Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Περὶ τῆς παραβολῆς τῆς ἀμπέλου

In parabolam vineae / О притче о винограднике

In parabolam vineae ΟΜΙΛΙΑ ΙΖʹ. ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ.

Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ἤκουσας, ἀγαπητὲ, τῆς εὐαγγελικῆς τοῦ Κυρίου παραβολῆς· ἄκουε καὶ τὴν ἑρμηνείαν, ἣν κατὰ δύναμιν ἐροῦμεν. Οἰκοδεσπότης τοῦ μεγάλου οἴκου, τουτέστιν ὁ δεσπότης Θεός· οἶκος γὰρ, ὁ κόσμος· ∆εσπότης δὲ αὐτοῦ, ὁ κτίσας αὐτὸν Θεός· ἀμπελὼν αὐτοῦ, ἡ ἀνθρωπεία φύσις· ἐργάται τοῦ ἀμπελῶνος, ὅσοι διακονούμενοι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἅγιοι· πρώτη ὥρα ὁ καιρὸς τῶν θεοσεβῶν ἐκείνων τῶν περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε· πρῶτοι γὰρ οὗτοι θεοσεβεῖς, πρῶτοι οὗτοι ἐργάται τοῦ ἀμπελῶνος. Νῶε γὰρ ἐφύτευσεν ἀμπελῶνα, νοητῶς νόει· πνευματικοὶ γὰρ οἱ λόγοι· ἕως τρίτης ὥρας οὗτοι εἰργάζοντο· μετὰ τρίτην ὥραν ὁ καιρὸς τῶν περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· καὶ οὗτοι γὰρ ἐργάται τῆς σωτηρίας ἡμῶν, τρεῖς τὸν ἀριθμόν· διὰ τοῦτο καὶ ἕως ἕκτης ὥρας εἰργάσαντο· ἀπὸ ἕκτης ὥρας τὸ μεσαίτατον τῆς ἡμέρας, ὅτε ὁ ἥλιος σφοδρότερον καταλάμπει τὴν οἰκουμένην, ὁ χρόνος τοῦ νόμου· ὅτι τῷ ὄντι ἐφώτισεν τὴν ἀνθρωπότητα διὰ τῶν ἐντολῶν τοῦ νόμου τὸ ἀληθινὸν φῶς ὁ Θεὸς ἡμῶν.

Ἡ ἐντολὴ γὰρ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Καὶ πάλιν, ὅτι Φῶς τὰ προστάγματά σου. Ἀπὸ ἕκτης ὥρας, τὸ ἥμισυ τῆς ἡμέρας· ὅτε γὰρ ἐμέσασαν οἱ χρόνοι οἱ ἀπ' ἀρχῆς κτίσεως, καὶ ἕως συντελείας, τότε μεσημβρινὸν ἀπεστάλη Μωϋσῆς καὶ Ἀαρών. Καὶ γὰρ ἡ κατὰ νόμον λατρεία, ἕως ὀγδόης· ἐννάτη δὲ ὥρα, καιρὸς τῶν πνευματοφόρων προφητῶν· καὶ γὰρ αὐτοὶ ὡς καλοὶ ἐργάται ἀπεστάλησαν παρὰ τοῦ οἰκοδεσπότου ἐργάσασθαι τὸν ἀμπελῶνα τῆς ψυχῆς ἡμῶν ἕως δεκάτης. Ἑνδεκάτη ὥρα, ἐπιδημία τοῦ Μονογενοῦς· ἐπ' ἐσχάτων γὰρ τῶν χρόνων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπεδήμησεν ἡμῖν ὁ τοῦ Θεοῦ Υἱὸς, Θεοῦ Λόγος· ὥσπερ γὰρ ἀπὸ ἑνδεκάτης εἰς δωδεκάτην ἄλλη μία ὥρα ἐστὶν ἡ ἐσχάτη, οὕτως ἀπὸ τῆς ἐπιδημίας Χριστοῦ ἕως τῆς συντελείας, ἄλλη μία ὥρα ἐστίν. Ἄκουσον τοῦ Ἰωάννου λέγοντος· Τεκνία, ἐσχάτη ὥρα ἐστίν. Ὁρᾷς ὅτι τῇ ἑνδεκάτῃ ἐξελθὼν ὁ τοῦ ἀμπελῶνος δεσπότης, εὑρὼν ἀργοὺς ἐμισθώσατο. Τίνες οὗτοι οἱ ἀργοί; Ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν· ἀργοὶ γὰρ ἦμεν ἀπὸ θεογνωσίας, ἀργοὶ ἀπὸ ἔργων ἀγαθῶν. Καὶ λέγει αὐτοῖς· Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί· Ὅλην τὴν ἡμέραν ἀπ' ἀρχῆς κτίσεως κόσμου, ἕως τῆς ἐπιδημίας αὐτοῦ χρόνον ἐσήμανεν· ἕως γὰρ τότε ἀργὰ ἦν τὰ ἔθνη, Θεὸν μὴ εἰδότα· Οὐδεὶς γὰρ, φασὶν, ἡμᾶς ἐμισθώσατο. Εὐγνώμονα τὰ ἔθνη· τῷ γὰρ οὐδεὶς αὐτὰ ἐμισθώσατο, οὐ νόμοι, οὐ προφῆται· τῷ Ἰσραὴλ ἐκεῖνοι ἀπεστάλησαν, οὐ τοῖς ἔθνεσιν· διὸ καλῶς λέγουσιν, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Ἀλλὰ ἀγαθὸς ὁ οἰκοδεσπότης, Ὑπάγετε γὰρ καὶ ὑμεῖς, φησὶν, ἐργάσασθαι ἐν τῷ ἀμπελῶνι, καὶ ὃ ἐὰν ᾗ δίκαιον, δώσω ὑμῖν. Οἱ ἀργοὶ, τότε ἐργάται γεγόνασιν· ἐργάζεται γὰρ νῦν ἥ ποτε ἀργὴ αὔτη Ἐκκλησία· ἐργάζεται ὁ χορὸς τῶν ἀποστόλων, τῶν μαρτύρων, τῶν ἀσκητῶν, τῶν μοναζόντων, τῶν ἁγίων παρθένων, τῶν ἐγκρατῶν, τῶν ἐν γάμῳ σεμνῷ· ἔλαβεν γὰρ αὔτη ἡ Ἐκκλησία τὸ ἒν δηνάριον ἀξίως. ∆ύναται γάρ τις ὀξέως ἐργαζόμενος, ἐν μιᾷ ὥρᾳ ἐνέγκαι ἔργον ὡς ἀπὸ πρωΐθεν ἐργαζόμενος· ὁ λῃστὴς εἰς μίαν ὥραν ἤκουσεν τὸ, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Ἀλλ' ἄκουσον τί φασιν ἐκεῖνοι· Ἡμεῖς οἱ βαστάσαντες τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας· Ἀληθεύουσιν· οὐ γὰρ ἐν νόμῳ ἐβάστασαν τὸ βάρος τοῦ ζυγοῦ τοῦ νόμου, ἀλλ' ἐγένοντο καὶ οὗτοι ἴσοι τούτων διὰ τὸ ἔργον· Ἑταῖρε, γὰρ, φησὶν, οὐκ ἀδικῶ σε. Οὐκ ἀδικεῖ ὁ τῆς δικαιοσύνης κριτής· τὸ δὲ θέλω τούτῳ χαρίσασθαι ὡς καὶ σοὶ, μὴ νομίσῃς προσωποληψίαν εἶναι, μηδὲ κατὰ χάριν δίδοσθαι τὸν μισθὸν, ἀλλ' οὕτω νόει· ἐπειδὴ οἵως ἂν ποιήσωμεν, οἵως ἂν ἐργασώμεθα, ἄξιον οὐδὲν ποιοῦμεν· πᾶσα γὰρ δικαιοσύνη ἀνθρώπου ὡς ῥακὸς ἀποκαθημένης· χάριν τὸ ὅλον ὠνόμασεν, ὡς λέγει Παῦλος, ∆ικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται· Θεοῦ τὸ δῶρον, οὐχ ὅτι οὐκ ἐργαζόμεθα, ἀλλ' ὅτι κατ' ἀξίαν οὐδὲν ποιοῦμεν· Ὅτ' ἂν γὰρ, φησὶ, ποιήσητε ταῦτα πάντα, εἴπατε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν. Ἀμέλει γοῦν ἄρτον τῷ πένητι παρέχεις, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖς, ὁρᾷς τὸ, θέλω χαρίσασθαι. Τὸ δὲ, Ἢ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;

Μὴ εἶπεν, ὅτι πονηροὶ οἱ ἅγιοι, ἀλλὰ μή τι πονηροί ἐστε, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἀληθῶς γὰρ ἀγαθὸς ἐξ ἀγαθοῦ· οὐ κατὰ τὸ ἔργον καὶ ὁ μισθός· ὀλίγον γὰρ τὸ ἔργον, πολὺς δὲ ὁ μισθός. Ποτήριον ὕδατος ἐπότισας διψῶντα, καὶ ἀπολαμβάνεις ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς οὐκ ἤκουσεν· ὁρᾷς ὅτι ἀγαθός ἐστιν· τὸ δὲ ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων, ἐπειδὴ ἔσονται οἱ πρῶτοι ἔσχατοι· καὶ Καλέσω τὸν λαόν μου, λαόν μου. Καὶ πάλιν, Ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать