Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ἔγκωμιον εἰς τὴν Ἁγίαν Θεοτόκον Μαρίαν

Encomium in sanctam Mariam deiparam / Похвала святой Богородице

Encomium in sanctam Mariam deiparam ̓Εγκώμιον εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον.

Φαιδρὸς ἡμῖν ὁ λόγος, καὶ χάριτος ἐμπεπλησμένος, ἐπειδὴ καὶ λαμπρὰ ἡ τῶν ἁγίων Πατέρων σύνοδος. Καὶ γὰρ σφόδρα μου ἐν λύπῃ ὑπάρχοντος διὰ τὴν παράνομον βλασφημίαν Νεστορίου διήπειρον τοῦτο τὸ πολύκλονον καὶ πολυειδὲς καὶ ἀγγελικὸν καὶ ἐπουράνιον θέατρον. Ουτοι οἱ τῆς εὐσεβείας διδάσκαλοι, οἱ στύλοι καὶ οροφοι τῆς πίστεως, οἱ πύργοι οἱ ἀσάλευτοι, οἱ λιμένες οἱ γαμνοφόροι, οἱ πιστοὶ καὶ φρόνιμοι οἰκονόμοι, οἱ σοφοὶ ἀρχιτέκτονες, οἱ τὸν αἰθέριον πλοῦν, καὶ ἰσάγγελον βίον ἐπὶ γῆς διάγοντες, οἱ τῶν προφητῶν σύσκηνοι, καὶ τῶν ἀποστόλων σύνθρονοι, καὶ τῶν ἁγίων ̓Εκκλησιῶν προστάται, οἱ τῆς μιαρᾶς βλασφημίας εκδικοι, οἱ τῆς ἡμετέρας πτωχείας, μᾶλλον δὲ εὐφημίας, σοφοὶ ἀντιλήπτορες, οἱ τὸν καλλιεπῆ καὶ θεόμορφον τῆς ἀρχιερωσύνης θρόνον ἐπέχοντες, οἱ τὰ μελίῤῥυτα πηγάζοντες νάματα, οἱ τῆς Θεοῦ φρονήσεως πνευματικοὶ ῥήτορες, οἱ τὴν τετραπέρατον οἰκουμένην τῇ ἀκαμάτῳ ὁδοιπορίᾳ βαδίσαντες, ους ουτε καύσων, ουτε πελάγη θαλάττης, ουτε κυμάτων μαινομένων θυμὸς αγριος, οὐ ζαλώδεις τρισκυμίαι εἰς οκνον ἐνέβαλεν, ἀλλὰ τοῖς πιστοφόροις βήμασι σκιρτῶντες ἐνταῦθα γεγόνασι, πάντα οκνον καταλείψαντες διὰ πόθον, μᾶλλον δὲ φόβον Κυρίου, καὶ ἀναλαβόντες τὸν σταυρὸν ὡς σοφοὶ εκδικοι τῆς Θεοτόκου Μαρίας, ἐνταῦθα παραγεγόνασιν. ∆ιὸ καὶ θαῤῥοῦντες ταῖς εὐχαῖς αὐτῶν ταῖς ἁγίαις, ὀλίγα τινὰ χαιρετίσωμεν ταύτην τὴν πόλιν, καὶ ουτως ἐπὶ τὰ ἐγκώμια τῆς Θεοτόκου ἐκτενῶ μου τὸν λόγον.

