2.1.153 ὄνομα. τί οὖν; ἆρα μὴ καὶ τοῦ ∆αβὶδ καταγνώσεται ὁ ὑπὲρ τοὺς προφήτας φρονῶν, ὅτι δι' ὧν ἐνόησε τὸν θεόν, διὰ τούτων ὠνόμασεν, ἢ καὶ πρὸς αὐτὸν ζυγομαχήσει τὴν σεμνὴν ἐκείνην ὥσπερ ἐκ τραγῳδίας προτείνων ῥῆσιν, ὅτι 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν τοῖς παρὰ τῆς ἐπινοίας ἀγάλλει ὀνόμασι, τὴν ἐφ' ἑαυτῇ μόνῃ καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως 2.1.154 ἀγαλλομένην20; ἐρεῖ γὰρ πάντως ὁ ὑπὲρ τοῦ προφήτου λέ γων, ὅτι ἡ μὲν θεία φύσις ἐφ' ἑαυτῇ μόνῃ ἀγάλλεται καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως, ὁ δὲ ἀνθρώπινος νοῦς, ὅσον χωρεῖ διὰ τῶν ἐνεργειῶν διδασκόμενος, τοσοῦτον φθέγγεται. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἡ σοφία φησὶ τὸν πάντων γενεσιουργὸν θεωρεῖσθαι· τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσ ηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνο μάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λεγομένων ὁδηγοῦντες 2.1.155 πρὸς τὴν τῶν κρυπτῶν κατανόησιν. Εἶπα τῷ κυρίῳ, φησὶν ὁ προφήτης, θεός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. πῶς οὖν 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν20 ἡμεῖς οὕτως, καθώς φησιν οὗτος, 20ἀγάλλομεν20, ἥν φησιν ὁ προφήτης ἀπροσδεᾶ τῶν ἀνθρωπίνων εἶναι καλῶν; 2.1.156 ἢ ἀντὶ τοῦ ὀνομάζειν τὸ 20ἀγάλλειν20 ἐνόησε; καὶ μὴν ἀκούομεν παρὰ τῶν ὀρθῶς τῇ λέξει χρωμένων καὶ δι' ἀκριβείας τῶν ὀνομάτων τὴν χρῆσιν πεπαιδευμένων μὴ ἐπὶ ψιλῆς τῆς δηλώσεως τὴν τοῦ 20ἀγάλλειν20 τετάχθαι φωνήν, ἀλλὰ τὸ μὲν τοιοῦτον ἢ γνωρίζειν ἢ δηλοῦν ἢ σημαίνειν ἢ 2.1.157 ἄλλο τι τοιουτότροπον λέγεσθαι, τὸ δὲ ἀγάλλειν ἴσον ἐστὶ τῷ ἐπικαυχᾶσθαι καὶ ἐπευφραίνεσθαι καὶ εἴ τι τῆς τοιαύτης ἐμφάσεως ἔχεται· ὁ δέ φησιν ἡμᾶς 20τοῖς τῆς ἐπινοίας ὀνόμασι τὴν μακαρίαν ἀγάλλειν ζωήν20. ἡμεῖς δὲ προσθεῖναι μέν τινα τῇ θείᾳ φύσει τιμὴν τῇ ὑπὲρ πᾶσαν οὔσῃ τιμὴν μεῖζον ἢ κατὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην οἰόμεθα, γνωρίσαι δέ τι τῶν περὶ αὐτὴν διὰ τῶν εὐσεβῶς ἐπινοουμένων ῥημάτων τε καὶ ὀνομάτων ἐπιχειρεῖν οὐκ ἀρ 2.1.158 νούμεθα. καὶ διὰ τοῦτο καθ' ὅσον δυνατὸν ἡμῖν τὸ εὐσεβὲς ἰχνεύοντες τὸ μὴ ἐξ αἰτίας ὑπερκειμένης τὸ πρῶτον αἴτιον τὴν ὑπόστασιν ἔχειν καταλαμβάνομεν. ὅπερ εἰ μὲν ὡς ἀληθὲς ἀποδέχοιτό τις, ἐπαινετὸν ἂν εἴη διὰ τὴν ἀλήθειαν μόνην· εἰ δὲ ὡς μεῖζον τῶν λοιπῶν τῶν περὶ τὴν θείαν φύσιν νοουμένων τὸ τοιοῦτον κρίνοι καὶ διὰ τοῦτο μόνῃ ταύτῃ τῇ ὑπολήψει λέγοι τὸν θεὸν ἐπιγαυριῶντα καὶ εὐφραινόμενον ὥς τινι τῶν ὑπερεχόντων ἀγάλλεσθαι, μόνης τῆς Εὐνομίου Μούσης ἂν εἴη τοῦ λέγοντος αὐτὴν ἐφ' ἑαυτῇ τὴν ἀγεννη σίαν ἀγάλλεσθαι, ἣν δὴ οὐσίαν τε λέγει καὶ μακαρίαν τε καὶ θείαν ὀνομάζει ζωήν. 2.1.159 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ 20τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον20 (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς διὰ τούτων 20διαλύειν μέν20 φησι 20τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστέλλειν δὲ τὴν τῶν ἠπατημένων ἄγνοιαν20. αὐταῖς γὰρ χρήσομαι τοῦ δι θυραμβιστοῦ ταῖς ὁμοιοκαταλήκτοις φωναῖς. 20εἰπόντες20, φησίν, 20ὅτι τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φω ναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τού τοις· ὁ δὲ θεὸς καὶ σιωπώντων καὶ φθεγγομέ νων καὶ γεγονότων καὶ πρὸ τοῦ γεγονέναι τὰ 2.1.160 ὄντα ἦν τε καὶ ἔστιν ἀγέννητος20. μάθωμεν τοίνυν τί κοινὸν ἔχει ῥημάτων ἐπίνοια ἢ ὀνομάτων θέσις πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποιᾶς τῶν ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειούμεθα, ὥστε εἰ ἀγεννήτως ἔστιν ὁ θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐμφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἄκυρον κρίνειν, εἰ κατ' ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα 2.1.161 τύχοι. οὐ γὰρ ταὐτόν ἐστι τῷ εἶναι τὸ λέγεσθαι. ἀλλ' ἐστὶ μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ θεός, λέγεται δὲ παρ' ἡμῶν, ὡς ἂν ᾖ δυνατὸν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἣ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει μὴ διὰ φωνῆς ἐκκαλυπτομένας καὶ λόγου. οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες ἐπινοίᾳ τινὶ τὴν νόησιν 2.1.162 ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν. τίς οὖν ἡ βλάβη τῷ ὄντως ὄντι τὸ ὡς ἔστι παρ' ἡμῶν ὀνομά ζεσθαι; οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον καὶ τὸ ὑπάρ χειν ἀγεννήτως ἐστίν, ἀλλ' ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. τοῦτο δὲ οὐ συνεῖδεν ὁ λεπτὸς τὴν διάνοιαν οὐδὲ τὰ παρ' αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. ἦ γὰρ ἂν ἐπαύσατο τοὺς δι' ἐπινοίας τὴν 20ἀγεννησίαν20 ὀνοματο 2.1.163 ποιοῦντας κακίζων. σκοπεῖτε γὰρ ὅ φησι· 20τὰ κατ' ἐπί νοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται, ὁ δὲ θεὸς καὶ γεγενημένων καὶ πρὸ τοῦ γενέ σθαι τὰ ὄντα καὶ ἦν καὶ ἔστιν ἀγέννητος20. ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστὶν ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως, καὶ σιωπώντων καὶ φθεγγομένων οὔτε μᾶλλον οὔτε ἧττον ὢν ὅ ἐστιν, ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τὴν τῶν ἀνθρώπων κατασκευὴν ἐγνωρίσθη 2.1.164 τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ θεοῦ τιμηθέντων. εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ 20ἀγεννησία20, πῶς οὐ συνίησιν οἷς κατασκευάζει, τούτοις μαχόμενος; ἡμεῖς τε γάρ φαμεν ἐφευρῆσθαι τοῖς οὖσι τὰ γνωριστικὰ τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐννοίας, κἀκεῖνος ὑστέρους ὁμολογεῖ τοὺς κεχρημένους τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς, εἶναι δὲ τὴν θείαν φύσιν, ὡς νῦν 2.1.165 τε ἔστι καὶ ἀεὶ ἦν, ἀγεννήτως. εἰ οὖν ἐκεῖνός τε προϋπ άρχειν τῶν ἀνθρώπων ὁμολογεῖ τὴν μακαρίαν ζωήν (πάλιν γὰρ ἐπαναστρέψας τῷ αὐτῷ χρήσομαι λόγῳ) ἡμεῖς τε τὸ χρόνοις ὕστερον φῦναι τοὺς ἀνθρώπους οὐκ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαί φαμεν καὶ ὀνόμασιν, ἀφ' οὗ τε συνέ στημεν καὶ τὸ λογικοὶ εἶναι παρὰ τοῦ πεποιηκότος ἐσχή καμεν, ἡ δὲ 20ἀγεννησία20 ὄνομά ἐστιν ἐμφαντικὸν τοῦ ἰδίου νοήματος, πᾶν δὲ ὄνομα τοῦ ἀνθρωπίνου λόγου μέρος ἐστίν, ἄρα ὁ προϋφεστάναι τῶν ἀνθρώπων τὴν θείαν φύσιν ὁμο λογῶν μεταγενεστέραν εἶναι τὴν ἐφευρεθεῖσαν τῇ φύσει 2.1.166 κλῆσιν συντίθεται. οὐδὲ γὰρ ἦν εἰκὸς τοῦ λόγου τὴν χρῆσιν πρὸ τῆς τῶν κεχρημένων κατασκευῆς ἐνεργεῖσθαι, ὥσπερ οὐδὲ γεωργίαν πρὸ τῶν γεωργούντων οὐδὲ ναυτιλίαν πρὸ τῶν ναυτιλλομένων οὐδὲ ἄλλο τι τῶν κατὰ τὸν βίον ἐνεργουμένων πρὸ τοῦ συστῆναι τὸν ἀνθρώπινον βίον. τί οὖν ἡμῖν διαμάχεται ὁ τοῖς ἰδίοις αὐτοῦ λόγοις ἀκολουθεῖν οὐ γινώσκων; Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς 2.1.167 τοῦ κόσμου συστάσεως ἦν. ἀλλ' ὀνομάζεσθαι τοῦτόν φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα. εἰ γὰρ διὰ τοῦτο χρώ μεθα τοῖς ὀνόμασιν, ὥστε διδασκαλίαν· ἡμῖν ἐκεῖθεν τῶν πραγμάτων γίνεσθαι, μόνον δὲ τὸ ἀγνοοῦν ἐπιδεές ἐστι τοῦ διδάσκοντος, ἡ δὲ θεία φύσις διὰ τὸ πᾶσαν ἐμπεριειληφέναι τὴν γνῶσιν κρείττων πάσης διδασκαλίας ἐστί, δείκνυται διὰ τούτων ὅτι οὐ τοῦ θεοῦ χάριν ἀλλ' ἡμῶν ἕνεκα τὰ ὀνόματα 2.1.168 πρὸς δήλωσιν τοῦ ὄντος ἐπινενόηται. οὐ γὰρ ὅπως ἂν ἐκεῖνος ἑαυτὸν μάθοι, τὸ τῆς ἀγεννησίας ὄνομα τῇ φύσει ἐφήρμοσεν. ὁ γὰρ εἰδὼς τὰ πάντα καὶ ἑαυτὸν πρὸ πάντων συλλαβῶν καὶ ῥημάτων πρὸς τὸ μαθεῖν ὡς ἔχει φύσεως καὶ ἀξίας οὐκ ἐπιδέεται· ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσε βῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σήμαντρα καὶ χαρακτῆρας τὰς διὰ τοῦ λόγου τυπώσεις τοῖς τῆς διανοίας κινήμασιν ἐπιγράψαντες, ὥστε τῶν ἐγγινομένων τῇ ψυχῇ κινημάτων τρανὴν καὶ ἀσύγχυτον ποιεῖσθαι τὴν δήλωσιν διὰ τῶν ἐφηρμοσμένων τοῖς νοήμασι 2.1.169 φθόγγων. τί τοίνυν ἐλέγχει τὸν ἡμέτερον λόγον, καθ' ὅν φαμεν ἐπινενοῆσθαι τὸ τῆς 20ἀγεννησίας20 ὄνομα πρὸς ἔν δειξιν τοῦ ἀνάρχως τὸν θεὸν ὑφεστάναι, τῷ λέγειν ὅτι ὁ θεὸς καὶ λαλούντων καὶ σιωπώντων καὶ διανοουμένων καὶ πρὸ τῆς τῶν γενομένων ἐπινοίας ἦν τε καὶ ἔστιν ἀγέν νητος; εἰ μὲν γάρ τις ἦν ὁ κατασκευάζων μὴ πρότερον αὐτὸν ἀγέννητον εἶναι πρὶν ἢ παρ' ἡμῶν ἐξευρεθῆναι τὸ ὄνομα, συγγνωστὸς ἂν ἦν πρὸς τὴν τοιαύτην ἀτοπίαν ἐκεῖνα 2.1.170 γράφων. εἰ δὲ τὸ προϋφεστάναι καὶ λόγου καὶ διανοίας αὐτὸν παρὰ πάντων ὁμολογεῖται, ἡ δὲ τοῦ ὀνόματος θέσις, καθ' ἣν ὁ νοῦς ἐξαγγέλλεται, δι' ἐπινοίας παρ' ἡμῶν ἐξευ ρῆσθαι λέγεται, ὁ δὲ σκοπὸς αὐτῷ τῆς πρὸς ἡμᾶς ἐστι μάχης τὸ δεῖξαι μὴ παρὰ ἀνθρώπων ἐπινενοῆσθαι τὸ ὄνομα, ἀλλ' εἶναι τοῦτο καὶ πρὸ τῆς ἡμετέρας συστάσεως, οὐκ οἶδα περὶ τίνος λεγόμενον τί κοινὸν ἔχει πρὸς τὴν προκει μένην αὐτῷ σπουδὴν τὸ πρὸ τῶν ὄντων ὑφεστάναι τὸν θεὸν ἀγεννήτως λέγειν καὶ τὸ διαβεβαιοῦσθαι μεταγενεστέραν 2.1.171 εἶναι διαγωνίζεσθαι τοῦ θεοῦ τὴν ἐπίνοιαν. μὴ γὰρ ἐπί νοιάν τις εἶναι τὸν θεὸν ἀποφαίνεται, ὥστε τοῖς τοιούτοις πρὸς αὐτὸν τῶν λόγων διαγωνίζεσθαι καὶ λέγειν ἃ εἴρηκεν, ὅτι 20μαινομένων ἐστὶ τὸ πρεσβυτέραν τῶν ἐπι νοούντων ἡγεῖσθαι τὴν ἐπίνοιαν20, καὶ ἔτι πρὸς τούτοις ὅσα ὑποβὰς διεξέρχεται· 20ὥσπερ οὖν οὐδὲ ἐκεῖνο φρονούντων, τὸ τοὺς ἀνθρώπους, καί περ ὅντας ὑστάτους τῶν τοῦ θεοῦ δημιουργη μάτων, προτάττειν τῆς σφῶν αὐτῶν ἐπινοίας.20 μεγάλην γὰρ <ἂν> τῷ ὄντι τὴν ἰσχὺν ὁ λόγος εἶχεν, εἴπερ τις ἐκ μανίας ἢ παραφροσύνης ἐπίνοιαν εἶναι τὸν θεὸν ἀπε 2.1.172 φαίνετο. εἰ δὲ οὗτος μὲν ὁ λόγος οὔτε ἔστιν οὔτε μὴν γεγένηται (τίς γὰρ ἂν εἰς τοῦτο παραπληξίας ἐλάσειεν, ὥστε τὸν ὄντως ὄντα