| Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. | |
| 1 | Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ. |
| 2 | καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων· |
| 3 | ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα, |
| 4 | φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. |
| 5 | ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. |
| 6 | ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ιακωβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους. |
| 7 | σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. |
| 8 | ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν |
| 9 | ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα. |
| 10 | ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. |
| 11 | εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα |
| 12 | τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. |