Lexeme «βαπτισμός» in the Bible
Verses: 4.
Forms: βαπτισμῷ, βαπτισμῶν, βαπτισμοῖς, βαπτισμοὺς
Mark. 7:4
καὶ ἀπ᾿ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [καὶ κλινῶν] —
When they come from the marketplace, they do not eat unless they wash. And there are many other things which they have received and hold, like the washing of cups, pitchers, copper vessels, and couches
Col. 2:12
συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·
buried with Him in baptism, in which you also were raised with Him through faith in the working of God, who raised Him from the dead
Heb. 6:2
βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου
of the doctrine of baptisms, of laying on of hands, of resurrection of the dead, and of eternal judgment
Heb. 9:10
μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα
concerned only with foods and drinks, various washings, and fleshly ordinances imposed until the time of reformation