Ἴδικτον τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου ἀνατεθὲν ἐν τῷ τρίτῳ νάρθηκι τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας πλησίον τῆς καλουμένης Δικυμβάλου
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν αὐτοκράτωρ εὐσεβέστατος εἰρηνικὸς Φλάβιος Κωνσταντῖνος πιστὸς ἐν Ἰησοῦ Χριστῷ τῷ θεῷ βασιλεύς τοῖς τοῦ φιλοχρίστου ἡμῶν παντὸς λαοῦ τοῦ οἰκοῦντος ἐν ταύτῃ τῆ θεοφυλάκτῳ ἡμῶν καὶ βασιλίδι πόλει.
Στήριγμα καὶ θεμέλιος τῆς ἐκ τῆς ἄνω ῥοπῆς πεπιστευμένης ἡμῖν χριστιανικωτάτης πολιτείας καθέστηκεν ἡ πρὸς τὸ θεῖον πίστις ἀκλινής τε καὶ ἀδιάσειστος, ἐν ἧ Χριστὸς ὁ θεὸς ἡμῶν καὶ ὡς ἰδίαν οἰκίαν τὴν ἐκκλησίαν ἀνῳκοδόμησε καὶ ὡς παμβασιλεὺς τὸν τῆς ἡμετέρας βασιλείας θρόνον ἵδρυσε καὶ τὸ τῆς αὐτοκρατορίας ἡμῖν ἐνεχείρισε σκῆπτρον" καθάπερ γάρ τινα πέτραν ὑψηλὴν καὶ μετέωρον καὶ οἷον οὐρανοῦ καὶ γῆς κειμένην μεταίχμιον τὴν πρὸς αὐτὸν ἡμῖν ὁ σωτὴρ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι μυστικὴν ὁμολογίαν ὑπέδειξεν, ἵνα δι’ αὐτῆς ὡς διὰ μέσης κλίμακος πρὸς τὴν οὐράνιον πολιτείαν ἐπαναγώμεθα καὶ θειοτέρας βασιλείας τὸ κράτος ἀναδησώμεθα. ἐπὶ ταύτῃ τῇ πέτρᾳ τοῦ λογισμοῦ τὰς βάσεις ἐπήξαμεν, ἐφ᾽ ἧς ἑστάναι παγίως ἐτάχθημεν καὶ ἧς ἀσφαλῶς ἔχεσθαι τοὺς ὑπὸ χεῖρα προστάττομεν, ἵνα μή τις ἐξ ἀπροσεξίας εὐρίπιστος ὑπὸ τοῦ πονηροῦ καὶ μεταρσίου πνεύματος ἐξωθούμενός τε καὶ κρημνιζόμενος πρὸς τὸ τῆς δυσσεβείας κατόλι-σθήσειε βάραθρον.
᾿Αεὶ μὲν φίλον τῷ μισανθρώπῳ δαίμονι χωρίζειν ἀπὸ θεοῦ τὸν κατ᾽ εἰκόνα θεοῦ καὶ πολυτρόποις ἀπάταις παρασφάλλειν τὸν ἄνθρωπον, ἀλλ᾽ οὐδὲν αὐτῷ σπουδαιότερόν τε καὶ ἐργωδέστερον τοῦ τῆς εὐσεβείας καταγωνίζεσθαι καὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης ἀνασοβεῖν τὴν κατάστασιν. ὃ δὴ καὶ προσεχῶς ἐπὶ τῶν προλαβόντων χρόνων ἐπεδείξατο καὶ τὸν κατ’ ἀλλήλων ἄρασθαι πόλεμον τὰς ἐκκλησίας ὑπέθετο δι᾽ ὧν ὀργάνων εἰς τοῦτο συνασπιζόντων ἐφεύρατο, τῷ μὲν ἱερατικῷ σχήματί τε καὶ προκαλύμματι τὴν δολερὰν συσκιαζόντων διάνοιαν, τοῖς δὲ φιλοχρίστοις λαοῖς ὀλέθριον ἐρευγομένων κατήχησιν. ἑνὸς
γὰρ θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς τοῦ σωτῆρος ἐνανθρωπήσεως ἤγουν ἐπὶ τῶν αὐτοῦ δύο φύσεων, τῆς θείας φαμὲν καὶ ἀνθρωπίνης ἐκαινούργησαν θέσπισμα ὥστε καὶ μίαν ἐντεῦθεν ἐπὶ Χριστοῦ φύσιν ἀσυμφανῶς εἰσηγήσασθαι βούλεσθαι τὴν τῆς παλαιοτάτης ἐκείνης καὶ διεφθαρμένης συγχύσεως ἀναχαλκεύσαντες αἵρεσιν, μεθ᾽ ἧς ᾿Απολινάριος μὲν ἀπώλετο, Θεμίστιος δὲ ὁ ἀθέμιτος ἀνατεθεμάτισται καὶ Εὐτυχὴς καὶ Διόσκορος τῇ ἀλλήλων κακοδοξίᾳ συγκαθηῃρέθησαν καὶ πάντες οὗτοι καὶ οἱ κατ᾽ ἴχνος μὲν τούτων βαδίσαντες, ἀντιστρόφως δὲ τῆς ἀληθείας ὁδεύσαντες συνοδικαῖς τε καὶ πατρικαῖς συγκατεδικάσθησαν ψήφοις.
Ταύτης ἐφεξῆς τῆς νόσου ταῖς ἐκκλησίαις μετέδωκαν καὶ οἱ πρὸ τῶν ἡμετέρων χρόνων ἀνίεροι ἱερεῖς τὰς ἐκκλησίας διαστρόφως ἰθύναντες εἰσὶ δὲ οὗτοι Θεόδωρος ὁ τῆς Φαρὰν γεγενημένος ἐπίσκοπος, Σέργιος τῆς θεοφυλάκτου ἡμῶν ταύτης καὶ βασιλίδος πόλεως γενόμενος πρόεδρος, ἔτι δὲ καὶ Ὁνώριος ὁ τῆς πρεσβυτέρας Ῥώμης πάπας γενόμενος ὁ τῆς αἱρέσεως βεβαιωτὴς καὶ αὐτὸς ἑαυτῷ προσμαχόμενος καὶ Κῦρος ὁ τῆς ᾿Αλεξανδρέων μὲν τὴν προεδρίαν λαχών, ἀκυρῶσαι δὲ σπεύσας τῆς ὀρθοδοξίας τὰ δόγματα, ὁμοίως Πύρρος, Παῦλος καὶ Πέτρος, οἱ τῆς βασιλίδος ἡμῶν ταύτης πόλεως τὸν πατριαρχικὸν θρόνον ὑπαλλήλως διαδεξάμενοι καὶ τῆς διαστροφῆς τὴν ὑπόθεσιν ἀμοιβαδὸν ἀλλήλοις διακομίσαντες. τούτων ἁπάντων ἐκδικηταὶ καὶ συναιρέται κακοὶ κακῶζν» ἐπανέστη-σαν Μακάριος ὁ τῆς ᾿Αντιοχέων γενόμενος πρόεδρος καὶ Στέφανος ὁ αὐτοῦ φοιτητὴς καὶ τῆς ἀπονοίας εἰσηγητής, καὶ Πολυχρόνιος ὁ πολλῷ χρόνῳ συγγηράσας τῇ πολιᾷ τῆς αἱρέσεως, οἵ καὶ τοσοῦτον οἷς ἠκολούθησαν παρεζήλωσαν καὶ τῷ τῆς ἀσεβείας οἴστρῳ τὴν ψυχὴν ἐξεκαύθησαν, ὥστε καὶ διασπᾶν καὶ κατατέμνειν ἄλληλα τὰ μέλη Χριστοῦ τοὺς φιλοχρίστους ἀνέπεισαν, ὡς μηδὲ βαρβάροις τοσοῦτον ὁπόσον Χριστιανοῖς Χριστιανοὺς ἀνταμύνεσθαι τὴν τῶν ἁγίων ἐκκλησιῶν πρὸς ἑαυτοὺς ταραχὴν καὶ διάστασιν φιλοτιμίαν καὶ εὐφροσύνην ἀντὶ τοῦ πενθεῖν λογισάμενοι.
᾿Αλλ᾽ ἡμεῖς τοῖς ἄνωθεν εὐσεβῶς τε καὶ συνωνύμως προβεβασιλευκόσι παραμιλλώμενοι τῷ τε περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἀνακαιόμενοι ζήλῳ καὶ τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐν εἰρηναίᾳ τάξει διατελεῖν ἐπὶ τῆς ἡμετέρας βασιλείας πρρῶτον ἔργον τιθέμενοι πορρωτέρω τὰ τῆς βλάβης διήκειν δεινότατον ἡγησάμεθα. διὸ καὶ τὴν πανίερον ταύτην καὶ οἰκουμενικὴν ἕκτην συγκαλέσαντες σύνοδον ὡς ταῖς πρὸ αὐτῆς ἁγίαις πέντε οἰκουμε-νικαῖς συνόδοις ἐφάμιλλον εἰς μέσον ἄγεσθαι τῶν ἐσφαλμένων δογμάτων, ταυτὸν δὲ λέγειν καινουργημάτων, τὰς προτάσεις διεταξάμεθα. ἥτις ἁγία σύνοδος ἕκαστα δοκιμά-σασά τε καὶ ἀνακρίνασα τοὺς μὲν τὸ τῆς ὀρθῆς δόξης ἀνασείοντας κήρυγμα καὶ τὸ τοῦ Χριστοῦ σκανδαλίζοντας ποίμνιον τῆς ἱερατικῆς αὐλῆς ἐξωστράκισεν, ὅρον δὲ θεοψήφιστον καὶ τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας συνάγοντα εἰς ἕνωσιν ἐθεμάτισε τοῖς μὲν εὐαγγελικοῖς καὶ ἀποστολικοῖς ἀκολουθοῦντα θεσπίσμασι, ταῖς δὲ εἰρημέναις ἁγίαις πέντε καὶ οἰκουμε-νικαῖς συνόδοις συνάδοντα. διὸ καὶ ἡμεῖς τὰ παρ᾽ αὐτῶν ὁροθετηθέντα κυρῶσαί τε καὶ βεβαιῶσαι βουλόμενοι τὸ παρὸν εὐσεβὲς ἴδικτον ἐκτιθέμεθα τῆς ἀληθοῦς περὶ τὸ θεῖον πίστεως κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς διαγορεῦον τὴν ὁμολόγησιν.
Πιστεύομεν εἰς πτατέρα καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, τριάδα ἐν μονάδι καὶ μονάδα ἐν τριάδι, μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσι. μονάδα μὲν διὰ τὴν φυσικὴν ἑνότητα καὶ κυριότητα, τριάδα δὲ διὰ τὴν τρισυπόστατον τελειότητα καὶ τὸν πλοῦτον τῆς ὑπερφυοῦς ἀγαθότητος. μονὰς γὰρ ὡς ἀληθῶς ἡ τριὰς ἑνιζομένη θεότητι καὶ τριὰς ὡς ἀληθῶς ἡ μονὰς διαιρουμένη ταῖς ἰδιότησι καὶ οὐ μεριζομένη τῇ ἀϊδιότητι. αὐτή τε ἑαυτῇ συναΐδιος καὶ τὴν οὐσίαν ὁμότιμος. οὐ γάρ ἐστιν αἰών, ὅτε μὴ τῷ πατρὶ συνῆν ὁ υἱός. πῶς γὰρ ἂν καὶ κληθείη πατὴρ μὴ συνάναρχον ἔχων υἱόν; οὐδὲ ἦν ὅτε οὐκ ἦν" σὺν ἀμφοῖν τὸ πνεῦμα τὸ ἅγιον. εἷς ὧν τὰ τρία θεὸς σὺν ἀλλήλοις νοούμενα μόνης τῆς καθ᾽ ἕκαστον διαφορᾶς ἐν τῷ κοινῷ τῆς οὐσίας ἀδιαιρέτως διαιρούσης τὸ πρόσωπον μόνος γὰρ πατὴρ ὁ πατήρ, μόνος υἱὸς ὁ υἱός, μόνον ἅγιον πνεῦμα τὸ πνεῦμα τὸ ἅγιον. ταύταις γὰρ ταῖς διαφοραῖς οὐκ ἀντιστρέφει πρὸς ἄλληλα, ἀλλ᾽ ἐν τούτοις μὲν͵ ἀδιαρέτως διαιροῦνται", κοινωνοῦσι δὲ τῇ τῆς οὐσίας ἑνότητι. τριὰς ἁπλῆ τε καὶ ἀμερὴς καὶ ἀσύνθετος ἐκ τριῶν τελείων αὐτοτελής τε καὶ ὑπερτέλειος, μιᾷ φύσει τε καὶ θεότητι καὶ ἑνὶ θελήματι καὶ μιᾷ ἐνεργείᾳ δοξαζομένη. ὧν γὰρ ἡ φύσις μία, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια μία“, καθάπερ ἐδίδαξεν ἡμᾶς ὁ τοῦ κόσμου φωστὴρ καὶ θεοφόρος Βασίλειος.
Ὁμολογοῦμεν δὲ τὸν ἕνα τῆς ἁγίας τριάδος ζ(κύριον ἡμῶν Ἰησοῦν Χριστόνσ, τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, τὸν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι συνάναρχόν τε καὶ ὁμοούσιον, τὸν αὐτὸν ἐν ἐσχάτοις τε καὶ προωρισμένοις καιροῖς διὰ τὴν τοῦ ἀνθρωπίνου γένους σωτηρίαν τε καὶ ἀνάπλασιν κατελθόντα ἐκ τῶν οὐρανῶν ἤγουν εἰς ἑκούσιον κενωθέντα ταπείνωσιν ἐν τῇ μήτρᾳ τῆς ἀχράντου παρθένου καὶ θεοτόκου Μαρίας κατασκηνώσαντα προκαθαρθείσης ψυχὴν καὶ σῶμα τῷ πνεύματι καὶ ἐκ τῆς ἁγίας καὶ ἀμώμου σαρκὸς αὐτῆς ἐν τῇ οἰκείᾳ ὑπάρξει σάρκα λαβόντα τὴν ἡμῖν ὁμοούσιον καὶ ταύτην ἑαυτῷ διὰ μέσης ψυχῆς λογικῆς τε καὶ νοερᾶς συμπήξαντά τε καὶ διαμορφώσαντα καὶ γεννηθέντα ἐξ αὐτῆς τῆς παρθένου μητρὸς ὑπὲρ λόγον τε καὶ παντὸς νοὸς διανόησιν. ἀσπόρου γὰρ οὔσης καὶ ὑπερφυοῦς τῆς συλλήψεως ἄρρητός τε καὶ ἀνεκδιήγητος καὶ ἡ κύησις. προῆλθεν οὖν καθ’ ἡμᾶς ὁ ὑπὲρ ἡμᾶς Χριστός τε καὶ κύριος πάντα φέρων ἐν ἑαυτῷ οὐσιωδῶς τὰ ἡμέτερα μόνης ἁμαρτίας ἐκτός, ὅλος ἄνθρωπος γεγονὼς καὶ μείνας ὅλος θεός, ὁ αὐτὸς ἐπίγειος καὶ οὐράνιος, ἀόρατος καὶ ὁρώμενος, θνητὸς καὶ ἀθάνατος. δύο γὰρ φύσεις συνελθοῦσαι πρὸς ἀδιάσπαστον ἕνωσιν ἕνα μὲν τὸν Ἐμμανουὴλ ἡμῖν ἀπετέλεσαν σῴζοντα δὲ τὰς ἐξ ὧν συνέστηκε φύσεων ἀνελλιπῶς ἰδιότητας. ἁπλοῦς γὰρ ὧν ὁ λόγος κατὰ τὴν θείαν καὶ πατρικὴν καὶ ἀΐδιον γέννησιν, διπλοῦς προῆλθε κατὰ τὴν μητρικήν τε καὶ χρονικὴν καὶ ἐνσώματον γέννησιν ὥστε καὶ δύο Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεις δοξά-ζοντες μίαν αὐτοῦ πρεσβεύομεν τὴν ὑπόστασιν ἐν δυσὶ τὸ εἶναι τελείαις ἔχουσαν φύσεσιν. εἷς γὰρ ὧν τῆς ἁγίας τριάδος μεμένηκε καὶ σὰρξ ὁ λόγος γενόμενος πέλειος ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκί, ἀπαθὴς θεότητι.“ οὐκ ἄλλῳ τοίνυν τὰ θαύματα καὶ ἄλλῳ τὰ πάθη διανέμομεν, ἀλλ᾽ ἑνὶ καὶ τῷ αὐτῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τὴν ἑκατέρων ἐπίδειξιν ἀπονέμομεν, κατ᾽ ἄλλο μὲν θαυματουργοῦντι κατ᾽ ἄλλο δὲ πάσχοντι' κατὰ μὲν γὰρ τὴν θεϊκὴν αὐτοῦ φύσιν τὴν τῶν σημείων προέφερε δύναμιν, κατὰ δὲ τὴν ἀνθρωπίνην μορφὴν τὰ τῇ φύσει προσήκοντα καὶ ἀδιάβλητα πάθη προσίετο, ἵνα ἐν ἑαυτῷ μεταστοιχειώσῃ τὸ ἐμπαθὲς ἡμῶν εἰς ἀπάθειαν κατὰ τὸν ἀπόστολον λέγοντα" δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσα-σθαι ἀθανασίαν. οὐδὲ γὰρ ἀπηξίωσεν ὁ φιλάνθρωπος τοῖς ἀνθρωπίνοις καὶ ἀδιαβλήτοις πάθεσιν ὁμιλῆσαι καὶ θεὸς ὧν ἀθάνατος καὶ διὰ μέσης ψυχῆς τῷ θανάτῳ σωματικῶς συμπλακῆναι, ψυχῆς δέ φαμεν κατὰ πάντα τελείας καὶ ὁλοκλήρου καὶ μηδὲν ἐλλιπούσης πρὸς ἀνθρωπίνην ἐντέλειαν. ἀνθρωπίνης δὲ τελειότητος ἔνδειξις νοῦς, καθ᾽ ὃν καὶ θέλομέν τε καὶ λογιζόμεθα καὶ τῶν ἀλόγων ζῴων διακρινόμεθα. οὐδὲν γὰρ ἄνουν θελητικόν, πᾶν δὲ θελητικὸν νοερόν᾽ ὅπου γὰρ νοῦς ἐκεῖ πτιάντως καὶ θέλησις. εἰ οὖν τέλειος ἄνθρωπος γέγονεν ὁ σωτὴρ ἐν τελειότητι μείνας τῇ θεϊκῇ, οὔτε ἄνους οὔτε ἀθέλητος ἦν. οἱ δὲ τῆς ἀνθρωπίνης τοῦ κυρίου ψυχῆς τὸ κατὰ φύσιν ἀναιρεῖν πειρώμενοι θέλημα ἀνόητον μὲν αὐτὴν ὡς ὄντως ἀνόητοι διαγράφουσιν, ἐπὶ τὴν ἀπαθῆ δὲ φύσιν τά τε πάθη καὶ τὸν θάνατον ἀναφέρουσιν, ἡμᾶς δὲ μὴ τελείως σωθῆναι κατασκευάζουσιν, δι᾽ ὧν, ὡς λέγουσιν, οὐκ ἀνελλιπῶς ὁ λόγος τὴν ἡμετέραν οὐσίαν ἀνείληφεν. εἰ γὰρ ὅλος ὅλῃ τῇ ἀνθρωπίνῃ φύσει μὴ ἥνωται, οὐδὲ ὅλος ὡς ὅλος ὁ ἄνθρωπος σέσωσται. «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον, ὃ δὲ ἥνωται θεῷ, τοῦτο καὶ σῴζεται" κατὰ τὸν τῆς θεολογίας ἐπτώνυμον Γρηγόριον. ἀλλ᾽ οὗτοι μὲν ταῖς οἰκείαις δοκήσεσί τε καὶ φαντασίαις περιπλανάσθωσαν, ἡμεῖς δὲ τῆς ἀληθοῦς οἰκονομίας μυστήριον μὴ φαυλίζοντες οὐ μόνον νοεράν τε καὶ θελητικὴν τὴν παναγίαν τοῦ σωτῆρος ψυχὴν οὖσαν πιστεύομεν, ἀλλὰ καὶ πάσαις αὐτὴν ταῖς φυσικαῖς ἀληθῶς κινουμένην δυνάμεσι καὶ τῶν ὁμοίων ἡμῖν καὶ ἀναμαρτήτων θελητικῶς ἀντιποιουμένην παθῶν, ὅταν ὁ λόγος αὐτῇ παραχωρῇ ζητεῖν καὶ θέλειν τὰ ἴδια. οὕτω καὶ τῆς φυσικῆς τροφῆς κατὰ λόγον ὠρέγετο καὶ ἐπεθύμει καὶ ἐλυπεῖτο καὶ ἐταράττετο. ὅτε γὰρ ὁ σωτὴρ ἐπὶ τὸ τοῦ σταυροῦ πάθος κατ’ ἑκούσιον ἤρχετο βούλησιν, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, ταῦτα δὲ ψυχῆς νοερᾶς τε καὶ θελητικῆς τυγχάνουσιν ἰδιώματα. καὶ πειθέτω ἡμᾶς ὁ περιφανὴς πατὴρ ἡμῶν Ἐπιφάνιος ἐν τῷ κατὰ ᾿Αρειομανιτῶν λόγῳ ταῦτα διεξιὼν νἀπὸ σαρκός," φησίν, ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία." διὸ καὶ αὐτὸς ὁ κύριος ἔλεγε' περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. εἶτα προσεύχεται παρελθεῖν τὸ ποτήριον. ὡς μὲν γὰρ ἄνθρωπος παρῃτεῖτο τὸν θάνατον ,εἶχε γὰρ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν", καθὰ διηγόρευσεν ὁ ἀοίδιμος Κύριλλος, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. ὡς δὲ θεὸς ὁ αὐτὸς προθύμως ἐπὶ τὸ πάθος ἠπείγετο". καὶ μάρτυς τούτων ἀπαραλόγιστος ὁ ἀθλοφόρος καὶ θεοφόρος πατὴρ ἡμῶν ᾿Αθανάσιος᾽ ἐν τῷ περὶ τριάδος γὰρ καὶ σαρκώσεως λόγῳ τάδε φησί’ καὶ ὅταν λέγῃ πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπτ' ἐμοῦ τὸ ποτήριον τοῦτο, πλὴν μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν, δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός, τὸ δὲ θεϊκόν. καὶ τὸ μὲν ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος, τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον." εἷς μὲν γὰρ καὶ ὁ αὐτὸς ἐν ἑκατέρᾳ φύσει λαλῶν ποτὲ μὲν ἀνθρωπο-πρεπῶς, ποτὲ δὲ θεοπρεττῶῶς ἀφίησι τὴν φωνήν ,εἶχε γάρ," καθά φησιν ὁ πανεύφημος Κύριλλος, ἐἐν ἀμφοτέροις τὴν ἐξουσίαν." ὅτε οὖν λέγει" μὴ τὸ ἐμὸν γενέσθω θέλημα, μὴ τὸ ἐμόν, τουτέστι τῆς ἀνθρωπίνης φύσεως, φησί, κἀγὼ γὰρ νῦν ὡς ἄνθρωπος φθέγγομαι. ὅτε δὲ λέγει τό σόν, τὸ κοινόν φησιν ἐμοῦ τε τοῦ λόγου καὶ σοῦ. πατρὸς γὰρ καὶ υἱοῦ καθὸ λόγος ἐστὶν ἕν τὸ θέλημα διὰ τὸ τῆς οὐσίας μοναδικὸν κατὰ τὸν ἅγιον Νυσσαέα [ρηγόριον ἐν τῷ κατὰ ᾿Απολιναρίου λόγῳ φήσαντα οὕτως φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος" ἐπάγει δὲ τὴν (δευ)τέραν φωνήν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας θέλων. ὁ γὰρ εἰττών' μὴ τὸ ἐμόν, τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε’ προσθεὶς δὲ τό" σόν, ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεότητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως.“.
εἰ οὖν ἕπεται, καθά φασιν οἱ πατέρες, τῇ φύσει τὸ θέλημα, δύο δὲ φύσεις ἐν τῷ Χριστῷ, δύο πάντως αὐταῖς καὶ φυσικὰ θελήματα δώσομεν. ὁ αὐτὸς γάρ, ὡς εἰρήκαμεν, καθ᾽ ἑκατέραν θέλων μορφὴν ἤθελε μὲν ὡς θεός, ἤθελε δὲ καὶ ὧς ἄνθρωπος τῇ τῶν φύσεων ἑτερότητι καὶ δύο θελήσεων ἤτοι θελημάτων συνεκφαίνων διαφορὰν καὶ οὐκ ἐναντία θελήματα καὶ ἀλλήλοις ἀντεξαγόμενα παρεισάγομεν ,τὸ γὰρ τοῦ σωτῆρος ἀνθρώπινον θέλημα οὐκ ἦν ὑπεναντίον τῷ θείῳ θελήματι, ἀλλ᾽ εἵπετο κατὰ πάντα τῷ τοῦ προσλα-βόντος καὶ θεώσαντος λόγου θελήματι τὸ θεωθὲν τοῦ προσλήμματος ἀνθρώπινον θέλημα" καθά φησιν ὁ θεολόγος Γρηγόριος" ,τὸ γὰρ ἐκείνου θέλειν τοῦ κατὰ τὸν σωτῆρα νοουμένου δηλονότι ἀνθρώπου οὐδὲ ὑπεναντίον θεῷ θεωθὲν ὅλον.“. ὁ μὲν οὖν περὶ θελημάτων λόγος ἐν ὀλίγῳ τοσοῦτος.
Φέρε δὲ καὶ τὸν περὶ ἐνεργειῶν ἐν συντόμῳ διαληψώμεθα λόγον καὶ τοῖς ὁμοίοις κεχρημένοι πάλιν ἐπιχειρήμασι δύο τὰς ἐνεργείας ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν φυσικὰς ἀποδείξωμεν. οἱ γὰρ μίαν μόνην ἐπὶ Χριστοῦ δοξάζοντες τὴν ἐνέργειαν ἢ διαιροῦσι τὰς φύσεις ἢ ἀναφύρουσι καὶ συγχέουσι. Νεστόριος μὲν γὰρ ὁ ἀνθρωπολάτρης καὶ οἱ τὴν ἐκείνου παραφροσύνην νοσήσαντες δύο λέγοντες φύσεις συνδιατέμνουσι ταύταις καὶ πρό-σωπα καὶ ἰσαρίθμους αὐταῖς ὑποστάσεις συμπαρεισάγουσι, μίαν δὲ αὐτῶν σχετικὴν ἀποφαίνουσι τὴν ἐνέργειαν. ἡ δὲ σχέσις δύο πάντως ἢ καὶ πλειόνων ἀνὰ μέρος τε καὶ ἀνακεχωρισμένως ὑφεστηκότων ἐστὶ συνάφεια. οἱ τοίνυν, ὡς λέλεκται, εἰς δύο Χριστοὺς τὸν ἕνα Χριστὸν διατέμνοντες μίαν σχετικήν, ὡς εἴπομεν, δογματίζουσι τὴν ἐνέργειαν. ᾿Απολινάριος δὲ καὶ Θεμίστιος καὶ Εὐτυχὴς καὶ Σεβῆρος καὶ οἱ τῆς συμμορίας αὐτῶν τὴν μωρίαν ἀπομαξάμενοι τὰς ἐν Χριστῷ δύο φύσεις συγχέοντές τε καὶ συναλείφοντες μίαν αὐτοῦ πεφυρμένην τε καὶ φασματώδη φύσιν πρεσβεύουσι, μίαν δὲ αὐτοῦ τερατουργοῦσιν ἐνέργειαν. καὶ ταῦτα μὲν οὗτοι, ἡμεῖς δὲ τῶν καθ᾽ ἑκάτερα βόθρων διαιρέσεώς τε καὶ συναιρέσεως τὸν κίνδυνον ἀποκλίνοντες καὶ οἷον βασιλικὴν διανύοντες τρίβον δύο Χριστοῦ τὰς φύσεις καὶ τὰς τούτων ἰσαρίθμους φυσικὰς ἐνεργείας ὁμολογοῦμεν εἰς μίαν ἀμερίστως συντρεχούσας ὑπόστασιν καὶ τὰ ἑκάτερα ἐν τῷ κοινῷ συνεισάγουσαν ἰδιώματα, οὐχ ὡς ἑτέρου παρὰ τὰς φύσεις τοῦ προσώπου τυγχάνοντος, ἀλλ᾽ ἐν τῇ τοῦ λόγου ὑποστάσει τῆς ἀνθρωπίνης ὅλης διαπλασθείσης φύσεως καὶ τὰ ἑαυτῆς ἀνελλιττῶς ἐνερ-γούσης, μεθ᾽ οὗ ἥνωται καθ᾽ ὑπόστασιν λόγου δίχα μόνης ἁμαρτίας, ὥσπερ καὶ τοῦ λόγου τελείως ἐνεργοῦντος τὰ ἴδια, μεθ᾽ ἧς ἀνθρωπίνης ἀνέλαβε φύσεως. οὕτω τε ἂν ἡμῖν εὐσεβῶς πιστεύουσι φυλαχθήσεται τὸ κατὰ τὸν μακάριον Λέοντα ,ἐνεργεῖν ἑκατέραν μορφὴν μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος". ἃ μὲ γὰρ εἶχεν ὡς ὁμοούσιος τῷ πατρί", ταῦτα κατειργάζετο θεϊκῶς διὰ δὲ τῆς ἀνθρωπίνης μορφῆς, ἃ δὲ προσείληφεν ἐξ ἡμῶν ὡς ὁμοούσιος ἡμῖν", ταῦτα εἰργάζετο ἀνθρωπίνως, ἀλλ᾽ οὐχ ὡς ψιλὸς ἄνθρωπος, ἀλλ᾽ ὡς ἐνανθρωπήσας θεός. καὶ γάρ φησιν ἐν τοῖς θησαυροῖς ὁ πανεύφημος Κύριλλος ἔστιν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ“. θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ καὶ σὰρξ ἀληθὴς ἐν θεῷ, δι’ ὧν οὖν ἔδει γνωρίζεσθαι θεὸν ταῦτα θεϊκῶς ἐνεργεῖν καὶ ἀφ᾽ ὧν ἦν ἀναγκαῖον ἄνθρωπον ὄντως ὁρᾶσθαι ταῦτα ποιεῖ καὶ λέγει οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν“. τὸ μὲν γὰρ σωματικοῖς βαδίζειν ποσὶ καὶ πρὸς κόπον ὁδοιπορεῖν καὶ διὰ γλώσσης λαλεῖν ἀνθρωπίνης φύσεως ἔργον ἐτύγχανε, τὸ δὲ τοῦ παραλυτικοῦ λόγῳ θεραπεῦσαι τὰ μέλη καὶ τοῦ κωφοῦ πρὸς τὸ φθέγγεσθαι διαρθρῶσαι τὴν γλῶτταν καὶ τὸ τοῖς κοπιῶσί τε καὶ πεφορτισμένοις ἀπό τε πλήθους ἁμαρτημάτων καὶ νοσημάτων παρέχειν ἄφεσιν καὶ ἀνάστασιν ἔργα θεϊκῆς ὑπῆρχε δυνάμεως. ἀλλ᾽ οὐδέτερον ἄνευ θατέρου γέγονε καὶ προφερέσθω πάλιν εἰς μέσον ὁ ἁγιώτατος Λέων ἐν τῇ πρὸς Λέοντα τὸν βασιλέα ἐπιστολῇ ταῦτα δὴ γεγραφώς" ,εἰς τοσαύτην ἑνότητα κατ᾽ αὐτὴν τῆς παρθένου τὴν σύλληψιν τῆς θεότητος καὶ ἀνθρωπότητος συμπλακείσης, ὥστε μήτε δίχα τοῦ εἶναι αὐτὸν ἄνθρωπον τὰ θεῖα μήτε δίχα τοῦ εἶναι θεὸν τὰ ἀνθρώπινα πράττεσθαι." ἰδοὺ σαφῶς διηγόρευσεν ὁ πατὴρ ἐν τῇ τοῦ προσώπου ἑνότητι κοινωνικῶς καὶ οὐκ ἀπεσχοινισμένως οὐδὲ συγκεχυμένως ἑκατέραν φύσιν ἐνεργεῖν τὸ προσφυές τε καὶ ἴδιον, ἵνα καὶ θεὸς εἶναι πιστεύηται καὶ τὴν οἰκονομίαν πιστώσηται. εἷς οὖν ὑπάρχων ὁ κύριος Ἰησοῦς Χριστὸς “τέλειος ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρω-πότητι“ ἐνεργεῖ μὲν ὡς θεὸς ἐνεργεῖ δὲ καὶ ὡς ἄνθρωπος τῇ δυάδι τῶν φύσεων καὶ δύο φυσικὰς ἐνεργείας ἀποπληρῶν. "τὰ γὰρ ἑτερογενῆ τε καὶ ἑτεροφυᾶ" κατὰ τὸν πάνσοφον Κύριλλον ,«τὴν αὐτὴν ἐνέργειαν ἔχειν οὐκ ἄν τις δοίη σωφρονῶν, ἀλλ᾽ ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποδώσουσι τὴν ἐνέργειαν". ὡς καὶ ὁ μέγας Βασίλειος ἐν τῷ κατ᾽ Εὐνομίου συλ-λογίζεται λόγῳ ὅτι «τῶν ἑτερογενῶν οὐκ ἔστιν ἡ ἐνέργεια μία“. δύο τοίνυν φυσικὰς θελήσεις ἤτοι θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ὀρθοδόξως πρεσβεύομεν καὶ οὕτω πᾶσι τοῖς φιλοχρίστοις φρονεῖν διὰ τοῦδε ἡμῶν τοῦ εὐσεβοῦς ἰδίκτου διαγορεύομεν.
Δεχόμεθα δὲ καὶ σεβαζόμεθα τὰς ἁγίας καὶ οἰκουμενικὰς πέντε συνόδους" τὴν ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων κατὰ τῆς ᾿Αρειανικῆς συνεδρευσάντων μανίας, οἵ καὶ τὸ θεῖον τῆς πίστεως συνεργίᾳ τῆς τριαδικῆς καὶ ὁμοτίμου θεότητος ὡροθέτησαν σύμβολον, καὶ τὴν ἐν τῇ θεοφυλάκτῳ ἡμῶν καὶ βασιλίδι πόλει τῶν ἑκατὸν πεντήκοντα κατὰ τῆς Μακεδονιανῆς πνευματομάχου γνώμης ἅμα καὶ γλώττης καὶ Μάγνου τοῦ ᾿Απολιναριστοῦ συνηθροισμένων πατέρων, οἱ καὶ συμπνοίᾳ τοῦ ἁγίου πνεύματος τὸ λεχθὲν μέγα καὶ σεβάσμιον ἐφηρμήνευσαν σύμβολον τὰ περὶ τοῦ ἁγίου πνεύματος, ὅτι θεὸς βεβαιώσαντες δι’ ὧν ἀνέπτυξαν ἐκτυτώτερον, καὶ τὴν ἐν Ἐφέσῳ συνειλεγμένην τὸ πρότερον, ἧς ἐξῆρχον Κελεστῖνος καὶ Κύριλλος οἵ σὺν τῷ δεσπότῃ Χριστῷ καὶ ἀδιαιρέτῳ θεῷ ἡμῶν τὸν διαιρέτην Νεστόριον σὺν τῇ αὐτοῦ βεβήλῳ καὶ κακοδόξῳ δόξῃ κατέκριναν. πρὸς τούτοις ἔτι περιπτυσσόμεθα τὴν τῶν ὅλων σφραγῖδα καὶ κύρωσιν τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον τῶν ἑξακοσίων τριάκοντα καὶ ἀριθμῷ καὶ πλήθει τετιμημένων πα-τέρων, ὧν τῆς εὐσεβείας τῇ μάστιγι Διόσκορος καὶ Εὐτυχῆς συνεπλήγησαν καὶ τῇ τῆς δυσσεβείας κάρᾳ τὴν ἱερωσύνην συναπετμήθησαν. δεχόμεθα δὲ καὶ τὴν ἐν χρόνοις Ἰου-στινιανοῦ τοῦ τῆς θείας λήξεως ἐν τῇ λεχθείσῃ θεοφυλάκτῳ ἡμῶν καὶ πανευδαίμονι πόλει κεκροτημένην σύνοδον κατ’ Ὠριγένους καὶ Διδύμου καὶ Εὐαγρίου τῶν ϑεομάχων (καὶ μιαρὰ τοῦ Θεοδώρου Μοψουεστίας καὶ Ἰουδαϊκὰ συγγράμματα ἀνατροπῇ δὲ τῶν κατὰ τῶν δεκαδύο κεφαλαίων τοῦ πανευφήμου Κυρίλλου Θεοδωρίτῳ πεπονημένων καὶ ἀναιρέσει τῆς λεγομένης Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην ἐπιστολῆς. ταύτας δὴ τὰς οἰκουμενικὰς καὶ θεολέκτους συνόδους οἷόν τινα κλῆρον οὐράνιον τοῖς τῆς ψυχῆς ταμείοις ἐνατποθέμενοι καθάπερ νοητοὺς μαργαρίτας τὰ παρ᾽ αὐτῶν θησαυρίζομεν δόγματα, καὶ οὕσπερ ἀπεβάλλοντο καὶ ἀνεθεμάτισαν ἀνεθεματίσαμεν καὶ ἀπεβαλλόμεθα. καὶ οὗς εἰσε-δέξαντο δεχόμεθα καὶ πατέρας ἡμῶν ἐγγραφόμεθα.
᾿Αναθεματίζομεν δὲ πᾶσαν αἵρεσιν ἀπὸ Σίμωνος ἄχρι καὶ νῦν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ παρεισδύσασαν καὶ τὴν τῶν πιστευόντων εἰρήνην τε καὶ ὁμόνοιαν περισχίσασαν, πρὸς τούτοις δὲ πᾶσιν ἀναθεματίζομεν καὶ ἀποβαλλόμεθα τοὺς τῶν κενῶν καὶ νέων δογμάτων αἱρεσιάρχας καὶ ἀντιλήπτορας, φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαρὰν γεγενημένον ἐπίσκο-πον, Σέργιον τὸν τῆς θεοφυλάκτου ἡμῶν ταύτης καὶ βασιλίδος πόλεως γενόμενον πρό-εδρον, τὸν τούτου ὁμόφρονα καὶ ὁμότροπον τὴν ἀσέβειαν, ἔτι δὲ καὶ Ὁνώριον τὸν τῆς πρεσβυτέρας Ῥώμης πάπαν γενόμενον, τὸν κατὰ πάντα τούτοις συναιρέτην καὶ σύνδρομον καὶ βεβαιωτὴν τῆς αἱρέσεως, καὶ Κῦρον τὸν τῆς ᾿Αλεξανδρέων ἐπισκοπήσαντα, ὁμοίως Πύρρον, Παῦλον, Πέτρον, τοὺς τῆς βασιλίδος ταύτης πόλεως προεδρεύσαντας, καὶ πρὸς τούτοις Μακάριον τὸν τῆς ᾿Αντιοχέων γενόμενον ἐπίσκοπον, Στέφανόν τε τὸν αὐτοῦ μαθητήν, καὶ τὸν ἄφρονα Πολυχρόνιον καὶ πάντας τοὺς (φρονήσαντας ἢ» φρονοῦντας ἢ μέλλοντας φρονεῖν ἕν θέλημα καὶ μίαν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας ἐνέργειαν.
Ἰούτων οὕτως ἁπάντων ὑπὸ τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς ἕκτης συνόδου διατυπω-θέντων (καὶ διὰ ὑπογραφὴν τῆς ἡμῶν ἀνδρείας βεβαιωθέντων» Ξξανοιμῦξ, ὥστε μηδένα τῶν πάντων ἕτερόν τι περὶ τὴν πίστιν περιεργάζεσθαι ἢ καινοτέρου δόγματος ἐφεύρημα μηχανήσασθαι ἢ ὅλως περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας διδασκαλίαν, ἔμφασιν ἢ λόγον ἀνακινεῖν. ἅπαντες γὰρ οἱ ἱεροὶ καὶ ἔκκριτοι πατέρες (ἡμῶν» ταῖς φύσεσι τὰ θελήματα καὶ τὰς ἐνεργείας διδάσκουσιν ἕπεσθαι, καὶ ὥσπερ δύο φύσεις ἐπὶ Χριστοῦ πεπιστεύκαμεν, οὕτω καὶ δύο φυσικὰς θελήσεις ἤτοι θελήματα καὶ δύο φυσικὰς ἐνεργείας δοξάζομεν.
Ταῦτα τῆς ἀληθοῦς εἰς θεὸν ὁμολογίας τὰ δόγματα"
Ταῦτα τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν φωνῶν τὰ κηρύγματα᾽
Ταῦτα τῶν ἁγίων συνόδων καὶ τῶν ἐκκρίτων καὶ πατρικῶν γλωσσῶν τὰ διδάγματα"
Ταῦτα Πέτρος ἡ πέτρα τῆς πίστεως, ἡ κορυφὴ τῶν ἀποστόλων, ἀνόθευτα παρεφύλαξεν"
Ἐν ταύτῃ τῇ πίστει καὶ ζῶμεν καὶ βασιλεύομεν καὶ τῷ συμβασιλεύοντι θεῷ συμβασιλεύειν αὖθις ἐλττίζομεν᾽
Ταύτῃ συνεκδημεῖν ἐντεῦθεν εὐχόμεθα καὶ τῷ τοῦ Χριστοῦ παρίστασθαι βήματι ἐπὶ ταύτην ἅπαντας τὴν ὁμολογίαν προτρέπομεν καὶ συλλατρεύειν ἡμῖν τῷ θεῷ προσκα-λούμεθα, ἐπ᾽ ὄρους ὑψηλοῦ τῆς βασιλείας ἑστῶτες κηρύττομεν καὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης τὴν πάνδημον ἑορτὴν εὐαγγελιζόμεθα. ἥ ποτε γὰρ τῶν φιλοχρίστων διχόνοια νῦν εἰς ὁμόνοιαν μετεχώρησε, τὰ τῶν αἱρετικῶν συνετρίβησαν σκάνδαλα καὶ τὴν ἰδίαν ἀξίαν ἡ πίστις ἀνεκομίσατο ταῖς αὐτοῦ ἐκκλησίαις τοῦ Χριστοῦ μεσιτεύσαντος᾽ αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ λύσας τοῦ φραγμοῦ τὸ μεσότοιχον καὶ τὰ τῷ χρόνῳ διεστῶτα συμβιβάσας εἰς ἕνωσιν. εἷς κύριος, μία πίστις, ἕν βάπτισμα, καὶ μία σήμερον ἐν θεῷ ἡ ἐκκλησία"
Εἴ τις οὖν φιλόχριστος καὶ φοβεῖται τὸν κύριον καὶ τῆς ἐλπιζομένης σωτηρίας ὀρέγεται, ταύτης ἐχέσθω τῆς ὀρθοδόξου πίστεως" οὐ γάρ ἐστι δι’ ἄλλης πίστεως σῴζεσθαι" εἰ δέ τις ἀνθρωπίνοις μὲν προσώποις χαρίζεται, τὴν δὲ πρὸς θεὸν ἀγάπην ζηλωτικῶς οὐκ ἐνδείκνυ-ται καὶ τὴν παροῦσαν ἡμῶν εὐσεβῆ παραλογίζεται διαγόρευσιν. εἰ μὲν ἐπίσκοττός ἐστιν ἢ κληρικὸς ἢ καὶ μοναχικὸν περιβέβληται σχῆμα τὴν τῆς καθαιρέσεως ἀποτίσει