᾿Αντίγραφος θεία σάκρα τοῦ αὐτοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου γενομένη πρὸς τὴν ἁγίαν σύνοδον τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης καὶ σταλεῖσα διὰ τῶν αὐτῶν συνοδικαρίων.
Ἡ ἐπιγραφή
Πάσαις ταῖς ἁπανταχοῦ ἁγίαις συνόδοις ταῖς ἀνηκούσαις τῇ συνόδῳ τοῦ ἀποστολικοῦ θρόνου.
Φαιδρὸς ὑμῶν καὶ περίβλεπτος ὁ πανίερος σύλλογος, ὃν ὑπὲρ τῆς ἐκκλησίας συνήθροισε τὸ πνεῦμα τὸ ἅγιον καὶ τοῖς τῆς εὐσεβείας λόγοις ἐξώπλισε, δι᾽ ὧν τοὺς ἐνεδρεύοντας τῇ πίστει κατεμαχήσασθε ταξιάρχῃ τῷ ἱεράρχῃ καὶ οἰκουμενικῷ πατριάρχῃ παρασπίζοντες, ᾧ καὶ συνειρηνεύειν ἐμάθετε καὶ συμπολεμεῖν ἐδιδάχθητε. καιρὸς γὰρ τῷ παντὶ πράγματι τῷ Σολομῶντι δοκεῖ. καλὸν μὲν γὰρ ἦν καὶ τὸ εἰρηνεύειν πρὸς ἅπαντας ἀλλ᾽ ὁμονοοῦντας πρὸς τὴν εὐσέβειαν, κρεῖττον δὲ τὸ πολεμεῖν, ὅτε τὸ εἰρηνεύειν τὴν ἐπὶ τῷ κακῷ συμφωνίαν ἐργάζεται. ἀμέλει δὴ καὶ ὁ κύριος ἔφασκεν᾽ οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐττὶ τὴν γῆν ἀλλὰ μάχαιραν. μαχαίρᾳ δὲ ὁ λόγος τῆς πίστεως ἀμφιστόμῳ παρείκασται διαιρῶν καὶ διακρίνων τὸν πιστὸν καὶ τὸν ἄπιστον καὶ τὴν μὲν πρὸς ἀσέβειαν διχοτομῶν συγγένειάν τε καὶ σύμβασιν, τῷ θεῷ δὲ προσοικειῶν καὶ συνάπτων διὰ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ ἀγαπήσεῶς. οὐδὲν γὰρ διὰ τῆς πρὸς αὐτὸν ἀγάπης διὰ πίστεως προτιμότερον, οὐ πατὴρ οὐ μήτηρ τὰς ὠδῖνας τοῖς τέκνοις συναποτίκτουσα, οὐκ ἀδελφοὶ τῇ τῆς φύσεως ἀνάγκῃ δεσμούμενοι καὶ τὰς γνώμας λυόμενοι, οὐ νομικῆς συζυγίας παχεῖά τε καὶ οὐκ ἀπαθεστάτη συνάφεια καὶ τῇ θατέρου λύσει τὴν σχέσιν συνδιαλύουσα. οὐδὲν γὰρ τούτων ἡμᾶς θείας φύσεως μετόχους ἐργάζεται, μόνη δὲ πίστις ἡ πρὸς θεὸν καὶ ἀγάπησις, ἐξ ὧν συμπλοκῆς ἀνεγεννήθημέν τε καὶ ἀνεπλάσθημεν καὶ τῆς πρὸς τὸν πλάστην οἰκειώσεως ἠξιώθημεν καὶ γὰρ αὐτὸς ἔλεγεν ὁ σωτήρ᾽ ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος" καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