Χαίροις, ω ̓Εφεσίων πόλις, μᾶλλον δὲ θαλασσοθέα, διότι ἀντὶ λιμένων ἐπιγείων λιμένες ἀγγελικοὶ καὶ ἐπουράνιοι πρὸς σὲ παραγεγόνασιν. Χαίροις, τῆς ̓Ασιανῆς διοικήσεως τὸ καύχημα, οτι καθάπερ μαργαριτῶν τιμίων τοῖς τῶν ἁγίων ναοῖς κύκλῳ περιοικοδομῆσαι, καὶ νῦν ὑπὸ πολλῶν ἁγίων Πατέρων καὶ πατριαρχῶν ἰχνοπατουμένη ἁγιάζῃ. Εὐλογοῦνται γὰρ ἀληθῶς καὶ αἱ πύλαι, καὶ αἱ ῥύμαι, καὶ οἱ λιμένες, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ. Οπου γὰρ πολλοὶ ποιμένες ἐλαύνουσιν, πολὺς γίνεται δι' αὐτῶν ὁ τῆς ἁγιωσύνης σύλλογος· καὶ μάλιστα ουτοι οἱ φιλόθεοι καὶ φιλόπιστοι, καὶ ἰσάγγελοι, ἐξελαύνουσι πᾶσαν σατανικὴν ἐνέργειαν, καὶ ̔Ελληνικὴν εἰδωλομανίαν, Πορφυριανῶν τε καὶ Σαβελλιτῶν, Φρυγῶν τε καὶ ̓Απολιναριτῶν, Φωτινῶν, καὶ ....... καὶ πᾶσα ἁπλῶς αιρεσις μιαρὰ καταισχύνεται, δοξάζεται δὲ τὸ τῆς ὀρθοδόξου πίστεως καύχημα. Χαίροις δὲ καὶ αὐτὸς, τρισμακάριε ̓Ιωάννη, ἀπόστολε καὶ εὐαγγελιστὰ, τῆς παρθενίας τὸ καύχημα, τῆς ἁγνείας διδάσκαλε, τῆς τῶν δαιμόνων πλάνης ἐξολοθρευτὰ, τοῦ ναοῦ τῆς ̓Αρτέμιδος καθαιρέτα, τῆς ̓Εφεσίων λιμὴν καὶ πρόμαχος, τῶν πτωχῶν τροφεὺς, τῶν θλιβομένων καταφυγὴ, τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις. Χαίροις, ἀμίαντον σκεῦος σωφροσύνης ἐμπεπλησμένον.

Σοὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἀναλαμβανόμενος τὴν Θεοτόκον καὶ ̓Αειπαρθένον, ὡς παρθένῳ παρέδωκεν. Χαίροις δὲ καὶ αὐτὴ, Μαρία Θεοτόκε, Παρθενομήτωρ, Φωτοφόρε, σκεῦος ἀμίαντον. Χαίροις, Παρθένε Μαρία, μήτηρ καὶ δούλη, Παρθένε μὲν, διὰ τὸν ἐκ σοῦ τῆς Παρθένου τεχθέντα· μήτηρ δὲ διὰ τὸν ἐν ἀγκάλαις σαῖς βασταχθέντα, καὶ γάλακτι σῷ τραφέντα· δούλη διὰ τὸν μορφὴν δούλου λαβόντα. Εἰσῆλθε γὰρ ὁ βασιλεὺς ἐν τῇ πόλει σου, μᾶλλον δὲ ἐν τῇ κοιλίᾳ σου, καὶ πάλιν ἐξῆλθεν ὡς αὐτὸς ἠθέλησεν, καὶ ἡ πύλη σου ἐκέκλειστο. Συνέλαβες γὰρ ἀσπόρως, θεοπρεπῶς δὲ ἐγέννησας. Χαίροις, Μαρία, ὁ κατάλυτος ναὸς, μᾶλλον δὲ αγιος, καθὼς βοᾷ ὁ προφήτης ∆αβὶδ λέγων· Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰς ἡ ασβεστος. ̓Εκ σοῦ γὰρ ὁ Ηλιος τῆς δικαιοσύνης γεγέννηται. Χαίροις, Μαρία, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα, ἡ τὸν στάχυν ανευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον. Χαίροις, Μαρία Θεοτόκε, δι' ην προφῆται κελαδοῦσιν, δι' ην ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον υμνον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Χαίροις, Μαρία Θεοτόκε, δι' ην αγγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους υμνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι' ην μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι' ην τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι' ην ̓Ιωάννης ετι ων ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ ης ὁ ̓Απόστολος βοῶν ελεγεν· ̓Επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις· ̓Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Χαίροις, Μαρία Θεοτόκε, δι' ης ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. ̔Ο λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ιδε φῶς μέγα. Ποῖον αρα φῶς, εἰ μὴ τὸν Κύριον ἠμῶν ̓Ιησοῦν Χριστὸν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ανθρωπον ἐρχόμενον εἰς τὸν κόσμον; Χαίροις, Μαρία Θεοτόκε, δι' ην ἐν Εὐαγγελίοις κηρύσσεται· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· δι' ην καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις ̓Εκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ὁ τοῦ θανάτου νικητὴς, καὶ τοῦ ᾳδου ὀλοθρευτής. Χαίροις, Μαρία Θεοτόκε, δι' ης προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης, καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς, καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός. Χαίροις, Μαρία Θεοτόκε, δι' ης ηνθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος. Χαίροις, Μαρία Θεοτόκε, δι' ης βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ ̓Ιορδανικὸν εῤῥευσεν.

Χαίροις, Μαρία Θεοτόκε, δι' ης ὁ ̓Ιωάννης καὶ ̓Ιορδάνης ἁγιάζονται, καὶ διάβολος ἀτιμάζεται. Χαίροις, Μαρία Θεοτόκε, δι' ης πᾶσα πνοὴ πιστεύουσα σώζεται. Χαίροις, Μαρία Θεοτόκε· διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα, τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν. Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται.

Γέγραπται γάρ· ̔Ως ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Ποίαν εἰρήνην; τὸν Κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης, τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ποίαν εἰρήνην; ην βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων, οτι Οὐκ ἐτέχθη, φησὶν, ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, μήτε ατρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος, μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος, ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν. ̓Αλλ' ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα, οτε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην, ον ̔Ιερεμίας ὁ προφήτης ἐκήρυξε λέγων, ̓Εφώνησε πέρδιξ, συνήγαγεν α οὐκ ετεκεν· καὶ πάλιν ὁ μιαρὸς ουτος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ, τούτοις θαῤῥῶν ἀνεπτερύξατο, καὶ δοκῶν ἡμᾶς καταπλῆξαι, μᾶλλον διήγειρεν· δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως ειπωμεν· ̓Αγαθὸν πεποιθέναι ἐπὶ Κύριον, η πεποιθέναι ἐπ' αρχουσιν. Ουτος γὰρ, ουτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ειπωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα· Ουτοι ἐν αρμασι, καὶ ουτοι ἐν ιπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου, η πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι, οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω, εχων τὸν προφήτην ∆αβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα· ̓Ελάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.

Τίς ηκουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα; Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον, νῦν εἰς ανθρωπον μεταμορφούμενον, καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην! Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν ̓Ιουδαίων ἀπότομον τόλμαν, ην κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε. Τίς γὰρ νῦν παῤῥησίαν εδωκεν; ̔Ο βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων, οτι Ανθρωπον ἐσταυρώσατε. Ετι δὲ καὶ πλάνην ̔Ελλήνων, καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας, ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα, μήτε τὴν πικρὰν νόσον ̓Αρείου, καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων, καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος, εἰς ον ἐγκύψας καὶ ουτος ἐβλασφήμησεν· οιμοι! πάντας ὑπερέβαλεν ἡ τούτων κακία, καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· ῳ δὲ ἐῤῥέθη· Αφρων, ταύτῃ τῇ νυκτὶ οἱ αγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· α δὲ ἡτοίμασας, τίνι εσται; Οσον γὰρ ἀνηνέχθης εἰς υψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς, τοσοῦτον πάλιν κατηνέχθης εἰς βάραθρον βλασφημίας ἐμπεσὼν, ον οὐκ επεισε Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς, τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα, ἡ μυρότοκος πηγὴ, ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος, ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ υψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ, ον ὀπτασία Χριστοῦ ἐπ' οψιν εῤῥιψεν, καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν, ος τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα, εἰς ενα Κύριον, μίαν πίστιν, εν βάπτισμα, ενα Πατέρα, ενα Υἱὸν, εν Πνεῦμα αγιον, ἀδιάστατον οὐσίαν, ἀπεριέργαστον, ἀκατάληπτον θεότητα, Θεὸν ἐκ Θεοῦ τὸν Κύριον, φῶς ἐκ φωτὸς, ἀπαύγασμα δόξης, ἐκ Παρθένου Μαρίας γεννηθέντα, κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ πάλιν ὁ αὐτός· Πνεῦμα αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι. ∆ιὸ καὶ τὸ γεννώμενον αγιον, κληθήσεται Υἱὸς Θεοῦ ζῶντος. Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ, ἀλλὰ καὶ διὰ τοῦ μακαρίου ∆αβὶδ ἀκούομεν καθ' ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα· Κύριος ειπεν πρός με· Υἱός μου ει σύ· ἐγὼ σήμερον γεγέννηκά σε.

