Ἐπίλογος τοῦ τὴν παροῦσαν βίβλον ἰδιοχείρως ἀπτογραψαμένου, ἐν ᾧ καὶ περὶ τῶν ὑπὸ Βαρδάνου τοῦ τυράννου καὶ παράφρονος κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου τετολμημένων ἐμφέρεται.
Ὁ ἁμαρτωλὸς ἐγὼ καὶ πάντων ἐλάχιστος ᾿Αγάθων, ἀνάξιος διάκονος καὶ χαρτοφύλαξ τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας καὶ τοῦ εὐαγοῦς πατριαρχικοῦ σεκρέτου πρωτονοτάριος καὶ καγκελλάριος δεύτερος, πρὸ τοῦ τῶν τριάκοντα δύο μικρῷ πλέον ἢ ἔλασσον χρόνων ἔτι νέαν ἄγων τὴν ἡλικίαν, ἐν τῷ τοῦ ἀζφνα)γνώστου βαθμῷ κατηριθμημένος, ὧν καὶ ἀχρεῖος νοτάριος καθυπούργησα τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ ἕκτῃ συνόδῳ, πᾶσι τοῖς ἐν αὐτῇ κεκινημένοις παρηκολουθηκώς, ἐφεξῆς ἅμα Παύλῳ τῷ ἐν ἁγίοις ἀρχιεττισκόπῳ γενομένῳ τῶν ἐνταῦθα καὶ πατριάρχῃ, ἐν λαϊκοῖς ἔτι τελοῦντι καὶ βασιλικῷ ἀσηκρῆτις τυγχάνοντι σὺν καὶ ἑτέροις τρισίν, ἅπαντας δὲ τῶν ἐν αὐτῇ πε-πραγμένων τοὺς τόμους ἐν καθαρῷ δι’ ἐκκλησιαστικῶν γραμμάτων οἰκείᾳ ἔγραψα χειρί" οἵτινες καὶ ἐν τῷ βασιλικῷ παλατίῳ σφραγισθέντες κατησφαλίσθησαν καὶ ἀπέκειντο σὺν καὶ τῷ ἐκφωνηθέντι ἐνυπογράφῳ τῆς πίστεως ὅρῳ ὑπὸ τῆς αὐτῆς ἁγίας συνόδου’ ἀλλὰ μὴν καὶ τοὺς ἐκδοθέντας τοῖς πέντε πατριαρχικοῖς θρόνοις ἰσοτύπους ἐνυπογράφους τοῦ αὐτοῦ ὅρου τόμους κατὰ τὸν ὅμοιον τρόπον ἔγραψα κελευσθεὶς οὕτω παρὰ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Κωνσταντίνου τοῦ βασιλέως τοῦτο προστάξαντος οὕτω γενέσθαι διὰ τὸ ἀνεπιβούλευτον τῆς ὀρθοδοξίας ἀνόθευτόν τε καὶ γνήσιον. τοῦ δὲ φιλανθρώπου καὶ μόνου ἀγαθοῦ καὶ ἐλεήμονος θεοῦ σπλαγχνισθέντος ἐπ᾽ ἐμοὶ τῷ εὐτελεῖ καὶ ἀχρείῳ καὶ τὸ ζῆν χαρισαμένου καὶ συγχωρήσαντος μέχρι καὶ νῦν εἰκότως καὶ τὴν παροῦσαν βίβλον ἰδιο-χείρως γράψαι προεθυμήθην τε καὶ συνεῖδον, καὶ μάλιστα διὰ τὸν ἑξῆς λεχθησόμενον τρόπον.
Τῆς εἰρήνης τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ ὁμονοίας αὐτῶν καὶ τῆς οἰκουμενικῆς καταστάσεως ἐν τοῖς τοσούτοις χρόνοις ἐπικρατούσης καὶ μηδεμιᾶς ἐν αὐταῖς ἀναφανείσης ἀντιλογίας καὶ ἔριδος ἢ διχονοίας καὶ ἀντιστάσεως, τοῦτο βλέπειν μὴ φέρων ὁ πονηρὸς καὶ ἀρχέκακος δαίμων διάβολος πρόφασιν ἐμηχανήσατο καὶ ἐξεῦρεν ἀξίαν τῆς οἰκείας αὐτοῦ κακοβουλίας τε καὶ σκαιότητος" τῶν γὰρ ἐξ ἡμετέρων ἁμαρτιῶν ἐπισυμβάντων ἐν τοῖς προλαβοῦσιν ἔμπροσθεν χρόνοις δεινῶν καὶ ἀλλετταλλήλως κινουμένων πραγμάτων οὐ μόνον ἐν τῷ κοινῷ τῆς φιλοχρίστου πολιτείας μείωσιν καὶ κατάλυσιν μεγίστην ἐργα-σαμένων, ἀλλ᾽ ἤδη καὶ εἰς αὐτὴν φθασάντων τῆς βασιλείας τὴν κορυφήν, ὡς ταῖς ἐπὶ συχνοῦ τῶν ἐν αὐτῇ κρατούντων ὑπαλλαγαῖς (καὶ ταῖς» ἐκ τυραννίδος ἐπταναστάσεσι τέλεον τὰ κατ’ αὐτὴν περιφρονηθῆναι καὶ εἰς ἐξουδένωμα γενέσθαι, τῷ μάλιστα τὸν τὴν τοιαύτην βασιλείαν διαδεξάμενον μετὰ τελευτὴν τοῦ οἰκείου πατρὸς Κωνσταντίνου Ἰου-στινιανὸν μὴ μόνον εἰσάπαξ διὰ τὴν κακίστην αὐτοῦ ἐξ ἀρχῆς καὶ μιαιφόνον προαίρεσιν τῆς βασιλείας ἐκπεσεῖν καὶ ἀπορριφῆναι, ἀλλὰ καὶ δὶς μετὰ Λεόντιον καὶ Τιβέριον τοὺς ἐν μέσῳ τῆς βασιλείας κρατήσαντας τοῦτο ὑπομεμενηκότα ἐν τῷ ἐσχάτῳ καὶ ὑπὸ τοῦ ξίφους ἐν τῷ Δαματρὺ λεγομένῳ τόπῳ τῆς Βιθυνῶν ἐπαρχίας καρατομηθῆναι τοῦ ὑπ᾽ αὐτοῦ ἐν διαφόροις ταξειδίοις ἀποσταλέντος διὰ θαλάσσης πλείστου στρατοῦ ἐπὶ τῇ καταστροφῇ καὶ ἁλώσει Χερσῶνος τῆς πόλεως καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος λαοῦ κατασφαγῇ καὶ ἀφανισμῷ ἐκεῖθεν ἐπαναστάντος αὐτῷ καὶ ἀνασοβήσαντος κατ᾽ αὐτοῦ καὶ φύρδην ἔνθεν, ὡς ἔτυχε, καὶ δίχα τινὸς ἐννόμον δοκιμασίας τε καὶ ψηφίσματος εἰς βασιλέα προστησαμένου καὶ ἀναγορεύσαντος ἐξόριστον ἐκεῖσε τὸν τηνικαῦτα διὰ πρόφασιν τυραννίδος γενόμενον Βαρδάνην τοὔνομα, υἱὸν γεγονότα Νικηφόρου, τὸ γένος Περσαζρ»μενίου τυγχάνοντα" ὅστις ἑαυτὸν Φιλιτπικὸν τῷ δοκεῖν μετονομάσας ἐκεῖθεν ἀπροσδοκήτως αἰφνίδιον ἐπιστὰς τῇ βασιλίδι ταύτῃ πόλει μετὰ πλωΐμου τῆς ἑπομένης αὐτῷ καὶ συντρεχούσης στρατιω-τικῆς ἐνόπλου δυνάμεως τῶν αὐτὸν εἰς βασιλέα προστησαμένων, ἔμφυτον ἔκπαλαι κεκτη-μένος οὐ μόνον ἐκ προλαβούσης γονικῆς, ὡς ἔλεγε, διδαχῆς τε καὶ παραδόσεως, ἀλλὰ καὶ διά τινος ἐπεισάκτου κακοδιδασκαλίας τὴν ἐναντίαν ταύτης τῆς ἁγίας καὶ οἰκουμενικῆς ἔκτης συνόδου παμβέβήλον αἵρεσιν, ὡς οἷα μαθητευθεὶς καὶ φοιτήσας παιδόθεν κατὰ καιροὺς Στεφάνῳ τῷ ἀββᾷ, μαθητῇ Μακαρίου, εὐθὺς καὶ παραχρῆμα βασιλικῇ ἐξουσίᾳ καὶ αὐθεντίᾳ χρησάμενος πρὸ τῆς οἰκείας εἰσόδου τὴν μὲν ἀπὸ χρόνων ἤδη ἀνατεθεῖσαν εἰκόνα τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου πλησίον καὶ μεταξὺ τῆς τετάρτης καὶ ἕκτης σχολῆς ἐν τοῖς προαυλίοις τοῦ βασιλικοῦ παλατίου κατενεχθῆναι προσέταξε, μὴ ἄλλως φήσας ἐν τοῖς οὐκ οὖσιν αὐτοῦ βασιλείοις εἰσέρχεσθαι καταδέχεσθαι, πρὶν ἢ μὴ τοῦτο γενήσεται, θεσπίσας ἐξουσιαστικῶς καὶ τοῦτο, ὥστε τὴν προσηγορίαν Σεργίου τε καὶ Ὁνωρίου καὶ τῶν λοιπῶν σὺν αὐτοῖς ὑπὸ τῆς αὐτῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου ἐκβληϑέντων καὶ ἀναθεματισθέντων ἐν τοῖς ἱεροῖς τῶν ἁγιωτάτων ἐκκλησιῶν διπτύχοις ἀνακηρύττεσθαι καὶ τὰς αὐτῶν ἀναστηλοῦσθαι κατὰ τόπον εἰκόνας.
Μετὰ δὲ χρόνον βραχύτατον εὑρηκὼς καὶ τοὺς εἰρημένους καὶ ἐν τῷ βασιλικῷ παλατίῳ ἀποκειμένους ἰδιοχείρους μου τόμους τῶν πεπραγμένων τῆς αὐτῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, τούτους ἐκβαλὼν καὶ δημοσιεύσας ἐπὶ σεκρέτου πυρὶ παραδέδωκε καὶ ἠφάνισε, πλείστων εὐσεβῶν καὶ ὀρθοδόξων ἀνδρῶν διωγμὸν ποιησάμενος καί τινας αὐτῶν παραπέμψας ἐν ἐξορίᾳ καὶ μάλιστα τοὺς μὴ ἑλομένους ἐν τῷ κατ᾽ ἐπιταγὴν αὐτοῦ συνταγέντι καὶ ὑπαγορευθέντι περὶ πίστεως δῆθεν καὶ ὡσανεὶ τόμῳ ἐπ᾽ ἀθετήσει τῆς αὐτῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου καθυπογράψαι.
Τούτων δὲ οὕτως ὑπ᾽ αὐτοῦ ἐπὶ διετῆ χρόνον ἅμα τῶν συνεπομένων καὶ ὁμοφρονούντων τῇ ἐκείνου κακοδοξίᾳ τελουμένων βιαίως θᾶττον αὐτὸν ἐπαξίως τῶν πραττομένων ἡ θεία δίκη μετῆλθε καὶ κατεστρέψατο, μάλιστα καὶ διὰ τὰς ἐξ αὐτοῦ γινομένας μετὰ πάσης ἀναισχυντίας ἐπὶ συχνοῦ ἐν τοῖς εὐαγέσι γυναικείοις μοναστηρίοις καὶ ἑτέροις τῶν καθ-υπουργούντων αὐτῷ προσώπων ἀθεμίτους ἐγχειρήσεις καὶ αἰσχρουργίας, πλεῖστον ἐπὶ τούτοις καὶ ἄφατον σκορπισμόν τε καὶ μείωσιν τῶν ἐπισυναχθέντων ὑπὸ Ἰουστινιανοῦ καὶ ἀποκειμένων ἐν τῷ παλατίῳ χρημάτων ποιήσαντος. κατὰ γὰρ τὴν ἡμέραν τοῦ σαββάτου τῆς ἁγίας Πεντηκοστῆς, ἰνδικτιῶνος ἑνδεκάτης, ἄφνω περὶ δειλζιν)ὴν ὀψίαν ἐπαναστάσεως αὐτῷ γενομένης ἀπροσδοκήτως ἐκ τοῦ ἐτισωρευθέντος ἐν τῇ Θράκῃ στρα-τοῦ διὰ τὴν προσεχῶς τότε καὶ ἐξ αἰτίας αὐτοῦ καὶ παραβασίας τῶν συγκειμένων πάκτων γεγονυῖαν ἔφοδον τοῦ γειτνιάζοντος ἔθνους τῶν Οὐννογούρων Βουλγάρων μετὰ πλείστης αἰχμαλωσίας τε καὶ σφαγῆς τῶν ἐν τῇ Θράκῃ καταμενόντων Χριστιανῶν, συλληφθεὶς ὁ αὐτὸς μιξοβάρβαρος τύραννος καὶ τῆς βασιλείας ἀπωσθεὶς καὶ ἐκβεβλημένος πηροῦται παραχρῆμα τὰς ὄψεις ἐν σκότει τὸ λοιπὸν τῆς ἑαυτοῦ ἀσυνέτου καρδίας τὸν χρόνον τῆς ἑαυτοῦ ζωῆς κατὰ τὸ ψαλμικὸν διαπορευόμενος λόγιον. ἀνακηρύττεται δὲ τῇ ἑξῆς κατ᾽ αὐτὴν τὴν ἡμέραν τῆς ἁγίας Πεντηκοστῆς τῇ ἐπιφοιτήσει καὶ χάριτι τῆς ἐπιδημίας τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος βασιλεὺς εὐσεβὴς καὶ ὀρθόδοξος Φιλαρτέμιος τοὔνομα, ὁ καὶ μετακληθεὶς ᾿Αναστάσιος, τῆς τῶν ἀσηκρητίων σχολῆς πρότερον γενόμενος ἐναρίθμιος, ψήφῳ κοινῇ καὶ δοκιμασίᾳ τῆς τε ἱερᾶς συγκλήτου καὶ παντὸς τοῦ ἱερατικοῦ καταλόγου τῶν τε ἐπιδημούντων φιλοχρίστων ἐκστρατευμάτων καὶ τοῦ πολιτικοῦ δήμου παντὸς ἀναγορευθεὶς πρῶτον ἐν τῇ ἁγιωτάτῃ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ μεγάλῃ ἐκκλησίᾳ καὶ στεφθεὶς ὑπὸ τοῦ ἀρχιερέως καὶ πατριάρχου Ἰωάννου ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ θυσιαστηρίῳ, συνανακηρυχθείσης αὐτῷ καὶ συναναγορευθείσης ἀναφανδὸν καὶ διαπρυσίως ὑπὸ πάντων τῶν ἐπιδημούντων ὁσιωτάτων ἀρχιερέων καὶ τοῦ εὐαγοῦς κλήρου τῆς εἰρημένης ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου τῆς εἰρήνης καὶ ὁμονοίας τῶν ἁπανταχοῦ Χριστοῦ τοῦ θεοῦ ἁγιωτάτων ἐκκλησιῶν φροντίδα καὶ πρόνοιαν μεγίστην ποιουμένων. οὕτω τε μετὰ βραχὺ συνευδοκήσαντος αὐτοῦ καὶ συνεπινεύσαντος παραυτίκα καὶ προσφορὰ γεγόνασιν ἀκολούθως ἀπολογίας ἐχόμενα γράμματα ὑπὸ τοῦ τῶν ἐνταῦθα ἁγιωτάτου ἀρχιερέως Ἰωάννου πρὸς Κωνσταντῖνον τὸν ἁγιώτατον καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, ἅτινα καὶ μετὰ τῶν ἐξ ἔθους συνοδικῶν γραμμάτων ἐξαπεστάλησαν τὴν πρέπουσαν καθηκόντως πληροφορίαν περὶ τῶν προγε-γραμμένων ἁπάντων ἐμπεριέχοντα. ἐπειδὴ δὲ μετὰ τὴν κατένεξιν τῆς ἀνωτέρω δηλουμένης συνοδικῆς τελείας εἰκόνος ὁ ταύτην ἀθέσμως προστάξας κατενεχθῆναι Βαρ-δάνης ὁ ἀλιτήριος καὶ παράφορος ἐν τῇ οὕτω λεγομένῃ τοῦ Μηλίου καμάρᾳ τὰς ἁγίας καὶ οἰκουμενικὰς πέντε συνόδους καὶ μόνον ἐπὶ τῆς εἰκόνος ἀναστηλωθῆναι προσέταξεν ἑαυτὸν ἐν τῷ μέσῳ ταύτης ἅμα τῷ Σεργίῳ στηλογραφήσας ὀρθόστατον ἀναγκαίως πάνυ καὶ ἄγαν ἁρμοδίως τῶν αὐτῶν δύο προσώπων ἐξ ἐκείνης κατενηνεγμένων, ἡ τῆς αὐτῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου ἀναζωγράφησις σὺν ταῖς ἄλλαις πέντε γεγένηται, κοινῆς ἑορτῆς καὶ εὐφροσύνης καὶ πνευματικῆς ἐν κυρίῳ ἀγαλλιάσεως παντὶ γεγονυίας τῷ τῆς ἁγίας ἐκκλησίας φιλοθέῳ πληρώματι ἐπὶ τῇ καταστάσει καὶ εἰρήνῃ τῶν ἁγιωτάτων ἐκκλησιῶν. πρὸς μέντοι περισσοτέραν τῶν ὑπ᾽ ἐμοῦ ἐνταῦθα προσγεγραμμένων πίστωσιν καὶ ἀσφάλειαν καὶ τῶν ἐντυγχάνειν μελλόντων φιλοπονώτερον τῇ παρούσῃ βίβλῳ πληροφορίαν τε καὶ βεβαίωσιν τὸ ἰσότυπον ἀπαραλείπτως τῆς ἀνωτέρω δηλου-μένης καὶ πρὸς τὸν ἁγιώτατον πάπαν Ῥώμης Κωνσταντῖνον ἐκτπεμφθείσης ἐπὶ τοῦ παρόν-τος ἐπιστολῆς παρὰ τοῦ ἁγιωτάτου τῶν ἐνταῦθα πατριάρχου Ἰωάννου τῇ παρούσῃ βίβλῳ συνεῖδον καθυποτάξαι. καὶ παρακαλῶν ἐξαιτῶ πάντας τοὺς ἐντυγχάνειν μέλλοντας ἐν αὐτῇ τὸν μόνον εὐδιάλλακτον καὶ φιλάνθρωπον ἐξιλεοῦσθαι καὶ καθικετεύειν θεόν, πρωτοτύτως μὲν τὴν εἰρήνην καὶ ὁμόνοιαν τῶν ἁγίων αὐτοῦ ἐκκλησιῶν μέχρι τέλους καὶ φυλάττειν ἀκλόνητον καὶ παντοίως ἀσάλευτον, οὕτω τε κἀμοὶ τῷ ἁμαρτωλῷ καὶ ἐλαχίστῳ καὶ πάσης ἀπολογίας ἐστερημένῳ ἱλασμόν τε καὶ ἄφεσιν τῶν πολλῶν καὶ ἀνεικάστων μου δωρηθῆναι παραπτωμάτων ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς δευτέρας παρουσίας αὐτοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμέρᾳ καὶ τῆς δικαίας τῶν ἑκάστῳ βεβιωμένων ἀνταποδόσεως.
Ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουτπόλεως Ἰωάννου πρὸς Κωνσταν-τῖνον τὸν ἁγιώτατον πάπαν Ῥώμης ἀπολογητικὴ ἕνεκεν τῶν ἐπὶ τῶν χρόνων τῆς τυραννίδος τοῦ Βαρδάνη κεκινημένων κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου.
Ἡ ἐπιγραφή
Τῷ τὰ πάντα ἁγιωτάτῳ καὶ μακαρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρῷ Κωνσταντίνῳ Ἰωάννης ἀνάξιος ἐπίσκοπος ἐν κυρίῳ χαίρειν.
Ὁ τῆς ἑαυτοῦ θειότητος καὶ δυνάμεως μήνυμα τὴν ἐν τοῖς ὁρωμένοις μεγαλουργίαν τεκτηνάμενος θεὸς ἐξαιρέτως ἐν τῷ τιμιωτάτῳ τῆς αἰσθητῆς κτίσεως, τῷ ἡμετέρῳ φημὶ πλαστουργήματι, τὰ τῆς οἰκείας δόξης τε καὶ σοφίας ἐπεδείξατο, καθὸ δὴ καὶ τεθαυμαστῶ-σθαι ἐξ αὐτοῦ τὴν θείαν γνῶσιν ὁ προφήτης ἀνεβόησεν αὐτὸς ὁ τῆς φύσεως ἡμῶν δημιουργὸς τοῦ ὅλου σώματος προβεβλῆσθαι φιλοτεχνήσας τὴν κεφαλήν, ἐν αὐτῇ τὰ καιριώτατα τῶν αἰσθητηρίων ἀποθέμενος πᾶσαν ἐκεῖθεν τὴν τῶν λοιτῶν μελῶν κίνησιν καὶ ἀρτιότητα γίνεσθαί τε καὶ συντηρεῖσθαι πεποίηκε, κἄν τι τούτων προσπταῖσαι συμβαίη ἢ ἄλλως πὼς κεκακῶσθαι᾽ οὐκ ἀπροσποίητον τὴν τούτων ἐπιμέλειαν τίθεται, ἀλλὰ καὶ πρὸς τὰ τῶν μελῶν ἔσχατα τὴν φυσικὴν δεικνῦσα συμπάθειαν διὰ τῆς τῶν χειρῶν ὑπουργίας τῇ ὁδηγίᾳ τοῦ ὀφθαλμοῦ θεραπεύει, τὸ πεπονηκὸς οὐκ ἀτιμάζουσα καὶ ἀποπεμτομένη τὴν τούτων συνέργειαν ὡς ἄχρηστον.