|
1
|
Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν·
|
|
2
|
δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
|
|
3
|
ἐὰν πληρωθῶσιν τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσιν· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ, τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.
|
|
4
|
τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει,
|
|
5
|
ἐν οἷς οὐκ ἔστιν γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος. ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ, ὅσα ποιήσει σὺν τὰ πάντα.
|
|
6
|
ἐν πρωίᾳ σπεῖρον τὸ σπέρμα σου, καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἢ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά.
|
|
7
|
καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον·
|
|
8
|
ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται· πᾶν τὸ ἐρχόμενον ματαιότης.
|
|
9
|
Εὐφραίνου, νεανίσκε, ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου καὶ ἐν ὁράσει ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει.
|
|
10
|
καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.
|
Επισημάνετε έναν στίχο κάνοντας κλικ στον αριθμό του.
Εργα
Shift
και
Ctrl