| Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ασαφ ᾠδῆς. | |
| 1 | Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. |
| 2 | διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. |
| 3 | ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. |
| 4 | εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας, |
| 5 | μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν. |
| 6 | ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, |
| 7 | ὅτι ὁ θεὸς κριτής ἐστιν, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. |
| 8 | ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. |
| 9 | ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ιακωβ· |
| 10 | καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. |