καὶ τὰ ἄλλα πάντα ὅσα ἔστιν εἰς γένεσιν ἀγαγόντα, τοῦτον μὴ καθ' ὑπόστασιν ἰδίαν εἶναι λέγειν, ἀλλ' ἐπίνοιαν ὀνόματος αὐτὸν ἀποφαίνεσθαι;) τί μάτην σκια 2.1.173 μαχεῖ τοῖς οὐ τεθεῖσι μαχόμενος; ἢ πρόδηλος ἡ αἰτία τῆς ἀδιανοήτου ταύτης φιλονεικίας, ὅτι τοὺς ἐξαπατηθέντας διὰ τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος αἰσχυνόμενος, ἐπειδὴ διηλέγχθη πάμπολυ τῆς κατὰ τὴν οὐσίαν σημασίας κεχω ρισμένον τὸ ὄνομα, ἑκὼν ποιεῖται τῶν λεγομένων τὴν σύγχυσιν, ἀπὸ τοῦ ὀνόματος ἐπὶ τὰ πράγματα μεταβιβάζων τὴν μάχην, ὡς τοὺς ἀνεπιστάτους εὐκόλως διὰ τῆς τοιαύτης παρα κρουσθῆναι συγχύσεως, νομίζοντας ἢ ἐπίνοιαν τὸν θεὸν παρ' ἡμῶν εἰρῆσθαι ἢ τῆς τῶν ἀνθρωπίνων ὀνομάτων εὑρέσεως δεύτερον, καὶ διὰ τοῦτο καταλιπὼν ἀνέλεγκτον τὸ ἡμέτερον 2.1.174 πρὸς ἕτερα μεταφέρει τὴν μάχην; τὸ γὰρ παρ' ἡμῶν ἦν, 2.1.174 καθὼς εἴρηται, τὸ τῆς 20ἀγεννησίας20 ὄνομα μὴ τὴν φύσιν ἐνδείκνυσθαι, ἀλλ' ἐξ ἐπινοίας ἐφαρμόζειν τῇ φύσει, δι' ἧς τὸ ἄνευ αἰτίας αὐτὸν ὑφεστάναι σημαίνεται. τὸ δὲ παρ' αὐτῶν κατασκευαζόμενον ἦν αὐτῆς εἶναι τῆς οὐσίας ἐν δεικτικὴν τὴν φωνήν. ποῦ τοίνυν κατεσκευάσθη τὸ οὕτως 2.1.175 ἔχειν τὴν τοῦ ὀνόματος δύναμιν; ἀλλὰ ταῦτα μὲν ἑτέροις που πάντως τεταμίευται λόγοις, ὁ δὲ πᾶς αὐτῷ πόνος εἰς τὸ ὑφεστάναι τὸν θεὸν ἀγεννήτως ἠσχόληται· ὅμοιον ὥσπερ ἂν εἴ τις σαφῶς αὐτὸν περὶ τούτων ἤρετο, τίνα περὶ τοῦ ὀνόματος τῆς ἀγεννησίας ἔχοι διάνοιαν, εἴτε ὡς ἐπινοου μένου πρὸς ἔνδειξιν τοῦ ἀνάρχως εἶναι τὸ πρῶτον αἴτιον εἴτε καὶ ὡς αὐτῆς δηλωτικοῦ τῆς οὐσίας, ὁ δὲ μάλα σεμνῶς καὶ ἐπιστατικῶς ἀπεκρίνατο τὸ οὐρανοῦ καὶ γῆς 2.1.176 τὸν θεὸν ποιητὴν εἶναι μὴ ἀμφιβάλλειν. ὡς τοίνυν οὗτος ὁ λόγος ἀπᾴδει τοῦ προταθέντος καὶ οὐ συνήρτηται, κατὰ τὸν αὐτὸν τρόπον εὕροις ἂν καὶ ἐπὶ τῆς καλλιγραφηθείσης αὐτῷ καθ' ἡμῶν μάχης τὸ πρὸς τὸν σκοπὸν ἀσυνάρτητον. οὑτωσὶ δὲ σκοπήσωμεν. 2.1.177 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι· τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν 20ἀγεννησίαν20 οὐσίαν εἶναι· πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό φαμεν ἐνδεικτικὸν εἶναι τοῦ ἀγεννήτως τὸν θεὸν ὑφεστάναι, οὐ τὴν ἀγεννησίαν εἶναι θεόν. ἐλέγχειν ἐπαγγέλλεται τὸν ἡμέτερον λόγον· τίς οὖν ὁ ἔλεγχος; ὅτι πρὸ τῆς τῶν ἀν 2.1.178 θρώπων συστάσεως ἦν, φησίν, ἀγεννήτως. τί τοῦτο πρὸς τὸ ζητούμενον; δείξειν οὗτος κατεπαγγέλλεται ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὸ ὄνομα. οὐσίαν γὰρ εἶναι τὴν 20ἀγεννη σίαν20 ὁρίζεται. τίς οὖν ἡ ἀπόδειξις; τὸ δεῖξαι προϋφε στῶτα τῶν φωνῇ κεχρημένων τὸν θεόν; ὢ τῆς ἀναντιρρήτου καὶ θαυμαστῆς ἀποδείξεως. αὕτη ἐστὶν ἡ ἐκ τῆς διαλε κτικῆς τέχνης λογικὴ λεπτουργία, πρὸς ἣν τίς <ἂν> ἀντιβλέ 2.1.179 ψειε τῶν ἀμυήτων τῆς ἀπορρήτου παιδεύσεως; ἀλλὰ σεμνῶς ἡμῖν ἐν ταῖς περὶ τῆς ἐπινοίας διαστολαῖς αὐτὸ διακωμῳδεῖ τῆς ἐπινοίας τὸ ὄνομα. 20τῶν γὰρ οὕτω κατ' ἐπί νοιαν λεγομένων20 φησὶ 20τὰ μὲν κατὰ τὴν προφορὰν ἔχειν μόνην τὴν ὕπαρξιν ὡς τὰ μηδὲν σημαίνοντα, τὰ δὲ κατ' ἰδίαν διάνοιαν· καὶ τούτων τὰ μὲν κατὰ αὔξησιν ὡς ἐπὶ τῶν κολοσσιαίων, τὰ δὲ κατὰ μείω σιν ὡς ἐπὶ τῶν πυγμαίων, τὰ δὲ κατὰ πρόσθεσιν ὡς ἐπὶ τῶν πολυκεφάλων ἢ κατὰ σύνθεσιν ὡς ἐπὶ 2.1.180 τῶν μιξοθήρων20. ὁρᾷς εἰς τί τὴν ἐπίνοιαν ἡμῖν ὁ σοφὸς διακερματίσας περαιτέρω τὴν δύναμιν αὐτῆς προελθεῖν οὐκ ἠξίωσεν. ἀσήμαντον εἶναί φησι τὴν ἐπίνοιαν, ἀδιανόητον, τὰ παρὰ φύσιν σοφιζομένην ἢ διακολοβοῦσαν ἢ ὑπερτείνουσαν τὰ ὡρισμένα μέτρα τῆς φύσεως ἢ ἐξ ἑτεροφυῶν συντιθεῖσαν ἢ τερατευομένην ταῖς ἀλλοκότοις προσθήκαις. ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ 2.1.181 ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, πόθεν ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ φιλοσοφία καὶ τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων ἡ διδασκαλία, αἱ δὲ τῶν μηχανημάτων εὑρέσεις καὶ τὰ διὰ χαλκοῦ τε καὶ ὕδατος ἐν ὡροσκοπείοις θαύματα, αὐτὴ δὲ ἡ περὶ τοῦ ὄντος φιλοσοφία καὶ ἡ τῶν νοητῶν θεωρία καὶ συλλήβδην φάναι πᾶσα ἡ περὶ τὰ μεγάλα τε καὶ ὑψηλὰ τῆς ψυχῆς ἀσχολία; τί δὲ ἡ γεωργία, τί δὲ ἡ ναυτιλία, τί δὲ ἡ λοιπὴ κατὰ τὸν βίον ἡμῶν οἰκονομία; 2.1.182 πόθεν βάσιμος τῷ ἀνθρώπῳ ἡ θάλασσα; πῶς δεδούλωται τῷ χερσαίῳ τὸ ἐναέριον, πῶς τιθασσεύεται τὸ ἀνήμερον, πῶς δαμάζεται τὸ φοβερώτερον, πῶς οὐκ ἀφηνιάζει τὸ ἰσχυρότερον; ἆρ' οὐ δι' ἐπινοίας ἐφευρέθη ταῦτα πάντα τῇ ἀνθρωπίνῃ ζωῇ; ἔστι γὰρ κατά γε τὸν ἐμὸν λόγον ἡ ἐπί νοια ἔφοδος εὑρετικὴ τῶν ἀγνοουμένων, διὰ τῶν προσεχῶν τε καὶ ἀκολούθων τῇ πρώτῃ περὶ τὸ σπουδαζόμενον νοήσει τὸ ἐφεξῆς ἐξευρίσκουσα. νοήσαντες γάρ τι περὶ τοῦ ζητου μένου τῇ ἀρχῇ τοῦ ληφθέντος διὰ τῶν ἐφευρισκομένων νοη μάτων συναρμόζοντες τὸ ἀκόλουθον εἰς τὸ πέρας τῶν σπουδαζομένων τὴν ἐγχείρησιν ἄγομεν. 2.1.183 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι; ἔξεστι γὰρ τῷ μὴ φιλο νείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τὰ ἄλλα πάντα, ὅσα βιωφελῆ τε καὶ χρήσιμα τῇ ζωῇ τῶν ἀνθρώ πων ὁ χρόνος ἐφεῦρεν, οὐχ ἑτέρως ἀλλὰ διὰ τῆς ἐπινοίας ἐξηύρηται. καί μοι δοκεῖ πάντων τῶν κατὰ τὴν ζωὴν ταύτην ἐνεργουμένων ἐν ἡμῖν ἀγαθῶν τῶν ταῖς ψυχαῖς ἡμῶν παρὰ τῆς θείας προμηθείας ἐνυπαρχόντων τὴν ἐπί νοιάν τις προτιμοτέραν κρίνων μὴ ἂν τῆς πρεπούσης κρί 2.1.184 σεως διαψευσθῆναι. λέγω δὲ ταῦτα παρὰ τοῦ Ἰὼβ δι δαχθεὶς ἐν οἷς ὁ θεὸς τῷ λόγῳ πεποίηται διὰ λαίλαπος καὶ νεφῶν τῷ θεράποντι χρηματίζων, τά τε ἄλλα λέγων ὅσα θεῷ πρέπον ἦν λέγειν καὶ ὅτι αὐτὸς εἴη ὁ ταῖς τέχναις ἐπιστήσας τὸν ἄνθρωπον καὶ γυναιξὶ χαρισάμενος ὑφαντικήν τε καὶ ποικιλτικὴν ἐπιστήμην. ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδεὶς ἂν ἀντείποι πάντως μὴ σάρκινος καὶ 2.1.185 κτηνώδης τις ὤν. ἀλλὰ μὴν εἴρηται παρ' αὐτοῦ γεγενῆ σθαι ἡμῖν τῶν τοιούτων τεχνῶν ἡ καθήγησις. οὐκοῦν ὁ δοὺς τῇ φύσει τὴν ἐπινοητικὴν καὶ εὑρετικὴν τῶν ζητου μένων δύναμιν αὐτὸς ἡμᾶς πρὸς τὰς τέχνας προήγαγε, καὶ τῷ τῆς αἰτίας λόγῳ πᾶν τὸ εὑρισκόμενόν τε καὶ κατορθού μενον εἰς τὸν ἀρχηγὸν τῆς δυνάμεως ταύτης ἐπαναφέρεται· οὕτω καὶ τὴν ἰατρικὴν ὁ βίος εὕρατο, ἀλλ' ὅμως θεοῦ 2.1.186 δῶρον τὴν ἰατρικὴν εἰπών τις οὐχ ἁμαρτήσεται. καὶ πᾶν ὅτιπέρ ἐστι κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἐξευρημένον κατ' εἰρήνην καὶ πόλεμον πρός τι τῶν χρησίμων ἐπιτηδείως ἔχον, οὐδαμόθεν ἡμῖν ἔσχε τὴν πάροδον, ἀλλὰ τοῦ νοῦ τὰ καθ' ἕκαστον ἡμῖν καταλλήλως νοοῦντος καὶ ἐφευρίσκοντος· νοῦς δὲ ἔργον θεοῦ· οὐκοῦν ἐκ θεοῦ πάντα ὅσα διὰ τοῦ 2.1.187 νοῦ ἡμῖν πεπόρισται. τὸ δὲ λέγεσθαι παρὰ τῶν ὑπεναν τίων τὰ μυθώδη πλάσματα καὶ τὰ ψευδῆ τερατεύματα παρὰ τῆς ἐπινοίας λογοποιεῖσθαι καὶ πλάσσεσθαι, οὐδὲ αὐτὸς ἀντιλέγω· πρὸς γὰρ τὸν ἡμέτερον σκοπὸν καὶ ὁ ἐκείνων λόγος συμφέρεται. φαμὲν γὰρ καὶ ἡμεῖς τὴν αὐτὴν εἶναι τῶν ἐναντίων τὴν ἐπιστήμην τῶν τε ἐπωφελῶν καὶ τῶν ὡς ἑτέρως ἐχόντων οἷον τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικὴν καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστιν· ὁ γὰρ εἰδὼς βοηθῆσαι τοῖς ἀρρωστοῦσι διὰ φαρμάκου ἐπιγνοίη ἄν, εἴπερ ἐπὶ κακῷ χρῷτο τῇ τέχνῃ, καὶ τοῖς ὑγιαίνουσιν ἐντρῖψαι τὸ δηλητή 2.1.188 ριον· καὶ ὁ πρὸς τὸν λιμένα διευθύνων τῷ πηδαλίῳ τὸ σκάφος εὐθύνειεν ἂν καὶ ἐπὶ χοιράδας ἢ σκοπέλους, εἰ τοῦτο γένοιτο φίλον αὐτῷ τὸ δι' ἐπιβουλῆς διαφθεῖραι τοὺς πλέοντας· καὶ ὁ ζῳγράφος τῇ αὐτῇ τέχνῃ τήν τε καλλίστην μορφὴν ἐπὶ τοῦ πίνακος ἔδειξε καὶ τὴν αἰσχίστην πάλιν ἐν αργῶς ἐμιμήσατο· οὕτως ὁ παιδοτρίβης τὸ ἐξηρθρωμένον μέλος διὰ τῆς ἀλειπτικῆς ἐμπειρίας ἐνήρμοσε καὶ τὸ ὑγι αῖνον, εἰ βούλοιτο, διὰ τῆς αὐτῆς τέχνης ἐξήρμοσε. 2.1.189 Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα πολὺν ὄχλον ἐπεισάγειν τῷ λόγῳ; ὡς τοίνυν ἐπὶ τῶν εἰρημένων οὐκ ἄν τις ἀντείποι τὸν πρὸς τὸ κρεῖττον ἐνεργεῖν μεμαθηκότα τέχνην τινὰ δύνασθαι ἂν τῇ αὐτῇ καὶ πρὸς τὰ μὴ δέοντα χρήσασθαι, οὕτως φαμὲν καὶ τῆς ἐπινοίας τὴν δύναμιν ἐπ' ἀγαθῷ μὲν ἐντεθεῖσθαι παρὰ τοῦ θεοῦ τῇ ἀνθρωπίνῃ φύσει, κατακεχρημένων δέ τινων τῇ ἐφευρετικῇ δυνάμει διάκονον πολλάκις καὶ συνεργὸν γίνεσθαι τῶν ἀνωφελῶν 2.1.190 εὑρημάτων. οὐκοῦν οὐκ ἐπειδὴ δύναται τὰ ψευδῆ καὶ ἀνύπαρκτα πιθανῶς ἡ ἐπίνοια διαπλάσσειν, διὰ τοῦτο τὰ ὄντως ὄντα καὶ ἀληθῶς ὑφεστῶτα διερευνᾶσθαι οὐ δύναται, ἀλλ' ἡ πρὸς τὸ τοιοῦτον ἐπιτηδειότης μαρτυρία τοῖς εὐγνώ μοσι τῆς πρὸς ἐκεῖνο δυνάμεως γίνεται. τὸ γὰρ προθέ μενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανή σασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκεφάλους ἢ πῦρ πνέοντας ἢ δρακόντων ὁλκοῖς συνεσπειραμένους εἰδοποιῆσαι ἢ πρὸς τὸ μεῖζον ἐξᾶραι τὴν συμμετρίαν ἢ διακολοβῶσαι πρὸς τὸ γελοῖον τὰ μέτρα τῆς φύσεως ἢ πηγὰς τοὺς ἀνθρώπους καὶ δένδρα καὶ ὄρνεα γενέσθαι διὰ μεταβολῆς διηγήσασθαι, δι' ὧν ἔστι ψυχαγωγίαν τινὰ τοὺς διὰ τῶν τοιούτων ἡδο μένους εὑρεῖν, ἐναργεστάτην ἀπόδειξιν εἶναί φημι τοῦ καὶ τὰ κρείττω τῶν μαθημάτων δύνασθαι ἂν διὰ τῆς εὑρετικῆς 2.1.191 δυνάμεως κατανοῆσαι. οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρ κτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν ποριστικὴν τῶν λυσιτελούντων κεκλήρωται· ἀλλὰ καθάπερ ἡ ὁρμητικὴ καὶ προαιρετικὴ τῆς ψυχῆς ἡμῶν δύναμις κατὰ μὲν τὸ προηγούμενον πρὸς τὴν τῶν καλῶν τε καὶ ἀγαθῶν ἔφεσιν ἐγκατεσκευάσθη τῇ φύσει, χρήσαιτο δ' ἄν τις καὶ πρὸς τὰ μὴ δέοντα τῇ τοιαύτῃ κινήσει, καὶ οὐκ ἄν τις εἴποι τοῦ πρὸς μηδὲν ἀγαθὸν τὴν προαίρεσιν ῥέπειν τεκμήριον εἶναι τὸ πρὸς τὰ φαῦλά ποτε τὴν ῥοπὴν ἔχειν, οὕτως καὶ ἡ περὶ τὰ μάταιά τε καὶ ἀνόνητα τῆς ἐπινοίας κίνησις οὐ κατηγορία τῆς πρὸς τὸ χρήσιμον ἀδυνα μίας ἐστίν, ἀλλ' ἀπόδειξις γίνεται τοῦ καὶ πρὸς τὰ ψυχω φελῆ τε καὶ ἀναγκαῖα μὴ ἄπρακτος εἶναι. ὡς γὰρ ἐξεῦρεν ἐκεῖ τὸ πρὸς ἡδονὴν ἢ κατάπληξιν, οὕτω καὶ ἐνταῦθα τῶν πρὸς τὴν ἀλήθειαν ἐφόδων οὐχ ἁμαρτήσεται. 2.1.192 Ἓν δὲ τῶν ζητουμένων ἦν, εἰ τὸ πρῶτον αἴτιον, ὅ ἐστιν ὁ θεός, ἀνάρχως ἔστιν ἤ τινος ἀρχῆς ἐξημμένον ἔχει τὸ εἶναι. καταλαβόντες δὲ τῇ διανοίᾳ μὴ δύνασθαι πρῶτον εἶναι τὸ ἐξ ἑτέρου νοούμενον ἐπενοήσαμεν ὄνομα τῆς τοιαύ της ἐμφαντικὸν ὑπολήψεως καί φαμεν τὸν ἄνευ αἰτίας ὑπερ κειμένης ὄντα ἀνάρχως εἴτουν ἀγεννήτως εἶναι. τὸν δὲ οὕτως ὄντα ἀγέννητον καὶ ἄναρχον ὠνομάσαμεν, οὐ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι διὰ τοῦ ὀνόματος ἐνδεικνύμενοι. 2.1.193 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑπο δείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυτευτόν ἐστιν ἢ αὐτομάτως γενόμενον. εἰ μὲν οὖν ἐκ φυτείας εἴη, φυτευτὸν πάντως προσεροῦμεν τὸ δένδρον, εἰ δὲ αὐτομάτως, ἀφύτευτον. τὸ δὴ τοιοῦτον ὄνομα καὶ τῆς ἀληθείας οὐ διασφάλλεται· πάντως γὰρ ἢ οὕτως ἢ ἑτέρως ἔσται τὸ δένδρον, καὶ τοῦ φυτοῦ τὴν ἰδιάζουσαν οὐκ ἐνδείκνυται φύσιν. τὸ μὲν γὰρ αὐτοφυῶς εἶναι διὰ τοῦ ἀφυτεύτου ἐμάθομεν, εἰ δὲ πλάτανος ἢ ἄμπελος ἢ ἄλλο τι τῶν τοιούτων φυτῶν ἐστι τὸ δηλούμενον, 2.1.194 διὰ τῆς τοιαύτης ὀνομασίας οὐκ ἐδιδάχθημεν. εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν τὸ εἶναι κατελαβόμεθα. τὸν οὖν ἀγεννήτως ὄντα θεὸν εἰς ὀνόματος τύπον τὴν ἔννοιαν ταύτην παράγοντες ἀγέννητον ὠνομάσαμεν. ὅτι μὲν οὖν οὐ διὰ γενέσεώς ἐστιν, ἐκ τῆς τοῦ ὀνόματος ἐμφάσεως ἐδηλώσαμεν, αὐτὴ δὲ ἡ οὐσία ἡ ἀγεννήτως οὖσα τίς κατὰ τὴν ἰδίαν φύσιν ἐστίν, οὐδὲν ἐκ τῆς ἐπωνυμίας ταύτης πρὸς τὸ κατι 2.1.195 δεῖν ὡδηγήθημεν. οὐδὲ γὰρ ἦν εἰκὸς μέχρι τοσούτου τὴν τῶν λογισμῶν ἐπίνοιαν ἰσχύειν, ὥστε ὑπεραίρειν ἡμᾶς τῶν μέτρων τῆς φύσεως καὶ τοῖς ἀλήπτοις ἐπιβιβάζειν καί, ὧν οὐκ ἔστιν ἔφοδος εἰς κατανόησιν, ταῦτα τῇ ἡμετέρᾳ γνώσει περιλαμβάνειν. Ἀλλὰ διασαλεύει τὸν διδάσκαλον ἡμῶν καὶ περισύρει τὸν λόγον, ὃν περὶ τῆς ἐπινοίας ἐκεῖνός φησι καὶ κατορχεῖται τῶν εἰρημένων, πάλιν συνήθως τῷ κρότῳ τῶν λεξειδίων ἐν σατυρίζων τοῖς ῥήμασι, καί φησιν· 20ὧν σφετερίζεται τὴν ἑρμηνείαν, τούτων ἐπαισχύνεται τὴν μαρ 2.1.196 τυρίαν20. ἀπαγγείλας γάρ τι μέρος τῶν κατ' ἐπίνοιαν θεωρηθέντων τῷ διδασκάλῳ, ἐν οἷς ἐκεῖνος οὐ μόνον ἐπὶ τῶν ματαίων ἐνεργὸν ἔφασκε τῆς ἐπινοίας εἶναι τὴν χρῆσιν, ἀλλ' ἔχειν τινὰ καὶ πρὸς τὰ μείζω δύναμιν, 20διὰ τοῦ κατὰ τὸν σῖτον καὶ τὸ σπέρμα καὶ τὴν τροφὴν θεωρήματος ἐπάγει τὰ εἰρημένα, τῇ ἔξωθεν αὐτὸν φιλοσοφίᾳ κατακολουθεῖν αἰτιώμενος, καὶ περικόπτειν τὴν τοῦ θεοῦ κηδεμονίαν φησί, μὴ ὁμολογοῦντα παρ' ἐκείνου τὰς ὀνο μασίας τεθεῖσθαι τοῖς πράγμασι, καὶ συμμα χεῖν αὐτὸν τοῖς ἀθέοις καὶ κατὰ τῆς προνοίας ὁπλίζεσθαι, καὶ τὴν ἐκείνων γνώμην πρὸ τῶν νόμων θαυμάζειν κἀκείνοις πλεῖον εἰς σοφίαν νέμειν, οὐκ ἐπεσκεμμένον τοὺς πρώτους τῶν λόγων, ὅτι μήπω παραχθέντων τῶν ἀνθρώ πων εἰς γένεσιν ἡ τοῦ καρποῦ καὶ τοῦ σπέρ ματος ἐπωνυμία παρὰ τῆς γραφῆς ὠνομάσθη20. 2.1.197 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦ τον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τραχύ τε καὶ δύσηχον τῆς συντάξεως τῶν εἰρημένων ἐπανορθώσασθαι. τί οὖν ἡμεῖς, τί πρὸς τὸν κηδεμόνα τῆς θείας προνοίας ἀποκρινόμεθα; ἀδικεῖν ἡμᾶς λέγει ὅτι τὸ μὲν λογικὸν γε γενῆσθαι παρὰ τοῦ θεοῦ τὸν ἄνθρωπον οὐκ ἀρνούμεθα, τὰς δὲ τῶν ῥημάτων εὑρέσεις εἰς τὴν λογικὴν δύναμιν τὴν ἐντεθεῖσαν παρὰ τοῦ θεοῦ τῇ φύσει τῶν ἀνθρώπων ἀνά γομεν. καὶ τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων, δι' οὗ πρὸς τὴν τῶν ἀθέων γνώμην αὐτομολεῖν ὁ διδά σκαλος τῆς εὐσεβείας κατηγορεῖται καὶ 20συνηθείας ἐκ θέσμου κληρονόμος καὶ συνήγορος20 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα. 2.1.198 Εἰπάτω τοίνυν ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων, ὁ θεὸς ἔθετο τὰς προσηγορίας τοῖς οὖσιν; τοῦτο γάρ φησιν ὁ νέος ἐξηγητὴς τῶν μυστικῶν δογμάτων, ὅτι βλάστην καὶ βοτάνην καὶ χόρτον καὶ σπέρμα καὶ ξύλον καὶ τὰ τοιαῦτα κατωνόμασε πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς ὁ θεὸς ἐν τῷ παράγειν εἰς κτίσιν τὰ γεγονότα διὰ προστάγματος. 