|
1
|
Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
|
|
2
|
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου·
|
|
3
|
καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει.
|
|
4
|
μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
|
|
5
|
περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου προσθεῖναι ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις·
|
|
6
|
καὶ μὴ εἴπῃς Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.
|
|
7
|
μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
|
|
8
|
Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς.
|
|
9
|
μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
|
|
10
|
ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος.
|
|
11
|
Γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.
|
|
12
|
εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.
|
|
13
|
δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
|
|
14
|
Μὴ κληθῇς ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
|
|
15
|
ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
|
Επισημάνετε έναν στίχο κάνοντας κλικ στον αριθμό του.
Εργα
Shift
και
Ctrl