2.1.306 ἡμῶν λοιδορίαν ἐκπτύων. 20τὸ γάρ τοι20, φησί, 20τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρω πίνην ἐπίνοιαν, ψυχῆς ἔργον τὸν μὲν ἐρρωμένον νοῦν κατὰ δίκην παρῃρημένης, ἀρρώστῳ δὲ δια νοίᾳ καὶ πεφωρημένῃ τινὶ συνηθείᾳ τοὺς τοῦ κυρίου λόγους ἐπισκοπούσης20. βαβαὶ τῆς διαλε κτικῆς ἀποδείξεως, ὡς τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὸν 2.1.307 σκοπὸν συμπεραίνεται. τίς ἂν ἔτι συσταίη τῷ κατ' ἐπί νοιαν λόγῳ, τοσαύτης ὀσμῆς ἐκ τοῦ στόματος αὐτοῦ τοῖς ἐπιχειροῦσί τι λέγειν προχεομένης; ἆρ' οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως, ὡς ἂν μὴ καὶ καθ' ἡμῶν τὴν ἀμάραν ταύτην τῆς λοιδορίας 2.1.308 ὑποκινήσειεν; ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπιώδεις παραφροσύνας ἀντιτραχύνεσθαι; οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ κεχρῆσθαι πρὸς τὸ δοκοῦν τῷ τρόπῳ. ἐπανα ληπτέον δὲ τὸν ἐκείνου λόγον, ὡς ἂν κἀκεῖθεν γένοιτο συμμαχία πρὸς τὴν ἀλήθειαν. 2.1.309 20Ἀναλογίας20 ἐμνήσθη καὶ τὴν ἐκ ταύτης ὁμω νυμίαν ἐνόησε. πόθεν ταῦτα μαθὼν καὶ παρὰ τίνος τὰ ῥήματα; Μωϋσῆς οὐκ εἶπε, προφητῶν καὶ ἀποστόλων οὐκ ἤκουσεν, εὐαγγελισταὶ τὰς τοιαύτας φωνὰς σεσιγήκασιν· οὐδεμιᾶς ἔστι γραφῆς ταῦτα διδασκούσης μαθεῖν. πόθεν οὖν αὐτῷ τὸ οὕτως εἰπεῖν; ἆρ' οὐχὶ τῆς τοῦ εἰπόντος δια νοίας εὕρημα ὁ τοιοῦτος λόγος ἐστὶν ὁ τὴν ποιὰν τοῦ νοή ματος σημασίαν ἀναλογίαν προσαγορεύων; πῶς οὖν οὐ συνίησιν οἷς πολεμεῖ, τούτοις συμμάχοις πρὸς τὸν πόλεμον 2.1.310 χρώμενος; πολεμεῖ δὲ τῷ κατ' ἐπίνοιαν λόγῳ αὐτὸς διὰ τῶν τῆς ἐπινοίας λόγων τὸ μὴ δεῖν κατ' ἐπίνοιάν τι λέγειν κατασκευάζων. ἀλλ' 20οὐδείς20, φησί, 20τοῦτο τῶν ἁγίων ἐδίδαξεν20. σὺ δὲ εἰς τίνα τῶν ἀρχαίων ἀναφέρειν ἔχεις τὴν τῆς 20ἀγεννησίας20 φωνὴν καὶ ὅτι αὐτῆς κατηγορεῖται τὸ ὄνομα τοῦ θεοῦ τῆς οὐσίας, 20μᾶλλον δὲ αὐτό ἐστι 2.1.311 τὸ ἀγέννητον ἡ οὐσία20; ἢ σοὶ μὲν ἔξεστιν ἐν οἷς ἂν μέλλῃ τι τῶν ἀσεβῶν συμπεραίνεσθαι καινοτομεῖν τε καὶ παρευρίσκειν τὰς ἀρεσκούσας φωνάς, εἰ δέ τι πρὸς τὴν τῆς ἀσεβείας καθαίρεσιν παρ' ἑτέρου λέγοιτο, παραιρεῖσθαι τῆς ἐξουσίας τὸν ἀντιλέγοντα; μεγάλης τἂν εἴης τυραννίδος ἐπειλημμένος, εἰ ταύτην σεαυτῷ τὴν ἐξουσίαν κρατύνειας, ὡς ἅπερ ἐπὶ τῶν ἄλλων κωλύεις, σοὶ ταῦτα ποιεῖν ἐξεῖναι μόνῳ καὶ ἅπερ αὐτὸς κατ' ἐξουσίαν τολμᾷς, τούτων ἀπείρ 2.1.312 γειν τοὺς ἄλλους. διὰ προστάγματος ἀθετεῖς τὸ κατ' ἐπί νοιαν ἐπιλέγεσθαι ταῦτα τῷ Χριστῷ τὰ ὀνόματα, ὅτι μηδεὶς τῶν ἁγίων τὸ δεῖν οὕτω λέγεσθαι διετάξατο. πῶς οὖν τῇ τοῦ 20ἀγεννήτου20 φωνῇ νομοθετεῖς τὴν θείαν οὐσίαν χα ρακτηρίζεσθαι, ἣν οὐδεὶς τῶν ἁγίων παραδεδωκὼς ἐπιδεί κνυται; εἰ γὰρ οὗτος ὅρος τῆς τῶν ῥημάτων ὀρθότητος, τὸ μόνον ἐκεῖνα φθέγγεσθαι, ἅπερ ἂν ὁ θεόπνευστος λόγος τῆς γραφῆς ὑφηγήσηται, ἐξαλειπτέον ἂν εἴη τῶν συγγραμ μάτων σου τὸ 20ἀγέννητον20, μηδενὸς τῶν ἁγίων τὴν φωνὴν 2.1.313 ταύτην 20θεσμοθετήσαντος20. ἀλλὰ διὰ τὸν ἐγκείμενον 2.1.313 τῷ προσρήματι τούτῳ νοῦν παραδέχῃ τὴν λέξιν. καὶ ἡμεῖς ὡσαύτως διὰ τὴν ἐγκειμένην ἔννοιαν τὴν φωνὴν τῆς ἐπι νοίας παρεδεξάμεθα. οὐκοῦν ἢ τὰ δύο τῆς χρήσεως ἐξαι ρήσομεν ἢ οὐθέτερον, ὅ τι δ' ἂν γένηται τούτων, δι' ἑκα τέρων νικήσομεν. σιωπηθείσης μὲν γὰρ καθόλου τῆς 20ἀγεννησίας20, πᾶσα συγκατεσβέσθη τῶν ἐναντίων κατὰ τῆς ἀληθείας φωνὴ καὶ <ἡ> πρέπουσα τῷ μονογενεῖ θεῷ δόξα παρὰ πάντων ἐκλάμψει, μηδενὸς ὄντος ὀνόματος τοῦ ἐξ ἀντιδιαιρέσεως τὸ μεγαλεῖον τοῦ κυρίου κατασμικρύνοντος. 2.1.314 εἰ δὲ μένοι ἀμφότερα, καὶ οὕτως ἐπικρατήσει μεθ' ἡμῶν ἡ ἀλήθεια, εἰς τὴν ἐπίνοιαν ἐκ τῆς οὐσίας μετατεθέντος τοῦ τῆς 20ἀγεννησίας20 ὀνόματος. ἀλλ' ἕως οὐκ ἐξαιρεῖ τῶν ἰδίων λόγων τὴν τοῦ ἀγεννήτου φωνήν, νουθετησάτω ἑαυτὸν ὁ καθ' ἡμᾶς Φαρισαῖος μὴ πρότερον πρὸς τὸ ἡμέτερον διαβλέπειν κάρφος, πρὶν τὴν ἐγκειμένην αὐτῷ δοκὸν ἀπο βαλεῖν τῶν ὀμμάτων. 2.1.315 20Ἀλλ' ὁ θεός20, φησί, 20καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμά των ἰσομοιρίας, καὶ τοῖς κυριωτάτοις τῶν εὐτελεστάτων, μὴ συμμεταφερομένης ὑπὸ τῶν ὀνομάτων τῆς φυσικῆς εὐτελείας20. ταῦτα κατ' αὐτὴν εἴρηται τὴν λέξιν· οὕτω παρ' αὐτῶν ὡς παρ' ἡμῶν ἀναγέγραπται. εἰ μέν τινα κατὰ τὸ βάθος ἐγκεκρυμμένην ἔχει διάνοιαν τὴν ἡμᾶς διαφεύγουσαν, λεγόντων οἱ κατει ληφότες τὰ πόρρω τῆς ἡμετέρας ἐπόψεως, οἱ μεμυημένοι 2.1.316 παρ' αὐτοῦ τὴν ἐσωτερικήν τε καὶ ἀπόρρητον μύησιν· εἰ δὲ πλέον οὐδὲν τῶν ἐκ τοῦ προχείρου νοουμένων διερμη νεύουσιν, οὐκ οἶδα ποτέρους ἄν τις ἐλεεινοτέρους τῶν ἑτέ ρων λογίσαιτο, τοὺς τὰ τοιαῦτα λέγοντας ἢ τοὺς τὰς ἀκοὰς τοῖς τοιούτοις ὑπέχοντας. 20τοῖς ἀσθενεστάτοις20, φησί, 20τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας20. οὐκοῦν σκοπήσωμεν τὴν τῶν εἰρημένων διά 2.1.317 νοιαν. τὰ ἀσθενέστατα, φησί, ψιλῆς ἀξιοῦται τῆς τῶν τιμίων προσηγορίας, οὐκ ὄντα τὴν φύσιν ἅπερ κατονομάζεται, καὶ τοῦτο ἔργον εἶναι λέγει θεοῦ, τὸ διαψεύδεσθαι τῇ τι μιωτέρᾳ κλήσει τὴν χείρονα φύσιν. καὶ τὸ ἔμπαλιν τὰς ἀτιμοτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχουσι τὸν θεὸν ἐφαρμόζειν λέγει, μὴ συμμετατιθεμένης τῇ κλήσει τῆς φύ 2.1.318 σεως. ὡς δ' ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ' αὐτῶν δειχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον ἀκόλαστον λέγοι ἢ ἀναστρέψας τὸν ἴσῃ κακίᾳ διαβεβλημένον ἀγαθὸν εἴποι καὶ κόσμιον, ἆρα σωφρονεῖν ὁ τοιοῦτος ἤ τινα τῆς ἀληθείας ἔχειν φροντίδα παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται, ἐπηλ λαγμένας πρὸς τοὐναντίον τὰς προσηγορίας ποιούμενος, μὴ συμμαρτυρούσης τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; 2.1.319 ἐγὼ μὲν οὐκ οἶμαι. ταῦτα τοίνυν παρὰ τοῦ θεοῦ γίνεσθαί φησιν οὗτος, ἃ οὔτε ταῖς κοιναῖς τῶν ἐννοιῶν οὔτε ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνηθείᾳ μόνων τῶν ἐκ μέθης ἢ φρενίτιδος παραπαιόντων ἐστὶ τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα καὶ μὴ κατὰ τὸ σημαινόμενον ταῖς ἐπὶ τῶν πραγμάτων κεχρῆ σθαι φωναῖς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτω τύχῃ, τὸν ἄνθρωπον, κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου προσηγορίαν. 2.1.320 ἡ δὲ θεία γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντίθεσθαι, ὥστε καὶ φανερῶς ἔστι τῆς προφητείας ἐπὶ τούτοις σχετλιαζούσης ἀκούειν. Ὁ λέγων, φησί, τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. πρὸς τί τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ θεῷ; εἰπάτωσαν οἱ μυσταγωγηθέντες παρ' αὐτοῦ τὰ ἀπόρρητα, τί 20τῶν περὶ γῆν ἀσθενέστατον20 κρίνουσιν, ὃ 20ταῖς τιμιωτάταις20 2.1.321 τῶν ἐπωνυμιῶν παρὰ τοῦ θεοῦ σεμνύνεται. ἀσθενέστατα τῶν ὄντων τὰ τοιαῦτα τῶν ζῴων ἐστὶν οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν σύστασιν ἔχει, τιμιώτατον δὲ τῶν ὄντων ἀρετή τε καὶ ἁγιότης καὶ εἴ τι φίλον τῷ θεῷ. ἆρ' οὖν μυῖαι καὶ σκνῖπες καὶ βάτραχοι καὶ οἷς ἐκ κόπρου ἡ γέ νεσις, ταῦτα τῇ τοῦ ἁγίου καὶ τῇ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχει δὲ τῆς τῶν 20ἀξιωμάτων ἰσομοιρίας20, 2.1.322 καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ' οὔπω τὸ τοιοῦτον ἠκού σαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφυεστέραις τῶν προσηγοριῶν κατωνόμασται ἢ ὅτι τὸ μέγα τῇ φύσει καὶ τίμιον τῇ ἑνὸς τούτων καθυβρίσθη προσηγορίᾳ. δίκαιος ἦν ὁ Νῶε, φησὶν ἡ γραφή, πιστὸς Ἀβραὰμ καὶ πραῢς Μωϋσῆς καὶ σοφὸς ∆ανιὴλ καὶ σώφρων ὁ Ἰωσὴφ καὶ ἄμεμπτος ὁ Ἰὼβ καὶ μακροθυμίαν κατωρθωκὼς ὁ ∆αβίδ. 2.1.323 εἰπάτωσαν τοίνυν, εἴ πη τούτων ἕκαστος ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χεῖρον μαρ τυρουμένων οἷον Νάβαλ ὁ Καρμήλιος καὶ Φαραὼ ὁ Αἰ γύπτιος καὶ Ἀβιμέλεχ ὁ ἀλλόφυλος καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν παρὰ τῆς θείας φωνῆς ἐτιμήθησαν. οὐκ ἔστι ταῦτα, ἀλλ' ὡς ἔχει φύσεως τε καὶ ἀληθείας, οὕτω τὰ ὄντα παρὰ τοῦ θεοῦ κρίνεται τε καὶ λέγεται, οὐκ ἐναντίως τοῖς οὖσιν ὀνο μαζόμενα, ἀλλ' ὡς ἂν μάλιστα καταφανῆ γένοιτο τὰ ση μαινόμενα ταῖς οἰκείαις προσηγορίαις ἐξαγγελλόμενα. 2.1.324 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ 20τῆς πεφωρη μένης συνηθείας20 κατήγορος, ὁ τοὺς 20παρῃρημέ νους ἐν δίκῃ τὸν λογισμὸν20 διασύρων, ταῦτα γινώ σκειν περὶ τῆς θείας ὑποτίθεται φύσεως, ταύτας περὶ θεοῦ τὰς δόξας ἐκτίθεται ὡς κατειρωνευομένου τῶν πραγμάτων ταῖς ψευδωνύμοις φωναῖς καὶ 20τοῖς ἀσθενεστάτοις τὰς τιμιωτάτας20 χαριζομένου προσηγορίας, ἀντιφθεγγο μένης ταῖς προσηγορίαις τῆς φύσεως, καὶ τὰ τίμια καθυ 2.1.325 βρίζοντος τῇ πρὸς τὰ φαῦλα τῶν ὄντων ὁμωνυμίᾳ. καὶ ἄνθρωπος μέν τις τῶν πρὸς ἀρετὴν βλεπόντων ἔξω τι τῆς ἀληθείας καὶ ἀκουσίως πολλάκις παρενεχθεὶς ὑπ' αἰδοῦς καταδύεται, θεῷ δὲ πρέπουσαν ἡγεῖται τιμὴν τὸ φανῆναι διαψευδόμενον ταῖς ἐπωνυμίαις τὰ πράγματα; οὐ ταῦτα μαρτυροῦσιν αἱ προφητεῖαι τῇ θείᾳ φύσει. Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, φησὶν ὁ ∆αβίδ. πῶς οὖν ἀληθινὸς ὁ τῶν πραγμάτων καταψευδόμενος καὶ ὑπαλλάσσων ἐν ταῖς τῶν ὀνομάτων ἐμφάσεσι τὴν ἀλήθειαν; Εὐθὴς κύριος 2.1.326 ὁ θεός, παρὰ τοῦ αὐτοῦ πάλιν προσαγορεύεται. ἆρ' οὖν εὐθύτητός ἐστι τὸ σεμνύνειν ἐν τοῖς τιμιωτάτοις τῶν ὀνο μάτων τὰ ἄτιμα καὶ τὴν ἐπωνυμίαν διδόντα ψιλὴν τῆς ἐμ φαινομένης ἀξίας τῷ ῥήματι βασκαίνειν τῷ μετειληφότι τῆς κλήσεως; αὕτη τῶν θεολόγων τούτων ἡ περὶ τοῦ νέου θεοῦ μαρτυρία· τοῦτο τῆς πολυθρυλήτου διαλεκτικῆς ἀγχινοίας τὸ πέρας, τὸ δεῖξαι τὸν θεὸν αὐτὸν καὶ ταῖς ἀπάταις ἐπι τερπόμενον καὶ τοῦ κατὰ τὸν φθόνον πάθους οὐ καθα 2.1.327 ρεύοντα. ἀπάτης μὲν γάρ ἐστι τὸ μὴ ὡς ἔχει φύσεώς τε καὶ ἀξίας τὰ ἀσθενῆ τῶν πραγμάτων κατονομάζειν, ἀλλ' ἐκ τῶν ὑπερεχόντων τὰς ἐπωνυμίας αὐτοῖς μάτην χαρίζεσθαι, μὴ συμμετατιθέντα τῇ κλήσει τῶν κατονομαζομένων τὴν δύναμιν· φθόνου δὲ τὸ δυνάμενον τὴν τιμιωτέραν λῆξιν τοῖς πρὸς τὸ κρεῖττον ὀνομασθεῖσι χαρίζεσθαι ὀκνεῖν τὴν χάριν, οἱονεὶ ζημίαν ἰδίαν κρίνοντα τὴν τῶν ἀσθενῶν εὐπραγίαν. 2.1.328 ἀλλ' ἐγὼ συμβουλεύσαιμ' ἂν τοῖς γε νοῦν ἔχουσι, κἂν ὁ τῶν Γνωστικῶν τούτων θεὸς τοιοῦτος εἶναι ὑπὸ τῆς τῶν συλλογισμῶν βίας καταναγκάζηται, μὴ οὕτω καὶ τὸν ἀλη θινὸν θεόν, τὸν μονογενῆ θεὸν οἴεσθαι, ἀλλὰ πρὸς τὴν ἀλήθειαν τῶν ὑποκειμένων ὁρᾶν καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ προσμαρτυρεῖν καὶ ἐκ τῶν πραγμάτων κατονομάζειν. ∆εῦτε; φησίν, οἱ εὐλογημένοι, καὶ Πορεύεσθε οἱ κατηραμένοι, οὔτε τὸν κατάρας ἄξιον τῷ τῆς εὐλογίας τιμήσας ὀνόματι οὔτε τὸ ἔμπαλιν τὸν τὴν εὐλογίαν ἑαυτῷ θησαυρίσαντα μετὰ τῶν ἐξαγίστων ἀποπεμψάμενος. 2.1.329 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ; μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλιστα δόξειεν εἰς πλάτος ἐκτείνειν τὸν λόγον, ἀδιανοήτοις τισὶν ἐμβατταρίζων τὴν φλυαρίαν ἐξέτεινεν. ἀλλ' ἔχει τι καὶ τὸ 2.1.330 ἀνόητον τῶν εἰρημένων ὡς πρὸς τὴν αἵρεσιν ὕποπτον. τὸ γὰρ εἰπεῖν 20τὰ τιμιώτατα τῶν ὀνομάτων καὶ τοῖς ἀσθενεστάτοις20 ἐπιλέγεσθαι, κἂν μὴ ἰσομοιροῦντα τύχῃ κατὰ τὴν φύσιν τοῦ ἀξιώματος, κατασκευή τίς ἐστιν αὐτῷ κατὰ τὸ λεληθὸς τῇ βλασφημίᾳ τὴν ἀκολουθίαν ὑπευτρε πίζουσα· ὡς ἂν τοῦτο παρ' αὐτοῦ μάθοιεν οἱ τὰ ἐκείνου μανθάνοντες, ὅτι κἂν θεὸς ὁ μονογενὴς ὀνομάζηται καὶ σοφία καὶ δύναμις καὶ φῶς καὶ ἀλήθεια καὶ κριτὴς καὶ βασιλεὺς καὶ ἐπὶ πάντων θεὸς καὶ μέγας θεὸς καὶ ἄρχων εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος καὶ πάντα τὰ 2.1.331 τοιαῦτα, μέχρις ὀνόματος μόνον ἐστὶν ἡ τιμή. οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς ∆ανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδωλα πλάνην, ὡς ἂν μὴ τὸν χαλκὸν ἢ τὸν δράκοντα σέβοιεν, τὸ ὄνομα τοῦ θεοῦ τὸ παρὰ τῶν ματαίων αὐτοῖς ἐπιπεφημισμένον αἰδούμενοι, καὶ σαφῶς δι' ὧν ἐποίησεν ἔδειξεν ὅτι οὐ συμ βαίνει τὸ ὑψηλὸν τῆς θεότητος ὄνομα πρός τε τὸ ἑρπετὸν θηρίον καὶ πρὸς τὸ σχῆμα ᾧ ὁ χαλκὸς ἐτετύπωτο, ταῦτα πρὸς τὸ ἐναντίον καὶ ὁ ἐχθρὸς τοῦ θεοῦ ἐπὶ τοῦ μονο γενοῦς θεοῦ κατασκευάζειν διὰ τῶν δογμάτων φιλονεικεῖ, τοῦτο βοῶν διὰ πάσης τῆς προκειμένης αὐτῷ ῥήσεως ὅτι μὴ πρὸς τὰ ὀνόματα τοῦ κυρίου βλέπετε ὧν μετείληφεν, ὡς ἐκ τούτων τὸ ἄφραστον αὐτοῦ καὶ ὑψηλὸν τῆς οὐσίας λογίζεσθαι· πολλὰ γὰρ καὶ ἄλλα τῶν ἀσθενεστάτων ταῖς ὑπερεχούσαις ἐπωνυμίαις τετίμηται, ὧν ἡ μὲν κλῆσις τὸ ὑψηλὸν ἔχει, ἡ δὲ φύσις πρὸς τὸ μεγαλεῖον τῆς προσηγορίας 2.1.332 οὐκ ἐξαλλάσσεται. διὰ τοῦτο λέγει μέχρις ὀνομάτων ψιλῶν γίνεσθαι παρὰ τοῦ θεοῦ τοῖς ὑποβεβηκόσι τὴν τῆς τιμῆς μετουσίαν, μὴ συνακολουθούσης τῇ κλήσει τῆς κατὰ τὴν ἀξίαν ἰσότητος, ὥστε πάντα περὶ τοῦ υἱοῦ μαθόντας, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, μέχρις ὀνόματος οἴεσθαι τὴν ἐν ταῖς φωναῖς τιμὴν προσμαρτυρεῖσθαι αὐτῷ, τῆς δὲ κατὰ τὴν ἀξίαν 20ἰσομοιρίας20 ἀμέτοχον εἶναι κατὰ τὴν ἐν τοῖς εἰρημένοις τεχνολογίαν. 2.1.333 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναίειν μοι δοκῶ τοὺς καθομιλοῦντας τῷ λόγῳ πρὸ τῆς <ὑπὲρ> τῶν καιριω τέρων μάχης. οὐκοῦν ταῦτα μέν, ὅπως ἂν ἔχῃ, τοῖς ἐπι στατικωτέροις τῶν ἀκροατῶν ἐατέον, ἡμῖν δὲ πρὸς τὰ προ 2.1.334 κείμενα μετενεκτέον τὸν λόγον. σιγάσθω δὲ καὶ τὸ προσ εχῶς τοῖς ἐξητασμένοις προσκείμενον ὅτι· 20ταῦτα μέντοι τοῦτον διατέτακται τὸν τρόπον, οὐ τῆς ἐπι νοίας τῶν ἀνθρώπων λαχούσης τὴν ἐξουσίαν τῶν ὀνομάτων20–τίς γὰρ τοῦτό φησι, τὸ μὴ κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν ἐξουσίᾳ πράγματος εἶναί τινος; μόνων γὰρ τῶν οἰκείᾳ τινὶ προαιρέσει διοικουμένων τὸ κατ' ἐξουσίαν τι πράττειν ἐστίν, ἡ δὲ ἐπίνοια τῆς ἡμε τέρας διανοίας ἐστὶν ἐνέργεια καὶ τῆς τῶν φθεγγομένων ἤρτηται προαιρέσεως, οὐ καθ' ἑαυτὴν ὑφεστῶσα, ἀλλ' ἐν τῇ 2.1.335 τῶν διαλεγομένων ὁρμῇ τὴν ὑπόστασιν ἔχουσα–20ἀλλ' αὐτοῦ20, φησί, 20τοῦ τὰ πάντα δημιουργήσαντος θεοῦ σχέσεως τε καὶ ἐνεργείας καὶ ἀναλογίας μέτροις καὶ νόμοις προσφυῶς ἑκάστῳ τῶν ὀνο μαζομένων τὰς προσηγορίας συναρμόζοντος20. ταῦτα δὲ ἢ καθόλου νοῦν οὐκ ἔχει ἢ ὑπεναντίως τοῖς προ εκτεθεῖσιν ἔχει. εἰ γὰρ προσφυῶς ἁρμόζειν τοῖς ὑποκει μένοις μαρτυρεῖ νῦν τῷ θεῷ τὰ ὀνόματα, πῶς ἐν τοῖς ἀνωτέροις κατασκευάζει τὸν θεὸν τοῖς ἀτίμοις τὰ ὑψηλότερα τῶν ὀνομάτων χαρίζεσθαι, μὴ συμμεταδιδόντα τῆς ἐμφαι νομένης τῇ σημασίᾳ τῶν ὀνομάτων ἀξίας, καὶ πάλιν τὰ μεγάλα κατὰ τὴν φύσιν καθυβρίζειν ταῖς ἀτίμοις φωναῖς, τῇ ταπεινότητι τῶν ῥημάτων οὐ συμμετατιθεμένης τῆς φύ 2.1.336 σεως; ἀλλ' ἀδικοῦμεν τάχα τὴν ἀδιανόητον αὐτοῦ ταύτην τῶν ῥημάτων συνθήκην ταῖς τοιαύταις κατηγορίαις ὑπά γοντες. ταῦτα γὰρ καθόλου πάσης ἐστὶ διανοίας ἀλλότρια, οὐ μόνον τῆς ὀρθῆς λέγω τῆς εἰς εὐσέβειαν, ἀλλ' οὐδ' ὁπωσοῦν μετέχοντά τινος λογισμοῦ τοῖς ἐξετάζειν ἀκριβῶς 2.1.337 ἐπισταμένοις εὑρίσκεται. ἐπεὶ οὖν καθ' ὁμοιότητα τῶν θα λασσίων πνευμόνων ὄγκον μέν τινα τὸ φαινόμενον ἔχειν δοκεῖ, ὁ δὲ ὄγκος φλέγμα ἐστὶ βδελυκτὸν μὲν ἰδεῖν, βδε λυκτότερον δὲ εἰς χεῖρας λαβεῖν, διὰ τοῦτο πρεπωδεστάτην πρὸς τὰ μάταια τὴν σιωπὴν κρίνων παραδραμοῦμαι τὰ εἰρημένα σιγῇ. τίνι γὰρ διοικεῖται νόμῳ ἐνέργειά τε καὶ ἀναλογία καὶ σχέσις καὶ τίς ὁ νομοθετῶν τῷ θεῷ τοὺς τῆς ἀναλογίας καὶ σχέσεως νόμους καὶ τρόπους, κρεῖττον ἂν εἴη μένειν ἀνεξέταστον ἢ διὰ τῆς περὶ ταῦτα σπουδῆς ναυτίαν τε ποιεῖν τοῖς ἀκούουσι καὶ ἀπάγειν τῶν σπουδαι οτέρων τὸν λόγον. 2.1.338 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογο γραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες· ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λόγον τοῖς εἰρημένοις ἐναπολῆξαι, μηδεμίαν ἐκ τῶν γεγραμμένων ὕλην εἰς ἐργασίαν εὑρίσκοντα. ὡς γάρ τις καπνὸς ἢ ὀμίχλη βαθύνει μὲν καὶ ἀναθολοῖ τὸν ἀέρα, ἐν ᾧπερ ἂν τὴν σύ στασιν λάβῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν κωλύει τὴν ὅρασιν, οὐ μὴν οὕτω καταπυκνοῦται πρὸς ἑαυτὴν ὡς καὶ δράξασθαι τὸν βουλόμενον καὶ περισχεῖν ταῖς παλάμαις καὶ ἀντιτυπῆσαι τῷ πλήττοντι, τοιοῦτόν τι καὶ περὶ τῆς σεμνῆς ταύτης λογογραφίας εἰπών τις οὐκ ἂν τῆς ἀληθοῦς 2.1.339 εἰκασίας ἁμάρτοι. πολὺς ὁ ὕθλος ἐν ὀγκώδει καὶ φλεγμαί νοντι λόγῳ πεπονημένος καὶ τῷ μὴ λίαν διορατικῷ τὴν ψυχὴν ὥσπερ ἀχλὺς τῷ πόρρωθεν βλέποντι σύστασιν ἔχειν τινὰ καὶ φαντασίαν δοκεῖ· εἰ δέ τις κατ' αὐτὸν γένοιτο καὶ τῇ ἐξεταστικῇ διανοίᾳ τῶν εἰρημένων ἐφάπτοιτο, καπνοῦ δίκην διαρρεῖ <ὑπὸ> τῆς λαβῆς τὰ νοήματα καὶ εἰς τὸ μὴ ὂν διασκίδναται καὶ οὐ δέχεται διά τινος στερρότητος καὶ 2.1.340 ἀντιτυπίας τὸν πλήττοντα λόγον. τί οὖν χρὴ πράττειν, ἄπορον· εὐσυκοφάντητος γὰρ πρὸς ἑκάτερον παρὰ τοῖς φιλ αιτίοις ἡ αἵρεσις, εἴτε καθάπερ τινὰ φάραγγα διαπηδή σαντες τὴν κενοφωνίαν ἐπὶ τὰ πρανῆ καὶ ἐπίδρομα τὸν λόγον εὐθύνωμεν, τοῖς δοκοῦσί τινα κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν συσταθέντες διὰ τῆς ἀντιρρήσεως, εἴτε καὶ πάσῃ συμπαρατείνωμεν τῇ φλυαρίᾳ τὴν πρὸς τὰ μάταια μάχην· οὕτω μὲν γὰρ ἐπαχθὴς ἔσται τοῖς ἀφιλοπόνοις ἡ σπουδὴ καὶ ἀνόνητος ἐν πολλαῖς ἐπῶν χιλιάσιν ἐπ' οὐδενὶ 2.1.341 χρησίμῳ μηκυνομένη. εἰ δὲ τῶν δοκούντων ἔχειν τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν μόνων ἀντιλαβοίμεθα, κατηγορίας ἀφορ μὴν τοῖς ὑπεναντίοις παρέξομεν ὡς παρεικότες τινὰ τῶν οὐ δεχομένων ἀντίρρησιν. ἐπειδὴ τοίνυν δύο προκειμένων ἡμῖν, τοῦ τε διὰ πάντων τὸν λόγον ἐλθεῖν καὶ τοῦ τοῖς ἀναγκαιοτέροις μόνοις ἐπιδραμεῖν, τὸ μὲν ἐπαχθὲς τοῖς ἀκούουσι, τὸ δὲ τοῖς διαβάλλουσιν ὕποπτον, καλῶς ἔχειν φημὶ μέσην τινὰ τραπόμενον ἐκφυγεῖν ἑκατέρωθεν ὡς οἷόν τε 2.1.342 τὸ ὑπαίτιον. τίς οὖν ἡ μέθοδος; πάντων τῶν κατὰ τὸ 2.1.342 μάταιον πεπονημένων αὐτῷ συντεμόντες ὡς οἷόν τε τὸν πολὺν συρφετὸν δι' ὀλίγων ἐπιδραμούμεθα κεφαλαιωδῶς τὰ νοήματα, ὡς μήτε τοῖς ἀνοήτοις ἐμβαθύνειν εἰκῆ μήτε τι τῶν εἰρημένων περιϊδεῖν ἀνεξέταστον. 2.1.343 Ἅπας τοίνυν ὁ λόγος αὐτῷ πρὸς ταύτην ἄσχολός ἐστι τὴν σπουδήν, δεῖξαι φιλονεικῶν ἀνθρωπικῶς τὸ θεῖον δια λεγόμενον καὶ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς αὐτὸν τοῖς οὖσι τὸν τῶν πραγμάτων δημιουργὸν ἐφαρμόζοντα. καὶ διὰ τοῦτο μαχόμενος πρὸς τὸν εἰπόντα τῆς λογικῆς εἶναι φύσεως, ἣν θεόθεν εἰλήφαμεν, τὰ τοιαῦτα τῶν ὀνομάτων, καὶ τῆς ἀληθείας διαμαρτάνειν φησὶ καὶ τῆς ἰδίας αὐτὸν μὴ κρατεῖν ὑποθέσεως καὶ ταύτην ἐπαγαγὼν τὴν μέμψιν 2.1.344 αὐτῷ τοιούτοις κέχρηται λογισμοῖς πρὸς ἀπόδειξιν. 20εἶπε20, φησίν, 20ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτο τέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέ τασιν ἐπίνοιαν λέγεσθαι20. καὶ τῇ τοιαύτῃ κατασκευῇ διελέγχει τὸν λόγον, ὡς οἴεται, ὅτι 20ἐν οἷς οὐκ ἔστι πρῶτον καὶ δεύτερον νόημα οὔτε λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, οὐκ ἂν ἔχοι20, 2.1.345 φησί, 20χώραν τὸ κατ' ἐπίνοιαν20. τέως μὲν οὖν καὶ τοῦτο δολερῶς ὑφαρπάσας παρὰ τῶν ἐχόντων ἀκοὴν φωρα θήσεται. οὐ γὰρ πάσης ἐπινοίας τοῦτον πεποίηται τὸν ὁρισμὸν ὁ διδάσκαλος ἡμῶν, ἀλλ' οἷον ἰδικήν τινα τῶν κατ' ἐπίνοιαν θεωρουμένων ὑποδιαίρεσιν ποιησάμενος, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπεισαγάγοι τῷ λόγῳ, τὸ μέρος τοῦτο διασαφήσας ἀφῆκε τοὺς νοῦν ἔχοντας ἐκ τοῦ μέρους τὸ 2.1.346 ὅλον ἐπιλογίζεσθαι. καὶ ὥσπερ κατὰ πλειόνων καὶ δια φερόντων τῷ εἴδει κατηγορεῖσθαί τις τὸ ζῷον εἰπὼν οὐκ ἂν ὡς διαμαρτὼν τῆς ἀληθείας διελεγχθείη ἰδίως τὸν ἄν θρωπον εἰς ὑπογραφὴν ἀγαγὼν οὐδ' ἄν τις αὐτὸν ὡς ἀπο σφαλέντα τοῦ ὄντος εὐθύνοιεν, εἰ μὴ κατὰ πτηνοῦ τε καὶ τετράποδος καὶ ἐνύδρου τὸν αὐτὸν ἀποδιδοίη λόγον, ὃν ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ἀπεφήνατο, οὕτω πολυσχιδῶς καὶ ποικίλως τοῦ κατ' ἐπίνοιαν θεωρουμένου λόγου οὐκ ἂν ἔλεγχος εἴη τὸ μὴ εἶναι κυρίως ἐκείνην ἐπίνοιαν τῷ καὶ ἕτερον εἶναι εἰπεῖν, ὥστε κἂν ἄλλο τι ἐπινοίας εἶδος θεω 2.1.347 ρηθῇ, τὸ προαποδοθὲν οὐχ ἡμάρτηται. 20εἰ μὲν οὖν τις20, φησί, 20τῶν ἀποστόλων ἢ τῶν προφητῶν τούτοις χρησάμενος ἐπὶ τοῦ Χριστοῦ τοῖς ὀνόμασιν ἀπεδείκνυτο, εἶχεν ἂν παραμυθίαν τὸ ψεῦδος20. ὅσην μαρτυρεῖ τῷ λογογράφῳ τὰ εἰρημένα τὴν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ φιλοπονίαν. οὐδεὶς εἶπε τῶν προφητῶν ἢ τῶν ἀποστόλων ἄρτον ἢ λίθον ἢ πηγὴν ἢ ἀξίνην ἢ φῶς 2.1.348 ἢ ποιμένα τὸν κύριον; τί οὖν ὁ ∆αβίδ; περὶ τίνος φησὶν ὅτι Κύριος ποιμαίνει με, καὶ Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσ-σχες; ἆρά τι διαφέρει ποιμένα εἰπεῖν ἢ ποιμαίνοντα καὶ Παρὰ σοὶ πηγὴ ζωῆς; ἆρα δέχεται τὸ πηγὴν εἰρῆσθαι τὸν κύριον καὶ Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες; ὁ δὲ Ἰωάννης τὴν ἀναιρετικὴν τῆς κακίας· δύναμιν τοῦ κυρίου τῷ τῆς ἀξίνης διασημαίνων ὀνόματι ἐν οἷς φησιν Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κείται, οὐκ ἀξιόπιστος 2.1.349 τούτῳ μάρτυς τῶν εἰρημένων δοκεῖ; ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περι λαμφθεὶς τῷ φωτὶ καὶ μετὰ ταῦτα τὰς παρὰ τοῦ φωτὸς ἀκούων φωνὰς ὅτι Ἐγὼ Ἰησοῦς ὃν σὺ διώκεις, οὐχ ἱκανὸς ἄρα πρὸς μαρτυρίαν ἐστί; περὶ δὲ τοῦ ἄρτου ἀναγνώτω τὸ εὐαγγέλιον, ὅτι ἡ παρὰ τοῦ Μωϋσέως τροφὴ ἡ οὐρανόθεν τῷ Ἰσραὴλ χορηγουμένη εἰς τὸν τοῦ κυρίου τύπον ὑπ' 2.1.350 αὐτοῦ τοῦ κυρίου μετείληπται. Οὐ γὰρ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον, ἀλλ' ὁ πατήρ μου δίδωσι τὸν ἄρτον τὸν ἀληθινόν, ἑαυτὸν λέγων τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἀλλ' ὁ γνήσιος ἀκροατὴς τοῦ νόμου μηδένα φησὶ τῶν προφητῶν ἢ τῶν ἀποστόλων ταῦτα ἐπιτεθεικέναι τῷ Χριστῷ τὰ ὀνόματα. τί οὖν τὸ ἐφεξῆς, εἰ αὐτὸς ἑαυτὸν τούτοις ὠνόμασεν ὁ κύριος; ἐπειδή γε τῶν τοῦ σωτῆρος ὀνομάτων οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύ τερον οὐδὲ λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, ὁμοῦ τὰ πάντα καὶ μετὰ τῆς ἴσης ἀκριβείας γινώσκοντος, οὐδὲ τούτων οὐδενὶ δυνατὸν συναρμόσαι τὸν περὶ τῆς ἐπι νοίας αὐτῷ ῥηθέντα λόγον. 2.1.351 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον· ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδρυνόμενοι τῇ ἀσχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχομένη τῶν ἐναντίων ἡ ἄνοια;) ἀλλ' ὡς ἂν ὁδῷ προΐοι συνιστῶσα διὰ πάντων ἑαυτὴν ἡ ἀλή θεια. 20ἐπειδή20, φησίν, 20ἑαυτῷ ταύτας ἐπέθηκε τὰς προσηγορίας ὁ κύριος οὔτε τι πρῶτον νοῶν οὔτε δεύτερον οὔτε λεπτότερόν τι ἢ ἀκριβέ στερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα 2.1.352 εἰπεῖν τὰ ὀνόματα20. πῶς μέμνηται τοῦ ἰδίου σκο ποῦ; πῶς οἶδε τοὺς λόγους καθ' ὧν τὸν πόλεμον ἐνε στήσατο; ἐμνήσθη τινὸς τῶν ὑποτρεχόντων τῇ συνηθείᾳ πρὸς τὴν ἑρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέ τερος καὶ ἐν τοῖς κατωτέροις τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφήσας οὕτως προσβιβάζει τοῖς ἄνω τὴν θεω ρίαν τοῦ λόγου. εἶπεν γὰρ ὅτι καθ' ἑαυτὸν ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν φαίνεται, πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφὴ καὶ 2.1.353 ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. παραπλησίως δέ, φησί, καὶ ὁ κύριος ἐστὶ μὲν καθ' ἑαυτὸν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ' ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα. τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργού μενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημά 2.1.354 των διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται; πῶς οὖν ἀνατρέπει τὰ εἰρημένα ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; οὐ γὰρ ὅστις ὁ κατονομάσας τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἐννοίας ἡ θεωρία προ έκειτο πότερον φύσιν ἐνδείκνυται ἢ ἐπινοητικῶς ἐκ τῶν ἐν εργειῶν ὀνομάζεται. ἀλλ' ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν ἀνατρέπων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον τὸν εἰπόντα δυνατὸν εἶναι ἑνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρίσκειν προσηγορίας κατὰ τῶν ἐνεργειῶν τὰς σημασίας ἰσχυρῶς κέχρηται καθ' ἡμῶν τῇ μάχῃ λέγων 20μὴ παρ' ἑτέρου τινὸς τεθεῖσθαι τῷ κυρίῳ τὰς τοι 2.1.355 αύτας φωνάς20. τί οὖν ταῦτα πρὸς τὴν νῦν προκειμένην σπουδήν; μὴ ἐπειδὴ παρὰ τοῦ κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι οὐδὲ προσηγορίας οὐδὲ φωνὰς νοημάτων σημαντικάς; εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προσηγοριῶν ἀναιρέσει καὶ ἡ ἐπίνοια συνανῄρηται· εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει τὸν κατ' ἐπίνοιαν λόγον διὰ τοῦ δεῖξαι μὴ παρ' ἑτέρου τινός, ἀλλὰ παρ' αὐτοῦ 2.1.356 τοῦ κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; τὸ γὰρ λεγό μενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι ἓν κατὰ τὸ ὑποκείμενον ὁ κύριος ὢν πρόσφορα ταῖς ἐνερ γείαις ἔχει καὶ τὰ ὀνόματα. τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπίνοιαν τὰς ὀνομασίας ἔχειν ὁμο λογουμένου συγκατεσκευάζετο καὶ τὸ μὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ κυρίου σημαντικὰς τὰς φωνάς, ἀλλὰ τῷ λόγῳ τῆς 2.1.357 ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς οὐ πρὸς τὰ τεθέντα ποι εῖται τὴν μάχην, ἀλλά φησιν αὐτὸν ὑφ' ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὅμοιον ὥσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἑρμηνείαν ζητῶν, πότερον γέλως ὥς φασί τινες ἑρμηνεύεται ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δέ τις τῶν κατὰ Εὐνόμιον ἐπιστατικῶς ἀποκρίνοιτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν· ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπό ρισται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν 2.1.358 γλῶσσαν ἡ τοῦ ὀνόματος ἔννοια. καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὔσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ κυρίῳ κατ' ἐπίνοιαν λέγεται καὶ οὐχὶ τῆς φύσεως τὴν ἔνδειξιν ἔχει, ὁ τοιαύτην ἐπαγαγὼν τὴν ἀπόδειξιν τοῦ μὴ ἐν ἐπινοίᾳ θεωρεῖσθαι τὰς προσηγορίας, τὸ παρ' αὐτοῦ τοῦ κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν σωφρονούντων ἀριθμηθή σεται ὁ καὶ πολεμῶν τῇ ἀληθείᾳ καὶ τοιαύταις πρὸς τὸν πόλεμον συμμαχίαις χρώμενος, δι' ὧν ἰσχυρότερον ἀπο φαίνει τὸν πολεμούμενον; 2.1.359 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσχετλιάσας καὶ προδιαβαλὼν τὸν λόγον καὶ σφοδρῶς τὸν ἀκροατὴν ἐπὶ τοῖς μέλλουσι ῥηθήσεσθαι παροξύνας, ἐν οἷς δυσσεβέστερά τινα παρ' ἡμῶν αἰτιᾶται κατασκευάζεσθαι, ὡς μὴ μόνον τὰς ἀποκληρωθείσας παρὰ τοῦ θεοῦ προσηγορίας ταῖς ἐπι νοίαις ἡμῶν προσαπτόντων, οὐκ εἰπὼν τίς ἡ τῶν προση γοριῶν ἀποκλήρωσις καὶ πότε καὶ πῶς γεγενημένη, <ἀλλὰ> καὶ ὡς πάντα φυρόντων τὰ πράγματα καὶ εἰς ταὐτὸν ἀγόντων τοῦ μονογενοῦς τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, οὐδὲν περὶ αὐτοῦ τούτου διαλεχθεὶς οὐδὲ ἀποδείξας, πῶς ταὐτὸν εἶναι τῇ οὐσίᾳ κατασκευάζεται παρ' ἡμῶν ἡ ἐνέργεια, τέλος ἐπάγει καὶ αὐτὸν τὸν κολοφῶνα τῶν ἐγκλημάτων, οὑτωσὶ 2.1.360 λέγων τοῖς ῥήμασιν. 20ἤδη δέ20, φησί, 20μεταβαίνων ἀπὸ τούτων καὶ τὸν ἐπὶ πάντων θεὸν ταῖς ἐσχάταις περιβάλλει βλασφημίαις καὶ λόγοις ἀπερρω γόσι καὶ παραδείγμασι παντελῶς ἀποστατοῦσι χρώμενος20. ἐγὼ δὲ καὶ τοῦτο πρὸ τῶν ἐξητασμένων ἠξίουν μαθεῖν, τίνων 20ἀπερρώγασιν20 οἱ ἡμέτεροι 20λόγοι20 καὶ τίνος 20ἀποστατεῖ20 τὰ παρ' ἡμῶν 20παραδείγ ματα20, οὐ πάντως τοῦ μαθεῖν ταῦτα δεόμενος ἀλλ' ἢ δεῖξαι τὸ συρφετῶδες τῶν ῥημάτων τοῦ λογογράφου καὶ ἀκριτόμυθον, οἷς περικτυπῶν τὰ ἐν ἀνδράσι γραΐδια καὶ τῷ στόμφῳ τῶν λεξειδίων ἐν ταῖς ἀκοαῖς τῶν ταῦτα θαυμα ζόντων καλλωπιζόμενος στήλην καθ' ἑαυτοῦ τὸν λόγον 2.1.361 τοῦτον τοῖς πεπαιδευμένοις προτιθεὶς οὐ συνίησιν. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τού των ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τοῦ λόγου προφορὰν πλημμε λεῖν ἐνομίζετο, ὡς ἀντ' οὐδενὸς ἂν ἦν αὐτῷ πρὸς ἔπαινον 2.1.362 ἢ διαβολὴν τὸ οὕτως ἢ ὡς ἑτέρως τὴν λέξιν ἔχειν. ἡ δ' οὖν ἀκολουθία τῶν παρ' αὐτοῦ καθ' ἡμῶν εἰρημένων καὶ τοῦτο προστίθησιν. 20ἐπὶ τοῦ σίτου20, φησί, 20καὶ τοῦ κυρίου διαφόρως γυμνάσας τὰς ἐπινοίας παραπλησίως καὶ τὴν ἁγιωτάτην οὐσίαν τοῦ θεοῦ διαφόρως δέχεσθαι τὰς ἐπινοίας φησί20. τοῦτό ἐστι τὸ χαλε πώτατον τῶν ἐγκλημάτων καὶ ἐπὶ τούτῳ τὰ βαρέα καθ' ἡμῶν ἐκεῖνα προετραγῴδησε, δυσσέβειαν καὶ ἀτοπίαν καὶ πάντα τὰ τοιαῦτα τοῖς εἰρημένοις ἐπικαλῶν. τίς οὖν ἡ 2.1.363 τῆς ἀσεβείας ἀπόδειξις; εἶπεν ὁ Εὐνόμιός τινα περὶ τοῦ σίτου, τὰ κοινὰ ταῦτα καὶ πᾶσιν ἐκ τοῦ προχείρου γνώριμα διευκρινούμενος, ὅπως τε γίνεται καὶ ὅπως τελειωθεὶς διὰ τοῦ καρποῦ τρέφει, φυσικαῖς τισι δυνάμεσι φυόμενός τε καὶ αὔξων καὶ διοικούμενος· καὶ ταῦτα εἰπὼν 20καὶ τὸν μονο γενῆ θεὸν οὐδὲν ἀπεικὸς εἶναί20 φησι 20διαφόρους δέχεσθαι τὰς ἐπινοίας διά τε τὰς ἑτερότητας τῶν ἐνεργειῶν καὶ ἀναλογίας τινὰς καὶ σχέ σεις20. ταῦτα γὰρ κατακόρως ἐπ' αὐτοῦ διαθρυλεῖ τὰ ὀνό ματα. 20ἀλλὰ πῶς20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις παραβάλλειν τὸν ἀγέννητον; 2.1.364 τίσι τούτοις; τῷ σίτῳ, φησί, καὶ τῷ μονογενεῖ θεῷ. ὁρᾷς τὴν εὐλάβειαν; ἴσον ἀπέχειν τῆς ἀξίας τοῦ ἀγεννήτου θεοῦ κατασκευάζει τὸν βραχὺν σῖτον καὶ τὸν μονογενῆ θεόν. καὶ ὅτι οὐ συκοφαντοῦμεν τὸν λόγον, παρ' αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν αὐτοῦ τὴν διάνοιαν. 20πῶς γάρ20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις πα ραβάλλειν τὸν ἀγέννητον20; καὶ ταῦτα εἰπὼν ἐπάγει κατὰ τὸ ὁμότιμον τὸν περὶ τοῦ σίτου καὶ τοῦ κυρίου λόγον, ἴσον εἰς ἀτοπίαν κρίνων ἑνὶ τούτων παραβάλλειν τὸν θεόν. 2.1.365 παντὶ δὲ γνώριμον πάντως τὸ τοιοῦτόν ἐστιν, ὅτι τὰ ἴσῳ τῷ μέτρῳ τινὸς ἀφεστηκότα καὶ αὐτὰ πρὸς ἄλληλα τὸ ἴσον ἔχει· ὥστε κατὰ τὸν σοφὸν θεολόγον ὁ τῶν αἰώνων ποιητὴς καὶ πάσης περιδεδραγμένος τῶν ὄντων <τῆς> φύσεως ἰσο στάσιος ἀνεδείχθη τῷ βραχυτάτῳ σπέρματι, εἴπερ ἐπίσης ἀπολείπεται τῆς πρὸς τὸν θεὸν συγκρίσεως καὶ αὐτὸς καὶ ὁ σῖτος. 2.1.366 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατα σκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθίας συνήρ τηται. εἰπὼν γὰρ ἄτοπον εἶναι τῷ σίτῳ καὶ τῷ Χριστῷ τὸν θεὸν παραβάλλειν περὶ τοῦ σίτου φησὶν ὅτι οὐκ ἔστιν ὁ θεὸς καθ' ὁμοιότητα τούτων πρὸς μεταβολὴν ἐπιτήδειος, περὶ δὲ τοῦ μονογενοῦς τὸ μὴ εἶναι αὐτὸν πρὸς μεταβολὴν ἐπιτήδειον σιωπήσας καὶ διὰ τούτου σαφῶς ἐνδειξάμενος τὸ ταπεινὸν τῆς ἀξίας, ἐν τῷ μὴ δεῖν αὐτὸν ὡς καὶ τὸν σῖτον τῷ θεῷ συγκρίνειν ἀφῆκε τὸν λόγον μετέωρον, οὐδενὶ ἄλλῳ λογισμῷ κατασκευάσας ἐν τῷ μέρει τούτῳ τὸ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀπαράθετον, ὡς ἱκανῶν ὄντων τῶν περὶ τὸν κόκκον θεωρηθέντων καὶ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα 2.1.367 κατὰ τὸ ταπεινότερον παραλλαγὴν συνενδείξασθαι. ἀλλὰ 20περὶ τῆς ἀφθαρσίας τοῦ πατρὸς20 διαλέγεται ὡς 20οὐκ ἐξ ἐνεργείας προσούσης αὐτῷ20. ἐγὼ δὲ εἰ μὲν ἐνέργειά τίς ἐστιν ἡ ὄντως ζωὴ ἑαυτὴν ἐνεργοῦσα καὶ εἰ ταὐτόν ἐστι τῷ σημαινομένῳ τό τε ἀεὶ ζῆν καὶ τὸ μηδέ ποτε εἰς φθορὰν διαλύεσθαι οὔπω τῷ λόγῳ προστίθημι, 2.1.368 ἀλλὰ τοῖς ἰδίοις ταμιεύσομαι τόποις. ὅτι μέντοι μία <ἡ> τῆς ἀφθαρσίας ἐστὶ διάνοια ὡσαύτως ἐπί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοουμένη καὶ κατ' οὐδὲν τὸ τοῦ πατρὸς ἄφθαρτον τῆς ἀφθαρσίας τοῦ υἱοῦ παραλλάσσει, οὔτε ὑφέσει τινὶ καὶ ἐπιτάσει οὔτε τινὶ ἄλλῳ διαφορᾶς τρόπῳ τῆς κατὰ τὴν ἀφθαρσίαν παραλλαγῆς εὑρισκομένης, τοῦτο καὶ νῦν φημι εὔκαιρον εἶναι καὶ ἀεὶ λέγειν, ὡς ἂν μηδεμίαν ἔχοι διὰ τούτου χώραν ὁ λόγος αὐτῷ τῇ κατὰ τὴν ἀφθαρσίαν ἐννοίᾳ τῷ πατρὶ προσμαρτυρῶν τὸ πρὸς τὸν υἱὸν ἀκοινώνητον. 2.1.369 ὡς γὰρ περὶ τὸν πατέρα ἡ ἀφθαρσία καταλαμβάνεται, οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς εἶναι οὐκ ἀμφιβάλλεται. τὸ γὰρ τῆς φθορᾶς ἀπαράδεκτον, ὅπερ ἀφθαρσία καὶ ἔστι καὶ λέγεται, ἴσον μᾶλλον δὲ τὸν αὐτὸν ἔχει λόγον ἐφ' οὗπερ ἂν λέγηται. τί οὖν μαθὼν μόνῳ προσμαρτυρεῖ τῷ ἀγεν νήτῳ θεῷ τὸ μὴ ἐξ ἐνεργείας εἶναι τὴν ἀφθαρσίαν αὐτῷ, ὡς διὰ τούτου τὴν κατὰ τοῦ μονογενοῦς παραλλαγὴν τοῦ 2.1.370 πατρὸς δεικνύων; εἰ μὲν γὰρ φθαρτὸν ὑποτίθεται τὸν 2.1.370 κτιστὸν ἑαυτοῦ θεόν, καλῶς τῇ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διαφορᾷ τὴν κατὰ φύσιν παραλλαγὴν ἀποδείκνυσιν· εἰ δὲ ἀνεπίδεκτος φθορᾶς ὡσαύτως ἑκάτερος καὶ οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον ἐν τῇ κατὰ φύσιν ἀφθαρσίᾳ κατα λαμβάνεται, πῶς δείκνυσι τοῦ πατρὸς πρὸς τὸν μονογενῆ υἱὸν τὸ ἀσύγκριτον; ἢ τί βούλεται τὸ μὴ ἐξ ἐνεργείας προσμαρτυρεῖσθαι τῷ πατρὶ τὸ ἄφθαρτον; 2.1.371 Ἀλλ' ἐκκαλύπτει τὸν σκοπὸν τῷ μετὰ ταῦτα λόγῳ. 20οὐκ ἐξ ἐνεργειῶν20, φησίν, 20ἄφθαρτός ἐστιν καὶ ἀγέννητος ὡς πατήρ τε καὶ δημιουργός20. τούτῳ μοι προσέχειν μάλιστα τὸν ἀκροατὴν ἀξιῶ. πῶς ταὐτὸν οἴεται τῶν δύο τούτων ὀνομάτων τὸ σημαινόμενον, τῆς δημιουργίας λέγω καὶ τῆς πατρότητος; ἐνέργειαν γὰρ εἶναι τούτων ἑκάτερον ἐπίσης ὁρίζεται σαφῶς οὕτω διαγορεύων τῷ λόγῳ, ὅτι ἄφθαρτος μὲν οὐκ ἐνεργείᾳ ἐστί, πατὴρ δὲ 2.1.372 καὶ δημιουργὸς ἐξ ἐνεργειῶν ὀνομάζεται. εἰ τοίνυν ταὐτόν ἐστι πατέρα τε καὶ δημιουργὸν αὐτὸν λέγεσθαι, τῷ τὴν ἐνέργειαν ἀμφοτέρων αὐτῷ γίνεσθαι τῶν ὀνομάτων αἰτίαν, ἀνάγκη πᾶσα καὶ τὰ τῶν ἐνεργειῶν ἀποτελέσματα ὁμογενῶς ἔχειν ἀλλήλοις κατ' αὐτὸ τὸ ἐξ ἐνεργείας ὁμοίως εἶναι. τοῦτο δὲ πρὸς ποῖον βλασφημίας πέρας διὰ τῆς ἀκολου θίας ἐκφέρεται, παντὶ δῆλόν ἐστι τῷ ἐπισταμένῳ βλέπειν πρὸς τὸ ἀκόλουθον. ἐγὼ δ' ὅσα περὶ τούτων λογίζομαι, βούλομαι προσθεῖναι τῇ συνεξετάσει τῶν λόγων. οὐκ ἔστιν ἐνέργειαν ἀπεργαστικήν τινος πράγματος αὐτὴν ἐφ' ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνη σιν, οἷον ἐνεργεῖν τί φαμεν τὸν χαλκεύοντα, ἐνεργεῖσθαι δὲ 2.1.373 τὴν ἐκκειμένην ὕλην τῇ τέχνῃ. οὐκοῦν ἀναγκαίως ἔχει σχέσιν τινὰ ταῦτα πρὸς ἄλληλα, ἡ ἐνεργητικὴ καὶ ἡ παθη τικὴ δύναμις, ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ' ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον. εἰ γὰρ μὴ τὸ πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. τί οὖν ἐκ τούτου κατα σκευάζεται; εἰ οὐ συνίσταται καθ' ἑαυτὴν ἡ ἐνέργεια ἡ ἀποτελεστική τινος πράγματος, μὴ ὑποκειμένου τοῦ πάσχον τος, ὁ πατὴρ δέ, καθὼς οὗτοί φασιν, οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια, παθητὸς ἄρα διὰ τούτων ὁ μονογενὴς υἱὸς ἀπο δείκνυται πρὸς τὴν κίνησιν τῆς ὑφιστώσης αὐτὸν ἐνεργείας 2.1.374 τυπούμενος. ὡς γὰρ τὸν τοῦ παντὸς δημιουργόν φαμεν παθητικήν τινα καὶ εὔεικτον ὕλην ὑποβαλόμενον ἐνεργὸν ἑαυτοῦ τὴν δημιουργικὴν οὐσίαν ποιῆσαι, ἐπὶ μὲν τῶν αἰσθη τῶν τὰς ποικίλας τε καὶ πολυειδεῖς τῷ ὑποκειμένῳ ποι ότητας πρὸς τὴν ἑκάστου τῶν γινομένων ἀπεργασίαν τεχνι κῶς ἐπιβάλλοντα, ἐπὶ δὲ τῶν νοητῶν ἕτερον τρόπον οὐχὶ ποιότησιν, ἀλλὰ προαιρετικαῖς ὁρμαῖς διαμορφοῦντα τὸ ὑπο κείμενον, οὕτως ἐξ ἀνάγκης εἰ ἐνέργειάν τις ὁρίζοιτο τὴν πατρότητα, οὐκ ἄλλως ἀποδείξει τοῦ υἱοῦ τὴν ὑπόστασιν, 2.1.375 μὴ κατά τινα παθητικὴν πάντως ἀπεργασθεῖσαν ὕλην. εἰ γὰρ ἀπαθὴς νομισθείη, ἀντίτυπος πάντως ἡ ἀπάθεια τῷ ἐνεργοῦντι γενήσεται, κωλυομένης δὲ τῆς ἐνεργείας οὐκ ἔσται πάντως τὸ ἐνεργούμενον. ὡς δυοῖν θάτερον, ἢ παθη τὴν διὰ τούτων τοῦ μονογενοῦς τὴν οὐσίαν ποιήσουσιν, ἵνα τὴν ἐνέργειαν δέξηται, ἢ τοῦτο διὰ τὸ προφανὲς τῆς ἀσε βείας ὀκνοῦντες τὸ μηδὲ ὅλως αὐτὴν εἶναι κατασκευάσουσιν. 2.1.376 ὃ γὰρ παθεῖν ἀποπέφυκεν, οὐδὲ τὴν ποιητικὴν ἐνέργειαν ὑφ' ἑαυτοῦ πάντως προσίεται. ὁ τοίνυν ἐνεργείας τινὸς ἀποτέλεσμα τὸν υἱὸν ὀνομάζων ἕν τι καὶ τοῦτον τῶν παθη τῶν διορίζεται ὅσα δι' ἐνεργείας ἔσχε τὴν πρόοδον, ἢ εἴπερ ἀρνοῖτο τὸ πάθος, καὶ τὴν ὑπόστασιν αὐτοῦ μετὰ τοῦ πάθους ἀρνήσεται. ἀλλ' ἐπειδὴ καθ' ἑκάτερον τῶν κατὰ τὸ διλήμματον προφαινομένων σαφὴς ἡ ἀσέβεια καὶ τὸ μὴ εἶναι λέγειν καὶ τὸ παθητὸν αὐτὸν οἴεσθαι, πρόδηλος ἡ 2.1.377 ἀλήθεια διὰ τῆς τῶν ἀτόπων ἀναιρέσεως ἀναφαινομένη. εἰ γὰρ καὶ ἀληθῶς ἔστι καὶ παθητὸς οὐκ ἔστι, δῆλον ὅτι οὐκ ἐξ ἐνεργείας ἐστίν, ἀλλ' ὡς εἰκὸς ἀληθινὸν εἶναι θεὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαθῶς ἐξ ἀϊδίου ἀπαυ γασθέντα τε καὶ ἐκλάμψαντα. ἀλλὰ 20κατ' αὐτὴν τὴν οὐσίαν20, φησίν, 20ἄφθαρτός ἐστιν ὁ θεός20. τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ ἀΐδιον, τὸ τοῦ κακοῦ παντὸς ἀνεπίδεκτον, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοου 2.1.378 μένῳ ἀπεριόριστον; ἆρά τίς ἐστιν ὁ λέγων ἐπίκτητόν τι τῶν καλῶν εἶναι τῇ θείᾳ φύσει καὶ οὐ πᾶν ὅτιπέρ ἐστι καλὸν ἐκεῖθέν τε ἀφορμᾶσθαι καὶ ἐν αὐτῇ θεωρεῖσθαι, οὕτω τοῦ προφήτου λέγοντος Ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, παρ' αὐτοῦ ἐστι; συνάπτει δὲ τούτῳ τὸ 20καὶ 2.1.379 ἀγέννητον κατ' οὐσίαν εἶναι20. ἐγὼ δέ, εἰ μὲν οὕτω νοῶν τοῦτο λέγει, ὅτι ἀγεννήτως ἔστι τοῦ πατρὸς ἡ οὐσία, συντίθεμαι τῷ λεγομένῳ καὶ οὐκ ἀντιβαίνω τῷ δόγματι· οὐδὲ γάρ τις ὅλως τῶν εὐσεβούντων γεννητὸν εἶναι τὸν πατέρα τοῦ μονογενοῦς ὑποτίθεται· εἰ δὲ τοῦτο μὲν ἐνδεί κνυται κατὰ τὸ σχῆμα τοῦ λόγου, κατασκευάζει δὲ τὸ αὐτὴν 20τὴν ἀγεννησίαν20 οὐσίαν εἶναι, τοῦτό φημι δεῖν μὴ παραδραμεῖν ἀνεξέταστον, ὡς ἂν μὴ λάθοι τοὺς εὐεξα πατήτους πρὸς τὴν συγκατάθεσιν τῆς βλασφημίας ὑποποιού 2.1.380 μενος. ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. 20Κατ' αὐτήν20, φησί, 20τὴν οὐσίαν ἄφθαρτός ἐστι καὶ ἀγέννητος ἀμιγῆ καὶ καθαρὰν οὖσαν πάσης ἑτερότητος καὶ διαφορᾶς20. περὶ θεοῦ ταῦτα λέγει, οὗ τὴν οὐσίαν ἀφθαρσίαν τε καὶ ἀγεννησίαν εἶναί φησι. τρία τοίνυν ἐπὶ θεοῦ εἶπεν ὀνόματα, τὴν οὐσίαν, τὸ ἄ 2.1.381 φθαρτον, τὸ ἀγέννητον. εἰ μία τῶν τριῶν τούτων ὀνομά των ἐπὶ τοῦ θεοῦ ἐστιν ἡ ἔννοια, ἡ θεότης ταῦτα τὰ τρία πάντως ἐστίν· ὡς εἴ τις λέγοι τὸν ἄνθρωπον χαρακτηρίσαι βουλόμενος λογικὸν αὐτὸν εἶναι γελαστικόν τε καὶ πλατυώ νυχον· ἐφ' ὧν, διὰ τὸ μηδεμίαν κατὰ τὴν φύσιν ἐν ἑκάστῳ διαφορὰν εἶναι, ἰσοδυναμεῖν τε ἀλλήλοις τὰ ὀνόματα λέγομεν καὶ ἓν εἶναι τῷ ὑποκειμένῳ τὰ τρία, τὴν ἀνθρωπότητα τὴν 2.1.382 διὰ τῶν ὀνομάτων τούτων ὑπογραφεῖσαν. εἰ τοίνυν τοῦτό ἐστιν ἡ θεότης, ἡ ἀγεννησία τε καὶ ἡ ἀφθαρσία καὶ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην ἐν τῇ τοῦ ἑνὸς τούτων ἀφαι ρέσει † συναναιρεῖσθαι καὶ τὴν θεότητα. ὡς γὰρ τὸν μὴ λογικὸν οὐδὲ γελαστικὸν προσείποι τις ἂν οὐδὲ ἄν θρωπον, οὕτως καὶ ἐπὶ τούτων τῶν τριῶν ὀνομάτων, τοῦ τε ἀγεννήτου φημὶ καὶ τοῦ ἀφθάρτου καὶ τῆς οὐσίας, εἰ διὰ τούτων ἡ θεότης χαρακτηρίζεται, ὅταν ἕν τι τῶν τριῶν μὴ ὑπάρχῃ, διεγράφη πάντως τῷ λείποντι καὶ ὁ τῆς θεό 2.1.383 τητος λόγος. οὐκοῦν ἀποκρινάσθω τίνα περὶ τοῦ μονο γενοῦς θεοῦ ἔχει τὴν δόξαν. γεννητὸν αὐτὸν ἢ ἀγέννητον οἴεται; γεννητὸν ἐρεῖ πάντως, εἴπερ τοῖς ἰδίοις μὴ μάχοιτο. εἰ οὖν ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, δι' ὧν ἡ θεότης γνωρίζεται, ᾧ μὴ πρόσεστι τὸ ἀγέν νητον, συναφῄρηται τούτου πάντως ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, ὧν μὴ παρόντων καὶ ἡ θεότης κατὰ πᾶσαν ἀνάγκην ἐξαιρεθήσεται. οὐκοῦν εἰς διπλοῦν πέρας τῆς κατὰ τὸ 2.1.384 βλάσφημον αὐτῶν ἀκολουθίας ὁ λόγος κατήντησεν. εἰ γὰρ κατὰ τὸ αὐτὸ σημαινόμενον λέγεται ἐπὶ τοῦ θεοῦ ἡ οὐσία τε καὶ ἡ ἀφθαρσία καὶ τὸ ἀγέννητον, σαφῶς ἀποδείκνυται ὁ καινὸς οὗτος θεοποιὸς τὸν παρ' αὐτοῦ κτισθέντα υἱὸν φθαρτόν τε γινώσκων διὰ τὸ μὴ γινώσκειν ἀγέννητον, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ παντελῶς ἀνυπόστατον διὰ τὸ μὴ δύνασθαι αὐτὸν ἐν θεότητι βλέπειν, ᾧ οὐκ ἐνθεωρεῖται τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, εἴπερ ταὐτὸν τὸ ἀγέννητόν τε 2.1.385 καὶ ἄφθαρτον τῇ οὐσίᾳ οἴεται. ἀλλ' ἐπειδὴ πρόδηλος ἐν τούτοις ἐστὶν ἡ ἀπώλεια, συμβουλευσάτω τις τοῖς δειλαίοις ἐπὶ τὸ λειπόμενον τραπῆναι τῷ λόγῳ καὶ μὴ ζυγομαχεῖν ἐκ τοῦ προδήλου πρὸς τὴν ἀλήθειαν, ἀλλὰ συντίθεσθαι ἴδιον ἑκάστου τούτων εἶναι τῶν ὀνομάτων τὸ σημαινόμενον, ὅπερ μᾶλλον ἄν τις διὰ τῶν ἀντιδιαστελλομένων νοήσειε. 2.1.386 τό τε γὰρ ἀγέννητον τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ ἐξευρίσκομεν καὶ τὸ ἄφθαρτον τῇ πρὸς τὸ φθαρτὸν παρα θέσει γνωρίζεται καὶ ἡ οὐσία τῇ πρὸς τὸ ἀνυπόστατον παραλλαγῇ θεωρεῖται. ὡς γὰρ ὃ μὴ ἐγεννήθη ἀγέννητον λέγεται καὶ ὃ μὴ φθείρεται ἄφθαρτον, οὕτως καὶ τὸ μὴ ἀνύπαρκτον οὐσίαν κατονομάζομεν, καὶ τὸ ἔμπαλιν ὡς τὸ γεννητὸν οὐκ ἀγέννητον λέγομεν καὶ τὸ φθαρτὸν οὐκ ἄφθαρτον ὀνομάζομεν, οὕτω καὶ τὴν οὐσίαν ἀνύπαρκτον εἶναι οὐ λέγομεν. οὐκοῦν οὐσία μὲν ἐν τῷ εἶναί τι κατα νοεῖται, τὸ δὲ φθαρτὸν ἢ τὸ ἄφθαρτον ἐν τῷ ποδαπὸν εἶναι, τὸ δὲ γεννητὸν ἢ ἀγέννητον ἐν τῷ πῶς εἶναι. ἄλλος οὖν ὁ τοῦ εἶναι λόγος καὶ ἕτερος ὁ τὸ πῶς ἢ τὸ ποῖον δι' ἑαυτοῦ σαφηνίζων. 2.1.387 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ προκειμένῳ ἡμῖν ἐμφιλοχωρῆσαι νοήματι. τὰ γὰρ ὅσα πρὸς ἀνατροπὴν τῶν περὶ τῆς ἐπινοίας τῷ διδασκάλῳ τεθεωρημένων ὑπὸ τοῦ λογογράφου καθάπερ τις χυμὸς φλεγματώδης ἐξήμεσται, τοιαῦτά ἐστιν ὡς μηδένα κίνδυνον παρέχειν τοῖς ἐντυγχά νουσι, κἂν σφόδρα τις ἠλίθιος ὢν καὶ εὐπαράγωγος τύχῃ. 2.1.388 τίς γὰρ οὕτως ἔξω διανοίας ἐστὶν ὥστε τὰ ὑποδειγματικῶς περὶ τοῦ σίτου παρὰ τοῦ διδασκάλου τεθέντα, δι' ὧν οἱονεὶ τέχνην τινὰ καὶ ἔφοδον πρὸς τὴν τῶν ὑψηλῶν θεωρίαν τῷ ἀκροατῇ ὑπετίθετο, ταῦτα ψιλῶς τοῦ Εὐνομίου τοῖς περὶ τῆς οὐσίας τοῦ θεοῦ τῶν ὅλων ἐφαρμόζοντος λόγοις οἰηθῆναί τι λέγειν αὐτὸν καὶ μετά τινος ἀγχινοίας κατὰ τῆς ἀλη 2.1.389 θείας τεχνάζεσθαι; τὸ γὰρ φάσκειν αὐτὸν πρεπωδεστάτην αἰτίαν ἐπὶ τοῦ θεοῦ τοῦ γεννῆσαι τὸν υἱὸν εἶναι τὴν ἀδέσποτον ἐξουσίαν καὶ τὴν ἀνυπέρβλητον δύναμιν, ὅπερ οὐ περὶ τοῦ κόσμου μόνον καὶ τῶν ἐν αὐτῷ στοιχείων, ἀλλὰ καὶ περὶ τῶν ἑρπετῶν καὶ θηρίων ἔστιν εἰπεῖν, καὶ τοῦτο ὡς πρέπον ἐπὶ τῆς τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως τὸν σεμνὸν θεο λόγον ἐκτίθεσθαι, ἢ τὸ λέγειν καὶ πρὸ τῆς τῶν ὀνομαζόν των γενέσεως ἀγέννητον ἢ πατέρα ἢ τὰ λοιπὰ τῶν ὀνομά των προσαγορεύεσθαι τὸν θεόν, καθάπερ δεδιότα μὴ τοῦ ὀνόματος παρὰ τοῖς μήπω γεγονόσι σιωπηθέντος ἑαυτὸν ἀγνοήσειεν ἢ εἰς λήθην ἑαυτοῦ πέσοι τῇ σιωπῇ τοῦ ὀνό ματος ὅ ἐστιν ἀγνοήσας, ἥ τε χλευαστικὴ τῶν ἡμετέρων λόγων καταδρομή, ὅσον τὸ δριμύ τε καὶ ἀγχίνουν ἔχει· δι' ὧν κατασκευάζει τὸ ἄτοπον, ὅτι ὁ πρὸ πάντων αἰώνων καὶ χρόνων καὶ πάσης αἰσθητῆς τε καὶ νοητῆς φύσεως γεγονὼς πατήρ πως περιμένει τοὺς ἀνθρώπους, ἵνα διὰ τῆς τούτων ὀνομασθῇ ἐπινοίας. 2.1.390 20Οὐκ ὀνομαζόμενος20, ὥς φησιν ἐκεῖνος, 20οὔτε ὑπὸ τοῦ υἱοῦ οὔτε ὑπὸ τῶν δι' ἐκείνου γενομένων νοη τῶν οὐσιῶν20. οὐδένα γὰρ οὕτως οἶμαι κορύζης εἶναι βαθείας μεστὸν ὡς ἀγνοεῖν ὅτι ὁ μονογενὴς υἱὸς ὁ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ τὸν πατέρα βλέπων ὀνόματος ἢ ῥήματος πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν οὐκ ἐπιδέεται, οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸ τὰ τοῦ θεοῦ βάθη διερευνώ μενον διὰ τῆς ὀνομαστικῆς προσηγορίας πρὸς τὴν τοῦ ζητου μένου γνῶσιν ἐνάγεται, οὔτε ἡ ἀσώματος τῶν ὑπερκοσμίων δυνάμεων φύσις φωνῇ καὶ γλώττῃ κατονομάζει τὸ θεῖον. 2.1.391 ἐπὶ γὰρ τῆς ἀΰλου καὶ νοερᾶς φύσεως ἡ κατὰ τὸν νοῦν ἐνέργεια λόγος ἐστὶν οὐδὲν τῇ ὑλικῇ τῶν ὀργάνων ὑπηρεσίᾳ συγχρώμενος. καὶ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως οὐδὲν ἂν ἐδέησεν ἡμῖν τῆς τῶν ῥημάτων καὶ ὀνομάτων χρήσεως, εἰ δυνατὸν ἦν γυμνὰ προδεικνύειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα· νυνὶ δὲ τῶν ἐγγενομένων ἡμῖν νοημάτων διὰ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανε ρωθῆναι μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες δι' 2.1.392 ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλοις συνεγινόμεθα, αὐτὴν τῶν πραγμάτων τὴν φύσιν περὶ ἣν ὁ νοῦς καταγίνεται ταῖς τῆς διανοίας ὁρμαῖς ἐκκαλύπτοντες· νυνὶ δὲ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι καὶ τὸ πρός τί πως ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ 2.1.393 τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. ἡ δὲ ὑπερκόσμιος ἐκείνη καὶ ἄϋλος φύσις τῆς σωματικῆς περιοχῆς ἐλευθέρα οὖσα καὶ ἄνετος οὔτε ἐφ' ἑαυτῆς οὔτε ἐπὶ τῆς ὑπερκειμένης φύσεως ὀνομάτων δέεται ἢ ῥημάτων, ἀλλ' εἴ που καὶ μνη μονεύεται παρὰ τῆς νοερᾶς φύσεως λόγος τις ἐν ἱεραῖς βίβλοις ἀνάγραπτος, ἡμῶν ἕνεκεν τῶν ἀκουόντων τὸ τοιοῦτον λέγεται τῶν ἀδυνατούντων ἄλλῳ τρόπῳ μαθεῖν τὸ δηλού 2.1.394 μενον, μὴ διὰ φωνῶν καὶ ῥημάτων ἐξαγγελλόμενον. κἂν ὁ ∆αβὶδ ἐν πνεύματι λέγῃ τῷ κυρίῳ παρὰ τοῦ κυρίου τι λέγεσθαι, ∆αβὶδ ὁ λέγων ἐστὶν ὁ μὴ δυνάμενος ἑτέρως ἡμῖν τὴν τοῦ νοηθέντος διδασκαλίαν ποιήσασθαι, εἰ μὴ διὰ φωνῶν καὶ ῥημάτων τὴν ἐγγενομένην αὐτῷ θεόθεν τῶν μυστηρίων κατανόησιν ἑρμηνεύσειε. 2.1.395 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφη θέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν 20μανίαν20 ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλωσιν τῆς ὑπερεχούσης φύσεως παρὰ ἀνθρώπων οἰομένοις δι' ἐπινοίας λέγεσθαι. τί μὲν γὰρ οὗτος νοῶν διασύρειν οἴεται δεῖν τὴν ἐπίνοιαν, ἐκ τῶν ἐκείνου πάρεστι λόγων τοὺς βουλομένους διδάσκεσθαι· ἃ δὲ ἡμεῖς ὑπολαμβάνομεν περὶ τῆς τῶν ὀνο μάτων χρήσεως, ἐν τοῖς κατόπιν εἰρήκαμεν, ὅτι τῶν πραγ μάτων ἐχόντων ὡς ἔχει φύσεως τὰς ἑρμηνευτικὰς τῶν ὄν των φωνὰς ἡ <ἐν>τεθεῖσα παρὰ τοῦ θεοῦ τῇ φύσει ἡμῶν 2.1.396 λογικὴ δύναμις εὕρατο. ὧν εἰ μέν τις τὴν αἰτίαν εἰς τὸν δεδωκότα τὴν δύναμιν ἀναφέροι, οὐδὲ ἡμεῖς ἀντιλέγομεν, ὥσπερ καὶ τὸ κινεῖσθαι καὶ τὸ ὁρᾶν καὶ τὰ λοιπὰ διὰ τῶν αἰσθήσεων ἐνεργεῖν παρ' ἐκείνου λέγομεν γίνεσθαι, παρ' οὗ τὴν τοιαύτην ἐσχήκαμεν δύναμιν. οὕτως οὖν καὶ τοῦ ὀνομάζειν τὸν θεὸν τὸν ὄντα κατὰ τὴν φύσιν ὅπερ ἐστὶν ἡ μὲν αἰτία κατὰ τὸν κοινὸν λόγον εἰς αὐτὸν ἐκεῖνον τὴν ἀναφορὰν ἔχει, ἡ δὲ ἐξουσία τοῦ τὰ νοηθέντα πάντα τοι ῶσδε ἢ ὡς ἑτέρως κατονομάζειν ἐν τῇ φύσει κεῖται· ἣν εἴτε τις ἐπίνοιαν εἴτε ἄλλο τι βούλοιτο λέγειν, οὐ διοισόμεθα. 2.1.397 τεκμήριον δὲ τοῦ λόγου τοῦτο ποιούμεθα, τὸ μὴ παρὰ πᾶσιν ὁμοίως τὸ θεῖον κατονομάζεσθαι, ἀλλὰ κατὰ τὸ δοκοῦν ἑκάστοις τὸ νοηθὲν ἑρμηνεύεσθαι. οὐκοῦν πᾶσαν τὴν συρ φετώδη περὶ τῆς ἐπινοίας αὐτοῦ φλυαρίαν σιγήσαντες τῶν δογμάτων ἑξόμεθα, τοσοῦτον μόνον παρασημηνάμενοι ἔκ τινων τῶν κατὰ τὸ μέσον αὐτῷ τῆς κενοφωνίας παρεντε θέντων, ὅπου οἴεται τὸν θεὸν τοῖς πρωτοπλάστοις καθάπερ τινὰ παιδαγωγὸν ἢ γραμματιστὴν παρακαθήμενον ῥημάτων 2.1.398 τε καὶ ὀνομάτων ὑφηγεῖσθαι διδασκαλίαν· ἐν οἷς φησιν 2.1.398 20αὐτοὺς τοὺς πρώτους ὑπὸ τοῦ θεοῦ πλασθέν τας ἢ τοὺς προσεχῶς ἐξ ἐκείνων φύντας, εἰ μὴ ἐδιδάχθησαν ὡς ἕκαστα τῶν πραγμάτων λέ γεταί τε καὶ ὀνομάζεται, ἀλογίᾳ καὶ ἀφωνίᾳ συζῆν, καὶ οὐδὲν ἄν20, φησίν, 20τῶν βιωφελῶν κατε πράξαντο, ἀδήλου τῆς ἑκάστου διανοίας ὑπαρ χούσης δι' ἀπορίαν τῶν σημαινόντων, ῥημά 2.1.399 των δηλαδὴ καὶ ὀνομάτων20. τοσαύτη <ἡ> παρα φροσύνη τοῦ λογογράφου, ὡς μὴ ἐξαρκεῖν ἡγεῖσθαι τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ θεοῦ δύναμιν πρὸς πᾶσαν μέθοδον λογικῆς ἐνεργείας, ἀλλ' εἰ μὴ τὰ καθ' ἕκαστον μάθοιεν, καθάπερ οἱ τὴν Ἑβραίων ἢ τὴν Ῥωμαίων φωνὴν διὰ λέξεων διδασκόμενοι, ἀγνοεῖν τὰ πράγματα ὅ τι ἐστί, μὴ τὸ πῦρ, μὴ τὸ ὕδωρ, μὴ τὸν ἀέρα, μὴ τὰ λοιπὰ τῶν ὄντων ἐπιγινώσκοντας, εἰ μὴ διὰ τῶν ἐπικειμένων αὐτοῖς 2.1.400 ὀνομάτων τὴν περὶ τούτων γνῶσιν ἐκτήσαντο. ἡμεῖς δέ φαμεν ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας καὶ τὸ λογικὸν τοῦτο πλάσμα ζῳοπλαστήσας μόνῳ τῷ ἐφεῖναι τῇ φύσει 2.1.401 τὸν λόγον πᾶσαν τὴν δύναμιν τὴν λογικὴν ἐναπέθετο. καὶ ὥσπερ τὴν ἐν τοῖς αἰσθητηρίοις δύναμιν παρὰ τοῦ πλά σαντος τὸν ὀφθαλμὸν καὶ φυτεύσαντος τὴν ἀκοὴν ἐν τῇ φύσει ἔχοντες ἀφ' ἑαυτῶν πρὸς ὃ πέφυκε τῶν αἰσθητηρίων ἓν ἕκαστον, πρὸς τοῦτο κεχρήμεθα καὶ οὐ δεόμεθα οὔτε τοῦ τὰ χρώματα κατονομάσαντος, ὧν ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει (ἀρκεῖ γὰρ ὁ ὀφθαλμὸς ἑαυτῷ γενέσθαι τῶν τοιούτων διδά σκαλος) οὔτε ὧν διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς γεύσεως ἢ διὰ τῆς ἁφῆς αἰσθανόμεθα ἀλλοτρίων πρὸς τὴν γνῶσιν διδασκάλων δεόμεθα, οἴκοθεν ἔχοντες ἑκάστου τῶν κατ' αἴσθησιν ἐγγινο μένων ἡμῖν τὸ κριτήριον· οὕτω φαμὲν καὶ τὴν διανοητικὴν τῆς ψυχῆς δύναμιν τοιαύτην παρὰ τοῦ θεοῦ γενομένην ἀφ' ἑαυτῆς τὸ λοιπὸν κινεῖσθαι καὶ πρὸς τὰ πράγματα βλέπειν, καὶ ὡς ἂν μηδεμίαν σύγχυσιν ἡ γνῶσις πάθοι, καθάπερ σήμαντρά τινα τὰς διὰ τῶν φωνῶν ἐπισημειώσεις ἑκάστῳ 2.1.402 τῶν πραγμάτων ἐπιβάλλειν. πιστοῦται δὲ τὸ τοιοῦτον δόγμα καὶ ὁ μέγας Μωϋσῆς εἰπὼν παρὰ τοῦ Ἀδὰμ ἐπιτεθεῖσθαι τοῖς ἀλόγοις τῶν ζῴων τὰς ἐπωνυμίας, οὑτωσὶ γράψας τῷ ῥήματι· Καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ· καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. 2.1.403 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέ κολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρα κατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι. πῶς γὰρ ἄν τις παραδράμοι τὴν σπουδαίαν ἐκείνην καὶ πεφροντισμένην φιλοσοφίαν, ἐν οἷς φησι 20μὴ μόνον τοῖς ποιήμασιν ἐμφαίνεσθαι τὴν τοῦ δημιουργοῦ μεγαλοπρέπειαν, ἀλλὰ καὶ τοῖς ὀνόμασι δια δείκνυσθαι τὴν τοῦ θεοῦ σοφίαν οἰκείως καὶ προσφυῶς ἑκάστῳ τῶν γενομένων τὰς προση 2.1.404 γορίας ἁρμόσαντος20; ταῦτα Κρατύλῳ τάχα τῷ Πλατω νικῷ διαλόγῳ ἢ αὐτὸς ἐντυχὼν ἤ τινος τῶν ἐντετυχηκότων ἀκούσας διὰ τὴν πολλήν, οἶμαι, πτωχείαν τῶν νοημάτων ἐρράπτει τοῖς ἰδίοις λήροις τὰς ἐκεῖ φλυαρίας, ὅμοιόν τι ποιῶν 2.1.405 τοῖς τὴν τροφὴν ἐκ προσαιτήσεως ἑαυτοῖς συναγείρουσιν. ὡς γὰρ ἐκεῖνοι βραχύ τι παρ' ἑκάστου τῶν ὀρεγόντων δεχόμενοι ἐκ ποικίλων τε καὶ πολυειδῶν τὴν τροφὴν ἑαυτοῖς ἐρανί ζουσιν, οὕτω καὶ ὁ τοῦ Εὐνομίου λόγος διὰ τὴν τοῦ ἀλη θινοῦ ἄρτου πενίαν τὰς πανταχόθεν ψίχας ῥημάτων τε καὶ ὀνομάτων τῷ ἰδίῳ συνερανίζει πόνῳ καὶ τούτου χάριν περι κτυπηθεὶς τῇ καλλιφωνίᾳ τῆς Πλατωνικῆς λέξεως πρέπειν οἴεται δόγμα τῆς ἐκκλησίας τὴν ἐκείνου φιλοσοφίαν ποι 2.1.406 ήσασθαι. πόσαις γάρ, εἰπέ μοι, φωναῖς κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἡ τοῦ στερεώματος κατονομάζεται κτίσις; ἡμεῖς οὐρανὸν τοῦτο λέγομεν, σαμαεὶμ ὁ Ἑβραῖος, ὁ Ῥω μαῖος καίλουμ καὶ ἄλλως ὁ Σύρος ὁ Μῆδος ὁ Καππαδόκης ὁ Μαυρούσιος ὁ Θρᾷξ ὁ Αἰγύπτιος, οὐδὲ ἀριθμῆσαι ῥᾴδιον τὰς τῶν ὀνομάτων διαφοράς, ὅσαι κατὰ ἔθνος περί τε τοῦ οὐρανοῦ καὶ τῶν λοιπῶν πραγμάτων οὖσαι τυγχάνουσιν. 2.1.407 ποῖον οὖν, εἰπέ, τούτων τὸ προσφυές ἐστιν ὄνομα, ᾧ ἡ μεγαλοπρεπὴς σοφία τοῦ θεοῦ διαδείκνυται; ἂν τὸ Ἑλλη νικὸν τῶν λοιπῶν προτιμήσῃς, ἀντιστήσεταί σοι τυχὸν ὁ Αἰγύπτιος τὸ ἑαυτοῦ προβαλλόμενος· κἂν τῷ Ἑβραϊκῷ τὰ πρωτεῖα νείμῃς, ἀντιπαρεξάγει ὁ Σύρος τὴν ἰδίαν φωνήν· οὐδὲ ὁ Ῥωμαῖος τούτοις τῶν πρωτείων ὑφήσεται καὶ ὁ Μῆδος οὐ δέξεται μὴ τὰ ἑαυτοῦ προτερεύειν καὶ ἐκ τῶν λοιπῶν ἐθνῶν ἕκαστος τὰ ἑαυτοῦ πρὸ τῶν ἄλλων ἀξιώσει 2.1.408 πρωτεύειν. τί οὖν οὐ πείσεται τὸ δόγμα πρὸς τοσαύτας φωνῶν διαφορὰς ὑπὸ τῶν ἀμφισβητούντων διασχιζόμενον; 20ἀλλ' ἐκ τούτων20, φησί, 20καθάπερ νόμων ἐμφανῶς κειμέ νων δηλοῦται τὸ τὸν θεὸν ταῖς φύσεσι πρε πούσας καὶ καταλλήλους ποιεῖσθαι τὰς κλή 2.1.409 σεις20. ὢ τῆς μεγαλοφυΐας τοῦ δόγματος. οἵας ὑπολήψεις ταῖς θείαις διδασκαλίαις ὁ θεολόγος χαρίζεται, ὧν οὐδὲ τοῖς βαλανεῦσι φθονοῦσιν οἱ ἄνθρωποι. καὶ γὰρ ἐκείνοις συγχωροῦμεν ὀνοματοποιεῖν τὰς ἐνεργείας περὶ ἃς πονοῦντες τυγχάνουσι, καὶ οὐδεὶς αὐτοὺς ταῖς ἰσοθέοις τιμαῖς ἀπε σέμνυνεν, ὅτε ποδάνιπτρα καὶ ψιλέθειρα καὶ χειρόμακτρα καὶ τοιαῦτα πολλὰ τοῖς γινομένοις παρ' αὐτῶν ὀνόματα τίθενται, 20προσφυῶς20 δηλοῦντα τῇ ἐμφάσει τῶν ῥημάτων τὸ ὑποκείμενον. 2.1.410 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν <τὴν> ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ τὰς τυχαίας τῶν ὄντων γενέσεις συγγενῶς ἔχειν λέγων πρὸς τὸ διὰ τῆς ἐπινοίας δηλούμενον. ὢ πῶς ἐνόησε τὸν Ἐπίκουρον. εἰ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς τῇ λογικῇ δυνάμει τῆς φύσεως ἡμῶν ἀνατίθεμεν, διὰ τοῦτο τὰ ἀμερῆ σώματα καὶ τὰς τῶν ἀτόμων ἀντεμπλοκὰς καὶ συγκρούσεις καὶ ἀποπάλσεις καὶ τὰ τοιαῦτα κατ' Ἐπίκουρον λέγοντες ἐλεγχό 2.1.411 μεθα. σιγάσθω καὶ ὁ προστάτης αὐτοῦ καὶ σύμμαχος τῶν δογμάτων Ἀριστοτέλης, οὗ τὴν δόξαν ἐν τοῖς ἐφεξῆς φησι τοῖς τῆς ἐπινοίας λόγοις συμφέρεσθαι. 20ἐκείνου γάρ20 φησιν 20εἶναι τὸ δόγμα τὸ μὴ διὰ πάντων τῶν ὄντων διήκειν τὴν πρόνοιαν μηδὲ μέχρι τῶν περιγείων διαβαίνειν πραγμάτων, ὅπερ οὗτος σύμφωνον τοῖς κατὰ τὴν ἐπίνοιαν ἐξητασμέ νοις εἶναι20 διϊσχυρίζεται. οὕτως ἐστὶ κρίνειν ἐπεσκεμ μένος δι' ἀκριβείας τὰ δόγματα. ἀλλὰ προϊὼν 20χρῆναί20 φησιν 20ἢ μηδὲ τὴν γένεσιν τῶν ὄντων τῷ θεῷ συγχωρεῖν ἢ δόντας ταύτην μὴ παραιρεῖσθαι 2.1.412 τὴν τῶν ὀνομάτων θέσιν20. καὶ μὴν καὶ περὶ τῶν ἀλόγων, καθὼς φθάσαντες εἰρήκαμεν, τὸ ἐναντίον παρὰ τῆς γραφῆς διδασκόμεθα, ὅτι οὔτε ἐποίησεν ὁ Ἀδὰμ τὰ ζῷα οὔτε ὠνόμασεν ὁ θεός, ἀλλὰ παρὰ τοῦ θεοῦ μὲν ἡ γένεσις, παρὰ δὲ τοῦ ἀνθρώπου τῶν γεγονότων ἡ κλῆσις, 2.1.413 ὡς ὑπὸ τοῦ Μωϋσέως ἱστόρηται. εἶτα λόγων ἡμῖν ἐγκώ μιον τῷ ἰδίῳ διέξεισι λόγῳ, ὥσπερ ἀτιμάζοντός τινος τοῦ λόγου τὴν δύναμιν, καί φησι μετὰ τὴν ἀσύφηλον ἐκείνην καὶ στομφώδη τῶν ῥημάτων συνθήκην 20προνοίας νόμῳ καὶ μέτρῳ τελείῳ συνάψαι τῇ γνώσει καὶ τῇ χρήσει τῶν ἀναγκαίων τὴν μετάδοσιν τῶν ὀνο μάτων20· καὶ πολλὰ τοιαῦτα ἐν βαθεῖ τῷ ὕπνῳ ληρήσας ἐπὶ τὴν ἄμαχόν τε καὶ ἀνανταγώνιστον ἀνάγκην μεταβαίνει 2.1.414 τῷ λόγῳ. λέξω δὲ οὐκ ἐπὶ ῥημάτων, ἀλλ' ἐπὶ μόνης τῆς διανοίας τὸν παρ' ἐκείνου λόγον ἐκθέμενος. 20οὐ ποιηταῖς20, φησίν, 20ἀναθετέον τὴν τῶν ῥημάτων εὕρεσιν τοῖς διαψευσθεῖσιν ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσιν20. οἷα χαρίζεται τῷ θεῷ ὁ γεννάδας τὰ τῆς ποιητικῆς ἐξου σίας εὑρήματα τῷ θεῷ προσάπτων, ὥστε διὰ τούτου σεμ νότερον τοῖς ἀνθρώποις καὶ ὑψηλότερον τὸν θεὸν δοκεῖν εἶναι, ὅταν πιστεύωσιν οἱ Εὐνομίῳ μαθητευόμενοι τὸ λι κριφὶς καὶ τὸ κάρκαιρε καὶ τὸ εὐρὰξ καὶ τὸ κέραιρε καὶ τὸ φῦ χειρὶ καὶ σίζε καὶ δούπησε καὶ ἀράβησε καὶ κανάχιζε καὶ σμερδαλέον κονάβιζε καὶ λίγξε καὶ ἴαχε καὶ μερμήριξε καὶ πάντα τὰ τοιαῦτα ὅτι οὐ κατ' ἐξουσίαν τινὰ πρὸς τὸ δοκοῦν οἱ ποιηταὶ διεξέρχονται, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ τὰ ῥήματα ταῦτα μυσταγωγούμενοι τοῖς 2.1.415 μέτροις ἐνείρουσι. παρείσθω καὶ ταῦτα καὶ τὸ σοφὸν ἐκεῖνο καὶ ἄμαχον ἐπιχείρημα τὸ 20τοὺς ἁγίους τῶν ἀνδρῶν μὴ ἔχειν ἡμᾶς ἐπιδεικνύναι κατὰ τὴν γραφικὴν ἱστορίαν καινὰς ἐπεξευρόντας φω νάς20. εἰ μὲν γὰρ ἀτελὴς ἦν μέχρι τῆς ἀναδείξεως τῶν ἀνδρῶν ἐκείνων ἡ ἀνθρωπίνη φύσις καὶ οὔπω τῇ χάριτι τῇ λογικῇ συμπεπλήρωτο, καλῶς ἔδει παρ' αὐτῶν ἐπιζητεῖσθαι 2.1.416 τὴν τοῦ λείποντος πλήρωσιν· εἰ δὲ εὐθὺς παρὰ τὴν πρώτην ἀπροσδεὴς καὶ τελεία κατὰ τὴν λογικήν τε καὶ διανοητικὴν ἐνέργειαν ἡ φύσις ὑπέστη, πῶς ἄν τις ἔτι κατὰ τὸ εὔκολον ἐπιζητοίη πρὸς σύστασιν τοῦ κατὰ τὴν ἐπίνοιαν λόγου τὸ τοὺς ἁγίους κατάρξαι φωνῶν ἢ ῥημάτων, ἢ εἰ μὴ τοῦτο ἔχοιμεν ἀποδεῖξαι, ἱκανὴν ἑαυτῷ κρίνειν ἀπόδειξιν τοῦ τὸν θεὸν ἡμῖν νενομοθετηκέναι τὰς τοιάσδε συλλαβὰς καὶ τὰ ῥήματα; 2.1.417 20Ἀλλ' ἐπειδή20, φησίν, 20οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγματι τεθεῖσθαι προσηγο ρίας20. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; τοῦ μὲν καταδέ χεσθαι τὸν θεὸν τὴν πρὸς ἄνθρωπον ὁμιλίαν αἰτίαν εἶναι 2.1.418 τὴν φιλανθρωπίαν διοριζόμεθα. ἐπεὶ δὲ οὐκ ἐνδέχεται τὸ τῇ φύσει βραχὺ τῶν ἰδίων μέτρων ὑπεραρθῆναι καὶ τῆς ὑπερεχούσης φύσεως τοῦ ὕψους ἐφάψασθαι, τούτου χάριν αὐτὸς πρὸς τὸ ἡμέτερον ἀσθενὲς κατάγων τὴν φιλάνθρωπον δύναμιν, ὡς ἡμῖν δυνατὸν ἦν δέξασθαι, οὕτω τὴν παρ' 2.1.419 ἑαυτοῦ χάριν καὶ ὠφέλειαν νέμει. καθάπερ γὰρ κατὰ τὴν θείαν οἰκονομίαν ὁ ἥλιος τὸ σφοδρὸν τῶν ἀκτίνων καὶ ἄκρατον τῷ διὰ μέσου κατακεράσας ἀέρι σύμμετρον ἐπάγει τοῖς δεχομένοις τὴν αὐγήν τε καὶ τὴν θερμότητα, καθ' ἑαυτὸν ὢν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν ἀπροσπέλαστος, οὕτω καὶ ἡ θεία δύναμις καθ' ὁμοιότητα τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἀπειροπλασίως ὑπεραίρουσα τὴν φύσιν ἡμῶν καὶ ἀπρόσιτος εἰς μετουσίαν οὖσα οἷόν τις μήτηρ εὔσπλαγχνος τοῖς ἀσήμοις τῶν νηπίων κνυζήμασι συνδια ψελλιζομένη τοῦτο νέμει τῇ ἀνθρωπίνῃ φύσει ὃ λαβεῖν δυ νατῶς ἔχει, καὶ διὰ τοῦτο ἐν ταῖς ποικίλαις πρὸς τοὺς ἀνθρώπους θεοφανείαις καὶ κατὰ ἄνθρωπον σχηματίζεται καὶ ἀνθρωπικῶς φθέγγεται καὶ ὀργὴν καὶ ἔλεον καὶ τὰ τοιαῦτα ὑποδύεται πάθη, ὡς ἂν διὰ πάντων τῶν καταλλή λων ἡμῖν χειραγωγοῖτο ἡ νηπιώδης ἡμῶν ζωή, διὰ τῶν τῆς 2.1.420 προνοίας λόγων τῆς θείας φύσεως ἐφαπτομένη. ὅτι γὰρ οὐδενὶ πάθει τῶν καθ' ἡδονὴν ἢ κατ' ἔλεον ἢ ὀργὴν συμ βαινόντων εὐαγές ἐστιν ὑποκεῖσθαι τὸ θεῖον οἴεσθαι, οὐδεὶς <ἂν> ἀντείποι τῶν καὶ μετρίως ἐπεσκεμμένων τὴν περὶ τῶν ὄντων ἀλήθειαν· ἀλλ' ὅμως καὶ εὐφραίνεσθαι κύ ριος λέγεται ἐπὶ τοῖς δούλοις αὐτοῦ καὶ ὀργίζεσθαι θυμῷ ἐπὶ τὸν ἐπταικότα λαὸν καὶ ἐλεεῖν πάλιν ὃν ἂν ἐλεήσῃ καὶ οἰκτείρειν ὡσαύτως, δι' ἑκάστου οἶμαι τῶν τοιούτων ῥημά των τοῦτο τοῦ λόγου ἡμᾶς παιδεύοντος, ὅτι διὰ τῶν ἡμετέ ρων ἰδιωμάτων ἡ τοῦ θεοῦ πρόνοια τῇ ἀσθενείᾳ ἡμῶν ἐπιμίγνυται, ὡς ἂν οἵ τε πρὸς ἁμαρτίαν ῥέποντες φόβῳ τῆς τιμωρίας ἑαυτοὺς τῶν κακῶν ἀνέχοιεν οἵ τε προειλημ μένοι μὴ ἀπογινώσκοιεν τὴν ἐκ μεταμελείας ἐπάνοδον πρὸς τὸν ἔλεον βλέποντες, καὶ οἱ δι' ἀκριβοῦς πολιτείας κατορ θοῦντες τὸν βίον μᾶλλον ταῖς ἀρεταῖς ἐπαγάλλοιντο, ὡς εὐφραίνοντες τῷ ἰδίῳ βίῳ τὸν τῶν ἀγαθῶν γινόμενον ἔφορον. 2.1.421 ὥσπερ δὲ οὐκ ἔστι κωφὸν ὀνομάσαι τὸν διὰ σχημάτων τῷ κωφῷ καθὼς ἐπαΐειν πέφυκεν ὁμιλοῦντα, οὕτως οὐδὲ ἀν θρώπινον λόγον περὶ τὸν θεὸν οἰηθῆναι, ἐπειδὴ πρὸς ἀν θρώπους αὐτῷ κατ' οἰκονομίαν ἐχρήσατο. καὶ γὰρ ἡμεῖς κλωγμῷ καὶ ποππυσμῷ καὶ συρίγματι τὰ ἄλογα διευθύνειν εἰώθαμεν, ἀλλ' οὐ τοῦτο ἡμῖν ὁ λόγος ἐστὶν ᾧ τῆς τῶν ἀλόγων ἀκοῆς καθικνούμεθα, ἀλλὰ πρὸς μὲν ἡμᾶς αὐτοὺς τῇ φύσει κεχρήμεθα, τοῖς δὲ ἀλόγοις ὁ κατάλληλος ψόφος καὶ ὁ ποιὸς διὰ τοῦ σχήματος ἦχος πρὸς τὴν χρείαν ἐξήρ κεσεν. 2.1.422 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτα τος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρτία γενέσθαι ἀπέσχετο. τοσοῦτον αὐτῷ περίεστι τῆς φιλανθρωπίας ὡς οὐχὶ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ τῶν κακῶν τῶν ἡμετέρων ἑκουσίως εἰς πεῖραν ἐλθεῖν. ὁ δὲ τῶν κακῶν τὴν κοινωνίαν καταδεξά μενος πῶς ἂν τοῦ καλλίστου τῶν ἡμετέρων, φημὶ δὲ τοῦ 2.1.423 λόγου, τὴν μετουσίαν ὤκνησεν; ἀλλὰ τὸν ∆αβὶδ εἰς συνηγορίαν προβάλλεται καί φησιν 20ἐκεῖνον λέγειν παρὰ τοῦ θεοῦ τοῖς πράγμασι τὰ ὀνόματα τεθεῖσθαι διὰ τὸ γεγράφθαι τοῦτον τὸν τρόπον· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν20. ἐγὼ δὲ πρόδηλον μὲν ἡγοῦμαι παντὶ τῷ νοῦν ἔχοντι τὸν περὶ τούτων λόγον ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὸ προκείμενον. ἐπειδὴ δέ τινας εἰκὸς ἀνεπισκέπτως τῷ λόγῳ προστίθεσθαι, 2.1.424 βραχέα περὶ τούτων διαληψόμεθα. οἶδε πολλάκις ἡ θεία γραφὴ τοιαύτας τῷ θεῷ περιτιθέναι φωνάς, ὡς μηδὲν ἀπᾴδειν αὐτὰς τῶν ἡμετέρων δοκεῖν οἷον τὸ Ὠργίσθη θυμῷ κύριος καὶ Μετενόησεν ἐπὶ τῇ κακίᾳ αὐτῶν καὶ Μετεμελήθη χρίσας τὸν Σαοὺλ εἰς βασιλέα καὶ Ἐξη-γέρθη ὡς ὁ ὑπνῶν κύριος, καὶ ἔτι πρὸς τούτοις καθέδραν καὶ στάσιν καὶ κίνησιν καὶ πολλὰ τοιοῦτα διέξεισιν, ἃ φύσει μὲν περὶ τὸν θεὸν οὐκ ἔστι, πρὸς δὲ τὴν οἰκονομίαν τῶν 2.1.425 παιδευομένων οὐκ ἀχρήστως ἔχει. τούς τε γὰρ ἐκλυτω τέρους ἡ τῆς ὀργῆς ἔνδειξις συστέλλει τῷ φόβῳ καὶ τοῖς δεομένοις τοῦ τῆς μετανοίας φαρμάκου συμμετανοεῖν ἐπὶ τῇ κακίᾳ λέγει τὸν κύριον, τοῖς δ' αὖ ἐν εὐπραγίαις τισὶ πρὸς ὕβριν ἐκφερομένοις τὸ μὴ παραμένειν αὐτοῖς τὴν εὐημερίαν, κἂν ἐκ θεοῦ τὸ τοιοῦτον εἶναι δοκῇ, διὰ τῆς ἐπὶ τοῦ Σαοὺλ μεταμελείας προδείκνυσι, τοῖς τε μὴ ἐμβαθύνουσι τῷ πτώ ματι τῆς ἁμαρτίας, ἀλλὰ καθάπερ ἐξ ὕπνου τινὸς τοῦ μα ταίου βίου διαναστᾶσι συνανίστασθαι τὸν θεὸν καὶ συναφ υπνίζεσθαι λέγει, ἑστάναι δὲ τοῖς ἀκλινῶς ἐπὶ τοῦ καλοῦ βεβηκόσι, καὶ καθέζεσθαι τοῖς ἐν τῷ καλῷ καθιδρυμένοις, κινεῖσθαι δ' αὖ πάλιν καὶ περιπατεῖν ἐπὶ τῶν μετακινηθέν 2.1.426 των ἀπὸ τῆς ἐν τῷ καλῷ παγιότητος· ὡς ἐπὶ τοῦ Ἀδὰμ ἡ ἱστορία διέξεισι περιπατοῦντα τὸ δειλινὸν ἐν τῷ παραδείσῳ τὸν θεὸν διαγράφουσα, τῷ μὲν δειλινῷ τὴν πρὸς τὰ σκοτεινὰ τοῦ πρωτοπλάστου ῥοπὴν διασημαίνουσα, τῇ δὲ κινήσει τὸ ἀπαγὲς τοῦ ἀνθρώπου περὶ τὸ καλὸν καὶ τὸ ἄστατον. 2.1.427 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πολλοὶ τὸ ἑαυτοῖς ἄληπτον οὐδὲ θεῷ ληπτὸν εἶναι νομίζουσιν, καὶ ὅπερ ἂν ἐκφύγῃ τὴν ἑαυτῶν κατανόησιν, περισσότερον εἶναι 2.1.428 τοῦτο καὶ τῆς θείας δυνάμεως οἴονται. ἐπειδὴ τοίνυν τοῦ ποσοῦ μέτρον ἡμεῖς τὸν ἀριθμὸν πεποιήμεθα, ὁ δὲ ἀριθμὸς οὐδὲν ἕτερον ἢ σύνθεσις μονάδων ἐστί, ποικίλως τῆς μο νάδος εἰς πλῆθος ἐπαυξομένης (μονὰς γὰρ καὶ ἡ δεκὰς κατὰ σύνθεσιν μονάδων πρὸς τοῦτο περαινομένη, μονὰς πάλιν ἡ ἑκατοντὰς ἐκ δεκάδων συντιθεμένη, ὡσαύτως καὶ ἡ χιλιὰς ἄλλη μονὰς καὶ ἡ μυριὰς ὁμοίως ἀναλόγως ἐκ πολλαπλασιασμοῦ, ἡ μὲν ἐκ χιλιάδων, ἡ δὲ ἐξ ἑκατοντάδων πρὸς τοῦτο κεφαλαιουμένη, ἅπερ ἅπαντα τοῖς ὑποκειμένοις ἐπιμερίζοντες σημεῖα τῆς ποσότητος τῶν ἀριθμουμένων 2.1.429 πραγμάτων ποιούμεθα)· ὡς ἂν οὖν παιδευθείημεν παρὰ τῆς θείας γραφῆς τὸ μηδὲν ἄγνωστον εἶναι τῷ θεῷ, ἐξη ριθμῆσθαι παρ' αὐτοῦ λέγει τὸ πλῆθος τῶν ἄστρων, οὐ τοῦτον τὸν τρόπον γινομένης τῆς ἀριθμήσεως (τίς γὰρ οὕτως εὐήθης ὡς τῷ περιττῷ καὶ ἀρτίῳ τὸν θεὸν οἴεσθαι διαλαμβάνειν τὰ ὄντα καὶ διὰ τῆς τῶν μονάδων συνθέσεως πρὸς τὸ κεφάλαιον τῆς ἀθροιζομένης ποσότητος τὸν ἀριθ μὸν συμπεραίνειν;)· ἀλλ' ἐπειδὴ ἐν ἡμῖν ἀκριβὴς τοῦ ποσοῦ γνῶσις ἐκ τοῦ ἀριθμοῦ γίνεται, ὡς ἂν καὶ περὶ τοῦ θεοῦ παιδευθείημεν ὅτι πάντα τῇ γνώσει τῆς σοφίας αὐτοῦ περιείληπται καὶ οὐδὲν ἐκφεύγει τὴν ἀκριβῆ κατανόησιν, τού του χάριν ἀριθμεῖν τὰ ἄστρα τὸν θεὸν διωρίσατο, τοῦτο δι' ὧν λέγει νοεῖν συμβουλεύων, μὴ κατὰ τὸ μέτρον τῆς ἡμετέρας γνώσεως καὶ τὸ θεῖον οἴεσθαι τῶν ὄντων ἐφά πτεσθαι, ἀλλὰ τὰ ἡμῖν ἄληπτά τε καὶ ἀνεπινόητα πάντα 2.1.430 τῇ γνώσει τῆς θείας σοφίας ἐμπεριείργεσθαι. τῶν γὰρ ἄστρων διὰ τὸ πλῆθος ἐκφευγόντων τὸν ἀριθμὸν ὡς πρὸς ἀνθρωπίνην ἐπίνοιαν, ἀπὸ μέρους τὸ πᾶν ἐκδιδάσκων ὁ λόγος ἐκ τοῦ ταῦτα κατηριθμῆσθαι παρὰ τοῦ θεοῦ λέγειν τὸ μηδὲν τῶν ἡμῖν ἀγνώστων ἐκφεύγειν τοῦ θεοῦ τὴν γνῶσιν διαμαρτύρεται. διὰ τοῦτό φησιν Ὁ ἀριθμῶν πλήθη ἄστρων, οὐκ ἀγνοῶν δηλαδὴ πρὶν ἐξαριθμῆσαι τὴν τῶν ἄστρων ποσότητα. πῶς γὰρ εἰκὸς αὐτὸν ἀγνοεῖν ὃ ἐποίη 2.1.431 σεν; ὁ γὰρ τοῦ παντὸς ἐπιστάτης οὐκ ἂν ἀγνοοίη τὸ ἐμ περιειλημμένον τῇ περιεκτικῇ τῶν ὅλων δυνάμει. τί δήποτε οὖν ἀριθμεῖ ὅπερ ἐπίσταται; τῶν γὰρ ἀγνοούντων ἐστὶ τὸ τῷ ἀριθμῷ διαμετρεῖν τὴν ποσότητα, ὁ δὲ τὰ πάντα εἰδὼς πρὸ γενέσεως ἀριθμοῦ διδασκάλου πρὸς τὴν τῶν ὑποκειμένων γνῶσιν οὐκ ἐπιδέεται. ἀλλὰ μὴν ἀριθμεῖν λέγεται παρὰ τοῦ ∆αβίδ· δηλονότι πρὸς τὴν ἡμετέραν διδασκαλίαν κατὰ τὸ ἡμῖν χωρητὸν τοῦ λόγου πρὸς σαφήνειαν κατιόντος τὸ ἀκριβῶς εἰδέναι τὰ ἡμῖν ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ 2.1.432 σημασίας ὁ ∆αβὶδ ἐνεδείξατο. ὥσπερ οὖν ἀριθμεῖν λέγεται οὐδὲν τῆς ἀριθμητικῆς περιόδου πρὸς τὴν τῶν ὄντων γνῶσιν ἐπιδεόμενος, οὕτως καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλεῖν ἡ προφητεία λέγει, οὐ ταύτην οἶμαι τὴν διὰ τῆς φωνῆς κλῆ σιν ὑποσημαίνουσα. ἦ γὰρ ἂν εἰς ἄτοπόν τι καὶ ἀνάξιον τῆς περὶ θεοῦ ὑπολήψεως ὁ λόγος προϊὼν καταλήγοι, εἴπερ ταῦτα λέγοι τὰ ὀνόματα παρὰ τοῦ θεοῦ τεθεῖσθαι τοῖς 2.1.433 ἄστροις τὰ ἐν τῇ συνηθείᾳ ἡμῶν ἀναστρεφόμενα. εἰ γὰρ ταῦτά τις δοίη θεόθεν ἐπικεκλῆσθαι, ἀνάγκη πᾶσα καὶ τῶν Ἑλληνικῶν εἰδώλων ἐκεῖθεν οἴεσθαι τὴν κλῆσιν ἐπι πεφημίσθαι τοῖς ἄστροις καὶ ὅσα τῆς μυθικῆς ἱστορίας ἐπιλέγεται τοῖς ἀστρῴοις ὀνόμασιν ἀληθῆ νομίσαι, ὡς τοῦ θεοῦ τὰς τοιαύτας αὐτοῖς ἐπικυροῦντος φωνάς. οὕτως ἡ ἑβδομὰς τῶν ἐμπεριεχομένων τῷ παντὶ πόλῳ τοῖς Ἑλληνι κοῖς εἰδώλοις ἐπιμερισθεῖσα ἔξω μέμψεως τοὺς πρὸς ταῦτα πεπλανημένους ποιήσει, εἴπερ ἐκ θεοῦ πιστευθείη τοῦτο 2.1.434 διατετάχθαι. οὕτως ὁ κατὰ τὸν Ὠρίωνα καὶ Σκορπίον μῦθος εἰς πίστιν ἄγεται καὶ τὰ περὶ τῆς Ἀργοῦς διηγήματα καὶ ὁ Κύκνος καὶ ὁ Ἀετὸς καὶ ὁ Κύων ἥ τε κατὰ τὸν Στέφανον τῆς Ἀριάδνης μυθοποιΐα, καὶ τοῦ ζῳοφόρου κύ-κλου τῶν κατά τινα σχηματισμὸν ἐπινοηθέντων τοῖς φαινο μένοις ὀνομάτων θεὸν εὑρετὴν ὑπονοεῖσθαι κατασκευάσει, εἴπερ καλῶς ὁ Εὐνόμιος οἴεται τὸν ∆αβὶδ λέγειν ὅτι ταῦτα αὐτοῖς τὰ ὀνόματα ὁ θεὸς ἐπιτίθησι. 2.1.435 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι μὴ ἀνεξετάστως τὸ ῥηθὲν παραδέξασθαι, ἀλλὰ καθ' ὁμοιότητα τῶν κατὰ τὸν ἀριθμὸν ἡμῖν νενοημένων καὶ τὸν ἐν τούτῳ νοῦν κατανοῆσαι. ἐπειδὴ γὰρ ἐν ἡμῖν μαρτύριον τῆς ἀκριβοῦς ἐστι γνώσεως τὸ ἐξ ὀνόματος παρ' ἡμῶν προσκαλεῖσθαι τὸν γνώριμον, διδάσκει διὰ τούτων ἡμᾶς ὅτι τῶν ἡμῖν ἀλήπτων οὐ μόνον τὸ πλήρωμα τῆς ἐν κεφαλαίῳ ἀθροιζομένης πο σότητος διαλαμβάνει τῇ γνώσει ὁ τὸ πᾶν περιέχων, ἀλλὰ 2.1.436 καὶ τὰ καθ' ἕκαστον δι' ἀκριβείας ἐπίσταται. τούτου χάριν οὐ μόνον ἐξηριθμηκέναι τὰ πλήθη τῶν ἄστρων αὐτὸν ὁ λόγος φησίν, ἀλλὰ καὶ ἐξ ὀνόματος ἕκαστον προσκαλεῖσθαι, ὅπερ σημαίνει τὸ μέχρι τῶν λεπτοτέρων διήκειν αὐτοῦ τὴν ἀκρίβειαν καὶ οὕτως ἀκριβῶς ἐπιγινώσκειν τὰ καθ' ἕκαστον, ὡς ὁ ἄνθρωπος τὸν δι' ὀνόματος αὐτῷ γνωριζόμενον. εἰ δέ τις λέγοι ἄλλας εἶναι τὰς παρὰ τοῦ θεοῦ τοῖς ἄστροις ἐπικειμένας φωνάς, ἃς ἀγνοεῖν οἴεται τὴν ἀνθρωπίνην χρῆσιν, περὶ ὧν ὑπολαμβάνει τὸν ∆αβὶδ εἰρηκέναι, πόρρω 2.1.437 τῆς ἀληθείας ὁ τοιοῦτος ἀποπλανᾶται. εἰ γὰρ ἦν ἕτερα ἐπὶ τῶν ἄστρων ὀνόματα, οὐκ ἂν ἡ θεία γραφὴ τούτων ἐποιεῖτο μνήμην τῶν ὀνομάτων, ἃ ἐν τῇ καταχρήσει τῆς Ἑλληνικῆς συνηθείας ἐστίν, Ἠσαΐου μὲν λέγοντος Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου,τοῦ δὲ Ἰὼβ τὸν Ὠρίωνα καὶ τὴν Ἀσηρὼθ ὀνομάζοντος,ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τοῖς ἐν τῷ βίῳ τετριμμένοις ὀνόμασι πρὸς διδασκαλίαν ἡμῶν συγκέχρηται ἡ θεία γραφή. οὕτω καὶ Ἀμαλθείας κέρας ἐν τῷ Ἰὼβ ἀκηκόαμεν καὶ παρὰ τῷ Ἠσαΐᾳ Σειρῆνας, τοῦ μὲν τὸ πάμφορον τῶν ἀγα θῶν ἐκ τῆς Ἑλληνικῆς ὑπονοίας οὕτω κατονομάζοντος, Ἠσαΐου δὲ τὴν ἐξ ἀκοῆς ἡδονὴν τῷ τῶν Σειρήνων παρα 2.1.438 δηλοῦντος ὀνόματι. ὥσπερ οὖν ἐνταῦθα τοῖς ἐκ τῶν μυθι κῶν διηγημάτων ὀνόμασιν ὁ θεόπνευστος συνεχρήσατο λόγος, πρὸς τὸ τῶν ἀκουόντων χρήσιμον βλέπων, οὕτω κἀκεῖ τὰς ἐκ τῆς ἀνθρωπίνης ἐπινοίας τοῖς ἄστροις ἐπικληθείσας φωνὰς εἶπεν ἀνεπαισχύντως ὁ λόγος, διδάσκων ὅτι πᾶν πρᾶγμα τὸ ὁπωσοῦν παρὰ τοῖς ἀνθρώποις ὀνομαζόμενον ἐκ 2.1.439 θεοῦ τὴν ὕπαρξιν ἔχει, τὸ πρᾶγμα, οὐχὶ τὸ ὄνομα. οὐ γὰρ ὁ ὀνομάζων, ἀλλ' ὁ ποιῶν, φησί, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον. οὐκοῦν ἱκανῶς οἶμαι διὰ τῶν εἰρημένων καὶ τὸν ∆αβὶδ τῆς ἡμετέρας ὑπολήψεως σύμμαχον ἀποδεδεῖχθαι, οὐ τὸ κατονομάζειν τὸν θεὸν τὰ ἄστρα διὰ τῆς προφητείας διδάσκοντα, ἀλλὰ τὸ ἀκριβῶς γινώσκειν κατὰ τὴν τῶν ἀν θρώπων συνήθειαν τῶν ἐκείνους μάλιστα δι' ἀκριβείας ἐπισταμένων, οὓς καὶ ὀνομαστὶ προσκαλεῖσθαι διὰ πολλὴν συνήθειαν δύνανται. 2.1.440 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τούτων οἰή σεως. λέγουσι γὰρ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· ἔν τε γὰρ τοῖς εὐαγγελικοῖς συσσιτίοις τοῖς γεγονόσι κατὰ τὴν ἔρημον οὔτε τὸ νηπιῶδες οὔτε τὸ γυναικεῖον ἀριθμοῦ ἄξιον ἐνομίσθη, καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνοι τῷ ἀριθμῷ κατελέγησαν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέρειν καὶ ἀριστεύειν δυνά 2.1.441 μενοι. οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς διὰ τοῦ θείου στόματος φέρεσθαι, ἀλλ' ἀριθμεῖται μὲν εἴ τι καθαρὸν καὶ οὐράνιον, ὃ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμιγὲς μένον τῆς πρὸς τὸν ζόφον ἐπιμιξίας ἄστρον λέγεται, ὀνο μάζεται δὲ εἴ τι κατὰ τὸν αὐτὸν λόγον τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. περὶ γὰρ τῶν ὑπεναν τίων φησὶν ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ 2.1.442 χειλέων μου. ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπι βάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ· ὥστε εἴ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ θεοῦ, ὄνομα τούτῳ τὸ ἔργον γίνεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὅπως ἂν ἔχειν δόξῃ 2.1.443 τοῖς ἐντυγχάνουσιν. ὃ δὲ προστίθησι τοῖς εἰρημένοις, τὰ πρῶτα τῆς κοσμογενείας εἰς μαρτυρίαν τοῦ παρὰ τοῦ θεοῦ τοῖς οὖσι τὰς φωνὰς κεῖσθαι, ὧνπερ ἐν τοῖς κατόπιν ἱκανῶς ἐξητασμένων περιττὴν κρίνω τὴν ἐπανάληψιν, καὶ τὴν τοῦ Ἀδὰμ φωνήν, ἣν προφητικῶς εἰς Χριστὸν καὶ τὴν ἐκκλη σίαν γεγενῆσθαί φησιν ὁ ἀπόστολος, ἑρμηνευέτω κατ' ἐξου 2.1.444 σίαν οὗτος ὡς βούλεται. οὐδεὶς γὰρ οὕτως ἠλίθιος ὡς Παύλου τὰ κεκρυμμένα τῶν μυστηρίων ἐν τῇ δυνάμει τοῦ πνεύματος ἡμῖν ἐκκαλύπτοντος ἀξιοπιστότερον ἑρμηνέα τῶν θείων ποιήσασθαι τὸν Εὐνόμιον τὸν φανερῶς ταῖς φωναῖς τῆς θεοπνεύστου μαρτυρίας ἀντιμαχόμενον καὶ τὸ μὴ κατω νομάσθαι παρὰ τοῦ Ἀδὰμ τῶν ἀλόγων τὰ εἴδη διὰ τῆς παρεξηγήσεως τοῦ ῥητοῦ τούτου κατασκευάζειν ἐκβιαζόμενον. 2.1.445 παρείσθω καὶ τὰ τῆς ὕβρεως αὐτοῦ ῥήματα καὶ ἡ ἄχαρις ἀμουσία ἐκείνη καὶ ἡ κοπρώδης αὐτοῦ καὶ βεβολβιτωμένη φωνὴ διεξιοῦσα μετὰ τῆς συνήθους εὐστομίας ταῦτα κατὰ τοῦ διδασκάλου ἡμῶν· 20τὸν σπορέα τῶν ζιζανίων20 καὶ 20τὴν τοῦ καρποῦ † πρόσοψιν20 καὶ 20Οὐαλεν τίνου παραφθορὰν20 καὶ 20τὸν παρ' ἐκείνου καρ πόν, ὃν ἐν τῇ ψυχῇ20 λέγει 20σεσωρεῦσθαι20 τοῦ δι δασκάλου, καὶ ἡ λοιπὴ τῶν εἰρημένων ἀηδία συγκαλυ φθήτω τῇ σιωπῇ, καθάπερ καὶ τὰ μεμυδηκότα τῶν σωμά των τῇ γῇ κατακρύπτομεν, ὡς μὴ πολλοῖς δι' ὄχλου τὴν δυσωδίαν γίνεσθαι. 2.1.446 Πρὸς δὲ τὴν ἀκολουθίαν τῶν εἰρημένων μετενεκτέον τὸν λόγον. πάλιν γὰρ ἐκτίθεταί τινα ῥῆσιν τοῦ διδασκάλου ἔχουσαν οὕτως· "1ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκον τες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν 2.1.447 ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἡμῶν ἐπιθεωρούντων ταῦτα."2 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, 20σπέρματός τινος ὑπαλλαγὴν20 καὶ 20σπορᾶς καθηγητὴν20 καὶ 20τὸ τῆς μέμψεως ἀσυλ λόγιστον20 καὶ ὅσα ἄλλα τῇ ἀκορήτῳ γλώσσῃ κενεμβατῶν διεξέρχεται· ἐφ' ᾧ δὲ διαβάλλειν ἐπιχειρεῖ συκοφαντῶν τὸν 2.1.448 λόγον, πρὸς τοῦτο καὶ ἡμεῖς τραπησόμεθα. ἐλέγχειν ἡμᾶς ἐπαγγέλλεται ὡς μὴ φύσει λέγοντας ἄφθαρτον εἶναι τὸ θεῖον. ἡμεῖς δὲ μόνα τῆς φύσεως ἀλλοτριοῦμεν ἐκεῖνα ὅσα ἐπίκτητα γίνεταί τισι καὶ ἀπόκτητα· ὧν δὲ ἄνευ τὸ ὑποκείμενον νοηθῆναι φύσιν οὐκ ἔχει, πῶς ἄν τις ἐν αἰτίᾳ γένοιτο ὡς αὐτὴν ἑαυτῆς διαχωρίζων τὴν φύσιν; εἰ μὲν οὖν ἐπιγεννηματικὴν τῷ θεῷ τὴν ἀφθαρσίαν ὁ ἡμέτερος λόγος ἐπρέσβευεν ὥς ποτε περὶ αὐτὸν μὴ οὖσαν ἢ ὡς οὐκ ἐσομένην ποτέ, καιρὸν ἂν εἶχε ταῦτα ἐπὶ διαβολῇ καθ' 2.1.449 ἡμῶν λέγειν. εἰ δὲ ἀεὶ ὡσαύτως ἔχειν καὶ ὃ νῦν ἐστι πάν τοτε εἶναι τὸ θεῖον ὁ ἡμέτερος διορίζεται λόγος καὶ οὐδὲν ἐκ παραυξήσεως αὐτῷ τινος καὶ προσθήκης τῶν μὴ προσ όντων προσγίνεσθαι, ἀλλ' ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ καὶ λεγομένῳ πάντοτε εἶναι, πῶς μὴ κατὰ φύσιν αὐτῷ προσμαρτυρεῖν τὴν ἀφθαρσίαν διαβαλλόμεθα; 2.1.450 Ἀλλ' ἐκ τῆς ὑπαναγνωσθείσης τῷ διδασκάλῳ ῥή σεως τῆς τοιαύτης τοῦ λόγου διαβολῆς εἰληφέναι τὰς ἀφορμὰς σχηματίζεται, ὡς ἐκ τῆς παραθέσεως τῶν αἰώνων τῷ θεῷ τὴν ἀφθαρσίαν ἡμῶν ποριζόντων. εἰ μὲν οὖν παρ' ἡμῶν τὸ ἡμέτερον ῥητὸν προεφέρετο, ὕποπτος ἂν ἦν ἴσως εἰς ἀπολογίαν ὁ λόγος, ὡς νῦν ἡμῶν ἐπιδιορθουμένων καὶ πρὸς τὸ ἀνεύθυνον μετατιθέντων τὰς ὑπαιτίους φωνάς· ἐπεὶ δὲ παρὰ τοῦ ἐχθροῦ τὰ ἡμέτερα λέγεται, τίς ἂν ἰσχυροτέρα γένοιτο τῆς ἀληθείας ἀπόδειξις αὐτῆς τῆς τῶν 2.1.451 ἀντιδικούντων ἡμῖν μαρτυρίας; πῶς τοίνυν ὁ παρ' ἡμῶν ἔχει λόγος ὃν ἐπὶ διαβολῇ προχειρίζεται καθ' ἡμῶν ὁ Εὐνόμιος; "1ὅταν, φησί, τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει κατα ληπτὸν προσηγορεύσαμεν ἄφθαρτον."2 ἆρα τῷ πορίσαι τὸ προσαγορεῦσαι ταὐτὸν ὁ Εὐνόμιος οἴεται; καὶ τίς οὕτως ἔξω τοῦ καθεστηκότος ἐστίν, ὡς τὰς ἰδιαζούσας τῶν ῥη 2.1.452 μάτων τούτων ἀγνοεῖν ἐμφάσεις; πορίζει μὲν γὰρ ὁ τὸ μὴ προσὸν αὐτῷ κτησάμενος, προσαγορεύει δὲ ὁ τὸ ὂν σημαν τικῶς ὀνομάζων. πῶς οὖν ἐπὶ τούτοις ὁ τῆς ἀληθείας φροντιστὴς οὐκ αἰσχύνεται ἐν προδήλῳ τῇ συκοφαντίᾳ τὴν διαβολὴν συμπεραίνων; καὶ καθάπερ οἱ ἔκ τινος πάθους μὴ βλέποντες ἐν ὄψεσι τῶν βλεπόντων ἀσχημονοῦσι τὸ παρ' αὐτῶν μὴ ὁρώμενον καὶ παρὰ τῶν ὑγιαινόντων ἀγνοεῖσθαι νομίζοντες, τοιοῦτόν τι πέπονθεν ὁ ὀξυδερκὴς οὗτος καὶ ταχὺς τὴν διάνοιαν τὴν ἰδίαν πρὸς τὴν ἀλήθειαν πήρωσιν 2.1.453 καὶ ἐν τοῖς ἀκούουσιν οἴεται. καὶ τίς οὕτως ἠλίθιος ὡς μὴ παραθεῖναι τῇ διαβολῇ τὰ συκοφαντούμενα ῥήματα καὶ ἐκ τῆς ἑκατέρων ἀναγνώσεως τὴν κακουργίαν τοῦ λογο γράφου φωρᾶσαι; ὁ ἡμέτερος λόγος προσαγορεύει τὸ ἄφθαρ τον, ἐκεῖνος κατηγορεῖ τοῦ τὴν ἀφθαρσίαν πορίζοντος. τί κοινὸν ἔχει τὸ πορίζειν τῷ λέγειν; ἀπὸ τῶν ἰδίων ἕκαστος εὐθύνεσθαι δίκαιος, οὐκ ἐκ τῶν ἀλλοτρίων ὑπέχειν τὰς μέμψεις. νυνὶ δὲ κατηγορεῖ μὲν ἡμῶν καὶ ἡ πικρία πρὸς ἡμᾶς βλέπει, κατακρίνει δὲ οὐδένα κατά γε τὸν ἀληθῆ 2.1.454 λόγον ἢ ἑαυτόν. εἰ γὰρ τὸ πορίζειν τῷ θεῷ τὴν ἀφθαρ σίαν ὑπαίτιον, τοῦτο δὲ παρ' οὐδενὸς ἄλλου πλὴν παρ' αὐτοῦ λέγεται μόνου, ἄρα αὐτὸς ἑαυτοῦ γίνεται ὁ συκο φάντης κατήγορος, τὸ ἑαυτοῦ διαβάλλων, οὐ τὸ ἡμέτερον. καὶ περὶ τοῦ κατὰ τὴν ἀγεννησίαν ὀνόματος ἡμεῖς μέν φαμεν, ὅτι ὥσπερ τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτως τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη· οὑτοσὶ δὲ παρὰ τῶν αἰώνων ἡμᾶς λέγει κατὰ πάντων τῶν γεννητῶν προξενεῖν αὐτῷ τὰ πρεσβεῖα. 2.1.455 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν υἱὸν τοῦ θεοῦ κατάγων· ἀλλὰ τὴν ἀδιανόητον αὐτοῦ κακουργίαν τοῖς συνετωτέροις τῶν ἀκροατῶν προθήσω τῷ λόγῳ. 20παρὰ τῶν αἰώνων προξενεῖ Βασίλειος κατὰ πάντων τῶν γεννητῶν τῷ θεῷ τὰ πρεσβεῖα20. τίς ἡ ἀδιανόητος αὕτη κενοφωνία; πρόξενος θεοῦ ἄνθρωπος γίνεται καὶ προξενεῖ διὰ τῶν αἰώνων αὐτῷ τὰ πρεσβεῖα; τίς 2.1.456 ἡ ματαία τῶν ἀνυποστάτων τούτων ῥημάτων κενεμβασία, εἰ τὸ ὑπερεκπῖπτον τὴν διαστηματικὴν τῶν αἰώνων παρά τασιν ἐφ' ἑκάτερα τῆς θείας οὐσίας ἐμφαντικοῖς τισιν ὀνό μασιν ὁ διδάσκαλος εἶπεν σημαίνεσθαι ἐπὶ τοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντος τέλος, ὡς διαφόροις τοῖς ῥήμασι τὸ διάφορον σημανθῆναι τῆς ὑπολήψεως, καὶ διὰ τοῦτο τὸ μὲν πάσης ἀρχῆς ἀνώ τερον ἄναρχον λέγεσθαι καὶ ἀγέννητον, τὸ δὲ μηδενὶ τέλει περιγραφόμενον ἀθάνατον ὀνομάσαι καὶ ἄφθαρτον; ταῦτα 20πορισμὸν20 καὶ 20προξένησιν20 καὶ τὰ τοιαῦτα οὐκ 2.1.457 αἰσχύνεται γράφων. ἀλλὰ καὶ 20διχοτομεῖσθαι20 παρ' ἡμῶν φησι 20τοὺς αἰῶνας20, ὥσπερ οὐκ ἀνεγνωκὼς ἃ παρέθετο ἢ ὡς ἐν ἐπιλήσμοσι τῶν λεγομένων τὸν ἑαυτοῦ λόγον διατιθείς. τί φησιν ὁ διδάσκαλος; ἐὰν τὰ πρὸ τῆς κτίσεως ἐννοήσωμεν καὶ τοὺς αἰῶνας τῷ λογισμῷ διαβάντες τὸ ἀπερίγραπτον τῆς ἀϊδίου ζωῆς λογισώμεθα, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ τὸ τοιοῦτον διασημαίνομεν νόημα, κἂν εἰς τὸ ἐφεξῆς τὴν διάνοιαν τρέψωμεν καὶ περισσοτέραν τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ καταλάβωμεν, διὰ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου φωνῆς τὴν διάνοιαν ταύτην 2.1.458 διερμηνεύομεν. ποῦ τέμνει τοὺς αἰῶνας ἐν τοῖς εἰρημένοις ὁ λόγος, εἰ τὴν ἀϊδιότητα τοῦ θεοῦ κατὰ πᾶσαν ἐπιβολὴν ἐπίσης προφαινομένην καὶ πανταχόθεν ὡσαύτως ἔχουσαν καὶ μηδενὶ διαστήματι μετρουμένην τοῖς κατὰ δύναμιν 2.1.459 ἐξαγγέλλομεν ῥήμασί τε καὶ ὀνόμασιν; ἐπειδὴ γὰρ ἡ ἀν θρωπίνη ζωὴ διαστηματικῶς κινουμένη ἀπό τινος ἀρχῆς εἴς τι τέλος προϊοῦσα διέξεισι καὶ μεμέρισται πρὸς τὸ παρῳχηκός τε καὶ προσδοκώμενον ὁ τῇδε βίος, ὡς τὸ μὲν ἐλπίζεσθαι τὸ δὲ μνημονεύεσθαι, τούτου χάριν ὡς πρὸς τὴν ἡμετέραν σχέσιν τό τε παρῳχηκὸς καὶ τὸ προσδοκώ μενον τῆς διαστηματικῆς παρατάσεως ἐννοοῦντες, οὕτως καὶ ἐπὶ τῆς ὑπερκειμένης φύσεως ἐκ καταχρήσεως λέγομεν, οὐχ ὡς τοῦ θεοῦ διὰ τῆς ἰδίας ζωῆς κατόπιν ἑαυτοῦ τι καταλιπόντος διάστημα καὶ πρὸς τὸ προκείμενον πάλιν ἐν τῷ ζῆν διοδεύοντος, ἀλλ' ὡς τῆς ἡμετέρας κατανοήσεως ὡς πρὸς τὴν ἰδίαν ἡμῶν φύσιν περινοούσης τὰ πράγματα καὶ τὸ ἀΐδιον ἐν τῷ παρῳχηκότι καὶ μέλλοντι διαμετρούσης, ὅταν μήτε τὸ κατόπιν περικόπτῃ προϊοῦσαν εἰς τὸ ἄπειρον τοῦ ἀορίστου τὴν ἔννοιαν, μήτε τὸ ἔμπροσθεν σύστασίν τινα 2.1.460 καὶ ὅρον τῆς ἀπείρου ζωῆς ἐπαγγέλληται. εἰ ταῦτα καὶ νοοῦμεν καὶ λέγομεν, πῶς ἡμῖν ἡ τῶν αἰώνων ἐπιθρυλεῖται τομή, εἰ μὴ καὶ τὴν ἁγίαν γραφὴν διχοτομεῖν τοὺς αἰῶνας ὁ Εὐνόμιος λέγοι τῇ αὐτῇ διανοίᾳ τῆς θείας ζωῆς τὴν ἀπειρίαν διασημαίνουσαν, τοῦ μὲν ∆αβὶδ τὴν πρὸ τῶν αἰώνων βασιλείαν ὑμνήσαντος, τοῦ δὲ Μωϋσέως τὴν ὑπὲρ τοὺς αἰῶνας ἐκτεινομένην τοῦ θεοῦ βασιλείαν δείξαντος· ὡς ἐξ ἀμφοτέρων ἡμᾶς διδαχθῆναι ὅτι πᾶν διαστηματικὸν νόημα ἐντὸς τῆς θείας φύσεως περιείληπται, τῇ ἀπειρίᾳ 2.1.461 τοῦ τὸ πᾶν περιέχοντος ἁπανταχόθεν ἐμπερατούμενον. ὁ μὲν γὰρ Μωϋσῆς εἰς τὸ ἐφεξῆς βλέπων βασιλεύειν αὐτόν φησι τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι· ὁ δὲ μέγας ∆αβὶδ πρὸς τὸ κατόπιν ἀγαγὼν τὴν διάνοιαν εἶπεν Ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, καὶ πάλιν Εἰσακούσεται ὁ θεὸς 2.1.462 ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἀλλ' ὁ σοφὸς Εὐνόμιος ἐρ ρῶσθαι φράσας τοῖς τηλικούτοις καθηγηταῖς ἄλλην φησὶν ἡμᾶς λέγειν ἄναρχον ζωήν, ἑτέραν δὲ τὴν ἀτελεύτητον πάλιν καὶ αἰώνων τινῶν ἑτερότητας καὶ διαφορὰς συν διασχιζούσας τῇ ἑτερότητι ἑαυτῶν καὶ τὴν περὶ θεοῦ φαντασίαν. 2.1.463 Ἀλλ' ὡς ἂν μὴ διὰ μακροῦ γένοιτο ἡμῖν ἡ πρὸς τὰ εἰρημένα μάχη, αὐτὴν προθήσομεν ἀβασάνιστόν τε καὶ ἀνεξέταστον τὴν ἐν τούτοις τοῦ Εὐνομίου φιλοπονίαν ἱκανὴν οὖσαν δι' ὧν σπουδάζει περὶ τὸ ψεῦδος ἐκδηλοτέραν ποιῆσαι τοῖς συνετοῖς τὴν ἀλήθειαν. ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, 20τί ποτε τοὺς αἰῶνας οἰόμεθα20· καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων· τίς γάρ ἐστιν ὁ τοῦ θεοῦ τὴν οὐσίαν ἐπεγνωκέναι λέγων ὁ τὰ ἡμῖν ἀνέφικτα καταληπτὰ τῇ ἰδίᾳ συνέσει διοριζόμενος; οὐκοῦν αὐτὸς ἡμῖν φυσιολογείτω τὴν τῶν αἰώνων οὐσίαν ὁ τὰ ὑπερέκεινα κατειληφέναι κομπάζων, καὶ τὸ ἀμφίκρημνον τοῦτο καὶ διλήμματον τῆς ἀποκρίσεως μὴ λίαν φοβερῶς ἐπισειέτω τοῖς ἰδιώταις ἡμῖν, ὡς εἰ τόδε τοὺς αἰῶνας εἶναι νομίσομεν, τῆσδε τῆς ἀτοπίας ὑπαπαν 2.1.464 τώσης, καὶ εἰ τὸ ἕτερον, τῆς ἑτέρας. 20εἰ μὲν γὰρ ἀϊδίους20, φησί, 20λέγοιτε, Ἕλληνες ἔσεσθε καὶ Οὐαλεντῖνοι καὶ βάρβαροι· εἰ δὲ γεννητούς, οὐκέτι20, φησίν, 20ὁμολογήσετε τῷ θεῷ τὸ ἀγέν νητον20. ὢ τῆς ἀμάχου ταύτης καὶ ἀνανταγωνίστου ἐπι χειρήσεως· ἐάν τι γεννητὸν ὁμολογηθῇ, ὦ Εὐνόμιε, ἡ τοῦ ἀγεννήτου ὁμολογία παραγραφήσεται. καὶ ποῦ σοι διερρυή κασιν αἱ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τεχνολογίαι, δι' ὧν τὸ ἀνόμοιον τῆς τοῦ υἱοῦ πρὸς τὸν γεγεννηκότα οὐσίας 2.1.465 κατεσκευάζετο; ἔοικεν γὰρ ἀφ' ὧν νῦν διδασκόμεθα μὴ ἀνομοίως ἔχειν ὁ πατὴρ κατὰ τὴν οὐσίαν ὡς πρὸς τὸ γεν νητὸν θεωρούμενος, ἀλλὰ καθόλου τῇ τοῦ ἀγεννήτου ὁμο λογίᾳ εἰς τὸ μὴ ὂν ἀναλύεσθαι, εἴπερ ἐὰν γεννητοὺς εἴπωμεν τοὺς αἰῶνας, εἰς τὸ μηκέτι τὸν ἀγέννητον ὁμολο γεῖν ἐναγόμεθα. ἀλλ' ἴδωμεν τὴν ἀνάγκην δι' ἣν ἡμᾶς πρὸς τὴν συγκατάθεσιν τῆς ἀτοπίας ταύτης συναναγκάζει. 2.1.466 20ὧν γὰρ τῇ παραθέσει20, φησί, 20προσγίνεται τῷ θεῷ τὸ ἄναρχον, τούτων οὐκ ὄντων οὐκ ἔσται τὸ προστιθέμενον20. ὢ τῆς ἰσχυρᾶς ταύτης καὶ ἀφύκτου λαβῆς· ὡς ἐκ τῶν μέσων ἡμᾶς τοῖς ἀλύτοις ἅμμασιν ἀθλητικῶς διασφίγξας ἔχει. τῇ παραθέσει τῶν αἰώνων προσγίνεσθαι λέγει τῷ θεῷ τὸ ἀγέννητον. παρὰ τίνος προσγίνεσθαι; τίς τοῦτό φησιν, ὅτι τῷ ἀνάρχως ὄντι ἐξ ἐπικτήσεως διὰ παραθέσεώς τινων προσγίνεται τὸ ἀγέν νητον; οὔτε ἡ λέξις οὔτε ἡ διάνοια τῆς ἀτοπίας ταύτης 2.1.467 ἐν τοῖς ἡμετέροις ἐλέγχεται λόγοις. ἡ μὲν γὰρ λέξις ἑαυτῆς ἐστι συνήγορος οὐδὲν ἔχουσα τοιοῦτον οἷον καθ' ἡμῶν προ ενήνεκται· τῆς δὲ τῶν εἰρημένων ἐμφάσεως τίς ἂν ἐξηγητὴς ἀξιοπιστότερος νομισθείη αὐτῶν τῶν πατέρων τοῦ λόγου; οὐκοῦν ἡμεῖς δικαιότεροι λέγειν τί νοοῦμεν, ὅταν ἐπέκεινα τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ εἶναι διοριζώμεθα· λέγομεν 2.1.468 δὲ ταῦτα ἅπερ ἐν τοῖς φθάσασιν εἴρηται. ἀλλά φησι τῆς παραθέσεως τῶν αἰώνων οὐκ οὔσης ἀδύνατον εἶναι τὸ ἐκ ταύτης τῷ θεῷ προστιθέμενον, προστεθεῖσθαι δὲ τὴν ἀγεν νησίαν λέγει. λεγέτω καὶ παρ' ὅτου τῷ θεῷ τὸ τοιοῦτον προστέθειται. εἰ μὲν οὖν παρ' ἑαυτοῦ, γελοῖος ἂν εἴη τὴν ἰδίαν ἄνοιαν ἐπικαλῶν τοῖς ἡμετέροις λόγοις· εἰ δὲ παρ' ἡμῶν, ὑπαναγνώτω τὴν λέξιν, καὶ τὴν κατηγορίαν δεξόμεθα. 2.1.469 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν ψάμμῳ διατιθέντων. συνθεὶς γάρ τινα κώλου περίοδον καὶ μόλις ἐπὶ τὸ πέρας διεξελθὼν 20τὴν αὐτὴν ζωὴν20 ἀποδεί κνυσιν 20ἄναρχόν τε εἶναι καὶ ἀτελεύτητον20, ἡμε τέραν πληρῶν εὐχὴν ἐν τῇ τοιαύτῃ σπουδῇ. οὐδὲ γὰρ παρ' ἡμῶν ἄλλο τι λέγεται ἢ ὅτι μία ἐστὶ καὶ συνεχὴς αὐτὴ πρὸς ἑαυτὴν ἡ θεία ζωή, ἄπειρός τε καὶ ἀΐδιος καὶ οὐδα 2.1.470 μόθεν οὐδενὶ πέρατι κωλυομένη πρὸς τὸ ἀόριστον. μέχρι τούτων ὁ λογογράφος τοὺς ἑαυτοῦ πόνους καὶ τοὺς ἱδρῶτας τῇ ἀληθείᾳ χαρίζεται, δεικνὺς τὴν αὐτὴν ζωὴν κατ' οὐδέ τερον μέρος περατουμένην, οὔτε εἰ τὸ πρὸ αἰώνων τις ἐξε τάζοι οὔτε εἰ τὸ μετὰ τοῦτο λογίζοιτο. ἀλλ' ἐν τοῖς ἐφεξῆς πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν. εἰπὼν γὰρ τὴν αὐτὴν εἶναι ζωὴν ἄναρχόν τε καὶ ἀτελεύτητον, ἀφεὶς τὸν περὶ τῆς ζωῆς λόγον καὶ τὰς ἐπιθεωρουμένας ὑπο λήψεις τῇ θείᾳ ζωῇ εἰς μίαν τὰς πάσας ἔννοιαν συντάξας 2.1.471 ἓν τὰ πάντα ἐποίησεν. 