2.1.199 οὐκοῦν εἰ ψιλῷ παραμένει τῷ γράμματι καὶ κατὰ τοῦτο τὸ μέρος ἰουδαΐζει τῇ γνώμῃ καὶ οὔπω πεπαίδευται ὅτι οὐχὶ γράμματός ἐστιν ὁ Χριστιανὸς μαθητὴς ἀλλὰ πνεύματος (τὸ γὰρ γράμμα, φησίν, ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ), προφέρει δὲ ψιλὴν ἐπὶ ῥήματος ἡμῖν τὴν τῶν γεγραμμένων ἀνάγνωσιν ὡς θεοῦ ταῦτα διεξελθόντος, καὶ εἰ τοῦτο πεπί στευκεν, οὐδὲν ἕτερον ἢ καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸν θεὸν διεξοδικῷ κεχρῆσθαι λόγῳ κατασκευάσει καὶ 2.1.200 φωνῇ καὶ φθόγγῳ διατυποῦν τὰ νοήματα. εἰ τοίνυν τοῦτο νοεῖ, πάντως ὅτι καὶ τὰ τούτοις ἀκόλουθα οὐκ ἀρνήσεται· ὁ γὰρ παρ' ἡμῶν λόγος διὰ τῶν φωνητικῶν ἐκφωνεῖται μορίων, ἀρτηρίας γλώσσης ὀδόντων στόματος, συνεργούσης πρὸς τὴν ἐκφώνησιν καὶ τῆς τοῦ ἀέρος ὁλκῆς καὶ τοῦ ἔν δοθεν πνεύματος. ὑπηχεῖ μὲν γὰρ ἡμῖν ἡ ἀρτηρία κάτωθεν αὐλοῦ τινος δίκην ἐνηρμοσμένη τῇ φάρυγγι· ἡ δὲ ὑπερῴα διὰ τοῦ ὑπερκειμένου κενώματος τοῦ κατὰ τοὺς μυκτῆρας διήκοντος καθάπερ τις μαγὰς ἄνωθεν ἐπιπλατύνει τῷ ἤχῳ 2.1.201 τὸν φθόγγον. ἀλλὰ καὶ αἱ παρειαὶ συνεργοῦσι τῷ λόγῳ, κατὰ τὰς ποιὰς τῶν ἄρθρων τυπώσεις κοιλαινόμεναί τε καὶ πλατυνόμεναι καὶ διὰ στενοῦ πάλιν τὸν φθόγγον προάγουσαι κατὰ τὰς πολυστρόφους τῆς γλώσσης ἀναστροφάς, ἃς ποι εῖται ἄλλοτε κατ' ἄλλο μέρος ἑαυτῆς, ἢ τοῖς ὀδοῦσιν ἢ τῇ ὑπερῴᾳ τὸ δι' αὐτῆς παριὸν πνεῦμα παρατραχύνουσά 2.1.202 πως ἢ παραθλίβουσα. συντελεῖ δέ τι καὶ ἡ τῶν χειλῶν ὑπουργία ἐν διαφόρῳ τῷ τῆς κινήσεως τρόπῳ ποικίλως συνεφαπτομένη τοῦ φθόγγου καὶ τὸν τῶν ῥημάτων τύπον συναπαρτίζουσα. εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγ μασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνο μάζων, ἀνάγκη πᾶσα μὴ ἄλλως τούτων ἕκαστον εἰπεῖν αὐτὸν ἢ ὡς λέγεται, κατὰ τὰς τῶν συλλαβῶν φημι συμ πλοκάς, ὧν αἱ μὲν διὰ χειλῶν αἱ δὲ διὰ γλώσσης αἱ 2.1.203 δὲ δι' ἑκατέρων ἀποτυποῦνται. εἰ οὖν οὐκ ἂν ἑτέρως ἐκφωνηθείη τὸ ὄνομα, μὴ τῶν φωνητικῶν μορίων διὰ τῆς ποιᾶς κινήσεως ἀπογεννώντων τὰς συλλαβὰς καὶ τὸν λόγον, πάντως ὅτι καὶ ταῦτα προστίθησι τῷ θεῷ καὶ διὰ τὴν τοῦ λόγου χρείαν διασχηματίσει τὸ θεῖον. ἡ γὰρ ποιὰ τῶν τὴν φωνὴν ἐκτελούντων μορίων διάπλασις ἐν σχήματι πάντως ἐστί· σχῆμα δὲ σώματος πέρας· πᾶν δὲ 2.1.204 σῶμα τὸ σύνθετον εἶναι οὐ διαπέφευγεν. ὅπου δὲ θεω ρεῖται σύνθεσις, ἐκεῖ καταλαμβάνεται πάντως καὶ ἡ τοῦ συνθέτου διάλυσις· ἡ δὲ διάλυσις ταὐτὸν κατὰ τὴν ἔννοιάν ἐστι τῇ φθορᾷ. οὐκοῦν τοῦτο τῆς καθ' ἡμῶν νίκης τῷ λογογράφῳ τὸ πέρας, τὸ δεῖξαι τὸν ἴδιον ἑαυτοῦ θεόν, ὃν διὰ τοῦ ὀνόματος τῆς 20ἀγεννησίας20 ἀνέπλασε, φθεγγό μενον μὲν ἵνα μὴ ἀμοιρήσῃ τῆς τῶν ὀνομάτων εὑρέσεως, σχηματιζόμενον δὲ τοῖς φωνητικοῖς μέλεσιν ἵνα τὰ ὀνόματα φθέγξηται, τῆς δὲ τοῦ σώματος φύσεως διὰ τὴν τῶν σχη μάτων ἀνάγκην οὐκ ἄμοιρον (οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ τι θεωρηθείη σχῆμα, μὴ ἐν σώματι πάντως τυπούμενον), κατ' ὀλίγον δὲ προϊόντα πρὸς τὰ συμφυῆ τοῦ σώματος πάθη διὰ μὲν τοῦ συνθέτου πρὸς τὴν διάλυσιν, διὰ δὲ ταύτης εἰς φθορὰν καταλήγοντα. 2.1.205 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντι λαμβάνεται τῶν γεγραμμένων καί φησι 20ταῦτα τὸν Μωϋσέα διαρρήδην βοᾶν ὅτι εἶπεν ὁ θεός, καὶ προστίθησι τὰ ῥήματα, τὸ Γενηθήτω φῶς καὶ Γενηθήτω στερέωμα καὶ Συναχθήτω τὰ ὕδατα καὶ Ὀφθήτω ἡ ξηρὰ καὶ Βλαστησάτω ἡ γῆ καὶ Ἐξαγαγέτω τὰ ὕδατα καὶ πάντα ὅσα καθεξῆς ἀναγέγραπται20. οὐκοῦν ἐξετάσωμεν 2.1.206 τὴν τῶν εἰρημένων διάνοιαν. τίς οὐκ οἶδε καὶ τῶν κομιδῇ νηπίων ὅτι φυσικὴν ἔχει πρὸς ἄλληλα σχέσιν ἀκοή τε καὶ λόγος, καὶ ὡς οὐκ ἔστιν ἀκοὴν ἐνεργῆσαι μηδενὸς φθεγγομέ νου, οὕτως οὐδὲ λόγον ἐνεργὸν εἶναι μὴ πρὸς ἀκοὴν εὐθυνό μενον. εἰ οὖν λέγει τὸ εἰρηκέναι τὸν θεόν, ὑποδειξάτω ἡμῖν καὶ τὴν ἀκοὴν πρὸς ἣν εἴρηκεν. ἢ πρὸς ἑαυτὸν ταῦτα λέγειν φήσει; οὐκοῦν ἑαυτῷ προστάσσει ταῦτα ἐγκελευό μενος. καὶ τίς τοῦτο δέξεται, καθῆσθαι τὸν θεὸν τὸ πρακτέον ἑαυτῷ διατάττοντα καὶ ἑαυτῷ διακόνῳ τῶν προσταγμάτων 2.1.207 καὶ ὑπηρέτῃ χρώμενον; εἰ δὲ καὶ τοῦτο δοίη τις εὐαγὲς εἶναι λέγειν, τίς ἐφ' ἑαυτοῦ ῥημάτων ἐδεήθη καὶ λόγων, κἂν ἄνθρωπος ᾖ; ἀρκεῖ γὰρ ἑκάστῳ τῆς διανοίας ἡ κίνησις τὴν τῆς προαιρέσεως ὁρμὴν ἐμποιῆσαι. ἀλλὰ τῷ υἱῷ διαλέγεσθαι πάντως ἐρεῖ. καὶ τίς ἦν χρεία πρὸς τοῦτο φωνῆς; ἴδιον γὰρ τῆς ἐνσωμάτου φύσεως τὸ διὰ ῥημάτων ἐξαγγέλλειν τὰ τῆς καρδίας νοήματα· ὅθεν καὶ ἰσοδυνα μοῦσα τῇ χρήσει τῆς φωνῆς ἡ δι' ἐπινοίας τῶν γραμμάτων 2.1.208 ἐξεύρηται δήλωσις· ἐπίσης γὰρ φθεγγόμενοί τε καὶ γράφοντες τὸ νοηθὲν ἐξαγγέλλομεν, ἀλλ' ἐπὶ μὲν τῶν μὴ λίαν ἀφεστηκό των φωνῇ τῆς ἀκοῆς καθικνούμεθα, πρὸς δὲ τοὺς πόρρωθεν γράμμασι δηλοῦμεν τὴν γνώμην, καὶ ἐπὶ τῶν παρόντων πρὸς λόγον τῆς ἀποστάσεως ἢ ἐπιτείνομεν τὸν τόνον τῆς φωνῆς ἢ ὑφίεμεν, ἔστιν δὲ ὅτε καὶ διανεύοντες μόνον τὸ πρακτέον τοῖς πέλας διεσαφήσαμεν καὶ τὴν ἐν τῇ ψυχῇ προαίρεσιν καὶ ὀφθαλμὸς τοιῶσδε διατεθεὶς ἐνεδείξατο καὶ χειρὸς ποιὰ κίνησις ἢ ἀπεῖπέ τι τῶν γινομένων ἢ κατεδέξατο. 