᾿Αντίγραφος ἀναφορὰ σταλεῖσα παρὰ Λέοντος τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης πρὸς Κωνσταντῖνον τὸν εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα ἐπικυροῦσα καὶ ἀποδεχομένη τὰ ἐν τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ἕκτῃ συνόδῳ πραχθέντά τε καὶ ὁρισθέντα.
Ἡ ἐπιγραφή.
Τῷ εὐσεβεστάτῳ καὶ γαληνοτάτῳ δεσπότῃ νικητῇ καὶ τροταιούχῳ τέκνῳ ἀγαπητῷ τοῦ θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Κωνσταντίνῳ βασιλεῖ Λέων ἐπίσκοπος, δοῦλος τῶν δούλων τοῦ θεοῦ.
Τῷ βασιλεῖ τῶν βασιλευόντων, οὗ τινος ἐν τῇ ἐξουσίᾳ εἰσὶν αἱ τοῦ κόσμου βασιλεῖαι, αὐτῷ μικροί τε καὶ μεγάλοι εὐχαριστοῦμεν τῷ οὕτως εἰς ὑμᾶς μεταγαγόντι τὴν ἐπίγειον βασιλείαν, ὅπως τὴν οὐράνιον μᾶλλον φιλοτιμήσεται ὑμᾶς περινοστῆσαι. πλεῖον γάρ ἐστιν ὅτι προσηλωμένοι τῷ θεῷ παρρησιάζεσθε ὥσπερ ὅτι ἐκ τῆς θεόθεν ὑμῖν προσπορι-σθείσης τιμῆς βασιλεύζεντε. καὶ τοῦτο γὰρ ἐκεῖνο ὑμᾶς ὠφελεῖ (παντελῶς ὑποταττομέ-νους). τὴν γὰρ δόξαν τοῦ πατρικοῦ διαδήματος ἔτι τικτόμενοι καρποῦσθε τῇ οὐρανίῳ εὐσπλαγχνίᾳ ἡ γὰρ ὑμῶν εὐσέβεια καρπός ἐστιν οἰκτιρμοῦ, ἡ δὲ ἐξουσία φύλαξ τῆς καταστάσεως. τοιγαροῦν δι᾽ ἐκείνης ἡ βασιλικὴ διάνοια τῷ θεῷ προσαρμόζεται, διὰ ταύτης δὲ τὸ δικάζειν τοῖς ὑπηκόοις προσνέμεται. ἐκείνης ἡ εὐπορία τοῖς πτωχοῖς βοηθεῖ, ταύτης δὲ τοὺς ἀποπλανηθέντας ἐκ τῆς ἀληθοῦς ὁδοῦ διορθοῦται. οὐδὲ γὰρ μικρά τις τῶν βασιλευόντων τυγχάνει ἡ φροντὶς τοῦ τὰ σφαλερὰ διορθοῦσθαι, ὥσπερ καὶ ἐπὶ τοῖς ἐναντίοις θριαμβεύει, ἐπειδὴ [ὡς νομίζωl (δηλαδὴ αὐτῷ τὴν ἑαυτῶν ἐξουσίαν ὑποτάσ-σουσι δουλεύοντες, δι' οὗ δηλονότι τῇ σκέπῃ καὶ τῷ δώρῳ βασιλεύουσι. διὸ καὶ θεόθεν προτυτπωθεῖσα ἡ φιλόχριστος ὑμῶν εὐσέβεια καὶ ἄξιον κατοικητήριον τοῦ πνεύματος τοῦ ἁγίου ἐν τῷ κρυπτῷ τῆς οἰκείας καρδίας ἑτοιμάσασα, ὅσον τὴν κεφαλὴν τῆς ἐκκλησίας τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν κανόνα τῆς ἀληθοῦς εὐσεβείας περιτττυσσομένη τῆς ἐξ αὐτοῦ δωρηθείσης αὐτῇ βασιλείας ἀρχηγὸν ἀποδείκνυσι, τοσοῦτον τὸ σῶμα αὐτοῦ τὸ σεβάσμιον, ὅπερ ἐστὶν ἡ ἁγία μήτηρ ἐκκλησία, ὡς γνήσιον καὶ πρωτότυπον αὐτῆς τέκνον περιθάλπον τε καὶ φιλοτιμούμενον ἐπὶ τῇ οἰκείᾳ [ἀδιακοσμήτῳl (ἀδιασείστῳ» στερρότητι χαίρειν ἐποίησε. καὶ γὰρ γέγραπται περὶ ὑμῶν, φιλανθρωπότατοι βασιλέων, καὶ περὶ τῆς αὐτῆς ἁγίας ἐκκλησίας τῆς ἐν ὅλῳ διακειμένης τῷ κόσμῳ ἔσονται, φησί, βασιλεῖς οἱ τροφεῖς σου. ὡσαύτως δὲ γέγραπται: τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ, ἐπειδὴ τὰ θεῖα τῶν ἀνθρω-πίνων πραγμάτων προτιμῶντες καὶ τὴν ὀρθόδοξον πίστιν [ἀπροστπαθῶςl (ἀσυγκρίτως τῶν βιωτικῶν προκρίνοντες φροντίδων, τί ἕτερον ἤπερ ὅτι τὴν ὀρθὴν τοῦ θεοῦ κρίσιν σεβάζεσθε καὶ καθαρωτάτην θυσίαν καὶ ὁλοκαύτωμα ἐκκαῖον θείαν εὐωδίαν ἐν τῷ βωμῷ τοῦ ὑμετέρου στήθους σφαγίζεσθε τῇ αὐτοῦ ἀοράτῳ μεγαλειότητι.
Ταῦτα ἐνεργῶς λέγεσθαι περὶ τῆς προθέσεως τοῦ εὐσεβοῦς ὑμῶν λογισμοῦ, χριστια-νικώτατε βασιλέων, τῆς τοῦ θεοῦ χάριτος ἐνεργούσης θαρροῦμεν, δι᾽ ἧς καὶ μόνης πᾶσα πλάνη νενίκηται καὶ ἡ ὀρθότης τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεως σὺν τῷ συν-δέσμῳ τῆς εἰλικρινοῦς ἀγάπης παρὰ πᾶσι τοῖς προέδροις τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν ἐπικρατεῖ. ἐκεῖ γὰρ ἡ ἀλήθεια τῆς τῶν Χριστιανῶν πίστεως διαλάμπει, ἔνθα [ὁμολογου-μένωςl ζδηλονότι» ἡ διττὴ ἀγάπη τοῦ θεοῦ καὶ τοῦ πλησίον ὑπερζέει. διόπερ εἰ μὴ τὸ ἑκάτερον τούτων ὁ συμβασιλεὺς τῶν βασιλευόντων ὁ παντοδύναμος θεὸς ἐφιλοτιμήσατο τοῖς ἑαυτοῦ ἱερεῦσιν, οὐδαμῶς ἡ βασιλικὴ εὐγένεια τοῖς ἐσχάτοις ἑαυτῆς δούλοις συγκατ-έβαινε καὶ πρὸς ὀλίγον τοῦ βασιλικοῦ ὕψους ἐξαιρέτου τυγχάνοντος ἑαυτὴν ἐπεπόθει συναρίθμιον εἶναι τοῦ τῶν ἱερέων καταλόγου διὰ τὸν πρὸς θεὸν ζῆλον. ὦ, ποία ἔνδοξος καὶ ὑψηλοτάτη καὶ ἀληθὴς ταπείνωσις, ἥτις διὰ τὸν πρὸς θεὸν πόθον συγκαταβῆναι κατηξίωσε᾽ τοίνυν τί περιλέλειπται, ἐξοχώτατε σεβαστῶν καὶ πιστότατε βασιλέων, εἰ μήτοιγε ἵνα ὁ θεὸς ὁ παρέχων τὴν ἐπίδοσιν ταῦτα τὰ πονήματα ἀξίως ἐμπνεύσῃ ἐν τῇ βασιλικῇ ὑμῶν καρδίᾳ καὶ αὐξήσῃ καὶ πληρώσῃ ἐν ὑμῖν τὸ φῶς τοῦ καθολικοῦ δόγματος, ἵνα [φωτίζωνταιl (φυγαδεύονται» τῆς αἱρετικῆς φαυλότητος αἱ συννέφειαι;
Ἔπειτα καὶ τοὺς ληγαταρίους τούτου τοῦ ἀποστολικοῦ θρόνου, τῆς μητρὸς ὑμῶν τῆς Ῥωμαίων ἐκκλησίας, τοὺς οἰκέτας τῆς ὑμετέρας εὐσεβείας, Θεόδωρον καὶ [ξώργιον τοὺς πρεσβυτέρους καὶ Ἰωάννην τὸν διάκονον, τὰ ἡμέτερα τέκνα, καὶ Κωνσταντῖνον τὸν ὑποδιάκονον [καὶl ῥεγιωνάριον τῆς ἁγίας ἡμῶν ἐκκλησίας, μετὰ τῶν σὺν αὐτοῖς ἀποδημη-σάντων προσώπων τῶν καὶ παρὰ τοῦ προηγησαμένου ἡμᾶς τῆς ἀποστολικῆς μνήμης ᾿Αγάθωνος τοῦ πάπα κατὰ τὴν ὀγδόην ἐπινέμησιν ἕνεκεν τοῦ τῆς πίστεως πράγματος κατὰ κέλευσιν τῆς ὑμῶν εὐσεβείας [αὐθότιl «ἐκεῖσε» σταλέντων διὰ τῆς ἔναγχος διελθούσης δεκάτης ἐπινεμήσεως τῷ Ἰουλίῳ μηνὶ μετὰ θείων κεραιῶν τῆς ὑμῶν φιλανθρωπίας ἅμα καὶ συνοδικοῖς ὑπομνήμασι μετὰ μεγάλης χαρᾶς καὶ εὐφροσύνης ἐπὶ τῷ κυρίῳ ἀγαλλιώμενοι ἐδεξάμεθα καὶ ὥσπερ ἀπό τινων κυμάτων λύπης εἰς εὐκταῖον γαλήνης λιμένα συνελθόντες καὶ [ἐνησυχάσαντεςl (ἀναλαμβάνοντες μετ’ εὐχαριστίας ἠρξάμεθα βοᾶν’ κύριε, σῶσον τὸν χριστιανικώτατον ἡμῶν βασιλέα καὶ ἐττάκουσον αὐτοῦ ἐν ἣ ἀν ἡμέρᾳ ἐπικα-λέσηταί σε, οὗτινος διὰ τῆς θεοπνεύστου σπουδῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἡ εὐσέβεια τῆς ἀληθοῦς καὶ ἀποστολικῆς παραδόσεως ἀναζωπυρεῖ καὶ ἡ δυσώδης τῆς αἱρετικῆς φαυλότητος ἀχλὺς ἐματαιώθη. ἄξιον οὖν ἐστι τῷ προφήτῃ συμψάλλειν καὶ λέγειν" κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. ὁ γὰρ βασιλεὺς καθήμενος ἐπτὶ θρόνου, καθώς πού τις σοφώτατός φησι, τῷ οἰκείῳ αὐτοῦ σκοττῷ διεσκέδασε ττᾶν πονηρόν. καὶ γὰρ τοῖς μόχθοις τῆς ὑμῶν εὐσεβείας τοῦ κυρίου συνεργοῦντος τὸ πονηρὸν διεσκορπίσθη, ὅπερ ἡ τοῦ διαβόλου πονηρία πρὸς τὴν τῶν ἀνθρώπων ἀπάτην ἐπήγαγε, καὶ τὸ ἀγαθὸν τῆς τῶν Χριστιανῶν πίστεως, ὅπερ ὁ Χριστὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων ἐχαρίσατο, τοῦτο ἐπικρατεῖ.
Τοιγαροῦν τῶν συνοδικῶν {τὸν ὕφος ἀναδραμόντες καὶ ἐπιμελῶς περιεργασάμενοι καὶ ἕκαστα τῶν ὑπομνημάτων ἀπαιτήσαντες τὰ αὐτά, ἅπερ καὶ οἱ τοῦ ἀποστολικοῦ θρόνου ληγατάριοι ἐξηγήσαντο τοῖς συμφωνοῦσιν ἐγγράφοις εὕρομεν συμβαίνειν. καὶ γὰρ ἐπέγνωμεν ὅτι ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ ἕκτη σύνοδος, ἥτις κατὰ θεοῦ χάριν τῷ βασιλικῷ προστάγματι ἔναγχος ἐν τῇ βασιλίδι συνηθροίσθη πόλει, τὰ αὐτὰ ἅπερ καὶ ἡ [οἰκουμενικὴl ζὅλην» σύνοδος ἡ τῷ ἁγίῳ καὶ ἀποστολικῷ τούτῳ θρόνῳ συγκειμένη, ᾧτινι καὶ τὴν διακονίαν ἐκτελοῦμεν, συνήνεσέ τε καὶ ἐψηφίσατο ἐπὶ τῇ ὁλοκληρίᾳ τῆς ὀρθοδόξου πίστεως καὶ τοῖς τῶν πατέρων κανόσι καὶ ὁμογνωμόνως ἅμα ἡμῖν συνωμολόγησε ,τὸν ἕνα τῆς ἁγίας καὶ ἀχωρίστου τριάδος εἶναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐκ δύο καὶ ἐν δύο φύσεσιν ἀσυγχύτως ἀχωρίστως ἀδιαιρέτως τυγχάνοντα, ὡς ἀληθῶς θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν τοῦτον, σῳζομένης τῆς ἰδιότητος μιᾶς ἑκάστης τῶν ἐν αὐτῷ συνελθουσῶν φύσεων, τὸν αὐτὸν τοῦτον τὰ θεῖα ἐνεργοῦντα ὡς θεὸν καὶ τὰ ἀνθρώπινα ἀχωρίστως ἐνεργοῦντα ὡς ἄνθρωπον χωρὶς μόνης ἁμαρτίας, καὶ διὰ τοῦτο δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἐσχηκέναι ἀληθῶς ἐκήρυξε“, δι’ ὧν καὶ ἡ τῶν φύσεων αὐτοῦ πρωτοτύπως ἀλήθεια ἀποδείκνυται πρὸς ἐπίγνωσιν δηλονότι τῆς διαφορᾶς ὧν εἶσι φύσεων, ἐξ ὧν καὶ ἐν αἷς εἷς καὶ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνέστηκε. δι᾽ ἅπερ ἀληθῶς ἔδειξε ταύτην τὴν ἁγίαν καὶ ἀξιετταίνετον καὶ κεκηρυγμένην ἕκτην σύνοδον, ἥτις διὰ τῆς τοῦ θεοῦ εὐσπλαγχνίας τὴν ἀλήθειαν τῆς χριστιανικωτάτης πίστεως τοῖς πιστοῖς φανέρωσζεσ ἀπροσκόποις ποσὶ κατακολουθήσασαν τῷ τε ἀποστολικῷ κηρύγματι καὶ τοῖς ὅροις τῶν ἁγίων καὶ οἰκουμενικῶν πέντε συνόδων συναινοῦσαν ἐν ἅπασι καὶ τοὺς αὐτῶν περιτττυσσομένην κανόνας καὶ μηδὲν προστιθοῦσαν ἢ ὑπεξαίρουσαν παρὰ τὰ ὁρισθέντα τῇ ὀρθοδόξῳ πίστει, ἀλλὰ τὴν βασιλικὴν καὶ εὐαγγελικὴν τρίβον ἐξ εὐθείας βαδίζουσαν. καὶ ἐν αὐτοῖς καὶ δι’ αὐτῶν τὸ σχῆμα τῶν ἱερῶν δογμάτων καὶ ἡ διδασκαλία τῶν τῆς καθολικῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐκκρίτων πατέρων ἐφυλάχθη ἔτι δὲ καὶ ὁ κανονικὸς θεσμὸς τῶν προκομισθεισῶν πρὸς οἰκοδομὴν πάντων. ἀλλὰ (καὶ τοῦτο ὑπάρχει ἀληθῶς ἄξιον καὶ τῷ θεῷ εὐάρεστον, ὅτι ἡ ἀλήθεια τοῦ ἀποστολικοῦ κηρύγματος, ἥτις τὴν αὐτοκρατορικὴν δυναστείαν κατακοσμεῖ καὶ τὴν βασιλικὴν φιλανθρωπίαν φυλάττει κατὰ τὸ διάταγμα τῆς σεβασμιωτάτης εὐσεβείας ἐν ὅλῳ τῷ κόσμῳ ἐπηύξησε καὶ καθάπερ ἀκτὶς ἡλίου τὰς πάντων {τῶν ἀνθρώπων» περιεκάθηρε καρδίας, ὅπως πάλιν [ἔνθενl «ἐκεῖ)θεν τὴν διδασκαλίαν πνευματικῶς τῆς εὐσεβείας κομίσωνται, ὅθεν ἐπιγινώσκειν ὀφείλουσιν εὐμενῶς αὐτοῖς παρασχεθεῖσαν τῆς δικαίας οἰκονομίας τὴν κυβέρνησιν.
Τοιγαροῦν συνοδικῇ ἀποφάσει καὶ ψήφῳ βασιλικοῦ διατάγματος καθάπερ τῇ τοῦ
πνεύματος διστόμῳ ῥομφαίᾳ. ἅμα ταῖς παλαιαῖς αἱρέσεσι καὶ ἡ πλάνη τῆς καινῆς φαυ-λότητος ἐξεκεντήθη καὶ οἱ ἀρχηγοὶ τοῦ ψεύδους σὺν τῇ ἑαυτῶν βλασφημίᾳ ἐξωλίσθησαν, οἵτινες ἐπεχείρησαν στόματι ἱεροσύλῳ ἐκτίθεσθαι ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῶν καθ᾽ ὑπόστασιν ἡνωμένων δύο φύσεων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ ὧν καὶ ἐν αἷς ἀδιαιρέτως καὶ ἀσυγχύτως συνέστηκε. τοῦτον τοίνυν τῆς ὀρθῆς καὶ ἀποστολικῆς παραδόσεως τὸν τύπον ὁ προηγησάμενός με ᾿Αγάθων ὁ τῆς ἀποστολικῆς μνήμης πάπας ἅμα τῇ [τιμίᾳl (ἰδίᾳ συνόδῳ ἐκήρυξε καὶ τοῦτον τοῖς προλαβοῦσιν ἐγγράφοις ἐν τῷ τῆς [τιμίαςl (ἰδίας ἀναφορᾶς παγηνῷ τῇ ὑμετέρᾳ εὐσεβείᾳ διὰ τῶν οἰκείων ληγαταρίων ἀνέπεμψεν ἀποδεικνύων καὶ ἐπικυρῶν ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων τῆς ἐκκλησίας διδασκά-λων χρήσεσιν, ὅν τινα ἐπὶ τοῦ παρόντος ἡ ἁγία καὶ μεγάλη τοῦ κυρίου σύνοδος ἡ διὰ τῆς ὑμετέρας γενομένη συνῳδῆς ἐδέξατο καὶ ἐν ἅπασιν αὐτὸν σὺν ἡμῖν περιετττύξατο ὡς τὴν εἰλικρινῆ διδασκαλίαν τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ἐν αὐτῷ ἔπιγινώσκουσαιν) καὶ σημεῖα ὁλοκλήρου εὐσεβείας ἐν αὐτῷ τούτῳ διασκετπτομένη. ἡ οὖν ἁγία οἰκουμενικὴ καὶ μεγάλη ἕκτη σύνοδος ἣν ἐπινεύσει θεοῦ σπουδαίως ἡ ὑμῶν φιλανθρωπία συνεκάλεσέ τε καὶ προηγήσατο ἕνεκεν τῆς εἰς θεὸν ὑπουργίας, ἐν πᾶσι τῷ ἀποστολικῷ κανόνι καὶ τῇ διδασκαλίᾳ τῶν ἐκκρίτων πατέρων ἐξηκολούθησε, καὶ ἐπειδή, ὡς προείρηται, τῆς ὀρθῆς πίστεως τὸν ὅρον τελείως ἐκήρυξεν, ὅνπερ καὶ ὁ ἀποστολικὸς θρόνος τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗ τινος τὴν διακονίαν εἰ καὶ ἀνάξιοι ὄντες ἐκτελοῦμεν, σεβασμίως ἐδέξατο. διὸ δὴ καὶ ἡμεῖς καὶ διὰ τῆς ἡμετέρας τάξεως οὗτος ὁ προσκυνητὸς καὶ ἀποστολικὸς θρόνος ὁμογνωμόνως τε καὶ ὁμοψύχως τοῖς παρ΄ αὐτῆς ὁρισθεῖσι συναινεῖ καὶ τῇ αὐθεντίᾳ τοῦ μακαρίου Πέτρου βεβαιοῖ καθάπερ ἐπὶ στερεᾷ πέτρᾳ. ἥτις ἐστιν ὁ Χριστός, ἀπ’ αὐτοῦ τοῦ κυρίου τὴν στερρότητα κομιζόμενος.
Διὰ ταῦτα οὖν, καθὼς δεχόμεθα καὶ βεβαίως κηρύττομεν τὰς πέντε ἁγίας καὶ οἰκουμενικὰς συνόδους, τήν τε ἐν Νικαίᾳ καὶ τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἐν Ἐφέσῳ πρώτην καὶ τὴν ἐν Χαλκηδόνι καὶ πάλιν τὴν ἐν Κωνσταντινουπόλει, ἅστινας καὶ πᾶσα ἡ τοῦ Χριστοῦ ἐκκλησία κυροῖ καὶ ταύταις ἀκολουθεῖ, οὕτως καὶ τὴν νεωστὶ ἐν τῇ βασιλευούσῃ πόλει τῇ εὐσεβεῖ ἐπινεύσει τῆς ὑμετέρας γαληνότητος ἐπιτελεσθεῖσαν ἁγίαν ἕκτην σύνοδον ὡς ταύτας ἑρμηνεύσασαν καὶ ταύταις ἐπακόλουθον τῷ ὁμοίῳ σεβάσματι κρίνοντες δεχόμεθα, καὶ ἀξίως ἅμα ταύταις συναριθμηθῆναι αὐτὴν ψηφιζόμεθα ὡς καὶ αὐτὴν ὡσαύτως τῇ τοῦ θεοῦ χάριτι συναθροισθεῖσαν. εἶτα δὲ καὶ τοὺς ἐν αὐτῇ πιστῶς συνελθόντας ἱερεῖς τοῦ Χριστοῦ μετὰ τῶν ἁγίων πατέρων καὶ διδασκάλων τῆς τοῦ θεοῦ ἐκκλησίας ὁμοίως ἀναφέρεσθαι κρίνομεν. καὶ γὰρ καὶ ἐν τούτοις καθὼς καὶ ἐν ἐκείνοις τὸ αὐτὸ τοῦ θεοῦ πνεῦμα τὴν τῶν ψυχῶν σωτηρίαν ἐνήργησε καὶ ὁ ταύτης καρπὸς ὁ ἀμαράντινος τῇ ὑμετέρᾳ εὐσεβεῖ βασιλείᾳ καταλογισθήσεται παρὰ τοῦ κυρίου, ἧστινος τῷ μόχθῳ συνερ-γούσης τῆς τοῦ θεοῦ χάριτος θαυμαστῶς ἀπετελέσθη εἰς αἰῶνας κηρυττομένη. Προσεπιτούτοις ἀναθεματίζομεν πιάσας τὰς αἱρέσεις καὶ τοὺς τούτων ἅπαντας ἀρχηγοὺς καὶ σπεύστας, οἵτινες κατὰ τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως ταῖς τοῦ διαβόλου ἀπάταις κρατυνόμενοι πλάνας ψεύδους ταῖς ἐκκλησίαις ἐπεχείρησαν παρεισαγαγεῖν, τουτ-ἐστιν [Ἴαρειον Σαβέλλιον Μακεδόνιον ᾿Απολινάριον Εὐνόμιον Νεστόριον Εὐτυχέα Διόσκορον Τιμόθεον Σεβῆρον Θεμίστιον Ὠριγένην τὸν καὶ ᾿Αδαμάντιον Δίδυμον καὶ Εὐάγριον, ὡσαύτως τὰ συγγράμματα Θεοδωρίτονυ τὰ κατὰ τῶν δεκαδύο κεφαλαίων τοῦ ἁγιωτάτου Κυρίλλου μετὰ τῆς ἐπιστολῆς τῆς λεγομένης Ἴβα πρὸς Μάριν τὸν Πέρσην σταλείσης, ἅμα δὲ αὐτοῖς καὶ Ἰάκωβον καὶ Θεοδζόσιλον καὶ Γαιανόν, Ἄλνθιμον Ζωώραν Δονάτον Ναυάτον Πρισκιλλιανὸν Παῦλον Φωτεινὸν Πελάγιον Κελέστιον Ἰουλιανὸν Φαῦστον καὶ Μαξιμῖνον, οὗς ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἐκ τοῦ καταλόγου τῶν πιστῶν πατέρων ἅτε δὴ ζιζάνια τῆς δεσποτικῆς ἅλωνος λέγω δὴ τῆς ἐκκλησίας ἀποκηρυχθέντας ταῖς κολάσεσι τῆς γεέννης τῷ πτύῳ τῆς θείας κρίσεως ἀπεβάλετο. καὶ ὡσαύτως ἀναθεματίζομεν τοὺς ἐφευρετὰς τῆς νέας πλάνης, τουτέστι Θεόδωρον τὸν τῆς Φαρὰν ἐπίσκοπον, Κῦρον τὸν ᾿Αλεξανδρείας, Σέργιον Πύρρον Παῦλον Πέτρον τοὺς τῆς ἐκκλησίας Κωνσταν-τινουπόλεως ὑποκαθιστὰς μᾶλλον ἤπερ καθηγητάς, οὐ μὴν ἀλλὰ καὶ Ὁνώριον, ὅστις ταύτην τὴν ἀποστολικὴν ἐκκλησίαν οὐκ ἐνεχείρισε διδασκαλίᾳ ἀποστολικῆς παραδόσεως ἁγνίσαι, ἀλλὰ τῇ βεβήλῳ προδοσίᾳ μιανθῆναι τὴν ἄσπιλον παρεχώρησε, καὶ πάντας δὲ τοὺς ἐν τῇ ἑαυτῶν πλάνῃ τελευτήσαντας. ὡσαύτως δὲ βδελυττόμεθα καὶ ἀναθε-ματίζομεν τοὺς τούτων μιμητὰς καὶ συνίστορας, τούς τε ἤδη ἔκπαλαι καὶ μέχρι τοῦ νῦν ὄντας, τουτέστιν Μακάριον τὸν ἀπατεῶνα, τὸν γενόμενον ᾿Αντιοχείας ἐπίσκοπον, ἅμα τῷ σὺν αὐτῷ τῆς πλάνης μαθητῇ μᾶλλον δὲ διδασκάλῳ Στεφάνῳ, καὶ σὺν αὐτοῖς Πολυχρόνιον τὸν νέον ὡς ἀληθῶς Σίμωνα, ὅστις τῇ φαντασίᾳ παιζόμενος τῆς αἱρετικῆς φαυλότητος ἐγείρειν τοὺς νεκροὺς ἐπηγγείλατο, τοῦ δὲ ἀποτελέσματος τῇ ματαίᾳ αὐτοῦ κατατολμήσει μὴ ἑπομένου ἐν πᾶσιν ἀπατεὼν ἐδείχθη, ἔτι δὲ καὶ τοὺς τὰ ὅμοια αὐτῶν φρονήσαντας ἢ φρονοῦντας, τοὺς δηλονότι ἕν θέλημα καὶ μίαν ἐνέργειαν φάσκειν κατατολμήσαντας ἢ κατατολμῶντας ἢ μέλλοντας κατατολμᾶν ἐπὶ τῶν δύο φύσεων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὺς ἀπεκήρυξεν ἡ προμνημονευομένη ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος, καὶ τὸν Μακάριον μὲν τοῦ τῆς προεδρίας ἀξιώματος ἀπεβάλετο, τὸν δὲ μαθητὴν αὐτοῦ Στέφανον καὶ Πολυχρόνιον τὸν μεματαιωμένον γέροντα τῆς ἱερατικῆς τιμῆς ἐξέκοψε καὶ τοὺς τούτων μετόχους καὶ ἑταίρους, οἵτινες οὐκ ἠβουλήθησαν συνιέναι τοῦ ἀγαθῦναι, ἀνομίαν διελογίσαντο ἐπὶ ταῖς κοίταις αὐτῶν, οἵτινες τὰς ἰδίας πλάνας πανταχοῦ ἐπεχείρη-σαν κατασπεῖραι, κατ᾽ ἐξαίρετον ὁ Μακάριος, καὶ ὑπὸ τὴν δορὰν τοῦ προβάτου λανθάνων ἐπαναπεφάνθη λύκος καὶ ἀντὶ ποιμένος εὑρέθη κλέπτης καὶ λῃστής, ἀπερρίφη ἀπὸ τοῦ ἀληθινοῦ τῶν προβάτων ποιμένος τουτέστι τοῦ Χριστοῦ ὡς πολιορκητὴς καὶ λοιμοφθόρος.
διὸ καὶ τῷ τοῦ ἀναθέματος δόρατι ἀξίως ἐπλήγησαν καὶ αἰωνίοις συνδεθέντες δεσμοῖς μὴ βουλόμενοι μετανοῆσαι ἀνευλύτως ἀναφραγέντες κατέχονται, μήπως πάλιν διαναστάντες καὶ τῷ μιασμῷ τῆς οἰκείας λοιμοφθόρου διδασκαλίας τῇ ἀχαλινώτῳ αὐτῶν τόλμῃ τινὰς τῶν ἁπλουστέρων μολύνωσιν, οἵτινες καὶ μέχρι τοῦ παρόντος ἐπιμόνως τῇ οἰκείᾳ αὐτῶν ἐνστάσει προσμεῖναι ἠθέλησαν ἤπερ ἵνα πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ἐπιστρέψαντες σωθῶσιν. τῇ γὰρ χρονίᾳ κακίᾳ ἐσκληρύνθη ἡ καρδία αὐτῶν καὶ παρὰ πᾶσιν ἐφάνησαν συνειδήσει μᾶλλον ἤπερ ἀγνοίᾳ ἐξολισθήσαντες, ὡς ἑκουσίως ἐπιμαχό-μενοι τῇ ἀποστολικῇ ἀληθείᾳ καὶ μᾶλλον τὴν ἑαυτῶν ἤπερ τὴν τοῦ θεοῦ δόξαν ἐπιζη-τοῦντες, ὁπόταν ὁ κύριος ὑπομιμνήσκῃ τοὺς πλημμελοῦντας προτρέπων πρὸς διόρθωσιν μετανοίας. οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ καὶ ζήσεται. Ὅτι γὰρ ὑπομιμνήσκειν κατηξίωσεν ἡ ὑμετέρα εὐσέβεια διὰ θείων αὐτῆς γραμμάτων τὴν ἡμετέραν οὐδενότητα, ἵνα μνηθῶσιν ἐν τοῖς δόγμασι τῆς ὀρθοδόξου πίστεως καὶ τῆς σωτηριώδους διδασκαλίας, ὅπως φθάσωσι πρὸς τὴν τῆς ὑγιοῦς πίστεως γνῶσιν, ὡς ἀσθενοῦσι καὶ περὶ τὴν πίστιν ναναγοῦσι τούτοις καὶ χεῖρα πνευματικῆς διδασκαλίας ἐπιδεδώκαμεν σπουδαίως, ἵνα πρὸς τὸν τῆς ἀληθείας λιμένα ἀφίκωνται, καὶ πρὸς τὸ ἐπιγνῶναι τῆς ὑγιαινούσης πίστεως τὴν ὀρθότητα ἀδιαλείπτως ἰατρικὰ βοηθήματα παρεχόμεθα, καὶ κατὰ τὸ ἁρμόζον τῇ ἡμετέρᾳ διακονίᾳ οὐ παρελείπομεν ὑπομνήσεως ἰατρεῖον παριστᾶν τοῖς ἐθέλουσι. κἂν εἰ δὲ πρὸς τὴν κατάστασιν τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεως ὁ χαρακτὴρ τῆς γραφῆς τοὺς θαυμαζομένους ἀγῶνας τῆς ὑμετέρας πραότητος καὶ τὴν μονογενῶς ἐνοῦσαν αὐτῇ ἀγρυπνίαν οὐκ αὐταρκεῖ διηγήσασθαι, ἀλλ᾽ οὐ διὰ τοῦτο τῆς ἀνδρείας ὑμῶν τὰ ἐξαίρετα σιωττῇ παρεπέμφθη τοῦ παντὸς κόσμου πανταχοῦ ταῦτα βοῶντος"
Ὦ ἁγία μήτηρ ἐκκλησία, ἀνάστηθι, ἀπόθου τὸ ἔνδυμα τῆς στυγνότητος καὶ ἔνδυσαι τὴν στολὴν τῆς εὐφροσύνης σου" ἰδοὺ ὁ υἱός σου ὁ συστατικώτατος βασιλέων, ὁ σὸς ἐκδικητὴς καὶ βοηθός σου, μὴ ταραχϑῆς" περιεζώσατο γὰρ ῥομφαίαν τὸν λόγον τοῦ θεοῦ, ἐν ᾧ διαιρεῖ τοὺς ἀπίστους ἀπὸ τῶν πιστῶν, ἐνεδύσατο πίστεως θώρακα καὶ περικεφαλαίαν σωτηρίας ἐλπίδα. ἰδοὺ ὁ σὸς πρόμαχος, ὁ νέος Δαυίδ, μὴ φοβηθῇς, θάρσει' οὐ γὰρ ἐκεῖνος ὁ ἑνὸς τοῦ Ἰουδαϊκοῦ ἔθνους βασιλεύς, ἀλλ᾽ οὗτος ὁ σὸς ὁ τοῦ φιλοχρίστου λαοῦ εὐσεβέστατος βασιλεύς, πορφυρωθεὶς ἐν τῷ τοῦ Ναζωραίου αἵματι τὸν σὸν πολέμιον τὸν μεγαλορρήμονα [ὁλιὰθ κατέβαλε καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα πανταχοῦ διεσκόρτισε καὶ ἐπάταξεν αὐτοῦ πληγῇ λίθου τὸ μέτωπον, ἔνθα σφραγὶς εὐσεβείας οὐχ ὑπῆρχε, καὶ τῆς κεφαλῆς ἀφαιρεθείσης οὐδεμία ἰσχὺς (ἐν τοῖς μέλεσι αὐτοῦ περιελείφθη. καὶ ἰδοὺ πανταχοῦ ἐπὶ δόρατος θριαμβεύεται" συναθροίσθητε οὖν καὶ συνέλθετε, ὦ θεοσε-βέστατοι παντὸς τοῦ κόσμου οἱ λαοὶ ἅμα τοῖς ἱερεῦσι τῶν τοῦ θεοῦ ἐκκλησιῶν ἄσατε μεγάλῃ τῇ φωνῇ λέγοντες’ ἐνίκησεν ὁ νέος Δαυίδ, ὁ συστατικώτατος τῶν αὐγούστων, οὐ μόνον ἐν χιλιάσιν, οὐδὲ γὰρ τὴν καθολικὴν νίκην τοῦ εὐαγγελικοῦ κηρύγματος δυνήσεταί τις ἀριθμητικῶς συμπεριλαβεῖν, ἀλλ᾽ ἔτι μὴν καὶ αὐτὸν τὸν [ἀρχηγὸνl (ἔξαρχον» καὶ πολέμιον καὶ ἡγεμόνα καὶ ἐρεθιστὴν πάντων τῶν κακῶν καὶ τῆς πλάνης τὸν διάβολον μετὰ τῶν αὑτοῦ ταγμάτων καὶ τῶν συνδρόμων τῷ ὅπλῳ τῆς ἀληθοῦς ὀρθοδόξου καὶ ἀποστολικῆς παραδόσεως καὶ ὁμολογίας κατέσβησεν. εὐφράνθητι οὖν, ἁγία μήτηρ ἐκκλησία, ἀμέριμνος ὑπάρχουσα περὶ τῆς σῆς ἐλευθερίας, ἡ πολλάκις καταπολεμηθεῖσα ἀλλὰ μηδαμῶς ἐγκαταλειφθεῖσα' ἀνέστησε γὰρ ὁ σὸς ἀήττητος βασιλεὺς ὁ Χριστός, βασιλέα φιλόχριστον τὸν σὸν ὑπέρμαχον, τὸν σὸν εὐεργέτην καὶ εὐπάροχον, οὗ τινος τῷ σπουδάσματι τῆς ὀρθοδόξου πίστεως τὴν ἑαυτῆς ἐπισυναγαγοῦσα λαμπρότητα ὅλον καταυγάζεις τὸν κόσμον καὶ πάντες οἱ πιστοὶ ἀγαλλιῶνται εὐχαριστίας ἀναπέμποντες, τοὺς δὲ ἀπίστους ἡ λύπη καὶ ἡ κατάβλησις καταπαύει καὶ συντελεῖ, αἱ τοῦ θεοῦ ἐκκλησίαι ἀνέπνευσαν ῥυσθεῖσαι ἀπὸ πασῶν τῶν ἰδίων περιστάσεων καὶ τοῖς βασιλικοῖς περιθάλ-πονταῖ δώροις καὶ τῇ αὐτοκρατορικῇ ὀχυροῦνται προστασίᾳ, αἵστισι καὶ ἡ σεδασμιωτάτη ὑμῶν εὐγένεια τοῖς δεσποτικοῖς ῥήμασι τὸν Χριστὸν μιμουμένη ἐπαγγέλλεται" ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος, ὥσπερ ὁ κύριος Ἰησοῦς Χριστός, οὕτινος τοῖς [δόγμασιl δ(είγγμασι κέχρηται καὶ τῆς αἰωνίου βασιλείας καὶ διηνεκοῦς δόξης ἐν ἀπολαύσει γένησεται καὶ καθολικῶς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ κράτος αὐτῆς αἰωνι:-ζόντως πλατύνει.
Τῶν δὲ παρουσῶν ἀναφορῶν ἐλάχιστον ἀτποκομιστὴν Κωνσταντῖνον, τὸν ὑποδιάκονον [καὶl ῥεγεωνάριον τούτου τοῦ ἀποστολικοῦ θρόνου, τὸν καὶ πρὸ μικροῦ μετὰ τῶν ληγαταρίων τοῦ τῆς ἀποστολικῆς μνήμης τοῦ προηγησαμένου με παραγενόμενον ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ αὐτόθι ἐπιτελεσθείσῃ, τῇ συνήθει φιλανθρωπίᾳ ἡ ὑμετέρα βασιλικὴ μεγαλοψυχία δέξασθαι καταξιώσει καὶ ταῖς ἀναφοραῖς αὐτοῦ τὸ οὖς τῆς εὐμενείας ἐπικλίνοι καὶ ὡς διάκονον ἀξίως δέξηται.
Ἡ ὑπογραφή
Τὸ εὐσεβὲς τοῦ δεσπότου κράτος ἡ οὐράνιος διαφυλάξαι χάρις καὶ πάντων τῶν ἐθνῶν τοὺς αὐχένας ὑποτάξαι.