Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Σπαράγματα ἀόριστων ὁμιλιῶν

Homiliarum incertarum fragmenta / Фрагменты неопределённых проповедей

Homiliarum incertarum fragmenta 461

̓Ανοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας· ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, κτιστὸν ειναι καὶ γενητόν· εἰ γὰρ πᾶν ο πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. η γὰρ οὐκ ατοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῷον, καὶ μὴν ἐκ βοός γε καὶ ιππου· τίκτει γὰρ εκαστον τὸ κατὰ φύσιν ομοιον ἑαυτῷ· τὴν δέ γε 462 θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις ειναι νομίζειν ἐν οις ἐστιν ἡ κτίσις; οὐκοῦν εἰ κτίσμα τὸ γεννηθὲν, κτιστὸς αρα καὶ ὁ τεκών· ἀλλ' εστιν ἀγένητος ὁ Πατὴρ, οὐ γὰρ γέγονε παρά τινος, ἀγένητος αρα καὶ ὁ Υἱός· καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειάν ἐστιν ὁ τεκὼν, Θεὸς αρα καὶ ὁ χαρακτὴρ αὐτοῦ· χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ωσπερ γὰρ ει τις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαί τισιν, οὐ δύναται λέγειν Ορα μοι τὴν τῆς θεότητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην· ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων· οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ' ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· ουτως ει τις βούλοιτο τὴν ακτιστον φύσιν ἰδεῖν, οὐκ αν ιδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ελεγε τῷ Φιλίππῳ ὁ Κύριος " ̔Ο ἑωρακὼς ἐμὲ "ἑώρακε τὸν Πατέρα·" φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα καὶ οὐσιώδης ὁ χαρακτήρ.

VI. ̔Ορᾷς οτι Θεὸς χρίεται παρὰ Θεοῦ; οτε γὰρ γέγονεν ανθρωπος μεμενηκὼς οπερ ην, τότε καὶ καθ' ἡμᾶς ἀνθρωπίνως χρίεται πρὸς ἀποστολήν· χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οιον προφητῶν πατριαρχῶν· χρίσις δέ ἐστιν οιον ολη τοῦ χρίοντος ἡ παρουσία· χρίεται δὲ ὁ Υἱὸς οτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν οτε ἐσαρκώθη· τότε γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ωστε ποιῆσαι τὰ ἀμφότερα εν.

463 VII. ̔Ο πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν οὐκ αν ὀλισθήσειε τοῦ ειναι κατὰ ἀλήθειαν Υἱός· οὐ γὰρ ἠμέλησε τοῦ ειναι ο ἐστιν, οπερ οὐκ ην γεγονὼς, μένει δὲ Κύριος ἐν τῇ τοῦ δούλου μορφῇ.

VIII. Νοοῖτο δ' αν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αιματος καὶ σαρκὸς, ὡς ετερος ων παρ' ἡμᾶς κατὰ φύσιν· οὐ γάρ τοι φαίη τις αν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν· ο γάρ ἐστι κατὰ φύσιν, πῶς αν τις νοοῖτο λαβὼν ὡς ετερον ων τι παρ'οπερ ἐστί; τί δέ ἐστι. Παραπλησίως "μετέσχε τῶν αὐτῶν," η ἐκεῖνό που πάντως, οτι γέγονε καθ' ἡμᾶς ἐν αιματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ αψυχον, καθάπερ εδοξέ τισι τῶν αἱρετικῶν, ἐψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ ουτω προῆλθεν ανθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ ειναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς οπερ ην ἀεί; ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ νοῒ πῶς ἡμεῖς κεκοινωνήκαμεν αιματος καὶ σαρκός· ἑτεροφυὴς μὲν γὰρ ἡ ψυχὴ πρὸς αιμα καὶ σάρκα, ἀλλ' εἰς ανθρωπον ενα δι' ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς αφραστόν τινα συνδεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. βούλει καθά φησιν ̔Ησαΐας, μετρήσωμεν "τῇ χειρὶ "τὸ υδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν "δρακί;" βούλει τὰ ὑπὲρ ἡμᾶς ιδωμεν ἐκ τῶν καθ' ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ανθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χριστῷ· ενωσιν ἀληθῆ γενέσθαι φαμὲν προσλαβόντος τοῦ 464 Λόγου τὸ ἀνθρώπινον· ιδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ιδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οιμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν η μετάστασιν· ατρεπτος γὰρ ἡ θεία φύσις· ἀλλ' οτι τῇ θείᾳ γραφῇ σύνηθές πως ἀεὶ καὶ ολον εσθ'οτε τὸν ανθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οιόν ἐστι τό " ̓Εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα." ενα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεϊκῶς ἐκ Πατρὸς, καθὸνοεῖται καὶ εστι Λόγος, ἀποτεχθέντα δὲ τὸν αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ ουτω, κεκοινωνηκὼς αιματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ινα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, ου "φθόνῳ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε·" ῥίζα γὰρ ωσπερ ζωῆς ὁ Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς· γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν ̓Αδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς ̓Αδὰμ, καὶ λέλυται δι' αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ωφθη γὰρ ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ ὑγιῶς εχουσα τὸ ἀπλημμελὲς, τοῦτο σέσωκε τοὺς ἐπὶ γῆς.

IX. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τό ̓Αρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ' ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν, τίς ην ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν εχων ἐπιλαβέσθαι ἀγγέλων, εἰ τοῦτο χρήσιμον ην, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, "ἀλλὰ σπέρματος ̔Αβραάμ;" εἰμὲν ουν 465 οι ονταί τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἐνεδέχετο τὸν ουπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαβέσθαι τῆς τῶν ἁγίων ἀγγέλων, ειπερ ηθελε τοῦτο δρᾶν, ἀλλ' ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλλον σπέρματος ̔Αβραάμ; αλλως τε, κἀκεῖνο γὰρ οιμαι κατιδεῖν ἀναγκαῖον, τὸ λέγειν ανθρωπον ἀνθρωπότητος ἐπιλαβέσθαι, ἀσύνετον παντελῶς. οὐκοῦν ὁ εξω τῆς ἀνθρώπου φύσεως ων ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος ̔Αβραάμ· σῶμα γὰρ ου τω λαβὼν εμψυχόν τε καὶ εννουν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, ὡμοιώθη τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν· τότε γέγονεν ἐφ' ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς ουν γέγονεν, ἀκόλουθον ἰδεῖν· οὐ γὰρ ην ἐλεήμων καὶ πρὶν γένηται καθ' ἡμᾶς; οὐκ ην ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ' οτε γέγονεν ανθρωπος, τότε καὶ ἐλεήμων; προέκοψεν ουν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων ἑαυτοῦ γέγονεν, οτε σπέρματος ̔Αβραὰμ ἐπελάβετο· οὐκοῦν οπερ οὐκ ην ἐγένετο, καὶ ὠφέληται μᾶλλον γενόμενος ανθρωπος· πῶς ουν ατρεπτος ετι κατὰ φύσιν, εἰ γέγονεν οπερ οὐκ ην; πῶς μεμένηκεν ὁ αὐτός; ποῦ δὲ κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυτοῦ καλλίων; ἀλλ' οὐχ ουτω ταῦτ' εχει, μὴ γένοιτο· ην γὰρ ἐλεήμων καὶ εστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος ̔Αβραὰμ, ιν' εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον, ἐρῶ· οὐκ ην ἐν νόμῳ δικαιωθῆναι τὸν ανθρωπον, οὐκ ην παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου· πιστώσεται δὲ γράφων ὁ Παῦλος " ̓Αθετήσας τις νόμον Μωϋσέως "χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν η τρισὶν μάρτυσιν ἀποθνήσκει." ι να τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας, κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ 466 ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας· δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, ουτω τε συνάπτων δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· ἐλεήμων γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας· πιστὸς δὲ, οτι μόνιμος καὶ διηνεκὴς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον εχων τὴν ἱερωσύνην· ἐλεήμων τοίνυν καὶ πιστὸς, τουτέστιν ἀεὶ μένων γέγονεν ἱερεὺς οτε σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ειναι ο ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;