2.1.209 εἰ τοίνυν οἱ σώματι περιειλημμένοι τὰ κρυπτὰ τῆς διανοίας κινήματα καὶ δίχα φωνῆς ἢ ῥήματος ἢ τῆς ἐν γράμμασιν ὁμιλίας πολλάκις τοῖς πέλας γνωρίζουσι καὶ οὐδεμίαν ἤνεγκε τῷ σπουδαζομένῳ πράγματι ζημίαν ἡ σιωπή, ἆρ' ἐπὶ τῆς ἀΰλου καὶ ἀναφοῦς καί, ὥς φησιν ὁ Εὐνόμιος, 20ἀνωτάτω καὶ πρώτης οὐσίας20 ῥημάτων χρεία τῶν καὶ τοῦ πατρὸς διασαφούντων τὸ νόημα καὶ τῷ μονογενεῖ γνωριζόντων τὸ βούλημα; ῥημάτων τῶν, καθὼς αὐτός φησι, 20τῇ φωνῇ πεφυκότων συνδιαλύεσθαι20; Οὐκ οἶδα εἴ τις τῶν νοῦν ἐχόντων ταῦτα ὡς ἀληθῆ παραδέξεται, ἄλλως τε παντὸς φθόγγου πάντως εἰς ἀέρα προχεομένου (οὐδὲ γὰρ δυνατὸν γενέσθαι φωνὴν μὴ ἐν ἀέρι συνισταμένην) ἀνάγκη πᾶσα μέσον τι τοῦ φθεγγο μένου καὶ τοῦ πρὸς ὃν ὁ λόγος γίνεται καὶ αὐτοὺς ὑπο 2.1.210 θέσθαι. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος, πῶς ἐκ τοῦ λαλοῦντος ἡ φωνὴ διοδεύσει πρὸς τὸν ἀκούοντα; τί οὖν ἐροῦσι τὸ μέσον ᾧ τὸν υἱὸν [ἐκ] τοῦ πατρὸς διορίζουσι; τῶν μὲν γὰρ σωμάτων ὁ κατὰ τὸν ἀέρα τόπος γίνεται μέσος, ἄλλο τι ὢν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὴν τῶν ἀνθρω πίνων σωμάτων οὐσίαν. ὁ δὲ ἀναφὴς καὶ ἀνείδεος καὶ πάσης συνθέσεως καθαρεύων θεός, τῷ μονογενεῖ θεῷ παραπλησίως, μᾶλλον δὲ ὡσαύτως ἀΰλως τε καὶ ἀσωμάτως τῶν ἰδίων κοινωνῶν βουλευμάτων, εἴπερ διὰ φωνῆς ἐποιεῖτο τὴν κοινωνίαν, τί τὸ μεσιτεῦον εἶχε, δι' οὗ ῥέων ὁ λόγος καὶ μεθιστάμενος ταῖς ἀκοαῖς τοῦ μονογενοῦς εἰσῳκίζετο; 2.1.211 εἴγε χρὴ καὶ τοῦτο παραδραμεῖν ἀθεώρητον, τὸ μὴ μεμε ρίσθαι τὸ θεῖον ταῖς ἀντιληπτικαῖς ἐνεργείαις, ὡς παρ' ἡμῖν διῃρημένως ἕκαστον τῶν αἰσθητηρίων τοῦ συγγενοῦς ἐπιδράσσεται, τοῦ ὁρατοῦ μὲν ἡ ὅρασις τοῦ ἀκουστοῦ δὲ ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις, καὶ οὔτε γεύεται ἡ ἁφὴ οὔτε ἡ ἀκοὴ τὴν τῶν ἀτμῶν ἢ τῶν χυμῶν ἀντίληψιν ἔχει, ἀλλὰ παραμένει ἕκαστον τῇ μιᾷ ἐνεργείᾳ εἰς ἣν ἐτάχθη παρὰ τῆς φύσεως, ἀναίσθητον τρόπον τινὰ πρὸς ὃ μὴ πέφυκε διαμένον καὶ ἄγευστον τῆς ἀπολαύσεως ἧς καρποῦται ἡ 2.1.212 γείτων αἴσθησις. ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὅλον δι' ὅλου τὸ θεῖον ὅρασίς ἐστι καὶ ἀκοὴ καὶ γνῶσις. οὐ γὰρ δὴ θέμις καὶ τὰς ζῳωδεστέρας τῶν αἰσθήσεων ἐφαρμόζειν τῇ ἀκηράτῳ φύσει. πλὴν εἰ χρή τι καὶ ταπεινὸν ὑποθέσθαι καὶ καταγαγεῖν εἰς χαμαιζήλους ὑπολήψεις τὸ θεῖον, ὥστε λαλεῖν μὲν οἴεσθαι ῥήματα διὰ στόματος τὸν πατέρα, ἐν εργεῖν δὲ τὴν ἀκοὴν τοῦ υἱοῦ, τί τὸ μέσον ὑποτιθέμεθα τὸ διάγον τὴν πατρικὴν φωνὴν εἰς τὴν τοῦ υἱοῦ ἀκοήν; 2.1.213 κτιστὸν εἶναι χρὴ τοῦτο ἢ ἄκτιστον; ἀλλὰ κτιστὸν μὲν οὐκ ἔστιν εἰπεῖν· πρὸ γὰρ τοῦ συστῆναι τὴν κτίσιν ὁ λόγος ἐγένετο· ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεώς ἐστιν οὐδέν. εἰ οὖν κτίσις οὐκ ἦν, ὁ δὲ μνημονευθεὶς ἐν τῇ κοσμογενείᾳ λόγος τῆς κτίσεως πρεσβύτερος ἦν, ἄρα ὁ λέγων ῥήματα καὶ φωνῆς ἦχον διὰ τοῦ λόγου σημαίνεσθαι τί τὸ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὑποθήσεται, ᾧ διετυποῦτο ἡ φωνὴ τὰ ῥήματα; εἰ γὰρ ἔστι μέσον, ἐν ἰδιαζούσῃ φύσει πάντως ἐστίν, ὡς μήτε τῷ πατρὶ ταὐτὸν εἶναι μήτε τῷ υἱῷ κατὰ τὴν φύσιν συμβαίνειν, ἀλλ' ἕτερόν τι πάντως ὂν διΐστησιν ἀπ' ἀλλήλων τὸν πατέρα καὶ τὸν υἱὸν μεταξὺ τῶν δύο 2.1.214 παρενειρόμενον. τί οὖν τοῦτο; κτιστὸν οὐκ ἔστι· νεωτέρα γὰρ ἡ κτίσις τοῦ λόγου. γεννητὸν τὸν μονογενῆ ἐδιδά χθημεν, ἀγέννητον πλὴν τοῦ πατρός ἐστιν οὐδέν. οὐκοῦν ἐξ ἀνάγκης τὸ μηδὲν εἶναι μέσον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοεῖν ὁ τῆς ἀληθείας λόγος συναναγκάζει. ὅπου δὲ διά στασις οὐκ ἐπινοεῖται, τὸ συνημμένον πάντως ὁμολογεῖται, τὸ δὲ διὰ πάντων συνημμένον φωνῇ καὶ λόγῳ οὐ μεσιτεύ εται. συνημμένον δὲ λέγω τὸ ἐν πᾶσιν ἀχώριστον. οὐ γὰρ σωματικήν τινα συμφυΐαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταὐτότητος τῶν θελημάτων ἕνωσίν τε καὶ ἀνάκρασιν. 2.1.215 ∆ιότι οὐδὲ ἔστι διαφορὰ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐν θελήματι, ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθό τητος κάλλος καὶ ἡ εἰκών ἐστι τῆς ἀγαθότητος. καὶ ὥσπερ εἴ τις ἑαυτὸν ἐν κατόπτρῳ βλέποι (κωλύει γὰρ οὐδὲν σω ματικοῖς ὑποδείγμασι παραστῆσαι τὸ νόημα), κατὰ πάντα πρὸς τὸ πρωτότυπον καὶ ἡ εἰκὼν μορφωθήσεται, ὡς αἰτίαν τῆς ἐν τῷ κατόπτρῳ μορφῆς εἶναι τὴν ἐνορῶσαν μορφὴν καὶ μήτε κινεῖσθαι μήτε ἐπικλίνεσθαι καθ' ἑαυτὴν τὴν εἰκόνα, μὴ τοῦ πρωτοτύπου τῆς ἐπικλίσεως ἢ τῆς κινήσεως ἄρξαντος, εἰ δὲ κινηθείη τὸ προηγούμενον, συγκινεῖσθαι πάντως καὶ τὸ ἐν τῷ κατόπτρῳ δεικνύμενον, οὕτω φαμὲν καὶ τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κύριον πρὸς πᾶσαν θελήματος κίνησιν ἀμέσως τε καὶ ἀδιαστάτως συν 2.1.216 διατίθεσθαι τῷ πατρί. ἠθέλησέ τι ὁ πατὴρ καὶ ὁ ἐν τῷ πατρὶ ὢν υἱὸς εἶχε τὸ θέλημα τοῦ πατρός, μᾶλλον δὲ αὐτὸς τοῦ πατρὸς ἐγένετο θέλημα. ὁ γὰρ πάντα τὰ τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ οὐκ ἔστιν ὅ τι τῶν τοῦ πατρὸς οὐκ ἔχει. εἰ δὴ πάντα ἔχει ἐν ἑαυτῷ τὰ πατρῷα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν πατέρα, πάντως μετὰ τοῦ πατρὸς καὶ τῶν τοῦ πατρὸς ὅλον τὸ θέλημα ἐν ἑαυτῷ ἔχει τὸ πατρῷον. 