| Ὠιδὴ τῶν ἀναβαθμῶν. | ||
| 1 | Πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου. | |
| 2 | κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. | |
| 3 | τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; | |
| 4 | τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς. | |
| 5 | οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ. | |
| 6 | πολλὰ παρῴκησεν ἡ ψυχή μου. | |
| 7 | μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. | |