X. ̓Αλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς· καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον, ἀπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν ̓Ιησοῦν· ἀποστολὴ δὲ, φασὶ, καὶ ἱερωσύνη λειτουργίας εἰσὶ τρόποι· καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱεράτευσε δὲ ̓Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ειπερ ἐν τούτοις ἐστί φασι τὸ τοῦ Υἱοῦ μέτρον, πῶς ὁμοούσιος ειναι δύναται τῷ Θεῷ καὶ Πατρί; ω πολλῆς δυστροπίας· ἀποπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν η λέγειν· ὁμολογοῦντες γὰρ μεθ' ἡμῶν, οτι καίπερ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἀκούοντες δὲ τοῦ ἀποστόλου λέγοντος " ̓Αρχιερέα καὶ ἀπόστολον ̓Ιησοῦν·" οὐκ εἰσδέχονται κατὰ νοῦν οτι467 γεγονὼς καθ' ἡμᾶς ὁ Μονογενὴς, ὠνόμασται τότε καὶ ̓Ιησοῦς διὰ τῆς τοῦ ἀγγέλου φωνῆς· τότε κεχρημάτικε καὶ ἀπόστολος καὶ ἀρχιερεύς. οὐκοῦν η ἀρνείσθωσαν ἐναργῶς οτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ανθρωπος, ἐμψυχωμένον τε καὶ εννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν· η εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ' ἡμῶν τὸν δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ ουτω Θεόν· τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεϊκῶς παρὰ τῶν ἀπεσταλμένων· τίνα γὰρ ἐκήρυττον τοῖς εθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; αρ'οὐχὶ τὸν κύριον ἡμῶν ̓Ιησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν οντα Θεὸν, οτι Λόγος ην τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; αρα κατὰ τὸν ̓Ααρών; αρα κατὰ τὸν Μωσέως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; αρα τρυγόνας προσάγοντα καὶ περιστερὰς καὶ σεμίδαλιν ἐλαιοβραχῆ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ ̓Εμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ην τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ αμωμός τε καὶ ακακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ην ἁμαρτίας ὡς Θεὸς, ἀλλ' ινα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός· οὐ γὰρ εδει κοινὸν ανθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν. Αλλως δὲ τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον "Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα "τῆς ὁμολογίας ἡμῶν, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ο "κηρύσσομεν·" τί τοίνυν ἱερουργεῖ ἑαυτῷ καὶ τῷ Πατρί; 468 "Πιστεύομεν γὰρ εἰς ενα Θεὸν Πατέρα παντοκράτορα, πάν"των ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ενα κύριον "̓Ιησοῦν Χριστὸν τὸν αὐτοῦ Υἱόν." οὐκοῦν οἱ λέγοντες οτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν; ποῖος ἱερεὺς ἐν ισῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ' αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν; ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶται θρόνοις· καὶ πιστώσεται γράφων ὁ Παῦλος "Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, "τοιοῦτον εχομεν ἀρχιερέα ος ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου "τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, "καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ην επηξεν ὁ Κύριος καὶ οὐκ "ανθρωπος." οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως οτι γέγονεν ανθρωπος, συνεδρεύει δὲ θεϊκῶς οτι μεμένηκε Λόγος.

XI. Θεὸν μέντοι ζῶντά φησι τὸν Χριστὸν, ου πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντές τινες· ἀλλὰ τί φησιν ὁ αὐτοῦ μαθητής; " ̔Ως ουν "παρελάβετε τὸν Χριστὸν ̓Ιησοῦν Κύριον, ἐν αὐτῷ περιπατεῖτε." παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

