Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Σπαράγματα εἰς τὰς Βασιλείων βιβλία

Fragmenta in libros Regum / Фрагменты на книги Царств

Fragmenta in libros Regum ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ ΒΙΒΛΟΥΣ ΒΙΒΛΟΣ Αʹ.

Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἔνα. Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁρᾷς ὅπως μεσίτην ὁμοῦ καὶ τῆς σωτηρίας πρύτανιν ἐποιεῖτο Χριστόν; καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, ὅπλον οἷάπερ ἀῤῥαγὲς, ταῖς τῶν ἀλλοφύλων ἐφόδοις ἀντανιστὰς σέσωκε τὸν Ἰσραήλ; Ἄρνα γὰρ γαλαθηνὸν ἔθυσεν εἰς τύπον Χριστοῦ, καὶ πάλαι βοῶντος διὰ φωνῆς προφητῶν· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων.

Ἐπιτήρει δὲ ὅπως τῆς θυσίας ἡ δύναμις ἑτοιμότερον πρὸς τὴν ἐπικουρίαν τοῖς ἐπὶ τοῖς κάμνουσιν ἀποτετέλεκεν τὸν Πατέρα. Κατεβρόντησεν γὰρ τῶν δι' ἐναντίας μέγα τι καὶ ἐξαίσιον· καὶ τοῖς προσάγουσι τὴν θυσίαν μισθὸν ἐδίδου τὴν σωτηρίαν εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα. {Κυρίλλου.} Ἀπεφοίτησε μὲν ὁ Ἰσραὴλ τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν· ἐκαλέσατο δὲ βασιλέα ἄνθρωπον. Ταύτῃ τοι καὶ ἀπώλισθε τῆς ἐντολῆς· πρῶτος γὰρ Σολομὼν προσεκύνησε τοῖς Βααλείμ· εἶτα μετ' αὐτὸν Ἱεροβοὰμ τὰς δαμάλεις ἀνέστησεν. Καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ· Ἄκουε τῆς φωνῆς αὐτῶν, κ.τ.λ. {Κυρίλλου.} Ἐχόντων εὖ τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ' ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. Ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουήλ· Κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καὶ τὰ ἑξῆς·

Εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τοῦ βασιλέως καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὔτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες· Οὐχὶ, ἀλλ' ἢ βασιλεία ἔσται ἐφ' ἡμᾶς. Καὶ εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ, κ.τ.λ. Καὶ τί οἴσομεν; κ.τ.λ. {Κυρίλλου, ἐκτοῦ κατὰ Ματθαῖον.} Προσπέφυκεν ἀεὶ τοῖς ὠφελουμένοις, ἤγουν ὑπὸ τῶν τυχόντων ἡδίστων μετεσχηκόσιν, ἀνταποτιννῦναι θέλειν τὰς κατὰ δύναμιν ἀμοιβὰς, καὶ ταῖς ἰσοστάθμοις ἤγουν καὶ ἔτι καὶ μείζοσιν κατευφραίνειν τιμαῖς· καὶ ἀπόδειξιν τῆς εὐγνωμοσύνης τὴν ἐν τούτοις ἀεί πως ἐπιτηδεύουσι προθυμίαν, οἷσπερ ἂν ἀγαθὸς καὶ εὐγνώμων ἐνυπάρχοι τρόπος. Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαούλ. Καὶ ὄνομα αὐτῷ ∆ωήκ. {Κυρίλλου.} Γέγονεν ἀνήρ τις Ἰδουμαῖος τὸ γένος, ᾧ ὄνομα ∆ωήκ. Οὗτος ἀπεστρέφετο παρὰ τοῖς δορυφόροις τοῦ μακαρίου ∆αβὶδ, καὶ ἧν κτηνοτρόφος, πλὴν ἀνὴρ πικρὸς καὶ βάρβαρος καὶ οὐδαμόθεν ἔχων τὸ γνήσιον. Περιετύγχανε δὲ λάθρα τῷ Σαοὺλ, καὶ ἀπήγγελλεν αὐτῷ τὰς σκέψεις καὶ πάντα τὰ βουλεύματα· ἐπηγγέλλετο δὲ κατὰ καιροὺς καὶ παραδώσειν αὐτόν. Καὶ δήποτε θεασάμενος τὸν μακάριον ∆αβὶδ εἰσελθόντα εἰς τὸν οἶκον τοῦ Θεοῦ, ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, καὶ περιτυχὼν τῷ Ἀβιμέλεχ τῷ ἱερεῖ, ἀπήγγελλε τῷ Σαοὺλ, ὅτι μετ' ὀλίγων ἐστὶ παντελῶς, καὶ δύναται ῥᾳδίως αὐτὸν λαβεῖν ἐπελθὼν, καὶ εὐκόλως χειρώσασθαι. Οὐκοῦν προδέδωκε μὲν ὁ ∆ωὴκ ἀπαγγείλας τῷ Σαοὺλ, ὅτι συντετύχηκε τῷ Ἀβιμέλεχ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διέσωζε δὲ τὸν προφήτην ὁ τῶν ὅλων ∆εσπότης, καὶ τῆς ἐκείνου δυστροπίας μάταιον ἐποίει τὸ ἐγχείρημα.

ΒΙΒΛΟΣ Βʹ.

Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ χωλοί. {Κυρίλλου.} Οὐκοῦν τῷ μὲν μακαρίῳ ∆αβὶδ οἱ ἀπό τε τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰεβοῦς, ἀντέστησαν τυφλοὶ καὶ χωλοί· καὶ τοῦτο πεποιηκότες, οἰκτρῶς διολώλασι· κατελάβετο γὰρ αὐτήν. Ἀντέστησαν τῷ πάντων Σωτῆρι Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ καὶ τυφλοί· οὐ γὰρ ᾔδεσαν ὀρθοποδεῖν· ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς οἱ τὴν πίστιν οὐ προσιέμενοι, Γραμματεῖς δὲ μάλιστα καὶ Φαρισαῖοι. Καὶ ἀπέστειλεν ∆αβὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. {Κυρίλλου.} Μὴ ταραχθῇς ἑτοίμως περὶ τῶν ἁγίων, εἰ γεγόνασιν ἐν παροράμασιν ἔσθ' ὅτε καὶ αὐτοί· καὶ γάρ ἐστιν ἀληθὲς ὅτι καὶ οἱ σφόδρα γενναιότατοι τῶν στρατιωτῶν, οἱ ἐπ' ἀνδρείᾳ σωμάτων καὶ εὐτεχνίᾳ τεθαυμασμένοι, πλήττονται μὲν ἔσθ' ὅτε μαχόμενοι, πλὴν οὐ καταπίπτουσιν. Ἄλλως τε χρῆναι γὰρ ὑπολαμβάνω προσεπενεγκεῖν τοῖς εἰρημένοις καὶ τοῦτο· Μόνῳ τετήρηται τῷ φιλανθρώπῳ Σωτῆρι Χριστῷ, τὸ μὴ παθεῖν ἁμαρτίαν· ὅτι Θεὸς κατὰ φύσιν ὢν, γέγονε σάρξ.

∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε περὶ ἑαυτοῦ· Ἔρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· Καὶ μετ' ὀλίγα· Καὶ ταῦτά φημι περὶ τῆς ἁμαρτίας τοῦ ∆αβὶδ ὅτε εἰσῆλθε πρὸς τὴν Βερσαβεὲ τὴν τοῦ Οὐρίου γαμετήν. Προσήκει δὲ ἅπασι τῆς ἱστορίας ὁ λόγος· εἰ γὰρ καὶ ἠσθένησεν ὡς ἄνθρωπος, καί τι τῶν ἀδοκήτων εὑρίσκεται πεπονθὼς, ἀλλ' ἔδειξεν ὡς τὰ τῶν ἁγίων πταίσματα ταχεῖαν ἔχει τὴν ἐπανόρθωσιν. Καὶ εἶπε ∆αβὶδ τῷ Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. {Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν.} Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον ∆αβίδ· ..., τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καί γε ὁ υἱός σου ὁ τεχθείς σοι, θανάτῳ ἀποθανεῖται. {Κυρίλλου, ἐκ τοῦ εἰς ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου.} Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, ... μᾶλλον ἢ συγγινώσκεσθαι. Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως. {Κυρίλλου.} Παρετάξατο μὲν πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ τοὺς ταῖς ἐκείνων ἀπονοίαις συνησπισκότας τοὺς ἀπὸ γέας φημὶ τῆς Σύρων· νενίκηκε δὲ, καὶ εἷλε μὲν αὐτοὺς κατὰ κράτος· λαβὼν δὲ τὸν στέφανον τοῦ Μολχὼμ, εἶτα λίθον ἐν αὐτῷ παμμεγέθη καὶ πολύτιμον εὑρὼν, ἐνέδησε τῷ ἰδίῳ στεφάνῳ. Καὶ ∆αβὶδ ἀνέβαινε κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος. {Κυρίλλου.} Ἐπειδὴ συνέβη πρὸ τοῦ πολέμου τοῦ πρὸς Ἀβεσσαλὼμ, τὴν ἁμαρτίαν γενέσθαι παρὰ τοῦ μακαρίου ∆αβὶδ, τὴν εἰς Οὐρίαν φημὶ, θρῦλος ἦν ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίων χώραν, καὶ ὑποψίαν τινὲς οὐκ ἀπιθάνως ἔχοντες περὶ αὐτοῦ· ᾤοντο γὰρ αὐτὸν τῶν εἰς Οὐρίαν πλημμελημάτων πράττεσθαι δίκας· καὶ ἐν προσκρούσει δὲ γεγονότα τῇ παρὰ Θεῷ, τοῖς ἐθέλουσι κᾆτα δὴ οὖν εὐάλωτον ἔσεσθαι, καὶ πανταχοῦ νοσοῦντα τὸ ἄναλκι. ∆ιασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ. {Κυρίλλου.} ∆ιασκέδασον, φησὶ, τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου. Ἦν γὰρ ὁ Ἀχιτόφελ βαθὺς καὶ πικρὸς καὶ πολυγνώμων, καὶ ὁδοὺς ἀνευρεῖν ἱκανὸς ἐφ' ἑκάστῳ πράγματι, καὶ πρός γε τοῦτο στρατηγικώτατος. Ἐδεδίει τοίνυν μάλιστα τῶν ἄλλων τὸν Ἀχιτόφελ, διὰ τὸ πικρὰς εἰσφέρειν ἀεὶ γνώμας, καὶ τὸ εἰδέναι στρατηγεῖν. Καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσί. {Κυρίλλου.} Ἔνα ὑπάρχοντα τῶν ἑαυτοῦ φίλων τὸν Χουσὶ, πείθει προσποιήσασθαι τὴν ἀπόστασιν τὴν ἀπ' αὐτοῦ, καὶ τὸ προσκεκλῆσθαι θέλειν τὸν Ἀβεσσαλὼμ, ἵνα ταῖς τοῦ Ἀχιτόφελ λεληθότως μάχηται συμβουλαῖς ὃ δὴ καὶ γέγονεν. Καὶ οὔτως ἔλεγε Σεμεῖ ἐν τῷ καταρᾶσθαι αὐτόν. {Κυρίλλου.} Ὑβρίσας Σεμεῒ καὶ πικραῖς αὐτὸν μονονουχὶ κατασφενδονήσας φωναῖς, οὐδὲν ὑπ' αὐτοῦ τῷ τηνικάδε παθὼν ἀπηλλάττετο· εἰ καὶ δυσχερεῖς μετὰ τοῦτο καὶ τὰς αὐτῷ πρεπούσας ἐκτέτικε δίκας· πλὴν ὅτι διεκαρτέρησεν ὁ ∆αβὶδ, καὶ παρατρυνόντων αὐτὸν πολλῶν, τοῦ παντὸς ἀξίαν ἡγεῖτο τὴν σιωπὴν, ἐκ πολλῆς ἄγαν καὶ ἀξιαγάστου συνέσεως.

Ἐνενόει γὰρ ὅτι διά τοι τοῦ προσκεκροῦσθαι Θεῷ, δέδοταί πως εἰς μάστιγας, καὶ μοῖραν εἶναι κατελογίζετο τῆς πληγῆς, τοὺς παρά τινων ὀνειδισμοὺς τωθασμούς τε καὶ γέλωτας. Ἔνθα γὰρ ἀποστροφὴ Θεοῦ καὶ ἐγκατάλειψις, κἂν γοῦν ἡ μετρία γένοιτο κατά τινος, ἐκεῖ που πάντως ἔσται καταλυπεῖν εἰωθότα πολλὰ καὶ πικρά. Ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν ∆αβίδ. {Κυρίλλου.} Τούτου μέμνηται ἐν τῷ ληʹ ψαλμῷ· φησὶν, Ὄνειδος ἄφρονι ἔδωκάς με. Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, κ.τ.λ. {Κυρίλλου.} Ὁ μὲν Ἀβεσσαλὼμ φεύγοντα τὸν πατέρα διώκειν ἤθελε· καὶ ὅτι χρὴ τοῦτο πράττεσθαι, νεανικῶς συνεβούλευεν Ἀχιτόφελ. Ὁ δέ γε Χουσὶ πιθανῶς αὐτὸν ἀφιστὰς τῆς τοῦ πατρὸς ἀγριότητος ἐπιδεῖν, οὐχ ἁπλῶς εὐθυδρομῆσαι πρὸς τοῦτο, προετοιμάσασθαι δὲ μᾶλλον τὴν ἀρκοῦσαν χεῖρα, καὶ στρατιωτῶν ὄχλον συνενεγκεῖν, διὰ τὸ εἶναι δυνατὸν καὶ ἐμπειροπόλεμον καὶ τῶν ὅτι μάλιστα μαχιμωτάτων τὸν μακάριον ∆αβίδ. Καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα, κ.τ.λ. {Κυρίλλου.} Οὐκοῦν κἂν δι' ἀνθρώπων ἔσθ' ὅτε συμβαίνῃ τινὰ χρηστὰ, μὴ ἐκείνοις μᾶλλον εὐχαριστῶμεν, ἀλλὰ Θεῷ τῷ δι' αὐτῶν τὰ θυμήρη χαρισαμένῳ. Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ. {Κυρίλλου.} Κεκράτηκε μὲν ἡ τοῦ Χουσὶ γνώμη· λυπηθεὶς δὲ πρὸς τοῦτο λίαν ὁ Ἀχιτόφελ, βρόχῳ κατέλυσε τὸν βίον, αὐτὸς καθ' ἑαυτοῦ δικαίαν ψῆφον ἐξενεγκών. Καὶ ἔκλαυσε, καὶ οὕτως εἶπεν, κ.τ.λ. {Κυρίλλου.} Πεπολέμηκε μὲν τῷ μακαρίῳ ∆αβὶδ ὁ Ἀβεσσαλὼμ, καὶ ἀδοκήτως τὰ τῆς δυσμενείας ὅπλα κεκίνηκε κατὰ τοῦ φύσαντος ὁ νεανίας· ἑάλω δὲ καὶ ἀπόλωλε. Πλὴν οὐκ ἐπεγάννυτο παθόντι τὸν θάνατον ὁ πατὴρ, ἀλλ' ἐθρήνησεν ὡς υἱόν.

ΒΙΒΛΟΣ Γʹ.

Καὶ ὁ βασιλεὺς ∆αβὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις. {Κυρίλλου.} Ἀφορήτους μὲν ἀγῶνας διενεγκὼν, κατευμεγεθήσας δὲ τῶν ἐχθρῶν, καὶ ἀχείρωτος γεγονὼς τοῖς ἐπιβουλεύουσιν αὐτῷ. Κεκράτηκε γὰρ οὐκ ἀλλοφύλων μόνον, οὐδὲ τὰς τῶν αἱμοβόρων βαρβάρων ἐτρέψατο φάλαγγας, ἀλλὰ γὰρ καὶ τοὺς κατὰ καιρὸν ἀνταίροντας καὶ τοὺς τοῖς ἀνταίρουσιν αὐτῷ συνασπίζοντας. Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ. {Κυρίλλου.} Χρὴ γὰρ εἶναι σοφοὺς καὶ τῶν συμφερόντων ἐπιστήμονας, τοὺς ἐθέλοντας δουλεύειν Θεῷ, καὶ νῷ διεγηγερμένους πρὸς τοὺς χρωμένους, καὶ διαδιδράσκειν ἐθέλοντας τοῦ παρόντος βίου τὸν κλύδωνα. Ὥσπερ γὰρ τὰ πλοῖα πηδαλίων μὲν ὄντων αὐτοῖς, κατ' εὐθὺ φέρεται τοῦ σκοποῦ, καὶ τὰς τῶν κυμάτων διαφεύγει προσβολὰς, κἂν ἀγριαίνῃ ποτὲ κατ' αὐτῶν ἡ θάλασσα· πηδαλίων δὲ οὐκ ὄντων, τῇδε κἀκεῖσε διαῤῥίπτεται ῥᾳδίως, καὶ καταμεθύει ταῖς πλάναις, καὶ λίθοις καὶ πέτραις προσβάλλοντα συνθραύεται· οὕτω καὶ ἀνθρώπου ψυχὴ, ἀγαθαῖς μὲν φρεσὶ διοικουμένη, διαφεύξεται ῥᾳδίως τὸν χειμάζοντα Σατανᾶν· ἀπράκτους δὲ οὕτως ἀποφαίνει καὶ τὰς τῶν ἐπιβουλευόντων αὐτῇ κακουργίας. Καρδία δὲ οὐκ ἔχουσα σοφίαν, χαλεπὸν ὑπομένει τὸ ναυάγιον.

Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, κ.τ.λ. {Κυρίλλου.} Καὶ ἤρεσε, φησὶν, ἐνώπιον Κυρίου ὅτι ᾐτήσατο Σολομὼν τὸ ῥῆμα τοῦτο· ἐπῃνέθη μὲν οὐ μετρίως, ἠξιώθη δὲ τοῦ χαρίσματος. Κατένευσε γὰρ αὐτῷ πλουσιόδωρος ὢν ὁ τῶν ὅλων ∆εσπότης· ἐπινεύει γὰρ ὁ Θεὸς προθύμως τοῖς αἰτοῦσι καλῶς. ∆ῶρον γὰρ ἀληθῶς ἐξαίρετον παρὰ Θεοῦ σοφία τέ ἐστι καὶ σύνεσις· τοῖς οὕτω λαμπροῖς ξενίοις καταφαιδρύνεται καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις, καὶ τῶν ἄνω καὶ ἐν οὐρανοῖς πνευμάτων ἡ μακαρία πληθύς. Τί γὰρ ἂν γένοιτο κτῆμα ψυχῆς ἕτερον παρὰ τοῦτο; Ἆρα χρυσὸς καὶ ἄργυρος; Ἀλλὰ τοῦτό ἐστιν οὐδὲν πρὸς ἡμᾶς, ὅτι καὶ πρόσκαιρά ἐστι καὶ παραλυόμενα καὶ εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα τὴν ἀνθρώπου ψυχήν. Κτῆμα δὴ οὖν τίμιόν τε καὶ ἐπέραστον ἀληθῶς τῇ ἀνθρώπου ψυχῇ σοφία καὶ γνῶσις, ἡ περὶ Θεοῦ δηλονότι. Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον, κ.τ.λ. {Κυρίλλου.} ∆ιδάσκων ἡμᾶς τίνα μὲν αἰτεῖν χρὴ, τίνα δὲ ὡς ἐν προσθήκης μέρει λαμβάνειν· αἰτήσαντι γὰρ καλῶς τὴν σοφίαν, μετὰ δοῦναι ταύτην, τἄλλα πάντα προστέθεικεν. Ἐπείπερ αὐτός ἐστιν ὁ ἐν Εὐαγγελίοις εἰπών· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον. {Κυρίλλου.} Καὶ ἔστωσαν, φησὶν, οἱ ὀφθαλμοί σου, καὶ τὰ ὦτά σου ἠνεῳγμένα. Εἰ δὲ μορίων, ἤτοι μελῶν, ἡ θεία μέμνηται Γραφὴ πρὸς ἡμᾶς λαλοῦσα περὶ τοῦ Θεοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. Αἰτία τοίνυν καὶ πρόφασις ἀληθῶς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον Γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία· ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ. Καὶ οὐκ ἧν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ. Ἡ δὲ βασίλισσα Σαβὰ, κ.τ.λ. Κυρίλλου, ἐκ τοῦ εἰς τὸν κατὰ Λουκᾶν. Γυνὴ βάρβαρος, μακρῶν αὐτὴν εἰργόντων διαστημάτων, ὄκνου γέγονε κρείττων, οὐχ ἵνα χρημάτων ποιήσηται συλλογὴν, ἀλλ' ἵνα ἀκούσῃ τὴν σοφίαν Σολομῶντος, παραβολὰς λαλοῦντος καὶ αἰνίγματα, καὶ ἀνθρωπίνων ἠθῶν ὑπογράφοντος κάλλη τε καὶ ψόγους. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ. {Κυρίλλου.} Καὶ τί ἂν γένοιτο τῶν οὕτως ἐκτόπων πλημμελημάτων τὸ δυσαχθέστερον, τιμῆς καὶ ἀγάπης τῆς εἰς ἕνα καὶ φύσει Θεὸν ἀξίωμα ταῖς τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀναπλάττειν καὶ ξύλοις, καὶ τούτοις οἰκοδομεῖν ναούς; Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομὼν, κ.τ.λ. {Κυρίλλου.} Τί δὲ ἧν ἄρα τὸ ἐνταλθὲν αὐτῷ τε καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ἀνδράσι μὴ κηδεύειν ἀλλογενέσιν; Ἔφη γὰρ, ὅτι Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ· καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις. Ἀμνημονήσας τοίνυν τῆς τοιαύτης ἐντολῆς, ταῖς τῶν ἀλλοφύλων συνεπλέκετο θυγατράσιν. Ἐπειδὴ τοίνυν, φησὶ, δι' οὐδενὸς ἐποίησας λόγου τὴν δοθεῖσαν ἐντολὴν, κατολισθήσας πρὸς ἀπόστασιν τοῖς τῶν ἀλλοφύλων λελάτρευκας θεοῖς, καὶ δούλην ἐμὴν τὴν κτίσιν οὖσαν εἰδὼς, τὴν ἐμὴν καὶ μόνην πρεπωδεστάτην ἐκνενέμηκας αὐτῇ τιμήν τε καὶ δόξαν, κἀγὼ τὴν σὴν διαῤῥήξω βασιλείαν, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου, ἴν' ὃ πεποίηκας, μάθῃς ἐξ αὐτοῦ τοῦ συμβεβηκότος.

Ἐπειδὴ γὰρ ταῖς εἰς γυναῖκας ἐπιθυμίαις ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομὼν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν, τὴν τοῦ Θεοῦ βασιλείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν· ταύτῃτοι καὶ μάλα εἰκότως διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν προφήτῃ γεγραμμένον Ἰεζεκιήλ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται σοι εἰς κεφαλήν σου. Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις.9

]

{Κυρίλλου} Πρόξενος [cod. πρόξενον ὀλέθρου γέγονε τοῖς ἐξ Ἰσραὴλ Ἱεροβοὰμ, τὸ ἀνθελέσθαι τὴν τῶν ἀνθρώπων βασιλείαν δεικνὺς, καὶ ἀποφοιτῆσαι τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν. Ἰδοὺ γὰρ ὁ Ἱεροβοὰμ ἐμὲ τὸν ∆εσπότην παρώργισε καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς ἀξίωμα περιθείς. Καὶ πάλιν· Ἐπενόησεν ἐν ἀρχαῖς Ἱεροβοὰμ τὰς δαμάλεις, καὶ πληροῦν ἐκέλευσεν ἐπ' αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν' ἔχοι μὲν αὐτὸς τὴν βασιλείαν ἀσφαλῶς, ἀποστερεῖ δὲ ὥσπερ τῶν ἰδίων Θεόν [ξοδ. Θεός]. Καὶ ἀμπελὼν εἶς ἦν τῷ Ναβουθαί. {Κυρίλλου.} Ἀμπελῶνα νοεῖν τὸν Ἰσραὴλ Ἡσαΐας ἡμῖν ὑποτίθεται. Ἀλλ' οἱ τούτου ἡγούμενοι, ὧν φέρει

Fragmenta in libros Regum to Fragmenta in libros Regum

τύπον ὁ Ἀχαὰβ, ἐπεθύμουν αὐτὸν ἔχειν, ἀλλ' οὐκ ἔπειθον καταπροδοῦναι σφίσιν τὸν τοῦ πατρὸς ἐξαίρετον ἀμπελῶνα, ἵνα καὶ εἰς κῆπον αὐτὸν λαχανίας μετασκευάσωσι, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, καὶ ποτίζοντες αὐτὸν ἀνατροπὴν θολεράν. Εἶτα τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; ∆όλῳ μέτεισι τὸν δίκαιον Ναβουθαὶ, τουτέστι τὸν ἐρχόμενον. Ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. Θεὸς ὀρέων Θεὸς Ἰσραήλ. {Κυρίλλου.} Ὤοντο γὰρ ὅτι νενικήκασιν οἱ ἐξ Ἰσραὴλ, μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ· ἡττήμεθα δὴ οὖν, φησὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ. Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ κατὰ φύσιν Θεὸν ἀθυροστομία δεινή. Οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων καὶ σφόδρα εἰκότως ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε· Πάταξόν με. {Κυρίλλου.} Ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφήτην παραιτούμενος, ἐλεεινῶς ἀνῃρέθη, δεινῷ θηρίῳ περιπεσών; Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς ἦν εὐλαβείας καρπὸς τὸ καταπαίειν μὴ ἀποτολμᾷν ἅγιον καὶ προφήτην; Ἀλλ' ἐν λόγῳ Κυρίου καὶ δυσδιάφυκτον ἔγκλημα γέγονεν παρακοή. Οὕτως δυσδιάφυκτον ἔγκλημα τὸ ποιεῖν τι παρὰ τὸ δοκοῦν τῷ Θεῷ ἢ τὸ μὴ ἀμελ[λ]ητὶ ποιεῖν τὰ παρ' αὐτοῦ προσταττόμενα Οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ. Τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν, ἢ καὶ ἑλέσθαι φρονεῖν, ὑπεροψίας ἔγκλημα φέρει· μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν, ὡς οὐκ ὀρθῶς ἔσθ' ὄτε βουλευσαμένῳ Θεῷ.

ΒΙΒΛΟΣ ∆ʹ.

Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, κ.τ.λ. {Κυρίλλου.} Τοῦτο καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις φησί· Μὴ βαστάσητε βαλάντιον μηδὲ πήραν ἢ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Χρὴ γὰρ εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν· ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις, καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῆ δαπανᾷν οὐκ ἐπ' ἀναγκαίοις πράγμασι, μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν.

Fragmenta in libros Regum to Fragmenta in libros Regum

Καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν. {Κυρίλλου.} Οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν κατῳκηκότες γῆν, καὶ τέκνων που τάχα γεγόνασι πατέρες· καὶ τοῖς Ἰουδαίων ἤθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες. Ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσέσερ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διά τοι τοῦτον καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν. Ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. {Κυρίλλου.} Προβέβηκε δὲ δόξης τε καὶ ὁμοῦ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσοικούντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλούς. Καὶ μετ' ὀλίγα· Εἶτα πέπονθέ τι τῶν ἀνθρωπίνων· ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικημένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. Ὠήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπεχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι νεὼν, αὐτὸς δὲ δι' ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ, καὶ πληροῦν ἐννόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἧν ἀτιμώτατος· μιαρὸς γὰρ κατὰ τὸν νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχημένος. Ποῦ ἔστιν ὁ Θεὸς Αἰμάθ; κ.τ.λ. Ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; {Κυρίλλου.} Ὠήθη γὰρ ἴσως ὁ βάρβαρος ἔχων μετὰ τοῦ φρονήματος καὶ τὴν γλῶτταν, ὅτι καθ' ἕνα τῶν ψευδωνύμων θεῶν ἐστιν ὁ γῆς τε καὶ οὐρανοῦ δεσπότης καὶ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ἔθος δὴ εἶναι τοῖς οὐκ εἰδόσι Θεὸν κατακερτομεῖν ἔσθ' ὅτε τὴν τῶν ἁγίων ἐλπίδα· καὶ ὅτι οὐκ ἂν ῥυσθεῖεν παρὰ Θεοῦ λέγειν ἀποτολμᾷν. Οὐκ ἠγνόησε δὲ, ὅτι τοὺς μὲν ψευδωνύμους θεοὺς αἱ ἀνθρώπων εἰργάσαντο χεῖρες· ὁ δὲ φύσει τε καὶ ἀληθῶς, ὑπ' οὐδενὸς πεποίηται, παρήγαγε δὲ μᾶλλον αὐτὸς εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ.Ἥλω οὖν Σαμάρεια, Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, κἂν μηδεὶς τῶν παρ' Ἕλλησι λεγομένων θεῶν σέσωκε τὴν ἑαυτοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν, τὸν ἀληθῶς καὶ φύσει ὅντα καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης διέλαχον τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον ὁ δὲ κατεξουσιάζει τῶν ὅλων, τῶν δυνάμεων ὑπάρχων Κύριος. ∆ιέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. {Κυρίλλου.} Ὁρᾷς ὅπως, ἀμελήσας τῶν καθ' ἑαυτὸν, λυπεῖται διὰ Θεὸν, καὶ ζητεῖ τὴν ἐκδίκησιν; ∆ιέῤῥηξε, φησὶ, τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Κυρίου

Καὶ ποία Fragmenta in libros Regum to Fragmenta in libros Regum

τις ἦν ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις τοῦτο δρᾷν· ὅπερ καὶ ἐν τοῖς Εὐαγγελίοις ὑπὸ Καϊάφα γεγενῆσθαι ἱστόρηται. Ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ. {Κυρίλλου.} Αὐτοῦ, τίνος; Τοῦ Λιβάνου, ἤτοι τῆς Ἰουδαίας. Ὕψος δὲ κέδρου τὴν παρ' αὐτοῖς βασιλείαν φησί. Εμελλε γὰρ τῆς Ἐζεκίου βασιλείας εἰς ὕψος αἴρεσθαι τὰ αὐχήματα. Καὶ θήσω, φησὶ, τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου, καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου. {Κυρίλλου.} Πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾷν. Πλὴν εἰ καὶ μὴ συναπήλαυσε τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι' ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως γοῦν τοὺς αὐτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας, ἐπὶ τῆς οἰκείας γενόμενος γῆς.

Καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμέ. {Κυρίλλου.} Τοῦτο γὰρ Θεῷ ὄντι πρέπει. ∆ιὸ ταῦτα πράξω δι' ἐμὲ, ἀλλ' οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοηθουμένους. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας. {Κυρίλλου.} Καὶ λέλυται μὲν ὁ πόλεμος, φεύγουσι δὲ μετὰ τῶν κινδύνων αἱ ἀπειλαί· ὡς ἐντεῦθεν τοὺς τῆς Ἱερουσαλὴμ οἰκήτορας ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ μεγάλα χαίροντας λέγειν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Ὅρα τῶν πραγμάτων τὴν ἀντιστροφήν· νόησον ἀκριβῶς ὃ λέγει· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Μέγας ἦν ὁ κοπετὸς διὰ τὸ πλῆθος τῶν πολεμούντων· μεγάλη γέγονεν ἡ χαρὰ διὰ τὸ πλῆθος τῶν πεπτωκότων.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία