| Ὠιδὴ ψαλμοῦ τῷ Ασαφ. | |
| 1 | Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός· |
| 2 | ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν, |
| 3 | ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· |
| 4 | εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι. |
| 5 | ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο |
| 6 | τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί, |
| 7 | Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· |
| 8 | καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα. |
| 9 | ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα, ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων· |
| 10 | ἐξωλεθρεύθησαν ἐν Αενδωρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. |
| 11 | θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν, |
| 12 | οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ. |
| 13 | ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· |
| 14 | ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, |
| 15 | οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. |
| 16 | πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε. |
| 17 | αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν |
| 18 | καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. |