20εἰ γὰρ ἡ ζωή20, φησίν, 20ἄναρχός τε καὶ ἀτελεύτητος καὶ ἄφθαρτός ἐστι καὶ ἀγέννητος, ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ ἡ ἀφθαρσία καὶ τῷ ἀτελευτήτῳ τὸ ἄναρχον20. καὶ προστίθησι τούτοις τὴν ἐκ τῶν λογισμῶν συμμαχίαν· 20οὐ γὰρ δυνατόν20, φησί, 20τὴν μὲν ζωὴν εἶναι μίαν, τὸν δὲ τοῦ ἀφθάρτου λόγον μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννήτου λόγῳ20. καλῶς ὁ γενναῖος προστίθησι. 2.1.472 δοκεῖ δὲ μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ εἰρημένα τυγχάνειν μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνά μεως καὶ τὸν τῆς ἀγαθότητος καὶ ἑκάστου τῶν θεοπρεπῶν ὀνομάτων, καὶ μηδεὶς ἔστω λόγος κατὰ τὸ ἰδιάζον νοού μενος, ἀλλ' ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων ἓν ὑπο κείσθω τὸ σημαινόμενον, καὶ εἷς ὑπογραφῆς λόγος τὸν περὶ ἑκάστου τῶν λεγομένων ὅρον ἀποπληρούτω· κἂν ἐρω τηθῇς τὸ τοῦ κριτοῦ σημαινόμενον, τὴν τῆς ἀγεννησίας ἑρμηνείαν ἀπόκριναι, κἂν τῆς δικαιοσύνης δέῃ τὸν ὁρισμὸν ἀποδοῦναι, τὸ ἀσώματόν σοι πρόχειρον εἰς τὴν ἀπόκρισιν ἔστω, τί δὲ σημαίνει ἡ ἀφθαρσία, ὅπερ ἡ τοῦ ἐλέου πάν 2.1.473 τως ἐρεῖς ἢ ἡ τῆς κρίσεως σημασία παρίστησιν. οὕτω καὶ τὰ καθ' ἕκαστα πάντα πρὸς ἄλληλα μεταχωρείτω, μηδεμιᾶς ἰδιαζούσης ἐμφάσεως τὸ ἕτερον τοῦ ἑτέρου δια στελλούσης. καὶ εἰ ταῦτα νομοθετεῖ ὁ Εὐνόμιος, τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσιν, θεὸν κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν ἐλεήμονα καὶ 2.1.474 ἄλλα πολλὰ τοιαῦτα κατονομάζουσαι; εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύ σεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαι νόμενον διαφορᾶς ἀπ' ἀλλήλων τὰ ὀνόματα διαστελλούσης. 2.1.475 ἀλλὰ τίς οὕτως ἀπόπληκτος ὡς ἀγνοεῖν ὅτι ἡ μὲν θεία φύσις, ὅ τι ποτὲ κατ' οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ τις καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ κατ' οὐδένα τρόπον ἐν ποικίλῃ τινὶ συνθέσει θεωρουμένη, ἡ δὲ ἀνθρωπίνη ψυχὴ χαμαὶ κειμένη καὶ ἐν τῷ γηίνῳ τούτῳ βίῳ κατορωρυγμένη διὰ τὸ μὴ δύνασθαι τηλαυγῶς κατιδεῖν τὸ ζητούμενον πολλαῖς ἐν νοίαις τῆς ἀφράστου φύσεως πολυτρόπως καὶ πολυμερῶς ἐπορέγεται, οὐ κατὰ μίαν τινὰ διάνοιαν τὸ κεκρυμμένον 2.1.476 θηρεύουσα; ἦ γὰρ ἂν εὔκολος ἦν ἡ κατάληψις, εἰ μία τις ἡμῖν ἔφοδος πρὸς τὴν θείαν ἀποκέκριτο γνῶσιν· νυνὶ δὲ διὰ μὲν τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας σοφὸν εἶναι τὸ τοῦ παντὸς ἐπιστατοῦν ἐνοήσαμεν, διὰ δὲ τῆς τῶν θαυ μάτων μεγαλουργίας δυνάμεως ἔμφασιν ἐδεξάμεθα, τὸ δὲ ἐξ ἐκείνου πᾶν ἐξῆφθαι πιστεύειν τοῦ μηδεμίαν αὐτοῦ τῆς ὑπάρξεως αἰτίαν εἶναι τεκμήριον γίνεται. 2.1.477 Πάλιν τὸ βδελυκτὸν τῆς κακίας νοήσαντες τὸ ἀναλ λοίωτον αὐτοῦ καὶ ἀμιγὲς πρὸς κακίαν καταλαμβάνομεν τήν τε τοῦ θανάτου διαφθορὰν κακῶν ἔσχατον εἶναι νομί σαντες ἀθάνατόν τε καὶ ἄφθαρτον τὸν ἀλλότριον παντὸς τοιούτου νοήματος ὠνομάσαμεν, οὐ τὸ ὑποκείμενον ταῖς ἐννοίαις ταύταις συνδιασχίζοντες, ἀλλ' ὅ τι ποτὲ κατ' οὐσίαν ἐστίν, ἓν εἶναι πεπιστευκότες πρὸς πάσας τὰς τοιαύτας 2.1.478 ὑπολήψεις οἰκείως ἔχειν τὸ νοηθὲν ὑπειλήφαμεν. οὐ γὰρ μάχεται πρὸς ἄλληλα τὰ ὀνόματα κατὰ τὴν τῶν ἀντιθέτων φύσιν, ὡς εἰ τὸ ἓν ὑπάρχοι, μὴ ἂν αὐτῷ συνθεωρηθῆναι τὸ ἕτερον, ὡς οὐκ ἐνδέχεται ζωὴν ἅμα καὶ θάνατον περὶ τὸν αὐτὸν νοηθῆναι, ἀλλὰ τοιαύτη ἐστὶν ἑκάστου τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἔμφασις, ὥστε κἂν ἰδιάζῃ τῷ σημαινομένῳ, μηδεμίαν ἴσχειν πρὸς τὸ συνονομαζόμενον 2.1.479 ἐναντίωσιν. τί γὰρ ἐναντιοῦται τῷ ἀσωμάτῳ τὸ δίκαιον, κἂν μὴ συμβαίνῃ κατὰ τὴν ἔννοιαν ἀλλήλοις τὰ ῥήματα; ποίαν δὲ μάχην ἡ ἀγαθότης ἔχει πρὸς τὸ ἀόρατον; οὕτως οὐδὲ τὸ ἀΐδιον τῆς θείας ζωῆς διπλοῖς ὀνόμασί τε καὶ νοήμασι γνωριζόμενον, τῷ ἀτελευτήτῳ καὶ τῷ ἀνάρχῳ, τῇ διαφορᾷ τῶν ὀνομάτων συνδιατέμνεται· καὶ οὔτε ταὐτόν ἐστι τῷ ἑτέρῳ κατὰ τὴν σημασίαν τὸ ἕτερον (τὸ μὲν γὰρ τὴν τῆς ἀρχῆς τὸ δὲ τὴν τοῦ τέλους ἀλλοτρίωσιν ἔδειξεν) οὔτε μερισμόν τινα τοῦ ὑποκειμένου ἡ τῶν ἐπιθεωρουμένων αὐτῷ νοημάτων διαφορὰ παρεσκεύασε. 2.1.480 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολε μοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμα χίαν ἔχειν, ἀλλοκότως αὐτοῦ τὰς τοιαύτας στομφώδεις καὶ ἀδιανοήτους φωνὰς ἐν κώλων καὶ περιόδων σχήματι πρὸς τὸ συμβὰν ἀποπτύοντος. ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστι, τὸ μηδεμίαν εἶναι τῶν ποικίλων ὀνομάτων κατὰ τὰς 2.1.481 ἐμφάσεις διαφοράν. ἀνάγκη δὲ πᾶσα, ὡς ἔοικεν, αὐτὴν ἐπὶ λέξεως παραθέσθαι τὴν ῥῆσιν, ὡς ἂν μὴ συκοφαντικῶς ἐπιφέρειν αὐτῷ τι τῶν οὐ προσόντων δοκοίημεν. 20τῶν γὰρ ἀληθῶν20 φησι 20λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπί κρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συν αρμοζομένων ὥσπερ20 αὖ 20καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον 2.1.482 ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον20. ταῦτα καὶ πολλὰ ἐπὶ τούτοις ἄλλα τοιαῦτα πρὸς τὴν τοῦ προτεθέντος αὐτῷ σκοποῦ κατασκευὴν διεξέρχεται, ἐκβαλὼν τοῦ λόγου σχέσεις τινὰς καὶ παραθέσεις καὶ εἶδος καὶ μέτρον καὶ μέρος καὶ χρόνον καὶ τόπον, ὡς διὰ τῆς τούτων ὑπεξαι ρέσεως τῆς οὐσίας ἐνδεικτικὴν τὴν ἀγεννησίαν γενέσθαι. ἡ δὲ κατασκευὴ τοῦτον ἔχει τὸν τρόπον, λέξω δὲ τῇ ἐμαυτοῦ 2.1.483 λέξει τὸ νόημα. 20οὐκ ἄλλη τις20, φησίν, 20ἡ ζωὴ παρὰ τὴν οὐσίαν ἐστίν, ὡς ἂν μή τις σύνθεσις περὶ τὴν ἁπλῆν νοοῖτο φύσιν, πρὸς τὸ μετέχον καὶ μετεχόμενον τῆς ἐννοίας μεριζομένης· ἀλλ' αὐτό20, φησίν, 20ὅπερ ἐστὶν ἡ ζωή, οὐσία ἐστί20, κα λῶς τὰ τοιαῦτα φιλοσοφῶν. οὐ γὰρ ἄν τις ἀντείποι τῶν νοῦν ἐχόντων μὴ ταῦτα οὕτως ἔχειν. 2.1.484 Ἀλλὰ πῶς τὸν λόγον ἐπὶ τὸν σκοπὸν συνεπέρανεν; 20εἰ τὸ ἄναρχον σημαίνοντες20, φησί, 20τὴν ζωὴν ἐση μήναμεν, ταύτην δὲ τὴν ζωὴν οὐσίαν λέγειν ὁ τῆς ἀληθείας ἀναγκάζει λόγος, αὐτῆς εἶναι τῆς θείας οὐσίας20 φησὶ 20σημαντικὸν τὸ ἀγέννη τον20. ἡμεῖς δὲ τὸ μὲν μὴ γεγεννῆσθαι παρ' ἑτέρου τὴν θείαν ζωήν, ὅπερ σημαίνει ἡ τοῦ ἀνάρχου διάνοια, καὶ αὐτοὶ συντιθέμεθα, αὐτὸ δὲ τὸ διὰ τῆς τοῦ μὴ γεγεννῆσθαι λέξεως σημαινόμενον οὐσίαν νομίζειν μόνων τῶν ἐκ μανίας 2.1.485 παραφερομένων οἰόμεθα. τίς γὰρ οὕτως ἐξέστηκεν ὡς ὁρισμὸν οὐσίας τὴν μὴ γέννησιν ἀποφήνασθαι; ὡς γὰρ οἰκείως ἔχει πρὸς τὸ γεννητὸν ἡ γέννησις, οὕτω δηλαδὴ καὶ τῷ ἀγεννήτῳ ἐφαρμοσθήσεται ἡ μὴ γέννησις. ὃ οὖν οὐκ ἔστι περὶ τὸν πατέρα τῆς ἀγεννησίας ἐνδεικνυμένης, πῶς ἡμεῖς εἰς οὐσίαν τὴν τοῦ μὴ προσόντος ἔνδειξιν συντι θέμεθα; ἀλλ' ἑαυτῷ δοὺς τὸ μήτε παρ' ἡμῶν μήτε ἐκ τῆς τῶν τεθέντων ἀκολουθίας αὐτῷ συγχωρούμενον, τὸ σημαντικὸν τῆς θείας ζωῆς τὴν ἀγεννησίαν εἶναι τοῦ θεοῦ 2.1.486 συνεπέρανεν. ὡς δ' ἂν μάλιστα καταφανὴς ὁ περὶ τὸν τόπον τοῦτον αὐτοῦ γένοιτο λῆρος, οὑτωσὶ τὸν λόγον διασκο πήσωμεν. δι' ὧν γὰρ ἐπὶ τοῦ πατρὸς εἰς τὴν ἀγεννησίαν τὸν τῆς οὐσίας περιήγαγε λόγον, ἐξετάσωμεν εἰ μὴ κατὰ τὸ ἴσον διὰ τῶν αὐτῶν ἐπιχειρημάτων καὶ τοῦ υἱοῦ τὴν οὐσίαν εἰς τὴν ἀγεννησίαν ἀνάξομεν. 2.1.487 20∆εῖ20, φησί, 20τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρι νῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαί νηται διάφορος· τῶν γὰρ ἀληθῶν λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπίκρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων, ὥσπερ αὖ καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δη λούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν20 τοῦ υἱοῦ 20ζωήν, ᾧ τις ἂν ἢ τὴν διάνοιαν 2.1.488 ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειε20. μή τίς ἐστιν ἐν τοῖς εἰρημένοις ἀναρμοστία, ὡς οὐ δέον ἐπὶ τοῦ μονογενοῦς τὰ τοιαῦτα λέγειν ἢ γράφειν; οὐχὶ καὶ ὁ υἱὸς αὐτός ἐστι 20ζωὴ εἰλικρινῶς μία20; οὐχὶ καὶ ἐπ' αὐτοῦ 20ἕνα καὶ τὸν αὐτὸν εἶναι20 προσήκει 20λόγον, κἂν τοῖς ὀνόμασιν ἢ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος20; οὐχὶ καὶ ἐπ' ἐκείνου 20τῶν δύο20 τὸ 20ἕτερον ἐξ ἀνάγκης20 στήσεται, 20ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δη λοῦντα λόγον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν ζωὴν αὐτοῦ, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειεν20; 2.1.489 οὐδὲν παρ' ἡμῶν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τοῦ Εὐνομίου ἐμμέμικται, ἀλλ' ἐπ' αὐτῆς ἤλθομεν τῆς ὁμολογίας καὶ τῆς ἀκολουθίας, μόνον "1τοῦ υἱοῦ"2 παρεν θέντες τὸ ὄνομα. εἰ οὖν καὶ αὐτὸς μία ζωὴ εἰλικρινὴς πάσης συνθέσεως καὶ διπλόης κεχωρισμένη καὶ οὐδὲν ὑπό κειται πρᾶγμα παρὰ τὴν τοῦ υἱοῦ ζωήν (πῶς γὰρ <ἂν> ἐν τῷ ἁπλῷ μίξις ἀλλοτρίου πράγματος ὑποπτεύοιτο; οὐ γὰρ ἂν ἔτι ἁπλοῦν εἴη τὸ μεθ' ἑτέρου νοούμενον), ἁπλῆ δὲ ζωὴ καὶ ἡ τοῦ πατρὸς οὐσία, ἁπλῆς δὲ ζωῆς κατ' αὐτὸν τόν τε τῆς ζωῆς καὶ τὸν τῆς ἁπλότητος λόγον οὐδεμία τίς ἐστι διαφορά, οὔτε ἐπιτάσεως οὔτε ὑφέσεως οὔτε τῆς κατὰ τὸ ποσὸν ἢ ποιὸν ἑτερότητος τὴν παραλλαγὴν ἐμποιούσης, ἀνάγκη πᾶσα τὰ ταῖς αὐταῖς ἐννοίαις συμβαίνοντα καὶ 2.1.490 ὑπὸ τῶν αὐτῶν προσηγοριῶν ὀνομάζεσθαι. εἰ οὖν ἓν τὸ πρᾶγμα τὸ κατὰ τὴν ἁπλότητα τῆς ζωῆς ἐν πατρὶ καὶ υἱῷ καταλαμβάνεται, οὐδεμίαν τοῦ τῆς ἁπλότητος λόγου καθὼς εἴρηται παραλλαγὴν δεχομένου, ἀνάγκη πᾶσα τὸ τῷ ἑνὶ ἐφαρμοζόμενον ὄνομα καὶ πρὸς τὸ ἕτερον προσφυῶς ἔχειν· ὥστε εἰ ἡ ἁπλότης τῆς τοῦ πατρὸς ζωῆς τῷ τῆς ἀγεννησίας ὀνόματι διασημαίνεται, μηδὲ πρὸς τὴν τοῦ υἱοῦ ἁπλότητα 2.1.491 τὴν φωνὴν ἀνοικείως ἔχειν. ὥσπερ γὰρ τὸ λογικὸν καὶ θνητὸν καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος ὀνομάζεται ὁμοίως ἐπί τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ καὶ οὐδὲν τὴν τῆς φύσεως ἐπωνυμίαν ὑπήμειψεν, οὔτε ἐπὶ τοῦ Ἄβελ τὸ διὰ γεννήσεως οὔτε ἐπὶ τοῦ Ἀδὰμ τὸ ἄνευ γεννήσεως εἰς ζωὴν παρελθεῖν, οὕτως εἴπερ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς τοῦ πατρὸς ζωῆς ὄνομα τὴν ἀγεννησίαν ἔχει, ὡσαύτως καὶ ἐπὶ τῆς τοῦ υἱοῦ ζωῆς ἡ αὐτὴ ἔννοια τῇ αὐτῇ φωνῇ κατ' ἀνάγκην ἐφαρμοσθήσεται, εἴπερ 20δεῖ20, καθώς φησιν ὁ Εὐνόμιος, 20δυοῖν θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον20 εἶναι. 2.1.492 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λό γων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα τῶν εὐθυ νόντων αὐτόθεν οὐ μόνον τὸ τοῦ δόγματος βλάσφημον, ἀλλὰ καὶ τὸ τῆς συνηθείας ἄτονον τοῖς συνετοῖς ἐπιδεικνύναι; πολυτρόπως γὰρ οὐκ ἐπὶ τῆς ἡμετέρας ἐννοίας, ἀλλὰ κατὰ τὸ αὐτῷ δοκοῦν τὸ τῆς ἐπινοίας ὄνομα παρερμηνεύων, καθ άπερ ἐν νυκτομαχίᾳ μηδενὸς διακρίνοντος τὸ φίλιόν τε καὶ ἀλλότριον, δι' ὧν ἡμῖν προσπολεμεῖν οἴεται, τὸ ἴδιον δόγμα 2.1.493 κατακεντῶν οὐ συνίησιν. ᾧ γὰρ μάλιστα τῆς ἐκκλησίας τῶν εὐσεβούντων ἑαυτὸν ἀλλοτριοῦν οἴεται δεῖν τοῦτό ἐστι, τὸ κατασκευάζειν 20ὀψέ ποτε τὸν θεὸν γεγενῆσθαι πατέρα καὶ τὸ τῆς πατρότητος ὄνομα νεώτερον εἶναι τῶν λοιπῶν ὀνομάτων, ὅσα περὶ αὐτὸν λέγεται. ἐξ ἐκείνου γὰρ αὐτὸν κληθῆναι πα τέρα ἀφ' οὗ προέθετο γενέσθαι πατὴρ καὶ 2.1.494 ἐγένετο20. ἐπειδὴ τοίνυν ἐν τῷ λόγῳ τούτῳ κατα σκευάζει 20πάσας τὰς ἐπιλεγομένας τῇ θείᾳ φύσει προσηγορίας κατὰ τὸ σημαινόμενον ἀλ λήλαις συμφέρεσθαι καὶ μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν20, ἓν δὲ τῶν ἐπιλεγομένων ἐστὶν ὀνομάτων καὶ ὁ πατήρ (ὡς γὰρ ἄφθαρτός τε καὶ ἀΐδιος, οὕτω καὶ πατὴρ ὀνομάζεται), ἢ κυρώσει καὶ ἐπὶ τῆς φωνῆς ταύτης τὴν περὶ τῶν λοιπῶν ὀνομάτων δόξαν καὶ διαφθερεῖ τὴν πρώτην ὑπόληψιν, εἴπερ πάσαις ταῖς προσηγορίαις καὶ ἡ 2.1.495 τῆς πατρότητος ἔννοια συμπεριειλημμένη τύχοι (δῆλον γὰρ ὅτι εἰ ταὐτὸν εἴη τὸ σημαινόμενον ἀφθάρτου τε καὶ πατρός, ὡς ἀεὶ ἄφθαρτος, οὕτως ἀεὶ καὶ πατὴρ ὁμολογηθήσεται, μιᾶς, ὥς φησι, πᾶσι τοῖς ὀνόμασι τῆς σημασίας οὔσης) ἢ εἰ φοβοῖτο ἐξ ἀϊδίου προσμαρτυρεῖν τῷ θεῷ τὴν πατρότητα, λύσει κατ' ἀνάγκην τὸ ἐπιχείρημα, ἑκάστῳ τῶν ὀνομάτων ἰδιάζουσαν ἐνυπάρχειν ὁμολογῶν σημασίαν, καὶ οὕτως ὁ πολὺς αὐτῷ περὶ τῶν ὀνομάτων ὕθλος πομφόλυγος δίκην 2.1.496 ἀπορραγεὶς κατασβέννυται. εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐν αντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, 20διὰ τὸ ἐξ ἐνεργείας20, ὡς αὐτὸς λέγει, 20ἑκατέρας ἐπι λέγεσθαι τῷ θεῷ τὰς φωνάς20, περιγράψει τὴν πολλὴν ἡμῶν περὶ τὸ προκείμενον ἀσχολίαν, ταῦτα ὁμολογῶν ἃ πολλοῖς ἔδει πόνοις παρ' ἡμῶν διελέγχεσθαι. εἰ γὰρ μία τῆς τε τοῦ δημιουργοῦ καὶ τῆς τοῦ πατρὸς φωνῆς ἡ ση μασία (20ἐξ ἐνεργείας20 γὰρ ἑκατέρα), ἰσοδυναμεῖ πάντως ἀλλήλοις καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα· ὧν γὰρ τὸ σημαινόμενον τὸ αὐτό, τούτων οὐδὲ τὸ ὑποκείμενον πάντως 2.1.497 διάφορον. 20εἰ οὖν ἐξ ἐνεργείας20 καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται, ἔξεστι πάντως καὶ ὑπαλλάξαντι κατὰ τὸ ἀντι στρέφον τοῖς ὀνόμασι χρήσασθαι καὶ εἰπεῖν ὅτι καὶ δημιουρ γὸς τοῦ υἱοῦ καὶ πατὴρ τοῦ λίθου ἐστὶν ὁ θεός, εἴπερ ἄμοιρόν ἐστι τὸ τοῦ πατρὸς ὄνομα τῆς κατὰ φύσιν σχετικῆς σημασίας. τὸ δὲ διὰ τούτου κατασκευαζόμενον οὐκέτ' ἀμ 2.1.498 φίβολον ἔχει τὴν ἀτοπίαν τοῖς γε νοῦν ἔχουσιν. ὡς γὰρ ἄτοπόν ἐστι λίθον ἡγεῖσθαι θεὸν ἢ ἄλλο τι τῶν διὰ κτίσεως ὑποστάντων, οὕτως ὁμολογηθήσεται μηδὲ τῷ μονογενεῖ θεῷ δεῖν προσμαρτυρεῖν τὴν θεότητα, μιᾶς καὶ τῆς αὐτῆς τῆς κατὰ τὴν ἐνέργειαν σημασίας ἀμφοτέρας τῷ θεῷ τὰς κλήσεις κατὰ τὸν Εὐνομίου λόγον προσμαρτυ ρούσης, καθ' ἣν καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται. 2.1.499 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. διαβάλλων γὰρ τὸν ἡμέτερον λόγον τὸν κατὰ διαφόρους ἐπιβολὰς λέγοντα τὴν περὶ θεοῦ γνῶσιν ἡμῖν συναγείρεσθαι φησὶ 20μηκέτ' αὐτὸν παρ' ἡμῶν ἁπλοῦν εἶναι κατασκευάζε σθαι ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι' ἑκάστης προσηγορίας σημαινομένων καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν20. ταῦτα διὰ τῆς ἐμαυτοῦ λέξεως γράφω συντέμνων αὐτοῦ τὴν μακρὰν ἀδολεσχίαν. 2.1.500 ἀλλὰ πρὸς τὴν ματαίαν ταύτην οἶμαι καὶ ἄτονον περιττο λογίαν οὐδὲ τὴν ἀντίρρησιν ἄν τινα τῶν εὖ φρονούντων ἔξω τῆς κατὰ τὴν ἄνοιαν κατηγορίας ποιήσασθαι. εἰ μὲν γάρ τι τοιοῦτον ἐν τοῖς παρ' ἡμῶν εἰρημένοις ἦν, ἔδει πάντως ἡμᾶς ἢ ἀνατίθεσθαι τὰ κακῶς εἰρημένα ἢ τὸ ἀμφίβολον τῆς διανοίας πρὸς τὸ ἀνεύθυνον τῆς ἑρμηνείας ἄγειν. ἐπεὶ δὲ οὔτε εἴρηται παρ' ἡμῶν τοιοῦτον οὐδὲν οὔτε ἡ τῶν εἰρημένων ἀκολουθία πρὸς τὴν τοιαύτην ἀνάγκην ἐξωθεῖ τὴν διάνοιαν, τί δεῖ τοῖς ὁμολογουμένοις ἐνδιατρίβοντα ἀπο 2.1.501 κναίειν τοὺς ἐντυγχάνοντας τῇ παρατάσει τοῦ λόγου; τίς γὰρ οὕτως ἔξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν νοημάτων τὰς εὐσεβεῖς περὶ θεοῦ ὑπολήψεις ἀθροί ζεσθαι σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι ἢ ἐκ μετα λήψεώς τινων ἑαυτῷ συναγείρειν τὴν τελειότητα; εὕρατό τις καθ' ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπει λήφθω καὶ ἀστρονομίας εὑρετὴς εἶναι ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς καὶ γεωμετρίας καὶ ἄλλων τοιούτων ἐπι τηδευμάτων τινῶν· ἆρ' ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ ὀνό ματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, 2.1.502 σύνθετος διὰ τοῦτο ἡ ψυχὴ νομισθήσεται; καίτοιγε πλεῖ στον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινόμενον τῆς ἀστρο νομικῆς ἐπιστήμης καὶ ἡ γραμματικὴ πρὸς τὴν γεωμετρίαν οὐδεμίαν κατὰ τὸ σημαινόμενον τὴν κοινωνίαν ἔχει, οὐδ' αὖ πάλιν ἡ ναυτιλία καὶ ἡ γεωπονία· ἀλλὰ μὴν περὶ τὴν μίαν ψυχὴν ἑκάστου τούτων τὸν λόγον δυνατόν ἐστιν ἀθροι σθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἡ ψυχὴ γίνεται οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαινό 2.1.503 μενον ἀνακίρναται. εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσού των ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγείρειν τῆς φύσεως; 2.1.504 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. 20εἰ δὲ δεῖ20, φησίν, 20ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσίαν αὐτὴν ἀνεπίμικτον καὶ καθαρὰν φυ λάσσει τῶν χειρόνων καὶ τῶν ἐναντίων20. ἡ μὲν οὖν κατηγορία τοσαύτη, ὁ δὲ τῶν ἐγκλημάτων ἔλεγχος τίς; ἴδωμεν τὴν σφοδρὰν αὐτοῦ καὶ ῥητορικὴν καθ' ἡμῶν ἐπιχείρησιν. 20εἰ κατὰ τὸ ἀτελεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν 2.1.505 ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπαναλαβὼν πάλιν τὸ αὐτό φησιν· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτε λεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός20. ὁ μὲν οὖν 20ἀποτομώτερος αὐτοῦ λόγος20 οὗτός ἐστιν, ὃν καθ' ἡμῶν προοίσειν ἠπείλησεν εἰς ἔλεγχον τοῦ τὴν οὐσίαν τοῦ θεοῦ λέγειν ἡμᾶς ἐπιμεμίχθαι τοῖς ἐναντίοις τε καὶ τοῖς χείροσιν. ἐγὼ δὲ φανερὸν μὲν ἡγοῦμαι τοῖς ἐρρωμένον ἔχουσιν ἐν ἑαυτοῖς τὸ τῆς ἀληθείας κριτήριον, ὅτι οὐδεμίαν ἐν τοῖς εἰρημένοις δεδωκότος τοῦ διδασκάλου τῷ συκοφάντῃ λαβήν, παραποιήσας οὗτος πρὸς τὸ δοκοῦν τὰ εἰρημένα τὴν μειρακιώδη ταύτην τοῦ σοφίσματος παιδιὰν συνεπέρανεν. 2.1.506 πλὴν ὡς ἂν ἐκδηλότερον πᾶσι γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐκεῖνό τε πάλιν ἐπὶ λέξεως ἀναγνώσομαι καὶ ἀντιπαραθήσω τούτοις τοῦ Εὐνομίου τὰ ῥήματα. "1ἄφθαρτον, φησὶν ὁ δι δάσκαλος, καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπί πτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ 2.1.507 τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω καὶ τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἐνθεωρούντων ἡμῶν ταῦτα."2 οὗτος τοῦ διδασκάλου ὁ λόγος, τοῦτο παιδεύων ἡμᾶς διὰ τῶν εἰρημένων, ὅτι μία οὖσα τῇ φύσει καὶ συνεχὴς πρὸς ἑαυτὴν ἡ θεία ζωὴ οὔτε ἀπὸ ἀρχῆς τινος ἄρχεται οὔτε πέρατί τινι περιγράφεται, καὶ ὅτι τὰς ἐπιθεωρουμένας τῇ ζωῇ ταύτῃ ἐννοίας ἔξεστι δι' ὀνομάτων τινῶν φανερὰς 2.1.508 καταστῆσαι. τό τε γὰρ μὴ ἐξ αἰτίας εἶναί τινος διὰ τῆς τοῦ ἀνάρχου τε καὶ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν, καὶ τὸ μηδενὶ περιγράφεσθαι τέλει μηδὲ εἰς φθορὰν διαλύεσθαι, τοῦτο ἡ τοῦ ἀφθάρτου τε καὶ ἀτελευτήτου διασημαίνει λέξις· καὶ τούτῳ διορίζεται τὸ δεῖν ἐπὶ τῆς θείας ζωῆς τὸ μὲν τὴν ἀρχὴν μὴ ἔχειν ἀγεννήτως εἶναι λέγειν, τὸ δὲ ἀτελευτήτως εἶναι ἄφθαρτον κατονομάζειν, ἐπειδὴ πᾶν τὸ τοῦ εἶναι παυσάμενον ἐν ἀφανισμῷ γίνεται πάντως, ἀφανισμὸν δὲ τοῦ ὄντος ἀκούσαντες τὴν τοῦ συνεστῶτος φθορὰν ἐνοήσαμεν. τὸν οὖν μηδέποτε τοῦ εἶναι παυόμενον ἀλλότριόν τε τῆς κατὰ φθορὰν διαλύσεως ὄντα ἄφθαρτον ὀνομάζεσθαι λέγει. 2.1.509 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος; 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. τίς ταῦτά σοι δέδωκεν, ὦ Εὐνόμιε, ὡς μὴ πάσῃ συνθεωρεῖσθαι τῇ ζωῇ τοῦ θεοῦ τὴν ἀφθαρσίαν; τίς διελὼν εἰς δύο τὴν θείαν ζωὴν ἰδιαζούσαις φωναῖς ἐπονομάζει τῶν ἡμιτόμων ἑκάτερον, ὥστε ᾧπερ ἂν τμήματι τοῦτο προσῇ τὸ ὄνομα, 2.1.510 μὴ προσεῖναι λέγειν αὐτῷ καὶ τὸ ἕτερον; τῆς σῆς αὕτη διαλεκτικῆς ἡ δριμύτης, τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν φθαρτὴν εἰπεῖν εἶναι καὶ τῇ ἀφθάρτῳ μὴ συνθεωρεῖσθαι τὸ ἄναρχον· ὅμοιον ὥσπερ ἂν εἴ τις λογικόν τε καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγοι, ἑκάτερον ἐφαρμόζων τούτων τῶν ὀνομάτων τῷ ὑποκειμένῳ κατὰ διά φορον ἐπιβολήν τε καὶ ἔννοιαν, ἔπειτα παρά τινος τοιούτου καταχλευάζοιτο διεξιόντος τὰ ὅμοια, ὅτι εἰ δεκτικὸς νοῦ καὶ ἐπιστήμης ὁ ἄνθρωπος, λογικὸς κατὰ τοῦτο εἶναι οὐ δύναται, ἀλλὰ καθ' ὃ δεκτικός ἐστιν ἐπιστήμης, τοῦτο μόνον ἔσται, τὸ δὲ ἕτερον οὐ χωρήσει ἡ φύσις, καὶ πάλιν εἰ λογικὸν ὁρίζοι τὸν ἄνθρωπον, οὐκέτι αὐτῷ τὸ δεκτικὸν τοῦ 2.1.511 νοῦ συγχωρήσει. καθ' ὃ γὰρ λογικός ἐστιν, ἀμέτοχος δια νοίας ἀναδειχθήσεται. εἰ δὲ πρόδηλον ἐν τούτοις ἐστὶ παντὶ τὸ γελοῖόν τε καὶ ἀνόητον, οὐδὲ ἐπ' ἐκείνου πάντως ἀμφίβολον. ἀναγνοὺς γὰρ τοῦ διδασκάλου τὴν ῥῆσιν σκιὰν εὑρήσεις τὴν παιδιὰν τοῦ σοφίσματος. οὔτε γὰρ ἐν τῷ κατὰ τὸν ἄνθρωπον ὑποδείγματι τὸ δεκτικὸν τῆς ἐπιστήμης ὑπὸ τοῦ λόγου κωλύεται ἢ ὑπὸ τοῦ δεκτικοῦ τῆς διανοίας ὁ λόγος, οὔτε τὸ ἀΐδιον τῆς θείας ζωῆς ἢ τὸ ἄφθαρτον οὐκ ἔχει, ἐὰν ἄναρχον ᾖ, ἢ εἴπερ τὴν ἀφθαρσίαν τις αὐτῇ 2.1.512 μαρτυρήσειε, τὸ ἀνάρχως εἶναι ἀφαιρεθήσεται. ἀλλ' ὁ τῇ τέχνῃ τῆς διαλεκτικῆς ἀγχινοίας ἀναζητῶν τὴν ἀλήθειαν ἐκ τῶν ἰδίων τῷ ἡμετέρῳ λόγῳ παρενθεὶς ἃ ἐβούλετο ἑαυτῷ μάχεται καὶ ἑαυτὸν ἀνατρέπει, τῶν ἡμετέρων οὐ προσ απτόμενος. τὸ γὰρ παρ' ἡμῶν οὐδὲν ἕτερον ἦν ἢ τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν ἀγέννητον δι' ἐπινοίας ὀνομάζεσθαι λέγειν, ὀνομάζεσθαι, οὐχὶ γίνεσθαι, καὶ τὴν εἰς τὸ ἀόριστον προϊοῦσαν τῇ τοῦ ἀφθάρτου σημαίνειν προσηγορίᾳ, οὐ ποιεῖν 2.1.513 ἄφθαρτον, ἀλλὰ σημαίνειν οὖσαν τοιαύτην. ὥστε τὸ μὲν ἀόριστον καθ' ἑκάτερον εἶναι τὴν θείαν ζωὴν τοῦ ὑποκει μένου ἴδιον εἶναι, τὸ δὲ οὕτως ἢ οὕτως τὰ ἐπιθεωρούμενα τῷ ὑποκειμένῳ νοήματα λέγεσθαι περὶ τὴν φωνήν ἐστι μόνον τὴν ἐνδεικτικὴν τοῦ σημαινομένου νοήματος. ἓν νόημα περὶ τὴν θείαν ζωὴν τὸ μὴ ἐξ αἰτίας αὐτὴν εἶναι· τοῦτο ἡ τοῦ ἀγεννήτου λέξις ἐνδείκνυται. ἕτερον νόημα περὶ τὴν θείαν ζωὴν τὸ ἀόριστον αὐτὴν εἶναι καὶ ἀτελεύ τητον· τοῦτο ἡ τοῦ ἀφθάρτου προσηγορία παρίστησιν· ὥστε τὸ μὲν ὑποκείμενον εἶναι, ὅπερ ἐστίν, ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα, τὸ δὲ μήτε ἐξ αἰτίας αὐτὸ εἶναι μήτε εἰς τὸ ἀνύπαρκτόν ποτε περιΐστασθαι, ταῦτα διὰ τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας σημαίνεσθαι. 2.1.514 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννη τός20. τοῦτο δὲ κἂν μὴ παρ' ἡμῶν διευκρινηθῇ τῷ λόγῳ, παντὶ πρόδηλόν ἐστι τῷ καὶ ὁπωσοῦν διανοίας μετέχοντι ὅπως ἐστὶ καταγέλαστον καὶ ἀνόητον, μᾶλλον δὲ ἀσεβὲς 2.1.515 καὶ κατάκριτον. ᾧ γὰρ λόγῳ κατασκευάζει τὴν τοῦ φθαρτοῦ πρὸς τὸ ἄναρχον συζυγίαν, τῷ αὐτῷ τρόπῳ παντὸς εὐσεβοῦς τε καὶ θεοπρεποῦς καταπαίζει ὀνόματος. οὐ γὰρ μόνον τὰ δύο ταῦτα περὶ τὴν θείαν θεωρεῖται ζωήν, τὸ ἀνάρχως τε εἶναι καὶ φθορὰν μὴ προσδέχεσθαι, ἀλλὰ καὶ ἄϋλός τε καὶ ἀόργητος λέγεται ἄτρεπτός τε καὶ ἀσώματος ἀόρατός τε καὶ ἀσχημάτιστος ἀληθής τε καὶ δίκαιος, καὶ ἄλλα μυρία περὶ τὴν θείαν ζωήν ἐστι νοήματα, ὧν ἕκαστον ἐφ' ἑαυτοῦ κατά τινα ἰδιάζουσαν ἔννοιαν ταῖς σημαντικαῖς 2.1.516 φωναῖς ἐξαγγέλλεται. παντὶ τοίνυν ὀνόματι, τῷ σημαντικῷ λέγω τῆς θεοπρεποῦς ὑπολήψεως, ἔξεστι συμπλέξαι τὴν ἐπινοηθεῖσαν παρὰ τοῦ Εὐνομίου κατὰ τὸ ἀλλόκοτον συζυ γίαν. οἷον τὸ ἄϋλόν τε καὶ τὸ ἀόργητον ἀμφότερα λέγεται περὶ τὴν θείαν ζωήν, ἀλλ' οὐ κατὰ τῆς αὐτῆς διανοίας ἑκάτερον· τὸ μὲν γὰρ καθαρεύειν ὑλικῆς ἐπιμιξίας τὸ θεῖον διὰ τῆς τοῦ ἀΰλου φωνῆς ἐνοήσαμεν, ἐν δὲ τῷ ἀοργήτῳ ἡ 2.1.517 ἀλλοτρίωσις τοῦ κατὰ τὴν ὀργὴν πάθους σημαίνεται. ἐπι δραμεῖται τοίνυν καὶ τούτοις κατὰ τὸ εἰκὸς ὁ Εὐνόμιος καὶ τὸ ἴσον ἐν τοῖς εἰρημένοις ὀρχήσεται. λέξει γὰρ κατὰ τὸν αὐτὸν εἱρμὸν τὴν ἀτοπίαν συμπλέκων· εἰ καθὸ κεχώρισται τῆς ὑλικῆς ἐπιμιξίας, ἄϋλος λέγεται, κατὰ τοῦτο οὐκ ἔσται ἀόργητος, καὶ εἰ διὰ τὸ μὴ προσίεσθαι τὴν ὀργήν ἐστιν ἀόργητος, οὐκ ἔστι δυνατὸν ἐπ' αὐτοῦ ὁμολογεῖσθαι τὸ ἄϋλον, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ἐν μὲν τῷ καθαρεύειν ὕλης ἄϋλος ὁμοῦ καὶ ὀργίλος ἀναδειχθήσεται, ἐν δὲ τῷ τὴν ὀργὴν μὴ προσίεσθαι ἀόργητός τε καὶ ὑλικὸς κατὰ ταὐτὸν εὑρεθήσεται. οὕτως καὶ ἐπὶ τῶν ἄλλων ποιήσει 2.1.518 πάντων. καὶ εἰ δοκεῖ, προθῶμεν ἑτέραν συζυγίαν ὀνομάτων τοιαύτην, τὸ ἄτρεπτον λέγω καὶ τὸ ἀσώματον. τῶν γὰρ δύο τούτων ὀνομάτων ἑκατέρου κατὰ τὴν ἰδιάζουσαν ἔμφασιν ἐπὶ τῆς θείας λεγομένων ζωῆς, ὁμοίως καὶ ἐπ' αὐτῶν ἡ τοῦ Εὐνομίου σοφία κατασκευάσει τὴν ἀτοπίαν. εἰ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχον τῇ φωνῇ τοῦ ἀτρέπτου σημαίνεται καὶ τὸ νοερὸν τῆς οὐσίας ἡ τοῦ ἀσωμάτου προσηγορία παρί στησιν, ἐρεῖ πάντως τὰ αὐτὰ καὶ ἐπὶ τούτων ὁ Εὐνόμιος, ὅτι ἀσύμβατά ἐστι καὶ ἀλλότρια καὶ ἀκοινωνήτως ἔχει πρὸς ἄλληλα τὰ τοῖς ὀνόμασιν ἐνθεωρούμενα τούτοις νοήματα. 2.1.519 ἐν μὲν γὰρ τῷ πάντοτε ὡσαύτως ἔχειν τὸ θεῖον μόνον ἄτρεπτον ἔσται καὶ οὐκ ἀσώματον, ἐν δὲ τῷ νοερῷ τε καὶ ἀειδεῖ τῆς οὐσίας τὸ μὲν ἀσώματον ἔχει, τοῦ δὲ ἀτρέπτου κεχώρισται· ὥστε συμβαίνειν ὅταν μὲν τὸ ἀναλλοίωτον ἐπὶ τῆς θείας θεωρῆται ζωῆς, μετὰ τοῦ ἀτρέπτου καὶ σῶμα αὐτὴν εἶναι κατασκευάζεσθαι, ὅταν δὲ τὸ νοερὸν ἐξετάζηται, ὁμοῦ τε ἀσώματον αὐτὴν εἶναι καὶ τρεπτὴν διορίζεσθαι. 2.1.520 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον; ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀλογίαν ταύτην κατασκευαζομένην θεάσασθαι. καὶ γὰρ καὶ τὸ ἀληθινὸν καὶ τὸ δίκαιον ὁμοίως ἀλλήλοις κατὰ τὴν προλαβοῦσαν πλοκὴν μαχεσθήσεται· ἄλλο γὰρ τῆς ἀληθείας καὶ ἕτερον 2.1.521 τοῦ δικαίου τὸ σημαινόμενον. ὥστε εἰπεῖν ἂν ἐκ τοῦ ἀκο λούθου καὶ περὶ τούτων Εὐνόμιον τῷ μὲν δικαίῳ τὸ ἀληθὲς μὴ παρεῖναι, τῇ δὲ ἀληθείᾳ λείπειν τὸ δίκαιον, καὶ συμ βαίνειν ὅταν τὸ τῆς ἀδικίας ἀλλότριον ἐπὶ θεοῦ τις λογί ζηται, δίκαιόν τε καὶ ψευδὲς εἶναι τὸ θεῖον κατὰ ταὐτὸν ἀποφαίνεσθαι, ἐὰν δὲ τὴν πρὸς τὸ ψεῦδος αὐτοῦ ἀλλο τρίωσιν λογιζώμεθα, ἀληθὲς ἅμα καὶ ἄδικον κατασκευάζειν 2.1.522 τὸ θεῖον. οὕτως τὸ ἀόρατον, οὕτως τὸ ἀσχημάτιστον. ἐξέσται γὰρ διὰ τῶν * κατὰ τὴν ὁμοιότροπον τοῖς προ εκτεθεῖσι σοφίαν μήτε ἐν τῷ ἀσχηματίστῳ τὸ ἀόρατον εἶναι λέγειν μήτε ἐν τῷ ἀοράτῳ τὸ ἀσχημάτιστον, ἀλλὰ τῷ μὲν ἀοράτῳ συμπλέξει τὸ σχῆμα, ὁρατὸν δὲ διὰ τῆς ἀναστρο φῆς κατασκευάσει τὸ ἀσχημάτιστον, τὰ αὐτὰ ἐπὶ τούτων εἰπών, ἃ περὶ τοῦ ἀφθάρτου τε καὶ ἀνάρχου ἐτεχνολόγησεν, ὅτι ὅταν τὸ ἀσύνθετον τῆς θείας ζωῆς λογιζώμεθα, ἀσχη μάτιστον μὲν αὐτὴν ὁμολογοῦμεν, οὐ μὴν καὶ ἀόρατον, καὶ ὅταν τὸ μὴ δύνασθαι σωματικοῖς ὀφθαλμοῖς τὸν θεὸν ἰδεῖν ἐννοήσωμεν, τὸ ἀόρατον αὐτῷ συγχωρήσαντες τὸ ἔξω σχή 2.1.523 ματος εἶναι οὐ συνθησόμεθα. εἰ δὲ ταῦτα καταγέλαστα πᾶσιν ὁμοίως δοκεῖ καὶ ἀνόητα, πολὺ μᾶλλον ἐκείνων τὴν ἀτοπίαν ὁ νοῦν ἔχων καταψηφίσεται, ὅθεν ὁρμηθεὶς ὁ λόγος ἐπὶ ταῦτα δι' ἀκολούθου τὴν ἀτοπίαν προήγαγεν. Ἀλλ' ἐπιλαμβάνεται τῆς τοῦ διδασκάλου φωνῆς, ὡς οὐ δεόντως ἐν τῷ ἀτελευτήτῳ θεωρούσης τὸ ἄφθαρτον καὶ ἐν τῷ ἀφθάρτῳ νοούσης τὸ ἀτελεύτητον. οὐκοῦν τι παρα πλήσιον τῇ ἀγχινοίᾳ τοῦ Εὐνομίου καὶ ἡμεῖς γελοιάσωμεν. ἐξετάσωμεν γὰρ τὴν τοιαύτην αὐτοῦ γνώμην περὶ τῶν ὀνο 2.1.524 μάτων τούτων, ἥτις ἐστίν. ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ· εἰ δὲ ἄλλο φήσει τοῦ ἀφθάρτου εἶναι καὶ ἕτερον τοῦ ἀτελευτήτου τὸ σημαινόμενον, ἀνάγκη πᾶσα ἐπὶ τῶν ἀλλοτρίως ἐχόντων πρὸς ἄλληλα μὴ τὸ αὐτὸ εἶναι κατὰ τὴν δύναμιν 2.1.525 τῷ ἑτέρῳ τὸ ἕτερον. οὐκοῦν εἰ ἄλλη τοῦ ἀφθάρτου ἡ ἔν νοια καὶ τοῦ ἀτελευτήτου πάλιν ἑτέρα, καί ἐστι τούτων ἑκάτερον ὅπερ οὐκ ἔστι τὸ ἕτερον, οὔτε τὸ ἄφθαρτον ἀτε λεύτητον εἶναι δώσει οὔτε τὸ ἀτελεύτητον ἄφθαρτον, ἀλλὰ φθαρτὸν μὲν ἔσται τὸ ἀτελεύτητον, τελευτητὸν δὲ τὸ ἄφθαρτον. ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας μὴ καθ' 2.1.526 ἡμῶν τρέψαι τὴν ἐπὶ τῷ γελοίῳ κατάγνωσιν. ταῦτα γὰρ ἡμεῖς πρὸς τὸν γελοιαστὴν ὑπ' ἀνάγκης ἐπαίξαμεν, ἵνα διὰ τῆς ὁμοίας παιδιᾶς τὴν μειρακιώδη τοῦ σοφίσματος αὐτοῦ πλοκὴν διαλύσωμεν. ἀλλ' εἰ μὴ βαρύ τε καὶ ὀχληρὸν τοῖς ἐντυγχάνουσι φαίνοιτο, οὐκ ἄκαιρον ἂν εἴη πάλιν ἐπὶ λέξεως ἐκθέσθαι τοῦ Εὐνομίου τὰ ῥήματα. 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπανα λαβὼν τὸ αὐτὸ πάλιν φησὶν 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεν 2.1.527 νητός20. τὰς γὰρ ἀκαίρους ἐν τῷ μέσῳ τῶν περιττῶν παρενθήκας ὡς οὐδὲν πλέον εἰς τὴν τοῦ λόγου κατασκευὴν συντελούσας παρίημι. ἀλλὰ τὴν μὲν διάνοιαν τῶν ἡμετέρων λόγων, ἀφ' ὧν αὐτὸς οὗτος παρέθετο, παντὶ ῥᾴδιον οἶμαι κατανοῆσαι ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὴν κατα σκευασθεῖσαν αὐτῷ καθ' ἡμῶν κατηγορίαν. ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, φησὶν ὁ διδά σκαλος, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις 2.1.528 χρώμενοι. τῷ γὰρ ὑπερεκπίπτειν αὐτόν, φησί, τῆς τῶν αἰώνων περιγραφῆς κατὰ πᾶν διάστημα τῆς χρονικῆς πα ρατάσεως, εἴτε τὸ ἐξ ἀρχῆς εἴτε τὸ ἐφεξῆς λογιζοίμεθα, τὸ καθ' ἑκατέραν ἔννοιαν τῆς ἀϊδίου ζωῆς ἀόριστόν τε καὶ ἀπερίγραπτον τὸ μὲν τῷ τῆς ἀφθαρσίας ὀνόματι, τὸ δὲ τῷ τῆς ἀγεννησίας διασημαίνομεν. οὑτοσὶ δέ φησι λέγειν ἡμᾶς ὅτι τὸ ἄναρχον οὐσία ἐστὶ καὶ τὸ ἀτελεύτητον οὐσία πάλιν ἐστίν, ὡς δύο τμήματα οὐσιῶν κατὰ τὸ ἐναντίον λεγόμενα παρ' ἡμῶν συμβάλλεσθαι· καὶ οὕτω κατασκευάζει τὸ ἄτοπον, τὰ ἑαυτοῦ τιθεὶς καὶ τοῖς ἑαυτοῦ συμπλεκόμενος, καὶ τὰς παρ' ἑαυτοῦ συντεθείσας διανοίας ἐξωθῶν εἰς τὸ ἄτοπον 2.1.529 κατ' οὐδὲν τῶν ἡμετέρων προσάπτεται. τὸ γὰρ κατὰ τὸ ἀτελεύτητον τῆς ζωῆς μόνον τὸν θεὸν ἄφθαρτον εἶναι τού του ἐστὶ καὶ οὐχ ἡμέτερον. ὡσαύτως καὶ τὸ ἄφθαρτον ἄναρχον μὴ εἶναι τῆς αὐτῆς ἐστιν ἀγχινοίας [τὸ] εὕρημα τῆς τὸ μὴ προσὸν εἰς τὸν τῆς οὐσίας λόγον κατατασσούσης. ἡμεῖς γὰρ οὐδὲν τῶν μὴ προσόντων οὐσίαν εἶναι διοριζό 2.1.530 μεθα. οὐ πρόσεστι δὲ τῷ θεῷ οὔτε τὸ εἰς φθορὰν τὴν ζωὴν καταλῆξαι οὔτε τὸ ἀπὸ γεννήσεως τοῦ εἶναι ἄρξασθαι· ὅπερ διὰ τῶν δύο τούτων ὀνομάτων, τῆς τε ἀφθαρσίας καὶ τῆς ἀγεννησίας, παρίσταται. ὁ δὲ τὸν ἴδιον λῆρον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλήσας ἑαυτὸν στηλιτεύων διὰ τῆς 2.1.531 κατηγορίας τῆς καθ' ἡμῶν οὐ συνίησιν. ὁ γὰρ οὐσίαν τὴν 20ἀγεννησίαν20 εἶναι διοριζόμενος εἰς αὐτὴν κατὰ τὸ ἀκό λουθον τὴν ἀτοπίαν ἐκβήσεται ἣν τοῖς ἡμετέροις δόγμασιν ἐπιφέρει. ἄλλο γὰρ τῆς ἀρχῆς καὶ ἄλλο τοῦ τέλους κατὰ τὴν διαστηματικὴν παράτασιν νοουμένων, εἰ μὲν τὴν ἑνὸς τούτων στέρησιν οὐσίαν τις εἶναι δοίη, ἐξ ἡμισείας αὐτοῦ τὴν ζωὴν ὑποστήσει μόνῳ τῷ ἀνάρχῳ ὑφεστῶσαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι διὰ τῆς φύσεως ἐπεκτείνουσαν, εἴπερ 2.1.532 φύσις ἡ ἀγεννησία νομίζοιτο· εἰ δὲ ἀμφότερά τις οὐσίαν εἶναι βιάζοιτο, ἀνάγκη πᾶσα κατὰ τὸν ἀποδοθέντα τοῦ Εὐνομίου λόγον ἑκάτερον τῶν ὀνομάτων κατὰ τὴν ἐγκει μένην ἔμφασιν καὶ ἐν τῷ τῆς οὐσίας λόγῳ τὸ εἶναι ἔχειν τοσοῦτον ὑπάρχον μόνον, ὅσον ἡ σημασία τῆς προσηγορίας ἐνδείκνυται· καὶ οὕτως ἰσχυρὸς ὁ τοῦ Εὐνομίου λόγος γενή σεται οὔτε τοῦ ἀνάρχου τὸ ἀτελεύτητον ἔχοντος οὔτε τοῦ ἀτελευτήτου τὸ ἄναρχον, ἐπειδὴ κατὰ τὸν λόγον αὐτοῦ καὶ οὐσία τῶν εἰρημένων ἐστὶν ἑκάτερον καὶ ἀμίκτως τὰ δύο ταῖς ἐννοίαις ἔχει πρὸς ἄλληλα, καὶ οὔτε ἡ ἀρχὴ πρὸς τὸ τέλος τὸν αὐτὸν ἔχει λόγον οὔτε τὰ ἀναιρετικὰ τούτων ὀνό ματα πρὸς ἄλληλα ταῖς σημασίαις συμφέρεται. 2.1.533 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ κατὰ τὸ ἀγέννητον ἀτελεύτητος, ὡς μιᾶς ἐν ἑκατέροις τῶν ὀνομάτων ἐμφάσεως οὔσης. εἰ τοίνυν καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ ταὐτόν ἐστι κατὰ τὸ σημαινόμενον τὸ ἀτελεύτητόν τε καὶ ἀγέννητον, ἀτελεύτητον δὲ καὶ τὸν υἱὸν εἶναι συντίθεται, ἀγέννητον ἐκ τῆς ἀκολουθίας ταύτης καὶ τὸν υἱὸν κατ' ἀνάγκην συν θήσεται, εἴπερ ταὐτόν ἐστι, καθὼς εἴρηκε, τῷ ἀνάρχῳ τὸ 2.1.534 ἀτελεύτητον. ὡς γὰρ ἐν τῷ ἀγεννήτῳ βλέπει τὸ ἀτελεύ τητον, οὕτως ὁμολογεῖ νενοηκέναι καὶ ἐν τῷ ἀτελευτήτῳ τὸ ἄναρχον. οὐ γὰρ ἂν ἐν τῷ ἴσῳ τὴν τῶν ὀνομάτων ἀνα στροφὴν ἐποιήσατο. ἀλλὰ 20φύσει καὶ οὐ παραθέσει τῶν αἰώνων20, φησίν, 20ὁ θεός ἐστιν ἀγέννητος20. τίς δὲ ὁ περὶ τούτου μαχόμενος, τὸ μὴ φύσει τὸν θεὸν πᾶν 2.1.535 εἶναι ὅ τι καὶ λέγεται; καὶ γὰρ καὶ δίκαιον καὶ δυνατὸν καὶ πατέρα καὶ ἄφθαρτον οὔτε τῇ πρὸς τοὺς αἰῶνας παρα θέσει λέγομεν τὸν θεὸν εἶναι οὔτε τῇ πρὸς ἕτερόν τι τῶν ὄντων ἀναφορᾷ, ἀλλὰ περὶ αὐτὸ τὸ ὑποκείμενον, ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστίν, πᾶσαν εὐσεβῆ θεωροῦμεν ὑπόληψιν. ὡς εἴ γε καθ' ὑπόθεσιν μήτε αἰὼν μήτε τι ἄλλο τῶν κατὰ τὴν κτίσιν νοουμένων δεδημιούργητο, οὐδὲν ἧττον ἦν ἂν ὁ θεὸς ὅπερ νῦν εἶναι πεπίστευται, οὐδὲν τῶν αἰώνων εἰς τὸ 2.1.536 γενέσθαι ὅ ἐστι προσδεόμενος. ἀλλ' 20οὐκ ἐπείσακτον20, φησίν, 20οὐδὲ σύνθετον οὐδὲ διάφορον ἔχει ζωήν· αὐτὸς γάρ ἐστιν ἡ ἀΐδιος ζωὴ κατ' αὐτὴν τὴν ζωὴν ἀθάνατος, κατ' αὐτὴν τὴν ἀθανασίαν ἄ φθαρτος20. ταῦτα καὶ περὶ τοῦ μονογενοῦς μεμαθήκαμεν, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι, εἰ μή τις ἄρα ταῖς Ἰωάννου φωναῖς ἐκ τοῦ προφανοῦς διαμάχοιτο. οὔτε γὰρ ἐπεισήχθη τῷ υἱῷ ἡ ζωή (Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή) οὔτε σύνθετος αὐτοῦ ἡ ζωὴ οὔτε διάφορος, ἀλλὰ κατ' αὐτήν ἐστι τὴν ζωὴν ἀθάνατος (<ἐν> τίνι γὰρ ἄν τις ἄλλῳ τὸ ἀθάνατον πλὴν ἐν ζωῇ θεωρήσειε;) καὶ κατ' αὐτὴν τὴν ἀθανασίαν ἄφθαρτος. τὸ γὰρ θανάτου κρεῖττον καὶ φθορᾶς πάντως ἐστὶν ἀνεπίδεκτον. 2.1.537 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες· ἐξ ἐκείνης γὰρ δοκεῖ μοι τῆς παρασκευῆς τὰ εἰρημένα προενηνοχέναι. τί γάρ φησιν; 20ἄφθαρτος ὢν ἀνάρχως ἀγέννητός ἐστιν ἀτε λευτήτως οὔτε καθ' ἕτερον οὔτε δι' ἕτερον οὔτε πρὸς ἕτερον λεγόμενος20. ὁ γὰρ κεκαθαρμένος τὴν ἀκοὴν καὶ διορατικὸς τὴν διάνοιαν οἶδε καὶ πρὸ τῶν ἐμῶν λόγων ὅτι πλὴν τοῦ πατάγου τῶν ὀνομάτων, ἃ τῇ ἀλλοκότῳ αὐτῶν συμπλοκῇ κατεκρότησεν, οὐδὲν ἴχνος ἐπι 2.1.538 στημονικῆς διανοίας ἐν τοῖς εἰρημένοις εὑρίσκεται. εἰ δὲ ἄρα τις καὶ σκιὰ νοήματος τῷ ψόφῳ τῶν ῥημάτων ἐνευ ρεθείη, ἀσεβὲς τὸ εὑρεθὲν ἔσται πάντως ἢ καταγέλαστον. τί γὰρ νοῶν τοῦτο λέγεις, εἰπέ μοι, ὅτι ἄναρχός ἐστιν ἀτελευτήτως καὶ ἀτελεύτητος ἀνάρχως; ἆρα ταὐτὸν οἴει τὴν ἀρχὴν εἶναι τῷ τέλει καὶ καθ' ἑνὸς κεῖσθαι νοήματος τὰς δύο φωνάς, ὡς Πέτρου καὶ Σίμωνος αἱ προσηγορίαι ἕν τι τὸ ὑποκείμενον δι' ἑαυτῶν δηλοῦσι, καὶ τούτου χάριν ὥσπερ τὴν ἀρχὴν τῷ τέλει ταὐτὸν εἶναι νομίζεις, οὕτως συνάψας πρὸς μίαν σημασίαν τὰς δύο φωνὰς τὰς ἑκατέρου τούτων ἀναιρετικάς, τοῦ τέλους λέγω καὶ τῆς ἀρχῆς, ἐκ τοῦ ἀντιστρόφου νοήσας τῷ ἀνάρχῳ ταὐτὸν εἶναι τὸ ἀτε λεύτητον μίαν τὰς δύο φωνὰς συγχέας ἐν ἀλλήλαις ἐποίησας, καὶ τοῦτό σοι βούλεται τῶν ὀνομάτων ἡ μίξις ἐν τῷ λέγειν ἀγέννητον εἶναι ἀτελευτήτως καὶ ἀτελεύτητον ἀγεννήτως; 2.1.539 καὶ πῶς οὐκ εἶδες τὸ ἀσεβὲς ἐν τοῖς λεγομένοις ἅμα καὶ καταγέλαστον; εἰ γὰρ ἐκ τοῦ ἴσου γίνεται διὰ τῆς καινῆς ταύτης μίξεως ἡ τῶν ὀνομάτων ἀναστροφή, ὡς τὸ ἀγέν νητον ἀτελευτήτως εἶναι ἀγέννητον καὶ τὸ ἀτελεύτητον ἀγεννήτως εἶναι ἀτελεύτητον, ἀνάγκη πᾶσα πᾶν ἀτελεύτητον μὴ ἄλλως εἶναι εἰ μὴ ἀγεννήτως εἴη· καὶ οὕτως εὑρίσκεταί σοι, ὦ φίλτατε, ἡ πολυθρύλητος 20ἀγεννησία20 ἡ μόνη κατὰ σὲ τοῦ πατρὸς τὴν οὐσίαν χαρακτηρίζουσα κοινοποιουμένη πρὸς πᾶν τὸ ἀθάνατον καὶ πάντα ποιοῦσα τῷ πατρὶ ὁμο ούσια, διὰ τὸ πᾶσιν ὁμοίως ἐμφαίνεσθαι, οἷς διὰ τῆς ἀθα νασίας πρόεισιν ἡ ζωὴ πρὸς τὸ ἄπειρον, ἀρχαγγέλοις ἀγγέ λοις ἀνθρωπίναις ψυχαῖς, τάχα δὲ καὶ αὐτῇ τῇ ἀποστατικῇ 2.1.540 δυνάμει, τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν. εἰ γὰρ τὸ ἀτελεύ τητόν τε καὶ ἄφθαρτον ἀγεννήτως κατὰ τὸν σὸν λόγον πάντως ἐστί, παντὶ τῷ ἀτελευτήτῳ τε καὶ ἀφθάρτῳ συν θεωρεῖσθαι πάντως χρὴ τὸ ἀγέννητον. τούτοις περιπί πτουσιν οἱ πρὶν μαθεῖν ἃ προσήκει μαθεῖν, δι' ὧν διδάσκειν 2.1.541 ἐπιχειροῦσι τὴν ἑαυτῶν ἀμαθίαν δημοσιεύοντες. εἰ γὰρ εἶχέ τινα διακριτικὴν ἐπιστήμην, οὐκ ἂν ἠγνόησε τὴν ἰδιαζόντως ἐγκειμένην τῷ τε ἀνάρχῳ καὶ τῷ ἀτελευτήτῳ διάνοιαν, καὶ ὅτι τὸ μὲν ἀτελεύτητον κοινὸν πάντων ἐστίν, ὅσα διαρκεῖν πεπίστευται τῇ ζωῇ πρὸς τὸ ἄπειρον, τὸ δὲ ἄναρχον μόνου 2.1.542 ἐστὶ τοῦ ἄνευ αἰτίας ὄντος. πῶς οὖν ἐστι τὸ πάντων κοινὸν ἰσοδύναμον ἐκείνων νομίσαι, ὃ μόνου τοῦ θεοῦ κατ' ἐξαί ρετον εἶναι παρὰ πάντων πεπίστευται, ὥστε διὰ τούτου ἢ κοινοποιῆσαι πρὸς πάντα τὰ τῆς ἀθανασίας μετέχοντα τὸ ἀγέννητον ἢ μηδὲν ἀθάνατον συγχωρεῖν εἶναι, εἴπερ μόνου ἐστὶ τοῦ ἀγεννήτου τὸ ἀτελευτήτως εἶναι, καὶ τὸ ἔμπαλιν εἰ τοῦ ἀτελευτήτου μόνου ἐστὶ τὸ ἀγεννήτως εἶναι. οὕτω γὰρ ἂν εἶναι νομισθείη τὰ ἀτελεύτητα πάντα ἀγέννητα. 2.1.543 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοι δορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὰ πλεῖστα τῶν ἐφεξῆς παρα δραμεῖν ἀνεξέταστα. ἐν πᾶσι γὰρ ὁ αὐτός ἐστιν οὐ τοῖς παρ' ἡμῶν συμπλεκόμενος, ἀλλ' ἑαυτῷ διδοὺς ὡς ἐκ τοῦ ἡμετέρου δῆθεν τὰς πρὸς ἀντίρρησιν ἀφορμάς· οἷς τὸ δι' ἀκριβείας ἐπεξιέναι μάταιον ἄν τις εἴποι τῶν κρίνειν ἐπε σκεμμένων, ἑκάστου τῶν μετὰ διανοίας ἐντυγχανόντων αὐτὸν τῷ συγγράμματι ἐξ αὐτῶν τῶν λεγομένων τὴν συκοφαντίαν 2.1.544 καταλαμβάνοντος. 20πρεσβυτέραν20 λέγει 20τοῦ θεοῦ τὴν ἀξίαν τῆς τοῦ ἡμετέρου καθηγητοῦ ἐπι νοίας20. οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἡ γὰρ τοῦ θεοῦ ἀξία, ἥντινα χρὴ καὶ ταύτην νομίζειν εἶναι, οὐ τῆς καθ' ἡμῶν μόνον γενεᾶς προτερεύει, ἀλλὰ καὶ πάσης τῆς κτίσεως καὶ αὐτῶν ὑπέρκειται τῶν αἰώνων. τί οὖν ἐκ τούτων τῷ λόγῳ προσγίνεται, εἰ μὴ Βασιλείου μόνον, ἀλλὰ καὶ πάντων τῶν ὄντων ἀνωτέρα ὁμολογεῖται τοῦ θεοῦ ἡ ἀξία; ναί, φησίν, 2.1.545 ἀλλὰ τὸ ὄνομα ἡ ἀξία ἐστίν. καὶ τίς ἀπέδειξε ταὐτὸν εἶναι τῇ ἀξίᾳ τὴν προσηγορίαν, ἵνα καὶ ἡμεῖς τῷ λεγομένῳ συνθώμεθα; 20φύσεως ἡμᾶς20, φησί, 20διδάσκει θε σμὸς ἐν τοῖς ὀνομαζομένοις πράγμασιν, οὐκ ἐν τῇ τῶν ὀνομαζόντων ἐξουσίᾳ κεῖσθαι τὴν τῶν ὀνομάτων ἀξίαν20. τίς οὗτος ὁ τῆς φύσεως νόμος καὶ πῶς οὐ κατὰ πάντων κεκυρωμένος; εἰ γὰρ <ἡ> φύσις τὸ τοιοῦτον ἐνομοθέτησε, κατὰ πάντων αὐτὴν ἔδει τὸ κράτος ἔχειν τῶν κοινωνούντων τῆς φύσεως, ὥσπερ καὶ τὰ ἄλλα 2.1.546 πάντα ὅσα ἐστὶ τῆς φύσεως ἴδια. εἰ οὖν ὁ νόμος τῆς φύ σεως ἐκ τῶν πραγμάτων ἡμῖν ἀναφύεσθαι τὰς προσηγορίας ἐποίει ὥσπερ ἐκ τῶν σπερμάτων ἢ τῶν ῥιζῶν τὰ βλαστή ματα, καὶ μὴ τῇ προαιρέσει τῶν δηλούντων τὰ πράγματα τὰς σημαντικὰς τῶν ὑποκειμένων ἐπωνυμίας ἐπέτρεπε, πάντες ἂν ἦμεν οἱ ἄνθρωποι πρὸς ἀλλήλους ὁμόγλωσσοι. μὴ γὰρ παρηλλαγμένων τῶν ἐπικειμένων τοῖς πράγμασιν ὀνομάτων, οὐκ ἂν πρὸς ἀλλήλους κατὰ τὸ εἶδος διεφωνοῦμεν τοῦ λόγου. 20ὅσιόν20 φησιν 20εἶναι καὶ τῷ τῆς προνοίας νόμῳ προσφυέστατον ἄνωθεν ἐπικεῖσθαι τοῖς 2.1.547 πράγμασι τὰς φωνάς20. πῶς οὖν ἠγνόησαν οἱ προφῆται τὸ ὅσιον καὶ τὸν τῆς προνοίας νόμον οὐκ ἐπαιδεύθησαν, οἱ μηδαμοῦ κατὰ τὸν σὸν λόγον τὴν ἀγεννησίαν θεοποιή σαντες; πῶς δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγνοεῖ τὸ τοιοῦτον εἶδος τῆς ὁσιότητος, ὅς γε οὐκ ἄνωθεν ἐπιτίθησι τοῖς παρ' αὐτοῦ πλασθεῖσι ζῴοις τὰς προσηγορίας, ἀλλὰ τῷ Ἀδὰμ τὴν ἐξουσίαν τῆς ὀνοματοποιΐας χαρίζεται; εἰ γὰρ προσφυὲς τῷ τῆς προνοίας νόμῳ, καθώς φησιν ὁ Εὐνόμιος, καὶ ὅσιόν ἐστι τὸ ἄνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς, ἀνό σιον πάντως καὶ ἀνάρμοστον παρὰ τῶν κάτω τοῖς οὖσιν ἐφαρμοσθῆναι τὰς κλήσεις. 2.1.548 Ἀλλ' 20ὁ πάντων κηδεμών20, φησί, 20δημιουρ γίας νόμῳ ταῖς ἡμετέραις ἐγκατασπεῖραι ψυ χαῖς ἐδικαίωσε20. καὶ εἰ ταῦτα ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεσπάρη, πῶς ἀπὸ Ἀδὰμ μέχρι τῆς σῆς παρα βάσεως ὁ τῆς ματαιότητος ταύτης καρπὸς οὐκ ἐβλάστησε ταῖς ψυχαῖς, ὡς φῄς, τῶν ἀνθρώπων ἐγκείμενος, ὥστε ὄνομα τῆς τοῦ πατρὸς οὐσίας τὴν 20ἀγεννησίαν20 κλη θῆναι; εἶπε γὰρ ἂν τοῦτο καὶ ὁ Ἀδὰμ καὶ οἱ καθεξῆς ἀπ' ἐκείνου πάντες, εἴπερ παρὰ τοῦ θεοῦ τῇ φύσει τὸ τοι 2.1.549 οῦτον κατέσπαρτο. ὥσπερ γὰρ τὰ νῦν ἐκ τῆς γῆς φυόμενα ἐκ τῆς σπερματικῆς διαδοχῆς ἀπὸ τῆς πρώτης κτίσεως εἰς ἀεὶ διαμένει καὶ οὐδὲν ἐν τῷ παρόντι σπέρμα καινοτομεῖται παρὰ τῆς φύσεως, οὕτως καὶ ὁ λόγος οὗτος, εἴπερ ἦν, καθὼς σὺ φῄς, θεόθεν κατεσπαρμένος τῇ φύσει, τῇ πρώτῃ ἂν τῶν πρωτοπλάστων φωνῇ συνεβλάστησε καὶ τῇ διαδοχῇ τῶν ἐπιγινομένων συνδιεξήρχετο. ἀλλ' ἐπειδὴ τοῦτο παρὰ τὴν πρώτην οὐκ ἦν (οὐδεὶς γὰρ τῶν πρώτων μέχρι τοῦ νῦν ἀνθρώπων πρὸ σοῦ τὸ τοιοῦτον ἐφθέγξατο), δῆλον ὅτι νόθον τι καὶ παρευρημένον ἐκ τῆς ζιζανιώδους ἀνεφύη σπορᾶς, οὐκ ἐκ τῶν καλῶν ἐκείνων σπερμάτων ἃ τῷ ἀγρῷ 2.1.550 τῆς φύσεως, εὐαγγελικῶς εἰπεῖν, ὁ θεὸς κατεβάλετο. ὅσα γὰρ ἐν τῇ κοινῇ φύσει πάντως ἐστίν, οὐ νῦν τοῦ εἶναι τὴν ἀρχὴν ἔχει, ἀλλ' ἐκ τῆς πρώτης συστάσεως συνανεφάνη τῇ φύσει, ὡς ἥ τε τῶν αἰσθητηρίων ἐνέργεια καὶ τὸ πρός τι τῶν ἀνθρωπίνων ἐπιθυμητικῶς ἢ ἀλλοτρίως ἔχειν καὶ εἴ τι ἄλλο τοιοῦτον κοινὸν ὁμολογεῖται τῆς φύσεως, ὧν οὐδὲν ἐν τοῖς ἐπιγινομένοις ὁ βίος ἐκαινοτόμησεν, ἀλλ' ἐν τοῖς αὐτοῖς ἰδιώμασι ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων συνδιατηρεῖται διὰ παντὸς τὸ ἀνθρώπινον, οὐδὲν τῆς φύ σεως οὔτε τῶν ἐξ ἀρχῆς προσόντων ἀποβαλλούσης οὔτε 2.1.551 τῶν μὴ προσόντων προσλαμβανούσης. ὥσπερ δὲ τὸ μὲν ὁρᾶν κοινὸν ὁμολογεῖται τῆς φύσεως, τὸ δὲ τεχνικῶς ὁρᾶν ἐξ ἐπιτηδεύσεως τοῖς ἐσπουδακόσι περὶ τὰς ἐπιστήμας προσγίνεται (οὐ γὰρ πάντων ἐστὶν ἡ διὰ τῆς διόπτρας ἐπι στημονικὴ κατανόησις ἢ τῶν γεωμετρικῶν γραμμῶν ἡ ἀπο δεικτικὴ θεωρία ἢ εἴ τι τοιοῦτον ἕτερον, ἐφ' ὧν οὐ τὸ βλέπειν, ἀλλὰ τὸ πρός τι κεχρῆσθαι τῷ βλέπειν παρὰ τῆς τέχνης ἐφεύρηται), οὕτω καὶ τὸ λογικὸν μὲν εἶναι κοινὸν ἄν τις εἴποι τῆς ἀνθρωπίνης οὐσίας καὶ ἴδιον ἄνωθεν συγκατουσιωμένον τῇ φύσει, τὸ δὲ τοῖς οὖσι σημαντικάς τινας ἐφευρίσκειν προσηγορίας τῶν ἀνθρώπων εἶναι τῶν τὴν λογικὴν δύναμιν θεόθεν ἐν ἑαυτοῖς κεκτημένων, τῶν ἀεὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν λέξεις τινὰς τῶν πραγμάτων ἐμφαντικὰς ἐφευ 2.1.552 ρισκόντων. ἀλλ' 20ἐὰν ταῦτα κρατῇ, δυοῖν20 φησι κατασκευάζεσθαι θάτερον, ἢ τῶν ἐπινοούντων τὴν ἐπίνοιαν πρεσβυτέραν ἢ τὰς τῷ θεῷ κατὰ φύσιν προσηκούσας προσηγορίας καὶ πάντων προϋπαρχούσας τῆς τῶν ἀνθρώπων γενέσεως ὑστέρας20. ἆρα καὶ πρὸς τὰ τοιαῦτα διαμάχεσθαι χρὴ καὶ πρὸς τὴν οὕτως ἔκδηλον ἄνοιαν διὰ τοῦ λόγου συμ πλέκεσθαι; καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πι στευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμο λογεῖν εἶναι τὰς τῶν ῥημάτων φωνὰς ἢ πλημμελεῖν εἰς τὸ θεῖον οἴεσθαι, τῶν ἀνθρώπων, καθὼς χωροῦσι μετὰ τὸ 2.1.553 γενέσθαι ἄνθρωποι, τὸ θεῖον ὀνομαζόντων; τὸ γὰρ μὴ δεῖσθαι τὴν ὑπερέχουσαν φύσιν ῥημάτων διὰ φωνῆς καὶ γλώττης ἐκτυπουμένων ἤδη τε εἴρηται καὶ περιττὸν ἂν εἴη διὰ τῶν αὐτῶν ὄχλον ἐντιθέναι τῷ λόγῳ. τὸ γὰρ ἀπροσ δεὲς τῇ φύσει καὶ τέλειον καὶ ἀπέριττον οὔτε τι τῶν δεόν των οὐκ ἔχει οὔτε τῶν μὴ δεόντων τι ἔχει. ἐπεὶ οὖν τὸ μὴ δεῖν αὐτῷ τῆς ὀνοματικῆς κλήσεως ἐκ τῶν φθασάντων ἀποδέδεικται λόγων καὶ ἐκ τῆς κοινῆς τῶν νοῦν ἐχόντων συγκαταθέσεως ὁμολογεῖται, οὐδεὶς ἂν ἀντείποι τῆς ἐσχάτης ἀσεβείας εἶναι τὸ προσμαρτυρεῖν τῷ θεῷ τὰ μὴ δέοντα. 2.1.554 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγ χειν· ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸς ὁ τῷ ἀντι δίκῳ πονηθεὶς λόγος συνήγορος τῶν τῆς εὐσεβείας δογμά των ἀναφανήσεται. φησὶ γὰρ 20τὴν οὐσίαν αὐτὴν 2.1.555 ἀφθαρσίαν εἶναι καὶ ἀθανασίαν ὡσαύτως20. ἐγὼ δὲ εἴτε πρόσεστι ταῦτα τῇ θείᾳ φύσει εἴτε αὐτὰ ταῦτα κατὰ τὸ σημαινόμενον ἡ οὐσία ἐστίν, οὐδὲν οἶμαι χρῆναι πρὸς αὐτὸν διαμάχεσθαι· ὅ τι γὰρ ἂν νικήσῃ τῶν εἰρη μένων, τὸν ἡμέτερον πάντως συστήσει λόγον. εἰ μὲν γὰρ προσείη τῇ οὐσίᾳ τὸ μὴ φθείρεσθαι, πρόσεστιν αὐτῇ πάν τως καὶ τὸ μὴ διὰ γεννήσεως εἶναι, καὶ οὕτως ὁ τῆς ἀγεν νησίας λόγος ἔξω τῆς κατὰ τὴν οὐσίαν σημασίας ἀπ 2.1.556 ωσθήσεται. εἰ δὲ ὅτι οὐ φθείρεται ὁ θεός, ἀφθαρσίαν τις λέγοι τὴν οὐσίαν εἶναι, καὶ ὅτι θανάτου κρείττων ἐστί, διὰ τοῦτο αὐτὴν τὴν φύσιν ἀθανασίαν εἶναι ὁρίζοιτο, ἄφθαρτος δὲ ὁ υἱὸς καὶ ἀθάνατος, ἀφθαρσία ἂν εἴη καὶ ἀθανασία καὶ τοῦ μονογενοῦς ἡ οὐσία. εἰ οὖν ἀφθαρσία μὲν ὁ πατήρ, ἀφθαρσία δὲ ὁ υἱός, οὐσία δὲ τούτων ἑκάτερον, οὐδεμία δὲ κατὰ τὴν τῆς ἀφθαρσίας ἔννοιαν ἐπινοεῖται διαφορά, κατ' οὐδὲν πάντως ἡ οὐσία τῆς οὐσίας διενεχθήσεται, εἴπερ ἐπίσης ἐπ' ἀμφοτέρων ἡ φύσις τῆς φθορᾶς ἠλλο 2.1.557 τρίωται. κἂν τὰ αὐτὰ πάλιν ἐπαναλαμβάνων ταῖς ἀφύ κτοις ἡμᾶς, ὡς οἴεται, τῶν διλημμάτων ἀνάγκαις καταδῇ, λέγων εἰ μὲν διορίζοιτο παρ' ἡμῶν τὸ προσὸν τοῦ ὄντος, σύνθετον τὸ θεῖον κατασκευάζεσθαι, εἰ δὲ ἡ ἁπλότης ὁμο λογοῖτο, αὐτῆς τῆς οὐσίας σημαντικὴν τὴν ἀφθαρσίαν καὶ τὴν ἀγεννησίαν πάντως ἀναφανήσεσθαι, πάλιν αὐτὸν σύμ 2.1.558 μαχον τῶν ἡμετέρων ἀποδείξομεν λόγων. εἰ γὰρ πάντη σύνθετον ποιεῖ τὴν θείαν οὐσίαν τῷ προσεῖναί τι λέγειν αὐτῇ, οὐδὲ τὴν πατρότητα πάντως ἐκτὸς τῆς οὐσίας ἀπο ποιήσεται, ἀλλὰ φύσει πατέρα ὁμολογήσει ὡς ἄφθαρτόν τε καὶ ἀθάνατον, καὶ οὕτως καὶ μὴ βουλόμενος εἰς τὴν τῆς φύσεως οἰκειότητα τὸν υἱὸν καταδέξεται. οὐ γὰρ ἔσται δυνατὸν ἐκείνου φύσει πατρὸς ὄντος τῆς φυσικῆς πρὸς 2.1.559 αὐτὸν σχέσεως τὸν υἱὸν ἀφορίζεσθαι. εἰ δὲ ἔξω τῆς φύ σεως προσεῖναι λέγοι τῷ θεῷ τὴν πατρότητα, καὶ ἡμῖν δώσει πάντως κατ' ἐξουσίαν προσεῖναί τι λέγειν τῷ πατρί, ὡς οὐδὲν τῆς ἁπλότητος ἀθετουμένης, εἰ ἔξω τῆς οὐσίας τὸ κατὰ τὴν ἀγεννησίαν σημαίνοιτο. εἰ δὲ αὐτῆς φησι τῆς οὐσίας σημαντικὸν τὸ ἄφθαρτον καὶ τὸ ἀγέννητον καὶ ἰσοδυναμεῖν ἀλλήλοις ἑκάτερα τῶν ὀνομάτων διϊσχυρίζοιτο, ὡς μηδεμίαν ἐπ' αὐτῶν εἶναι διαφορὰν τῷ ταὐτὸν ἑκατέροις ἐγκεῖσθαι τὸ σημαινόμενον, καὶ μίαν λέγοι τοῦ ἀφθάρτου καὶ τοῦ ἀγεννήτου τὴν ἔννοιαν, ὁ τὸ ἓν τούτων ὢν καὶ τὸ 2.1.560 ἕτερον πάντως ἐστίν. ἀλλὰ μὴν ἄφθαρτος ὁ υἱὸς εἶναι καὶ παρὰ τούτων οὐκ ἀμφιβάλλεται· ἀγέννητος ἄρα κατὰ τὸν Εὐνομίου λόγον καὶ οὗτός ἐστιν, εἴπερ ταὐτὸν σημαίνει τῇ ἀγεννησίᾳ τὸ ἄφθαρτον. ὥστε δυοῖν θάτερον, ἢ ἄλλο τι παρὰ τὴν ἀφθαρσίαν τὸ ἀγέννητον σημαίνειν συνθήσεται ἢ ἐπιμένων τοῖς δεδογμένοις πολλαχῶς περὶ τὸν μονογενῆ θεὸν βλασφημήσει, ἤτοι φθαρτὸν αὐτὸν ποιῶν ἵνα μὴ ἀγέν νητον λέγῃ, ἢ ἀγέννητον εἶναι κατασκευάζων ἵνα μὴ φθαρ τὸν ἀποδείξῃ. 2.1.561 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολου θίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπερ γὰρ ἐπὶ τῶν τὰ δηλητήρια πωλούντων ἡ ἐν ὀλίγῳ πεῖρα παντὸς τοῦ φαρμάκου τὴν πρὸς τὸν ὄλεθρον δύναμιν τοῖς ὠνου μένοις κατεγγυᾶται, καὶ οὐδεὶς ἀμφιβάλλει τὴν ἐκ τοῦ μέρους διαφθορὰν διά τινος πείρας καταμαθὼν μὴ ὅλον εἶναι τὸ πωλούμενον ὀλέθρου φάρμακον, οὕτως οἶμαι δεῖν καὶ τὴν δηλητηριώδη ταύτην φαρμακείαν τοῦ λόγου διὰ τῶν ἐξητασμένων ἐπιδειχθεῖσαν μηκέτι ἀμφίβολον εἶναι τοῖς γε νοῦν ἔχουσι τὸ διὰ παντὸς εἶναι τοιαύτην οἵα διὰ τῶν φθασάντων ἐλήλεγκται, καὶ τούτου χάριν τὸ μὴ προάγειν εἰς μῆκος τοῦ τοῖς ματαίοις ἐμφιλοχωρεῖν αἱρετώτερον εἶναι 2.1.562 λογίζομαι. ἀλλ' ἐπειδὴ πολλαχόθεν τὸ πιθανὸν ἑαυτοῖς οἱ προστάται τῆς ἀπάτης εὑρίσκουσι καὶ δέος μὴ τὸ παρο φθῆναί τι τῶν πεπονημένων αὐτοῖς εὐπρόσωπος καθ' ἡμῶν γένηται διαβολῆς ἀφορμή, ὡς τὸ ἰσχυρότερον ἐλλελοιπότων, τούτου χάριν παρῃτησάμην τοὺς καθομιλοῦντας ἡμῶν τῇ σπουδῇ μηδεμίαν καταγνόντας ἀδολεσχίαν ἕπεσθαι προθύ μως τῷ λόγῳ πανταχοῦ κατ' ἀνάγκην πρὸς τὰς τοῦ ψεύ 2.1.563 δους ἐπιχειρήσεις ἑαυτὸν ἀντεξάγοντι. ἐπειδὴ τοίνυν μόγις ποτὲ τὸν περὶ τῆς ἐπινοίας ὄνειρον ἐν βαθεῖ τῷ ὕπνῳ δια πλάσσων ἐπαύσατο, τοῖς ἀτόνοις ἐκείνοις καὶ ἀδιανοήτοις τῶν ἐπιχειρημάτων ἑαυτὸν καθοπλίζων μετάγει τὸν λόγον ἐπὶ ἕτερον ὄνειρον πολὺ τῆς προλαβούσης φαντασίας ἀνοη τότερον. ἔξεστι δὲ γνῶναι τοῦ πόνου τὸ μάταιον τὴν περὶ τῆς 20στερήσεως20 αὐτοῦ τεχνολογίαν κατανοή 2.1.564 σαντας. ἀλλὰ τὸ μὲν πάσῃ τῇ φλυαρίᾳ συμπλέκεσθαι αὐτοῦ ἂν εἴη τοῦ Εὐνομίου καὶ τῶν κατ' αὐτὸν τῶν μηδε μίαν πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων ἀναδεδεγμένων φροντίδα. ἡμεῖς δὲ διὰ συντομίας ἐπὶ κεφαλαίῳ τοῖς εἰρη μένοις ἐπιδραμούμεθα, ὡς ἂν μήτε τι τῶν ὑπαιτίων παρα λειφθείη μήτε τι τῶν ματαίων εἰς ἀνόνητον μῆκος προαγάγοι τὸν λόγον. 2.1.565 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται 20δείξειν τῶν20 ἡμετέ ρων 20δογμάτων ἀτοπίαν20, ὡς αὐτός φησιν, 20ἀνήκε στον καὶ εὐλάβειάν τινα προσποίητον καὶ ἐπί ληπτον20. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· ὁ δὲ τῶν ἐγκλη μάτων ἔλεγχος τίς; 20εἰπόντων20, φησί, 20τινῶν στερήσει γεννήσεως εἶναι τὸν θεὸν ἀγέννητον, ἡμεῖς ἐπ' ἐλέγχῳ τούτων μηδαμῶς ἁρμόζειν τῷ θεῷ μήτε τὴν φωνὴν ταύτην μήτε τὴν ἔννοιαν εἴπο 2.1.566 μεν20. δειξάτω τὸν προστάτην τοῦ λόγου εἴ τις τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι μέχρι τοῦ νῦν εἴτε παρὰ βαρβάροις εἴτε παρ' Ἕλλησι τὸ τοιοῦτον παραφθεγξάμενος δείκνυται, καὶ ἡμεῖς σιωπήσομεν. ἀλλ' οὐκ ἂν ἐλεγχθείη τῶν ἐν παντὶ χρόνῳ γεγενημένων ἀνθρώπων οὐδεὶς τὸ τοιοῦτον εἰπὼν πλὴν εἴ τις μαίνοιτο. τίς γὰρ οὕτως ἐκ μέθης παράφορος, τίς οὕτως ὑπὸ μανίας ἢ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον, ὅτι τῷ ἀγεννήτῳ θεῷ κατὰ φύσιν μὲν ἐστὶν ἡ γέννησις, στερηθεὶς δὲ τοῦ κατὰ φύσιν ἐκ γεννητοῦ τοῦ πρόσθεν γέγονε μετὰ ταῦτα 2.1.567 ἀγέννητος; ἀλλὰ ταῦτα τῆς ῥητορικῆς τὰ τεχνάσματα, τὸ ἐν οἷς ἐλέγχονται προσώπων τινῶν ὑποβολαῖς τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην διαδιδράσκειν. οὕτω καὶ περὶ τῆς ἀπο λογίας ἐκείνης ἀπολελόγηται, δικασταῖς καὶ κατηγόροις ἀνατιθεὶς τῆς ἐπιγραφῆς τὴν αἰτίαν, οὐ κατηγόρους, οὐ κρίσιν, οὐ δικαστήριον ἐπιδεῖξαι δυνάμενος. καὶ νῦν ὡς ἀλλοτρίαν μωρίαν ἐπανορθούμενος 20εἰς ἀνάγκην20 φησὶ 2.1.568 20τοῦ οὕτως εἰπεῖν ἐληλυθέναι20. οὗτος ὁ ἔλεγ χος 20τῆς ἀνηκέστου20 ἡμῶν 20ἀτοπίας καὶ τῆς προσ ποιήτου καὶ ἐπιλήπτου εὐλαβείας20. ἀλλ' 20ἀπο ροῦντας20 ἡμᾶς φησιν 20οὐκ ἔχειν ὅ τι χρησόμεθα τοῖς παροῦσι καὶ τὴν ἀπορίαν ἐπικρυπτομένους ἐκεῖνον μὲν ἐκ τῶν ῥημάτων εἰς τὴν τοῦ κόσμου διαβάλλειν σοφίαν, αὐτοὺς δὲ τὴν τοῦ ἁγίου 2.1.569 πνεύματος οἰκειοῦσθαι διδασκαλίαν20. ἄλλος ὄνει ρος οὗτος, τοσοῦτον ἑαυτῷ προσεῖναι τῆς ἔξω σοφίας οἴεσθαι, ὡς φοβερὸν Βασιλείῳ διὰ τοῦτο δοκεῖν. οὕτω τινὲς καὶ βασιλεῦσιν ὁμόθρονοι καὶ τῆς ὑψηλοτέρας ἀξίας εἶναι πολλάκις ἑαυτοὺς ἐφαντάσθησαν, τῆς ἠπατημένης τῶν ἐνυ πνίων ὄψεως ἐκ τῆς καθ' ὕπαρ ἐπιθυμίας τὴν περὶ τούτου 2.1.570 δόκησιν ἐντιθείσης. οὐκ ἔχοντά φησιν Βασίλειον, ὅ τι τοῖς 2.1.570 εἰρημένοις χρήσεται, διαβάλλειν αὐτὸν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ. πολλοῦ μέντοι τὴν τοιαύτην ἂν διαβολὴν ἐτιμήσατο, τὸ φοβερὸς νομισθῆναι τῇ περιουσίᾳ τῶν λόγων καὶ τῶν ἐπιτυχόντων τινί, μή τί γε Βασιλείῳ καί τινι τῶν κατ' 2.1.571 αὐτόν, εἴπερ τις ὅλως ἐστὶ κατ' αὐτὸν ἢ ἐγένετο. ἀλλὰ τὸν μὲν διὰ μέσου λόγον, εἴπερ λόγος ἐστὶν ἡ ἀνδραποδώδης αὐτοῦ λοιδορία καὶ τὰ ἄμουσα σκώμματα δι' ὧν κατα τρέχειν τῶν ἡμετέρων οἴεται, πάντα παρήσω, βδελυκτόν τε καὶ ἀηδὲς ποιούμενος τοσούτοις μολύσμασι τὸν ἡμέτερον ἐμφορύνεσθαι λόγον, ὥσπερ οἱ τὰ ὀχθώδη τε καὶ ὀδωδότα τῶν ἑλκῶν μυσαττόμενοι καὶ δυσανασχετοῦντες τὴν θέαν τῶν ἀπὸ πληθωρικῆς τινος βαρυχυμίας δι' ἀκροχορδόνων καὶ ἥλων ἀλλοιωθέντων τὴν ἐπιφάνειαν. τὸν δὲ νοῦν αὐτοῦ δι' ὀλίγων ἐκθέμενος τὴν πολλὴν τῶν εἰρημένων παραδραμοῦμαι δυσω δίαν. ἔσται δέ μοι τέως κατ' ἐλευθερίαν ὁ λόγος διεξα γόμενος, οὐδὲν πρὸς τὸ ἐπηρεαστικῶς σπαράσσειν τι τῶν λεγομένων ἐπιστρεφόμενος. 2.1.572 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων γνῶσίν τε καὶ θεωρίαν, ὡς ἂν οἷόν τε ᾖ, βλέπει. διχῆ δὲ μεμέ ρισται τῶν ὄντων ἡ φύσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν διαιρουμένη· ἀλλὰ τῶν μὲν κατ' αἴσθησιν φαινομένων διὰ τὸ πρόχειρον τῆς κατανοήσεως κοινὴ πρόκειται πᾶσιν ἡ γνῶσις, οὐδεμίαν περὶ τὸ ὑποκείμενον ἀμφιβολίαν ἐμποιούσης 2.1.573 τῆς αἰσθητικῆς ἐπικρίσεως. τάς τε γὰρ τῶν χρωμάτων καὶ τῶν λοιπῶν ποιοτήτων διαφοράς, ὅσα δι' ἀκοῆς ἢ ὀσφρήσεως ἢ τῆς κατὰ τὴν ἁφὴν ἢ τὴν γεῦσιν αἰσθήσεως ἐπικρίνομεν, ὁμοφώνως πάντες οἱ τῆς αὐτῆς κοινωνοῦντες φύσεως γινώσκομέν τε καὶ ὀνομάζομεν, καὶ ὅσα τῶν λοιπῶν τὴν κατάληψιν ἐπιπολαιοτέραν ἔχειν δοκεῖ τῶν κατὰ τὸν βίον ἀναστρεφομένων πραγμάτων, ἃ πρός τε τὸν πολιτικὸν 2.1.574 καὶ τὸν ἠθικὸν τοῦ βίου σκοπὸν καταγίνεται. ἐν δὲ τῇ θεωρίᾳ τῆς νοερᾶς φύσεως διὰ τὸ ὑπερκεῖσθαι αὐτὴν τῆς αἰσθητικῆς καταλήψεως στοχαστικῶς τῆς διανοίας ἐπορε γομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν ἄλλοι ἄλλως κινού μεθά τε περὶ τὸ ζητούμενον καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν, ἐγγίζοντες ὡς ἔνι μάλιστα τῇ δυνάμει τῶν νοηθέντων διὰ τῆς τῶν ῥημάτων ἐμφάσεως. 2.1.575 ἐν δὲ τούτοις ἔστι μὲν πολλάκις καὶ δι' ἀμφοτέρων κατορ θωθῆναι τὸ σπουδαζόμενον, τῆς τε διανοίας οὐχ ἁμαρτούσης τοῦ ζητουμένου καὶ τῆς φωνῆς εὐθυβόλως τὸ νοηθὲν διὰ τῆς προσφυοῦς ἑρμηνείας ἐξαγγελλούσης· ἔστι δὲ τυχὸν καὶ ἀμφοτέρων ἢ τοῦ ἑτέρου γε τούτων ἀποτυχεῖν, ἢ τῆς καταληπτικῆς διανοίας ἢ τῆς ἑρμηνευτικῆς δυνάμεως τοῦ 2.1.576 προσήκοντος παρενεχθείσης. δύο τοίνυν ὄντων δι' ὧν ἅπας εὐθύνεται λόγος, τῆς τε κατὰ τὸν νοῦν ἀσφαλείας καὶ τῆς ἐν ῥήμασι προφορᾶς, κρεῖττον μὲν ἂν εἴη τὸ δι' ἀμφοτέρων εὐδόκιμον, οὐχ ἧττον δὲ ἀγαθὸν τῆς προσηκούσης μὴ διαμαρτεῖν ὑπολήψεως, κἂν ὁ λόγος ἐλάττων τῆς διανοίας τύχῃ. ὅταν τοίνυν περὶ τῶν ὑψηλῶν καὶ ἀθεάτων ἡ διά νοια τὴν σπουδὴν ἔχῃ, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις (λέγω δὲ περὶ τῆς θείας καὶ ἀφράστου φύσεως, ἐν οἷς τολμηρὸν μὲν καὶ τὸ προχείρως τι τῇ διανοίᾳ λαβεῖν, τολμηρότερον δὲ τὸ ταῖς ἐπιτυχούσαις ἐπιτρέπειν φωναῖς τὴν τῆς ἐγγι νομένης ἡμῖν ὑπολήψεως ἑρμηνείαν) τότε χαίρειν ἐάσαντες τὸν ἐν τοῖς ῥήμασιν ἦχον, οὕτως ἢ ἑτέρως κατὰ τὴν δύ ναμιν τῶν φθεγγομένων ἐξαγγελλόμενον, μόνην ἐξετάζομεν τὴν διάνοιαν τὴν ἐμφαινομένην τοῖς ῥήμασιν, εἴτε ὑγιῶς εἴτε ἄλλως ἔχει, τὰς ῥηματικὰς ταύτας ἢ ὀνοματικὰς ἀκρι 2.1.577 βολογίας γραμματιστῶν τέχναις παραχωρήσαντες. ἐπειδὴ τοίνυν μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνοματικῆς σημειού μεθα κλήσεως, τὰ δὲ ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισι προσηγορίαις διαλαμβάνειν οὐχ οἷόν τε (πῶς γὰρ ἄν τις τὸ ἀγνοούμενον σημειώσαιτο;) διὰ τοῦτο οὐδεμιᾶς ἐπ' αὐτῶν προσφυοῦς εὑρισκομένης προσηγορίας, ἣ τὸ ὑποκεί μενον ἱκανῶς παραστήσει, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι βιαζόμεθα τὴν ἐγγενομένην 2.1.578 ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν. ἀλλὰ μὴν τὰ ὑπὸ κατά ληψιν ἡμετέραν ἐρχόμενα τοιαῦτά ἐστιν, ὥστε πάντως ἢ ἐν διαστηματικῇ τινι παρατάσει θεωρεῖσθαι τὰ ὄντα ἢ τοπι κοῦ χωρήματος παρέχειν τὴν ἔννοιαν, ἐν ᾧ τὰ καθ' ἕκαστον εἶναι καταλαμβάνεται, ἢ τῇ κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος περιγραφῇ ἐντὸς γίνεται τῆς ἡμετέρας ἐπόψεως, ἐπίσης καθ' ἑκάτερον πέρας τῷ μὴ ὄντι περιγραφόμενα (πᾶν γὰρ τὸ ἀρχήν τε καὶ τελευτὴν ἔχον τοῦ εἶναι ἐκ τοῦ μὴ ὄντος ἄρχεται καὶ εἰς τὸ μὴ ὂν καταλήγει), ἢ τὸ πάντων ἔσχατον διὰ τῆς σωματικῆς τῶν ποιοτήτων συνθήκης καταλαμβά νομεν τὸ φαινόμενον, ᾗ φθορὰ καὶ πάθος καὶ τροπὴ καὶ 2.1.579 ἀλλοίωσις καὶ τὰ τοιαῦτα συνέζευκται. διὰ τοῦτο ὡς ἂν μηδεμίαν οἰκειότητα πρὸς τὰ κάτω πράγματα ἡ ὑπερκει μένη φύσις ἔχειν δοκοίη, τοῖς ἀποχωριστικοῖς τῶν τοιούτων νοήμασί τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήμεθα φύσεως, τὸ ὑπεράνω τῶν αἰώνων προαιώνιον λέγοντες καὶ τὸ ὑπὲρ ἀρχὴν ἄναρχον καὶ τὸ μὴ τελειούμενον ἀτελεύτητον ἀσώ ματόν τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον καὶ τὸ μὴ φθειρόμενον ἄφθαρτον καὶ τὸ τροπῆς ἢ πάθους ἢ ἀλλοιώσεως ἀνεπίδεκτον ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλ 2.1.580 λοίωτον. τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων τεχνολογούντων μὲν ὡς ἂν ᾖ φίλον αὐτοῖς οἱ βουλόμενοι καὶ ὀνόματα ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμοζόντων, 20στερητικὰ ἢ ἀφαι ρετικὰ20 ἢ ὅ τι φίλον αὐτοῖς ὀνομάζοντες, ἡμεῖς δὲ τοῦ διδάσκειν ἢ μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχω ρήσαντες μόνον τὸν νοῦν ἐξετάσωμεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἐντός ἐστιν ἢ κεχώρισται. 2.1.581 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέ γοιτο· ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος οὔτε ἄφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν ἢ σῶμα ἢ φθορὰ ἢ ἀλλοίωσις ἤ τι τοιοῦτον. εἰ δὲ τούτων εὐαγές ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, εὐσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεμφαινόντων ῥήμασιν ἐπ' αὐτοῦ κεχρῆσθαι καὶ λέ γειν ταῦτα ἃ ἤδη πολλάκις εἰρήκαμεν, ἄφθαρτόν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφά σεως μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχείρων εἰς κατα νόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεμφαι 2.1.582 νόντων κεχωρισμένην ἑρμηνευούσης. τί γὰρ οὐκ ἔστι τὸ θεῖον τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν ὃ ταῦτα οὐκ ἔστιν ἐν ἀδήλῳ μένει. ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρου 2.1.583 μένων τὴν ἔνδειξιν ἔχει. νοήσαντες γὰρ ὅτι οὐδὲν τῶν ὄντων τῶν τε φαινομένων καὶ τῶν νοουμένων αὐτόματόν τινα καὶ τυχαίαν ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν, ὅτιπερ ἐν τοῖς οὖσι καταλαμβάνεται, τῆς πάντων τῶν ὄντων ὑπερκειμένης φύσεως ἐξῆπται κἀκεῖθεν τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει, τό τε κάλλος καὶ τὸ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν, ἀκολου θοῦντες τῇ συμβουλῇ τῆς σοφίας, ἥ φησιν ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τὸν τῶν πάντων γενε 2.1.584 σιουργὸν θεωρεῖσθαι. δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περι κρατήσαντα κτίσεως, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες ἀκολούθως τὸν ταύτης καθηγησάμενον τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν, τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες γραφῆς κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν· καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι 2.1.585 φύσεως. ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐν εργείας κεκρατηκέναι κατελαβόμεθα. πᾶσι γὰρ παρεῖναι τὸ θεῖον καὶ πάντα θεᾶσθαι καὶ διὰ πάντων ἥκειν πεπι στευκότες τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ δια σημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς. ὁ γὰρ εἰπὼν ὅτι Ὁ θεός μου πρόσσχες μοι καὶ Ἴδε ὁ θεός καὶ τὸ Ὁ θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ 2.1.586 θεᾶσθαι θεὸς ὀνομάζεται. διαφέρει γὰρ οὐδὲν Πρόσσχες εἰπεῖν καὶ Ἴδε καὶ Θέασαι. ἐπεὶ οὖν τὸ θεατὸν ὁ θεώ μενος βλέπει, θεὸς εἰκότως τοῦ ὁρωμένου ὁ θεώμενος λέ γεται. ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύ σεως ἐνέργειαν διδαχθέντες τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα· οὐ μὴν ἐπειδὴ ὀνό ματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ θεῖον εἰς 2.1.587 δόξαν ὑπολαμβάνομεν. ἡ γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφω νήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας μείζονα τῆς τοῦ θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει διδάσκουσα ἡμᾶς, καθώς φησιν ὁ ἀπόστολος, ὅτι μόνον ἐστὶ θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πι στεύειν ὄνομα. τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνοματικῆς περι λήψεως τεκμήριον τῆς ἀφράστου μεγαλειότητος τοῖς ἀν θρώποις καθίσταται. 2.1.588 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δή ποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν· ὧν τὴν ἔκ θεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι. τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι 20τὸν τύπον τῶν ὀνομάτων κυριώτερον20 ἡμᾶς 20ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δω ρουμένους προνομίαν καὶ τοῖς ἀνίσοις ἰσο 2.1.589 τιμίαν20; ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. κρινέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον ἡ σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ' ἡμῶν ἔχει, ἐφ' ᾧ καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι 20δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν20, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ' ἑαυτὸ τὴν ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ' ἑαυτοῦ μήτε 2.1.590 ὑπάρχον μήτε νοούμενον. τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ οὐδ' ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι' αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι. καὶ ὅσα τῆς θεοπνεύστου γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, δια φορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς ὅ τι βλέπων καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω (τὸ γὰρ ἀθάνατον, ἕως ἀθάνατον ᾖ, 2.1.591 τὸ μᾶλλον καὶ τὸ ἧττον συγκριτικῶς οὐ προσδέχεται· εἰ γὰρ ὑποστολήν τινα κατὰ σύγκρισιν τὸ ἕτερον τῶν παρα τεθειμένων μέρος ἐν τῷ τῆς ἀθανασίας ἔχοι λόγῳ, ἀνάγκη πᾶσα μηδὲ ἀθάνατον τὸ τοιοῦτον κατονομάζεσθαι· πῶς γὰρ ἂν ἔτι κυρίως λέγοιτο ἀθάνατον οὗ τὸ θνητὸν ἡ διὰ συγκρίσεως ἀντιπαράθεσις κατηγόρησε;) καὶ τὴν λεπτὴν ἐκείνην ἀκρίβειαν, τὸ 20μὴ20 κελεύειν 20ἀδιάφορον εἶναι καὶ μέσην τὴν τῆς στερήσεως ἔννοιαν, ἀλλὰ τὸν μὲν τῶν κρειττόνων χωρισμὸν στέρησιν λέγειν, τὴν δὲ τῶν χειρόνων ἀπόστασιν μὴ δεῖν τῷ ὀνό ματι τούτῳ διασημαίνειν20, ὡς, εἰ ταῦτα κρατήσειε, μηκέτι κατ' αὐτὸν τῆς ἀποστολικῆς ἀληθευούσης φωνῆς, ἥ φησι μόνον αὐτὸν ἔχειν ἀθανασίαν καὶ τοῖς ἄλλοις παρέ 2.1.592 χειν. τί γὰρ ἔχει κοινὸν ἡ ἐπαχθεῖσα ῥῆσις αὐτῷ πρὸς τὸν προάγοντα λόγον, οὔτε ἡμῖν οὔτε ἄλλοις τισὶν τῶν νοῦν ἐχόντων δυνατὸν ἐννοῆσαι. καὶ ἐπειδὴ τὰ σοφὰ ταῦτα καὶ λεπτὰ κατιδεῖν οὐκ ἰσχύσαμεν, 20ἀνεπιστήμονας20 ὀνομάζει 20καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν 2.1.593 ὀνομάτων χρήσεως20, οὑτωσὶ τοῖς ῥήμασι γράφων. καὶ πάντα τὰ τοιαῦτα ὡς οὐδεμίαν ἔχοντα κατὰ τῆς ἀληθείας ἰσχὺν παραδραμοῦμαι ἀνεξετάστως, καὶ τὸ διαβάλλειν αὐτὸν τὴν ἐκτεθεῖσαν παρ' ἡμῶν τοῦ ἀφθάρτου τε καὶ ἀσωμάτου διάνοιαν, ὡς ἑκατέρας τῶν προσηγοριῶν τούτων τῆς μὲν τὸ ἀδιάστατον, ᾧ ἡ τριμερὴς τῶν σωμάτων οὐκ ἐνθεωρεῖται διάστασις, τῆς δὲ τὸ φθορᾶς ἀνεπίδεκτον σημαινούσης, καὶ τὸ λέγειν αὐτὸν οὑτωσὶ τοῖς ῥήμασι, ὅτι 20οὐ δικαιοῦμεν τὸν τῶν ὀνομάτων τύπον εἰς ἀναρμόστους ἐκ πεσεῖν ἐννοίας20, καὶ <τὸ μὴ> τοῦ μὴ εἶναι ἢ μὴ προσ εῖναι σημαντικὸν ὑπολαμβάνειν τούτων ἕκαστον, ἀλλ' αὐτοῦ τοῦ εἶναι, καὶ ταῦτα σιγῆς ἄξια καὶ βαθείας λήθης εἶναι κρίνας παρήσω τοῖς ἐντυγχάνουσιν ἐφ' ἑαυτῶν φωρᾶσαι τὴν μεμιγμένην μετὰ τῆς ἀνοίας ἀσέβειαν· ὃς ἀξιοῖ μὴ ἀντιδιαστέλλεσθαι τὸ φθαρτὸν τῷ ἀφθάρτῳ μηδὲ ἀπόστασιν σημαίνειν τοῦ χείρονος τὴν ἀφαιρετικὴν σημασίαν, ἀλλ' 2.1.594 αὐτὸ τὸ εἶναι διὰ τοῦ ὑποκειμένου σημαίνεσθαι. εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάν τως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος ἐνδείξεται τοῦ ὀνό ματος τύπος. εἰ γὰρ οὐκ ἔστι φθορᾶς ἀλλοτρίωσις ἡ ἀφθαρσία, συγκατάθεσίς ἐστι πάντως τοῦ ἀπεμφαίνοντος· αὕτη γὰρ τῶν ἀντιθέτων ἡ φύσις, ὡς τῇ τοῦ ἑνὸς ἀφαι 2.1.595 ρέσει τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισιέναι. ἀλλὰ καὶ τὴν δριμεῖαν ἐκείνην κατασκευὴν τοῦ φύσει τὸν θεὸν ἀν επίδεκτον εἶναι θανάτου, ὥσπερ ὄντος τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν· ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγούμεθα ἢ τόδε λέγειν τι εἶναι ἢ τὸ ἐναντίον μὴ εἶναι· οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζωὴν εἰπόντες τὸν θεὸν εἶναι ἀπαγορεύομεν τῇ δυ νάμει διὰ τῆς ὁμολογίας ταύτης τὸ θάνατον περὶ αὐτὸν ἐννοεῖν, κἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν· καὶ ὅταν ἀνεπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζωὴν αὐτὸν εἶναι κατεσκευάσαμεν. 2.1.596 Ἀλλ' 20οὐχ ὁρῶ20, φησί, 20πῶς ἂν ἐκ τῶν μὴ προσ όντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός20. καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι 20μετὰ ἀσεβείας ἠλίθιον20 ὀνομάζει τὸν μέγαν Βασίλειον τὸν τοῖς τοιού τοις ἐπιτολμήσαντα λόγοις· πρὸς ὃν εἴποιμι ἂν μὴ λίαν ἀφειδῶς κατὰ τῶν ταῦτα λεγόντων κεχρῆσθαι ταῖς ὕβρεσι, μή πῃ καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καθυβρίζων. τάχα γὰρ οὐδ' ἂν αὐτὸς ἀντείποι ἐν τούτῳ τὸ μεγαλεῖον τῆς θείας γνωρίζεσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα 2.1.597 κοινωνίαν, ὧν ἡ κάτω φύσις μετέχουσα δείκνυται. εἰ γὰρ ἔν τινι τούτων εἴη, οὐδ' ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος. εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα τῶν ἐχόν των ὑπερανέστηκε, καθάπερ φαμὲν κρείττονα τῶν ἐν ἁμαρ τίαις ὄντων εἶναι τὸν ἀναμάρτητον· τὸ γὰρ τοῦ κακοῦ κε χωρίσθαι τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται. ἀλλ' ὁ μὲν ὑβριστὴς κεχρήσθω τῇ φύσει· ἡμεῖς δὲ μικρόν τι παρασημηνάμενοι τῶν ἐν τῷ μέρει τούτῳ ῥηθέντων πρὸς 2.1.598 τὰ προκείμενα τὸν λόγον μετάξομεν. 20ὁμοίως20 φησὶν 20αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον20. ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερ εχόμενα ἴσα πάντως ἀλλήλοις ἐστίν; εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ ὁ κύριος, Εὐνόμιος συμπερανάτω τὸ ἐκ 2.1.599 τῶν τεθέντων ἀνακύπτον ἀσέβημα. δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις [ἐν] τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν καὶ ὁμοίως λέγει τὸν θεὸν ἀφεστάναι τῶν δύο, γεννητὸς δὲ ὁ κύριος, μηδεὶς παρ' ἡμῶν ἀπαιτείτω προσ τεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ' ἀφ' ἑαυτοῦ συλλογισάσθω τὸ πέρας, εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἡ τοῦ θεοῦ φύσις ἀφέστηκεν. ἀλλ' 20οὐκ ἔστι20, φησίν, 20ἀπουσίᾳ θανά του καὶ φθορᾶς λέγειν ἄφθαρτον αὐτὸν καὶ 2.1.600 ἀθάνατον20. πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι καὶ λεγέτωσαν παρεῖναι τῷ θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον, ἵνα ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται. εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαί νουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλ 2.1.601 λότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται. ἕκα στον γὰρ τῶν νοουμένων ἢ ἄπεστι πάντως τινὸς ἢ οὐκ ἄπεστιν, οἷον φῶς σκότος ζωὴ θάνατος ὑγεία νόσος καὶ ὅσα τοιαῦτα· ἐφ' ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατα σκευάσει. εἰ οὖν φησὶ 20μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν θεὸν ἀθάνατον λέγεσθαι20, δῆλος ἂν εἴη παρου σίαν αὐτῷ θανάτου κατασκευάζων καὶ διὰ τούτου τὴν 2.1.602 ἀθανασίαν ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἀρνούμενος. πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; ἀλλ' ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι· μὴ γὰρ ἂν οὕτω μανῆναί τινα ὡς κατασκευάσαι τὸν θεὸν μὴ εἶναι ἀθάνατον. ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων 2.1.603 ὁ στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται. οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. 20οὐκ ἀπουσίᾳ θανάτου20, φησίν, 20ὁ θεὸς ἀθάνατος λέγεται20. πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θάνατος, κἂν ἀθά νατος λέγηται; οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως ὁ τοῦ Εὐνομίου θεὸς καὶ φθορᾷ ὑποκείμενος. οὗ γὰρ οὐκ ἄπεστι θάνατος, ἀθάνατος εἶναι φύσιν οὐκ ἔχει. ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσ ηγορίαι σημαίνουσιν, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων 2.1.604 θεῷ ἢ ἕτερόν τινα νοῦν ἐν αὑταῖς περιέχουσι. τίς οὖν οὗτος, ἑρμηνευσάτω ὁ τεχνολόγος. ἀλλ' ἡμεῖς οἱ, καθώς φησιν ὁ Εὐνόμιος, 20ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως20, ἄνοσον λέγειν ἐμάθομεν οὐχ οὗ τὸ κράτος, ἀλλ' οὗ ἡ νόσος κεχώρισται, καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν ἀνδρεῖον ἄνανδρον, ὑπνώδη ἄϋπνον καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης. 2.1.605 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία τὸ τὰ γελοῖά τε καὶ ἄσπουδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. διὸ παρήσω κἀκεῖνα καὶ τὰ ἐφεξῆς ἐκείνοις προσκείμενα· ἔστι δὲ ταῦτα· 20μηδεμίαν20, φησί, 20τῆς ἀληθείας μήτε τῷ θεῷ συμφυΐαν προσμαρ 2.1.606 τυρούσης20· εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἦν ὁ διφυᾶ τὸν θεὸν εἶναι λέγων πλὴν σοῦ τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ πατρὸς οὐσίᾳ συμφύοντος καὶ μηδὲν ἔξωθεν προσ εῖναι λέγοντος, ἀλλ' ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνο μάτων τῇ οὐσίᾳ τοῦ θεοῦ ἐγκεντρίζοντος; εἶτά φησι 20μήτε μὴν ἔξωθεν καὶ παρ' ἡμῶν πλαττομένην τοι αύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης20. ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ' ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ' οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος ὁ τὸν ἡμέ τερον ἰδιωτισμὸν διαπλύνων ἔπειτα τῆς ἀληθείας καταθρα 2.1.607 σύνεται. τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος ὁ τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομ πεύων, οἳ τὰς στομφώδεις αὐτὸν ταύτας ξηροστομίας κακο συνθέτως διαπεραίνοντα ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν; ἀλλ' αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν. τὴν δὲ τοῦ μονογενοῦς οὐσίαν τί φῄς, πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν ἢ οὐχί; ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἁπλότης 20οὐδεμίαν20, καθὼς φῄς, 20συμ 2.1.608 φυΐαν προσίεται20. εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς ὅ τι βλέπει. τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ οὐ λίαν ἐστὶ λεπτῆς κατα νοῆσαι φρενός. ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἡ ἀκο λουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον, οὕτω καὶ θνητὸν πάντως τὸ μὴ ἀθάνατον. τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής, τί περὶ τῆς τοῦ 2.1.609 μονογενοῦς ἡμῖν οὐσίας κυριολογήσει; πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. δώσει καὶ ταύτην ἀθα νασίαν εἶναι ἢ οὐ συνθήσεται; εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον 2.1.610 αὐτὴν εἶναι κατασκευάζων. εἰ δὲ φεύγων τὸ ἄτοπον ἀθα νασίαν καὶ τοῦ μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδε μίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται. εἰ γὰρ ἐπίσης ἥ τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἄρα καὶ παρ' αὐτῶν τῶν ἐχ θρῶν ὁμολογεῖται τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι. 2.1.611 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίη, λέγων ἡμᾶς 20ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λέγειν20. κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας κνίζειν ἐπιχειρεῖ τοῖς ἀπλήκτοις ὀδοῦσι κατα σπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν, εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς 2.1.612 εἰσφθειρόμενος. προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέ θετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον. τοῦ εὐαγγελιστοῦ, φησί, τῆς κατὰ σάρκα τοῦ κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρε σβύτερον καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρί σαντος καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σω ματικὸν πατέρα τοῦ θεοῦ φήσαντος, πρόχειρον εἶναί φησι τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ θεοῦ τοῦτο λαβεῖν ὅτι ὁ θεός, ἐξ οὗ ὁ Ἀδάμ, οὐ καθ' ὁμοιότητα τῶν ἀνθρωπικῶς γε νεαλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει. 2.1.613 ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν θεὸν μετὰ πάντα τῷ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν. ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν. οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς ὁ θεός, οὐδ' ὁτιοῦν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκείμενον. αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἡ ἔκθεσις. καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ' ἡμῶν μεμαρτύρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκθήσομαι. 2.1.614 "1Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γε νεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀνα ποδίζων ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον τοῦ Ἠλεί, τὸν δὲ τοῦ Ματτὰθ καὶ οὕτω κατὰ ἀνάβασιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπαναγαγών, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν. ὥσπερ οὖν ἐκεῖνος εἶπεν ὅτι ὁ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἡμεῖς ἑαυτοὺς 2.1.615 ἐρωτήσωμεν ὁ δὲ θεὸς ἐκ τίνος; ἆρ' οὐχὶ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλονότι, τὸ δὲ ἄναρχον τὸ ἀγέννητον. ὡς οὖν ἐπὶ τῶν ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν τὸ ἀγέν νητον."2 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀπο βλέπετε; πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδίας ἀναιδείας διὰ τῶν λόγων στήσαντι; οὐκ αἰσχύνεσθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τοιούτῳ χειραγωγῷ πρὸς τὴν 2.1.616 ἀλήθειαν χρώμενοι; οὐ σημείῳ χρήσεσθε τούτῳ τῆς περὶ τῶν δογμάτων αὐτοῦ μανίας, τῷ οὕτω πρὸς τὴν ἀλήθειαν αὐτὸν τῶν γεγραμμένων ἀναισχύντως ἀντικαθίστασθαι; οὕτως ὑμῖν καὶ τὰς θείας ἑρμηνεύει φωνάς, οὕτω τῆς τῶν δογμάτων ἀληθείας προΐσταται, ὡς ἀπελέγχειν Βασίλειον ἐκ τοῦ πάντη μὴ ὄντος γενεαλογοῦντα τὸν ἐπὶ πάντων 2.1.617 θεόν; εἴπω τὴν παρ' αὐτοῦ ῥῆσιν, ἔκθωμαι τῆς ἀναισχυν τίας τὰ ῥήματα; παρίημι τὰς ὕβρεις, οὐ μέμφομαι ταῖς λοιδορίαις· οὐ γὰρ αἰτιῶμαι τὸν ὀδωδότα τῷ στόματι ὅτι ὄδωδεν, οὐδὲ τὸν τῷ σώματι λελωβημένον ὅτι λελώβηται. τὰ γὰρ τοιαῦτα φύσεώς ἐστιν ἀτυχήματα τὴν παρὰ τῶν νοῦν ἐχόντων μέμψιν ἐκφεύγοντα. οὐκοῦν ἡ τοῦ ὑβρίζειν σπουδὴ λογισμῶν ἐστιν ἀρρωστία καὶ δυσκληρία ψυχῆς τὸν ὑγιαίνοντα λογισμὸν λελωβημένης. οὐδεὶς οὖν μοι λόγος ὧν
λελοιδόρηται, ἀλλὰ τὴν σφοδρὰν ἐκείνην καὶ ἄμαχον τοῦ συλλογισμοῦ πλοκήν, δι' ἧς τὴν καθ' ἡμῶν κατηγορίαν πρὸς τὸν σκοπὸν ἑαυτοῦ συνεπέρανε, διαρρήδην γράψω κατ' αὐτὰ τὰ ῥήματα. 2.1.618 20Ἵνα γάρ20, φησί, 20μὴ κωλυθῇ τὸν υἱὸν ἐκ μετ ουσίας εἰπεῖν τοῦ ὄντος, λέληθεν ἑαυτὸν τὸν ἐπὶ πάντων θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἰπών. εἰ γὰρ τὸ "1μηδὲν"2 τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώ λυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν20. πρὸς τί τῶν εἰρημένων πρότερον ἴδωμεν, ὅτι ἐκ μετουσίας τοῦ θεοῦ τὸν υἱὸν οἴεται καὶ τοῖς μὴ τοῦτο δεχομένοις ἐπισκεδάζει τοῦ στόματος ἑαυτοῦ τὴν δυσωδίαν, ἢ τὴν ψυχρὰν καὶ ὀνειρώδη τοῦ σοφίσματος συνθήκην διεξ ετάσωμεν; ἀλλ' ὅτι μὲν τὸ ἐκ μετουσίας τῇ θείᾳ φύσει προσάπτειν υἱοὺς ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐκ ἂν ἀγνοοίη τις τῶν καὶ ὁπωσοῦν μετεχόντων φρονή 2.1.619 σεως. οὕτω γὰρ οἱ τοῖς μέτροις τοὺς μύθους ἐνείροντες ∆ιονύσους τινὰς καὶ Ἡρακλέας καὶ Μίνωας καὶ ἄλλους τοιούτους ἐκ δαιμονίας εἰς ἀνθρώπινα σώματα συμπλοκῆς διαπλάσσουσι καὶ ὑπεραίρουσι τῶν λοιπῶν ἀνθρώπων τοὺς τοιούτους τῷ λόγῳ ὡς τῇ μετουσίᾳ τῆς κρείττονος φύσεως τὸ πλέον ἔχοντας. οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς οἴκοθεν τὸν τῆς ἀνοίας ἅμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα σιωπῆσαι προσήκει, προθεῖναι δὲ μᾶλλον τὸν ἄμαχον ἐκεῖνον συλ λογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ' ἡμᾶς ἰδιῶται οἵων καὶ ὅσων οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἐζημιώ 2.1.620 θησαν. 20εἰ γὰρ τὸ "1μηδέν,"220 φησί, 20τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούν των ἀκώλυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέ γει τὸν θεόν20. τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπισείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν ταὐ τόν ἐστι τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι λέγειν; ὁ γὰρ τοὺς γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας ἀεὶ τοῦ μνημονευθέντος ὑπερκείμενον 2.1.621 πατέρα δηλονότι νοεῖ. τί γὰρ ἦν ὁ Ἠλεὶ τοῦ Ἰωσήφ; τί δὲ ὁ Ματτὰθ τοῦ Ἠλεί; τί δὲ ὁ Ἀδὰμ τοῦ Σήθ; ἆρ' οὐχὶ πρόδηλον καὶ τοῖς ἄγαν νηπίοις ὅτι πατέρων ἐστὶν ἀπαρίθμησις ὁ τῶν μνημονευθέντων τούτων ὀνομάτων κατά λογος; εἰ γὰρ ὁ Σὴθ τοῦ Ἀδὰμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἀδάμ. οὕτως εἰπέ μοι καὶ τοῦ ἐπὶ πάντων θεοῦ πατὴρ τίς; εἰπὲ τῷ ἐρωτῶντι, ῥῆξον φω νήν, ἀπόκριναι, πᾶσαν τὴν λογικήν σου τέχνην πρὸς τὴν πεῦσιν ταύτην συγκίνησον· ἆρ' εὑρήσεις τινὰ λόγον τὴν 2.1.622 τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς ὁ τοῦ ἀγεν νήτου πατήρ; ἔχεις εἰπεῖν ὅστις; οὐκοῦν οὐκ 20ἀγέν νητος20; ἀλλὰ συνθλιβόμενος ἐρεῖς πάντως, ὃ δὴ καὶ εἰπεῖν ἐστιν ἐπάναγκες ὅτι "1οὐδείς"2. τί οὖν, ὦ φίλ τατε, ἆρά σοι οὔπω λέλυται ἡ μαλθακὴ τοῦ σοφίσματος αὕτη διαπλοκή; ἆρα συνῆκας τοῖς ἰδίοις κόλποις ἐνσι ελίσας; τί φησιν ὁ μέγας Βασίλειος; ὅτι ὁ ἀγέννητος ἐξ οὐδενός ἐστι πατρός. ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων ἡ ἀκολουθία κατὰ τὸ σιωπώμενον συνομολο 2.1.623 γεῖσθαι δίδωσι τοῦ πατρὸς τὴν προσθήκην. σὺ τὸ ἐξ οὐδενὸς πατρὸς τὸ 20μηδὲν20 ἐποίησας, καὶ πάλιν τὸ 20μη δὲν εἰς τὸ πάντη μὴ ὂν20 μεταλαβὼν τὸν λελυμένον ἐκεῖνον συλλογισμὸν συνεπέρανας. οὐκοῦν τὰ σοφά σου ταῦτα τῆς τεχνικῆς ἀγχινοίας πρὸς σὲ μεταχθήσεται. τίς 20τοῦ ἀγεννήτου20 πατήρ, ἐρωτῶ; οὐδείς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην. ὁ γὰρ ἀγέννητος πατέρα πάντως οὐκ 2.1.624 ἔχει. εἰ τοίνυν οὐδεὶς τοῦ 20ἀγεννήτου20 πατήρ, τὸ δὲ οὐ δεὶς παρὰ σοῦ πρὸς τὸ 20μηδὲν20 μετελήφθη, τὸ δὲ 20μηδὲν20 κατὰ τὸν σὸν λόγον 20τῷ πάντη μὴ ὄντι20 ταὐτόν ἐστι κατὰ τὴν ἔννοιαν, 20ἀκώλυτος δὲ τῶν ἰσοδυναμούν των20, καθὼς φῄς, 20ἡ μετάληψις20, ὁ εἰπὼν ὅτι οὐδείς ἐστι τοῦ ἀγεννήτου πατὴρ 20ἐκ τοῦ πάντη μὴ ὄντος20 εἶναι λέγει τὸν ἐπὶ πάντων θεόν. 2.1.625 20Τοιοῦτον20, ὡς ἔοικεν, 20ἐστίν20, ὦ Εὐνόμιε, 20κακόν20 (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ 20τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι20 (μικρὸν γὰρ ἴσως τὸ τοιοῦτον εἰς δυστυχίαν), ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν καὶ μὴ γινώσκειν, ὅσον ἐστὶ τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου 2.1.626 καὶ τοῦ χερσαίου θηρίου. εἰ γὰρ ἐφεώρα τὸν βίον ἡμῶν τὸ ὀξὺ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπόλει τὴν ἀνθρω πίνην ζωὴν τῷ τῆς σοφίας πτερῷ, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ῥοίζῳ τῶν λόγων, οἵῳ τῷ ὀστράκῳ τῆς ἀνοίας συμ πεφυκὼς πρὸς τίνα δι' ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὕβρεσι ταῖς κατ' αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι παρὰ 2.1.627 τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίαις θηρώμενος. πλὴν ἀλλ' οὐκ ἀπελπιστέον σοι καὶ τῶν ὀνύχων ἐκείνου. τὸ γὰρ ἡμέτερον ὡς μὲν πρὸς ἐκεῖνον ὄνυχος μοῖρα κρινόμενον πολλοῦ ἂν εἴη, πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἱκανὸν εἶναί σοι περιρρῆξαι τῆς ἀπάτης τὸ ἔλυτρον καὶ δεῖξαι τὴν ἐγκεκρυμμένην τῷ ὀστράκῳ ἀσχημοσύνην. Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τῆς νίκης ἢ τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον, δι' ὧν γίνεται τῷ νενικηκότι τῇ κρίσει τῶν βραβευόντων ἡ ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος, ἐπεὶ οὖν δὶς ἤδη καταβληθεὶς ἐν τοῖς προλαβοῦσι λόγοις Εὐνό μιος οὔπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια, ἀλλ' ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονίζεται ἐν τῇ συνήθει παλαίστρᾳ τοῦ ψεύδους εἰς τοὺς ὑπὲρ τῆς ἀπάτης ἀγῶνας ἑαυτὸν ἐπιρ ρώσας, ἀναγκαίως καὶ νῦν δι' ἡμῶν ὁ τῆς ἀληθείας λόγος πρὸς τὴν τοῦ ψεύδους ἀνατροπὴν ἀντεγείρεται, τῷ νικοποιῷ τε καὶ ἀγωνοθέτῃ τῆς νίκης ἀναθεὶς τὰς ἐλπίδας καὶ ἅμα τῇ κακοτεχνίᾳ τῶν τοῦ ἐναντίου παλαισμάτων ἐνδυναμού 3.1.2 μενος. ὁμολογοῦμεν γὰρ ἀνεπαισχύντως ἡμεῖς μήτε τινὰ λόγον διὰ ῥητορικῆς τεθηγμένον ἐπὶ τοὺς ἀγῶνας παρε σκευάσθαι μήτε δεινότητα διαλεκτικῆς ἀγχινοίας εἰς συμ μαχίαν κατὰ τῶν ἀντιτεταγμένων προβάλλεσθαι, ἣ καὶ τὴν ἀλήθειαν πολλάκις εἰς ὑπόνοιαν ψεύδους ἐπὶ τῶν ἀπείρων ἀντιμεθίστησιν. ἀλλὰ μία δύναμις τοῦ ἐν ἡμῖν λόγου κατὰ τοῦ ψεύδους ἐστὶ πρῶτον μὲν αὐτὸς ὁ ἀληθινὸς λόγος, ἰσχὺς τοῦ ἡμετέρου λόγου γινόμενος, ἔπειτα δὲ καὶ ἡ τῶν ἀντι τεταγμένων σαθρότης, αὐτὴ δι' ἑαυτῆς ἀνατρεπομένη καὶ 3.1.3 καταπίπτουσα. ὡς δ' ἂν μάλιστα γένοιτο πᾶσι δῆλον ὅτι αὐτὸς τοῦ Εὐνομίου ὁ πόνος τῆς ἰδίας ἀνατροπῆς ὕλη τοῖς προσπαλαίουσι γίνεται, αὐτὸ προθήσω τοῖς ἐντυγχάνουσι τοῦ λόγου τὸ εἴδωλον (οὕτω γὰρ οἶμαι χρῆναι τὸν ἔξω τῆς ἀληθείας ὀνομάζεσθαι λόγον)· βραβευταὶ δὲ δίκαιοι τῆς νομίμου τῶν λόγων ἀθλήσεως γένοισθε πάντες οἱ τοῖς πό νοις ἡμῶν ἐντυγχάνοντες καὶ θεωροῦντες τὴν γινομένην νῦν τοῦ ἡμετέρου λόγου πρὸς τὸν ἀντίπαλον συμπλοκήν, ὡς ἂν διὰ τῆς δικαίας ὑμῶν ἐπικρίσεως ἀνακηρυχθείη παντὶ τῷ τῆς ἐκκλησίας θεάτρῳ τῆς εὐσεβείας ὁ λόγος, ἀνανταγώ νιστον λαβὼν παρὰ πᾶσι κατὰ τῆς ἀσεβείας τὸ κράτος, διὰ τριῶν τῶν τοῦ ἐχθροῦ πτωμάτων τῷ ἀειθαλεῖ στεφάνῳ τῶν σῳζομένων καλλωπιζόμενος. 3.1.4 Αὕτη τοίνυν ἡ λέξις ἐν προοιμίοις κατὰ τῆς ἀληθείας τοῦ τρίτου προβέβληται λόγου, ἣ τοῦτον ἔχει τὸν τρόπον. 20φυσικήν20, φησί, 20διασῴζοντες τάξιν καὶ τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντες γεννητὸν ὄντα τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτού μεθα, τῆς γεννηθείσης οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τούτῳ μοι δι' ἐπιμελείας ὁ ἀκροατὴς ἐπισχέτω τὸν νοῦν, ὅτι καὶ γεννητὸν καὶ υἱὸν ὀνομάζων τὸν μονογενῆ θεὸν εἰς 20τὴν φυσικὴν τάξιν20 ἀναφέρει τὴν τῶν ὀνομάτων τούτων αἰτίαν καὶ τὴν ἄνωθεν γνῶσιν ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ μαρτύρεται· ὡς εἴ τι διὰ τῶν ἐφεξῆς εὑρεθείη τοῖς προεκτεθεῖσιν ἐναντιούμενος, φα νερὸν γενέσθαι πᾶσιν ὅτι δι' ἑαυτοῦ ἀνατρέπεται, πρὸ τῶν 3.1.5 ἡμετέρων λόγων διὰ τῶν ἰδίων ἀπελεγχόμενος. οὑτωσὶ δὲ διὰ τῶν παρ' αὐτοῦ ῥηθέντων τὸν λόγον κατανοήσωμεν. ὁμολογεῖ μηδαμῶς ἂν τὸ τοῦ υἱοῦ ὄνομα κυρίως ἐφαρμο σθῆναι τῷ μονογενεῖ θεῷ, μὴ 20τῆς φυσικῆς20, καθώς φησι, 20τάξεως20 βεβαιούσης τῷ γεννηθέντι τὴν κλῆσιν. οὐκοῦν εἴ τις ἀφέλοι φυσικὴν τάξιν ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, μάτην αὐτῷ ἐπιθρυλήσει τὸ ὄνομα, τῆς κυρίας καὶ κατὰ φύσιν διεζευγμένον ἐμφάσεως. ἀλλὰ καὶ τὸ 20τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντα20 ταῦτα διαβεβαιοῦσθαι λέγειν πολὺ μᾶλλον κρατύνει τὴν εὐσεβῆ περὶ τῆς τοῦ υἱοῦ προσηγορίας διάνοιαν, ὡς τῆς θεοπνεύστου τῶν γραφῶν δι δασκαλίας τῆς ἄνωθεν γεγενημένης ἡμῖν τὸν περὶ τούτων 3.1.6 βεβαιούσης λόγον. εἰ ταῦτα τοίνυν τοῦτον ἔχει τὸν τρόπον καὶ οὗτός ἐστιν ὅρος τῆς ἀληθείας ἀπαραλόγιστος, τὸ τὰ δύο ταῦτα συνδραμεῖν πρὸς ἄλληλα, τήν τε φυσικήν, κα θώς φησι, τάξιν καὶ τὴν τῆς ἄνωθεν γνώσεως μαρτυρίαν, βεβαιοῦσαν τὴν κρίσιν τῆς φύσεως, δῆλον ὅτι τὸ παρὰ ταῦτά τι λέγειν οὐδέν ἐστιν ἕτερον ἢ πρὸς τὴν ἀλήθειαν αὐτὴν ἐκ τοῦ φανεροῦ διαμάχεσθαι. οὗτος τοίνυν ὁ τὴν φύσιν διδάσκαλον τοῦ ὀνόματος τούτου ποιούμενος καὶ τοῖς ἄνωθεν ἡμῖν διὰ τῆς τῶν ἁγίων διδασκαλίας ἐγνω σμένοις ἐμμένειν λέγων οἷα διεξέρχεται μικρὸν ὑποβὰς μετὰ τὰ εἰρημένα πάλιν ἀκούσωμεν. 3.1.7 Τέως γὰρ τὸ συνεχὲς ὑπερβήσομαι τῶν κατὰ τὸ ἀκό λουθον τούτοις ἐν τῷ λόγῳ συντεταγμένων, ὡς ἂν μὴ δια λάθοι τῶν γεγραμμένων ἡ ἐναντίωσις, τῇ ἀναγνώσει τῶν διὰ μέσου παρεγκειμένων συσκιασθεῖσα. 20ὁ αὐτός20, φησίν, 20ἁρ μόσει λόγος καὶ περὶ τοῦ ποιήματος καὶ κτί σματος, τῆς τε φυσικῆς κρίσεως καὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν πραγμάτων, ἔτι δὲ τῆς τῶν ἁγίων χρήσεως ἀκώλυτον ἡμῖν παρεχούσης τοῦ τύπου τὴν ἐξουσίαν· διόπερ οὐκ ἂν ἁμάρτοι τις συναρμόζων τῷ τε ποιήσαντι τὸ ποίημα καὶ τῷ 3.1.8 κτίσαντι τὸ κτίσμα20. περὶ τίνος λέγει 20κτίσματος20 καὶ 20ποιήματος20 ὡς φυσικὴν ἔχοντος τὴν ἐν τῷ ὀνόματι σχέσιν πρὸς τὸν πεποιηκότα καὶ κτίσαντα; εἰ μὲν περὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ὁρατῶν τε καὶ ἀοράτων, καθὼς ὁ Παῦλος διέξεισιν, ἐν αὐτῷ λέγων ἐκτίσθαι τὰ πάντα, ὁρατὰ καὶ ἀόρατα, ὥστε τὴν σχετικὴν ταύτην τῶν ὀνομάτων συζυγίαν κυρίως πρὸς ἑαυτὴν ἁρμοσθῆναι, συν ταχθέντος τῷ ποιήσαντι μὲν τοῦ ποιήματος, τῷ κτίσαντι δὲ τοῦ κτίσματος, εἰ ταῦτα λέγει, καὶ ἡμεῖς συντιθέμεθα· τῷ ὄντι γάρ, ἐπειδὴ ποιητὴς ἀγγέλων ὁ κύριος, 20ποίημα20 πάντως ἐστὶ τοῦ πεποιηκότος ὁ ἄγγελος, καὶ ἐπειδὴ τοῦ κόσμου κτίστης ὁ κύριος, 20κτίσμα20 δηλονότι τοῦ κτίσαντος αὐτός τε ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα κατονομάζεται. 3.1.9 εἰ μὲν οὖν πρὸς ταῦτα βλέπων διακρίνει τὴν τῆς φύσεως τάξιν, ἐπὶ τῆς ὀνοματικῆς σημασίας τῆς πρὸς ἄλληλα σχέ σεως τῶν πρός τι λεγομένων ὀνομάτων τεχνολογῶν τὴν οἰκείωσιν, περιττὸν μὲν καὶ οὕτως ἦν, μηδενὸς ἀγνοοῦντος ταῦτα, γραμματικῆς μικρολογίας ἡμῖν ποιεῖσθαί τινα τεχνο 3.1.10 λογίαν, τῶν δογμάτων ἀφέμενον. εἰ δὲ τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας ἐφαρμόζει φωνάς, ὥστε 20ποίημά20 τε 20τοῦ ποιήσαντος20 καὶ 20κτίσμα20 αὐτὸν εἶναι λέγειν 20τοῦ κτί σαντος20, καὶ εἰς ἁγίων χρῆσιν ἀναπέμπειν τῆς ὀνοματο ποιΐας ταύτης τὴν ἐξουσίαν, τοῦτο πρῶτον ἐπιδειξάτω τῷ λόγῳ, τίνας ἁγίους εἶναί φησιν οἳ 20ποίημα20 καὶ 20κτίσμα20 τὸν τοῦ παντὸς ποιητὴν ἀπεφήναντο, οἷς ἀκολουθῶν τῆς φωνῆς ταύτης καταθρασύνεται. 3.1.11 Ἁγίους ἡ ἐκκλησία τοὺς τῷ ἁγίῳ πνεύματι θεοφορου μένους ἐπίσταται πατριάρχας νομοθέτας προφήτας εὐαγγε λιστὰς ἀποστόλους. εἴ τις ἐν τούτοις ἐστὶ διὰ τῶν θεο πνεύστων ἑαυτοῦ λόγων κτιστὸν εἶναι καὶ ποίημα δογματί ζων τὸν ἐπὶ πάντων θεόν, τὸν φέροντα τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ περιδεδραγμένον πάντων τῶν ὄντων καὶ δι' ἑαυτοῦ μόνῳ τῷ θελήματι τὸ πᾶν οὐσιώ σαντα, συγγνωστὸς ἔσται 20τῇ χρήσει τῶν ἁγίων20, καθ 3.1.12 ώς φησι, πρὸς τὴν τοιαύτην δογματοποιΐαν ἑπόμενος. εἰ δὲ πᾶσι πρόκειται τῶν θείων γραφῶν κατ' ἐξουσίαν ἡ γνῶσις καὶ οὐδὲν ἀπόρρητον οὐδὲ ἀπόκρυφον οὐδενὶ τῶν βουλομένων τῆς θείας διδασκαλίας μετέχειν, πῶς ἐπιχειρεῖ τοὺς ἀκούντας παρακρούεσθαι διὰ τῆς κατὰ τῶν γραφῶν συκοφαντίας, εἰς ἁγίων χρῆσιν τὴν τοῦ 20κτίσματος20 φω νὴν ἐπὶ τοῦ μονογενοῦς ἀναπέμπων; τὸ μὲν γὰρ δι' αὐτοῦ γεγονέναι τὰ πάντα πάσης μικροῦ δεῖν ἔστι τῆς ἁγίας ἀκοῦσαι φωνῆς ἀπὸ Μωϋσέως καὶ τῶν καθεξῆς προφητῶν τε καὶ ἀποστόλων, ὧν μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον νυνὶ 3.1.13 παρατίθεσθαι. ἀρκεῖ δὲ μετὰ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ὁ ὑψηλὸς Ἰωάννης ἐν προοιμίοις τῆς τοῦ μονογενοῦς θεολογίας τοῦτο βοήσας, ὅτι οὐδὲν τῶν γεγονότων ἐστὶν ὃ μὴ δι' ἐκείνου ἐγένετο, ὅπερ ἄμαχός τε καὶ ἀναμφίβολός ἐστιν ἀπόδειξις τοῦ κύριον αὐτὸν εἶναι τῆς κτίσεως, οὐχὶ τῷ καταλόγῳ τῶν κτιστῶν ἐναρίθμιον. εἰ γὰρ πάντα τὰ γεγονότα δι' οὐδενὸς ἄλλου ἢ διὰ τούτου ἔστι καὶ οὐδὲν ἐν τοῖς διὰ τῆς κτίσεως οὖσι χωρὶς αὐτοῦ γεγενῆσθαι ὁ Ἰωάννης μαρτύρεται, τίς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μηδὲ ἰδεῖν ἐν τῷ κηρύγματι τοῦ εὐαγγελιστοῦ τὴν ἀλή θειαν, ὅτι ὁ πᾶσαν τὴν κτίσιν ποιήσας ἄλλο τι πάντως 3.1.14 παρὰ τὴν κτίσιν ἐστίν; εἰ γὰρ πᾶν τὸ ἐν τοῖς γεγονόσιν ἀριθμούμενον δι' ἐκείνου ἐστίν, αὐτὸς δὲ ἐν ἀρχῇ ἐστι καὶ πρὸς τὸν θεόν ἐστι, θεὸς ὢν καὶ λόγος καὶ ζωὴ καὶ φῶς καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐδὲν δὲ τῶν διὰ κτίσεως γεγονότων διὰ τῶν αὐτῶν ὀνομάτων ὀνομάζεται, οὐ λόγος, οὐ θεός, οὐ ζωή, οὐ φῶς, οὐκ ἀλήθεια, οὐ χαρακτήρ, οὐκ ἀπαύγασμα, οὐδ' ἄλλο τι τῶν θεοπρεπῶν ὀνομάτων ἔστι περὶ τὴν κτίσιν εὑρεῖν, δῆλον ὅτι ὁ ταῦτα ὢν ἄλλο τι τῇ φύσει παρὰ τὴν κτίσιν ἐστίν, ἥτις τούτων οὐδὲν οὔτε ἐστὶν οὔτε λέγεται. 3.1.15 Εἰ μὲν γὰρ ἦν τις ἐν ταῖς τοιαύταις φωναῖς ὁμω νυμία τῇ κτίσει πρὸς τὸν ποιήσαντα, συγγνωστὸς ἦν ἴσως διὰ τῆς τῶν λοιπῶν ὀνομάτων κοινότητος καὶ τὸ τῆς κτί σεως ὄνομα κοινοποιῆσαι τῷ κτισθέντι καὶ τῷ ποιήσαντι· εἰ δὲ πάντων ἀσύμβατά τε καὶ ἀκοινώνητα τὰ ἐπιθεω ρούμενα τῇ κτιστῇ τε καὶ τῇ ἀκτίστῳ φύσει διὰ τῶν ὀνο μάτων γνωρίσματα, πῶς οὐ φανερὰ πᾶσίν ἐστιν ἡ συκο φαντία τοῦ τολμῶντος ἐφαρμόσαι τὸ τῆς δουλείας ὄνομα τῷ δεσπόζοντι, καθώς φησιν ὁ προφήτης, ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τὸν ἐν πᾶσι πρωτεύοντα, καθὼς ὁ ἀπόστολος λέγει, διὰ τοῦ κατὰ τὴν κτίσιν ὀνόματός τε καὶ νοήματος εἰς ὁμότιμον ἄγειν <τάξιν> τῇ δουλευούσῃ φύσει; 3.1.16 πᾶσαν γὰρ τὴν κτίσιν δουλεύειν ὁ μέγας ἀπεφήνατο Παῦ λος, ὁ ἐν τοῖς ἄνω τῶν οὐρανῶν διδασκαλείοις παιδευθεὶς τὴν ἀπόρρητον γνῶσιν, ἐκεῖ ταῦτα μαθὼν ὅπου ἀργεῖ πᾶσα φωνὴ σημαντικὴ διὰ λόγου προφερομένη, ἀλλὰ ῥῆμα γίνεται διδασκαλίας ἡ ἀνεκφώνητος ἔννοια, τὰ ὑπὲρ λόγον τὴν κεκαθαρμένην καρδίαν διὰ τῆς ἀλαλήτου τῶν νοημάτων 3.1.17 ἐλλάμψεως ἐκδιδάσκουσα. εἰ οὖν ταῦτα μὲν ὁ Παῦλος βοᾷ, ὅτι ἡ κτίσις δουλεύει, ὁ δὲ μονογενὴς θεὸς ἀληθῶς ἐστι κύριος καὶ θεὸς ἐπὶ πάντων, Ἰωάννης δὲ τὸ πᾶσαν δι' αὐτοῦ τῶν γεγονότων εἶναι τὴν κτίσιν μαρτύρεται, πῶς ἔτι ὁ καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενος ἀνέξεται διὰ τῆς ἀσυστάτου ταύτης καὶ ἀνακολούθου τεχνολογίας ὁρῶν τὸν Εὐνόμιον εἰς τὴν τῆς κτίσεως ταπεινότητα τὴν ὑπερ κειμένην πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ κυριότητος δύναμιν διὰ τῆς πρὸς τὸ δουλεῦον ὁμωνυμίας καθέλκοντα; 3.1.18 εἰ δέ φησιν ἔχειν τινὰς τῶν ἁγίων οἳ δοῦλον αὐτὸν ἀνεῖπον ἢ κτιστὸν ἢ ποιητὸν ἤ τι τῶν ταπεινῶν τε καὶ δουλοπρεπῶν ὀνομάτων, ἰδοὺ πάρεισιν αἱ γραφαί· δότω μίαν ἢ αὐτὸς ἢ ἄλλος τις ὑπὲρ ἐκείνου τοιαύτην φωνήν, καὶ ἡμεῖς σιωπή 3.1.19 σομεν. εἰ δὲ οὔτε ἔστι τοιαύτη λέξις οὔτ' ἂν εὑρεθείη ποτὲ ἐν ταῖς πεπιστευμέναις θεοπνεύστοις γραφαῖς διάνοιά τις τοιαύτη, ἥτις τῆς ἀσεβείας ταύτης συνήγορος γίνεται, τί χρὴ περαιτέρω περὶ τῶν ὁμολογουμένων διαγωνίζεσθαι πρὸς τὸν οὐ μόνον τὰς τῶν ἁγίων συκοφαντοῦντα φωνάς, 3.1.20 ἀλλὰ καὶ τοῖς ἰδίοις διορισμοῖς προσπαλαίοντα; εἰ γὰρ ἡ τῆς φύσεως τάξις, καθὼς αὐτὸς οὗτος ὁμολογεῖ, τῷ υἱῷ τὸ ὄνομα διὰ τὸ γεννηθῆναι προσμαρτυρεῖ, καὶ οὕτω γίνεται διὰ τῆς γεννηθέντος πρὸς τὸν γεννήσαντα σχέ σεως ἡ τοῦ ὀνόματος συζυγία, πῶς ἀποσπάσας τῆς φυσικῆς οἰκειότητος τὸ τοῦ υἱοῦ σημαινόμενον μεταβάλλει τὴν σχέσιν ἐπὶ τὸ ποίημά τε καὶ τὸν ποιήσαντα; ὅπερ οὐ μόνον ἐπὶ τῶν στοιχείων τοῦ κόσμου ἀληθές ἐστι λέγειν, ἀλλὰ κἂν ἐπὶ βομβυλιοῦ τις εἴπῃ καὶ μύρμηκος, καθὸ ποίημα τού των ἐστὶν ἑκάτερον, ὁμοίως πρὸς τὸν ποιήσαντα ἡ τοῦ ὀνό ματος σχέσις τὸ ἴσον ἔχει. 3.1.21 Τὸ μὲν οὖν βλάσφημον μετὰ πολλῶν ἑτέρων καὶ διὰ τῶν εἰρημένων δῆλόν ἐστιν· ἡ δὲ παρὰ τῶν ἁγίων χρῆσις, ᾗ φησιν οὗτος ἀκολουθῶν ταῦτα λέγειν, φανερὰ μέν ἐστιν οὐδεμία. τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώθασι, τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. διὰ γὰρ τὸ παρὰ τῆς σοφίας εἰρῆσθαι τὸν λόγον τοῦτον, σοφίαν δὲ παρὰ τοῦ μεγάλου Παύλου κατωνομάσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς θεοῦ διὰ τοῦ τῆς σοφίας ὀνόματος ὁμολογοῦντος τὸ ἐκτίσθαι ὑπὸ τοῦ τὰ πάντα ποιή 3.1.22 σαντος τὴν φωνὴν ταύτην προτείνονται. ἐγὼ δὲ φανερὰν μὲν ἡγοῦμαι τοῖς προσεχεστέροις τε καὶ φιλοπονωτέροις τὴν εὐσεβῆ τοῦ ῥητοῦ τούτου διάνοιαν, ὡς μηδεμίαν γενέσθαι βλάβην κατὰ τοῦ λόγου τῆς πίστεως τοῖς πεπαιδευμένοις τὰ τῆς παροιμίας αἰνίγματα· πλὴν δι' ὀλίγων οἶμαι δεῖν τὸν περὶ τούτου λόγον διαλαβεῖν, ὡς ἂν φανερώτερον τῆς τοῦ ῥητοῦ τούτου διανοίας ἐκκαλυφθείσης μηδαμόθεν ἔχοι παρρησίαν ὁ τῆς αἱρέσεως λόγος, ὡς ἐκ τῆς θεοπνεύστου 3.1.23 γραφῆς τὴν μαρτυρίαν ἔχων. ὁμολογεῖται μὲν γὰρ παρὰ πάντων ἐν τῇ γραφικῇ καταχρήσει τὸ τῆς παροιμίας ὄνομα μὴ κατὰ φανεροῦ τετάχθαι νοήματος, ἀλλ' ἐπί τινος κε κρυμμένης λέγεσθαι διανοίας, οὕτω τοῦ εὐαγγελίου τὰς αἰνιγματώδεις τε καὶ ἀσαφεῖς ῥήσεις παροιμίας κατονομά ζοντος, ὡς εἶναι τὴν παροιμίαν, εἴ τις ὅρῳ τὴν ἑρμηνείαν τοῦ ὀνόματος τούτου διαλαμβάνοι, λόγον δι' ἑτέρων τῶν κατὰ τὸ πρόχειρον νοουμένων ἕτερόν τι κατὰ τὸ κρυπτὸν ἐνδεικνύμενον, ἢ λόγον οὐκ ἐπ' εὐθείας τὸν τοῦ νοήματος σκοπὸν προδεικνύοντα, ἀλλὰ κατὰ τὸ λοξὸν τὴν διδασκαλίαν 3.1.24 ποιούμενον διὰ πλαγίας ἐμφάσεως. τῷ δὲ βιβλίῳ τούτῳ κατ' ἐξαίρετον τὸ τοιοῦτον ἐπιγέγραπται ὄνομα, καὶ τῆς προσηγορίας ταύτης αἱ ἐμφάσεις εὐθὺς ἐν τοῖς προοιμίοις παρὰ τοῦ σοφοῦ Σολομῶντος διῄρηνται. οὐ γὰρ γνώμας οὐδὲ συμβουλὰς οὐδὲ διδασκαλίαν σαφῆ τοὺς ἐν τῷ βιβλίῳ τούτῳ λόγους, ἀλλὰ παροιμίας ὠνόμασεν, ἐπαγαγὼν τὴν ἑρμηνείαν, τί βούλεται τοῦ ὀνόματος τούτου τὸ σημαινό μενον· Γνῶναι γάρ, φησί, σοφίαν καὶ παιδείαν, οὐ κατὰ τὴν κοινὴν ἐπὶ τῶν ἄλλων μαθημάτων συνήθειαν προτάξας τῆς σοφίας τὴν παίδευσιν, ἀλλὰ σοφὸν ἐκ προπαιδεύσεως γενέ σθαι πρῶτον διακελεύεται, εἶθ' οὕτως τὴν ἐκ τῆς παροι μίας παιδείαν χωρῆσαι. φρονήσεως γὰρ εἶναι λόγους, φησί, 3.1.25 διὰ στροφῆς τὸν σκοπὸν ἐκκαλύπτοντας. τὸ γὰρ μὴ ἐπ' εὐθείας νοούμενον στροφῆς τινος χρῄζει πρὸς τὴν τοῦ κεκρυμμένου κατάληψιν, καὶ ὥσπερ ὁ Παῦλος ἀλλάξειν ἑαυτοῦ τὴν φωνὴν ἐπηγγείλατο, μέλλων μετατιθέναι τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν, οὕτως ἐνταῦθα ἡ τῶν κε κρυμμένων φανέρωσις στροφὴ λόγου παρὰ τοῦ Σολομῶντος κατονομάζεται, ὡς οὐ δυναμένου κατανοηθῆναι τοῦ κάλ λους τῶν νοημάτων, εἰ μή τις τοῦ λόγου τὸ προφαινό μενον εἰς τὸ ἔμπαλιν ἀναστρέψας ἴδοι τὴν ἀποκεκρυμμένην αὐγὴν τοῦ νοήματος· οἷον ἐπὶ τοῦ πτεροῦ συμβαίνει, ᾧ 3.1.26 κατὰ τὸ οὐραῖον ὁ ταὼς καλλωπίζεται. ἐπὶ τούτου γὰρ ὁ μὲν τὰ νῶτα τοῦ πτεροῦ θεασάμενος κατὰ τὸ ἀκαλλές τε καὶ ἄμορφον καταφρονεῖ πάντως ὡς εὐτελοῦς τοῦ θεά ματος· εἰ δέ τις ἀναστρέψας αὐτοῦ τὴν ἑτέραν ὄψιν προ δείξειεν, ὁρᾷ τὴν ποικίλην ζωγραφίαν τῆς φύσεως καὶ τὸν ἡμιτελῆ κύκλον ἐν πορφυρᾷ τῇ βαφῇ κατὰ τὸ μέσον ἐκ λάμποντα καὶ τὸν χρυσοειδῆ περὶ τὸν κύκλον ἀέρα ταῖς πολυχρόοις ἴρισι κατὰ τὸ ἄκρον διεζωσμένον τε καὶ λαμ πόμενον. ἐπεὶ οὖν οὐδὲν τῷ προχείρῳ τῆς λέξεως ἔπεστι κάλλος (Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι λέως ἔσωθεν, ἐν τοῖς χρυσοῖς νοήμασι τῷ κρυπτῷ δια λάμπουσα κόσμῳ), ἀναγκαίως ὁ Σολομὼν τοῖς ἐντυγχάνουσι τούτῳ τῷ βιβλίῳ τὴν τοῦ λόγου στροφὴν ὑποτίθεται, ἵνα διὰ τούτου νοήσωσι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. 3.1.27 Ταῦτα τοίνυν περιεχούσης τῆς παροιμιακῆς ταύτης διδασκαλίας, οὐδὲν ἄν τις τῶν εὖ φρονούντων ἀνεξετάστως τε καὶ ἀθεωρήτως τῶν ἐκ τῆς βίβλου ταύτης προφερομένων δέξεται, κἂν ὅτι μάλιστα σαφὲς ἐκ τοῦ προχείρου καὶ γνώ ριμον τυγχάνῃ. πάντως γὰρ ὕπεστί τις καὶ τοῖς προδήλοις εἶναι δοκοῦσιν ἡ κατὰ ἀναγωγὴν θεωρία. εἰ δὲ τὰ πρόχειρα τῆς γραφῆς ταύτης ἀναγκαίως ἐπιζητεῖ τὴν λεπτομερεστέραν ἐξέτασιν, πόσῳ μᾶλλον ἐκεῖνα οἷς πολὺ τὸ ἀσαφές τε καὶ 3.1.28 δυσθεώρητον ἐκ τῆς αὐτόθεν ἐστὶ κατανοήσεως; ἐξετάσω μεν τοίνυν ἐκ τῆς περὶ τὸν τόπον ἐκεῖνον συμφράσεως τῶν ῥημάτων, εἴ τι σαφὲς ἡ τῶν παρακειμένων ἀνάγνωσις ἔχει. προδιαγράφει τὴν σοφίαν ὁ λόγος ῥήσεις τινὰς ἐξ οἰκείου διεξιοῦσαν προσώπου. ἐπίσταται δὲ πάντως ὁ φιλομαθὴς τὰ ἐν τῷ τόπῳ λεγόμενα, ὅπου κατασκηνοῖ μὲν βουλὴν ἡ σοφία, ἐπικαλεῖται δὲ γνῶσιν καὶ ἔννοιαν, κτῆμα δὲ ἔχειν φησὶν ἰσχύν τε καὶ φρόνησιν, αὐτὴ δὲ ὀνομάζεσθαι σύνεσις, ἐν ὁδοῖς δὲ περιπατεῖν δικαιοσύνης καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφεσθαι, φησὶ δὲ δι' ἑαυτῆς βασιλεύειν τοὺς βασιλεύοντας καὶ δικαιοσύνην γράφειν τοὺς δυναστεύ 3.1.29 οντας καὶ τῆς ἑαυτῶν κατακρατεῖν γῆς τοὺς τυράννους. ὅτι γὰρ οὐδὲν τῶν εἰρημένων ὁ λελογισμένος ἀνεξετάστως ἐκ τῆς ἑτοίμου διανοίας προσδέχεται, παντὶ δῆλόν ἐστιν. εἰ γὰρ οἱ βασιλεῖς δι' ἐκείνης ἐπὶ τὴν δυναστείαν προάγονται καὶ παρ' αὐτῆς ἡ τυραννὶς τὴν ἰσχὺν ἔχει, ἀνάγκη πᾶσα τυραννοποιὸν ἡμῖν τὴν σοφίαν ἀναφανῆναι καὶ τῶν πονηρῶς ἐν βασιλείᾳ δυναστευόντων εἰς ἑαυτὴν μετατιθέναι τὰς 3.1.30 μέμψεις. ἀλλ' οἴδαμεν βασιλέας τοὺς ὑπὸ τῆς σοφίας ὄν τως εἰς τὴν ἀτελεύτητον προϊόντας ἀρχήν, τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν κτῆμα ἡ τῶν οὐρανῶν ἐστι βασιλεία, καθ ὼς ὁ κύριος, ὅς ἐστιν ἡ σοφία, διὰ τοῦ εὐαγγελίου κατ επαγγέλλεται· τοιούτους καὶ τοὺς δυνάστας ἐπιγινώσκομεν τοὺς κατὰ τῶν παθῶν δυναστεύοντας, τοὺς μὴ δουλουμένους τῇ δυναστείᾳ τῆς ἁμαρτίας, οἳ καθάπερ δέλτῳ τινὶ τῷ 3.1.31 ἰδίῳ βίῳ τὴν δικαιοσύνην ἐγγράφουσιν. οὕτως καὶ ἡ ἐπαι νετὴ τυραννὶς τῇ συμμαχίᾳ τῆς σοφίας τὴν τῶν παθῶν δημοκρατίαν εἰς τὴν τοῦ νοῦ μοναρχίαν μετασκευάσασα δουλαγωγεῖ τὰ κακῶς εἰς ἐλευθερίαν ἀφηνιάζοντα, πάντα τὰ σωματικά τε καὶ γήϊνα λέγω φρονήματα. Ἡ γὰρ σὰρξ ἐπιθυ μεῖ κατὰ τοῦ πνεύματος, καὶ τῇ ἀρχῇ τῆς ψυχῆς ἐπανίσταται. ταύτης οὖν κρατεῖ τῆς γῆς ὁ τοιοῦτος τύραννος, ἧς ἄρχων ἐτάχθη κατὰ τὴν πρώτην κτίσιν ὑπὸ τοῦ λόγου. 3.1.32 Ὡς τοίνυν ταῦτα παρὰ πάντων ὁμολογεῖται τῶν εὖ φρονούντων μετὰ τοιαύτης διανοίας ἀναγινώσκεσθαι μᾶλλον ἢ μετὰ τῆς τοῖς ῥητοῖς ἐπιφαινομένης κατὰ τὸ πρόχειρον, οὕτως εἰκός ἐστι ἐκ τοῦ ἀκολούθου προσεχῶς τούτοις τὴν φωνὴν ἐκείνην συγγεγραμμένην μὴ ἁπλῶς τε καὶ ἀνεξετάστως παρὰ τῶν εὖ φρονούντων παραδεχθῆναι. 3.1.33 Ἐὰν ἀναγγείλω ὑμῖν, φησί, τὰ καθ' ἡμέραν γινόμενα, μνη μονεύσω τὰ ἐξ αἰῶνος ἀπαριθμήσασθαι· κύριος ἔκτισέ με. τί μοι πρὸς ταύτην ἐρεῖ τὴν φωνὴν ὁ τῆς λέξεως δοῦλος, ὁ τῷ ἤχῳ τῶν συλλαβῶν Ἰουδαϊκῶς προσκαθήμενος; ἆρ' οὐ δοκεῖ ξενισμὸν ἐμποιεῖν τῇ ἀκοῇ τῶν ἐπιστατικωτέρων ἡ σύνταξις· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, κύριος ἔκτισέ με; ὡς ἐὰν μὴ ἀναγγείλῃ τὰ καθ' ἡμέραν γινόμενα, κατὰ τὸ ἀκόλουθον καὶ τὸ ἐκτίσθαι πάντως ἀρ 3.1.34 νήσεται. ὁ γὰρ εἰπὼν ὅτι ἐὰν ἀναγγείλω, ἐκτίσθην, δέδωκε νοεῖν κατὰ τὸ σιωπώμενον ὅτι οὐκ ἐκτίσθην, ἐὰν μὴ ἀναγ γείλω. Κύριος ἔκτισέ με, φησίν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρα σθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τίς ἡ καινὴ τῆς κατασκευῆς τοῦ κτίσματος τούτου τάξις; πρῶτον κτί ζεται, καὶ μετὰ τοῦτο θεμελιοῦται, καὶ τότε γεννᾶται. Κύριος ἐποίησε, φησί, χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκού 3.1.35 μενα τῆς ὑπ' οὐρανόν. ποῖον κύριον λέγει ποιητὴν χώρας ἀοικήτου καὶ οἰκουμένης; πάντως ὅτι τὸν καὶ τὴν σοφίαν ποιήσαντα· ἐκ γὰρ τοῦ αὐτοῦ προσώπου καὶ οὗτος κἀκεῖνος ὁ λόγος, ὅ τε τὸ ἔκτισέ με κύριος λέγων καὶ ὁ προστιθεὶς τὸ ἐποίησε κύριος χώρας καὶ ἀοικήτους. οὐκοῦν ἐπίσης τῶν δύο δημιουργὸς ἔσται ὁ κύριος, αὐτῆς τε τῆς 3.1.36 σοφίας καὶ τῆς οἰκουμένης τε καὶ ἀοικήτου χώρας. ποῦ τοίνυν τὸ Πάντα διὰ τοῦ υἱοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; εἰ γὰρ ὁ αὐτὸς κύριος καὶ τὴν σοφίαν κτίζει, ἣν ἀντὶ τοῦ υἱοῦ νοεῖν συμβουλεύουσι, καὶ τὰ καθ' ἕκαστον ὅσα ἡ κτίσις ἔχει, πῶς ἀληθεύει ὁ ὑψηλὸς Ἰωάννης πάντα λέγων δι' αὐτοῦ γεγενῆσθαι; ἀντιφθέγγεται γὰρ ἡ γραφὴ αὕτη πρὸς τὴν τοῦ εὐαγγελίου φωνὴν, τῷ τὴν σοφίαν κτίσαντι τῆς ἀοικήτου τε καὶ οἰκουμένης χώρας ἀνατιθεῖσα τὴν ποίησιν. 3.1.37 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς πάντα· θρόνον θεοῦ τινα δι εξέρχεται ἐπ' ἀνέμων ἀφοριζόμενον καὶ ἰσχυρὰ γίνεσθαι τὰ ἄνω νέφη λέγει καὶ ἀσφαλεῖς τὰς ὑπουρανίους πηγὰς καὶ πολλὰ τοιαῦτα περιέχει ἡ σύμφρασις, πολλὴν ἐπιζητοῦντα τὴν διὰ λεπτῆς τινος καὶ διορατικῆς φρενὸς εὑρισκομένην ἐν τοῖς προκειμένοις διάνοιαν. τίς ὁ ἐπ' ἀνέμων ἀφοριζό μενος θρόνος; τίς ἡ ἀσφάλεια τῶν ὑπὸ τὸν οὐρανὸν πηγῶν; 3.1.38 πῶς ἰσχυρὰ γίνεται τὰ ἄνω νέφη; εἰ γάρ τις πρὸς τὰ φαινόμενα κρίνοι τὸν λόγον, πολλὴν εὑρήσει μάχην τῶν πραγμάτων πρὸς τὰ λεγόμενα. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν ἢ τῷ λίαν καθομιλεῖν τῇ τοῦ ἡλίου θερμότητι ἢ τῷ καθ' ὑπερβολὴν ἀφεστάναι διὰ τὴν καθ' ἑκάτερον ἀμετρίαν ἐστὶν ἀοίκητα, τὰ μὲν ξηρά τε καὶ διακαῆ πέρα τοῦ μετρίου γινόμενα, τὰ δὲ τῷ ὑγρῷ πλεο νάζοντα καὶ κατεψυγμένα διὰ τῆς πήξεως, οἰκεῖται δὲ μόνα ὅσα τῆς καθ' ἑκάτερον τῶν ἐναντίων ἀκρότητος ἐπί 3.1.39 σης ἀπῴκισται; εἰ δὲ τὸ μέσον τῆς γῆς ὑπὸ τῶν ἀν θρώπων διείληπται, πῶς τὰ ἄκρα τῆς ὑπὸ τὸν οὐρανὸν οἰκεῖσθαι ἡ παροιμία λέγει; τίς γὰρ ἰσχὺς ἐνθεωρηθείη τοῖς νέφεσιν, ὡς ἀληθεύειν τὸν λόγον κατὰ τὴν πρόχειρον ἔννοιαν, ὅς φησιν ἰσχυρὰ γεγενῆσθαι τὰ ἄνω νέφη; μανό τερος γάρ τίς ἐστιν ἀτμὸς ἡ τοῦ νέφους φύσις κατὰ τὸν ἀέρα διαχεόμενος, ὃς ἐποχεῖται μὲν τῷ ἐναερίῳ πνεύματι διὰ πολλὴν λεπτότητα κοῦφος γινόμενος, συρρυεὶς δὲ πρὸς ἑαυτὸν ἐκ τῆς συμπιλήσεως διεκπίπτει τοῦ ἀνέχοντος πνεύ 3.1.40 ματος, σταγὼν βαρεῖα γινόμενος. τίς οὖν ἐστιν ἐν τούτοις ἡ ἰσχύς, ἐν οἷς οὐδεμία τοῖς ἁπτομένοις ἀντίληψις γίνεται; τὸ γὰρ μανὸν τοῦ ἀέρος καὶ εὐδιάχυτον καὶ ἐπὶ τοῦ νέ φους ἔστιν ἰδεῖν. πῶς δὲ πάλιν ἐπὶ τῇ ἀστάτῳ τῶν ἀνέμων φύσει ὁ θεῖος ἀφορίζεται θρόνος; τὸ δὲ πρῶτον κτίζεσθαι καὶ ἐπὶ τέλει λέγειν γεννᾶσθαι καὶ διὰ μέσου τούτων θε μελιοῦσθαι, τίνα λόγον εἴποι τις ἂν ἔχειν ταῖς κοιναῖς τε καὶ προχείροις ἐννοίαις συμβαίνοντα, τό τε πρὸ τούτων ἐπαπορηθὲν ἐν τῷ λόγῳ, πῶς ἡ ἀναγγελία τῶν καθ' ἡμέ ραν γινομένων καὶ ἡ μνήμη τῆς ἐξαριθμήσεως τῶν ἐξ αἰῶνος ὥσπερ αἰτία τις γίνεται τοῦ ἐκτίσθαι παρὰ τοῦ θεοῦ τὴν σοφίαν λέγειν; 3.1.41 Οὐκοῦν ἐπειδὴ δέδεικται φανερῶς διὰ τῶν εἰρημένων μηδὲν ἐν τούτοις τοιοῦτον εἶναι, ὡς ἀνεξετάστως τε καὶ ἀθεωρήτως παραδεχθῆναι τὸν λόγον, καλῶς ἂν ἔχοι καθ' ὁμοιότητα τῶν λοιπῶν καὶ τὸ Κύριος ἔκτισέ με μὴ κατὰ τὴν αὐτόθεν ἡμῖν ἐκ τοῦ ῥήματος ἐγγινομένην διάνοιαν ἑρμηνεύειν, ἀλλὰ ζητεῖν κατὰ πᾶσαν προσοχήν τε καὶ ἐπι 3.1.42 μέλειαν τὸ εὐσεβῶς διὰ τοῦ λεγομένου νοούμενον. ἀλλὰ τὸ μὲν ἀκριβῶς κατειληφέναι τὴν τῶν προκειμένων διάνοιαν μόνων ἂν εἴη τῶν τῷ ἁγίῳ πνεύματι τὰ βάθη διερευνών των καὶ λαλεῖν ἐπισταμένων ἐν πνεύματι τὰ θεῖα μυστήρια· παρ' ἡμῶν δὲ τοσοῦτον ἐν τοῖς προκειμένοις ὁ λόγος ἀσχο ληθήσεται, ὅσον μὴ πάντη περιϊδεῖν τὸν ἐν τούτοις σκοπὸν ἀθεώρητον. τίς οὖν ὁ ἡμέτερος λόγος; οὐκ ἔστιν, οἶμαι, δυνατὸν τὴν ἐκ θείας ἐλλάμψεως γινομένην ἔν τινι σοφίαν μόνην ταύτην δίχα τῶν λοιπῶν χαρισμάτων τοῦ πνεύματος παραγενέσθαι, ἀλλὰ χρὴ πάντως συνεισελθεῖν ταύτῃ καὶ 3.1.43 τῆς προφητείας τὴν χάριν. εἰ γὰρ ἴδιον σοφίας ἐστὶν ἡ τῆς τῶν ὄντων ἀληθείας κατάληψις, προφητεία δὲ τὴν τῶν μελλόντων περιέχει σαφήνειαν, οὐκ ἂν ἐν τῷ τελείῳ τις τῆς σοφίας εἴη χαρίσματι μὴ διὰ τῆς προφητικῆς συν εργίας συμπεριλαβὼν τῇ γνώσει καὶ τὸ ἐσόμενον. ἐπεὶ οὖν οὐκ ἀνθρωπίνην τινὰ σοφίαν ἑαυτῷ προσμαρτυρεῖ Σολο μὼν ὁ εἰπὼν ὅτι Ὁ θεὸς δεδίδαχέ με σοφίαν, καὶ πάντα τὸν παρ' ἑαυτοῦ λόγον ἀνατιθεὶς τῷ θεῷ ἐν οἷς φησιν ὅτι Οἱ ἐμοὶ λόγοι εἴρηνται ἀπὸ θεοῦ, καλῶς ἂν ἔχοι τὴν ἀνα μεμιγμένην τῇ σοφίᾳ προφητείαν ἐν τῷ μέρει τούτῳ τῆς 3.1.44 παροιμίας διερευνήσασθαι. φαμὲν τοίνυν ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ἑαυτῇ ᾠκοδομηκέναι τὸν οἶκον τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν διὰ τοῦ λόγου αἰνίσσεται· οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον 3.1.45 ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. ἐνταῦθα δὲ τὸ ἑνωθὲν ἐξ ἀμφοτέρων τῷ λόγῳ προτίθησι, τοῦ τε οἴκου λέγω καὶ τῆς σοφίας τῆς οἰκοδομησάσης τὸν οἶκον, τουτέστιν ἔκ τε τοῦ ἀνθρωπίνου καὶ ἐκ τῆς ἀνακραθείσης τῷ ἀνθρώπῳ θεότητος, ἑκατέρῳ δὲ τού των ἐφαρμόζει τὰς καταλλήλους τε καὶ πρεπούσας φωνάς, καθὼς ἔστιν ἰδεῖν καὶ ἐν τοῖς εὐαγγελίοις γινόμενον, ἐν οἷς ὁ λόγος κατὰ τὸ πρόσφορον τῷ ὑποκειμένῳ διεξαγόμενος διὰ μὲν τῆς ὑψηλοτέρας τε καὶ θεοπρεποῦς σημασίας τὸ θεῖον ἐνδείκνυται, διὰ δὲ τῆς χαμαιζήλου τε καὶ ταπεινῆς 3.1.46 τὸ ἀνθρώπινον. οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῷ μέρει τούτῳ προφητικῶς τὸν Σολομῶντα κινούμενον καὶ ὅλον παραδε δωκότα τὸ τῆς οἰκονομίας μυστήριον. λέγει γὰρ πρότερον μὲν τὴν προαιώνιον τῆς σοφίας δύναμίν τε καὶ ἐνέργειαν, ἐν οἷς τῷ εὐαγγελιστῇ τρόπον τινὰ καὶ ἐπ' αὐτῶν τῶν ῥημά των συμφέρεται. ὡς γὰρ ἐκεῖνος τῇ περιληπτικῇ φωνῇ πάν των αὐτὸν αἴτιον καὶ δημιουργὸν ἀνεκήρυξεν, οὕτως ὁ Σολο μὼν παρ' αὐτοῦ γεγενῆσθαι τὰ καθέκαστον λέγει τὰ ἐν τῷ 3.1.47 παντὶ ἀριθμούμενα. φησὶ γὰρ ὅτι ὁ θεὸς τῇ σοφίᾳ ἐθε μελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον ἕπεται τῆς αὐτῆς ἐχόμενα διανοίας. καὶ ὡς ἂν μὴ δοκοίη τὴν δωρεὰν τῆς ἐν ἀν θρώποις ἀρετῆς περιορᾶν ἀμνημόνευτον, πάλιν ἐκ προσώπου τῆς σοφίας ἐκεῖνα διέξεισι λέγων, ὧν μικρῷ πρόσθεν ἐμνη μονεύσαμεν, τὸ Κατεσκήνωσα βουλὴν καὶ γνῶσιν καὶ ἔν νοιαν, καὶ ὅσα τῆς νοερᾶς τε καὶ ἐπιστημονικῆς διδασκα λίας ἐστί. 3.1.48 Ταῦτα καὶ τὰ τοιαῦτα διεξελθὼν ἐπάγει καὶ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας διδασκαλίαν, διὰ τί σὰρξ ὁ λόγος ἐγένετο. φανεροῦ γὰρ ἅπασιν ὄντος ὅτι οὐδὲν ἐν ἑαυτῷ κτιστὸν ἢ ἐπείσακτον ὁ ἐπὶ πάντων ἔχει θεός, οὐ δύναμιν, οὐ σοφίαν, οὐ φῶς, οὐ λόγον, οὐ ζωήν, οὐκ ἀλή θειαν οὐδὲ ὅλως τι τῶν ἐν τῷ πληρώματι τοῦ θείου κόλπου θεωρουμένων, ἅπερ πάντα ἐστὶν ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, οὐκ ἄν τινι τῶν ἐν τῷ θεῷ θεω ρουμένων εὐλόγως ἐφαρμοσθείη τὸ τῆς κτίσεως ὄνομα, ὥστε εἰπεῖν τὸν ἐν τῷ πατρὶ υἱὸν ἢ τὸν ἐν τῇ ἀρχῇ λόγον ἢ τὸ ἐν τῷ φωτὶ φῶς ἢ τὴν ἐν τῇ ζωῇ ζωὴν ἢ τὴν ἐν τῇ σοφίᾳ 3.1.49 σοφίαν ὅτι Κύριος ἔκτισέ με. εἰ γὰρ κτιστὴ τοῦ θεοῦ ἡ σοφία, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐπείσακτον ἔσχε πάντως ὁ θεὸς τὴν σοφίαν, ὕστερον ἐκ κατασκευῆς προσλαβὼν ὃ μὴ παρὰ τὴν πρώτην εἶχεν. ἀλλὰ μὴν ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς οὐδέποτε κενὸν ἑαυτοῦ δίδωσι νοεῖν τὸν πατρῷον κόλπον. ἄρα οὐ τῶν ἔξωθεν ἐγγενο μένων ἐστὶ τῷ κόλπῳ, ἀλλὰ παντὸς ἀγαθοῦ πλήρωμα ὢν πάντοτε ἐν τῷ πατρὶ νοεῖται ὁ ἐν ἀρχῇ ὤν, οὐκ ἀναμένων τὸ διὰ κτίσεως ἐν αὐτῷ γενέσθαι, ὡς ἂν μήποτε κενὸς ἀγαθῶν ὁ πατὴρ νοηθείη, ἀλλ' ὁ ἐν τῇ ἀϊδιότητι τῆς πατρικῆς θεότητος εἶναι νοούμενος ἀεὶ ἐν αὐτῷ ἐστι, δύ ναμις ὢν καὶ ζωὴ καὶ ἀλήθεια καὶ φῶς καὶ σοφία καὶ τὰ 3.1.50 τοιαῦτα. οὐκοῦν οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλά, καθὼς εἴρηται, ἐκ τοῦ ἀνα κραθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτιστῆς ἡμῶν φύσεως. πῶς οὖν ἡ αὐτὴ καὶ τὴν γῆν θεμελιοῖ καὶ τοὺς οὐρανοὺς ἑτοιμάζει καὶ τὰς ἀβύσσους ἀναρρήγνυσι, σοφία καὶ φρό νησις καὶ θεία αἴσθησις καλουμένη, καὶ ἐνταῦθα κτίζεται εἰς ἔργων ἀρχήν; οὐκ ἄνευ, φησίν, αἰτίας μεγάλης ἡ τοι 3.1.51 αύτη συνεργεῖται οἰκονομία. ἀλλ' ἐπειδὴ τῶν παραφυλα κτέων ἡμῖν τὴν ἐντολὴν λαβόντες οἱ ἄνθρωποι ἐξέβαλον τῆς μνήμης τὴν χάριν, διὰ τῆς παρακοῆς ἐν τῇ τῶν ἀγαθῶν λήθῃ γενόμενοι, διὰ τοῦτο, ἵνα ἀναγγείλω πάλιν ὑμῖν τὰ καθ' ἡμέραν ἐπὶ σωτηρίᾳ γινόμενα καὶ ἀναμνήσω τὰ ἐξ αἰῶνος ἀπαριθμησάμενος ὧν ἐπελάθεσθε· οὐ γὰρ καινόν τι καταγγέλλω νῦν εὐαγγέλιον, ἀλλὰ τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ὑμῶν πραγματεύομαι· τούτου χάριν ἐκτίσθην ὁ ἀεὶ ὢν καὶ μηδὲν τοῦ κτισθῆναι πρὸς τὸ εἶναι δεόμενος, ὥστε με γενέσθαι ἀρχὴν ὁδῶν εἰς τὰ ἔργα τοῦ θεοῦ, τοὺς ἀνθρώπους λέγω. τῆς γὰρ ὁδοῦ τῆς πρώτης καταφθαρείσης, ἔδει πάλιν ἐγκαινισθῆναι τοῖς πλανωμένοις ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν, αὐτὸν ἐμὲ ὅς εἰμι ἡ ὁδός. 3.1.52 Καὶ ὅτι πρὸς τὸ ἀνθρώπινον ἡ τοῦ ἔκτισέ με διάνοια βλέπει, σαφέστερον ἡμῖν τοῦτο παρίστησι διὰ τῶν ἰδίων λόγων ὁ θεῖος ἀπόστολος, ἐν οἷς διακελεύεται ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ πρὸς τούτοις ὅπου τὸν αὐτὸν ἐπαναλαβὼν λόγον φησὶν Ἐνδύσασθε τὸν καινὸν ἄν θρωπον τὸν κατὰ θεὸν κτισθέντα. εἰ γὰρ ἓν μέν ἐστι τὸ σωτήριον ἔνδυμα, τοῦτο δέ ἐστιν ὁ Χριστός, οὐκ ἂν ἄλλον τις εἴποι παρὰ τὸν Χριστὸν εἶναι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἀλλὰ δῆλον ὅτι ὁ τὸν Χριστὸν ἐν δυσάμενος τὸν καινὸν ἐνδέδυται ἄνθρωπον τὸν κατὰ θεὸν 3.1.53 κτισθέντα. μόνος γὰρ οὗτος ὡς ἀληθῶς καινὸς κυρίως ὀνομάζεται ἄνθρωπος, ὃς οὐχὶ διὰ τῶν γνωρίμων τε καὶ συνήθων τῆς φύσεως ὁδῶν ἐν τῷ τῶν ἀνθρώπων ἐφάνη βίῳ, ἀλλ' ἐξηλλαγμένη τις καὶ ἰδιάζουσα ἐπὶ μόνου τούτου ἐκαινοτομήθη ἡ κτίσις. διὰ τοῦτο τὸν αὐτὸν πρός τε τὸ παράδοξον τῆς γεννήσεως βλέπων καινὸν ἄνθρωπον κατὰ θεὸν κτισθέντα κατονομάζει, καὶ πρὸς τὴν θείαν φύσιν ὁρῶν τὴν ἐγκραθεῖσαν τῇ κτίσει τοῦ καινοῦ τούτου ἀν θρώπου Χριστὸν προσαγορεύει, ὡς καθ' ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς δύο κεῖσθαι φωνάς, τήν τε τοῦ Χριστοῦ λέγω καὶ τὴν τοῦ καινοῦ ἀνθρώπου τοῦ κατὰ θεὸν κτισθέντος. 3.1.54 Ἐπεὶ οὖν ὁ Χριστὸς ἡ σοφία ἐστίν, ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω τὸν λόγον τῶν τε προσμαχομένων ἡμῖν καὶ τὸν ἡμέτερον καὶ κρινάτω τὸν εὐσεβέστερον, τίς μᾶλλον τὰς θεοπρεπεῖς ἐννοίας ἐν τῷ ῥητῷ διασῴζει, ὁ τὸν τοῦ παντὸς κτίστην καὶ κύριον πεποιῆσθαι διοριζόμενος καὶ τῇ δουλευ ούσῃ κτίσει κατασκευάζων ὁμότιμον, ἢ μᾶλλον ὁ πρὸς τὴν οἰκονομίαν ὁρῶν καὶ φυλάσσων τῇ τε περὶ τὸ θεῖον καὶ τῇ περὶ τὸ ἀνθρώπινον ὑπολήψει τὸ πρόσφορον, συμμαρτυ ροῦντος τοῦ μεγάλου Παύλου τῷ δόγματι, ὃς ἐν μὲν τῷ καινῷ ἀνθρώπῳ τὴν κτίσιν βλέπει, ἐν δὲ τῇ ἀληθινῇ σοφίᾳ 3.1.55 τὴν ἐξουσίαν τῆς κτίσεως. συμβαίνει δὲ καὶ ἡ τάξις τοῦ λόγου τῇ θεωρίᾳ τοῦ δόγματος. εἰ γὰρ μὴ ἐκτίσθη ἐν ἡμῖν ἡ τῶν ὁδῶν ἀρχή, οὐκ ἂν ὁ τῶν προσδοκωμένων αἰώνων θεμέλιος κατεβλήθη, οὐδ' ἂν ἐγένετο ἡμῖν ὁ κύριος πατὴρ τοῦ μέλλοντος αἰῶνος, εἰ μὴ κατὰ τὸν Ἠσαΐαν παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ τά τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε καὶ μετὰ πάντων πατὴρ τοῦ μέλλοντος αἰῶνος. πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον καὶ ἡ περὶ τὸ πάθος οἰκονομία, καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὸν θεμέλιον τῆς πίστεως κατεβάλοντο. οὗτος δέ ἐστιν ὁ Χριστός, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτε 3.1.56 λευτήτων αἰώνων ζωή. τούτου δὲ γενομένου, ἵνα ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεῖα θελήματα τοῦ εὐαγγελικοῦ νόμου καὶ τὰ ποικίλα τοῦ ἁγίου πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατά τινα προσφυῆ σημα σίαν ὄρη καὶ βουνοὺς ὀνομάζει ἡ θεία γραφή, τὴν δικαιο σύνην μὲν ὄρη θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα ἀβύσσους προσαγορεύουσα, γῆν δὲ τὴν ὑπὸ τοῦ λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν, ἢ ὡς ἑτέρωθι παρὰ τῷ ∆αβὶδ εἰρήνην μὲν διὰ τῶν ὀρῶν, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διδασκόμεθα, ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται καὶ ἀληθὴς ὁ λόγος. ὁ γὰρ ἐν τοῖς δεξα μένοις αὐτὸν ὢν ἐν τοῖς ἀπίστοις οὔπω ἐγεννήθη. ἵνα οὖν ταῦτα καὶ παρ' ἡμῖν γένηται, χρὴ τὸν τούτων δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι. 3.1.57 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς τούτοις κατὰ τὸν εἱρμὸν τοῦ τον κατανοήσωμεν. ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ ἥ τε χώρα καὶ ἡ ἀοίκητος, χώρα μὲν ἡ δεχομένη τοῦ λόγου τὴν σπορὰν καὶ τὴν ἄροσιν, ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκη τόρων χωριζομένη καρδία, καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις 3.1.58 ἐπὶ τῶν ἄκρων τῆς γῆς. ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης ἐν τῷ τὰ κάτω φρονεῖν (οἷός ἐστιν τῶν ἐν ἁμαρτίαις ζώντων ὁ βίος τῶν ἐμπεπηγότων τῇ ἀνυπο στάτῳ τοῦ βυθοῦ ἰλύϊ, οἷς ἀληθῶς φρέαρ ἐστὶν ἡ ζωὴ κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ), ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σο φίας τὰ ἄνω φρονῇ, τοσοῦτον τῆς γῆς ἐφαπτόμενος ὅσον ἐπάναγκες, οὗτος τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν οἰκεῖ, οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι, τούτῳ τὸν οὐρανὸν ἑαυτῷ 3.1.59 ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι. καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν ἰσχυρὰν ἑαυτῷ ποιῇ, εἰς ἔργον ἄγων τὰ παραγγέλματα, τήν τε μεγάλην καὶ εὐρύ χωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν κωλύῃ τὸ ἐμπαθὲς ὕδωρ προϊέναι τοῦ στόματος, κἂν ἐν πηγαῖς κατάσχῃ, τῷ τῆς διδασκαλίας χαρίσματι μετ' ἀσφαλείας προχέων τοῦ λόγου τὸ νᾶμα, ὡς μή τινι παρασχεῖν τὸ ποτὸν ἀντὶ καθαροῦ ὕδατος ἀνα τροπὴν θολεράν, κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως διαέριος τῷ βίῳ γένηται, ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας, ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν, ἕστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι (οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς εὐαγγέλιον, πρὸς τὸ γενέσθαι σκεῦος ἐκλογῆς, πρὸς τὸ βαστάσαι τὸ ὄνομα τοῦ θεοῦ, ὃς ἄλλῳ λόγῳ θρόνος ἐγένετο ὁ τὸν ἐφ' ἑαυτοῦ καθιδρυμένον βαστάζων), 3.1.60 ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ, ὥστε εὐφραίνεσθαι ἤδη τὸν ἐν ἑαυτῷ τὴν οἰκουμένην τοῦ θεοῦ συντελέσαντα, εὐφραινόμενον ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων, ἀλλ' ἀνθρώπων πατὴρ ἐγένετο (οὗτοι δ' ἂν εἶεν οἱ θεοειδεῖς λογισμοὶ οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα καὶ θεμελιω θέντα πίστεως, ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιος νοεῖται, δι' ἧς γεννᾶται <ἐν> τοῖς πιστοῖς ἡ σοφία καὶ πάντα τὰ εἰρημένα ἐργάζεται), τότε μακάριος ὡς ἀληθῶς ὁ τοῦ κατωρθωκότος γίνεται βίος, ᾧ ἁρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία, τῷ καθ' ἡμέραν 3.1.61 αὐτῇ μόνῃ προσχαιρομένῳ. εὐφραίνεται γὰρ ὁ κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐν οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σῳζομένοις, καὶ ὁ χρηστὸς πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει. τούτων δὲ παρ' ἡμῶν ἐν ἐπιδρομῇ ῥηθέντων ὁ φιλόπονος ἀναγνοὺς τῆς θείας γραφῆς τὰ ἐδάφη προσ αρμοσάτω τοῖς θεωρήμασι τὰ αἰνίγματα, δοκιμάσας εἰ μὴ παρὰ πολὺ κρεῖττόν ἐστι πρὸς τοῦτο βλέπειν οἴεσθαι τὴν τῶν αἰνιγμάτων διάνοιαν, καὶ μὴ κατὰ τὸ προχείρως ὑπο 3.1.62 νοούμενον. οὐ γὰρ ἔστι δυνατὸν τὴν τοῦ Ἰωάννου θεολο γίαν ἀληθῆ νομισθῆναι τὴν πάντα τὰ κτισθέντα ἔργον εἶναι τοῦ λόγου ὑμνήσασαν, εἴπερ ἐνταῦθα ὁ τὴν σοφίαν κτίσας μετ' αὐτῆς καὶ τὰ ἄλλα πάντα πεποιηκέναι πιστεύοιτο. οὐκέτι γὰρ δι' ἐκείνης ἔσται τὰ πάντα, ἀλλὰ μετὰ πάντων ἐκείνη τῶν γεγονότων ἀριθμηθήσεται. 3.1.63 Ὅτι δὲ πρὸς τοῦτο βλέπουσιν αἱ αἰνιγματώδεις φωναί, διὰ τοῦ ἐφεξῆς λόγου σαφῶς ἐκκαλύπτεται ὅς φησι Νῦν οὖν υἱὲ ἄκουσόν μου, καὶ Μακάριος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ὁδοὺς δηλαδὴ λέγων τὰς πρὸς τὴν ἀρετὴν ἐφόδους, ὧν 3.1.64 ἀρχὴ γίνεται τῆς σοφίας ἡ κτίσις. τίς τοίνυν πρὸς τὴν θείαν βλέπων γραφὴν οὐκ ἀσεβεῖς τε ὁμοῦ καὶ συκοφάντας εἶναι τοὺς ἐχθροὺς τῆς ἀληθείας συνθήσεται; ἀσεβεῖς μέν, ὅτι τὴν ἄρρητον τοῦ μονογενοῦς θεοῦ δόξαν, ὅσον ἐπ' αὐτοῖς, καθελόντες τῇ κτίσει συνάπτουσιν, ἓν τῶν παρ' αὐτοῦ γεγονότων ἀποδεικνύειν φιλονεικοῦντες τὸν κύριον, οὗ μονογενές ἐστι κατὰ πάντων τὸ κράτος· συκοφάντας δέ, ὅτι μηδεμίαν αὐτοῖς τῆς γραφῆς πρὸς τὰς τοιαύτας ὑπο λήψεις ἀφορμὴν παρασχομένης, ὡς ἐκεῖθεν ἐπαγόμενοι τὴν 3.1.65 μαρτυρίαν κατὰ τῆς εὐσεβείας ὁπλίζονται. ἐπεὶ οὖν παρ' οὐδενὸς ἔχουσι τῶν ἁγίων ἐπιδεῖξαί τινα φωνὴν ἥτις τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ δόξαν μετὰ τῆς ὑποχειρίου κτίσεως ὁρᾶν συμβουλεύει, καλῶς ἂν ἔχοι τούτων ἡμῖν ἀπο δειχθέντων ἤδη προσμαρτυρηθῆναι τῷ τῆς εὐσεβείας λόγῳ κατὰ τοῦ ψεύδους τὰ νικητήρια, καὶ πάσας αὐτῶν τὰς ὀνοματικὰς ταύτας τεχνολογίας παρωσαμένους, δι' ὧν συναρ μόζουσι 20τὸ κτίσμα τῷ κτίσαντι καὶ τὸ ποίημα τῷ ποιήσαντι20, ὁμολογεῖν, καθὼς διδάσκει τὸ ἐξ οὐρανῶν εὐαγγέλιον, υἱὸν ἀγαπητόν, οὐ νόθον οὐδὲ ὑπόβλητον, τῇ δὲ τοῦ υἱοῦ φωνῇ πᾶσαν τὴν φυσικὴν οἰκειότητα συμπαρα δεξαμένους θεὸν ἀληθινὸν τὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ λέγειν καὶ τὰ πάντα ὡσαύτως ἐπ' αὐτοῦ πιστεύειν, ὅσα ἐν τῷ πατρὶ καθορᾶται, διότι ἕν εἰσι καὶ ἐν τῷ ἑτέρῳ νοεῖται τὸ ἕτερον, οὐχ ὑπερπῖπτον, οὐκ ἐλαττούμενον, οὐ κατά τινα θεοπρεπῆ τε καὶ ἀγαθὸν χαρακτῆρα παρηλ λαγμένον ἢ ἀλλοιούμενον. 3.1.66 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖν αὐτὸν υἱὸν ὀνομάζεσθαι, πάλιν δὲ διὰ τὸ κτισθῆναι μηκέτι υἱόν, ἀλλὰ ποίημα λέγεσθαι, προσήκειν οἶμαι τὸν νουνεχῶς καὶ ἐπιστατικῶς ἐπαΐοντα, ἐπειδὴ οὐκ ἐνδέχεται δύο μαχο μένων ἀλλήλοις λόγων κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ τὸ ἀληθὲς εὑρεθῆναι, ἀποβάλλειν ἐξ ἀμφοτέρων τὸ ἀσεβές τε καὶ βλάσφημον, τὸ κατὰ τὸ 20κτίσμα20 λέγω καὶ 20ποίημα20, θέσθαι δὲ μόνῳ τῷ πρὸς εὐσέβειαν βλέποντι, τῷ κατὰ φύσιν ὁμολογοῦντι προσεῖναι τῷ μονογενεῖ θεῷ τὴν τοῦ υἱοῦ προσηγορίαν, ὡς ἂν καὶ διὰ τῆς τῶν ἐχθρῶν φωνῆς 3.1.67 ὁ τῆς εὐσεβείας λόγος ἔχοι τὴν σύστασιν. λέγω δὲ πάλιν ἀναλαβὼν ὃν ἐξ ἀρχῆς αὐτοῦ παρεθέμην λόγον. 20γεννητὸν ὄντα20, φησί, 20τὸν υἱὸν καὶ γέννημα λέ γειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοι αύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τέως μὲν οὖν ὁ κριτικῶς τῶν λεγομένων ἀκούων τούτου μεμνήσθω, ὅτι τὴν 20γεννηθεῖσαν οὐσίαν20 ἐπὶ τοῦ μονο γενοῦς εἰπὼν ἔδωκεν ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τοῦ πα τρὸς τὴν μὴ γεννηθεῖσαν λέγειν, ὡς μηκέτι μήτε τὴν ἀγεννησίαν μήτε τὴν γέννησιν ἀντ' οὐσίας παραλαμβάνεσθαι, ἀλλ' ἰδίᾳ μὲν τὴν οὐσίαν παραλαμβάνεσθαι, ἰδίᾳ δὲ τὸ γεννηθῆναι αὐτὴν ἢ μὴ γεννηθῆναι διὰ τῶν ἐπιθεωρου 3.1.68 μένων αὐτῇ ἰδιωμάτων κατανοεῖσθαι. φιλοπονώτερον δὲ τὸν περὶ τούτου λόγον κατανοήσωμεν. οὐσίαν γεγεννῆσθαι λέγει, υἱὸν δὲ εἶναι τῆς γεννηθείσης οὐσίας τὸ ὄνομα. ἀλλ' ἐν τούτοις ὁ παρ' ἡμῶν λόγος διὰ δύο τὸν ἐναντίον ἐλέγξει λόγον, ἑνὸς μὲν τῆς κακουργίας τὴν ἐπιχείρησιν, ἑτέρου δὲ τῆς καθ' ἡμῶν ἐπιχειρήσεως τὴν ἀτονίαν. κακουργεῖ μὲν γὰρ γέννησιν οὐσίας λέγων, ἵνα κατασκευάσῃ τὴν πρὸς ἀλλήλας τῶν οὐσιῶν ἐναντίωσιν, τῷ γεννητῷ τε καὶ ἀγεν νήτῳ πρὸς ἑτερότητα φύσεως διεσχισμένας. ἐλέγχεται δὲ τὸ τῆς ἐπιχειρήσεως ἄτονον δι' αὐτῶν ὧν ἡ κακουργία 3.1.69 κατασκευάζεται. ὁ γὰρ γεγεννῆσθαι τὴν οὐσίαν εἰπὼν ἕτε ρόν τι τὴν γέννησιν εἶναι παρὰ τὴν οὐσίαν σαφῶς διορί ζεται, ὡς μὴ ἂν τὸ σημαινόμενον τῆς γεννήσεως τῷ τῆς οὐσίας ἐφαρμοσθῆναι λόγῳ. οὐ γὰρ ὅπερ ἐν πολλοῖς κατε σκεύασε, τοῦτο καὶ ἐν τῷ μέρει τούτῳ πεποίηκεν, ὥστε αὐτὴν εἰπεῖν οὐσίαν εἶναι τὴν γέννησιν, ἀλλὰ γεννηθῆναι ὁμολογεῖ τὴν οὐσίαν, ὡς διακεκριμένην ἐφ' ἑκατέρας φωνῆς τοῖς ἀκούουσιν ἐγγενέσθαι τὴν ἔννοιαν, ἄλλο γάρ τι νόημα γίνεται τῷ ὅτι ἐγεννήθη ἀκούσαντι καὶ ἄλλο διὰ τοῦ τῆς οὐσίας ὀνόματος. σαφέστερος δὲ γένοιτ' ἂν ἡμῖν διὰ τῶν 3.1.70 ὑποδειγμάτων ὁ λόγος. εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος ὅτι προσεγγιζούσης τῆς ὠδῖνος ἐν λύπῃ γίνεται ἡ γυνή, μετὰ ταῦτα δὲ χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὡς τοίνυν ἐν τῷ μέρει τούτῳ δύο νοήματα διακεκριμένα παρὰ τοῦ εὐαγγελίου μανθάνομεν, ἓν μὲν τὸν τόκον ὃν διὰ τῆς γεννήσεως ἐνοήσαμεν, ἕτερον δὲ αὐτὸ τὸ ἐκ τοῦ τόκου γινόμενον (οὐ γὰρ ὁ τόκος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ διὰ τοῦ τόκου ὁ ἄνθρωπος), οὕτω καὶ ἐνταῦθα τοῦ Εὐνομίου γεννηθῆναι τὴν οὐσίαν ὁμολογήσαντος τῷ μὲν προ άγοντι ῥήματι τὸ ἔκ τινος ἐδιδάχθημεν, τῷ δὲ ἐφεξῆς αὐτὸ τὸ ὑποκείμενον ἐνοήσαμεν, ᾧ ἐκ τοῦ τινός ἐστιν ἡ ὑπό 3.1.71 στασις. εἰ οὖν ἄλλο μέν ἐστιν τῆς οὐσίας τὸ σημαινόμενον, ἕτερον δὲ ἡ τῆς γεννήσεως φωνὴ νοεῖν ὑποτίθεται, δια πέπτωκεν ἀθρόως αὐτοῖς τὰ σοφὰ μηχανήματα, ὥσπερ ὀστράκινα σκεύη ἀλλήλοις προσαραχθέντα καὶ δι' ἀλλήλων διατρυφθέντα. οὐκέτι γὰρ αὐτοῖς ἐξέσται τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολὴν ἐπὶ τῆς τοῦ υἱοῦ καὶ τοῦ πατρὸς οὐσίας μεταφέρουσι συμμεταφέρειν ἐπὶ τὰ πράγματα τὴν 3.1.72 πρὸς ἄλληλα τῶν ὀνομάτων μάχην. ὁμολογηθέντος γὰρ παρὰ τοῦ Εὐνομίου ὅτι ἐγεννήθη ἡ οὐσία, καθὼς καὶ τὸ εὐαγγελικὸν ὑπόδειγμα τὴν τοιαύτην ἑρμηνεύει διάνοιαν, ἐν ᾧ τὸν ἄνθρωπον γεννηθῆναι μαθόντες οὐ ταὐτὸν ἐνοή σαμεν τῇ γεννήσει τὸν ἄνθρωπον, ἀλλ' ἴδιον ἐφ' ἑκατέρου τῶν ὀνομάτων ἐδεξάμεθα νόημα, οὐκέτι χώραν ἕξει πάντως ἡ αἵρεσις τὴν ἑτερότητα τῶν οὐσιῶν διὰ τῶν τοιούτων φωνῶν δογματίζουσα. 3.1.73 Ὡς δ' ἂν μάλιστα σαφέστερον ἡμῖν ὁ περὶ τούτων λόγος ἐκκαλυφθείη, οὑτωσὶ τὸ προκείμενον πάλιν διαληψό μεθα. ἐποίησε τὴν ἀνθρωπίνην φύσιν κατ' ἀρχὰς μετὰ πάντων ὁ τὸ πᾶν συστησάμενος, καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ τότε τὴν ἐξ ἀλλήλων γέννησιν τοῖς ἀνθρώποις ἐνο μοθέτησεν εἰπὼν Αὐξάνεσθε καὶ πληθύνεσθε. τοῦ τοίνυν Ἄβελ γεννητῶς ὑποστάντος, τίς οὐκ ἂν εἴποι τῶν εὖ φρο νούντων κατ' αὐτὸ τὸ τῆς ἀνθρωπίνης γεννήσεως σημαι 3.1.74 νόμενον ἀγεννήτως τὸν Ἀδὰμ ὑποστῆναι; ἀλλὰ μὴν ὁ πρῶτος ἄνθρωπος ὅλον ἔσχεν ἐν ἑαυτῷ τῆς ἀνθρωπίνης οὐσίας τὸν ὅρον, καὶ ὁ ἐξ ἐκείνου γεννηθεὶς ὡσαύτως ἐν τῷ αὐτῷ τῆς οὐσίας ὑπογράφεται λόγῳ. εἰ δὲ ἄλλη τις ἡ γεννηθεῖσα οὐσία παρὰ τὴν μὴ γεννηθεῖσαν κατεσκευάζετο, οὐκ ἂν ἐπ' ἀμφοτέρων ὁ αὐτὸς τῆς οὐσίας ἥρμοσε λόγος. ὧν γὰρ ἡ οὐσία διάφορος, τούτων οὐδὲ ὁ λόγος ἐστὶν ὁ αὐτὸς τῆς οὐσίας. ἐπεὶ οὖν τοῖς αὐτοῖς χαρακτηρίζεται ἰδιώμασιν ἥ τε τοῦ Ἀδὰμ καὶ ἡ τοῦ Ἄβελ οὐσία, πᾶσα ἀνάγκη μίαν μὲν οὐσίαν ἐπ' ἀμφοτέροις εἶναι συντίθεσθαι, ἄλλον δὲ καὶ ἄλλον τὸν ἐν τῇ αὐτῇ φύσει δεικνύμενον. 3.1.75 ὁ γὰρ Ἀδὰμ καὶ ὁ Ἄβελ ἐν μὲν τῷ λόγῳ τῆς φύσεως εἷς οἱ δύο εἰσίν, ἐν δὲ τοῖς ἐπιθεωρουμένοις ἑκατέρῳ αὐτῶν ἰδιώμασιν ἀσύγχυτον ἔχουσι τὴν ἀπ' ἀλλήλων διάκρισιν. οὐκοῦν οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι ὁ Ἀδὰμ οὐσίαν παρ' αὐτὸν ἄλλην ἐγέννησεν, ἀλλὰ μᾶλλον ὅτι ἐξ ἑαυτοῦ ἐγέν νησεν ἄλλον ἑαυτόν, ᾧ πᾶς ὁ τῆς τοῦ γεννήσαντος οὐσίας 3.1.76 συναπετέχθη λόγος. ὅπερ οὖν ἐπὶ τῆς ἀνθρωπίνης μεμα θήκαμεν φύσεως διὰ τῆς κατὰ τὸ ἀκόλουθον ὑπὸ τοῦ λόγου προδειχθείσης ἡμῖν ὁδηγίας, τοῦτο οἶμαι δεῖν καὶ ἐπὶ τὴν ἀκήρατον τῶν θείων δογμάτων κατανόησιν εἰς ὁδηγίαν λαβεῖν. πᾶσαν γὰρ σαρκώδη καὶ ὑλικὴν ἔννοιαν τῶν θείων τε καὶ ὑψηλῶν δογμάτων ἀποσεισάμενοι ἀσφα λεστάτην ἕξομεν διὰ τοῦ καταλειπομένου νοήματος, ὅταν ἐκκαθαρθῇ τῶν τοιούτων, τὴν ἐπὶ τὰ ὑψηλά τε καὶ ἀπρόσ ιτα χειραγωγίαν. 3.1.77 Ὁμολογεῖται γὰρ καὶ παρὰ τῶν ἐναντίων τὸν ἐπὶ πάν των ὄντα θεὸν πατέρα τοῦ μονογενοῦς καὶ εἶναι καὶ λέ γεσθαι, ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τὸν ἐκ τοῦ πατρὸς ὄντα 20γεννητὸν20 διὰ τὸ γεννηθῆναι κατονομάζουσιν. ἐπεὶ οὖν ἐν ἀνθρώποις τὸ τοῦ πατρὸς ὄνομα συνεζευγμένας ἔχει τινὰς ἐμφάσεις, ὧν ἡ ἀκήρατος ἠλλοτρίωται φύσις, πάντα προσήκει ὅσα περὶ τὴν σαρκώδη τοῦ πατρὸς σημασίαν ὑλικὰ νοήματα συνεισέρχεται καταλιπόντα θεοπρεπῆ τινα διάνοιαν ἐμφαντικὴν μόνης τῆς γνησιότητος ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς 3.1.78 ἐντυπώσασθαι. ἐπεὶ οὖν οὐ μόνον ὅσα ἡ σὰρξ νοεῖν ὑπο τίθεται τῇ τοῦ ἀνθρωπίνου πατρὸς ἐννοίᾳ συγκαταλαμβά νεται, ἀλλὰ καὶ διαστηματική τις ἔννοια συνεπινοεῖται πάν τως τῇ ἀνθρωπίνῃ πατρότητι, καλῶς ἂν ἔχοι τῷ σωματικῷ ῥύπῳ καὶ τὴν διαστηματικὴν ἔννοιαν ἐπὶ τῆς θείας συν αποβαλεῖν γεννήσεως, ὡς ἂν πανταχόθεν ἐκπλυθείσης τῆς ὑλικῆς ἰδιότητος καθαρεύοι παντὸς οὐ μόνον ἐμπαθοῦς, ἀλλὰ καὶ διαστηματικοῦ νοήματος ἡ ὑπερέχουσα γέννησις. 3.1.79 οὐκοῦν ὁ πατέρα τὸν θεὸν λέγων τῇ τοῦ εἶναι τὸν θεὸν ἐννοίᾳ καὶ τὸ τὶ εἶναι συμπεριλήψεται. ᾧ γὰρ ἀπό τινος ἀρχῆς ἐστι τὸ εἶναι, τούτῳ καὶ τὸ τὶ εἶναι πάντως ἀπό τινος ἄρχεται· ἐφ' οὗ δὲ τὸ εἶναι οὐκ ἤρξατο, οὐδὲ εἴ τι ἄλλο περὶ αὐτὸν θεωρεῖται ἀπό τινος τὴν ἀρχὴν ἔχει. ἀλλὰ μὴν πατὴρ ὁ θεός. οὐκοῦν ἐξ ἀϊδίου ἐστὶν ὅπερ ἐστίν· οὐ γὰρ ἐγένετο, ἀλλ' ἐστὶ πατήρ· ἐπὶ θεοῦ γὰρ ὃ 3.1.80 ἦν, καὶ ἐστὶ καὶ ἔσται. εἰ δέ τί ποτε μὴ ἦν, οὔτε ἐστὶν οὔτε ἔσται· οὐ γὰρ τοιούτου τινὸς πεπίστευται εἶναι πατήρ, οὗ χωρὶς εὐσεβές ἐστιν ἐφ' ἑαυτοῦ ποτε τὸν θεὸν εἶναι λέγειν. ζωῆς γάρ ἐστι πατὴρ ὁ πατὴρ ἀληθείας τε καὶ σοφίας καὶ φωτὸς καὶ ἁγιασμοῦ καὶ δυνάμεως καὶ πάντων τῶν τοιούτων, ὅσα ὁ μονογενής ἐστί τε καὶ ὀνομάζεται. ὅταν τοίνυν παρὰ τῶν ἐχθρῶν κατασκευάζηται τὸ μὴ εἶναί ποτε φῶς, οὐκ οἶδα τίνος πλείων ἐστὶν ἡ ζημία, πότερον αὐτοῦ τοῦ φωτός, ὅταν μὴ τὸ φῶς ᾖ, ἢ τοῦ ἔχοντος, ὅταν μὴ 3.1.81 ἔχῃ τὸ φῶς. οὕτω καὶ περὶ τῆς ζωῆς καὶ τῆς ἀληθείας καὶ τῆς δυνάμεως καὶ τῶν ἄλλων πάντων, ὅσα τὸν πατρικὸν πληροῖ κόλπον, *** ὁ μονογενὴς θεὸς ἐν τῷ ἰδίῳ πληρώ ματι τὰ πάντα ὤν. ἴση γὰρ καθ' ἑκάτερόν ἐστιν ἡ ἀτοπία καὶ τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας ἀντίρροπος ἡ κατὰ τοῦ πατρός ἐστιν ἀσέβεια. ἐν γὰρ τῷ εἰπεῖν ποτε μὴ εἶναι τὸν κύριον οὐχ ἁπλῶς δώσεις τὸ μὴ εἶναι τὴν δύναμιν, ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι λέξεις τὴν δύναμιν, τοῦ πατρὸς 3.1.82 τῆς δυνάμεως. οὐκοῦν ἡ τοῦ μὴ εἶναί ποτε τὸν υἱὸν διὰ τοῦ σοῦ λόγου κατασκευὴ οὐδὲν ἄλλο ἢ παντὸς ἀγαθοῦ ἐρημίαν περὶ τὸν πατέρα κατασκευάζει. ὁρᾶτε πρὸς ὅ τι καταστρέφει τῶν σοφῶν ἡ ἀγχίνοια. πῶς ἀληθεύει καὶ διὰ τούτων ἡ τοῦ κυρίου φωνή, ἥ φησιν ὅτι ὁ ἀθετῶν ἐμὲ ἀθετεῖ τὸν ἀποστείλαντά με; δι' ὧν γὰρ τὸ εἶναί ποτε τοῦ μονογενοῦς ἀθετοῦσι, διὰ τούτων ἀτιμάζουσι τὸν πατέρα, πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα τῆς πατρικῆς δόξης τῷ λόγῳ περισυλήσαντες. 3.1.83 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τοῦ πατρὸς ἐναντίωσιν διὰ τοῦ τὴν μὲν ἀγέννητον τὴν δὲ γεν νητὴν ὀνομάζειν ἀπηλέγχθη τοῖς ἀσυστάτοις ἐμματαιάζων. 3.1.84 ἐδείχθη γὰρ διὰ τῶν παρ' αὐτοῦ λόγων πρῶτον μὲν ἕτερον εἶναι τὸ τῆς οὐσίας καὶ ἄλλο τὸ τῆς γεννήσεως ὄνομα, ἔπειτα δὲ ὅτι οὐκ οὐσία τις καινὴ καὶ παρηλλαγμένη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῷ υἱῷ ὑπέστη, ἀλλ' ὅπερ ἐστὶν ὁ πατὴρ ἐν τῷ λόγῳ τῆς φύσεως, τοῦτο καὶ ὁ ἐξ ἐκείνου ἐστίν, οὐ μεταβληθείσης εἰς ἑτερότητα ἐν τῇ τοῦ υἱοῦ ὑπο στάσει τῆς φύσεως, κατὰ τὴν προδειχθεῖσαν ἡμῖν τοῦ λόγου 3.1.85 ἀλήθειαν ἐπὶ τῆς τοῦ Ἄβελ καὶ τοῦ Ἀδὰμ θεωρίας. ὡς γὰρ ἐκεῖ ὁ αὐτὸς ἦν ἐν τῷ τῆς οὐσίας λόγῳ τῷ γεννη θέντι ὁ μὴ γεννηθεὶς ὁμοιοτρόπως καὶ ἡ γέννησις τοῦ Ἄβελ τὴν τῆς φύσεως παραλλαγὴν οὐκ ἐποίησεν, οὕτως καὶ ἐπὶ τῶν ἀκηράτων δογμάτων οὐδὲν ἐν ἑαυτῷ διὰ τῆς ἰδίας γεννήσεως τὴν τοῦ μὴ γεννηθέντος οὐσίαν ἠλλοίωσεν ὁ μονογενὴς θεός, ἐκ τοῦ πατρὸς ἐξελθὼν καὶ ἐν τῷ πατρὶ ὤν, καθὼς τὸ εὐαγγέλιον λέγει, ἀλλ' ἐστὶ κατὰ τὸν ἁπλοῦν τε καὶ ἰδιωτικὸν τῆς καθ' ἡμᾶς πίστεως λόγον φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, πάντα ὢν οὗτος 3.1.86 ὅσα ἐστὶν ἐκεῖνος πλὴν τοῦ ἐκεῖνος εἶναι. τὸν δὲ σκοπὸν οὗ χάριν ταῦτα τεχνολογῶν διεξέρχεται οὐδὲν οἶμαι δεῖν ἐν τῷ παρόντι λέγειν, εἴτε τολμηρόν τε καὶ κινδυνῶδες εἴτε συγκεχωρημένον ἐστὶ καὶ ἀκίνδυνον τὸ παρασχηματίζειν ἔκ τινος εἴς τι τὰς σημαντικὰς ἐπὶ τῆς θείας φύσεως λέ ξεις καὶ 20γέννημα20 λέγειν τὸν γεννηθέντα. 3.1.87 Παρίημι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχῃ πέρα τοῦ δέοντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος ἀμε λοίη τοῦ μείζονος· ἀλλ' ἐκεῖνό φημι δεῖν ἀκριβῶς κατα νοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεισάγει τῶν ὀνομάτων τούτων τὴν χρῆσιν· τοῦτο γὰρ ἐκεῖνός φησι πάντως, ὅτι τῇ τῶν προσηγοριῶν οἰκειότητι καὶ τὸ κατ' οὐσίαν οἰκεῖον συμπαρεισάγεται· οὐ γὰρ ἂν ἐφ' ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεζευγμένα σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειε· ἀλλ' ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις τὸ οἰκεῖόν τε 3.1.88 καὶ ἀλλότριον τῶν προσηγοριῶν διακρίνομεν. οὐκοῦν εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν υἱὸν πρὸς τὸν πατέρα, καταλιπόντες τὰς προσηγορίας τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν, πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται ἢ τὸ συγγενές τε καὶ ἴδιον. ἀλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν φανερᾶς μανίας ἐστίν. πῶς γάρ τις διὰ τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφῆ τε καὶ οἰκεῖαν ἐν τοῖς ὀνόμασι διασώσει τάξιν, 20τῆς γεννη θείσης αὐτῆς οὐσίας20, καθώς φησι, 20καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων 3.1.89 οἰκειουμένης σχέσιν20; εἰ δὲ τὸ οἰκεῖον διὰ τῶν προσ ηγοριῶν τούτων ἀποσημαίνεσθαι λέγοι, συνήγορος ἐξ ἀνάγ κης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνο μάτων οἰκειότητος, καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κα τασκευάζων σημαίνεσθαι καὶ τοῦτο πολλαχοῦ τῆς λογο γραφίας ποιῶν οὐκ ἐπίσταται. δι' ὧν γὰρ ἐπιχειρεῖ καθαι ρεῖν τὴν ἀλήθειαν, ἀκουσίως πολλάκις καθέλκεται πρὸς 3.1.90 συνηγορίαν τῶν πολεμουμένων δογμάτων. οἷόν τι καὶ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκούσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητευόντων κινούμενος ἡττήθη τῆς χάριτος καὶ τῶν θεοφορουμένων εἷς ἦν, τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι' ἑαυτοῦ τὸν ἀποστάτην παιδεῦσαι θελήσαντος· ὅθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γέγονε βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης· Ἢ καὶ Σαοὺλ ἐν προφήταις; 3.1.91 Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνίσταται; ἐν οἷς φησιν ὅτι 20αὐτὸς ὁ κύριος υἱὸς ὢν τοῦ θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος ἐν τοῖς ἑαυτοῦ λόγοις υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν20. τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προφέρομεν, ὅτι τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ' ἀμ 3.1.92 φότερα τὴν τῆς φύσεως κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτω καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συνάφειαν. καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. τὸν γὰρ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα, ἑκατέρᾳ φύσει, τῇ θείᾳ τε καὶ ἀνθρωπίνῃ, κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ' οἰκονομίαν ἐγένετο, ἵνα τῇ πρὸς ἑκάτερον κοινωνίᾳ δι' ἑαυτοῦ συνάψῃ 3.1.93 τὰ διεστῶτα τῇ φύσει. εἰ μὲν οὖν ἀνθρώπου γενόμενος υἱὸς ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκόλουθον ἂν ἦν θεοῦ υἱὸν ὄντα αὐτὸν μηδὲ κοινωνεῖν τῆς θείας οὐσίας λέγειν. εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκριμα ἐν αὐτῷ ἦν (Ἐπειράθη γὰρ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρ τίας), ἀνάγκη πᾶσα καὶ πᾶν τῆς ὑπερεχούσης οὐσίας ἰδίωμα ἐν αὐτῷ πιστεύειν εἶναι, τῆς τοῦ υἱοῦ φωνῆς ὁμοίως αὐτῷ μαρτυρούσης ἑκάτερον, ἐν τῷ ἀνθρώπῳ μὲν τὸ ἀν θρώπινον, ἐν δὲ τῷ θεῷ τὸ θεῖον. 3.1.94 Εἰ οὖν αἱ προσηγορίαι, καθώς φησιν ὁ Εὐνόμιος, τὸ οἰκεῖον ἐνδείκνυνται, ἡ δὲ οἰκειότης ἐν τοῖς πράγμασιν, οὐκ ἐν ψιλαῖς θεωρεῖται ταῖς τῶν ὀνομάτων φωναῖς (πράγματα δέ φημι <τὰ> καθ' ἑαυτὰ νοούμενα, εἰ μὴ τολμηρὸν οὕτως εἰπεῖν τὸν υἱόν τε καὶ τὸν πατέρα), τίς ἂν ἀντείποι μὴ οὐχὶ καὶ αὐτὸν τὸν τῆς βλασφημίας προστάτην αὐτο μάτως πρὸς τὴν συνηγορίαν τῆς εὐσεβείας καθελκυσθῆναι, δι' ἑαυτοῦ τοὺς οἰκείους ἀνατρέποντα λόγους καὶ τὸ τῆς 3.1.95 οὐσίας κοινὸν ἐπὶ τῶν θείων δογμάτων ἀνακηρύσσοντα; οὐ γὰρ ψεύδεται περὶ τούτων ἀκουσίως παρ' αὐτοῦ προσριφεὶς ὑπὲρ τῆς ἀληθείας ὁ λόγος, ὅτι οὐκ ἂν ἐκλήθη υἱός, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαληθευούσης τὴν κλῆσιν. ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου οὐδ' ἄν τις εἴποι τῶν σωφρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελῶνα κατονομάζομεν, ἀλλ' ἔργον μὲν ἀνθρώπου τὸ κατασκεύασμα, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννώμενον, ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαί νοιτο, οὕτως καὶ υἱὸν θεοῦ τὸν μονογενῆ διδαχθέντες οὐ 20κτίσμα20 θεοῦ διὰ τῆς προσηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ' ὅπερ ἀληθῶς ἡ τοῦ υἱοῦ φωνὴ τῷ σημαινομένῳ ἐνδείκνυται. 3.1.96 εἰ δὲ καὶ ἀμπέλου γέννημα ὁ οἶνος ὑπὸ τῆς γραφῆς ὀνο μάζεται, οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραβλαβήσεται. οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνόν φαμεν οὐδὲ ἀμπέλου τὴν βάλανον, ἀλλ' εἴ τίς ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος 3.1.97 πρὸς τὸ ὅθεν ἐστίν. ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτὶς διὰ τοῦ πυθμένος τῆς ῥίζης ὑπὸ τῆς ἐντεριώνης ἐξελκομένη τῇ δυνάμει μὲν ὕδωρ ἐστίν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερκείμενον μεταρρέουσα πρὸς οἴνου μεταβάλλει ποιότητα, συνεργούσης τι καὶ τῆς ἡλιακῆς ἀκτῖνος, ἣ διὰ τῆς θερ μότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξέλ κουσα διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως οἶνον τὴν ἰκμάδα ποιεῖ· ὥστε κατὰ φύσιν μὲν μηδεμίαν ἀλλοτριότητα τὴν ἐγκειμένην τῇ ἀμπέλῳ νοτίδα πρὸς τὸν οἶνον τὸν ἐξ 3.1.98 αὐτῆς ἀπογεννώμενον ἔχειν. ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐκ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην ταῖς κληματίσι νοτίδα. αἱ δὲ τῶν ποιοτήτων διαφοραὶ οὔ τινα κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιοῦσιν, ἀλλά τινος ἰδιότητος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης † στύ ψεως ἢ γλυκύτητος ἢ ὑγρότητος † θατέρῳ τούτων παρο μαρτούσης, ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν εἶναι, ταῖς δὲ τῶν ποιοτήτων διαφοραῖς ἐξαλλάσσειν. 3.1.99 Οὐκοῦν ὥσπερ υἱὸν ἀνθρώπου τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς ἀκηκοότες διὰ τῆς τοῦ ὀνόματος σχέσεως τὴν πρὸς τὸν ἀληθινὸν ἄνθρωπον οἰκειότητα μεμαθήκαμεν, οὕτω κἂν 20γέννημα20 κατὰ τὸν λόγον τῶν ὑπεναντίων ὁ υἱὸς λέγηται, οὐδὲν ἧττον καὶ διὰ τούτου τὸ κατ' οὐσίαν οἰκεῖον αὐτοῦ πρὸς τὸν γεγεννηκότα μανθάνομεν, διὰ τὸ καὶ τὸν οἶνον γέννημα τῆς ἀμπέλου λεγόμενον μὴ ἀλλότριον εὑρεθῆναι κατὰ τὸν τῆς ὑγρότητος λόγον τῆς φυσικῶς 3.1.100 ἐγκειμένης τῇ ἀμπέλῳ δυνάμεως. ἀλλὰ τὰ μὲν λεγόμενα παρὰ τῶν ὑπεναντίων εἴ τις ὑγιῶς ἐξετάζοι, πρὸς τὸ ἡμέ τερον δόγμα βλέπει, ἡ δὲ διάνοια ταῖς ἰδίαις αὐτῶν κα τασκευαῖς ἀντιφθέγγεται, πανταχοῦ τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον κατασκευάζειν φιλονεικούντων. καίτοι γε παντά πασιν ἄπορόν ἐστι καταστοχάσασθαι, ὅθεν πρὸς τὰς τοιαύτας 3.1.101 ὑπολήψεις ὑπήχθησαν. εἰ γὰρ ἡ τοῦ υἱοῦ προσηγορία οὐχ ἁπλῶς τὸ ἔκ τινος εἶναι σημαίνει, ἀλλ' ἰδίως τὴν κατὰ φύσιν οἰκείωσιν διὰ τοῦ σημαινομένου παρίστησιν, ὡς αὐτός φησιν ὁ Εὐνόμιος, καὶ γέννημα δρυὸς οἶνος οὐ λέγεται, καὶ γεννήματα τῶν ἐχιδνῶν, καθώς φησί που τὸ εὐαγγέ λιον, ὄφεις εἰσὶ καὶ οὐ πρόβατα, δῆλον ὅτι καὶ ἐπὶ τοῦ μονογενοῦς ἥ τε τοῦ υἱοῦ καὶ τοῦ γεννήματος προσηγορία 3.1.102 οὐκ ἂν πρὸς τὸ ἑτερογενὲς ἔχοι τὴν οἰκειότητα. ἀλλ' εἴπερ κατὰ τὸν λόγον τῶν ὑπεναντίων καὶ 20γέννημα20 λέγεται καὶ κατὰ τὴν φύσιν, ὡς ὁμολογοῦσιν, ἐστὶν ἡ τοῦ υἱοῦ κλῆσις, τῆς οὐσίας ἐστὶ πάντως τοῦ γεγεννηκότος υἱός, οὐκ ἄλλου τινὸς τῶν ἔξω θεωρουμένων τῆς φύσεως. εἰ δὲ ἐκεῖθεν ἀληθῶς ἐστιν, οὐκ ἀπεξένωται πάντως τοῦ ὅθεν ἐστίν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἐδείχθη, ὅτι πᾶν τὸ γεννητῶς ἔκ τινος ὑποστὰν ὁμογενές ἐστι πάντως τῷ ἐξ οὗ γέγονεν. 3.1.103 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες μόνον, ὅτι οὐκ ἔστι τὸ ἀόριστον κατὰ τὴν φύσιν ἐπινοίᾳ τινὶ ῥημάτων διαληφθῆναι. τὸ γὰρ μὴ ἔχειν ὅρον τὴν θείαν μεγαλω σύνην ἡ προφητεία βοᾷ, διαρρήδην κηρύσσουσα ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι 3.1.104 πέρας. εἰ δὲ τὰ περὶ αὐτὸν ἀπεράτωτα, πολὺ μᾶλλον αὐτὸς ἐκεῖνος κατ' οὐσίαν ὅ τι ποτὲ καὶ ἐστὶν οὐδενὶ ὅρῳ κατ' οὐδὲν μέρος διαλαμβάνεται. εἰ οὖν ἡ διὰ τῶν ὀνομάτων τε καὶ ῥημάτων ἑρμηνεία διαλαμβάνει πως τῇ σημασίᾳ τὸ ὑποκείμενον, τὸ δὲ ἀόριστον περιληφθῆναι οὐ δύναται, οὐκ ἄν τις εἰκότως τὴν ἀμαθίαν ἡμῶν αἰτιάσαιτο, μὴ θρασυ νομένων κατὰ τῶν ἀτολμήτων. τίνι γὰρ ὀνόματι διαλάβω τὸ ἀπερίληπτον; διὰ ποίας φωνῆς ἐξαγγείλω τὸ ἀνεκφώ 3.1.105 νητον; ἐπεὶ οὖν κρεῖττόν ἐστι καὶ ὑψηλότερον τῆς ὀνομα στικῆς σημασίας τὸ θεῖον, σιωπῇ τιμᾶν τὰ ὑπὲρ λόγον τε καὶ διάνοιαν μεμαθήκαμεν· κἂν ἐπεμβαίνῃ τῇ εὐλαβείᾳ ταύτῃ τοῦ λόγου ὁ ὑπερφρονῶν παρ' ὃ δεῖ φρονεῖν, ἐν γέ λωτι τὴν ἀμαθίαν ἡμῶν τὴν περὶ τῶν ἀκαταλήπτων ποι ούμενος, καὶ τοῦ ἀσχηματίστου καὶ ἀορίστου καὶ ἀμεγέθους καὶ ἀπόσου, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, τὴν κατὰ τὸ ἀνόμοιον ἐπιγινώσκῃ παραλλαγὴν καὶ προφέρῃ τοῦτο πρὸς ἔλεγχον τῆς ἀμαθίας ἡμῶν, ὃ συνεχῶς παρὰ τῶν μαθητῶν τῆς ἀπάτης προτείνεται, τὸ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, εἰ τὴν οὐσίαν τοῦ προσκυνουμένου οὐκ οἴδαμεν, 3.1.106 οὐ φοβηθησόμεθα κατὰ τὴν συμβουλὴν τοῦ προφήτου τὸν ὀνειδισμὸν τῶν ἀφρόνων οὐδὲ διὰ τὸν φαυλισμὸν αὐτῶν κατὰ τῶν ἀνεκφωνήτων θρασυστομήσομεν, τὸν ἰδιώτην τῷ λόγῳ Παῦλον διδάσκαλον τῶν ὑπὲρ γνῶσιν μυστηρίων ποι ούμενοι, ὃς τοσοῦτον ἀπέχει τοῦ τὴν θείαν φύσιν ἐντὸς τῆς ἀνθρωπίνης περινοίας οἴεσθαι, ὡς καὶ τὰ κρίματα τοῦ θεοῦ ἀνεξερεύνητα λέγειν καὶ τὰς ὁδοὺς ἀνεξιχνιάστους καὶ τὰ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπὲρ τῶν ἐν τῷ βίῳ τῷδε κατορ θωθέντων ἐπηγγελμένα ὑπὲρ κατάληψιν εἶναι διϊσχυρίζεσθαι, ὡς μήτε ὀφθαλμῷ λαβεῖν μήτε ἀκοῇ δέξασθαι μήτε 3.1.107 καρδίᾳ χωρῆσαι δυνατὸν εἶναι. ταῦτα τοίνυν μαθόντες ἀπὸ τοῦ Παύλου θαρροῦντες ἀποφαινόμεθα, ὅτι οὐ μόνον τὰ κρίματα τοῦ θεοῦ τῆς τῶν ἐρευνᾶν ἐπιχειρούντων δυνάμεώς ἐστιν ὑψηλότερα, ἀλλὰ καὶ αἱ τῆς γνώσεως ὁδοὶ μέχρι τοῦ νῦν ἀτριβεῖς τε καὶ ἀνεπίβατοι μένουσι. τοῦτο γὰρ ἡγού μεθα τὸν ἀπόστολον σημᾶναι βουλόμενον ἀνεξιχνιάστους εἰπεῖν τὰς ὁδοὺς αἳ πρὸς τὸ ἀκατάληπτον φέρουσι, δει κνύντα διὰ τῆς λέξεως ὅτι ἀνεπίβατός ἐστι λογισμοῖς ἀν θρωπίνοις ἡ γνῶσις ἐκείνη, καὶ οὔπω τις ἐπέστησεν ἑαυτοῦ τὴν διάνοιαν τῇ τοιαύτῃ τοῦ λόγου πορείᾳ, οὔτε τι ἴχνος οὔτε σημεῖον καταληπτικῆς ἐφόδου τοῖς ἀλήπτοις ἐνεση μάνατο. 3.1.108 Ταῦτα τοίνυν ἐκ τῆς ἀποστολικῆς μεγαλοφωνίας μα θόντες ἀναλογιζόμεθα διὰ τῶν εἰρημένων ὅτι, εἰ τὰ κρίματα ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον τῷ μέτρῳ κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἀνώτερόν ἐστι καὶ ὑψηλό τερον αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων, ὧν οὐδεμίαν εἶναι γνῶσιν ὁ θεοδίδακτος ἀποφαίνεται Παῦλος· καὶ διὰ τοῦτο βεβαιοῦμεν ἐν ἡμῖν αὐτοῖς τὸ καταχλευαζόμενον δόγμα, ὁμολογοῦντες ἐλάττους εἶναι κατὰ τὴν γνῶσιν τῶν ὑπερβαινόντων τὴν γνῶσιν, καὶ προσκυνεῖν φαμεν ἀληθῶς 3.1.109 ὅπερ οἴδαμεν. οἴδαμεν δὲ τὸ ὕψος τῆς δόξης τοῦ προσ κυνουμένου, αὐτῷ τῷ μὴ δύνασθαι τοῖς λογισμοῖς κατα λαβεῖν ἀναλογιζόμενοι τὸ τοῦ μεγέθους ἀνείκαστον· καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν παρὰ τοῦ κυρίου ῥηθέν, καθ' ἡμῶν δὲ παρὰ τῶν ἐχθρῶν προφερόμενον, πρὸς ἐκείνους ἂν μᾶλ λον κυρίως λέγοιτο. τὸ γὰρ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε φησὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος, σωματικαῖς ἐννοίαις ἐν ταῖς περὶ θεοῦ δόξαις προειλημμένην, ἧς καλῶς ὁ λόγος καθάπτεται, ὅτι θεὸν προσκυνεῖν οἱ Σαμαρεῖται νομίζοντες εἶτα σωματικῶς ἐγκαθιδρῦσθαι τόπῳ τὸ θεῖον οἰόμενοι μέχρι τῆς φωνῆς εὐσεβοῦσιν, ἄλλο τι προσκυ 3.1.110 νοῦντες καὶ οὐ θεόν. οὐδὲν γὰρ ἐν περιγραφῇ νοούμενον θεῖόν ἐστιν· ἀλλ' ἴδιον τῆς θεότητος τὸ πανταχοῦ εἶναι καὶ διὰ πάντων ἥκειν καὶ μηδενὶ περιείργεσθαι, ὥστε περι στρέφεται τοῖς χριστομάχοις εἰς κατηγορίαν αὐτῶν ὁ καθ' ἡμῶν προφερόμενος λόγος. ὡς γὰρ τοπικῇ τινι περιγραφῇ τὸ θεῖον περιέχεσθαι Σαμαρεῖται νομίζοντες ἐπετιμήθησαν δι' ὧν ἤκουσαν ὅτι Προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ ἀνόνητος γίνεται ὑμῖν ἡ λατρεία ἡ πρὸς θεὸν βλέπουσα, θεὸς γὰρ τόπῳ τινὶ καθιδρῦσθαι νομιζόμενος θεὸς οὐκ ἔστιν, – οὕτως ἂν εἴη κυρίως καὶ πρὸς τοὺς νέους Σαμαρείτας εἰπεῖν ὅτι τῷ ὀνόματι τῆς ἀγεννησίας οἷόν τινι τόπῳ περι ειλῆφθαι τὴν θείαν οὐσίαν ὑπονοοῦντες Προσκυνεῖτε ὃ οὐκ οἴδατε, ὡς θεῷ μὲν λατρεύοντες, ἀγνοοῦντες δέ, ὅτι πάσης τῆς ἐξ ὀνομάτων σημασίας καὶ περιλήψεως ὑπερπίπτει τοῦ θεοῦ τὸ ἀόριστον. 3.1.111 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπό μενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐπειδὴ τὴν προτεθεῖσαν αὐτοῦ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι οὐ πρὸς τὴν ἀλήθειαν μόνον, 3.1.112 ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. εἰ γὰρ κατ' αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ υἱοῦ προσηγορίᾳ πρὸς τὸν πατέρα συνίσταται καὶ πρὸς τὸν γεγεννηκότα ἡ τοῦ γεννή ματος, κατά τινα γραμματικὴν φλυαρίαν τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυπούσης, οὐκέτ' ἄν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἄλληλα σχέσιν ἀπόδειξιν τῆς κατ' οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ 3.1.113 ταὐτότητος γίνεσθαι. ἀλλά μοι μεταλαβέτω τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος, ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ μόνῃ τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατύ νεσθαι, ἀλλ' ἐν ἑαυτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. ὡς οὖν ἐστι δυνατόν, δι' εὐτονωτέρας τῆς συνηγορίας βεβαιωθήτω παρ' ἡμῶν αὐτῶν ὁ ἀντικείμενος λόγος, ὡς ἂν τὸ ὑπερ βάλλον τῆς δυνάμεως διαγνωσθείη κατὰ πολλὴν πεποί θησιν, καὶ τὰ παρειμένα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. ἐρεῖ γὰρ ἴσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον 3.1.114 παρίστησι. καὶ γὰρ καὶ τέκνον τις ὀργῆς ἐν τῇ γραφῇ λέγεται καὶ ἀπωλείας υἱὸς καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κοινότης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συναν εφάνη. οὐ γὰρ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὠνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοού μενον ἡ ἀπώλεια. ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν ἀν 3.1.115 θρώπου καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαινόμενον. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἴσην κατασκευὴν ὁ λόγος ἔχει. υἱοὶ γὰρ φωτός τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι οὐ ταὐτόν εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων τὴν συγγένειαν τὴν πρὸς αὐτὸν οἰκειώσωνται, καὶ οἱ τῷ πνεύματι τοῦ θεοῦ ἀγόμενοι, καθ ώς φησιν ὁ ἀπόστολος, υἱοὶ θεοῦ λέγονται, οὐ ταὐτὸν ὄντες τῷ θεῷ κατὰ τὴν φύσιν, καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἀναλέξασθαι, δι' ὧν ἡ ἀπάτη καθάπερ εἰκών τις ἐπηνθισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται. 3.1.116 Τί οὖν ἡμεῖς πρὸς τοῦτό φαμεν; οἶδεν ἡ θεία γραφὴ κατ' ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ, ὥστε τισὶ μὲν ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπί κτητον εἶναι τὴν τοιαύτην προσηγορίαν. ὅταν μὲν γὰρ υἱοὺς ἀνθρώπων καὶ υἱοὺς λέγῃ κριῶν, τὴν κατ' οὐσίαν τοῦ γεν νηθέντος πρὸς τὸν ἐξ οὗ γέγονε σχέσιν ἀποσημαίνει· ὅταν δὲ υἱοὺς δυνάμεως ἢ τέκνα λέγῃ θεοῦ, τὴν ἐκ προαιρέσεως 3.1.117 γινομένην ἀγχιστείαν παρίστησι. καὶ μέντοι καὶ κατὰ τὴν ἐναντίαν διάνοιαν οἱ αὐτοὶ καὶ υἱοὶ Ἠλεὶ καὶ υἱοὶ λοιμοὶ ὠνομάσθησαν, πρὸς ἑκάτερον νόημα τῆς τῶν υἱῶν προση γορίας εὐαρμόστως ἐχούσης. τῷ μὲν γὰρ υἱοὶ τοῦ Ἠλεὶ κληθῆναι τὸ κατὰ τὴν φύσιν συγγενὲς πρὸς ἐκεῖνον ἔχειν ἐμαρτυρήθησαν, λοιμοὶ δὲ υἱοὶ κατονομασθέντες ἐπὶ τῇ τῆς προαιρέσεως μοχθηρίᾳ κατηγορήθησαν, ὡς οὐχὶ τὸν πατέρα ζηλοῦντες τῷ βίῳ, ἀλλὰ τῇ κακίᾳ τὴν προαίρεσιν 3.1.118 ἑαυτῶν οἰκειώσαντες. ἐπὶ μὲν οὖν τῆς κάτω φύσεως καὶ τῶν καθ' ἡμᾶς πραγμάτων διὰ τὸ πρὸς ἑκάτερον ἐπιρρε πῶς τὸ ἀνθρώπινον ἔχειν, πρὸς κακίαν λέγω καὶ ἀρετήν, ἐφ' ἡμῖν ἐστιν ἢ νυκτὸς ἢ ἡμέρας υἱοὺς γενέσθαι, μενούσης κατὰ τὸ προηγούμενον ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως. οὔτε γὰρ ὁ διὰ κακίαν ὀργῆς τέκνον γενόμενος τῆς ἀνθρω πίνης ἠλλοτριώθη γεννήσεως, οὔτε ὁ τῷ ἀγαθῷ διὰ προ αιρέσεως ἑαυτὸν οἰκειώσας τὸ ἐξ ἀνθρώπων φῦναι διὰ τῆς ἀστειότητος τῶν ἐπιτηδευμάτων ἀπώσατο, ἀλλὰ τῆς φύ σεως ὁμοίως ἐφ' ἑκατέρων ἑστώσης αἱ κατὰ τὰς προ αιρέσεις διαφοραὶ τὰ ὀνόματα τῆς οἰκειότητος ὑποδύονται, ἢ θεοῦ τέκνα δι' ἀρετῆς ἢ τοῦ ἀντικειμένου διὰ κακίας γινόμεναι. 3.1.119 Ἐπὶ δέ γε τῶν θείων δογμάτων 20ὁ τὴν φυσικὴν διασῴζων τάξιν20 Εὐνόμιος (αὐτοῖς γὰρ χρήσομαι τοῦ λογογράφου τοῖς ῥήμασι) 20καὶ τοῖς ἄνωθεν ἐγνω σμένοις ἐμμένων καὶ γεννητὸν ὄντα γέννημα λέγειν οὐ παραιτούμενος, τῆς γεννηθείσης αὐτῆς20, ὥς φησιν, 20οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσ ηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειου μένης σχέσιν20, πῶς ἀλλοτριοῖ τῆς κατ' οὐσίαν οἰκειό 3.1.120 τητος τὸ γεννηθὲν τοῦ γεννήσαντος; ἐπὶ μὲν γὰρ τῶν ἐπὶ διαβολῇ λεγομένων υἱῶν ἢ γεννημάτων ἢ πάλιν ἐφ' ὧν ἔπαινός τις παρομαρτεῖ τοῖς τοιούτοις ὀνόμασιν οὐκ ἔστιν εἰπεῖν ὅτι ἀληθῶς τις παρὰ τῆς ὀργῆς γεννηθεὶς τέκνον ὀργῆς προσηγόρευται, οὐδ' αὖ πάλιν ἡμέραν τις σωματικῶς ἔσχεν ἑαυτοῦ μητέρα, ὥστε υἱὸς ταύτης ὀνομασθῆναι, ἀλλ' ἡ τῶν προαιρέσεων διαφορὰ ποιεῖται τὰ τῆς τοιαύτης συγ γενείας ὀνόματα. ἐνταῦθα δέ φησιν ὁ Εὐνόμιος ὅτι 20γεν νητὸν ὄντα τὸν υἱὸν γέννημα λέγειν οὐ παραι τούμεθα, τῆς γεννηθείσης20, φησίν, 20οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν 3.1.121 ὀνομάτων σχέσιν οἰκειουμένης20. εἰ οὖν διὰ τὸ ἀληθῶς 20γέννημα20 εἶναι τὸν υἱὸν ὁμολογεῖ 20τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν20, πῶς ἔχει καιρὸν ἐφαρμόζειν τὴν τοιαύτην αἰτίαν τῶν ὀνομάτων τοῖς τε κατὰ μεταφορὰν ἐκ καταχρήσεως λεγομένοις καὶ οἷς ἡ φυσικὴ σχέσις, καθώς φησιν ὁ Εὐνόμιος, τὴν τοιαύτην οἰκειοῦται κλῆσιν; οὐκοῦν ἐπὶ μόνων ἀληθὲς τὸ τοιοῦτόν ἐστιν οἷς μεθόριος πρὸς ἀρετήν τε καὶ κακίαν ἡ φύσις, ἐφ' ὧν πολλάκις τὰ ἐναντία τις ἀντιμεταλαμβάνει τῶν ὀνομά των, νῦν μὲν φωτός, πάλιν δὲ σκότους διὰ τῆς πρὸς τὸ καλὸν 3.1.122 ἢ πρὸς τὸ ἐναντίον προσκλίσεως τέκνον γινόμενος. ὅπου δὲ τὸ ἐναντίον χώραν οὐκ ἔχει, οὐκέτ' ἄν τις τοῦ υἱοῦ τὴν φωνὴν ἐκ μεταφορᾶς ἐπιφημίζεσθαι λέγοι καθ' ὁμοιότητα τῶν διὰ προαιρέσεως οἰκειουμένων τὴν κλῆσιν. οὐ γὰρ ἂν εἰς τοῦτον ἔλθοι τὸν λόγον, ὅτι ὥσπερ ἄνθρωπος ἀποθέμενος τὰ ἔργα τοῦ σκότους διὰ τῆς εὐσχήμονος ζωῆς φωτὸς γί νεται τέκνον, οὕτω καὶ ὁ μονογενὴς θεὸς ἐκ μεταβολῆς 3.1.123 ἐκ τοῦ χείρονος ἀντιλαμβάνει τὸ προτιμότερον. ἄνθρω πος μὲν γάρ τις ὢν υἱὸς θεοῦ γίνεται διὰ τῆς πνευ ματικῆς γεννήσεως Χριστῷ συναπτόμενος· ὁ δὲ τὸν ἄνθρω πον δι' ἑαυτοῦ θεοῦ υἱὸν ποιῶν αὐτὸς ἄλλου υἱοῦ τοῦ χαρι ζομένου αὐτῷ τὴν υἱοθεσίαν οὐκ ἐπιδέεται, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ὀνομάζεται. ἄνθρωπος μὲν αὐτὸς ἑαυτὸν ἀμείβει, τοῦ παλαιοῦ τὸν νέον ἀνταλλασσόμενος· θεὸς δὲ 3.1.124 εἰς τί ἀλλαγήσεται, ὥστε ὃ μὴ ἔχει προσκτήσασθαι; ἄν θρωπος μὲν ἑαυτὸν ἀπεκδυσάμενος τὴν θείαν ἐπενδύεται φύσιν· ὁ δὲ ἀεὶ ὡσαύτως ἔχων τί ἀποτίθεται ἢ τί περι βάλλεται; ἄνθρωπος μὲν υἱὸς θεοῦ γίνεται προσλαβὼν ἃ οὐκ ἔχει καὶ ἀποβαλὼν ἃ ἔχει· ὁ δὲ μηδέποτε γεγονὼς ἐν κακίᾳ οὔτε ὃ λάβῃ οὔτε ὃ καταλίπῃ ἔχει. πάλιν ὁ ἄν θρωπος δύναται πῆ μὲν ἀληθῶς υἱός τινος λέγεσθαι, ὅταν πρὸς τὴν φύσιν βλέπων τις λέγῃ, πῆ δὲ ἐκ καταχρήσεως, 3.1.125 ὅταν ἡ τοῦ βίου προαίρεσις ἐπιβάλῃ τὸ ὄνομα. ὁ δὲ θεὸς ἓν ὢν ἀγαθὸν ἐν ἁπλῇ τε καὶ ἀσυνθέτῳ τῇ φύσει πάντοτε πρὸς τὸ αὐτὸ βλέπει καὶ οὐδέποτε ταῖς τῆς προαιρέσεως ὁρμαῖς μεταβάλλεται, ἀλλ' ἀεὶ καὶ βούλεται ὅπερ ἐστὶν καὶ ἐστὶ πάντως ὃ καὶ βούλεται, ὥστε δι' ἀμφοτέρων υἱὸς θεοῦ κυρίως καὶ ἀληθῶς ὀνομάζεσθαι, τῆς τε φύσεως ἐν ἑαυτῇ τὸ ἀγαθὸν ἐχούσης τῆς τε προαιρέσεως οὐκ ἀπερ ρωγυίας τοῦ κρείττονος, ὡς μὴ ἂν ἐκ καταχρήσεως αὐτῷ τὴν φωνὴν ταύτην ἐπικληθῆναι. οὐκοῦν οὐδεμίαν ἔχει χώραν, ἅπερ ἐκ προσώπου τῶν ἐναντίων ἑαυτοῖς ἀντεθή καμεν, ταῦτα ἐπὶ παραγραφῇ τῆς κατὰ φύσιν οἰκειότητος παρὰ τῶν ἐναντίων προφέρεσθαι. 3.1.126 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀπο στρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς ταύτης μαρτυρηθείη, τῆς ἐγκειμένης τῷ ὀνόματι σημασίας τὴν φωνὴν χωρίσαντες κενὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ ἀσήμαντον τῷ μονογενεῖ καταλείπουσι, μόνον αὐτῷ τὸν ψόφον τῆς φωνῆς χαριζόμενοι. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω καὶ οὐ παραστοχάζομαι τοῦ σκοποῦ τῶν ὑπεναντίων, φανερῶς ἔστιν 3.1.127 ἐξ αὐτῶν ὧν κατεπιχειροῦσι τῆς ἀληθείας μαθεῖν. τοιαῦτα γάρ ἐστιν ἃ παρ' αὐτῶν ἐπὶ κατασκευῇ τῆς βλασφημίας προφέρεται, 20ὅτι πολλὰ τοῦ μονογενοῦς ὀνόματα παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν, λίθον ἀξίνην πέτραν θεμέλιον ἄρτον ἄμπελον θύραν ὁδὸν ποι μένα πηγὴν ξύλον ἀνάστασιν διδάσκαλον φῶς καὶ ἄλλα τοιαῦτα πολλά, ἀλλ' οὐδὲν τούτων κατὰ τὴν πρόχειρον σημασίαν εὐσεβές ἐστιν ἐπὶ τοῦ κυρίου 3.1.128 νοοῦντας λέγειν. ἦ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ ἀσώματόν τε καὶ ἄϋλον ἁπλοῦν τε καὶ ἀσχημάτι στον ταῖς ἐμφαινομέναις τισὶ τῶν ὀνομάτων σημα σίαις διαμορφοῦσθαι νομίζειν, ὥστε ἀξίνην ἀκού σαντας τὸ τοιόνδε σχῆμα τοῦ σιδήρου νοεῖν ἢ φῶς τὸ ἐναέριον ἢ ἄμπελον τὴν ἐκ φυτείας κλημάτων ἤ τι τῶν ἄλλων ἕκαστον, καθὼς ἡ συνήθεια νοεῖν ὑποτίθεται· ἀλλ' ἐπὶ τὸ θεοπρεπέστερον τὰς τῶν ὀνομάτων τούτων μετενεγκόντες ἐμφάσεις ἄλλο τι νοοῦμεν, κἂν οὕτω κατονομάζωμεν, οὐχ ὡς ὄντα τι τούτων κατὰ τὸν λόγον τῆς φύσεως, ἀλλ' ὡς ταῦτα μὲν λεγόμενον, ἄλλο δέ τι παρὰ ταῦτα διὰ 3.1.129 τῶν λεγομένων νοούμενον. εἰ δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ ἀληθῶς ἐπιλέγεται τῷ μονογενεῖ θεῷ καὶ τῆς φύσεως οὐ περιέχει τὴν ἔνδειξιν, ἀκόλουθον εἶναι20 λέγουσι 20μηδὲ τοῦ υἱοῦ τὸ σημαινό μενον κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν εἰς τὴν τῆς φύσεως ἐρμηνείαν παραλαμβάνειν, ἀλλ' ἐξευρίσκειν τινὰ σημασίαν καὶ ταύτης τῆς φωνῆς ἑτέραν παρὰ τὴν κοινήν τε καὶ πρόχειρον20. ταῦτα καὶ τὰ τοιαῦτα φιλοσοφοῦσι πρὸς κατασκευὴν τοῦ μὴ εἶναι 3.1.130 τὸν υἱὸν ὅπερ ἐστί τε καὶ λέγεται. ἡμῖν δὲ πρὸς ἕτερον μὲν ἦν σπεύδων ὁ λόγος, τὴν πρόσφατον τοῦ Εὐνομίου λογο γραφίαν δεῖξαι ψευδῆ καὶ ἀσύστατον καὶ οὔτε πρὸς τὴν ἀλήθειαν οὔτε πρὸς ἑαυτὴν συμφωνοῦσαν. ἐπεὶ δὲ δι' ὧν κατηγοροῦμεν τοῦ δόγματος αὐτῶν οἷόν τις συνηγορία τῆς βλασφημίας ἐπεισήχθη τῷ λόγῳ, καλῶς ἂν ἔχοι περὶ τού του πρότερον ἐν ὀλίγῳ διαλαβεῖν, εἶθ' οὕτως ἐπὶ τὴν ἀκο λουθίαν τῶν γεγραμμένων ἐπανελθεῖν. 3.1.131 Τί τοίνυν ἔστιν εἰπόντας πρὸς τὰ τοιαῦτα μὴ διαμαρ τεῖν τοῦ προσήκοντος; ὅτι πολλῶν ὄντων, καθὼς κἀκεῖνοί φασι, τῶν ὀνομάτων, ἃ τῷ μονογενεῖ παρὰ τῆς γραφῆς ἐπι λέγεται, οὐδὲν τῶν ἄλλων τῇ πρὸς τὸν γεγεννηκότα φαμὲν ἀναφορᾷ τὸ προσφυὲς ἔχειν. οὐ γὰρ ὥσπερ υἱὸν τοῦ πατρός, οὕτως ἢ λίθον ἢ ἀνάστασιν ἢ ποιμένα ἢ φῶς ἤ τι τῶν ἄλλων ἐπὶ τὸν θεὸν τῶν ὅλων ἐπαναφέροντες λέγομεν, ἀλλ' ἔστιν οἷον τέχνῃ τινὶ καὶ κανόνι διχῇ διελέσθαι τῶν θείων ὀνομάτων 3.1.132 τὴν σημασίαν. τὰ μὲν γὰρ τῆς ὑψηλῆς τε καὶ ἀφράστου δόξης τὴν ἔνδειξιν ἔχει, τὰ δὲ τὸ ποικίλον τῆς προνοητικῆς οἰκονομίας ἐνδείκνυται· ὥστε καθ' ὑπόθεσιν εἰ μὴ τὸ εὐερ γετούμενον εἴη, μηδὲ τὰς φωνὰς ταύτας ἐπ' αὐτοῦ τετάχθαι αἳ τὴν εὐεργεσίαν ἐνδείκνυνται. ὅσαι δὲ τὸ θεοπρεπὲς ἑρ μηνεύουσι, καὶ δίχα τῶν οἰκονομουμένων προσφυῶς καὶ κυρίως ἐφαρμόζονται τῷ μονογενεῖ θεῷ. ὡς δ' ἂν ἐναρ γέστερον ἡμῖν ἐκκαλυφθείη τὸ τοιοῦτον δόγμα, ἐπ' αὐτῶν 3.1.133 ἔσται τῶν ὀνομάτων ἡ θεωρία. οὐκ ἂν ἄμπελος ὠνομάσθη ὁ κύριος, εἰ μὴ τῆς φυτείας χάριν τῶν ἐν αὐτῷ ῥιζου μένων, οὐδ' ἂν ποιμήν, εἰ μὴ τὰ πρόβατα τοῦ οἴκου Ἰσ ραὴλ ἀπολώλει, οὐδ' ἰατρός, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδὲ τὰ λοιπὰ τῶν ὀνομάτων ἐφ' ἑαυτοῦ κατεδέχετο, μὴ διά τινος προνοητικῆς ἐνεργείας προσφόρως ἐπὶ τῶν εὐεργε τουμένων τὰς φωνὰς οἰκειούμενος. τί γὰρ δεῖ τὰ καθ' ἕκαστον λέγοντα μηκύνειν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; υἱὸς δὲ καὶ δεξιὰ καὶ μονογενὴς καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ τὰ τοιαῦτα πάντα, ὅσα πρός τι λέγεται, καθ άπερ ἐν συζυγίᾳ τινὶ σχετικῇ τῷ πατρὶ πάντως συνονομα 3.1.134 ζόμενος λέγεται. θεοῦ γὰρ δύναμις ὀνομάζεται καὶ θεοῦ δεξιὰ καὶ θεοῦ σοφία καὶ πατρὸς υἱὸς καὶ μονογενὴς καὶ λόγος πρὸς τὸν θεὸν καὶ ὅσα τοιαῦτα. οὐκοῦν ἀκόλουθον ἐκ τῶν εἰρημένων ἑκάστου τῶν ὀνομάτων κατάλληλόν τινα τῷ ὑποκειμένῳ καὶ πρέπουσαν ἐνθεωρεῖν σημασίαν, ὡς ἂν μὴ τῷ διαμαρτεῖν τῆς ὀρθῆς διανοίας περὶ τὸν τῆς εὐσε βείας πλημμελήσαιμεν λόγον. 3.1.135 Ὥσπερ τοίνυν τῶν ἄλλων ἕκαστον πρὸς τὸ θεοπρεπὲς μεταλαβόντες ἀθετοῦμεν τὴν πρόχειρον ἐπ' αὐτῶν ἔννοιαν, ὡς μήτε φῶς ὑλικὸν μήτε πατουμένην ὁδὸν μήτε ἄψυχον λίθον μήτε τὸν ἐκ γεωργίας ἄρτον μήτε τὸν διὰ ῥημάτων λόγον, ἀλλ' ἀντὶ τούτων ἐκεῖνα ὀνομάζειν ὅσα τὸ μεγαλεῖον τῆς δυνάμεως τοῦ θεοῦ λόγου παρίστησιν, οὕτως εἴ τις ἀθετοίη τοῦ υἱοῦ τὴν συνήθη καὶ κατὰ φύσιν σημασίαν, δι' ἧς τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ γεγεννηκότος μανθά νομεν, πρός τινα θεοπρεπεστέραν ἑρμηνείαν μεταλήψεται πάντως τὸ ὄνομα. ἐπειδὴ γὰρ τῶν ἄλλων ἑκάστου πρὸς τὸ ἐνδοξότερον ἡ μετάληψις γινομένη πρὸς τὴν τῆς θείας δυνάμεως ἔνδειξιν ἥρμοσεν, ἀκόλουθον πάντως ἐστὶ καὶ τούτου τοῦ ὀνόματος ἐπὶ τὸ ὑψηλότερον μετενεχθῆναι τὸ 3.1.136 σημαινόμενον. τίς ἂν οὖν γένοιτο θεοπρεπεστέρα διάνοια ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, εἰ ἀθετοῖτο κατὰ τὸν λόγον τῶν ὑπεναντίων ἡ φυσικὴ πρὸς τὸν γεννήσαντα σχέσις; τάχα γὰρ οὕτως οὐδεὶς πρὸς ἀσέβειαν τολμηρός, ὡς ἐν τοῖς περὶ τῆς θείας φύσεως λόγοις τὸ ταπεινὸν καὶ χαμαί ζηλον τῶν ὑψηλῶν τε καὶ μεγάλων ἁρμοδιώτερον οἴεσθαι. 3.1.137 οὐκοῦν εἰ μέν τινα ταύτης μεγαλοφυεστέραν διάνοιαν ἐξευ ρίσκουσιν, ὡς ἀνάξιον εἶναι δοκεῖν περὶ τοῦ μονογενοῦς νοεῖν τὸ ἐκ τῆς φύσεως τοῦ πατρὸς αὐτὸν εἶναι, εἰπάτωσαν εἴ τι γινώσκουσι κατὰ τὴν ἀπόρρητον αὐτῶν σοφίαν τῆς πατρικῆς φύσεως ὑψηλότερον, ὥστε πρὸς ἐκεῖνο τὸν μονο γενῆ θεὸν ἐπάραντας τῆς πρὸς τὸν πατέρα σχέσεως αὐτὸν ὑπερᾶραι· εἰ δὲ παντὸς ὕψους ὑπέρκειται καὶ πᾶσαν δύ ναμιν θαυμαστικὴν ὑπερβαίνει τῆς θείας φύσεως τὸ μεγα λεῖον, τίς ὑπολείπεται λόγος ἐπὶ τὸ μεῖζον φέρων τῆς τοῦ 3.1.138 υἱοῦ κλήσεως τὴν ἑρμηνείαν; ἐπειδὴ τοίνυν ὁμολογεῖται πᾶσαν περὶ τοῦ μονογενοῦς σημαντικὴν λέξιν, κἂν ἐκ τῆς κάτω συνηθείας ὀνομάζηται, πρὸς τὸ μεγαλειότερον ταῖς ἐννοίαις μετατεθεῖσαν κυρίως λέγεσθαι, δείκνυται δὲ μὴ δύνασθαί τινα μεγαλοφυεστέραν ἔννοιαν τῆς τοῦ υἱοῦ προση γορίας εὑρεῖν ταύτης, ἣ τὸ γνήσιον πρὸς τὸν γεγεννηκότα παρίστησι, οὐδὲν οἶμαι χρῆναι πλέον ἐπιδιατρίβειν τῷ τόπῳ, ἱκανῶς διὰ τῶν εἰρημένων ἀποδειχθέντος ὅτι οὐ προσήκει καθ' ὁμοιότητα τῶν λοιπῶν ὀνομάτων καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν μεθερμηνεύεσθαι. 3.1.139 Ἀλλ' ἐπὶ τὸ βιβλίον πάλιν ἐπανακτέον τὴν θεωρίαν. οὐκ ἔστι τῶν αὐτῶν τὸν γεννητὸν 20γέννημα λέγειν μὴ παραιτεῖσθαι20 (τοῖς γὰρ ἐκείνων χρήσομαι ῥήμασιν), 20τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰ κειουμένης σχέσιν20, καὶ πάλιν μετατιθέναι τὰς προσ φυεῖς ὀνομασίας εἰς τροπικὰς μεταλήψεις· ὥστε δυοῖν θάτε ρον, ἢ τὸ πρότερον τῶν ἐπιχειρημάτων αὐτοῖς διαπέπτωκε καὶ μάτην καταφεύγουσι πρὸς τὴν ἐκ φύσεως τάξιν εἰς κατα σκευὴν τοῦ δεῖν 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἢ εἰ τοῦτο κατὰ τὸ προσῆκον λέγεται, ὁ ἕτερος λόγος ὑπὸ τῶν προκατεσκευασμένων διαλυθήσεται. ὁ γὰρ διὰ τὸ γεν νηθῆναι 20γέννημα20 κατ' ἐκείνους λεγόμενος δι' αὐτὸ τοῦτο 3.1.140 20ποίημα20 καὶ 20κτίσμα20 λέγεσθαι φύσιν οὐκ ἔχει. πλεῖστον γὰρ δήπου διενήνοχεν ἑκατέρου τῶν ὀνομάτων τὸ σημαινό μενον, καὶ προσήκει τὸν λελογισμένως ταῖς φωναῖς κεχρη μένον πρὸς τὸ ὑποκείμενον βλέποντα κεχρῆσθαι τοῖς ῥή μασιν, ὡς ἂν μή τινα σύγχυσιν περὶ τὰς ἐννοίας πάθοιμεν, ἀνοικείως τοῖς σημαινομένοις τὰς φωνὰς ἐπαλλάσσοντες. διὰ τοῦτο τεχνίτου μὲν ἔργον τὸ διὰ τῆς τέχνης ἀπεργασθὲν ὀνομάζομεν, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ ἐκείνου φύντα προσ αγορεύομεν, οὔτε δὲ τὸ ἔργον υἱὸν οὔτε τὸν υἱὸν ἔργον τῶν σωφρονούντων εἴποι τις ἄν· συγχέοντος γάρ ἐστι καὶ ἀνα θολοῦντος ἐν τῇ πεπλανημένῃ τῶν ὀνομάτων χρήσει τὴν 3.1.141 ἀληθῆ σημασίαν. ὥστε τῶν δύο τούτων τὸ ἕτερον ἐπὶ τοῦ μονογενοῦς ἀληθεύειν ἐπάναγκες, εἰ μὲν υἱός ἐστιν, 20κτίσμα20 μὴ λέγεσθαι, εἰ δὲ κτιστός, τῆς τοῦ υἱοῦ προσηγορίας ἀλ λοτριοῦσθαι, καθάπερ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ τὰ καθ' ἕκαστον πάντα κτίσματα ὄντα τὴν τοῦ υἱοῦ κλῆσιν οὐχ ὑποδύεται. ἀλλ' ἐπειδὴ μαρτυρεῖ γεννητὸν εἶναι τὸν μονογενῆ θεὸν ὁ Εὐνόμιος, ἰσχυροτέρα δὲ πρὸς τὴν τῆς ἀληθείας σύστασιν ἡ τῶν ἐχθρῶν μαρτυρία, καὶ τὸ μὴ κτιστὸν εἶναι πάντως διὰ τοῦ τὸ γεννητὸν εἰπεῖν εἶναι συνεμαρτύρησεν. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. πολλῶν γὰρ ἡμῖν λόγων ἐπιρρεόντων, ὡς ἂν μὴ τὸ πλῆθος εἰς ἀμετρίαν ἐκπέσοι, τούτοις περὶ τῶν προτεθέντων ἀρ κεσθησόμεθα. 3.2.1 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιο λογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγραφη θέντα λόγον αὐτῷ κατὰ τῆς ἀληθείας)· 20τίς γὰρ οὕτως ἀμελὴς καὶ τῆς τῶν ὄντων φύσεως ἀνεπίσκε πτος, ὡς ἀγνοεῖν ὅτι τῶν σωμάτων, ὅσα περὶ γῆν ἐν τῷ γεννᾶν καὶ γεννᾶσθαι, ποιεῖν τε καὶ πάσχειν ἐξεταζόμενα τά τε γεννῶντα μεταδί δωσι τῆς ἰδίας οὐσίας καὶ τὰ γεννώμενα τῆς αὐτῆς μεταλαμβάνειν πέφυκεν, ἅτε κοινῆς οὔσης τῆς ὑλικῆς αἰτίας καὶ τῆς ἔξωθεν ἐπιρρεούσης χορηγίας, τά τε γεννώμενα γεν νᾶται κατὰ πάθος καὶ τὰ γεννῶντα κατὰ φύσιν οὐ καθαρὰν ἴσχει τὴν ἐνέργειαν διὰ τὸ παν 3.2.2 τοίοις πάθεσι συνεζεῦχθαι τὴν φύσιν20. ὁρᾶτε πῶς πρεπόντως τοῦ ἐν ἀρχῇ ὄντος λόγου θεοῦ διαλαμβάνει τῇ θεωρίᾳ τὴν προαιώνιον γέννησιν ὁ τὴν τῶν ὄντων φύσιν δι' ἀκριβείας ἐπισκεπτόμενος, σώματα περὶ γῆν καὶ ὑλικὴν αἰτίαν καὶ πάθος γεννώντων τε καὶ γεννωμένων καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν ἐρυθριάσειεν ἄν τις τῶν νοῦν ἐχόντων, κἂν περὶ ἡμῶν λέγηται, στηλιτευομένης τῷ λόγῳ τῆς ἐμ παθοῦς ἡμῶν φύσεως. ἀλλ' ἡ μὲν λαμπρὰ τοῦ λογογράφου 3.2.3 περὶ τοῦ μονογενοῦς θεοῦ φυσιολογία τοιαύτη. ἡμεῖς δὲ τὸ σχετλιάζειν ἀφέντες (τί γὰρ ἂν καὶ πλέον ὁ στεναγμὸς ἡμῖν πρὸς κατάλυσιν τῆς τῶν ἐχθρῶν κακίας συναγωνίσαιτο;) τὸν νοῦν τῶν εἰρημένων, ὅπως ἂν οἷοί τε ὦμεν, δημοσιεύ σωμεν, περὶ ποίου γεννήματος ἡ θεωρία προὔκειτο, τοῦ κατὰ σάρκα συνισταμένου ἢ τοῦ κατὰ τὸν μονογενῆ θεόν. 3.2.4 διπλῆς γὰρ οὔσης τῆς θεωρίας, ἐπί τε τῆς θείας καὶ ἁπλῆς καὶ ἀΰλου ζωῆς καὶ ἐπὶ τῆς ὑλικῆς τε καὶ ἐμπαθοῦς ὑποστάσεως, καὶ ὁμοίως λεγομένης ἐπ' ἀμφοῖν τῆς γεννή σεως ἀναγκαῖον ἂν εἴη τρανὴν καὶ ἀσύγχυτον τὴν δια στολὴν τῶν σημαινομένων ποιήσασθαι, μή πη τὴν ἀλήθειαν ἡ τῆς γεννήσεως ὁμωνυμία παραλογίσηται. ἐπειδὴ τοίνυν ἡ μὲν διὰ σαρκὸς εἰς τὸ εἶναι πάροδος ὑλική τίς ἐστι καὶ διὰ πάθους προάγεται, τὸ δὲ ἀσώματον καὶ ἀναφὲς καὶ ἀνείδεον καὶ τῆς ὑλώδους ἐπιμιξίας ἐλεύθερον πάσης δια θέσεως ἐμπαθοῦς ἠλλοτρίωται, θεωρῆσαι προσήκει περὶ ποίας γεννήσεως ἡ ζήτησις ἦν, τῆς ἀκηράτου καὶ θείας 3.2.5 ἢ τῆς ἐμπαθοῦς καὶ ῥυπώσης. ἀλλ' οὐκ ἄν τις ἀντείποι τὸ μὴ [περὶ] τοῦ μονογενοῦς θεοῦ τὴν προαιώνιον ὕπαρξιν προκεῖσθαι τῇ θεωρίᾳ τοῦ λόγου. τί οὖν ἐμφιλοχωρεῖ τῇ σωματικῇ ταύτῃ φυσιολογίᾳ, ἐν τῇ βδελυρᾷ τοῦ λόγου διασκευῇ καταρρυπαίνων τὴν φύσιν καὶ τὰ περὶ τὴν ἀνθρω πίνην γέννησιν πάθη δημοσιεύων, καταλιπὼν τὴν προκει μένην ὑπόθεσιν; οὐ γὰρ τὴν ζῳώδη ταύτην γέννησιν τὴν 3.2.6 διὰ σαρκὸς συνισταμένην μαθεῖν ἐδεόμεθα. τίς γὰρ οὕτως ἠλίθιος, ὡς ἑαυτὸν βλέπων καὶ νοῶν ἐν ἑαυτῷ τὸ ἀνθρώ πινον ἄλλον ἑρμηνέα τῆς ἑαυτοῦ ζητεῖν φύσεως καὶ δεῖσθαι μαθεῖν τὰ ἀναγκαῖα πάθη, ὅσα τῇ γεννήσει συνθεωρεῖται τοῦ σώματος, ὅτι ἄλλως μὲν ὁ τίκτων, ἑτέρως δὲ τὸ τικτό μενον ἐν πάθει γίνεται, ὡς ἂν μάθοι ἐκ τῆς διδασκαλίας ταύτης ὁ ἄνθρωπος, ὅτι αὐτός τε διὰ πάθους γεννᾷ καὶ 3.2.7 πάθος αὐτῷ τῆς γεννήσεως ἤρξατο; ταῦτα γὰρ καὶ σιω πώμενα καὶ λεγόμενα τὸ ἴσον ἔχει, κἄν τις διεξίῃ δημο σιεύων τὰ κρύφια, κἂν συγκαλύπτῃ [τῇ] σιωπῇ τὰ ἀπόρ ρητα, τὸ διὰ πάθους προϊέναι τὴν φύσιν ἡμῶν οὐκ ἠγνοή σαμεν. ζητοῦμεν δὲ περὶ τῆς ὑψηλῆς τε καὶ ἀφράστου τοῦ μονογενοῦς ὑπάρξεως, καθ' ἣν ἐκ τοῦ πατρὸς εἶναι πεπίστευται, σαφηνισθῆναι τὸν λόγον. 3.2.8 Ταύτης τοίνυν προκειμένης τῆς ἐξετάσεως ὁ καινὸς θεολόγος ῥεῦσιν καὶ πάθος καὶ ὑλικὴν αἰτίαν καὶ ἐνέργειάν τινα ῥύπου μὴ καθαρεύουσαν καὶ ἔξωθεν ἐπιρρέουσαν χορηγίαν καὶ πάντα τὰ τοιαῦτα τῷ λόγῳ προστίθησιν, οὐκ οἶδα τί παθὼν ὁ τῷ ὑπερβάλλοντι τῆς σοφίας μηδὲν τῶν ἀλήπτων ἔξω τῆς ἑαυτοῦ γνώσεως καταλείπεσθαι λέ γων καὶ τὴν ἄρρητον τοῦ υἱοῦ γέννησιν ἑρμηνεύειν ἐπαγγελ λόμενος, ἀποστὰς τῶν προκειμένων ἐγχέλυος δίκην εἰς τὸν ἰλυώδη βόρβορον τῶν λογισμῶν καταδύεται κατὰ τὸν νυ κτερινὸν ἐκεῖνον Νικόδημον, ὃς τὴν ἄνωθεν γέννησιν τοῦ κυρίου διδάσκοντος πρὸς τὸν ἐν μήτρᾳ κόπον τοῖς λογι σμοῖς κατεσύρετο, καὶ πῶς ἂν ἐκ δευτέρου πάλιν ἐντὸς τῆς νηδύος γένοιτο διηπόρει λέγων Πῶς δύναται τοῦτο γενέσθαι; νομίζων τῷ μὴ δύνασθαι τὸν πρεσβύτην διὰ σπλάγχνου πάλιν κυοφορηθῆναι μητρῴου τὴν πνευματικὴν γέννησιν διε 3.2.9 λέγξειν ἀσύστατον. ἀλλὰ κἀκείνου τὴν πεπλανημένην ὑπό ληψιν διορθοῦται ὁ κύριος, ἄμικτα λέγων εἶναι τὰ τῆς σαρκὸς καὶ τοῦ πνεύματος ἰδιώματα, καὶ οὗτος ἑαυτὸν ἐν τοῖς ὁμοίοις, εἰ βούλεται, διορθούσθω. δεῖ γὰρ οἶμαι τὸν φροντιστὴν τῆς ἀληθείας ἐκ τῶν ἰδίων θεωρεῖν τὸ προκεί μενον, μὴ διὰ τῆς τῶν ὑλικῶν κατηγορίας διαβάλλειν τὸν ἄϋλον. εἰ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἄλλο τι τῶν διὰ σαρκὸς τικτομένων οὐ καθαρεύει πάθους γεννῶν ἢ γεννώμενος, τί 3.2.10 τοῦτο πρὸς τὴν ἀπαθῆ καὶ ἀκήρατον φύσιν; οὐδὲ γὰρ τὸ θνητοὺς ἡμᾶς εἶναι τὴν ἀθανασίαν τοῦ μονογενοῦς παρα γράφεται οὐδὲ ἡ πρὸς κακίαν τροπὴ τῶν ἀνθρώπων ἀμφί βολον ἐπὶ τῆς θείας φύσεως εἶναι παρασκευάζει τὸ ἄτρεπτον οὐδὲ ἄλλο τι τῶν ἡμετέρων καὶ ἐπὶ τὸν θεὸν μεταφέρεται, ἀλλά τις ἄμικτός ἐστι καὶ ἀκοινώνητος ἡ ἰδιότης τῆς ἀν θρωπίνης τε καὶ τῆς θείας ζωῆς καὶ παρήλλακται παντά πασι τὰ γνωριστικὰ ἰδιώματα, ὡς μήτε ταῦτα ἐπ' ἐκείνης μήτε τὸ ἔμπαλιν ἐπὶ ταύτης ἐκεῖνα καταλαμβάνεσθαι. 3.2.11 Πῶς οὖν ὁ Εὐνόμιος, τῆς θείας προκειμένης τῷ λόγῳ γεννήσεως, ἀφεὶς τὸ προκείμενον τὰ ἐν τῇ γῇ διεξέρχεται, οὐδεμιᾶς ἡμῖν περὶ τούτων πρὸς αὐτὸν οὔσης ἀμφισβητή σεως; ἀλλὰ πρόδηλος ὁ σκοπὸς τοῦ τεχνίτου, ἵνα τῇ πρὸς 3.2.12 τὸ πάθος διαβολῇ περιγράψῃ τοῦ κυρίου τὴν γέννησιν. ἐφ' οἷς ἔγωγε τὸ κατὰ τὴν βλασφημίαν παρεὶς θαυμάζω τῆς ἀγχινοίας τὸν ἄνθρωπον, πῶς μέμνηται τῆς οἰκείας σπου δῆς, ὃς τὸ δεῖν γέννημα τὸν υἱὸν καὶ εἶναι καὶ λέγεσθαι διὰ τῶν προειρημένων κατασκευάσας νῦν περὶ τοῦ μὴ χρῆναι γέννησιν περὶ αὐτὸν νοεῖν ἀγωνίζεται. εἰ γὰρ πᾶσα γέν νησις, καθὼς οὗτος οἴεται, συνεζευγμένην ἔχει τὴν κατὰ τὸ πάθος διάθεσιν, ἀνάγκη πᾶσα διὰ τούτων ὁμολογεῖσθαι, ὅτι τὸ τοῦ πάθους ἀλλότριον συναλλοτριοῦται πάντως καὶ τῆς γεννήσεως. εἰ γὰρ ταῦτα μετ' ἀλλήλων συνημμένως νοεῖται, τὸ πάθος τε καὶ ἡ γέννησις, ὁ τοῦ ἑνὸς τούτων ἀμέτοχος οὐδ' ἂν πρὸς τὸ ἕτερον τὴν κοινωνίαν ἔχοι. 3.2.13 πῶς οὖν γέννημα διὰ τὴν γέννησιν λέγει τὸν ὅτι οὐκ ἐγεν νήθη διὰ τῶν νῦν παρ' αὐτοῦ λεγομένων ἀποδεικνύμενον, καὶ ὑπὲρ τίνος μάχεται πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν συμβουλεύοντα μὴ κατατολμᾶν ἐπὶ τῶν θείων δογμάτων τῆς ὀνοματοποιΐας, ἀλλὰ γεγεννῆσθαι μὲν ὁμολογεῖν, μὴ παρασχηματίζειν δὲ τὴν ἔννοιαν ταύτην εἰς ὀνόματος τύπον, ὥστε 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἰδίως τῆς φωνῆς ταύτης ἐπὶ τῶν ἀψύχων ἢ ἐπὶ τῶν εἰς εἰκόνα πο 3.2.14 νηρίας παρειλημμένων ὑπὸ τῆς γραφῆς τεταγμένης; ἀλλ' ὅταν μὲν παρ' ἡμῶν λέγηται τὸ δεῖν σιωπᾶσθαι τὴν φωνὴν τοῦ 20γεννήματος20, τὴν ἄμαχον ἐκείνην ῥητορικὴν προ χειρίζεται, συμπαραλαμβάνων εἰς συμμαχίαν καὶ τὴν γραμ ματικὴν ψυχρολογίαν καὶ διὰ τῆς τεχνικῆς τῶν ὀνομάτων εἴτε παραγωγῆς εἴτε παρωνυμίας εἴτε οὐκ οἶδ' ὅπως δὴ λέγειν ταῦτα προσήκει, διὰ τούτων τοὺς συλλογισμοὺς συμ περαίνει 20γέννημα20 τὸν γεννηθέντα λέγειν οὐ παραιτού 3.2.15 μενος. ἐπειδὰν δὲ τοῦτο δεξάμενοι τὴν τοῦ ὀνόματος ἔν νοιαν θεωρήσωμεν, ὡς τοῦ κοινοῦ τῆς οὐσίας ἐντεῦθεν συνενδεικνυμένου, πάλιν ἀνατίθεται τὰς ἰδίας φωνὰς καὶ περὶ τοῦ μὴ γεννηθῆναι τὸ 20γέννημα20 διατείνεται, τῇ ῥυ πώσῃ φυσιολογίᾳ τοῦ σωματικοῦ τόκου τὴν καθαράν τε καὶ θείαν καὶ ἀπαθῆ τοῦ κυρίου παραγραφόμενος γέννησιν, ὡς οὐκ ἐνδεχόμενον τὰ δύο κατὰ ταὐτὸν ἐπὶ τοῦ θεοῦ συνδραμεῖν, τό τε πρὸς τὸν πατέρα γνήσιον καὶ τὴν ἀπά θειαν τῆς φύσεως, ἀλλ' εἰ μὲν τὸ ἀπαθὲς εἴη, μὴ εἶναι τὴν γέννησιν, εἰ δὲ τὸ γνήσιόν τις ὁμολογοίη, καὶ πάθος τῇ γεννήσει πάντως συμπαραδέχεσθαι. 3.2.16 Οὐχ οὕτως ὁ ὑψηλὸς Ἰωάννης, οὐχ οὕτως ἐκείνη ἡ βρονταία φωνὴ τὸ τῆς θεολογίας κηρύσσει μυστήριον, ὃς καὶ υἱὸν ὀνομάζει θεοῦ καὶ πάσης ἐμπαθοῦς ὑπολήψεως ἐκ καθαίρει τὸ κήρυγμα. ἰδοὺ γὰρ πῶς προθεραπεύει τὴν ἀκοὴν ἐν τοῖς προοιμίοις τοῦ εὐαγγελίου. ὅση γὰρ ἐν τῷ διδασκάλῳ προμήθεια τοῦ μή τινα τῶν ἀκουόντων εἰς τα πεινὰς ὑπολήψεις καταπεσεῖν, πρὸς ἀτόπους τινὰς ὑπονοίας 3.2.17 ἐξ ἀμαθίας ὑπολισθήσαντα. ὡς γὰρ ἂν μάλιστα πόρρω πάθους ἀπαγάγοι τὴν ἀγύμναστον ἀκοήν, οὐχ υἱὸν εἶπεν ἐν προοιμίοις, οὐ πατέρα, οὐ γέννησιν, ἵνα μή τις ἐν πρώ τοις ἢ πατρὸς ἀκούσας κατασυρῇ πρὸς τὴν πρόχειρον ἔμφασιν τοῦ ὀνόματος, ἢ υἱὸν μαθὼν κηρυσσόμενον κατὰ τὴν ὧδε συνήθειαν νοήσῃ τὸ ὄνομα, ἢ προσπταίσῃ τῷ ῥήματι τῆς γεννήσεως ὡς λίθῳ προσκόμματος· ἀλλ' ἀντὶ μὲν πατρὸς ἀρχὴν ὀνομάζει, ἀντὶ δὲ τοῦ ἐγεννήθη τὸ ἦν, ἀντὶ δὲ τοῦ υἱοῦ τὸν λόγον, καί φησιν Ἐν ἀρχῇ ἦν ὁ λόγος. ποῖον ἐν τούτοις πάθος, εἰπέ μοι, ἀρχὴ καὶ ἦν καὶ λόγος; μὴ πάθος ἡ ἀρχή; μὴ ἐν πάθει τὸ ἦν; μὴ διὰ πάθους 3.2.18 ὁ λόγος; ἢ ἐπειδὴ πάθος ἐν τοῖς εἰρημένοις οὐκ ἔστιν, οὐδὲ τὸ οἰκεῖον συνεμφαίνεται τῷ κηρύγματι; καίτοι γε πῶς ἂν ἑτέρως μᾶλλον διαφανείη τὸ κατ' οὐσίαν κοινόν τε καὶ γνήσιον καὶ τὸ συναϊδιάζον τοῦ λόγου πρὸς τὴν ἀρχὴν ἢ διὰ τούτων τῶν λόγων; οὐ γὰρ εἶπεν ἐκ τῆς ἀρχῆς ἐγεννήθη ὁ λόγος, ἵνα μή τινι παρατατικῷ νοήματι τῆς ἀρχῆς διαζεύξῃ τὸν λόγον, ἀλλ' ὁμοῦ τῇ ἀρχῇ καὶ τὸν ἐν τῇ ἀρχῇ συνεκήρυξε, κοινὸν εἰπὼν τῆς ἀρχῆς τε καὶ τοῦ λόγου τὸ ἦν, ἵνα μὴ ἐφυστερήσῃ μετὰ τὴν ἀρχὴν ὁ λόγος, ἀλλὰ φθάσῃ τὴν ἀκοὴν τῷ κηρύγματι, πρὶν μόνην τὴν ἀρχὴν ἐφ' ἑαυτῆς παραδέξασθαι, τῇ περὶ τῆς ἀρχῆς πίστει συνεισελθών. 3.2.19 Εἶτά φησι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἔτι δέ δοικεν ἡμῶν ὁ εὐαγγελιστὴς τὸ ἀγύμναστον, ἔτι φοβεῖται ἡμῶν τὸ νηπιῶδές τε καὶ ἀπαίδευτον, οὔπω καταπιστεύει τῇ ἀκοῇ τὴν τοῦ πατρὸς προσηγορίαν, ἵνα μή τις τῶν σαρκωδεστέρων πατέρα μαθὼν καὶ μητέρα κατὰ τὸ ἀκό λουθον διὰ τῆς διανοίας ἀνατυπώσηται. ἀλλ' οὐδέπω οὐδὲ υἱὸν ὀνομάζει ἐν τῷ κηρύγματι· ὑποπτεύει γὰρ ἔτι ἡμῶν τὴν πρὸς τὴν κάτω φύσιν συνήθειαν, μή τις υἱὸν ἀκούσας 3.2.20 ἐξανθρωπίσῃ τὸ θεῖον δι' ἐμπαθοῦς ὑπολήψεως. διὰ τοῦτο ἐπαναλαμβάνων τὸ κήρυγμα λόγον πάλιν ὠνόμασε, σοὶ ταῦτα φυσιολογῶν τῷ ἀπίστῳ. ὡς γὰρ ὁ σὸς λόγος καὶ ἐκ τοῦ νοῦ ἀναφαίνεται καὶ οὐ μεσιτεύεται πάθει, οὕτως κἀκεῖ λόγον ἀκούσας καὶ τὸ ἔκ τινος νοήσεις καὶ οὐ νοήσεις τὸ πάθος. διὰ τοῦτό φησιν ἀναλαβὼν πάλιν τὸ κήρυγμα Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ὢ πῶς παρα μετρεῖ τῷ θεῷ τὸν λόγον, μᾶλλον δὲ πῶς συμπαρατείνει τῷ ἀπείρῳ τὸ ἄπειρον· ὁ λόγος ἦν πρὸς τὸν θεόν, πρὸς ὅλον τὸν θεὸν πάντως ὅλος ὁ λόγος. οὐκοῦν ὅσος ὁ θεός, τοσοῦτος δηλαδὴ καὶ ὁ λόγος ὁ πρὸς αὐτὸν ὤν, ὥστε εἰ ὁ θεὸς περιώρισται, καὶ ὁ λόγος πάντως ἐν ὅρῳ, εἰ δὲ τοῦ θεοῦ ἡ ἀπειρία διαβαίνει τὸν ὅρον, οὐδὲ ὁ τούτῳ συνθεωρούμενος 3.2.21 λόγος ὅροις καὶ μέτροις διαλαμβάνεται. οὐ γὰρ ἄν τις εἴποι μὴ πάσῃ τοῦ πατρὸς τῇ θεότητι συνθεωρεῖσθαι τὸν λόγον, ὡς ἂν μὴ τοῦ θεοῦ τὸ μὲν ἐν λόγῳ εἴη, τὸ δὲ γυμνὸν τοῦ λόγου ἐλέγχοιτο. πάλιν ἡ πνευματικὴ τοῦ Ἰωάννου φωνή, πάλιν τῶν νηπιαζόντων τιθηνεῖται τὴν ἀκοὴν ὁ εὐαγγελιστὴς τῷ κηρύγματι· οὔπω τοσοῦτον ηὐξήθημεν ἐν ταῖς πρώταις φωναῖς, ὡς υἱὸν ἀκούσαντες ἀνολίσθητοι μεῖναι διὰ τῆς 3.2.22 συνήθους ἐμφάσεως. διὰ τοῦτο πάλιν ὁ κήρυξ ἀναβοῶν ἐν τῇ τρίτῃ φωνῇ ἔτι λόγον, οὐχ υἱὸν ἀνεκήρυξεν εἰπὼν Καὶ θεὸς ἦν ὁ λόγος. πρῶτον εἶπεν ἐν ᾧ ἦν, εἶτα πρὸς τίνα ἦν, νῦν τί ἐστι λέγει, διὰ τῆς τρίτης ἐπαναλήψεως τελειῶν τὸν σκοπὸν τοῦ κηρύγματος. οὐ γὰρ λόγον, φησί, τινὰ τῶν κατὰ τὸ πρόχειρον νοουμένων, ἀλλὰ θεὸν κηρύσσω ἐν τῷ τοῦ λόγου προσρήματι· οὗτος γὰρ ὁ λόγος, ὃς ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν, οὐκ ἄλλο τι παρὰ τὸν 3.2.23 θεὸν ἦν, ἀλλὰ καὶ αὐτὸς θεὸς ἦν. καὶ συνεχῶς διὰ τῆς ἐπαναλήψεως ἐπακμάζων ταῖς μεγαλοφωνίαις ὁ κήρυξ τοῦτον λέγει τὸν θεόν, τὸν ἐν τῷ κηρύγματι προδηλούμενον, τοῦτον εἶναι δι' οὗ τὰ πάντα ἐγένετο καὶ ζωὴν εἶναι καὶ φῶς ἀνθρώπων καὶ φῶς ἀληθινὸν ἐν σκοτίᾳ λάμπον καὶ ὑπὸ τῆς σκοτίας οὐκ ἀμαυρούμενον, τοῖς ἰδίοις ἐπιδημοῦντα καὶ ὑπὸ τῶν ἰδίων οὐ λαμβανόμενον καὶ σάρκα γενόμενον καὶ διὰ τῆς σαρκὸς τῇ ἀνθρωπίνῃ κατασκηνοῦντα φύσει. καὶ τοσαῦτα προδιεξελθὼν καὶ τοιαῦτα τότε πατέρα λέγει καὶ μονογενῆ ὀνομάζει, ὅτε οὐκέτι κίνδυνος ἦν τις τῷ διὰ το σούτων κεκαθαρμένῳ πρός τινα ῥυπῶσαν κατολισθῆσαι διά νοιαν ἐκ τῆς τοῦ πατρὸς σημασίας. Ἐθεασάμεθα γάρ, φησί, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. 3.2.24 Εἰπὲ πρὸς ταῦτα τῷ εὐαγγελιστῇ, εἰπὲ τὰ σοφά σου ταῦτα, Εὐνόμιε, ὅτι πῶς πατέρα καὶ πῶς μονογενῆ κατονο μάζεις τῷ λόγῳ, πάσης σωματικῆς γεννήσεως διὰ πάθους ἐνεργουμένης; ἀποκρίνεταί σοι πάντως ὑπὲρ αὐτοῦ ἡ ἀλή θεια, ὅτι ἄλλο θεολογίας ἐστὶ μυστήριον καὶ ἄλλη τῶν ῥευστῶν σωμάτων φυσιολογία. πολλῷ τῷ μέσῳ ἀπ' ἀλλή λων ταῦτα διατετείχισται. τί συνάπτεις διὰ τοῦ λόγου τὰ ἄμικτα; πῶς τῷ ῥυπῶντι λόγῳ τὸ καθαρὸν μολύνεις τῆς θείας γεννήσεως; πῶς διὰ τῶν παθῶν τοῦ σώματος τεχνο λογεῖς τὸ ἀσώματον; μὴ ἐκ τῶν κάτω φυσιολόγει τὰ ἄνω. 3.2.25 υἱὸν θεοῦ κηρύσσω τὸν κύριον, ὅτι καὶ τὸ ἐξ οὐρανῶν εὐαγγέλιον διὰ τῆς φωτεινῆς νεφέλης οὕτως ἐκήρυξεν· Οὗτος γάρ, φησίν, ὁ υἱός μου ὁ ἀγαπητός. οὐ μὴν ἐπειδὴ υἱὸν ἐδιδάχθην, πρὸς τὰς ὧδε τοῦ υἱοῦ σημασίας καθειλ κύσθην ἐκ τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐκ τοῦ πατρὸς οἶδα καὶ ἐκ τοῦ πάθους οὐκ οἶδα. ἐγὼ δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσω, ὅτι οἶδά τινα καὶ σωματικὴν γέν νησιν καθαρεύουσαν πάθους, ὡς καὶ ἐν τούτῳ ψευδῆ τοῦ Εὐνομίου τῆς σωματικῆς γεννήσεως τὴν φυσιολογίαν ἀπε λεγχθῆναι, εἴπερ εὑρεθείη σώματος τόκος πάθος οὐ προσ 3.2.26 δεξάμενος. εἰπὲ γάρ, ἐγένετο σὰρξ ὁ λόγος ἢ οὐχί; οὐκ ἂν εἴποις μὴ γεγενῆσθαι. γέγονε τοίνυν, καὶ οὐκ ἔστιν ὁ ἀρνούμενος. πῶς οὖν ἐφανερώθη ἐν σαρκὶ ὁ θεός; διὰ τόκου πάντως ἐρεῖς. ποίου οὖν τούτου μνησθείς; ἢ δῆλον ὅτι τῆς παρθενίας, καὶ ὅτι τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύ ματος ἁγίου ἦν καὶ ὅτι ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε καὶ οὐδὲν ἧττον ἡ ἀφθαρσία συνδιεφυ 3.2.27 λάχθη τῷ τόκῳ. εἶτα τὴν μὲν ἐκ γυναικὸς γέννησιν κα θαρὰν πάθους εἶναι πιστεύεις, εἴγε πιστεύεις, τὴν δὲ θείαν τε καὶ ἀκήρατον ἐκ τοῦ πατρὸς οὐ δέχῃ, ἵνα μὴ πάθος νοήσῃς περὶ τὴν γέννησιν; ἀλλ' οἶδα σαφῶς ὅτι οὐχὶ τὸ πάθος αὐτῷ φευκτόν ἐστιν ἐν τῷ δόγματι, ὃ μηδὲ τὴν ἀρχὴν ἐνορᾷ τῇ θείᾳ τε καὶ ἀκηράτῳ φύσει· ἀλλ' ὅπως ἂν ὁ ποιητὴς πάσης τῆς κτίσεως μέρος νομισθείη τῆς κτί σεως, ταῦτα κατασκευάζει πρὸς ἄρνησιν τοῦ μονογενοῦς θεοῦ, τῇ ἐσχηματισμένῃ περὶ τὸ πάθος εὐλαβείᾳ συνεργῷ χρώμενος. 3.2.28 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων 20γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβλη θεῖσαν, οὐ κατὰ ῥεῦσιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοί ωσιν μορφωθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. τίς γὰρ ἀγνοεῖ [διὰ τούτων] τῶν μὴ παντελῶς μεμυκότων τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅτι μέρος τῆς κτίσεως ὁ υἱὸς εἶναι διὰ τῶν 3.2.29 εἰρημένων παρὰ τοῦ Εὐνομίου κατασκευάζεται; τί γὰρ κωλύει ταῦτα πάντα, καθώς ἐστιν, ἐπὶ λέξεως καὶ περὶ τῶν ἄλλων ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν; καὶ εἰ δοκεῖ, συναρμόσωμέν τινι τῶν κατὰ τὴν κτίσιν φαι νομένων τὸν λόγον, κἂν μὴ τὴν αὐτὴν ἀκολουθίαν ἔχῃ, καθ' ἡμῶν αὐτῶν τὴν ψῆφον ἐξοίσομεν ὡς ἐπηρεαστικῶς καὶ οὐ μετὰ τῆς πρεπούσης τῇ ἀληθείᾳ φροντίδος ἐξετα ζόντων τὸν λόγον. ὑπαλλάξαντες τοίνυν τὸ ὄνομα τοῦ υἱοῦ 3.2.30 τὸν ὅλον ἐπὶ λέξεως ἀναγνωσόμεθα λόγον. 20φαμὲν γὰρ γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τῆς γῆς τὴν οὐσίαν, οὐ κατ' ἔκτασιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐδὲ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίω σιν προβληθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. μή τίς ἐστι τῶν εἰρημένων πρὸς τὴν τῆς γῆς ὑπόστασιν ἀναρμοστία; 3.2.31 οὐδένα ἂν οἶμαι τοῦτο εἰπεῖν· οὔτε γὰρ ἐκταθεὶς ὁ θεὸς τὴν γῆν προεβάλετο οὔτε ῥυεὶς ἢ τεμὼν ἑαυτὸν τῆς πρὸς ἑαυτὸν συμφυΐας τὴν οὐσίαν ταύτης ὑπέστησεν οὔτε ἐκ μικροῦ πρὸς μέγεθος διὰ τῆς κατ' ὀλίγον αὐξήσεως ἐτε λείωσεν οὔτε τινὰ τροπὴν ἢ ἀλλοίωσιν ὑποστὰς εἰς τὸ τῆς γῆς εἶδος διεμορφώθη, ἀλλ' ἤρκεσεν αὐτῷ πρὸς ὑπόστασιν τῆς τῶν γεγονότων οὐσίας ἡ βούλησις· Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, ὥστε καὶ τὸ τῆς γεννήσεως ὄνομα μὴ ἀπᾴδειν τῆς κατὰ τὴν γῆν ὑποστάσεως. εἰ οὖν ἐπὶ τῶν 3.2.32 μορίων τοῦ κόσμου ταῦτα λέγειν ἀληθές ἐστι, τίς ἔτι λεί πεται περὶ τοῦ δόγματος τῶν ἐναντίων ἀμφιβολία, ὅτι μέχρι ῥημάτων τὸν υἱὸν ὀνομάζοντες ἓν τῶν διὰ κτίσεως γεγονό των εἶναι κατασκευάζουσι, μόνοις τοῖς κατὰ τὴν τάξιν πρε 3.2.33 σβείοις προτεταγμένον τῶν ἄλλων; καθάπερ ἐπὶ τῆς χαλ κευτικῆς ἔστιν εἰπεῖν πάντα μὲν ἐκ ταύτης εἶναι τὰ ἐκ σιδήρου κατασκευάσματα, προγεγενῆσθαι δὲ τῆς τῶν λοιπῶν ἀπεργασίας τό τε τῆς πυράγρας καὶ τὸ τῆς σφύρας ὄρ γανον, δι' ὧν τυποῦται πρὸς τὴν χρείαν ὁ σίδηρος, οὐ μὴν ἐπειδὴ προτερεύει τοῦτο τῶν ἄλλων, ἤδη τις καὶ διαφορὰ κατὰ τὴν ὕλην ἐστὶ τοῦ τε ἐκτυποῦντος ὀργάνου καὶ τοῦ σχηματιζομένου σιδήρου κατὰ τὸ ὄργανον (σίδηρος γὰρ καὶ τοῦτο κἀκεῖνο), τὸ δὲ σχῆμα προγενέστερον τοῦ ἑτέρου τὸ ἕτερον· τοιαύτη τῆς αἱρέσεως ἡ περὶ τοῦ υἱοῦ θεολογία, τὸ μηδὲν οἴεσθαι διαφέρειν κατ' οὐσίαν αὐτόν τε τὸν κύριον καὶ τὰ παρ' αὐτοῦ γεγονότα πλὴν τῆς κατὰ τὴν τάξιν διαφορᾶς. 3.2.34 Τίς τοίνυν τῶν καὶ ὁπωσοῦν εἰς Χριστιανοὺς συντελούν των τῶν τε μορίων τοῦ κόσμου καὶ τοῦ πεποιηκότος τὸν κόσμον τὸν αὐτὸν εἶναι τῆς οὐσίας λόγον συνθήσεται; ἐγὼ μὲν γὰρ φρίττω τὴν βλασφημίαν, εἰδὼς ὅτι ὧν ὁ λόγος ὁ αὐτός, τούτων πάντως οὐδὲ ἡ φύσις διάφορος. ὡς γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀνθρώπων ὅ τε λόγος τῆς οὐσίας κοινὸς καὶ ἡ φύσις μία, τὸν αὐτὸν τρόπον εἰ ὡσαύτως ἔχοι κατὰ τὴν φύσιν ὁ κύριος τοῖς τοῦ κόσμου μέρεσιν, ἅπερ ἂν ἐν ἐκείνοις κατανοήσωσι, τούτοις ὑπο 3.2.35 κεῖσθαι καὶ τοῦτον κατ' ἀνάγκην ὁμολογήσουσιν. ἀλλὰ μὴν ὁ κόσμος οὐκ εἰσαεὶ διαμενεῖ· ἄρα κατ' αὐτοὺς καὶ ὁ κύριος μετὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς παρελεύσεται, εἴπερ ὁμογενῶς ἔχοι τῷ κόσμῳ. εἰ δὲ αὐτὸς ἀΐδιος ὁμολο γεῖται, ἀνάγκη πᾶσα μηδὲ τὸν κόσμον τῆς θείας φύσεως ἄμοιρον οἴεσθαι, εἴπερ τῷ μονογενεῖ κατὰ τὴν κτίσιν συμ βαίνοι. ὁρᾷς πρὸς ὅ τι φέρεται διὰ τῆς καλῆς ταύτης ἀκολουθίας ὁ λόγος, οἷόν τις λίθος ἀπορραγεὶς ἀκρωρείας καὶ ἐπὶ τὸ πρανὲς ὑπὸ τοῦ ἰδίου βάρους συνελαυνόμενος. ἀνάγκη γὰρ ἢ καὶ τὰ τοῦ κόσμου στοιχεῖα κατὰ τὴν Ἑλ ληνικὴν ματαιότητα σεβάσμια φαίνεσθαι ἢ μηδὲ τὸν υἱὸν 3.2.36 προσκυνεῖσθαι. οὑτωσὶ δὲ σκοπήσωμεν. ἐξ οὐκ ὄντων γεγενῆσθαι τὴν κτίσιν φαμὲν τήν τε νοητὴν καὶ ὅση τῆς αἰσθητῆς ἐστι φύσεως· ταῦτα καὶ περὶ τοῦ κυρίου κηρύσ σουσι. θελήματι θεοῦ πάντα συστῆναι τὰ γεγονότα λέ γομεν· ταῦτα καὶ περὶ τοῦ μονογενοῦς διεξέρχονται. οὐκ ἐκ τῆς οὐσίας εἶναι τοῦ πεποιηκότος οὔτε τὴν ἀγγελικὴν κτίσιν οὔτε τὴν ἐγκόσμιον πεπιστεύκαμεν· κἀκεῖνον ὁμοίως τῆς τοῦ πατρὸς οὐσίας ἀλλοτριοῦσι. δουλεύειν τὰ σύμπαντα τῷ θελήματι τοῦ πεποιηκότος ὁμολογοῦμεν· ταύτην ἔχουσι 3.2.37 καὶ περὶ τοῦ μονογενοῦς τὴν διάνοιαν. οὐκοῦν ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, ὅσαπερ ἂν ἐπὶ ταύτης νοήσωσι, ταῦτα καὶ τῷ μονογενεῖ ἐφαρμόσουσι, καὶ ὅπερ ἂν ἐν ἐκείνῳ πι στεύσωσι, τοῦτο καὶ ἐπὶ τῆς κτίσεως ὑπολήψονται· ὥστε εἰ θεὸν ὁμολογοῦσι τὸν κύριον, καὶ τὴν λοιπὴν κτίσιν θεοποιή σουσιν, εἰ δὲ ταῦτα τῆς θείας φύσεως ἀμοιρεῖν διορίζονται, τὴν αὐτὴν ὑπόληψιν καὶ περὶ τοῦ μονογενοῦς οὐκ ἀρνή σονται. ἀλλὰ μὴν οὐδεὶς τῶν σωφρονούντων τῇ κτίσει προσμαρτυρεῖ τὴν θεότητα· οὐκ ἄρα–καὶ σιωπῶ τὸ λειπόμενον, ὡς ἂν μὴ χρίσαιμι τῇ τῶν ἐχθρῶν βλα σφημίᾳ τὴν γλῶσσαν· ἐκεῖνοι λεγέτωσαν τὸ ἐκ τῆς ἀκο λουθίας ἐπιφερόμενον, οἷς τὸ στόμα πρὸς τὴν βλα 3.2.38 σφημίαν καταγεγύμνασται. ὁ δὲ λόγος καὶ σιωπώντων δῆλός ἐστι. τῶν δύο γὰρ τὸ ἕτερον ἐξ ἀνάγκης ἔσται· ἢ φανερῶς ἀποχειροτονήσουσι τὸν μονογενῆ θεόν, ὥστε μη κέτι παρ' ἐκείνοις καὶ εἶναι τοῦτο καὶ λέγεσθαι· ἢ εἰ προσ μαρτυροῦσιν αὐτῷ τὴν θεότητα, καὶ πάσῃ τῇ κτίσει τὸ ἴσον προσμαρτυρήσουσιν· ἢ τὸ λειπόμενον, φεύγοντες τὴν ἐφ' ἑκάτερα προφαινομένην ἀσέβειαν ἐπὶ τὸν εὐσεβῆ κατα φεύξονται λόγον καὶ τὸ μὴ κτιστὸν αὐτὸν εἶναι πάντως συγκαταθήσονται, ἵνα θεὸν αὐτὸν ἀληθῶς εἶναι ὁμολο γήσωσι. 3.2.39 Τί δεῖ τὰ ἄλλα λέγοντα διατρίβειν ἐκ τῆς ἀρχῆς ταύτης ὅσα κατ' ἀνάγκην ὕπεστι τῷ λόγῳ τὰ βλάσφημα; συνήσει γὰρ διὰ τῶν εἰρημένων ὁ πρὸς τὸ ἀκόλουθον βλέ πων, ὅτι καὶ ὁ τοῦ ψεύδους πατήρ, ὁ τοῦ θανάτου δη μιουργός, ὁ τῆς κακίας εὑρετής, κτιστὸς ὢν ἐν νοερᾷ τε καὶ ἀθανάτῳ καὶ ἀσωμάτῳ τῇ φύσει, οὐκ ἐκωλύθη ὑπὸ τῆς φύ σεως διὰ μεταβολῆς γενέσθαι ὅπερ ἐστί. τὸ γὰρ τρεπτὸν τῆς οὐσίας ἐφ' ἑκάτερον κατ' ἐξουσίαν κινούμενον ἀκολουθοῦσαν ἔχει τῇ τῆς προαιρέσεως ῥοπῇ τὴν τῆς φύσεως δύναμιν, ὥστε ἐκεῖνο γενέσθαι πρὸς ὅπερ ἂν ἡ προαίρεσις αὐτῆς ἀφηγή 3.2.40 σηται. οὐκοῦν δεκτικὸν καὶ τῶν ἐναντίων τὸν κύριον διο ρίσονται, ὡς πρὸς τὴν ἀγγελικὴν ὁμοτιμίαν αὐτὸν κατα σπῶντες διὰ τῆς κτίσεως. ἀλλ' ἀκουσάτωσαν τῆς μεγάλης τοῦ Παύλου φωνῆς. πῶς μόνον τοῦτον υἱὸν κεκλῆσθαί φησι; διὰ τὸ εἶναι οὐχὶ τῆς τῶν ἀγγέλων, ἀλλὰ τῆς κρείτ τονος φύσεως. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ; καὶ ὅταν πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι 3.2.41 θεοῦ. καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱὸν Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασι λείας σου, καὶ ὅσα ἄλλα μετὰ τούτων ἡ προφητεία θεολο γοῦσα διέξεισι. προστίθησι δὲ καὶ ἀφ' ἑτέρας ὑμνωδίας τὰ πρόσφορα τὸ Σὺ κατ' ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, κύριε, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί, καὶ τὰ ἐφεξῆς πάντα ἕως τοῦ Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, δι' ὧν τὸ ἀναλλοίωτόν τε καὶ τὸ ἀΐδιον ὑπο 3.2.42 γράφει τῆς φύσεως. εἰ οὖν τοσοῦτον ὑπέρκειται τῆς ἀγγε λικῆς φύσεως τοῦ μονογενοῦς ἡ θεότης, ὅσον διαφέρει τῶν δούλων ὁ κεκτημένος, πῶς κοινοποιοῦσιν ἢ πρὸς τὴν αἰσθη τὴν κτίσιν τὸν τῆς κτίσεως κύριον ἢ πρὸς τὴν τῶν ἀγγέλων φύσιν τὸν ὑπ' αὐτῶν προσκυνούμενον, ταῦτα περὶ τοῦ τρόπου τῆς ὑπάρξεως αὐτοῦ διεξιόντες, ἃ τοῖς καθ' ἕκαστον τῶν ἐν τῇ κτίσει θεωρουμένων κυρίως ἐφαρμοσθήσεται, καθὼς ἤδη τὸν ἀποδοθέντα περὶ τοῦ κυρίου λόγον ὑπὸ τῆς αἱρέ σεως τῇ κατασκευῇ τῆς γῆς προσφυῶς ἔχοντα καὶ οἰκείως 3.2.43 ἐδείξαμεν; ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πό νοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου γρα φῆς ἄξιον ἂν εἴη καὶ τοῦτο τοῖς ἐξητασμένοις παρ' ἡμῶν προστεθῆναι. ἐροῦσι γὰρ ἴσως ἐξ αὐτῶν τῶν ἀποστολικῶν, ὧν ἡμεῖς ἐπεμνήσθημεν, ὅτι πῶς ἂν πρωτότοκος κτίσεως ὠνομάσθη, εἰ μὴ τοῦτο ἦν ὅπερ ἡ κτίσις ἐστί; πᾶς γὰρ πρωτότοκος οὐ τῶν ἑτεροφυῶν, ἀλλὰ τῶν ὁμογενῶν ἐστι πρωτότοκος, ὡς ὁ Ῥουβὶμ τῶν μετ' ἐκεῖνον ἀριθμουμένων προτερεύων κατὰ τὸν τόκον πρωτότοκος ἦν ἀνθρώπων ἄν θρωπος, καὶ ἄλλοι πολλοὶ τῶν συναριθμουμένων ἀδελφῶν 3.2.44 πρωτότοκοι λέγονται. λέγουσι τοίνυν ὅτι 20ἥνπερ ἂν πάσης τῆς κτίσεως οὐσίαν νοήσωμεν, καὶ τὸν ταύτης πρωτότοκον τῆς αὐτῆς εἶναι λέγομεν. εἰ μὲν οὖν ὁμοούσιός ἐστι τῷ πατρὶ τῶν ὅλων ἡ πᾶσα κτίσις, τοῦτο καὶ τὸν πρωτότοκον αὐτῆς εἶναι οὐκ ἀρνησό μεθα· εἰ δὲ διαφέρει κατὰ τὴν οὐσίαν τῆς κτίσεως ὁ τῶν ὅλων θεός, ἀνάγκη πᾶσα μηδὲ τὸν πρωτότοκον ταύτης κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας λέγειν20. ἡ μὲν οὖν τῆς ἀντιθέσεως κατασκευὴ τοιαύτη, οὐδὲν ἀγενέστερον, οἶμαι, παρ' ἡμῶν ἀντιτεθεῖσα τῷ λόγῳ ἢ ὡς εἰκὸς ἦν ἀντεπενεχθῆναι παρὰ τῶν μαχομένων ἡμῖν. ἃ δὲ πρὸς ταῦτα γινώσκειν χρή, νῦν ὡς ἂν οἷοί τε ὦμεν τῷ λόγῳ σαφηνισθή σεται. 3.2.45 Τετράκις εἴρηται παρὰ τοῦ ἀποστόλου ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῦ πρωτοτόκου τὸ ὄνομα, διαφόρως δὲ καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον τοῦ ὀνόματος τούτου τὴν μνήμην πεποίηται. νῦν μὲν γάρ φησι πρωτότοκον πάσης τῆς κτί σεως, πάλιν δὲ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, εἶτα πρω τότοκον ἐκ τῶν νεκρῶν, ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπόλυτόν ἐστιν ἐφ' ἑαυτοῦ μνημονευθὲν τοῦ πρωτοτόκου τὸ ὄνομα. λέγει γὰρ οὕτως· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτό τοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ 3.2.46 πάντες ἄγγελοι αὐτοῦ. οὕτω δὲ τούτων διῃρημένων, κα λῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ' ἑαυτοῦ διελέσθαι χωρίς, πῶς τῆς κτίσεώς ἐστι πρωτότοκος καὶ πῶς ἐν πολλοῖς ἀδελφοῖς καὶ πῶς ἀπὸ τῶν νεκρῶν καὶ πῶς ἐφ' ἑαυτοῦ χωρὶς ἑκάστου τούτων μνημονευθείς, ὅταν πάλιν εἰσάγηται εἰς τὴν οἰκουμένην, προσκυνεῖται ὑπὸ πάντων τῶν ἀγγέλων αὐτοῦ. οὐκοῦν ἀπὸ τῶν τελευταίων, εἰ δοκεῖ, τῆς τῶν προκειμένων θεωρίας ἀρξώμεθα. 3.2.47 Ὅταν πάλιν εἰσαγάγῃ, φησί, τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην. ἡ τοῦ πάλιν προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται· ἐπὶ γὰρ τῆς ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν σημαίνει τῷ λόγῳ, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ' ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος καὶ ὑπὸ τῶν 3.2.48 ἀγγέλων πάντων τῶν περὶ αὐτὸν προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης τῆς κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην, ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο, ἀλλ' ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν ἀγγέλων τὸ πλήρωμα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευ φραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν 3.2.49 εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐπὶ τοῖς ἀνασῳζομένοις ἐξ ἁμαρτίας, διότι μέχρι τοῦ νῦν συστενάζει ἡ κτίσις ἐκείνη καὶ συνω δίνει τῇ καθ' ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώλειαν, ὅταν ἡ ἀποκάλυψις γένηται τῶν υἱῶν τοῦ θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκοῦσι καὶ ἀπεκδέ χονται, καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον (ἡμεῖς δὲ πάντως ἐσμέν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρό βατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο), τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ προσάξουσι τῷ θεῷ τὴν προσκύνησιν τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀπο φοιτήσαντα. 3.2.50 Τούτων δὲ οὕτως ἡμῖν νοηθέντων οὐκέτ' ἄν τις περὶ τῶν λοιπῶν ἀμφιβάλλοι, ὅτου χάριν ἢ <ἐκ> νεκρῶν γίνεται πρωτότοκος ἢ κτίσεως ἢ ἐν πολλοῖς ἀδελφοῖς. πάντα γὰρ ταῦτα πρὸς τὸν αὐτὸν σκοπὸν βλέπει, κἂν ἑκάστῳ τι κατὰ τὸ ἰδιάζον ἐμφαίνηται νόημα. πρωτότοκος γὰρ ἐκ νεκρῶν γίνεται ὁ πρῶτος δι' ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας 3.2.51 ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος γινόμενος ὁ τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο, δι' οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ' αὐτὸν γεν νωμένων ἐκ τοῦ ὕδατός τε καὶ τοῦ πνεύματος· καὶ συνε λόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι' ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενεσίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένης ἐκ τῶν νεκρῶν πάλιν ἀναστάσεως, ἐν ταῖς τρισὶ πρωτότοκος γίνεται, τῆς μὲν διπλῆς παλιγγενεσίας τῆς δι' ἀμφοτέρων ἐνεργουμένης, διά τε τοῦ βαπτίσματος καὶ διὰ τῆς ἀναστάσεως, αὐτὸς γενόμενος ἀρχηγὸς καθ' ἑκάτερον· ἐν δὲ τῇ σαρκὶ πρωτότοκος γίνεται πρῶτος καὶ μόνος τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ' ἑαυτοῦ διὰ τῆς παρθενίας καινοτομήσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις τῶν 3.2.52 ἀνθρώπων γενεαῖς καθηγήσατο. εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται, οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκός ἐστιν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ' ἣν ἐπλάσθημεν καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν, ἀλλ' οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς 3.2.53 παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ ἀπόστολος, ὃς οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, καὶ Εἴ τις ἐν Χριστῷ, φησί, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς καὶ τὸ 3.2.54 κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα. τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε, πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ' ἑαυτῷ περιέπλασε· τότε ἔκτισε, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ λόγος σάρκα ἐποίησε, μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος. ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος καὶ τῶν εἰς ζωὴν γεννωμένων καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωο ποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ καὶ ὅλον 3.2.55 διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. πῶς <γὰρ> ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ' ὡς λέγεται θεὸς καὶ ἄνθρωπος, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, μορφὴ [γὰρ] θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπερέ χουσαν φύσιν ὤν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς θεὸς ὢν πρωτότοκος πάσης κτίσεως γίνεται, μονογενὴς μὲν ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σῳζομένοις πρωτότοκος 3.2.56 τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. εἰ δέ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ' αὐτῶν περὶ τοῦ μονογενοῦς θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτό φασιν, ὅτι παρὰ τοῦ πατρὸς ὁμοίως ὅ τε υἱὸς καὶ τὰ πάντα ἐγένετο, ἀλλὰ 20ποίημα20 μὲν τοῦ πατρὸς τὸν 3.2.57 μονογενῆ θεὸν λέγουσιν, τούτου δὲ τὰ ἄλλα πάντα. ᾧ 3.2.57 τοίνυν λόγῳ κτισθῆναι τὸν υἱὸν δογματίζοντες πατέρα τοῦ κτίσματος τὸν θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως παρὰ τοῦ μονογενοῦς θεοῦ τὰ πάντα κατεσκευάσθαι λέ γοντες οὐ πρωτότοκον τῶν δι' αὐτοῦ γεγενημένων, ἀλλὰ πατέρα κυριώτερον αὐτὸν ὀνομάσουσι, τῆς αὐτῆς ἐπ' ἀμφο τέρων πρὸς τὰ κτίσματα σχέσεως τὴν αὐτὴν κατὰ τὸ ἀκό λουθον προσηγορίαν ποιούσης. εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων θεὸς οὐ πρωτότοκος, ἀλλὰ πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμά των πατὴρ ὁ μονογενὴς θεός, οὐ πρωτότοκος κυρίως ὀνο μασθήσεται, ὡς ἄκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐκ ἔχουσαν. 3.2.58 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεν νηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γὰρ λέγειν, ὅτι 20συνέζευκται20 πάντως 20τῇ γεννήσει20 τὸ 20πάθος20, καὶ διὰ τοῦτο χρῆναι τῆς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν υἱὸν οἴεσθαι, ὡς ἂν καθαρῶς ἔξω πά θους διαμένοι τὸ θεῖον, τοῖς μὲν εὐεξαπατήτοις ἴσως ἄν τινα λόγον ἔχειν δοκοίη, τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα 3.2.59 μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἡ γέννησις ἡμᾶς εἰς τὴν ἀλη θινήν τε καὶ μακαρίαν ἀνάγει ζωήν, οὐχ ἡ αὐτὴ οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένῃ, ἐν ᾗ καὶ ῥύσις καὶ μεταβολὴ καὶ ἡ κατ' ὀλίγον πρὸς τε λείωσιν αὔξησις καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν· ἡ δὲ ἑτέρα ἐκ τοῦ θεοῦ καὶ οὐράνιος καί, καθώς φησί που τὸ εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ τὰ αἵματος οὐ παραδέχεται πάθη; ἢ τολ μησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφήνασθαι, ἢ 3.2.60 μὴ εἶναι τὴν ἄνωθεν γέννησιν ἢ διὰ πάθους εἶναι. ἀλλὰ μὴν καὶ εἶναι συντίθενται καὶ τὸ πάθος ἐπ' αὐτῆς οὐχ εὑρίσκουσιν. οὐκοῦν οὐ πᾶσα γέννησις τῷ πάθει συμπέ φυκεν, ἀλλ' ἐμπαθὴς μὲν ἡ ὑλική, καθαρὰ δὲ πάθους ἡ ἄϋλος. τίς οὖν ἡ ἀνάγκη τὰ τῆς σαρκὸς ἴδια τῇ ἀκηράτῳ τοῦ υἱοῦ γεννήσει προστρίβεσθαι καὶ διὰ τοῦ κωμῳδεῖν τὴν κάτω γέννησιν τῇ ἀσχήμονι φυσιολογίᾳ τῆς πατρικῆς οἰκειό 3.2.61 τητος τὸν υἱὸν ἀποκλείειν; εἰ γὰρ καὶ ἐφ' ἡμῶν γέννησις μὲν ἑκατέρας καθηγεῖται ζωῆς, ἀλλ' ἡ μὲν διὰ σαρκὸς ἐμπαθῶς, ἡ δὲ πνευματικὴ καθαρῶς, καὶ οὐκ ἄν τις ἀντ είποι τῷ λόγῳ τῶν καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμου μένων, πῶς ἔστιν ἐπὶ τῆς ἀκηράτου φύσεως γέννησιν ἐννοή σαντα πάθος ὑπολογίζεσθαι; 3.2.62 Ἔτι δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ διὰ τὸ περὶ τὴν σάρκα πάθος ἀπιστοῦσι τῇ ἀπαθείᾳ τῆς θείας γεννήσεως, ἐκ τῶν αὐτῶν ὑποδειγμάτων, τῶν ἐν ἡμῖν λέγω, μηδὲ δημιουργεῖν ἀπαθῶς τὸν θεὸν πιστευέτω σαν. εἰ γὰρ πρὸς τὰ ἡμέτερα τὸ θεῖον κρίνουσιν, οὔτε γεννᾶν τὸν θεὸν οὔτε κτίζειν ὁμολογήσουσι· τούτων γὰρ 3.2.63 οὐθέτερον ἐν ἡμῖν ἀπαθῶς ἐνεργεῖται. ἢ οὖν ἀμφότερα τῆς θείας φύσεως χωριζέτωσαν, τὴν κτίσιν τε καὶ τὴν γέννησιν, ἵνα δι' ἑκατέρων τῷ θεῷ τὴν ἀπάθειαν φυλά ξωσι, καὶ καθόλου τὴν εἰς τὸν μονογενῆ πίστιν ἐκ τοῦ δόγματος αὐτῶν ἐκβαλλέτωσαν, ὡς ἂν ἔξω πάθους ὁ πατὴρ φυλάσσοιτο, μήτε κάμνων ἐν τῷ κτίζειν μήτε ἐν τῷ γεννᾶν μολυνόμενος· ἢ εἰ τὸ ἕτερον ἀπαθῶς ἐνεργεῖσθαι συγχω ροῦσι παρὰ τῆς θείας δυνάμεως, μηδὲ περὶ τοῦ ἄλλου ζυγομαχείτωσαν· εἰ γὰρ κτίζει δίχα πόνου καὶ ὕλης, καὶ 3.2.64 γεννᾷ πάντως δίχα πόνου καὶ ῥύσεως. ἔχω δὲ πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον συνηγοροῦντά μοι τὸν Εὐνόμιον. λέξω δὲ συντεμὼν ἐν ὀλίγῳ τὴν φλυαρίαν αὐτοῦ, πᾶσαν διὰ βραχέων ἐπιδραμὼν τὴν διάνοιαν ὅτι 20οἱ ἄν θρωποι οὐ τὰς ὕλας ἡμῖν κατασκευάζουσιν, ἀλλὰ τὸ εἶδος μόνον ἐπιτεχνῶνται τῇ ὕλῃ20· αὕτη τῶν παρ' αὐτοῦ ῥηθέντων διὰ πολλῆς φλυαρίας ἐστὶν 3.2.65 ἡ διάνοια. εἰ οὖν ἐν τῇ κάτω γεννήσει σύλληψιν καὶ διάπλασιν ἐννοῶν ἀπαγορεύει διὰ τοῦτο τὴν καθαρὰν τῆς γεννήσεως ἔννοιαν, ἀκολούθως κατὰ τὸν αὑτοῦ λόγον τῆς ὧδε κτίσεως περὶ τὸ εἶδος πονούσης, ὕλην δὲ συνεκπορίζειν τῷ εἴδει μὴ δυναμένης, ἀπαγορευέτω διὰ τοῦτο καὶ δη μιουργὸν εἶναι τὸν πατέρα οἴεσθαι. εἰ δὲ μὴ βούλεται κατὰ τὸ ἀνθρώπινον τῆς δυνάμεως μέτρον ἐπὶ τοῦ θεοῦ τὴν κτίσιν νοεῖν, μηδὲ τὴν θείαν γέννησιν ἐκ τῶν ἀνθρωπίνων διαβαλλέτω. 3.2.66 Ὡς δ' ἂν μᾶλλον αὐτοῦ τὸ ἀκριβές τε καὶ περιεσκεμμένον ἐν τοῖς λεγομένοις φανερὸν κατασταίη, μικρόν τι τῶν παρ' αὐτοῦ ῥηθέντων πάλιν ἐπαναλήψομαι. φησὶ γὰρ 20τὰ ποιοῦντα καὶ πάσχοντα κοινωνεῖν ἀλλήλοις τῆς φύσεως20, καὶ μετὰ τὴν ἐκ σωμάτων γέννησιν 20τὰς τεχνικὰς ἐπὶ τῶν ὑλῶν δημιουργίας20 ἐκτίθεται. σκεψάσθω τοίνυν ὁ ἀγχίνους ἀκροατὴς διὰ τούτων πῶς ἐκπίπτει τοῦ ἰδίου σκοποῦ, τοῖς ἀεὶ κατὰ τὸ συμβὰν παρευ ρισκομένοις ἐπιπλανώμενος. τὸ ποιοῦν καὶ πάσχον ἐν τοῖς διὰ σαρκὸς γινομένοις ἐπὶ τῆς αὐτῆς οὐσίας ὁρᾷ, ὡς τοῦ 3.2.67 μὲν μεταδιδόντος τῆς οὐσίας, τοῦ δὲ μετέχοντος. οὕτως οἶδε δι' ἀκριβείας ἐν τῇ τῶν ὄντων φύσει ὁρᾶν τὴν ἀλή θειαν, ὥστε χωρίζειν τῆς οὐσίας τὸν μεταδιδόντα καὶ τὸν μετέχοντα καὶ ἄλλον ἐφ' ἑαυτοῦ δίχα τῆς οὐσίας εἶναι λέγειν τούτων ἑκάτερον. ὁ γὰρ μεταλαμβάνων ἢ μεταδι δοὺς ἕτερος πάντως ἐστὶ παρὰ τὸ μετεχόμενον τε καὶ διδό μενον, ὡς δεῖν πρότερον ἐφ' ἑαυτοῦ νοεῖσθαί τινα καθ' ὑπόστασιν ἰδίαν ὁρώμενον, εἶθ' οὕτω λέγειν περὶ αὐτοῦ ἢ 3.2.68 διδόναι ὃ ἔχει ἢ ὃ μὴ ἔχει προσίεσθαι. καὶ τοῦτον οὕτως ἐπιγελάστως ἐκπτύσας τὸν λόγον τῷ ἐφεξῆς πάλιν ἑαυτὸν ἀνατρέπων ὁ σοφὸς οὐκ αἰσθάνεται. καὶ γὰρ ὁ τὴν ὑπο κειμένην ὕλην διὰ τῆς τέχνης πρὸς τὸ δοκοῦν σχηματίζων ποιεῖ τι πάντως διὰ τῆς ἐνεργείας, καὶ ἡ ὕλη παρὰ τοῦ ἐνεργοῦντος τὴν τέχνην ἐν τῷ πάσχειν τὸν σχηματισμὸν ἀναδέχεται· οὐ γὰρ ἀπαθὴς καὶ ἀντίτυπος ἡ ὕλη μένουσα 3.2.69 τὴν ἐκ τῆς τέχνης μορφὴν παραδέχεται. εἰ τοίνυν καὶ ἐπὶ τῶν κατὰ τέχνην ἐνεργουμένων οὐκ ἄν τι γένοιτο μὴ πά θους καὶ ἐνεργείας συνδεδραμηκότων ἀλλήλοις πρὸς τὸ γι νόμενον, πῶς ἔστι διὰ τούτων ἐφεστάναι τοῖς παρ' ἑαυτοῦ λεγομένοις τὸν λογογράφον οἴεσθαι, ὃς ἐν πάθει καὶ ἐνερ γείᾳ τὴν κοινωνίαν τῆς οὐσίας ἀποφαινόμενος κινδυνεύει μὴ μόνον τῷ γεννηθέντι προσμαρτυρεῖν πως πρὸς τὸν γε γεννηκότα τὸ κοινὸν τῆς οὐσίας, ἀλλὰ καὶ πᾶσαν τὴν κτίσιν τῷ πεποιηκότι ποιεῖν ὁμοούσιον, εἴπερ τὸ ποιοῦν καὶ τὸ πάσχον ὁμογενῶς ἔχειν ἀλλήλοις κατὰ τὴν φύσιν ὁρί 3.2.70 ζεται. οὐκοῦν δι' ὧν κατασκευάζει ὃ βούλεται, διὰ τούτων ἀνατρέπει τὸ σπουδαζόμενον, ἰσχυροτέραν τῇ παρ' ἑαυτοῦ μάχῃ ποιῶν τὴν τοῦ "1ὁμοουσίου"2 δόξαν. εἰ γὰρ ἡ μὲν ἔκ τινος γέννησις τὴν τοῦ γεγεννηκότος οὐσίαν ἐν τῷ γεν νηθέντι δείκνυσιν, ἡ δὲ τεχνικὴ κατασκευὴ δι' ἐνεργείας τε καὶ πάθους ἀποτελουμένη κατὰ τὸν τούτου λόγον εἰς κοινωνίαν οὐσίας ἄγει τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, γε γεννῆσθαι τὸν κύριον πολλαχῇ τῶν ἰδίων συγγραμμάτων ὁ 3.2.71 λογογράφος κατασκευάζων, ἄρα δι' ὧν ἀλλοτριοῖ τῆς τοῦ πατρὸς οὐσίας τὸν κύριον, διὰ τούτων αὐτῷ προσμαρτυρεῖ τὴν συνάφειαν. εἰ γὰρ μήτε διὰ γεννήσεως μήτε διὰ κατα σκευῆς κατὰ τὸν τούτου λόγον ὁ τῆς οὐσίας χωρισμὸς καθορᾶται, ὅπερ ἂν δῷ εἶναι τὸν κύριον, εἴτε κτιστὸν εἴτε γέννημα, δι' ἀμφοῖν τὸ κατ' οὐσίαν οἰκεῖον προσεμαρτύ ρησεν ὁ ἐν τῷ ποιοῦντι καὶ πάσχοντι, γεννῶντι καὶ γεννω μένῳ τὴν τῆς φύσεως κοινωνίαν τεχνολογήσας. 3.2.72 Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου τραπώμεθα. παραι τοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ δυσχεραίνειν τῇ ἀκριβείᾳ τῆς ἐξετάσεως εἰς πλῆθος ἀκούσιον προαγούσῃ τὸν λόγον. οὐ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος, ὥστε τι παραδρα μόντας τῶν φιλοπονωτέρας δεομένων τῆς θεωρίας ἐν ὀλίγῳ τὴν ζημίαν παθεῖν, ἀλλ' αὐτῷ τῷ κεφαλαίῳ τῆς ἐλπίδος ἐγκινδυνεύομεν. πρόκειται γὰρ ἢ Χριστιανοὺς εἶναι, μὴ συμπαρενεχθέντας ὑπὸ τῆς αἱρετικῆς ἀπωλείας, ἢ πάντως πρὸς Ἰουδαϊκάς τε καὶ Ἑλληνικὰς ὑπολήψεις κατασυρῆναι. 3.2.73 ὡς ἂν οὖν μηθέτερον πάθοιμεν τῶν ἀπειρημένων, μήτε διὰ τῆς ἀρνήσεως τοῦ ἀληθῶς γεννηθέντος υἱοῦ τοῖς Ἰουδαϊκοῖς δόγμασι συμφερόμενοι, μήτε διὰ τῆς τοῦ κτίσματος προσ κυνήσεως τῷ πτώματι τῶν εἰδωλολατρούντων συγκαταπί πτοντες, ἀναγκαίως προσδιατρίψωμεν τῷ περὶ τούτων λόγῳ, θέντες αὐτὴν τοῦ Εὐνομίου τὴν ῥῆσιν ἔχουσαν οὕτως· 20οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐν εργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυ τὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιή ματος καὶ κτίσματος προσηγορίας20· καὶ μετ' ὀλίγα· 20μόνος δὲ ὁ υἱός20, φησί, 20τῇ τοῦ πατρὸς ἐν εργείᾳ συστὰς ἀκοινώνητον ἔχει τήν τε φύσιν 3.2.74 καὶ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν20. τὰ μὲν οὖν εἰρημένα τοιαῦτα. ἡμεῖς δὲ πρῶτον μὲν τῶν ἐχθρῶν τὴν πρὸς ἑαυτοὺς μάχην κατανοήσωμεν, οἷόν τινες θεαταὶ πολεμίων γενόμενοι πρὸς ἀλλήλους στασιαζόντων, εἶθ' οὕτως ἀντιπαραδείξωμεν τὴν τῆς εὐσεβείας ἀλήθειαν. μόνος, φησίν, ὁ υἱὸς τῇ τοῦ πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐν δὲ τοῖς πρὸ τούτου τὸν γεννητὸν γέννημα λέγειν μὴ παραιτεῖσθαί φησι, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν. 3.2.75 Οὕτω τοίνυν προδήλου τῆς ἐν τοῖς εἰρημένοις οὔσης ἐναντιότητος, θαυμάζειν ἔπεισί μοι τῆς ἀγχινοίας τοὺς ἐπαινέτας τούτου τοῦ δόγματος. ἄπορον γὰρ ἂν εἴη πρὸς ὅ τι τῶν εἰρημένων παρ' αὐτοῦ τραπέντες οὐκ ἂν πλημμε λοῖεν εἰς τὸ λειπόμενον. ὁ πρότερος κατεσκεύαζε λόγος αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν. ἡ νῦν τεχνολογία τὸ ἐναντίον φησίν, ἀκοινώνητον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐὰν τῷ πρώτῳ πιστεύ σωσι, οὐ παραδέξονται πάντως τὸ δεύτερον· ἐὰν πρὸς τοῦτο 3.2.76 ῥέψωσι, κατὰ τῆς προτέρας ὑπολήψεως στήσονται. τίς αὐτοῖς διαλύσει τὴν μάχην, τίς μεσιτεύσει τῷ ἐμφυλίῳ πολέμῳ, τίς συμβιβάσει πρὸς συμφωνίαν τὴν στάσιν, αὐτῆς τῆς ψυχῆς πρὸς ἑαυτὴν ἐκ τῶν λεγομένων μεριζομένης καὶ πρὸς τὴν ἐναντιότητα τῶν δογμάτων διελκομένης; ἢ τοῦτο τῆς προφητείας ἐστὶ τάχα τὸ αἴνιγμα, ὃ περὶ τῶν Ἰουδαίων φησὶν ὁ ∆αβὶδ ὅτι ∆ιεσχίσθησαν καὶ οὐ κατε νύγησαν. ἰδοὺ γὰρ οὐδὲ πρὸς τὴν ἐναντίωσιν τῶν δογμάτων διασχιζόμενοι τὴν τοῦ πλημμελήματος αἴσθησιν ἔχουσιν, ἀλλὰ φέρονται διὰ τῶν ὤτων, ἀμφορέων δίκην πρὸς τὸ 3.2.77 δοκοῦν τῷ μετατιθέντι περιαγόμενοι. ἤρεσεν αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν προσφυῶς τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπεῖν· εὐθὺς καθάπερ οἱ νυστάζοντες τοῖς εἰρημένοις ἐπένευσαν. μετέθετο πάλιν πρὸς τοὐναντίον τὸν λόγον καὶ ἀρνεῖται τοῦ υἱοῦ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν· πάλιν οἱ φίλτατοι καὶ τούτῳ συνανανεύουσιν, ὥσπερ αἱ τῶν σω μάτων σκιαὶ τῇ αὐτομάτῳ μιμήσει πρὸς τὴν τοῦ προάγοντος συμμετασχηματίζονται κίνησιν, ὅπῃπερ ἂν ἐθέλῃ, πρὸς τοῦτο ῥέποντες, κἂν ἑαυτῷ μάχηται, καὶ τοῦτο καταδεχόμενοι. ἄλλος τις οὗτος Ὁμηρικὸς κυκεών, οὐ τὰ σώματα τῶν φαρ μακευομένων ἀλλάσσων εἰς ἀλόγων μορφάς, ἀλλὰ κατὰ τῶν ψυχῶν ἐνεργῶν τὴν ἐπὶ τὸ ἄλογον αὐτῶν μεταμόρφωσιν. 3.2.78 περὶ μὲν γὰρ ἐκείνων ὁ λόγος φησὶν ὅτι βέβαιος αὐτοῖς ὁ νοῦς ἦν, ἀλλοιωθέντος πρὸς τὸ θηριῶδες τοῦ εἴδους· ἐν ταῦθα δὲ τῶν σωμάτων αὐτοῖς ἐν τῷ κατὰ φύσιν διαμενόν των πρὸς τὸ ἄλογον αἱ ψυχαὶ μεταπλάσσονται. καὶ ὥσπερ ἐκεῖ φησιν ἡ ποιητικὴ τερατεία εἰς διαφόρων θηρίων εἴδη τοὺς φαρμακευθέντας ἀλλάσσεσθαι κατὰ τὸ ἀρέσκον τῇ παρασοφιζομένῃ τὴν φύσιν, τὰ αὐτὰ καὶ νῦν γίνεται παρὰ 3.2.79 τοῦ Κιρκαίου τούτου κρατῆρος. οἱ γὰρ ἐμπίνοντες τῆς γεγοητευμένης ἀπάτης ἐκ τοῦ αὐτοῦ συγγράμματος εἰς δια φόρους δογμάτων μορφὰς ἀλλοιοῦνται, νῦν μὲν τούτῳ, πάλιν δὲ τῷ ἑτέρῳ μορφούμενοι. καὶ ἐπὶ τούτοις οἱ γλυκύτατοι κατὰ τὴν τοῦ μύθου διασκευὴν ἀγαπῶσιν ἔτι τὸν τῆς τοι αύτης ἀλογίας αὐτοῖς ἐξηγούμενον καὶ οἷόν τινα καρπὸν κρανείας ἢ βάλανον τοὺς διαρριπτουμένους παρ' αὐτοῦ λό γους ὑποκεκυφότες ἐκλέγουσιν, συῶν δίκην πρὸς τὰ χαμαιρ ριφῆ τῶν δογμάτων λαιμάργως ἐπιτρέχοντες, τοῖς δὲ ὑψη λοῖς τε καὶ οὐρανίοις ἐνατενίζειν φύσιν οὐκ ἔχοντες. διὰ τοῦτο τὴν ἐπὶ τὰ ἐναντία τοῦ λόγου παρατροπὴν οὐχ ὁρῶ σιν, ἀλλὰ τὸ ἐπ' αὐτοὺς ἐλθὸν ἀνεξετάστως ἁρπάζουσιν, 3.2.80 οἷον δὴ ἂν ᾖ· καὶ καθάπερ φασὶ τῶν διὰ μανδραγόρου κεκαρωμένων κώματί τινι καὶ δυσκινησίᾳ κρατεῖσθαι τὰ σώματα, τὸν αὐτὸν τρόπον καὶ τούτοις διάκειται τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὴν σύνεσιν τῆς ἀπάτης ἀποναρκή σαντα. δεινὸν μὲν οὖν καὶ τοῖς κεκρυμμένοις δόλοις ἔκ τινος παραλογισμοῦ κατὰ τὸ λεληθὸς ἐνσχεθῆναι, πλὴν ἀλλὰ συγγνωστὸν τὸ ἀτύχημα, ὅταν ἀκούσιον ᾖ· τὸ δ' ἐκ προνοίας τινὸς καὶ σπουδῆς τοῦ κακοῦ τὴν πεῖραν ἐφέλ κεσθαι, μὴ ἀγνοοῦντα τὴν συμφοράν, πᾶσαν ὑπερβολὴν 3.2.81 δυστυχημάτων παρέρχεται. πῶς γὰρ οὐκ ἄξιον σχετλιάζειν, ὅταν ἀκούωμεν ὅτι καὶ τῶν ἰχθύων οἱ λίχνοι γυμνὸν μὲν προσεγγίζοντα τὸν σίδηρον φεύγουσι, πρὸς δὲ τὸ δέλεαρ ἀπατώμενοι τροφῆς ἐλπίδι κατασπῶσι τὸ ἄγκιστρον, ἐν οἷς δὲ πρόδηλόν ἐστι τὸ κακὸν αὐτομολεῖν ἑκουσίως ἐπὶ τὸν ὄλεθρον τοῦτον καὶ τῆς τῶν ἰχθύων ἀλογίας ἐστὶν ἀθλιώ τερον. οἱ μὲν γὰρ πρὸς τὸν κεκαλυμμένον διὰ γαστριμαρ γίας ὑπήχθησαν ὄλεθρον, οἱ δὲ γυμνὸν περιχαίνουσι τῆς ἀσεβείας τὸ ἄγκιστρον, διά τινος ἀλόγου προσπαθείας ἀγα πῶντες τὸν ὄλεθρον. τί γὰρ ἂν ταύτης τῆς ἐναντιότητος γένοιτο προδηλότερον ἢ τὸ λέγειν, ὅτι ὁ αὐτὸς καὶ ἐγεν νήθη καὶ κτίσμα ἐστὶ καὶ τὸ προσφυὲς ἔχει τῆς τοῦ υἱοῦ κλήσεως καὶ πάλιν ἀλλοτριοῦται τῆς τοῦ υἱοῦ σημασίας; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.2.82 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν ἐξετα σθέντα διὰ τὸ προφανὲς τῆς τῶν εἰρημένων ἐναντιότητος προχείρως ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίων τῆς ἀντιρρή σεως ἄρξασθαι. εἴρηται τοίνυν κατὰ τὴν ἀρχὴν παρὰ τοῦ Εὐνομίου ταῦτα· 20οὕτω δὲ τούτων διῃρημένων, εἰ κότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννή ματος καὶ ποιήματος καὶ κτίσματος προση 3.2.83 γορίας20. πρῶτον τοίνυν ὑπομνησθῆναι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι ὅτι 20κυριωτάτην20 εἶναι καὶ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί, διὰ τού των προαγαγὼν τῶν ῥημάτων τὸν λόγον ὅτι 20πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας20. καὶ ἐν ταῦθα 20κυριωτάτην20 λέγει καὶ 20πρώτην20 τοῦ μονογενοῦς τὴν οὐσίαν. οὐκοῦν συνθέντες ἀφ' ἑκατέρου βιβλίου τὰς Εὐνομίου φωνὰς αὐτὸν τοῦτον παραστησόμεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἑτέρωθί που τὸ τοιοῦτον ἀποφη νάμενον, ὅτι 20ὧν αἱ αὐταὶ προσηγορίαι, τούτων 3.2.84 οὐδὲ ἡ φύσις διάφορος20. οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταὐτότητι τῶν προσηγοριῶν διεσήμαινεν ὁ ἑαυτῷ μαχό μενος. ἀλλ' ἐπειδὴ εἷς ἐν πατρὶ καὶ υἱῷ ὁ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριω τάτην δὲ καὶ ταύτην εἶναί φησι. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμό ζουσα, ᾧ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. οἷον ἄν θρωπον ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν, ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῷον τὸ ἐν τῇ φύσει δεικνύμενον· καὶ θεὸν ὡσαύτως εἴδωλόν τε καὶ δαιμόνιον καὶ κοιλίαν οἶδεν ὁ τῆς γραφῆς λόγος προσαγορεύειν, ἀλλ' οὐχὶ καὶ τὸ κύριον ἡ κλῆσις ἔχει, καὶ τὰ ἄλλα πάντα 3.2.85 κατὰ τὸν αὐτὸν τρόπον. βεβρωκέναι τις κατὰ τὴν ἐνύπνιον φαντασίαν λέγεται, ἀλλ' οὐκ ἔστι κυρίαν βρῶσιν τὴν φαντα σίαν εἰπεῖν. ὥσπερ τοίνυν ἐπίσης ἐπὶ δύο τινῶν ἀνθρώπων κατὰ φύσιν ὑφεστηκότων ἑκάτερον αὐτῶν κυρίως τῇ φωνῇ τοῦ ἀνθρώπου προσαγορεύομεν, εἰ δὲ τὴν ἄψυχόν τις εἰκόνα πρὸς τὸν κατὰ ἀλήθειαν ἄνθρωπον συνθεὶς ἀριθμήσειε, δύο μὲν ἀνθρώπους ἴσως ἂν εἴποι τόν τε ἀληθῶς ὄντα καὶ τὸ ὁμοίωμα, οὐκέτι δ' ἂν καὶ τὸ κύριον ἀμφοτέροις προσμαρτυρήσειεν, οὕτως εἴπερ ἄλλο τι παρὰ τὴν τοῦ πα τρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς φύσις ὑπενοεῖτο, οὐκ ἂν 20κυ ριωτάτην20 ἑκατέραν τῶν οὐσιῶν ὁ λογογράφος ὠνόμασε. πῶς γὰρ ἄν τις τὰ διαφέροντα τῇ φύσει τῇ ταὐτότητι τῶν ὀνομάτων σημάνειεν; 3.2.86 Ἀλλ' ἔοικεν ἡ ἀλήθεια καὶ διὰ τῶν πολεμούντων αὐτῇ φανεροῦσθαι, μὴ δυναμένου καθάπαξ μηδὲ ἐν ταῖς τῶν ἐχθρῶν φωναῖς ὑπερισχύειν τῆς ἀληθείας τοῦ ψεύ δους. διὰ τοῦτο τῷ στόματι τῶν ἀντικειμένων καὶ μὴ εἰδότων ἃ λέγουσιν ὁ τῆς εὐσεβείας ἀνακηρύσσεται λόγος· καθάπερ καὶ ὑπὸ τοῦ Καϊάφα τὸ σωτήριον ὑπὲρ ἡμῶν τοῦ κυρίου πάθος προηγόρευτο, οὐκ εἰδότος ὃ λέγει. οὐκοῦν εἰ κοινὸν ἐπ' ἀμφοτέρων τῆς οὐσίας τὸ 20κυριώτατον20, τοῦ πατρὸς λέγω καὶ τοῦ υἱοῦ, τίνα χώραν ἔχει τὸ 20παρηλ λάχθαι τὰς οὐσίας20 ἀλλήλων λέγειν; ἢ πῶς ἐν αὐταῖς ἡ πρὸς τὸ δυνατώτερόν τε καὶ μεῖζον καὶ προτιμότερον ἐν θεωρεῖται διαφορά, τῆς κυριωτάτης οὐσίας οὐδεμίαν παρα 3.2.87 δεχομένης ἐλάττωσιν; τὸ γὰρ ἀτελῶς ὄν, ὅτι περ ἂν ᾖ, κυρίως οὐκ ἔστιν, οὐ φύσις, οὐ δύναμις, οὐκ ἀξίωμα, οὐκ ἄλλο τι τῶν καθ' ἕκαστον θεωρουμένων οὐδέν, ὥστε ἡ κατ' οὐσίαν τοῦ πατρὸς ὑπεροχή, καθὼς ἡ αἵρεσις βούλεται, τὸ ἀτελὲς τῆς οὐσίας τοῦ μονογενοῦς διελέγχει. εἰ οὖν ἀτελής, οὐ κυρία· εἰ δὲ 20κυριωτάτη20, καὶ τελεία πάντως· τέλειον γὰρ τὸ ἐλλιπὲς ὀνομάζεσθαι φύσιν οὐκ ἔχει. ἀλλ' οὐδὲ συγκριτικῶς ἀντιπαρατιθεμένου τελείου πρὸς τέλειον, δια φοράν τινα κατὰ πλεονασμὸν ἢ ἔλλειψιν γινομένην δυνατόν ἐστιν ἐπινοῆσαι· μία γὰρ ἐπ' ἀμφοῖν ὥσπερ ἐπὶ κανόνος ἡ τελειότης, οὔτε κοιλαινομένη τῷ λείποντι οὔτε ἀνωμαλοῦσα 3.2.88 τῷ πλεονάζοντι. τὴν μὲν οὖν ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγ ματος τοῦ Εὐνομίου συνηγορίαν ἱκανῶς ἐκ τῶν εἰρημένων ἔστιν ἰδεῖν, μᾶλλον δὲ οὐ τὴν ὑπὲρ ἡμῶν σπουδήν, ἀλλὰ τὴν πρὸς ἑαυτὸν μάχην. δι' ὧν γὰρ τὸ ἡμέτερον δόγμα τοῖς ἰδίοις συνίστησι λόγοις, καθ' ἑαυτοῦ τρέπει τὰ μηχα νήματα. ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς τὴν κακίαν ὁ παρ' αὐτῶν λόγος ἔχει. 3.2.89 Ἀκούσωμεν τοίνυν τῶν εἰρημένων· 20εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. τίς οὐκ οἶδεν ὅτι τὸ χωρίζον ἀπὸ τῆς αἱρέσεως τὴν ἐκκλησίαν ἡ τοῦ κτίσματός ἐστι φωνὴ ἐπὶ τοῦ υἱοῦ λεγομένη; οὐκοῦν ὁμολογουμένης παρὰ πᾶσι τῆς κατὰ τὸ δόγμα διαφορᾶς, τὸν ἐπιχειροῦντα δεικνύειν τῶν ἡμετέρων τὰς ἰδίας ὑπο λήψεις ἀληθεστέρας τί πράττειν εὐλογώτερον ἦν, κατα σκευάζειν δηλονότι τὸν ἴδιον λόγον, δι' ὧν οἷόν τε ἦν, ἀπο δεικνύντα κτιστὸν τὸν κύριον εἶναι δεῖν οἴεσθαι, ἢ τοῦτον παρέντα νομοθετεῖν τοῖς ἀκούουσιν ὡς ὁμολογούμενα τὰ 3.2.90 ἀμφιβαλλόμενα λέγειν; ἐγὼ μὲν ἐκεῖνό φημι· τάχα δὲ καὶ πάντες, οἷς μέτεστι διανοίας, τοῦτο παρὰ τῶν ἀντιλεγόντων ἐπιζητήσουσι, τὸ τὴν ἀρχὴν τοῦ λόγου πρῶτον ἐπί τινος ἀναντιρρήτου βάσεως στήσαντας οὕτω τοῖς ἀκολούθοις ἐνα 3.2.91 γωνίζεσθαι. οὑτοσὶ τοίνυν ἀφεὶς τὴν περὶ τοῦ χρῆναι κτι στὸν αὐτὸν οἴεσθαι κατασκευὴν τὰ ἐφεξῆς διεξέρχεται, τῷ ἀνυποστάτῳ λήμματι τὴν τῶν λογισμῶν ἀκολουθίαν ἁρμό ζων, οἷόν τι πάσχουσιν οἱ ταῖς ματαίαις ἐπιθυμίαις κατὰ ψυχὴν ἐμβαθύνοντες, ἢ πρὸς βασιλείαν ἢ πρὸς ἄλλο τι τῶν σπουδαζομένων ταῖς ἐννοίαις διαχεόμενοι· οὐχ ὅπως ἂν γένοιτό τι τῶν σπουδαζομένων αὐτοῖς ἐπινοοῦσιν, ἀλλ' ὡς τούτου παρόντος διατιθέασιν ἑαυτοῖς καὶ οἰκονομοῦσι πρὸς τὸ δοκοῦν τὸ εὐτύχημα, διά τινος ἡδονῆς τοῖς ἀνυπ 3.2.92 άρκτοις ἐπιπλανώμενοι. οὕτως ἡμῖν καὶ ὁ σοφὸς λογο γράφος τὴν πολυθρύλητον ἑαυτοῦ διαλεκτικὴν οὐκ οἶδα ὅπου κατακοιμίσας, πρὶν ἀποδεῖξαι περὶ τοῦ ζητουμένου, καθάπερ τισὶ παιδίοις διαμυθολογεῖται τὴν ἀπατηλὴν ταύ την καὶ ἀκατάσκευον τοῦ καθ' ἑαυτὸν δόγματος φλυαρίαν οἷον διήγημά τι παροίνιον ἐκτιθέμενος. 3.2.93 Λέγει γὰρ 20τὴν ἐνεργείᾳ τοῦ πατρὸς ὑπο στᾶσαν οὐσίαν δέχεσθαι τὴν τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίαν20. τίς ἀπέδειξε λόγος ἐνεργείᾳ τινὶ κατασκευαστικῇ τὸν υἱὸν ὑποστῆναι, τὴν δὲ φύσιν τοῦ πατρὸς ἀνενέργητον ὡς πρὸς τὴν ὑπόστασιν τοῦ υἱοῦ μεῖναι; τὸ γὰρ ἀμφιβαλλόμενόν τε καὶ ζητούμενον τοῦτο ἦν, εἴτε ἡ οὐσία τοῦ πατρὸς ἐγέν νησε τὸν υἱὸν εἴτε τι τῶν ἔξωθεν παρεπομένων τῇ φύσει 3.2.94 τοῦτον εἰργάσατο. τῆς τοίνυν ἐκκλησίας κατὰ τὴν θείαν διδασκαλίαν ἀληθῶς θεὸν εἶναι τὸν μονογενῆ πιστευούσης, τὴν δὲ <τῆς> πολυθεΐας δεισιδαιμονίαν βδελυσσομένης καὶ διὰ τοῦτο τὴν τῶν φύσεων διαφορὰν οὐ προσδεχομένης, ὡς ἂν μὴ τῇ παραλλαγῇ τῶν οὐσιῶν ὑπὸ ἀριθμὸν αἱ θεό τητες πίπτοιεν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὴν πολυθεΐαν πάλιν ἐπεισάγειν τῷ βίῳ, ταῦτα τοίνυν τῆς ἐκκλησίας ἰδιω τικῶς διδασκούσης, ὅτι ἐκ τῆς οὐσίας τοῦ ἀληθινοῦ θεοῦ ἀληθινὸς θεὸς κατ' οὐσίαν ὁ μονογενής ἐστι θεός, τὸν ἀντιβαίνοντα τοῖς ἐγνωσμένοις πῶς ἀνατρέπειν ἔδει τὴν προειλημμένην ὑπόληψιν; οὐχὶ τῷ κατασκευάζειν τὸν ἀντι κείμενον λόγον, διά τινος ὁμολογουμένης ἀρχῆς συναποδει κνύοντα τὸ ἀμφίβολον; οὐκ ἂν οἶμαί τινα τῶν νοῦν ἐχόν 3.2.95 των ἕτερόν τι παρὰ ταῦτα ζητῆσαι. ἀλλ' οὗτος ἀπὸ τῶν ἀμφισβητουμένων ἄρχεται καὶ ὡς ἀποδεδειγμένον τὸ ἀμφι βαλλόμενον ἀρχὴν τῷ ἐφεξῆς δίδωσι λόγῳ. ἀποδειχθέντος γὰρ πρότερον ὅτι διά τινος ἐνεργείας ὁ υἱὸς ὑπέστη, τίς ἂν ἦν μάχη πρὸς τὸ ἑπόμενον, τὸ εἰς ἑαυτὴν δέχεσθαι τὴν τοῦ ποιήματος προσηγορίαν λέγειν τὴν δι' ἐνεργείας τινὸς ὑποστᾶσαν οὐσίαν; ἕως δ' ἂν ἀκατάσκευον ᾖ τὸ προηγού μενον, πῶς ἰσχὺν ἔχει τὸ ἐφεπόμενον, εἰπάτωσαν οἱ τῆς 3.2.96 ἀπάτης συνήγοροι. καὶ γὰρ εἴ τις πτηνὸν γενέσθαι καθ' ὑπόθεσιν δοίη τὸν ἄνθρωπον, περὶ τῶν ἐφεξῆς οὐκέτι μα χήσεται. καὶ πτήσεται γάρ πως ὁ πτηνὸς γενόμενος καὶ ἄνω τῆς γῆς ἑαυτὸν ἀνάξει, μετάρσιος ἐπὶ πτερύγων δι' ἀέρος φερόμενος. ἀλλὰ σκεπτέον πῶς ἂν γένοιτο πτηνὸς ὁ τὴν φύσιν οὐ λαχὼν ἐναέριον, τούτου δὲ μὴ ὄντος, μάταιον 3.2.97 τὸ μετὰ τοῦτο διεξιέναι. κἀκεῖνος τοίνυν τουτὶ πρῶτον ἐπι δειξάτω, τὸ μάτην πεπιστευκέναι τὴν ἐκκλησίαν ἀληθῶς εἶναι τὸν μονογενῆ υἱόν, οὐ κατὰ θέσιν εἰσποιηθέντα ψευδ ωνύμῳ πατρί, ἀλλὰ κατὰ φύσιν γεννητῶς ἐκ τοῦ ὄντος ὄντα, μὴ ἀπεξενωμένον τῆς τοῦ γεννήσαντος φύσεως. ταῦτα πρῶτον ὡς ψευδῆ διελεγξάτω, καὶ τότε περὶ τῶν ἀκολού θων διεξιὼν πιθανὸς ἔσται. ἕως δ' ἂν τὸ πρῶτον ἀναπό 3.2.98 δεικτον ᾖ, φλυαρίας ἐστὶν ἐμφιλοχωρεῖν τοῖς δευτέροις. καί μοι μηδεὶς ὑποκρουέτω καὶ τὸ παρ' ἡμῶν διομολογούμενον διὰ κατασκευῆς κυρωθῆναι· ἀρκεῖ γὰρ εἰς ἀπόδειξιν τοῦ ἡμετέρου λόγου τὸ πατρόθεν ἥκειν πρὸς ἡμᾶς τὴν παρά δοσιν, οἷόν τινα κλῆρον δι' ἀκολουθίας ἐκ τῶν ἀποστόλων 3.2.99 διὰ τῶν ἐφεξῆς ἁγίων παραπεμφθέντα. οἱ δὲ πρὸς τὴν καινότητα ταύτην μετατιθέντες τὰ δόγματα πολλῆς ἂν δέ οιντο τῆς ἐκ τῶν λογισμῶν συμμαχίας, εἰ μέλλοιεν μὴ τοὺς κονιορτώδεις τῶν ἀνθρώπων καὶ εὐριπίστους, ἀλλὰ καὶ τοὺς ἐμβριθεῖς τε καὶ βεβηκότας ταῖς διανοίαις προσάγεσθαι· ἕως δ' ἂν ἀκατάσκευος αὐτοῖς καὶ ἀναπόδεικτος ὁ λόγος προφέρηται, τίς οὕτως ἠλίθιος καὶ κτηνώδης, ὡς τῶν εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ τῶν καθεξῆς ἐν ταῖς ἐκκλησίαις διαλαμψάντων ἀσθενεστέραν τὴν διδασκαλίαν τῆς ἀναποδείκτου φλυαρίας ποιήσασθαι; 3.2.100 Ἴδωμεν δὲ καὶ τὸ δυσφωρατότατον τῆς ἀγχινοίας τοῦ λογογράφου, ὅπως τῇ περιουσίᾳ τῆς διαλεκτικῆς ἐμπειρίας πρὸς τοὐναντίον εὐμηχάνως τοὺς ἀκεραιοτέρους ἐφέλκεται. προσέρριψε τῇ τοῦ 20ποιήματος20 καὶ 20κτίσματος20 προσ ηγορίᾳ καὶ τὴν φωνὴν τοῦ 20γεννήματος20, εἰπὼν εἰς ἑαυτὴν δέχεσθαι τὰ ὀνόματα ταῦτα τοῦ υἱοῦ τὴν οὐσίαν, καὶ ὥσπερ ἐν μεθυόντων συνεδρίῳ δημηγορῶν οἴεται μηδενὶ κατά φωρον ἑαυτοῦ τὴν περὶ τὸ δόγμα κακουργίαν γενήσεσθαι. τῷ γὰρ συνάψαι τὸ γέννημα τῷ κτίσματί τε καὶ τῷ ποιή ματι ἐκκλέπτειν ἡγεῖται τὴν κατὰ τὸ σημαινόμενον τῶν ὀνομάτων διαφορὰν διὰ τῆς τῶν ἀκοινωνήτων συντάξεως. 3.2.101 ταῦτα τὰ σοφὰ τῆς διαλεκτικῆς μηχανήματα. ἀλλ' ἡμεῖς οἱ ἰδιῶται τῷ λόγῳ τὸ μὲν εἶναι τοῦτο κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν, ὅπερ ὁ λόγος περὶ ἡμῶν δείκνυσιν, οὐκ ἀρνούμεθα, ὠτία δέ, καθώς φησιν ὁ προφήτης, κατηρ τίσθαι καὶ ἡμῖν πρὸς ἀκοὴν εὐσύνετον ὁμολογοῦμεν. διόπερ οὐδὲν διὰ τῆς συναφείας τῶν ἀκοινωνήτων ὀνομάτων εἰς τὴν τῶν σημαινομένων σύγχυσιν ὑπαγόμεθα· ἀλλὰ κἂν ὁ μέγας ἀπόστολος κατὰ ταὐτὸν ὀνομάσῃ ξύλα καὶ χόρτον καὶ καλάμην χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους, καὶ τὸν ἀριθμὸν τῶν μνημονευθέντων ἐπὶ κεφαλαίου συλ λογιζόμεθα, καὶ τὴν φύσιν ἑκάστου τῶν κατωνομασμένων 3.2.102 ἰδιαζόντως οὐκ ἀγνοήσομεν. οὕτω καὶ νῦν 20γεννήματος καὶ ποιήματος20 κατὰ ταὐτὸν μνημονευθέντων, ἐκ τῶν φωνῶν ἐπὶ τὰ σημαινόμενα μεταβάντες οὐ τὴν αὐτὴν ἑκάστῳ τῶν ὀνομάτων ἐνθεωροῦμεν διάνοιαν· ἄλλο γάρ τι τὸ κτίσμα καὶ ἕτερον σημαίνει τὸ γέννημα, ὥστε κἂν ἐκεῖνος μιγνύῃ τὰ ἄμικτα, ὁ συνετὸς ἀκροατὴς διακεκριμένως ἀκού σεται καὶ δείξει τῶν ἀδυνάτων εἶναι τὴν τοῦ γεννήματος καὶ τὴν τοῦ κτίσματος προσηγορίαν μίαν τινὰ φύσιν εἰς ἑαυτὴν δέχεσθαι. εἰ γὰρ τὸ ἕτερον ἀληθεύοιτο τούτων, ψεῦδος ἐξ ἀνάγκης ἔσται τὸ ἕτερον, ὥστε εἰ κτίσμα εἴη, μὴ εἶναι γέννημα, καὶ τὸ ἔμπαλιν, εἰ γέννημα λέγοιτο, ἀλ λοτριοῦσθαι τῆς ἐπωνυμίας τοῦ κτίσματος. 3.2.103 Ἀλλά φησιν ὁ Εὐνόμιος 20εἰς ἑαυτὴν δέχεσθαι τοῦ υἱοῦ τὴν οὐσίαν τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. μή τι διὰ τῶν ὑπολοίπων κατησφαλίσατο τὸν ἀκέφαλον τοῦτον καὶ ἄρριζον λόγον (ὡς οὐδεμία διὰ τῶν πρώτων κατε βλήθη πρὸς τὸ κατασκευαζόμενον δύναμις) ἢ καὶ τὰ λοιπὰ τῆς αὐτῆς ἔχεται ματαιότητος, οὐκ ἀπό τινος τῆς ἐκ τῶν λογισμῶν συμμαχίας τὴν ἰσχὺν προσλαβόντα, ἀλλὰ διεξο δικήν τε καὶ ἀκατάσκευον ὥσπερ ἐπὶ τῆς τῶν ὀνείρων διη 3.2.104 γήσεως τὴν τῆς βλασφημίας ἔκθεσιν ἔχοντα; λέγει γὰρ τοῖς εἰρημένοις ἐπισυνάψας ταῦτα ὅτι 20ἀμεσίτευτον μὲν ἔχουσαν τὴν γέννησιν, ἀμερίστως δὲ σῴ ζουσαν τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιη κότα καὶ κτίσαντα σχέσιν20. εἰ γὰρ τὸ ἀμεσίτευτόν τε καὶ ἀμέριστον καταλιπόντες αὐτὴν ἐφ' ἑαυτῆς θεωρή σαιμεν τὴν τῶν ῥημάτων διάνοιαν, εὑρήσομεν ὅτι πανταχοῦ τὸ ληρῶδες τῆς διδασκαλίας δι' οὐδενὸς ἰσχυροποιούμενον λόγου ταῖς ἀκοαῖς τῶν ἀπατωμένων προσρίπτεται. 20τὸν γεγεννηκότα20, φησί, 20καὶ κτίσαντα καὶ ποιή 3.2.105 σαντα20. ταῦτα κἂν τρία δοκῇ, δύο νοημάτων περιέχει τὴν σημασίαν, τῷ τὰς δύο φωνὰς ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔννοιαν. τὸ γὰρ ποιῆσαι τῷ κτίσαι ταὐτόν ἐστιν, ἕτερον δὲ παρὰ τὰ εἰρημένα ἡ γέννησις. τῆς οὖν κοινῆς τῶν ἀνθρώπων ὑπολήψεως πρὸς διαφόρους ἐννοίας ἐκ τῆς τῶν ῥημάτων σημασίας μεριζομένης, τίς ἡμῖν ἐπέδειξε λόγος ταὐτὸν εἶναι τῇ γεννήσει τὸ ποίημα, ἵνα τὴν μίαν 3.2.106 οὐσίαν τῇ τῶν ῥημάτων διαφορᾷ προσαρμόσωμεν; ἕως γὰρ ἂν ἡ συνήθης κρατῇ σημασία τῶν λέξεων καὶ μηδεὶς εὑρίσκηται λόγος ὁ μετασκευάζων εἰς τὸ ἐναντίον τὰς τῶν ῥημάτων ἐμφάσεις, οὐκ ἐνδέχεται μίαν τινὰ φύσιν πρὸς τὴν τοῦ ποιήματος καὶ γεννήματος ἔννοιαν διασχισθῆναι. ἐπειδὴ γὰρ ἐφ' ἑαυτοῦ λεγόμενον τούτων ἑκάτερον ἰδιά ζουσαν ἔχει τὴν ἑρμηνείαν, ἀνάγκη πᾶσα οἰκείαν τε καὶ συγγενῆ τοῖς ὀνόμασι συνεπινοεῖσθαι καὶ τὴν σχετικὴν 3.2.107 συζυγίαν. καὶ γὰρ τὰ λοιπὰ τῶν πρός τι λεγομένων οὐ πρὸς τὸ ἀλλότριόν τε καὶ ἀκατάλληλον ἔχει τὴν οἰκειότητα, ἀλλὰ κἂν σιωπηθῇ πρὸς ὃ λέγεται, αὐτομάτως μετὰ τοῦ πρωτοτύπου καὶ τὸ συνεζευγμένον ἀκούεται· οἷον δημιουργὸς δοῦλος φίλος υἱὸς καὶ τὰ τοιαῦτα. πάντα γὰρ ὅσα τῇ πρὸς ἕτερον ἀναφορᾷ θεωρεῖται, τὴν οἰκείαν ἕκαστον καὶ συνημμένην τοῦ δηλουμένου συγγένειαν διὰ τῆς προσηγορίας παρίστησιν, ἄμικτον ἔχοντα τὴν πρὸς τὸ ἑτερογενὲς κοινω 3.2.108 νίαν. οὔτε γὰρ τοῦ δημιουργοῦ τὸ ὄνομα τῷ υἱῷ συνέ ζευκται οὔτε ἡ τοῦ δούλου φωνὴ πρὸς τὸν δημιουργὸν ἀναφέρεται οὔτε ὁ φίλος τὸν δοῦλον ἐδήλωσεν οὔτε ὁ υἱὸς τὸν δεσπότην, ἀλλὰ φανερὰν καὶ διακεκριμένην τούτων ἑκάστου τὴν πρὸς τὸ κατάλληλον συζυγίαν ἐπιγινώσκομεν, νοοῦντες διὰ μὲν τοῦ φίλου ἕτερον φίλον, διὰ δὲ τοῦ δούλου τὸν κύριον, τὸ δὲ ἔργον διὰ τοῦ δημιουργοῦ καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα. οὕτω τοίνυν καὶ τὸ γέννημα καὶ τὸ ποίημα πρός τι τὴν κυρίαν ἔμφασιν ἔχει. οὐκοῦν συνέ ζευκται τῷ μὲν γεννήματι ὁ γεννήσας, ὁ δὲ κτίσας τῷ κτίσματι, καὶ δεῖ πάντως, εἴγε μὴ μέλλομεν σύγχυσίν τινα τῶν πραγμάτων διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς ἐμποιεῖν, σῴζειν ἑκάστῳ τῶν πρός τι λεγομένων τὸ οἰκείως συσση μαινόμενον. 3.2.109 Φανερᾶς οὖν οὔσης τῆς τῶν λέξεων τούτων ἐννοίας πρὸς ὅ τι βλέπει, πῶς ὁ διὰ τῆς λογικῆς τεχνολογίας προ άγων τὰ δόγματα τὴν οἰκείαν τῶν πρός τι διάνοιαν ἐπὶ τῶν ὀνομάτων τούτων οὐ κατενόησεν, ἀλλ' ἁρμόζειν <δεῖν> οἴεται τῷ πεποιηκότι τὸ γέννημα καὶ τῷ γεγεννηκότι τὸ ποίημα, λέγων 20τοῦ υἱοῦ τὴν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας, ἀμέριστον δὲ σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα 3.2.110 σχέσιν20; τὸ γὰρ ἓν πρᾶγμα πρὸς διαφόρους σχέσεις κατα μερισθῆναι φύσιν οὐκ ἔχει, ἀλλ' ὁ μὲν υἱὸς τῷ πατρὶ προσ ωκείωται καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι, τὸ δὲ ποίημα πρὸς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχει· πλὴν εἰ μή τινα κατάχρησιν ἐν ἀδιαφόρῳ τινὶ συνηθείᾳ ῥημάτων κυριωτέραν ἡγοῖτό τις εἶναι τῆς προσφυοῦς σημασίας. 3.2.111 Τίσιν οὖν λογισμοῖς καὶ ποίαις κατασκευαῖς κατὰ τὴν ἄμαχον διαλεκτικὴν ἐκείνην εἰς τοὐναντίον τὰς δόξας τῶν πολλῶν μεταστήσας ταῦτα κατ' ἐξουσίαν διέξεισιν, ὅτι τοῦ ἐπὶ πάντων θεοῦ καὶ κτίστου καὶ πατρὸς νοουμένου τε καὶ λεγομένου ὁ υἱὸς πρὸς ἀμφοτέρας τὰς προσηγορίας ἐπιτη δείως ἔχει, καὶ κτίσμα καὶ γέννημα κατὰ τὸ ἴσον λεγό 3.2.112 μενος; τῆς γὰρ τοῦ λόγου συνηθείας τε καὶ ἀκριβείας οἰκείως διακρινούσης τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ τὸ μὲν τῆς γεννήσεως ὄνομα ἐπὶ τῶν ἐξ αὐτῆς τῆς οὐσίας γεννω μένων λεγούσης, τὸ δὲ τῆς κτίσεως ἐπὶ τῶν ἔξωθεν τῆς τοῦ κατασκευάζοντος φύσεως συνισταμένων, καὶ διὰ τοῦτο τῶν θείων δογμάτων ἐν τῇ παραδόσει τῆς θεογνωσίας πατέρα καὶ υἱὸν παραδεδωκότων, οὐ κτίστην καὶ ἔργον, ὡς ἂν μή τις γένοιτο παραφθορὰ πρὸς τὸ βλάσφημον, εἰς τὸ ἀλλότριόν τε καὶ ξένον τῆς τοιαύτης προσηγορίας τὸν υἱὸν ἀπωθούσης, μηδέ τινα πάροδον λάβοι τὰ ἄθεα δόγματα τὰ τῆς κατ' οὐσίαν οἰκειότητος τὸν μονογενῆ τοῦ πατρὸς ἀφο ρίζοντα, ὁ λέγων τῷ υἱῷ τὴν τοῦ ποιήματος ἁρμόζειν προσ ηγορίαν ἐρεῖ πάντως κατὰ τὸ ἀκόλουθον καὶ ἐπὶ τοῦ ποιή ματος τὴν τοῦ υἱοῦ κλῆσιν προσφυῶς ἔχειν, ὥστε, εἰ ὁ υἱὸς κτίσμα καὶ ὁ οὐρανὸς υἱὸς καὶ τὰ καθ' ἕκαστον τῶν γεγονότων κυρίως κατὰ τὸν λογογράφον τῇ τοῦ υἱοῦ προσ 3.2.113 ηγορίᾳ κατονομάζεται. εἰ γὰρ ἐκεῖνος οὐχὶ τῷ κοινωνεῖν τῷ γεγεννηκότι τῆς φύσεως ἔχει τὸ ὄνομα, ἀλλὰ καθὸ κτιστός ἐστι, κατὰ τοῦτο υἱὸς ὀνομάζεται, ὁ αὐτὸς δώσει λόγος καὶ ἀμνὸν καὶ κύνα καὶ βάτραχον καὶ πάντα, ὅσα θελήματι τοῦ πεποιηκότος ὑπέστη, τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεσθαι. εἰ δὲ τούτων ἕκαστον διὰ τὸ ἔξω τῆς τοῦ θεοῦ φύσεως εἶναι υἱὸς οὐκ ἔστιν οὐδὲ θεὸς λέγεται, κατὰ τὸ ἀκόλουθον πάντως ὁ κυρίως υἱὸς διὰ τὸ ἐξ αὐτῆς εἶναι τοῦ γεγεννηκότος τῆς φύσεως υἱός ἐστι καὶ θεὸς εἶναι 3.2.114 ὁμολογεῖται. ἀλλὰ μυσάττεται τὴν τῆς γεννήσεως ἔννοιαν καὶ ἀφορίζει τῶν θείων δογμάτων τῇ σαρκώδει φυσιολογίᾳ διαβάλλων τὸ ὄνομα. ἀλλ' ἱκανῶς ὑπὲρ τούτων ἐν τοῖς φθάσασιν ὁ λόγος ἀπέδειξεν ὅτι κατὰ τὸν προφήτην φο βοῦνται φόβον ὅπου οὐκ ἔστι φόβος. εἰ γὰρ ἐπὶ τῶν ἀν θρώπων οὐ πᾶσα γέννησις ἐδείχθη κατὰ πάθος συνιστα μένη, ἀλλ' ἡ μὲν ὑλικὴ διὰ πάθους, ἡ δὲ πνευματικὴ καθαρὰ καὶ ἀκήρατος (τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύ ματος πνεῦμα καὶ οὐχὶ σὰρξ γίνεται, τῷ δὲ πνεύματι οὐδεμία παθητικὴ συνθεωρεῖται διάθεσις), ἐπειδὴ διὰ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων ἀναγκαῖον ἐφάνη τῷ λογογράφῳ τὴν θείαν ἐπιλογίζεσθαι δύναμιν, πεισάτω ἑαυτὸν ἐκ τοῦ ἑτέρου τῆς γεννήσεως τρόπου τὸ περὶ τὴν θείαν γέννησιν 3.2.115 ἀπαθὲς ἐννοεῖν. ἀλλὰ τὰς τρεῖς ταύτας μετ' ἀλλήλων προσηγορίας συγχέας, ἐξ ὧν ἰσοδυναμοῦσιν αἱ δύο, συναρ πάζειν οἴεται τοὺς ἀκούοντας διὰ τῆς τῶν δύο φωνῶν κατὰ τὸ σημαινόμενον κοινωνίας τὸ καὶ τὴν τρίτην ὡσαύτως οἴεσθαι. ἐπειδὴ γὰρ ἡ τοῦ ποιήματος καὶ κτίσματος προσ ηγορία ἔξω τῆς τοῦ πεποιηκότος φύσεως εἶναι τὸ πεποιη μένον ἐνδείκνυται, προσάπτει τούτοις τὴν φωνὴν τοῦ γεννή ματος, ὡς ἂν καὶ τοῦτο τοῖς προειρημένοις συνερμηνεύοιτο. ἀλλὰ τὸ τοιοῦτον εἶδος τοῦ λόγου κακουργία καὶ ἀπάτη καὶ φενακισμὸς ὀνομάζεται, οὐ πεφροντισμένη καὶ τεχνική 3.2.116 τις ἀπόδειξις. μόνη γὰρ ἡ διὰ τῶν ὁμολογουμένων φανε ροῦσα τὸ ἀγνοούμενον ἀπόδειξις λέγεται, τὸ δὲ παραλογί ζεσθαι διὰ κακουργίας καὶ ὑπεκκλέπτειν τὸν ἔλεγχον καὶ συγχεῖν ἐν ταῖς ἐπιπολαίοις ἀπάταις τὴν διάνοιαν τῶν, καθώς φησιν ὁ ἀπόστολος, κατεφθαρμένων τὸν νοῦν οὐκ ἄν τις τῶν σωφρονούντων ἀπόδειξιν τεχνικὴν ὀνομάσειεν. 3.2.117 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν μετέλθωμεν. 20ἀμεσί τευτον20 δέ φησιν εἶναι 20τῆς οὐσίας τὴν γέννησιν καὶ ἀμερίστως σῴζειν τὴν πρὸς τὸν γεγεννη 3.2.118 κότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν20. εἰ μὲν οὖν τὸ ἀμέριστόν τε καὶ ἀμεσίτευτον εἰπὼν τῆς οὐσίας ἐν τούτῳ τὸν λόγον ἔστησεν, οὐκ ἂν τῆς εὐσεβοῦς ὑπο λήψεως παρετράπη, ἐπεὶ καὶ παρ' ἡμῶν ὁμολογεῖται τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα συναφές τε καὶ ἀμεσίτευτον, ὡς μηδὲν εἶναι τὸ διὰ μέσου τούτων παρενειρόμενον, ὃ μεταξὺ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα συναφείας εὑρίσκεται, μὴ διαστηματικόν τι νόημα, μὴ αὐτὸ τὸ ἀκαρές τε καὶ ἄτομον, ὃ διχῇ τεμνομένου τοῦ χρόνου τῷ παρῳχηκότι τε καὶ τῷ μέλλοντι κατὰ τὸ ἐνεστὼς ἀμερῶς ἐφ' ἑαυτοῦ νοεῖται, οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος μέρος γενέσθαι δυνά μενον διὰ τὸ εἶναι καθόλου ἀδιάστατόν τε καὶ ἄτομον καὶ ᾧπερ ἂν προστεθῇ ἀνεπίδηλον. τὸ οὖν καθαρῶς ἄμεσον 3.2.119 οὐδενὶ τοιούτῳ μεσιτεύεσθαι λέγομεν. οὐ γὰρ ἂν ἔτι ἄμεσον εἴη τὸ μέσῳ τινὶ διειργόμενον· εἰ τοίνυν κἀκεῖνος ἀμεσίτευτον εἶναι εἰπὼν τοῦ υἱοῦ τὴν γέννησιν μηδὲν τῶν εἰρημένων ἐπήνεγκε, τὴν εὐσεβῶς νοουμένην τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν ἐδογμάτιζεν. ἐπειδὴ δὲ καθάπερ μεταμεληθεὶς ἐφ' οἷς εἴρηκεν εὐθὺς ἐπήγαγεν ὅτι 20σῴζει τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν20, ἐμόλυνε τοῖς δευτέροις τὰ πρότερα, τῷ καθαρῷ λόγῳ τὴν βλάσφημον φωνὴν ἐπε 3.2.120 μέσας. δῆλον γὰρ ὅτι κἀκεῖ τὸ ἀμεσίτευτον οὐ πρὸς τὸ εὐσεβὲς βλέπει, ἀλλ' ὡς ἄν τις λέγοι μεταξὺ τοῦ ἥλου καὶ τοῦ χαλκέως μεσιτεύειν τὴν σφύραν, ταύτης δὲ εἶναι τὴν κατασκευὴν ἀμεσίτευτον, οὔπω γὰρ τῶν ὀργάνων ὑπὸ τῆς τέχνης ἐξευρημένων, ἐπινοίᾳ τινὶ τὴν σφύραν, <οὐ> δι' ἑτέρου τινὸς ὀργάνου, παρὰ τοῦ τεχνίτου πρώτην γενέσθαι καὶ οὕτω διὰ ταύτης τὰ ἄλλα, ταῦτα καὶ περὶ τοῦ μονογενοῦς νοεῖν ἡ τοῦ ἀμεσιτεύτου λέξις τὸν λογο 3.2.121 γράφον ἐνδείκνυται. καὶ οὐ μόνος ἐν τούτῳ πεπλάνηται κατὰ τὴν ἀτοπίαν τοῦ δόγματος ὁ Εὐνόμιος, ἀλλ' ἔστι καὶ ἐν τοῖς Θεογνώστῳ πεπονημένοις τὸ ἴσον εὑρεῖν, ὅς φησι τὸν θεὸν βουλόμενον τόδε τὸ πᾶν κατασκευάσαι πρῶτον τὸν υἱὸν οἷόν τινα κανόνα τῆς δημιουργίας προϋποστήσασθαι, οὐδὲ ἐκεῖνος συνιδὼν ἐν τῷ λόγῳ τὸ ἄτοπον, ὅτι τὸ μὴ ἑαυτοῦ χάριν, ἀλλὰ δι' ἄλλο τι γινόμενον ἀτιμότερόν ἐστι πάντως τοῦ δι' ὃ γίνεται, ὡς τὸ γεωργικὸν ἐργαλεῖον τῆς ζωῆς χάριν ἐπιτηδεύομεν, οὐ μὴν ἐπίσης τιμᾶται τῇ ζωῇ 3.2.122 καὶ τὸ ἄροτρον. οὕτω τοίνυν καὶ εἰ διὰ τὸν κόσμον ὁ κύριος, καὶ οὐχὶ δι' ἐκεῖνον τὰ πάντα, προτιμότερα ἂν εἴη τοῦ κυρίου τὰ πάντα ὧν χάριν ἐκεῖνον γενέσθαι λέγουσι. τοῦτο καὶ νῦν διὰ τοῦ λόγου κατασκευάζουσι, δι' ὧν ἀμεσί τευτον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν διϊσχυρίζονται. 3.2.123 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν 20οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι20. τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχθροὶ τῷ κυρίῳ, δι' ὧν περιφανέστερον ἡ βλασφημία κατασκευάζεται. τί γάρ, εἰπέ μοι, τῶν ὑπολοίπων, ὅσα κατὰ τὴν κτίσιν ἐστί, τὴν πρὸς ἑκάτερον σύγκρισιν ἔχει, καθόλου τῆς ἐν ἑκάστῳ φαινομένης ἰδιότητος οὐ προσιεμένης τὴν πρὸς τὰ ἑτερογενῆ κοινωνίαν; οὐκ οὐρανῷ πρὸς γῆν ἐστιν ἡ σύγκρισις, οὐ ταύτῃ πρὸς τοὺς ἀστέρας, οὐ πρὸς τὰ πελάγη τοῖς ἄστροις, οὐ πρὸς τὸν λίθον τῷ ὕδατι, οὐ πρὸς τὰ δένδρα τοῖς ζῴοις, οὐ πρὸς τὰ πτηνὰ τοῖς χερ σαίοις, οὐ πρὸς τὰ νηκτὰ τοῖς τετράποσιν, οὐ πρὸς τὰ 3.2.124 λογικὰ τοῖς ἀλόγοις. καὶ τί ἄν τις περὶ τῶν καθ' ἕκαστον λέγων διατρίβοι, δεικνὺς ὅτι ταὐτὸν ἔστιν ἐφ' ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν, ὅπερ ὡς ἐξαίρετον τῷ μονογενεῖ προσερρίφη, τὸ πρὸς μηδὲν τῶν μετ' αὐτὸν καὶ δι' αὐτοῦ γεγενημένων τὴν σύγκρισιν ἔχειν; φανερὸν γάρ ἐστιν ὅτι πᾶν, ὅπερ ἂν ἐφ' ἑαυτοῦ νοήσῃς, ἀσύγκριτόν ἐστι τῷ παντί τε καὶ τοῖς καθ' ἕκαστον· καὶ ὅπερ ἐπὶ τοῦ τυ χόντος κτίσματος ἀληθῶς ἔστιν εἰπεῖν ὡς ἱκανόν ἐστι, τοῦτο καὶ αὔταρκες εἰς τιμὴν καὶ δόξαν τῷ μονογενεῖ θεῷ 3.2.125 παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ἀποκληροῦται. καὶ τοι αῦτα κατασκευάσας πάλιν ἐν τοῖς ὑπολοίποις ταῖς δια κένοις αὐτὸν ἀποσεμνύνει τιμαῖς, κύριον καὶ μονογενῆ προσειπών· ἀλλ' ὡς ἂν μή τις εὐσεβὴς διάνοια διὰ τῶν ὀνομάτων τούτων τοῖς ἀκηκοόσιν ἐγγένοιτο, εὐθὺς κατα μίγνυσι τοῖς εὐσημοτέροις τὰ βλάσφημα. ἔχει δὲ οὕτως ἡ λέξις. 20ἅτε δή20, φησί, 20μήτε τῆς γεννηθείσης οὐ σίας ἑτέρῳ τινὶ χώραν εἰς κοινωνίαν καταλι πούσης· μονογενὴς γάρ· μήτε τῆς τοῦ ποιή 3.2.126 σαντος ἐνεργείας κοινῆς θεωρουμένης20. ὢ τῆς ὕβρεως· ὡς ἐν ἀλόγοις ἢ ἀνοήτοις δημηγορῶν, οἷς οὐκ ἔστι σύνεσις, κατ' ἐξουσίαν διὰ τῶν ἐναντίων περιάγει τὸν λόγον, μᾶλλον δὲ ταὐτὸν πάσχει τοῖς ἐστερημένοις τῶν ὄψεων, ἐπεὶ κἀκεῖνοι πολλάκις ἐν ὀφθαλμοῖς τῶν βλεπόν των ἀσχημονοῦσι, διὰ τὸ μὴ βλέπειν αὐτοὶ τὸ μηδὲ ὁρᾶσθαι 3.2.127 ὑποτιθέμενοι. τίνος γὰρ οὐκ ἔστιν συνιδεῖν τὴν ἐν τοῖς εἰρημένοις ἐναντιότητα; διὰ τὸ γεννηθῆναι, φησίν, ἡ οὐσία χώραν εἰς κοινωνίαν ἑτέροις οὐ καταλείπει· μονογενὴς γάρ. καὶ τοῦτο εἰπών, ὡς κατὰ ἀλήθειαν ἢ μὴ βλέπων αὐτὸς ἢ μὴ νομίζων ὁρᾶσθαι τὰ μηδεμίαν ἔχοντα κοινωνίαν ὡς συστοιχοῦντα τοῖς εἰρημένοις προστίθησι, τῇ τοῦ μονογε 3.2.128 νοῦς οὐσίᾳ τὴν τοῦ πεποιηκότος ἐνέργειαν ἐφαρμόσας. ὁ γὰρ γεννηθεὶς πρὸς τὸν γεγεννηκότα καὶ ὁ μονογενὴς πρὸς τὸν πατέρα κατὰ τὸ ἀκόλουθον πάντως τὴν ἀναφορὰν ἔχει, καὶ ὁ πρὸς τὴν ἀλήθειαν βλέπων οὐ πεποιηκότος ἐνέργειαν, ἀλλὰ γεννήσαντος φύσιν ἐν τῇ τοῦ υἱοῦ θεωρεῖ συστοιχίᾳ. 3.2.129 Ὁ δὲ καθάπερ φυτῶν ἢ σπερμάτων ἤ τινος ἄλλου τῶν κατὰ τὴν κτίσιν ἐπιμνησθεὶς τὴν τοῦ ποιήσαντος ἐνέρ γειαν τῇ ὑποστάσει τοῦ μονογενοῦς παρατίθησιν. εἰ μὲν γὰρ λίθος ἢ ξύλον ἢ ἄλλο τι τοιοῦτον τῇ θεωρίᾳ προέκειτο, ἀκόλουθον ἦν προεπινοεῖν τὴν τοῦ πεποιηκότος ἐνέργειαν· εἰ δὲ ὁμολογεῖται καὶ παρὰ τῶν ὑπεναντίων ὁ μονογενὴς θεὸς υἱός τε εἶναι καὶ γεννητῶς ὑποστῆναι, πῶς ἁρμό ζουσιν αἱ αὐταὶ φωναὶ τούτῳ καὶ τοῖς ἐσχάτοις τῶν μορίων τῆς κτίσεως, καὶ ὅπερ περὶ τοῦ μύρμηκος ἢ τοῦ κώνωπος ἀληθῶς ἔστιν εἰπεῖν, τοῦτο καὶ περὶ τοῦ κυρίου λέγειν 3.2.130 εὐσεβὲς εἶναι νομίζουσιν; εἰ γάρ τις καταμάθοι τὴν τοῦ μύρμηκος φύσιν οἷς ἰδιάζει πρὸς τὰ λοιπὰ τῶν ζῴων, οὐκ ἂν ἔξω τῆς ἀληθείας εἴποι τὴν τοῦ πεποιηκότος αὐτὸν 3.2.131 ἐνέργειαν κοινὴν πρὸς τὰ ἄλλα μὴ θεωρεῖσθαι. ἃ τοίνυν ἐπὶ τῶν τοιούτων λέγεται, ταῦτα καὶ ἐπὶ τοῦ μονογενοῦς ἀποφαίνονται· καὶ καθάπερ οἱ θηρεύοντες λέγονται βόθροις τισὶν ὑπολαμβάνειν τῶν θηρίων τὴν πάροδον, κρύπτειν δὲ τὴν ἐπιβουλὴν διὰ σαθρῶν τινῶν καὶ ἀνυποστάτων τὰ στόμια τῶν βόθρων ἐπικαλύπτοντες, ὡς ἂν ἰσόπεδον φαίνοιτο τῷ παρακειμένῳ τὸ βάραθρον, τοιοῦτόν τι μηχανᾶται κατὰ τῶν ἀνθρώπων ἡ αἵρεσις, τὸν βόθρον τῆς ἀσεβείας διὰ τῶν εὐφήμων τούτων καὶ εὐσεβῶν ὀνομάτων οἷον διά τινος ἐπιπολαίου στέγης ἐπικαλύπτουσα, ὥστε τοὺς ἀλογωτέρους, ταὐτὸν εἶναι τῇ ἀληθινῇ πίστει τὸ τούτων κήρυγμα διὰ τῆς τῶν ῥημάτων ὁμολογίας νομίζοντας, πρὸς ψιλὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ μονογενοῦς ἐπιδραμόντας, κενεμβα τῆσαι τῷ βόθρῳ, τῆς τῶν προσηγοριῶν σημασίας οὐχ ὑπε ρειδούσης αὐτῶν τὴν βάσιν, ἀλλ' εἰς τὸ τῆς ἀρνήσεως τοῦ Χριστοῦ βάραθρον καταφερούσης. διὰ τοῦτο γεννηθείσης οὐσίας μέμνηται μηδενὶ χώραν εἰς κοινωνίαν καταλιπούσης καὶ μονογενῆ ὀνομάζει· ταῦτά ἐστι τὰ τοῦ βόθρου καλύμ 3.2.132 ματα. ἐπειδὰν δέ τις παραστάς, πρὶν ὑποληφθῆναι τῷ χά σματι, καθάπερ τινὰ χεῖρα τὴν διὰ τοῦ λόγου πεῖραν ἐπα γάγῃ τῷ λόγῳ, βλέπει τὸν τῆς εἰδωλολατρείας ὄλεθρον ὑπορωρυγμένον τῷ δόγματι. ὡς γὰρ θεῷ καὶ υἱῷ θεοῦ προσερχόμενος κτίσμα θεοῦ εὑρίσκει τῇ λατρεία προκεί μενον. διὰ τοῦτο ἄνω καὶ κάτω τὸ ὄνομα τοῦ μονογενοῦς περιφέρουσιν, ἵν' εὐπαράδεκτος γένηται τοῖς ἀπατωμένοις ὁ ὄλεθρος, ὡς εἴ τις ἄρτῳ τὸ δηλητήριον καταμίξας θανάτῳ τοὺς δεομένους τῆς τροφῆς δεξιώσαιτο, οὐκ ἂν δεξαμένους γυμνὸν προσέσθαι τὸ φθοροποιὸν δηλητήριον, μὴ δελεα σθέντας πρὸς τὸ φαινόμενον. σοφῶς τοίνυν κατά γε τὸν 3.2.133 ἑαυτοῦ νοῦν πρὸς τὸ σπουδαζόμενον βλέπει. εἰ γὰρ παντε λῶς ἐξέβαλε τοῦ καθ' ἑαυτὸν δόγματος τοῦ υἱοῦ τὴν φωνήν, ἀπαράδεκτος ἡ ἀπάτη τοῖς ἀνθρώποις ἐγίνετο, φα νερῶς διαβοωμένης τῆς ἀρνήσεως ἐν προδήλῳ κηρύγματι· νυνὶ δὲ καταλιπὼν μόνον τὸ ὄνομα, τὸ δὲ σημαινόμενον πρὸς τὴν τῆς κτίσεως ἔννοιαν μεταγαγὼν καὶ κατορθοῖ 3.2.134 τὴν εἰδωλολατρείαν καὶ ὑποκλέπτει τὸν ἔλεγχον. ἀλλ' ἐπειδὴ οὐ χείλεσι τιμᾶν τὸν θεὸν προσετάχθημεν οὐδὲ ἐν ἤχῳ φωνῆς ἡ εὐσέβεια κρίνεται, ἀλλὰ χρὴ πρῶτον τῇ καρδίᾳ πιστευθῆναι τὸν υἱὸν εἰς δικαιοσύνην καὶ τότε ὁμο λογηθῆναι τῷ στόματι εἰς σωτηρίαν, καὶ οἱ ἐν καρδίᾳ λέγοντες μὴ εἶναι θεόν, κἂν τῷ στόματι κύριον ὁμολογῶσι, διεφθάρησαν καὶ ἐβδελύχθησαν, καθὼς ἡ προφητεία φησί, διὰ τοῦτό φημι χρῆναι πρὸς τὸν νοῦν βλέπειν τῶν προβαλ λομένων δῆθεν τὰ τῆς πίστεως ῥήματα, μὴ πρὸς τὰς 3.2.135 φωνὰς δελεάζεσθαι. εἰ οὖν υἱὸν λέγων οὐ πρὸς κτίσμα βλέπει διὰ τῆς λέξεως, ἡμέτερος καὶ οὐχὶ τῶν ἐναντίων ἐστί· εἰ δέ τις υἱοῦ ὄνομα τῇ κτίσει τίθεται, ἐν τοῖς εἰδω λολάτραις τετάξεται. καὶ γὰρ ἐκεῖνοι καὶ τὸν ∆αγὼν καὶ τὸν Βὴλ καὶ τὸν δράκοντα θεὸν ὠνόμαζον, ἀλλ' οὐ διὰ τοῦτο καὶ τὸν θεὸν προσεκύνουν. οὐ γὰρ θεὸς τὸ ξύλον καὶ ὁ χαλκὸς καὶ τὸ θηρίον. 3.2.136 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνα καλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν ταῦτα τοῖς ἐχθροῖς προφερόντων; ἰδοὺ γὰρ γυμνὴν ἡμῖν ἐκτίθεται τὴν βλασφημίαν, δι' οὐδενὸς προκαλύμματος τὸν δόλον ἐπι κρυπτόμενος, ἀλλ' ἐμπαρρησιαζόμενος τοῖς ἀτόποις ἐλευ 3.2.137 θέρᾳ φωνῇ. οὕτω δὲ ἔχει τὰ γεγραμμένα. 20ἡμεῖς μὲν οὖν20, φησίν, 20οὐδὲν ἕτερον εὑρίσκοντες παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν, ἐπ' αὐτῆς τῆς οὐσίας τάττειν οἰόμεθα δεῖν τὰς προσηγορίας, ἢ μάτην γε καὶ ψιλοῖς ῥή μασι λέγομεν υἱὸν καὶ γεννητόν, εἴ γε ταῦτα τῆς οὐσίας χωρίσαιμεν. ἐκ τούτων ὁρμώμενοι καὶ τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλων πι 3.2.138 στούμεθα20. οὐδὲν οἶμαι χρῆναι τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν διὰ τῶν ἡμετέρων ἐλέγχεσθαι λόγων· αὐτὴ γὰρ ἡ τῶν γεγραμμένων ἀνάγνωσις ἱκανὴ στηλιτεῦσαι τὴν βλασφη μίαν. οὑτωσὶ δὲ διασκοπήσωμεν. 20παρηλλάχθαι20 λέγει 20τὰς οὐσίας ἀλλήλων20 τοῦ υἱοῦ τε καὶ τοῦ πατρός. τί τοίνυν διὰ τοῦ 20παρηλλαγμένου20 σημαίνεται; πρῶτον αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ' ἑαυτῆς ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἑρμηνείας ἐκκαλυφθείη τὸ 3.2.139 βλάσφημον. λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῆς συνη θείας τὸ ῥῆμα τῆς παραλλαγῆς ἐπὶ σωμάτων μέν, ὅταν ἐκ παραλύσεως ἤ τινος ἑτέρου πάθους παρατραπῇ τι μέλος τῆς φυσικῆς ἁρμονίας· ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεπονθότος ἀντιπαραθέσεως τὴν πρὸς τὸ χεῖρον παρα τροπὴν τοῦ παραδεξαμένου τὸ πάθος παραλλαγὴν ὀνομά ζομεν· ἐπὶ δὲ τῶν ἐν ἤθει κατ' ἀρετὴν καὶ κακίαν διαφε ρόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρῷ τε καὶ σώφρονι ἢ τῷ δικαίῳ ὁ ἄδικος ἢ πρὸς τὸν πρᾷόν τε καὶ εἰρηνικὸν καὶ ἡσύχιον ὁ θυμώδης τε καὶ πολεμικὸς καὶ τὴν ὀργὴν ἀταμίευτος καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ κρείττονος ἐν κακίᾳ κατηγορούμενον παρ ηλλάχθαι λέγεται, τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ' ἀμφοτέρων γνωρίσματα, τοῦ τε καλοῦ φημὶ καὶ τοῦ χεί 3.2.140 ρονος. ἔτι παρηλλάχθαι φαμὲν καὶ τὰς ἐπὶ τῶν στοι χείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντι στοιχοῦσιν ἀλλήλαις, φθαρτικὴν κατ' ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμόν τε καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν ἢ ὅλως εἴ τι τῷ ἑτέρῳ πρὸς τὸ ἐναντίον ἀντικαθέστηκε καὶ τὸ ἐν τούτοις ἀσύμβατον τῷ τῆς παραλ λαγῆς διερμηνεύομεν ῥήματι, καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι τῶν παρηλλαγμένων ἐστίν, ὡς ὑγίεια πρὸς νόσον καὶ πρὸς θά νατον ἡ ζωὴ καὶ πρὸς εἰρήνην ὁ πόλεμος καὶ ἀρετὴ πρὸς κακίαν καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα. 3.2.141 Τούτων δὲ ἡμῖν οὕτω διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ τοῦ λογογράφου, πῶς 20παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων20 ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ. τί τοῦτο λέγων; ἆρ' ὡς τοῦ πατρὸς μὲν ὄντος κατὰ φύσιν, 3.2.142 τοῦ δὲ υἱοῦ παρηλλαγμένου τῆς φύσεως; ἢ τὴν τῆς ἀρετῆς παρατροπὴν τῷ ῥήματι τούτῳ διερμηνεύει, χωρίζων τῷ τῆς παραλλαγῆς ὀνόματι τὸ κακὸν ἀπὸ τοῦ κρείττονος, ὡς ταύτην μὲν ἐν τῷ καλῷ τὴν οὐσίαν βλέπειν, ἐν δὲ τῷ ἐναντίῳ τὴν ἄλλην; ἢ κατὰ τὸν λόγον τῆς τῶν στοιχείων ἐναντιώσεως καὶ τὴν θείαν οὐσίαν παρηλλάχθαι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας διϊσχυρίζεται; ἢ ὡς ἔχει πρὸς εἰρήνην ὁ πόλεμος καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ τὴν πρὸς τὰ τοι αῦτα πάντα τῷ τοιούτῳ τρόπῳ μάχην ἐνορᾷ ταῖς οὐσίαις, ὡς μὴ αὐτὰς μετ' ἀλλήλων συμβῆναι, τῷ τὴν μίξιν τῶν ἐναντίων δαπανητικὴν κατὰ τῶν μιγνυμένων ἔχειν τὴν δύ ναμιν, καθώς φησι περὶ τοῦ τοιούτου δόγματος ἡ παροι μιώδης σοφία ὅτι Ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ, τὴν ἰσοπαλῆ τε καὶ ἰσοστάσιον τῶν ἐναντίων φύσιν καὶ τὴν κατ' ἀλλήλων φθορὰν διὰ τοῦ αἰνίγματος ἑρμηνεύουσα; ἢ κατ' οὐδὲν τούτων εἶναι λέγει τὴν ἐν ταῖς οὐσίαις ἐκείναις παρ 3.2.143 αλλαγὴν καθορᾶν; οὐκοῦν εἰπάτω τὸ παρὰ ταῦτα νοού μενον. ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοι, κἂν τὰ συνήθη λέγῃ, ὅτι ὁ υἱὸς πρὸς τὸν γεγεννηκότα παρήλλακται· τούτῳ γὰρ καὶ μᾶλλον ἡ ἀτοπία τῶν παρ' αὐτοῦ λεγομένων ἐλέγχεται. τί γὰρ οὕτω προσφυῶς τε καὶ ἁρμοδίως ἄλλο ἄλλῳ ἐμφύεταί τε καὶ ἐναρμόζεται ὡς ἡ σχετικὴ πρὸς τὸν πατέρα τοῦ υἱοῦ σημασία; ἀπόδειξις δὲ τούτου ὅτι κἂν μὴ τὰ δύο ῥηθῇ ταῦτα ὀνόματα, τῷ ἑνὶ καὶ τὸ παρεθὲν συσσημαίνεται· οὕτως ἔγκειται καὶ ἐνήρμοσται τῷ ἑτέρῳ τὸ ἕτερον καὶ ἐν τῷ ἑνὶ καθορᾶται ἀμφότερα, ὡς μὴ ἂν ἐφ' ἑαυτοῦ νοη 3.2.144 θῆναι τούτων τι χωρὶς τοῦ ἄλλου. τὸ δὲ παρηλλαγμένον ἐξ ἐναντίου τῷ ἁρμόζοντι πάντως καὶ νοεῖται καὶ λέγεται, οἷον ἡ σπάρτος πρὸς τὴν εὐθεῖαν ἁρμοδίως ἔχει, τὸ δὲ σκολιὸν τῷ εὐθεῖ παρατιθέμενον οὐχ ἁρμόζεται, καὶ τοῖς μουσικοῖς σύνηθες τὴν συμφωνίαν τῶν τόνων ἁρμονίαν προσαγορεύειν, ἀνάρμοστον δὲ τὸ ἔκτροπόν τε καὶ ἀπρόσ χορδον. οὐκοῦν ταὐτόν ἐστι παρηλλαγμένον τε εἰπεῖν καὶ ἀνάρμοστον. 3.2.145 Εἰ οὖν παρήλλακται κατὰ τὸν τῆς αἱρέσεως λόγον πρὸς τὴν τοῦ πατρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς θεοῦ φύσις, οὐδὲ ἁρμόζεται πάντως· τὸ δὲ ἀνάρμοστον οὐκ ἂν γένοιτο 3.2.146 ἐν ἐκείνῳ ᾧ ἐναρμοσθῆναι οὐ δύναται. ὥσπερ γὰρ μιᾶς οὔσης μορφῆς ἐπί τε τοῦ κηροῦ καὶ τῆς ἐν τῇ σφενδόνῃ γλυφίδος, ὅταν ἐντεθῇ πάλιν τῇ σφενδόνῃ ὁ ἐκτυπωθεὶς παρὰ ταύτης κηρός, ἐναρμόζει τὸν περὶ ἑαυτὸν χαρακτῆρα τῷ περιέχοντι, τοὺς ἰδίους καταλαμβάνων τύπους ἐν τῷ χαράγματι, πρός τε τὰ κοῖλα διαδυόμενος καὶ τὰς ἐξοχὰς τῆς γλυφῆς <τοῖς> ἰδίοις ἀναδεχόμενος τύποις, εἰ δὲ ξένος τις καὶ ἀλλότριος τύπος ἐντεθείη τῇ γλυφῇ τῆς σφενδόνης, τραχύνει καὶ συγχεῖ τὴν ἰδίαν μορφὴν τοῖς ἀνοικείοις 3.2.147 χαράγμασι περιγλύφων τὸ εἶδος. ἀλλὰ μὴν ὁ ἐν τῇ μορφῇ τοῦ θεοῦ ὑπάρχων οὐκ ἄλλῳ τινὶ χαρακτῆρι παρὰ τὸν πατέρα μεμόρφωται, χαρακτὴρ ὢν τῆς τοῦ πατρὸς ὑπο στάσεως· ἡ δὲ μορφὴ τοῦ θεοῦ ταὐτὸν τῇ οὐσίᾳ πάντως ἐστίν. ὡς γὰρ ἐν τῇ μορφῇ τοῦ δούλου γενόμενος τῇ οὐσίᾳ τοῦ δούλου ἐνεμορφώθη, οὐ ψιλὴν ἀναλαβὼν ἐφ' ἑαυτοῦ τὴν μορφὴν οὐδὲ τῆς οὐσίας διεζευγμένην, ἀλλ' ἡ οὐσία τῇ μορφῇ συσσημαίνεται, οὕτως πάντως καὶ ὁ εἰπὼν αὐτὸν ἐν μορφῇ θεοῦ εἶναι τὴν οὐσίαν διὰ τῆς μορφῆς 3.2.148 ἐνεδείξατο. εἰ οὖν ἐν τῇ μορφῇ τοῦ θεοῦ ἐστι, καὶ ἐν τῷ πατρὶ ὢν ἐσφράγισται τῇ πατρῴᾳ δόξῃ, καθώς φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ ἡ λέγουσα Τοῦτον ὁ πατὴρ ἐσφράγισεν ὁ θεός, διὸ καὶ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἡ τῆς ἀγαθότητος εἰκὼν καὶ τὸ τῆς δόξης ἀπαύγασμα καὶ πάντα ὅσα τοιαῦτα τὸ μὴ ἀναρμόστως ἔχειν τοῦ υἱοῦ τὴν οὐσίαν πρὸς τὸν πατέρα μαρτύρεται, ἄρα προδήλως τὸ τῆς βλα σφημίας τῶν ἀντικειμένων ἀσύστατον διὰ τῶν εἰρημένων 3.2.149 ἐλέγχεται. εἰ γὰρ τὰ παρηλλαγμένα οὐ συναρμόζεται, ὁ δὲ σφραγισθεὶς ὑπὸ τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ ἔχων ἐκεῖνον διὰ πάντων δείκνυσι τὸ συμφυὲς καὶ εὐάρμοστον, ἄρα διὰ τούτων ἡ ἀτοπία τῶν ἐναντίων κατὰ κράτος ἐλέγχεται. ὡς γὰρ ἐδείχθη τὸ παρηλλαγμένον ἀνάρμοστον, οὕτω τὸ ἔμ παλιν ἀναντιρρήτως ὁμολογεῖται τὸ εὐάρμοστον ἀπαράλ 3.2.150 λακτον πάντως. ὡς γὰρ τὸ παρηλλαγμένον οὐχ ἁρμόζεται, οὕτω τὸ ἁρμοζόμενον οὐ παρήλλακται· ὁ δὲ λέγων τῆς ἀγαθῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ μονογενοῦς παραλλάττειν φύσιν, ἐν αὐτῷ τῷ ἀγαθῷ τὴν παραλλαγὴν πάντως βλέπει. τὸ δὲ τοῦ ἀγαθοῦ παρηλλαγμένον τί ἐστι, Νοήσατε οἱ ἄκακοι τὴν πανουργίαν, ἡ παροιμία φησίν. 3.2.151 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. 20οὐδέν20 φησιν 20ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐ σίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. τί νοῶν ταῦτα λέγει; δύο γὰρ ἀπ' ἀλλήλων διακρίνας ὀνό ματα καὶ τὰ δι' αὐτῶν σημαινόμενα συνδιαχωρίσας τῷ λόγῳ, ἐφ' ἑαυτοῦ ἑκάτερον ἰδιαζόντως ἐκτίθεται. ἓν ὄνομα ἡ 20γέννησις20 καὶ ἕτερον ὄνομα ἡ 20οὐσία20. δέχεται, φησίν, ἡ οὐσία τὴν γέννησιν, ἄλλο τι οὖσα δηλονότι παρὰ τὴν 3.2.152 γέννησιν. εἰ γὰρ ἡ γέννησις οὐσία ἦν, ὅπερ δὴ συνεχῶς ἀποφαίνεται, ὥστε τὰς δύο προσηγορίας ἰσοδυναμεῖν ἀλλή λαις κατὰ τὴν ἔμφασιν, οὐκ ἂν εἶπεν ὅτι 20δέχεται20 ἡ οὐσία τὴν γέννησιν· ἴσον γὰρ ἂν ἦν τῷ εἰπεῖν ὅτι τὴν οὐσίαν ἡ οὐσία ἢ ὅτι τὴν γέννησιν ἡ γέννησις δέχεται, εἴπερ ταὐτὸν ἦν τῇ οὐσίᾳ ἡ γέννησις. οὐκοῦν ἄλλο μέν τι νοεῖ τὴν γέννησιν, ἄλλο δέ τι τὴν οὐσίαν, ἣ τὴν γέννησιν δέχεται. οὐ γὰρ ἂν ἦν ταὐτὸν τῷ ὑποδεχομένῳ τὸ λαμβα νόμενον. τοῦτο μὲν οὖν ἡ σοφὴ τοῦ λογογράφου τεχνο λογία φησίν. εἰ δέ τις ἔγκειται νοῦς τοῖς εἰρημένοις, ὁ κρίνειν ἐπεσκεμμένος ἐπισκεψάσθω τὸν λόγον. πάλιν δὲ τὸ ῥηθὲν ἀναλήψομαι. 3.2.153 20Οὐδὲν ἕτερον εὑρίσκειν20 λέγει 20παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. ἀλλὰ τὸ μηδεμίαν ἐγκεῖσθαι τοῖς εἰρημένοις διάνοιαν παντὶ δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν ἐπαΐοντι λόγων· ὑπόλοιπον δὲ ἂν εἴη τὴν βλασφημίαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν, ἣν διὰ τῶν ἀδιανοήτων τούτων κατασκευάζει ῥημάτων. βούλεται γάρ, εἰ καὶ μὴ δύναται διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν, ταύτην ἐμποιῆσαι τοῖς ἀκροαταῖς τὴν διάνοιαν, ὅτι κατασκευαστή ἐστι τοῦ υἱοῦ ἡ οὐσία· γέννησιν δὲ τὴν κατασκευὴν ὀνο μάζει, τῇ εὐσημοτάτῃ φωνῇ τὸ φρικτὸν περιστέλλων τῆς βλασφημίας, ὡς ἂν εὐπαράδεκτος γένοιτο ἡ τοῦ ἐκτίσθαι τὸν κύριον συγκατάθεσις, τῇ τῆς γεννήσεως λέξει τῆς 3.2.154 κατασκευῆς δηλουμένης. λέγει τοίνυν ὅτι ἡ οὐσία τὴν γέννησιν δέχεται, ἵν' ὥσπερ ἐν ὑποκειμένῳ τινὶ πράγματι πᾶσα κατασκευὴ θεωρεῖται (οὐ γὰρ ἄν τις εἴποι κατε σκευάσθαι ὃ μὴ ὑφέστηκεν), οὕτως οἷόν τι κατασκεύασμα τὴν τοῦ μονογενοῦς θεοῦ φύσιν *** προτείνας τῷ λόγῳ τὴν ποίησιν. 20εἰ τοίνυν τὴν γέννησιν δέχεται ταύ την20, φησί, τοιοῦτο σημᾶναι βουλόμενος, ὅτι οὐκ ἂν ἦν, εἰ μὴ κατεσκευάσθη. τί δὲ ἄλλο τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐστὶ μὴ γενόμενον; οὐρανός, ἀήρ, γῆ, θάλαττα, πᾶν ὅτιπερ ἔστι, γενόμενον πάντως ἐστίν· ὧν οὐδὲν ἂν ἦν, εἰ 3.2.155 μὴ γενόμενον ἦν. πῶς οὖν ὡς ἐξαίρετόν τι τῇ τοῦ μονο γενοῦς ἐνεθεώρησε φύσει τὸ εἰς αὐτὴν τὴν οὐσίαν ἀνα δέχεσθαι τὴν γέννησιν (οὕτω γὰρ τὴν κατασκευὴν ὀνο μάζει, ὡς τοῦ βομβυλιοῦ καὶ τοῦ κώνωπος οὐκ εἰς ἑαυτόν, ἀλλ' εἰς ἕτερόν τι παρ' ἑαυτὸν δεξαμένου τὴν γέννησιν); οὐκοῦν ὁμολογεῖται διὰ τῶν γεγραμμένων ὅτι καὶ πρὸς τὰ μικρότατα τῆς κτίσεως μόρια κοινοποιεῖται παρ' αὐτῶν τοῦ μονογενοῦς ἡ οὐσία καὶ πᾶν ἐπιχείρημα, δι' οὗ κατασκευ άζεται ἡ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀλλοτρίωσις, τὴν ἴσην ἰσχὺν καὶ ἐπὶ τῶν καθ' ἕκαστον ἔχει. 3.2.156 Τίς οὖν αὐτῷ χρεία τῆς ποικίλης ταύτης λεπτουργίας εἰς κατασκευὴν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος, δέον τὴν σύντομον τῆς ἀρνήσεως ὁδὸν τραπῆναι τῷ φανερῶς ἀπειπεῖν μὴ δεῖν ὁμολογεῖσθαι τοῦ υἱοῦ τὸ ὄνομα μηδὲ τὸν μονογενῆ θεὸν ἐν ταῖς ἐκκλησίαις κηρύσσεσθαι, ἀλλὰ τὴν Ἰουδαϊκὴν λατρείαν κυριωτέραν τῆς τῶν Χριστιανῶν κρί νειν ὁμολογίας, καὶ μόνον κτίστην καὶ δημιουργὸν ὁμολο γοῦντας τὸν πατέρα τὰ λοιπὰ πάντα τῷ τῆς κτίσεως ὑπά γειν ὀνόματί τε καὶ νοήματι, ἐν δὲ τούτοις τὸ τῶν ἄλλων προτεταγμένον ἔργον 20ποίημα20 λέγειν διά τινος κατασκευα στικῆς ἐνεργείας γενόμενον, [καὶ] πρωτόκτιστον ἀντὶ μονο 3.2.157 γενοῦς θεοῦ καὶ ἀληθινοῦ υἱοῦ προσαγορεύοντας; τούτων γὰρ κεκρατηκότων, εὐκολία πολλὴ πρὸς τὸν σκοπὸν αὐτῶν συμπερανθῆναι τὰ δόγματα, πάντων κατὰ τὸ εἰκὸς ἐκ τῆς τοιαύτης ἀρχῆς πρὸς τὸ ἀκόλουθον ὁδηγουμένων, ὅτι τὸν μήτε γεννηθέντα μήτε υἱὸν ὄντα, διὰ δέ τινος ἐνεργείας ὑποστάντα κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας οὐχ οἷόν τε. ἕως δ' ἂν κρατῶσιν αἱ τῶν εὐαγγελίων φωναί, δι' ὧν υἱὸς καὶ μονογενὴς καὶ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ θεοῦ καὶ τὰ τοιαῦτα κηρύσσεται, μάτην ληρήσει, ἑαυτόν τε καὶ τοὺς καθ' ἑαυτὸν διὰ τῶν τοιούτων φληνάφων παρακρουόμενος. 3.2.158 τὴν γὰρ ἀληθῆ πρὸς τὸν πατέρα σχέσιν τῆς τοῦ υἱοῦ προσηγορίας βοώσης, τίς οὕτως ἠλίθιος, ὡς Ἰωάννου καὶ Παύλου καὶ τοῦ λοιποῦ χοροῦ τῶν ἁγίων τὰς γνησίας ταύ τας φωνὰς καὶ τῆς οἰκειότητος ἐνδεικτικὰς κηρυσσόντων μὴ πρὸς ἐκείνους βλέπειν, ἀλλὰ τοῖς διακένοις κροτάλοις τῶν Εὐνομίου σοφισμάτων *** διδασκαλίαν τῶν διὰ τοῦ πνεύματος λαλούντων μυστήρια καὶ Χριστὸν ἐν ἑαυτοῖς φε ρόντων Εὐνόμιον ἀληθέστερον οἴεσθαι; τίνα τοῦτον Εὐνό μιον; τὸν πόθεν εἰς τὸ καθηγεῖσθαι Χριστιανῶν ἐπαρ 3.2.159 θέντα; ἀλλὰ ταῦτα μὲν ἐάσθω, καὶ ὥς ἐστι δυνατὸν ἡ περὶ τὰ προκείμενα σπουδὴ καταλεαινέτω τὴν καρδίαν ἡμῖν ζήλῳ τῆς πίστεως κατὰ τῶν βλασφημούντων ὑπεροι δαίνουσαν. πῶς γὰρ ἔστι μὴ παρακινηθῆναι πρὸς ὀργὴν καὶ ἀπέχθειαν ἐν τῷ τὸν θεὸν ἡμῶν καὶ δεσπότην καὶ ζωοποιὸν καὶ σωτῆρα παρὰ τῶν ἀνθρωπίσκων τούτων προ 3.2.160 πηλακίζεσθαι; εἰ γάρ μοι τὸν τῆς σαρκὸς ἐλοιδόρει πα τέρα ἢ πρὸς τὸν εὐεργέτην εἶχε τὸν ἐμὸν δυσμενῶς, ἆρα δυνατὸν ἦν ἀπαθῶς βαστάξαι τὴν κατὰ τῶν ἀγαπωμένων ὀργήν; εἰ δὲ ὁ τῆς ψυχῆς τῆς ἐμῆς κύριος, ὁ μὴ οὖσαν αὐτὴν ὑποστήσας καὶ δουλωθεῖσαν ἐξαγοράσας, ὁ τῆς τε παρούσης γεύσας ζωῆς καὶ τὴν μέλλουσαν παρασκευάσας, ὁ πρὸς βασιλείαν καλῶν καὶ ὅπως ἂν φεύγοιμεν τὴν τῆς γεέννης κατάκρισιν παρεγγυῶν–μικρὰ λέγω ταῦτα καὶ οὔπω τῆς τοῦ κοινοῦ δεσπότου μεγαλωσύνης ἐπάξια–, ὁ ὑπὸ πάσης τῆς κτίσεως προσκυνούμενος, ἐπουρανίων, ἐπι γείων, καταχθονίων, ᾧ παρεστήκασιν αἱ ἀναρίθμητοι τῶν κατ' οὐρανὸν λειτουργῶν μυριάδες, πρὸς ὃν ἐπέστραπται πᾶν ὅσον ὧδε διοικεῖται καὶ τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, εἰ οὗτος ἔκκειται πρὸς λοιδορίαν ἀνθρώποις, οἷς οὐκ ἀρκεῖ μόνον τὸ ἑαυτοὺς τῇ μερίδι τοῦ ἀποστάτου προσοικειῶσαι, ἀλλὰ ζημίαν ποιοῦνται τὸ μὴ καὶ ἄλλους εἰς τὸ αὐτὸ βά ραθρον μεθ' ἑαυτῶν ἐφελκύσασθαι διὰ τῆς λογογραφίας, ὡς ἂν μὴ λείποι τοῖς ἐπιγινομένοις ἡ πρὸς τὸν ὄλεθρον χειραγωγία, ἆρά τις μέμφεται τὴν ἐπὶ τούτοις ὀργήν; 3.2.161 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν ἐπαναδράμωμεν. δια βάλλει γὰρ ἐν τοῖς ἐφεξῆς πάλιν ἡμᾶς ὡς ταῖς ἀνθρωπίναις ὁμοιότησιν ἀτιμάζοντας τοῦ υἱοῦ τὴν γέννησιν, καὶ μέμνηταί γε τῶν γεγραμμένων τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων, ἐν οἷς φησι δύο σημαινομένων ἐκ τῆς τοῦ υἱοῦ φωνῆς, τῆς τε διὰ πάθους συστάσεως καὶ τῆς πρὸς τὸν γεγεννηκότα γνη σιότητος, τὸ μὲν ἀπρεπὲς καὶ σαρκῶδες ἐν τοῖς θείοις μὴ προσίεσθαι λόγοις, τὸ δὲ ὅσον εἰς μαρτυρίαν τῆς τοῦ μονο γενοῦς δόξης ἐστί, τοῦτο μόνον ἐν τοῖς ὑψηλοῖς παραλαμ 3.2.162 βάνεσθαι δόγμασι. τίς οὖν ἀτιμάζει ταῖς ἀνθρωπίναις ὑπολήψεσι τοῦ υἱοῦ τὴν γέννησιν, ὁ ἐξορίζων τῆς θείας γεν νήσεως τὸ παθητὸν καὶ ἀνθρώπινον, ἀπαθῶς δὲ συνάπτων τὸν υἱὸν τῷ γεννήσαντι, ἢ ὁ κοινοποιῶν πρὸς τὴν κάτω κτίσιν τὸν τὰ πάντα παραγαγόντα εἰς γένεσιν; ἀλλὰ τὸ τοιοῦτον, ὡς ἔοικεν, ἡ καινὴ αὕτη σοφία πρὸς ἀτιμίαν οἴεται βλέπειν, τὸ τῇ μεγαλειότητι τοῦ πατρὸς τὸν υἱὸν οἰκειῶσαι, μέγα δὲ καὶ ὑψηλὸν τὸ καταγαγεῖν αὐτὸν εἰς 3.2.163 ὁμοτιμίαν τῆς ἡμῖν ὁμοδούλου κτίσεως. ὢ κενῶν ἐγκλη μάτων· Βασίλειος ὡς ἀτιμάζων τὸν υἱὸν διαβάλλεται, ὁ τιμῶν αὐτὸν καθὼς τιμᾶται ὁ πατήρ, καὶ Εὐνόμιος τῆς τιμῆς τοῦ μονογενοῦς ὑπερμάχεται, ὁ τῆς ἀγαθῆς φύσεως τοῦ πατρὸς ἀφορίζων. τοιαύτην ἔσχε καὶ Παῦλος αἰτίαν παρ' Ἀθηναίοις ποτέ, πρὸς αὐτῶν ἐκείνων κατηγορούμενος ὡς ξένα καταγγέλλων δαιμόνια, ὅτε τὴν περὶ τοὺς δαίμονας πλάνην τῶν εἰδωλομανούντων διήλεγχε καὶ πρὸς τὴν ἀλή θειαν ἐχειραγώγει, καταγγέλλων ἐν τῷ Ἰησοῦ τὴν ἀνά στασιν. ταῦτα καὶ νῦν οἱ νέοι Στωϊκοὶ καὶ Ἐπικούρειοι τῷ μιμητῇ τοῦ Παύλου προφέρουσιν, οἱ εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, καθὼς περὶ τῶν Ἀθηναίων ἡ ἱστορία φησίν, 3.2.164 ἢ εἰς τὸ λέγειν τι καὶ ἀκούειν καινότερον. τί γὰρ ἂν εὑρεθείη τούτων καινότερον· υἱὸς ἐνεργείας καὶ πατὴρ κτίσματος καὶ θεὸς πρόσφατος ἐκ τοῦ μὴ ὄντος ἀναφυό μενος καὶ ἀγαθὸν ἀγαθοῦ παρηλλαγμένον; οὗτοί εἰσιν οἱ διὰ τοῦ μὴ εἶναι αὐτὸν λέγειν, ὅπερ ἐστὶν ἡ τοῦ γεννή σαντος φύσις, τιμᾶν προσποιούμενοι ταῖς καθηκούσαις τιμαῖς. ἆρ' αἰδεῖται τὸ εἶδος τῆς τοιαύτης τιμῆς ὁ Εὐνόμιος, εἰ μὴ πρὸς τὸν πατέρα λέγοι τις αὐτὸν ᾠκειῶσθαι τῇ φύσει, 3.2.165 ἀλλὰ πρός τι τῶν ἑτερογενῶν τὴν κοινωνίαν ἔχειν; εἰ γὰρ ὁ πρὸς τὴν κτίσιν κοινοποιῶν τὸν τῆς κτίσεως κύριον τιμᾶν ἐν τούτοις αὐτὸν διορίζεται, τιμάσθω καὶ οὗτος πρὸς τὸ ἄλογον ἢ ἀναίσθητον κατὰ τὴν φύσιν κοινοποιούμενος· εἰ δὲ τούτῳ χαλεπὸν καὶ ἐφύβριστον ἡ πρὸς τὸ χεῖρόν ἐστι κοινωνία, πῶς τῷ δεσποτεύοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθώς φησιν ὁ προφήτης, τιμή ἐστι τὸ τῇ ὑπο χειρίῳ καὶ δουλευούσῃ φύσει συγκατατάττεσθαι; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.3.1 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐ νομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ εἰς πλῆθος ἐκτείνοι τὸν λόγον ἡ ἀκριβὴς θεωρία, συγγνώσεται πάντως ὁ εὐγνώμων ἀκροατής, οὐχ ἡμᾶς ἀδολεσχεῖν αἰτιώμενος, ἀλλ' ἐπὶ τὸν τὴν ἀφορμὴν δεδωκότα τὴν αἰτίαν ἐπαναφέρων. καί μοι συγκεχωρήσθω βραχέα τινὰ προδιεξελθεῖν τῆς τῶν προκειμένων ἐξετάσεως, οὐδὲ ταῦτα τυχὸν τοῦ σκοποῦ τῶν σπουδαζομένων ἀπᾴδοντα. 3.3.2 Οὐδὲν τῶν διὰ κτίσεως γεγονότων σεβάσμιον εἶναι τοῖς ἀνθρώποις ὁ θεῖος ἐνομοθέτησε λόγος, ὡς ἐκ πάσης μικροῦ δεῖν ἔστι τῆς θεοπνεύστου γραφῆς τὸ τοιοῦτο μαθεῖν. ὁ Μωϋσῆς, αἱ πλάκες, ὁ νόμος, οἱ καθεξῆς προφῆται, τὰ εὐ αγγέλια, τῶν ἀποστόλων τὰ δόγματα, πάντες ἐπίσης ἀπαγο ρεύουσι τὸ πρὸς τὴν κτίσιν βλέπειν. καὶ μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον ἐφεξῆς παρατίθεσθαι τῶν εἰς τοῦτο φε ρόντων· ἀλλὰ κἂν ὀλίγας τῆς θεοπνεύστου γραφῆς μαρτυ ρίας ἐκ πολλῶν παραθώμεθα, ἐπίσης πάντως ὁ λόγος τὸ ἀξιόπιστον ἔχει, διότι τῶν θείων ἕκαστον εἰς φανέρωσιν 3.3.3 ἀληθείας τὸ ἴσον ἔχει, κἂν ἐλάχιστον ᾖ. διχῇ γὰρ διῃρη μένης τῆς περὶ τῶν ὄντων ὑπολήψεως, εἴς τε τὴν κτίσιν καὶ εἰς τὴν ἄκτιστον φύσιν, ἐὰν ἐπικρατήσῃ τὸ παρὰ τῶν ἐναντίων νῦν σπουδαζόμενον, ὥστε κτιστὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λέγειν, ἀνάγκη πᾶσα ἢ ἀθετεῖσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ μὴ προσκυνεῖσθαι τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν διὰ τὸ μὴ δεῖν προσάγειν τὴν λατρείαν τῇ κτίσει, ἢ εἴπερ δυσωποίη τὰ ἐν εὐαγγελίοις θαύματα, δι' ὧν πρὸς τὸ σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐν ἐκείνοις δηλούμενον ἐναγόμεθα, εἰς ὁμοτιμίαν ἄγειν τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, εἴπερ κατὰ τὸ δόγμα τῶν ὑπεναντίων καὶ ὁ κτιστὸς προσ κυνοῖτο θεός, οὐδεμίαν ἐν τῇ φύσει τὴν προτίμησιν ἔχων τῆς ἄλλης κτίσεως· καὶ εἰ τοῦτο κρατήσειεν, εἰς ἀναρχίαν τινὰ πάντη καὶ δημοκρατικὴν αὐτονομίαν τὰ δόγματα τῆς 3.3.4 εὐσεβείας μετενεχθήσεται. ὅταν γὰρ μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ' εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς τὴν ἴσην ὑπόληψιν τῷ μετ' ἐκεῖνο θεωρουμένῳ γενή σεται κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἐκ τῆς ἀκολου θίας ταύτης ἡ πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν παρακειμένων μέχρι τῶν ἐσχάτων διεξιούσης.
3.3.5 Καὶ ὅτι οὐκ ἔξω τι τοῦ εἰκότος παραστοχάζομαι, ἀξιό πιστον τοῦ λόγου παραστήσομαι μάρτυρα τὴν μέχρι τοῦ νῦν ἐπικρατοῦσαν ἐν τοῖς Ἕλλησι πλάνην. ἐπειδὴ γὰρ ἀπαι δεύτῳ καὶ μικροφυεῖ διανοίᾳ πρὸς τὰ τῆς κτίσεως κάλλη θαυμαστικῶς διετέθησαν, οὐ χειραγωγῷ τε καὶ ὁδηγῷ τῷ θαύματι τῶν φαινομένων πρὸς τὴν τοῦ ὑπερκειμένου κάλ λους κατανόησιν συγχρησάμενοι, ἀλλὰ μέχρι τῶν καταλαμ βανομένων ἔστησαν ἑαυτῶν τὴν διάνοιαν καὶ ἕκαστον τῆς κτίσεως μέρος ἰδιαζόντως ἐθαύμασαν, διὰ τοῦτο οὐκ ἐν ἑνί τινι μόνῳ τῶν φαινομένων τὴν περὶ τὸ θεῖον ὑπόληψιν ἔστησαν, ἀλλὰ πᾶν τὸ ἐν τῇ κτίσει βλεπόμενον θεῖον ἐνό 3.3.6 μισαν. καὶ οὕτω τοῖς μὲν Αἰγυπτίοις περὶ τὰ νοερὰ πλεῖον ἐνεργηθείσης τῆς πλάνης αἱ μυρίαι τῶν δαιμόνων μορφαὶ εἰς φύσεις θεῶν ἠριθμήθησαν, τοῖς δὲ Βαβυλωνίοις ἡ ἀπλα νὴς τοῦ πόλου περιφορὰ θεὸς ἐνομίσθη, ὃν καὶ Βὴλ ὠνό μασαν. οὕτω δὲ καὶ τοὺς ἐφεξῆς ἑπτὰ ἡ Ἑλληνικὴ μαότης ἰδιαζόντως θεοποιήσασα ἄλλῳ ἄλλως κατά τινα τῆς ἀπάτης ἰδιάζοντα λόγον ὑπέκυψε. πάντας γὰρ τούτους ἐν ἀλλήλοις ἀναστρεφομένους τοὺς κύκλους κατανοήσαντες, ἐπειδὴ περὶ τὸ ἀκρότατον ἐπλανήθησαν, δι' ἀκολούθου καὶ 3.3.7 μέχρι τοῦ ἐσχάτου τὴν αὐτὴν πλάνην συνδιεσώσαντο. καὶ πρὸς τούτοις αὐτόν τε τὸν αἰθέρα καὶ τὸν ὑποκεχυμένον ἀέρα τήν τε γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ὑποχθόνιον λῆξιν καὶ αὐτῆς δὲ τῆς γῆς ὅσα χρειώδη καὶ ἀναγκαῖα πρὸς τὴν ἀνθρωπίνην ἐστὶ ζωὴν οὐδὲν ὅ τι τῆς θείας ἀπό κληρον εἶναι φύσεως ἐδογμάτισαν, ἀλλ' ἑκάστῳ τούτων ὑπέκυψαν, δι' ἑνός τινος τῶν ἐν τῇ κτίσει προφαινομένων πᾶσιν ἑαυτοὺς τοῖς ἐφεξῆς τῆς κτίσεως μορίοις καταδου λώσαντες, ὡς εἴγε κἀκείνοις ἀθέμιτον ἐξ ἀρχῆς κατεφάνη τὸ πρὸς τὴν κτίσιν βλέπειν, οὐκ ἂν εἰς τὴν πολύθεον ταύ 3.3.8 την ἀπάτην ἀπεπλανήθησαν. ὡς ἂν οὖν μὴ ταὐτὰ πάθοι μεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέπειν παρὰ τῆς γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν λατρεύειν τε καὶ σεβάζεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώ ρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι, οὕτως τοῦ μεγάλου Ἠσαΐου διὰ τῆς ὑψηλῆς αὐτοῦ φωνῆς περὶ τῶν δογμάτων τούτων θεολογήσαντος, ὃς ἐκ τοῦ θείου προσώπου φησὶν Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθέν μου θεὸς οὐκ ἐγένετο καὶ μετ' ἐμὲ θεὸς οὐκ 3.3.9 ἔσται. πάντων γὰρ μᾶλλον ἀκριβῶς εἰδὼς τὸ τῆς εὐαγγε λικῆς εὐσεβείας μυστήριον ὁ μέγας οὗτος προφήτης ὁ καὶ τὸ παράδοξον ἐκεῖνο σημεῖον ἐπὶ τῆς παρθένου μηνύσας καὶ τοῦ παιδίου τὴν γέννησιν εὐαγγελισάμενος καὶ τὸ τοῦ υἱοῦ ὄνομα ἐκείνῳ σαφῶς παραστήσας, οὗτος τοίνυν ὁ πᾶσαν ἐμπεριειληφὼς διὰ τοῦ πνεύματος ἐν ἑαυτῷ τὴν ἀλή θειαν, ὡς ἂν μάλιστα πᾶσι γένοιτο δῆλος ὁ τῆς θείας φύσεως χαρακτήρ, δι' οὗ τὸ ὄντως ὂν διακρίνομεν ἀπὸ τοῦ γενομένου, τοῦτό φησιν ἐκ προσώπου τοῦ θεοῦ ὅτι Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθεν ἐμοῦ θεὸς οὐ 3.3.10 γέγονε καὶ μετ' ἐμὲ οὐκ ἔσται. ἐπεὶ οὖν οὔτε τὸ πρὸ τοῦ θεοῦ θεὸς οὔτε τὸ μετὰ τὸν θεὸν θεός (τὸ μὲν γὰρ μετὰ τὸν θεὸν κτίσις, τὸ δὲ ἐπέκεινα τοῦ θεοῦ οὐδέν, τὸ δὲ οὐδὲν θεὸς οὐκ ἔστιν, μᾶλλον δὲ τὸ ἐπέκεινα τοῦ θεοῦ αὐτὸς ἐκεῖνος, ἐν τῇ ἀϊδίῳ μακαριότητι πρὸς οὐδὲν ὁριζό μενος), ἐπεὶ οὖν θεοῦ ἡ φωνὴ αὕτη ἡ πνευματικὴ ἐν τῷ προφητικῷ στόματι λαληθεῖσα, δόγμα διὰ τούτου μανθά νομεν ὅτι μία τίς ἐστιν ἡ θεία φύσις συνεχὴς πρὸς ἑαυτὴν καὶ ἀδιάσπαστος, τὸ πρότερον καὶ ὕστερον ἐφ' ἑαυτῆς οὐ προσιεμένη, κἂν ἐν τριάδι κηρύσσηται, οὔτε πρεσβύτερόν τι τῶν ἐν αὐτῇ θεωρουμένων οὔτε μεταγενέστερον ἔχουσα. 3.3.11 ἐπεὶ οὖν θεοῦ ἡ φωνή, ἐάν τε τοῦ πατρὸς δῷς εἶναι τὸν λόγον ἐάν τε τοῦ υἱοῦ, ἐπίσης δι' ἑκατέρου τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται. ἐὰν μὲν γὰρ ὁ πατὴρ ταῦτα λέγῃ, μαρτυρεῖ τῷ υἱῷ τὸ μὴ μετ' αὐτὸν εἶναι· εἰ γὰρ θεὸς μὲν ὁ υἱός, πᾶν δὲ τὸ μετὰ τὸν πατέρα θεὸς οὐκ ἔστι, δῆλον ὅτι τὸ ἐν τῷ πατρὶ καὶ μὴ μετὰ τὸν πατέρα τὸν υἱὸν εἶναι ὁ λόγος μαρτύρεται· εἴτε τοῦ υἱοῦ δοίη τις εἶναι τὴν φωνὴν ταύτην, τὸ οὐ γέγονεν ἔμπροσθέν μου διδασκαλία σαφὴς ἔσται τῇ τῆς ἀρχῆς ἀϊδιότητι συγκαταλαμβάνεσθαι καὶ τὸν ἐν τῇ ἀρχῇ θεωρούμενον. εἴ τι οὖν μετὰ τὸν θεὸν ἔστι, κτίσις τοῦτο καὶ οὐ θεὸς διὰ τῶν εἰρημένων εὑρίσκεται. τὸ γὰρ μετ' ἐμὲ ὄν, φησί, θεὸς οὐκ ἔστι. 3.3.12 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. λέγεται δὲ παρ' ἡμῶν οὐ πρὸς τὸ θεῖον τοῦ μονογενοῦς εὐσεβὲς εἶναι τὸ Ἐποίησεν ἀναφέρειν, ἀλλὰ πρὸς τὴν τοῦ δούλου μορφὴν τὴν κατὰ καιρὸν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομικῶς γενομένην. οἱ δὲ πρὸς τοὐναντίον τὸν λόγον βιαζόμενοι τὴν προαιώνιον τοῦ υἱοῦ γέννησιν τῇ Ἐποίησεν φωνῇ παρὰ τοῦ ἀποστόλου 3.3.13 διασημαίνεσθαι λέγουσι. προθέντες τοίνυν ἐν τῷ μέσῳ τὸν λόγον καὶ δι' ἀκριβείας ἀμφοτέρας τὰς ὑπολήψεις ἐπισκε ψάμενοι τῷ ἀκροατῇ τὴν κρίσιν τοῦ ἀληθοῦς καταλείψομεν. ἀλλὰ τῆς μὲν τῶν ἐναντίων διανοίας ἱκανὸς ἂν εἴη συνή γορος αὐτὸς ὁ Εὐνόμιος οὐκ ἀγεννῶς ἐν τούτοις ἀγωνισά μενος, ὥστε τὸν ἐκείνου λόγον ἐπὶ λέξεως διεξελθόντες ἐν τελῶς τὸν ὑπὲρ τῶν μαχομένων ἡμῖν λόγον διελευσόμεθα· τοῦ δὲ καθ' ἡμᾶς δόγματος ἡμεῖς κατὰ τὸ δυνατὸν προστη σόμεθα, τοῖς παρὰ τοῦ μεγάλου Βασιλείου προεκτεθεῖσιν 3.3.14 ὅπως ἂν οἷοί τε ὦμεν κατ' ἴχνος ἑπόμενοι. οἱ δὲ τῇ ἀλη θείᾳ διὰ τῆς ἀναγνώσεως δικάζοντες, καθώς φησί τις τῶν προφητῶν, Κρίμα δίκαιον κρίνατε, μὴ ταῖς φιλονείκοις προ λήψεσιν, ἀλλὰ τῇ δεικνυμένῃ διὰ τῆς ἐξετάσεως ἀληθείᾳ δόντες τὰ νικητήρια. καὶ παρίτω γε πρῶτος ὁ τῶν ἡμε τέρων κατήγορος, ὥσπερ ἐν δικαστηρίῳ τὰ γεγραμμένα λέγων. 3.3.15 20Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὸ Ἐποίησεν ἐπὶ τῆς οὐσίας τοῦ υἱοῦ λαβεῖν παραιτούμενος ὁμοῦ τε τῷ σταυρῷ ἐπαισχυνόμενος τίθησι μὲν τοῖς ἀποστόλοις ἃ μηδεὶς μηδὲ τῶν εἰς σκαιὰ βλασφημεῖν αὐτοὺς ἐσπουδακότων, δύο δὲ σαφῶς Χριστοὺς καὶ δύο κυρίους ἐπεισάγει τοῖς ἑαυτοῦ δόγμασι καὶ λόγοις· φησὶ γὰρ ὡς οὐ τὸν ἐν ἀρχῇ ὄντα λόγον κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν, ἀλλὰ τὸν κενώσαντα ἑαυτὸν εἰς μορφὴν δούλου καὶ σταυρωθέντα ἐξ ἀσθε 3.3.16 νείας. γράφει δὲ διαρρήδην οὕτως· "1ἔτι δὲ "1οὐδὲ ἡ τοῦ ἀποστόλου διάνοια τὴν πρὸ αἰ "1ῶνος ὑπόστασιν τοῦ μονογενοῦς ἡμῖν παρί "1στησι, περὶ ἧς ὁ λόγος ἐν τῷ παρόντι· οὐ γὰρ "1περὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ λόγου τοῦ ἐν "1ἀρχῇ ὄντος πρὸς τὸν θεόν, ἀλλὰ περὶ τοῦ "1κενώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ "1καὶ γενομένου συμμόρφου τῷ σώματι τῆς τα "1πεινώσεως ἡμῶν καὶ σταυρωθέντος ἐξ ἀσθε "1νείας σαφῶς διαλέγεται. καίτοι τοῦτο παντὶ "1γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι τῆς ἀποστο "1λικῆς λέξεως τῷ βουλήματι, ὅτι οὐχὶ θεολογίας "1ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονο "1μίας λόγους παρεισάγει. Κύριον γὰρ αὐτὸν, φησί, "1καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν "1ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ πρὸς τὸ "1ἀνθρώπινον αὐτοῦ καὶ βλεπόμενον πᾶσι προδή 3.3.17 "1λως ἐπερειδόμενος."2 ταῦτα μὲν οὖν ὁ τῷ τῶν ἀποστόλων βουλήματι τὸν ἑαυτοῦ νοῦν ὑπαλ λάξας, οὐ γὰρ δὴ θέμις εἰπεῖν ἐπιστήσας· μή ποτέ τις τοσαύτην καταψηφίσαιτο παράνοιαν ἀνδρῶν ὁσίων καὶ πρὸς τὸ τῆς εὐσεβείας κή ρυγμα λογάδων, ὥστε τὴν ἐκείνων διδασκα λίαν εἰς τοσαύτην ὑπερβολὴν † ἀπολείπουσαν εἰς ὕβριν ***. οἱ τὸν ἑαυτῶν λῆρον εἰς τὴν τῶν ὁσίων μνήμην ἀναφέροντες ποίας οὐ μεστοὶ ταρα χῆς; ποίας οὐκ ἀτοπίας γέμοντες οἱ τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι δοξάζοντες καὶ διὰ τούτου τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις καὶ πρὶν ταύτην ἀναλαβεῖν τὴν μορφὴν κατασκευά 3.3.18 ζοντες; καὶ τίς, ὦ πάντων ὑμεῖς ῥᾳθυμότατοι, μορφὴν ἔχων δούλου μορφὴν ἀναλαμβάνει δούλου; πῶς δ' ἄν τις ἑαυτὸν εἰς τοῦτο κενώσειεν ὅπερ ἐστίν; οὐ μὲν οὖν εὑρήσετε τούτων τινὰ μη χανὴν καίπερ ὄντες τολμηροὶ λέγειν καὶ φρο νεῖν ἀμήχανα. πῶς δὲ οὐκ ἐλεεινότατοι πάν των ὑμεῖς ἄνθρωπον ὑπὲρ ἁπάντων ἀνθρώπων πεπονθέναι δοξάζοντες καὶ τούτῳ τὴν ἑαυτῶν ἀνατιθέντες λύτρωσιν; εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησι Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένω 3.3.19 σεν ἑαυτόν. ἀλλ' ἀντιμάχεται μὲν τούτοις καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, ἀντιφθέγγεται δὲ περιφανῶς καὶ αὐτὸς ὁ τῇ θεολογίᾳ τὴν οἰκονομίαν ταύτην ὑμνήσας, οὐ τὸν βλεπόμενον ἄνθρωπον, ἀλλ' αὐτὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα σάρκα ἀνειληφέναι λέγων, ὅπερ ἄλλαις φωναῖς ἴσον ἐστὶ τῷ μορφὴν δούλου λαβεῖν. εἰ μὲν οὖν ταῦτα νομίζετε πιστά, μετάθεσθε τοῦ πλάνου, παύσασθε τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι 3.3.20 δοξάζοντες. εἰ δὲ οὐχ ἱκανοί ἐστε πείθειν ἀπεί στους, ἑτέρᾳ φωνῇ καὶ δευτέρᾳ ψήφῳ τὴν ἀπιστίαν λύσατε. ὑπομνήσθητε τοῦ φήσαντος Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. οὐ γὰρ ἔστιν ἀνθρώπων οὐδεὶς ὃς τοῦτον οἰκειώσεται τὸν λόγον. οὐδεὶς τῶν πώποτε γενο μένων ἁγίων μονογενὴς ἦν θεός, γενόμενος ἄνθρω πος. τοῦτο γάρ ἐστιν ἐν μορφῇ θεοῦ τυγχάνοντα 3.3.21 μορφὴν δούλου λαβεῖν. εἰ τοίνυν περὶ τοῦ κε νώσαντος ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφὴν ὁ μακάριος διαλέγεται Πέτρος, ἐκένωσεν δὲ ἑαυ τὸν εἰς δούλου μορφὴν ὁ ἐν μορφῇ θεοῦ ὑπάρ χων, ὁ δὲ ἐν μορφῇ θεοῦ ὑπάρχων ἐστὶν ὁ ἐν ἀρχῇ ὢν λόγος καὶ θεὸς ὢν μονογενής, περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, καὶ τοῦτον ἐκδιδάσκει γε 3.3.22 γονέναι κύριον καὶ Χριστόν. ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναστρέφει Βα σίλειος καὶ δείκνυται σαφῶς οὔτε τῷ βουλή ματι τῶν ἀποστόλων τὸν ἑαυτοῦ νοῦν ἐπιστή σας οὔτε τῶν οἰκείων λόγων φυλάττων τὴν ἀκολου θίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγονέναι κύριον, ἢ μαχομένοις μαχόμενα συνάπ των καὶ τούτοις παραμένων φιλονείκως ἕτερα προσθήσει πολεμιώτερα, δύο κατασκευάζων εἶναι Χριστοὺς καὶ δύο κυρίους. εἰ γὰρ ἕτερος μὲν ὁ ἐν ἀρχῇ ὢν θεὸς λόγος, ἕτερος δὲ ὁ κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, κύριος δὲ καὶ ὁ θεὸς λόγος δι' οὗ τὰ πάντα, κύριος δὲ καὶ Χριστὸς οὗτος ὁ Ἰησοῦς ὁ σταυρωθεὶς μετὰ τὸ γενέσθαι τὰ πάντα, 3.3.23 δύο κατ' αὐτὸν κύριοι καὶ Χριστοί. τοῦτον μὲν οὖν οὐδεὶς παραιτήσεται λόγος τῆς οὕτως περι φανοῦς βλασφημίας. εἰ δέ τις τούτῳ συνιστά μενος φαίη τὸν αὐτὸν μὲν εἶναι τὸν ἐν ἀρχῇ λόγον καὶ γενόμενον κύριον, κατὰ δὲ τὴν ἐν σαρκὶ παρουσίαν γεγενῆσθαι κύριον καὶ Χρι στόν, ἀναγκασθήσεται πάντως εἰπεῖν πρὸ τῆς ἐν σαρκὶ παρουσίας μὴ εἶναι τὸν υἱὸν κύριον. ἀλλὰ γὰρ εἰ καὶ Βασιλείῳ καὶ τοῖς κατ' αὐτὸν ἀπίστοις δύο κύριοι καὶ Χριστοὶ καταγγέλ λονται ψευδῶς, ἀλλ' ἡμῖν γε εἷς κύριος καὶ Χρι στὸς δι' οὗ τὰ πάντα γέγονεν, οὐ κατὰ προκοπὴν γενόμενος κύριος, ἀλλὰ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων ὑποστὰς κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, τοῦτο πάντων ἡμᾶς τῶν ἁγίων συμφώ νως ἐκδιδασκόντων καὶ καταγγειλάντων τῶν δογ 3.3.24 μάτων τὸ κάλλιστον. ὅ τε γὰρ μακάριος Ἰωάννης τὸν θεὸν λόγον δι' οὗ τὰ πάντα γέγονεν ἐν σαρκὶ γεγενῆσθαι διδάσκει λέγων Καὶ ὁ λόγος σὰρξ ἐγένετο, ὅ τε θαυμασιώτατος Παῦλος εἰς ταπει νοφροσύνην ἐνάγων τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν Χριστὸν Ἰησοῦν λέγει τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ κενώσαντα ἑαυτὸν εἰς δούλου μορφὴν καὶ ταπεινωθέντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ πάλιν ἐν ἑτέροις κύριον τῆς δόξης 3.3.25 ὀνομάζει τὸν σταυρωθέντα. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. καὶ πολύ γε τούτου γυμνότερον αὐτὴν τὴν οὐσίαν ὀνομάζει κύριον εἰπὼν Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. εἰ τοίνυν ὁ ἐν ἀρχῇ λόγος, καθὸ πνεῦμα, κύριος καὶ τῆς δόξης κύριος, τοῦτον δὲ τὸν κύ ριον καὶ Χριστὸν ἐποίησεν ὁ θεός, αὐτὸ τὸ πνεῦμα καὶ τὸν θεὸν λόγον ἐποίησεν ὁ θεὸς καὶ οὐκ ἄλλον τινὰ κύριον, ὃν ὀνειροπολεῖ Βασί λειος20. 3.3.26 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρημένα, ὡς ἂν τοῖς τε κρίνουσι τὴν ἀλήθειαν εὐμνημόνευτος ἡ καθ' ἡμῶν εἴη γραφή, πρὸς ἣν ἀπολογήσασθαι χρή, καὶ ἡμεῖς ἐν τάξει καὶ ἀκολουθίᾳ τῶν ἐγκλημάτων ἕκαστον δια λύσαιμεν. ἐπαισχύνεσθαί φησιν ἡμᾶς τῷ σταυρῷ τοῦ Χρι στοῦ καὶ κακηγορεῖν τοὺς ἁγίους καὶ ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι λέγειν καὶ πρὸ τῆς διὰ σαρκὸς παρουσίας τὴν τοῦ δούλου μορφὴν ἔχειν τὸν κύριον οἴεσθαι καὶ ἀνθρώπῳ ἀνατιθέναι τὴν λύτρωσιν καὶ δύο Χριστούς τε καὶ κυρίους ἐν τῷ δόγματι λέγειν, ἢ εἰ μὴ τοῦτο, πρὸ τοῦ πάθους μὴ 3.3.27 λέγειν εἶναι τὸν μονογενῆ Χριστόν τε καὶ κύριον. ὡς ἂν οὖν φύγοιμεν τὴν βλασφημίαν ταύτην, πεποιῆσθαί φησι δεῖν τοῦ υἱοῦ τὴν οὐσίαν ὁμολογεῖν, ὡς καὶ τοῦ ἀποστόλου Πέτρου τὸ τοιοῦτο δόγμα τῇ ἰδίᾳ βεβαιοῦντος φωνῇ. ταῦτα τῆς κατηγορίας ἐστὶ τὰ κεφάλαια· τὰ γὰρ ὅσα πρὸς τὴν καθ' ἡμῶν αὐτῷ λοιδορίαν πεφιλοπόνηται ὡς οὐδὲν συντε λοῦντα πρὸς τὸν σκοπὸν σιωπήσομαι. τάχα γὰρ ἡ τοιαύτη τῶν λόγων καταφορὰ κατά τινα τεχνικὴν θεωρίαν συνήθης ἐστὶ τοῖς ῥητορεύουσι, πρὸς μείζονα κατηγορίας ὄγκον ἐξευ 3.3.28 ρημένη. ὑβριζέτω τοίνυν διὰ τὴν τέχνην ὁ σοφιστὴς καὶ τοῖς καθ' ἡμῶν ὀνείδεσιν ἐνακμαζέτω, μεταξὺ τῶν ἀγώνων ταῖς καταφοραῖς ἐμπομπεύων καλείτω 20λήρους20, καλείτω 20πάντων ῥᾳθυμοτάτους20 καὶ 20πάντων ἐλεεινοτά τους, ταραχῆς τε καὶ ἀτοπίας πλήρεις20 καὶ πᾶν ὅ τι βούλεται· φαυλιζέτω κατ' ἐξουσίαν ἡμᾶς, καὶ ἡμεῖς ἀνεξόμεθα· αἰσχύνη γάρ ἐστι τῷ γε νοῦν ἔχοντι οὐ τὸ λοιδοροῦντος ἀκούειν, ἀλλὰ πρὸς τὸ ῥηθὲν ἐπιστρέφεσθαι, ἔχει δέ τι καὶ χρήσιμον ἴσως τὸ καθ' ἡμῶν αὐτὸν κε χρῆσθαι τῇ φύσει· τάχα γὰρ τὴν κακήγορον αὐτοῦ γλῶσσαν εἰς ἡμᾶς ἀσχολήσας μικρὰν γοῦν ἐκεχειρίαν τῆς κατὰ τοῦ 3.3.29 θεοῦ μάχης ποιήσεται. οὐκοῦν ἐμφορείσθω κατ' ἐξουσίαν τῶν ὕβρεων, καὶ ὁ ἀντιλέγων οὐκ ἔσται. οὐδὲ γὰρ εἴ τις ἄτοπον καὶ δυσῶδες πνέοι κατὰ σωματικὴν δυσκρασίαν ἢ κατά τινα λοιμώδη καὶ δύστροπον ἀρρωστίαν, προκαλέσαιτο ἂν τὸν ὑγιαίνοντα πρὸς ζῆλον τοῦ δυστυχήματος, ὡς ἑλέσθαι τινὰ τῷ ἴσῳ κακῷ δι' οἰκείας νόσου τὴν τοῦ ὀδωδότος ἀηδίαν ἀμύνεσθαι. ἐλεεῖν γάρ, οὐ μιμεῖσθαι τοὺς τοιού τους ἡ κοινὴ συμβουλεύει φύσις. οὐκοῦν παρέντες ὅσα τοιαῦτα κατὰ σπουδὴν τῷ λόγῳ κατέμιξε σκώπτων, σχε τλιάζων, ἀγανακτῶν, λοιδορούμενος, μόνον τὸν περὶ τῶν δογμάτων ἐπισκεψώμεθα λόγον. ἀναλαβόντες τοίνυν ἐξ ἀρχῆς ἐν μέρει πρὸς ἕκαστον τῶν ἐγκλημάτων στησόμεθα. 3.3.30 Ἀρχὴ τῆς κατηγορίας ἦν τὸ ἐπαισχύνεσθαι ἡμᾶς τῷ σταυρῷ τοῦ ὑπὲρ ἡμῶν καταδεξαμένου τὸ πάθος. ἆρα μὴ καὶ τὸ κατ' οὐσίαν ἀνόμοιον πρεσβεύειν ἡμᾶς αἰτιάσεται; τῶν γὰρ πρὸς τὴν τοιαύτην παρατραπέντων ὑπόληψιν οἰκει ότερον ἂν εἴη τὸ ἔγκλημα τοῦ κατασκευάζειν ἐν αἰσχύνῃ τὸν σταυρὸν ποιεῖσθαι. εἰ γὰρ ὁμοίως μὲν παρ' ἀμφοτέρων ἡ κατὰ τὸ πάθος οἰκονομία πεπίστευται, ἡμεῖς δὲ τὸν διὰ τοῦ σταυροῦ φανερωθέντα θεὸν οὕτως τιμᾶν οἰόμεθα δεῖν καθὼς τιμᾶται ὁ πατήρ, τοῖς δὲ τὸ πάθος ἐμπόδιον γί νεται πρὸς τὸ δοξάζειν τὸν μονογενῆ θεὸν ἐπίσης τῷ γεγεν νηκότι πατρί, ἄρα περιτρέπεται πρὸς τοὐναντίον τῷ σοφιστῇ τὰ ἐγκλήματα, καὶ δι' ὧν κατηγορεῖν ἡμῶν οἴεται, τὴν 3.3.31 ἰδίαν δημοσιεύει κατὰ τῶν δογμάτων ἀσέβειαν. δῆλον γὰρ ὅτι τούτου χάριν ὑπερτίθησι τοῦ υἱοῦ τὸν πατέρα καὶ ταῖς μείζοσιν ἀποσεμνύνει τιμαῖς, ὅτι ἡ κατὰ τὸν σταυρὸν αἰσχύνη περὶ αὐτὸν οὐχ ὁρᾶται, καὶ διὰ τοῦτο πρὸς τὸ χεῖρον παρ ηλλάχθαι τοῦ υἱοῦ τὴν φύσιν διϊσχυρίζεται, ὅτι τοῦ σταυροῦ τὸ ὄνειδος εἰς αὐτὸν ἀναφέρεται μόνον, τοῦ πατρὸς οὐχ ἁπτόμενον. καὶ μηδεὶς οἰέσθω με μόνῃ τῇ κατὰ τὸν νοῦν ἀκολουθίᾳ τῆς λογογραφίας ἑπόμενον ταῦτα λέγειν. 3.3.32 προδιελθὼν γὰρ τοῦ λόγου πᾶσαν τὴν φιλοπόνως συγκει μένην ἐν αὐτῷ βλασφημίαν ἐν τοῖς μετὰ ταῦτα σαφῶς εὗρον γυμνῇ τῇ λέξει ταύτην ἐκτεθεῖσαν ὑπ' αὐτοῦ τὴν βλασφημίαν. καὶ εἰ δοκεῖ παραθήσομαι τῇ ἀκολουθίᾳ τῶν ἐμῶν λόγων τὰ παρ' αὐτοῦ γεγραμμένα ἔχοντα οὕτως. φησὶ γὰρ 20εἰ μὲν ἔχει δεικνύναι καὶ ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ' ἐξουσίαν ἐλθεῖν, προστάγ μασιν ὑπακοῦσαι, νόμοις ἀνθρωπίνοις πολιτεύσα σθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς20, 3.3.33 τίς οὖν ὁ ἐπαισχυνόμενος τῷ σταυρῷ; ὁ καὶ μετὰ τὸ πάθος προσκυνῶν ἴσα πατρὶ τὸν υἱὸν ἢ ὁ καὶ πρὸ τοῦ πάθους ὑβρίζων οὐ μόνον τῇ πρὸς τὴν κτίσιν ὁμοτιμίᾳ, ἀλλὰ καὶ τῷ κατα σκευάζειν τῆς ἐμπαθοῦς αὐτὸν εἶναι φύσεως, μὴ ἂν ἐλθόντα πρὸς τὴν τῶν παθημάτων πεῖραν, εἰ μὴ δεκτικὴν εἶχε τῶν 3.3.34 τοιούτων τὴν φύσιν; ἡμεῖς μὲν γὰρ καὶ τὸ σῶμα, ᾧ τὸ πάθος ἐδέξατο, τῇ θείᾳ φύσει κατακραθὲν ἐκεῖνο πεποιῆ σθαί φαμεν διὰ τῆς ἀνακράσεως, ὅπερ ἡ ἀναλαβοῦσα φύσις ἐστί· τοσοῦτον ἀπέχομεν τοῦ μικρόν τι περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν, ὡς εἴ τι καὶ τῆς κάτω φύσεως διὰ τὴν φιλάν θρωπον προσελήφθη οἰκονομίαν, καὶ τοῦτο πιστεύειν μετα πεποιῆσθαι πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον· ὁ δὲ σημεῖον τῆς πρὸς τὸ ταπεινότερον κατ' οὐσίαν παραλλαγῆς τὸ περὶ τὸν σταυρὸν πάθος πεποίηται, οὐκ οἶδα ὅπως τὴν ὑπερ βάλλουσαν τῆς δυνάμεως ἐνέργειαν, καθ' ἣν καὶ τοῦτο ἠδυνήθη, τεκμήριον ἀσθενείας ποιούμενος, οὐδὲ τοῦτο συνείς, ὅτι οὐδὲν κατὰ τὴν ἑαυτοῦ φύσιν κινούμενον ὡς ἐπὶ παρα δόξῳ θαυμάζεται, ἀλλ' ὅσα τοὺς ὅρους ἐκβαίνει τῆς φύ σεως, ταῦτα μάλιστα πάντων ἐν θαύματι γίνεται καὶ πρὸς ταῦτα πᾶσα μὲν ἐπιστρέφεται ἀκοή, πᾶσα δὲ διάνοια τείνε 3.3.35 τὸ παράδοξον θαυμάζουσα. διὸ καὶ πάντες οἱ τὸν λόγον κηρύσσοντες ἐν τούτῳ τὸ θαῦμα τοῦ μυστηρίου καταμη νύουσιν ὅτι θεὸς ἐφανερώθη ἐν σαρκί, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ὅτι ἡ ζωὴ θα νάτου ἐγεύσατο, καὶ πάντα τὰ τοιαῦτα βοῶσιν οἱ κήρυκες, δι' ὧν πλεονάζεται τὸ θαῦμα τοῦ διὰ τῶν ἔξω τῆς φύσεως 3.3.36 τὸ περιὸν τῆς δυνάμεως ἑαυτοῦ φανερώσαντος. ἀλλὰ κἂν ἐκείνοις ὑβρίζειν διὰ ταῦτα δοκῇ καὶ τῆς πρὸς τὸν πατέρα ὁμοτιμίας διὰ τὴν περὶ τὸν σταυρὸν οἰκονομίαν τὸν υἱὸν ἀποσχοινίζωσιν, ἡμεῖς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι διὰ τῶν ἁγίων γραφῶν πεπιστεύκαμεν ὅτι ὁ ἐν ἀρχῇ ὢν θεὸς Μετὰ ταῦτα, καθώς φησιν ὁ Βαρούχ, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀν θρώποις συνανεστράφη, ἀντάλλαγμά τε τοῦ ἡμετέρου θανά του γενόμενος ἔλυσε διὰ τῆς ἰδίας ἀναστάσεως τὰ δεσμὰ τοῦ θανάτου καὶ ὡδοποίησε πάσῃ σαρκὶ δι' ἑαυτοῦ τὴν ἀνάστασιν, ὁμόθρονός τε καὶ ὁμόδοξος ὢν τῷ ἰδίῳ πατρὶ κατ' ἀξίαν τῶν βεβιωμένων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐποίσει 3.3.37 τὴν ψῆφον τοῖς κρινομένοις. ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστεύκαμεν καὶ διὰ τοῦτο ὑπερυψοῦντες κατὰ τὸ ἡμέτερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολήγομεν, ὅτι ὁ μη δενὶ χωρητὸς διὰ τὴν ἄφραστον αὐτοῦ καὶ ἀπρόσιτον μεγα λειότητα πλὴν ἑαυτῷ καὶ τῷ πατρὶ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, οὗτος καὶ πρὸς κοινωνίαν τῆς ἀσθενείας ἡμῶν κατ 3.3.38 ελθεῖν ἠδυνήθη· οἱ δὲ ταύτην ἀπόδειξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος τοῦ υἱοῦ πρὸς τὸν πατέρα ποιοῦνται, τὸ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν κύριον, ὡς τῆς μὲν φύσεως τοῦ πατρὸς καθαρῶς ἐν ἀπαθείᾳ δια μενούσης καὶ μηδενὶ τρόπῳ τὴν πρὸς τὸ πάθος κοινωνίαν ἀναδέξασθαι δυναμένης, τοῦ δὲ υἱοῦ διὰ τὸ πρὸς τὸ ταπει νότερον παρηλλάχθαι τὴν φύσιν, πρὸς σαρκός τε καὶ θα νάτου πεῖραν οὐκ ἀδυνατοῦντος ἐλθεῖν, ὡς οὐ πολλῆς γινο μένης τῆς μεταστάσεως, ἀλλὰ τρόπον τινὰ πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον ἐκ τοῦ ὁμοίου μεταχωρούσης διὰ τοῦ κτιστὴν μὲν τὴν ἀνθρωπίνην, κτιστὴν δὲ καὶ τὴν τοῦ μονογενοῦς 3.3.39 ὑποτίθεσθαι φύσιν. τίς τοίνυν εἰκότως ἐπαισχύνεσθαι τῷ σταυρῷ κατηγορεῖται, ὁ τὰ ταπεινὰ περὶ αὐτοῦ λέγων ἢ ὁ περὶ τῶν ὑψηλοτέρων ἀγωνιζόμενος; οὐκ οἶδα εἰ τῆς Παύ λου μεγαλοφωνίας ὁ κατήγορος ἤκουσεν ὁ οὕτω κατα σμικρύνων τὸν ἐπὶ τοῦ σταυροῦ γνωρισθέντα θεόν, οἷα καὶ ὅσα ἐκεῖνος τῷ ὑψηλῷ στόματι περὶ τοῦ σταυροῦ διεξέρ χεται. ὁ γὰρ διὰ τοσούτων καὶ τοιούτων θαυμάτων ἑαυτὸν γνωρίζειν ἔχων μὴ γένοιτο, φησίν, ἐπί τινι ἄλλῳ καυχᾶσθαι εἰ μὴ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καὶ πρὸς Κορινθίους λέγει τὸν λόγον τοῦ σταυροῦ δύναμιν θεοῦ τοῖς σῳζομένοις 3.3.40 εἶναι. Ἐφεσίοις δὲ τὴν τὸ πᾶν διακρατοῦσάν τε καὶ συν έχουσαν δύναμιν τῷ σχήματι τοῦ σταυροῦ καταγράφει, ἐν οἷς βούλεται αὐτοὺς ὑψωθέντας γνῶναι τὴν ὑπερβάλλουσαν δόξαν τῆς δυνάμεως ταύτης, ὕψος καὶ πλάτος καὶ βάθος καὶ μῆκος κατονομάζων, ἑκάστην κεραίαν τῶν κατὰ τὸ σχῆμα τοῦ σταυροῦ θεωρουμένων ἰδίοις προσαγορεύων ὀνό μασιν, ὡς τὸ μὲν ἄνω μέρος ὕψος εἰπεῖν, βάθος δὲ τὸ μετὰ τὴν συμβολὴν ὑποκείμενον, τὴν δὲ ἐγκάρσιον καθ' ἑκάτερον κεραίαν τῷ τοῦ μήκους τε καὶ πλάτους ὀνόματι διασημαίνων, ὡς ἂν διὰ τούτου φανερωθείη τὸ μέγα μυ στήριον, ὅτι καὶ τὰ οὐράνια καὶ τὰ καταχθόνια καὶ πάντα τῶν ὄντων τὰ πέρατα διακρατεῖται καὶ συνέχεται παρὰ τοῦ τὴν ἀπόρρητον καὶ μεγάλην ταύτην δύναμιν ἐν τῷ τύπῳ τοῦ σταυροῦ παραδείξαντος. ἀλλ' οὐδὲν οἶμαι δεῖν πλέον ταῖς αἰτίαις ταύταις ἐναγωνίζεσθαι, περιττὸν κρίνων ἐμφιλο τιμεῖσθαι τοῖς κατὰ τῆς συκοφαντίας ἐλέγχοις, καὶ δι' ὀλίγων τῆς ἀληθείας δειχθείσης. οὐκοῦν πρὸς ἕτερον ἔγ κλημα τῷ λόγῳ μετέλθωμεν. 3.3.41 ∆ιαβάλλεσθαι λέγει παρ' ἡμῶν τοὺς ἁγίους. ἀλλ' εἰ μὲν αὐτὸς ἀκήκοε, λεγέτω τὰ ῥήματα τῆς κακηγορίας· εἰ δὲ πρὸς ἑτέρους εἰρηκέναι λέγει, δειξάτω διὰ τῶν μαρτυ ρούντων ἀληθῆ τὴν αἰτίαν· εἰ δὲ ἀφ' ὧν γεγραφήκαμεν ἀποδείκνυσιν, ἀναγνώτω τὰ εἰρημένα, καὶ τὴν αἰτίαν δεξό μεθα. ἀλλ' οὐκ ἄν τι τοιοῦτον προσενεγκεῖν ἔχοι· πρό κειται γὰρ παντὶ τῷ βουλομένῳ τὰ παρ' ἡμῶν εἰς ἐξέτασιν. εἰ δὲ μήτε πρὸς αὐτὸν εἴρηται μήτε ἑτέρων ἀκήκοε μήτε διὰ τῶν γεγραμμένων ἔχει τὸν ἔλεγχον, σιγᾶν οἶμαι χρῆναι 3.3.42 τὸν ὑπὲρ τούτων ἀπολογούμενον. πρὸς γὰρ τὸ ἀνυπόστατον ἔγκλημα πρέπουσα πάντως ἐστὶν ἀπολογία ἡ σιωπή. Πέτρος φησὶν ὁ ἀπόστολος Κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ἡμεῖς ταῦτα παρ' αὐτοῦ μεμαθηκότες φαμὲν περὶ ἓν πᾶσαν βλέπειν τῶν εἰρημένων τὴν σύμφρασιν, αὐτόν τε τὸν σταυρὸν καὶ τὸ ἀνθρώπινον ὄνομα καὶ τὸ δεικτικὸν τῆς φωνῆς· δύο γὰρ πράγματα περὶ ἓν πρόσωπον ὁ τῆς γραφῆς λόγος γεγενῆ σθαί φησι, παρὰ μὲν τῶν Ἰουδαίων τὸ πάθος, παρὰ δὲ τοῦ θεοῦ τὴν τιμήν, οὐχ ὡς ἄλλου μὲν πεπονθότος, ἑτέρου 3.3.43 δὲ διὰ τῆς ἀνυψώσεως τετιμημένου. καὶ σαφέστερον ἐφερ μηνεύει λέγων διὰ τῶν ἐφεξῆς· Τῇ δεξιᾷ γάρ, φησί, τοῦ θεοῦ ὑψωθείς. τίς οὖν ὑψώθη; ὁ ταπεινὸς ἢ ὁ ὕψιστος; τί δὲ τὸ ταπεινὸν εἰ μὴ τὸ ἀνθρώπινον; τί δὲ ἄλλο παρὰ τὸ θεῖόν ἐστιν ὁ ὕψιστος; ἀλλὰ μὴν ὁ θεὸς ὑψωθῆναι οὐ δέεται ὕψιστος ὤν. ἄρα τὸ ἀνθρώπινον ὁ ἀπόστολος ὑψῶ σθαι λέγει, ὑψώθη δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι. διὰ τοῦτο δὲ μετὰ τὸ πάθος ἐγένετο. οὐκοῦν οὐ τὴν προ αιώνιον ὕπαρξιν τοῦ κυρίου διὰ τοῦ Ἐποίησε ῥήματος παρί στησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν τὴν διὰ τῆς δεξιᾶς τοῦ θεοῦ γεγενημένην, σαφηνίζεται γὰρ καὶ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσε 3.3.44 βείας μυστήριον. ὁ γὰρ εἰπὼν ὅτι Τῇ δεξιᾷ τοῦ θεοῦ ὑψω θείς, φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν, ὅτι ἡ δεξιὰ τοῦ θεοῦ ἡ ποιητικὴ πάντων τῶν ὄντων, ἥτις ἐστὶν ὁ κύριος δι' οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς ὑπέστη τῶν ὄντων οὐδέν, αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ὕψος ἀνήγαγε, διὰ τῆς ἀνα κράσεως, ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν φύσιν, κἀκεῖνον ποιή σασα· ἔστι δὲ αὐτὴ κύριος καὶ βασιλεύς· Χριστὸς γὰρ ὁ βασιλεὺς ὀνομάζεται· ταῦτα κἀκεῖνον ἐποίησεν. ὥσπερ γὰρ ἐν τῷ ὑψίστῳ γενόμενος ὑπερυψώθη, οὕτω καὶ τὰ ἄλλα πάντα ἐγένετο, ἐν τῷ ἀθανάτῳ ἀθάνατος, ἐν τῷ φωτὶ φῶς, ἐν τῷ ἀφθάρτῳ ἄφθαρτος, ἐν τῷ ἀοράτῳ ἀόρατος, ἐν τῷ 3.3.45 Χριστῷ Χριστός, ἐν τῷ κυρίῳ κύριος. πέφυκε γὰρ καὶ ἐπὶ τῶν σωματικῶν ἀνακράσεων, ὅταν πολλῷ τῷ μέτρῳ τὸ ἕτερον πλεονάζῃ μέρος, πρὸς τὸ ἐπικρατοῦν πάντως μετα ποιεῖσθαι τὸ ἐλαττούμενον. τοῦτο καὶ ἐπὶ τοῦ μυστικοῦ λόγου σαφῶς διὰ τῆς τοῦ Πέτρου φωνῆς διδασκόμεθα, ὅτι τὸ ταπεινὸν τοῦ ἐξ ἀσθενείας σταυρωθέντος· ἡ δὲ ἀσθένεια 3.3.46 τὴν σάρκα δηλοῖ, καθὼς παρὰ τοῦ κυρίου ἠκούσαμεν. τοῦτο δὲ διὰ τῆς πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τοῦ ἀγαθοῦ ἀνακράσεως οὐκέτι ἔμεινεν ἐν τοῖς οἰκείοις μέτροις καὶ ἰδιώμασιν, ἀλλὰ τῇ δεξιᾷ τοῦ θεοῦ συνεπῄρθη καὶ ἐγένετο ἀντὶ δούλου κύριος, ἀντὶ ὑποχειρίου Χριστὸς βασιλεύς, ἀντὶ ταπεινοῦ ὕψιστος, ἀντὶ ἀνθρώπου θεός. τίνα τοίνυν ὁ ὑπὲρ τῶν ἀποστόλων πολεμεῖν ἡμῖν σχηματιζόμενος εὗρεν ἐκ τῶν γεγραμμένων κατὰ τῶν ἁγίων λαβήν; ἀλλὰ σιωπάσθω καὶ τοῦτο τὸ ἔγκλημα· μικρὸν γὰρ οἶμαι καὶ ἀγεννὲς εἶναι πρὸς τὰ ψευδῆ τε καὶ ἀναπόδεικτα τῶν λεγομένων ἵστασθαι. ἀλλ' ἐπὶ τὸ σφοδρότερον τῆς κατηγορίας μετέλθωμεν. 3.3.47 Φησὶ 20τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶ σθαι20 λέγειν ἡμᾶς καὶ 20τὸν ἐξ ὑπακοῆς ἑαυτὸν τα πεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις καὶ πρὶν ταύτην ἀναλα βεῖν τὴν μορφήν20. οὐδὲν ὑπημείφθη τῆς λέξεως, ἀλλ' αὐτὰ τὰ ῥήματα παρ' ἡμῶν μετενήνεκται ἀπὸ τῶν ἐκείνου λόγων πρὸς τὸν ἡμέτερον. εἰ μὲν ἔστι τι τοιοῦτον ἐν τοῖς παρ' ἡμῶν γεγραμμένοις (ἡμέτερα γὰρ τὰ τοῦ διδα σκάλου φημί), μηδεὶς ἐγκαλείτω συκοφαντίαν τῷ ῥήτορι· πᾶσαν αὐτῷ φροντίδα τῆς ἀληθείας καὶ ἡμεῖς μαρτυρή 3.3.48 σομεν. εἰ δὲ τούτων μὲν ἔστιν ἐν τοῖς γεγραμμένοις οὐδέν, ὁ λόγος δὲ οὐκ αἰτίαν ἐπάγει ψιλήν, ἀλλ' ὡς ἐπιφανῶς ἀποδεδειγμένοις ἀγανακτεῖ καὶ ὀργίζεται 20τερατείας καὶ λήρους καὶ ταραχῆς πλήρεις καὶ ἀνωμαλίας20 καὶ τὰ τοιαῦτα καλῶν, τί χρὴ πράττειν οὐ συνορῶ. καθάπερ οἱ πρὸς τὰς ἀπροφασίστους ὀργὰς τῶν φρενιτι ζόντων ἀμηχανοῦντες οὐκ ἔχουσιν ὅ τι βουλεύσονται, οὕτως οὐδὲ αὐτὸς ἐξευρίσκω τινὰ πρὸς τὴν ἀμηχανίαν ταύτην ἐπί νοιαν. φησὶν ὁ διδάσκαλος (πάλιν γὰρ ἐπὶ λέξεως αὐτοῦ τὸν λόγον ἐπαναλήψομαι) ὅτι "1οὐχὶ θεολογίας ἡμῖν παρα 3.3.49 δίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους."2 ὁ δὲ κατήγορος ἐκ τούτων ὁρμηθεὶς 20ἄνθρωπον εἰς ἄνθρω πον κεκενῶσθαι20 λέγει κατασκευάζειν ἡμᾶς. τίς κοι νωνία τούτων κἀκείνων; εἴ φαμεν τὸν ἀπόστολον μὴ θεο λογίας ἡμῖν παραδεδωκέναι τρόπον, ἀλλὰ τὴν κατὰ τὸ πάθος οἰκονομίαν ὑποδεῖξαι τῷ λόγῳ, διὰ τοῦτο ἀνθρώπου εἰς ἄνθρωπον κένωσιν καὶ δούλου μορφὴν προαιώνιον καὶ τῆς ἐν σαρκὶ παρουσίας πρεσβύτερον τὸν ἐκ Μαρίας ἄν θρωπον λέγειν διαβαλλόμεθα; ἀλλὰ περιττὸν οἶμαι τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν, αὐτῆς τῆς ἀληθείας ἀφιείσης 3.3.50 ἡμᾶς τοῦ ἐγκλήματος. τότε γὰρ χρὴ τοῖς κατηγοροῦσιν ἀντικαθίστασθαι, ὅταν τις παράσχῃ καθ' ἑαυτοῦ τῷ συκο φάντῃ λαβήν· ἐφ' ὧν δὲ κίνδυνος ἔστιν οὐδεὶς ὑπονοηθῆναί τι τῶν ἀτόπων, οὐ τῆς τοῦ συκοφαντουμένου διαβολῆς, ἀλλὰ τῆς τοῦ κατηγοροῦντος μανίας ἔλεγχος ἡ κατηγορία καθ ίσταται. ἀλλ' ὥσπερ 20ἐπαισχύνεσθαι τῷ σταυρῷ20 τὴν αἰτίαν ἔχοντες ἐδείξαμεν διὰ τῶν ἐξητασμένων εἰς τοὐν αντίον περιτρεπόμενον τῷ κατηγόρῳ τὸ ἔγκλημα, οὕτω καὶ τὴν αἰτίαν ταύτην εἰς αὐτοὺς τοὺς κατηγόρους ἐπαναστρέ φουσαν δείξομεν, ὡς ἐκείνων, οὐχ ἡμῶν τὴν ἐξ ὁμοίου πρὸς τὸ ὅμοιον τοῦ υἱοῦ μετάστασιν ἐν τῇ κατὰ τὸ πάθος οἰκο 3.3.51 νομίᾳ δογματιζόντων. ἐξετάσωμεν γὰρ παρ' ἄλληλα θέντες ἐπὶ κεφαλαίου τὰ παρ' ἑκατέρων λεγόμενα. ἡμεῖς φαμεν τὸν μονογενῆ θεὸν δι' ἑαυτοῦ παραγαγόντα τὰ πάντα εἰς γένεσιν <ἐν> αὑτῷ περικρατεῖν τὰ πάντα, ἓν δὲ τῶν παρ' αὐτοῦ γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν, ἧς πρὸς κακίαν ἀπορρυείσης καὶ διὰ τοῦτο γενομένης ἐν τῇ τοῦ θανάτου φθορᾷ, πάλιν αὐτὴν δι' ἑαυτοῦ πρὸς τὴν ἀθάνατον ζωὴν ἐφελκύσασθαι, διὰ τοῦ ἀνθρώπου ᾧ κατεσκήνωσεν ὅλον ἀναλαβόντα πρὸς ἑαυτὸν τὸ ἀνθρώπινον, καὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν τῇ θνητῇ καὶ ἐπικήρῳ καταμίξαι φύσει καὶ τὴν ἡμετέραν νέκρωσιν διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως 3.3.52 εἰς ζωτικὴν μεταποιῆσαι χάριν καὶ δύναμιν. καὶ τοῦτό φαμεν εἶναι τὸ κατὰ τὴν σάρκα τοῦ κυρίου μυστήριον, ὅτι ὁ ἄτρεπτος ἐν τῷ τρεπτῷ γίνεται, ἵνα πρὸς τὸ κρεῖττον ἀλλοιώσας καὶ μεταβαλὼν ἐκ τοῦ χείρονος τὴν ἐμμιχθεῖσαν τῇ τρεπτῇ διαθέσει κακίαν ἐξαφανίσῃ ἀπὸ τῆς φύσεως ἐν ἑαυτῷ τὸ κακὸν δαπανήσας. ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταν αλίσκον ἐστίν, ᾧ ἐναφανίζεται πᾶσα κακίας ὕλη. οὗτος ὁ ἡμέτερος λόγος, ὁ δὲ κατήγορος τί φησι; οὐ τὸν ἄτρεπτόν τε καὶ ἄκτιστον τῷ διὰ κτίσεως γεγονότι καὶ διὰ τοῦτο πρὸς κακίαν ἀλλοιωθέντι καταμιχθῆναι, ἀλλὰ καὶ αὐτὸν κτιστὸν ὄντα πρὸς τὸ συγγενὲς ἐλθεῖν ἑαυτῷ καὶ ὁμόφυλον, οὐκ ἐξ ὑπερεχούσης φύσεως διὰ φιλανθρωπίαν τὴν ταπει νοτέραν ὑποδύντα φύσιν, ἀλλ' ὅπερ ἦν, τοῦτο γενόμενον. 3.3.53 τῷ γὰρ γενικῷ τῆς προσηγορίας ἓν κατὰ πάντων ἐστὶ τῶν ἐκ τοῦ μὴ ὄντος ὑποστάντων τὸ τῆς κτίσεως ὄνομα, αἱ δὲ μερικαὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων διαφοραὶ ταῖς τῶν ἰδιωμάτων παραλλαγαῖς ἑτέρα τῆς ἑτέρας διενηνόχασιν· ὥστε εἰ κτιστὸς μὲν ἐκεῖνος, κτιστὸς δὲ ὁ ἄνθρωπος, αὐτὸς εἰς ἑαυτὸν ἐκενώθη κατὰ τὴν Εὐνομίου φωνήν, καὶ οὐ πρὸς τὸ ταπεινὸν ἐκ τοῦ ὑπερέχοντος, ἀλλ' ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὁμότιμον μετεχώρησε, πλὴν τῆς κατὰ τὸ σῶμα 3.3.54 καὶ τὸ ἀσώματον ἰδιότητος. πρὸς τίνα τοίνυν ἡ δικαία τῶν δικαζόντων ἐνεχθήσεται ψῆφος ἢ τίς τοῖς ἐγκλήμασιν ἐκείνοις ὑπεύθυνος ἀναφανήσεται; ὁ παρὰ τοῦ θεοῦ τοῦ ἀκτίστου τὸν κτιστὸν σεσῶσθαι λέγων ἢ ὁ τῷ κτίσματι τῆς σωτηρίας ἡμῶν ἀνατιθεὶς τὴν αἰτίαν; ἀλλ' οὐκ ἄδηλος τῶν εὐσεβούντων ἡ κρίσις. ὁ γὰρ ἀκριβῶς ἐπιστάμενος τὴν διαφορὰν τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον, ὧν ἡ παραλλαγὴ κυριότητι καὶ δουλείᾳ χαρακτηρίζεται, τοῦ μὲν ἀκτίστου θεοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθ ώς φησιν ὁ προφήτης, πάντων δὲ τῶν ἐν τῇ κτίσει δου λευόντων κατὰ τὴν τοῦ αὐτοῦ προφήτου φωνήν, ἥ φησιν ὅτι Τὰ σύμπαντα δοῦλα σά, ὁ ταῦτα τοίνυν δι' ἐπιμελείας κατανοήσας οὐκ ἀγνοεῖ πάντως τὸν ἐκ δουλείας εἰς δου 3.3.55 λείαν τὸν μονογενῆ μετοικίζοντα. εἰ γὰρ δουλεύει μὲν ἡ κτίσις πᾶσα κατὰ τὸν Παῦλον, κτιστὴ δὲ κατ' Εὐνόμιον τοῦ μονογενοῦς ἡ οὐσία, οὐ δεσπότην καταμιχθῆναι δού λοις, ἀλλὰ δοῦλον ἐν δούλοις γενέσθαι διὰ τῶν δογμά των οἱ ἐναντίοι πάντως κατασκευάζουσιν. ἀλλὰ μὴν τὸ πρὸ τῆς ἐν σαρκὶ παρουσίας ἐν δούλου μορφῇ λέγειν εἶναι τὸν κύριον ἴσον ἐστὶ τῷ διαβάλλειν ἡμᾶς ὡς μέλανας τοὺς ἀστέρας καὶ ζοφώδη τὸν ἥλιον καὶ τὸν οὐρανὸν χθαμαλὸν 3.3.56 καὶ τὸ ὕδωρ ξηρὸν καὶ πάντα λέγοντας τὰ τοιαῦτα. ὁ γὰρ οὐκ ἐξ ὧν ἀκήκοέ τι κατασκευάζων, ἀλλὰ κατ' ἰδίαν ὁρμὴν τὸ δοκοῦν ἀναπλάσσων? μηδὲ τῶν τοιούτων φειδέσθω καθ' ἡμῶν ἐγκλημάτων. ἴσον γάρ ἐστιν ὑπέρ γε τούτων ἡμᾶς καὶ ὑπὲρ ἐκείνων εὐθύνεσθαι τῷ μηδὲν τούτων τὰς ἀρχὰς ἐκ τῶν ἡμετέρων ἔχειν. ὁ γὰρ ἐν τῇ τοῦ πατρὸς δόξῃ τὸν ἀληθινὸν υἱὸν εἶναι διοριζόμενος πῶς ἂν ἐν δούλου μορφῇ τὴν αἰώνιον τοῦ μονογενοῦς δόξαν ὑβρίζοι; ἐπειδὴ τοίνυν δοκεῖ τῷ λογογράφῳ λέγειν κακῶς, φροντίζει δὲ τοῦ δοκεῖν εὐπροσώπους τὰς αἰτίας κατασκευάζειν, οὐδὲν περιττὸν ἂν εἴη καὶ ἄχρηστον τοῖς ἀσυστάτοις τῶν ἐγκλημάτων ἐνα γωνίζεσθαι. 3.3.57 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παρά λογον ἔχει. 20δύο20 γὰρ 20Χριστοὺς καὶ δύο κυρίους20 λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν τὴν αἰτίαν ἔχων, ἀλλὰ πρὸς τὸ δοκοῦν κατ' ἐξουσίαν τῷ ψεύδει χρώμενος. ἐπεὶ οὖν ἐπ' αὐτῷ ποιεῖται τὸ λέγειν ἃ βούλεται, τί μικρολόγως φέρει τὸ ψεῦδος, δύο μόνους Χρι στοὺς λέγεσθαι παρ' ἡμῶν κατασκευάζων; λεγέτω κατ' ἐξουσίαν εἰ δοκεῖ καὶ δέκα Χριστοὺς πρεσβεύειν ἡμᾶς καὶ δεκάκις τοσούτους καὶ εἰς χιλίους τὸν ἀριθμὸν ἐκτεινέτω, 3.3.58 ὡς ἂν νεανικώτερον τῆς συκοφαντίας ἀντιλαμβάνοιτο. ἥ τε γὰρ βλασφημία καὶ ἐπὶ δύο καὶ ἐπὶ πλειόνων Χριστῶν τὸ ἴσον ἔχει καὶ τὸ ἀναπόδεικτον τῶν ἐγκλημάτων ὡσαύτως ἴσον ἐστί. δείξας τοίνυν τὸ δύο λέγειν ἡμᾶς κυρίους καὶ δύο Χριστούς, ὡς περὶ μυρίων τὸν ἔλεγχον ποιησάμενος τὴν καθ' ἡμῶν ψῆφον ἐχέτω. ἀλλ' ἐκ τῶν ἡμετέρων ἡμᾶς διελέγχειν φησί. πάλιν τὰ εἰρημένα τῷ διδασκάλῳ διασκεψώμεθα, δι' ὧν οὗτος οἴεται κινεῖν καθ' ἡμῶν τὰ 3.3.59 ἐγκλήματα. "1οὐ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, φησίν, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους"2 ὁ λέγων ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, "1τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπινον αὐτοῦ καὶ βλεπόμενον πᾶσιν ἐπερειδόμενος."2 τὰ μὲν οὖν γεγραμ μένα ταῦτα. οἱ δὲ δύο Χριστοὶ πόθεν παρὰ τοῦ Εὐνομίου διὰ τοῦ εἰρημένου εἰσεκυκλήθησαν; ἆρα τὸ τὴν δεικτικὴν φωνὴν πρὸς τὸ φαινόμενον εἰπεῖν ἀπερείδεσθαι, τοῦτο τῆς 3.3.60 τῶν δύο Χριστῶν κατασκευῆς τὴν ἀπόδειξιν ἔχει; οὐκοῦν ἀρνεῖσθαι προσήκει καὶ τὸ ὑπερυψωθῆναι παρ' αὐτοῦ μετὰ τὸ πάθος τὸν κύριον, ὡς ἂν μὴ καὶ δύο ὑψίστους λέγειν αἰτιαθείημεν, εἴπερ ὕψιστος μὲν ὁ ἐν ἀρχῇ ὢν λόγος θεός, ὑπερυψώθη δὲ μετὰ τὸ πάθος ὁ ἐκ νεκρῶν ἀναστάς, καθώς φησιν ὁ ἀπόστολος. τῶν δύο γὰρ ἔστιν ἐξ ἀνάγκης ἑλέσθαι τὸ ἕτερον, ἢ λέγοντας ὑπερυψῶσθαι μετὰ τὸ πάθος, ὅπερ ἴσον ἐστὶ τῷ κύριον γενόμενον καὶ Χριστόν, ἀσεβείας παρὰ τῷ Εὐνομίῳ φεύγειν γραφήν, ἢ τὴν κατηγορίαν ἐκ κλίνοντας ἀρνεῖσθαι τὴν ὁμολογίαν τῆς τοῦ παθόντος ὑπερ 3.3.61 υψώσεως. ἀλλὰ χρὴ πρὸς ταῦτα πάλιν τὸν τοῦ κατηγόρου λόγον συνήγορον τῆς ἡμετέρας ἀπολογίας προστήσασθαι. οὐκοῦν ἐροῦμεν ἐπὶ λέξεως τὰ παρ' ἐκείνου τεθέντα, δι' ὧν ὁ ἡμέτερος συνίσταται λόγος, τοῦτον τὸν τρόπον. 20ὁ μακάριος20, φησίν, 20Ἰωάννης τὸν θεὸν λόγον, δι' οὗ τὰ πάντα γέγονεν, ἐν σαρκὶ γεγενῆσθαι διδά σκει λέγων Καὶ ὁ λόγος σὰρξ ἐγένετο20. ἆρα συν ιεὶς ἃ γράφει ταῦτα τῷ ἰδίῳ λόγῳ προστίθησιν; ἐγὼ μὲν οὐκ οἶμαι τὸν αὐτὸν καὶ τὴν τούτων εἰδέναι διάνοιαν καὶ πρὸς τὸν ἡμέτερον διαμάχεσθαι λόγον. εἰ γάρ τις ἀκριβῶς ἐπισκέψαιτο τὰ λεγόμενα, οὐδεμίαν ἐν τούτοις εὑρήσει πρὸς ἄλληλα τῶν τε παρ' ἡμῶν καὶ τῶν παρ' ἐκείνου λεγομένων 3.3.62 τὴν μάχην. ἡμεῖς τε γὰρ καὶ τὰ διὰ σαρκὸς οἰκονομη θέντα κατ' ἰδίαν ὁρῶμεν καὶ τὴν θείαν δύναμιν ἐφ' ἑαυτῆς νοοῦμεν, ἐκεῖνός τε παραπλησίως ἡμῖν τὸν ἐν ἀρχῇ λόγον ἐν σαρκὶ πεφανερῶσθαι λέγει, καὶ οὔτε ἄλλος τις αὐτὸν οὔτε αὐτὸς ἑαυτὸν ᾐτιάσατο πώποτε ὡς δύο λόγους κηρύσ σοντα, τόν τε ἐν ἀρχῇ ὄντα καὶ τὸν σάρκα γενόμενον, οἶδε γὰρ πάντως ὅτι ὁ μὲν λόγος ὁ αὐτός ἐστι τῷ λόγῳ ὁ ἐν σαρκὶ φανεὶς τῷ πρὸς τὸν θεὸν ὄντι. ἡ δὲ σὰρξ οὐχ ἡ αὐτὴ τῇ θεότητι πρὶν μεταποιηθῆναι καὶ ταύτην πρὸς τὴν θεότητα, ὡς ἐξ ἀνάγκης ἄλλα μὲν ἐφαρμόζειν τῷ θεῷ 3.3.63 λόγῳ, ἕτερα δὲ τῇ τοῦ δούλου μορφῇ. εἰ οὖν ἐκεῖνος οὐκ ἐγκαλεῖ αὑτῷ διὰ τῆς τοιαύτης ὁμολογίας [διὰ] τὴν τῶν λόγων δυάδα, πῶς ἡμεῖς πρὸς δύο Χριστοὺς διαμερίζειν τὴν πίστιν διαβαλλόμεθα, οἱ τὸν ἐκ τοῦ πάθους ὑπερυψω θέντα τοῦτον κύριόν τε καὶ Χριστὸν γεγενῆσθαι λέγοντες διὰ τῆς πρὸς τὸν ὄντως κύριον καὶ Χριστὸν ἑνώσεως, εἰδότες δι' ὧν μεμαθήκαμεν, ὅτι ἡ μὲν θεία φύσις ἀεὶ μία καὶ ἡ αὐτὴ καὶ ὡσαύτως ἔχουσα, ἡ δὲ σὰρξ καθ' ἑαυτὴν μέν ἐστι τοῦτο ὅπερ καταλαμβάνει περὶ αὐτῆς ὁ λόγος τε καὶ ἡ αἴσθησις, ἀνακραθεῖσα δὲ πρὸς τὸ θεῖον οὐκέτι ἐν τοῖς ἑαυτῆς ὅροις τε καὶ ἰδιώμασι μένει, ἀλλὰ πρὸς τὸ ἐπι κρατοῦν τε καὶ ὑπερέχον ἀναλαμβάνεται, διαμένει δὲ ἀσύγ χυτος τῶν τε τῆς σαρκὸς καὶ τῶν τῆς θεότητος ἰδιωμάτων ἡ θεωρία, ἕως ἂν ἐφ' ἑαυτοῦ θεωρῆται τούτων ἑκάτερον. 3.3.64 οἷόν τι λέγω· ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων ἐγένετο χρόνων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι ἢ ταύτην προαιώνιον εἶναι ἢ ἐν τοῖς ἐσχάτοις γε γενῆσθαι τὸν λόγον· ἡ σὰρξ παθητικῆς ἐστι φύσεως, ἐν εργητικῆς δὲ ὁ λόγος, καὶ οὔτε αὐτὴ δημιουργικὴ τῶν ὄντων οὔτε ἡ θεότης παθητικὴν ἔχει τὴν δύναμιν· ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὁ λόγος, ἐν τῇ τοῦ θανάτου πείρᾳ ὁ ἄνθρωπος, καὶ οὔτε ἐξ ἀϊδίου τὸ ἀνθρώπινον οὔτε θνητὸν 3.3.65 τὸ θεῖον. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν θεωρεῖται τρόπον· οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία, ἀλλ' ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς· οὔτε τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία οὔτε τρέχει ἐπὶ τὴν συκῆν ἡ παντοδύναμος ἐξουσία. τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑπο στήσας τῷ λόγῳ; τί τὸ τῆς δόξης ἀπαύγασμα, τί τὸ τοῖς 3.3.66 ἥλοις διαπειρόμενον; ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπί ζεται καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; φανερὰ γὰρ ταῦτα κἂν μή τις ἐφερμηνεύσῃ τῷ λόγῳ, ὅτι αἱ μὲν πληγαὶ τοῦ δούλου ἐν ᾧ ὁ δεσπότης, αἱ δὲ τιμαὶ τοῦ δεσπότου περὶ ὃν ὁ δοῦλος· ὡς διὰ τὴν συνάφειάν τε καὶ συμφυΐαν κοινὰ γίνεσθαι τὰ ἑκατέρας ἀμφότερα, τοῦ τε δεσπότου τοὺς δου λικοὺς μώλωπας εἰς ἑαυτὸν ἀναλαμβάνοντος καὶ τοῦ δούλου τῇ δεσποτικῇ δοξαζομένου τιμῇ· διὰ τοῦτο γὰρ καὶ τοῦ κυρίου τῆς δόξης ὁ σταυρὸς λέγεται καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. 3.3.67 Εἰ δὲ χρὴ καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν διελεῖν τρό πον, σκεψώμεθα τί τὸ ἀποθνῆσκον καὶ τί τὸ καταλύον τὸν θάνατον, τί τὸ ἀνακαινούμενον καὶ τί τὸ κενούμενον. κε νοῦται μὲν γὰρ ἡ θεότης, ἵνα χωρητὴ τῇ ἀνθρωπίνῃ φύσει γένηται, ἀνακαινοῦται δὲ τὸ ἀνθρώπινον, διὰ τῆς πρὸς τὸ θεῖον ἀνακράσεως θεῖον γινόμενον. ὡς γὰρ οὐ κρατεῖται πνεῦμα ἐν ὕδατι, ὅταν τινὶ τῶν βαρυτέρων συγκατασπασθὲν ἐναποληφθῇ τῷ βάθει τοῦ ὕδατος, ἀλλ' ἐπὶ τὸ συγγενὲς ἀνατρέχει, τὸ δὲ ὕδωρ πολλάκις τῇ ἀναδρομῇ τοῦ πνεύ ματος συνεπαίρεται, ἐν λεπτῇ τινι καὶ ὑμενώδει τῇ ἐπιφα νείᾳ τῷ ἀερώδει κύκλῳ περικυρτούμενον, οὕτω καὶ τῆς ἀληθινῆς ζωῆς τῆς ἐγκειμένης τῇ σαρκὶ πρὸς ἑαυτὴν μετὰ τὸ πάθος ἀναδραμούσης καὶ ἡ περὶ αὐτὴν σὰρξ συνεπήρθη, ὑπὸ τῆς θεϊκῆς ἀθανασίας ἀπὸ τῆς φθορᾶς συνανωσθεῖσα 3.3.68 ἐπὶ τὸ ἄφθαρτον. καὶ ὥσπερ τὸ ἐν τῷ ξύλῳ πῦρ ἐντὸς πολλάκις τῆς ἐπιφανείας κρυπτόμενον λανθάνει τῶν ὁρών των ἢ καὶ τῶν ἁπτομένων τὴν αἴσθησιν, ἀναζωπυρούμενον δὲ φανεροῦται, οὕτως καὶ ἐν τῷ θανάτῳ ὢν πεποίηται κατ' ἐξουσίαν ὁ διαζεύξας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ὁ εἰπὼν πρὸς τὸν ἴδιον πατέρα ὅτι Ἐν ταῖς χερσί σου παρατίθεμαι τὸ πνεῦμά μου, ὁ καθώς φησιν ἐξουσίαν ἔχων θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχων πάλιν λαβεῖν αὐτήν· οὗτος ὁ τῆς ἐν ἀνθρώποις αἰσχύνης καταφρονήσας διὰ τὸ εἶναι τῆς δόξης κύριος, οἱονεὶ συγκαλύψας τὸ τῆς ζωῆς ἐμπύρευμα τῇ φύσει τοῦ σώματος ἐν τῇ κατὰ τὸν θάνατον οἰκονομίᾳ πάλιν ἀνῆψέ τε καὶ ἀνεζωπύρησε τῇ δυνάμει τῆς ἰδίας θεότητος, τὸ νεκρωθὲν ἀναθάλψας καὶ οὕτως τῷ ἀπείρῳ τῆς θεϊκῆς δυνάμεως τὴν βραχεῖαν ἐκείνην τῆς φύσεως ἡμῶν ἀπαρχὴν ἀναχέας, ὅπερ αὐτὸς ἦν, τοῦτο κἀκεῖνο ἐποίησε, τὴν δου λικὴν μορφὴν κύριον καὶ τὸν ἄνθρωπον τὸν ἐκ Μαρίας Χριστὸν καὶ τὸν σταυρωθέντα ἐξ ἀσθενείας ζωὴν καὶ δύ ναμιν καὶ πάντα, ὅσα ἐν τῷ θεῷ λόγῳ κατὰ τὸ εὐσεβὲς θεωρεῖται, καὶ ἐν τῷ ἀναληφθέντι παρὰ τοῦ λόγου ποιήσας· ὡς μὴ κατά τινα διαίρεσιν ἰδιαζόντως ἐφ' ἑκατέρου ταῦτα δοκεῖν εἶναι, ἀλλὰ τῇ πρὸς τὸ θεῖον ἀνακράσει κατὰ τὸ ἐπικρατοῦν ἀναποιηθεῖσαν τὴν ἐπίκηρον φύσιν μεταλαβεῖν τὴν τῆς θεότητος δύναμιν, ὡς εἴ τις λέγοι ὅτι τὴν σταγόνα τοῦ ὄξους ἐμμιχθεῖσαν τῷ πελάγει θάλασσαν ἡ μίξις ἐποίησε τῷ μηκέτι τὴν κατὰ φύσιν ποιότητα τοῦ ὑγροῦ 3.3.69 τούτου ἐν τῇ ἀπειρίᾳ τοῦ ἐπικρατοῦντος συμμένειν. οὗτος ὁ ἡμέτερος λόγος, οὐκ ἀριθμὸν Χριστῶν, καθὼς κατηγορεῖ ὁ Εὐνόμιος, ἀλλὰ ἕνωσιν τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον πρε σβεύων, τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τὴν τοῦ δούλου πρὸς τὸν κύριον καὶ τὴν τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην καὶ τὴν τῆς κατάρας πρὸς τὴν εὐλογίαν καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸν Χριστὸν μεταστοιχείωσιν 20ποίη σιν20 ὀνομάζων. τίς οὖν ἔτι τοῖς συκοφάνταις ὑπολείπεται λόγος, ὡς δύο Χριστοὺς ἡμῶν ἐν τῷ δόγματι κηρυσσόντων, εἰ τὸν ἐξ ἀρχῆς ἀκτίστως ἐκ τοῦ πατρὸς ὄντα κύριον καὶ Χριστὸν καὶ λόγον καὶ θεὸν οὐ λέγομεν 20πεποιῆσθαι20, τὸν δὲ μακάριον Πέτρον ἐν βραχεῖ τὸ κατὰ τὴν σάρκα μυστήριον παροδικῶς ἐνδεικνύμενον λέγειν διοριζόμεθα κατὰ τὴν προ αποδεδειγμένην διάνοιαν, ὅτι τὸ σταυρωθὲν ἐξ ἀσθενείας καὶ αὐτὸ διὰ τὴν ἐπικρατήσασαν τοῦ ἐνοικήσαντος δύναμιν ἐκεῖνο γέγονεν, ὅπερ ὁ ἐνοικήσας ἐστί τε καὶ ὀνομάζεται, ὀνομάζεται δὲ Χριστὸς καὶ κύριος, καθὼς εἰρήκαμεν; 3.4.1 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης· ἐπαναληπτέον δὲ τὴν ἀκολουθίαν τῶν ἐγκλημάτων, ὡς ἂν μηδὲν τῶν ἐπενεχθέντων ἡμῖν ἀναπο λόγητον παραδράμοιμεν. καὶ πρῶτον εἰ δοκεῖ τοῦτο σκε ψώμεθα, ὅπως ἡμᾶς αἰτιᾶται κοινὸν ἄνθρωπον τὴν τοῦ παντὸς σωτηρίαν ἐνηργηκέναι λέγειν. τοῦτο γὰρ εἰ καὶ διὰ τῶν ἐξητασμένων μετρίως ἤδη προαποδέδεικται, ἀλλ' ὡς ἂν διὰ πάντων ἐκκαθαρθείη τῶν ἐκ διαβολῆς κρινόν 3.4.2 των ἡμᾶς ἡ ὑπόληψις, ἐν ὀλίγῳ πάλιν διαληψόμεθα. ἡμεῖς τοσοῦτον ἀπέχομεν εἰς κοινὸν ἄνθρωπον τῆς μεγάλης καὶ ὑπὲρ λόγον χάριτος τὴν αἰτίαν ἀνάγειν, ὥστε κἂν εἰς Πέ τρον καὶ Παῦλον ἢ εἰς οὐράνιον ἄγγελον ἀναφέρῃ τις τὴν τοιαύτην εὐεργεσίαν, ἀνάθεμα λέγειν τοῦτον κατὰ τὸν Παύ λου νόμον. οὔτε γὰρ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν οὔτε εἰς ἀνθρώπινον ἐβαπτίσθημεν ὄνομα. οὐ μὴν ἐπειδὴ κρείττω τῆς ἀνθρωπίνης φύσεως εἶναι τὴν σωτήριον τοῦ Χριστοῦ δύναμιν ὁμολογοῦμεν, ἤδη τὸ δόγμα τῶν ὑπεναντίων τὸ κατὰ 3.4.3 τῆς ἀληθείας κρατύνεται. τοῖς μὲν γὰρ σκοπός ἐστι διὰ πάντων κατασκευάσαι τὴν τῆς οὐσίας τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ἀλλοτρίωσιν, καὶ οὐ μόνον τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολῇ, ἀλλὰ καὶ τῇ τοῦ παθητοῦ πρὸς τὸ ἀπαθὲς ἀντιθέσει τὸ κατ' οὐσίαν ἀνόμοιον ἀπο δεικνύειν σπουδάζουσι. καὶ τοῦτο γυμνότερον μὲν ἐν τοῖς τελευταίοις τοῦ λόγου κατασκευάζεται, φανερὸν δὲ καὶ 3.4.4 διὰ τῶν νῦν λεγομένων οὐχ ἧττόν ἐστιν. εἰ γὰρ αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας, βούλεται πάντως αὐτὴν τῷ πάθει ὑπαγαγεῖν τὴν θεότητα. διπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον εἴτε τὸ ἀνθρώπινον ἐν πάθει γέγονεν, ἡ τοῦ ἑνὸς κατη γορία κατασκευὴ πάντως τοῦ λειπομένου γίνεται. εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινοῦσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τοῦ υἱοῦ τὴν θεότητα, τὸ δὲ διὰ τούτων κατασκευαζόμενον συνηγορία 3.4.5 τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίνεται. εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ υἱοῦ ἡ θεότης, ἡ δὲ τοῦ πατρὸς ἐν ἀπαθείᾳ πάσῃ φυλάσσεται, ἡ ἀπαθὴς ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος κατὰ τὴν οὐσίαν ἀλλο τρίως ἔχει. ἐπειδὴ τοίνυν βραχὺ μὲν ὅσον ἐν τῇ περι γραφῇ τῶν ῥημάτων ἐστὶ τὸ λεγόμενον, πάσης δὲ τῆς περὶ τὸ δόγμα κακίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις παρέχεται, δίκαιον ἂν εἴη τοὺς ἐντυγχάνοντας μὴ τὸ σύντομον τῆς 3.4.6 ἀποκρίσεως, ἀλλὰ τὸ ἀσφαλὲς ἀπαιτεῖν. ἡμεῖς τοίνυν οὔτε ἀνθρώπῳ τὴν σωτηρίαν ἑαυτῶν ἀνατίθεμεν οὔτε τὴν ἀκή ρατον καὶ θείαν φύσιν ἐμπαθῆ καὶ ἐπίκηρον εἶναι κατα δεχόμεθα, ἀλλ' ἐπειδὴ χρὴ πάντως πιστεύειν ταῖς θείαις φωναῖς, αἳ θεὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον κηρύσσουσι, μετὰ ταῦτα δὲ τὸν λόγον σάρκα γενόμενον ἐπὶ τῆς γῆς ὀφθῆναι καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, τὰ πρόσφορα τῆς 3.4.7 θείας φωνῆς νοήματα τῇ πίστει δεχόμεθα. ὅταν μὲν γὰρ ἀκούωμεν ὅτι φῶς ἐστι καὶ δύναμις καὶ δικαιοσύνη καὶ ζωὴ καὶ ἀλήθεια καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, πάντα ταῦτα καὶ τὰ τοιαῦτα πιστὰ ποιούμεθα εἰς τὸν λόγον [τὸν θεὸν] ἀναφέροντες, ὅταν δὲ λύπην καὶ ὕπνον καὶ ἔνδειαν καὶ ταραχὴν καὶ δεσμὰ καὶ ἥλους καὶ λόγχην καὶ αἷμα καὶ τραύματα καὶ ταφὴν καὶ μνημεῖον καὶ ὅσα ἄλλα τοιαῦτα, κἂν ὑπεναντίως ἔχῃ τοῖς προαποδεδομένοις, οὐδὲν ἧττον πιστά τε καὶ ἀληθῆ εἶναι δεχόμεθα πρὸς τὴν σάρκα βλέ ποντες, ἣν τῇ πίστει μετὰ τοῦ λόγου παρεδεξάμεθα. ὡς γὰρ οὐκ ἔστι τὰ τῆς σαρκὸς ἰδιώματα τῷ ἐν ἀρχῇ ὄντι ἐπιθεωρηθῆναι λόγῳ, οὕτως αὖ πάλιν οὐδὲ τὰ τῆς θεότητος 3.4.8 ἴδια ἐν τῇ τῆς σαρκὸς φύσει κατανοῆσαι. διὸ μεμιγμένης τῆς εὐαγγελικῆς περὶ τοῦ κυρίου διδασκαλίας διά τε τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν καὶ διὰ τῶν ταπεινῶν τε καὶ ἀνθρωπίνων ἑκάτερον τῶν νοημάτων ἑκατέρῳ τῶν ἐν τῷ μυστηρίῳ νοουμένων καταλλήλως ἁρμόζομεν, τὸ μὲν ἀν θρώπινον τῷ ἀνθρωπίνῳ τὸ δὲ ὑψηλὸν τῇ θεότητι, καί φαμεν ὅτι, καθὸ θεὸς ὁ υἱός, ἀπαθὴς πάντως ἐστὶ καὶ ἀκή ρατος, εἰ δέ τι πάθος ἐν τῷ εὐαγγελίῳ περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος τὸ 3.4.9 τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος τὴν τοῦ παντὸς σωτηρίαν, ὡς εἶναι τῆς μὲν σαρκὸς τὸ πάθος, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν· κἂν τὸν ἀπόστολον εἰς συνηγορίαν τινὲς τοῦ ἐναντίου καθέλκωσι δόγματος λέγοντα ὅτι τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψεν καὶ ὅσα τοιαῦτα πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ, οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα, αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τού 3.4.10 του σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀν θρωπίνῳ μέρει τοῦ Χριστοῦ τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ λέγων Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν, καὶ Ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἐν τῇ σαρκὶ γάρ φησιν, οὐκ ἐν τῇ θεότητι· καὶ Ἐσταυρώθη ἐξ ἀσθενείας (τὴν σάρκα διὰ τῆς ἀσθενείας σημαίνων), ζῇ δὲ ἐκ δυνάμεως (τὸ θεῖον διὰ τῆς δυνάμεως ἐνδεικνύμενος), καὶ Ἀπέθανε τῇ ἁμαρτίᾳ (τουτέστιν τῷ σώματι), ζῇ δὲ τῷ θεῷ (τουτέστι τῇ θεότητι)· ὥστε διὰ τούτων κατασκευάζεσθαι ὅτι ὁ μὲν ἄνθρωπος τοῦ θανάτου ἐγεύσατο, ἡ δὲ ἀθάνατος φύσις τὸ κατὰ θάνατον οὐ παρεδέξατο πάθος, καὶ Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησε, πάλιν ἁμαρτίαν 3.4.11 ὀνομάζων τὴν σάρκα. τοῦτο δὲ κἂν ἐκ παρόδου λέγω μεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύ ριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, καὶ πάλιν τοῦ ἀπο στόλου Παύλου πρὸς Ἑβραίους ὅτι ἱερέα ἐποίησεν, ἁρ πάζει τὴν Ἐποίησε φωνὴν ὁ Εὐνόμιος ὡς ἐνδεικτικὴν τῆς προαιωνίου ὑπάρξεως καὶ διὰ τούτου 20ποίημα20 εἶναι τὸν κύριον κατασκευάζειν οἴεται δεῖν. ἀκουσάτω τοίνυν τοῦ Παύλου λέγοντος ὅτι Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν 3.4.12 ἁμαρτίαν ἐποίησεν. εἰ τὸ Ἐποίησεν ἐπὶ τοῦ κυρίου ἔκ τε τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ ἐκ τῆς Πέτρου φωνῆς εἰς τὸ προαιώνιον ἀναπέμπει νόημα, καλῶς ἂν ἔχοι καὶ τὴν ἐνταῦθα φωνήν, ἥ φησιν ὅτι ἁμαρτίαν αὐτὸν ὁ θεὸς "1ἐποίησεν"2, εἰς τὴν πρώτην τῆς οὐσίας ἀνάγειν ὑπόστασιν καὶ διὰ τοῦτο 20πεποιῆσθαι20 αὐτὸν καθ' ὁμοιότητα τῶν ἄλλων μαρτυριῶν ἀποδεικνύειν πειρᾶσθαι, ἵνα τὴν Ἐποίησεν λέξιν εἰς τὴν οὐσίαν ἀνενέγκοι, ἀκολούθως ἑαυτῷ ποιῶν, καὶ τὴν ἁμαρτίαν ἐν τῇ οὐσίᾳ βλέποι. εἰ δὲ τοῦτο διὰ τὸ περιφανὲς τῆς ἀτοπίας αἰσχύνοιτο καὶ τὴν ἐπ' ἐσχάτων οἰκονομίαν διὰ τοῦ εἰπεῖν Ἁμαρτίαν ἐποίησεν ἐνδείκνυσθαι τὸν ἀπό στολον λέγοι, πεισάτω ἑαυτὸν διὰ τῆς αὐτῆς ἀκολουθίας κἀκεῖ τὸ Ἐποίησε πρὸς τὴν οἰκονομίαν βλέπειν. 3.4.13 Ἀλλ' ἐπανέλθωμεν πάλιν ὅθεν ἐξέβημεν. μυρία γὰρ πρὸς τούτοις ἄλλα δυνατόν ἐστιν ἐκ τῆς αὐτῆς γραφῆς πρὸς τὸν σκοπὸν ἀναλέξασθαι. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον ἀπόστολον καθ' ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων ὅτι πρὸς ἓν αὐτῷ βλέπει δι' ἀκριβείας ὁ λόγος. καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις· πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων οὐδὲν ἧττον ἐν ἑκατέρῳ τὸ ἴδιον καθορᾷ, ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συνα 3.4.14 φείᾳ τῆς φύσεως. ὅταν οὖν λέγῃ ὅτι Τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, τὸν ἀληθινὸν υἱὸν ἀντιδιαστέλλει τοῖς ἄλλοις υἱοῖς τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι, τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν, τῇ τοῦ ἰδίου προσθήκῃ τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἂν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι' ἑτέρων τρανότερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην, μεσίτην αὐτὸν θεοῦ καὶ ἀνθρώπων καὶ ἄνθρωπον καὶ θεὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώ 3.4.15 πινον ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς οὖν ἐπινοίας διαι ρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον, τῷ δὲ λόγῳ διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενόν τε καὶ ὑπερέχον πάντα νοῦν κηρύσσῃ, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνο μάτων, ἐπὶ πάντων θεὸν καὶ μέγαν θεὸν καὶ δύναμιν θεοῦ καὶ σοφίαν καὶ τὰ τοιαῦτα καλῶν· πᾶσαν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν ὑπογράφων τῷ λόγῳ ἐκ τοῦ ἡμετέ ρου κατονομάζει τὸ συναμφότερον, ἄνθρωπον αὐτὸν προσ αγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς φωνῆς τὸ δηλούμενον, ἀλλ' ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι, τοῦ τε ἀνθρωπίνου διὰ τῆς ἀναλήψεως δοξα ζομένου καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνο μένου, ἀλλὰ διδόντος μὲν τοῖς παθήμασιν τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ 3.4.16 τῆς θείας δυνάμεως. καὶ οὕτως οὔτε ἡ τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν, καὶ τὰ ὑψηλά τε καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον κατα βαίνει, ὡς καὶ κύριον τῆς δόξης τὸν ἐπὶ τοῦ σταυροῦ φα νέντα κατονομάζεσθαι, τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ τα πεινὸν ἀνακράσει καὶ τῆς τῶν ὀνομάτων χάριτος ἐκ τοῦ 3.4.17 θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης. διὰ τοῦτο ποι κίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι, νῦν μὲν τὸν ἐξ οὐρανῶν κατελθόντα, νῦν δὲ τὸν ἐκ γυναικὸς γεννηθέντα, καὶ θεὸν προαιώνιον καὶ ἐπ' ἐσχάτων ἡμερῶν ἄνθρωπον· οὕτως καὶ ἀπαθὴς ὁ μονογενὴς θεὸς καὶ παθητὸς ὁ Χρι στὸς εἶναι πιστεύεται, καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοή μασιν ἐφαρμόζων. εἰ οὖν ταῦτα φρονεῖν ἐκ τῆς θεοπνεύστου διδασκαλίας ἐμάθομεν, πῶς ἀνθρώπῳ κοινῷ τὴν αἰτίαν τῆς σωτηρίας ἡμῶν ἀνατίθεμεν; εἰ δὲ [τὴν] τοῦ μακαρίου Πέ τρου τὴν Ἐποίησεν φωνὴν οὐκ εἰς τὸ προαιώνιον τῆς ὑπο στάσεως, ἀλλ' εἰς τὸ πρόσφατον τῆς οἰκονομίας βλέπειν 3.4.18 διοριζόμεθα, τί τοῦτο κοινωνεῖ τῷ ἐγκλήματι; ὁ γὰρ μέγας οὗτος ἀπόστολος τὸ περὶ τὴν τοῦ δούλου μορφὴν ὁρώμενον ἐκεῖνο διὰ τῆς ἀναλήψεως "1πεποιῆσθαι"2 φησιν, ὅπερ ὁ ἀνα λαβὼν κατὰ τὴν ἑαυτοῦ φύσιν ἦν. καὶ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τὸ ἴσον ἔστι παρὰ τοῦ Παύλου μαθεῖν, λέγοντος ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ τοῦ θεοῦ γεγενῆσθαι, πιστὸν ὄντα τῷ "1ποιήσαντι"2 αὐτόν. κἀκεῖ γὰρ τὸν τῷ ἰδίῳ αἵματι περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωσάμενον ἀρχιερέα κατονομάσας οὐ τὴν πρώτην τοῦ μονογενοῦς ὑπόστασιν διὰ τῆς Ἐποίησεν λέξεως ἀπαγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομα 3.4.19 ζομένην χάριν παραστῆσαι θέλων φησὶ τὸ Ἐποίησεν. Ἰη-σοῦς γάρ, καθώς φησι Ζαχαρίας, ὁ ἀρχιερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνόν, τουτέστι τὸ ἴδιον σῶμα, ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ὁ διὰ τὰ παιδία τὰ κεκοινωνηκότα σαρκός τε καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετα σχὼν τοῦ αἵματος, οὐ καθὸ ἐν ἀρχῇ ἦν, λόγος ὢν καὶ θεὸς καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢν ἴσα θεῷ, ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ καὶ προσ ήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν, οὕτως ἐγένετο ἱερεὺς πολλαῖς ὕστερον γενεαῖς κατὰ τὴν τάξιν Μελχισεδέκ. οἶδε δὲ πάντως τὸ περὶ τούτου μυστήριον ὁ μὴ παρέργως 3.4.20 τῷ πρὸς Ἑβραίους καθομιλήσας λόγῳ. ὁμοίως οὖν ἐνταῦθά τε ἱερεὺς καὶ ἀπόστολος κἀκεῖ κύριος καὶ Χριστὸς "1πεποι ῆσθαι"2 λέγεται, τὸ μὲν ὡς πρὸς τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, τὸ δὲ διὰ τὴν πρὸς τὸ θεῖον τοῦ ἀνθρωπίνου μεταβολήν τε καὶ μεταποίησιν. ποίησιν γὰρ ὁ ἀπόστολος λέγει τὴν μεταποίησιν. οὐκοῦν πρόδηλος ἡ συκοφαντία τῶν ἐναντίων τὰ τῆς οἰκονομίας ῥήματα εἰς τὴν προαιώνιον ὑπόστασιν ἐπηρεαστικῶς ἁρπαζόντων. οὐδὲ γὰρ ὁμοίως ἐμάθομεν παρὰ τοῦ ἀποστόλου γινώσκειν Χριστὸν νῦν τε καὶ πρότερον, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Εἰ καὶ ἐγνώκαμέν ποτε κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ὡς ἐκείνης μὲν τῆς γνώσεως τὴν πρόσκαιρον οἰκονομίαν δη λούσης, ταύτης δὲ τὴν ἀΐδιον ὕπαρξιν. οὐκοῦν μετρίως ἡμῖν ὁ λόγος ὑπὲρ τῶν ἐγκλημάτων ἀπολελόγηται τὸ μήτε δύο νομίζειν Χριστοὺς ἢ κυρίους μήτε ἐπαισχύνεσθαι τῷ σταυρῷ μήτε κοινὸν ἄνθρωπον ὑπὲρ τοῦ κόσμου πεπονθέναι δοξάζειν μήτε μὴν τὸ Ἐποίησεν εἰς τὴν τῆς οὐσίας κατα 3.4.21 σκευὴν οἴεσθαι φέρειν. τῆς δὲ τοιαύτης ἡμῶν ὑπολήψεως οὐ μικρὰν ἔχει παρ' αὐτοῦ τοῦ κατηγόρου τὴν συμμαχίαν ὁ λόγος, ἐν οἷς μεταξὺ καταφορικῶς ἡμῖν ἐπελαύνων τὴν γλῶσσαν καὶ τοῦτο προφέρει ὅτι· 20ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναφέρει Βασίλειος καὶ δείκνυται σαφῶς οὔτε τῷ βουλήματι τῶν ἀποστόλων ἑαυτὸν ἐπιστήσας οὔτε τῶν οἰ κείων λόγων φυλάττων τὴν ἀκολουθίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγο νέναι κύριον, ἢ μαχομένοις μαχόμενα συν άπτει20. οὗτος γὰρ καὶ ὁ ἡμέτερος λόγος ὅν φησι καὶ ὁ Εὐνόμιος, ὁ τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγο 3.4.22 νέναι κύριον λέγων. ὢν γὰρ ὅπερ ἦν, καὶ θεὸς καὶ λόγος καὶ ζωὴ καὶ φῶς χάρις τε καὶ ἀλήθεια καὶ κύριος καὶ Χριστὸς καὶ πᾶν ὑψηλόν τε καὶ θεῖον ὄνομα, ἐν τῷ προσ ληφθέντι ἀνθρώπῳ, ὃς οὐδὲν τούτων ἦν, τά τε ἄλλα ἐγέ νετο, ὅσα ὁ λόγος ἦν, καὶ μετὰ τῶν ἄλλων καὶ Χριστὸς καὶ κύριος κατά τε τὴν διδασκαλίαν Πέτρου καὶ κατὰ τὴν ὁμολογίαν τοῦ Εὐνομίου, οὐχὶ τῆς θεότητος κατὰ προκοπήν τι προσλαμβανούσης, ἀλλὰ τῇ φύσει τῇ θείᾳ πάσης ὑψηλῆς ἀξίας ἐνθεωρουμένης· οὕτω γίνεται καὶ κύριος καὶ Χρι στός, οὐ τῇ θεότητι ἐπὶ τὴν τῆς χάριτος προσθήκην ἐρχό μενος (ἀνελλιπὴς γὰρ ἀγαθοῦ παντὸς ἡ τῆς θεότητος ὡμο λόγηται φύσις), ἀλλὰ τὸ ἀνθρώπινον εἰς τὴν τῆς θεότητος μετουσίαν ἄγων, ἣ διὰ τοῦ Χριστοῦ τε καὶ τοῦ κυρίου ση μαίνεται. 3.4.23 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς διὰ τῶν εἰρημένων ἐξήτασται, δι' ὧν ἀποδέδεικται τὴν ἑαυτοῦ βλα σφημίαν τῷ ἡμετέρῳ δόγματι προστριβόμενος. οὐ γὰρ ὁ τὴν ἄτρεπτον φύσιν ὁμολογῶν ὑποδῦναι τὴν κτιστὴν καὶ ἐπίκηρον τὴν ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον μεταχώρησιν λέγει, ἀλλ' ὁ μηδεμίαν μετάστασιν ἀπὸ τοῦ μεγαλείου τῆς φύσεως ἐπὶ τὸ ταπεινότερον ἐννοῶν. εἰ γὰρ κτιστὸς μὲν ἐκεῖνος κατὰ τὸν λόγον αὐτῶν, κτιστὸς δὲ ὁ ἄνθρωπος, διεκλάπη πάντως τὸ θαῦμα τοῦ λόγου καὶ παράδοξον ἐν τοῖς λεγομένοις ἔστιν οὐδέν, τῆς κτίσεως αὐτῆς ἐν ἑαυτῇ 3.4.24 γενομένης. ἀλλ' ἡμεῖς μεμαθηκότες παρὰ τῆς προφητείας τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου– δεξιὰν δὲ τοῦ πατρὸς τὴν τοῦ θεοῦ λέγομεν δύναμιν τὴν ποιητικὴν τοῦ παντός, ἥτις ἐστὶν ὁ κύριος, οὐχ ὡς μέρος ἐξηρτημένη τοῦ ὅλου, ἀλλ' ὡς ἐξ ἐκείνου μὲν οὖσα, ἐφ' ἑαυτῆς δὲ κατ' ἰδίαν ὑπόστασιν θεωρουμένη–τοῦτό φαμεν ὅτι οὔτε ἡ δεξιὰ κατὰ τὸν λόγον τῆς φύσεως ἐκείνου παρήλλακται, οὗ ἐστι δεξιά, οὔτε ἀλλοίωσις αὐτῆς ἄλλη τις παρὰ τὴν τῆς σαρκὸς οἰκονομίαν λέγεσθαι δύναται. ἦν γὰρ ὡς ἀληθῶς ἡ δεξιὰ τοῦ θεοῦ αὐτὸς ὁ ἐν σαρκὶ φανερωθεὶς θεός, δι' αὐτῆς τῆς σαρκὸς τοῖς διορατικοῖς καθορώμενος, καθὸ μὲν ἐποίει τὰ ἔργα τοῦ πατρός, δεξιὰ τοῦ θεοῦ καὶ ὢν καὶ νοούμενος, ἐν ᾧ δὲ περιείχετο τῷ τῆς σαρκὸς προ καλύμματι κατὰ τὸ βλεπόμενον, ἀλλοῖος παρ' ὃ τῇ φύσει 3.4.25 ἦν θεωρούμενος. διὰ τοῦτο πρὸς Φίλιππον λέγει τὸν πρὸς μόνον τὸ ἀλλοιωθὲν ἀτενίζοντα ὅτι βλέπε διὰ τοῦ ἀλλοιω θέντος τὸ ἀναλλοίωτον, κἂν τοῦτο ἴδῃς, αὐτὸν τὸν πατέρα, ὃν ζητεῖς ἰδεῖν, ἑωρακὼς ἔσῃ· ὁ γὰρ ἑωρακὼς ἐμέ, οὐ τὸν ἐν τῇ ἀλλοιώσει φαινόμενον, ἀλλὰ τὸν ἀληθῶς ἐμὲ τὸν ἐν τῷ πατρὶ ὄντα, αὐτὸν ἐκεῖνον ἑωρακὼς ἔσται τὸν ἐν ᾧ εἰμι, τῷ τὸν αὐτὸν χαρακτῆρα τῆς θεότητος ἐπ' ἀμφοῖν καθορᾶσθαι. τὴν οὖν ἀκήρατον καὶ ἀπαθῆ καὶ ἄκτιστον φύσιν ἐν τῷ παθητῷ τῆς κτίσεως γεγενῆσθαι πιστεύοντες καὶ ἐν τούτῳ νοοῦντες τὴν ἀλλοίωσιν, πῶς 20αὐτὸν εἰς ἑαυτὸν κεκενῶσθαι20 λέγειν κατηγορούμεθα παρὰ τῶν τὸν ἴδιον λόγον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλούντων; 3.4.26 τοῦ γὰρ κτιστοῦ πρὸς τὸ κτιστὸν ἡ κοινωνία οὐδεμία δεξιᾶς ἐστιν ἀλλοίωσις. κτιστὴν γὰρ <τὴν> δεξιὰν τῆς ἀκτίστου φύσεως λέγειν Εὐνομίου μόνου καὶ τῶν τὰ ὅμοια τούτῳ φρονούντων ἐστίν. ὁ γὰρ ὀφθαλμὸν ἔχων πρὸς τὴν ἀλή θειαν βλέποντα οἷον τὸν ὕψιστον ὁρᾷ, τοιαύτην καὶ τὴν δεξιὰν τοῦ ὑψίστου κατόψεται, ἄκτιστον ἀκτίστου, ἀγαθοῦ ἀγαθήν, ἀϊδίου ἀΐδιον, μηδὲν τὴν ἀϊδιότητα τοῦ γεννητῶς εἶναι αὐτὴν ἐν τῷ πατρὶ καταβλάπτοντος· ὥστε λέληθεν ἑαυτὸν ὁ κατήγορος τοῖς ἰδίοις ὀνείδεσι καθ' ἡμῶν χρώμενος. 3.4.27 Πρὸς δὲ τοὺς τῷ πάθει προσπταίοντας καὶ διὰ τούτου κατασκευάζοντας τὴν τῶν οὐσιῶν ἑτερότητα, ὡς τοῦ πα τρὸς μὲν διὰ τὸ ὑπερέχον τῆς φύσεως οὐ παραδεχομένου τὸ πάθος, τοῦ υἱοῦ δὲ διὰ τὸ καταδεὲς καὶ παρηλλαγμένον πρὸς τὴν τῶν παθημάτων κοινωνίαν συγκατιόντος, ταῦτα προσθεῖναι βούλομαι τοῖς εἰρημένοις, ὅτι οὐδὲν κατὰ ἀλή θειαν πάθος ἐστίν, ὃ μὴ εἰς ἁμαρτίαν φέρει, οὐδὲ κυρίως ἄν τις τὸν ἀναγκαῖον τῆς φύσεως εἱρμὸν πάθος λέγοι, βλέ πων ὁδῷ προϊοῦσαν ἐν τάξει τινὶ καὶ ἀκολουθίᾳ τὴν σύν θετον φύσιν. ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων πρὸς ἄλληλα συνδρομὴ κατὰ τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν σύν 3.4.28 θεσίς τίς ἐστι διὰ πλειόνων ἀνομοίων ἁρμοζομένη. ἐκλυ θείσης δὲ τῷ καθήκοντι καιρῷ τῆς συνδεούσης τὴν τῶν στοιχείων συνδρομὴν ἁρμονίας πάλιν τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκεν ἀναλύεται. ἔργον οὖν ἐστι τοῦτο μᾶλλον καὶ οὐχὶ πάθος τῆς φύσεως. μόνον γὰρ τὸ ἐξ ἐναντίου τῇ κατὰ τὴν ἀρετὴν ἀπαθείᾳ νοούμενον κυρίως προσαγο ρεύομεν πάθος, οὐ καὶ ἐν τῇ κοινωνίᾳ τῆς ἡμετέρας φύ σεως ἀμέτοχον διαμεῖναι τὸν τὴν σωτηρίαν ἡμῖν χαριζό μενον πεπιστεύκαμεν, τὸν Πεπειραμένον κατὰ πάντα καθ' 3.4.29 ὁμοιότητα χωρὶς ἁμαρτίας. τοῦ μὲν οὖν κατὰ ἀλήθειαν πάθους, ὃ προαιρέσεώς ἐστι νόσος, οὐκ ἐκοινώνησεν. Ἁμαρ τίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· τῶν δὲ τῆς φύσεως ἡμῶν ἰδιωμάτων, ἃ διά τινος συνηθείας καὶ καταχρήσεως ὁμωνύμως λέγεται πάθη, τούτων μετασχεῖν ὁμολογοῦμεν τὸν κύριον, γεννήσεως καὶ τροφῆς καὶ αὐξήσεως ὕπνου τε καὶ κόπου καὶ ὅσα πρὸς τὰς σωματικὰς ἀχθηδόνας ἡ ψυχὴ φυσικῶς συνδια τίθεσθαι πέφυκε, τὴν τοῦ ἐνδέοντος ἔφεσιν ἐκ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τῆς ὀρέξεως διατεινούσης, καὶ λύπης αἴσθησιν καὶ δειλίαν πρὸς θάνατον καὶ ὅσα τοιαῦτα, πλὴν 3.4.30 εἰ μή τι πρὸς ἁμαρτίας ἀκολουθίαν φέρει. ὥσπερ τοίνυν τὴν διὰ πάντων αὐτοῦ διήκουσαν δύναμιν κατανοοῦντες ἐν οὐρανῷ τε καὶ ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ εἴ τι ἐπου ράνιον καὶ εἴ τι καταχθόνιον, πανταχοῦ μὲν καὶ διὰ πάν των αὐτὸν εἶναι πιστεύομεν, οὐδὲν δὲ τούτων τῶν ἐν οἷς ἐστιν ἐκεῖνον εἶναί φαμεν (οὐ γὰρ οὐρανός ἐστιν ὁ διειλη φὼς αὐτὸν τῇ περικρατητικῇ τοῦ παντὸς σπιθαμῇ οὐδὲ γῆ ὁ κατέχων τὸν γῦρον τῆς γῆς οὐδὲ ὕδωρ πάλιν ὁ τὴν ὑγρὰν περιέχων φύσιν), οὕτως οὐδὲ διὰ τῶν λεγομένων τῆς σαρκὸς παθημάτων ἐλθόντα ἐμπαθῆ αὐτὸν εἶναί φαμεν, ἀλλ' ὡς τῶν ὄντων αἴτιον καὶ τοῦ παντὸς περιδεδραγμένον καὶ τῇ ἀφράστῳ δυνάμει τῆς ἰδίας μεγαλειότητος πᾶν τό τε κινούμενον οἰακίζοντα καὶ τὸ ἑστὼς ἐν παγίᾳ συντη ροῦντα τῇ βάσει, καὶ ἐν ἡμῖν γεγενῆσθαί φαμεν ἐπὶ θερα πείᾳ τῆς κατὰ τὴν ἁμαρτίαν νόσου, καταλλήλως τῷ πάθει τὴν ἐνέργειαν τῆς ἰατρικῆς ἁρμοσάμενον, ὡς ᾔδει συμφέρειν τῷ ἀρρωστοῦντι μέρει τῆς κτίσεως, οὕτως ἐπαγαγόντα τὴν 3.4.31 ἴασιν. συνέφερε δὲ τῇ ἐπαφῇ τὸ πάθος ἰάσασθαι· [οὕτω καὶ ἰασάμενον] οὐ μὴν ἐπειδὴ ἰατρεύει τὴν ἀρρωστίαν, διὰ τοῦτο καὶ αὐτὸς ἐμπαθὴς γεγενῆσθαι νομίζεται· οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸ τοιοῦτον λέγειν ἡ συνήθεια δίδωσι. τὸν γὰρ θεραπευτικῶς ἁπτόμενον τοῦ νενοσηκότος οὐκ αὐτὸν μετέχειν τῆς ἀρρωστίας φαμέν, ἀλλὰ καὶ τῷ νοσοῦντι χα ρίζεσθαι τὴν εἰς ὑγίειαν ἐπάνοδον καὶ μὴ μετέχειν τῆς ἀρ ρωστίας φαμέν· οὐδὲ γὰρ ἐκείνου τὸ πάθος, ἀλλὰ τὸ ἔμ 3.4.32 παλιν ἐκεῖνος τοῦ ἀρρωστήματος ἅπτεται. εἰ οὖν ὁ διὰ τῆς τέχνης ἀγαθόν τι τοῖς σώμασιν ἐνεργῶν οὐχὶ νωθρός τε καὶ ἄρρωστος, ἀλλὰ φιλάνθρωπός τε καὶ εὐεργέτης καὶ ὅσα τοιαῦτα κατονομάζεται, τί ὡς ταπεινόν τε καὶ ἄδοξον τὴν περὶ ἡμᾶς οἰκονομίαν διαβάλλοντες διὰ ταύτης πρὸς τὸ χεῖρον παρηλλάχθαι τοῦ υἱοῦ τὴν οὐσίαν κατασκευάζουσιν, ὡς τῆς τοῦ πατρὸς μὲν φύσεως ἀνωτέρας τῶν παθημάτων οὔσης, τῆς δὲ τοῦ μονογενοῦς οὐ καθαρευούσης τοῦ πά θους; εἰ γὰρ ὁ σκοπὸς τῆς διὰ σαρκὸς οἰκονομίας οὐ τὸ ἐμπαθῆ γενέσθαι τὸν κύριον, ἀλλὰ τὸ φιλάνθρωπον ἐπι δειχθῆναι, φιλάνθρωπος δὲ καὶ ὁ πατὴρ εἶναι οὐκ ἀμφι βάλλεται, ἐν τοῖς αὐτοῖς ἐστιν ἄρα τῷ υἱῷ ὁ πατήρ, εἰ 3.4.33 πρὸς τὸν σκοπόν τις ἐθέλοι βλέπειν. εἰ δὲ οὐχ ὁ πατὴρ ἐνήργησε τὴν τοῦ θανάτου κατάλυσιν, θαυμάσῃς μηδέν. καὶ γὰρ καὶ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ αὐτὸς κρίνων οὐδένα, οὐ τῷ μὴ δύνασθαι ἢ σῶσαι τὸν ἀπολόμενον ἢ κρῖναι τὸν ἁμαρτήσαντα διὰ τοῦ υἱοῦ ταῦτα ποιῶν, ἀλλὰ τῷ διὰ τῆς ἰδίας δυνάμεως, δι' ἧς τὰ πάντα ἐργάζεται, καὶ ταῦτα ποιεῖν· δύναμις δὲ τοῦ πατρός ἐστιν ὁ υἱός. οὐκοῦν οἱ διὰ τοῦ υἱοῦ σωθέντες τῇ δυνάμει τοῦ πατρὸς ἐσώθησαν, καὶ οἱ παρὰ τούτου κρινόμενοι τῇ δικαιοσύνῃ τοῦ θεοῦ τὴν 3.4.34 κρίσιν ὑπέχουσιν. Χριστὸς γάρ ἐστιν ἡ τοῦ θεοῦ δικαιοσύνη ἡ διὰ τοῦ εὐαγγελίου ἀποκαλυπτομένη, καθώς φησιν ὁ ἀπόστολος, κἂν εἰς τὸν κόσμον ἴδῃς ὅλον κἂν εἰς τὰ μέρη τοῦ κόσμου τὰ συμπληροῦντα τὸ ὅλον, πάντα ταῦτα τοῦ πατρός ἐστιν ἔργα, τῆς δυνάμεως αὐτοῦ ἔργα γενόμενα, καὶ οὕτως ἀληθεύει δι' ἀμφοτέρων ὁ λόγος καὶ πάντα τὸν πατέρα ἐργάζεσθαι λέγων καὶ χωρὶς τοῦ υἱοῦ γίνεσθαι τῶν ὄντων οὐδέν· ἡ γὰρ τῆς δυνάμεως ἐνέργεια εἰς τὸν οὗ ἐστιν ἡ δύναμις τὴν ἀναφορὰν ἔχει. ἐπεὶ οὖν δύναμις τοῦ πατρὸς ὁ υἱός, πάντα τὰ ἔργα τοῦ υἱοῦ τοῦ πατρός ἐστιν 3.4.35 ἔργα. ὅτι γὰρ οὐχὶ φύσεως ἀσθενείᾳ πρὸς τὴν τοῦ πά θους οἰκονομίαν, ἀλλ' ἐξουσίᾳ θελήματος ἔρχεται, μυρίας ἔστιν ἐκ τοῦ εὐαγγελίου παραθέσθαι φωνάς, ἃς παρήσω διὰ τὸ πρόδηλον, ὡς ἂν μὴ τοῖς ὁμολογουμένοις ἐνδιατρίβων ὁ λόγος μηκύνοιτο. εἰ μὲν οὖν κακὸν τὸ γενόμενον, οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τοῦ κακοῦ χωριστέον· εἰ δὲ ἀγαθὸν ἡ σωτηρία τῶν ἀπολωλότων καὶ οὐ πάθος, ἀλλὰ φιλανθρωπία τὸ γεγενημένον ἐστί, τί ἀλλοτριοῖς τὸν πατέρα τῆς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν εὐχαριστίας, τὸν διὰ τῆς ἰδίας δυνάμεως, ἥτις ἐστὶν ὁ Χριστός, τὴν ἐκ τοῦ θα νάτου ἐλευθερίαν τοῖς ἀνθρώποις κατεργασάμενον; ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύν τονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. 3.4.36 Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱοῦ τὴν οὐσίαν ἡμᾶς ὡς ἐναντιουμένους τῇ φωνῇ Πέτρου· Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυ ρώσατε, καὶ πολύς ἐστιν ἀγανακτῶν ἐπὶ τούτοις καὶ λοιδο ρούμενος καὶ κατασκευάζει γε δι' ὧν οἴεται διελέγχειν τὸν ἡμέτερον λόγον. ἴδωμεν τοίνυν τῶν ἐπιχειρημάτων τὴν δύναμιν. 20καὶ τίς20, φησίν, 20ὦ πάντων ὑμεῖς ῥᾳθυμό τατοι, μορφὴν ἔχων δούλου μορφὴν ἀναλαμ βάνει δούλου20; οὐδεὶς τῶν νοῦν ἐχόντων, πρὸς αὐτὸν ἐροῦμεν ἡμεῖς, τὸ τοιοῦτον ἂν εἴποι, πλὴν εἰ μή τινες 3.4.37 καθόλου τῆς ἐλπίδος τῶν Χριστιανῶν ἠλλοτρίωνται. οὗτοι δέ ἐστε ὑμεῖς οἱ ἐγκαλοῦντες ῥᾳθυμίαν ἡμῖν, ὅτι μὴ κτι στὸν λέγειν τὸν κτίστην καταδεχόμεθα. εἰ γὰρ μὴ ψεύ δεται διὰ τοῦ προφήτου λέγον τὸ πνεῦμα τὸ ἅγιον ὅτι Τὰ σύμπαντα δοῦλα σά, καὶ πᾶσα ἡ κτίσις δουλεύει, κτιστὸς δὲ καθ' ὑμᾶς ὁ υἱός, ὁμόδουλός ἐστι πάντως τοῖς σύμπασι, τῷ κοινωνεῖν τῆς κτίσεως εἰς τὸ κοινωνεῖν καὶ τῆς δου λείας συγκαθελκόμενος. τῷ δὲ δουλεύοντι πάντως ὑμεῖς καὶ τὴν δουλικὴν μορφὴν περιθήσετε. οὐ γὰρ δὴ δοῦλον ὁμολογοῦντες τῇ φύσει τῷ προσωπείῳ τῆς δουλείας ἐπαι 3.4.38 σχυνθήσεσθε. τίς οὖν, ὦ δριμύτατε ῥητόρων, ὁ ἐκ τῆς δουλικῆς μορφῆς τὸν υἱὸν εἰς ἄλλην δούλου μεταβιβάζων μορφήν, ὁ τὸ ἄκτιστον αὐτῷ προσμαρτυρῶν ᾧ καὶ τὸ μὴ δουλεύειν συναποδείκνυται ἢ μᾶλλον οἱ διαρρήδην βοῶντες ὑμεῖς δοῦλον εἶναι τοῦ πατρὸς τὸν υἱὸν καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ ὑπ' αὐτοῦ κυριεύεσθαι; οὐ δέομαι δικαστῶν ἑτέρων, σοὶ τὴν περὶ τούτων ἐπιτρέπω ψῆφον. οἶμαι γὰρ μὴ ἂν οὕτω πρὸς τὴν ἀλήθειαν ἀναιδῶς τινας ἔχειν, ὥστε τοῖς ὁμολογουμένοις δι' ἀναισχυντίας ἐνίστασθαι. πρόδηλον γὰρ παντὶ τὸ λεγόμενον, ὅτι τὸ δοῦλον τῇ φύσει τοῖς ἰδιώμασι τῆς δουλείας χαρακτηρίζεται· ἴδιον γὰρ δου λείας ἡ κτίσις. ὁ οὖν δοῦλον αὐτὸν ὄντα τὴν ἡμετέραν λέγων ὑπεληλυθέναι μορφήν, ἐκεῖνός ἐστι πάντως ὁ ἐκ δουλείας εἰς δουλείαν τὸν μονογενῆ μετοικίζων. 3.4.39 Ἀλλ' ἐπαγωνίζεται τοῖς εἰρημένοις καί φησι μικρὸν ὑποβάς (τὰ γὰρ ἐν τῷ μέσῳ διὰ τὸ μετρίως ἐν τοῖς προά γουσιν ἐξετασθῆναι νῦν ὑπερβήσομαι) ὡς 20τολμηροὺς20 εἰς τὸ 20λέγειν καὶ φρονεῖν ἀμήχανα20 διαβάλλων 20ἐλεει νοτάτους20 τε προσαγορεύσας ταῦτα προστίθησιν· 20εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπο μένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησιν ὁ Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου 3.4.40 γένεσιν ἐκένωσεν ἑαυτόν20. τάχα μὲν οὖν εὐθὺς ἐκ τῶν ἀνεγνωσμένων προπεφώραται τῇ κρίσει τῶν ἀκουόντων τῆς τοῦ λόγου κατασκευῆς ἥ τε κακουργία καὶ τὸ ἀνόητον· πλὴν δι' ὀλίγων καὶ παρ' ἡμῶν ὁ τῶν εἰρημένων ἔλεγχος προσ τεθήσεται, οὐκ εἰς ἀνατροπὴν τοσοῦτον τοῦ ἀπαιδεύτου σο φίσματος, ὃ καὶ δι' ἑαυτοῦ παρὰ τοῖς ἔχουσιν ἀκοὴν ἀνα τέτραπται, ἀλλ' ὡς ἂν μὴ δοκοίημεν ἐν προσχήματι τοῦ καταφρονεῖν τῆς εὐτελείας τοῦ λόγου περιορᾶν τὸ προτεθὲν ἀνεξέταστον. οὑτωσὶ τοίνυν τὸν λόγον ἐπισκεψώμεθα. 3.4.41 Τίς ἐστιν ἡ τοῦ ἀποστόλου φωνή; Γνωστὸν ἔστω, φη σίν, ὅτι κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός. εἶτα ὡς ἂν πυθομένου τινός, περὶ τίνα γέγονεν ἡ τοιαύτη χάρις, οἱονεὶ δακτύλῳ τὸ ὑποκείμενον δεικνύει Τοῦτον, εἰπών, τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. τί περὶ τούτου φησὶν ὁ Βασίλειος; ὅτι ἡ δεικτικὴ τοῦ λόγου φωνὴ τοῦτον πεποιῆ σθαι Χριστὸν λέγει καὶ κύριον τὸν παρ' αὐτῶν τῶν ἀκου όντων ἐσταυρωμένον. ὑμεῖς γὰρ ἐσταυρώσατε, φησί· καὶ εἰκὸς ἦν τοὺς αἰτησαμένους τὸν κατ' αὐτοῦ φόνον ἀκροατὰς εἶναι τοῦ λόγου· οὐδὲ γὰρ πολὺς ἦν ὁ ἀπὸ τοῦ σταυροῦ 3.4.42 πρὸς τὴν δημηγορίαν τοῦ Πέτρου χρόνος. τί οὖν πρὸς ταῦτα προφέρει ὁ Εὐνόμιος; 20εἰ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος δια λέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησιν ὁ Βασί λειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν20–ἐπίσχες, τίς τοῦτό φησιν, ὅτι πάλιν ἑαυτὸν ἐκένωσεν ὁ βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν; ἢ τίς κατασκευάζει ὅτι πρὸ τῆς διὰ σαρκὸς ἐπιφανείας τὸ κατὰ τὸν σταυρὸν γέγονε πάθος; οὔτε γὰρ ὁ σταυρὸς πρὸ τοῦ σώματος οὔτε τὸ σῶμα πρὸ 3.4.43 τῆς τοῦ δούλου μορφῆς. ἀλλ' ὁ μὲν θεὸς ἐν σαρκὶ φανε ροῦται, ἡ δὲ σὰρξ ἡ τὸν θεὸν ἐν ἑαυτῇ δείξασα μετὰ τὸ πληρῶσαι δι' ἑαυτῆς τὸ μέγα τοῦ θανάτου μυστήριον μετα ποιεῖται πρὸς τὸ ὑψηλόν τε καὶ θεῖον, δι' ἀνακράσεως Χριστὸς γενομένη καὶ κύριος, εἰς ἐκεῖνο μετατεθεῖσα καὶ ἀλλαγεῖσα, ὅπερ ἦν ὁ ἐν ἐκείνῃ τῇ σαρκὶ ἑαυτὸν φανε ρώσας. ἀλλ' εἰ ταῦτα λέγοιμεν, πάλιν ἡμᾶς τὸν ἐπὶ τοῦ σταυροῦ δειχθέντα εἰς ἄλλου ἀνθρώπου γένεσιν κεκενῶσθαι λέγειν ὁ προαγωνιστὴς οὗτος τῆς ἀληθείας κατασκευάζει, συντιθεὶς οὑτωσὶ κατὰ τὴν λέξιν τὸ σόφισμα: 20εἰ ὁ βλε πόμενος20, φησίν, 20ἄνθρωπος ἐκένωσεν ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δού λου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν20. 3.4.44 Ὢ πῶς μέμνηται τῆς προκειμένης σπουδῆς; πῶς κατὰ σκοπὸν συμπεραίνει τὸν λόγον; Χριστὸν πεποιῆσθαι καὶ κύριον τὸν βλεπόμενον ἄνθρωπόν φησιν εἰρηκέναι τὸν ἀπό στολον ὁ Βασίλειος· ὁ δὲ δεινὸς οὗτος καὶ ἀγχίνους τῶν εἰρημένων ἀνατροπεύς, 20εἰ μὴ τὴν οὐσίαν20, φησί, 20τοῦ ἐν ἀρχῇ ὄντος πεποιῆσθαι λέγει ὁ Πέτρος, ἐκέ νωσεν <δὲ> ἑαυτὸν ὁ βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, <ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώ 3.4.45 που γένεσιν ἐκένωσεν ἑαυτόν>20. ἡττήμεθα τῆς ἀμάχου ταύτης σοφίας, Εὐνόμιε. ἀπελήλεγκται κατὰ κράτος τὸ μὴ πρὸς τὸν ἐξ ἀσθενείας σταυρωθέντα βλέ πειν τοῦ ἀποστόλου τὸν λόγον, δι' ὧν ἐμάθομεν ὅτι, ἂν τοῦτο οὕτως ἔχειν πιστεύσωμεν, πάλιν ὁ βλεπόμενος ἄν θρωπος ἕτερος ἄνθρωπος γίνεται, εἰς ἄλλην ἀνθρώπου κενούμενος γένεσιν. οὐ παύσῃ ποτὲ παίζων κατὰ τῶν ἀτολμήτων; οὐκ ἐρυθριάσεις ἐν οὕτω γελοίοις σοφίσμασι τὸν τῶν θείων μυστηρίων ἐκλύων φόβον; οὐκ ἐπιστρα φήσῃ νῦν γοῦν εἰ καὶ μὴ πρότερον πρὸς τὸ γνῶναι ὅτι ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρὸς λόγος ὢν καὶ βασιλεὺς καὶ κύριος καὶ πᾶν ὑψηλὸν ὄνομά τε καὶ νόημα οὐδὲν τῶν ἀγαθῶν γενέσθαι προσδέεται, αὐτὸς ὢν τῶν ἀγαθῶν πάντων τὸ πλήρωμα, ὁ δὲ εἴς τι μετα 3.4.46 βαλλόμενος ἐκεῖνο γίνεται ὃ μὴ πρότερον ἦν; ὥσπερ οὖν ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία γίνεται, ἵνα ἄρῃ τὴν ἁμαρ τίαν τοῦ κόσμου, οὕτως πάλιν ἡ δεξαμένη τὸν κύριον σὰρξ Χριστὸς καὶ κύριος γίνεται, ὃ μὴ ἦν τῇ φύσει, εἰς τοῦτο μεταποιουμένη διὰ τῆς ἀνακράσεως. δι' ὧν μανθάνομεν ὅτι οὔτ' ἂν ἐν σαρκὶ ὁ θεὸς ἐφανερώθη, εἰ μὴ ὁ λόγος σὰρξ ἐγένετο, οὔτ' ἂν μετεποιήθη πρὸς τὸ θεῖον ἡ περὶ αὐτὸν τοῦ ἀνθρώπου σάρξ, εἰ μὴ τὸ φαινόμενον ἐγένετο 3.4.47 Χριστός τε καὶ κύριος. ἀλλὰ διαπτύουσι τὸν ἰδιωτισμὸν τοῦ ἡμετέρου κηρύγματος οἱ τῇ οὐσίᾳ τοῦ θεοῦ διὰ τῶν συλλογισμῶν ἐμβατεύοντες καὶ βούλονται τὸν πάντα τὰ ὄντα διὰ κτίσεως παραγαγόντα εἰς γένεσιν αὐτὸν ἀποδεῖξαι μέρος ὄντα τῆς κτίσεως, καὶ σύμμαχον τῆς τοιαύτης σπουδῆς τὴν φωνὴν τοῦ Πέτρου πρὸς κατασκευὴν τῆς βλασφημίας ἐφέλ κονται τοῦ πρὸς τοὺς Ἰουδαίους φήσαντος ὅτι Γνωστὸν ἔστω παντὶ τῷ οἴκῳ Ἰσραὴλ ὅτι κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ταύτην τοῦ κτιστὴν εἶναι τοῦ μονογενοῦς θεοῦ τὴν οὐσίαν 3.4.48 προβάλλονται τὴν ἀπόδειξιν. τί οὖν, εἰπέ μοι, μὴ πρὸ αἰῶνος οἱ Ἰουδαῖοι, πρὸς οὓς ὁ λόγος ἐγένετο; μὴ προ κόσμιος ὁ σταυρός; μὴ πρὸ πάσης κτίσεως ὁ Πιλάτος; μὴ πρῶτον Ἰησοῦς καὶ μετὰ ταῦτα λόγος; μὴ πρεσβυτέρα ἡ σὰρξ τῆς θεότητος; μὴ πρὸ τοῦ κόσμου ὁ Γαβριὴλ τὴν Μαρίαν εὐαγγελίζεται; οὐχ ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος ἐπὶ Καίσαρος Αὐγούστου τὴν ἀρχὴν λαμβάνει διὰ γεννή σεως, ὁ δὲ ἐν ἀρχῇ ὢν λόγος θεὸς βασιλεὺς ἡμῶν προ αιώνιος, καθὼς ἡ προφητεία μαρτύρεται; οὐχ ὁρᾷς οἵαν ἐπάγεις τῷ λόγῳ τὴν σύγχυσιν τὰ ἄνω κάτω κατὰ τὴν 3.4.49 παροιμίαν κυκῶν; πεντηκοστὴ μετὰ τὸ πάθος ἡμέρα ἦν ὅτε ταῦτα τοῖς Ἰουδαίοις ἐδημηγόρει ὁ Πέτρος λέγων ὅτι τοῦτον ὃν ὑμεῖς ἐσταυρώσατε Χριστὸν καὶ κύριον ὁ θεὸς ἐποίησεν. οὐ προσέχεις τῇ τάξει τοῦ λόγου, τί πρότερον καὶ τί δεύτερον ἐν τοῖς εἰρημένοις ἐστίν; οὐ γὰρ εἶπεν ὅτι ὃν ὁ θεὸς ἐποίησε κύριον, ὑμεῖς ἐσταυρώσατε, ἀλλ' ὃν ὑμεῖς, φησίν, ἐσταυρώσατε, τοῦτον ἐποίησεν ὁ θεὸς Χρι στόν τε καὶ κύριον, ὡς δῆλον ἐκ τούτων εἶναι ὅτι οὐ τὸ πρὸ τῶν αἰώνων, ἀλλὰ τὸ μετὰ τὴν οἰκονομίαν ὁ Πέτρος 3.4.50 λέγει. πῶς οὖν οὐχ ὁρᾷς ὅλην περὶ τὸ δεικνύμενον ἀνα στρεφομένην τοῦ λόγου τὴν ἔννοιαν, ἀλλὰ γελοιάζεις ἐν τῇ μειρακιώδει πλοκῇ τοῦ σοφίσματος λέγων, εἰ τὸν φαινόμενον Χριστόν τε καὶ κύριον πεποιῆσθαι παρὰ τοῦ θεοῦ πεπιστεύ καμεν, ἀνάγκην εἶναι πάλιν εἰς ἄνθρωπον μετακενοῦσθαι τὸν κύριον καὶ δευτέραν ὑποδύεσθαι γέννησιν; τί μᾶλλον διὰ τούτων τὸ καθ' ὑμᾶς δόγμα κρατύνεται; πῶς διὰ τῶν εἰρημένων ἡ τοῦ βασιλέως τῆς κτίσεως οὐσία κτιστὴ ἀπο 3.4.51 δείκνυται; ἐγὼ μὲν γὰρ τοὐναντίον φημὶ τὰ ἡμέτερα διὰ τῶν μαχομένων ἡμῖν συναγορεύεσθαι καὶ ὑπὸ τῆς ἄγαν προσοχῆς μὴ συνεωρακέναι τὸν ῥήτορα ὅτι πρὸς τὸ ἄτοπον δῆθεν ἐξωθῶν τὸν λόγον, δι' ὧν ἀνατρέπειν ἐπιχειρεῖ, διὰ τούτων τοῖς πολεμουμένοις συναγωνίζεται. εἰ γὰρ ἐκ τοῦ ὑπερέχοντος πρὸς τὸ ταπεινὸν πιστεύειν χρὴ γεγενῆσθαι τοῦ υἱοῦ τὴν μετάστασιν, μόνη δὲ ὑπέρκειται τῆς κτίσεως ἡ θεία τε καὶ ἄκτιστος φύσις, κτιστὸς δὲ ὁ ἄνθρωπος, τάχα διαβλέψας διὰ τοῦ ἰδίου λόγου πρὸς τὴν ἀλήθειαν μετατάξεται, συνθέμενος ἐν τῷ κτιστῷ κατὰ φιλανθρωπίαν 3.4.52 γεγενῆσθαι τὸ ἄκτιστον. εἰ δὲ οἴεται κτιστὸν ἀποδεικνύειν τὸν κύριον διὰ τοῦ δεῖξαι θεὸν ὄντα τῆς ἀνθρωπίνης φύ σεως μετεσχηκέναι, πολλὰ τοιαῦτα πρὸς τὴν τοῦ ἴσου κατασκευὴν εὑρεθήσεται ἐκ τοῦ ὁμοίου τὴν συνηγορίαν πλη ροῦντα τῷ λόγῳ. καὶ γὰρ ἐπειδὴ λόγος ἦν καὶ θεὸς ἦν, Μετὰ ταῦτα δέ, καθώς φησιν ὁ προφήτης, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἓν τῶν κτισμάτων εἶναι διὰ τούτων ἀποδειχθήσεται. εἰ δὲ ταῦτα πόρρω τῶν ζητουμένων, οὐδὲ τὰ ὅμοια πάντως τοῖς προκειμένοις ᾠκεί ωται. ἴσον γάρ ἐστι κατὰ τὴν ἔννοιαν τὸν ἐν ἀρχῇ ὄντα λόγον μετὰ ταῦτα πεφανερῶσθαι τοῖς ἀνθρώποις διὰ σαρκὸς λέγειν καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα τὴν τοῦ δούλου μορφὴν ὑποδύεσθαι. ὧν εἰ τὸ ἕτερον εἰς κατασκευὴν τῆς βλασφημίας ἀνόνητον, συναποβαλεῖν ἀνάγκη καὶ τὸ λει πόμενον. 3.4.53 Ἀλλὰ συμβουλεύει φιλανθρώπως ἡμῖν μεταθέσθαι τοῦ πλάνου καὶ ὑποδείκνυσιν ἣν αὐτὸς κατασκευάζει ἀλήθειαν. 20τὸν ἐν ἀρχῇ20, φησίν, 20ὄντα λόγον καὶ θεόν, τοῦτον πεποιῆσθαι διδάσκει ὁ ἀπόστολος Πέτρος20. ἀλλ' εἰ μὲν ὀνείρους ἡμῖν ὑπεκρίνετο καὶ τὴν ἐνύπνιον ἐπηγγέλλετο μαντικήν, κίνδυνος ἦν ἴσως οὐδεὶς πρὸς τὸ δοκοῦν συγχωρεῖν αὐτῷ παραγαγεῖν τὰ τῆς φαντασίας αἰ νίγματα· ἐπεὶ δὲ τὰς θείας φωνὰς ἐξηγεῖσθαί φησιν, οὐκέτ' ἀσφαλὲς ἡμῖν κατ' ἐξουσίαν αὐτῷ διδόναι παρερμη νεύειν τὰ ῥήματα. τί φησιν ἡ γραφή; ὅτι Κύριον καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς 3.4.54 ἐσταυρώσατε. οὐκοῦν πάντων κατὰ ταὐτὸν συνδραμόντων, τῆς δεικτικῆς φωνῆς τοῦ ἀνθρωπίνως ὠνομασμένου, τῆς τῶν μιαιφονησάντων κατηγορίας, τοῦ κατὰ τὸν σταυρὸν πάθοος, ἐξ ἀνάγκης ἡ διάνοια πρὸς τὸ φαινόμενον βλέπει. ὁ δέ φησι ταῦτα μὲν λέγειν Πέτρον, ἐνδείκνυσθαι δὲ διὰ τῆς Ἐποίησε λέξεως τὴν προαιώνιον οὐσίαν. ἀλλὰ τίτθαις μὲν ἢ γραϊδίοις ἀκίνδυνον συγχωρεῖν παίζειν πρὸς τὰ μειράκια καὶ πρὸς τὸ δοκοῦν μετάγειν τὰς τῶν ἐνυπνίων ἐμφάσεις· τῆς δὲ θεοπνεύστου φωνῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, κωλύει ὁ μέγας ἀπόστολος τὰς γραώδεις κενοφωνίας προσ 3.4.55 ίεσθαι. σταυρὸν γὰρ ἀκούσας τὸν σταυρὸν νοῶ, καὶ ἀν θρώπινον ὄνομα διδαχθεὶς ὁρῶ τὴν δηλουμένην ὑπὸ τοῦ ὀνόματος φύσιν. τοῦτον οὖν μαθὼν πεποιῆσθαι παρὰ τοῦ Πέτρου κύριον καὶ Χριστὸν τὸν ἐν ὀφθαλμοῖς ἡμῶν γεγε νημένον λέγειν οὐκ ἀμφιβάλλω, ἐπειδὴ καὶ συμφωνοῦσι πρὸς ἀλλήλους οἱ ἅγιοι τοῖς τε ἄλλοις πᾶσι καὶ περὶ τοῦτο τὸ μέρος. ὡς γὰρ αὐτὸς τὸν ἐσταυρωμένον κύριον πεποι ῆσθαι λέγει, οὕτω καὶ Παῦλός φησιν αὐτὸν ὑπερυψῶσθαι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, οὐ καθὸ θεός ἐστι, κατ' 3.4.56 ἐκεῖνο ὑψούμενον (τί γὰρ ὑπέρκειται τοῦ θείου ὕψους ἀνώ τερον, ὥστε πρὸς ἐκεῖνο λέγειν τὸν θεὸν ὑψοῦσθαι;) ἀλλὰ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης φύσεως ὑπερυψοῦσθαι λέγει, δεικνύντος οἶμαι τοῦ λόγου τὴν τοῦ ἀναληφθέντος ἀνθρώπου πρὸς τὸ ὕψος τῆς θείας φύσεως ἐξομοίωσίν τε καὶ ἕνωσιν. τοῦτο τοίνυν σημαίνειν καὶ τὸν μέγαν πεπιστεύκαμεν Πέτρον ἐν τῷ λέγειν κύριον τὸν ἐπὶ τοῦ σταυροῦ γεγενῆσθαι, διὰ τῆς κατὰ πάντα πρὸς τὸ θεῖον ἑνώσεως ἐκεῖνο γενόμενον ὃ τὸ θεῖόν ἐστιν. εἰ δέ τις καὶ συγχωρήσειεν αὐτῷ παρεξ ηγεῖσθαι τὴν θείαν φωνήν, οὐδὲ οὕτως πρὸς τὸν σκοπὸν 3.4.57 τῆς αἱρέσεως ὁ λόγος συμπερανθήσεται. δεδόσθω γὰρ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λέγειν τὸν Πέτρον ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· εὑρίσκομεν γὰρ οὐδὲ διὰ τούτου τὴν βλασφη μίαν ἰσχύν τινα κατὰ τῆς ἀληθείας λαμβάνουσαν. Κύριον, φησίν, αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός. εἰς τί τοίνυν τῶν εἰρημένων ἐπαναφέρειν χρὴ τὸ Ἐποίησεν; τίνι τῶν ἐν τῇ φράσει κειμένων τὴν φωνὴν ἐφαρμόσομεν; τρία γάρ εἰσι τὰ προκείμενα, οὗτος καὶ Κύριος καὶ Χριστός. τίνι τούτων τὴν Ἐποίησε συζεύξει φωνήν; ἀλλ' οὐδεὶς οὕτως κατὰ τῆς ἀληθείας θρασὺς ὡς εἰπεῖν ὅτι μὴ πρὸς τὸν Χριστόν τε καὶ κύριον τὸ Ἐποίησεν βλέπει· ὄντα γὰρ αὐτὸν ὅ τι ποτὲ ἦν Χριστὸν καὶ κύριον γεγενῆσθαι παρὰ τοῦ πατρὸς ὁ Πέτρος φησίν. 3.4.58 Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ μαχομένου τῷ λόγῳ. φησὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς προκειμένοις ἡμῖν εἰς ἐξέτασιν οὑτωσὶ τοῖς ῥήμασι λέγων· 20περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ θεοῦ ὄντος ὁ μακάριος δια λέγεται Πέτρος καὶ τοῦτον ἐκδιδάσκει γεγο νέναι κύριον καὶ Χριστόν20. οὐκοῦν τὸν ὄντα ὅ τι ποτὲ καὶ ἦν Χριστὸν γεγονέναι καὶ κύριον ὁ Εὐνόμιος λέγει, οἷα δὴ καὶ περὶ τοῦ ∆αβὶδ ἡ ἱστορία φησίν, ὅτι υἱὸς ὢν τοῦ Ἰεσσαὶ καὶ τῶν ποιμνίων ἐπιστατῶν εἰς βασιλέα ἐχρίσθη, οὐκ ἄνθρωπον αὐτὸν τηνικαῦτα ποιούσης τῆς χρίσεως, ἀλλ' ὄντα κατὰ τὴν αὐτοῦ φύσιν ὅπερ ἐτύγχανεν 3.4.59 ἐξ ἰδιώτου πρὸς βασιλέα μετατιθείσης. τί οὖν μᾶλλον διὰ τούτων τὸ πεποιῆσθαι τοῦ υἱοῦ τὴν οὐσίαν κατασκευάζεται, εἰ, καθώς φησιν ὁ Εὐνόμιος, ἐν ἀρχῇ αὐτὸν ὄντα καὶ θεὸν ὄντα καὶ κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; ἡ γὰρ κυ ριότης οὐχὶ οὐσίας ὄνομα, ἀλλ' ἐξουσίας ἐστί, καὶ ἡ τοῦ Χριστοῦ προσηγορία τὴν βασιλείαν ἐνδείκνυται, ἄλλος δὲ τῆς βασιλείας καὶ ἕτερος ὁ τῆς φύσεως λόγος. ἀλλὰ μὴν ταῦτα περὶ τὸν υἱὸν τοῦ θεοῦ γεγενῆσθαί φησιν ἡ γραφή. οὐκοῦν ἐπισκεψώμεθα τὸ μᾶλλον εὐσεβὲς καὶ ἀκόλουθον. τίνα κατὰ προκοπὴν μετέχειν τινὸς τῶν ὑψηλοτέρων εὐαγές ἐστι λέγειν, τὸν θεὸν ἢ τὸν ἄνθρωπον; τίς οὕτω παῖς τὴν διάνοιαν ὡς οἴεσθαι τὸ θεῖον ἐκ προσθήκης ἐπὶ τὸ τέλειον 3.4.60 φέρεσθαι; περὶ δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τοιοῦτον ὑπονοεῖν οὐκ ἔξω τοῦ εἰκότος ἐστί, σαφῶς τῷ κυρίῳ τῆς τοῦ εὐαγγελίου φωνῆς τὴν κατὰ τὸ ἀνθρώπινον αὔξησιν προσμαρτυρούσης· Ἰησοῦς γὰρ προέκοπτεν, φησίν, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. τί τοίνυν εὐλογώτερόν ἐστιν ἐκ τῆς τοῦ ἀποστόλου φωνῆς ὑποτίθεσθαι, τὸν ἐν ἀρχῇ ὄντα θεὸν ἐκ προκοπῆς κύριον γενέσθαι ἢ τὸ ταπεινὸν τῆς ἀνθρω πίνης φύσεως ἐκ τῆς πρὸς τὸ θεῖον κοινωνίας εἰς τὸ ὕψος τῆς ἀξίας ἀναλαμβάνεσθαι; καὶ γὰρ ὁ προφήτης ∆αβὶδ ὡς ἐκ προσώπου τοῦ κυρίου φησὶν ὅτι Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, παραπλήσιον λέγων τῷ Χριστὸς ἐγε 3.4.61 νόμην. καὶ πάλιν ὡς ἐκ τοῦ πατρὸς πρὸς τὸν κύριον Κατα κυρίευε, φησίν, ἐν μέσῳ τῶν ἐχθρῶν σου, ταὐτὸν λέγων [τῷ Πέτρῳ] τῷ Κύριος γίνου τῶν ἐχθρῶν σου. ὥσπερ τοίνυν ἡ τῆς βασιλείας σημαίνει κατάστασις οὐ τὴν τῆς οὐσίας κατασκευήν, ἀλλὰ τὴν εἰς τὸ ἀξίωμα πρόοδον, καὶ ὁ κατα κυριεύειν ἐγκελευόμενος οὐ τότε γίνεσθαι τὸ μὴ ὂν κελεύει, ἀλλὰ τῷ ὄντι δίδωσι τὴν κατὰ τῶν ἀπειθούντων ἀρχήν, οὕτω καὶ ὁ μακάριος Πέτρος Χριστὸν τουτέστι βασιλέα πάντων γεγενῆσθαι λέγων προσέθηκε τὸ Αὐτόν, ἵνα χωρίσῃ τῆς τε οὐσίας καὶ τῶν περὶ ταύτην θεωρουμένων τὸν λόγον. 3.4.62 ὄντα γὰρ ὅπερ ἐστὶ τὰ εἰρημένα ἐποίησεν. εἰ μὲν οὖν εὐαγὲς ἦν ἐπὶ τῆς ὑπερεχούσης φύσεως τὸ κατὰ προκοπήν τι γενέσθαι λέγειν οἷον ἐξ ἰδιώτου βασιλέα καὶ ἐκ ταπεινοῦ ὑψηλὸν καὶ ἐκ δούλου κύριον, ἔπρεπεν ἴσως καὶ τὴν τοῦ Πέτρου φωνὴν τῇ θείᾳ τοῦ μονογενοῦς ἐφαρμόζειν οὐσίᾳ· ἐπεὶ δὲ τὸ θεῖον, ὅ τι ποτὲ εἶναι πεπίστευται, πάντοτε ὡσαύτως ἔχει, προσθήκης μὲν πάσης ἀνώτερον, μειώσεως δὲ ἀνεπίδεκτον, ἀνάγκη πᾶσα πρὸς τὸ ἀνθρώπινον ἄγειν 3.4.63 τὸν λόγον. ὁ γὰρ θεὸς λόγος, ὅπερ ἐν ἀρχῇ ἦν, τοῦτο καὶ νῦν ἐστι καὶ εἰσαεὶ διαμένει, ἀεὶ βασιλεύς, ἀεὶ κύριος, ὕψιστος ἀεὶ καὶ θεός, οὐδὲν τούτων ἐκ προκοπῆς γενόμενος, ἀλλὰ πάντα ὢν [ἐν] τῇ δυνάμει τῆς φύσεως ὅσα καὶ λέ γεται· ὁ δὲ ἐξ ἀνθρώπου διὰ τῆς ἀναλήψεως πρὸς τὸ θεῖον ὑψωθείς, ἄλλο τι ὢν καὶ ἄλλο γινόμενος, κυρίως καὶ ἀληθῶς Χριστὸς καὶ κύριος γεγενῆσθαι λέγεται. ἐκ δούλου γὰρ αὐτὸν κύριον καὶ ἐξ ὑποχειρίου βασιλέα καὶ Χριστὸν ἐξ ὑπηκόου ἐποίησε καὶ τὸ ταπεινὸν ὑπερύψωσε καὶ τῷ τὸ ἀνθρώπινον ἔχοντι ὄνομα ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα. 3.4.64 καὶ οὕτω γέγονεν ἡ ἄρρητος ἐκείνη μίξις καὶ σύνοδος, τῆς ἀνθρωπίνης βραχύτητος πρὸς τὸ θεῖον μέγεθος ἀνακρα θείσης. διὸ καὶ τὰ μεγάλα καὶ θεοπρεπῆ τῶν ὀνομάτων τῷ ἀνθρωπίνῳ κυρίως ἐφήρμοσται καὶ τὸ ἔμπαλιν διὰ τῶν ἀνθρωπίνων ἡ θεότης κατονομάζεται. ὁ γὰρ αὐτὸς καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ἔχει καὶ ἐν τῷ ἀνθρωπίνῳ τῷ κατὰ Ἰησοῦν ὀνόματι παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως. Ἐν γὰρ τῷ ὀνόματι, φησίν, Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρα νίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξο μολογήσεται ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.5.1 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονο γενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, εὔκαιρον ἂν εἴη μηδὲ ταύτην αὐτοῦ τὴν πλάνην περιϊδεῖν ἀδιόρθωτον. τὴν κύριος λέξιν τῆς οὐσίας εἶναι σημαντικὴν διορίζεται καὶ εἰς ἀπόδειξιν τῆς ὑπολή ψεως ταύτης ἐπάγει τὸν ῥηθέντα λόγον. ἴδωμεν τοίνυν εἴ τι κοινὸν τοῦτο πρὸς τὸ προκείμενον ἔχει. Ὁ κύριος, φησί, τὸ πνεῦμά ἐστιν. ὁ δὲ τὴν γραφὴν πρὸς τὸ δοκοῦν ἐξηγού μενος οὐσίαν ὀνομάζει τὴν κυριότητα καὶ διὰ τῶν εἰρη 3.5.2 μένων οἴεται τὸν λόγον εἰς ἀπόδειξιν ἄγειν. ἀλλ' εἰ μὲν εἴρητο παρὰ τοῦ Παύλου Ὁ δὲ κύριος οὐσία ἐστί, καὶ ἡμεῖς τοῖς λεγομένοις ἂν συνεδράμομεν· ἐπειδὴ δὲ ὁ μὲν θεόπνευστος λόγος τὸ πνεῦμά φησιν εἶναι τὸν κύριον, ὁ δὲ Εὐνόμιος οὐσίαν λέγει τὴν κυριότητα, οὐκ οἶδα πόθεν ὁ λόγος αὐτῷ τὴν ἰσχὺν ἔχει, εἰ μὴ τάχα πάλιν καὶ τὴν τοῦ πνεύματος λέξιν ἀντὶ τῆς οὐσίας λέγοι παρὰ τῇ γραφῇ κεῖσθαι. ἐξετάσωμεν τοίνυν εἴ που τῇ τοῦ πνεύματος λέξει χρησάμενος ὁ ἀπόστολος τὴν οὐσίαν διὰ τῆς φωνῆς ἐνεδεί ξατο. Αὐτό, φησί, τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, καὶ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, καὶ Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωο ποιεῖ, καὶ Εἰ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε, καὶ Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ τίς ἂν ἐξαριθμήσαιτο τὰς τοῦ ἀποστόλου περὶ τούτου φωνάς, ἐν αἷς οὐδαμοῦ τὴν οὐσίαν διὰ τῆς λέξεως ταύτης 3.5.3 σημαινομένην εὑρίσκομεν. ὁ γὰρ λέγων ὅτι Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸ ἅγιον ἐνδείκνυται πνεῦμα τὸ τῇ διανοίᾳ τῶν πιστῶν ἐγγινόμενον· καὶ γὰρ καὶ τὸν νοῦν πολλαχῇ τῶν ἑαυτοῦ λόγων πνεῦμα κατονομάζει, οὗ δεξαμένου τὴν κοινωνίαν τοῦ πνεύματος παραγίνεται τοῖς δεξαμένοις τὸ τῆς υἱοθεσίας ἀξίωμα. καὶ τῷ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, εἰ καὶ ὁ ἄνθρωπος κατὰ τῆς οὐσίας καὶ τὸ πνεῦμα ὡσαύτως, δύο οὐσίαι ὁ ἄνθρωπος ἐκ τῶν εἰρημένων εἶναι 3.5.4 κατασκευάζεται. ὁ δὲ τὸ γράμμα λέγων ἀποκτιννύναι, ζω οποιεῖν δὲ τὸ πνεῦμα, οὐκ οἶδ' ὅπως οὐσίαν ἀντιδιαστέλλει τῷ γράμματι. ἢ πάλιν πῶς οὗτος οἴεται λέγοντα τὸν Παῦλον πνεύματι δεῖν τὰς πράξεις τοῦ σώματος ἀναιρεῖν ἐπὶ τὴν οὐσίαν ἄγειν τὸ τοῦ πνεύματος σημαινόμενον; τὸ δὲ ζῆν πνεύματι καὶ στοιχεῖν πνεύματι, τοῦτο καὶ παντά πασιν ἔξω διανοίας ἂν εἴη, εἰ πρὸς τὴν οὐσίαν τὸ τοῦ πνεύματος σημαινόμενον φέροιτο. τίνι γὰρ ἄλλῳ καὶ οὐχὶ τῇ οὐσίᾳ τοῦ ζῆν μετέχομεν ἅπαντες οἱ ἐν τῷ ζῆν ὄντες; εἶτα περὶ τούτου συμβουλὴν ἡμῖν ὁ ἀπόστολος κατατίθεται οὐσίᾳ ζῆν, ὡς ἂν εἰ ἔλεγεν ὅτι δι' ὑμῶν αὐτῶν καὶ μὴ δι' 3.5.5 ἑτέρων τῆς ζωῆς μετέχετε; εἰ οὖν οὐδαμοῦ ταύτην κυ ρίως ἔστι παραληφθῆναι τὴν ἔννοιαν, πῶς ἐνταῦθα πάλιν τοὺς ὑποκριτὰς τῶν ὀνείρων μιμούμενος ἀντὶ τῆς οὐσίας κελεύει τὸ πνεῦμα παραλαμβάνεσθαι, ἵνα συμπεράνῃ συλλο γιστικῶς τὸ κατὰ τῆς οὐσίας συγκεῖσθαι τὴν κύριος λέξιν; εἰ γὰρ τὸ πνεῦμα οὐσία ἐστίν, ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ὁ κύριος οὐσία πάντως εὑρίσκεται. ὢ πῶς ἀναντα 3.5.6 γώνιστος ἡ τοῦ ἐπιχειρήματος δύναμις. πῶς ἔστιν ἐκδῦναι καὶ ἀναλῦσαι τὴν ἀμήχανον ταύτην τῶν ἀποδείξεων ἀνάγκην; ὁ κύριος, φησί, κατὰ τῆς οὐσίας λέγεται, πῶς τοῦτο κατα σκευάζων; ὅτι φησὶν ὁ ἀπόστολος Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. τί οὖν τοῦτο πρὸς τὴν οὐσίαν; ἀλλὰ τὸ πνεῦμα κε λεύων ἀντὶ τῆς οὐσίας τετάχθαι. αὗται τῶν ἀποδεικτικῶν ἐφόδων αἱ τέχναι, ταῦτα τῆς Ἀριστοτελικῆς τεχνολογίας τὰ κατορθώματα, διὰ τοῦτο ἐλεεινοὶ μὲν ἡμεῖς κατὰ τὸν σὸν λόγον οἱ τῆς σοφίας ταύτης ἀμύητοι, μακαριστὸς δὲ σὺ πάντως ὁ διὰ τῆς τοιαύτης ἐφόδου τἀληθὲς ἀνιχνεύων. οὕτω νοεῖς τὸν ἀπόστολον, ὡς ἀντὶ τῆς οὐσίας τοῦ μονο 3.5.7 γενοῦς οἴεσθαι τὸ πνεῦμα παρ' αὐτοῦ τετάχθαι; πῶς οὖν ἁρμόσεις κατὰ τὸ ἀκόλουθον; οὐ γὰρ τούτοις τὸ νόημα περιγράφεται. εἰπὼν γὰρ ὁ Παῦλος Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ἐπήγαγεν· Οὗ δὲ τὸ πνεῦμα κυρίου ἐλευθερία. εἰ οὖν κύριός ἐστιν ἡ οὐσία, οὐσία δὲ τὸ πνεῦμα, τίς πάλιν ἡ τῆς οὐσίας οὐσία; μία γὰρ οὐσία τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν σόν, ὅπερ ἐστὶν ὁ κύριος. πάλιν τοῦ κυρίου, ὅς ἐστι τὸ πνεῦμα, ἕτερον λέγει πνεῦμα, τουτέστιν ἄλλην οὐσίαν κατὰ τὴν σὴν ἑρμηνείαν. οὐδὲν οὖν ἄλλο κατὰ τὸν ὑμέτερον λόγον ἢ οὐσίαν οὐσίας νοεῖ ὁ ἀπόστολος, κύριον πνεῦμα καὶ πνεῦμα κυρίου διαρρήδην γράφων. 3.5.8 Ἀλλ' Εὐνομίῳ μὲν ἐχέτω τὰ γεγραμμένα κατὰ τὸ ἀρέσκον αὐτῷ, ὃ δὲ ἡμεῖς περὶ τούτων γινώσκομεν, τοιοῦτόν ἐστιν. ἡ θεόπνευστος γραφή, καθὼς ὁ θεῖος ἀπόστολος αὐτὴν ὀνομάζει, τοῦ ἁγίου πνεύματός ἐστι γραφή, τὸ δὲ βούλημα ταύτης ἡ τῶν ἀνθρώπων ἐστὶν ὠφέλεια. Πᾶσα γάρ, φησί, γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ποικίλη δὲ καὶ πολυειδὴς ἡ ὠφέλεια, καθώς φησιν ὁ ἀπόστολος· πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παι 3.5.9 δείαν τὴν ἐν δικαιοσύνῃ. τὸ δὲ τοιοῦτο κέρδος οὐκ ἐκ τοῦ προχείρου λαβεῖν ἔστι τοῖς ἐντυγχάνουσιν, ἀλλ' οἷον παρα πετάσματί τινι τῷ σώματι τῆς γραφῆς τὸ θεῖον ὑπο κρύπτεται βούλημα, νομοθεσίας τινὸς ἢ ἱστορίας τῶν κατὰ τὸν νοῦν θεωρουμένων προβεβλημένης. διά τοι τοῦτο τοὺς πρὸς τὸ σῶμα βλέποντας τῆς γραφῆς ὁ ἀπόστολος κάλυμμα ἐπὶ τῆς καρδίας ἔχειν φησὶ καὶ μὴ δύνασθαι πρὸς τὴν δόξαν διαβλέψαι τοῦ πνευματικοῦ νόμου, κωλυομένους διὰ τοῦ ἐπιβεβλημένου τῷ προσωπείῳ τοῦ νομοθέτου καλύμ 3.5.10 ματος. διό φησι Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, δεικνὺς ὅτι πολλαχῇ τῶν γεγραμμένων ἡ πρό χειρος ἑρμηνεία, εἰ μὴ κατὰ τὸν προσήκοντα νοῦν ἐκλη φθείη, τῇ διὰ τοῦ πνεύματος ὑποδεικνυμένῃ ζωῇ τὸ ἐναν τίον ποιεῖ, τοῦ μὲν τὸ τέλειον τῆς ἀρετῆς ἐν ἀπαθείᾳ πάσῃ τοῖς ἀνθρώποις νομοθετοῦντος, τῆς δὲ τῶν γεγραμ μένων ἱστορίας ἔστιν ὅπου καὶ ἀπεμφαινόντων πραγμάτων τινῶν περιεχούσης τὴν ἔκθεσιν καὶ οἱονεὶ συντρέχειν νομι ζομένης τοῖς τῆς φύσεως πάθεσιν, οἷς εἴ τις προσέχοι κατὰ τὸ πρόχειρον, θανάτου διδασκαλίαν τὸ γράμμα ποι 3.5.11 ήσεται. τῶν μὲν οὖν σωματικώτερον τοῖς γεγραμμένοις ἐντυγχανόντων προβεβλῆσθαί φησι τῶν τῆς ψυχῆς αἰσθη τηρίων τὸ κάλυμμα, τῶν δὲ εἰς τὸ νοητὸν τὴν θεωρίαν τρεπόντων οἷον προσωπείου τινὸς γυμνωθεῖσαν ἀνακαλύπτε σθαι τὴν ἐγκειμένην δόξαν τῷ γράμματι. τὸ δὲ διὰ τῆς ὑψηλοτέρας κατανοήσεως εὑρισκόμενον κύριον εἶναί φησιν, ὅπερ ἐστὶ τὸ πνεῦμα. ἡνίκα γὰρ ἂν ἐπιστρέψῃ πρὸς κύ ριον, περιαιρεῖσθαι λέγει τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. λέγει δὲ τοῦτο τῇ δουλείᾳ τοῦ γράμματος 3.5.12 τὴν τοῦ πνεύματος ἀντιδιαιρῶν κυριότητα. ὡς γὰρ τῷ ἀπο κτιννύντι τὸ ζωοποιοῦν ἀντιτίθεται, οὕτως ἀντιδιαστέλλει τῇ δουλείᾳ τὸν κύριον. καὶ ὡς ἂν μή τινα σύγχυσιν πάθοιμεν περὶ τοῦ ἁγίου διδασκόμενοι πνεύματος, διὰ τῆς τοῦ κυρίου φωνῆς πρὸς τὴν τοῦ μονογενοῦς ὑπόνοιαν ἐναγόμενοι, διὰ τοῦτο τῇ ἐπαναλήψει τὸν λόγον κατασφαλίζεται καὶ κύριον τὸ πνεῦμα εἰπὼν καὶ πνεῦμα κυρίου προσαγορεύσας, ἵνα τῷ τιμίῳ τῆς κυριότητος τὸ τῆς φύσεως ὑπερέχον ἐνδείξηται 3.5.13 καὶ τὸ τῆς ὑποστάσεως ἰδιάζον μὴ συγχέῃ τῷ λόγῳ. ὁ γὰρ καὶ κύριον αὐτὸν καὶ κυρίου πνεῦμα εἰπὼν ἴδιόν τι παρὰ τὸν μονογενῆ διδάσκει νοεῖν· ὥσπερ καὶ ἑτέρωθι Χρι στοῦ πνεῦμα λέγει, τὸ αὐτὸ τοῦτο καλῶς καὶ μυστικῶς τὸ κατὰ τὴν ἀκολουθίαν τοῦ δόγματος εὐσεβὲς κατὰ τὴν εὐ αγγελικὴν παράδοσιν ὑπογράφων. οὕτως ἡμεῖς οἱ 20πάν των ἐλεεινότατοι20 παρὰ τοῦ ἀποστόλου μυσταγωγούμενοι ἐκ τοῦ ἀποκτιννύντος γράμματος πρὸς τὸ ζωοποιοῦν μετα βαίνομεν πνεῦμα, μαθόντες παρὰ τοῦ μυηθέντος ἐν παρα δείσῳ τὰ ἄρρητα ὅτι ὅσα ἡ θεία γραφὴ λέγει, τοῦ πνεύ ματός εἰσι τοῦ ἁγίου φωναί. καλῶς γὰρ προεφήτευσε τὸ 3.5.14 πνεῦμα τὸ ἅγιον. τοῦτο πρὸς τοὺς κατὰ Ῥώμην Ἰουδαίους εἰπὼν τὰς Ἠσαΐου φωνὰς ἐπιφέρει· καὶ πρὸς Ἑβραίους τὸ πνεῦμα προτάξας ἐν οἷς φησιν ὅτι ∆ιὸ καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, ἐπάγει τὰ τῆς ψαλμῳδίας ῥήματα τὰ ἐκ προσώπου θεοῦ διεξοδικῶς εἰρημένα· καὶ παρ' αὐτοῦ δὲ τοῦ κυρίου τὸ ἴσον ἐμάθομεν, ὅτι ∆αβὶδ οὐκ ἐν ἑαυτῷ μὲν ὤν, τουτέστιν οὐ κατὰ τὴν ἀνθρωπίνην φύσιν φθεγγόμενος, τὰ οὐράνια διεξῄει μυστήρια (πῶς γὰρ ἄν τις ἄνθρωπος ὢν τὸν ὑπερουράνιον διάλογον τοῦ πατρὸς πρὸς τὸν υἱὸν γνοίη;) ἀλλ' ἐν πνεύματι ὢν καὶ κύριον εἶπε τῷ κυρίῳ 3.5.15 λαλεῖν ἃ εἴρηκεν. Εἰ γὰρ ∆αβὶδ ἐν πνεύματι, φησί, καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκοῦν τῇ δυνάμει τοῦ πνεύματος οἱ θεοφορούμενοι τῶν ἁγίων ἐμπνέονται καὶ διὰ τοῦτο πᾶσα γραφὴ θεόπνευστος λέγεται, διὰ τὸ τῆς θείας ἐμπνεύσεως εἶναι διδασκαλίαν. εἰ περιαιρεθείη τὸ σωματικὸν τοῦ λόγου προκάλυμμα, τὸ λειπόμενον κύριός ἐστι καὶ ζωὴ καὶ πνεῦμα κατά τε τὸν μέγαν Παῦλον καὶ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν. ὁ μὲν γὰρ Παῦλος τῷ ἐπιστρέψαντι ἐκ τοῦ γράμματος πρὸς τὸ πνεῦμα οὐκέτι τὴν ἀναιροῦσαν δουλείαν, ἀλλὰ κύριον εἶπε καταλαμβάνεσθαι, 3.5.16 ὃς τὸ ζωοποιὸν πνεῦμά ἐστι. τὸ δὲ ὑψηλὸν εὐαγγέλιόν φησι· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ πνεῦμά ἐστι καὶ ζωή ἐστιν, ὡς γυμνὰ ὄντα τοῦ σωματικοῦ προκαλύμματος. οὐσίαν δὲ τοῦ μονογενοῦς τὸ πνεῦμα νοεῖν τοῖς ὀνειροπόλοις ἀφήσομεν, μᾶλλον δὲ κατὰ περιουσίαν πολλὴν καὶ τοῖς ἐκείνων χρη σόμεθα καὶ διὰ τῶν ἐναντίων βελῶν καθοπλίσομεν τὴν ἀλήθειαν. ἔξεστι γὰρ συλαγωγεῖσθαι παρὰ τῶν Ἰσραηλιτῶν τὸν Αἰγύπτιον καὶ ποιῆσαι τὸν ἐκείνων πλοῦτον ἡμέ 3.5.17 τερον κόσμον· εἰ πνεῦμα λέγεται τοῦ υἱοῦ ἡ οὐσία, πνεῦμα δὲ καὶ ὁ θεός (οὕτω γὰρ λέγει καὶ τὸ εὐαγγέλιον), καὶ ἡ τοῦ πατρὸς οὐσία πάντως λέγεται πνεῦμα. ἀλλὰ εἰ μόνων ἐκείνων λόγος ἐστὶ τὰ ἀνομοίως προφερόμενα καὶ κατὰ τὴν φύσιν ἀνομοίως ἔχειν, συνάγεται πάντως τὰ ὡσαύτως λεγόμενα μηδὲ κατὰ τὴν φύσιν ἠλλοτριῶσθαι πρὸς ἄλληλα. ἐπεὶ οὖν κατὰ τὸν λόγον αὐτῶν πνεῦμα λέγεται τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἡ οὐσία, τὸ μὴ εἶναι τῆς οὐσίας διαφορὰν διὰ τούτων σαφῶς ἀποδέδεικται. 3.5.18 Μικρὸν γὰρ μετὰ ταῦτά φησιν ὁ Εὐνόμιος ὅτι 20τῶν παρηλλαγμένων οὐσιῶν παρηλλαγμέναι πάν τως καὶ αἱ σημαντικαὶ τῆς οὐσίας εἰσὶ προσ ηγορίαι ἐφ' ὧν δὲ μία καὶ ἡ αὐτὴ φωνή, ἓν πάντως ἔσται καὶ τὸ τῇ αὐτῇ προσηγορίᾳ δη λούμενον20· ὥστε διὰ πάντων ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν τοὺς μακροὺς πόνους τοῦ λογο γράφου καὶ τοὺς μυρίους ἐπὶ τοῖς πονηθεῖσιν ἱδρῶτας πρὸς τὴν σύστασιν τοῦ καθ' ἡμᾶς δόγματος περιήγαγεν. εἰ γὰρ πνεῦμα μὲν ὁ θεὸς ἐν τῷ εὐαγγελίῳ λέγεται, πνεῦμα δὲ τοῦ μονογενοῦς ἡ οὐσία παρὰ τοῦ Εὐνομίου κατασκευάζεται, τῷ ὀνόματι πρὸς τὸ ὄνομα μηδεμιᾶς ὑπούσης διαφορᾶς, οὐδὲ τὰ σημαινόμενα πάντως ὑπὸ τῶν ὀνομάτων ἀπ' ἀλλή 3.5.19 λων κατὰ τὴν φύσιν διενεχθήσεται. καί μοι δοκεῖ καλῶς ἔχειν τὴν ἀδρανῆ ταύτην καὶ ἄπληκτον σκιαμαχίαν ἐλέγξαντα τὴν ἐφεξῆς αὐτῷ συγγεγραμμένην πρὸς κατηγορίαν τῶν τοῦ διδασκάλου λόγων παραδραμεῖν ἀνεξέταστον. ἔλεγχος γὰρ ἱκανὸς τῆς τῶν εἰρημένων ἐστὶ ματαιότητος αὐτὸς ὁ λόγος δι' ἑαυτοῦ βοῶν τὴν ἀσθένειαν. τὸ δὲ τοῖς τοιούτοις ἐν ἀγωνίᾳ συμπλέκεσθαι ἴσον ἐστὶ τῷ καὶ νεκροῖς ἐπεμβαίνειν. 3.5.20 ἐκθέμενος γὰρ ἐκ πολλῆς πεποιθήσεως ῥῆσιν τοῦ διδα σκάλου τινὰ καὶ προδιαβαλὼν καὶ διαπτύσας καὶ ἀντὶ τοῦ μηδενὸς εἶναι δείξειν ἐπαγγειλάμενος ταὐτὸν ἔπαθε τοῖς νηπίοις τῶν παίδων, οἷς τὸ ἀτελὲς καὶ ἄωρον τῆς διανοίας καὶ τὸ τῶν αἰσθητηρίων ἀγύμναστον οὐκ ἀκριβῆ δίδωσι τῶν φαινομένων τὴν κατανόησιν· διὰ τοῦτο πολλάκις μικρὸν ὑπὲρ κεφαλῆς εἶναι τοὺς ἀστέρας νομίζοντες βώλοις τισὶν ὑπὸ παιδικῆς ἀνοίας προφανέντας καταλιθάζουσιν, εἶτα καταπεσούσης τῆς βώλου σὺν κρότῳ καὶ γέλωτι πρὸς τοὺς ἡλικιώτας μεγαλαυχοῦσιν ὡς ἐπ' αὐτοὺς τοὺς ἀστέρας τῆς 3.5.21 βολῆς ἐνεχθείσης. τοιοῦτος ὁ τῷ βέλει τῶν νηπίων τὴν ἀλήθειαν βαλών, ὃς καθάπερ ἀστέρας τινὰς τοὺς ὑπερ λαμπεῖς ἐκείνους τοῦ διδασκάλου προεκθέμενος λόγους χαμόθεν ἐκ τῆς πεπατημένης καὶ χαμερποῦς διανοίας τοὺς γεώδεις τε καὶ ἀστάτους ἔρριψε λόγους, οἳ τοσοῦτον ὑψω θέντες, ὅσον μὴ ἔχειν ὅθεν πέσωσιν αὐτομάτως, τῷ ἑαυτῶν βάρει περιετράπησαν. ἡ μὲν γὰρ τοῦ μεγάλου Βασιλείου ῥῆσις οὕτως κατὰ τὴν λέξιν ἔχει. "1καίτοι τίς ἂν τῷ λόγῳ τούτῳ σωφρονῶν πρόσθοιτο, ὅτι ὧν τὰ ὀνόματά ἐστι διά φορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη; Πέ τρου γὰρ καὶ Παύλου καὶ ἁπαξαπλῶς ἀνθρώπων προσ 3.5.22 ηγορίαι μὲν διάφοροι, οὐσία δὲ πάντων μία. διόπερ ἐν τοῖς πλείστοις οἱ αὐτοὶ ἀλλήλοις ἐσμέν, τοῖς δὲ ἰδιώμασι μόνοις τοῖς περὶ ἕκαστον θεωρουμένοις ἕτερος ἑτέρου διενηνόχαμεν. ὅθεν καὶ αἱ προσηγορίαι οὐχὶ τῶν οὐσιῶν εἰσι σημαντικαί, ἀλλὰ τῶν ἰδιοτήτων, αἳ τὸν καθ' ἕνα χαρακτηρίζουσιν. ὅταν οὖν ἀκούσωμεν Πέτρον, οὐ τὴν οὐσίαν αὐτοῦ νοοῦμεν ἐκ τοῦ ὀνόματος (οὐσίαν δὲ λέγω νῦν οὐ τὸ ὑλικὸν ὑπο κείμενον), ἀλλὰ τῶν ἰδιωμάτων τῶν περὶ αὐτὸν θεωρου μένων τὴν ἔννοιαν ἐντυπούμεθα."2 3.5.23 Ταῦτα μὲν ὁ μέγας φησίν. ὁ δὲ μαχόμενος τοῖς εἰρη μένοις οἵᾳ κέχρηται καθ' ἡμῶν τῇ εὐστοχίᾳ, ὅτῳ σχολὴ τοῖς ἀνονήτοις ἐνευκαιρεῖν, ἐξ αὐτῆς τοῦ Εὐνομίου τῆς συγγραφῆς διδασκέσθω. οὐ γάρ μοι φίλον τοῖς ἐμοῖς παρ εντιθέναι πόνοις τὴν ναυτιώδη φλυαρίαν τοῦ ῥήτορος καὶ τὸ ἀμαθὲς αὐτοῦ καὶ ἀνόητον διὰ μέσου τῶν ἐμῶν λόγων 3.5.24 ἐνστηλιτεύεσθαι. 20ἔπαινον20 γάρ τινα διεξέρχεται 20λόγων τῶν σημαντικῶν τὸ ὑποκείμενον φανερούντων20 καὶ διὰ τῆς συνήθους ἑαυτοῦ λέξεως συντίθησι καὶ δια κολλᾷ τὰ ἐν τριόδοις ἀπερριμμένα τῶν λεξειδίων ῥακώματα, καὶ πάλιν ὁ τλήμων Ἰσοκράτης περιεσθίεται ῥήματά τε καὶ σχήματα πρὸς τὴν σύνθεσιν τοῦ προκειμένου παρατιλ λόμενος, ἔστι δὲ ὅπου καὶ ὁ Ἑβραῖος Φίλων τὰ ἴσα πάσχει, 3.5.25 ἐκ τῶν ἰδίων πόνων συνερανίζων αὐτῷ τὰ λεξείδια. καὶ οὐδὲ οὕτως ἐξειργάσθη τὸ πολυκέντητον τοῦτο καὶ πολύ χρωμον τῶν λόγων ἐξύφασμα, ἀλλὰ πᾶν ἐπιχείρημα καὶ πᾶσα προβολὴ νοημάτων καὶ πᾶσα παρασκευὴ τεχνικὴ αὐτὴ περὶ ἑαυτὴν κατερρύη· καὶ οἷόν τι περὶ τὰς πομφόλυγας συμβαίνειν εἴωθεν, ὅταν πρός τι διὰ σύστασιν ὑδάτων ἄνω θεν αἱ σταγόνες φερόμεναι τὰς ἀφρώδεις ἐπαναστάσεις ἐρ γάζωνται, αἳ ὁμοῦ τε συνέστησαν καὶ παραχρῆμα διέπεσον, μηδὲν τῆς ἰδίας συστάσεως τοῖς ὕδασιν ἴχνος ὑπολειπόμεναι, τοιαῦται τῶν τοῦ λογογράφου νοημάτων αἱ φυσαλίδες ὁμοῦ τῷ προβληθῆναι δίχα τῶν ἁπτομένων κατασβεννύμεναι. 3.5.26 μετὰ γὰρ τὰς ἀλύτους ἐκείνας κατασκευὰς καὶ τὴν ἐνύπνιον φιλοσοφίαν, δι' ἧς ταῖς τῶν ὀνομάτων παραλλαγαῖς τὸ διῃ ρημένον εἶπε τῆς οὐσίας καταλαμβάνεσθαι, καθάπερ τις ἀφρώδης ὄγκος κατὰ ῥοῦν ἀπαγόμενος ἐνσείσας τινὶ τῶν στερροτέρων διέπεσεν, οὕτω κατὰ τὸ αὐτόματον ὁ λόγος φερόμενος καὶ ἀπροόπτως τῇ ἀληθείᾳ προσενεχθεὶς τὴν ἀνυπόστατον ταύτην καὶ πομφολυγώδη τοῦ ψεύδους σύστασιν εἰς τὸ μὴ ὂν διεσκέδασεν. λέγει γὰρ τοῖς ῥήμασι τούτοις· 20τίς οὕτως ἠλίθιος καὶ τῆς ἀνθρωπίνης κατα στάσεως ἐκτός, ὡς περὶ ἀνθρώπων διαλεγό μενος τὸν μὲν εἰπεῖν ἄνθρωπον, τὸν δὲ ἵππον καλεῖν συγκρίνων20; εἴποιμι ἂν πρὸς αὐτὸν ἐγώ· κα λῶς ὀνομάζεις ἠλίθιον τὸν οὕτως περὶ τὰς φωνὰς ἁμαρ τάνοντα, καὶ χρήσομαί γε πρὸς συνηγορίαν τῆς ἀληθείας 3.5.27 μάρτυρι σοί. εἰ γὰρ τῆς ἐσχάτης ἐστὶν ἠλιθιότητος τὸν μὲν ἵππον τὸν δὲ ἄνθρωπον λέγειν, εἴπερ ἄνθρωποι κατὰ ἀλήθειαν εἶεν ἀμφότεροι, τῆς ἴσης πάντως παραπληξίας ἐστί, θεοῦ μὲν τοῦ πατρός, θεοῦ δὲ τοῦ υἱοῦ εἶναι πεπι στευμένου, τὸν μὲν κτιστὸν τὸν δὲ ἄκτιστον λέγειν, ὡς ἐκεῖ τῆς ἀνθρωπότητος, οὕτως καὶ ἐνταῦθα τῆς θεότητος οὐκ ἐπιδεχομένης τὴν πρὸς τὸ ἑτερογενὲς παρατροπὴν τοῦ ὀνό ματος. ὃ γάρ ἐστιν τὸ ἄλογον πρὸς τὸν ἄνθρωπον, τοῦτο καὶ ἡ κτίσις πρὸς τὴν θεότητα, κατὰ τὸ ἴσον μὴ δυνα 3.5.28 μένη τὸν αὐτὸν ἐπιδέξασθαι τῷ προάγοντι λόγον. καὶ ὡς οὐκ ἔστι τὸν αὐτὸν ἐφαρμόσαι ὅρον τῷ λογικῷ τε καὶ τῷ τετράποδι (διΐσταται γὰρ φυσικῶς ἑκάτερον ἀπὸ τοῦ ἑτέρου τῷ ἰδιάζοντι), οὕτως οὐδὲ τὴν κτιστήν τε καὶ ἄκτιστον οὐσίαν διὰ τῶν αὐτῶν ἑρμηνεύσεις, τῶν ἐπὶ ταύτης λεγο μένων τῆς οὐσίας οὐκ ἐφευρισκομένων τῇ ἄλλῃ. ὡς γὰρ οὐχ εὑρίσκεται τὸ λογικὸν ἐν ἵππῳ οὐδὲ ἐν ἀνθρώπῳ τὸ μονώνυχον, οὕτως οὔτε τῇ κτίσει ἡ θεότης <ἐνθεωρεῖται> οὔτε τῇ θεότητι τὸ διὰ κτίσεως εἶναι· ἀλλ' εἰ θεός, πάν τως καὶ ἄκτιστος, εἰ δὲ κτιστός, οὐ θεός, εἰ μή τις ἄρα διὰ καταχρήσεώς τινος καὶ συνηθείας λόγων ψιλὸν ἐπὶ τὴν κτίσιν ἄγοι τὸ τῆς θεότητος ὄνομα, καθάπερ καὶ ἵπποις τισὶ τὰ ἀνθρώπινα τῶν ὀνομάτων παρὰ τῶν ἱππικῶν ἐπιβέβληται· ἀλλ' οὔτε ὁ ἵππος ἄνθρωπος, κἂν ἀνθρωπίνῃ προσηγορίᾳ κατονομάζηται, οὔτε τὸ κτίσμα θεός, κἂν προσ μαρτυρῶσιν αὐτῷ τινες τὴν φωνὴν τῆς θεότητος, φθόγγον 3.5.29 διάκενον ἐν δυάδι συλλαβῶν χαριζόμενοι. ἐπεὶ οὖν συνηνέχθη κατὰ τὸ αὐτόματον ὁ τῆς αἱρέσεως λόγος πρὸς τὴν ἀλή θειαν, αὐτὸς ἑαυτῷ συμβουλευσάτω τοῖς οἰκείοις ἐμμένειν καὶ μηδενὶ τρόπῳ τὰς ἑαυτοῦ φωνὰς ἀνατίθεσθαι, ἀλλὰ τῷ ὄντι νομίζειν ἠλίθιον εἶναι καὶ παρεξεστηκότα τὸν τὸ ὑποκείμενον μὴ ὡς ἐστὶν ὀνομάζοντα, ἀλλ' ἀντὶ ἀνθρώπου ἵππον καὶ ἀντὶ οὐρανοῦ θάλασσαν καὶ ἀντὶ θεοῦ λέγοντα κτίσμα. καὶ μηδεὶς οἰέσθω παράλογον ἀντιδιαιρεῖσθαι τῷ θεῷ τὴν κτίσιν, ἀλλὰ πρὸς τοὺς προφήτας καὶ πρὸς τοὺς 3.5.30 ἀποστόλους βλεπέτω. ὁ μὲν γὰρ προφήτης φησὶν ἐκ προσ ώπου τοῦ πατρὸς ὅτι Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, χεῖρα τὴν τοῦ μονογενοῦς δύναμιν ἐν αἰνίγματι λέγων, ὁ δὲ ἀπόστολος ἐκ τοῦ πατρὸς εἶναι τὰ πάντα καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα λέγει. συμβαίνει δέ πως τὸ προφητικὸν πνεῦμα τῇ ἀποστολικῇ διδασκαλίᾳ καὶ ταύτῃ διὰ πνεύματος γενομένῃ· ἐκεῖ τε γὰρ τὰ πάντα τῆς χειρὸς ἔργα τοῦ ἐπὶ πάντων ὁ προφήτης εἰπὼν διαστέλλει τὴν τῶν γεγονότων φύσιν πρὸς τὸν ποιήσαντα, ὁ δὲ ποιήσας ἐστὶ διὰ τῆς ἰδίας χειρὸς τὰ πάντα ὁ ἐπὶ πάντων θεός, τὴν μὲν χεῖρα 3.5.31 ἔχων, τὰ δὲ πάντα δι' αὐτῆς ἐργαζόμενος. καὶ ἐνταῦθα πάλιν ὁ ἀπόστολος τὴν αὐτὴν ποιεῖται τῶν ὄντων τομήν, τὰ πάντα μὲν τῆς ποιητικῆς ἐξάπτων αἰτίας, οὐκ ἐν τοῖς πᾶσι δὲ τὸ ποιοῦν ἐξαριθμήσας, ὡς σαφῶς διὰ τούτων τὸ τῆς φύσεως διάφορον τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον διδα χθῆναι, καὶ ἄλλο μὲν τὸ ποιοῦν κατὰ τὴν ἰδίαν φύσιν, ἕτερον δὲ τὸ γινόμενον δείκνυσθαι. ἐπεὶ οὖν τὰ πάντα ἐκ τοῦ θεοῦ, θεὸς δὲ ὁ υἱός, καλῶς ἡ κτίσις ἀντιδιαστέλλεται τῇ θεότητι, τοῦ δὲ μονογενοῦς ἄλλο τι παρὰ τὴν τῶν πάν των ὄντος φύσιν καὶ οὐδὲ τῶν μαχομένων τῇ ἀληθείᾳ πρὸς τοῦτο ἐνισταμένων, ἀνάγκη πᾶσα καὶ τῷ υἱῷ κατὰ τὸ ἴσον ἀντιδιαιρεῖσθαι τὴν κτίσιν, εἴπερ μὴ ψεύδονται δι' αὐτοῦ γεγενῆσθαι τὰ πάντα τῶν ἁγίων αἱ φωναὶ μαρτυρόμεναι. 3.5.32 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσο μένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ κατα γνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ καὶ ἀκτίστῳ καταμερίζοντος καθ' ὁμοιότητα τοῦ τὸν ἄνθρωπον εἰς ἵππον διαιροῦντος καὶ ἄνθρωπον. λέγει γὰρ αὐτὸς μετὰ τὴν διὰ μέσου φλυαρίαν μικρὸν ὑποβὰς ὅτι 20ἀμετάθετος ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις20. τούτῳ καὶ αὐτὸς ἐπιψηφίζων τῷ λόγῳ τὸ πάγιον εἶναι τὴν ἀληθῆ τῶν προσηγοριῶν πρὸς τὸ ὑποκείμενον 3.5.33 οἰκειότητα. εἰ οὖν τὸ τῆς θεότητος ὄνομα τῷ μονογενεῖ θεῷ προσφυῶς ἐπικέκληται, συνθήσεται δὲ πάντως, κἂν πρὸς ἡμᾶς ἐθέλῃ διαπληκτίζεσθαι, τὸ μὴ ψεύδεσθαι τὴν γραφὴν μηδὲ ἀπᾴδουσαν τῆς φύσεως ἐπικεῖσθαι τῷ μονο γενεῖ τὴν τῆς θεότητος κλῆσιν, πεισάτω διὰ τῶν ἰδίων ἑαυτὸν ὅτι εἰ 20ἀμετάθετος ἡ προσφυὴς τῶν ὀνομά των πρὸς τὰ πράγματα σχέσις20, θεὸς δὲ ὁ κύριος λέγεται, οὐ δύναται διαφοράν τινα κατὰ τὴν τῆς θεότητος ἔννοιαν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐννοῆσαι, ἐπείπερ κοινὸν ἐπ' ἀμφοτέρων τοῦτο τὸ ὄνομα· μᾶλλον δὲ οὐχὶ τοῦτο μόνον, ἀλλὰ πολύς ἐστιν ὀνομάτων κατάλογος οἷς ἀπαραλλάκτως ὁ μονογενὴς τῷ πατρὶ συνονομάζεται, ἀγα θὸς ἄφθαρτος δίκαιος κριτὴς μακρόθυμος ἐλεήμων ἀΐδιος ἀτελεύτητος, πάντα ὅσα τοῦ μεγαλείου τῆς φύσεώς τε καὶ τῆς δυνάμεως τὴν σημασίαν ἐνδείκνυται, οὐδεμιᾶς ὑποστολῆς κατὰ τὸ ὑψηλὸν τῆς ἐννοίας ἔν τινι τῶν 3.5.34 ὀνομάτων ἐπ' αὐτοῦ γινομένης. ἀλλὰ τὸν τοσοῦτον ἀριθ μὸν τῶν θείων προσηγοριῶν οἷον μεμυκότι τῷ ὀφθαλμῷ παροδεύων πρὸς ἓν μόνον διαβλέπει τὸ γεννητὸν καὶ ἀγέν νητον, λεπτῷ τε καὶ ἀσθενεῖ τῷ πείσματι τὸ κλυδωνι ζόμενόν τε καὶ περιφερόμενον τοῖς πνεύμασι τῆς πλάνης δόγμα καταπιστεύσας. φησὶ γὰρ 20μηδένα τῶν τῆς ἀληθείας πεφροντικότων οὔτε τῶν γεννητῶν οὐδὲν ὀνομάζειν ἀγέννητον οὔτε τὸν ἐπὶ πάν 3.5.35 των θεὸν υἱὸν ἢ γεννητόν20. τοῦτο δὲ οὐκέτι τῶν ἡμετέρων ἐπιδέεται λόγων πρὸς ἔλεγχον· οὐδὲ γὰρ προ καλύμμασί τισι κατὰ τὸ σύνηθες αὐτῷ περισκέπει τὸν δόλον, ἀλλ' ἴσην ποιεῖται τοῦ ἀτόπου τὴν ἀναστροφὴν ἐν τῷ λέγειν μήτε τῶν γεννητῶν λέγεσθαί τι ἀγέννητον μήτε τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἢ γεννητὸν ὀνομάζεσθαι, οὐδὲν κατὰ τὸ ἰδιάζον τῇ μονογενεῖ τοῦ υἱοῦ θεότητι παρὰ τὰ λοιπὰ τῶν γεννητῶν ἀποκρίνας, ἀλλ' ὁμοτίμως ποιεῖται τὴν πρὸς θεὸν διαστολὴν πάντων τῶν γεγονότων, οὐκ ἐξελὼν τὸν υἱὸν τῶν πάντων· καὶ διὰ τῆς τῶν ἀτόπων δῆθεν ἀνα στροφῆς φανερῶς τὸν υἱὸν τῆς θείας ἀφίστησι φύσεως, λέγων μήτε τι τῶν γεννητῶν ἀγέννητον μήτε τὸν θεὸν υἱὸν ἢ γεννητὸν λέγεσθαι, τῇ ἀντιδιαιρέσει σαφῶς τὸ φρικτὸν 3.5.36 ἐκκαλύπτων τῆς βλασφημίας. διαστείλας γὰρ τὰ γεγονότα πρὸς τὸ ἀγέννητον ἐν τῇ κατὰ τὸ ἀντίστροφον ἐπαγωγῇ οὐκέτι τὸν ἀγέννητον, ἀλλὰ τὸν θεὸν εἶπεν υἱὸν ἢ γεννητὸν ἀδύνατον εἶναι λέγειν, δεικνὺς διὰ τῶν εἰρημένων ὅτι τὸ μὴ ἀγέννητον θεὸς οὐκ ἔστι καὶ ὅτι τοσοῦτον ἀπέχει ὁ μονογενὴς θεὸς διὰ τὸ γεννητὸς εἶναι τοῦ εἶναι θεός, ὅσον καὶ ὁ ἀγέννητος τοῦ γεννητὸς εἶναι ἢ λέγεσθαι. οὐ γὰρ ἀγνοίᾳ τῆς κατὰ τὸν λόγον ἀκολουθίας ἀσύμφωνόν τε καὶ ἀνάρμοστον ποιεῖται τῶν τεθέντων τὴν ἀναστροφήν, ἀλλὰ κακουργῶν τῆς εὐσεβείας τὸν λόγον ἀντιδιαστέλλει τῷ γεν νητῷ τὴν θεότητα, τοῦτο δι' ὧν λέγει κατασκευάζων, ὅτι 3.5.37 τὸ μὴ ἀγέννητον θεὸς οὐκ ἔστιν. ἡ γὰρ ἀληθὴς ἀκο λουθία τοῦ λόγου τίς ἦν; εἰπόντα μηδὲν τῶν γεννητῶν εἶναι ἀγέννητον, ἐπαγαγεῖν ὅτι οὐδὲ εἴ τι κατὰ φύσιν ἐστὶν ἀγέννητον, γεννητὸν εἶναι δύναται. ὁ γὰρ τοιοῦτος λόγος καὶ τὸ ἀληθὲς ἔχει καὶ τῆς βλασφημίας κεχώρισται. νῦν δὲ τῷ προθεῖναι μὲν ὅτι τῶν γεννητῶν οὐδέν ἐστιν ἀγέν νητον, ἐπαγαγεῖν δὲ ὅτι οὐδὲ γεννητὸς ὁ θεός, σαφῶς τοῦ εἶναι θεὸν τὸν μονογενῆ θεὸν ἀφορίζει, διὰ τοῦ μὴ ἀγέν νητον αὐτὸν εἶναι τὸ μηδὲ θεὸν αὐτὸν εἶναι κατασκευάζων. ἆρ' οὖν ἑτέρων ἔτι πρὸς ἀπόδειξιν τῆς ἐκτόπου ταύτης βλασφημίας τῶν ἐλέγχων δεόμεθα καὶ οὐκ ἀρκεῖ τοῦτο μόνον ἀντὶ στήλης γενέσθαι τῷ χριστομάχῳ τῷ κατα σκευάζοντι διὰ τῶν εἰρημένων μὴ εἶναι θεὸν τὸν ἐν ἀρχῇ 3.5.38 ὄντα λόγον θεόν; τί οὖν ἔτι χρὴ πρὸς τοὺς τοιούτους συμπλέκεσθαι; οὐδὲ γὰρ τοῖς περὶ τὰ εἴδωλα καὶ τὸν ἐπιβώμιον λύθρον ἀσχολουμένοις διαπλεκόμεθα, οὐχὶ τῷ συντίθεσθαι τῇ ἀπωλείᾳ τῶν εἰδωλομανούντων, ἀλλὰ τῷ βαρυτέραν εἶναι τὴν νόσον αὐτῶν τῆς παρ' ἡμῶν θεραπείας. ὥσπερ τοίνυν τὴν εἰδωλολατρείαν αὐτὸ καταμηνύει τὸ ἔργον καὶ προλαμβάνει τῶν κατηγόρων τὸν ἔλεγχον τὸ κακὸν ἐν παρρησίᾳ τολμώμενον, οὕτω καὶ ἐνταῦθα σιγᾶν οἶμαι δεῖν τὸν τῆς εὐσεβείας συνήγορον πρὸς τὸν βοῶντα καθ' ἑαυτοῦ περιφανῶς τὴν ἀσέβειαν, καθάπερ καὶ ἐπὶ τῶν τῷ καρκι νώδει πάθει κεκρατημένων ἄπρακτος ἡ ἰατρικὴ μένει διὰ τὸ ὑπερισχύειν τῆς τέχνης τὴν νόσον. 3.5.39 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθ υφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς εἰρημένοις προσεξετάσωμεν. 20εἰ δὲ ἔδει20, φησί, 20πάντων ἀφέμενον ἐπὶ τὸν ἰσχυρότερον χωρῆσαι λόγον, ἐκεῖνα φήσαιμι ἄν, ὅτι καὶ τῶν ὑπ' αὐτοῦ πρὸς ἔλεγχον προβληθέντων ὀνομάτων παραδεχθέντων οὐδὲν ἧττον ἀληθὴς ὁ παρ' ἡμῶν φανερωθήσεται λόγος. εἴπερ ἡ παραλλαγὴ τῶν τὰς ἰδιότητας σημαινόν των ὀνομάτων τὴν παραλλαγὴν ἐμφαίνει τῶν πραγ μάτων, ἀνάγκη δήπου συγχωρεῖν καὶ τῇ παραλλαγῇ τῶν τὰς οὐσίας σημαινόντων συνεμφαίνεσθαι τὴν παραλλαγὴν τῶν οὐσιῶν. καὶ τοῦτο ἐπὶ πάντων οὕτως ἔχον εὕροι τις ἄν, λέγω δὲ οὐσιῶν ἐνερ γειῶν χρωμάτων σχημάτων τῶν ἄλλων ποιοτήτων. 3.5.40 πῦρ τε γὰρ καὶ ὕδωρ, διαφόρους οὐσίας, παρηλ λαγμέναις σημαίνομεν προσηγορίαις, ἀέρα τε καὶ γῆν, ψυχρόν τε αὖ καὶ θερμόν, λευκόν τε καὶ μέλαν ἢ τρίγωνον καὶ περιφερές· τί γὰρ δεῖ περὶ τῶν νοητῶν λέγειν οὐσιῶν, ἃς καταλέγων ὁ ἀπόστολος τῇ διαφορᾷ τῶν ὀνομάτων τὴν παραλλαγὴν ἐνέφηνε τῶν οὐσιῶν20; τίς οὐκ ἂν καταπλαγείη πρὸς τὴν ἀνανταγώνιστον ταύτην τοῦ ἐπι χειρήματος δύναμιν; ὑπὲρ τὴν ἐπαγγελίαν ὁ λόγος, φοβε ρωτέρα τῆς ἀπειλῆς ἡ πεῖρα. ἐπὶ τὸν ἰσχυρότερον, φησίν, 3.5.41 ἥξω τῶν λόγων. τίς οὗτός ἐστιν; ὅτι τῆς τῶν ἰδιω μάτων διαφορᾶς διὰ τῶν ὀνομάτων γινωσκομένης τῶν ση μαινόντων τὰς ἰδιότητας ἀνάγκη δήπου συγχωρεῖν, φησί, καὶ τὰς τῶν οὐσιῶν διαφορὰς ἐν ταῖς τῶν ὀνομάτων παρ αλλαγαῖς ἑρμηνεύεσθαι. τίνες οὖν αἱ τῶν οὐσιῶν προσ ηγορίαι δι' ὧν ἐπὶ πατρὸς καὶ υἱοῦ τὸ παρηλλαγμένον ἐδι δάχθη τῆς φύσεως; πῦρ λέγει καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν, ψυχρόν τε καὶ θερμόν, λευκόν τε καὶ μέλαν, τρίγωνον καὶ περιφερές. νενίκηκε τοῖς ὑποδείγμασιν, ὑπερέσχε κατὰ κράτος τῷ λόγῳ· οὐδὲ γὰρ αὐτὸς ἀντιλέγω τὰ διὰ πάντων ἀκοινώνητα τῶν ὀνομάτων τὴν τῶν φύσεων διαφορὰν συν 3.5.42 ενδείκνυσθαι. ἀλλὰ τουτὶ μόνον οὐκ εἶδεν ὁ ὀξὺς καὶ διορατικὸς τὴν διάνοιαν, ὅτι ἐνταῦθα ὅ τε πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς δίκαιός τε καὶ ἄφθαρτος καὶ πάντα τὰ τῆς θεολογίας ὀνόματα κατὰ τὸ ἴσον ἐπί τε <τοῦ> πατρὸς καὶ τοῦ υἱοῦ λέγεται, ὥστε εἰ τὸ παρηλλαγμένον τῶν προσ ηγοριῶν τὴν διαφορὰν σημαίνει τῶν φύσεων, ἡ κοινότης 3.5.43 τῶν ὀνομάτων τὸ κοινὸν τῆς οὐσίας πάντως ἐνδείξεται. καὶ εἰ χρὴ συνθέσθαι τὴν θείαν οὐσίαν δι' ὀνομάτων μηνύεσθαι, πρέπον ἂν εἴη τὰς ὑψηλὰς ταύτας καὶ θεοπρεπεῖς φωνὰς ἐφαρμόζειν τῇ φύσει μᾶλλον ἢ τὴν τοῦ 20γεννητοῦ20 καὶ 20ἀγεννήτου20 ἐπωνυμίαν, ὅτι τὸ μὲν ἀγαθόν τε καὶ ἄφθαρ τον, δίκαιόν τε καὶ σοφὸν καὶ ὅσα τοιαῦτα μόνῃ προσφυῶς τῇ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζεται φύσει, τὸ δὲ γεν νητὸν καὶ πρὸς τὰ εὐτελῆ τῆς κάτω κτίσεως τὴν ὁμω νυμίαν ἔχει. γεννητὸν γάρ φαμεν καὶ κύνα καὶ βάτρα χον καὶ πάντα ὅσα διὰ γεννήσεως ἔχει τὴν πάροδον· ἀλλὰ καὶ τὸ ἀγέννητον ὄνομα οὐ μόνον ἐπὶ τοῦ ἄνευ αἰτίας ὑφεστῶτος λέγεται, ἀλλὰ καὶ πρὸς τὸ ἀνύπαρκτον ἔχει τὴν 3.5.44 οἰκειότητα. ἀγέννητος λέγεται καὶ ὁ σκινδαψός, ἀγέν νητον καὶ τὸ βλίτυρι, ἀγέννητος ὁ Μινώταυρος, ὁ Κύ κλωψ, ἡ Σκύλλα, ἡ Χίμαιρα, οὐ τῷ ἀγεννήτως εἶναι, ἀλλὰ τῷ μὴ γενέσθαι ὅλως. εἰ οὖν τὰ θειότερα τῶν ὀνο μάτων κοινὰ τῷ υἱῷ πρὸς τὸν πατέρα, τὰ δὲ ὅσα ἢ πρὸς τὸ ἀνύπαρκτον ἢ ὡς πρὸς τὰ ταπεινὰ τὴν ὁμωνυμίαν ἔχει, ταῦτα παρήλλακται, τὸ γεννητὸν ἔστω καὶ τὸ ἀγέννητον, ἡ ἰσχυρὰ τοῦ Εὐνομίου καθ' ἡμῶν ἐπιχείρησις αὐτὴ κρα τύνει τῆς ἀληθείας τὸ δόγμα, μηδεμίαν εἶναι κατὰ τὴν φύσιν διαφορὰν μαρτυροῦσα διὰ τὸ μηδὲ τοῖς ὀνόμασί τινα παραλλαγὴν καθορᾶσθαι. εἰ δὲ ἐν τῷ γεννητῷ καὶ ἀγεν νήτῳ τὸ διάφορον τῆς οὐσίας τίθεται καὶ οὕτως οἴεται τὰ ὀνόματα καθ' ὁμοιότητα τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρη μένων διακεῖσθαι ὡς τῷ πυρὶ καὶ τῷ ὕδατι πρὸς ἄλληλα, πάλιν ἐνταῦθα τὸ φρικτὸν τῆς βλασφημίας καὶ σιωπώντων 3.5.45 ἡμῶν φανερωθήσεται. τὸ πῦρ γὰρ καὶ τὸ ὕδωρ φθαρτικὴν κατ' ἀλλήλων τὴν φύσιν ἔχει καὶ ἴσως ἑκάτερον ἐν τῷ ἑτέρῳ γενόμενον τῇ ἐπικρατήσει τοῦ πλεονάζοντος φθείρεται. εἰ οὖν οὕτω διεστάναι τοῦ 20ἀγεννήτου20 τὴν φύσιν πρὸς τὴν τοῦ μονογενοῦς δογματίζει, πάντως ὅτι καὶ τὴν φθαρτι κὴν ταύτην ἐναντιότητα τῇ παραλλαγῇ τῶν οὐσιῶν ἐνυπάρ χειν κατὰ τὸ ἀκόλουθον δίδωσιν, ὡς ἀσύμβατον αὐτῶν διὰ τούτου καὶ ἀκοινώνητον εἶναι τὴν φύσιν καὶ ἐνδαπανᾶσθαι τῷ ἑτέρῳ τὸ ἕτερον, εἰ ἐν ἀλλήλοις ἀμφότερα ἢ μετ' ἀλ λήλων γένοιντο. 3.5.46 Πῶς οὖν ἐν τῷ πατρὶ ὁ υἱὸς καὶ οὐ φθείρεται, καὶ πῶς ἐν τῷ υἱῷ ὁ πατὴρ ὢν εἰς τὸ διηνεκὲς ἀντέχει μὴ δαπανώμενος, εἴπερ ἡ τοῦ πυρὸς πρὸς τὸ ὕδωρ ἰδιότης καὶ ἐν τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διασῴζεται σχέσει, καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ' οὐδὲ γῆς πρὸς ἀέρα κοι νωνίαν ὁ λόγος βλέπει· ἡ μὲν γὰρ σταθερὰ καὶ ἐμβριθὴς καὶ ἀντίτυπος καὶ κατωφερὴς καὶ βαρεῖα, τῷ δὲ ἀέρι ἐκ τῶν ἐναντίων ἡ φύσις. ὁμοίως τὸ λευκὸν καὶ τὸ μέλαν ἐν τῇ ἐναντιότητι τῶν χρωμάτων εὑρίσκεται καὶ τῷ τρι γώνῳ τὸ περιφερὲς μὴ ταὐτὸν εἶναι συντίθεται· ἐκεῖνο γάρ ἐστιν ἑκάτερον ἐν τῷ λόγῳ τοῦ σχήματος, ὅπερ οὐκ ἔστι 3.5.47 τὸ ἕτερον. ἐπὶ δὲ θεοῦ τοῦ πατρὸς καὶ θεοῦ τοῦ μονο γενοῦς υἱοῦ κατὰ τί βλέπει τὴν ἐναντίωσιν οὐχ εὑρίσκω. ἀγαθότης μία, σοφία δικαιοσύνη φρόνησις δύναμις ἀφθαρσία τὰ ἄλλα πάντα, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, ἐφ' ἑκατέρου ὡσαύτως λέγεται καὶ τρόπον τινὰ ἐν τῷ ἑτέρῳ τὸ ἕτερον τὴν ἰσχὺν ἔχει· ὅ τε γὰρ πατὴρ διὰ τοῦ υἱοῦ τὰ πάντα ποιεῖ ὅ τε μονογενὴς δύναμις ὢν τοῦ πατρὸς ἐν ἑαυτῷ τὸ πᾶν κατεργάζεται. τίνα τοίνυν χρείαν πληροῖ πῦρ τε καὶ ὕδωρ εἰς ἀπόδειξιν τῆς ἐπὶ υἱοῦ τε καὶ πατρὸς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος; καὶ τίς ὁ ἰσχυρὸς ἐκεῖνος καὶ 3.5.48 ἀπόρρητος λόγος ὁ διὰ τούτων ἀποδεικνύμενος; ἀλλὰ 20τολμηροὺς20 ἡμᾶς ὀνομάζει Πέτρου καὶ Παύλου τήν τε τῆς φύσεως ἑνότητα καὶ τὴν τῶν ὑποστάσεων διαφορὰν παραστήσαντας καὶ δεινά φησι παρ' ἡμῶν τολμᾶσθαι, εἰ τοῖς ὑλικοῖς ὑποδείγμασι τῇ τῶν νοητῶν θεωρίᾳ τὸν λόγον προσάγομεν. καλῶς ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμά των, καλῶς ἐπικαλεῖ τὴν τόλμαν ἡμῖν τοῖς τὸ θεῖον διὰ 3.5.49 τῶν ὑλικῶν ἑρμηνεύουσι. τί οὖν περὶ τῶν στοιχείων ἐρεῖς, ὁ σταθερός τε καὶ περιεσκεμμένος, ἄϋλον τὴν γῆν, νοητὸν τὸ πῦρ, ἀσώματον τὸ ὕδωρ, ἔξω τῆς αἰσθητῆς ἀντιλήψεως τὸν ἀέρα; οὕτω συντέτακταί σοι πρὸς τὸν σκοπὸν ἡ διά νοια, οὕτω πανταχόθεν ὀξυωπεῖς, ἄληπτον τοῖς ἀντιτεταγ μένοις διεξάγων τὸν λόγον, ὡς μὴ βλέπειν ἐν σεαυτῷ τὰ κατὰ τῶν κατηγορουμένων ἐγκλήματα; ἢ σοὶ μὲν διὰ τῆς ὕλης τὸ κατ' οὐσίαν ἀλλότριον κατασκευάζοντι συγχωρή σομεν, ἡμεῖς δὲ διὰ τῶν χωρητῶν ἡμῖν ὑποδειγμάτων τὸ οἰκεῖον τῆς φύσεως ἀποδεικνύντες ἀπόβλητοι; 3.5.50 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσ ηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ παρὰ ἀνθρώπων ὠνόμασται; σὲ μάρτυρα τοῦ λόγου προσ άγομαι. εἰ γὰρ τὴν τῶν ὀνομάτων μετάθεσιν σημεῖον ποιῇ τοῦ παρὰ ἀνθρώπων κατωνομάσθαι τὰ πράγματα, συνθήσῃ διὰ τούτου πάντως πᾶν ὄνομα παρ' ἡμῶν τεθεῖσθαι τοῖς οὖσιν ἐκ τοῦ μὴ τὰς αὐτὰς τῶν ὑποκειμένων προσηγορίας 3.5.51 παρὰ πᾶσι κεκρατηκέναι. ὡς γὰρ Παῦλος ὁ πρότερον Σαῦλος καὶ Πέτρος ἐκ Σίμωνος, οὕτω γῆ τε καὶ οὐρανὸς καὶ ἀὴρ καὶ θάλασσα καὶ πάντα τὰ τῆς κτίσεως μέρη οὐχ ὁμοίως παρὰ πᾶσιν ὠνόμασται, ἀλλ' ἑτέρως μὲν παρ' Ἑβραίοις, ἑτέρως δὲ παρ' ἡμῖν καὶ παρ' ἑκάστοις τῶν ἐθνῶν διαφόροις ταῖς προσηγορίαις κατονομάζεται. εἰ οὖν ἰσχύει τῷ Εὐνομίῳ τὸ ἐπιχείρημα Πέτρον καὶ Παῦλον διὰ τοῦτο μετακεκλῆσθαι κατασκευάζοντι διὰ τὸ παρ' ἀνθρώ πων αὐτοῖς τὰς προσηγορίας τεθεῖσθαι, ἰσχύσει πάντως καὶ ὁ ἡμέτερος λόγος ἐκ τῶν ὁμοίων ὁρμώμενος ὁ πάντα παρ' ἡμῶν κατωνομάσθαι λέγων διὰ τὸ πάντων τὰς προσ 3.5.52 ηγορίας κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἐνηλλάχθαι. εἰ δὲ τὰ πάντα οὕτως, οὐδὲ τὸ γεννητὸν πάντως καὶ ἀγέννητον ἄλλως· καὶ γὰρ καὶ ταῦτα τῶν μετονομαζομένων ἐστί. τὸ γὰρ ἐγγενόμενον ἡμῖν περὶ τὸ ὑποκείμενον νόημα εἰς ὀνό ματος τύπον μεταλαμβάνοντες ἄλλοτε ἄλλοις ῥήμασι τὸ νοηθὲν ἐξαγγέλλομεν, οὐχὶ ποιοῦντες τὸ πρᾶγμα, ἀλλὰ ση μαίνοντες δι' ὧν ὀνομάζομεν. τὰ μὲν γὰρ πράγματα, καθὼς ἂν ἔχῃ φύσεως, ἐφ' ἑαυτῶν μένει, ἡ δὲ διάνοια τῶν ὄντων ἐφαπτομένη δι' ὧν ἂν γένηται δυνατὸν ῥημάτων ἐκ καλύπτει τὸ νόημα. καὶ ὥσπερ οὐ συμμετεβλήθη τῇ μετα βολῇ τοῦ ὀνόματος ἡ οὐσία τοῦ Πέτρου, οὕτως οὐδὲ ἄλλο τι τῶν θεωρουμένων ἐν τῇ τῶν ὀνομάτων ἐπαλλαγῇ μετα 3.5.53 βάλλεται. διὸ καὶ τὴν τοῦ 20ἀγεννήτου20 φωνὴν παρ' ἡμῶν ἐπιτεθεῖσθαί φαμεν τῷ ἀληθινῷ καὶ πρώτῳ πατρὶ τῷ τοῦ παντὸς αἰτίῳ καὶ μηδεμίαν ἐν τῇ σημασίᾳ τοῦ ὑποκειμένου γίνεσθαι βλάβην, εἰ ἐξ ἑτέρας φωνῆς τὸ ἴσον γνωρίσαιμεν ἔξεστι γὰρ ἀντὶ τοῦ εἰπεῖν 20ἀγέννητον20 πρῶτον αἴτιον αὐτὸν προσειπεῖν ἢ πατέρα τοῦ μονογενοῦς ἢ ἐκ μηδεμιᾶς αἰτίας ὑφεστηκότα καὶ πολλὰ τοιαῦτα ὅσα πρὸς τὴν αὐτὴν διάνοιαν φέρει· ὥστε καὶ δι' ὧν ἐγκαλεῖ λόγων κρατύνει τὰ ἡμέτερα δόγματα, ὅτι ὄνομα τῆς θείας φύσεως σημαν 3.5.54 τικὸν οὐκ ἐμάθομεν. ἀλλὰ τὸ μὲν εἶναι αὐτὴν ἐδιδάχθημεν, δύναμιν δὲ προσηγορίας τοιαύτης, δι' ἧς ἐμπεριλαμβάνεται ἡ ἄφραστός τε καὶ ἀόριστος φύσις, ἢ οὐκ εἶναι καθόλου φαμὲν ἢ πάντως ἡμῖν ἄγνωστον εἶναι. ὥστε παρεὶς τὴν συνήθη μυθολογίαν δεικνύτω τὰς σημαντικὰς τῶν οὐσιῶν προσηγο ρίας καὶ τῷ παρηλλαγμένῳ τῶν ὀνομάτων συνδιασχιζέτω 3.5.55 τὸ ὑποκείμενον. ἕως δ' ἂν ὁ τῆς γραφῆς ἀληθεύῃ λόγος, ὅτι Ἀβραὰμ καὶ Μωϋσῆς οὐκ ἐχώρησαν τὴν τοῦ ὀνόματος γνῶσιν, καὶ ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ εἶδεν αὐτὸν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται, καὶ ὅτι τὸ περὶ αὐτὸν φῶς ἀπρόσιτον καὶ τῆς μεγαλωσύνης αὐτοῦ πέρας οὐκ ἔστιν, ἕως ἂν ταῦτα λαλῆται παρ' ἡμῖν καὶ πιστεύηται, πᾶς λόγος ὁ περίληψίν τινα καὶ ἑρμηνείαν τῆς ἀορίστου φύσεως διὰ τῆς ὀνοματικῆς σημασίας ἐπαγ γελλόμενος ὅμοιός ἐστι τῷ διὰ τῆς ἰδίας παλάμης πᾶσαν ἐμπεριλαμβάνειν οἰομένῳ τὴν θάλασσαν. ὃ γάρ ἐστι χειρὸς κοτύλη πρὸς πέλαγος ὅλον, τοῦτο πᾶσα δύναμις λόγων πρὸς τὴν ἄφραστόν τε καὶ ἀπερίληπτον φύσιν. 3.5.56 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται κἀκεῖνος οὐ γεγέννηται. τί δὲ κατὰ τὴν φύσιν ἐστὶν ὁ δίχα γεννήσεως ὢν καὶ ὁ γεγεννῆσθαι πεπιστευμένος, ἐκ τῆς τοῦ γεννη θῆναι καὶ μὴ γεννηθῆναι σημασίας οὐκ ἐδιδάχθημεν. εἰπόντες γὰρ ὅτι οὗτος ἢ γεγέννηται ἢ οὐ γεγέννηται, δι πλῆν ἐντυπούμεθα διὰ τῶν εἰρημένων διάνοιαν, τῷ μὲν δεικτικῷ τοῦ λόγου πρὸς τὸ ὑποκείμενον βλέποντες, τῷ δὲ γεγέννηται ἢ οὐ γεγέννηται τὸ τῷ ὑποκειμένῳ προσθεω ρούμενον διδασκόμενοι, ὡς ἄλλο μέν τι περὶ τοῦ ὄντος νοεῖν, 3.5.57 ἄλλο δέ τι περὶ τοῦ ἐπιθεωρουμένου τῷ ὄντι. ἀλλὰ καὶ παντὶ ὀνόματι τῷ περὶ τὴν θείαν λεγομένῳ φύσιν τὸ ἐστὶ πάντως συνυπακούεται, οἷον δίκαιος ἄφθαρτος ἀθάνατός τε καὶ ἀγέννητος καὶ εἴ τι ἕτερον λέγεται· κἂν μὴ τῇ φωνῇ συμπαρομαρτοῦν τύχῃ τὸ ῥῆμα τοῦτο, ἀλλ' ἡ διάνοια πάντως τοῦ φθεγγομένου καὶ τοῦ ἀκούοντος τῷ ἐστί προσ απαρτίζει τὸ ὄνομα, ὡς εἰ μὴ τοῦτο προσκέοιτο, κατὰ κενοῦ τὴν προσηγορίαν πίπτειν. οἷον (κρεῖττον γὰρ ἐν ὑποδείγματι παραστῆσαι τὸν λόγον) εἰπόντος τοῦ ∆αβὶδ ὅτι ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, εἰ μὴ συν υπακούοιτο τῶν κατειλημμένων ὀνομάτων ἑκάστῳ τὸ ἐστί, ματαία δόξει καὶ ἀνυπόστατος ἡ τῶν προσηγοριῶν ἀπαρίθ μησις, πρὸς οὐδὲν ὑποκείμενον ἐρειδομένη· συνυπακουομένου δὲ τοῦ ἐστὶν ἑκάστῳ τῶν ὀνομάτων, ἰσχύσει πάντως τὰ 3.5.58 εἰρημένα περὶ τὸ ὂν θεωρούμενα. ὥσπερ τοίνυν εἰπόντες ὅτι κριτής ἐστι διὰ μὲν τῆς κρίσεως ἐνέργειάν τινα περὶ αὐτὸν ἐνοήσαμεν, διὰ δὲ τοῦ ἐστὶ τῷ ὑποκειμένῳ τὸν νοῦν ἐπεβάλομεν, σαφῶς διδασκόμενοι διὰ τούτων μὴ τὸν αὐτὸν νομίζειν τῇ ἐνεργείᾳ τὸν τοῦ εἶναι λόγον, οὕτως καὶ ἐκ τοῦ εἰπεῖν ὅτι γεννητὸς ἢ ἀγέννητός ἐστι μερίζομεν πρὸς διπλῆν ὑπόληψιν τὴν διάνοιαν, διὰ μὲν τοῦ ἐστί νοοῦντες τὸ ὑπο κείμενον, διὰ δὲ τοῦ γεννητὸς ἢ ἀγέννητος τὸ προσὸν τῷ 3.5.59 ὑποκειμένῳ καταλαμβάνοντες. καθάπερ τοίνυν κριτὴν ἢ μακρόθυμον παρὰ τοῦ ∆αβὶδ εἶναι τὸν θεὸν διδαχθέντες οὐ τὴν θείαν οὐσίαν, ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐμάθομεν, οὕτως καὶ ἐνταῦθα τὸ μὴ γεγεννῆσθαι ἀκού σαντες οὐ τὸ ὑποκείμενον διὰ τῆς ἀπεμφάσεως ἔγνωμεν, ἀλλὰ τί οὐ χρὴ περὶ τὸ ὑποκείμενον νοεῖν ὡδηγήθημεν, τὸ δὲ κατ' οὐσίαν ὅ τι ποτέ ἐστιν οὐδὲν ἧττον ἐν ἀδήλῳ μένει, οὕτω καὶ τῆς ἁγίας γραφῆς τὰ μὲν λοιπὰ τῶν θείων ὀνομάτων κατὰ τοῦ ὄντος κατηγορούσης, αὐτὸ δὲ τὸ ὂν ἀκατονόμαστον τῷ Μωϋσῇ παραδούσης. ὁ τοίνυν τοῦ ὄντος ἐκκαλύπτων τὴν φύσιν μὴ τὰ περὶ τὸ ὂν διεξίτω, ἀλλ' 3.5.60 αὐτὴν ἡμῖν φανερούτω δι' ὧν λέγει τὴν φύσιν. πᾶν γὰρ ὅτιπερ ἂν εἴπῃς ὄνομα περὶ τὸ ὄν ἐστιν, οὐκ ἐκεῖνό ἐστιν, ἀγαθὸς 20ἀγέννητος20 ἄφθαρτος· ἀλλὰ τὸ ἐστὶν ἑκάστῳ τούτων οὐκ ἀπολείπεται. τούτου τοίνυν τοῦ ὄντος ἀγαθοῦ καὶ ὄντος 20ἀγεννήτου20, καθὸ ἔστι, τὸν λόγον τις ἀπο δώσειν ἐπαγγειλάμενος μάταιος ἂν εἴη τὰ μὲν ἐπιθεωρού μενα λέγων, αὐτὴν δὲ σιωπῶν τὴν οὐσίαν ἣν ἑρμηνεύειν τῷ λόγῳ κατεπαγγέλλεται. τὸ γὰρ ἀγεννήτως εἶναι ἓν τῶν ἐπιθεωρουμένων ἐστὶ τῷ ὄντι, ἄλλος δὲ τοῦ εἶναι καὶ ἄλλος τοῦ πως εἶναι ὁ λόγος· ὃ μέχρι τοῦ νῦν ἄρρητόν τε καὶ ἀνερμήνευτον ἐκ τῶν εἰρημένων ἐστίν. οὐκοῦν φανερωσάτω πρότερον ἡμῖν τὰ τῆς οὐσίας ὀνόματα, καὶ τότε τῇ παραλ λαγῇ τῶν προσηγοριῶν διατεμνέτω τὴν φύσιν· ἕως δ' ἂν τὸ ζητούμενον ἀνεκφώνητον μένῃ, μάτην αὐτῷ τὰ περὶ τῶν ὀνομάτων τετεχνολόγηται, τῶν ὀνομάτων οὐκ ὄντων. 3.5.61 Ἡ μὲν οὖν 20ἰσχυροτέρα20 τῶν Εὐνομίου κατὰ τῆς ἀληθείας λαβὴ τοιαύτη, πολλῶν κατὰ τὸ μέρος τοῦτο τῆς λογογραφίας σιωπηθέντων δογμάτων. δοκεῖ γάρ μοι πρέ πειν τοῖς τὸν ἐνόπλιον τοῦτον κατὰ τῶν ἐχθρῶν τῆς ἀλη θείας τρέχουσι δρόμον πρὸς τοὺς πεφραγμένους ποσῶς τῇ πιθανότητι τοῦ ψεύδους ὁπλίζεσθαι, τοῖς δὲ νεκροῖς καὶ ὀδωδόσι τῶν νοημάτων μὴ ἐμμολύνειν τὸν λόγον. τὸ γὰρ οἴεσθαι 20πάντα ὅσα τῷ τῆς οὐσίας ἥνωται λόγῳ πάντως ἐν σώμασιν εἶναι καὶ φθορᾷ συνεζεῦ χθαι20 (τοῦτο γὰρ ἐν τῷ μέρει τούτῳ φησίν) ὡς νεκρώδη δυσωδίαν ἑκὼν ὑπερβήσομαι, παντὸς οἶμαι τοῦ γε νοῦν ἔχοντος ἐκ τοῦ προχείρου κατιδεῖν δυναμένου τὸ τεθνηκός 3.5.62 τε καὶ διαπεπτωκὸς τοῦ λόγου. τίς γὰρ οὐκ οἶδεν ὅτι πλῆ θος μὲν ἄπειρον τῶν ἀνθρωπίνων ἐστὶ ψυχῶν, οὐσία δὲ πάσαις ὑπόκειται μία καὶ τὸ ὁμοούσιον ὑποκείμενον ἐν αὐταῖς τῆς σωματικῆς διαφθορᾶς ἠλλοτρίωται; ὥστε νη πίοις φανερὸν εἶναι τὸν λόγον, ὅτι τὰ σώματα οὐ διὰ τὸ ὁμοούσια εἶναι ἀλλήλοις διὰ τοῦτο φθείρεταί τε καὶ δια λύεται, ἀλλὰ διὰ τὸ σύνθετον εἰληφέναι τὴν φύσιν. ἄλλος δὲ τοῦ συνθέτου καὶ ἕτερος τοῦ κοινοῦ τῆς οὐσίας λόγος· ὥστε τὸ μὲν ὁμοούσια τὰ φθαρτὰ σώματα λέγειν ἀληθές ἐστιν, ἡ δὲ ἀναστροφὴ τὸ ἀληθὲς οὐκ ἔχει· εἴ τι ὁμοούσιον, τοῦτο καὶ φθαρτόν ἐστι πάντως, ὡς ἐπὶ τῶν ψυχῶν ἀπο δείκνυται, ὧν καὶ οὐσία μία καὶ φθορὰ τῇ κοινότητι 3.5.63 τῆς οὐσίας οὐ πρόσεστιν. ὁ δὲ περὶ τῶν ψυχῶν ἀποδοθεὶς λόγος καὶ περὶ πάσης νοερᾶς ὑποστάσεως τῆς ἐν τῇ κτίσει θεωρουμένης οἰκείως ἂν ἔχοι. οὐ γάρ, καθὼς Εὐνόμιος βούλεται, αἱ παρὰ τοῦ Παύλου κατειλεγμέναι φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων φύσεις τινὰς ἀλλήλων παρηλλαγ μένας σημαίνουσιν, ἀλλ' ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται τὸ μὴ φύσεων διαφοράς, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ, φησί, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις καὶ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι τὸ κατ' ἐνεργείας 3.5.64 τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν καὶ τὸ ἐξουσιάζειν καὶ τὸ κυριεύειν καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἂν ὁ λελογισμένος εἰς οὐσιῶν διαφορὰς ἀπαγάγοι, προδήλως τῆς ἐνεργείας ὑφ' ἑκάστου τῶν ὀνο μάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τοῖς κατειλεγμένοις ὀνόμασι παρὰ τοῦ Παύλου σημαίνεσθαι φρεναπατᾷ ἑαυτόν, καθώς φησιν ὁ ἀπόστολος, μὴ εἰδὼς μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται, σαφῶς ἐνδει κνυμένης τῆς τῶν ὀνομάτων σημασίας ὅτι ἀξιωμάτων τινῶν διαφορὰς ὁ ἀπόστολος ἐν ταῖς νοηταῖς δυνάμεσιν οἶδεν, οὐκ οὐσιῶν ἑτερότητας διὰ τῶν ὀνομάτων ἐνδείκνυται. 3.6.1 Τὰ μὲν οὖν 20ἰσχυρὰ20 τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστά των ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐπὶ τῶν ὑπολοίπων, τοῖς κατὰ τῶν ἰσχυρῶν ἐλέγχοις καὶ τῶν ἄλλων τῇ δυνάμει συναπελεγχθέντων· καθάπερ ἐπὶ τῶν πολέμων συμβαίνει, τοῦ δυνατωτέρου τῶν ἄλλων καταπεσόντος μη κέτι τὸ λειπόμενον τῆς στρατιᾶς ἐν λόγῳ τινὶ τοῖς κεκρα τηκόσι τοῦ ἰσχύοντος γίνεσθαι. ἀλλ' οὐκ ἐᾷ σιωπᾶν τὸ κεφάλαιον τῆς βλασφημίας ἐν τοῖς ἐφεξῆς τοῦ λόγου προ κείμενον· τὴν γὰρ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τοῦ μονο γενοῦς πάροδον, τοῦτο δὴ τὸ φρικτόν τε καὶ ἄθεον καὶ πάσης ἀσεβείας φευκτότερον δόγμα τοῦ Εὐνομίου, νῦν τῇ 3.6.2 ἀκολουθίᾳ τοῦ λόγου κατασκευάζει. καὶ ἐπειδὴ πᾶσι τοῖς διὰ τῆς ἀπάτης ταύτης γεγοητευμένοις ἕτοιμον ἐπὶ γλώσσης ἐστὶν εἰς κατασκευὴν τοῦ ἐκ μὴ ὄντος εἶναι τὸν ἡμᾶς καὶ πᾶσαν τὴν κτίσιν ἐξ οὐκ ὄντων ποιήσαντα τὸ λέγειν εἰ ἦν, οὐ γεγέννηται, καὶ εἰ γεγέννηται, οὐκ ἦν, καὶ πολλὴν ἔχει διὰ τούτων ἡ ἀπάτη τὴν συμμαχίαν, τῶν μικροψυχοτέρων ἐν τῇ ἐπιπολαίῳ ταύτῃ πιθανότητι στενοχωρουμένων καὶ πρὸς συγκατάθεσιν τῆς βλασφημίας ὑπαγομένων, ἀνάγκη μὴ παρελθεῖν τὴν ῥίζαν τῆς πικρίας τοῦ δόγματος, ἵνα μή, καθώς φησιν ὁ ἀπόστολος, ἄνω φύουσα διοχλῇ. πρῶ τον δέ φημι δεῖν αὐτὸν ἐφ' ἑαυτοῦ τὸν λόγον κατανοῆσαι δίχα τῆς πρὸς τοὺς ἐναντίους μάχης, εἶθ' οὕτως ἐπὶ τὴν ἐξέτασίν τε καὶ τὸν ἔλεγχον τῶν ἐκτεθέντων ἐλθεῖν. 3.6.3 Ἓν γνώρισμα τῆς ἀληθινῆς θεότητος ὁ τῆς ἁγίας γραφῆς ὑποδείκνυσι λόγος, ὃ διὰ τῆς ἄνωθεν φωνῆς ἐδι δάχθη ὁ Μωϋσῆς ἀκούσας τοῦ εἰπόντος ὅτι Ἐγώ εἰμι ὁ ὤν. οὐκοῦν τοῦτο μόνον θεῖον εἶναι ὡς ἀληθῶς πιστεύειν οἰόμεθα δεῖν, ὃ κατὰ τὸ ἀΐδιόν τε καὶ ἀόριστον ἐν τῷ εἶναι καταλαμβάνεται, καὶ πᾶν τὸ περὶ αὐτὸ θεωρούμενον ἀεὶ ὡσαύτως ἔχει, οὔτε προσγινόμενον οὔτε ἀπογινόμενον. ὥστε εἴ τις λέγοι περὶ θεοῦ ὅτι πρότερον μὲν ἦν νῦν δὲ οὐκ ἔστιν ἢ ὅτι νῦν μὲν ἔστι πρότερον δὲ οὐκ ἦν, ἐπίσης ἄθεον κρίνομεν τῶν εἰρημένων ἑκάτερον· κολοβοῦται γὰρ ὁμοίως δι' ἀμφοτέρων ὁ τῆς ἀϊδιότητος λόγος καθ' ἑκάτερον μέρος ὁμοίως τῷ ἀνυπάρκτῳ περισκεπόμενος, εἴτε προθεωροίη τις τὸ μὴ ὂν τοῦ ὄντος εἴτε καταλήγειν τὸ ὂν εἰς τὸ μὴ ὂν ἀποφαίνοιτο, καὶ οὐδὲν παραμυθεῖται τὴν ἀσεβῆ περὶ τὸ θεῖον ὑπόληψιν ἐν πρώτοις ἢ τελευταίοις ἐπιθρυλού 3.6.4 μενον τῷ θεῷ τὸ ἀνύπαρκτον. διὰ τοῦτο τὴν περὶ τοῦ μὴ εἶναί ποτε τὸν ὄντως ὄντα κατασκευὴν ἄρνησίν τε καὶ ἀθέ τησιν τῆς ἀληθινῆς θεότητος εἶναι διοριζόμεθα. ἐπειδὴ γὰρ ὁ μὲν διὰ τοῦ φωτὸς ἑαυτὸν τῷ Μωϋσῇ δείξας ὄντα ἑαυτὸν ὀνομάζει λέγων Ἐγώ εἰμι ὁ ὤν, Ἠσαΐας δὲ καθάπερ ὄργανον τοῦ ἐν αὐτῷ φθεγγομένου γενόμενος ἐκ προσώπου λέγει τοῦ ὄντος ὅτι Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, ὡς διὰ τούτου νοεῖσθαι καθ' ἑκατέραν ἔννοιαν ἐπὶ θεοῦ τὸ ἀΐδιον, ὁμοίως δὲ καὶ ἡ πρὸς τὸν Μανωὲ γενομένη φωνὴ τὸ ἀπερίληπτον εἶναι διὰ τῆς τοῦ ὀνόματος σημασίας τὸ θεῖον ἐνδείκνυται, ὅτε μαθεῖν ἀξιοῦντος τοῦ Μανωὲ τὸ ὄνομα, ὡς προελθούσης εἰς ἔργον τῆς ἐπαγγελίας ἐπ' ὀνόματος δοξάσῃ τὸν εὐεργέτην, λέγει πρὸς αὐτὸν Τί τοῦτο ἐρωτᾷς; καὶ αὐτό ἐστιν θαυμαστόν, ὡς διὰ τούτου μαθεῖν ὅτι ἕν ἐστι σημαντικὸν τῆς θείας φύσεως ὄνομα, τὸ ἀρρήτως περὶ 3.6.5 αὐτῆς ἡμῖν θαῦμα κατὰ ψυχὴν ἐγγινόμενον, ὡσαύτως δὲ καὶ ὁ μέγας ∆αβὶδ ἐν τοῖς καθ' ἑαυτὸν λόγοις τὸ ἴσον βοᾷ, ὡς πάσης μὲν τῆς κτίσεως ὑπ' αὐτοῦ παραχθείσης εἰς γένεσιν, μόνου δὲ τοῦ θεοῦ ὡσαύτως ἀεί τε ὄντος καὶ εἰσαεὶ διαμένοντος, ἐν οἷς φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· ταῦτα καὶ τὰ τοιαῦτα παρὰ τῶν θεοφορουμένων ἀκούοντες πᾶν, ὃ μὴ ἐξ ἀϊδίου ἐστίν, ὡς πρόσφατόν τε καὶ ἀλλότριον τῆς ἀληθινῆς θεότητος τοῖς 3.6.6 εἰδωλολάτραις προσκυνεῖν καταλείπομεν. τὸ γὰρ νῦν ὄν, πρότερον δὲ μὴ ὂν πρόσφατόν ἐστι πάντως καὶ οὐκ ἀΐδιον, τὸ δὲ πρός τι τῶν προσφάτων ὁρᾶν δαιμόνων λατρείαν ὁ Μωϋσῆς ὀνομάζει λέγων Ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν, καινοὶ καὶ πρό σφατοι ἥκασιν. εἰ οὖν πᾶν τὸ πρόσφατον ἐν σεβάσματι δαι μόνων ἐστὶ λατρεία καὶ τῆς ἀληθινῆς θεότητος ἠλλοτρίω, ὃ δὲ νῦν μὲν ἔστιν, ἀεὶ δὲ οὐκ ἦν, πρόσφατόν ἐστι καὶ οὐκ ἀΐδιον, ἀναγκαίως πρὸς τὸ ὂν βλέποντες τοὺς τὸ μὴ ὂν τῷ ὄντι συνθεωροῦντας καὶ λέγοντας, ὅτι ποτὲ οὐκ ἦν, 3.6.7 τοῖς θεραπευταῖς τῶν εἰδώλων ἐγκαταλέγομεν. καὶ γὰρ ὁ μέγας Ἰωάννης τὸν μονογενῆ θεὸν τῷ ἰδίῳ καταγγέλλων κηρύγματι παντοίως τὸν ἑαυτοῦ κατασφαλίζεται λόγον, ὡς μή τινα πάροδον τὴν τοῦ μὴ εἶναι ὑπόληψιν κατὰ τοῦ ὄντος λαβεῖν. λέγει γὰρ ὅτι ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν καὶ φῶς ἦν καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα τὰ ἀγαθὰ πάντοτε ἦν καὶ οὐδὲν οὐδέποτέ τι τῶν καλῶν οὐκ ἦν ὁ πάντων τῶν ἀγαθῶν τὸ πλήρωμα ὢν 3.6.8 καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς ὤν. εἰ τοίνυν Μωϋσῆς μὲν οἷόν τινα χαρακτῆρα τῆς ἀληθινῆς θεότητος ἡμῖν νομοθετεῖ τὸ μηδὲν ἄλλο περὶ θεοῦ γινώσκειν ἢ τοῦτο μόνον, ὅτι ἔστι (τοῦτο γὰρ ἐνδείκνυται τὸ Ἐγώ εἰμι ὁ ὤν), Ἠσαΐας δὲ τὸ πανταχόθεν ἀόριστον τοῦ ὄντος βοᾷ τῷ κηρύγματι, μήτε δι' ἀρχῆς μήτε διὰ τέλους βλέπων τὸ ὂν ἐπὶ τοῦ θεοῦ ὁριζόμενον (ὁ γὰρ εἰπὼν ὅτι Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, ἐν οὐθετέρῳ τὸν ὅρον τῆς ἀϊδιότητος ἵστησιν, ὡς μήτε πρὸς τὴν ἀρχὴν ὁρῶντας εὑρεῖν τι σημεῖον, ἀφ' οὗ ἔστι καὶ μεθ' ὃ οὐκ ἦν, μήτε πρὸς τὸ ἐφεξῆς τὴν διάνοιαν ἀνάγοντας ὅρῳ τινὶ διακόπτειν τοῦ ὄντος τὴν ἐπὶ τὸ ἀΐδιον πρόοδον), τοῦ δὲ προφήτου ∆αβὶδ πρόσφατόν τε καὶ ἀλλότριον θεὸν προσκυνεῖσθαι ἀπαγορεύοντος, ὧν ἑκά τερον ἐν τοῖς δόγμασίν ἐστι τῆς αἱρέσεως [ἐν μὲν τῷ μὴ ἀϊδίῳ τὸ πρόσφατον, ἐν δὲ τῷ τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως ἀπεξενῶσθαι τὸ ἀλλότριον σαφῶς ἐπιδείκνυται]· 3.6.9 τούτων οὖν οὕτως ἐχόντων πᾶσαν τὴν διὰ τῶν σοφισμάτων κατασκευὴν τὴν περὶ τοῦ μὴ εἶναί ποτε τὸν ὄντως ὄντα οὐδὲν ἄλλο ἢ παράβασιν τοῦ Χριστιανισμοῦ καὶ τροπὴν εἰς εἰδωλολατρείαν εἶναι διοριζόμεθα. τοῦ γὰρ εὐαγγελιστοῦ διὰ τῆς θεολογίας πανταχόθεν ἐξορίσαντος τὸ μὴ ὂν ἐκ τοῦ ὄντος καὶ διὰ τῆς συνεχοῦς τοῦ ἦν ἐπαναλήψεως τὴν τοῦ μὴ εἶναι ὑπόνοιαν ἐπιμελῶς ἐξαλείψαντος, μονογενῆ δὲ θεὸν καὶ λόγον θεοῦ καὶ υἱὸν θεοῦ καὶ ἴσον θεῷ καὶ πάντα τὰ τοιαῦτα κατονομάσαντος, παγίαν ἔχομεν ταύτην ἐν ἑαυτοῖς τὴν κρίσιν καὶ ἀμετάθετον, ὅτι εἰ θεός ἐστιν ὁ μονογενὴς υἱός, ἀεὶ χρὴ πιστεύειν αὐτὸν εἶναι, τὸν θεὸν 3.6.10 πεπιστευμένον. ἀλλὰ μὴν εἰ ἀληθῶς ἐστι θεός, καὶ ἀεὶ πάντως ἔστι καὶ οὐδέποτε ἐν τῷ μὴ εἶναι καταλαμβάνεται. θεὸς γάρ, καθὼς πολλάκις εἰρήκαμεν, εἰ νῦν ἔστι, καὶ ἀεὶ πάντως ἦν, εἰ δέ ποτε μὴ ἦν, οὐδὲ νῦν ἔστιν ὅλως. ἀλλ' ἐπειδὴ τὸ υἱὸν εἶναι τὸν μονογενῆ θεὸν καὶ εἰσαεὶ διαμένειν καὶ παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁμολογεῖται, τοῦτό φαμεν ὅτι ἐν τῷ πατρὶ ὢν οὐ καθ' ἓν μόνον ἐστὶν ἐν αὐτῷ, ἀλλὰ κατὰ πάντα ὅσα νοεῖται ὁ πατήρ, διὰ πάντων ἐστὶν ἐν αὐτῷ. ὡς οὖν ἐν τῷ ἀφθάρτῳ τοῦ πατρὸς ὢν ἄφθαρτός ἐστι καὶ ἐν τῷ ἀγαθῷ ἀγαθὸς καὶ ἐν τῷ δυνατῷ δυνατὸς καὶ ἐν ἑκάστῳ ὢν τῶν πρὸς τὸ κρεῖττον ἐν τῷ πατρὶ νοου μένων ἐκεῖνό ἐστιν, οὕτως καὶ ἐν τῷ ἀϊδίῳ πάντως ἀΐδιος. 3.6.11 ἡ δὲ τοῦ πατρὸς ἀϊδιότης ἐν τῷ μήτε ἐκ τοῦ μὴ ὄντος ἄρξασθαι μήτε εἰς τὸ μὴ ὂν καταλήγειν γνωρίζεται. οὐκοῦν ὁ πάντα τὰ τοῦ πατρὸς ἔχων καὶ ἐν πάσῃ τῇ δόξῃ τοῦ πατρὸς θεωρούμενος ὥσπερ ἐν τῷ ἀτελευτήτῳ τοῦ πατρὸς ὢν ζωῆς τέλος οὐκ ἔχει, οὕτω καὶ ἐν τῷ ἀνάρχῳ τοῦ πατρὸς ὢν ἀρχὴν ἡμερῶν οὐκ ἔχει, καθώς φησιν ὁ ἀπό στολος, ἀλλὰ καὶ ἐκ τοῦ πατρός ἐστι καὶ ἐν τῇ ἀϊδιότητι τοῦ πατρὸς καθορᾶται, καὶ τούτῳ μάλιστα τῷ τρόπῳ τὸ διὰ πάντων τῆς εἰκόνος ἀπαράλλακτον πρὸς τὸν οὗ ἐστιν εἰκὼν θεωρεῖται, καὶ ἀληθὴς ὁ λόγος ἐν τούτοις εὑρί σκεται ὁ εἰπὼν ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. 3.6.12 ἀλλὰ καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον οὕτως ἂν μά λιστα νοηθείη καλῶς καὶ προσφυῶς ἔχον, τὸ ἀπαύγασμα εἶναι τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τὸν υἱόν. τοῖς γὰρ ἀδυνατοῦσιν ἐπὶ τὸ ὕψος τῆς θεογνωσίας τὸν λο γισμὸν ἀγαγεῖν διὰ τῆς τῶν νοητῶν θεωρίας, τούτοις ἐκ τῶν τῇ αἰσθήσει προφαινομένων ἐμποιεῖ τινα τοῖς ἀκούουσιν 3.6.13 ὁ ἀπόστολος τοῦ ἀληθοῦς φαντασίαν. ὡς γὰρ τὸ ἡλιακὸν σῶμα ὅλῳ τῷ περιέχοντι κύκλῳ χαρακτηρίζεται καὶ ὁ τὸν κύκλον ἰδὼν ὅλου τοῦ κατὰ τὸ βάθος ὑποκειμένου τὴν ὑπόστασιν διὰ τοῦ φαινομένου ἀνελογίσατο, οὕτως εἶπεν ἐν τῷ μεγέθει τῆς τοῦ υἱοῦ δυνάμεως τὸ τοῦ πατρὸς μεγα λεῖον χαρακτηρίζεσθαι, ἵνα ὅσον τοῦτο γινώσκεται, τοσοῦτον 3.6.14 εἶναι κἀκεῖνο πιστεύηται· καὶ πάλιν ὡς ἐκ παντὸς τοῦ ἡλιακοῦ κύκλου ἡ τοῦ φωτὸς λαμπηδὼν ἀπαυγάζεται (οὐ γὰρ τὸ μέν τι λάμπει, τὸ δὲ ἀλαμπές ἐστι τοῦ κύκλου), οὕτως ὅλη ἡ δόξα, ἥτις ἐστὶν ὁ πατήρ, τῷ ἐξ ἑαυτῆς ἀπαυγάσματι τουτέστι τῷ ἀληθινῷ φωτὶ πανταχόθεν περι αυγάζεται· καὶ ὡς ἐκ τοῦ ἡλίου μὲν ἐστὶν ἡ ἀκτίς (οὐ γὰρ ἂν ἦν ἀκτίς, εἰ μὴ ἥλιος ἦν), οὐ μήν ποτε χωρὶς τῆς ἀπαυγαζομένης ἀκτῖνος ἐφ' ἑαυτοῦ νοεῖται ὁ ἥλιος, οὕτω τὸ συναφές τε καὶ ἀΐδιον τῆς ἐκ τοῦ πατρὸς ὑπάρξεως τοῦ μονογενοῦς παραδιδοὺς ὁ ἀπόστολος ἀπαύγασμα δόξης τὸν υἱὸν κατωνόμασε. 3.6.15 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφι βάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπί στευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχειρον ἔννοιαν μὴ συμβαίνειν ὁ λόγος τῷ λόγῳ ὁ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι λέγων τῷ μαρτυροῦντι αὐτῷ τὸ ἀΐδιον. εἰ δὲ χρὴ καὶ δι' ἑτέρων τὸν λόγον πιστώσασθαι, δυνατὸν ἂν γέ νοιτο νοῆσαι τὸ περὶ τούτου δόγμα διά τινων τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν γνωριζομένων. μηδεὶς δὲ ἐπηρεαζέτω τῷ λόγῳ μὴ δυναμένῳ τοιαύτην ἐν τοῖς οὖσιν εὑρεῖν εἰκόνα τοῦ ζητουμένου, ἣ διὰ πάντων ἀρκέσει δι' ἀναλογίας τινὸς 3.6.16 καὶ ὁμοιότητος πρὸς τὴν τοῦ προκειμένου παράστασιν. βου λόμεθα γὰρ τοὺς λέγοντας πρότερον βεβουλεῦσθαι τὸν πατέρα, εἶθ' οὕτως ἐλθεῖν ἐπὶ τὸ γενέσθαι πατέρα καὶ διὰ τούτου τὸ μεταγενέστερον τῷ λόγῳ κατασκευάζοντας πεῖσαι δι' ὧν ἂν γένοιτο δυνατὸν ἡμῖν ὑποδειγμάτων μετάγειν πρὸς τὸ εὐσεβὲς τὴν διάνοιαν. οὔτε γὰρ ἡ ἄμεσος αὕτη συνά φεια ἐκθλίβει τὴν βούλησιν τοῦ πατρὸς ὡς κατά τινα φύ σεως ἀνάγκην ἀπροαιρέτως τὸν υἱὸν ἐσχηκότος, οὔτε ἡ βούλησις διΐστησι τοῦ πατρὸς τὸν υἱὸν ὥς τι διάστημα μεταξὺ παρεμπίπτουσα, ὡς μήτε ἐκβάλλειν τοῦ δόγματος τὴν ἐπὶ τῷ υἱῷ βούλησιν τοῦ γεννήσαντος, οἷον στενοχωρου μένην ἐν τῇ συναφείᾳ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνό τητος, μήτε μὴν τὴν ἀδιάστατον διαλύειν συνάφειαν, ὅταν ἐν 3.6.17 θεωρῆται τῇ γεννήσει ἡ βούλησις. τοῦτο γὰρ τῆς βαρείας ἡμῶν καὶ δυσκινήτου φύσεώς ἐστιν ἴδιον, τὸ μὴ ἐν ταὐτῷ πολλάκις παρεῖναι ἡμῖν καὶ τὸ ἔχειν τι καὶ τὸ βούλεσθαι, ἀλλὰ νῦν μὲν βουλόμεθά τι ἔχειν ὧν οὐκ ἔχομεν, μετὰ ταῦτα δὲ τυγχάνομεν ὧν τυχεῖν ἠβουλήθημεν. ἐπὶ δὲ τῆς ἁπλῆς καὶ παντοδυνάμου φύσεως ὁμοῦ τὰ πάντα καὶ κατὰ ταὐτὸν νοεῖται, καὶ τὸ θέλειν τὸ ἀγαθὸν καὶ τὸ ἔχειν ὅπερ ἠθέλησε. πάντοτε γὰρ ἐνεργὸν καὶ ἐνούσιον καὶ ἐνυπόστατον τῇ ἀϊδίῳ φύσει τὸ ἀγαθόν τε καὶ τὸ ἀΐδιον ἐνθεωρεῖται θέλημα, οὔτε ἀπό τινος ἰδιαζούσης ἀρχῆς ἐγγινόμενον οὔτε 3.6.18 δίχα τοῦ θελητοῦ νοηθῆναι δυνάμενον. οὐδὲ γὰρ ἐνδέχεται παρὰ τῷ θεῷ ἢ τὸ ἀγαθὸν θέλημα μὴ εἶναι ἢ μὴ συνεῖναι τὸ θελητὸν τῷ βουλήματι, οὐδεμιᾶς αἰτίας οὔτε τὸ πρέπον τῷ πατρὶ μὴ πάντοτε εἶναι [μὴ] οὔσης οὔτε πρὸς τὸ ἔχειν τὸ βουλητὸν ἐμποδιζούσης. ἐπεὶ οὖν φύσει τὸ ἀγαθόν, μᾶλλον δὲ παντὸς ἀγαθοῦ ἐπέκεινα ὁ μονογενὴς θεός, οὐκ ἀβούλητον δὲ τῷ πατρὶ τὸ ἀγαθόν, φανερῶς ἀποδείκνυται διὰ τούτων ὅτι καὶ ἄμεσός ἐστι τοῦ υἱοῦ ἡ πρὸς τὸν πατέρα συνάφεια καὶ οὐκ ἐξωθεῖται οὐδὲ ἐξείργεται ὑπὸ τῆς ἀδια στάτου συναφείας τὸ βούλημα τὸ τῇ ἀγαθῇ φύσει διὰ παντὸς ἐνυπάρχον. εἰ δέ τις ἀνεπηρεάστως ἀκούει τοῦ λόγου, καὶ τοιοῦτόν τι τοῖς εἰρημένοις προσθεῖναι βούλομαι. 3.6.19 Ὥσπερ εἴ τις (λέγω δὲ καθ' ὑπόθεσιν) προαιρετικήν τινα τῇ φλογὶ δύναμιν δοίη, δῆλον ἂν εἴη ὅτι ὁμοῦ τῷ εἶναι ἡ φλὸξ καὶ τὴν αὐγὴν ἐκλάμπειν ἀφ' ἑαυτῆς θελήσει, θελήσασα δὲ πάντως οὐκ ἀδυνατήσει, τῆς φυσικῆς δυνά μεως ἐπιτελὲς ποιούσης ὁμοῦ τῷ συστῆναι τὴν φλόγα τὸ περὶ τὴν αὐγὴν βούλημα, ὡς ἀναντιρρήτως εἰ τοῦτο δοθείη τὸ προαιρετικῶς κινεῖσθαι τὴν φλόγα, πάντων κατὰ ταὐτὸν τὴν συνδρομὴν νοεῖσθαι, τῆς τε τοῦ πυρὸς ἐξάψεως καὶ τοῦ περὶ τὴν αὐγὴν θελήματος καὶ αὐτῆς τῆς αὐγῆς, ὡς μηδὲν τῆς προαιρετικῆς κινήσεως πρὸς τὴν ὀξεῖαν τῆς αὐγῆς ὑπόστασιν ἐμποδιζούσης–οὕτως κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα καὶ τῷ πατρὶ τὸ ἀγαθὸν θέλημα συνομο λογῶν οὐκ ἀποστήσεις διὰ τοῦ θελήματος τοῦ πατρὸς τὸν 3.6.20 υἱόν· οὐδὲ γὰρ εἰκός ἐστι τὸ τοῦ εἶναι αὐτὸν βούλημα ἐμπόδιον τοῦ εὐθὺς εἶναι γίνεσθαι, ἀλλ' ὥσπερ ἐν τῷ ὀφθαλμῷ τό τε βλέπειν καὶ τὸ θέλειν βλέπειν τὸ μὲν φύσεώς ἐστιν ἐνέργεια τὸ δὲ ὁρμὴ προαιρέσεως, οὐ μὴν ἀναβολὴν ἐμποιεῖ τῇ ἐνεργείᾳ τοῦ βλέπειν πρὸς αὐτὸ τοῦτο τῆς προ αιρέσεως ἡ κίνησις (ἰδίᾳ γὰρ τούτων ἑκάτερον καὶ ἐφ' ἑαυτοῦ θεωρεῖται, οὐδὲν ἐμπόδιον πρὸς τὸ εἶναι τὸ ἕτερον τῷ ἑτέρῳ γινόμενον, ἀλλὰ τὰ δύο τρόπον τινὰ μετ' ἀλλή λων ἐστί, τῆς τε φυσικῆς ἐνεργείας τῇ προαιρέσει παρο μαρτούσης καὶ τῆς προαιρέσεως πάλιν τοῦ κατὰ φύσιν οὐκ 3.6.21 ἀπολιμπανομένης κινήματος)· ὡς οὖν τῷ ὀφθαλμῷ ἡ κατα νόησις συμφυής ἐστι καὶ ἡ τοῦ ὁρᾶν βούλησις οὐδεμίαν ὑπέρθεσιν πρὸς αὐτὸ τὸ ὁρᾶν ἐνεποίησεν, ἀλλὰ καὶ θέλει αὐτῷ εἶναι τὴν ὅρασιν καὶ ὃ θέλει ἐστίν, οὕτω καὶ ἐπὶ τῆς ἀρρήτου καὶ ὑπὲρ πᾶσαν ἔννοιαν φύσεως πάντων ἅμα κατὰ ταὐτὸν ἐγγίνεται ἡμῖν ἡ διάνοια, τῆς τε ἀϊδίου τοῦ πατρὸς ὑπάρξεως καὶ τοῦ περὶ τὸν υἱὸν θελήματος καὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ, καθώς φησιν ὁ Ἰωάννης, ἐν τῇ ἀρχῇ ὄντος καὶ 3.6.22 οὐ μετὰ τὴν ἀρχὴν νοουμένου· ἀρχὴ δὲ τοῦ παντὸς ὁ πατήρ. ἀλλ' ἐν τῇ ἀρχῇ ταύτῃ καὶ ὁ υἱὸς εἶναι κεκήρυκται ἐκεῖνο ὢν κατὰ τὴν φύσιν, ὅπερ ἐστὶν ἡ ἀρχή. θεὸς γὰρ ἡ ἀρχὴ καὶ ὁ ἐν τῇ ἀρχῇ ὢν λόγος θεός ἐστιν. τῆς δὲ ἀρχῆς τὸ ἀΐδιον ἐνδεικνυμένης καλῶς ὁ Ἰωάννης τῇ ἀρχῇ συν άπτει τὸν λόγον ἐν αὐτῇ εἶναι λέγων τὸν λόγον, τοῦτο ὡς οἶμαι κατασκευάζων, ἵνα μὴ φθάσῃ μόνη καθ' ἑαυτὴν ἐγγενέσθαι ἡ ἀρχὴ τῷ ἀκούσαντι, ἀλλὰ πρὶν ταύτην ἐν τυπωθῆναι τῇ διανοίᾳ συγκατανοηθῇ τῇ ἀρχῇ καὶ ὁ λόγος ὁ ἐν ἐκείνῃ ὤν, συνεισελθὼν μετ' αὐτῆς εἰς τὴν τοῦ ἀκού οντος ἔννοιαν καὶ μετὰ τῆς ἀρχῆς τῇ ἀκοῇ ἐγγενόμενος. 3.6.23 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντεξετάζοντα. λέγει δὲ οὕτως· 20δύο γὰρ ὄντων20, φησί, 20τῶν ὑφ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ γεν νηθεῖσαν πρὸ πάντων εἶναι, οὐθέτερον τῶν εἰρημένων ἐλέγχει ψεῦδος. οὔτε γὰρ ὡς πρὸ τῆς ἀνωτάτω γεννήσεως καὶ συστάσεως ἦν εἰπεῖν ἐτόλμησεν, ἀντιπιπτούσης τῆς τοῦ πα τρὸς φύσεως καὶ τῆς τῶν σωφρονούντων κρί σεως. τίς γὰρ ἂν καὶ παραδέξαιτο σωφρονῶν υἱὸν ὄντα καὶ γεννητὸν πρὸ τῆς ἀνωτάτω γεν νήσεως, μὴ δεομένου γεννήσεως πρὸς τὸ εἶναι 3.6.24 ὅ ἐστι τοῦ χωρὶς γεννήσεως ὄντος20. εἰ μὲν οὖν ἀληθεύει τὸν διδάσκαλον ἡμῶν μηδὲν ἠγωνίσθαι λέγων πρὸς τὰς ἀντιθέσεις, εἰδεῖεν ἂν πάντες ὅσοι τοῖς λόγοις ἐκείνου καθωμιλήκασιν. ἐγὼ δέ (μικρὸν γὰρ εἰς ἀπόδειξιν κακίας τὸν ἔλεγχον τῆς περὶ ταῦτα συκοφαντίας εἶναι λογί ζομαι) καταλιπὼν τὸ δεῖξαι μὴ ἀνεξέταστον παρεωρᾶσθαι τὸ μέρος τοῦτο παρὰ τοῦ διδασκάλου πρὸς τὴν ἐξέτασιν τῶν προτεθέντων, ὅπως ἂν οἷόν τε ᾖ, τρέψω τὸν λόγον. δύο φησὶν ἐν τῷ καθ' ἑαυτὸν εἰρηκέναι λόγῳ, ἓν μὲν τὸ πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονο 3.6.25 γενοῦς, ἕτερον δὲ τὸ γεννηθεῖσαν πρὸ πάντων εἶναι. ἀλλ' ὅτι μὲν οὐ καινή τις οὐσία παρὰ τοῦ πατρὸς ἐγεννήθη ἔξω τῆς ἐν αὐτῷ τῷ πατρὶ θεωρουμένης, ἱκανῶς οἶμαι διὰ τῶν προειρημένων ἡμῖν ἀποδεδεῖχθαι καὶ μηδὲν χρῄζειν ἡμᾶς, ὡς πρώτως ἡμῖν προενεχθέντος τοῦ λόγου, πρὸς τὴν τοι αύτην βλασφημίαν συμπλέκεσθαι, πρὸς τοῦτο δὲ μόνον ἀναγκαῖον εἶναι τὴν σπουδὴν γενέσθαι τῷ λόγῳ, πρὸς τὴν ἄθεον αὐτοῦ λέγω καὶ φρικώδη φωνὴν τὴν φανερῶς εἰποῦσαν 3.6.26 περὶ τοῦ θεοῦ λόγου ὅτι οὐκ ἦν. ἀλλὰ καὶ περὶ ταύτης τῆς βλασφημίας ἐν τοῖς προειρημένοις μετρίως διαλαβόντος τοῦ λόγου τάχα περιττὸν ἂν εἴη πάλιν διὰ τῶν ὁμοίων θεωρημάτων τὰ προαποδεδειγμένα κατασκευάζειν. τούτου γὰρ ἕνεκεν καὶ προείρηται παρ' ἡμῶν ἐκεῖνα, ὡς τῆς εὐσε βοῦς διανοίας προεντυπωθείσης τοῖς ἐντυγχάνουσιν κατα φανεστέραν γενέσθαι τῶν ἐναντίων τὴν βλασφημίαν τῶν ἐπὶ τοῦ μονογενοῦς θεοῦ τὸ μὴ εἶναι τοῦ εἶναι κατασκευαζόν των πρεσβύτερον. 3.6.27 ∆οκεῖ δέ μοι καλῶς ἔχειν αὐτὸ τῆς γεννήσεως τὸ σημαινόμενον δι' ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι. ἀλλ' ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐστὶν ὁ λόγος, τοῦτ' οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφηνισθῆναι τῷ λόγῳ. τῶν τοίνυν ἔκ τινος γινομένων ταύτας τὰς διαφορὰς κατειλή 3.6.28 φαμεν. τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τῶν γινομένων τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ διὰ τῆς ἐν τοῖς σώμασιν ὑλι κῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα τὸ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ' ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστι καὶ τὸ ἀπ' ἐκείνου ῥέον ἐφ' ἑαυτοῦ νοεῖται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος. ταῦτα γὰρ ἐφ' ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμπαρομαρτοῦσαν ἕκαστον τὴν ἀπ' αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ 3.6.29 ἀέρι ἐξ αὐτῶν ἐντικτομένην εὐωδίαν. ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννήσεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέννησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ' ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ 3.6.30 τινι θεωρίᾳ κατενοήσαμεν. τὰ γὰρ ὅσα θαυματουργεῖται παρὰ τῆς φύσεως τῆς σώματα ζῴων τινῶν εἰς ἑτεροφυῆ τινα μεταβαλλούσης ἢ ἀπό τινος τῶν ὑγρῶν ἀλλοιώσεως ἢ σπερμάτων φθορᾶς ἢ ξύλων σηπεδόνος ζῷά τινα δημιουρ γούσης ἢ ἐκ τῆς τοῦ πυρὸς συμπιλήσεως τὸν ψυχρὸν ἐκ τῶν δαλῶν ἀτμὸν ἐναποληφθέντα τῷ βάθει πρὸς ζῴου γένεσιν μεταποιούσης, ὃ σαλαμάνδραν προσαγορεύουσιν, κἂν ἔξω τῶν διορισθέντων εἶναι δοκῇ, οὐδὲν ἧττον ἐν τοῖς εἰρημέ 3.6.31 νοις ἐστί. διὰ γὰρ σωμάτων ἡ φύσις τὰ ποικίλα ταῦτα τῶν ζῴων εἴδη τεχνάζεται· ἡ γὰρ ποιὰ τοῦ σώματος τροπὴ τοιῶσδε παρὰ τῆς φύσεως διατεθεῖσα τόδε τι τοῦ ζῴου τὸ εἶδος ἐδημιούργησεν· ὅπερ οὐκ ἄλλο τί ἐστιν εἶδος γεννή 3.6.32 σεως παρὰ τὸ ἐκ φύσεως καὶ ὕλης ἀποτελούμενον. τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παρα διδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον, ὡς καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ποιεῖ, ὅταν σωματικῶς διαγράφῃ τὸ θεῖον, ὀφθαλμὸν καὶ βλέφαρα καὶ οὖς καὶ δακτύλους καὶ χεῖρα καὶ δεξιὰν καὶ βραχίονα καὶ πόδας καὶ ὑποδήματα καὶ τὰ τοιαῦτα περὶ θεοῦ διεξιοῦσα, ὧν οὐδὲν κατὰ τὴν πρόχειρον ἔννοιαν ἐν τῇ θείᾳ καταλαμβάνεται φύσει, ἀλλὰ πρὸς τὸ ἡμῖν εὐσύν οπτον τὴν διδασκαλίαν ἀνάγουσα ταῖς τετριμμέναις ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων φωναῖς τὰ ὑπὲρ πᾶσαν σημασίαν πράγματα διορίζει, ἀναλογικῶς ἡμῶν δι' ἑκάστου τῶν περὶ θεοῦ λεγομένων πρός τινα ἀναγομένων ὑψηλοτέραν ὑπόνοιαν. 3.6.33 οὕτως οὖν καὶ τὰ πολλὰ τῆς γεννήσεως εἴδη [παρὰ τῆς θεοπνεύστου διδασκαλίας] εἰς παράστασιν τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑποστάσεως παραλαμβάνει, τοσοῦτον ἀφ' ἑκάστου λαμβάνουσα ὅσον εὐαγές ἐστιν εἰς τὰς περὶ τοῦ θεοῦ ὑπο 3.6.34 λήψεις παραληφθῆναι. ὡς γὰρ ἡ τῶν δακτύλων μνήμη ἐπὶ τοῦ θεοῦ καὶ τῆς χειρὸς καὶ τοῦ βραχίονος οὐ τὴν ἐξ ὀστῶν νεύρων καὶ σαρκῶν καὶ συνδέσμων τοῦ μέλους κατασκευὴν ὑπογράφει τῷ λόγῳ, ἀλλὰ τὴν πρακτικὴν αὐτοῦ καὶ ἐνεργητικὴν δύναμιν τῷ τοιούτῳ διασημαίνει ὀνόματι καὶ δι' ἑκάστου τῶν ἄλλων τὰ κατάλληλα τῶν περὶ θεοῦ νοουμένων ἐνδείκνυται, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφάσεις, οὕτως καὶ τὰ τῶν γεννήσεων τού των εἴδη λέγει μὲν ἐπὶ τῆς θείας φύσεως, οὐ μὴν οὕτω 3.6.35 λέγει ὡς νοεῖν οἶδεν ἡ καθ' ἡμᾶς συνήθεια. ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνάμεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν ἐν δείκνυται τὰ ὅσα παρ' ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγαλοφυῶς καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτί 3.6.36 σθησαν. πάλιν ὅταν τὴν ἀπόρρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὑπόστασιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ' ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις ὄνομα τίθεται. ἀλλ' ὥσπερ τὴν τῆς κτίσεως γένεσιν ἐπὶ τοῦ θεοῦ ὁ λόγος εἰπὼν τὸ διά τινος ὕλης γίνεσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον καὶ πάντα τὰ τοιαῦτα τὴν τοῦ θελήματος δύναμιν εἶναι ἀποφηνάμενος, οὕτω καὶ ἐνταῦθα υἱὸν εἰπὼν ἀφῆκε πάντα τά τε ἄλλα ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη λέγω καὶ διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάντων τὴν ὕλην, ὧν ἄνευ ἁπάντων 3.6.37 ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται. πάσης δὲ τοιαύτης ἐννοίας ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαρα ληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πατρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται. καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτο τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι περὶ τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ προεκτεθείσῃ παρ' ἡμῶν τεχνολογίᾳ ἡ καθ' ἡμᾶς 3.6.38 συνήθεια ὑλικὴν ἀπόρροιαν ὀνομάζει. ἀλλ' ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως ποίησις οὔτε ἡ τοῦ υἱοῦ σημασία χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεοπρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ ἐξ αὐτοῦ τε καὶ μετ' αὐτοῦ νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμ 3.6.39 φάσεως. οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκειμένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν ἐκ τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ' ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύ
οντος. ἐπεὶ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκεν καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ 3.6.40 ἐκ τοῦ νοῦ φημι καὶ τοῦ λόγου. ἀλλὰ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὡς μήποτε ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς κοινὴν ἔν νοιαν λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι. διὰ τοῦτο ἐν οὐσίᾳ βλέπειν τὸν λόγον παρασκευάζει τῷ πρώτῳ κηρύγματι καὶ ἐν οὐσίᾳ οὐκ ἀπεξενωμένῃ τινὶ καὶ ἀπερρωγυίᾳ τῆς ὅθεν ἐστίν, ἀλλ' ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει. ταῦτα γὰρ διδάσκει λέγων ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, [καὶ] πάντα ὅσα ἐστὶν 3.6.41 ἡ ἀρχὴ καὶ αὐτὸς ὤν. οὕτως γὰρ περὶ τῆς ἀϊδιότητος τοῦ μονογενοῦς θεολογῶν διεξέρχεται. τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐν τῇ καθ' ἡμᾶς συνηθείᾳ γινωσκομένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τούτων μεταληφθῆναι, κρινάτω δικαίαν κρίσιν ὁ ἐντυγχάνων τῷ λόγῳ, εἴ τι τῶν παρὰ τῆς αἱρέσεως φερομένων ἰσχύν τινα κατὰ τῆς ἀληθείας ἔχει. 3.6.42 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. 20δύο20, φησί, 20ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννή σεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ γεννηθεῖσαν πρὸ πάντων εἶναι20. ποῖον γεν νήσεως εἶδος ὁ δογματιστὴς ἡμῖν προτείνεται; ἆρα τὸ πρέπον ἐπὶ θεοῦ νοεῖν τε καὶ λέγειν; καὶ τίς οὕτως ἄθεος 3.6.43 ὥστε προεπινοεῖν τοῦ θεοῦ τὸ μὴ εἶναι; ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ὑλικὴν ταύτην γένεσιν βλέπων τὴν κάτω φύσιν τῆς περὶ τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως ποιεῖται διδά σκαλον, καὶ ἐπειδὴ βοῦς ἢ ὄνος ἢ κάμηλος πρὸ τῆς ἰδίας γεννήσεως οὐκ ἔστι, τοῦτο καὶ ἐπὶ τοῦ μονογενοῦς βούλεται λέγειν, ὃ ἐπὶ τῶν ζῴων ἡ ἀκολουθία τῆς κάτω φύσεως δίδωσι βλέπειν, οὐδὲ τοῦτο νοῶν ὁ σωματικὸς θεολόγος, ὅτι τὸ μονογενὲς ἐπὶ θεοῦ λεγόμενον αὐτῷ τῷ ῥήματι τὸ πρὸς πᾶσαν γένεσιν ἀκοινώνητόν τε καὶ ἰδιάζον ἀποσημαίνει. 3.6.44 πῶς γὰρ ἂν εἴη μονογενὴς αὕτη ἡ γέννησις, εἰ κοινωνίαν κατὰ τὴν ἔμφασιν καὶ ταὐτότητα πρὸς ἄλλην γέννησιν ἔχοι; τὸ γὰρ μόνον κατ' ἐξαίρετον ἐπ' αὐτοῦ νοεῖσθαι, ὃ οὐκ ἔστιν ἐπ' ἄλλης κατανοῆσαι γεννήσεως, κυρίως τε καὶ προσ φυῶς τῷ προσρήματι τοῦ μονογενοῦς ἑρμηνεύεται· ὡς εἴ γέ τι τῆς κάτω γεννήσεως καὶ ἐπ' αὐτοῦ θεωροῖτο, οὐκέτ' ἂν εἴη μονογενὴς ὅ τισι τῆς γεννήσεως ἰδιώμασι πρὸς τὰ 3.6.45 λοιπὰ τῶν γεννηθέντων κοινοποιούμενος. εἰ γὰρ τὰ αὐτὰ καὶ ἐπὶ τούτου λέγοιτο, ἃ καὶ ἐπὶ τῶν ἄλλων τῶν διὰ γεν νήσεως εἰς τὸ εἶναι προϊόντων λέγεται, εἰς ἀδελφικήν τινα σχέσιν τὸ τοῦ μονογενοῦς σημαινόμενον μετασκευάσει ὁ λόγος. οὐκοῦν εἰ τὸ ἄμικτόν τε καὶ ἀκοινώνητον πρὸς τὰ λοιπὰ τῶν γινομένων ἐνδείκνυται τὸ τοῦ μονογενοῦς σημαινόμενον, οὐδὲν τῶν περὶ τὴν κάτω γέννησιν ὁρωμένων καὶ ἐπὶ τῆς ἐκ τοῦ πατρὸς ὑποστάσεως τοῦ υἱοῦ νοεῖσθαι καταδεξόμεθα. ἀλλὰ μὴν ἴδιον πάντων τῶν διὰ γεννήσεως ὑφεστηκότων τὸ μὴ εἶναι πρὸ τῆς γεννήσεως· ἀλλότριον ἄρα τοῦτο τῆς τοῦ μονογενοῦς ἰδιότητος ᾧ μηδὲν τοῦ τρόπου τῆς κοινῆς γεν νήσεως [εἴδους τὸ πεπλανημένον] προσεῖναι ἡ τοῦ μονο 3.6.46 γενοῦς ἐπωνυμία μαρτύρεται. οὐκοῦν πιστωθήτω ὁ ὑλικὸς οὗτος καὶ τῇ αἰσθήσει φίλος διὰ τοῦ ἑτέρου τῆς γεννήσεως εἴδους τὸ πεπλανημένον τῶν ὑπολήψεων αὐτοῦ διορθώσασθαι. τί γὰρ ἐρεῖς, ὅταν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου ἀκούσῃς, ὅτι οὐκ ἦν τὸ ἀπαύγασμα πρὸ τῆς ἰδίας γεννή σεως; ἀλλ' ὅταν τοῦτο εἴπῃς, οὐδὲ τὴν δόξαν πάντως εἶναι δώσεις οὔτε τὸ μύρον· οὐ γὰρ ἔστιν ἢ τυφλὴν ἐφ' ἑαυτῆς καὶ ἀλαμπῆ ποτε νομισθῆναι τὴν δόξαν εἶναι ἢ τὸ μύρον τῆς εὐπνοίας ἄγονον· ὥστε εἰ τὸ ἀπαύγασμα οὐκ ἦν, οὐδὲ ἡ δόξα ἦν πάντως, καὶ τῆς ὀσμῆς μὴ οὔσης τὸ μηδὲ τὸ 3.6.47 μύρον εἶναι συναπεδείχθη. εἰ δὲ φοβεῖ τινα ταῦτα παρὰ τῆς γραφῆς παραληφθέντα τὰ ὑποδείγματα ὡς οὐκ ἀκριβῶς τὸ μεγαλεῖον τοῦ μονογενοῦς παριστῶντα διὰ τὸ μὴ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ κατὰ τὴν οὐσίαν ἢ τὸν ἀτμὸν τῷ μύρῳ ἢ τὴν ἀκτῖνα τῷ ἡλίῳ, ὁ ἀληθινὸς λόγος διορθωσάσθω τὸν φόβον ὁ ἐν τῇ ἀρχῇ ὢν καὶ πάντα ὢν ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ τοῦ παντὸς προϋπάρχων, οὕτως ἐν τῷ κηρύγματι τοῦ Ἰωάννου βοήσαντος ὅτι καὶ πρὸς τὸν θεὸν ἦν ὁ λόγος καὶ 3.6.48 θεὸς ἦν ὁ λόγος. εἰ οὖν θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ καὶ ὁ υἱός, τίς ἔτι καταλείπεται πρὸς τὴν ἀκριβῆ τοῦ μονο γενοῦς θεολογίαν ἀμφιβολία, ὅταν τῇ μὲν τοῦ υἱοῦ ση μασίᾳ τὸ κατὰ φύσιν οἰκεῖον γνωρίζηται, τῷ δὲ ἀπαυγά σματι τὸ συναφές τε καὶ ἀδιάστατον, τῇ δὲ τοῦ θεοῦ προσ ηγορίᾳ κατὰ τὸ ἴσον ἐφηρμοσμένῃ πατρί τε καὶ υἱῷ τὸ διὰ πάντων ὁμότιμον, ὁ δὲ χαρακτὴρ πάσῃ τῇ ὑποστάσει τοῦ πατρὸς ἐπιθεωρούμενος τὸ ἀνελλιπὲς τοῦ ἰδίου μεγέ θους διασημαίνῃ, καὶ ἡ μορφὴ τοῦ θεοῦ τὴν διὰ πάντων καταμηνύῃ ταὐτότητα τῷ πάντα δεικνύειν ἐφ' ἑαυτῆς, δι' ὧν ἡ θεότης χαρακτηρίζεται. 3.6.49 Πάλιν τοίνυν προθῶμεν τοῦ Εὐνομίου τὸν λόγον. 20οὐκ ἦν20, φησί, 20πρὸ τῆς ἰδίας γεννήσεως20. τίς οὗτός ἐστιν ὃν οὐκ εἶναι λέγει; εἰπάτω τὰ θεῖα ὀνόματα, οἷς ὁ κατ' Εὐνόμιόν ποτε μὴ ὢν ὀνομάζεται. οὐκοῦν φῶς ἐρεῖ καὶ μακαριότητα ζωήν τε καὶ ἀφθαρσίαν καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα. ὁ τοίνυν 20πρὸ τῆς γεννήσεως20 λέγων αὐτὸν 20μὴ εἶναι20 ἄντικρυς ταῦτα βοᾷ ὅτι οὐκ ἦν ἀλήθεια ὅτε ἐκεῖνος οὐκ ἦν, οὐκ ἦν ζωή, οὐκ ἦν φῶς, οὐκ ἦν δύναμις, οὐκ ἦν ἀφθαρσία, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον νοουμένων οὐδέν, καὶ τὸ ἔτι τούτων παραλογώτερον καὶ εἰς ἀσέβειαν 3.6.50 χαλεπώτερον, οὐκ ἦν ἀπαύγασμα, οὐκ ἦν χαρακτήρ. ἐν γὰρ τῷ μὴ εἶναι λέγειν ἀπαύγασμα τὸ μηδὲ τὴν ἀπαυγά ζουσαν δύναμιν εἶναι συγκατασκευάζεται πάντως, ὡς ἐπὶ τοῦ κατὰ τὸν λύχνον ἐστὶν ὑποδείγματος. ὁ γὰρ τὴν αὐγὴν τοῦ λύχνου εἰπὼν τὸ καὶ λάμπειν τὸν λύχνον συνενεδείξατο, καὶ ὁ μὴ εἶναι τὴν αὐγὴν λέγων τὴν σβέσιν τοῦ φωτίζοντος συνεσήμανεν. ὥστε ὅταν ὁ υἱὸς μὴ εἶναι λέγηται, καὶ ἡ τοῦ πατρὸς ἀνυπαρξία κατὰ πᾶσαν ἀνάγκην ἐκ τοῦ ἀκο 3.6.51 λούθου διὰ τούτων κατασκευάζεται. εἰ γὰρ συνημμένως ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον κατὰ τὴν ἀποστολικὴν μαρ τυρίαν, καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως καὶ ἡ σοφία τοῦ θεοῦ, ὁ τὸ ἕτερον τῶν συνημ μένων μὴ εἶναι λέγων τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανεῖλε πάντως καὶ τὸ λειπόμενον· ὥστε τοῦ ἀπαυγάσματος μὴ ὄντος ὁμολογεῖσθαι μὴ εἶναι μηδὲ τὴν ἀπαυγάζουσαν φύσιν, καὶ τοῦ χαρακτῆρος μὴ ὑφεστῶτος μηδὲ τὴν χαρακτηριζο μένην εἶναι ὑπόστασιν, σοφίας δὲ καὶ δυνάμεως θεοῦ μὴ 3.6.52 οὔσης μηδὲ ἐκεῖνον πάντως εἶναι ὁμολογεῖσθαι τὸν δίχα σοφίας τε καὶ δυνάμεως ἐφ' ἑαυτοῦ μὴ νοούμενον. εἰ οὖν οὐκ ἦν ὁ μονογενὴς θεὸς πρὶν γενέσθαι, καθώς φησιν ὁ Εὐνόμιος, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐκ ἦν πάντως οὐδὲ ὁ πατήρ, οὗ ὁ υἱὸς δύναμίς ἐστι καὶ σοφία καὶ χαρακτὴρ καὶ ἀπαύ γασμα· οὐ γὰρ ἔστιν ἐπινοῆσαι τῷ λόγῳ οὔτε ὑπόστασιν ἀχαρακτήριστον οὔτε ἀλαμπῆ δόξαν οὔτε ἄσοφον θεόν, οὐκ ἄχειρα δημιουργόν, οὐκ ἄλογον ἀρχήν, οὐκ ἄπαιδα πατέρα, ἀλλὰ πάντα τὰ τοιαῦτα ἐπί τε τῶν ὁμολογούντων καὶ ἐπὶ τῶν ἀθετούντων [καὶ] ἀλλήλοις συναναφαίνεται καὶ διὰ τῆς τοῦ ἑνὸς ἀναιρέσεως καὶ τὸ συνημμένον συναφανίζεται. 3.6.53 ἐπειδὴ τοίνυν κατασκευάζεται παρ' αὐτῶν τὸ μὴ εἶναι τὸν υἱὸν πρὸ τοῦ γενέσθαι ὅ ἐστιν ἀπαύγασμα δόξης, ἡ δὲ ἀκο λουθία συναναιρεῖ τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ καὶ τὴν τῆς δόξης ἀϊδιότητα, δόξα δὲ ὁ πατήρ, ὅθεν τὸ μονο γενὲς φῶς ἀπηυγάσθη, νοησάτωσαν οἱ περιττοὶ τὴν σοφίαν ὅτι σύμμαχοι τῶν Ἐπικουρείων δογμάτων ἀναπεφήνασιν, ἐν 3.6.54 προσχήματι Χριστιανισμοῦ τὴν ἀθεΐαν πρεσβεύοντες. διπλῆς τοίνυν κατὰ τὸ ἀκόλουθον τῆς ἀτοπίας ἀναφανείσης, ἢ καθ όλου μὴ εἶναι τὸν θεὸν λέγειν ἢ μὴ ἀνάρχως εἶναι, ἑλέ σθωσαν τὸ δοκοῦν ἐκ τῶν φανέντων, ἢ ἄθεοι λέγεσθαι ἢ μηκέτι ἄναρχον εἶναι τῷ πατρὶ τὴν ζωὴν λέγειν. ἀλλὰ μὴν φεύγειν εἰκὸς αὐτοὺς τὸ ἀθέους νομίζεσθαι· οὐκοῦν λείπεται τὸ μὴ εἶναι ἀΐδιον τὸ θεὸν κατασκευάζειν. εἰ δὲ τοῦτο ἡ τῶν ἀποδειχθέντων ἀκολουθία συναναγκάζει, ποῦ αἱ ποικίλαι καὶ εὔστροφοι τῶν ὀνομάτων ἀντιστροφαί; ποῦ ἡ ἀμήχανος τῶν συλλογισμῶν ἀνάγκη διὰ τῆς τοῦ ἀγεν νήτου πρὸς τὸ γεννητὸν διαστολῆς τὰς γραώδεις ἀκοὰς περικομποῦσα; 3.6.55 Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. καλῶς δ' ἂν ἔχοι μηδὲ τὸ ἐφεξῆς παριδεῖν ἀνεξέταστον· σιωπάσθω δὲ τὰ διὰ μέσου παίγνια, οἷς ὁ δεινὸς οὗτος ῥήτωρ μειρακιωδῶς ἐναβρύνεται εἴτε παίζων εἴτε σπουδάζων ἐν ταῖς καθ' ἡμῶν λοιδορίαις, ὡς διὰ τούτου κρείττων κατὰ τὸν λόγον ἐσόμενος. οὐ γὰρ δὴ βιάσεταί τις ἡμᾶς ἢ τοῖς λοξοῖς τὰ ὄμματα συνδιαστρέφειν τὰς ὄψεις ἢ τοῖς ὑπὸ δαιμονίας νόσου παρα πεπληγόσι συνδιαστρεβλοῦσθαι καὶ συνεξάλλεσθαι καὶ συγ καταπίπτειν τῷ σώματι. ἀλλ' ἐκείνους μὲν ἐλεήσομεν, 3.6.56 ἡμεῖς δὲ τοῦ καθεστηκότος οὐκ ἐκστησόμεθα. φησὶ τοίνυν στρέψας πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν ἐν τῷ πράγματι λόγον, ὡς δὴ κατὰ πρόσωπον τὴν μάχην ποιούμενος ὅτι 20τοῖς ἰδίοις ἁλώσῃ πτεροῖς20. ἐκείνου γὰρ εἰρηκότος τὸ καλὸν ἀεὶ παρεῖναι τῷ ἐπὶ πάντων θεῷ, καλὸν δὲ τὸ τοιούτου παιδὸς εἶναι πατέρα· οὐκοῦν μηδέποτε τὸ καλὸν ἀπεῖναι αὐτοῦ μηδὲ ἄνευ υἱοῦ τὸν πατέρα θελῆσαι εἶναι, θελήσαντα δὲ μὴ ἀδυνατῆσαι, δυνάμενον δὲ καὶ βουλό μενον ἐν τῷ κατὰ γνώμην εἶναι καὶ ἀεὶ ἔχειν τὸν υἱὸν διὰ τὸ ἀεὶ θέλειν τὸ ἀγαθόν (πρὸς τοῦτο γὰρ ἡ διάνοια τῶν ὑπὸ τοῦ πατρὸς ἡμῶν εἰρημένων βλέπει), ταῦτα προδιασύρας ὁ Εὐνόμιος ἐκ τῆς ἔξωθεν σοφίας ἐπεισαχθεῖσαν τοιαύτην τινὰ ῥῆσιν πρὸς ἀνατροπὴν τῶν εἰρημένων προβάλλεται καί 3.6.57 φησι· 20τίς γενήσῃ λέγοντός τινος τῶν τοῖς τοι ούτοις λόγοις ἐμμεμελετηκότων, ὡς εἴπερ τὸ δημιουργεῖν καλὸν καὶ θεῷ πρέπον, πῶς οὐκ ἀνάρχως αὐτῷ τὸ καλὸν καὶ πρέπον παρῆν, εἴπερ ἄναρχος ὁ θεός; καὶ ταῦτα μήτε ἀγνοίας κωλυούσης μήτε ἀσθενείας ἐμποδιζούσης ἢ πρὸς τὸ δημιουργεῖν ἡλικίας καὶ ὅσα συμφο ρήσας κακῶς σεαυτοῦ κατέχεας· οὐ γὰρ δὴ τοῦ θεοῦ θέμις εἰπεῖν20. εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν τὸν διδάσκαλον πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνασθαι, ἔδειξεν ἂν τῷ Εὐνομίῳ "1τίς ἂν ἐγένετο"2, καθὼς οὗτος ἠρώτησε, διὰ τῆς θεοπαιδεύτου γλώττης τό τε θεῖον ἐκκαλύπτων μυστήριον καὶ μαστίζων τοῖς ἐλέγχοις τοὺς τῆς ἀπάτης προστάτας, ὥστε φανερὸν γενέσθαι πᾶσιν, ὅσον τὸ μέσον ἐστὶ [μεταξὺ] διακόνου μυστηρίων Χριστοῦ καὶ μίμου γελοίων 3.6.58 ἢ ποιητοῦ καινῶν τε καὶ ἀλλοκότων δογμάτων. ἐπεὶ δὲ ὁ μέν, καθώς φησιν ὁ ἀπόστολος, ἀποθανὼν τῷ θεῷ λαλεῖ, ὁ δὲ ὡς οὐκ ὄντος τοῦ ἀντεροῦντος τοιαῦτα προβάλλει, κἂν μὴ τὸ ἴσον ἡ παρ' ἡμῶν ἀπόκρισις ἔχῃ ὡς πρὸς τὴν τοῦ μεγάλου Βασιλείου φωνήν, πλὴν ἐν παρρησίᾳ ταῦτα πρὸς τὸν ἐρωτήσαντα φήσομεν, ὅτι μαρτυρία τοῦ ἀληθεύειν ἡμᾶς ἐν οἷς τὸ δόγμα τῆς ἀσεβείας ἐλέγχομεν ὁ σὸς γίνεται λόγος ὁ ἐπὶ ἀνατροπῇ τῶν ἡμετέρων προφερόμενος λόγων. 3.6.59 οὐδὲ γὰρ ἄλλο τι τοσοῦτον ἡμεῖς αἰτιώμεθα ἢ τὸ μηδὲν οἴεσθαι διαφέρειν ὑμᾶς τοῦ κοινοῦ τῆς κτίσεως τὸν δεσπότην τῆς κτίσεως, καὶ τὸ παρ' ὑμῶν προτεινόμενον κατασκευή ἐστιν ὧν ἡμεῖς αἰτιώμεθα. εἰ γὰρ ὅπερ ἐπὶ τῆς κτίσεως βλέπεις, τοῦτο δεῖ ἐφαρμόζειν καὶ τῷ μονογενεῖ θεῷ, πέρας ἔχει τὸ παρ' ἡμῶν σπουδαζόμενον· ἀπελήλεγκται γὰρ διὰ τῶν σῶν λόγων τὸ ἄτοπον καὶ πᾶσι γέγονε κατα φανές, ὅτι τε ἡμεῖς ἐν ἀληθείᾳ τὸν λόγον εὐθύνομεν καὶ ὅτι σοὶ ἡ περὶ τοῦ μονογενοῦς θεοῦ ὑπόληψις τοιαύτη ἐστὶν οἵα καὶ περὶ τὰ λοιπὰ τῶν κτισμάτων. 3.6.60 Περὶ τίνος ἡ ἀμφισβήτησις ἦν; οὐ περὶ τοῦ μονο γενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως, εἴτε ἀεὶ ἦν εἴτε ὕστερον τῷ πατρὶ προσεγένετο; τί οὖν περὶ τούτου φησὶν ἡ τοῦ διδασκάλου φωνή; ὅτι τὸ τῇ φύσει καλὸν οὐκ εὐαγές ἐστι μὴ ἀεὶ ἐν τῷ θεῷ πιστεύειν εἶναι. μηδὲ γὰρ αἰτίαν ὁρᾶν τινα, καθ' ἣν εἰκός ἐστι τὸ ἀγαθὸν τῷ ἀγαθῷ μὴ παρεῖναι, μήτε κατὰ δυνάμεως ἔλλειψιν μήτε κατὰ τὴν τῆς βουλῆς ἀτονίαν. τί πρὸς ταῦτά φησιν ὁ τοῖς εἰρημένοις μαχόμενος; ὅτι ἐὰν τὸν θεὸν λόγον δῷς ἐξ ἀϊδίου πιστεύεσθαι, καὶ περὶ τῶν δημιουργημάτων τὸ ἴσον 3.6.61 δώσεις. ὢ πῶς οἶδε διακρίνειν τῷ λόγῳ δημιουργημάτων φύσιν καὶ θείαν μεγαλειότητα, πῶς ἐπίσταται περὶ ἑκατέρου τὰ πρόσφορα, ὅσα τε περὶ τοῦ θεοῦ καὶ ὅσα περὶ τῆς κτί σεως εὐσεβές ἐστιν οἴεσθαι. 20εἰ ὁ δημιουργός20, φησίν, 20ἀπὸ χρόνου τῆς δημιουργίας ἄρχεται20· οὐ γὰρ ἄλλῳ τινὶ τὴν τῶν γεγονότων ἀρχὴν ἔστι σημειώσασθαι, μὴ ἐν τῷ ἰδίῳ διαστήματι τοῦ χρόνου τὰς ἀρχὰς καὶ τὰ τέλη 3.6.62 τοῖς γινομένοις ὁρίζοντος. διὰ τοῦτό φησι δεῖν καὶ τὸν ποιητὴν τῶν χρόνων ἀπὸ τῆς ὁμοίας ἀρχῆς τοῦ εἶναι ἄρ ξασθαι. ἀλλ' ἡ μὲν κτίσις ἀρχὴν τοὺς αἰῶνας ἔχει, τοῦ δὲ ποιητοῦ τῶν αἰώνων ποίαν ἐπινοήσεις ἀρχήν; εἰ μὲν γὰρ τὴν ἐν τῷ εὐαγγελίῳ τις λέγοι, ὁ πατήρ ἐστιν ἐκεῖ τὸ δηλούμενον, ᾧ συνημμένως καὶ ἡ τοῦ υἱοῦ ὁμολογία συν αναδείκνυται, καὶ οὐκ ἔστι τὸν ἐν τῷ πατρὶ ὄντα, καθώς φησιν ὁ κύριος, ἀπό τινος σημείου τοῦ ἐν αὐτῷ εἶναι ἄρ ξασθαι. εἰ δὲ ἄλλην τις ἀρχὴν παρ' ἐκείνην λέγοι, εἰπάτω τὸ ὄνομα ᾧ σημειοῦται τὴν τοιαύτην ἀρχήν, μηδενὸς κατα 3.6.63 λαμβανομένου πρὸ τῆς τῶν αἰώνων συστάσεως. οὐκοῦν οὐδὲν ἡμᾶς παρακινήσει τῆς εὐσεβοῦς περὶ τὸν μονογενῆ θεὸν ὑπολήψεως ὁ τοιοῦτος λόγος, κἂν ἐπικροτῶσιν αἱ γρᾶες ὡς ἰσχυρῷ τῷ προβλήματι. μένομεν γὰρ ἐπὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐρηρεισμένον ἔχοντες ἐπὶ τῆς ἀλη θείας τὸν λόγον ὅτι, ὅσα περὶ τοῦ μονογενοῦς θεοῦ λέγειν ὁ τῆς εὐσεβείας ὑποτίθεται λόγος, οὐδεμίαν ἔχει πρὸς τὴν κτίσιν τὴν οἰκειότητα, ἀλλὰ πολλῷ τῷ μέσῳ διώρισται τοῦ τε πάντα πεποιηκότος καὶ τῶν ἔργων αὐτοῦ τὰ γνωρίσματα. εἰ μὲν οὖν ἐν ἑτέροις τισὶν εἶχέ τινα κοινωνίαν ὁ υἱὸς πρὸς τὴν κτίσιν, ἔδει πάντως μηδὲ κατὰ τὸν τῆς ὑπάρξεως 3.6.64 τρόπον παρηλλάχθαι λέγειν· εἰ δὲ ἄμοιρος ἡ κτίσις τῶν τοιούτων ἐστὶ τῶν ὅσα περὶ τὸν υἱὸν μεμαθήκαμεν, ἀναγ καῖον πάντως μηδὲ κατὰ τοῦτο λέγειν τὴν κοινωνίαν ἔχειν. οὐδὲ γὰρ ἐν ἀρχῇ ἦν ἡ κτίσις οὔτε πρὸς τὸν θεὸν ἦν οὔτε θεὸς ἦν, οὐ ζωή, οὐ φῶς, οὐκ ἀνάστασις, οὐ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνομάτων οἷον ἀλήθεια, δικαιοσύνη, ἁγιασμός, κριτὴς δίκαιος, ποιητὴς τοῦ παντός, ὑπάρχων πρὸ τῶν αἰώνων, βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι, οὐκ ἀπαύγασμα δόξης ἡ κτίσις, οὐ χαρακτὴρ ὑποστάσεως, οὐκ ἀγαθότητος εἰκών, οὐ χάρις, οὐ δύναμις, οὐκ ἀλήθεια, οὐ σωτηρία, οὐκ ἀπολύτρωσις, οὐδέ τι τοιοῦτον ὅλως τῶν εἰς δόξαν τοῦ μονογενοῦς παρὰ τῆς γραφῆς λεγομένων οὐδὲν ἐπὶ τῆς κτίσεως οὔτε ἔστιν οὔτε λέγεται, ἵνα τὰς ὑψηλο τέρας παρῶμεν φωνάς, τὸ Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς 3.6.65 οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. εἰ μὲν οὖν εἶχε τὰ τοιαῦτα καὶ τηλικαῦτα προσμαρτυρεῖν ὁ λόγος τῇ κτίσει, καλῶς ἂν τὸ περὶ ταύτην θεωρούμενον καὶ ταῖς περὶ τοῦ μονο γενοῦς ὑπολήψεσιν ἐφαρμόζειν ᾤετο δεῖν, ἐκ τῶν ὁμοφύλων πρὸς τὸ συγγενὲς γινομένης τῆς παραθέσεως· εἰ δὲ πάντα τὰ τοιαῦτα νοήματά τε καὶ ὀνόματα πρὸς μὲν τὸν πατέρα τὴν κοινωνίαν ἔχει, τῆς δὲ περὶ τὴν κτίσιν ὑπονοίας ὑπέρ κειται, ἆρ' οὐ καταδύσεται ὑπ' αἰσχύνης ὁ σοφὸς καὶ ἀγχί νους διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων φυσιολογῶν τὸν τῆς κτίσεως κύριον, οὔπω συνιεὶς ὅτι ἄλλα <τῆς θείας φύσεως καὶ ἄλλα> τῆς κτίσεώς ἐστι τὰ γνωρίσματα. 3.6.66 Τῶν γὰρ ὄντων πάντων ἡ ἀνωτάτω διαίρεσις εἰς τὸ κτιστὸν καὶ ἄκτιστον τὴν τομὴν ἔχει, τὸ μὲν ὡς αἴτιον τοῦ γεγονότος, τὸ δὲ ὡς ἐκεῖθεν γενόμενον. διῃρημένης τοίνυν τῆς τε κτιστῆς φύσεως καὶ τῆς θείας οὐσίας καὶ οὐδεμίαν ἐπιμιξίαν ἐχούσης κατὰ τὰς γνωριστικὰς ἰδιό τητας, ἀνάγκη πᾶσα μὴ διὰ τῶν ὁμοίων ἑκατέραν νοεῖν μηδὲ τὰ αὐτὰ γνωρίσματα τῶν διεστηκότων κατὰ τὸν τῆς 3.6.67 φύσεως λόγον ἀναζητεῖν. τῆς τοίνυν ἐν τῇ κτίσει φύσεως, καθώς φησί που τῆς παναρέτου σοφίας ὁ λόγος, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων ἐφ' ἑαυτῆς δεικνυούσης καὶ πᾶσι συμπαρατεινομένης τοῖς χρονικοῖς διαστήμασι, ταύτην τὴν ἰδιότητα οἷόν τινα χαρακτῆρα τοῦ ὑποκειμένου λαμβάνομεν ἐν τῷ πάντως καὶ ἀρχὴν αὐτοῦ τινα τῆς συ στάσεως βλέπειν καὶ πρὸς τὸ μέσον ὁρᾶν καὶ πρὸς τὸ πέρας ταῖς ἐλπίσι συμπαρατείνεσθαι. μεμαθήκαμεν γὰρ ὅτι οὔτε ἐξ ἀϊδίου ἦν ὁ οὐρανὸς καὶ ἡ γῆ οὔτε εἰς τὸ ἀΐδιον ἔσται, ὡς ἐκ τούτου δῆλον εἶναι ὅτι καὶ ἀπὸ ἀρχῆς τινος τὰ ὄντα ἤρξατο καὶ εἴς τι πάντως καταλήξει πέρας. ἡ δὲ θεία φύσις κατ' οὐδὲν μέρος περατουμένη, ἀλλὰ παντα χόθεν [ἐν] τῷ ἀορίστῳ πάντα περασμὸν διαβαίνουσα πόρρω 3.6.68 θέν ἐστι τῶν ἐπὶ τῆς κτίσεως εὑρισκομένων σημείων. ἡ γὰρ ἀδιάστατος καὶ ἄποσος καὶ ἀπερίγραπτος δύναμις ἐν ἑαυτῇ τοὺς αἰῶνας καὶ πᾶσαν τὴν ἐν τούτοις ἔχουσα κτίσιν καὶ πανταχόθεν τῆς τῶν αἰώνων ἀπειρίας τῇ ἀϊδιότητι τῆς ἰδίας ὑπερεκπίπτουσα φύσεως ἢ οὐδὲν ἔχει σημεῖον τὸ καταμηνύον τὴν φύσιν ἢ ἄλλο τι πάντως καὶ οὐχ ὅπερ ἡ κτίσις ἔχει. ἐπεὶ οὖν ἴδιον τῆς κτίσεως τὸ ἀρχὴν ἔχειν, ἀλλότριον ἂν εἴη τῆς ἀκτίστου φύσεως τὸ τῆς κτίσεως ἴδιον. εἰ γὰρ καθ' ὁμοιότητα τῆς κτίσεως καὶ τὴν τοῦ μονογενοῦς ὕπαρξιν ἔκ τινος καταλαμβανομένης ἀρχῆς ὑποτίθεσθαί τις ἀξιώσειε, κατ' ἀνάγκην πάντως καὶ τὴν τῶν λοιπῶν ἀκο 3.6.69 λουθίαν τῷ περὶ τοῦ υἱοῦ λόγῳ συνεφαρμόσει. οὐ γὰρ ἔστι τῆς ἀρχῆς δοθείσης μὴ συνομολογῆσαι καὶ τὸ ἑπόμενον. ὥσπερ γὰρ εἴ τις ἄνθρωπον εἶναι δοίη τινά, πάντα τὰ τῆς φύσεως ἴδια τῇ ὁμολογίᾳ ταύτῃ συνήρτησε, καὶ ζῷον αὐτὸν καὶ λογικὸν εἶναι λέγων καὶ εἴ τι ἄλλο νοεῖται περὶ τὸν ἄνθρωπον, κατὰ τὸν αὐτὸν λόγον εἰ ἕν τι τῶν περὶ τὴν κτίσιν ἰδιωμάτων ἐπὶ τῆς θείας οὐσίας κατανοήσαιμεν, οὐκέτ' ἐφ' ἡμῖν ἔσται τὸν λοιπὸν κατάλογον τῶν ἐπ' αὐτῆς θεωρουμένων μὴ ἐφαρμόσαι τῇ ἀκηράτῳ φύσει· ἡ γὰρ ἀρχὴ βιαίως τε καὶ ἀναγκαίως τὸ μεθ' ἑαυτὴν ἀκόλουθον 3.6.70 ἑπιζητήσει. ἡ γὰρ οὕτω νοουμένη ἀρχὴ τῶν μετ' αὐτήν ἐστιν ἀρχή, ὥστε εἰ ἐκεῖνα εἴη, καὶ ταύτην εἶναι, εἰ δὲ ἀναιροῖτο τὰ συνημμένα, μηδὲ τὸ προηγούμενον μένειν. τῆς τοίνυν σοφίας καὶ μεσότητα καὶ τέλος τῇ ἀρχῇ προστι θείσης, εἰ λάβοιμεν ἐπὶ τῆς τοῦ μονογενοῦς φύσεως ἀρχήν τινα ἀπό τινος σημείου ὁριζομένην τῆς ὑποστάσεως, καθὼς δογματίζει ἡ αἵρεσις, οὐ συγχωρήσει πάντως ἡ σοφία μὴ 3.6.71 καὶ τὸ πέρας καὶ τὸ μέσον τῇ ἀρχῇ συναρτῆσαι. εἰ δὲ τοῦτο γένοιτο, εὑρεθήσεται ἡμῖν ὁ θεολόγος θνητὸν τοῖς ἐπιχειρήμασιν ἀποδεικνύων τὸ θεῖον. εἰ γὰρ τῇ ἀρχῇ τὸ τέλος κατὰ τὸν τῆς σοφίας λόγον ἀναγκαίως ἐφέπεται καὶ τὸ μέσον ἐνθεωρεῖται τοῖς πέρασιν, ὁ τὸ ἓν δοὺς τῇ δυνάμει καὶ τὰ ἄλλα συγκατεσκεύασε, μέτρα καὶ πέρας ζωῆς ὁρίζων τῇ ἀορίστῳ φύσει. εἰ δὲ τοῦτο ἀσεβές τε καὶ ἄτοπον, τῆς ἴσης ἢ καὶ μείζονος ἄξιον κατηγορίας ἐστὶ τὸ ἀρχὴν δοῦναι τῷ λόγῳ τῷ εἰς ἀσέβειαν λήγοντι· ἀρχὴ δὲ τῆς τοιαύτης ἀτοπίας ἐφάνη τὸ ἐν ἀρχῇ τινι περιγεγραμ 3.6.72 μένην τοῦ υἱοῦ τὴν ζωὴν νομίσαι. ὥστε δυοῖν θάτερον, ἢ 3.6.72 μεταθήσονται πρὸς τὸν ὑγιαίνοντα λόγον ὑπὸ τῶν εἰρη μένων ἀναγκαζόμενοι καὶ τῇ τοῦ πατρὸς ἀϊδιότητι τὸν ἐξ ἐκείνου συνθεωρήσουσιν, ἢ εἰ μὴ τοῦτο βούλοιντο, καθ' ἑκάτερον περατώσουσι τοῦ υἱοῦ τὸ ἀΐδιον, τῇ ἀρχῇ καὶ τῷ τέλει τὸ ἄπειρον αὐτοῦ τῆς ζωῆς εἰς τὸ ἀνύπαρκτον ἄγοντες. 3.6.73 εἰ δὲ ἀτελεύτητος καὶ τῶν ψυχῶν καὶ τῶν ἀγγέλων ἡ φύσις καὶ οὐδὲν κωλύεται εἰς τὸ ἀΐδιον προϊέναι διὰ τοῦ καὶ κτιστὴ εἶναι καὶ ἀπό τινος τὴν ἀρχὴν τῆς συστάσεως ἐσχη κέναι, ὡς διὰ τούτου δύνασθαι ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ ἴσον τοὺς ὑπεναντίους εἰπεῖν, ὡς μήτε ἐξ ἀϊδίου ὄντος καὶ εἰς τὸ ἀτελεύτητον παρατείνοντος, ὁ ταῦτα προφέρων κἀ κεῖνο λογιζέσθω, ὅσῳ <τῷ> μεταξὺ τῆς κτίσεως ἡ θεότης 3.6.74 διέστηκε τοῖς ἰδιώμασι. τῆς μὲν γὰρ θεότητος ἴδιον τὸ ἀνενδεὲς παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν θεωρουμένου νοή ματος, ἡ δὲ κτίσις ἐκ μετοχῆς τοῦ βελτίονος ἐν τῷ καλῷ γίνεται, ἥτις οὐ μόνον τοῦ εἶναι ἤρξατο, ἀλλὰ καὶ τοῦ ἐν τῷ καλῷ εἶναι πάντοτε διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπαυξή σεως ἐν τῷ ἄρχεσθαι καταλαμβάνεται. διότι οὐδέποτε ἐπὶ τοῦ κατειλημμένου ἵσταται, ἀλλὰ πᾶν τὸ κτισθὲν διὰ τῆς μετουσίας ἀρχὴ τῆς πρὸς τὸ μεῖζον ἀνόδου γίνεται καὶ κατὰ τὴν Παύλου φωνὴν οὐδέποτε παύεται τοῖς ἔμπροσθεν ἐπεκτεινομένη καὶ λήθην ποιουμένη τῶν ὄπισθεν. 3.6.75 Ἐπεὶ οὖν ἡ μὲν θεότης αὐτοζωή ἐστι, θεὸς δὲ ὁ μονογενὴς θεὸς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πᾶν εἴ τι ὑψηλὸν καὶ θεοπρεπές ἐστι νόημα, ἡ δὲ κτίσις ἐκεῖθεν τῶν ἀγαθῶν λαμβάνει τὴν χορηγίαν, φανερὸν ἐκ τούτων ἂν εἴη ὅτι εἴπερ μετέχουσα τῆς ζωῆς ἐν τῷ ζῆν ἐστι, καὶ εἰ παύσαιτο τῆς μετουσίας, καὶ τοῦ ἐν τῷ ζῆν εἶναι παύσεται πάντως. εἰ μὲν οὖν καὶ περὶ τοῦ μονογενοῦς θεοῦ ταῦτα λέγειν τολ μῶσιν, ὅσα περὶ τῆς κτίσεως ἀληθές ἐστι λέγειν, καὶ τοῦτο μετὰ πάντων λεγέτωσαν, ὅτι ὁμοίως τῇ κτίσει καὶ τοῦ εἶναι ἄρχεται καὶ ἐν τῷ ζῆν καθ' ὁμοιότητα τῶν ψυχῶν διαμένει. 3.6.76 εἰ δὲ ὁ μὲν αὐτοζωή ἐστι καὶ τοῦ ἐπείσακτον ἔχειν ἐν ἑαυτῷ τὴν ζωὴν οὐ προσδέεται, τὰ δὲ ἄλλα πάντα οὐχὶ ζωή ἐστιν, ἀλλὰ μεθεκτικὰ τῆς ζωῆς γίνεται, τίς ἀνάγκη διὰ τῶν ἐν τῇ κτίσει βλεπομένων παραγράφεσθαι τοῦ υἱοῦ τὸ ἀΐδιον; τὸ μὲν γὰρ ἀεὶ ὡσαύτως κατὰ τὴν φύσιν ἔχον ἀπαράδεκτόν ἐστι τοῦ ἐναντίου καὶ τῆς πρὸς τὸ ἕτερον μεταβολῆς ἀνεπίδεκτον· οἷς δὲ ἡ φύσις μεθόριος, τούτοις ἐπαμφοτερίζει πρὸς ἑκάτερον ἡ ῥοπή, κατ' ἐξουσίαν τοῖς κατὰ γνώμην προσκλινομένη. εἰ οὖν ἡ ὄντως ζωὴ ἐν τῇ θείᾳ τε καὶ ὑπερκειμένῃ θεωρεῖται φύσει, ἡ ἀπόπτωσις ταύτης πρὸς τὸ ἀντικείμενον πάντως κατὰ τὸ εἰκὸς κατα 3.6.77 λήξει. πολύσημος δὲ τῆς ζωῆς καὶ τοῦ θανάτου ἡ ἔννοια καὶ οὐ κατὰ τὸν αὐτὸν νοουμένη τρόπον. ἐπὶ μὲν γὰρ τῆς σαρκὸς ἡ τῶν σωματικῶν αἰσθήσεων ἐνέργειά τε καὶ κί νησις ζωὴ λέγεται καὶ τὸ ἔμπαλιν ἡ σβέσις αὐτῶν καὶ διάλυσις θάνατος ὀνομάζεται· ἐπὶ δὲ τῆς νοερᾶς φύσεως ἡ πρὸς τὸ θεῖον οἰκείωσις ἡ ἀληθής ἐστι ζωὴ καὶ ἡ τού του ἀπόπτωσις θάνατον ἔχει τὸ ὄνομα. διὸ καὶ τὸ ἀρ χέγονον κακὸν ὁ διάβολος καὶ θάνατος λέγεται καὶ εὑρετὴς θανάτου, ἀλλὰ καὶ κράτος ἔχειν θανάτου παρὰ τοῦ ἀπο 3.6.78 στόλου λέγεται. οὐκοῦν διπλῆς, καθὼς εἴρηται, τῆς τοῦ θανάτου σημασίας ἐκ τῶν γραφῶν νοουμένης, ὁ μὲν ἀλη θῶς ἄτρεπτός τε καὶ ἀναλλοίωτος μόνος ἔχει τὴν ἀθα νασίαν καὶ φῶς οἰκεῖ τῷ ζόφῳ τῆς κακίας ἀπρόσιτόν τε καὶ ἀπροσπέλαστον· ὅσα δὲ τοῦ θανάτου μετέχει, τῆς ἀθανασίας διὰ τῆς ἐπὶ τὸ ἐναντίον ῥοπῆς πόρρω γινόμενα *** εἰ δὲ ἀπορρυείη τῆς τοῦ ἀγαθοῦ μετουσίας, δέξαιτο ἂν τῷ τρεπτῷ τῆς φύσεως τὴν κοινωνίαν τοῦ χείρονος, ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ θάνατος, ἀναλογίαν τινὰ πρὸς τὸν 3.6.79 σωματικὸν θάνατον ἔχων. ὡς γὰρ ἐνταῦθα τῶν τῆς φύ σεως ἐνεργημάτων ἡ σβέσις θάνατος κέκληται, οὕτως καὶ ἐπὶ τῆς νοερᾶς οὐσίας ἡ πρὸς τὸ ἀγαθὸν ἀκινησία θάνατός ἐστι καὶ ζωῆς ἀναχώρησις· ὡς μὴ ἀντιπίπτειν τῷ λόγῳ τῷ τὴν αἱρετικὴν ἀτοπίαν ἐλέγχοντι τὸ περὶ τὴν ἀσώματον κτίσιν νοούμενον. ὁ γὰρ κατάλληλος τῇ νοερᾷ φύσει θά νατος τουτέστιν ὁ χωρισμὸς τοῦ θεοῦ, ὃν ζωὴν ὀνομάζομεν, οὐδὲ ταύτης τῆς φύσεως τῇ δυνάμει κεχώρισται. ἡ γὰρ ἐκ τοῦ μὴ ὄντος πάροδος τὸ τρεπτὸν καταμηνύει τῆς φύ σεως. ᾧ δὲ συγγενὴς ἡ ἀλλοίωσις, τοῦτο χάριτι τοῦ ἐνι σχύοντος τῆς τοῦ ἐναντίου μετουσίας ἀπείργεται, οὐχὶ δυνάμει τῆς ἰδίας φύσεως ἐν τῷ ἀγαθῷ μένει· τὸ δὲ τοι 3.6.80 οῦτον οὐκ ἀΐδιον. εἰ οὖν καὶ ἀληθεύει λέγων μὴ δεῖν διὰ τῶν αὐτῶν τὴν θείαν οὐσίαν καὶ τὴν κτιστὴν φύσιν ἀνα λογίζεσθαι μηδὲ διά τινος ἀρχῆς περιγράφειν τοῦ υἱοῦ τὸ εἶναι, ὡς ἂν μὴ τούτου δοθέντος καὶ τὰ λοιπὰ τῆς κτίσεως ἴδια τῇ τοῦ ἑνὸς ὁμολογίᾳ συμπαρεισέλθοι, ἐλέγχεται προ δήλως ἡ ἀτοπία τοῦ τὸν μονογενῆ θεὸν διὰ τῶν περὶ τῆς κτίσεως λεγομένων τῆς τοῦ πατρὸς ἀϊδιότητος ἀποσχίζοντος. ὡς γὰρ οὐδὲν ἄλλο τῶν χαρακτηριζόντων τὴν κτίσιν περὶ τὸν ποιητὴν καθορᾶται τῆς κτίσεως, οὕτως οὐδὲ τὸ ἀπ' ἀρχῆς τινος εἶναι ταύτην ἀπόδειξις γίνεται μὴ πάντοτε εἶναι ἐν τῷ πατρὶ τὸν υἱόν, ὅς ἐστι σοφία τε καὶ δύναμις καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐν τῷ πατρικῷ θεωρεῖται κόλπῳ. 3.7.1 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξιον. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. 20θεὸς γὰρ ὤν20, φησί, 20τὸ πάντων ἐξοχώτατον ἀγαθὸν καὶ πάντων κράτιστον καὶ πάσης ἀνάγκης ἐλεύθερον20. καλῶς ὁ γεννάδας καθ άπερ τι πλοῖον ἀνερμάτιστον αὐτομάτως ὑπὸ τῶν τῆς ἀπάτης κυμάτων τῷ λιμένι τῆς ἀληθείας ἐγκαθορμίζει τὸν λόγον. 20πάντων τῶν ἀγαθῶν ἐξοχώτατόν20 ἐστιν ὁ 3.7.2 θεός. ὑπέρευγε τῆς ὁμολογίας. πάντως δὲ τὸν μέγαν Ἰωάννην οὐκ ἂν γράψαιτο παρανόμων γραφήν, παρ' οὗ θεὸς ὁ μονογενὴς ἐν ὑψηλῷ τῷ κηρύγματι διαγγέλλεται ὁ καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν. οὐκοῦν εἰ ἀξιόπιστος τῆς τοῦ μονογενοῦς θεότητος κήρυξ ἐκεῖνος, 20ὁ δὲ θεὸς τὸ ἐξοχώτατόν ἐστιν ἀγαθόν20, ὁ υἱὸς ἄρα τὸ ἐξο χώτατον ἀγαθὸν παρὰ τοῦ ἐχθροῦ τῆς δόξης αὐτοῦ με μαρτύρηται. τῆς δὲ τοιαύτης φωνῆς καὶ ἐπὶ τοῦ πατρὸς ἁρμοζούσης, τὸ ὑπερθετικὸν τῆς τοῦ ἐξοχωτάτου ἐμφάσεως οὐδεμίαν ἐκ συγκρίσεως παραδέχεται μείωσιν ἢ ὑπέρθεσιν. τούτων δὲ ἡμῖν παρὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας πρὸς ἀπόδειξιν τῆς τοῦ μονογενοῦς δόξης παρειλημμένων, προσ θετέον εἰς συμμαχίαν τοῦ ὑγιαίνοντος λόγου καὶ τὸν ἐφε 3.7.3 ξῆς αὐτοῦ λόγον. φησὶ γὰρ ὅτι 20τὸ ἐξοχώτατον ἀγα θόν, ὁ θεός, ἅτε μήτε φύσεως ἐμποδιζούσης μήτε αἰτίας ἀναγκαζούσης μήτε χρείας κατε πειγούσης, γεννᾷ τε καὶ δημιουργεῖ κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βούλησιν ἀρ κοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γινομένων σύστασιν. εἰ τοίνυν πᾶν καλὸν κατὰ τὴν τού του βούλησιν, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ καὶ ὅτε γενέσθαι καλόν, εἴπερ 3.7.4 ἄρα ἀσθενείας τὸ ποιεῖν ὃ μὴ βούλεται20. μέχρι τούτου παραληπτέος ἡμῖν πρὸς σύστασιν τῶν εὐσεβῶν δογμάτων ὁ ἐκ ῥυπαρῶν τε καὶ παρακεκομμένων λεξει δίων † διαπεπορπημένος τῶν ἐναντίων λόγος. ὁ γὰρ 20κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βού λησιν ἀρκοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γινομένων σύστασιν20, ὁ τὰ πάντα κτίσας 20μήτε φύ σεως ἐμποδιζούσης μήτε αἰτίας ἀναγκαζού σης, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ 3.7.5 καὶ ὅτε γενέσθαι καλόν20. ὁ δὲ πάντα ποιῶν ὁ μονο γενής ἐστι θεός, καθὼς κηρύσσει τὸ εὐαγγέλιον. οὗτος ὅτε ἠθέλησε, τότε καὶ τὴν κτίσιν ἐποίησεν, τότε περιέσχε τῷ οὐρανίῳ σώματι διὰ τῆς κυκλοφορουμένης οὐσίας πάντα τὸν ἐντὸς τοῦ σχήματος ἀπειλημμένον κόσμον· ὅτε καλῶς ἔχειν ᾠήθη τοῦτο γενέσθαι, τότε ἀνέδειξε τὴν ξηράν, τότε τὰ ὕδατα τοῖς κοίλοις ἐγκατέκλεισε χώροις· τότε βλα στήματα, τότε καρποί, τότε ζῴων γένεσις, τότε ἀνθρώπου πλάσις, ὅτε τούτων ἕκαστον εὔκαιρον ἐδόκει τῇ σοφίᾳ τοῦ 3.7.6 κτίσαντος. ὁ δὲ τὰ πάντα ποιήσας (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον) ὁ μονογενής ἐστι θεὸς ὁ τοὺς αἰῶνας ποιήσας. τοῦ γὰρ διαστήματος τῶν αἰώνων προκαταβεβλη μένου τῶν ὄντων, εὔκαιρόν ἐστιν εἰπεῖν τὸ χρονικὸν τοῦτο ἐπίρρημα, ὅτι 20τότε20 ἐβουλήθη καὶ 20τότε20 ἐποίησεν. αἰῶνος δὲ οὐκ ὄντος οὐδέ τινος διαστηματικῆς ἐννοίας περὶ τὴν θείαν φύσιν τὴν ἄποσόν τε καὶ ἀδιάστατον θεωρουμένης, ἀργεῖν ἀνάγκη πάντως τὰς τῶν χρονικῶν ἐπιρρημάτων 3.7.7 ἐμφάσεις. ὥστε τῇ μὲν κτίσει τὴν χρονικὴν ἀρχὴν κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ τὰ πάντα πεποιηκότος δεδόσθαι λέγειν οὐκ ἔξω τοῦ εἰκότος ἐστίν· αὐτὴν δὲ τὴν θείαν φύσιν ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρεῖν μόνων τῶν τὴν νέαν σοφίαν πεπαιδευμένων ἐστίν. οἷον γὰρ κἀκεῖνο τοῖς εἰρημένοις ἐγκείμενον ὑπερέβην ἑκών, πρὸς τὸ προκεί μενον σπεύδων, ὃ νῦν εἰς ἀπόδειξιν τῆς ἀγχινοίας τοῦ λογογράφου ἐπαναλαβὼν ἀναγνώσομαι. 3.7.8 20Ὁ20 γὰρ 20ἐξοχώτατος20 αὐτοῦ 20θεὸς πρὸ τῶν ἄλ λων20, φησίν, 20ὅσα γεννητά, τῆς αὑτοῦ κρατεῖ δυ νάμεως20. ὁ μὲν λόγος ἐπ' αὐτῆς τῆς λέξεως ἀπὸ τοῦ Φίλωνος τοῦ Ἑβραίου μετενήνεκται παρὰ τοῦ λογογράφου ἐπὶ τὸν ἴδιον λόγον, καὶ ὅτῳ φίλον, ἐξ αὐτῶν τῶν πεπονη μένων τῷ Φίλωνι κατάφωρος ἡ κλοπὴ τοῦ Εὐνομίου γενή σεται. ἐγὼ δὲ τοῦτο παρεσημηνάμην ἐπὶ τοῦ παρόντος οὐ τοσοῦτον τὴν πτωχείαν τῶν ἰδίων λόγων τε καὶ νοη μάτων τῷ λογογράφῳ ἐπονειδίζων, ὅσον δεῖξαι τοῖς ἐντυγ χάνουσι θέλων τὴν οἰκειότητα πρὸς τοὺς Ἰουδαίων λόγους 3.7.9 τῶν Εὐνομίου δογμάτων. οὐ γὰρ ἂν ἐπ' αὐτῆς τῆς λέξεως τοῖς τούτου νοήμασιν ὁ τοῦ Φίλωνος ἐνηρμόσθη λόγος, εἰ μή τις ἦν καὶ τῆς διανοίας τούτου πρὸς τὴν ἐκείνου συγγέ νεια. οὕτω γὰρ ἔστιν εὑρεῖν κείμενον παρὰ τῷ Ἑβραίῳ τὸν λόγον τὸ 20ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά20, τὸ δὲ ἐφεξῆς ἐκ τῆς νέας Ἰουδαϊκῆς προσερρίφη τὸ 20τῆς ἰδίας κατακρατεῖ δυνάμεως20. τοῦτο δὲ ὅσην τὴν ἀτοπίαν ἔχει, δείξει σαφῶς ὁ λόγος ἐξεταζόμενος. 20ὁ θεός20, φησί, 20κρατεῖ τῆς ἰδίας δυνάμεως20. τί ὤν, εἰπέ μοι, τίνος κρατεῖ; ἄλλο τι παρὰ τὴν δύναμιν ὢν αὐτὸς ἄλλο τι οὔσης κατακρατεῖ τῆς δυνάμεως; οὐκοῦν ἡττᾶται τῆς ἀδυ 3.7.10 ναμίας ἡ δύναμις. τὸ γὰρ ἄλλο τι παρὰ τὴν δύναμιν ὂν δύναμις πάντως οὐκ ἔστιν· καὶ οὕτως εὑρίσκεται καθὸ δύ ναμις οὐκ ἔστιν, κατ' ἐκεῖνο κρατῶν τῆς δυνάμεως. ἀλλὰ δύναμις ὢν ὁ θεὸς πάλιν ἄλλην ἐν ἑαυτῷ δύναμιν ἔχει καὶ ταύτῃ κατακρατεῖ τῆς ἑτέρας. καὶ τίς ἡ μάχη καὶ ἡ διά στασις, ὥστε μερίσαντα τὸν θεὸν τὴν ἐνυπάρχουσαν ἰσχὺν ἑαυτῷ τῷ ἑνὶ τμήματι τῆς δυνάμεως καταπαλαίειν τὸ ἕτερον; οὐ γὰρ ἂν κρατήσειε τῆς δυνάμεως ἑαυτοῦ, μὴ συμμαχούσης αὐτῷ πρὸς τοῦτο μείζονός τινος καὶ βιαιοτέρας δυνάμεως. τοιοῦτος ὁ Εὐνομίου θεός, διφυής τις ἢ πολυ σύνθετος, αὐτὸς πρὸς ἑαυτὸν μεριζόμενος, ἀσύμφωνον ἔχων τῇ δυνάμει τὴν δύναμιν, ὡς ταύτῃ μὲν πρὸς ἀταξίαν ἐκ φέρεσθαι, τῇ δὲ ἑτέρᾳ κωλύειν τὸ πλημμελὲς τῆς κινή 3.7.11 σεως. τί δὲ καὶ βουλόμενος κρατεῖ πρὸς γέννησιν ὁρμῶσαν τὴν δύναμιν, μὴ τί γένηται κακὸν ἐκ τοῦ μὴ κωλυθῆναι τὴν γέννησιν, μᾶλλον δὲ πρὸ τούτου τί τῇ φύσει τὸ κρα τούμενόν ἐστιν, ἑρμηνευσάτω. τὸ γὰρ λεγόμενον ὁρμητικήν τινα καὶ προαιρετικὴν ὑποδείκνυσι κίνησιν ἐφ' ἑαυτῆς ἰδια ζόντως θεωρουμένην. ἄλλο γάρ τι τὸ κρατοῦν καὶ ἕτερον ἐξ ἀνάγκης ἐστὶ τὸ κρατούμενον. κρατεῖ τοίνυν ὁ θεὸς τῆς δυνάμεως τί οὔσης, αὐτοπροαιρέτου τινὸς φύσεως ἢ 3.7.12 ἄλλο τι παρὰ τοῦτο; ὁρμώσης πρὸς ἐνέργειαν ἢ ἀτρεμού σης; εἰ μὲν γὰρ ἠρεμεῖν ὑποτίθεται, τὸ ἡσυχάζον τοῦ κρατοῦντος οὐκ ἐπιδέεται· εἰ δὲ κρατεῖν φησι, δηλονότι κι νουμένου τε καὶ ὁρμῶντος κρατεῖ. τοῦτο δὲ ἄλλο τι τῇ φύσει παρὰ τὸν ἐπικρατοῦντα πάντως ἐρεῖ. τί οὖν νοεῖ τοῦτο, φανερωσάτω τῷ λόγῳ. ἄλλο τι παρὰ τὸν θεὸν ἐν ὑποστάσει θεωρούμενον; καὶ πῶς ἂν εἴη ἐν τῷ θεῷ τὸ ἀλλότριον; ἢ ἕξιν τινὰ κατὰ τὸ ἀνυπόστατον ἐν τῇ θείᾳ 3.7.13 φύσει θεωρουμένην; ἀλλ' οὐκ ἂν εἴποι τοῦτο. τὸ γὰρ μὴ ὑφεστὼς οὐκ ἔστι, τὸ δὲ μὴ ὂν οὔτε κρατεῖται οὔτε ἀφίεται. τίς οὖν ἡ κρατουμένη δύναμις ἐκείνη καὶ κωλυομένη πρὸς τὴν ἰδίαν ἐνέργειαν, ἕως ἔμελλεν ὁ καιρὸς τῆς τοῦ υἱοῦ γεννήσεως ἐπιστὰς ἀκώλυτον ἀφιέναι τὴν δύναμιν πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν φέρεσθαι; τίς δὲ ἡ ἐν τῷ μέσῳ τῆς ἀναβολῆς αἰτία, δι' ἣν ὁ θεὸς τὴν τοῦ μονογενοῦς ὑπερέ θετο γέννησιν, οὔπω καλὸν εἶναι οἰόμενος τὸ γενέσθαι 3.7.14 πατήρ; τί δὲ τὸ μέσον τοῦτο ὃ μεταξὺ τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ζωῆς παρενείρεται; οὐ χρόνος, οὐ τόπος, οὐ διαστηματικόν τι νόημα, οὐκ ἄλλο τοιοῦτον οὐδέν. πρὸς τί τοίνυν ὁ ὀξὺς καὶ διορατικὸς ὀφθαλμὸς ἀτενίζων ἐνορᾷ τῆς ζωῆς τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ζωὴν τὴν διάστασιν; ἀλλὰ πανταχόθεν συνελαυνόμενος οὐδὲν μὲν εἶναι τὸ μεταξὺ καὶ αὐτὸς ἐξ ἀνάγκης συντίθεται. μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται; 3.7.15 Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρωπικῶς ἡμῖν ὡς εἷς ἡμῶν καὶ αὐτὸς δια λέγεται ὑφομολογῶν ἠρέμα τῶν λογισμῶν τὴν ἀσθένειαν καὶ καταφεύγων ἐπὶ τὸν λόγον ὃν Ἀριστοτέλης τε καὶ οἱ κατ' αὐτὸν οὐκ ἐδίδαξαν. 20τότε γάρ20, φησί, 20καλὸν καὶ πρέπον γεννῆσαι τὸν υἱόν, ὅτε ἐβούλετο, μηδε μιᾶς ἐκ τούτου ζητήσεως ἐγγινομένης τοῖς σώφροσιν τοῦ διὰ τί μὴ πρότερον20. τί ταῦτα, Εὐ νόμιε; καὶ σὺ πεζεύεις κατὰ τοὺς ἰδιώτας ἡμᾶς καὶ κατα λιπὼν τὰς τεχνικὰς περιόδους ἐπὶ τὴν ἄλογον συγκατάθεσιν καὶ αὐτὸς καταφεύγεις ὁ πολλὰ τοῖς ἄνευ λογικῆς ἐντρε χείας ἐπιχειροῦσι τῷ γράφειν ἐπονειδίσας, ὁ πρὸς Βασίλειον λέγων ὅτι 20δι' ὧν ἀδύνατον τοῖς ἀνθρώποις εἶναι λέγεις τὰς ὑπὲρ τῶν πνευματικῶν λόγων εὐ θύνας, τὴν ἰδίαν ἐλέγχεις ἄγνοιαν20, καὶ πάλιν ἑτέρωθι τὸ ἴσον προφέρων ὅτι 20τὴν ἰδίαν ἀσθένειαν κοινοποιεῖς, τὸ σοὶ20 μὴ 20δυνατὸν πᾶσιν ἀδύνατον ἀποφαινόμενος20; ὁ ταῦτα καὶ τὰ τοιαῦτα λέγων οὕτω προσάγεις τὴν ἀκοὴν τοῦ ἐπιζητοῦντος τὴν αἰτίαν καθ' ἣν ἀναβάλλεται τοιούτου γενέσθαι πατὴρ ὁ πατήρ; ἀρκεῖν οἴει πρὸς ἀπόδειξιν τὸ εἰπεῖν ὅτι τότε ἐγέννησεν ὅτε ἐβούλετο, 3.7.16 καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις; οὕτως σοι πρὸς τὴν κατασκευὴν τῶν δογμάτων ἠσθένησεν ἡ καταληπτικὴ φαντασία; ποῦ αἱ διλήμματοι προτάσεις; ποῦ αἱ βίαιοι κα τασκευαί; πῶς σοι φροῦδα καὶ ἀνυπόστατα διαρρυέντα τῆς τέχνης οἴχεται τὰ φοβερά τε καὶ ἄφυκτα τῶν συλλογισμῶν συμπεράσματα; 20τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις20. ταῦτα τῶν πολλῶν ἱδρώτων, ταῦτα τῶν ὑπερόγκων ἐπαγ γελμάτων <τὰ> ἀποτελέσματα; τί τὸ ἐρώτημα ἦν; εἰ καλὸν καὶ πρέπον θεῷ τοιοῦτον ἔχειν υἱόν, διὰ τί μὴ ἀεὶ τὸ καλὸν μετ' αὐτοῦ εἶναι πιστεύεται; τίς ἡ ἀπόκρισις ἣν ἐξ αὐτῶν 3.7.17 ἡμῖν τῶν ἀδύτων τῆς φιλοσοφίας πεποίηται, ταῖς ἀλύτοις ἀνάγκαις διασφίγξας τὸν λόγον; τότε ἐποίησε τὸν υἱὸν ὅτε ἐβούλετο, μηδεμία δὲ περὶ τούτου ζήτησις ἔστω, διὰ τί μὴ πρότερον. εἰ δὲ περὶ τῶν ἀλόγων τινὸς ἡ σκέψις προέκειτο τῶν κατά τινα φυσικὴν ὁρμὴν ἐνεργούντων, διὰ τί μὴ πρότερον τὸ δοκοῦν κατειργάσατο ἢ ὁ ἀράχνης τὰ νήματα ἢ τὸ κηρίον ἡ μέλιττα ἢ τὴν καλιὰν ἡ τρυγών, τί ἂν ἕτερον εἰπεῖν ἔσχες; ἢ οὐκ αὐτὴ πρόχειρος ἂν ἦν ἡ ἀπόκρισις ὅτι τότε ἐποίησεν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζή 3.7.18 τησις; ἀλλὰ καὶ περὶ πλάστου τινὸς ἢ ζωγράφου τὸ δο κοῦν διὰ τῆς μιμητικῆς ἐνεργοῦντος τέχνης ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅταν μὴ ὑποχείριος ὢν ἐξουσίᾳ τινὶ πρὸς ἐνέργειαν ἄγῃ τὴν τέχνην, ἁρμόζειν οἶμαι τὴν τοιαύτην φωνὴν ἐπὶ τοῦ μαθεῖν ἐθέλοντος, διὰ τί μὴ πρότερον ἐν εργὸν τὴν τέχνην ἐποίησεν, ὅτι οὐκ ἔχων ἀνάγκην καιρὸν τῆς ἐνεργείας πεποίηται τὴν προαίρεσιν. ἄνθρωποι γὰρ διὰ τὸ μήτε ἀεὶ ταὐτὰ βούλεσθαι μήτε συνεργοῦσαν ἔχειν ὡς τὰ πολλὰ τῇ βουλήσει τὴν δύναμιν τότε ποιοῦσί τι τῶν κατὰ γνώμην, ὅταν αὐτοῖς ἥ τε προαίρεσις πρὸς τὸ ἔργον 3.7.19 ῥέψῃ καὶ μηδὲν κωλύῃ τῶν ἔξωθεν. τὸ δὲ ἀεὶ ὡσαύτως ἔχον, ᾧ ἐπίκτητον τῶν ἀγαθῶν ἐστιν οὐδέν, ἐν ᾧ πᾶσα διαφορὰ βουλευμάτων ἡ κατὰ τὸ ἐναντίον κατά τινα πλάνην καὶ ἄγνοιαν ἐγγινομένη χώραν οὐκ ἔχει, ὃ οὐδὲν ἐκ μετα βολῆς γίνεται ὃ μὴ πρότερον ἦν, μηδὲ αἱρεῖταί τι μετὰ ταῦτα ὃ μὴ ἐξ ἀρχῆς ὡς ἀγαθὸν κατενόησε–περὶ τού του λέγειν μὴ ἀεὶ τὸ καλὸν ἔχειν, ἀλλ' ὕστερον ἑλέσθαι τι ἔχειν ὃ μὴ πρότερον εἵλετο, ταῦτα τῆς ὑπερβαλλούσης 3.7.20 ἡμᾶς σοφίας ἐστίν. ἡμεῖς γὰρ ἐμάθομεν ὅτι τὸ θεῖον ἀεὶ παντὸς ἀγαθοῦ πλῆρές ἐστιν, μᾶλλον δὲ αὐτὸ τῶν ἀγαθῶν ἐστι τὸ πλήρωμα <ἀ>εὶ καὶ οὐδεμιᾶς προσθήκης εἰς τε λείωσιν δέεται, ἀλλ' αὐτὸ τῇ ἑαυτοῦ φύσει ἡ τοῦ ἀγαθοῦ τελειότης ἐστί· τὸ δὲ τέλειον ἐπίσης αὐξήσεώς τε καὶ μειώσεως ἠλλοτρίωται· καὶ διὰ τοῦτο τὴν ἐπιθεωρουμένην τῇ θείᾳ φύσει τῶν ἀγαθῶν τελειότητα πάντοτέ φαμεν τὴν αὐτὴν εἶναι, καθ' ὅπερ ἂν τὴν διάνοιαν ἑαυτῶν ἐπεκτεί 3.7.21 νωμεν, ἐκεῖ τοιαύτην καταλαμβάνοντες. οὐκοῦν οὐδέποτε κενὸν ἀγαθοῦ τὸ θεῖον. ἀλλὰ μὴν ἀγαθοῦ παντὸς πλή ρωμα ὁ υἱός· πάντοτε ἄρα ἐν τῷ πατρὶ θεωρεῖται, ᾧ φύσις ἡ ἐν παντὶ ἀγαθῷ τελειότης. ἀλλά, φησί, μηδεμία ἔστω ζήτησις, διὰ τί μὴ πρότερον. πρὸς ὃν ἐροῦμεν ἡμεῖς ὅτι ἄλλο ἐστίν, ὦ σοφώτατε, <τὸ> νομοθετεῖν τι τῶν κατὰ γνώμην ἐξ ἐπιτάγματος καὶ ἕτερον τὸ λόγῳ περὶ τῶν ἀμφι βαλλομένων προσάγεσθαι. ἕως ἂν τοίνυν μηδεμίαν ἔχῃς αἰτίαν εἰπεῖν, καθ' ἣν εὐσεβές ἐστιν ὕστερον τῷ πατρὶ τὸν υἱὸν προσγεγενῆσθαι λέγειν, ἀργήσει σοι τὸ ἐπίταγμα παρὰ τοῖς σωφρονοῦσιν. 3.7.22 Οὕτω μὲν οὖν ἡμῖν ἐκ τῆς τεχνικῆς ἐφόδου τὴν ἀλή θειαν Εὐνόμιος εἰς τὸ ἐμφανὲς ἄγει. ἡμεῖς δὲ κατὰ τὸ σύνηθες ἡμῖν τὸν ἐκείνου λόγον πρὸς κατασκευὴν τῶν τῆς ἀληθείας δογμάτων οἰκειωσώμεθα, ὡς ἂν καὶ διὰ τούτου γένοιτο δῆλον ὅτι πανταχοῦ κατὰ τὸ ἀκούσιον ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι τῷ καθ' ἡμᾶς συναγορεύουσι λόγῳ. εἰ γὰρ 20τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβού λετο20, καθώς φησιν ὁ ἀντίπαλος, ἐβούλετο δὲ τὸ ἀγαθὸν ἀεί, σύνδρομος δὲ τῇ βουλήσει ἡ δύναμις, ἀεὶ ἄρα ὁ υἱὸς μετὰ τοῦ πατρὸς νοηθήσεται τοῦ ἀεὶ καὶ βουλομένου τὸ 3.7.23 καλὸν καὶ δυναμένου ἔχειν ὃ βούλεται. εἰ δὲ χρὴ καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον προσαγαγεῖν τῇ ἀληθείᾳ, ῥᾴδιόν ἐστι καὶ τοῦτον τῷ καθ' ἡμᾶς συναρμόσαι δόγματι ὅτι 20μηδεμία περὶ τούτου ζήτησις ἔστω τοῖς σώφροσιν, διὰ τί μὴ πρότερον20. ἡ γὰρ τοῦ 20πρότερον20 λέξις χρονι κήν τινα τὴν ἔνδειξιν ἔχει, ἀντιδιαστελλομένη πρὸς τὸ μετὰ ταῦτα καὶ ὕστερον· ὅταν δὲ χρόνος μὴ ᾖ, συναναιρεῖται πάντως καὶ τῆς χρονικῆς διαστάσεως τὰ ὀνόματα. ἀλλὰ μὴν πρὸ χρόνων καὶ πρὸ αἰώνων ὁ κύριος· ἄχρηστος ἄρα τοῖς νοῦν ἔχουσιν ἐπὶ τοῦ ποιητοῦ τῶν αἰώνων ἡ τοῦ πρό τερον καὶ ὕστερον ζήτησις· κενὰ γὰρ πάσης διανοίας ἐστὶ 3.7.24 τὰ τοιαῦτα τῶν ὀνομάτων μὴ ἐπὶ χρόνου λεγόμενα. ἐπεὶ οὖν πρὸ τῶν χρόνων ὁ κύριος, τὸ πρότερον πάντως καὶ τὸ ὕστερον ἐπ' αὐτοῦ χώραν οὐκ ἔχει. τάχα μὲν ἀπόχρη καὶ ταῦτα πρὸς ἀνατροπὴν τῶν οὐ δεομένων τοῦ προσπαλαίοντος, ἀλλ' ὑπὸ τῆς ἰδίας αὐτῶν ἀτονίας καταπιπτόντων. τίς γὰρ τοσοῦτον εὔσχολος ἐκ τῶν τοῦ βίου φροντίδων ὡς ἐπὶ το σοῦτον ἑαυτὸν δοῦναι τῇ ἀκροάσει τῆς τε ματαιότητος τῶν ὑπεναντίων λόγων καὶ τῆς ἡμετέρας πρὸς τὰ μάταια πράγ ματα μάχης; ἀλλ' ἐπειδὴ τοῖς προειλημμένοις τῇ ἀσεβείᾳ καθάπερ τις δευσοποιὸς βαφὴ καὶ δυσέκνιπτος ἡ ἀπάτη καὶ διὰ βάθους ταῖς καρδίαις ἐγκέκαυται, μικρὸν ἔτι τῷ λόγῳ προσδιατρίψωμεν, εἴ πως δυνηθείημεν τῆς πονηρᾶς 3.7.25 αὐτῶν ταύτης κηλῖδος τὰς ψυχὰς ἀπορρύψαι. εἰπὼν γὰρ τὰ εἰρημένα καὶ ἐπαγαγὼν τούτοις κατὰ τὸν παιδευτὴν αὐτοῦ Προύνικον ἀσυναρτήτους τινὰς καὶ ἀναρμόστους ὕβρεών τε καὶ λοιδορημάτων ὀκτάδας ἐπὶ τὸν κολοφῶνα τῶν ἐπι χειρημάτων μετέρχεται καὶ καταλιπὼν τὴν ἀσυλλόγιστον τῆς ματαιότητος ἔκθεσιν πάλιν τοῖς κέντροις τῆς διαλεκτι κῆς καθοπλίσας τὸν λόγον συλλογιστικῶς ὡς οἴεται καθ' ἡμῶν κατασκευάζει τὸ ἄτοπον. 3.7.26 Ἔχει δὲ οὕτως ἡ λέξις· 20πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος κατα ληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξα μένους τοῦ υἱοῦ τὴν γέννησιν **** ποτὲ πε παῦσθαι τοῦτον γεννώμενον μηδὲ πρὸς τὴν ἀρ χὴν ἀπίστως ἔχειν, τῶν παυσαμένων τοῦ γεν νᾶσθαι καὶ ἀρξαμένων πάντως· ἡ γὰρ τοῦ γεννᾶσθαι παῦλα πιστοῦται τῆς τε γεννήσεως καὶ τοῦ γεννᾶσθαι τὴν ἀρχήν, καὶ τούτοις ἀπιστεῖν οὐκ ἔστιν ἔκ τε τῆς φύσεως αὐτῆς, ἔτι δὲ καὶ τῶν θείων νόμων20. ἐπειδὴ τοίνυν κατὰ τὴν σοφίαν τῶν τὰ τοιαῦτα δεινῶν τὸ καθόλου προθεὶς ἐπα γωγικῶς κατασκευάζειν ἐπιχειρεῖ τὸ προκείμενον, ἐμπερι λαμβάνων τῇ γενικῇ προτάσει τὴν ἐπὶ μέρους ἀπόδειξιν, πρότερον τὸ καθόλου κατανοήσωμεν, εἶθ' οὕτως τὴν τῶν 3.7.27 ἐπαγομένων ἐξετάσωμεν δύναμιν. ἆρ' εὐσεβές ἐστιν ἐκ πάσης γεννήσεως καὶ τοῦ υἱοῦ τεκμήρασθαι τὴν προαιώνιον γέν νησιν, καὶ τὴν κοινὴν φύσιν διδάσκαλον τῆς τοῦ μονογενοῦς ὑπάρξεως προβάλλεσθαι χρή; ἐγὼ μὲν οὐκ ἂν ἐπὶ το σοῦτον ἐλθεῖν τινα μανίας ἐλπίσαιμι, ὡς τοιοῦτό τι κατὰ τῆς θείας καὶ ἀκηράτου φαντασθῆναι γεννήσεως. 20πᾶσα20, φησί, 20γέννησις οὐκ ἐπ' ἄπειρον ἐκτείνεται20. τί τὸ τῆς γεννήσεώς ἐστι σημαινόμενον; τὴν σαρκώδη καὶ σωμα τικὴν ἀποκύησιν λέγει ἢ τὴν κατασκευὴν τῶν ἀψύχων; 3.7.28 ἀλλὰ τῶν μὲν σωματικῶν γεννήσεων φανερὰ τὰ πάθη, ἅπερ οὐκ ἄν τις ἐπὶ τὴν θείαν γέννησιν μεταφέροι. καὶ ὡς ἂν μὴ τὰ τῆς φύσεως ἔργα διαγράφων ὁ λόγος παρέλκειν δο κοίη, σιωπῇ τὰ τοιαῦτα παρελευσόμεθα, παντὸς οἶμαι τοῦ γε νοῦν ἔχοντος ἀφ' ἑαυτοῦ γινώσκοντος τὰς αἰτίας καθ' ἃς ἡ γέννησις παρατείνεται καὶ ἀρχομένη καὶ λήγουσα· μακρὸν γὰρ ἂν εἴη καὶ περιττὸν ἅμα πάντα δι' ἀκριβείας ἐκτίθεσθαι, τὴν σύνοδον τῶν γεννώντων, τὴν ἐν τοῖς σπλάγ χνοις τοῦ γεννωμένου διάπλασιν, τὴν ὠδῖνα, τὸν τόκον, τὸν χρόνον, ὧν ἄνευ οὐκ ἔστι συστῆναι σώματος γέννησιν· ἅπερ ἐπίσης πάντα τῆς θείας γεννήσεως τοῦ μονογενοῦς ἠλλο 3.7.29 τρίωται. εἰ γὰρ ἕν τι τούτων δοθείη, καὶ τὰ λοιπὰ πάντα κατ' ἀνάγκην συνεισελεύσεται. ὡς ἂν οὖν καθαρεύοι πάσης ἐμπαθοῦς διανοίας ἡ θεία γέννησις, οὐδὲ τὴν διαστηματικὴν παράτασιν ἐπ' ἐκείνης νοήσομεν. τὸ γὰρ ἀρχόμενον καὶ παυόμενον ἐν παρατάσει τινὶ θεωρεῖται πάντως. πᾶσα δὲ παράτασις χρόνῳ διαμετρεῖται· χρόνου δὲ μὴ ὄντος, ᾧ καὶ τέλος τοῦ τόκου καὶ ἀρχὴν σημειούμεθα, μάταιον ἂν εἴη τέλος καὶ ἀρχὴν ἐπὶ τῆς ἀδιαστάτου γεννήσεως ἐν νοεῖν, οὐδενὸς εὑρισκομένου σημειωτικοῦ νοήματος οὔτε ἐν 3.7.30 ᾧ ἄρχεται οὔτε εἰς ὃ καταλήγει. εἰ δὲ πρὸς τὰ ἄψυχα τῶν κτισμάτων ὁρᾷ, καὶ ἐπ' ἐκείνων ὡσαύτως καὶ τόπος καὶ χρόνος καὶ ὕλη καὶ παρασκευὴ καὶ δύναμις τοῦ τεχνι τεύοντος καὶ πολλὰ τοιαῦτα συνδραμόντα τελεσιουργεῖ τὸ γινόμενον. καὶ ἐπειδὴ πᾶσι τοῖς γινομένοις συμπαρατείνεται πάντως ὁ χρόνος καὶ αἱ κατασκευαστικαὶ πρὸς τὸ γινό μενον ἀφορμαὶ συνεπινοοῦνται παντὶ τῷ κτιζομένῳ, κἂν ἔμ ψυχόν τι κἂν ἄψυχον ᾖ, φανερὰς ἔστιν εὑρεῖν ἐπὶ τούτων καὶ τὰς ἀρχὰς καὶ τὰς τελευτὰς τῆς συστάσεως· καὶ γὰρ καὶ ὕλης πορισμὸς ἀρχὴ τοῦ κατασκευάσματος γίνεται καὶ τοπικόν τι σημεῖον καὶ ἀκολουθία χρόνου. πάντα ταῦτα τὰς ἀρχὰς καὶ τὰ τέλη τοῖς γινομένοις ὁρίζει, καὶ οὐκ ἄν τις εἴποι κοινωνίαν ἔχειν τινὰ ταῦτα πρὸς τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ ὕπαρξιν, ὥστε διὰ τῶν ὧδε θεωρου μένων ἀρχήν τινα καὶ τέλος ἐπὶ τῆς γεννήσεως ἐκείνης ἀναλογίζεσθαι. 3.7.31 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων πάλιν τὸν λόγον τῶν ἐναντίων κατανοήσωμεν. 20πάσης20, φησί, 20γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης20. ἐπειδὴ τοίνυν νενόηται τὸ τῆς γεννή σεως σημαινόμενον καθ' ἑκατέραν ἔννοιαν, εἴτε τὴν ἀπο κύησιν τῶν σωματικῶν εἴτε τὴν κατασκευὴν ἐθέλοι τῶν κτισμάτων τῷ τοιούτῳ σημαίνειν ὀνόματι, ὧν οὐδέτερον ἐπὶ τῆς ἀκηράτου φύσεως τὴν κοινωνίαν ἔχει, ἀλλοτρία δέ 3.7.32 δεικται τοῦ προκειμένου ἡ πρότασις. οὐ γάρ, ἐπειδὴ πᾶσα ποίησίς τε καὶ γέννησις εἴς τι καταλήγει πέρας, ἀνάγκη πᾶσα, καθὼς ἐκεῖνος κατασκευάζει, καὶ τοὺς παραδεξα μένους τοῦ υἱοῦ τὴν γέννησιν διπλοῖς αὐτὴν πέρασι περι γράφειν, ἀρχὴν καὶ τέλος ἐπ' αὐτῆς ἐννοοῦντας. μόνα γὰρ τὰ πηλικότητι περιγεγραμμένα τινὶ καὶ ἄρχεται γινόμενα καὶ εἰς πέρας λήγει, καὶ τὸ ἐκ τοῦ χρόνου μέτρον τῷ ποσῷ τοῦ γεννωμένου παρατεινόμενον τὴν ἀρχὴν τοῦ τέλους διΐστησι τῷ μεταξὺ διαστήματι. τὸ δὲ ἄποσον καὶ ἀδιά στατον πῶς ἄν τις ἢ μετρήσειεν ἢ διαστήσειεν; ποῖον ἐπὶ τοῦ ἀπόσου μέτρον εὑρὼν ἢ ποῖον ἐπὶ τοῦ ἀδιαστάτου διά 3.7.33 στημα; πῶς δέ τις τὸ ἀόριστον τέλει καὶ ἀρχῇ διαλήψεται; ἀρχὴ γὰρ καὶ τέλος τῶν διαστηματικῶν περάτων ἐστὶν ὀνό ματα. διαστάσεως δὲ μὴ οὔσης οὐδὲ τὸ πέρας ἔστιν. ἀλλὰ μὴν ἀδιάστατος ἡ θεία φύσις, ἀδιάστατος δὲ οὖσα πέρας οὐκ ἔχει, τὸ δὲ ἀπεράτωτον ἄπειρόν ἐστί τε καὶ λέγεται. μάταιον ἄρα τὸ ἄπειρον ἀρχῇ καὶ τελευτῇ περι γράφειν· τὸ γὰρ περιγεγραμμένον ἄπειρον εἶναι οὐ δύναται. πόθεν οὖν ὁ Πλατωνικὸς οὗτος Φαῖδρος τὰ περὶ ψυχῆς ἐκεῖ φιλοσοφηθέντα τῷ Πλάτωνι τοῖς ἰδίοις δόγμασιν ἀσυν 3.7.34 αρτήτως ἐρράπτει; ὡς γὰρ ἐκεῖνος ἐκεῖ παῦλαν εἶπε κινή σεως, οὕτω 20παῦλαν γεννήσεως20 καὶ οὗτος εἰπεῖν ἐπε θύμησεν, ὡς ἂν τοὺς ἀπείρους τούτων ταῖς Πλατωνικαῖς καλλιφωνίαις περικομπήσειε. 20καὶ τούτοις ἀπιστεῖν οὐκ ἔστι20, φησί, 20ἔκ τε τῆς φύσεως αὐτῆς, ἔτι δὲ καὶ τῶν θείων νόμων20. ἀλλ' ἡ μὲν 20φύσις20 ἐκ τῶν εἰρημένων οὐκ ἀξιόπιστος εἰς διδασκαλίαν τῆς θείας γεννή σεως ἡμῖν ἀναπέφηνεν, οὐδὲ εἰ τὸν κόσμον τις αὐτὸν εἰς ὑπόδειγμα φέροι τοῦ λόγου, ἐπεὶ καὶ τῇ τούτου κτίσει, καθὼς ἐν τῇ κοσμογενείᾳ παρὰ τοῦ Μωϋσέως ἐμάθομεν, συνδιεξῄει τὸ ἐκ τοῦ χρόνου μέτρον, ῥηταῖς ἡμέραις τε καὶ νυξὶν ἑκάστῳ τῶν γινομένων κατά τινα τάξιν καὶ ἀκολου θίαν παραμετρούμενον. ὅπερ ἐπὶ τῆς τοῦ μονογενοῦς ὑπο στάσεως οὐδὲ αὐτὸς ὁ τῶν ἐναντίων δέχεται λόγος, ὁμο 3.7.35 λογῶν πρὸ χρόνων αἰωνίων εἶναι τὸν κύριον. ὑπόλοιπον δ' ἂν εἴη τὴν 20ἐκ τῶν θείων νόμων20 συνηγορίαν τοῦ προ κειμένου κατανοῆσαι, δι' ἧς ἐπαγγέλλεται καὶ τέλος καὶ ἀρχὴν τῆς τοῦ υἱοῦ γεννήσεως ἀποδεικνύειν. 20βουληθείς20, φησίν, 20ὁ θεὸς τοῖς Ἑβραίοις τὸν περὶ τῆς δη μιουργίας ἐντυπωθῆναι νόμον, [οὐ τὴν πρώτην τῆς γεννήσεως ἡμέραν] τῷ τέλει τῆς δημιουρ γίας ἐναπέθετο καὶ τῆς ἀρχῆς τὴν πίστιν· οὐ γὰρ τὴν πρώτην τῆς γεννήσεως ἡμέραν, ἀλλὰ τὴν ἑβδόμην, ἐν ᾗ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ἔδωκε *** τὴν ὑπόμνησιν τῆς δημιουργίας20. 3.7.36 ἆρά τις πεισθήσεται παρ' ἐκείνου ταῦτα γεγράφθαι καὶ οὐχὶ παρ' ἡμῶν ἐπὶ διαβολῇ τοῦ συγγράμματος παρεντε θεῖσθαι τὰ εἰρημένα, ὡς ἂν καταγέλαστος δοκοίη τοῖς ἐντυγχάνουσιν, τὰ μηδὲν κοινωνοῦντα τοῖς ζητουμένοις εἰς ἀπόδειξιν τῶν προκειμένων ἐπισυρόμενος; τὸ γὰρ ζητούμενον ἦν δεῖξαι, καθὼς ἐπηγγείλατο, μὴ ὄντα τὸν υἱὸν γεγεννῆσθαι, ἀλλ' ἀρχήν τε λαβεῖν γεννήσεως καὶ λῆξαι γεννώμενον, οἷόν τινος ὠδῖνος ἐν χρόνῳ παρατεινούσης τὴν γέννησιν. ἡ δὲ εἰς τοῦτο κατασκευὴ τίς; τὸ σαββατίζειν ἐκ νόμου κατὰ τὴν ἑβδόμην ἡμέραν τὸν Ἑβραίων λαόν. ὢ 3.7.37 πόση συμφωνία τῆς μαρτυρίας πρὸς τὸ προκείμενον. ἐπειδὴ τιμᾶται τῇ ἀργίᾳ παρὰ τοῦ Ἰουδαίου τὸ σάββατον, ἀπο δέδεικται τὸ τὸν κύριον, καθὼς οὗτος λέγει, ἀρχήν τε λα βεῖν τοῦ τόκου καὶ τικτόμενον παύσασθαι. πόσαι καὶ ἄλλαι πρὸς τοῦτο μαρτυρίαι τῷ λογογράφῳ παρείθησαν οὐδὲν τῆς εἰρημένης πρὸς σύστασιν τοῦ ζητουμένου λειπό μεναι; ἡ κατὰ τὴν ὀγδόην περιτομή, ἡ τῶν ἀζύμων ἑβ δομάς, τὸ ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ σεληναίου δρόμου μυστήριον, αἱ τοῦ καθαρισμοῦ θυσίαι, ἡ περὶ τῶν λεπρῶν παρατήρησις, ὁ κριός, ὁ μόσχος, ἡ δάμαλις, ὁ ἀποπομπαῖος 3.7.38 χίμαρος. εἰ δὲ ταῦτα πόρρω τῶν προκειμένων ἐστίν, πῶς ἐντὸς ἐκεῖνο τοῦ ζητουμένου, λεγέτωσαν οἱ ζηλωταὶ τῶν Ἰουδαϊκῶν μυστηρίων. ἡμεῖς γὰρ μικροπρεπές τε καὶ ἄνανδρον τὸ τοῖς κειμένοις ἐπεμβαίνειν νομίζοντες ἀναζη τήσομεν ἐκ τῆς τῶν γεγραμμένων ἀκολουθίας εἴ τι τοιοῦτόν ἐστιν οἷον ἱδρῶτα κινῆσαι τῷ προσπαλαίοντι. ὅσα τοίνυν ἐν τοῖς ἐφεξῆς περὶ τοῦ μὴ δεῖν μέσον τι τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐννοεῖν κατασκευάζων διέξεισιν, ὡς συμβαίνοντά πως 3.7.39 τῷ καθ' ἡμᾶς δόγματι παρελεύσομαι. ἀδιακρισίας γὰρ ἂν εἴη καὶ ἀγνωμοσύνης ἅμα μὴ διακρίνειν ἐν τοῖς λεγο μένοις τὸ ἀνεύθυνόν τε καὶ τὸ ὑπαίτιον, ἐπειδὴ τοῖς ἰδίοις μαχόμενος οὐκ ἀκολουθεῖ τοῖς ὁμολογουμένοις, καὶ τὸ ἄμεσον λέγων καὶ τὸ συναφὲς οὐ δεχόμενος, καὶ τὸ μὴ εἶναί τι πρὸ τοῦ μονογενοῦς ἐννοῶν καὶ τὸ εἶναι υἱὸν ὑπο νοῶν, ἀλλὰ περὶ τοῦ μὴ ὄντα γεγεννῆσθαι διαμαχόμενος. μικρὸν <οὖν> ἐν τούτοις ἀσχοληθέντες διὰ τὸ τοῖς φθά σασιν ἱκανῶς ἤδη προκατεσκευάσθαι τὸν λόγον τῶν προ κειμένων ἑξόμεθα. 3.7.40 Οὐκ ἔστι τοῦ αὐτοῦ καὶ μηδὲν ὑπερτιθέναι τῆς τοῦ μονογενοῦς ὑποστάσεως καὶ μὴ εἶναι λέγειν πρὸ τῆς γεννή σεως, ἀλλὰ τότε γεγεννῆσθαι ὅτε ὁ πατὴρ ἠβουλήθη· τὸ γὰρ "1τότε"2 καὶ "1ὅτε"2 κυρίως καὶ προσφυῶς ἐπὶ τὴν χρονικὴν δεῖξιν τὴν σημασίαν φέρει κατά τε τὴν κοινὴν τῶν ὑγιῶς φθεγγομένων συνήθειαν καὶ κατὰ τὴν ἐν τῇ γραφῇ ση μασίαν. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσι, καὶ Ὅτε ἀπέστειλα ὑμᾶς, καὶ Τότε ὁμοιωθήσεται ἡ βασιλεία, καὶ μυρία τοι αῦτα διὰ πάσης ἔστι τῆς γραφῆς εἰς ἀπόδειξιν τοῦ προ κειμένου λαβεῖν, ὅτι τοῖς τοιούτοις τοῦ λόγου μορίοις τὸν 3.7.41 χρόνον ἐπισημειοῦται τῆς γραφῆς ἡ συνήθεια. εἰ οὖν χρόνος οὐκ ἦν, καθὼς ὁ ἀντιλέγων συντίθεται, συνανῄρηται πάντως καὶ ἡ χρονικὴ σημασία· ταύτης δὲ μὴ οὔσης τὸ ἀΐδιον τῆς ἐννοίας κατὰ πᾶσαν ἀνάγκην ἀντεισελεύσεται. τῇ γὰρ τοῦ μὴ εἶναι φωνῇ καὶ τὸ ποτὲ πάντως συνυπα κούεται. εἰ γὰρ χωρὶς τοῦ ποτὲ τὸ μὴ εἶναι λέγοι, οὐδὲ νῦν εἶναι δώσει· εἰ δὲ τὸ νῦν διδοὺς πρὸς τὸ ἀΐδιον μά χεται, πάντως οὐ τὸ καθόλου μὴ εἶναι, ἀλλὰ τὸ ποτὲ μὴ 3.7.42 εἶναι διανενόηται. τῆς δὲ φωνῆς ταύτης ἀνυποστάτου παν τάπασιν οὔσης, εἰ μὴ πρὸς τὴν τοῦ χρόνου σημασίαν ἐρεί δοιτο, ἀνόητον ἂν εἴη καὶ μάταιον τὸ μήτε τι πρὸ τοῦ υἱοῦ εἶναι λέγειν μήτε πάντοτε τὸν υἱὸν εἶναι κατασκευάζειν. εἰ γὰρ μήτε τόπος μήτε χρόνος μήτε τις ἑτέρα κτίσις ἐστὶν ἐν ᾗ οὐκ ἔστιν ὁ ἐν ἀρχῇ ὢν λόγος, πανταχόθεν τοῦ δόγματος τῆς εὐσεβείας ἐξῄρηται τὸ ποτὲ μὴ εἶναι τὸν κύριον. οὐκοῦν οὐχ ἡμῖν, ἀλλ' ἑαυτῷ διαμάχεται ὁ καὶ εἶναι καὶ μὴ εἶναι τὸν μονογενῆ δογματίζων. ἐν γὰρ τῷ ὁμολογεῖν μηδενὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαιρεῖσθαι 3.7.43 συνάφειαν τὸ ἀΐδιον αὐτῷ πάντως προσμεμαρτύρηκεν. εἰ δὲ ἐν τῷ πατρὶ λέγοι μὴ εἶναι τὸν υἱόν, τῷ τοιούτῳ λόγῳ οὐκ ἀντεροῦμεν αὐτοί, ἀλλὰ τὴν γραφὴν ἀντιθήσομεν, ἥ φησιν ἐν τῷ πατρί τε εἶναι τὸν υἱὸν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα, τὸ πότε ἢ ὅτε ἢ τότε μὴ προστιθεῖσα τῷ λόγῳ, ἀλλὰ τῇ ἀποφατικῇ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ τὸ ἀΐδιον αὐτῷ μαρτυρήσασα. 3.7.44 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέ γεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ 3.7.45 γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐτῆς ἀτοπίας, μᾶλλον δὲ βλασφημίας ἑκάτερον· ὥστε εἰ μὲν συκοφαντεῖν ἔγνωκε, προστιθέτω καὶ τὸ ἕτερον ἔγκλημα, μηδενὸς φειδόμενος δι' ὧν ἂν ᾖ δυνατὸν χαλεπώτερον ἐκ τραχύνειν καθ' ἡμῶν τοὺς ἀκούοντας. εἰ δὲ τὸ ἕτερον τούτων διὰ τὸ περιφανὲς τῆς συκοφαντίας οὐκ αἰτιᾶται, ἀφιέτω καὶ τὸ λειπόμενον· ἴσον γὰρ εἰς ἀσέβειαν, καθὼς εἴρηται, καὶ τὸν υἱὸν ἀγέννητον λέγειν καὶ γεννητὸν τὸν 3.7.46 πατέρα. εἰ μὲν οὖν εὑρίσκεταί τις ἐν τοῖς παρ' ἡμῶν γε γραμμένοις φωνὴ τοιαύτη, δι' ἧς ἀγέννητος ὁ υἱὸς ὀνομά ζεται, καθ' ἡμῶν αὐτῶν τὴν ἐσχάτην ψῆφον ἐξοίσομεν· εἰ δὲ ψευδεῖς αἰτίας τε καὶ συκοφαντίας κατ' ἐξουσίαν συμ πλάσσει, τὸ δοκοῦν ἐπὶ διαβολῇ τῶν καθ' ἡμᾶς δογμάτων λογοποιῶν, γένοιτ' ἂν ἴσως τοῖς γε νοῦν ἔχουσι καὶ αὕτη τῆς ἐν ἡμῖν εὐσεβείας ἀπόδειξις, ὅτι τῆς ἀληθείας ἡμῶν ὑπερμαχούσης τὸ ψεῦδος εἰς κατηγορίαν τοῦ δόγματος ἡμῶν προεστήσατο, ἀλλοτρίαν τοῦ ἡμετέρου λόγου κατασκευάζων τὴν τῆς ἀσεβείας γραφήν. ἀλλ' ἔστιν ἐν συντόμῳ πρὸς 3.7.47 τὰς αἰτίας ταύτας ἀπολογήσασθαι. ὡς γὰρ ἡμεῖς τὸν ἀγεν νήτως εἶναι λέγοντα τὸν μονογενῆ θεὸν ἐπάρατον κρίνομεν, οὕτω κἀκεῖνος ἐπαράσθω τὸν μὴ εἶναί ποτε τὸν ἐν ἀρχῇ ὄντα διοριζόμενον. ἐκ γὰρ τοῦ τοιούτου δειχθήσεται τρόπου ὅ τε κατὰ ἀλήθειαν καὶ ὁ συκοφαντικῶς τὰς αἰτίας ἐπά γων. εἰ δὲ ἡμεῖς ἀρνούμεθα τὰ ἐγκλήματα, καὶ πατέρα λέγοντες τῇ φωνῇ υἱὸν συνεπινοοῦμεν, καὶ υἱὸν ὀνομάσαντες ἀληθῶς εἶναί φαμεν ὃ λέγεται, γεννητῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἀπαυγασθέντα, πῶς οὐ πρόδηλος ἡ συκοφαντία τῶν ἀγέννητον λέγειν ἡμᾶς τὸν μονογενῆ θρυλούντων; οὐ μὴν ἐπειδὴ γεννητῶς αὐτὸν εἶναί φαμεν, τὸ μὴ εἶναι αὐτόν 3.7.48 ποτε διὰ τούτου παραδεξόμεθα. τίς γὰρ οὐκ οἶδεν ὅτι ἄμεσός ἐστιν ἡ κατὰ τὸ σημαινόμενον ἐναντίωσις τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος, ὥστε τὴν τοῦ ἑτέρου τῶν εἰρημένων θέσιν ἀναίρεσιν τοῦ ἐναντίου γίνεσθαι πάντως, καὶ ὅτι καθάπερ τὸ εἶναι κατὰ πάντα χρόνον ταὐτόν ἐστιν, ἐν ᾧπερ ἄν τις ὑφεστάναι τι τῶν ὄντων ὑπόθηται (οὐ γὰρ μᾶλλον νῦν ἔστιν οὐρανὸς καὶ ἄστρα καὶ ἥλιος καὶ τὰ λοιπὰ τῶν ὄντων ἢ χθὲς καὶ πρώην καὶ ἐν παντὶ τῷ προάγοντι χρόνῳ), τὸν αὐτὸν τρόπον καὶ τοῦ μὴ εἶναι τὸ σημαινόμενον ἐπίσης ἐν παντὶ τὸ ἀνύπαρκτον ἔχει, εἴτε κατὰ τὸ πρότερόν τις εἴτε 3.7.49 κατὰ τὸ ὕστερον λέγοι. οὐ γὰρ μᾶλλον νῦν τι τῶν ὑφεστώ των οὐκ ἔστιν ἢ εἰ πρότερον ἀνύπαρκτον ἦν, ἀλλὰ εἷς ὁ τοῦ μὴ εἶναι λόγος ἐπὶ τοῦ μὴ ὄντος ἐν παντὶ χρονικῷ διαστήματι. διὸ καὶ ἐπὶ τῶν ζῴων τήν τε τοῦ γεγονότος εἰς τὸ μὴ ὂν ἀνάλυσιν καὶ τοῦ μηδέπω τὴν εἰς τὸ γε νέσθαι πάροδον ἐσχηκότος ὀνόμασι μὲν διαφόροις τὴν ἀνυπ αρξίαν σημαίνομεν, ἢ μὴ γεγενῆσθαι τὴν ἀρχὴν ἢ τε θνάναι τὸ γενόμενον λέγοντες, ἐπίσης δὲ δι' ἑκατέρας 3.7.50 φωνῆς τὸ ἀνύπαρκτον παριστῶμεν τῷ λόγῳ. ὥσπερ γὰρ ἡ ἡμέρα νυκτὶ περιέχεται καθ' ἑκάτερον μέρος, λέγεται δὲ οὐχ ὡσαύτως τὰ περιέχοντα, ἀλλὰ τὸ μὲν μετὰ τὴν ἑσπέραν, τὸ δὲ πρὸ τοῦ ὄρθρου, νὺξ δὲ τὸ δηλούμενόν ἐστι κατ' ἀμφότερα, τὸν αὐτὸν τρόπον εἰ ἐκ τοῦ παραλλήλου πρὸς τὸ ὂν ἀντιθεωροίη τις τὸ μὴ ὄν, κατονομάσει μὲν διαφόρως τό τε πρὸ τῆς συστάσεως καὶ τὸ μετὰ τὴν τοῦ συστάντος διάλυσιν, ἓν δὲ νοήσει δι' ἀμφοτέρων τὸ σημαι νόμενον [τό τε πρὸ τῆς συστάσεως καὶ τὸ μετὰ τὴν τοῦ συστάντος διάλυσιν]. τὸ γὰρ μὴ εἶναι τοῦ τε μὴ γεννη θέντος καὶ τοῦ τεθνηκότος πλὴν τῆς διαφορᾶς τῶν ὀνο μάτων ἴσον ἐστὶν ὑπεξῃρημένου τοῦ κατὰ τὴν ἐλπίδα τῆς 3.7.51 ἀναστάσεως λόγου. ἐπειδὴ τοίνυν ἀρχηγὸν ζωῆς καὶ αὐτο ζωὴν τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς μεμαθήκαμεν καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ὅτιπέρ ἐστιν ἐν ὀνόματι καὶ νοήματι τίμιον, ἄτοπον καὶ δυσσεβὲς εἶναί φαμεν τῷ ὄντως ὄντι συνθεωρεῖν καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ἢ διάλυσιν εἰς φθορὰν ἢ ἀνυπαρξίαν πρὸ τῆς συστάσεως, ἀλλὰ πανταχόθεν πρὸς τὸ ἐφεξῆς καὶ πρὸς τὸ προαιώνιον ἐπεκτείνοντες ἑαυτῶν τὴν διάνοιαν οὐδαμοῦ πρὸς τὸ μὴ ὂν ταῖς ἐννοίαις λήγομεν, ἴσον εἰς ἀσέβειαν κρίνοντες οἱῳδή ποτε χρόνῳ δι' ἀνυπαρξίας περικόπτειν τὸ θεῖον. ταὐτὸν γάρ ἐστιν καὶ θνητὴν εἰπεῖν τὴν ἀθάνατον ζωὴν καὶ ψευδῆ τὴν ἀλήθειαν καὶ σκοτεινὸν τὸ φῶς καὶ μὴ εἶναι τὸ ὄν. 3.7.52 ὁ τοίνυν τὸ μὴ ἔσεσθαί ποτε μὴ διδοὺς οὐδὲ τὸ μὴ εἶναί ποτε συνθήσεται κατὰ τὸν ἡμέτερον λόγον, τὴν αὐτὴν ἀτο πίαν φεύγων καθ' ἑκάτερον μέρος· ὡς γὰρ τὸ ἀτελεύτητον τῆς ζωῆς τοῦ μονογενοῦς οὐκ ἐπικόπτει θάνατος, οὕτως οὐδὲ κατὰ τὸ ἄνω ἡ ἀνυπαρξία στήσει πρὸς τὸ ἀΐδιον αὐτοῦ τὴν ζωὴν προϊοῦσαν, ὡς ἂν πανταχόθεν καθαρεύοι τὸ ὄντως ὂν τῆς πρὸς τὸ μὴ ὂν κοινωνίας. διὰ τοῦτο πόρρω γίνεσθαι τῆς τοιαύτης πλάνης τοὺς μαθητὰς θέλων ὁ κύριος, ὡς ἂν μή ποτε καὶ αὐτοὶ τὸ πρεσβύτερον τῆς τοῦ μονογενοῦς ὑποστάσεως ἀναζητοῦντες πρὸς τὸ ἀνύπ αρκτον τοῖς λογισμοῖς ἀπενεχθεῖεν. Ἐγώ, φησίν, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, ὡς οὔτε τοῦ μὴ ὄντος ἐν τῷ ὄντι νοουμένου οὔτε τοῦ ὄντος ἐν τῷ μὴ ὄντι. καὶ αὐτὴ δὲ ἡ τοῦ λόγου τάξις τὸ εὐσεβὲς ἑρμηνεύει τοῦ δόγματος. 3.7.53 ἐπειδὴ γὰρ οὐκ ἐκ τοῦ υἱοῦ ὁ πατήρ, ἀλλ' ἐκ τοῦ πατρὸς ὁ υἱός, διὰ τοῦτο πρῶτόν φησιν Ἐγὼ ἐν τῷ πατρί, δεικνὺς τὸ μὴ ἄλλως ἀλλ' ἐξ ἐκείνου εἶναι, εἶτα ἀναστρέφει τὸν λόγον ὅτι Καὶ ὁ πατὴρ ἐν ἐμοί, σημαίνων ὅτι ὁ ὑπερβὰς τὸν υἱὸν τῇ πολυπραγμοσύνῃ καὶ τὴν περὶ τοῦ πατρὸς ἔν νοιαν συμπαρέρχεται. ὁ γὰρ ἔν τινι ὢν ἔξω τοῦ ἐν ᾧ ἐστιν εὑρεθῆναι οὐ δύναται· ὥστε μάταιος ὁ ἐν τῷ υἱῷ μὲν εἶναι τὸν πατέρα μὴ ἀντιλέγων, ἔξω δὲ τοῦ υἱοῦ κατει 3.7.54 ληφέναι τι τοῦ πατρὸς φανταζόμενος, καὶ μάτην διαπλανᾶ τῶν πολεμούντων ἡμῖν ἡ περὶ τὸ ῥῆμα τῆς 20ἀγεννη σίας20 σκιαμαχία διὰ τῶν ἀνυπάρκτων κενεμβατοῦσα. 3.7.55 Μᾶλλον δὲ εἰ χρὴ πᾶσαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν τὴν ἀτοπίαν τοῦ λόγου, μικρὸν ἔτι συγχωρηθήτω προσ διατρίψαι τῷ θεωρήματι. τοῦ γὰρ μονογενοῦς θεοῦ ὕστε ρον μετὰ τὸν πατέρα γεγεννῆσθαι παρ' αὐτῶν λεγο μένου, εὑρίσκεται κατ' ἀνάγκην τὸ ἀγέννητον αὐτῶν, ὅ τι ποτὲ καὶ εἶναι φαντάζονται, τῶν κακῶν τὴν ἔννοιαν συν εμφαῖνον. τίς γὰρ οὐκ οἶδεν ὅτι ὥσπερ τῷ ὄντι τὸ μὴ ὂν ἀντιδιαιρεῖται, οὕτω καὶ παντὶ ἀγαθῷ πράγματί τε καὶ ὀνόματι τὸ ἐξ ἐναντίου νοούμενον, οἷον τῷ καλῷ τὸ κακὸν καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος, τῷ φωτὶ τὸ σκότος καὶ πάντα ὅσα τούτοις ὁμοιοτρόπως πρὸς τὸ ἐναντίον ἀλλήλοις ἀντι καθίσταται, ἐφ' ὧν ἄμεσός ἐστιν ἡ ἐναντίωσις καὶ οὐκ ἐν δέχεται κατὰ ταὐτὸν τὰ δύο μετ' ἀλλήλων εἶναι, ἀλλ' ἥ τε παρουσία τοῦ ἑνὸς ὑπεξαιρεῖ τὸ ἀντίθετον καὶ ἐν τῇ 3.7.56 τοῦ ἑτέρου ὑποχωρήσει γίνεται τοῦ ἐναντίου ἡ γένεσις. τού των δὲ ἡμῖν οὕτω διωμολογημένων κἀκεῖνο παντὶ δῆλόν ἐστιν, ὅτι ὥσπερ φησὶ Μωϋσῆς σκότος εἶναι πρὸ τῆς τοῦ φωτὸς κτίσεως, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ, εἰ κατὰ τὸν λόγον τῆς αἱρέσεως τότε ἐποίησεν αὐτὸν ὁ πατὴρ ὅτε ἠθέλησε, πρὶν ποιῆσαι αὐτὸν οὐκ ἦν ἐκεῖνο τὸ φῶς, ὅπερ ἐστὶν ὁ υἱός. φωτὸς δὲ μήπω ὄντος οὐκ ἐνδέχεται μὴ τὸ ἀντι κείμενον εἶναι. καὶ γὰρ διὰ τῶν ἄλλων ἐμάθομεν ὅτι οὐδὲν εἰκῇ τῶν παρὰ τοῦ δημιουργοῦ γεγονότων ἐστίν, ἀλλὰ τὸ λεῖπον ἐπεισάγεται τοῖς οὖσι διὰ τῆς κτίσεως. δῆλον οὖν ἐστι πάντως ὅτι εἴπερ ἐποίησε τὸν υἱὸν ὁ θεός, διὰ τὸ 3.7.57 λείπειν τῇ φύσει τῶν ὄντων ἐποίησεν. ὥσπερ οὖν τοῦ αἰσθητοῦ φωτὸς λείποντος σκότος ἦν καί, εἰ μὴ ἐγεγόνει τὸ φῶς, ἐπεκράτει πάντως τὸ σκότος, οὕτως καὶ τοῦ υἱοῦ μήπω ὄντος αὐτό τε τὸ ἀληθινὸν φῶς καὶ πάντα ὅσα ἐστὶν ὁ υἱὸς οὔπω ἦν. τὸ γὰρ ὂν καὶ κατὰ τὴν τῆς αἱρέσεως μαρτυρίαν τοῦ γενέσθαι οὐ δέεται. οὐκοῦν εἰ ἐποίησε, τὸ μὴ ὂν πάντως ἐποίησε. πρὶν οὖν γενέσθαι κατ' αὐτοὺς τὸν υἱὸν οὐδὲ ἡ ἀλήθεια δηλονότι ἐγεγόνει οὔτε τὸ νοητὸν φῶς οὔτε ἡ πηγὴ τῆς ζωῆς οὔτε τινὸς καθόλου καλοῦ τε καὶ 3.7.58 ἀγαθοῦ φύσις. ἀλλὰ μὴν τούτων ἑκάστου τῇ ὑπεξαιρέσει τὸ ἐξ ἐναντίου νοούμενον παρυφίσταται, καὶ φωτὸς μὴ ὄντος οὐκ ἔστι μὴ σκότος εἶναι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἀνθ' ἑκάστου τῶν πρὸς τὸ κρεῖττον νοουμένων, ὅταν μὴ παρῇ τι τούτων, οὐκ ἐνδέχεται μὴ τὸ ἐναντίον πάντως εἶναι ἀντὶ τοῦ λείποντος. ἀνάγκη οὖν πᾶσα, ὡς ἔμελλε θέλειν ὁ πατὴρ τὸν υἱὸν "1ποιῆσαι"2 κατὰ τὸν τῆς αἱρέσεως λόγον, μηδενὸς ὄντος τῶν ὅσα ὁ υἱός ἐστιν, πάντα τὰ ἐναντία περὶ αὐτὸν εἶναι λέγειν, ἀντὶ τοῦ φωτὸς τὸ σκότος, ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος, ἀντὶ τῆς ζωῆς τὸν θάνατον, ἀντὶ τοῦ καλοῦ τὸ 3.7.59 κακόν. ὁ γὰρ κτίζων τὰ μὴ ὄντα κτίζει· 20τῷ γὰρ ὄντι20, καθώς φησιν ὁ Εὐνόμιος, 20οὐ δεῖ γεννήσεως20. τῶν δὲ κατὰ ἀντίθεσιν θεωρουμένων οὐκ ἔστιν ἄλλως τὰ κρείττω μὴ εἶναι ἢ ἐκ τοῦ τὰ χείρονα εἶναι. ταῦτα τοίνυν ἡ σοφία τῆς αἱρέσεως δωροφορεῖ τῷ πατρὶ δι' ὧν ἀτιμάζει τοῦ υἱοῦ τὸ ἀΐδιον, τὸν τῶν κακῶν κατάλογον πρὸ τῆς τοῦ υἱοῦ ἀναδείξεως προσάγουσα τῷ θεῷ καὶ πατρί. 3.7.60 Καὶ μηδεὶς ἐκ τῆς ἄλλης κτίσεως ἀνατρέπειν οἰέσθω τὴν ἐκ τῆς ἀκολουθίας ταύτης ἀναδειχθεῖσαν ἀτοπίαν τοῦ δόγματος. ἐρεῖ γάρ τις ἴσως ὅτι ὥσπερ τοῦ οὐρανοῦ μὴ ὄντος οὐδὲν ἐναντίον τούτῳ, οὕτως καὶ τοῦ υἱοῦ μήπω γενομένου, ὅς ἐστιν ἀλήθεια, οὐ πάντως ἀναγκαζόμεθα τὸ ἐναντίον εἶναι συντίθεσθαι. πρὸς ὃν ἔστιν εἰπεῖν ὅτι οὐ ρανῷ μὲν τὸ ἀντικείμενον ἔστιν οὐδέν, εἰ μὴ ἄρα τῷ εἶναι αὐτὸν τὸ μὴ εἶναί τις λέγοι ἀντίθετον. τῇ δὲ ἀρετῇ τὸ κατὰ κακίαν πάντως ἀντικαθέστηκεν, ἀρετὴ δὲ ὁ κύριος, ὥστε οὐρανοῦ μὲν μὴ ὄντος οὐδὲν ἦν, ἀγαθοῦ δὲ μὴ ὄντος 3.7.61 τὸ ἐναντίον ἦν. ὁ οὖν τὸ ἀγαθὸν λέγων μὴ εἶναι τὸ κακὸν εἶναι καὶ μὴ βουλόμενος πάντως συνθήσεται. 20ἀλλὰ καὶ ὁ πατήρ20, φησί, 20καὶ παντελής ἐστιν ἀρετὴ καὶ ζωὴ καὶ ἀπρόσιτον φῶς καὶ πάντα τὰ ὑψηλὰ νοήματά τε καὶ ὀνόματα· ὡς μὴ εἶναι ἀνάγκην, ὅτε τὸ μονογενὲς φῶς οὔπω ἦν, τὸ κατάλληλον ἐκ τοῦ ἐναντίου νοεῖσθαι σκότος20. ἀλλ' οὗτος ὁ ἐμός ἐστι λόγος, ὅτι οὐδέποτε σκότος ἦν. οὐδὲ γὰρ ἦν ποτε ὅτε τὸ φῶς οὐκ ἦν· ἀεὶ γὰρ ἐν τῷ 3.7.62 φωτὶ πάντως ἐστὶ τὸ φῶς, καθὼς ἡ προφητεία λέγει. εἰ δὲ κατὰ τὸν λόγον τῆς αἱρέσεως ἄλλο τὸ ἀγέννητον καὶ ἕτερον τὸ γεννητόν ἐστι φῶς καὶ τὸ μὲν ἐξ ἀϊδίου τοῦτο δὲ μετὰ ταῦτα γενόμενον, ἀνάγκη πᾶσα τῷ μὲν ἀϊδίῳ φωτὶ μηδέποτε χώραν εὑρεῖν ἀντικαταστῆναι τὸ ἀντικείμενον· ἀεὶ γὰρ λάμποντος τοῦ φωτὸς ἡ ἐνέργεια τοῦ σκότους ἐπ' αὐτοῦ χώραν οὐκ ἔχει· ἐπὶ δὲ τοῦ μετὰ ταῦτα, καθὼς ἐκεῖνοί φασι, γεγονότος ἀμήχανον εἶναι μὴ ἐκ σκότους τὸ φῶς λάμψαι, ἀλλὰ πάντῃ καὶ πάντως τοῦ τε ἀϊδίου φωτὸς καὶ τοῦ ὕστερον γενομένου σκότος τὸ μέσον διαληφθήσεται. 3.7.63 οὐ γὰρ ἂν τῆς κατασκευῆς τοῦ μετὰ ταῦτα φωτὸς χρεία ἐγίνετο, εἰ μὴ πρός τι χρήσιμον ἦν τὸ κτιζόμενον. μία δὲ φωτὸς χρῆσις τοῦ λύεσθαι δι' αὐτοῦ τὸν ἐπικρατοῦντα ζόφον. τὸ μὲν οὖν ἀκτίστως ὂν φῶς αὐτὸ δι' ἑαυτό ἐστιν ὅπερ ἐστὶν τῇ φύσει, τὸ δὲ κτιζόμενον διά τι γίνεται πάν τως. οὐκοῦν προϋπάρχειν ἀνάγκη τὸ σκότος, οὗ χάριν ἀναγκαίως δημιουργεῖται τὸ φέγγος, καὶ οὐκ ἔστιν οὐδενὶ λόγῳ παραμυθήσασθαι τὸ μὴ προτερεύειν τῆς τοῦ γεννη τοῦ φωτὸς ἀναδείξεως τὸ σκότος, ὅταν μετὰ ταῦτα κατε 3.7.64 σκευάσθαι πιστεύηται. ἀλλὰ μὴν πάσης ἀσεβείας τὸ τοι οῦτόν ἐστιν ἐπέκεινα. ἄρα σαφῶς πεφανέρωται ὅτι οὐχὶ μὴ οὖσαν τὴν ἀλήθειαν ὁ πατὴρ τῆς ἀληθείας ἐποίησεν, ἀλλὰ πηγὴ ὢν φωτὸς καὶ ἀληθείας καὶ παντὸς ἀγαθοῦ ἐξ ἑαυτοῦ τὸ μονογενὲς φῶς τῆς ἀληθείας ἀπηύγασε, δι' οὗ πάντοτε ἡ τῆς ὑποστάσεως αὐτοῦ δόξα χαρακτηρίζεται, ὡς πανταχόθεν τῶν ὕστερον τῷ θεῷ διὰ κτίσεως τὸν υἱὸν προγεγενῆσθαι λεγόντων τὴν βλασφημίαν ἐλέγχεσθαι. 3.8.1 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελ θὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀν θρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τοι αῦτά τινα μεγαλαυχούμενος διεξέρχεται, τὸ καθ' ἡμᾶς εὐτελίζων τούτοις τοῖς ῥήμασιν· 20οὐδὲ γὰρ εἴ τινος ὁ νοῦς διὰ κακόνοιαν ἐσκοτωμένος καὶ διὰ τοῦτο μηδὲν μήτε τῶν πρόσω μήτε τῶν ὑπὲρ κεφα λὴν ἰδεῖν δυνάμενος μετρίως ἔχοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, διὰ τοῦτο οἴεσθαι χρὴ μηδὲ τοῖς ἄλλοις ἀνθρώποις ἐφικτὴν 3.8.2 εἶναι τὴν τῶν ὄντων εὕρεσιν20. ἀλλ' εἴποιμ' ἂν πρὸς αὐτὸν ὅτι ὁ 20ἐφικτὴν εἶναι20 λέγων 20τὴν τῶν ὄντων εὕρεσιν20 ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως προήγαγεν ἑαυτοῦ τὴν διάνοιαν καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς κατα λήψεως οὕτως καὶ τοῖς ἐπέκεινα πάσης ἐννοίας ἐπέβαλεν 3.8.3 ἑαυτοῦ τὴν καταληπτικὴν φαντασίαν. οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ μικρό τατον τῶν προφαινομένων ἡμῖν ὅπως ἔχει φύσεως ἑρμη νευσάτω, ὡς ἂν διὰ τοῦ γνωρίμου καὶ περὶ τοῦ κεκρυμ μένου πιστώσαιτο, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις ἑρμηνευ σάτω τῷ λόγῳ, εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή, εἰ σπλάγχνοις οἰκονομεῖται παραπλησίως τοῖς ἄλλοις ζῴοις, εἰ ὀστέοις τὸ σῶμα περιείληπται, εἰ μυελῷ τὰ κοῖλα τῶν ὀστέων κατὰ τὸ ἐντὸς **, εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται, εἰ μυῶν περιβολαῖς καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις, εἰ τοῖς νωτιαίοις σπονδύ λοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς παρατεί νεται, εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν, εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες ὑμένες τε καὶ φρένες καὶ διαφράγματα, καὶ εἰ ψιλόν ἐστιν ἢ τετρίχωται, καὶ εἰ πρὸς τὸ ἄρρεν τε καὶ θῆλυ διαμερίζεται, ἐν τίνι τε μέρει τοῦ σώματος τὸ ὀπτικὸν ἢ τὸ ἀκουστικὸν ἐγκαθί δρυται, καὶ εἰ τῆς ὀσφραντικῆς μετέχει αἰσθήσεως, εἰ μο νώνυχόν ἐστιν ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις, πόσον δὲ βιοῖ χρόνον καὶ τίς ὁ τρόπος αὐτοῖς τῆς ἐξ ἀλλήλων γεν νήσεως, ἐπὶ πόσον δὲ κυίσκεται τὸ τικτόμενον καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες οὔτε ὑπόπτεροι πάντες, ἀλλ' οἱ μὲν τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται. 3.8.4 ὁ τοίνυν τῶν ὄντων κατειληφέναι τὴν γνῶσιν κομπάζων τέως ἡμῖν τὴν τοῦ μύρμηκος φύσιν φανερωσάτω, εἶθ' οὕτω φυ σιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβε τῇ γνώσει τὴν φύσιν, πῶς τὸν ἐν ἑαυτῷ πᾶσαν περικρατοῦντα τὴν κτίσιν τῷ καταληπτικῷ περιειληφέναι λόγῳ μεγαλαυχεῖται καὶ τοὺς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἐφ' ἑαυτῶν ὁμο λογοῦντας 20ἐσκοτῶσθαι20 λέγει τὰ τῆς ψυχῆς αἰσθητήρια 20καὶ μήτε20 τινὸς 20τῶν πρόσω μήτε τῶν ὑπὲρ κε φαλὴν20 ἐφικνεῖσθαι; 3.8.5 Ἀλλ' ὁ τὴν γνῶσιν ἔχων τῶν ὄντων ἴδωμεν τί παρὰ τοὺς ἄλλους ἐπίσταται, ἀκούσωμεν τῆς ὑπερόγκου φωνῆς. ἢ 20μάτην ἂν ὁ κύριος ἑαυτὸν ὠνόμασεν θύραν20, φησί, 20μηδενὸς ὄντος τοῦ διϊόντος πρὸς κατα νόησιν καὶ θεωρίαν τοῦ πατρός, μάτην δ' ἂν ὁδόν, μηδεμίαν παρέχων εὐμάρειαν τοῖς ἐλ θεῖν πρὸς τὸν πατέρα βουλομένοις· πῶς δ' ἂν εἴη φῶς, μὴ φωτίζων τοὺς ἀνθρώπους, μὴ καταλάμπων τὸ τῆς ψυχῆς ὄμμα πρὸς κατανόησιν ἑαυτοῦ τε καὶ τοῦ ὑπερκειμένου φωτός20; εἰ μὲν οὖν οἴκοθέν τινας λογισμοὺς διεξῄει ἐκφεύγοντας τῇ λεπτότητι τὴν τῶν ἀκουόντων διάνοιαν, δυνατὸν ἂν ἦν ἴσως παρακρουσθῆναι τῇ περινοίᾳ τοῦ λόγου, διαδιδράσκοντος 3.8.6 πολλάκις τοῦ ἐγκειμένου νοήματος τὸν ἀκούοντα. ἐπεὶ δὲ τὰ θεῖα προβάλλεται ῥήματα, πάντως οὐδεὶς καταμέμψεται τοὺς τὴν θεόπνευστον διδασκαλίαν πᾶσι κοινὴν προκεῖσθαι πεπιστευκότας. ἐπειδὴ τοίνυν θύρα, φησίν, ὠνομάσθη ὁ κύριος, ἐκ τούτου κατασκευάζεται τὸ καταληπτὴν εἶναι τοῦ θεοῦ τὴν οὐσίαν. ἀλλ' οὐ δέχεται τὴν διάνοιαν ταύτην τὸ εὐαγγέλιον. αὐτῆς γὰρ ἀκούσωμεν τῆς θείας φωνῆς. Ἐγώ εἰμι, φησίν, ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. τί 3.8.7 τοίνυν ἐκ τούτων ἡ γνῶσις τῆς οὐσίας ἐστίν; πλειόνων γὰρ ὄντων τῶν εἰρημένων καὶ ἰδίαν ἑκάστου διάνοιαν κατὰ τὸ σημαινόμενον ἔχοντος, οὔτε πάντα δυνατόν ἐστιν τῷ τῆς οὐσίας ἐντίθεσθαι λόγῳ, ὡς ἂν μὴ σύμμικτον ἐκ διαφόρων νοηθείη τὸ θεῖον, καὶ τὸ μᾶλλον κυρίως ἐφαρμόσαι τῷ προκειμένῳ δυνάμενον οὐκ ἔστιν εὐκόλως ἐκ τῶν κατειλεγμένων εὑρεῖν. ἡ θύρα ὁ κύριος· ∆ι' ἐμοῦ, φησίν, ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. τὴν εἴσοδον εἴπωμεν ἀντὶ τῆς οὐσίας λέγειν αὐτὸν ἢ τὴν σωτηρίαν τῶν εἰσιόντων ἢ τὴν ἔξοδον ἢ τὴν νομὴν ἢ τὴν εὕρεσιν; ἕκαστον γὰρ τούτων ἰδιάζει τῷ σημαινομένῳ καὶ οὐ συμφωνεῖ πρὸς τὸ ἕτερον. τὸ γὰρ ἐντὸς γενέσθαι τῷ ἐξελθεῖν ἐναντίον ἐκ τοῦ προχείρου 3.8.8 δοκεῖ καὶ τὰ ἄλλα ὡσαύτως. ἄλλο γάρ τι τῷ ἰδίῳ λόγῳ ἐστὶν ἡ νομή, ἕτερον δέ τι παρὰ τοῦτο ἡ εὕρεσις. τί οὖν ἐκ τούτων ἡ τοῦ πατρὸς οὐσία νομίζεται; οὐ γὰρ δὴ τὰ πάντα τις εἰπὼν μὴ συμφωνοῦντα τῇ σημασίᾳ πρὸς ἄλληλα τὴν ἁπλῆν τε καὶ ἀσύνθετον οὐσίαν διὰ τῶν ἀσυμφώνων ἐνδείξεται. πῶς δ' ἂν ἀληθεύοι ὁ λόγος ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ Ὃν εἶδεν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται, καὶ ὅτι Οὐκ ἔστιν ὃς ὄψεται τὸ πρόσωπον κυρίου καὶ ζήσεται, εἴπερ ἢ τὸ ἐντὸς τῆς θύρας ἢ τὸ ἐκτὸς ἢ 3.8.9 τῆς νομῆς ἡ εὕρεσις οὐσία τοῦ πατρὸς εἴη; οὐ μὴν ἐπειδὴ τοῦτο οὐκ ἔστιν, ἀργόν τε καὶ ἄσημον ἐπὶ τοῦ κυρίου τὸ ὄνομα τῆς θύρας ὑπονοήσομεν. ἀληθῶς γὰρ ὁ αὐτός ἐστι καὶ θύρα περιοχῆς καὶ οἶκος καταφυγῆς, καθὼς ὁ ∆αβὶδ ὀνομάζει, καὶ δι' ἑαυτοῦ τοὺς εἰσιόντας δέχεται καὶ ἐν ἑαυτῷ τοὺς ἔνδον γενομένους σῴζει καὶ πάλιν δι' ἑαυτοῦ πρὸς τὴν νομὴν τῶν ἀρετῶν προάγει καὶ πάντα γίνεται τοῖς σῳζομένοις, ἵνα ἑκάστῳ πρόσφορον ἑαυτὸν ποιήσῃ, καὶ ὁδὸς καὶ ὁδηγὸς καὶ θύρα περιοχῆς καὶ οἶκος καταφυγῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τόπος χλόης, ἣν ἐν τῷ εὐαγγελίῳ νομὴν ὀνομάζει· ὁ δὲ καινὸς θεολόγος διὰ τὴν γνῶσιν τῆς 3.8.10 τοῦ πατρὸς οὐσίας θύραν φησὶν ὠνομάσθαι τὸν κύριον. τί οὖν οὐχὶ καὶ τὴν πέτραν καὶ τὸν λίθον καὶ τὴν πηγὴν καὶ τὸ ξύλον καὶ τὰ λοιπὰ τῶν ὀνομάτων πρὸς τὴν αὐτὴν ἕλκει διάνοιαν, ὡς ἂν τῷ πλήθει τῶν ἀλλοκότων μαρτυ ριῶν τὸ ἑαυτοῦ δόγμα πιστώσαιτο, δυνάμενος ἑκάστῳ τού των τὸν αὐτὸν ἐφαρμόσαι λόγον ὃν περὶ τῆς ὁδοῦ καὶ τῆς θύρας καὶ τοῦ φωτὸς διεξῆλθε; ἐγὼ δὲ τοῦτο παρὰ τῆς θεοπνεύστου γραφῆς διδαχθεὶς θαρσῶν ἀποφαίνομαι, ὅτι ὁ ὑπὲρ πᾶν ὄνομα ὢν ἡμῖν πολυώνυμος γίνεται κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομαζόμενος, φῶς μὲν ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον, ζωὴ δὲ ὅταν τὴν ἀθα νασίαν χαρίζηται, ὁδὸς δὲ ὅταν πρὸς τὴν ἀλήθειαν ἀπὸ τῆς πλάνης χειραγωγήσῃ· οὕτω καὶ πύργος ἰσχύος καὶ πόλις περιοχῆς καὶ πηγὴ καὶ πέτρα καὶ ἄμπελος καὶ ἰατρὸς καὶ ἀνάστασις καὶ πάντα τὰ τοιαῦτα πρὸς ἡμᾶς ὀνομάζεται, ποικίλως ἑαυτὸν ταῖς ἡμετέραις εὐεργεσίαις 3.8.11 καταμερίζων. τὰς δὲ οὐσίας διὰ τῶν ὀνομάτων ἑρμηνεύ οντες οἱ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ὀξυωποῦντες, οἱ τὸ μὲν ἀκατάληπτον βλέποντες, τὸ δὲ καταληπτὸν παραβλέ ποντες, ὃν οὔτε εἶδέ τις ἀνθρώπων οὔτε ἰδεῖν δύναται, τοῦ τον οὐ μόνον ὁρᾶν, ἀλλὰ καὶ μετρεῖν διαβεβαιοῦνται, τὴν δὲ πίστιν οὐ βλέπουσι τῷ τῆς ψυχῆς ὀφθαλμῷ, ὅπερ δὴ μόνον σύμμετρόν ἐστι τῇ ἡμετέρᾳ κατανοήσει, τὴν ἐκ τῶν 3.8.12 λογισμῶν ἐπίγνωσιν ἐπίπροσθεν ταύτης ποιούμενοι. οὕτως ἤκουσα τῆς ἱστορίας τῶν υἱῶν Βενιαμὶν κατηγορούσης, οἳ πρὸς μὲν τὸν νόμον οὐκ ἔβλεπον, κατὰ δὲ τριχὸς ἐτοξά ζοντο, δηλοῦντος οἶμαι τοῦ λόγου τὴν περὶ τὸ μάταιον αὐτῶν ἀσχολίαν, ὅτι τῶν μὲν ἀνωφελῶν καὶ ἀνυποστάτων ἑκηβόλοι τινὲς ἦσαν καὶ εὐφυεῖς στοχασταί, τῶν δὲ προδήλως ὠφελούντων ἀμαθεῖς τε καὶ ἀμελέτητοι· ἐπάγει γὰρ τοῖς εἰρημένοις ἡ ἱστορία τὴν κατ' αὐτοὺς συμφοράν, ὅπως πρὸς τὴν Σοδομιτικὴν παρανομίαν λυσσήσαντες πανστρατιᾷ τοῦ Ἰσραηλίτου λαοῦ κατ' αὐτῶν ὁπλισθέντος ἐξεπορθήθησαν. καί μοι δοκεῖ φιλάνθρωπον εἶναι γνώμην εἰσηγή σασθαι τοῖς νέοις τοξόταις, μὴ κατὰ τριχὸς ἐθέλειν τοξά ζεσθαι, τὴν δὲ θύραν μὴ βλέπειν τῆς πίστεως, ἀλλὰ παρέν τας τὴν περὶ τὸ ἄληπτον ματαιοπονίαν μὴ ζημιοῦσθαι τὸ πρόχειρον κέρδος τὸ διὰ μόνης τῆς πίστεως εὑρισκόμενον. 3.8.13 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται γὰρ ἄλλο τι δεῖξαι παρὰ τὴν αἰωνίαν ζωὴν τὸν υἱὸν ὄντα, ἥτις εἰ μὴ ἐν τῷ μονογενεῖ θεωροῖτο, ματαία μὲν ἡ πίστις ἀπο δειχθήσεται, κενὸν δὲ τὸ κήρυγμα, περιττὸν δὲ τὸ βάπτισμα, εἰς οὐδὲν δὲ τῶν μαρτύρων οἱ πόνοι, ἄχρηστοι δὲ καὶ ἀνό νητοι τῇ ζωῇ τῶν ἀνθρώπων οἱ τῶν ἀποστόλων ἱδρῶτες. 3.8.14 τί γὰρ κατήγγειλαν τὸν Χριστόν, ἐν ᾧ τῆς αἰωνίας ζωῆς κατ' Εὐνόμιον οὐκ ἔστιν ἡ δύναμις; εἰς τί δὲ τῷ ὀνόματι Χριστοῦ τοὺς πεπιστευκότας κατονομάζουσιν, εἰ μὴ διὰ τούτου τῆς αἰωνίας μέλλοιεν μετέχειν ζωῆς; 20ὁ γὰρ νοῦς20, φησί, 20τῶν εἰς τὸν κύριον πεπιστευκότων πᾶσαν αἰσθητὴν καὶ νοητὴν οὐσίαν ὑπερκύψας οὐδὲ ἐπὶ τῆς τοῦ υἱοῦ γεννήσεως ἵστασθαι πέφυκεν, ἐπέκεινα δὲ καὶ ταύτης ἵεται, πόθῳ τῆς αἰω 3.8.15 νίου ζωῆς ἐντυχεῖν τῷ πρώτῳ γλιχόμενος20. τί τῶν εἰρημένων πλέον ὀδύρωμαι, τὸ μὴ εἶναι τὴν αἰωνίαν ζωὴν ἐν τῷ υἱῷ τοὺς δειλαίους νομίζειν ἢ τὸ χθαμαλὴν οὕτω καὶ πρόσγειον βλέπειν τὴν τοῦ μονογενοῦς ὑπόστασιν, ὥστε τῆς ἀρχῆς αὐτοῦ τοῖς λογισμοῖς ἐπιβάντας 20ὑπερ κύπτειν20 ἄνω τῆς τοῦ υἱοῦ ζωῆς τῇ ἑαυτῶν διανοίᾳ φαν τάζεσθαι καὶ καταλιπόντας κάτω που τοῦ κυρίου τὴν γέν νησιν ἐπέκεινα ταύτης ἵεσθαι πόθῳ τῆς αἰωνίου ζωῆς; ταύτην γὰρ τὰ εἰρημένα τὴν διάνοιαν ἔχει, ὅτι ὁ ἀνθρώ πινος νοῦς τὴν τῶν ὄντων γνῶσιν διερευνώμενος καὶ τῆς αἰσθητῆς τε καὶ νοητῆς κτίσεως ἑαυτὸν ὑπεράρας καθ' ὁμοιότητα τῶν λοιπῶν κατώτερον ἑαυτοῦ τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν καταλείψει, καὶ ἐν ᾧ οὐκ ἦν ὁ θεὸς λόγος, ἐν ἐκείνῳ αὐτὸς γίνεται, διὰ τῆς πολυπραγμοσύνης τοῦ νοῦ τοῖς ὑπερκειμένοις τῆς τοῦ υἱοῦ ζωῆς ἐμβατεύων, ἐκεῖ τὴν αἰώνιον ζωὴν ἐρευνώμενος ὅπου ὁ μονογενὴς θεὸς οὐκ 3.8.16 ἔστιν. πόθῳ γὰρ τῆς αἰωνίας, φησί, ζωῆς εἰς τὰ ἐπέκεινα τοῦ υἱοῦ τῷ νῷ φέρεται, ὡς ἐν τῷ υἱῷ πάντως μὴ εὑρὼν τὸ ζητούμενον. εἰ οὖν οὐκ ἔστιν ἐν τῷ υἱῷ ἡ αἰώνιος ζωή, ἆρα ψευδὴς ἁλώσεται ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή, ἢ ζωὴ μὲν ἐστίν, οὐκ αἰώνιος δέ; ἀλλὰ τὸ μὴ αἰώνιον πρόσ καιρον πάντως, τὸ δὲ τοιοῦτο τῆς ζωῆς εἶδος κοινὸν καὶ τῶν ἀλόγων ἐστίν. ποῦ τοίνυν τὸ μεγαλεῖον τῆς ὄντως ζωῆς, εἰ μετέχοι ταύτης καὶ ἡ ἄλογος φύσις; πῶς δὲ ταὐτὸν ἔσται τῇ ζωῇ ὁ λόγος, εἰ τῇ ἀλόγῳ φύσει διὰ τῆς 3.8.17 προσκαίρου ζωῆς εἰσοικίζοιτο; εἰ γὰρ κατὰ τὸν μέγαν Ἰωάννην ζωὴ μὲν ἐστὶν ὁ λόγος, πρόσκαιρος δὲ αὕτη καὶ οὐκ αἰώνιος, καθὼς τῇ αἱρέσει δοκεῖ, γίνεται δὲ καὶ ἐν τοῖς ἄλλοις ἡ πρόσκαιρος, τί κατὰ τὸ ἀκόλουθον συμ περαίνεται; ἢ λογικὰ εἶναι τὰ ἄλογα ἢ ἄλογον ὁμολογεῖσθαι τὸν λόγον. ἆρ' ἔτι λόγων πρὸς ἔλεγχον τῆς ἐξαγίστου καὶ πονηρᾶς αὐτῶν βλασφημίας δεόμεθα; μὴ γὰρ τοιαῦτα τὰ λεγόμενα, ὡς κεκρυμμένην ἔχειν τὴν συμβουλὴν τῆς τοῦ 3.8.18 κυρίου ἀρνήσεως; εἰ γὰρ φανερῶς μὲν ὁ ἀπόστολος λέγει τὸ μὴ αἰώνιον πρόσκαιρον, οὗτοι δὲ ἐν μόνῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὴν αἰώνιον ὁρῶσι ζωήν, τὸν δὲ υἱὸν τῆς τοῦ πα τρὸς φύσεως ἀλλοτριοῦντες συναποτέμνουσι καὶ τῆς αἰωνίου ζωῆς, τί ἄλλο καὶ οὐχὶ ἄρνησίς ἐστιν περιφανὴς καὶ ἀθέτησις τῆς εἰς τὸν κύριον πίστεως, σαφῶς τοῦ ἀποστόλου λέγοντος τοὺς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπι κότας ἐλεεινοτάτους ἁπάντων εἶναι; εἰ οὖν ζωὴ μὲν ὁ κύ ριος, οὐκ αἰώνιος δέ, πρόσκαιρος πάντως ἐστὶν ἡ ζωὴ καὶ ἐφήμερος ἡ κατὰ τὸν παρόντα χρόνον ἐνεργουμένη, <ἐν> ᾗ τοὺς ἐλπίζοντας ὁ ἀπόστολος κατοικτίζεται ὡς τῆς ἀλη θινῆς ἀφαμαρτόντας ζωῆς. 3.8.19 Ἀλλὰ μὴν τοῦτον διαβάντες οἱ κατ' Εὐνόμιον πεφω τισμένοι εἰς τὸ ἐπέκεινα τοῦ υἱοῦ τοῖς λογισμοῖς φέρονται, ἐν τῷ ἔξω τοῦ μονογενοῦς θεωρουμένῳ τὴν αἰώνιον ἀναζη τοῦντες ζωήν. τί χρὴ λέγειν ἐπὶ τῶν τοιούτων κακῶν ἄλλο πλὴν εἴ τι θρῆνον ἐκκαλεῖται καὶ δάκρυον. ὢ πῶς ἂν ἐπιστενάξαιμεν τῇ δειλαίᾳ ταύτῃ καὶ ἐλεεινῇ γενεᾷ, τοιούτων δὲ κακῶν ἐξενεγκούσῃ φοράν; ἐθρήνησέ ποτε τὸν Ἰσραηλίτην λαὸν ὁ ζηλωτὴς Ἰερεμίας, ὅτε τῷ Ἰεχονίᾳ τῆςεἰδωλολατρείας καθηγουμένῳ πρὸς τὸ κακὸν συνεφρόνησαν καὶ ἀντὶ τῆς εἰς τὴν θρῃσκείαν παρανομίας τὴν εἰς Ἀσ συρίους αἰχμαλωσίαν κατεδικάσθησαν, ἐξοικισθέντες τοῦ ἁγιάσματος καὶ πόρρω τῆς τῶν πατέρων κληρονομίας γε 3.8.20 νόμενοι. τούτους μοι δοκεῖ νῦν τοὺς θρήνους οἰκειότερον ᾄδεσθαι, ὅτε ὁ μιμητὴς τοῦ Ἰεχονίου πρὸς τὸ καινὸν τοῦτο τῆς εἰδωλολατρείας εἶδος τοὺς ἀπατωμένους ἐφέλκεται, τῆς πατρικῆς ἐξοικίζων κληρονομίας, τῆς πίστεως λέγω. οἷς ἀτεχνῶς κατὰ τὴν ἱστορίαν εἰς Βαβυλωνίους ἡ μετανά στασις γίνεται ἀπὸ τῆς ἄνω Ἱερουσαλὴμ τουτέστιν ἀπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐπὶ τὴν σύγχυσιν ταύτην τῶν πο νηρῶν δογμάτων μεθισταμένοις· σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται· καὶ κατὰ τὸν πηρωθέντα Ἰεχονίαν καὶ οὗτος ἑαυτὸν ἑκουσίως τοῦ φωτὸς τῆς ἀληθείας στερήσας λάφυρον γέγονε τοῦ Βαβυλωνίου τυράννου, μὴ καταμαθὼν ὁ δείλαιος ὅτι τὴν αἰώνιον ζωὴν ἐπίσης πατρί τε καὶ υἱῷ καὶ πνεύ ματι ἁγίῳ τὸ εὐαγγέλιον ἐνορᾶν δογματίζει, περὶ μὲν τοῦ πατρὸς οὕτως εἰπόντος τοῦ λόγου ὅτι τὸ γινώσκειν αὐτὸν ἡ αἰώνιός ἐστι ζωή, περὶ δὲ τοῦ υἱοῦ ὅτι πᾶς ὁ πιστεύων εἰς αὐτὸν τὴν αἰώνιον ἔχει ζωήν, περὶ δὲ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι τῷ δεξαμένῳ τὴν χάριν ἔσται πηγὴ ὕδατος 3.8.21 ἁλλομένου εἰς ζωὴν αἰώνιον. οὐκοῦν πᾶς ὁ ποθῶν τὴν αἰώνιον ζωήν, ἐπειδὰν εὕρῃ τὸν υἱόν, τὸν ἀληθῆ λέγω καὶ οὐ ψευδώνυμον, ὅλον εὗρεν ἐν αὐτῷ ὅπερ ἐπόθησε, διότι καὶ αὐτός ἐστιν ἡ ζωὴ καὶ ἐν ἑαυτῷ τὴν ζωὴν ἔχει. ἀλλ' ὁ λεπτὸς οὗτος τὸν νοῦν καὶ διορατικὸς τὴν καρδίαν ὑπὸ πολλῆς ὀξυωπίας τῷ υἱῷ τὴν αἰώνιον οὐκ ἐνευρίσκει ζωήν, ἀλλ' ὑπερβὰς τοῦτον καὶ καταλιπὼν οἷον ἐμπόδιόν τι πρὸς τὸ ζητούμενον ἐκεῖ διερευνᾶται τὴν αἰώνιον ζωήν, 3.8.22 ὅπου μὴ εἶναι οἴεται τὴν ὄντως ζωήν. τί ἄν τις ἐπινοή σειε τούτων ἢ εἰς βλασφημίαν φρικτότερον ἢ εἰς θρήνων ἀφορμὴν σκυθρωπότερον; ἀλλὰ μὴν τὸ 20Σαβέλλιόν20 τε καὶ 20Μοντανὸν20 τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλεῖσθαι τοιοῦτόν ἐστιν οἷον εἴ τις καὶ τὴν κατὰ τὸ ἀνόμοιον ἡμῖν βλασφη μίαν προστρίβοιτο. εἰ γάρ τις ἐπεσκεμμένως τὴν τῶν αἱρέσεων τούτων ἀπάτην διεξετάσειεν, εὑρήσει πολλὴν ἔχον 3.8.23 τας πρὸς τὴν κατ' Εὐνόμιον πλάνην τὴν οἰκειότητα. ἰου δαΐζει γὰρ ἑκάτερος αὐτῶν ἐν τῷ δόγματι οὔτε τὸν μονο γενῆ θεὸν οὔτε τὸ πνεῦμα τὸ ἅγιον εἰς κοινωνίαν τῆς θεότητος τοῦ μεγάλου παρ' αὐτοῖς καὶ πρώτου λεγομένου θεοῦ προσδεχόμενος· ὃν γὰρ Σαβέλλιος λέγει "1τριώνυμον"2, τοῦτον Εὐνόμιος ὀνομάζει "1ἀγέννητον"2· οὐδέτερος δὲ τού των ἐν τῇ τριάδι τῶν ὑποστάσεων θεωρεῖ τὴν θεότητα. τίς τοίνυν οἰκείως ἔχει πρὸς τὸν Σαβέλλιον, ἡ τῶν ἐντυγ χανόντων τῷ λόγῳ κρίσις ἀποφηνάσθω. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.8.24 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν φημὶ διὰ τῶν προλαβόντων μετρίως τῆς περὶ τούτων ἡμῖν δια νοίας ἐκκαθαρθείσης μηκέτι συνδιαβαπτίζειν τὸν λόγον τοῖς ὁμοίοις κακοῖς. πλὴν τοῦτο μόνον οὐκ ἄκαιρον ἴσως 3.8.25 προσθεῖναι τῶν πολλῶν ἐκλεξάμενον. φησὶ κατὰ τὸ ἴσον καὶ τῇ τοῦ πατρὸς οὐσίᾳ συνεζεῦχθαί ** τινος τὴν ἀγεν νησίαν εἰπόντος διὰ τῶν ὁμοίων ὁ λόγος προέρχεται, καθὼς ἐπὶ τοῦ υἱοῦ συνεπέρανε, σαφῶς διὰ τῆς τῶν ἐναν τίων κατασκευῆς τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται, τὸ μὴ ταὐτὸν οἴεσθαι εἶναι τῇ οὐσίᾳ 20τὴν ἀγεννησίαν20 τε καὶ 20τὴν γέννησιν20, ἀλλ' ἐπιθεωρεῖσθαι μὲν ταῦτα τῷ ὑποκειμένῳ, ἄλλο δέ τι παρὰ ταῦτα εἶναι τῷ ἰδίῳ λόγῳ τὸ ὑποκείμενον, ἐφ' οὗ μηδεμιᾶς διαφορᾶς εὑρισκομένης διὰ τὸ κεχωρίσθαι τῆς οὐσίας τὴν κατὰ τὸ γεννητόν τε καὶ ἀγέννητον διαφορὰν λείπεται κατὰ πᾶσαν ἀνάγκην τὸ ἀπαράλλακτον ἐπ' ἀμφοῖν τὴν οὐσίαν συντίθεσθαι. ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν, πῶς κεχωρίσθαι τοῦ πατρὸς λέγει τὴν 20γέννησιν20, οὐσίαν αὐτὴν νοῶν ἢ 3.8.26 ἐνέργειαν. ἀλλ' εἰ μὲν ἐνέργειαν οἴεται ταύτην, ἐπίσης πάντως τῷ τε ἐνεργηθέντι καὶ τῷ ἐνεργοῦντι συνάπτεται, ὥσπερ ἐπὶ πάσης κατασκευῆς ὁμοίως ἐπί τε τοῦ γινομένου καὶ τοῦ ποιοῦντος ἔστιν ἰδεῖν τὴν ἐνέργειαν μήτε τοῦ τεχνι τεύοντος χωριζομένην καὶ τῇ κατασκευῇ τῶν ἀποτελεσμάτων ἐμφαινομένην· εἰ δὲ οὐσίαν αὐτὴν λέγοι τῆς τοῦ πατρὸς οὐσίας κεχωρισμένην, ἐκ ταύτης ὁμολογῶν εἶναι τὸν κύριον, δῆλός ἐστιν ταύτην ἀντὶ τοῦ πατρὸς ἐπὶ τοῦ μονογενοῦς βλέπων, ὡς δύο πατέρας ἐπὶ τοῦ υἱοῦ νοεῖσθαι, τὸν μὲν ὀνομαζόμενον μόνον, ὃν δὴ καὶ 20ἀγέννητον20 λέγει, μὴ κοινωνοῦντα δὲ τῆς γεννήσεως, τὴν δὲ τὰ τοῦ πατρὸς ἐπὶ τοῦ μονογενοῦς ἐνεργοῦσαν, ἣν 20γέννησιν20 ὀνομάζει. 3.8.27 Καὶ τοῦτο μᾶλλον δι' αὐτῶν τῶν Εὐνομίου λόγων ἢ διὰ τῶν ἡμετέρων ἐλέγχεται. λέγει γὰρ ἐν τοῖς ἐφεξῆς· 20ὁ δὲ θεὸς χωρὶς γεννήσεως ὢν καὶ πρὸ τοῦ γεν νηθέντος ἐστί20, καὶ μετ' ὀλίγον· 20ᾧ γὰρ ἐκ τοῦ γεν νηθῆναι τὸ εἶναι, οὗτος πρὶν γεννηθῆναι οὐκ ἦν20. οὐκοῦν εἰ ἡ γέννησις μὲν κεχώρισται τοῦ πατρός, τῷ δὲ υἱῷ ἐκ τοῦ γεννηθῆναι τὸ εἶναί ἐστιν, ἄρα ἀνενέργητος ὁ πατὴρ ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως καὶ κεχωρισμένος τῆς γεννήσεως, ἀφ' ἧς ὁ υἱὸς τὸ εἶναι ἔχει. εἰ οὖν ἠλ λοτρίωται τῆς τοῦ υἱοῦ γεννήσεως ὁ πατήρ, ἢ ἄλλον τινὰ πατέρα τοῦ υἱοῦ διὰ τοῦ τῆς γεννήσεως ὀνόματος ἀνα πλάσσουσιν ἢ αὐτογέννητόν τινα καὶ αὐτογένεθλον τὸν υἱὸν 3.8.28 οἱ σοφοὶ διὰ τῶν εἰρημένων ἀποδεικνύουσιν. ὁρᾷς τὸ πε φυρμένον τῆς διανοίας τοῦ τὴν ἀμαθίαν ἡμῖν ἄνω καὶ κάτω διὰ τῶν ἰδίων λόγων προφέροντος, ὡς διαπλανᾶται ταῖς πολυοδίαις, μᾶλλον δὲ ταῖς ἀνοδίαις ἡ βλασφημία, δι' οὐδενὸς βεβαίου πρὸς τὸν σκοπὸν ἑαυτῆς προϊοῦσα; καὶ οἷον ἔστιν ἐπὶ τῶν νηπίων ἰδεῖν, ὅταν ὑφ' ἡλικίας ἀθύ ροντες ἐν ψάμμῳ τινὶ μιμῶνται τὰς τῶν οἰκοδομημάτων κατασκευάς, οἷς οὐ κατὰ σκοπὸν ἡ μίμησις τεχνικῶς πρὸς τὸ ἀρχέτυπον ὁμοιοῦται, ἀλλὰ πρότερον ὑπ' ἀνοίας τι κατὰ τὸ συμβὰν ἐξειργάσαντο, εἶτα βουλεύονται τί χρὴ ὀνομάσαι τὸ κατασκεύασμα· ταύτην καὶ ἐπὶ τοῦ λογογράφου τὴν 3.8.29 ἀγχίνοιαν βλέπω. οἷον γάρ τινα ψάμμου σωρείαν κατὰ τὸ ἐπελθὸν αὐτῷ τὰ τῆς ἀσεβείας ῥήματα συμφορήσας μετὰ ταῦτα λογίζεται τὴν ἀδιανόητον βλασφημίαν, πρὸς ὅ τι βλέπει, δίχα τινὸς λογικῆς ἀκολουθίας ἐκ τοῦ αὐτομάτου διὰ τῶν εἰρημένων ἀναφυεῖσαν. οὐ γὰρ οἶμαι κατὰ πρό θεσιν αὐτῷ τὴν τῆς 20γεννήσεως20 ὑπόστασιν ἀναπεπλάσθαι ἀντὶ πατρὸς τῇ οὐσίᾳ τοῦ υἱοῦ γινομένην, οὐδὲ τὸ ἀλλό τριον ἀποδειχθῆναι τῆς γεννήσεως τοῦ υἱοῦ τὸν πατέρα κατὰ σκοπὸν ἦν, ὡς οἶμαι, τῷ ῥήτορι, οὐδὲ ἡ αὐτογένεθλος τερατεία διά τινος προβουλεύσεως ἐπεισηνέχθη, ἀλλὰ πάντα τὰ τοιαῦτα διανοίας χωρὶς ἀπημέσθη τῷ λογογράφῳ, ὡς μηδὲ πολλῆς ἄξιον ἐν τούτοις κατηγορίας εἶναι τὸν πλημ μελοῦντα μὲν ἐν τοῖς δόγμασιν, οὐκ εἰδότα δέ, καθώς φησιν ὁ ἀπόστολος, οὔτε ὃ λέγει οὔτε περὶ τίνων διαβε 3.8.30 βαιοῦται. 20ᾧ γὰρ ἐκ τοῦ γεννηθῆναι20, φησί, 20τὸ εἶναι, οὗτος πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν20. εἰ ἀντὶ τοῦ πατρὸς νοῶν τὴν γέννησιν λέγει, κἀγὼ συντίθεμαι καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. ταὐτὸν γὰρ ἔστι δι' ἑκατέρας σημῆναι τῆς λέξεως ἔκ τε τοῦ εἰπεῖν ὅτι ὁ Ἀβραὰμ ἐγέν νησε τὸν Ἰσαὰκ καὶ ἀντὶ τοῦ "ἐγέννησεν"2 ὅτι "1πατὴρ ἐγέ νετο"2 τοῦ Ἰσαάκ. ἐπεὶ οὖν ταὐτόν ἐστι τῷ γεγεννηκέναι τὸ εἶναι πατέρα, εἴ τις πρὸς ἕτερον τύπον μεταλάβοι τὰ ῥήματα, ταὐτὸν οὖσα τῇ γεννήσει ἡ πατρότης ἀναδειχθή σεται. εἰ οὖν οὕτω φησὶν ὁ Εὐνόμιος ὅτι· ᾧ γὰρ ἐκ τοῦ πατρὸς τὸ εἶναι, οὗτος πρὸ τοῦ πατρὸς οὐκ ἦν, ὑγιαίνει ὁ 3.8.31 λόγος, καὶ ἡμεῖς τοῖς εἰρημένοις ἐπιψηφίζομεν. εἰ δὲ πρὸς ἐκείνην ἀνατρέχει τῷ λόγῳ τὴν γέννησιν καὶ κεχωρίσθαι μέν φησι τοῦ πατρός, συνεζεῦχθαι δὲ τῷ υἱῷ, μάταιον ἡγοῦμαι τῇ τῶν ἀδιανοήτων ἐμφιλοχωρεῖν θεωρίᾳ. οὔτε γὰρ εἰ πρᾶγμα κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον τὴν γέν νησιν οἴεται οὔτε εἰ πρὸς τὸ ἀνυπόστατον ταῖς ἐννοίαις διὰ τοῦ ὀνόματος ἀποσύρεται, μέχρι τοῦ νῦν ἐκ τῶν εἰρημένων κατιδεῖν δεδυνήμεθα. φέρεται γὰρ ὁμοίως πρὸς ἑκατέραν τῶν ὑπολήψεων τὸ ἀπαγὲς τοῦ λόγου καὶ ἄρριζον, πρὸς τὸ δοκοῦν τῷ νοοῦντι περικλινόμενον. 3.8.32 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι· καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ πῶς ἔστι τολμῆσαι προενεγκεῖν διὰ στόματος τὴν φρικώδη τε καὶ ἄθεον τοῦ χριστομάχου λογογραφίαν. δέδοικα γὰρ μή ποτε καθ' ὁμοιότητα τῶν δηλητηρίων φαρμάκων ἐνα πόθηται τῷ στόματι, δι' οὗ τὸ ῥῆμα παρέρχεται, τῆς φθοροποιοῦ πικρίας τὸ λείψανον. Πιστεῦσαι δεῖ τὸν προσ ερχόμενον θεῷ, φησὶν ὁ ἀπόστολος, ὅτι ἔστιν. οὐκοῦν ἴδιον 3.8.33 θεότητος γνώρισμα τὸ ἀληθῶς εἶναι. ὁ δὲ κατασκευάζει τὸν ἀληθῶς ὄντα ἢ μὴ καθόλου εἶναι ἢ μὴ κυρίως εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ μηδὲ ὅλως εἶναι. ὁ γὰρ μὴ κυρίως ὢν οὐδὲ ἔστιν ὅλως. οἷον τρέχειν λέγεται κατὰ τὴν ἐνύπνιον φαντασίαν ὁ τῇ σπουδῇ τοῦ δρόμου ἐμφανταζόμενος· ἀλλ' ἐπειδὴ ψευδῶς τὴν δόκησιν τοῦ ἀληθοῦς ὑποκρίνεται δρό μου, διὰ τοῦτο ἡ φαντασία δρόμος οὐκ ἔστιν. ἀλλὰ κἂν οὕτως ἐκ καταχρήσεως λέγηται, ψευδωνύμῳ τῇ κλήσει κατονομάζεται. οὐκοῦν ὁ τολμῶν τὸν μονογενῆ θεὸν ἢ μὴ εἶναι λέγειν ἢ μὴ κυρίως εἶναι σαφῶς τὴν εἰς αὐτὸν πίστιν διαγράφει τοῦ δόγματος. τίς γὰρ ἂν ἔτι μὴ ὄντι πιστεύσειεν; ἢ τίς ἂν πρόσθοιτο τούτῳ, οὗ τὸ εἶναι ἄκυρον ἀπο δέδεικται παρὰ τῶν ἐχθρῶν τοῦ ἀληθινοῦ κυρίου καὶ ἀνυ πόστατον; 3.8.34 Καὶ ὡς ἂν μὴ δόξειεν διά τινος συκοφαντίας κατὰ τῶν ὑπεναντίων ὁ παρ' ἡμῶν γίνεσθαι λόγος, αὐτὴν παρα θήσομαι τῶν ἀσεβῶν τὴν λέξιν ἔχουσαν οὕτως· 20οὐκ ὢν οὐδὲ κυρίως ὤν20, φησίν, 20ὁ ἐν κόλποις ὢν τοῦ ὄν τος καὶ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὤν, κἂν Βασίλειος τοῦ διορισμοῦ τούτου καὶ τῆς προσ θήκης ἀμελήσας ἐπαλλάττῃ τὴν τοῦ ὄντος προσηγορίαν παρὰ τὴν ἀλήθειαν20. τί λέγεις; ὁ ἐν τῷ πατρὶ ὢν οὐκ ἔστι, καὶ ὁ ἐν ἀρχῇ ὢν καὶ ὁ ἐν τοῖς κόλποις ὢν διὰ τοῦτο οὐκ ἔστιν, ὅτι ἐν ἀρχῇ ἐστι καὶ ἐν τῷ πατρί ἐστι καὶ ἐν τοῖς κόλποις καθορᾶται τοῦ ὄντος; καὶ διὰ τοῦτο κυρίως οὐκ ἔστιν, ὅτι ἐν τῷ ὄντι 3.8.35 ἐστίν; ὢ καινῶν τε καὶ παραλόγων δογμάτων. νῦν πρώτως τῆς κενοφωνίας ταύτης ἠκούσαμεν, ὅτι ὁ κύριος δι' οὗ τὰ πάντα κυρίως οὐκ ἔστι. καὶ οὔπω τοῦτο δεινόν, ἀλλ' ἔτι καὶ [τὸ] τούτου παραλογώτερον τὸ μὴ μόνον μὴ εἶναι αὐτὸν λέγειν ἢ μὴ κυρίως εἶναι, ἀλλὰ καὶ τῇ συνθέτῳ τε καὶ ποικίλῃ ἐνθεωρεῖσθαι φύσει· 20οὐκ ὢν γάρ20, φησίν, 20οὐδὲ ἁπλοῦς ὤν20. ᾧ δὲ τὸ ἁπλοῦν οὐ πρόσεστιν, τὸ ποικίλον δηλονότι προσμαρτυρεῖται καὶ σύνθετον. πῶς οὖν ὁ αὐτὸς καὶ οὐκ ἔστιν ὅλως καὶ σύνθετος κατὰ τὴν οὐσίαν ἐστίν; χρὴ γὰρ τῶν δύο τὸ ἕτερον, ἢ καθόλου προσμαρτυροῦντας αὐτῷ τὸ ἀνύπαρκτον μηδὲ σύνθετον λέγειν, ἢ τὸ σύνθετον 3.8.36 ἐπικαλοῦντας αὐτῷ μὴ ἐξαιρεῖν τοῦ ὄντος. ἀλλ' ὡς ἂν πολυειδῶς τε καὶ ποικίλως γίνοιτο παρ' αὐτῶν ἡ βλασφη μία, πᾶσιν ἐφάλλεται τοῖς ἀθέοις νοήμασι, τῇ μὲν πρὸς τὸ ὂν συγκρίσει μὴ εἶναι κυρίως λέγουσα, τῇ δὲ πρὸς τὸ ἁπλοῦν σχέσει ἀμοιρεῖν τῆς ἁπλότητος. οὐκ ὢν οὐδὲ ἁπλῶς οὐδὲ κυρίως ὤν. τίς τῶν παραβεβηκότων τὸν λόγον καὶ τὴν πίστιν ἐξομοσαμένων τοσοῦτον ἐνεδαψιλεύσατο ταῖς ἀρ νητικαῖς τοῦ κυρίου φωναῖς καὶ ἀντεφιλοτιμήθη τῷ θείῳ τοῦ Ἰωάννου κηρύγματι; ὁσάκις γὰρ ἐκεῖνος τὸ "1ἦν"2 τῷ λόγῳ προσεμαρτύρησε, τοσαυτάκις οὗτος ἀντιθεῖναι τὸ "1οὐκ 3.8.37 ἦν"2 τῷ ὄντι ἐφιλονείκησε. καὶ τῷ ἁγίῳ στόματι τοῦ πατρὸς ἡμῶν διαμάχεται, ταῦτα προφέρων κατ' αὐτοῦ τὰ ἐγκλή ματα ὅτι ἀμελεῖ τῶν διορισμῶν τούτων Βασίλειος, ὄντα λέγων τὸν ἐν τῷ πατρὶ καὶ ἐν τῇ ἀρχῇ καὶ ἐν τοῖς κόλ ποις ὄντα, ὡς τῆς τοιαύτης προσθήκης, τῆς κατὰ τὴν ἀρχὴν καὶ τὸν κόλπον, παραγραφομένης τοῦ ὄντος τὴν ὕπαρξιν. ὢ καινῶν μαθημάτων, οἷα παιδεύουσιν οἱ παι δευταὶ τῆς ἀπάτης, οἵων δογμάτων εἰσηγηταὶ τοῖς ἀκούουσι 3.8.38 γίνονται. τὸ ἔν τινι ὂν μὴ εἶναι διδάσκουσιν. οὐκοῦν ἐπειδὴ ἐντὸς σοῦ ἐστιν, Εὐνόμιε, ἡ καρδία καὶ ὁ ἐγκέ φαλος, οὐκ ἔστι κατὰ τὸν σὸν διορισμὸν τούτων ἑκάτερον. εἰ γὰρ διὰ τοῦτο κυρίως ὁ μονογενὴς θεὸς οὐκ ἔστιν, διότι ἐν τοῖς τοῦ πατρός ἐστι κόλποις, πᾶν τὸ ἔν τινι ὂν τοῦ εἶναι πάντως ἐξῄρηται. ἀλλὰ μὴν ἐν σοὶ ἡ καρδία καὶ οὐ καθ' ἑαυτὴν ἐστίν. ἄρα κατὰ τὸν σὸν λόγον ἢ καθόλου χρὴ μὴ εἶναι λέγειν αὐτὴν ἢ μὴ κυρίως εἶναι. 3.8.39 Ἀλλὰ τὸ μὲν ἀπαίδευτον ἐν τοῖς εἰρημένοις παρ' αὐτοῦ καὶ τὸ βλάσφημον τοσοῦτόν τε καὶ τοιοῦτον, ὡς καὶ πρὸ τῶν ἡμετέρων λόγων καταφανὲς εἶναι τοῖς γε νοῦν ἔχουσιν· ὡς δ' ἂν μᾶλλον ἐπίδηλος αὐτοῦ γένοιτο μετὰ τῆς ἀσεβείας ἡ ἄνοια, τοῦτο τοῖς προειρημένοις προσθή σομεν. εἰ μόνον ἔστι κυρίως εἶναι λέγειν, ᾧ τῆς γραφῆς ὁ λόγος ἀπολελυμένον τε καὶ ἄσχετον μαρτυρεῖ τὸ εἶναι, διὰ τί καθάπερ οἱ ὑδροφοροῦντες ἐν ἐξουσίᾳ τοῦ πιεῖν 3.8.40 ὄντες τῇ δίψῃ φθείρονται; καὶ οὕτως πρόχειρον ἔχων τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας τὸ ἀντιφάρμακον ἐπιμύσας παρέδραμεν, ὥσπερ τὸ σωθῆναι φοβούμενος, καὶ ἀδικεῖν αἰτιᾶται Βασίλειον ὅτι τοὺς προσδιορισμοὺς σιωπήσας μόνον ἐφ' ἑαυτοῦ τὸ ἦν ἐπὶ τοῦ μονογενοῦς διηγήσατο. καίτοι γε δυνατὸν ἦν, ἃ ἐκεῖνος εἶδε καὶ ἕκαστος τῶν ὀφθαλμοὺς ἐχόντων ὁρᾷ, καὶ τοῦτον ἰδεῖν. ὅ μοι δοκεῖ προφητικῶς κινηθεὶς ὁ ὑψηλὸς Ἰωάννης, ὡς ἂν ἐμφραγείη τὰ στόματα τῶν χριστομάχων τῶν διὰ τὰς προσθήκας ταύτας ἀθετούν των τοῦ Χριστοῦ τὸ κυρίως εἶναι, ἁπλῶς καὶ ἀδιορίστως εἰπεῖν ὅτι θεὸς ἦν ὁ λόγος καὶ ζωὴ ἦν καὶ φῶς ἦν, οὐ μόνον ἐν ἀρχῇ καὶ πρὸς τὸν θεὸν καὶ ἐν κόλποις τοῦ πατρὸς ὤν, ὥστε διὰ τῆς τοιαύτης σχέσεως ἀναιρεῖσθαι τοῦ κυρίου τὸ κυρίως εἶναι· ἀλλὰ τῷ εἰπεῖν ὅτι θεὸς ἦν, τῇ ἀσχέτῳ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ πᾶσαν περιδρομὴν τῶν εἰς ἀσέβειαν τρεχόντων τοῖς λογισμοῖς ὑποτέμνεται καὶ ἔτι πρὸς τούτοις, ὃ καὶ μᾶλλον, ἐλέγχει τὴν τῶν ἀντικει 3.8.41 μένων κακόνοιαν. εἰ γὰρ τὸ ἔν τινι εἶναι σημεῖον ποιοῦνται τοῦ μὴ κυρίως εἶναι, οὐδὲ τὸν πατέρα κυρίως εἶναι πάντως συντίθενται, μεμαθηκότες ἐν τῷ εὐαγγελίῳ ὅτι ὥσπερ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ μένει κατὰ τὴν τοῦ κυρίου φωνήν. ἴσον γάρ ἐστι τῷ ἐν κόλποις εἶναι τοῦ πατρὸς τὸν υἱὸν τὸ ἐν τῷ υἱῷ τὸν πατέρα εἶναι λέγειν. ἐν παρόδῳ δὲ καὶ τοῦτο προσεξετάσωμεν. ὅτε οὐκ ἦν, ὥς φασιν, ὁ υἱός, τί περιεῖχε τοῦ πατρὸς ὁ κόλπος; πάντως γὰρ ἢ πλήρη δώσουσιν αὐτὸν εἶναι ἢ κενὸν ὑποθήσονται. 3.8.42 εἰ μὲν οὖν πλήρης ἦν ὁ κόλπος, ὁ υἱὸς πάντως ἦν τοῦ κόλπου τὸ πλήρωμα· εἰ δέ τινα κενότητα τοῖς τοῦ πατρὸς ἐνθεωροῦσι κόλποις, οὐδὲν ἕτερον ἢ ἐκ παραυξήσεως αὐτῷ προσμαρτυροῦσι τὴν τελειότητα, ἀπὸ τοῦ κενοῦ τε καὶ λεί ποντος ἐπὶ τὸ πλῆρες μεθισταμένου καὶ τέλειον. ἀλλ' Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, φησὶν ὁ ∆αβὶδ περὶ τῶν ἐν σκότει διαπορευομένων. ὁ γὰρ ἐκπεπολεμωμένος τῷ ἀληθινῷ φωτὶ ἐν φωτὶ τὴν ψυχὴν ἔχειν οὐ δύναται. διὰ τοῦτο προσκεί μενον ἐκ τοῦ ἀκολούθου τὸ τὴν ἀσέβειαν ταύτην ἐπαν ορθούμενον ὥσπερ ἀορασίᾳ πληγέντες κατὰ τοὺς Σοδομίτας οὐ κατενόησαν. 3.8.43 Ἀλλὰ καὶ κυριεύεσθαι λέγει παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν, οὕτω λέγων τῷ ῥήματι· 20οὐ γὰρ οἰκει οῦται ταύτην τὴν ἀξίαν ὁ διὰ τὸν πατέρα ὢν καὶ ζῶν, τῆς καὶ τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν20. εἰ μὲν οὖν τινι τῶν ἔξω σοφῶν ταῦτα δοκεῖ, μηδὲν ἐνο χλείσθω τὰ εὐαγγέλια μηδὲ ἡ λοιπὴ τῆς θεοπνεύστου γραφῆς διδασκαλία (τίς γὰρ κοινωνία τῷ Χριστιανῷ λόγῳ πρὸς τὴν μωρανθεῖσαν σοφίαν;)· εἰ δὲ τοῖς γραφικοῖς ἐπε ρείδεται, δειξάτω τοιαύτην ἐκ τῶν ἁγίων φωνήν, καὶ ἡμεῖς σιωπήσομεν. βοῶντος ἀκούω τοῦ Παύλου ὅτι Εἷς κύριος 3.8.44 Ἰησοῦς Χριστός. ἀλλ' ἀντιβοᾷ τῷ Παύλῳ Εὐνόμιος δοῦλον ὀνομάζων τὸν Χριστόν. ἄλλο γάρ τι δουλείας ἡμεῖς οὐκ ἐπιγινώσκομεν γνώρισμα πλὴν τοῦ ὑποχείριον εἶναι καὶ κυ ριεύεσθαι. ὁ δοῦλος δοῦλος πάντως ἐστίν· ὁ δὲ δοῦλος τῇ φύσει κύριος εἶναι οὐ δύναται, κἂν ἐκ καταχρήσεως λέγηται. καὶ τί μοι φέρειν εἰς μαρτυρίαν τῆς τοῦ κυρίου κυριότητος τὰς τοῦ Παύλου φωνάς; αὐτὸς γὰρ ὁ Παύλου δεσπότης πρὸς τοὺς μαθητάς φησιν ἀληθῶς εἶναι κύριος, ἀποδεχόμενος τὴν ὁμολογίαν τῶν διδάσκαλον αὐτὸν καὶ 3.8.45 κύριον ὀνομαζόντων. λέγει γὰρ ὅτι Ὑμεῖς καλεῖτέ με κύ ριον καὶ διδάσκαλον καὶ καλῶς λέγετε· εἰμὶ γάρ. τὸ δὲ αὐτὸ τοῦτο καὶ τὸν πατέρα παρ' αὐτῶν ἐνομοθέτησε λέ γεσθαι εἰπὼν Μὴ καλέσητε καθηγητὴν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς ὁ Χριστός· καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. τίνι τοίνυν προσεκτέον ἡμῖν ἐν μέσῳ τούτων ἀπειλημμένοις; ἐκεῖθεν αὐτός τε ὁ κύριος καὶ ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν τὸ μὴ χρῆναι δοῦλον αὐτὸν ἐννοεῖν ἐγκελεύεται, ἀλλ' οὕτω τιμᾶν αὐτὸν καθὼς τιμᾶται ὁ πατήρ· ἐντεῦθεν Εὐνόμιος δουλείας ἐπάγει τῷ κυρίῳ γραφήν, κυριεύεσθαι λέγων τὸν τοῦ παντὸς ἐξημμένον τὸ 3.8.46 κράτος. ἆρ' ἀμφίβολος ἡμῖν τοῦ πρακτέου ἡ αἵρεσις ἢ παρ' ὀλίγον ἐστὶν ἡ τοῦ λυσιτελεστέρου διάκρισις; ἀτιμάσω Παύλου τὴν συμβουλήν, ὦ Εὐνόμιε; ἀπιστοτέραν ἡγήσομαι τῆς σῆς ἀπάτης τὴν τῆς ἀληθείας φωνήν; ἀλλ' Εἰ μὴ ἦλθον καὶ ἐλάλησα, φησίν, αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. ἐπεὶ οὖν αὐτὸς ἐλάλησεν αὐτοῖς, ἀληθῶς λέγων ἑαυτὸν εἶναι κύριον, οὐχὶ ψευδῶς ὀνομάζεσθαι (εἰμὶ γάρ, φησίν, οὐχὶ ὀνομάζομαι), τί ἀναγκαῖον ποιεῖν ᾧ ἀναπόδραστός ἐστιν ἐκ τοῦ προγνῶναι ἡ τιμωρία; 3.8.47 Ἀλλ' ἴσως πάλιν ἡμῖν πρὸς ταῦτα τὴν συνήθη σοφίαν ἀντιπροβάλλεται καὶ λέξει τὸν αὐτὸν καὶ δουλεύειν καὶ κύριον εἶναι, ὑπὸ μὲν τοῦ κρατοῦντος κυριευόμενον, τῶν δὲ λοιπῶν κυριεύοντα. λέγεται γὰρ τὰ σοφὰ ταῦτα κατὰ τὰς τριόδους παρὰ τῶν ἐραστῶν τῆς ἀπάτης περιφερόμενα, οἳ διὰ τῶν ἀνθρωπίνων περιστάσεων τὰς ματαίας ἑαυτῶν ὑπο λήψεις περὶ τὸ θεῖον κρατύνουσιν· ἐπειδὴ γὰρ αἱ κατὰ τὸν βίον τοῦτον συντυχίαι τῶν τοιούτων ἡμῖν πραγμάτων τὰ ὑποδείγματα φέρουσιν, οἷον ἐπ' οἰκίας ἔστιν εὐπορωτέρας ἰδεῖν τὸν δραστικώτερόν τε καὶ εὐνούστερον τῶν ὁμοδούλων προτεταγμένον, προστάγματι τοῦ δεσπότου τὴν κατὰ τῶν ὁμοτίμων ὑπεροχὴν λαχόντα, ταύτην μετάγουσιν ἐπὶ τὰ θεῖα δόγματα τὴν διάνοιαν, ὥστε τὸν μονογενῆ θεὸν ὑπε ζευγμένον τῇ δυναστείᾳ τοῦ ὑπερέχοντος μηδὲν ἐμποδίζεσθαι τῇ τοῦ δυναστεύοντος ἐξουσίᾳ πρὸς τὴν τῶν καταδεεστέρων 3.8.48 ἡγεμονίαν. ἀλλ' ἡμεῖς ἐρρῶσθαι φράσαντες τῇ τοιαύτῃ σοφίᾳ κατὰ τὸ ἡμέτερον τῆς διανοίας μέτρον τὸν περὶ τούτου λόγον διασκεψώμεθα. ἆρα τὸν πατέρα φύσει κύριον ὁμολογοῦσιν ἢ διὰ χειροτονίας τινὸς πρὸς τοῦτο ἐλθεῖν; ἀλλ' οὐκ οἶμαι εἰς τοῦτο μανίας ἐλθεῖν τὸν καὶ ὁπωσοῦν διανοίας μετέχοντα, ὡς μὴ φύσει προσμαρτυρεῖν τῷ θεῷ τῶν ὅλων τὴν κυριότητα. ὃ γὰρ ἁπλοῦν τῇ φύσει καὶ ἀμερὲς καὶ ἀσύνθετον, ὅπερ ἂν τύχῃ ὄν, ὅλον διόλου τοῦτό ἐστιν, οὐκ ἐκ μεταβολῆς τινος ἕτερον ἐξ ἑτέρου γινόμενον, 3.8.49 ἀλλ' ἐν ᾧ ἐστι διαμένον πρὸς τὸ ἀΐδιον. τί οὖν καὶ περὶ τοῦ μονογενοῦς ὑπειλήφασιν; ἆρα ἁπλῆν αὐτοῦ τὴν οὐσίαν ὁμολογοῦσιν ἤ τινα καὶ σύνθεσιν περὶ αὐτὴν ἐννοοῦσιν; εἰ μὲν οὖν ποικίλον τι χρῆμα καὶ πολυμερὲς εἶναι τοῦτον νομίζουσιν, οὐδὲ τὸ ὄνομα πάντως τῆς θεότητος αὐτῷ συγχωρήσουσιν, εἰς ὑλώδεις τινὰς καὶ σωματικὰς ὑπολήψεις τὸ περὶ τοῦ Χριστοῦ δόγμα μετάγοντες· εἰ δὲ ἁπλοῦν εἶναι συντίθενται, πῶς ἔστι τῇ ἁπλότητι τοῦ ὑποκειμένου τὴν τῶν ἐναντίων συνδρομὴν ἐνθεωρῆσαι; ὡς γὰρ τῆς ζωῆς καὶ τοῦ θανάτου ἄμεσός ἐστιν ἡ πρὸς τὸ ἐναντίον ἀντιδιάστασις, οὕτως ἡ κυριότης πρὸς τὴν δουλείαν ἄμικτός ἐστι καὶ 3.8.50 ἠλλοτριωμένη τοῖς ἰδιάζουσιν. οὐ γὰρ ἄν τις ἑκάτερον τούτων ἐφ' ἑαυτοῦ θεωρῶν τὸν ἴσον ἀμφοτέροις ἁρμόσειε λόγον· ὧν δὲ ὁ λόγος οὐχ ὁ αὐτός, τούτων καὶ ἡ φύσις πάντως διάφορος. εἰ οὖν ἁπλοῦς κατὰ τὴν φύσιν ὁ κύριος, πῶς ἂν γένοιτο περὶ τὸ ὑποκείμενον ἡ τῶν ἐναντίων δι πλόη, δουλείας συνανακιρναμένης τῇ κυριότητι; ἀλλ' εἰ κύριος κατὰ τὴν τῶν ἁγίων διδασκαλίαν ὁμολογεῖται, ἀμέτ οχον αὐτὸν εἶναι τοῦ ἐναντίου ἡ ἁπλότης τοῦ ὑποκειμένου μαρτύρεται· εἰ δὲ δουλεύειν αὐτὸν ἀποφαίνονται, μάτην αὐτῷ τὸ ὄνομα προσμαρτυροῦσι τῆς κυριότητος. τὸ γὰρ ἁπλοῦν τῇ φύσει πρὸς τὰ ἐναντία τῶν ἰδιωμάτων οὐ δια 3.8.51 σχίζεται. εἰ δὲ τὸ μὲν εἶναί φασιν αὐτὸν τὸ δὲ λέγεσθαι, τῇ φύσει μὲν δοῦλον, τῷ ὀνόματι δὲ κύριον, ῥηξάτωσαν ἐν παρρησίᾳ τοιαύτην φωνήν, καὶ ἀναπαύσουσιν ἡμᾶς τῶν μακρῶν περὶ τὴν ἀντίρρησιν πόνων. τίς γὰρ οὕτως ἐν τοῖς ματαίοις εὔσχολος, ὡς τὰ φανερά τε καὶ ἀναμφίβολα διὰ λογισμῶν ἐξελέγχειν; οὐδὲ γὰρ εἴ τις ἑαυτοῦ καταμηνύσειε τοῦ φόνου τὸ μίασμα, πόνος τις ὑπολείπεται τοῖς κατηγόροις δι' ἀποδείξεών τινων ἄγειν τὴν μιαιφονίαν εἰς ἔλεγχον. οὕτω καὶ ἡμεῖς οὐκέτι τὸν ἐκ τῆς ἐξετάσεως ἔλεγχον τοῖς ἐναν τίοις ἐποίσομεν, ὅταν μέχρι τούτου τῇ ἀσεβείᾳ προέλθωσιν. 3.8.52 ὁ γὰρ δοῦλον τῇ φύσει λέγων τὸν μονογενῆ θεὸν ὁμόδουλον ἑαυτῷ τοῦτον δι' ὧν λέγει κατασκευάζει. ἐκ δὲ τούτου διπλῆ ἡ ἀτοπία κατ' ἀνάγκην συνενεχθήσεται. ἢ γὰρ καταφρονήσει τοῦ ὁμοδούλου καὶ τὴν πίστιν ἀρνήσεται, τὸν ζυγὸν τῆς τοῦ Χριστοῦ δεσποτείας ἀποσεισάμενος, ἢ ὑπο κύψει τῷ δούλῳ καὶ ἀποστραφεὶς τὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον φύσιν τρόπον τινὰ ἑαυτὸν ἀντὶ θεοῦ σεβασθή 3.8.53 σεται. εἰ γὰρ ἐν δουλείᾳ μὲν ἑαυτόν, ἐν δουλείᾳ δὲ ὁρᾷ καὶ τὸ σέβασμα, πρὸς ἑαυτὸν ἀτεχνῶς βλέπει ὁ ἄλλον ἑαυτὸν ἐν τῷ σεβάσματι βλέπων. ἀλλὰ μὴν τὰ ἄλλα πάντα, ὅσα κατ' ἀνάγκην τῇ κακίᾳ ταύτῃ συνθεωρεῖται τοῦ δόγματος, τίς ἂν ἐξαριθμήσαιτο λόγος; τίς γὰρ οὐκ οἶδεν ὅτι ὁ δοῦλος τῇ φύσει καὶ πρὸς δεσποτικὴν ἀνάγκην ἠσχο λημένος οὐδὲ τοῦ κατὰ τὸν φόβον πάθους ἐκτὸς ἂν εἴη; συνέζευκται γάρ πως τῇ φύσει τῆς δουλείας ὁ φόβος. καὶ τούτου μάρτυς ὁ θεῖος ἀπόστολος εἰπὼν ὅτι Οὐκ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον. ὥστε καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸ κατὰ τὸν φόβον πάθος ἐπιθρυλή σουσι τῷ ὁμοδούλῳ θεῷ. 3.8.54 Ἀλλ' ὁ μὲν τῆς αἱρέσεως θεὸς τοιοῦτος. ἡμεῖς δὲ οἱ κατὰ τὸν ἀπόστολον ἐπ' ἐλευθερίᾳ παρὰ Χριστοῦ κλη θέντες τοῦ τῆς δουλείας ἡμᾶς ἐλευθερώσαντος, ὅσα φρονεῖν παρὰ τῶν γραφῶν ἐδιδάχθημεν, δι' ὀλίγων ἐκθήσομαι. ἐγὼ γὰρ ἐκ τῆς θείας διδασκαλίας ὁρμώμενος θαρρῶν ἀποφαίνομαι ὅτι οὐδὲ ἡμᾶς δούλους εἶναι ὁ θεῖος βούλεται λόγος, μετασκευασθείσης ἡμῖν πρὸς τὸ κρεῖττον τῆς φύ σεως, καὶ ὁ πάντα λαβὼν τὰ ἡμέτερα, ἐφ' ᾧτε ἀντιδοῦναι τὰ ἴδια, ὡς τὰς νόσους καὶ τὸν θάνατον καὶ τὴν κατάραν καὶ τὴν ἁμαρτίαν, οὕτω καὶ τὴν δουλείαν ἀνέλαβεν, οὐχ ὡς αὐτὸς ἔχειν ἃ ἔλαβεν, ἀλλ' ὡς ἐκκαθᾶραι τῶν τοιού των τὴν φύσιν, ἐξαφανισθέντων ἐν τῇ ἀκηράτῳ φύσει τῶν 3.8.55 ἡμετέρων. ὡς οὖν οὐκ ἔσται κατὰ τὴν ἐλπιζομένην ζωὴν οὐ νόσος, οὐ κατάρα, οὐχ ἁμαρτία, οὐ θάνατος, οὕτως εἰς ἀφανισμὸν καὶ ἡ δουλεία μετὰ τούτων διελεύσεται. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτὴν πρὸς μαρτυρίαν καλῶ τὴν ἀλήθειαν, ἥ φησι πρὸς τοὺς μαθητὰς ὅτι Οὐκέτι καλῶ ὑμᾶς δούλους, ἀλλὰ φίλους. εἰ οὖν τὸ καθ' ἡμᾶς ἔσται ποτὲ τοῦ τῆς δουλείας ὀνείδους ἐλεύθερον, πῶς ὁ τοῦ παντὸς δεσπότης ὑπὸ τῆς παραπληξίας τε καὶ μανίας τῶν ἐξεστηκότων τούτων καταδουλοῦται, οἳ κατὰ τὸ ἀκόλουθον πάντως οὐδὲ γινώσκειν αὐτὸν τὰ τοῦ πατρὸς διορίζονται διὰ τὴν περὶ τῶν δούλων ἀπόφασιν, ἥ φησιν ὅτι Ὁ δοῦλος οὐκ 3.8.56 οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ; ἀλλ' ὅταν ταῦτα λέγωσιν, ἀκουσάτωσαν ὅτι πάντα ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, καὶ πάντα βλέπει ὅσα ὁ πατὴρ ποιεῖ, καὶ οὐδὲν τῶν πατρικῶν ἀγαθῶν ἔξω τῆς τοῦ μονογενοῦς ἐστι γνώσεως. πῶς γὰρ ἄν τι τοῦ πατρὸς μὴ ἔχοι, ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα; οὐκοῦν εἰ δοῦλος μὲν οὐ γινώσκει τί ποιεῖ ὁ δεσπότης, ὁ δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ἔχει, νη ψάτωσάν ποτε οἱ τῇ μέθῃ παράφοροι καὶ ἀναβλεψάτωσαν νῦν γοῦν πρὸς τὴν ἀλήθειαν, ὅτι ὁ πάντα ἔχων ὅσα ὁ πατὴρ ἔχει δεσπότης πάντων καὶ οὐχὶ δοῦλός ἐστι. πῶς γὰρ δύναται ἡ ἀδέσποτος ὑπόστασις δουλικὸν ἔχειν ἐφ' ἑαυτῆς χαρακτῆρα καὶ ὁ τοῦ παντὸς βασιλεὺς μὴ ὁμό τιμον ἔχειν ἑαυτῷ τὴν μορφήν; ἢ πῶς ἡ ἀτιμία τῆς ἀλη θινῆς ἀπαυγάζεται δόξης; ἀτιμία γάρ ἐστιν ἡ δουλεία. 3.8.57 πῶς δὲ ὁ τοῦ βασιλέως υἱὸς εἰς δουλείαν γεννᾶται; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. ἀλλ' ὡς φῶς ἐκ φωτὸς καὶ ζωὴ ἐκ ζωῆς καὶ ἐξ ἀληθείας ἀλήθεια, οὕτως καὶ ἐκ κυρίου κύ ριος, βασιλεὺς ἐκ βασιλέως, ἐκ θεοῦ θεός, ἐξ ἀδεσπότου ἀδέσποτος· ὅλον γὰρ ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, εἴ τι ὁ πατὴρ ἔχει ἐν ἑαυτῷ, πάντως ἔχει· καὶ ἐπειδὴ πάντα τοῦ πατρός ἐστιν ὅσα ὁ υἱὸς ἔχει, ἀνάγκη πᾶσα παρὰ τῶν ἐχθρῶν τῆς τοῦ θεοῦ δόξης, εἴπερ ὁ υἱὸς δοῦλος, καὶ τὸν 3.8.58 πατέρα εἰς δουλείαν κατάγεσθαι. οὐδὲν γὰρ ἔστι τῶν ἐν τῷ υἱῷ θεωρουμένων, ὃ μὴ τοῦ πατρός ἐστι πάντως. Πάντα γάρ, φησί, τὰ ἐμὰ σὰ καὶ τὰ σὰ ἐμά. τί οὖν ἐροῦσιν οἱ δείλαιοι; τί [οὖν] εὐλογώτερον, τὸν υἱὸν τῇ βασιλείᾳ τοῦ πατρὸς ἐνδοξάζεσθαι, τὸν εἰπόντα ὅτι Τὰ σὰ ἐμὰ καὶ δεδό ξασμαι ἐν αὐτοῖς, ἢ τὸν πατέρα τῇ ἀτιμίᾳ τῆς δουλείας τοῦ υἱοῦ καθυβρίζεσθαι; οὐ γὰρ ἔστι τὸν πάντα τὰ τοῦ υἱοῦ ἐν ἑαυτῷ περιέχοντα καὶ αὐτὸν ἐν τῷ υἱῷ ὄντα μὴ καὶ ἐν τῇ δουλείᾳ τοῦ υἱοῦ πάντως εἶναι καὶ ἐν ἑαυτῷ τὴν δουλείαν ἔχειν. ταῦτα κατορθοῖ διὰ τῆς σοφίας Εὐνό μιος, δι' ὧν καθυβρίζει τῇ δουλείᾳ τὸν κύριον, τὴν αὐτὴν ἀτιμίαν τῇ ἀκηράτῳ δόξῃ τοῦ πατρὸς προστριβόμενος. 3.8.59 Ἀλλ' ἐπαναδράμωμεν πάλιν ἐπὶ τὴν τῶν γεγραμμένων ἀκολουθίαν. τί λέγει περὶ τοῦ μονογενοῦς ὁ Εὐνόμιος; ὅτι 20οὐκ οἰκειοῦται ταύτην τὴν ἀξίαν. ἀξίαν20 γὰρ ὀνομάζει τὴν τοῦ ὄντος προσηγορίαν. ὢ παραλόγου φιλο σοφίας. τίς τῶν πώποτε γεγονότων ἀνθρώπων εἴτε παρ' Ἕλλησιν εἴτε παρὰ τῇ βαρβαρικῇ φιλοσοφίᾳ, τίς τῶν καθ' ἡμᾶς, τίς τῶν ἐν παντὶ τῷ χρόνῳ 20ἀξίαν20 ὄνομα τῷ ὄντι ἔθετο; πᾶν γὰρ τὸ ἐν ὑποστάσει θεωρούμενον ἡ κοινὴ τῶν λόγῳ κεχρημένων συνήθεια "1εἶναι"2 λέγει· παρὰ δὲ τὸ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρεσχημάτισται. ἀλλὰ νῦν καινοτομεῖται κατὰ τῆς τοῦ ὄντος σημασίας ἡ τῆς 20ἀξίας20 3.8.60 φωνή. λέγει γὰρ τὸν υἱὸν μὴ οἰκειοῦσθαι τὴν τοῦ ὄντος ἀξίαν τὸν διὰ τὸν πατέρα ὄντα καὶ ζῶντα, οὔτε <τὴν> γραφὴν ἔχων τοῦ λόγου προστήσασθαι οὔτε διά τινος ἀκο λουθίας πρὸς τὴν ἄνοιαν ταύτην προαγαγὼν τὸν λόγον, ἀλλ' ὥς τινα φυσώδη τροφὴν τοῖς σπλάγχνοις ἐνθέμενος ἀκατάσκευόν τε καὶ ἀσυλλόγιστον οἷόν τι πνεῦμα δυσῶδες 3.8.61 τὴν βλασφημίαν ἐρεύγεται. 20οὐκ οἰκειοῦται20, φησί, 20ταύ την τὴν ἀξίαν20. δεδόσθω τὸ ὂν 20ἀξίαν20 κατονομάζεσθαι· τί οὖν ὁ ὢν οὐκ οἰκειοῦται τὸ εἶναι; ὅτι, φησί, διὰ τὸν πατέρα ἐστίν. οὐκοῦν μὴ εἶναι λέγεις τὸν τὸ εἶναι μὴ οἰκειούμενον; τὸ γὰρ 20μὴ οἰκειοῦσθαι20 τῷ ἀλλοτριοῦσθαι ταὐτὸν σημαίνει, καὶ πρόδηλος ἡ τῶν σημαινομένων ἀντι διαίρεσις. τό τε γὰρ οἰκεῖον οὐκ ἀλλότριον καὶ τὸ ἀλλό τριον οὐκ οἰκεῖον. ὁ οὖν 20μὴ οἰκειούμενος20 τὸ εἶναι ἠλλοτρίωται πάντως τοῦ εἶναι. ὁ δὲ τοῦ εἶναι ἀλλότριος 3.8.62 ἐν τῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ τὴν ἀνάγκην τῆς ἀτοπίας ταύτης ἐπήγαγεν εἰπὼν 20τῆς καὶ τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν20. τούτου δὲ τὸ μὲν κατὰ τὴν σύμφρασιν ἀσυν άρτητον σιωπάσθω, τὸ δὲ σπουδαζόμενον ἐν τοῖς λεγο μένοις ἐξεταζέσθω. τίνος ἀποδείξαντος λόγου τὸ κυριεύειν τοῦ μονογενοῦς τὴν τοῦ πατρὸς οὐσίαν πάλιν ἐκ τῆς πλη θώρας ἡμῖν προσερεύγεται; τίς εὐαγγελιστὴς τούτου προ έστη τοῦ λόγου; τίς ἔφοδος διαλεκτική, ποῖαι προτάσεις, τίνες κατασκευαὶ τὸ κυριεύεσθαι τὸν μονογενῆ θεὸν διὰ 3.8.63 τίνος ἀκολουθίας ἀπέδειξαν; ἀλλὰ πρὸς ἑαυτὴν ἕλκει, φησίν, ἡ τοῦ κυριεύουσα οὐσία τὴν τοῦ υἱοῦ ὄντος ἔννοιαν. τί βούλεται αὐτῷ ὁ ἑλκηθμὸς τοῦ ὄντος καὶ πῶς προσερρίφη τοῖς εἰρημένοις ἡ τοῦ 20ἕλκειν20 λέξις; κρινεῖ πάντως ὁ ἐπεσκεμμένος δύναμιν λόγων. ἀλλὰ καὶ τοῦτο σιγήσομεν, ἐκεῖνον δὲ πάλιν τὸν λόγον ἀναληψόμεθα, ὅτι οὐ δίδωσιν εἶναι κατ' οὐσίαν ᾧ τὸ ὄνομα τοῦ ὄντος οὐ καταλείπει. καὶ τί μάτην σκιαμαχεῖ περὶ τοῦ μὴ ὄντος μαχόμενος ὡς τοιοῦδε ὄντος; τὸ γὰρ μὴ ὂν οὔτε ὅμοιόν τινι πάντως ἐστὶν οὔτε ἀνόμοιον. ἀλλὰ διδοὺς τὸ εἶναι ἀπαγορεύει τὸ λέγε σθαι. ὢ κενῆς ἀκριβείας, ἐν τῷ μείζονι συγχωροῦντα μι 3.8.64 κρολογεῖσθαι περὶ τὸν ψόφον τοῦ ῥήματος. πῶς δὲ ὁ 20κυριεύων20, ὥς φησι, τοῦ υἱοῦ 20πρὸς ἑαυτὸν ἕλκει τοῦ ὄντος τὴν ἔννοιαν20; εἰ μὲν γὰρ τὴν ἑαυτοῦ οὐσίαν ἕλκειν φησὶ τὸν πατέρα, περιττὸς οὗτος ὁ ἑλκηθμός· πάρ εστι γὰρ αὐτῷ τὸ εἶναι καὶ μὴ ἑλκόμενον· εἰ δὲ τοῦ υἱοῦ τὸ εἶναι παρὰ τοῦ πατρός φησιν ἕλκεσθαι, πῶς ἀποσπασθή σεται τοῦ ὄντος τὸ εἶναι καὶ πρὸς τὸν ἕλκοντα μεταχωρήσει, κατιδεῖν οὐκ ἔχω. ἆρα μὴ τὴν Σαβελλίου πλάνην φαντά ζεται, ὡς οὐκ ὄντος τοῦ υἱοῦ καθ' ἑαυτόν, τῇ δὲ τοῦ πατρὸς ὑποστάσει προσαλιφέντος, καὶ τοῦτο βούλεται αὐτῷ τὸ 20ἕλκεσθαι τὴν τοῦ ὄντος ἔννοιαν20 παρὰ τῆς τοῦ υἱοῦ κυριευούσης οὐσίας; ἢ εἶναι καθ' ὑπόστασιν τὸν υἱὸν οὐκ ἀρνούμενος τῆς τοῦ ὄντος αὐτόν φησι σημασίας ἀπο μερίζεσθαι; καὶ πῶς ἔστι διαζευχθῆναι τῆς τοῦ εἶναι δια νοίας τὸ ὄν; ἕως γὰρ ἂν ᾖ πᾶν ὅπερ ἂν ᾖ, μὴ εἶναι ὃ ἔστι φύσιν οὐκ ἔχει. 3.9.1 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. 20αὐτοῦ20, φησί, 20τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπω νυμίαν. ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέ ρας καὶ πάσης ἀγαθότητος αἰτίῳ καὶ πᾶν τό τε ὂν καὶ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον φέ ρων σχολῇ γ' ἂν τῶν ποτε γενομένων οἰκειώ σαιτο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυ μίαν20. ἕως μὲν οὖν τισι προκαλύμμασιν ὑποκρύπτων τὴν βλασφημίαν ταῖς τῶν λογισμῶν περιόδοις κατὰ τὸ λεληθὸς τοὺς ἀπατωμένους προσήγετο, προσέχειν ᾤμην δεῖν τὸν νοῦν τοῖς κατὰ τὸ λανθάνον κακουργουμένοις καὶ ὡς ἦν 3.9.2 οἷόν τε παραγυμνοῦν τῷ λόγῳ τὸν ὄλεθρον. ἐπεὶ δὲ παντὸς ἀπατηλοῦ προσωπείου τὸ ψεῦδος ἀπογυμνώσας λαμπρὰν ἐπὶ λέξεως τὴν βλασφημίαν ἐκτίθεται, περιττὸν ἡγοῦμαι τοῖς οὐκ ἀρνουμένοις τὴν ἀσέβειαν τοὺς διὰ τῶν λογισμῶν ἐλέγ χους ἐπάγων μάταιον ὑπομένειν ὄχλον. τί γὰρ ἂν πλέον εὑρεθείη παρ' ἡμῶν εἰς τὴν τῆς κακονοίας ἀπόδειξιν; οἷόν ἐστιν τὸ ἐκ τοῦ προχείρου παρ' αὐτῶν ἐν τοῖς γεγραμμέ νοις ἐπιδεικνύμενον. μόνον ἄξιον τῆς τοῦ ἀγαθοῦ προσ ηγορίας φησὶ τὸν πατέρα, μόνῳ ἐκείνῳ τὴν τοιαύτην ἐπω νυμίαν ὀφείλεσθαι, ὡς καὶ τοῦ υἱοῦ συντιθεμένου τὸ μόνῳ 3.9.3 προσήκειν ἐκείνῳ τὴν ἀγαθότητα. ἀπολελόγηται ὑπὲρ ἡμῶν ὁ κατήγορος. τάχα γάρ τις ἐπηρεαστὴς ἐν τοῖς κατόπιν ἐνομιζόμην τοῖς ἐντυγχάνουσιν, ἐν οἷς ἀπεδείκνυον ἀλλό τριον τῆς πατρικῆς ἀγαθότητος τοὺς χριστομάχους κατα σκευάζειν τὸν κύριον· ἀλλὰ νῦν οἶμαι διὰ τῆς τῶν ἐναν τίων ὁμολογίας ἀποδεδεῖχθαι τὸ μὴ συκοφαντικῶς ἡμᾶς τὸ τοιοῦτον ἔγκλημα τοῖς ἐχθροῖς ἐπιφέρειν. ὁ γὰρ μόνῳ τῷ πατρὶ κατ' ἀξίαν ὀφείλεσθαι τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν λέγων κἀκείνῳ μόνῳ προσήκειν εἰπὼν τὴν τοιαύτην φωνὴν τὴν περιεσταλμένην ἐν τοῖς προάγουσι πονηρίαν νῦν ἀνα κεκαλυμμένῳ δημοσιεύει τῷ λόγῳ. μόνῳ φησὶ τῷ πατρὶ 3.9.4 προσήκειν τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν. ἆρα μετὰ τῆς ἐγκει μένης τῇ φωνῇ σημασίας ἢ διεζευγμένην τῆς οἰκείας ἐμ φάσεως; εἰ μὲν οὖν τὸ ὄνομα τοῦ ἀγαθοῦ μόνον ἀνατίθησι τῷ πατρὶ κατ' ἐξαίρετον, ἐλεεινὸς ἂν εἴη τῆς ἀλογίας, ῥή ματος διακένου ψόφον τῷ πατρὶ χαριζόμενος· εἰ δὲ τὸ νόημα τὸ διὰ τοῦ ἀγαθοῦ σημαινόμενον μόνῳ προσήκειν οἴεται τῷ θεῷ καὶ πατρί, βδελυκτὸς ἂν εἴη τῆς ἀσεβείας, τῶν Μανιχαίων τὴν νόσον ἐπὶ τῶν ἰδίων δογμάτων ἀνανεού 3.9.5 μενος. ὡς γὰρ ὑγεία καὶ νόσος, οὕτως καὶ ἀγαθότης καὶ πονηρία ταῖς ἀλλήλων ἀναιρέσεσι παρυφίστανται, ὥστε τὴν τοῦ ἑνὸς ἀπουσίαν ὕπαρξιν τοῦ ἑτέρου γίνεσθαι. εἰ οὖν μόνῳ τῷ πατρὶ προσήκειν λέγει τὴν ἀγαθότητα, ἀποκλείει ταύτης πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι παρὰ τὸν πατέρα νοούμενον, ὥστε τοῖς πᾶσι καὶ τὸν μονογενῆ θεὸν τοῦ ἀγα θοῦ συναπείργεσθαι. ὡς γὰρ ὁ μόνον γελαστικὸν εἶναι λέγων τὸν ἄνθρωπον τὸ μηδὲν τῶν λοιπῶν ζῴων τῆς ἰδιό τητος ταύτης μετέχειν συνενεδείξατο, οὕτως ὁ ἐν μόνῳ τῷ πατρὶ τὸ ἀγαθὸν εἶναι ἀποφηνάμενος χωρίζει τὰ πάντα τῆς 3.9.6 κατὰ τὸ ἀγαθὸν ἰδιότητος. εἰ οὖν μόνος ὁ πατὴρ κατ' ἀξίαν ὀφειλομένην ἔχει τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν, καθώς φησιν ὁ Εὐνόμιος, οὐδενὶ τῶν ἄλλων ἡ τοιαύτη φωνὴ κυ ρίως ἐφαρμοσθήσεται. πᾶσα δὲ προαίρεσις ὁρμητικὴ ἤτοι κατὰ τὸ ἀγαθὸν ἐνεργεῖται πάντως ἢ πρὸς τὸ ἀντικείμενον φέρεται. τὸ γὰρ πρὸς οὐθέτερον ἐπιρρεπῶς ἔχειν ἢ τῶν ἀψύχων ἴδιον ἢ τῶν ἀναισθήτων ἐστίν. εἰ τοίνυν μόνος ὁ πατὴρ ἀγαθὸς οὐκ ἐπίκτητον ἔχων ἀλλ' ἐν τῇ φύσει τὴν ἀγαθότητα, οὐ κοινωνεῖ δὲ τῷ πατρὶ τῆς φύσεως ὁ υἱός, καθὼς ἡ αἵρεσις βούλεται, ὁ τῆς ἀγαθῆς οὐσίας ἀμέτοχος 3.9.7 καὶ τῆς τοῦ ἀγαθοῦ πάντως ἐπωνυμίας συνηλλοτρίωται. ὁ δὲ μήτε τῆς φύσεως τοῦ ἀγαθοῦ μήτε τῆς ἐπωνυμίας μετέχων οὐκ ἀγνοεῖται πάντως ὅστις ἐστί, κἂν ἐγὼ φείσωμαι τοῦ βλασφήμου ὀνόματος. παντὶ γὰρ δῆλόν ἐστιν ὅτι τὸ πονηρόν τε καὶ ἀντικείμενον εἰς τὴν τοῦ υἱοῦ ἔννοιαν ὑπο βληθῆναι φιλονεικεῖ ὁ Εὐνόμιος. ὁ γὰρ μὴ ἀγαθὸς πρὸς ποῖον ὄνομα οἰκείως ἔχει, παντὶ φανερὸν τῷ διανοίας μετέχοντι. ὡς γὰρ ὁ μὴ ἀνδρεῖος δειλὸς καὶ ὁ μὴ δί καιος ἄδικος καὶ ὁ μὴ σοφὸς ἄφρων ἐστίν, οὕτως καὶ ὁ μὴ ἀγαθὸς πρόδηλον ἔχει τὸ ἀντιφωνούμενον ὄνομα, πρὸς ὃ τὴν τοῦ μονογενοῦς ἔννοιαν ἐξωθεῖν ὁ χριστομάχος βιά ζεται, ἄλλος Μάνης ἢ Βαρδησάνης τῇ ἐκκλησίᾳ γινόμενος. 3.9.8 ταῦτά ἐστιν ἐν οἷς οὐδὲν τὸν λόγον ἡμῶν εἶναί φαμεν τῆς σιωπῆς ἐναργέστερον. μυρία γάρ τις εἰπὼν καὶ πάντας λο γισμοὺς ἀνακινήσας οὐκ ἂν εἴποι τοιοῦτον εἰς κατηγορίαν οὐδέν, οἷον παρ' αὐτῶν ἐκείνων ἐν παρρησίᾳ κηρύσσεται. τί γὰρ ἄν τις πρὸς κακίαν εὕροι πικρότερον ἢ τὸ μὴ λέγειν ἀγα θὸν εἶναι τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἐπὶ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης καταβάντα φύσεως, διὰ μόνην φιλανθρωπίαν 3.9.9 τοῦτο ποιήσαντα; ἀντὶ τίνος οὖν, εἰπέ μοι, ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε (χρήσομαι γὰρ τῇ Μωϋσέως πρὸς τοὺς Ἰσ ραηλίτας φωνῇ); οὐκ ἀγαθὸς ὅστις σε κόνιν ἄψυχον ὄντα θεοειδεῖ κάλλει κατακοσμήσας ἔμψυχον εἰκόνα τῆς ἑαυτοῦ δυνάμεως ἀνεστήσατο; οὐκ ἀγαθὸς ὁ διὰ σὲ μορφὴν δού λου λαβὼν καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς τὰ παθήματα τῆς σῆς ἁμαρτίας ἀναδεξάμενος καὶ δοὺς ἑαυτὸν ἀντάλλαγμα τοῦ σοῦ θανάτου καὶ ὑπὲρ ἡμῶν κατάρα καὶ 3.9.10 ἁμαρτία γενόμενος; οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο; ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ παρηλλάχθαι κατὰ τὴν φύσιν ἑκάτερον πρὸς τὸν ἕτερον οἴεσθαι, φιλανθρωπότερον δὲ τὸ τὴν ἀγαθότητα τῷ θεῷ τοῦ εὐαγγελίου προσμαρτυρεῖν· ὑμεῖς δὲ καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως τὸν μονογενῆ θεὸν ἀφορίζετε, ὡς ἂν καὶ τὸν Μαρκίωνα τῇ κακίᾳ τοῦ δόγματος ὑμῶν παραδράμοιτε. 3.9.11 Ἀλλ' ἀντιλαμβάνονται τῶν γεγραμμένων καὶ οὔ φασι δίκαια πάσχειν ὑπὲρ τῶν τῆς γραφῆς ῥημάτων κατηγορού μενοι. αὐτὸν γὰρ λέγουσιν εἰρηκέναι τὸν κύριον τὸ Οὐ 3.9.12 δεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. οὐκοῦν ὡς ἂν μὴ καὶ κατὰ τῶν θείων ῥημάτων ἡ συκοφαντία τὴν ἰσχὺν ἔχοι, αὐτὸν τὸν εὐαγγελικὸν λόγον ἐν ὀλίγῳ διαληψόμεθα. νέον οἶδε τοῦτον ἡ ἱστορία τὸν πλούσιον πρὸς ὅν φησι τὴν φωνὴν ταύτην ὁ κύριος, ἀπολαυστικὸν οἶμαί τινα τῶν κατὰ τὸν βίον ἡδέων καὶ φιλοκτήμονα. λυπεῖσθαι γὰρ αὐτόν φησι πρὸς τὴν συμβουλὴν τῆς τῶν προσόντων αὐτῷ ἀποκτήσεως καὶ μὴ ἑλέσθαι τῶν κτημάτων τὴν ζωὴν ἀντ αλλάξασθαι. οὗτος ἐπειδή τινα ζωῆς αἰωνίας ἐπιδεδη μηκέναι διδάσκαλον ἤκουσεν, ἐλπίδι τοῦ εἰς ἀεὶ τρυφήσειν παρατεινομένης αὐτῷ τῆς ζωῆς εἰς ἀτέλεστον προσῄει θωπεύων τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ τὸν κύριον, μᾶλλον δὲ οὐχὶ τὸν νοούμενον κύριον, ἀλλὰ τὸν φαινόμενον ἐν τῇ 3.9.13 τοῦ δούλου μορφῇ. οὐ γὰρ τοιοῦτος ἦν οἷος διασχεῖν τὸ καταπέτασμα τῆς σαρκὸς καὶ διϊδεῖν ἰσχύσαι τὸ τῆς θεό τητος ἄδυτον. ὁ τοίνυν τὰς καρδίας ὁρῶν κύριος εἶδε πρὸς ὅ τι βλέπων ὁ νέος ἱκέτευεν, ὅτι οὐχὶ πρὸς τὸ θεῖον εἶχε τὴν ψυχὴν ἀτενίζουσαν, ἀλλὰ τὸν ἄνθρωπον ἐλιπάρει δι δάσκαλον ἀγαθὸν ὀνομάζων διὰ τὴν ἐλπίδα τοῦ μαθεῖν τὸ τοιοῦτον μάθημα, δι' οὗ κωλυθήσεσθαι προσεδόκα τὸν θάνατον. οὐκοῦν εἰκότως ὁ παρακληθεὶς παρ' αὐτοῦ οὗτος 3.9.14 καὶ ἀποκρίνεται. τῆς γὰρ ἐντεύξεως οὐ πρὸς τὸν θεὸν λόγον γεγενημένης, ἀκολούθως καὶ ἡ ἀπόκρισις ἐκ τοῦ ἀνθρωπίνου πρὸς τὸν ἱκετεύσαντα γίνεται, διπλῆν ἐπάγουσα τῷ νέῳ τὴν παίδευσιν. διδάσκει γὰρ κατὰ ταὐτὸν ὅτι τε τῷ βίῳ προσήκει καὶ οὐχὶ ῥημάτων εὐφημίᾳ θεραπεύειν τὸ θεῖον ἐν τῷ τὰς ἐντολὰς ποιεῖν καὶ τῶν προσόντων πάντων ὠνεῖσθαι τὴν αἰώνιον ζωήν, καὶ ὅτι τὸ ἀνθρώπινον ἐν πονηρίᾳ διὰ τὴν ἁμαρτίαν γενόμενον ἀποκέκριται τῆς κυρίας τοῦ ἀγαθοῦ κλήσεως· καὶ διὰ τοῦτό φησι· Τί με λέγεις ἀγαθόν; διὰ τοῦ εἰπεῖν "1ἐμὲ"2 τὴν ἀνθρωπίνην φύσιν τὴν περὶ αὐτὸν ὑποδεικνύων τῷ λόγῳ, τῇ δὲ θεότητι προσ μαρτυρήσας τὴν ἀγαθότητα ἑαυτὸν ἄντικρυς ἀγαθὸν ἀπε φήνατο τὸν ἀληθῶς ὑπὸ τοῦ εὐαγγελίου θεὸν κηρυσσόμενον. εἰ μὲν γὰρ ἀπεσχοινίζετο τῆς τοῦ θεοῦ προσηγορίας ὁ μονογενὴς υἱός, οὐκ ἦν ἄτοπον ἴσως τὸ ἀλλότριον αὐτὸν 3.9.15 καὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας οἴεσθαι. εἰ δὲ δὴ καὶ προφῆται καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι διαβοῶσι τοῦ μονογενοῦς τὴν θεότητα, μαρτυρεῖται δὲ παρ' αὐτοῦ τοῦ κυρίου τῷ θεῷ προσήκειν τὸ τῆς ἀγαθότητος ὄνομα, πῶς οὐ κοινωνεῖ τῆς ἀγαθότητος ὁ κοινωνῶν τῆς θεότητος; ὅτι γὰρ καὶ προφῆται θεὸν ὁμολογοῦσι τὸν κύριον καὶ εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, οὐδεὶς οὕτω τῶν θείων ἀμύητος ὡς λόγῳ δεῖσθαι περὶ τούτων μαθεῖν. τίς γὰρ οὐκ οἶδεν ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ ψαλμῳδίᾳ ὅτι θεὸν παρὰ θεοῦ χριόμενον τὸν Χριστὸν ὁ προφήτης διακηρύσσει τῷ λόγῳ; καὶ πάλιν τὸν Ἠσαΐαν οὕτω προ δήλως βοῶντα τοῦ υἱοῦ τὴν θεότητα τίς ἀγνοεῖ τῶν καθω μιληκότων τῇ προφητείᾳ, ἐν οἷς μετὰ τῶν ἄλλων καὶ τοῦτό φησιν ὅτι Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δε δεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ 3.9.16 θεὸς καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός. τίς γὰρ ἄλλος θεὸς ὁ ἐν ἑαυτῷ θεὸν ἔχων καὶ αὐτὸς ὢν θεὸς πλὴν τοῦ μονογενοῦς, εἰπάτωσαν οἱ τῆς προφητείας ἀνή κοοι· τὴν δὲ τοῦ Ἐμμανουὴλ ἑρμηνείαν καὶ τὴν τοῦ Θωμᾶ μετὰ τὴν ἐπίγνωσιν ὁμολογίαν τήν τε τοῦ Ἰωάννου μεγα λοφωνίαν ὡς πρόδηλον οὖσαν καὶ τοῖς ἔξω τῆς πίστεως σιωπήσομαι. ἀλλ' οὐδὲ τὰς Παύλου φωνὰς δι' ἀκριβείας οἶμαι δεῖν παρατίθεσθαι πᾶσιν οὔσας σχεδὸν διὰ στόματος, ὃς οὐ μόνον θεόν, ἀλλὰ καὶ μέγαν θεὸν καὶ ἐπὶ πάντων θεὸν ὀνομάζει τὸν κύριον, πρὸς μὲν Ῥωμαίους λέγων ὅτι Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, πρὸς δὲ τὸν μαθητὴν ἑαυτοῦ Τίτον γράφων Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Τιμοθέῳ δὲ διαρρήδην βοᾷ ὅτι Ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδι 3.9.17 καιώθη ἐν πνεύματι. πανταχόθεν τοίνυν ἀποδειχθέντος τοῦ θεὸν εἶναι τὸν μονογενῆ υἱὸν πῶς ὁ θεῷ προσήκειν τὴν ἀγαθότητα λέγων τῆς ἐπωνυμίας ταύτης ἀλλοτρίαν ἀπο δείκνυσι τοῦ υἱοῦ τὴν θεότητα, καὶ ταῦτα αὐτοῦ τοῦ κυρίου τὸ ἀγαθὸν ἑαυτῷ προσμαρτυροῦντος ἐν τῇ περὶ τῶν με μισθωμένων εἰς τὸν ἀμπελῶνα παραβολῇ; ἐκεῖ γὰρ τῶν προκεκμηκότων δυσανασχετούντων τῇ τῶν μισθωμάτων ἰσο μοιρίᾳ καὶ ζημίαν κρινόντων ἰδίαν τῶν τελευταίων τὴν εὐπραγίαν, φησὶ πρός τινα τῶν χαλεπαινόντων ὁ δίκαιος κριτὴς ὅτι Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώ νησά σοι τὴν ἡμέραν; ἰδοὺ ἔχεις τὸ σόν· θέλω δὲ καὶ τῷ 3.9.18 ἐσχάτῳ χαρίσασθαι ὥσπερ καὶ σοί. μὴ οὐκ ἔχω ἐξουσίαν ἐν τοῖς ἐμοῖς ποιεῖν ὃ θέλω; ἢ ὁ ὀφθαλμός σου πονηρός, ὅτι ἐγὼ ἀγαθός εἰμι; πάντως δὲ οὐδεὶς περὶ τούτου φιλο νεικήσει, ὅτι ἡ τοῦ κατ' ἀξίαν διανομὴ ἴδιον τοῦ κριτοῦ ἔργον ἐστί· κριτὴν δὲ τὸν μονογενῆ θεὸν εἶναι πάντες οἱ μαθηταὶ τοῦ εὐαγγελίου συντίθενται. Ὁ γὰρ πατήρ, φησί, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ. ἀλλ' οὐκ ἀφίστανται τῶν γεγραμμένων. φασὶ γὰρ τὴν τοῦ ἑνὸς προσθήκην κυρίως εἰς τὸν πατέρα βλέπειν. 3.9.19 οὐδεὶς γάρ, φησίν, ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. ἆρ' οὖν ἀτονήσει πρὸς συνηγορίαν ἑαυτῆς ἡ ἀλήθεια; ἢ πολλα χόθεν ἔστιν ἐν εὐκολίᾳ πολλῇ καὶ τοῦτον ἐξελέγξαι τὸν παραλογισμὸν τῆς ἀπάτης; ὁ γὰρ ταῦτα περὶ τοῦ πατρὸς εἰπὼν κἀκεῖνα πρὸς τὸν πατέρα φησὶν ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ καὶ δεδόξασμαι ἐν αὐτοῖς. εἰ δὲ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ φησιν εἶναι, ἓν δὲ τῶν ἐν τῷ πατρὶ θεωρουμένων ἡ ἀγαθότης, ἢ πάντα οὐκ ἔχει, εἴπερ τοῦτο οὐκ ἔχει, καὶ ψεύδεσθαι φήσουσι τὴν ἀλήθειαν, ἢ εἴπερ ἀθέμιτον καθυπονοεῖσθαι τὴν ὄντως ἀλήθειαν ὡς εἰς ψεῦδος ἐκφερομένην, ὁ πάντα τὰ τοῦ πατρὸς ἑαυτοῦ λέγων οὐδὲ τῆς ἀγαθότητος ἐκτὸς εἶναι συνωμολόγησεν. ὁ γὰρ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων καὶ τὰ τοῦ πατρὸς ἐμπεριειληφὼς πάντα, μετὰ πάντων δηλονότι καὶ τὴν ἀγαθότητα ἔχει. οὐκοῦν ἀγαθὸς ὁ υἱός. 3.9.20 Ἀλλ' οὐδείς, φησίν, ἀγαθός, εἰ μὴ εἷς ὁ θεός· τοῦτο παρὰ τῶν ἐναντίων προφέρεται. οὐδὲ αὐτὸς ἀποβάλλω τὸν λόγον, οὐ μὴν ἀρνοῦμαι διὰ τοῦτο τοῦ υἱοῦ τὴν θεότητα. ὁ δὲ ὁμολογῶν θεὸν εἶναι τὸν κύριον καὶ τὸ ἀγαθὸν αὐτῷ πάντως διὰ τῆς ὁμολογίας ταύτης συνεμαρτύρησεν. εἰ γὰρ ἴδιον θεοῦ ἡ ἀγαθότης, θεὸς δὲ ὁ κύριος, ἀγαθὸς ἄρα διὰ τῶν τεθέντων ὁ υἱὸς ἀναπέφηνεν. ἀλλά, φησί, τοῦ ἑνὸς ἡ λέξις ἀποκρίνει τὸν υἱὸν τῆς τοῦ ἀγαθοῦ κοινωνίας. ἀλλὰ ῥᾴδιον δεῖξαι ὅτι οὐδὲ τὸ ἓν τοῦτο διαχωρίζει τοῦ 3.9.21 υἱοῦ τὸν πατέρα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τὸ ἓν ἀσυνδύαστον ἔχει τὴν σημασίαν, ἐπὶ δὲ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τὸ ἓν οὐκ ἐν μονότητι καθορᾶται. Ἐγὼ γάρ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν. εἰ οὖν εἷς μὲν ὁ ἀγαθός, ἑνότης δέ τις ἐν τῷ υἱῷ καὶ τῷ πατρὶ θεωρεῖται, ἄρα ὁ κύριος τῷ ἑνὶ μαρτυρήσας τὴν ἀγαθότητα καὶ ἑαυτῷ διὰ τοῦ ἑνὸς τὴν ἐπωνυμίαν ταύτην προσεμαρτύρησε τῷ ἓν ὄντι πρὸς τὸν πατέρα καὶ οὐκ ἀπορρηγνυμένῳ τῆς κατὰ φύσιν ἑνότητος. ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύν 3.9.22 ταξιν. 20οὐκ οἰκειοῦται20, φησί, 20τὴν τοῦ ὄντος ἀξίαν20 ὁ υἱός, ἀξίαν ὀνομάζων αὐτὸ τὸ εἶναι. πῶς οἶδε κυρίως τοῖς πράγμασιν ἐφαρμόζειν τὰ ῥήματα. καὶ ἐπειδὴ διὰ τὸν πατέρα ἐστίν, ἀλλοτριοῦσθαι αὐτὸν ἑαυτοῦ λέγει, ὡς καὶ 20τῆς τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν20· τοῦτο δὲ τοι οῦτόν ἐστιν, ὡς ἂν εἴ τις λέγοι ὅτι ὁ ἀργυρώνητος, καθ' ὃ ἔστι, κατὰ τὴν ἰδίαν ὑπόστασιν οὐκ ἐκεῖνός ἐστιν, ἀλλ' ὁ ἐωνημένος, τῆς κατ' οὐσίαν αὐτοῦ ὑποστάσεως εἰς τὴν τοῦ κυριεύσαντος φύσιν ἀναληφθείσης. ταῦτα τὰ ὑψηλὰ τοῦ θεολόγου νοήματα, ἡ δὲ τῶν προειρημένων ἀπόδειξις οἵα; 20αὐτοῦ20, φησί, τοῦ 20μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπω νυμίαν20. καὶ ταῦτα εἰπὼν ἐπάγει τὸ μόνον εἶναι ἀγαθὸν 3.9.23 τὸν πατέρα. ποῦ τοίνυν ἐν τούτοις ἀρνεῖται ὁ υἱὸς τὴν ἐπωνυμίαν τοῦ ὄντος; ὅπερ κατασκευάζει ὁ Εὐνόμιος, ταῦτα προστιθεὶς ἐπὶ λέξεως· 20ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσ ρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέρας καὶ πάσης ἀγαθότητος αἰτίῳ καὶ πᾶν τό τε ὂν καὶ τὸ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον φέρων σχολῇ γ' ἂν τῶν ποτε γενομέ νων οἰκειώσαιτο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄν τος ἐπωνυμίαν20. τί κοινωνεῖ τοῖς εἰρημένοις ἡ ἐξουσία; πῶς δὲ μετὰ ταύτης καὶ τῆς τοῦ ὄντος ἐπωνυμίας ὁ υἱὸς ἠλλοτρίωται; ἀλλ' οὐκ οἶδα τί χρὴ πλέον ἐν τούτοις ποιεῖν, 3.9.24 γελᾶν τὴν ἀμαθίαν ἢ ἐλεεῖν τὴν ἀπώλειαν. ἥ τε γὰρ 20τῆς σφετέρας20 λέξις οὐχ οὕτως ἐκληφθεῖσα ὡς πέφυκέ τε καὶ εἴωθεν ἐν χρήσει γίνεσθαι παρὰ τοῖς εἰδόσι κεχρῆσθαι λόγῳ πολλὴν αὐτῷ μαρτυρεῖ τῆς ἀντωνυμικῆς τεχνολογίας τὴν ἐπιστήμην, ἣν καὶ τὰ παιδάρια παρὰ τοῖς γραμματισταῖς ἀμογητὶ διεξέρχεται, καὶ τὸ παρενεχθῆναι τοῦ προκειμένου γελοίως αὐτὸν πρὸς τὰ μηδὲν ἐπικοινωνοῦντα τῷ λόγῳ καὶ τὸ † σχήματι συμπεραστικῷ τὸ μὴ κοινωνεῖν τὸν υἱὸν τῆς ἐπωνυμίας τοῦ ὄντος ταῖς ἀλλοκότοις † ἐφαρμοζόμενον κατασκευαῖς, καὶ πάντα τὰ τοιαῦτα καθάπερ ἐξεπίτηδες ἐπὶ γέλωτι σύγκειται, ὥστε τι καὶ παθεῖν τυχὸν τοὺς ἀμε 3.9.25 λεστέρους καὶ ἐπιγελάσαι τῷ ἀσυναρτήτῳ τῶν λόγων. ἀλλὰ τὸ μὴ εἶναι τὸν θεὸν λόγον ἢ ἀγαθὸν πάντως μὴ εἶναι (ταῦτα γὰρ κατασκευάζει δι' ὧν τήν τε τοῦ ὄντος ἐπω νυμίαν καὶ τὴν τοῦ ἀγαθοῦ μὴ οἰκειοῦσθαι λέγει) καὶ τὸ κατασκευάζειν τὴν τῶν γινομένων ἐξουσίαν μὴ προσήκειν αὐτῷ, ταῦτα δακρύων ἄξια καὶ θρηνητικῆς συναυλίας. 3.9.26 Οὐδὲ γὰρ κατά τινα προπετῆ καὶ ἀνεπίσκεπτον ὁρμὴν ἅπαξ που τὸ τοιοῦτον παραφθεγξάμενος εἶτα ἐπανορθοῦται τοῖς ἐφεξῆς τὸ πλημμέλημα, ἀλλ' ἐμφιλοχωρεῖ τῇ κακίᾳ, 3.9.27 τοῖς δευτέροις φιλονεικῶν ὑπερβαλέσθαι τὰ φθάσαντα. λέγει γὰρ προϊὼν τοσοῦτον αὐτὸν εἶναι κάτω τῆς θείας φύσεως, ὅσον ἀπ' ἐκείνου πρὸς τὸ ταπεινότερον ἡ τῶν ἀγγέλων ὑπο βέβηκε φύσις, οὐ τούτοις γράφων τοῖς ῥήμασιν, ἀλλὰ κατα σκευάζων δι' ὧν λέγει τὴν τοιαύτην διάνοιαν. ἔξεστι δὲ κρῖναι τὸν λόγον τοῖς ἐντυγχάνουσιν. ἔχει γὰρ οὕτω τὰ γεγραμμένα· 20ὃς τῷ μὲν ἄγγελος ὠνομάσθαι σα φῶς ἐδίδαξε δι' ὅτου διήγγειλε τοὺς λόγους καὶ τίς ὁ ὤν, τῷ δὲ καὶ θεὸς προσειρῆσθαι τὴν ἰδίαν ἔδειξε κατὰ πάντων ὑπεροχήν. ὁ γὰρ τῶν δι' αὐτοῦ γενομένων θεὸς ἄγγελος τοῦ ἐπὶ πάντων θεοῦ20. ἐγκόπτει μεταξὺ τὸν λόγον θυμὸς ἐμπεσὼν τῇ καρδίᾳ καὶ συγκέχυται πρὸς τὸ πάθος ὁ λογισμὸς εἰς ὀργὴν ὑπὸ τῶν λεγομένων παρακινούμενος. 3.9.28 καὶ τάχα μοι τὸ τοιοῦτον πάθος τῆς ψυχῆς οὐκ ἀσύγγνω στον. τίνι γὰρ οὐκ ἂν ἐκ τούτων ὁ θυμὸς ἐπιζέσειε, τοῦ μὲν ἀποστόλου πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τοῦ κυρίου βοῶντος, συμπαραλαμβάνοντος δὲ εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν μεγαλοφωνίαν; Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι αὐτοῦ, καὶ τὸ Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ τὸ Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· πάντα πρὸς ἔνδειξιν τοῦ μονογενοῦς θεοῦ ταῦτα τοῦ ἀποστόλου διεξιόντος, τί πάθω τὸν τῶν ἀγγέλων κύριον ἄγγελον εἶναι παρὰ τοῦ χριστομάχου ἀκούων, οὐ κατὰ τὸ συμβὰν τὸν τοιοῦτον ἀπορρίψαντος λόγον, ἀλλ' ἐναγωνιζομένου τῇ ἀτοπίᾳ, ὡς μηδὲν πλέον Ἰωάννου καὶ Μωϋσέως τὸν κύριον ἔχειν 3.9.29 κατασκευάζεσθαι; λέγει γὰρ περὶ ἐκείνου ὁ λόγος Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. ἄγγελος οὖν ὁ Ἰωάννης. ἀλλὰ κἂν θεὸν ὀνομάζῃ τὸν κύριον ὁ ἐχθρὸς τοῦ κυρίου, ἀνα λογεῖν αὐτὸν κατασκευάζει τῇ Μωϋσέως θεότητι, ἐπεὶ κἀκεῖνος τοῦ μὲν ἐπὶ πάντων θεοῦ θεράπων, τῶν δὲ Αἰγυπτίων ἐτάχθη θεός. καίτοι καὶ τὸ ἐπὶ πάντων, καθὼς καὶ ἐν τοῖς κατόπιν εἴρηται, κοινὸν τῷ υἱῷ πρὸς τὸν πατέρα, τοῦ ἀποστόλου τὴν τοιαύτην αὐτῷ προσμεμαρτυ ρηκότος φωνὴν ἐν οἷς φησιν Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός. ἀλλ' οὗτος εἰς ἀγγέλου τάξιν κατάγει τὸν τῶν ἀγγέλων κύριον, ὥσπερ οὐκ ἀκη κοὼς ὅτι οἱ ἄγγελοι λειτουργικὰ πνεύματα καὶ πυρὸς 3.9.30 φλόγες εἰσί. διὰ τούτων γὰρ ὁ ἀπόστολος ἀσύγχυτον καὶ σαφῆ ποιεῖται τὴν τῶν ὑποκειμένων διάκρισιν, τὴν μὲν ὑποχείριον φύσιν πνεῦμά τι εἶναι καὶ πῦρ ὁριζόμενος, τὴν δὲ κυριεύουσαν δύναμιν τῷ τῆς θεότητος διασημαί νων ὀνόματι. καὶ τοσούτων ὄντων τῶν τὴν δόξαν τοῦ μονογενοῦς θεοῦ διαγγελλόντων μόνος τοῖς πᾶσιν ἀντι βοᾷ ὁ Εὐνόμιος 20ἄγγελον20 αὐτὸν 20τοῦ ἐπὶ πάντων20 λέγων 20θεοῦ20, τῇ μὲν πρὸς τὸν ἐπὶ πάντων ἀντιδιαστολῇ ἕνα τῶν πάντων εἶναι διοριζόμενος, τῇ δὲ πρὸς τοὺς ἀγγέ λους τοῦ ὀνόματος κοινωνίᾳ τὸ μηδὲν ἐκείνων παρηλλάχθαι 3.9.31 τῇ φύσει κατασκευάζων. πολλάκις γὰρ τὸ τοιοῦτον ἐν τοῖς κατόπιν φησίν, ὅτι ὅσα τῆς αὐτῆς κοινωνεῖ προση γορίας, οὐδ' ἂν κατὰ τὴν φύσιν ἑτέρως ἔχοι. ἆρ' οὖν ἔτι τῶν εὐθυνόντων ὁ λόγος προσδέεται περὶ τοῦ διαρρήδην βοῶντος τὸν ἄγγελον μὴ τὸν ἴδιον, ἀλλὰ τὸν τοῦ ὄντος ἀπαγγέλλειν λόγον; διὰ γὰρ τούτου δείκνυται ὅτι ὁ ἐν ἀρχῇ ὢν λόγος [θεὸς λόγος] οὐκ αὐτὸς λόγος ἐστίν, ἀλλ' ἑτέρου τινὸς λόγου γίνεται λόγος, διάκονός τε· καὶ ἄγγελος ἐκείνου γινόμενος. κἀκεῖνο δὲ τίς ἀγνοεῖ τῶν πάντων ὅτι τῷ ὄντι τὸ μὴ ὂν ἀντιδιαιρεῖται μόνον; ὥστε ὁ τὸν υἱὸν ἀντιδια στείλας τῷ ὄντι σαφῶς ἰουδαΐζει, τὴν τοῦ μονογενοῦς ὑπό στασιν ὑπεκκλέπτων τοῦ δόγματος. ὃν γὰρ ἔξω τῆς τοῦ ὄντος ἐπωνυμίας λέγει, καὶ τοῦ εἶναι πάντως ἐξῃρῆσθαι κατασκευάζει. οὐ γὰρ δὴ τὸ εἶναι διδοὺς πρὸς τὸν τοῦ ῥήματος ἦχον διενεχθήσεται. 3.9.32 Ἀλλὰ καὶ τῇ γραφῇ κρατύνειν ἐπιχειρεῖ τὴν ἀτοπίαν καὶ προβάλλεται τὸν Μωϋσέα συνήγορον κατὰ τῆς ἀλη θείας. ὡς γὰρ ἐκεῖθεν ἡμῖν διαλεγόμενος τοὺς οἰκείους μύθους κατ' ἐξουσίαν διέξεισι λέγων ὅτι ὁ 20μὲν ἀποστέλ λων Μωϋσέα αὐτὸς ἦν ὁ ὤν, δι' οὗ δὲ ἀπέ στελλε καὶ ἐλάλει, τοῦ μὲν ὄντος ἄγγελος, τῶν 3.9.33 δὲ ἄλλων ἁπάντων θεός20. ἀλλ' ὅτι μὲν οὐκ ἐκ τῶν γεγραμμένων ἐστὶν ἡ ῥῆσις, ἐξ αὐτῆς ἐστι τῆς γραφῆς ὁ ἔλεγχος· εἰ δὲ τὸν νοῦν φησι τοῦτον εἶναι τοῦ γράμματος, αὐτὸς ἡμῖν ἐξεταστέος ὁ πρωτότυπος τῆς γραφῆς λόγος. καὶ πρῶτόν γε κατανοήσωμεν ὅτι τῶν μετ' αὐτὸν θεὸν ὁ Εὐνόμιος ὀνομάσας τὸν κύριον οὐδὲν αὐτῷ πλέον παρὰ τὴν ἀγγελικὴν δίδωσι φύσιν. οὐδὲ γὰρ ὁ Μωϋσῆς ἀκούσας θεὸς εἶναι τοῦ Φαραῶ ἐξέβη τὴν ἀνθρωπότητα, ἀλλ' ἐν τῇ φύσει τὸ ὁμότιμον ἔχων τῇ τῆς ἐξουσίας ὑπεροχῇ τῶν ὁμογενῶν ὑπερήρθη καὶ οὐδὲν ἐκώλυσεν αὐτὸν πρὸς τὸ 3.9.34 μὴ εἶναι ἄνθρωπον τὸ κληθῆναι θεόν. οὕτω καὶ ἐνταῦθα ἕνα τῶν ἀγγέλων ὁ Εὐνόμιος αὐτὸν εἶναι κατασκευάσας θεραπεύει τὸ τοιοῦτο πλημμέλημα τῇ τῆς θεότητος κλήσει κατὰ τὸν ἀποδοθέντα λόγον, ὁμωνυμίᾳ τινὶ πρὸς αὐτὸν τὴν τοῦ θεοῦ προσηγορίαν κοινοποιήσας. ἐξετάσωμεν πάλιν αὐτὰ τὰ ῥήματα τῆς βλασφημίας ἐκθέμενοι. 20ὁ ἀπο στέλλων20, φησί, 20τὸν Μωϋσέα αὐτὸς ἦν ὁ ὤν, δι' οὗ δὲ ἀπέστειλεν, ὁ τοῦ ὄντος ἄγγελος ἦν20, οὕτως ὀνομάζων τὸν κύριον. οὐκοῦν ὑπ' αὐτῆς ἐλέγχεται τῆς γραφῆς ἡ ἀτοπία τοῦ λογογράφου, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν κύριον μὴ ἄγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπι στῆσαι, ἀλλ' αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι. ἔχει δὲ οὕτως ἡ λέξις ἐκ προσώπου τοῦ θεοῦ· Βάδιζε, κατά βηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι· καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεταί σου ᾗ ἂν 3.9.35 ἡμέρᾳ ἐπισκέπτωμαι. καὶ πάλιν μετ' ὀλίγα φησὶ Καὶ συν αποστελῶ πρότερόν σου τὸν ἄγγελόν μου. εἶτα μικρὸν κατὰ τὴν ἀκολουθίαν γίνεται παρὰ τοῦ θεράποντος πρὸς τὸν θεὸν ἱκετηρία τοῦτον ἔχουσα τὸν τρόπον· Εἰ εὕρηκα χάριν ἐναντίον σου, συμπορευθήτω ὁ κύριός μου μεθ' ἡμῶν· καὶ πάλιν Εἰ μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν· εἶτα ἀπόκρισις τοῦ θεοῦ πρὸς τὸν Μωϋσέα· Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας. οὐκοῦν εἰ Μωϋσῆς μὲν παραιτεῖται τὸν ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτῷ συνέμπορος γίνεται καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ ἑαυτὸν γνωρίσας ὁ μονογενής ἐστι θεός. 3.9.36 εἰ δὲ πρὸς τοῦτό τις ἀντιλέγοι, τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἔσται συνήγορος, τὸν υἱὸν μὴ συμπαραλαμβάνων εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. εἰ γὰρ ἄγγελος μὲν τοῖς Ἰσραηλίταις οὐ συναπέρχεται, ὁ δὲ διὰ τῆς τοῦ ὄντος ἐπωνυμίας δηλού μενος ὁ μονογενὴς οὐκ ἔστι, καθὼς ὁ Εὐνόμιος βούλεται, οὐδὲν ἄλλο ἢ τὰ ἐκ τῆς συναγωγῆς δόγματα πρὸς τὴν ἐκ κλησίαν τοῦ θεοῦ μεταφέρεται. οὐκοῦν τῶν δύο τὸ ἕτερον ἐξ ἀνάγκης ὁμολογήσουσιν, ἢ μηδαμοῦ παρεῖναι τῷ Μωϋσῇ τὸν μονογενῆ θεὸν ἢ αὐτὸν τὸν υἱὸν εἶναι τὸν ὄντα, παρ' οὗ ὁ λόγος πρὸς τὸν θεράποντα γίνεται. 3.9.37 Ἀλλ' ἀντιλέγει τοῖς εἰρημένοις αὐτὴν τὴν γραφὴν προτεινόμενος λέγουσαν 20ἀγγέλου προτετάχθαι φω νήν, καὶ οὕτως ἐπῆχθαι τὸν τοῦ ὄντος διά λογον20. τοῦτο δὲ οὐκ ἀντίρρησις, ἀλλὰ βεβαίωσις τῶν ἡμετέρων ἐστίν. καὶ ἡμεῖς γάρ φαμεν ἐναργῶς τὸν προ φήτην τὸ περὶ τοῦ Χριστοῦ μυστήριον ἐμφανὲς ποιῆσαι τοῖς ἀνθρώποις βουλόμενον ἄγγελον τὸν ὄντα προσαγορεῦσαι, ὡς ἂν μὴ μόνης τῆς τοῦ ὄντος ἐπωνυμίας κατὰ τὸν διάλογον εὑρισκομένης πρὸς τὸν πατέρα ὁ νοῦς τῶν λε γομένων ἐπαναφέροιτο. ἀλλ' ὥσπερ ὁ ἡμέτερος λόγος τῶν τοῦ νοῦ κινημάτων μηνυτής τε καὶ ἄγγελος γίνεται, οὕτω φαμὲν καὶ τὸν ἀληθινὸν λόγον τὸν ἐν ἀρχῇ ὄντα διαγγέλλοντα τοῦ ἰδίου πατρὸς τὴν βουλὴν τῇ ἐνεργείᾳ τῆς 3.9.38 ἀγγελίας ἐπονομαζόμενον ἄγγελον λέγεσθαι. καὶ ὥσπερ ὁ ὑψηλὸς Ἰωάννης πρότερον αὐτὸν λόγον εἰπὼν οὕτως ἐπάγει τὸ θεὸν εἶναι τὸν λόγον, ὡς ἂν μὴ προηγησαμένης τῆς τοῦ θεοῦ προσηγορίας πρὸς τὸν πατέρα ταῖς ὑπονοίαις ἀπενεχθείημεν, οὕτω καὶ ὁ μέγας Μωϋσῆς ἄγγελον προονο μάσας αὐτὸν εἶναι τὸν ὄντα τοῖς ἐφεξῆς ἐκδιδάσκει λόγοις, ὡς ἂν φανερῶς τὸ κατὰ τὸν Χριστὸν προαγγελθείη μυ στήριον, διὰ μὲν τοῦ ἀγγέλου τὸν ἑρμηνέα τοῦ πατρικοῦ βουλήματος λόγον τῆς γραφῆς διδασκούσης, διὰ δὲ τῆς τοῦ ὄντος προσηγορίας τὴν κατ' αὐτὸ τὸ εἶναι τοῦ υἱοῦ πρὸς 3.9.39 τὸν πατέρα φυσικὴν οἰκειότητα. εἰ δὲ καὶ τὸν Ἠσαΐαν προβάλοιτο ὡς εἰπόντα καλεῖσθαι τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελον, οὐδὲ οὕτως ἀνατρέψει τὸν ἡμέτερον λόγον. σαφὲς γὰρ ἐκεῖ καὶ ἀναντίρρητον ὡς ἡ κατὰ τὸ ἀνθρώ πινον οἰκονομία διὰ τῆς προφητείας σημαίνεται. Παιδίον γάρ, φησίν, ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. πρὸς ὃ καὶ τὸν ∆αβὶδ οἶμαι βλέποντα τὴν τῆς βασιλείας κατάστασιν διηγεῖσθαι, οὐχ ὡς οὐκ ὄντος βασιλέως, ἀλλ' ὡς τῆς δουλικῆς ταπεινότητος, ἣν ὑπῆλθε κατ' οἰκονομίαν ὁ κύριος, εἰς τὴν τῆς βασιλείας 3.9.40 ἀξίαν ἀναληφθείσης. Κατεστάθην γάρ, φησί, βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσ ταγμα κυρίου. οὐκοῦν ἄγγελός τε καὶ λόγος σφραγίς τε καὶ εἰκὼν καὶ πάντα τὰ τοιαῦτα κατὰ τὴν αὐτὴν ἔννοιαν λέγεται ὁ τὴν πατρικὴν ἀγαθότητα δι' ἑαυτοῦ γνωρίζων. ὅ τε γὰρ ἄγγελος μηνυτής τινος γίνεται, καὶ ὁ λόγος ὡσ αύτως ἐκκαλύπτει τὸ ἐγκείμενον νόημα, καὶ ἡ σφραγὶς ἐν τῷ ἰδίῳ τύπῳ τὸ ἀρχέτυπον δείκνυσι, καὶ ἡ εἰκὼν τὸ τοῦ ἀπεικονισθέντος κάλλος δι' ἑαυτῆς ἑρμηνεύει, ὡς ἰσοδυνα 3.9.41 μεῖν ταῦτα πάντα τῷ σημαινομένῳ πρὸς ἄλληλα. διὰ τοῦτο τὸ ἄγγελος τῆς τοῦ ὄντος ἐπωνυμίας προτέτακται, ἄγγελος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ πατρός, ὢν δὲ ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πάσης ὑπερ κείμενος τῆς ὀνοματικῆς σημασίας. διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ τοῦ ἀποστόλου μεμαρ τύρηται, οὐχ ὡς ἕν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ' ὡς ὑπὲρ πᾶν ὄνομα ὄντος τοῦ ὄντως ὄντος. 3.9.42 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατει νόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρησιν, καίτοι πολλὰ τῆς διὰ μέσου λογογραφίας τοῦ ἀντιπάλου παραδραμὼν προμηθείᾳ τοῦ μὴ πρὸς πολλὰς ἐπῶν μυριάδας ἐκταθῆναι τὸν λόγον. τοῖς γὰρ φιλοπονωτέροις καὶ τὸ μὴ σύντομον διαβολῆς ἐστιν ἀφορμή, οἷς δὲ μὴ πρὸς τὴν χρεῖαν, ἀλλὰ πρὸς τὴν τῶν ἀργῶν τε καὶ ἀσπούδων ἐπι θυμίαν βλέπει ὁ νοῦς, δι' εὐχῆς ἐστιν ὀλίγοις βήμασι πολλὰ στάδια τῆς ὁδοῦ διανύειν. τί οὖν χρὴ πράττειν ἐφελκο 3.9.43 μένης ἡμᾶς ἐπὶ τὸ πρόσω τῆς βλασφημίας; ἢ τάχα περιττόν ἐστι καὶ ὄντως ἀδόλεσχον τοῖς ὁμοίοις τῶν ἐπιχειρημάτων ἐναγωνίζεσθαι; πᾶσα γὰρ αὐτῶν ἡ σπουδὴ καὶ κατὰ τὸν ἐφεξῆς αὐτοῦ λόγον σύμφωνος τοῖς προεξητασμένοις ἐστίν, οὐδὲν καινὸν εἰς κατασκευὴν παρὰ τὰ προλαβόντα τῶν ἐπιχειρημάτων ἔχουσα. εἰ τοίνυν ἔρρωται ἡμῖν ἡ τῶν προ εκτεθέντων ἀνατροπή, καὶ τὰ λειπόμενα τοῖς προεξητασ μένοις συναπελήλεγκται· εἰ δὲ τοῖς ἐριστικοῖς καὶ ἀντι τύποις ἐν τῷ παρειμένῳ τὸ κράτιστον εἶναι δοκεῖ, ἀναγκαῖον ἂν εἴη τούτων ἕνεκεν διὰ βραχέων ἐπιδραμεῖν τὸ ὑπόλοιπον. 3.9.44 Λέγει μὴ εἶναι τὸν κύριον πρὸ τῆς ἰδίας γεννήσεως ὁ μηδενὶ τοῦ πατρὸς αὐτὸν διειργόμενον ἐπιδεικνύειν ἔχων, καὶ τοῦτό φησιν οὐκ ἀπὸ γραφῆς τὸν λόγον πιστούμενος, ἀλλ' ἐκ τῶν ἰδίων λογισμῶν κατασκευάζων τὸ λῆμμα. τοῦτο δὲ κοινὸν πρὸς ἅπαντα τὰ τῆς κτίσεως ἀποδέδεικται μέρη· οὐ βάτραχος, οὐ σκώληξ, οὐ κάνθαρος, οὐ πόα, οὐκ ἄκανθα, οὐκ ἄλλο τι τῶν εὐτελεστάτων πρὸ τῆς ἰδίας 3.9.45 συστάσεως ἦν. ὥστε ὅπερ διὰ τῆς λογικῆς τεχνολογίας ἐπὶ τοῦ υἱοῦ σὺν ἱδρῶτι καὶ πόνῳ κατασκευάζει, τοῦτο καὶ ἐπὶ τῶν τυχόντων τῆς κτίσεως μορίων προωμολόγηται, καὶ ὁ πολύς ἐστι πόνος τῷ λογογράφῳ δεῖξαι τοῖς ἐσχάτοις τῶν ἐν τῇ κτίσει τὸν μονογενῆ θεὸν ἐν τῇ κοινωνίᾳ τῶν ἰδιωμάτων ὁμότιμον. οὐκοῦν ἱκανὸν τεκμήριον τοῦ κακῶς αὐτοὺς περὶ τῶν δογμάτων φρονεῖν τὸ συμβαίνειν αὐτοῖς τὰς ὑπολήψεις τήν τε περὶ τοῦ μονογενοῦς θεοῦ καὶ τὴν 3.9.46 περὶ τῆς τῶν βατράχων γενέσεως. εἶτά φησιν ἴσον κατ' ἀλήθειαν καὶ δύναμιν τῷ ἀγέννητον μὴ εἶναι τὸ πρὸ γεν νήσεως μὴ εἶναι. πάλιν ὁ αὐτὸς ἁρμόσει καὶ πρὸς τοῦτό μοι λόγος, ὅτι καὶ ἐπὶ κυνὸς καὶ ψύλλης καὶ ὄφεως καὶ οὑτινοσοῦν τῶν ἐσχάτων τὸ ἴσον εἰπών τις οὐχ ἁμαρτήσεται, ἐπείπερ ἴσον κατὰ ἀλήθειαν καὶ δύναμιν τῷ ἀγέννητον μὴ εἶναι τὸν κύνα τὸ πρὸ τῆς γεννήσεως αὐτὸν μὴ εἶναι. εἰ δὲ κατὰ τὸν διορισμὸν αὐτῶν, ὃν πολλαχῇ διωρίσαντο, ὅσα κοινωνεῖ τῶν ἰδιωμάτων, κοινωνεῖ καὶ τῆς φύσεως, ἴδιον δὲ τοῦ κυνὸς καὶ τῶν καθ' ἕκαστον τὸ πρὸ τοῦ γενέσθαι μὴ εἶναι, ὅπερ καὶ ἐπὶ τοῦ υἱοῦ κατασκευάζειν οἴεται χρῆναι, τὸ λειπόμενον τῆς κατασκευῆς ὁ ἀκροατὴς πάντως ἐκ τοῦ ἀκολούθου κατόψεται. 3.9.47 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν 20οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν20 ὁ μικρὸν ἐν τοῖς κατόπιν τῆς τοῦ ὄντος ἐπωνυμίας αὐτὸν ἀποσχοινίζων, 20ἀλλὰ καὶ κύριον αὐτόν20, φησί, 20καὶ δημιουργὸν καὶ θεὸν πάσης αἰσθητῆς τε καὶ νοητῆς οὐσίας λέγομεν20. ἣν τί οἴεται, κτιστὴν εἶναι ἢ ἄκτιστον; εἰ γὰρ πάσης νοητῆς οὐσίας ὁμολογεῖ κύριον καὶ θεὸν καὶ δημιουργὸν εἶναι τὸν υἱόν, ἀνάγκη πᾶσα, εἰ μὲν ἄκτιστον εἶναι λέγοι ταύτην, ψεύδεσθαι τῆς ἀκτίστου φύσεως τὴν δημιουργίαν τῷ υἱῷ προσμαρτυροῦντα, εἰ δὲ κτιστὴν πιστεύοι, αὐτὸν ἑαυτοῦ κτίστην εἶναι κατασκευάζει. 3.9.48 εἰ γὰρ μὴ τῷ καθ' ἑαυτὸν ἀκτίστῳ τῆς νοητῆς οὐσίας ἀφορίζοιτο ἡ δημιουργία, οὐδὲν ἔτι τὸ διακρῖνον ὑπολειφθή σεται, τῆς τε αἰσθητῆς κτίσεως καὶ τῆς νοερᾶς οὐσίας ἐπικοίνου νοουμένης. ἀλλ' ἐπάγει τούτοις 20ὅτι ἐν τῇ τῶν ὄντων κτίσει παρὰ τοῦ πατρὸς ἐπιτέτραπται τὴν τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, δη μιουργίαν καὶ τῶν γενομένων τὴν πρόνοιαν, ἀρκούσης αὐτῷ τῆς ἄνωθεν ἀποκληρωθείσης δυνάμεως πρὸς τὰς γενέσεις τῶν δημιουργη θέντων20. ταῦτα βιάζεται μὲν τὸ πλῆθος τῶν γεγραμμένων ἐν συντόμῳ παραδραμεῖν, παρακατέχει δέ πως ἡ βλασφημία τὸν λόγον, πολὺν ἑσμὸν νοημάτων οἷόν τινων ἰοβόλων σφη 3.9.49 κῶν περιέχουσα. ἐπετράπη, φησί, παρὰ τοῦ πατρὸς τὴν δημιουργίαν. εἰ δὲ περὶ χειροτέχνου τινὸς ὁ λόγος ἐγίνετο κατὰ γνώμην τοῦ μισθουμένου μεταχειριζομένου τὴν ἐργα σίαν, ἆρ' οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσατο λόγοις; καὶ γὰρ περὶ τοῦ Βεσελεὴλ τὸ ἴσον οὐχ ἁμαρτάνομεν λέγοντες ὅτι ἐπιτραπεὶς παρὰ τοῦ Μωϋσέως τὴν σκηνοποιΐαν δημιουργὸς τῶν ἐκεῖ μνημονευθέντων ἐγένετο, οὐκ ἂν ἐπὶ τὴν πρᾶξιν ἐλθὼν μὴ πρότερον θείᾳ τε δυνάμει τὴν ἐπιστήμην κτησά μενος καὶ τῇ τοῦ Μωϋσέως ἐπιτροπῇ τῆς ἐνεργείας κατα 3.9.50 τολμήσας. οὐκοῦν ἡ τοῦ 20ἐπιτετράφθαι20 λέξις ἐπί κτητον αὐτῷ γεγενῆσθαι τὴν δημιουργικὴν ἐνδείκνυται δύ ναμίν τε καὶ ἐξουσίαν, ὡς πρὶν ἐπιτραπῆναι μήτε θαρ σοῦντα μήτε δυνάμενον, ἐπεὶ δὲ τὴν τῶν ἔργων ἐξουσίαν ἔλαβε καὶ ἀποχρῶσαν πρὸς τὰ ἔργα τὴν δύναμιν, οὕτω γεγενῆσθαι δημιουργὸν τῶν ὄντων, 20ἀρκούσης αὐτῷ20, καθώς φησιν ὁ Εὐνόμιος, 20τῆς ἄνωθεν ἀποκληρωθείσης δυνάμεως20. ἆρα μὴ κατά τινα τερατείαν τῶν γενεθλιακῶν λόγων καὶ ἐν εἱμαρμένῃ τινὶ τοῦ υἱοῦ τὴν γέννησιν τίθεται, καθάπερ φασὶν οἱ τὴν ματαίαν ταύτην ἐξησκηκότες ἀπάτην κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπι πλοκάς τε καὶ ἀποστάσεις τὰς ἀποκληρώσεις τῶν βίων τοῖς τικτομένοις συμβαίνειν, τῆς ἄνωθεν εἱρμῷ τινι φερο μένης δινήσεως τὰς περί τι δυνάμεις τοῖς γινομένοις ἐπι 3.9.51 κλωθούσης; τάχα τι τοιοῦτον ὁ σοφὸς ἐννοεῖ καί φησι τῷ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι καθάπερ ἐν κοίλοις τισὶ καθειργ μένῳ χωρίοις ἄνωθεν ἀποκεκληρῶσθαι διαμεμετρημένην πρὸς τὴν ποσότητα τῶν γινομένων τὴν δύναμιν. παραδρα μοῦμαι καὶ τοῦτον διὰ συντομίας τὸν λόγον, ἐξ ὀλίγης τῆς τῶν ἐξετασθέντων ἀρχῆς σπέρματα πρὸς τὴν κατανόησιν τῆς βλασφημίας τοῖς συνετωτέροις τῶν ἐντυγχανόντων κατα 3.9.52 βαλλόμενος. εἶτα διὰ τῶν ἐφεξῆς ἀπολογία τις ὑπὲρ ἡμῶν αὐτῷ γέγραπται. οὐ γὰρ ἂν ἔτι δοκοίημεν τοῖς ἐντυγχά νουσι παραστοχάζεσθαι τῆς διανοίας τοῦ λόγου καὶ πρὸς τὸ ὑπεύθυνον μεθερμηνεύειν τὰ ῥήματα, αὐτῆς τῆς ἐκείνου φωνῆς ὁμολογούσης τὴν ἀτοπίαν. ἔχει γὰρ οὕτω τὰ γε γραμμένα· 20ἦ γὰρ οὐχὶ γῆ μὲν καὶ ἄγγελος οὐκ ὄντα γέγονεν20; ὁρᾶτε τὸν ὑψηλὸν θεολόγον ὡς οὐκ αἰσχύνεται τὸν αὐτὸν γῇ τε καὶ ἀγγέλοις καὶ αὐτῷ τῷ ποιητῇ τοῦ παντὸς ἐφαρμόζων λόγον; οὐκοῦν εἰ τὰ αὐτὰ πρέπειν οἴεται περί τε τῆς γῆς καὶ τοῦ κυρίου λέγειν, ἢ καὶ ταύτην πάντως θεοποιήσει ἢ καὶ ἐκεῖνον ταύτῃ συν ατιμάσει. 3.9.53 Εἶτα προστίθησι τούτοις δι' ὧν ἀπογνυμνοῦται πλέον ἡ βλασφημία, ὡς μηδὲ παιδὶ δυσκατανόητον εἶναι τὸ ἄτοπον. φησὶ γὰρ ὅτι 20μακρὸν ἂν εἴη πάσας ἐπεξιέναι τῶν νοητῶν τὰς γενέσεις ἢ τὰς οὐσίας, αἷς ἁπάσαις οὐχὶ κοινή τις ἡ τοῦ μὴ ὄντος φύσις, ἀλλὰ κατὰ τὰς τοῦ δημιουργήσαντος ἐνεργείας ἡ παραλλαγή20. ταῦτα γὰρ καὶ σιωπώντων ἡμῶν ἀρίδηλον ἔχει καὶ περιφανῆ τὴν κατὰ τοῦ υἱοῦ βλασφημίαν, ὅταν ὁμολογῇ τὸ κατὰ πάσης γενέσεως καὶ οὐσίας λεγόμενον μηδὲν ἀπᾴδειν τοῦ περὶ τῆς θείας τοῦ μονογενοῦς ὑπο στάσεως λόγου. ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντα τὴν διὰ μέσου τῆς βλασφημίας κατασκευὴν τρόπον τινὰ προδιελεγχθεῖσαν ἐν τοῖς ἐξητασμένοις ἐπὶ τὰ κεφάλαια 3.9.54 τῆς τοῦ δόγματος αὐτῶν κατηγορίας ἐλθεῖν. εὑρεθήσεται γὰρ μάταιον μὲν ἀποδεικνὺς τὸ τῆς παλιγγενεσίας μυστή ριον, ἀνόνητον δὲ τὴν μυστικὴν δωροφορίαν, τήν τε μετου σίαν τούτων εἰς οὐδὲν πλέον τοῖς μετέχουσι γινομένην. φησὶ γὰρ μετὰ τοὺς συντόνους ἐκείνους ἀγῶνας, ἐν οἷς Οὐαλεντίνους τε καὶ Κηρίνθους καὶ Βασιλίδας καὶ Μοντανοὺς καὶ Μαρκίωνας εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προεστήσατο δόγ ματος, καὶ κατασκευάσας τὸ μηδὲ πρὸς τὴν τῶν Χριστιανῶν προσηγορίαν οἰκείως ἔχειν τοὺς ἄγνωστον ἀποφαινομένους τὴν θείαν φύσιν, ἄγνωστον δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον, καὶ συναριθμήσας τοῖς διαβεβλημένοις ἡμᾶς, οὕτως ἐπάγει τὸν παρ' ἑαυτοῦ λόγον ἐν τούτοις τοῖς ῥήμασιν· 20ἡμεῖς δὲ πειθόμενοι τοῖς ἁγίοις καὶ μακαρίοις ἀν δράσιν οὔτε τῇ σεμνότητι τῶν ὀνομάτων οὔτε ἐθῶν καὶ μυστικῶν συμβόλων ἰδιότητι κυ ροῦσθαί φαμεν τὸ τῆς εὐσεβείας μυστήριον, 3.9.55 τῇ δὲ τῶν δογμάτων ἀκριβείᾳ20. ὅτι μὲν οὖν οὐδὲ τότε τοῖς εὐαγγελισταῖς οὔτε τοῖς ἀποστόλοις οὔτε τινὶ τῶν τῆς ἀρχαιοτέρας γραφῆς καθηγησαμένων πεισθεὶς ταῦτα γράφει, παντὶ δῆλον τῷ τὴν ἱεράν τε καὶ θείαν οὐκ ἀγνο οῦντι γραφήν. ἀκόλουθον δ' ἂν εἴη ἁγίους αὐτὸν καὶ μακα ρίους ἄνδρας οἴεσθαι λέγειν Μανιχαῖον Νικόλαον Κόλουθον Ἀέτιον Ἄρειον καὶ πάντας τοὺς τοῦ αὐτοῦ χοροῦ, οἷς ἀκολουθῶν ταῦτα νομοθετεῖ, ὅτι οὔτε τῶν ὀνομάτων ἡ ὁμολογία οὔτε τὰ ἔθη τῆς ἐκκλησίας οὔτε τὰ μυστικὰ 3.9.56 σύμβολα κυροῖ τὴν εὐσέβειαν. ἡμεῖς δὲ μεμαθηκότες παρὰ τῆς ἁγίας φωνῆς ὅτι ἂν μή τις γεννηθῇ ἄνωθεν δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ὅτι Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐκεῖνος ζήσεται εἰς τὸν αἰῶνα, πεπείσμεθα τῇ ὁμολογίᾳ τῶν θείων ὀνομάτων, πατρὸς λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, κυροῦσθαι τὸ τῆς εὐσεβείας μυστήριον καὶ τῇ τῶν μυστικῶν ἐθῶν τε καὶ συμβόλων κοινωνίᾳ τὴν σωτηρίαν κρατύνεσθαι· δόγματα δὲ δι' ἐπιμελείας καὶ τοῖς ἔξω τοῦ μυστηρίου πολλάκις ἐξήτασται, καὶ πολλῶν ἔστιν ἀκούειν ὑπόθεσιν ἑαυτοῖς εἰς λόγων ἅμιλλαν τὸ ἡμέτερον δόγμα προβαλλομένων, καί τινας αὐτῶν <ὁρῶμεν> καὶ κατεπι τυγχάνοντας τῆς ἀληθείας πολλάκις καὶ οὐδὲν ἧττον ἠλ 3.9.57 λοτριωμένους τῆς πίστεως. ἐπειδὴ τοίνυν καταφρονεῖ μὲν τῶν σεμνῶν ὀνομάτων, δι' ὧν τῆς θειοτέρας γεννήσεως ἡ δύναμις τοῖς διὰ πίστεως μετιοῦσι τὴν χάριν νέμει, περιορᾷ δὲ τὴν τῶν μυστικῶν συμβόλων τε καὶ ἐθῶν κοινωνίαν, ἐν οἷς ὁ Χριστιανισμὸς τὴν ἰσχὺν ἔχει, εἴπωμεν τὸ τοῦ προ φήτου μικρὸν παρῳδήσαντες πρὸς τοὺς ἀκροατὰς τῆς ἀπά της ὅτι Ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε τὴν ἀπώ λειαν καὶ ζητεῖτε ψεῦδος; πῶς οὐχ ὁρᾶτε τὸν διώκτην τῆς πίστεως εἰς παράβασιν τοῦ Χριστιανισμοῦ τοὺς πειθομένους 3.9.58 αὐτῷ προκαλούμενον; εἰ γὰρ ἄχρηστος μὲν ἡ τῶν σεμνῶν τε καὶ τιμίων τῆς ἁγίας τριάδος ὀνομάτων ὁμολογία, ἀνόνητα δὲ τὰ ἔθη τῆς ἐκκλησίας, ἐν δὲ τοῖς ἔθεσι τούτοις ἐστὶν ἡ σφραγίς, ἡ προσευχή, τὸ βάπτισμα, ἡ τῶν ἁμαρ τιῶν ἐξαγόρευσις, ἡ περὶ τὰς ἐντολὰς προθυμία, ἡ περὶ τὸ ἦθος κατόρθωσις, τὸ κατὰ σωφροσύνην βιοῦν, τὸ πρὸς τὸ δίκαιον βλέπειν, τὸ μὴ ταῖς ἐπιθυμίαις ἐρεθίζεσθαι μήτε ἡδονῆς ἡττᾶσθαι μήτε ἀρετῆς ἀπολείπεσθαι, εἰ οὖν μηδὲν τῶν τοιούτων ἐθῶν ἐπ' ἀγαθῷ κατορθοῦσθαι λέγει μηδὲ τὰ μυστικὰ σύμβολα φυλακτήρια μὲν τῶν περὶ τὴν ψυχὴν ἀγαθῶν, καθὼς πεπιστεύκαμεν, γίνεσθαι, ἀποτρόπαια δὲ τῶν κατ' ἐπιβουλὴν τοῦ πονηροῦ τοῖς πεπιστευκόσιν ἐπαγο μένων, τί ἄλλο καὶ οὐχὶ φανερῶς ἐμβοᾷ τοῖς ἀνθρώποις λῆρον ἡγεῖσθαι τῶν Χριστιανῶν τὸ μυστήριον, καταγελᾶν τῆς σεμνότητος τῶν θείων ὀνομάτων, παίγνιον οἴεσθαι τὰ τῆς ἐκκλησίας ἔθη, φλυαρίαν τινὰ καὶ μωρίαν τὰ κατὰ τὸ 3.9.59 μυστήριον ἐνεργούμενα πάντα; τί πλέον οἱ τῷ Ἑλληνισμῷ παραμένοντες εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προφέρουσι δόγ ματος; οὐχὶ κἀκεῖνοι γέλωτος ἀφορμὴν τὸ σεμνὸν ποιοῦνται τῶν ὀνομάτων, ἐν οἷς ἡ πίστις κρατύνεται, καὶ διαχλευ άζουσι τὰ μυστικὰ σύμβολα καὶ τὰ διατηρούμενα παρὰ τῶν μεμυημένων ἔθη; τὸ δὲ ἐν δόγμασι δεῖν μόνοις οἴεσθαι τὴν εὐσέβειαν εἶναι, τίνος οὕτως ἴδιον ὡς τῶν Ἑλλήνων ἐστίν; ἐπεὶ κἀκεῖνοί φασιν εἶναί τι κατὰ τὴν ἑαυτῶν ὑπό ληψιν τοῦ κηρύγματος ἡμῶν πιθανώτερον καί τινα μέγαν ἐξ αὐτῶν τινες ὑποτίθενται θεὸν ὑπερανεστηκότα τῶν ἄλ λων καὶ ὑποχειρίους τινὰς δυνάμεις ὁμολογοῦσι, διά τινος τάξεως καὶ ἀκολουθίας ἀλλήλων μὲν πρὸς τὸ μεῖζον ἢ καταδεέστερον διαφερούσας, ὑπεζευγμένας δὲ πάσας ἐπίσης 3.9.60 τῷ ὑπερέχοντι. ταῦτα τοίνυν καὶ οἱ καθηγηταὶ τῆς νέας εἰδωλολατρίας κηρύσσουσι, καὶ οὐ δεδοίκασιν οἱ ἑπόμενοι τὴν ἐπικειμένην τοῖς παραβεβηκόσι κατάκρισιν, ὥσπερ οὐ συνιέντες ὅτι τὸ ἔργῳ τι ποιῆσαι τῶν ἀτόπων τοῦ διὰ ῥή ματος ἐξαμαρτεῖν μόνου παρὰ πολὺ χαλεπώτερον. οἱ τοίνυν ἔργῳ μὲν τὴν πίστιν ἀρνούμενοι καὶ τὰ ἔθη φαυλίζοντες καὶ τὴν τῶν ὀνομάτων ὁμολογίαν περιορῶντες καὶ τὸν ἐκ τῶν μυστικῶν συμβόλων ἁγιασμὸν ἀντ' οὐδενὸς εἶναι κρί νοντες, πρὸς δὲ τὰ σεσοφισμένα ῥήματα βλέπειν ἀνα πεισθέντες καὶ ἐν τῇ τοῦ 20γεννητοῦ20 καὶ 20ἀγεννήτου20 τεχνολογίᾳ τὴν σωτηρίαν εἶναι νομίζοντες τί ἄλλο καὶ οὐχὶ παραβάται τῶν τῆς σωτηρίας δογμάτων εἰσίν; 3.9.61 Εἰ δέ τις οἴεται ταῦτα κατά τινα συκοφαντίαν παρ' ἡμῶν αὐτοῖς ἐπιφέρεσθαι, καθ' ἑαυτὸν διασκεψάσθω τὰ παρ' αὐτοῦ γεγραμμένα, τά τε προτεθέντα ἡμῖν εἰς ἐξέ τασιν καὶ ὅσα κατὰ τὸ ἀκόλουθον τοῖς εἰρημένοις ἐπάγεται. φησὶ γὰρ τὸν τοῦ κυρίου νόμον παραγραφόμενος (νόμος γάρ ἐστιν ἡ τῆς θείας μυσταγωγίας παράδοσις) μὴ εἰς πατέρα τε καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τὸ βάπτισμα γίνεσθαι, καθὼς ἐνετείλατο τοῖς μαθηταῖς παραδιδοὺς τὸ μυστήριον, ἀλλ' 20εἰς δημιουργὸν καὶ κτίστην καὶ οὐ μόνον πα 3.9.62 τέρα20, φησί, 20τοῦ μονογενοῦς, ἀλλὰ καὶ θεόν20. Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν πῶς ἀναταράσσει τῇ ἰλυώδει προσθήκῃ καὶ ἀναθολοῖ τὴν ἀλή θειαν, πῶς οὐ δέδοικε τὴν ἐπικειμένην ἀρὰν κατὰ τῶν προστιθέντων τι ταῖς θείαις φωναῖς ἢ ὑφαιρεῖν τολμώντων; ἀναγνῶμεν ἐπ' αὐτῶν τῶν ῥημάτων τὴν τοῦ κυρίου φωνήν. Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ποῦ κτίσμα τὸν υἱὸν προσηγόρευσε; ποῦ κτίστην καὶ δημιουργὸν τοῦ μονογενοῦς τὸν πατέρα ὁ λόγος ἐδίδαξε; ποῦ δοῦλος θεοῦ ἐν τοῖς εἰρημένοις ὁ υἱὸς εἶναι διδάσκεται; ποῦ θεὸς τοῦ υἱοῦ ἐν τῇ παραδόσει τοῦ 3.9.63 μυστηρίου κηρύσσεται; ἆρα νοεῖτε καὶ συνίετε οἱ δι' ἀπάτης κατασυρέντες πρὸς τὴν ἀπώλειαν, τίνα τῶν ἰδίων ψυχῶν καθηγητὴν προεστήσασθε τὸν νοθεύοντα τὰς ἁγίας γραφάς, τὸν μεταποιοῦντα τὰς θείας φωνάς, τὸν ἀναθολοῦντα τῷ ἰδίῳ βορβόρῳ τὸ καθαρὸν τῶν τῆς εὐσεβείας δογμάτων, τὸν μὴ μόνον καθ' ἡμῶν τὴν ἑαυτοῦ γλῶσσαν ὁπλίζοντα, ἀλλὰ καὶ αὐτὰς μετασκευάζειν ἐπιχειροῦντα τὰς ἁγίας φωνάς, τὸν κυριωτέραν τὴν ἰδίαν διαστροφὴν τῆς τοῦ κυ ρίου διδασκαλίας ἀποδεῖξαι φιλονεικοῦντα; οὔπω καθορᾶτε ὅτι ἀντεγείρει ἑαυτὸν τῷ προσκυνουμένῳ ὀνόματι, ὥστε σιωπηθῆναι μὲν τῷ χρόνῳ τὸ τοῦ κυρίου ὄνομα, ἀντεισαχθῆναι δὲ ταῖς ἐκκλησίαις ἀντὶ τοῦ Χριστοῦ τὸν Εὐνό 3.9.64 μιον; οὔπω λογίζεσθε ὅτι μελέτη καὶ παρασκευὴ καὶ προοίμιον τῆς τοῦ ἀντιχρίστου παρουσίας τὸ ἄθεον τοῦτο παρὰ τοῦ διαβόλου προκαταβέβληται κήρυγμα; ὁ γὰρ τῶν τοῦ Χριστοῦ λόγων κυριωτέρας τὰς ἰδίας φωνὰς ἀποδεῖξαι φιλονεικῶν καὶ μεταλλάξαι τὴν πίστιν ἀπὸ τῶν θείων ὀνο μάτων καὶ τῶν μυστικῶν ἐθῶν καὶ συμβόλων εἰς τὴν ἰδίαν ἀπάτην, τί ἂν ἄλλο κυρίως καὶ οὐχὶ ἀντίχριστος λέγοιτο; 3.10.1 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγμα τος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην ἀπόδειξιν ὧν λέγουσιν ἔχειν οἱ τὸ μεγαλεῖον τῆς τοῦ μονογενοῦς δόξης εἰς ταπεινὰς καὶ δουλοπρεπεῖς ὑπολήψεις κατάγοντες τὸν πρὸς τὴν Μαρίαν τοῦ κυρίου λόγον, ὃν μετὰ τὴν ἀνά στασιν πρὸ τῆς ἀνόδου πεποίηται λέγων Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύθητι δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ὅτι ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ 3.10.2 θεὸν ὑμῶν. τὴν μὲν οὖν εὐσεβῆ τῶν εἰρημένων διάνοιαν, καθ' ἣν πεπιστεύκαμεν εἰρῆσθαι ταῦτα πρὸς τὴν Μαρίαν, πρόδηλον οἶμαι τοῖς παραδεξαμένοις ἐν ἀληθείᾳ τὴν πίστιν. προστεθήσεται δὲ ὅμως καὶ παρ' ἡμῶν ὁ περὶ τούτου λόγος ἐν τῷ καθήκοντι τόπῳ· τέως δὲ μαθεῖν ἄξιον παρὰ τῶν προφερόντων ἡμῖν τὰς τοιαύτας φωνὰς ὅ τι τὸ ἀναβαῖνον καὶ τὸ ὁρώμενον καὶ τὸ διὰ τῆς ἁφῆς γνωριζόμενον καὶ ἔτι πρὸς τούτοις τὸ τοῖς ἀνθρώποις διὰ τῆς ἀδελφότητος οἰκειούμενον, ἆρα τῆς θείας ἢ τῆς ἀνθρωπίνης φύσεως ἴδιον 3.10.3 εἶναι νομίζουσιν. εἰ μὲν γὰρ τὸ ψηλαφητὸν καὶ ὁρατὸν καὶ βρώσει καὶ πόσει διοικούμενον καὶ τοῖς ἀνθρώποις ὁμογενὲς καὶ ἀδελφὸν καὶ ὅσα περὶ τὴν σωματικὴν καθορᾶται φύσιν, πάντα ταῦτα καὶ ἐν θεότητι βλέπουσι, λεγέτωσαν περὶ τοῦ μονογενοῦς θεοῦ καὶ ταῦτα καὶ ὅσα βούλονται μαρτυρεί τωσαν αὐτῷ, καὶ τὴν πορευτικὴν ἐνέργειαν καὶ τὴν τοπικὴν μετάστασιν, ὅπερ ἴδιον τῶν ἐν σώματι περιγεγραμμένων 3.10.4 ἐστίν. εἰ δὲ ὁ μὲν διὰ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει (πῶς γὰρ ἂν ἐν ἀδελ φοῖς τὸ μονογενὲς διασῴζοιτο;) καὶ ὁ εἰπὼν Πνεῦμα ὁ θεός, φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτὸς ὅτι Ψηλαφήσατέ με, ἵνα δείξῃ ὅτι ψηλαφητὴ μὲν ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον, καὶ ὁ εἰπὼν Πορεύομαι, τὴν τοπικὴν διαση μαίνει μετάστασιν, ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω ἑαυτοῦ ἔχει εἰς ὃ κατά τινα κίνησιν ἡ μεταχώρησις γίνεται (οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐνεργῆσαι τὴν κίνησιν, μὴ τοῦ μεθ ισταμένου τὸν μὲν ἐν ᾧ ἦν ἀπολείποντος, ἕτερον δὲ ἀντι μεταλαμβάνοντος τόπον τὸ δὲ διὰ πάντων ἧκον καὶ ἐν πᾶσιν ὂν καὶ πάντα περικρατοῦν καὶ ὑπ' οὐδενὸς τῶν ὄντων περιειργόμενον οὐκ ἔχει ὅπου μεταχωρήσει τῷ μηδὲν εἶναι 3.10.5 κενὸν τοῦ θείου πληρώματος), πῶς καταλιπόντες οὗτοι τὸ ἐκ τοῦ φαινομένου τὰς φωνὰς γίνεσθαι ταύτας τῇ θείᾳ τε καὶ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζουσι φύσει, σαφῶς τοῦ ἀποστόλου ἐν τῇ πρὸς Ἀθηναίους δημηγορίᾳ τὸ τοιοῦτον ἀπαγορεύοντος ἐπὶ θεοῦ νομίζειν, ὡς οὐχὶ διὰ ψηλαφήσεως εὑρισκομένης τῆς θείας δυνάμεως, ἀλλὰ διὰ νοητῆς θεω 3.10.6 ρίας καὶ πίστεως; ἢ πάλιν ὁ βεβρωκὼς ἐν ὀφθαλμοῖς τῶν μαθητῶν καὶ ὁ ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ προάξειν τε καὶ ὀφθήσεσθαι, τίνα τὸν ὀφθησόμενον αὐτοῖς μηνύει; ἆρα τὸν θεόν, ὃν οὔτε ἑώρακέ τις οὔτε ἰδεῖν δύναται, ἢ τὸν σωματικὸν χαρακτῆρα τουτέστι τὴν τοῦ δούλου μορφήν, ἐν ᾗ ἦν ὁ θεός; εἰ τοίνυν φανερῶς διὰ τῶν εἰρημένων πρὸς τὸ βλεπόμενον καὶ ἀντιτυποῦν καὶ κινούμενον καὶ ὁμογενὲς τῇ φύσει τῶν μαθητῶν ἡ διάνοια τῶν εἰρημένων φέρεται, τῶν δὲ τοιούτων οὐδὲν περὶ τὸν ἀόρατόν τε καὶ ἀσώματον καὶ ἀναφῆ καὶ ἀνείδεον καθορᾶται, πῶς αὐτὸν τὸν μονογενῆ θεὸν τὸν ἐν ἀρχῇ ὄντα καὶ ἐν τῷ πατρὶ ὄντα εἰς τὸ ὁμότιμον Πέτρῳ καὶ Ἀνδρέᾳ καὶ Ἰωάννῃ καὶ τοῖς λοιποῖς τῶν ἀποστόλων κατάγουσιν ἐν τῷ καὶ ἀδελ φοὺς αὐτοὺς λέγειν εἶναι τοῦ μονογενοῦς καὶ ὁμοδούλους; 3.10.7 καὶ πᾶσα πρὸς τοῦτον αὐτοῖς τὸν σκοπὸν ἡ σπουδὴ βλέπει, τὸ δεῖξαι τοσοῦτον ἀφεστῶτα κατὰ τὸ μεγαλεῖον τῆς φύ σεως τὸν υἱὸν τῆς τοῦ πατρὸς ἀξίας τε καὶ δυνάμεως καὶ οὐσίας, ὅσον καὶ τῆς ἀνθρωπίνης οὐσίας ὑπερανέστηκε. καὶ τῆς διανοίας ταύτης τοῦτον τὸν λόγον ποιοῦνται συνή γορον τὸν ἐκ τοῦ ἴσου τήν τε τοῦ πατρὸς καὶ τὴν τοῦ θεοῦ φωνὴν ἐπί τε τοῦ κυρίου καὶ τῶν μαθητῶν τοῦ κυρίου κοινοποιοῦντα, ὡς μηδεμιᾶς μεταξὺ νοουμένης κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾶς ἐν τῷ παραπλησίως αὐτὸν καὶ τούτου κἀκείνων πατέρα τε καὶ θεὸν εἶναι νομίζεσθαι. 3.10.8 Καὶ τοιαύτη τίς ἐστιν ἡ κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας κατασκευή, 20ὡς ἢ καὶ τοῖς μαθηταῖς διὰ τῆς σχετικῆς σημασίας τὸ κοινὸν τῆς οὐσίας πρὸς τὸν πατέρα συμμαρτυρεῖσθαι, ἢ μηδὲ τὸν κύριον διὰ τῆς φωνῆς ταύτης εἰς κοινωνίαν τῆς τοῦ πατρὸς ἄγειν φύσεως, καὶ ὡς τὴν δουλείαν τῶν μαθητῶν τὸ θεὸν αὐτῶν ὀνομασθῆναι τὸν ἐπὶ πάντων παρίστησι, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸν υἱὸν δουλεύειν τῷ θεῷ διὰ τῶν εἰρημένων ὁμολογεῖσθαι20. ὅτι μὲν οὖν οὐ τῇ θεότητι τοῦ μονογενοῦς ἐφαρμόζεται τὰ πρὸς τὴν Μα ρίαν ῥήματα, δι' αὐτῆς ἔστι τῆς τῶν εἰρημένων διανοίας 3.10.9 μαθεῖν. ὁ γὰρ διὰ πάντων πρὸς τὸ ὁμότιμον τῆς ἀνθρω πίνης βραχύτητος ἑαυτὸν ταπεινώσας, ἐκεῖνος φθέγγεται τὰ εἰρημένα. τίς δὲ αὐτῶν τῶν ῥημάτων ἐστὶν ἡ διάνοια, τὴν μὲν ἀκρίβειαν εἰδεῖεν ἂν οἱ διὰ τοῦ πνεύματος τὰ βάθη τοῦ μυστηρίου διερευνώμενοι· ὅσα δὲ καὶ εἰς <τὴν> ἡμε τέραν ἥκει κατάληψιν κατὰ τὴν τῶν πατέρων ὑφήγησιν, ταῦτα δι' ὀλίγων παραθησόμεθα. ὁ τῇ φύσει πατὴρ τῶν ὄντων, ἐξ οὗ τὰ πάντα τὴν γένεσιν ἔχει, εἷς παρὰ τῆς τοῦ ἀποστόλου μεγαλοφωνίας ἀνακεκήρυκται. Εἷς γὰρ θεός, 3. φησί, καὶ πατήρ, ἐξ οὗ τὰ πάντα. οὐκοῦν ἡ ἀνθρωπίνη φύσις οὐκ ἀλλαχόθεν ἐπεισῆλθε τῇ κτίσει οὐδὲ αὐτομάτως ἐνεφύη τοῖς γεγονόσιν, ἀλλὰ τὸν ποιητὴν καὶ αὐτὴ τῆς ἰδίας συστάσεως οὐκ ἄλλον ἔσχεν ἢ τὸν πατέρα τῶν πάν των. καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα, εἴτε τὴν ἐπο πτικὴν εἴτε τὴν προνοητικὴν ἐξουσίαν σημαίνει, οἰκείως ἔχει πρὸς τὸ ἀνθρώπινον. ὁ γὰρ τὴν δύναμιν παρασχὼν τοῖς οὖσι τοῦ εἶναι, θεὸς καὶ ἐπόπτης τῶν ὑπ' ἐκείνου γε γονότων ἐστίν. ἀλλ' ἐπειδὴ κατ' ἐπιβουλὴν τοῦ ἐνσπείραντος ἡμῖν τὸ τῆς ἀπειθείας ζιζάνιον οὐκέτι τοῦ πατρικοῦ χαρα κτῆρος ἡ φύσις ἡμῶν τὴν εἰκόνα ἐφ' ἑαυτῆς διεσώσατο, ἀλλὰ πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη, διὰ τοῦτο διὰ τῆς κατὰ τὴν προαίρεσιν ὁμοιότητος εἰς τὴν πονηρὰν συγγένειαν τοῦ πατρὸς τῆς ἁμαρτίας εἰσεποιήθη· ὡς μηκέτι τοῦ ἀποκηρυχθέντος ἐν τῇ ἰδίᾳ κακίᾳ τὸν ἀγα θόν τε καὶ ἀληθινὸν εἶναι πατέρα τε καὶ θεόν, ἀλλ' ἀντὶ μὲν τοῦ φύσει ὄντος θεοῦ τοὺς φύσει μὴ ὄντας θεοὺς τι μηθῆναι, καθώς φησιν ὁ ἀπόστολος, ἀντὶ δὲ τοῦ ἀληθινοῦ πατρὸς τὸν ψευδώνυμον νομισθῆναι πατέρα, καθώς που δι' αἰνίγματος ὁ προφήτης Ἰερεμίας λέγει ὅτι Ἐφώνησε πέρ-3. διξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν. ἐπειδὴ τοίνυν τὸ κεφάλαιον τῆς συμφορᾶς ἡμῶν τοῦτο ἦν, τὸ ἐξοικειωθῆναι τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀνθρώπινον καὶ τῆς θείας ἐπόψεώς τε καὶ κηδε μονίας ἔξω γενέσθαι, διὰ τοῦτο ὁ πᾶσαν τὴν λογικὴν κτίσιν ποιμαίνων καταλιπὼν ἐν τοῖς ὑψηλοῖς τὴν ἀπλανῆ τε καὶ ὑπερκόσμιον ποίμνην τὸ πεπλανημένον πρόβατον, τὴν ἡμε τέραν λέγω φύσιν, ὑπὸ φιλανθρωπίας μετέρχεται. πολλο στὸν γάρ ἐστι καὶ ἐλάχιστον μέρος, εἰ πρὸς τὸ πᾶν κρί νοιτο, ἡ ἀνθρωπίνη φύσις ἡ μόνη κατὰ τὸ τῆς παραβολῆς αἴνιγμα τῆς λογικῆς ἑκατοντάδος διὰ τῆς κακίας ἀποφοι 3. τήσασα. ἐπεὶ οὖν ἀποξενωθεῖσαν τοῦ θεοῦ τὴν ἡμετέραν ζωὴν δι' ἑαυτῆς πάλιν ἐπὶ τὸν ὑψηλόν τε καὶ οὐράνιον χῶρον ἀναληφθῆναι ἀμήχανον ἦν, διὰ τοῦτο, καθώς φησιν ὁ ἀπόστολος, ὁ μὴ γνοὺς ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτία γίνεται καὶ τῆς κατάρας ἡμᾶς ἐλευθεροῖ τὴν ἡμετέραν κατάραν οἰκειωσάμενος καὶ τὴν ἔχθραν ἡμῶν τὴν διὰ τῆς ἁμαρτίας πρὸς τὸν θεὸν γεγενημένην ἀναλαβὼν καὶ ἐν ἑαυτῷ ἀποκτείνας κατὰ τὸν τοῦ ἀποστόλου λόγον (ἔχθρα δὲ ἦν ἡ ἁμαρτία) καὶ γενόμενος ὅπερ ἡμεῖς δι' ἑαυτοῦ 3. πάλιν συνῆψε τῷ θεῷ τὸ ἀνθρώπινον. τὸν γὰρ καινὸν ἐκεῖνον ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἐν ᾧ κατῴκησε τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τοῦτον διὰ καθαρό τητος τῇ συγγενείᾳ τοῦ πατρὸς τῆς φύσεως ἡμῶν προσ οικειώσας πᾶσαν τὴν κοινωνὸν τοῦ σώματος αὐτοῦ καὶ συγ γενῆ φύσιν πρὸς τὴν αὐτὴν χάριν συνεφειλκύσατο. καὶ τοῦτο διὰ τῆς γυναικὸς οὐ πρὸς ἐκείνους τοὺς μαθητὰς μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς μέχρι τοῦ νῦν μαθη τευομένους τῷ λόγῳ εὐαγγελίζεται, ὅτι οὐκέτι ἐν ἀποκη ρύκτοις ὁ ἄνθρωπος οὐδὲ τῆς τοῦ θεοῦ βασιλείας ἀπό βλητος, ἀλλὰ πάλιν υἱός, πάλιν ὑπὸ τὸν θεὸν τεταγμένος, τῇ ἀπαρχῇ τῆς ἀνθρωπότητος συναγιασθέντος καὶ τοῦ 3. φυράματος. Ἰδοὺ γάρ, φησίν, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός· ὅθεν ὑμεῖς ἀπεφοιτήσατε σάρκες καὶ αἷμα διὰ τὴν ἁμαρτίαν γενόμενοι, ἐκεῖ πάλιν ὑμᾶς ἀναλαβὼν ἐπανήγαγεν ὁ δι' ἡμᾶς κεκοινωνηκὼς σαρκός τε καὶ αἵματος. καὶ οὕτω γέγονε καὶ ἡμέτερος πατὴρ καὶ θεός, οὗ πρότερον διὰ τῆς ἀποστασίας ἠλλοτριώθημεν. οὐκοῦν εὐαγ γελίζεται τὴν ἀγαθὴν ταύτην εὐεργεσίαν διὰ τῶν εἰρημένων ὁ κύριος, καὶ ἔστι τὰ ῥήματα οὐ τῆς τοῦ υἱοῦ ταπεινό τητος ἔλεγχος, ἀλλὰ τῆς ἡμετέρας πρὸς τὸν θεὸν καταλ 3. λαγῆς εὐαγγέλια. τὸ γὰρ περὶ τὸν κατὰ Χριστὸν ἄνθρωπον γεγενημένον κοινὴ τῆς φύσεως τῶν ἀνθρώπων χάρις ἐστίν. ὥσπερ γὰρ τὸ κατωφερὲς καὶ εἰς γῆν βρῖθον τοῦ σώματος διαέριον ἐπὶ τοὺς οὐρανοὺς ἰδόντες φερόμενον πιστεύομεν κατὰ τὸν τοῦ ἀποστόλου λόγον καὶ ἡμεῖς ἁρπαγήσεσθαι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, οὕτως ἀκη κοότες, ὅτι τῆς ἡμετέρας ἀπαρχῆς πατὴρ καὶ θεὸς γέ γονεν ὁ ἀληθινὸς θεὸς καὶ πατήρ, οὐκέτι ἀμφιβάλλομεν τὸν αὐτὸν καὶ ἡμέτερον πατέρα καὶ θεὸν γενέσθαι, μα θόντες ὅτι εἰς τὴν αὐτὴν εἰσελευσόμεθα, ὅπου πρόδρομος 3. ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Χριστός. τὸ δὲ διὰ γυναικὸς τὴν χάριν μηνύεσθαι καὶ αὐτὸ σύμφωνόν ἐστι τῷ ἀποδοθέντι νοήματι. ἐπειδὴ γάρ, καθώς φησιν ὁ ἀπόστολος, ἡ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε καὶ τῆς ἀποστάσεως τῆς ἀπὸ τοῦ θεοῦ διὰ τῆς παρακοῆς προηγήσατο, διὰ τοῦτο πρώτη τῆς ἀναστάσεως γίνεται μάρτυς, ἵνα τὴν ἐκ τῆς παραβάσεως καταστροφὴν διὰ τῆς κατὰ τὴν ἀνάστασιν πίστεως ἀνορθώσῃ, καὶ ὥσπερ τῶν τοῦ ὄφεως λόγων τὸ κατ' ἀρχὰς γενομένη πρὸς τὸν ἄνδρα διάκονός τε καὶ σύμ βουλος ἀρχὴν τοῦ κακοῦ τῷ βίῳ καῖ' ἀκολουθίαν εἰσήνεγκεν, οὕτω τοῦ θανατώσαντος τὸν ἀποστάτην δράκοντα τοὺς λό γους τοῖς μαθηταῖς διακομίσασα ἀρχηγὸς τοῖς ἀνθρώποις τῆς πίστεως γένηται, δι' ἧς εἰκότως ἀναλύεται ἡ πρώτη 3. τοῦ θανάτου ἀπόφασις. ἀλλ' εὑρεθῆναι μὲν εἰκὸς παρὰ τῶν ἐπιμελεστέρων ὠφελιμωτέραν τινὰ τῶν προκειμένων ἐξήγησιν· εἰ δὲ καὶ μηδὲν εὑρίσκοιτο, ἐκείνην πάντως ἀρ γεῖν τὴν παρὰ τῶν ἐχθρῶν προφερομένην συγκρίσει τῆς εὑρεθείσης πάντα οἶμαι τὸν εὐσεβοῦντα συνθήσεσθαι. ἡ μὲν γὰρ ἐπὶ καθαιρέσει τῆς τοῦ μονογενοῦς δόξης συμ πέπλασται καὶ πλέον οὐδέν· αὕτη δὲ τῆς κατὰ τὸν ἄν θρωπον οἰκονομίας τὸν σκοπὸν περιέχει. ἐδείχθη γὰρ ὅτι οὐχ ὁ ἀναφής τε καὶ ἀμετάθετος καὶ ἀόρατος, ἀλλὰ τὸ βλεπόμενόν τε καὶ κινούμενον καὶ ψηλαφώμενον, ὅπερ τῆς ἀνθρωπίνης φύσεως ἴδιόν ἐστι, τῇ Μαρίᾳ τὴν ἐντολὴν ἐδί δου πρὸς τοὺς ἀδελφοὺς διακονῆσαι τὸν λόγον. 3. Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασι λείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀφο ρίζων ἐν τῷ λέγειν 20ὅσον διέστηκε τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον παρήλλακται τὸ φῶς πρὸς τὸ φῶς20. δείξαντος γὰρ ἐκείνου μὴ κατὰ ὕφεσίν τινα καὶ ἐπίτασιν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τὴν διάστασιν εἶναι, ἀλλ' ἐκ διαμέτρου τὴν ἀντίθεσιν ἐν τοῖς σημαινομένοις ὑπάρχειν, καὶ συλλογισαμένου διὰ τῆς τῶν τεθέντων ἀκολουθίας ὅτι ἀναλόγως τῇ 20ἀγεννησίᾳ20 καὶ τῇ 20γεννήσει20 τοῦ πατρικοῦ φωτὸς πρὸς τὸ τοῦ υἱοῦ παραλλάσσοντος ἀνάγκη πᾶσα μὴ ἐλάττωσιν φωτὸς ἐπὶ τοῦ υἱοῦ νοηθῆναι, ἀλλὰ παντελῆ ἀλλοτρίωσιν (ὡς γὰρ οὐκ ἔστιν εἰπεῖν ὑφειμένην ἀγεννησίαν εἶναι τὴν γέννησιν, ἀλλὰ καθόλου διέστηκεν ἀντιθετικῶς ἀπ' ἀλλήλων τὰ σημαινό μενα τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, οὕτως εἰ τὴν αὐτὴν φυλάσσοι παραλλαγὴν τὸ πατρικὸν φῶς πρὸς τὸ ἐν τῷ υἱῷ νοούμενον, οὐκέτι φῶς ἐκ τῆς ἀκολουθίας ὁ υἱὸς εἶναι ὑποληφθήσεται, ἐπίσης αὐτῆς τε τῆς ἀγεννησίας καὶ τοῦ κατ' αὐτὴν φωτὸς ἔξω γινόμενος· ὁ δὲ ἄλλο τι παρὰ τὸ φῶς ὢν δηλαδὴ πρὸς τὸ ἀντικείμενον οἰκείως κατὰ τὸ 3. ἀκόλουθον ἕξει)· ταύτης τοίνυν τῆς ἀτοπίας ἐκ τῶν τεθέν των ἀναφανείσης, ἀναλύειν ἐπιχειρεῖ ὁ Εὐνόμιος ταῖς τε χνικαῖς ἐφόδοις τῶν ἀποδείξεων οὑτωσὶ λέγων· 20ἴσμεν γάρ, ἴσμεν τὸ φῶς τὸ ἀληθινόν, ἴσμεν τὸν κτίσαντα τὸ φῶς μετὰ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἠκού σαμεν αὐτῆς τῆς ζωῆς καὶ ἀληθείας Χριστοῦ λέγοντος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· μεμαθήκαμεν παρὰ τοῦ μακαρίου Παύλου φῶς ἀπρόσιτον ὀνομάζοντος τὸν ἐπὶ πάντων θεὸν τῇ τε προσθήκῃ διορί ζοντος καὶ τὴν ὑπεροχὴν τοῦ φωτὸς ἐκδιδά σκοντος· εἶτα τοσαύτην φωτὸς παραλλαγὴν με μαθηκότες οὐκ ἀνεξόμεθα μέχρι ψιλῆς γοῦν 3. ἀκοῆς τὴν αὐτὴν εἶναι φωτὸς ἔννοιαν20. ἆρα σπου δάζων τὰ τοιαῦτα διὰ τῶν ἐπιχειρημάτων κατὰ τῆς ἀλη θείας προβάλλεται ἢ τῆς ἀναισθησίας τῶν ἑπομένων αὐτοῦ ταῖς ἀπάταις ἀποπειρώμενος, πότερον δύνανται συνιδεῖν τὸν παιδιώδη παραλογισμὸν τοῦ σοφίσματος ἢ καὶ πρὸς τὴν οὕτω πρόδηλον ἀπάτην ἀναισθητοῦσιν; ἐγὼ μὲν γὰρ οἶμαι μηδένα οὕτως ἀνόητον, ὡς μὴ συνιέναι τὴν ἐκ τῆς ὁμω νυμίας ἀπάτην, δι' ἧς ὁ Εὐνόμιος ἑαυτόν τε καὶ τοὺς κατ' αὐτὸν παρακρούεται. φῶς οἱ μαθηταί, φησίν, ὠνομάσθη σαν, φῶς δὲ λέγεται καὶ τὸ ἐν τῇ κτίσει γενόμενον. εἶτα τίς οὐκ οἶδεν ὅτι <τὸ> ὄνομα μόνον ἐν τούτοις ἐστὶ κοινόν, τὸ δὲ σημαινόμενον ἐφ' ἑκατέρου διάφορον; τὸ μὲν γὰρ ἡλιακὸν φῶς ὄψεώς ἐστι διακριτικόν, ὁ δὲ τῆς διδασκαλίας τῶν μαθητῶν λόγος ταῖς ψυχαῖς τὸν φωτισμὸν τῆς ἀλη 3. θείας ἐντίθησιν. εἰ μὲν οὖν ταύτην καὶ ἐπ' ἐκείνου τοῦ 3. φωτὸς τὴν διαφορὰν οἶδεν, ὡς τὸ μὲν σώματος οἴεσθαι, τὸ δὲ ψυχῆς εἶναι φῶς, οὐκέτι ἡμῖν ἔσται πρὸς αὐτὸν λόγος οὐδείς, αὐτῆς τῆς ἀπολογίας καὶ πρὸ τῶν ἡμετέρων αὐτὸν λόγων κατακρινούσης. εἰ δὲ τὴν τοιαύτην ἐπ' ἐκείνου τοῦ φωτὸς διαφορὰν κατὰ τὸν τῆς ἐνεργείας τρόπον εὑρεῖν οὐκ ἔχει (οὐ γὰρ τὸ μὲν ὀφθαλμῶν σαρκός, τὸ δὲ διανοίας ἐστὶ φωτιστικόν, ἀλλὰ μία καὶ τούτου κἀκείνου τοῦ φωτὸς ἡ ἐνέργεια ἐπὶ τῶν αὐτῶν ἐνεργουμένη), πῶς διὰ τῶν ἡλια κῶν ἀκτίνων καὶ τῶν ἀποστολικῶν λόγων τὸ παρηλλάχθαι τὸ μονογενὲς φῶς πρὸς τὸ πατρικὸν φῶς ἀποδείκνυσιν; ἀλλ' ὁ μὲν υἱὸς ἀληθινόν, φησί, λέγεται φῶς, ὁ δὲ πατὴρ ἀπρόσιτον. οὐκοῦν οἱ προσδιορισμοὶ τὴν κατὰ τὸ μεῖζον 3. διαφορὰν τοῦ πατρικοῦ φωτὸς ἑρμηνεύουσιν. ἄλλο γάρ τι τὸ ἀληθινὸν καὶ ἄλλο τὸ ἀπρόσιτον οἴεται. εἶτα τίς οὕτως ἠλίθιος, ὡς μὴ συνιδεῖν τὴν τῶν σημαινομένων ταὐτότητα; τὸ γὰρ ἀληθινόν τε καὶ τὸ ἀπρόσιτον ἐπίσης τοῖς κατὰ τὸ ἐναντίον νοουμένοις ἐστὶν ἀπροσπέλαστον. ὡς γὰρ τὸ ἀληθὲς τὴν τοῦ ψεύδους οὐ προσδέχεται μίξιν, οὕτως καὶ τὸ ἀπρόσιτον τὸν τοῦ ἐναντίου προσεγγισμὸν οὐ προσίεται. κακῷ γὰρ πάντως ἀπρόσιτόν ἐστι τὸ ἀπρόσιτον. τὸ δὲ τοῦ υἱοῦ φῶς κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν ἐν κακίᾳ τις τὸ ἀληθινὸν βλέποι; ἐπεὶ οὖν οὐ κακὸν ἡ ἀλήθεια, οὐκ ἄν τις καὶ τῇ ἀληθείᾳ τὸ ἐν τῷ πατρὶ φῶς ἀπρόσιτον εἶναι λέγοι. εἰ γὰρ ἀποσείοιτο τὴν ἀλήθειαν, τῷ ψεύδει πάν 3. τως συνενεχθήσεται. τοιαύτη γὰρ τῶν ἀντικειμένων ἡ φύσις, ὡς ἐν τῇ ἀπουσίᾳ τοῦ κρείττονος τὸ ἐξ ἀντιθέτου νοούμενον ἀναφαίνεσθαι. εἰ μὲν οὖν τις λέγοι πόρρω τῆς ἐναντίας παραθέσεως τὸ ἐν τῷ πατρὶ φῶς θεωρεῖσθαι, ἐστοχασμένως τοῦ ἀποστολικοῦ βουλήματος ἑρμηνεύσει τοῦ ἀπροσίτου τὴν λέξιν. εἰ δὲ τὴν πρὸς τὸ ἀγαθὸν ἀλλοτρίωσιν σημαίνειν τὸ ἀπρόσιτον λέγοι, οὐδὲν ἕτερον ἢ αὐτὸν ἑαυτῷ ἐχθρόν τε καὶ ἀλλότριον ὑποθήσεται, ἀγαθὸν ὄντα καὶ ἀγαθῷ ἀντικείμενον. ἀλλὰ μὴν τοῦτο τῶν ἀμηχάνων ἐστί· τὸ γὰρ ἀγαθὸν οἰκείως ἔχει τῷ ἀγαθῷ. 3. οὐκ ἄρα τὸ φῶς τοῦτο πρὸς ἐκεῖνο παρήλλακται· ὅ τε γὰρ υἱὸς φῶς ἀληθινὸν ὅ τε πατὴρ φῶς ἐστιν ἀπρόσιτον. εἴποιμι δ' ἂν καταθαρσήσας ὅτι καὶ ὁ ὑπαλλάσσων ἐφ' ἑκατέρου τὰς τοιαύτας προσηγορίας οὐχ ἁμαρτήσεται. τό τε γὰρ ἀληθινὸν ἀπρόσιτόν ἐστι τῷ ψεύδει, [καὶ] τὸ ἀπρόσιτόν τε πάλιν ἐν ἀκραιφνεῖ τῇ ἀληθείᾳ καταλαμβάνεται. οὐκοῦν ταὐτὸν τῷ ἀληθινῷ τὸ ἀπρόσιτον, ὅτι κατὰ τὸ ἴσον ἐστὶ τὸ ἐν ἑκατέρῳ σημαινόμενον τῷ κακῷ ἀπροσπέλαστον. 3. τίνα οὖν ἐν τούτοις ἐπινοεῖ τὴν παραλλαγὴν ὁ διὰ τῆς τῶν φώτων ὁμωνυμίας ἑαυτόν τε καὶ τοὺς καθ' ἑαυτὸν φενακίζων; ἀλλὰ μηδὲ τοῦτο παραδράμωμεν ἀνεξέταστον, ὅτι παραποιήσας τὴν τοῦ ἀποστόλου ῥῆσιν κατὰ τὸ ἑαυτῷ δο κοῦν ὡς παρ' ἐκείνου τὸν λόγον ἐκτίθεται. φησὶ γὰρ ὁ Παῦλος ὅτι Φῶς οἰκῶν ἀπρόσιτον. διαφέρει δὲ πολὺ τὸ αὐτόν τε εἶναι καὶ τὸ ἔν τινι λέγειν εἶναι. ὁ γὰρ εἰπὼν ὅτι Φῶς οἰκῶν ἀπρόσιτον, τῇ τῆς οἰκήσεως φωνῇ οὐκ αὐτὸν ἀλλὰ τὸ περὶ αὐτὸν ἐνεδείξατο, ὅπερ ἴσον ἐστὶ κατὰ τὸν ἡμέτερον λόγον τῷ εὐαγγελικῷ ῥήματι τῷ λέγοντι ἐν τῷ υἱῷ τὸν πατέρα εἶναι. φῶς γὰρ ἀληθινὸν ὁ υἱός, ἀπρόσιτος δὲ τῷ ψεύδει ἐστὶν ἡ ἀλήθεια· φῶς ἀπρόσιτον ἄρα ὁ υἱός, ἐν ᾧ οἰκεῖ ὁ πατήρ [ἤτοι ἐν ᾧ ἐστιν ὁ πατήρ]. 3. Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν 20ἐξ αὐ τῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν20. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· εἰ δὲ κατ' ἀξίαν τῶν ἐπηγγελ μένων προάγει τὸν λόγον, ὁ συνετὸς πάντως ἀκροατὴς ἐπισκοπήσει. 20ὁ μακάριος20, φησίν, 20Ἰωάννης ἐν ἀρχῇ εἶναι τὸν λόγον φήσας καὶ τοῦτον ζωὴν προσ ειπών, εἶτα τὴν ζωὴν φῶς ὀνομάσας, μικρὸν ὑποβὰς Καὶ ὁ λόγος σὰρξ ἐγένετο, φησίν. εἰ τοίνυν τὸ μὲν φῶς ἐστιν ἡ ζωή, ἡ δὲ ζωὴ ὁ λό γος, ὁ δὲ λόγος σὰρξ ἐγένετο, αὐτόθεν γίνεται 3. φανερὸν ὅτι τὸ φῶς ἐν σαρκὶ γέγονε20. τί οὖν; ἐπειδὴ τὸ φῶς καὶ ἡ ζωὴ καὶ ὁ θεὸς καὶ ὁ λόγος ἐν σαρκὶ ἐφανερώθη, διὰ τοῦτο παρήλλακται πρὸς τὸ ἐν τῷ πατρὶ φῶς τὸ ἀληθινὸν φῶς; καὶ μὴν μαρτυρεῖται παρὰ τοῦ εὐαγγελίου, ὅτι καὶ ἐν τῷ σκότει γενόμενον ἀπρόσ ιτον ἔμεινε τῇ ἐναντίᾳ φύσει. Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ, φησίν, ἔλαμψε, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. εἰ μὲν οὖν ἠλλοιώθη πρὸς τὸ ἐναντίον καὶ ἐδυναστεύθη τῷ ζόφῳ τὸ φῶς ἐν τῇ σκοτίᾳ γενόμενον, ἰσχυρὸν ἂν ἦν πρὸς ἀπό δειξιν τοῖς βουλομένοις ἐπιδεικνύειν, ὅσον πρὸς τὸ χεῖρον παρήλλακται τοῦτο τὸ φῶς πρὸς τὸ ἐν τῷ πατρὶ θεωρούμενον· 3. εἰ δὲ καὶ ὁ λόγος, κἂν ἐν σαρκὶ γένηται, λόγος μένει, καὶ τὸ φῶς, κἂν ἐν τῇ σκοτίᾳ λάμψῃ, φῶς οὐδὲν ἧττόν ἐστι, τοῦ ἐναντίου τὴν κοινωνίαν οὐ προσδεχόμενον, καὶ ἡ ζωή, κἂν ἐν τῷ θανάτῳ γένηται, ἐν ἑαυτῇ φυλάσσεται, καὶ ὁ θεός, κἂν τὴν τοῦ δούλου μορφὴν ὑπέλθῃ, οὐκ αὐτὸς γίνεται δοῦλος, ἀλλ' εἰς κυριότητα καὶ βασιλείαν ἐξαιρεῖται τὸ ὑποχείριον, κύριον καὶ Χριστὸν ποιῶν τὸ ταπεινὸν καὶ ἀνθρώπινον, πῶς διὰ τούτου πρὸς τὸ χεῖρον τὴν παραλλαγὴν τοῦ φωτὸς ἐπι δείκνυσιν, ἴσως ἑκατέρου τὸ ἄτρεπτον εἰς κακίαν καὶ τὸ ἀναλλοίωτον ἔχοντος, οὐδὲ τούτῳ προσέχων, ὅτι ὁ πρὸς τὸν σαρ κωθέντα λόγον ἰδών, ὃς ἦν καὶ φῶς καὶ ζωὴ καὶ θεός, ἐπέγνω διὰ τῆς ὀφθείσης δόξης τὸν πατέρα τῆς δόξης εἰπὼν Ἐθεασά μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. 3. Ἀλλ' ἦλθεν ἐπὶ τὸν ἀνανταγώνιστον λόγον τὸν πάλαι μὲν ἡμῖν ἐκ τῆς ἀκολουθίας τῶν λεγομένων πεφωραμένον, νῦν δὲ γυμνῇ τῇ φωνῇ προφερόμενον. βούλεται γὰρ ἐμπαθῆ τινα καὶ ἐπίκηρον καὶ οὐδὲν τῆς ὑλικῆς καὶ ῥοώδους φύ σεως διαφέρουσαν ἐπιδεῖξαι τοῦ υἱοῦ τὴν οὐσίαν, ὡς ἂν διὰ τούτου τὴν πρὸς τὸν πατέρα διαφορὰν ἀποδείξειεν. φησὶ γὰρ 20εἰ μὲν ἔχει δεικνύναι καὶ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ' ἐξου σίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νό μοις ἀνθρωπίνοις πολιτεύεσθαι, σταυρὸν ἐνεγ 3. κεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς20. εἰ ταῦτα παρ' ἡμῶν προεφέρετο διὰ τῶν προκατεσκευασμένων κατὰ τὸ ἀκόλουθον ἐξευρισκόντων, μὴ συμμαρτυρούμενα ταῖς ἐκείνου φωναῖς. τίς οὐκ ἂν ἡμᾶς συκοφαντεῖν ᾐτιάσατο, ὡς περινοίᾳ τινὶ λόγων πρὸς τὴν ἀτοπίαν ταύτην τὸ δόγμα τῶν ὑπεναν τίων ἐκβάλλοντας; νυνὶ δὲ συνηγορία τίς ἐστι τοῦ πεφρον τισμένως ἡμᾶς μετὰ τῆς ἀληθείας εὐθύνειν τὸν τῆς αἱρέ σεως λόγον τὸ μηδὲ παρ' αὐτῶν ἐκείνων τὴν κατὰ τὸ ἀκόλουθον ἀναφαινομένην ἀτοπίαν σιωπηθῆναι. ἰδοὺ γὰρ πῶς ἀπαρακάλυπτός ἐστι καὶ πεπαρρησιασμένη ἡ κατὰ τοῦ μονογενοῦς θεοῦ μάχη, καὶ τὸ κατὰ φιλανθρωπίαν ἔργον διαβολὴ καὶ κατηγορία τῆς τοῦ υἱοῦ τοῦ θεοῦ φύσεως παρὰ τῶν ἐχθρῶν ἐνομίσθη, ὡς οὐχὶ προνοητικῶς, ἀλλὰ φυσικῶς αὐτοῦ πρὸς τὸν ἐν σαρκὶ βίον καὶ τὸ τοῦ σταυροῦ 3. πάθος κατολισθήσαντος. καὶ ὥσπερ φύσις ἐστὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ τῷ πυρὶ τὸ ἔμπαλιν, καὶ οὐκ ἀντιμεταλαμβάνουσι τὰς ἀλλήλων ἰδιότητας αἱ ὗλαι, ὥστε ἀνωφερῆ μὲν εἶναι τὸν λίθον, βρίθειν δὲ τὸ πῦρ ἐπὶ τὸ κάτω φερόμενον, οὕτως κατασκευάζουσι τῇ μὲν τοῦ υἱοῦ φύσει συνουσιῶσθαι τὰ πάθη καὶ διὰ τοῦτο πρὸς τὸ συγ γενὲς ἑαυτῇ καὶ οἰκεῖον ἐλθεῖν, τὴν δὲ τοῦ πατρὸς ἐλευ θέραν οὖσαν τῶν τοιούτων παθῶν ἀπρόσιτον μεῖναι τῇ τῶν κακῶν προσβολῇ. φησὶ γὰρ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, μήτε γενόμενον ἐν σαρκὶ μήτε γε 3. νέσθαι δυνάμενον. ἤρκει τὸ πρότερον τῶν εἰρημένων εἰπεῖν, ὅτι ὁ πατὴρ οὐκ ἐν σαρκὶ ἐγένετο· νυνὶ δὲ διπλῆ τίς ἐστι διὰ τῆς προσθήκης ἡ τοῦ ἀτόπου κατασκευή. ἢ γὰρ τοῦ 3. υἱοῦ κατηγορεῖ κακίαν ἢ τοῦ πατρὸς ἀδυναμίαν. εἰ μὲν γὰρ κακὸν ἡ τῆς σαρκὸς κοινωνία, τῷ μονογενεῖ θεῷ προσ μαρτυρεῖ τὴν κακίαν· εἰ δὲ ἀγαθὸν ἡ φιλανθρωπία, ἀδύ νατον εἰς τὸ ἀγαθὸν ἀποδείκνυσι τὸν πατέρα, λέγων μὴ ἂν αὐτὸν δυνηθῆναι τὴν τοιαύτην χάριν διὰ σαρκὸς ἐνεργῆσαι. καίτοι τίς οὐκ οἶδε τῶν πάντων, ὅτι ἡ ζωοποιὸς δύναμις ὁμοίως ἐκ πατρός τε καὶ υἱοῦ πρόεισιν εἰς ἐνέργειαν; Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωο ποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποεῖ, ἡμᾶς δηλαδὴ 3. νεκροὺς λέγων τοὺς τῆς ἀληθινῆς ἀποπεσόντας ζωῆς. εἰ οὖν ὥσπερ ὁ πατὴρ ζωοποιεῖ, οὕτω καὶ οὐκ ἄλλως ὁ υἱὸς τὴν αὐτὴν ἐνεργεῖ χάριν, πῶς ὁ θεομάχος κατ' ἀμφοτέρων κινεῖ τὴν βλάσφημον γλῶσσαν, τὸν μὲν πατέρα τῇ πρὸς τὸ ἀγαθὸν ἀδυναμίᾳ, τὸν δὲ υἱὸν τῇ πρὸς τὸ κακὸν οἰκειότητι καθυβρίζων; 3. Ἀλλ' οὐκ ἔστι, φησί, τῷ φωτὶ τὸ φῶς ἴσον, διότι τὸ μὲν ἀληθινόν, τὸ δὲ ἀπρόσιτον λέγεται. τὸ οὖν ἀληθινὸν ἐν ἐλαττώσει κρίνεται; διὰ τί; καὶ μὴν ἐκείνων ἐστὶ λόγος, ὅτι διὰ τοῦτο μείζων καὶ ὑψηλοτέρα τοῦ πατρὸς ἡ θεότης παρὰ τὴν τοῦ υἱοῦ νοεῖται, διότι ὁ μὲν ἀληθινὸς θεὸς ἐν τῷ εὐαγγελίῳ προσείρηται, ὁ δὲ χωρὶς τῆς τοῦ ἀληθινοῦ προσθήκης. πῶς οὖν ὁ αὐτὸς λόγος ἐπὶ μὲν τῆς θεότητος αὔξησιν, ἐπὶ δὲ τοῦ φωτὸς ἐλάττωσιν τοῦ νοουμένου ση μαίνει; εἰ γὰρ διὰ τοῦτο μείζονα τοῦ υἱοῦ τὸν πατέρα φησίν, ὅτι ἀληθινὸς θεός ἐστι, κατὰ τὸν αὐτὸν λόγον μείζων ἂν ὁμολογηθείη τοῦ πατρὸς ὁ υἱός, ὅτι ὁ μὲν ἀλη 3. θινὸν φῶς, ὁ δὲ οὐχ οὕτως κατονομάζεται. 20ἀλλὰ τοῦτο μέν20, φησί, 20τὸ φῶς τὰ τῆς φιλανθρωπίας ἐνήρ γησεν, ἐκεῖνο δὲ πρὸς τὴν τοιαύτην χάριν ἀν ενέργητον ἔμεινε20. καινὸς προτιμήσεως τρόπος· τὸ ἄπρακτον εἰς φιλανθρωπίαν τοῦ ἐνεργήσαντος ὑπέρτερον κρίνουσιν. ἀλλ' οὔτε ἔστιν οὔτε γενήσεται τοιοῦτον ἐν Χρι στιανοῖς ποτε νόημα, δι' οὗ κατασκευάζεται μὴ πᾶν ἀγα θόν, ὅτιπερ ἐν τοῖς οὖσίν ἐστιν, ἐκ τοῦ πατρὸς τὴν αἰτίαν ἔχειν. τῶν δὲ καθ' ἡμᾶς ἀγαθῶν τὸ κεφάλαιον ἡ πρὸς τὴν ζωὴν ἐπάνοδος παρὰ τοῖς εὖ φρονοῦσι πεπίστευται· αὕτη δὲ διὰ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ κυρίου κατώρθωται, οὐκ ἀπράκτου καὶ ἀνενεργήτου, καθὼς ἡ αἵρεσις βούλεται, τοῦ πατρὸς ἐν τῷ καιρῷ τῆς οἰκονομίας ἀπιδιάσαντος. οὐ γὰρ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ πέμψας με μετ' ἐμοῦ ἐστι, καὶ Ὁ πατὴρ ἐν ἐμοὶ μένων 3. ποιεῖ τὰ ἔργα ταῦτα. πῶς οὖν ἡ αἵρεσις μόνῳ τῷ υἱῷ τὴν ὑπὲρ ἡμῶν χάριν προσμαρτυροῦσα ἀπόμοιρον ποιεῖ τὸν πατέρα τῆς ἐπὶ τοῖς κατορθωθεῖσιν εὐχαριστίας; μόνοις γὰρ κατὰ φύσιν ὀφείλεται τοῖς εὐεργέταις ἡ τῆς εὐχαρι στίας ἀντίδοσις, ὁ δὲ πρὸς εὐεργεσίαν ἀδύνατος ἔξω τοῦ εὐχαριστεῖσθαι πάντως ἐστίν. ὁρᾷς ὡς διὰ πάντων αὐτοῖς πρὸς τοὐναντίον ὁ σκοπὸς περιτρέπεται τῆς κατὰ τοῦ μονο γενοῦς βλασφημίας, κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸν πατέρα μεταβαινούσης. καί μοι δοκεῖ κατ' ἀνάγκην τὸ τοιοῦτον συμβαίνειν. εἰ γὰρ ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα, κατὰ τὴν θείαν ἀπόφασιν, δῆλον ὅτι καὶ ἡ πρὸς τὸ ἐναν τίον κατὰ τοῦ υἱοῦ σπουδὴ ἐπὶ τὸν πατέρα τὴν ἀναφορὰν 3. ἔχει. ἐγὼ δέ φημι δεῖν τοῖς ἁπλούστερον δεχομένοις τὸ περὶ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν κήρυγμα ἴσης εὐχαρι στίας πρός τε τὸν υἱὸν καὶ τὸν πατέρα τὴν αὐτὴν χάριν ὑπόθεσιν γίνεσθαι, καὶ τὸ πατρικὸν θέλημα τοῦ υἱοῦ τε λειώσαντος (τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους σωθῆναι, καθώς φησιν ὁ ἀπόστολος) ὁμοίως ἐπὶ τῇ χάριτι ταύτῃ τιμᾶν τὸν πατέρα τε καὶ τὸν υἱόν, ὡς οὐκ ἂν γενομένης ἡμῖν τῆς σωτηρίας, εἰ μὴ τὸ ἀγαθὸν θέλημα τοῦ πατρὸς διὰ τῆς ἰδίας δυνάμεως αὐτοῦ προῆλθεν ἡμῖν εἰς ἐνέργειαν. δύναμιν δὲ τοῦ πατρὸς τὸν υἱὸν εἶναι παρὰ τῶν γραφῶν μεμαθήκαμεν. 3. Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. 20εἰ μὲν ἔχει δεικνύναι20, φησί, 20τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς20. πρόδηλος γὰρ ὁ τῶν εἰρημένων σκοπὸς δι' αὐτῆς τῆς τῶν ῥημάτων κατασκευῆς, ὅτι οὐκ οἴεται τῇ παντο δυνάμῳ θεότητι τὸν υἱὸν καὶ πρὸς τὸ τοιοῦτον εἶδος τῆς φιλανθρωπίας ἰσχύσαι, ἀλλὰ τῷ φύσεως ἐμπαθοῦς εἶναι τὸ 3. κατὰ τὸν σταυρὸν δέξασθαι πάθος. ἀλλά μοι σκοπουμένῳ καὶ ἀναζητοῦντι, πόθεν ταῖς τοιαύταις τῶν ὑπολήψεων περὶ τὸ θεῖον συνέπεσεν, ὡς τὸ μὲν ἀγέννητον φῶς ἀπρόσιτον εἶναι τῷ ἐναντίῳ καὶ καθαρῶς ἀπαθὲς καὶ ἀκήρατον οἴεσθαι, τὸ δὲ γεννητὸν ἐπαμφοτερίζειν κατὰ τὴν φύσιν, ὡς οὐκ ἀκραιφνές τε καὶ καθαρὸν ἐν ἀπαθείᾳ φυλάσσειν τὸ θεῖον, ἀλλά τινα συμμιγῆ τε καὶ σύγκρατον ἐκ τῶν ἐναν τίων τὴν οὐσίαν ἔχειν τὴν καὶ τῆς τοῦ ἀγαθοῦ μετουσίας ὀρεγομένην καὶ πρὸς ἐμπαθῆ διάθεσιν μεταρρέουσαν, ἐπειδὴ παρὰ τῆς γραφῆς οὐκ ἦν τῆς τοιαύτης ἀτοπίας τὰς ὑποθέσεις εὑρεῖν, ἐπῆλθέ μοι λογίσασθαι, μή ποτε ἄρα τὰς τῶν Αἰγυπτίων περὶ τὸ θεῖον μυθολογίας θαυμάσας τὰς ἐκείνων δόξας τοῖς περὶ τοῦ μονογενοῦς ἐγκαταμίγνυσι 3. λόγοις. φασὶ γὰρ ἐκείνους τὴν ἀλλόκοτον εἰδωλοποιΐαν, ὅταν ἀνθρωπίνοις μέλεσιν ἀλόγων τινῶν μορφὰς ἐφαρμό ζωσιν, αἴνιγμα λέγειν εἶναι τῆς συμμίκτου φύσεως, ἣν προσ αγορεύουσι δαίμονα, ταύτην δὲ λεπτοτέραν μὲν τῶν ἀνθρώ πων εἶναι καὶ πολὺ τῇ δυνάμει τὴν ἡμετέραν ὑπερφέρουσαν φύσιν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχειν, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συγκεκραμένον, ἡδονήν τε καὶ πόνον ἀναδεχόμενον, ὧν οὐδὲν περὶ τὸν ἀγέν νητον εἶναι θεόν. καὶ γὰρ κἀκεῖνοι λέγουσι τοῦτο τὸ ὄνομα, τῷ ὑπερέχοντι κατὰ τὰς ὑπολήψεις αὐτῶν θεῷ τὴν ἀγεννησίαν ἐπιφημίζοντες. ἔοικεν οὖν ἡμῖν ὁ σοφὸς θεολόγος οὗτος ἐκ τῶν Αἰγυπτίων ἀδύτων Ἄνουβιν ἢ Ἶσιν ἢ Ὄσιριν τῷ κηρύγματι τῶν Χριστιανῶν ἐπεισάγειν πλὴν τῆς τῶν ὀνομάτων ὁμολογίας· διαφέρει δὲ πάντως οὐδὲν εἰς ἀσέβειαν ὅ τε ὁμολογῶν τὰ τῶν εἰδώλων ὀνόματα καὶ ὁ τὰς περὶ τούτων δόξας ἐν ἑαυτῷ κρατύνας, τῶν δὲ ὀνο 3. μάτων φειδόμενος. εἰ τοίνυν ἐκ μὲν τῆς θείας γραφῆς συνηγορίαν τινὰ τῆς ἀσεβείας ταύτης εὑρεῖν οὐκ ἔστιν, ἐκ δὲ τῶν ἱερογλυφικῶν αἰνιγμάτων ὁ λόγος αὐτοῖς τὴν ἰσχὺν ἔχει, πάντως οὐκ ἄδηλον τί προσήκει τοὺς εὖ φρονοῦντας περὶ τούτων λογίσασθαι. ὅτιδ' οὐκ ἐπηρεαστικῶς ταύτην τὴν διαβολὴν ἐπιφέρομεν, αὐτὸς ἂν γένοιτο ἡμῖν μάρτυς διὰ τῶν ἰδίων λόγων Εὐνόμιος, ὁ τὸν ἀγέννητον μὲν ἀπρόσ ιτον φῶς λέγων καὶ εἰς πεῖραν παθημάτων ἐλθεῖν μὴ δυνάμενον, ἐπὶ δὲ τοῦ γεννητοῦ κατάλληλόν τε καὶ συγγενῆ τὴν τοιαύτην διάθεσιν εἶναι διοριζόμενος· ὡς μηδὲ χάριν τῷ μονογενεῖ θεῷ τὸν ἄνθρωπον ὧν ἕνεκεν ἔπαθεν ἔχειν, εἴπερ αὐτομάτως κατὰ τὸν λόγον αὐτῶν πρὸς τὴν τῶν παθημάτων πεῖραν κατώλισθεν, τῆς ἐμπαθοῦς οὐσίας φυ σικῶς πρὸς τοῦτο κατασυρείσης, ὅπερ οὐδεμιᾶς ἄξιον εὐχα 3. ριστίας ἐστί. τίς γὰρ ἂν ἐν χάριτος δέξαιτο μέρει τὸ κατ' ἀνάγκην συμβαῖνον, κἂν ἐπικερδὲς καὶ ὠφέλιμον ᾖ; οὔτε γὰρ τῷ πυρὶ τῆς θερμότητος οὔτε τῷ ὕδατι τῆς ῥοῆς χάριν γινώσκομεν, εἰς τὴν ἀνάγκην τῆς φύσεως ἀνάγοντες τὸ γινόμενον, διὰ τὸ μὴ δύνασθαι τὸ πῦρ τῆς θερμαντικῆς ἐνεργείας ἀπολειφθῆναι ἢ στάσιμον ἐπὶ πρανοῦς μεῖναι τὸ ὕδωρ, αὐτομάτως τῆς τοπικῆς ἐπικλίσεως ἐφελκομένης ἐπὶ τὸ πρόσω τὴν κίνησιν. εἰ οὖν φύσεως ἀνάγκῃ τὴν διὰ σαρκὸς εὐεργεσίαν παρὰ τοῦ υἱοῦ γεγενῆσθαι τοῖς ἀνθρώ ποις λέγουσιν, οὐδεμίαν πάντως χάριν γινώσκουσιν, ὅτι οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ' εἰς φυσικὴν ἀνάγκην τὸ 3. γεγονὸς ἀναφέρουσιν. εἰ δὲ τῆς δωρεᾶς αἰσθανόμενοι τὴν εὐεργεσίαν ἀτιμάζουσι, δέδοικα μὴ πρὸς τοὐναντίον περι τραπῇ πάλιν αὐτοῖς ἡ ἀσέβεια καὶ προτιμοτέραν ποιήσωνται τὴν ἐμπαθῆ τοῦ υἱοῦ διάθεσιν τῆς πατρικῆς ἀπαθείας, ἐν τῷ καθ' ἑαυτοὺς ἀγαθῷ τὴν τοῦ καλοῦ κρίσιν ποιούμενοι. εἰ γὰρ καὶ τὸν υἱόν, καθὼς περὶ τοῦ πατρὸς δογματίζουσιν, ἀπαράδεκτον εἶναι συνέβη τοῦ πάθους, ἀδιόρθωτος ἔμεινεν ἂν ἡ τῆς φύσεως ἡμῶν συμφορά, οὐκ ὄντος τοῦ διὰ τῆς οἰκείας πείρας εἰς ἀφθαρσίαν ἐξαιρουμένου τὸν ἄνθρωπον, καὶ οὕτω λανθάνει τῶν σοφιστῶν ἡ δεινότης, δι' ὧν καθ αιρεῖν ἐπιχειρεῖ τοῦ μονογενοῦς θεοῦ τὸ μεγαλεῖον, εἰς μείζονάς τε καὶ προτιμοτέρας ὑπολήψεις αὐτὸν περιάγουσα, ἐπείπερ ὁ δυνάμενος δρᾶσαι τοῦ ἀδυνατοῦντος πρὸς τὸ ἀγαθὸν προτιμότερος. 3. Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου· οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημίαις συνεκφερόμενος πρὸς τὰ τῆς ὑποθέσεως ἄτοπα. οὐκοῦν καθεκτέον αὐτὸν πέρα τοῦ μέτρου πρὸς κατασκευὴν τῶν ἀτόπων ἀφηνιάζοντα. συγγνώσεται δὲ πάντως ὁ εὐγνώμων ἀκροατὴς ἐπὶ τοῖς εἰρημένοις, οὐχ ἡμῖν τὴν ἀνακύπτουσαν ἐκ τῆς ἐξετάσεως ἀτοπίαν, ἀλλὰ τοῖς τὰς πονηρὰς ὑπο τιθεμένοις ἀρχὰς λογιζόμενος. ἡμῖν δὲ πρὸς ἕτερόν τι τῶν 3. εἰρημένων μετακτέον τὴν θεωρίαν. φησὶ γὰρ ὅτι 20καὶ σύνθετον ἡμῖν τὸν θεὸν ἀπεργάζεται τῷ κοινὸν μὲν ὑποθέσθαι τὸ φῶς, ἰδιότησι δέ τισι καὶ ποικίλαις διαφοραῖς θατέρου χωρίζειν θάτε ρον. σύνθετον γὰρ οὐδὲν ἧττον τὸ κοινότητι μιᾷ συνενηνεγμένον, διαφοραῖς δέ τισι καὶ συνδρομαῖς ἰδιωμάτων χωριζόμενον20. πρὸς ταῦτα δὲ βραχὺς ἡμῖν ὁ λόγος καὶ εὐαπάλλακτος. ὃ γὰρ τοῖς ἡμετέροις ἐπεγκαλεῖ δόγμασιν, εἰ μὴ διὰ τῶν ἰδίων κατα σκευάζει λόγων, καθ' ἡμῶν αὐτῶν ὁμολογοῦμεν τὸ ἔγκλημα. σκεψώμεθα γὰρ τὰ παρ' αὐτοῦ γεγραμμένα. φῶς ἀλη θινὸν ὀνομάζει τὸν κύριον, ἀπρόσιτον δὲ φῶς τὸν πατέρα. οὐκοῦν τὴν κατὰ τὸ φῶς κοινωνίαν καὶ αὐτὸς ὡμολόγησεν, 3. οὕτως ὀνομάσας ἑκάτερον. τῶν δὲ προσηγοριῶν προσφυῶς τοῖς πράγμασιν ἐφηρμοσμένων, καθὼς πολλαχῇ διωρίσατο, οὐ ψιλὴν νοοῦμεν τοῦ φωτὸς τὴν φωνὴν δίχα τινὸς διανοίας ἐπὶ τῆς θείας φύσεως λέγεσθαι, ἀλλά τινος ὑποκειμένου κατηγορεῖσθαι. οὐκοῦν τῇ κατὰ τὸ ὄνομα κοινωνίᾳ καὶ τὴν τῶν σημαινομένων ὁμολογοῦσι ταὐτότητα, ἐπείπερ ὧν τὰ ὀνόματα τὰ αὐτά, τούτων ἀπεφήναντο μηδὲ τὰς φύσεις ἑτέρως ἔχειν. ἑνὸς τοίνυν ὄντος τοῦ κατὰ τὸ φῶς σημαι νομένου ἡ τοῦ ἀπροσίτου καὶ τοῦ ἀληθινοῦ προσθήκη κατὰ τὸν τῆς αἱρέσεως λόγον τὸ κοινὸν διορίζει τοῖς ἰδιάζουσιν, ὡς ἄλλο μὲν τὸ τοῦ πατρὸς φῶς, ἕτερον δὲ τὸ τοῦ υἱοῦ νοηθῆναι, τοῖς ἰδιώμασιν ἀπ' ἀλλήλων διακρινόμενα. ἢ τοίνυν ἀνατρεψάτω τὰ ἴδια, ἵνα μὴ σύνθετον δι' ὧν λέγει κατασκευάσῃ τὸ θεῖον, ἢ μηδὲ ἡμῶν ταῦτα κατηγορείτω, 3. ἅπερ ἐν τοῖς ἰδίοις βλέπει λόγοις. οὐδὲν γὰρ τὴν ἁπλότητα διὰ τούτων ὁ λόγος λυμαίνεται, ἐπειδὴ κοινότης τε καὶ ἰδιότης οὐσία οὐκ ἔστιν, ὥστε τὴν συνδρομὴν τούτων σύν θετον ἀποδεικνύειν τὸ ὑποκείμενον. ἀλλ' ἡ μὲν οὐσία καθ' ἑαυτὴν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστὶ διαμένει, ἐκεῖνο οὖσα ὅπερ ἐστί· ταῦτα δὲ τῶν περὶ αὐτὴν νοουμένων τε καὶ θεωρουμένων εἶναι πᾶς τις ἂν εἴποι διανοίας μετέχων, ἐπεὶ καὶ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἔστι τι κοινὸν τῆς θείας φύσεως κατανοῆσαι, ἀλλ' οὐ διὰ τοῦτο ἀνθρωπότης 3. τὸ θεῖον ἢ θεότης ἐστὶ τὸ ἀνθρώπινον. ἀγαθὸν γὰρ τὸν θεὸν εἶναι πιστεύοντες οἴδαμεν καὶ ἐπ' ἀνθρώπου τοῦτο τὸ ὄνομα παρὰ τῆς γραφῆς τεταγμένον. ἀλλὰ διαιρεῖ τὴν ἐκ τῆς ὁμωνυμίας κοινότητα τὸ ἰδιάζον ἐφ' ἑκατέρου τῆς ση μασίας. ὁ μὲν γὰρ πηγὴ τῆς ἀγαθότητος ὢν ἀπ' αὐτῆς ὀνομάζεται, ὁ δὲ μετέχων τῆς ἀγαθότητος συμμετέχει καὶ τοῦ ὀνόματος· καὶ οὐ διὰ τοῦτο σύνθετος ὁ θεός, ὅτι κοι νωνεῖ πρὸς τὸν ἄνθρωπον τῆς τοῦ ἀγαθοῦ προσηγορίας. οὐκοῦν φανερῶς ἐκ τούτων ὁμολογεῖται ὅτι ἄλλος ὁ τῆς κοινότητος καὶ ἄλλος ὁ τῆς οὐσίας ἐστὶ λόγος, καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο σύνθεσίς τις καὶ πολυμέρεια περὶ τὴν ἁπλῆν τε καὶ ἄποσον κατασκευάζεται φύσιν, εἴ τι τῶν ἐπιθεωρουμένων ἢ ἐν ἰδιότητι βλέποιτο ἢ κατὰ κοινοῦ τινος τὴν σημασίαν ἔχοι. 3. Ἀλλ' ἐφ' ἕτερον, εἰ δοκεῖ, τῶν εἰρημένων μετέλθωμεν τὸν διὰ μέσου λῆρον χαίρειν ἐάσαντες, ᾧ φιλοπόνως τὴν Ἀριστοτελικὴν τῶν ὄντων διαίρεσιν ἐπιθρυλῶν τῷ ἡμετέρῳ λόγῳ ἐξείργασται γένη καὶ εἴδη καὶ διαφορὰς καὶ ἄτομα καὶ πᾶσαν τὴν ἐν ταῖς κατηγορίαις τεχνολογίαν ἐπὶ δια βολῇ τῶν ἡμετέρων δογμάτων προεχειρίσατο. ταῦτα τοίνυν ἐάσαντες ἐπὶ τὸ βαρὺ καὶ δυσανταγώνιστον αὐτοῦ τῷ λόγῳ μετέλθωμεν. ∆ημοσθενικῷ γὰρ θυμῷ τὸν ἑαυτοῦ λόγον τονώσας ἄλλος τις ἡμῖν ἐξ Ὀλτισήριδος Παιανιεὺς ἀνα πέφηνε, τὸ δριμὺ τοῦ ῥήτορος ἐν τῷ καθ' ἡμῶν ἀγῶνι μιμούμενος. ἐκθήσομαι δὲ κατὰ λέξιν αὐτὰ τοῦ λογο 3. γράφου τὰ ῥήματα. 20ναί20, φησίν, 20ἀλλ' εἰ τοῦ γεννη τοῦ πρὸς τὸ ἀγέννητον ἐναντίως ἔχοντος κατ' ἴσον ὑποβαίνοι τὸ γεννητὸν φῶς πρὸς τὸ ἀγέν νητον φῶς, τὸ μὲν γενήσεται φῶς, τὸ δὲ σκότος20. τὸ μὲν οὖν ὀξὺ καὶ εὔστοχον τῆς πρὸς τὴν ἀντίθεσιν ἀπαν τήσεως, ὅτῳ σχολή, διὰ τῶν ἐκείνου μαθέτω λόγων. ἐγὼ δὲ τὸν τῶν ἡμετέρων ὑποκριτὴν ἀξιώσαιμ' ἂν ἢ τὰ ἡμέτερα λέγειν (ἢ ὡς ἐγγυτάτω προσάγειν τοῦ λόγου τὴν μίμησιν), ἢ καθὼς πεπαίδευται καὶ δύναται κεχρημένον τῷ λόγῳ ἐκ τοῦ ἰδίου προσώπου καὶ μὴ ἐξ ἡμῶν διαλέγεσθαι. μήποτε γὰρ οὕτω παραχθείη τῶν ἡμετέρων μηδείς, ὥστε τοῦ γεν νητοῦ πρὸς τὸ ἀγέννητον ἐναντίως κατὰ τὸ σημαινόμενον 3. ἔχοντος ὑπόβασιν τοῦ ἑτέρου τὸ ἕτερον οἴεσθαι. πᾶν γὰρ τὸ ἀντικείμενον οὐκ ἐν ὑφέσει τὴν διαφοράν, ἀλλ' ἐν παντελεῖ τῇ κατὰ τὸ σημαινόμενον ἀλλοτριώσει τὴν ἀντι διαστολὴν ἔχει, οἷον καθεύδειν τινὰ λέγομεν ἢ μὴ καθεύ δειν, καθῆσθαι ἢ μὴ καθῆσθαι, γεγεννῆσθαι ἢ μὴ γεγεν νῆσθαι, τἆλλα πάντα κατὰ τὸν αὐτὸν τύπον· ὧν ἡ τοῦ ἑνὸς ἄρσις θέσις τοῦ ἀντικειμένου γίνεται. ὥσπερ οὖν τὸ ζῆν οὐχὶ ὕφεσίς ἐστι τοῦ μὴ ζῆν, ἀλλὰ παντελὴς ἐναν τίωσις, οὕτω τὸ γεγεννῆσθαι οὐχ ὕφεσιν τοῦ μὴ γεννη θέντος ἐνοήσαμεν, ἀλλ' ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον, ὡς τὸ ἐν ἑκατέρῳ σημαινόμενον μηδενὶ τρόπῳ κοινωνεῖν πρὸς τὸ ἕτερον μήτε ἐν ὀλίγῳ μήτε ἐν πλείονι. ὁ τοίνυν τὸ ἐξ ἐναντίου νοούμενον ὑποβαίνειν πρὸς τὸ ἀντι κείμενον λέγων ἐκ τοῦ ἰδίου προαγέτω προσώπου τὸν λόγον. 3. ὁ γὰρ ἡμέτερος ἰδιωτισμὸς τὰ τοῖς ἀντικειμένοις ἀναλο γοῦντα κατὰ τὸ ἴσον τοῖς πρωτοτύποις καὶ πρὸς ἑαυτὰ λέγει διΐστασθαι. ὥστε εἰ καὶ τῷ φωτὶ τὴν αὐτὴν παραλ λαγὴν ἣν τῷ γεννητῷ πρὸς τὸ ἀγέννητον ἐνορᾷ ὁ Εὐνόμιος, τὸν ἡμέτερον ἐπαναλήψομαι λόγον, ὅτι ὡς ἐκεῖ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος ἀκοινώνητον πρὸς τὸ ἀντικείμενον μένει, οὕτως εἴπερ τῷ ἑνὶ μέρει τῶν ἀντιθέτων τὸ φῶς συναρμοσθείη, τὸ λειπόμενον συζυγὲς τῷ σκότῳ πάντως ἀναδειχθήσεται, τῆς ἀντιθετικῆς ἀνάγκης ἀναλόγως τοῖς προάγουσι καὶ τὸν τοῦ φωτὸς λόγον πρὸς τὸ ἀντι-3. κείμενον διαστελλούσης. ταῦτα ἡμεῖς οἱ 20δίχα λογικῆς ἐντρεχείας ἐπιχειροῦντες τῷ γράφειν20, καθώς φησιν ὁ διαβάλλων ἡμᾶς, πρὸς τὸν νέον Παιανιέα διὰ τῆς ἐπιχωρίου γλώττης ὑπαγροικίζομεν. πῶς δὲ πρὸς τὴν ἀντίθεσιν ταύτην διηγωνίσατο τοὺς θερμοὺς ἐκείνους καὶ πῦρ πνέοντας λόγους κατὰ τὴν ∆ημοσθενικὴν εὐτονίαν καθ' ἡμῶν προβαλλόμενος, ὅσοις καθ' ἡδονήν ἐστι τὸ γελᾶν, αὐτοῖς ἐπερχέσθωσαν τοῖς γεγραμμένοις τῷ ῥήτορι. τὸ γὰρ ἡμέτερον πρὸς μὲν ἔλεγχον τῶν τῆς ἀσεβείας δογμάτων οὐ λίαν δυσκίνητον, πρὸς δὲ τὸ κωμῳδεῖν τὴν ἀμαθίαν τῶν ἀπαιδεύτων παντελῶς ἐστιν ἀνεπιτήδειον.