Καὶ ὁ μεγαλόφρων ̔Ησαΐας, υἱὸς ̓Αμῶς τοῦ προφήτου, ὁ ἐκ προφήτου προφήτης, ἐκήρυξε λέγων· ̓Ιδοὺ ἡ Παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. ̓Αλλ' οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις, καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ; καν τοὺς συνδαίμονάς σου μίμησαι, τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας· Τί ἡμῖν καὶ σοὶ, ̓Ιησοῦ Υἱὲ τοῦ Θεοῦ; ηλθες ωδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Εἰ γὰρ καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς πρὸ καιροῦ, ἀλλὰ καὶ νῦν ἐπὶ σὲ εφθακεν. Εδει μὲν ἐλθεῖν τὸν ̓Αντίχριστον· ἀλλὰ ταχέως ἀντ' ἐκείνου παραγέγονας. Ουτε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι· Εἰ Υἱὸς ει τοῦ Θεοῦ, εἰπὲ ινα οἱ λίθοι ουτοι αρτοι γένωνται. Ω πράγματος φοβεροῦ, οὐδὲ ἐκστάσεως γέμοντος! οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ, Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ουτος τὸν Υἱὸν Θεοῦ εἰς ανθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον οντα τῆς ὀρθοδόξου πίστεως, ετι δὲ καὶ χορὸν ἁγίων βασιλίδων ἐν πίστει διαλαμπουσῶν· ἀλλ' οὐκ ἠδυνήθη εἰς τέλος προχωρῆσαι. Τὰ γὰρ τῶν πτωχῶν τοῖς φιλοχρύσοις διδοὺς, ἐνόμισε δι' αὐτῶν νικᾷν τὴν ἀλήθειαν, καὶ διὰ τῆς παγκάλου φιλαργυρίας ναυαγίῳ δεινοτάτῳ περιέπεσεν· ἐν λιμένι διάγων, ἐναυάγησε, μὴ κατέχων τοὺς τῆς πίστεως οιακας. ∆ιὸ καὶ ὑποβρύχιος γέγονε τοῖς κακοῖς, καὶ θέατρον τραγῳδίας ολῃ τῇ οἰκουμένῃ. ̓Ενόμισε γὰρ διὰ τοῦ παγκάκου καὶ πικροτάτου φρονήματος ἀναπείθειν τοὺς τῆς εὐσεβείας ἐργάτας, μὴ λαβὼν εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν κατανοῆσαι διδασκαλίαν Πατέρων καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, καὶ ἀρχαγγέλων φωνὰς, ἀσπλαγχνίαν τινὰ καὶ μανίαν εὑράμενος κακὴν, καὶ ἀθεΐαν περιβεβλημένος, λοιμὸν καὶ αθεον θρησκείαν τῇ οἰκουμένῃ θεσπίσαι ἠθέλησεν.

̓Αλλ' οὐχ ευρεν ἡμᾶς ἀπαρασκευάστους πρὸς τὴν παράνομον αὐτοῦ καὶ δύσφημον ἐπίνοιαν. Οὐ γὰρ οπλοις στρατιωτικοῖς θαῤῥοῦμεν, οὐδὲ τῇ χρυσοειδεῖ καὶ παγκάλῳ τιμωρίᾳ, ἀλλὰ διὰ τῶν ἁγίων καὶ θεοπνεύστων Γραφῶν πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιούμεθα. Τὰ γὰρ ἡμέτερα οπλα οὐ σαρκικὰ, οὐδ' ἐπίγεια, ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια, καθὼς ὁ μακάριος Παῦλος ἐκήρυξεν. ̓Αλλὰ μὴ δόξῃ τις ταῦτα ἡμᾶς λέγοντας ὡς ἐπιχαίρειν τῷ πτώματί σου, πανάθλιε· καὶ γὰρ πεσόντος σου ἐπὶ τὸ σκάμμα τῆς δυσφημίας ταύτης, χεῖρά σοι διὰ γραμμάτων ὠρέξαμεν, καὶ παρήκουσας τῆς ἡμετέρας μετριότητος· διὰ τοῦτο τὸν τῆς παρακοῆς ἐκληρονόμησας κίνδυνον. Οτι γὰρ τούτων ουτως οντων ἀληθῶς μάρτυρα παρέχωμεν ἀξιόπιστον, τὸν ἁγιώτατον καὶ ἀρχιεπίσκοπον πάσης τῆς οἰκουμένης, Πατέρα τε καὶ πατριάρχην Κελεστῖνον τὸν τῆς μεγαλοπόλεως ̔Ρώμης, ος καὶ αὐτός σοι διὰ γραμμάτων παρῄνεσε, λέγων ἀποστῆναί σε τῆς μανιωδεστάτης δυσφημίας. Καὶ παρήκουσας δὲ αὐτοῦ, καὶ ἐνεκαυχήσω ἐν τῇ ματαιότητι τῆς μανίας σου· ξυρὸν πάσης τῆς οἰκουμένης γενόμενος, τὴν τετραπέρατον οἰκουμένην ἐτάραξας, καὶ πάντας τοὺς ἁγίους εἰς τὸν τόπον τοῦτον μετὰ πολλοῦ πόνου καὶ φόβου συνήλασας. Εγραψας γὰρ κακίαν, καὶ οὐδ' ολως ἀγαθωσύνην.

∆ιὰ τοῦτό σε ὁ Θεὸς καθελεῖ εἰς τέλος ἐκ τῆς ἱερωσύνης, καὶ ἀπὸ τῆς τῶν Πατέρων σοφίας ἐκτελεῖς, καὶ ἐκτείλας πρότερον ἀπὸ τῆς βασιλικῆς πόλεως, επειτα καὶ ἐκ τοῦ θρόνου τῆς ἀρχιερωσύνης, ουπερ ἀναξίως ἐτύγχανες ∆ιὰ τοῦτο οψονται οἱ δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπὶ σοὶ γελάσονται καὶ ἐροῦσιν· ̓Ιδοὺ ανθρωπος ος οὐκ εθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ηλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. ̔

Ημεῖς δὲ πάντες οἱ τῇ ἀληθείᾳ ἐξακολουθήσαντες τοῦ Εὐαγγελίου, ἐσόμεθα, κατὰ τὸ προφητικὸν ἐκεῖνο ῥῆμα, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οικῳ τοῦ Θεοῦ, δοξάζοντες Θεὸν Πατέρα παντοκράτορα, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ τὸ Πνεῦμα τὸ αγιον, τὸ ζωοποιὸν καὶ ζωὴν παρέχον πᾶσιν, ὑποτασσόμενοι βασιλεῦσι πιστοτάτοις, τιμῶντες καὶ τὰς ἐν τῇ παρθενίᾳ διαλαμπούσας ἁγίας βασιλίδας· τῇ δὲ ὑπὸ γάμον ὑπερευξόμεθα υἱὸν ἰδεῖν ἐξ αὐτῶν γεννηθέντα, καὶ διαμεῖναι τὸ φιλόθεον καὶ φιλόπιστον καὶ ὀρθόδοξον βασίλειον ἐν Χριστῷ ̓Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ῳ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̓Αμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать