Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπομνήματα εἰς Λουκάν· Περὶ τῆς ὑποδοχῆς τοῦ Κυρίου

Commentarii in Lucam In occursum domini / Толкование на Луку: о встрече Господней

Commentarii in Lucam (Homilia 3 et 4) (In occursum domini [homilia diversa 12]) ΟΜΙΛΙΑ ΙΒʹ. Εἰς τὴν ὑπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Πολλὴ μὲν λίαν ἡ σύνοδος, καὶ πρόθυμος ὁ ἀκροατὴς (πλήρη γὰρ ὁρῶμεν τὴν Ἐκκλησίαν)· οὐ πλού σιος δὲ ὁ μυσταγωγός. Πλὴν ὁ διδοὺς ἀνθρώπῳ στόμα τε καὶ γλῶσσαν, χορηγήσει πάλιν ἡμῖν ἐννοίας ἀγαθάς. Αὐτὸς γὰρ πού φησιν· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ ἐπειδὴ πάντες προθύμως συνήλθετε, τῆς φαιδρότητος τῆς ∆εσποτικῆς ἑορτῆς εἰς τοῦτο συναθροισάσης μετὰ φαιδρῶν τῶν λαμπάδων, φαιδρῶς πανηγυρίσωμεν, καὶ τῆς θεωρίας ἁψώμεθα τῶν τήμερον θεοπρεπῶς πληρωθέντων, πανταχόθεν ἑαυτοῖς τὸ βέβαιον εἰς πίστιν καὶ φιλοθεΐαν συλλέγοντες. Ἴδομεν προβραχέως βρέφος ἐν φάτνῃ κείμενον τὸν Ἐμμανουὴλ, καὶ ἀνθρωπίνως μὲν ἐσπαργανωμένον, ὑμνούμενον δὲ θεϊκῶς παρὰ τῆς τῶν ἁγίων ἀγγέλων στρατειᾶς· οἱ δὲ τὸν τόκον αὐτοῦ τοῖς ποιμέσιν εὐηγγελίζοντο.

Ἐκνενέμηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ, ὡς γέρας ἐξαίρετον, τῶν περὶ αὐτοῦ κηρυγμάτων τὰς ἀπαρχὰς τοῖς ἐν οὐρανῷ. Ἴδομεν δὲ αὐτὸν καὶ τήμερον τοῖς διὰ Μωσέως εἴκοντα νόμοις, μᾶλλον δὲ τὸν νομοθέτην Θεὸν, ὡς ἄνθρωπον, τοῖς ἑαυτοῦ θεσπίσμασιν ὑποκείμενον. Καὶ διὰ ποίαν αἰτίαν, διδάσκει λέγων ὁ σοφώτατος Παῦλος· Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, γεννώμενον ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ, πῶς; Πληρώσας αὐτόν· καὶ καθ' ἔτερον δὲ τρόπον, ἵνα λύσῃ τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν αὑτὸν παραστήσας ὑπὲρ ἠμῶν τῷ Θεῷ καὶ Πατρί. Γέγραπται γὰρ ὅτι, ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ' ἡμῶν τὸν αὐχένα, καὶ τοῦτο πράττων οἰκονομικῶς· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐπειδὴ γὰρ ὅλως ἔλαβε δούλου μορφὴν, ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ἐν τοῖς ὑπὸ ζυγὰ τελέσας διὰ τὸ ἀνθρώπινον, συντετέλεκέ ποτε καὶ τοῖς δασμολογοῦσι τὰ δίδραχμα, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν καὶ συντελὴς, ὡς Υἱός. Ὅταν οὖν ἴδῃς τηροῦντα τὸν νόμον, μὴ σκανδαλισθῇς, μήτε μὴν ἐν οἰκέταις καταγάγῃς τὸν ἐλεύθερον· ἐννόει δὲ μᾶλλον τῆς οἰκονομίας τὸ βάθος. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες τὴν ἐν σαρκὶ τελεῖσθαι περιτομὴν κατά γε τὸ δοκοῦν τῷ νόμῳ, δέχεται τὸ ὄνομα, τοῦτ' ἔστιν τὸ, Ἰησούς.

Ἑρμηνεύεται δὲ τοῦτο Σωτηρία λαοῦ. Οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν ἴδιον Υἱὸν, γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· γέγονε τότε δὴ μάλιστα σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς μόνου, ἀλλὰ καὶ πολλῶν, μᾶλλον δὲ παντὸς ἔθνους καὶ ἀπάσης τῆς ὑπ' οὐρανόν. Ἐν ταυτῷ τοιγαροῦν τὸ τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, ἢ ποίων μυστηρίων ἡμῖν ἔσται δεικτικὸν τὸ τελούμενον, φέρε δὴ πάλιν ἴδωμεν ἐρευνήσαντες. Ὁ μακάριος ἔφη Παῦλος· Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν. Ἀλλ' ἔστιν εἰκὸς πρὸς τοῦτό τινας εἰπεῖν· Ἆρ' οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν αὐτήν; Ναὶ, φαίην ἄν. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, ἤτοι τὸ περὶ τὴν σάρκα πληρούμενον, οὐδέν ἐστι παντελῶς, ὠδίνει δὲ μυστηρίου τύπον οὐκ ἀκαλλῆ, μᾶλλον [δὲ] τῆς ἀληθείας ἐγκεκρυμμένην ἔχει τὴν δήλωσιν. Κατὰ γάρ τοι τὴν ὀγδόην ἡμέραν ἀνέβη ὁ Χριστὸς ἐκ νεκρῶν, δέδωκεν ἡμῖν τὴν ἐν Πνεύματι περιτομήν. Προστέταχε γὰρ ὁ Θεὸς τοῖς ἁγίοις ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Τελεῖσθαι δέ φαμεν τὴν ἐν Πνεύματι περιτομὴν ἐν καιρῷ δὲ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος. Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωσέα στρατηγός. ∆ιεβίβασε γὰρ τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, εἶτα καθίσας εὐθὺς περιέτεμε μαχαίραις πετρίναις.

Οὐκοῦν ὅταν διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἀγίου Πνεύματος, οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα δι' αὐτοῦ. Ἀναφέρουσι δὲ αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ. Ὢ μεγάλης καὶ τεθαυμασμένης οἰκονομίας! Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ! Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ὁ σύνεδρος αὐτῷ καὶ συναΐδιος Υἱὸς, ὁ δι' οὗ τὰ πάντα προσάγεται θεοπρεπῶς, πλὴν ὅτε γέγονεν τοῖς τῆς ἀνθρωπότητος μέτροις, προσφέρει δὲ καὶ θυσίαν ὁ ταῖς παρὰ πάντων λατρείαις καταχρυσούμενος καὶ συνδοξαζόμενος τῷ ἰδίῳ Γεννήτορι. Τί δὲ δὴ καὶ προσκεκόμικεν ὡς πρωτότοκός τε καὶ ἄρσην; Ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ ἐν τῷ νόμῳ διηγορευμένον. Ἀλλὰ γὰρ τί βούλεται δηλοῦν ἡ τρυγὼν, τί δὲ καὶ τὸ ἕτερον, τοῦτ' ἕστιν ἡ περιστερὰ, φέρε δὴ, φέρε, καταθρήσωμεν.

Οὐκοῦν τὸ μὲν ἔστι λαλίστατον ἐν στρουθίοις ἀγροῦ, τὸ δὲ ἥπιόν τε καὶ πρᾶον· γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Σωτὴρ, πραότητα μὲν εἰς ἄκρον ἕχων, τρυγόνος δὲ δίκην κατακλύσας τὴν ὑπ' οὐρανὸν, καὶ τῆς ἑαυτοῦ καλλιφωνίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τοῦτ' ἔστιν, ἡμᾶς τοὺς πιστεύοντας εἰς αὐτόν· γέγραπται γοῦν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων, ὅτι Φωνὴ ἡ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν σωτήριον κήρυγμα. Τρυγόνες δὴ οὖν καὶ περιστεραὶ προσεφέροντο, παραστάντος αὐτοῦ τῷ Κυρίῳ, καὶ ἦν ἰδεῖν καθ' ἕνα καιρὸν ὁμοῦ τοῖς τύποις τὴν ἀλήθειαν. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χριστὸς εἰς ὀσμὴν εὐωδίας, ἵνα ἡμᾶς δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὕτω τὴν ἐφ' ἡμῖν γενομένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἡμεῖς γὰρ ἦμεν οἱ πάλαι βοῶντες· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Οὗ τί δ' ἂν γένοιτο ἰσόῤῥοπον ἔχον εἰς θυμηδίαν τοῦ μαθεῖν, ὅτι σέσωκεν ὁ Θεὸς τὴν ὑπ' οὐρανὸν μεσιτεύσαντος τοῦ Υἱοῦ, διὰ τὸ γενέσθαι καθ' ἡμᾶς; Γέγραπται γὰρ, ὅτι Εἷς Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν· καθήκετο γὰρ ἑκὼν πρὸς τὴν ἡμῶν πτωχείαν, ἵνα ἡμᾶς ἀποφήνῃ πλουσίους τὰ αὐτοῦ κερδαίνοντας.

Ὅρα τοίνυν αὐτὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς προσαγόμενον τῷ Πατρὶ, καὶ ταῖς τοῦ νόμου σκιαῖς ἑπόμενον, ἔτι θύοντά τε κατὰ τὸ εἰωθὸς, εἰ καὶ διὰ τῆς μητρὸς ἐπράττετο ταῦτα. Ἆρ' οὖν ἠγνοήθη παρὰ πάντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὶ τῶν αὐτόθι γνώριμος ἦν; Καίτοι πῶς τοῦτό ἐστιν ἀληθές; Προεκήρυττε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν προφητῶν ἀπ' αἰῶνος, ἐσόμενον κατὰ καιροὺς ἐμφανῆ τὸν Υἱὸν, ἵνα σώσῃ τοὺς ἀπολωλότας, καὶ καταφωτίσῃ τοὺς ἐσκοτισμένους. Ἔφη γοῦν δι' ἑνὸς τῶν προφητῶν· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Ἔλεος δὲ καὶ δικαιοσύνη Χριστός. Ἠλεήθημεν γὰρ δι' αὐτοῦ καὶ δεδικαιώμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Ὅπερ δέ ἐστι τοῖς ἐν νυκτὶ καὶ σκότῳ προηγουμένη λαμπὰς, τοῦτο καὶ τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ νοητῷ γέγονεν ὁ Χριστὸς, φῶς αὐτοῖς τὸ θεῖον ἐντιθείς· διὰ τοῦτο καὶ οἱ μακάριοι προφῆται μέτοχοι τῆς τοιᾶσδε χάριτος παρεκάλουν γενέσθαι, λέγοντες· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δὸς ἡμῖν.

Οὐκοῦν εἰσεφέρετο μὲν Χριστὸς ἐν τῷ ἱερῷ, καὶ βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάσθιον· ὁ δέ γε μακάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτόν· θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος, εὐλόγησε τὸν Θεὸν λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Προητοίμασται γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, γέγονε δὲ φῶς τοῖς ἐν σκότῳ, καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν. Αὐτοὶ δὲ ἦσαν οἱ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, προσκυνοῦντες δὲ καὶ τῷ ἀρχεκάκῳ δράκοντι, καὶ τῇ τῶν δαιμόνων ἀκαθάρτῳ πληθύϊ τὴν τοῦ Θεοῦ δόξαν ἀνάπτοντες· ἀλλὰ κέκληνται παρὰ Θεοῦ Πατέρος πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινόν. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται, καθότι ἦσαν πολλοὶ οἱ πλανώμενοι, κεκλημένοι δὲ διὰ Χριστοῦ. Πολλοὶ δὲ πάλιν εἰσὶ καθὰ καὶ πρότερον, οἳ εἰσεδέχθησαν καὶ λελύτρωνται, σύνθημα λαβόντες εἰρήνης παρὰ Θεοῦ καὶ Πατρὸς, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν οἰκείωσίν τε καὶ χάριν.

Κατεσπάρησαν δὲ ἐν λαοῖς οἱ θεσπέσιοι μαθηταί. Καὶ τί τὸ ἐντεῦθεν; Οἱ μακρὰν ὄντες Θεοῦ, κατὰ διάθεσιν γεγόνασιν ἐγγύς· τούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· Νυνὶ δὲ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Ἐγγὺς δὲ γενόμενοι, καύχημα ποιοῦνται Χριστόν. Ἔφη γὰρ περὶ αὐτῶν πάλιν ὁ Θεὸς καὶ Πατήρ· Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος. Τοῦτο καὶ ὁ μακάριος Ψαλμῳδὸς διδάσκει λέγων, ὡς πρὸς τὸν τῶν ὅλων Σωτῆρα φάσκων· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ. Εὑρίσκομεν δὲ προφήτην Ἱερεμίαν ἀνακεκραγότα πρὸς τὸν Θεόν· Κύριε, ἰσχύς μου καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν μου· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν. Ὡς ψευδῆ ἐκτίσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλιμον. Γέγονε τοίνυν φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ὁ Χριστὸς, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης ὅλην περιαστράπτει τὴν ὑπ' οὐρανόν· δόξα δὲ καὶ ἑτέρως τοῦ Ἰσραὴλ, ὅτι προῆλθεν ἐξ αὐτῶν κατὰ σάρκα, καίτοι Θεὸς ἐπὶ πάντας, καὶ εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογεῖ δὲ Συμεὼν τὴν ἁγίαν Παρθένον, ὡς ὑπηρετήσασαν θείᾳ βουλῇ, καὶ ὑπουργήσασαν τόκῳ, καὶ τοὺς τῆς ἀνθρωπότητος νόμους οὐκ ἀνασχομένην. Παρθένος γὰρ οὖσα τέτοκε, καὶ οὐκ ἐξ ἀνδρὸς, ἀλλ' ἐπελθόντος ἐπ' αὐτὴν Πνεύματος ἁγίου.

Τί δὲ δὴ ἄρα περὶ Χριστοῦ φησιν ὁ προφήτης Συμεών; Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Τέθειται μὲν γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, ἐκλεκτὸς ὢν λίθος, ἀκρογωνιαῖος, ἔντιμος. Ἀλλ' οἱ μὲν ἐπ' αὐτῷ πιστεύσαντες, οὐ κατῃσχύνθησαν· ὅσοι δὲ ἄπιστοι καὶ ἀμαθεῖς, καὶ τὸ ἐπ' αὐτῶν μυστήριον οὐκ ἴσχυσαν ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Ἀλλ' ἠσφαλίζετο τοὺς ἐξ Ἰσραὴλ ὁ προφήτης λέγων· Καὶ αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φῶς· καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμὸν, καὶ οὐχ ὡς λίθῳ προσκόμματος συναντήσεσθε αὐτῷ, οὐδ' ὡς πέτρας παραπτώματι. Οὐκοῦν ἐπειδήπερ Κύριον ὄντα καὶ Θεὸν τὸν Ἐμμανουὴλ οὐχ ἡγίασεν ὁ Ἰσραὴλ, οὔτε μὴν ἠθέλησεν ἐπ' αὐτῷ πεποιθέναι, περιπίπτουσιν [ἴσ. πίπτει] ὡς λίθῳ διὰ τὴν ἀπιστίαν, συνετρίβη καὶ πέπτωκεν· ἀνέστησαν δὲ πολλοὶ, τοῦτ' ἔστιν, οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι.

Μετεφυτεύθησαν γὰρ ἐκ νομικῆς λατρείας εἰς τὴν πνευματικὴν, καὶ ἐκ τοῦ δοῦλον ἔχειν ἐν ἑαυτοῖς πνεῦμα, πεπλουτήκασι τὸ ἐλευθεροῦν, τοῦτ' ἔστι τὸ ἅγιον· κοινωνοὶ γεγόνασι τῆς θείας φύσεως, υἱοθεσίας ἠξίωνται, καὶ ἐν ἐλπίσιν εἰσὶ τοῦ καὶ αὐτὴν κατακτήσασθαι τὴν ἄνω πόλιν, ἤτοι τὴν τῶν οὐρανῶν βασιλείαν. Ἀντιλεγόμενον δὲ σημεῖον τὸν τίμιον ὀνομάζει σταυρὸν, ὡς καὶ ὁ σοφώτατος γράφει Παῦλος· Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· καὶ πάλιν, Ὁ λόγος μὲν ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ εἰς σωτηρίαν. Ἀντιλέγεται τοίνυν τὸ σημεῖον, ἐν τοῖς ἀπολλυμένοις μὲν μωρία δόξαν εἶναι, τοῖς γε μὴν ἐπεγνωκόσι τὴν δύναμιν αὐτοῦ σωτηρία καὶ ζωή. Ἔφη γοῦν Συμεὼν τῇ ἁγίᾳ Παρθένῳ, ὅτι Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ῥομφαίαν τάχα που λέγων τὴν λύπην ἣν ἔσχεν ἐπὶ τῷ Χριστῷ, βλέπουσα σταυρούμενον ὃν γεγέννηκεν, καὶ οὐκ εἰδυῖα πάντως ὅτι καὶ κρείττων ἔσται θανάτου, καὶ ἐκ νεκρῶν ἀναστήσεται.

Καὶ μή τοι θαυμάσῃς, εἰ ἠγνόησεν ἡ Παρθένος, ὅπου καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὀλιγοπιστοῦντας εὑρήσομεν περὶ τούτου. Καὶ γοῦν ὁ μακάριος Θωμᾶς, εἰ μὴ τὰς χεῖρας ἔβαλεν εἰς τὴν πλευρὰν αὐτοῦ μετὰ τὴν ἀνάστασιν ἐψηλάφησε δὲ καὶ τοὺς τόπους τῶν ἥλων, οὐκ ἠνέσχετο πιστεῦσαι, λεγόντων αὐτοῦ τῶν ἑτέρων μαθητῶν, ὅτι ἐγήγερται Χριστὸς, καὶ ἐμφανῆ κατέστησεν αὐτοῖς ἑαυτόν. Ὠφελεῖ τοιγαροῦν ἡμᾶς ὁ σοφώτατος εὐαγγελιστὴς πάντα διδάσκων, ὅσα δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὑπέμεινεν ὁ Υἱὸς γενόμενος σὰρξ, καὶ τὴν καθ' ἡμᾶς πτωχείαν οὐκ ἀπαξιώσας λαβεῖν, ἵνα δοξολογήσωμεν αὐτὸν ὡς λυτρωτὴν, ὡς Κύριον, ὡς Σωτῆρα καὶ Θεὸν, ὅτι αὐτῷ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία