Ἰσότυπα τῶν σταλέντων γραμμάτων παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου πρὸς ᾿Αγάθωνα τὸν ἁγιώτατον καὶ μακαριώτατον ττάπαν τῆς πρεσβυτέρας Ῥώμης.
Ἡ ἁγία μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει νέᾳ φώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτω ἐπιλεγομένῳ Τρούλλῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ πάπᾳ τῆς πρεσβυ-τέρας Ῥώμης ᾿Αγάθωνι ἐν κυρίῳ χαίρειν.
Τὰ μέγιστα τῶν νοσημάτων μειζόνων δεῖται βοηθημάτων, ὡς ἴστε, μακαριώτατοι, διά τοι τοῦτο Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἡ ὄντως τῶν ὄντων δημιουργική τε καὶ προνοη-τικὴ δύναμις σοφὸν ἀνέδειξεν ἰατρὸν τὴν ὑμετέραν θεοτίμητον ἁγιότητα, τό τε νοσῶδες τῆς αἱρετικῆς λύμης ὀρθοδοξίας φαρμάκοις ῥωστικῶς ἀπελαύνουσαν καὶ πανσθενῆ τὴν ὑγείαν τῆς ἐκκλησίας χαριζομένην τοῖς μέλεσιν.
Ὅθεν καὶ ἡμεῖς, ὧς πρωτοθρόνῳ σοι τῆς οἰκουμενικῆς ἐκκλησίας τὸ πρακτέον παρατι-θέμεθα, ἐπὶ τὴν στερεὰν πέτραν ἑστῶτι τῆς πίστεως τοῖς παρὰ τῆς ὑμετέρας πατρικῆς μακαριότητος πρὸς τὸν εὐσεβέστατον βασιλέα τῆς ἀληθοῦς ὁμολογίας ἐμφιλοχωρήσαντες γράμμασιν, ἅπερ καὶ ὡς ἀπὸ τῆς κορυφαίας τῶν ἀποστόλων ἀκρότητος θεολογηθέντα γινώσκομεν, δι' ὧν καὶ τὴν τῆς ἔναγχος ἀναφανείσης αἱρέσεως πολυτπλανῆ δόξαν ἐξεδιώ-ξαμεν, ἐξάρχοντος ἡμῶν ἐν τοῖς δόγμασι Κωνσταντίνου τοῦ θειωδῶς βασιλεύοντος καὶ τὰ σκῆπτρα ἡμεροτάτως ἰθύνοντος, μεθ’ οὗ τὴν τῆς ἀσεβείας πλάνην κατεστρεψάμεθα τὰ τῶν αἱρετικῶν δυσσεβῆ πολιορκήσαντες δόγματα" κἀντεῦθεν ἐκ βάθρων αὐτῶν ἀνασπά-σαντες τοὺς θεμελίους τῆς βδελυρωτάτης αἱρέσεως καὶ καταβάντες πρὸς αὐτοὺς μεθ’ ὅπλων πνευματικῶν τε καὶ πατρικῶν καὶ τὰς γλώσσας αὐτῶν προσφόρως λέξειν συγχέαντες τὸν ὑπ᾽ αὐτῶν κτισθέντα τῆς ἀσεβεστάτης αἱρέσεως πύργον ἐξεμοχλεύσαμεν, αὐτοὺς δὲ ὡς περὶ τὴν πίστιν ἡμαρτηκότας εἰς τὰς πρωίας ἔξω τῆς παρεμβολῆς τῶν αὐλῶν τοῦ θεοῦ -- Δαυιτικῶς εἰπεῖν -- τοῖς ἀναθέμασιν ἀπεκτείναμεν κατὰ τὴν ἐν τοῖς ἱεροῖς ὑμῶν γράμμασιν ἐπ᾽ αὐτοῖς πτροψηφισθεῖσαν ἀπόφασιν, φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαράν, Σέργιον, Ὁνώριον, Κῦρον, Παῦλον, Πύρρον καὶ Πέτρον, πρὸς δὲ τούτοις καὶ μετὰ τούτους τοῖς ἀναθέμασι τῶν αἱρετικῶν ἐνδίκως καθυπεβάλομεν καὶ τοὺς ἐν ζῶσιν ἀναδεδεγμένους τὴν τούτων ἀσέβειαν, εἰπεῖν δὲ μᾶλλον σαφέστερον τὴν ᾿Απολιναρίου, Σεβήρου τε καὶ Θεμιστίου τῶν θεοστυγῶν, Μακάριον τὸν γενόμενον τῆς ᾿Αντιοχέων μεγαλοπόλεως ἐπίσκο-πον, ὃν καὶ τῆς ποιμαντικῆς δορᾶς κατ’ ἀξίαν ἀπεγυμνώσαμεν διὰ τὸ ἀμετανόητον τούτου πρὸς τὴν ὀρθόδοξον πίστιν καὶ ἀνεπίστροφον Στέφανον τὸν τούτου πρὸς ἄνοιαν μαθητὴν καὶ διδάσκαλον πρὸς ἀσέβειαν, καὶ τὸν ἐν τοῖς αἱρετικοῖς δόγμασι Πολυχρόνιον καὶ τοὺς τὰ ὅμοια τούτοις ἀμετανοήτως διδάξαντας ἢ διδάσκοντας ἢ φρονοῦντας ἢ φρονήσαντας δόγματα.
Μέχρι τούτων τοίνυν ἡμῖν τὸ κατηφὲς καὶ στυγνὸν καὶ πτολύδακρυ, οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν. οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλή, ἐταιδεύθημεν τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον, ὃς καὶ μιμητὰς ἡμᾶς ὡς ἐφικτὸν τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεττῶς γενέσθαι παρακελεύεται καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως, ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα καὶ μεθ᾽ ὅλης τῆς εὐλαβείας τὰ πάντα πεπράχαμεν οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ᾽ ἑκάστῳ τῶν πιαρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνη-ματισθέντων τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι γνῶναι τὴν δύναμιν, εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος, Θεοδώρου καὶ [ξωργίου τῶν θεοφιλεστάτων πρεσβυτέρων καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου, τῶν ὑμετέρων πνευματικῶν τέκνων καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν καὶ τῶν ἐκ τῆς καθ᾽ ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ. οὕτως ἡμεῖς τῷ ἁγίῳ πνεύματι λαμ-πρυνόμενοι καὶ ταῖς ὑμετέραις διδασκαλίαις ὁδηγούμενοι τὰ δυσχερῆ τῆς δυσσεβείας ἀπεκρουσάμεθα δόγματα τὴν εὐθυτάτην τῆς ὀρθοδοξίας τρίβον ἐξομαλίσαντες ἐν ὅλοις τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως Κωνσταντίνου θεοσόφως ἡμᾶς περι-θάλψαντός τε καὶ κυβερνήσαντος, εἶτά τε καὶ τοῦ ἑνὸς ἡμῶν τῆς βασιλευούσης ταύτης Κωνσταντινουπόλεως ἁγιωτάτου προέδρου συνθεμένου πρώτου τῷ πρὸς τὸν εὐσεβέστα-τον ἡμῶν βασιλέα παρ᾽ ὑμῶν τῆς ὀρθοδοξίας σταλέντι συντάγματι, ἅτε κατὰ πάντα τοῖς ἐκκρίτοις καὶ θεοφόροις πατράσι καὶ ταῖς ἁγίαις πέντε οἰκουμενικαῖς συνόδοις ὁμοφωνή-σαντι, καὶ δὴ πάντας ἡμᾶς Χριστοῦ τοῦ θεοῦ περιέχοντος τὸ σπουδαζόμενον εὐμαρῶς διηνύσαμεν, θεὸς γὰρ ἦν ὁ ἐνεργῶν καὶ στεφανῶν τὸ συνέδριον.
Ἐντεῦθεν τοιγαροῦν ἐφ’ ἡμᾶς ἡ τοῦ παναγίου πνεύματος χάρις ἐπέλαμψε τὴν ἐξουσίαν διὰ τῆς ὑμῶν ἐκτενεστάτης εὐχῆς χαρισαμένη τοῦ πᾶν ζιζάνιον καὶ ξύλον μὴ ποιοῦν καρττὸν καλὸν ἐκκόψαι καὶ πυρὶ καταναλῶσαι κελεύσασα καὶ καρδίᾳ γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ πνεύ-ματος ὅρον ἐξεφωνήσαμεν οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον ὅρια αἰώνια, μὴ γένοιτο, ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων ἐμμείναντες χρήσεσιν ὁρίσαντες ἵνα καθάπερ νἐκ δύο καὶ ἐν δύο φύσεσι, θεότητός τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν κηρύττεται παρ᾽ ἡμῶν καὶ δοξάζεται ἀχωρίστως ἀσυγχύτως ἀτρέπτως καὶ ἀδιαιρέτως", οὕτω καὶ δύο φυσικὰ θελήματα ἐν αὐτῷ καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως ἀτρέπτως ἀσυγχύτως ἀμερίστως πρεσβεύομεν καθὼς καὶ ἐν τοῖς πταρ᾽ ἡμῶν συνοδικῶς ὁρισθεῖσι δεδήλωται, οἷς καὶ τὸ τοῦ θεομιμήτου ἡμῶν βασιλέως κράτος συναίνεσαν ἰδιοχείρως καθυπεσημήνατο ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν καὶ κατακρίναντες αἵρεσιν ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν καὶ τὴν πυρίφλογον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆς ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν, ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπιαροῦμεν πατρικὴν ἁγιότητα, δι᾽ ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαρροῦμεν τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα, τὴν δὲ ὑμετέραν θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνῳ βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως ἐν ῥώσει φυλαττομένην καὶ διασῴζουσαν τὰ ἐκ θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
Πᾶσαν τὴν σὺν τῇ ὑμετέρᾳ μακαριότητι ἐν Χριστῷ ἀδελφότητα ἡμεῖς τε καὶ οἱ σὺν ἡμῖν πλεῖστα προσαγορεύομεν.
Α ὑπογραφαίν ἿΝ [εώργιος ἐλέει θεοῦ ἐπίσκοτος Κωνσταντινουπόλεως νέας Ρώμης ὑπεσημηνάμην
Β Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ θρόνου τῆς ᾿Αλεξανδρέων μεγα-λοπόλεως ὑπεσημηνάμην
Γ Θεοφάνης ἐλέει θεοῦ ἐπίσκοττοος Θεουπόλεως ἤτοι ᾿Αντιοχείας ὑπεσημηνάμην
Δ Γεώργιος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ᾿Αναστάσεως ἐπέχων τὸν τόπον Θεοδώρον τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ ἀπο-στολικοῦ θρόνου Ἱεροσολύμων ὁμοίως ὑπεσημηνάμην
Ε Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Θεσσαλονικαίων πόλεως ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὑπεσημηνάμην
ΣΤ Φιλαλήθης ἀνάξιος ἐπίσκοπος τῆς Καισαρέων μητροπόλεως καὶ ἔξαρχος τῆς Ποντικῆς διοικήσεως ὑπέρ ἐμαυτοῦ ὁμοίως ὑπεσημηνάμην
Ζ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Τριμιθούντων τῆς Κυπρίων νήσου καὶ τὸν τόπον ἐπέχων Ἐπιφανίου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκόπου τῆς αὐτῆς Κυπρίων νήσου ὁμοίως ὑπεσημηνάμην
Η Κιτονάτος ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Καραλίας νήσου Σαρδηνίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
Θ᾽ Θεόδωρος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας Ῥαβέννης καὶ τὸν τόπον ἐπέχων Θεοδώ-ρου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκόπου ὁμοίως ὑπεσημηνάμην
Ι Ἰωάννης ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Πόρτου καὶ ληγάτος πάσης τῆς συνόδου τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης ὑπὲρ ἐμαυτοῦ ὁμοίως ὑπεσημηνάμην
ΙᾺ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κορινθίων μητροπόλεως τῆς Ἑλλήνων χώρας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΙΒ Βασίλειος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γορτυνέων μητροπόλεως τῆς Κρητῶν νήσου ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΙΓ ᾿Αβουνδάντιος ἐλέει θεοῦ ἐπίσκοτπος τῆς ἁγίας ἐκκλησίας Τεμψάνης καὶ ληγάτος πάσης τῆς συνόδου τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης ὑπὲρ ἐμαυτοῦ ὁμοίως ὑπεσημηνάμην
ΙΔ Ἰωάννης ἁμαρτωλός, ἐπίσκοπος πόλεως τοῦ Ῥηγίου καὶ ληγάτος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης ὁμοίως ὑπεσημηνάμην
ΙΕ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἐφεσίων μητροπόλεως καὶ ἔξαρχος τῆς ᾿Ασιανῶν διοικήσεως ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΙΣΤ Σισίννιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἡρακλεωτῶν μητροπόλεως τῆς Εὐρωπέων ἔπαρ-χίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΙΖ Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αγκυρανῶν μητροπόλεως τῆς πρώτης τῶν [ἀλατῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΙΗ [Πεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυζικηνῶν μητροπόλεως τῆς Ἑλλησποντίων ἐπαρ-χίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΙΘ Μαρῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σάρδεων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
Κ Πέτρος ἀνάξιος ἐπίσκοτος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΑ Φώτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΒ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὑπεσημηνάμην
ΚΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σιδητῶν μητροπόλεως τῆς Παμφύλων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΔ Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σεβαστηνῶν μητροπόλεως τῆς πρώτης τῶν ᾿Αρμενίων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΕ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αμασέων μητροπόλεως τῆς Ἑλενοποντίων ἐπαρ-χίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΣΤ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν μητροπόλεως τῆς πρώτης τῶν ᾿Αρμενίων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΖ Ἰουστῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας τῶν Καπ-παδοκῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΗ ᾿Αλύπιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γχγγρηνῶν μητροπόλεως τῆς Παφλαγόνων ἔπαρ-χίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΚΘ Κυπριανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς Ὁνωρεατῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
Λ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πισινουντιέων μητροπόλεως τῆς δευτέρας τῶν [αλατῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ’ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΑ Πολύευκτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μυρέων μητροπόλεως τῆς Λυκίων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΒ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σταυροπολιτῶν μητροπόλεως τῆς Καρῶν ἐπαρ-χίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΓ ρέριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λαοδικέων μητροπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΔ Κοσμᾶς ἐλέει θεοῦ ἐττίσκοττος τῆς Συναδέων μητροπόλεως τῆς Φρυγῶν Σαλουταρίων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΕ Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Βαρατέων πόλεως καὶ τὸν τόπον ἀναπληρῶν Παύλου τοῦ ἁγιωτάτου μου μητροπολίτου τῆς Ἰκονιέων μητροπόλεως τῆς Λυκαόνων ἐπαρχίας ὁμοίως ὑπεσημηνάμην
ΛΣΤ Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ᾿Αντιοχέων μητροπόλεως τῆς Πισιδῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΖ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Περγέων μητροπόλεως τῆς Παμφύλων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΛΗ Θεόπεμπτος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Ἰουστινιανουπολιτῶν ἤτοι Μωκισσηνῶν φι-λοχρίστου μητροπόλεως τῆς δευτέρας τῶν Καπτταδοκῶν ἐπαρχίας ὁμοίως ὑπεσημηνάμην
ΛΘ Ἰσίδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ῥοδίων μητροπόλεως τῶν Κυκλάδων νήσων ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
Μ Σισίννιος ἐλέει θεοῦ ἐπίσκοττος τῆς Ἱεραπολιτῶν μητροπόλεως τῆς Φρυγῶν Πακα-τιανῶν ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΜΑ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ταρσέων μητροπόλεως τῆς πρώτης τῶν Κιλίκων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΜΒ Στέφανος ἐλέει θεοῦ ἐπίσκοτος τῆς ᾿Αναζαρβέων μητροπόλεως τῆς δευτέρας τῶν Κιλίκων ἐπαρχίας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΜΓ Μακρόβιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σελευκέων μητροπόλεως τῆς Ἰσαύρων χώρας ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ᾽ ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην
ΜΔ [εῴὐργίιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βιζυηνῶν πόλεως τῆς Θρᾳκῶν χώρας ὑπεσημη-νάμην
ΜΕ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πομπηϊουπολιτῶν πόλεως τῆς Παφλαγόνων ἐπαρχίας ὁμοίως ὑπεσημηνάμην
ΜΣΤ Ζαχαρίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λεοντουπολιτῶν πόλεως τῆς Ἰσαύρων χώρας ὑπεσημηνάμην
ΜΖ Γηγόριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιτυληναίων πόλεως τῆς Λεσβίων νήσου ὑπεσημηνάμην
ΜΗ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιλησίων πόλεως τῆς Καρῶν ἐπαρχίας ὑπεσημη-νάμην
ΜΘ Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σηλυβρηνῶν πόλεως τῆς Θρᾳκῶν χώρας «(ὑ)πεσημηνάμην
Ν ᾿Ανδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μεθυμναίων πόλεως τῆς Λεσβίων νήσου ὑπεσημη-νάμην
ΝΑ͂ ᾿Αλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κοτραδέων πόλεως τῆς Ἰσαύρων χώρας ὑπεσημηνάμην
ΝΒ Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Εὐχαϊτηνῶν φιλοχρίστου μητροπόλεως τῆς Ἑλενοποντίων ἐπαρχίας ὁμοίως ὑπεσημηνάμην
ΝΓ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοτος τῆς Καρπαθίων νήσου ὁμοίως ὑπεσημηνάμην
ΝΔ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἡρακλειουπολιτῶν πόλεως τῆς δευτέρας τῶν ᾿Αρμενίων ἐπαρχίας ὑπεσημηνάμην
ΝΕ Πέτρος χάριτι θεοῦ ἐπίσκοπος τῆς Μεσημβρηνῶν πόλεως τῆς Αἱμιμοντίων ἐπαρχίας ὑπεσημηνάμην
ΝΣΤ Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σωζοπολιτῶν πόλεως τῆς Θρᾳκῶν χώρας ὑπεσημη-νάμην
᾿Αντίγραφος θεία σάκρα τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου γενομένη πρὸς Λέοντα τὸν ἁγιώτατον καὶ μακαριώτατον πάτπταν τῆς πρεσβυτέρας Ῥώμης,
σταλεῖσα διὰ τῶν ἐκεῖθεν σταλέντων συνοδικαρίων παρὰ περιόντος ᾿Αγάθωνος τοῦ τῆς ὁσίας μνήμης.
Ἡ ἐπιγραφή
Λέοντι τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκότπῳ τῆς ἀρχαίας καὶ περιδόξου πόλεως Ῥώμης καὶ οἰκουμενικῷ πάπᾳ.
᾿Απελύθη μηνὶ Δεκεζμ)βρίῳ τρίτῃ καὶ δεκάτῃ ἰνδικτιῶνος δεκάτης.
Τῆς τῶν οὐρανῶν ἀκαταλήκτου βασιλείας τε καὶ μακαριότητος ἐφιέμενοι καὶ πρὸς τὴν πνευματικὴν υἱοθεσίαν τὸν φιλευσεβῆ σκοπὸν ἡμῶν διευθύνοντες ἐκεῖνα διαμελετῶμεν καὶ πράττομεν, ὅσα τοῦ σπουδαζομένου τυχεῖν ὑποτίθεται. τί οὖν ὁ κύριος ἐν εὐαγγελίοις ἐπηγγείλατο; μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. ταύτης δὴ τῆς ἐπαγγελίας τῆς καὶ πρὸς τὴν θείαν ἡμᾶς ἀναβιβαζούσης συγγένειαν καὶ τὴν τῆς υἱοθεσίας χαριζομένης εὐγένειαν ἐντὸς γενέσθαι βουλόμενοι καὶ τὸν περιστέψαντα ἡμᾶς Χριστὸν αὐτὸν ἐκμιμούμενοι καὶ τὸ πᾶν ἐν ἑαυτῷ τῷ θεῷ καταλλάξαντα πρὸς εἰρήνην τε καὶ