ δὲ κατόπιν ἐπείγων. Κεκραμένον τῆς παρθένου τὸ εἶδος αἰδοῖ καὶ στερρότητι· νεύει μὲν γὰρ εἰς γῆν ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀρρένων, ἕστηκε δὲ ἀκατάπληκτος οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δειλόν. 11.3.3 Ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ἐστ' ἂν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει φειδομένην καὶ φρίττουσαν, νῦν δὲ τὸ θαῦμα ἀπ' ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετατέθεικα τὴν γραφήν· καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου, ὅτι μᾶλλον ἔμιξε τῶν χρωμάτων τὸ ἄνθος, αἰδῶ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα. 11.4.1 Προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ ἤδη ἤρχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς καὶ ἀνακλίνας εἰς τὸ κατόπιν παρεῖχε τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον· ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόν των τὸ μαργαρῶδες· σφῦρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. ∆ακρύω δὲ τὸ ἐντεῦθεν καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐναργῶς ἐπέχρωσεν ὁ γραφεὺς ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπέλθοις. 11.4.2 ∆εσμωτήριον μετὰ ταῦτα· καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν καὶ καλοῦσα Θεὸν ἐπίκουρον τῶν δεινῶν· εὐχομένῃ δὲ αὐτῇ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον ὃ δὴ νόμος χριστιανοῖς προσκυνεῖν τε καὶ ἐπιγράφεσθαι, σύμβολον οἶμαι τοῦ πάθους ὅπερ αὐτὴν ἐξεδέχετο. 11.4.3 Εὐθὺς γοῦν καὶ μετ' ὀλίγον πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι σωματοποιήσας τὴν φλόγα. Ἵστησι δὲ μέσην αὐτήν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν διαπλώσασαν, ἀχθηδόνα δὲ οὐδεμίαν ἐπιφαίνουσαν τῷ προσώπῳ, ἀλλὰ τοὐναντίον γεγηθυῖαν ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν. 11.4.4 Μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησε τὴν χεῖρα κἀγὼ τὸν λόγον· ὥρα δέ σοι καὶ αὐτήν, εἰ βούλει, τελέσαι τὴν γραφήν, ἵνα κατίδῃς ἀκριβῶς, εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν.

10
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать