Lexeme «παρεμβολή» in the Bible

Verses: 9. Forms: παρεμβολῆς, παρεμβολήν, παρεμβολὴν

Act. 21:34
ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν
And some among the multitude cried one thing and some another. So when he could not ascertain the truth because of the tumult, he commanded him to be taken into the barracks
Act. 21:37
Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις
Then as Paul was about to be led into the barracks, he said to the commander, “May I speak to you?” He replied, “Can you speak Greek?
Act. 22:24
ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ
the commander ordered him to be brought into the barracks, and said that he should be examined under scourging, so that he might know why they shouted so against him
Act. 23:10
Πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾿ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν
Now when there arose a great dissension, the commander, fearing lest Paul might be pulled to pieces by them, commanded the soldiers to go down and take him by force from among them, and bring him into the barracks
Act. 23:16
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ
So when Paul’s sister’s son heard of their ambush, he went and entered the barracks and told Paul
Act. 23:32
τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
The next day they left the horsemen to go on with him, and returned to the barracks
Heb. 13:11
ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς
For the bodies of those animals, whose blood is brought into the sanctuary by the high priest for sin, are burned outside the camp
Heb. 13:13
τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·
Therefore let us go forth to Him, outside the camp, bearing His reproach
Rev. 20:9
καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς·
They went up on the breadth of the earth and surrounded the camp of the saints and the beloved city. And fire came down from God out of heaven and devoured them