| 1 | καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ. |
| 2 | καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση |
| 3 | καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς. |
| 4 | καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα. καὶ εἰρήνευσεν· |
| 5 | πόλεις τειχήρεις ἐν γῇ Ιουδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ κύριος. |
| 6 | καὶ εἶπεν τῷ Ιουδα Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν. |
| 7 | καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως. |
| 8 | Καὶ ἐξῆλθεν ἐπ᾿ αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισα. |
| 9 | καὶ ἐξῆλθεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισης. |
| 10 | καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτοῦ καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. |
| 11 | καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα, καὶ ἔφυγον οἱ Αἰθίοπες· |
| 12 | καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδωρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά. |
| 13 | καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ, ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ᾿ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς· |
| 14 | καί γε σκηνὰς κτήσεων, τοὺς Αμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ. |