| 1 | Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
| 2 | Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ᾿ ὄρος Σηιρ καὶ προφήτευσον ἐπ᾿ αὐτὸ |
| 3 | καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηιρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον, καὶ ἐρημωθήσῃ, |
| 4 | καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. |
| 5 | ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ᾿ ἐσχάτῳ, |
| 6 | διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμά σε διώξεται. |
| 7 | καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ᾿ αὐτοῦ ἀνθρώπους καὶ κτήνη |
| 8 | καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. |
| 9 | ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. |
| 10 | διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ κύριος ἐκεῖ ἐστιν, |
| 11 | διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρίνω σε· |
| 12 | καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ισραηλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα· |
| 13 | καὶ ἐμεγαλορημόνησας ἐπ᾿ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. |
| 14 | τάδε λέγει κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε· |
| 15 | ἔρημον ἔσῃ, ὄρος Σηιρ, καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν. |