Εἴπερ οὖν οἱ τὴν εὐαγγελικὴν τρίβον ἰχνηλατεύειν προαιρούμενοι καὶ τῆς ἀποστολικῆς ἱεραρχίας τὸ ἀξίωμα κληρωσάμενοι, πάντα περιφρονοῦσι καὶ πάσχουσι καὶ τὸν ἔσχατον εἶ τύχοι διὰ τὴν πρὸς θεὸν φιλίαν φιλοῦσι κατακριθῆναι θάνατον, τί οὐκ ἂν καὶ παθεῖν καὶ δρᾶσαι προθυμηθήσονται, ὅτε τὴν πίστιν πολεμουμένην κατίδοιεν, δι’ ἧς ἡ πρὸς θεὸν φιλία πορίζεται, ὅτε τὴν ἐκκλησίαν πορθουμένην αἱρετικαῖς προσβολαῖς κατοτττεύουσιν, ὅτε τὴν ἀλήθειαν τῷ ψεύδει βαλλομένην συναίσθονται. ἄρα τὸ πολεμεῖν καὶ διεκδικεῖν ἀφέντες τοῖς πολεμίοις καταλλαγήσονται καὶ τῆς εὐαγγελικῆς ἐντολῆς ἐπιλήσονται; καὶ πῶς ἀνεύθυνον τοῦτο καὶ ἀτιμώρητον; οὐδαμῶς οὐκοῦν ἀναλαβόντες τὴν πανοπλίαν τοῦ πνεύματος τοῖς παραταξαμένοις ἀνθοπλίζονται. τοῦτο δὴ τοῦτο καὶ ὁ πανίερος ὑμῶν ἐπεδείξατο σύλλογος καὶ τῆς εὐσεβείας ὑπερεμάχησε, δι᾽ ὧν τῷ κοινῷ πατρὶ συνεμάχησε καὶ τῆς αἱρετικῆς κατηνδραγάθησε φάλαγγος, ἀλλὰ τῇ μνήμῃ τῶν λεχθησομένων ὁ λόγος συστέλλεται καὶ προσωτέρω βαίνειν ἀναχαιτίζεται. τραγῳδία γὰρ πενθικὴ τῶν ἐπιόντων ἡ ἔκφρασις. αἱρεσιάρχαι οἱ ἱεράρχαι γεγόνασι καὶ ἀντὶ μὲν εἰρήνης ἔριν τῷ λαῷ προσεφώνη-σαν, ἀντὶ δὲ σίτου ζιζάνια ταῖς ἐκκλησιαστικαῖς ἀρούραις ἐνέσπειραν᾽ τὸν οἶνον ἔμιξαν ὕδατι καὶ τὸν πλησίον ἐπότισαν ἀνατροττὴν θολεράν᾽ ὁ λύκος ἀμνός, καὶ ὡς λύκος ὁ ἀμνὸς ὑπεκρίνετο, τὸ ψεῦδος ἀλήθεια, καὶ ἡ ἀλήθεια (ὡς ψεῦδος παρελογίζετο᾽ πέφυρτο πάντα τῆς ἐκκλησίας τὰ πράγματα ἐπεὶ δὲ οὕτω ταῦτα διέκειτο καὶ τὴν εὐσέβειαν ἡ ἀσέβεια κατεβόσκετο, πρὸς τὸ μάλιστα πρέπον ἡμῖν εὐθυβολῆσαι προήχθημεν, καὶ τῷ μόνῳ σοφῷ καὶ τῶν τοιούτων γνώστῃ θεῷ τὸ τῆς διανοίας (ἡμῶν ἀνετείνομεν ὄμμα κἀκεῖθεν τῶν ἀπόρων τὴν λύσιν συχναῖς προσευχαῖς ἐξητούμεθα διὸ τῷ παρ᾽ αὐτοῦ φωταγωγούμενοι [π]νεύματι τοὺς τῆς ἐκκλησίας ὀφθαλμούς -- τοὺς ἱερέας φαμέν -- πρὸς τὴν τῆς ἀληθείας κατανόησιν συγκαλέσαι διέγνωμεν. τοσοῦτον γὰρ ὑπεραθλοῦμεν τῆς πίστεως καὶ πρὸς τὴν εὐσέβειαν συντεινόμεθα καὶ τῆς ἐκκλησιαστικῆς ἐν πρώτοις φροντίζομεν καταστάσεως, ὥστε καὶ {πολιτικαῖς μερίμναις περιστοιχούμενοι καὶ πολεμικοῖς βουλεύμασιν ἀνθελκό-μενοι τὴν πανίερον ταύτην συναθροίζειν οὐκ ἀπεκάμομεν σύνοδον, ἵνα τῆς τῶν ἐκκλησιῶν διαστάσεως ἐκποδῶν ἐλαυνομένης ὁ τῆς εἰρήνης ἁρμοσθήσεται σύνδεσμος. τῇ γὰρ εἰρήνῃ τῆς πίστεως συνειρηνεύειν πιστεύομεν καὶ τὸ φιλόχριστον ἡμῶν Ῥωμαϊκὸν ἅπαν πολίτευμα. καὶ δὴ τὸ πάνσεμνον ὑμῶν συνελέγη συνέδριον, παρῆτε γὰρ καὶ ὑμεῖς σὺν τῷ οἰκουμενικῷ ἀρχιποίμενι συνθεολογοῦντες αὐτῷ καὶ τῷ πνεύματι καὶ τῷ γράμματι τά τε γὰρ παρὰ τῆς αὐτοῦ σταλέντα. μακαριότητος τά τε παρὰ τῆς ὑμῶν ἁγιότητος ἐδεξάμεθα γράμματα. προεκομίσθησαν, ἀνεγνώσθησαν, τὸν τῆς ἀληθείας λόγον διήρθρωσαν καὶ τὸν τῆς ὀρθοδοξίας χαρακτῆρα διεζωγράφησαν. πάντα γὰρ ἐμφερῆ τε καὶ ἀπαράλλακτα ταῖς τε συνοδικαῖς καὶ πατρικαῖς διδασκαλίαις ἀπεμιμήσαντο. οὐδὲ γὰρ ἠμελήσαμεν, ἀλλ᾽ ἐπιμελῶς αὐτὰ συνεκρίναμεν, διὸ καὶ πάντες συμφώνως καὶ γνώμῃ καὶ γλώττῃ τῇ μὲν συνεπιστεύσαμεν, τῇ δὲ συνωμολογήσαμεν καὶ ὡς αὐτοῦ τοῦ θεσπεσίου Πέτρου φωνὴν τὴν ᾿Αγάθωνος δέλτον ὑπερηγάσθημεν. οὐ διεφώνησε γὰρ οὐδεὶς εἰ μὴ εἷς, οὐδεὶς γὰρ τῶν πάντων ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ὃ πατὴρ τῆς ἀπειθείας καὶ οὗτος τοῖς ἑαυτοῦ φοιτηταῖς συναπορραγεὶς ἑκὼν τοῦ ἀγγελοπρεποῦς καὶ πανιέρου χοροῦ, ὃν εὐκαίρως τῷ προφήτῃ συνταλανίζομεν. διότι καὶ συνηλγήσαμεν᾽ πῶς ἐξέπεσες ἐξ οὐρανοῦ τοῦ τῆς ἱερωσύνης ὑψώματος, ὁ ἑωσφόρος, ὁ πρωΐ ἀνατέλλων καὶ τῷ φωτὶ τῆς ἀψευδοῦς γνώσεως τὰς τῶν πιστευόντων τεταγμένος διαυγάζειν ψυχάς, ὁ ταῖς νεφέλαις τοῖς κούφοις σον δόγμασι τὸν τῆς ἀλαζονείας τιθέναι θρόνον ἀναπτερούμενος; πῶς ἐδραπέτευσας τοσούτων ἱερέων ἀγγελομίμητον σύνταγμα καὶ τῷ τῆς ἀπονοίας πτερῷ πρὸς βαθυτάτην ἐπήρθης κατάπτωσιν; διὰ τί τῆς μυστικῆς τραπέζης ἀπηυτομόλησας καὶ τὴν Ἰουδαϊκὴν ἀποστα-σίαν ἐζήλωσας; πῶς οὐκ ἐδέξω παράκλησιν ἀδελφῶν βασιλικήν τε καὶ ἀποστολικὴν συγκροτησάντων πανήγυριν; πῶς ἀπελάκτισας ὁ ἠγαττημένος τοὺς ἀγαπῶντας καὶ πρὸς μετάνοιάν σε προτρέποντας; μὴ ὁ πίττων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐττιστρέ-φεταῖ; διὰ τί ἀπέστρεψας ἀποστροφὴν ἀναιδῇ καὶ κατεκρατήθης ἐν τῇ αἱρετικῇ προαιρέσει σου καὶ οὐκ ἠθέλησας ἐπιστρέψαι πρὸς τὴν εὐσέβειαν; πάντως ἠσχύνθης ἐφ᾽ οἷς κακῶς ἐδίδασκες ἐλεγχόμενος, ὦ παρανοίας ὁμοῦ καὶ τυφλώσεως' ταυτὸν γὰρ εἶναι δοκοῦσιν ἑκάτερα ἡ μὲν γὰρ τὰ ἴχνη τοῦ σώματος, ἡ δὲ τὰς βάσεις τῆς ψυχῆς περιπλανᾷ παρασφάλλουσα. τὸ κακῶς διδάσκειν οὐκ ἐπαισχύνετο καὶ τὸ καλῶς μανθάνειν ἠσχύνετο.
Ταῦτα μὲν ὁ τῆς ᾿Αντιοχέων γενόμενος πρόεδρος ὁ Μακάριος ὁ ἀμάκαρις καὶ οἱ σὺν αὐτῷ τῆς τοῦ Χριστοῦ ταξιαρχίας ἀποστατήσαντες, ἧς τινος οἰκουμενικῆς συνελεύσεως καὶ ψήφῳ κοινῇ τῆς ἱερατικῆς ἀξίας ἐξώσθησαν καὶ τῇ τοῦ παναγίου πάπα δοκιμῇ παρεπέμφθησαν. ὅρον δὲ σεπτὸν καὶ σεβάσμιον ἡ ἁγία σύνοδος ἐθεμάτισε ταῖς τε ἁγίαις συνόδοις καὶ τοῖς ἐκκρίτοις πατράσι συμβαίνοντά τε καὶ συνεπόμενον, ᾧ καὶ τὸ ἡμέτερον κράτος συνυπέγραψε καὶ δι᾽ εὐσεβῶν ἡμῶν ἰδίκτων τοῦτον ἐκύρωσε, δι' οὗ ταῖς εὐχαῖς ὑμῶν τὸ τῆς ἐκκλησίας ἅπαν εἰρήνευσε πλήρωμα. ποῦ ποτε ἄρα εἰσὶν οἱ τὸ σκάνδαλον τῆς συντετριμμένης αἱρέσεως τεκτονεύσαντες; ποῦ ποτε εἰσὶν οἱ τὴν πεπλασ-μένην εὐλάβειαν ψευδοδιδασκαλίας ὑπόθεσιν ἐνδυόμενοι; ἀφῃρέθη τῶν προσωπείων τὰ περιθέματα, διηλέγχθη τῶν φενακιζόντων τὰ πλαστουργήματα, τὴν δορὰν ὁ λύκος ἀπημφιάσατο καὶ λύκος γυμνὸς ἐκπτομτεύεται. καὶ τοῦτο μένει φαινόμενος ὅπερ ἐκρύτττετο μὴ φαινόμενος. ἡ ὑπόκρισις κατακέκριται, ἡ ἀλήθεια πολιτεύεται, τὸ ψεῦδος ἐξώρισται, ὁ σπορεὺς τῶν ζιζανίων δογμάτων ἐκκέκοπται, ὁ σίτος, ὁ λαὸς ὁ φιλόχριστος, εἰς μίαν ἀποθήκην τῆς Χριστοῦ ἐκκλησίας εἰσκεκόμισται, τὸ τῆς ὀρθοδοξίας φῶς ἀνατέταλκε, τὸ τῆς πλάνης σκότος καθυποδέδυκεν, ἣ κατήφεια μετημφίασται, τὸ πένθος εἰς εὐφροσύνην,