470 XIII. Τούτους προανετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ "Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα αρτους καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν εναντι Κυρίου καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ αλας καὶ εσονται εἰς αρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ." αρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς αν ετερος ει η παρὰ τὸν τῶν ολων Σωτῆρα Χριστόν; κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, αρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. ωσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· " ̔Υμεῖς γάρ ἐστε τὸ φῶς "τοῦ κόσμου·" ουτως καὶ αὐτὸς ων ὁ αρτος τῆς ζωῆς ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν αρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές· ἐπιθήσετε γάρ φησιν ἐπὶ τοὺς αρτους λίβανον καὶ αλας· καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ αλες, συνέσεως καὶ φρενῶν. ἐνυπῆρχον δὲ ακρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις. 471 εὐώδης γὰρ ην ὁ βίος αὐτοῖς· καὶ γοῦν εφασκον οτι "Χριστοῦ "εὐωδία ἐσμὲν τῷ Θεῷ," ησαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι· διὸ καὶ ηκουον " ̔Υμεῖς ἐστε τὸ αλας τῆς γῆς." ἀκούω δὲ καὶ τοῦ προφήτου ∆αυεὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν " ̓Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, αρχοντες ̓Ιούδα "ἡγεμόνες αὐτῶν, αρχοντες Ζαβουλὼν, αρχοντες Νεφθαλείμ." σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ ̓Ισραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταὶ καὶ φωστῆρες ησαν οἰκουμενικοὶ λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ εχουσι λαμπρὰν οἱ τῶν ἑλλήνων σοφοὶ καὶ εὐστομοῦσιν αγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ανθρωποι γεγόνασι χειροτέχναι καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ κόμπον εχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ' ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει. καὶ σεσίγηται μὲν τὰ ἑλλήνων γράμματα καὶ ἡ τῶν λέξεων εὐκομπία, κατακρατεῖ δὲ τῆς ὑπ' οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς ̔Ιερεμίου λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ "Οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ οντα "αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ο τι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ "ἐπίβουλοί σου καὶ εσῃ εἰς διαρπαγὴν αὐτοῖς." απαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ οντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ' ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον απαντας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ' οὐρανόν.

472 XIV. ∆ιανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις κατά γε τὴν ἐν εὐαγγελίοις παραβολήν· οὐκοῦν ἁπλώσατε τὰς καρδίας καὶ ὑποδέξασθε χαίροντες· "∆όκιμοι γενέσθε τραπεζῖται·" ἐμπορεύσασθε τὸ δοθὲν ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις, μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ, καὶ τί τοῦτο λέγω, τὸ ετι μεῖζον ἀφείς; οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. ιδωμεν δὲ τοῦτο καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων· ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ετερα πέντε, τί προσέρχεται λέγων; "Κύριε, πέντε τάλαντά μοι εδωκας, ιδε ἐποίησα αλλα "πέντε." ὁρᾶς οσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; καὶ τί πρὸς αὐτὸν εφη Χριστός; "Ευ δοῦλε ἀγαθὲ καὶ πιστὲ, "ἐπὶ ὀλίγα ης πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εισελθε "εἰς τὴν χαρὰν τοῦ κυρίου σου." τί τούτου τὸ μεῖζον εἰς δόξαν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδος προσήνεγκε; μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ' ἑαυτόν; αὐτός ἐστι τὸ πάντων πλήρωμα καὶ ὡς ὁ πάνσοφος ̓Ιωάννης φησίν ̓Εκ τοῦ πληρώματος αὐτοῦ "πάντες ἡμεῖς ἐλάβομεν." ἀλλ' οταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστὸς, πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν· καὶ τὸ ετι μεῖζον ἐρῶ· τροφὴν ωσπερ ποιεῖται τὸ πρᾶγμα. οτι δέ ἐστιν ἀληθὲς ο φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων. νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· ειτα λεγούσης ἐκείνης " Οτε ελθῃ Μεσίας ἀπαγγελεῖ ἡμῖν 473 "πάντα," ἑαυτὸν ἐμφανῆ κατέστησε λέγων " ̓Εγώ εἰμι ὁ "λαλῶν σοι." καὶ τὸ μὲν γύναιον δρόμῳ συντείνεται καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν· εἰδὼς δὲ Χριστὸς οτι πολλοὶ πιστεύσουσιν ἐπ' αὐτὸν, τοῖς ἁγίοις εφασκε μαθηταῖς " ̓Εγὼ βρῶσιν εχω φαγεῖν ην ὑμεῖς οὐκ οιδατε," τρέφει γὰρ ωσπερ τὴν ἡμερωτάτην φύσιν τῶν ἀπολωλότων ἡ σωτηρία. ̔Ο μὲν ουν γνήσιος οἰκέτης· ἀναβήσομαι γὰρ αυθις ἐπὶ τὸν τοῦ λόγου σκοπόν· τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον, εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου· ὁ δέ γε λαβὼν τὸ τάλαντον, ειτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον οκνον, τὸν ἐπ' ἀγαθοῖς δηλονότι σπουδάσμασι, μὴ εἰς ἀργίαν τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. φησί που διὰ φωνῆς ̔Ησαΐου ὁ τῶν ολων Θεός " ̔Ιερεῖς λαλήσατε εἰς τὴν καρδίαν ̔Ιερουσαλήμ·" τί δὲ εἰ ὁ μὲν διδάσκων τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ' ἐπικροτήσαντες μόνον καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, αγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; αρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; ειτα ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ οταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον καὶ εὐάφορμον ειπῃ διὰ τοῦτο τὸν οκνον; κατακριθήσεται γὰρ μᾶλλον ὡς εστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς· ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ καὶ ἀπολυπλασίαστον εχων προσεκόμιζε λέγων "Κύριε ιδε εχεις τὸ σόν." αρ' ου ν ἐπῃνέθη καὶ γερῶν ἠξίωται, η κατεδικάσθη μᾶλλον 474 ὡς ὀκνηρός; " Εδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν "μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην αν τὸ ἐμὸν "σὺν τόκῳ." οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, εἰς νοῦν ἀπόθεσθε τὸ δοθὲν καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε, ευ εἰδότες οτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων ἐγχωννύμενα μὲν ταῖς βώλοις καρποφορεῖ, τὰ δὲ ἀκατάχωστα διαρπάζεται.

XV. Πλὴν ἐσπούδασεν ὁ Κύριος μήτε δι' ολου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι, τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ωστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας, ινα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ εμελλεν αιρεσις ἀνακύπτειν ἡ λέγουσα οτι φάντασμα ην τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν· οὐ γὰρ αν ελαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ αφθαρτος φύσις, οὐδ' αν κατεδέξατο ῥύπον η μολυσμὸν η σπῖλον· ινα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος ο τι τοῦτο ἐγένετο ο ἐσμεν, μένων ο ην, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ιδια, καὶ εδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ανθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ αλλος καὶ αλλος, εἰ καὶ αλλως καὶ αλλως. Τοῦ ἁγίου Κυρίλλου εἰς τό Πατὲρ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ ἐν αὐτῷ τὸ 475 ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾳ δου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ αγιος εφη Στέφανος "Κύριε ̓Ιησοῦ δέξαι τὸ πνεῦμά "μου·" καὶ ὁ μακάριος δὲ γράφει Πέτρος " Ωστε καὶ "πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατι"θέσθωσαν τὰς ἑαυτῶν ψυχάς."

469 XII. Κυρίλλου ἐν ὁμιλίᾳ ἐπιγεγραμμένῃ εἰς τὸ Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ηλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ· περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ωρας οὐδεὶς οιδεν. ̓Αλλ' οταν καὶ τοῦτο λέγῃ, οὐ πάντως ἑαυτὸν σημαίνει· ουτε γὰρ προσέθηκεν ἀκριβῶς Οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ἀπολελυμένως Οὐδὲ ὁ υἱός φησιν· ινα τοιοῦτόν τι νοῇς· ἐσπούδαζον κατὰ ἀκρίβειαν πάντα μανθάνειν οἱ μαθηταὶ, καὶ ἐπεχείρουν ινα ου τως ειπω καὶ αὐτὰ περιεργάζεσθαι τὰ βάθη τοῦ Κυρίου. ἀλλ' ην τὸ πρᾶγμα λίαν ὑπὲρ αὐτούς. ινα τοίνυν μὴ ἀπαγορεύσας τὴν ἐξήγησιν ὡς ἠβούλοντο μαθεῖν, δόξῃ πως λυπεῖν τοὺς γνησιεύοντας, ἐπεσκιασμένως φησί "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης η τῆς ωρας, οὐδεὶς οιδεν, οὐδὲ "οἱ αγγελοι, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ·" ινα νοῇς ουτως· εἰ καὶ κέκληται πρὸς υἱοθεσίαν ὁ ανθρωπος καὶ υἱὸς ἀνεδείχθη νέος, ἀλλὰ μὴ ζητείτω τὰ ὑπὲρ φύσιν, μηδὲ ἀξιούτω μαθεῖν απερ μηδὲ τοῖς ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ· εἰδὲ αγγελος οὐκ οιδεν, οὐδὲ ανθρωπος εισεται καν εἰ κέκληται πρὸς υἱοθεσίαν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать