| 1 | Ὁ φοβούμενος κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν· |
| 2 | καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν· |
| 3 | ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν· |
| 4 | στηριχθήσεται ἐπ᾿ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ᾿ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· |
| 5 | καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ· |
| 6 | εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει. |
| 7 | οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· |
| 8 | μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. |
| 9 | Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη· |
| 10 | ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν. |
| 11 | μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσει. |
| 12 | μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ. |
| 13 | πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν. |
| 14 | αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. |
| 15 | ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας. |
| 16 | παρέθηκέν σοι πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου. |
| 17 | ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ. |
| 18 | ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα, |
| 19 | καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου. |
| 20 | οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν. |