2.1.217 οὐ χρῄζει τοίνυν λόγῳ μαθεῖν τοῦ πατρὸς τὸ θέλημα, αὐτὸς ὢν τοῦ πατρὸς ὁ λόγος κατὰ τὴν ὑψηλοτέραν ση μασίαν τοῦ λόγου. τίς οὖν ἐκεῖνος ὁ λόγος ὁ πρὸς τὸν ὄντως λόγον γινόμενος; καὶ πῶς ὁ ὄντως λόγος λόγου πάλιν ἑτέρου πρὸς διδασκαλίαν προσδέεται; ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. 2.1.218 οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησιν ὁ ἀπόστολος, καὶ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. εἰ οὖν ῥήματα φθέγγεται ὁ θεός, πᾶς δὲ λόγος ἐπὶ ἀκοῆς ἐνεργεῖται, οἱ δημηγορεῖν τὸν θεὸν ἐν διεξοδικοῖς λόγοις ἀποφαινόμενοι γνωρισάτωσαν ἡμῖν καὶ τὸ τῶν θείων λόγων ἀκροατήριον. πρὸς ἑαυτὸν λαλεῖν οὐκ ἐδέετο, ὁ υἱὸς ἀπροσδεὴς ἦν τῆς ἐκ ῥημάτων διδασκαλίας, τὸ πνεῦμα τὸ ἅγιον πάντα, φησίν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, ἡ κτίσις οὔπω ἦν· πρὸς τίνα ὁ λόγος 2.1.219 ἐγίνετο; ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας ∆αβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς οὕτως κατὰ λέξιν ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡμέρα τῇ ἡμέρᾳ 2.1.220 ἐρεύγεται ῥῆμα καὶ νὺξ ἀναγγέλλει γνῶσιν νυκτί. καὶ εἰπὼν διηγεῖσθαι τοὺς οὐρανοὺς καὶ τὸ στερέωμα καὶ παρὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπαγγέλλεσθαι γνῶσιν καὶ ῥήματα, πάλιν ἐπάγει τοῖς εἰρημένοις ὅτι ταῦτα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ λόγοι οὐδὲ φωναὶ τούτων ἀκούονται. πῶς οὖν διηγή ματα καὶ ἀναγγελίαι καὶ ῥήματα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ 2.1.221 φωνὴ διὰ τῆς ἀκουστικῆς αἰσθήσεως ἐγγινομένη; ἆρα μά χεται πρὸς ἑαυτὸν ὁ προφήτης; ἆρά τι τῶν οὐκ ἐνδεχο μένων διέξεισιν, ἄφθογγον ῥῆμα καὶ διήγησιν ἄλαλον καὶ ἀγγελίαν δίχα φωνῆς διδάσκων; ἢ παντὸς μᾶλλον ἀληθὴς ἡ προφητεία ἡ τοῦτο διὰ τῶν εἰρημένων διδάσκουσα, ὅτι τὸ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ τῆς θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς; 2.1.222 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν; τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολ λάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλουμένου πράγματος σωματικώτερον διασκευάζει τὴν τῶν νοητῶν θεωρίαν, οἷον δὴ καὶ τοῦτο τὸ δόγμα ἐστὶν ὅπερ δοκεῖ μοι ὁ ∆αβὶδ ἀποφαίνεσθαι, τοῦτο δι' ὧν εἶπε διδάσκων· οὐδὲν τῶν ὄντων ἔκ τινος αὐτομάτου συντυχίας τὴν ὑπόστασιν ἔχει, καθάπερ ᾠήθησάν τινες τυχαίας τε καὶ ἀλόγους τῶν πρώτων στοιχείων ἀντεμπλοκὰς τὸν κόσμον ἡμῖν ὅλον καὶ τὰ ἐν αὐτῷ κατεργάσασθαι, οὐδεμιᾶς προνοίας διὰ τῶν ὄντων ἡκούσης, ἀλλ' ἔστι τι τῆς τοῦ παντὸς συστάσεως καὶ διοικήσεως αἴτιον, οὗ πᾶσα ἡ τῶν νοητῶν ἐξῆπται φύσις, κἀκεῖθεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχει καὶ πρὸς ἐκεῖνο 2.1.223 νένευκέ τε καὶ ἐπιστρέφεται καὶ ἐν αὐτῷ διαμένει. καὶ ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοουμένη καθο ρᾶται, διὰ τοῦτο πᾶσα ἡ κτίσις καὶ πρό γε πάντων, καθώς φησιν ὁ λόγος, ἡ ἐν τοῖς οὐρανοῖς διακόσμησις διὰ τῆς ἐμφαινομένης τοῖς γεγονόσι τέχνης τὴν τοῦ πεποιηκότος σοφίαν ἐνδείκνυται. καὶ τοῦτό μοι δοκεῖ παραστῆσαι θέλων τὴν ἐκ τῶν φαινομένων μαρτυρίαν τοῦ σοφῶς καὶ ἐντέχνως τὰ ὄντα κατεσκευάσθαι καὶ εἰσαεὶ διαμένειν ἐν τῇ δυνάμει 2.1.224 τοῦ τὸ πᾶν οἰακίζοντος. αὐτούς φησι τοὺς οὐρανούς, δι' ὧν τὴν σοφίαν τοῦ πεποιηκότος δεικνύουσιν, μονονουχὶ φωνὴν ἀφιέντας βοᾶν καὶ διακηρύσσειν τοῦ δημιουργοῦ τὴν σοφίαν δίχα φωνῆς. ἔξεστι γὰρ οἱονεὶ λόγῳ ταῦτα διδασκόντων ἀκούειν ὅτι πρὸς ἡμᾶς ὁρῶντες, ὦ ἄνθρωποι, καὶ τὸ ἐν ἡμῖν κάλλος καὶ μέγεθος καὶ τὴν ἀεικίνητον ταύτην περιφορὰν καὶ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν κίνησιν ἐννοήσατε τὸν ἐπιστατοῦντα τῆς ἡμετέρας συστάσεως καὶ διὰ τοῦ φαινομένου κάλλους τὸ πρωτότυπον καὶ ἀόρατον κάλλος ἀναλογίσασθε· οὐδὲν γὰρ ἐν ἡμῖν ἀδέσποτον ἢ αὐτοκίνητον ἢ αὐτόματον, ἀλλὰ πᾶν τὸ φαινόμενόν τε περὶ ἡμᾶς καὶ νοούμενον τῆς ὑψηλῆς τε καὶ ἀφράστου δυνάμεως ἤρτηται. 2.1.225 ταῦτα λόγος μὲν ἔναρθρος οὐκ ἔστιν, ἐντίθησι δὲ διὰ τῶν φαινομένων ταῖς ψυχαῖς τὴν γνῶσιν τῆς θείας δυνάμεως μᾶλλον ἢ εἰ διὰ φωνῆς ὁ λόγος ἐκήρυσσεν. ὥσπερ τοίνυν διηγεῖται ὁ οὐρανὸς καὶ οὐ φθέγγεται, καὶ ἀναγγέλλει τὸ στερέωμα τὴν τοῦ θεοῦ ποίησιν καὶ φωνῆς οὐ προσδέεται, καὶ ῥῆμα προΐεται ἡ ἡμέρα καὶ λαλιὰ οὐκ ἔστιν, καὶ οὐκ ἄν τις εἴποι διεσφάλθαι τὴν προφητείαν, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ εἷς ἀμφοτέροις τῷ Μωϋσεῖ καὶ τῷ ∆αβὶδ ὁ διδάσκαλος, τὸ πνεῦμα λέγω τὸ ἅγιον, ὁ τὸ πρόσταγμα καθηγήσασθαι τῆς κτίσεως λέγων οὐ ῥημάτων ἡμῖν δη μιουργὸν τὸν θεὸν ὑποτίθεται, ἀλλὰ πραγμάτων τῶν διὰ τῆς τῶν ῥημάτων σημασίας γνωριζομένων. ἵνα γὰρ μὴ ἀδέσποτόν τινα καὶ αὐτοφυῆ τὴν κτίσιν εἶναι νοήσωμεν, καὶ γεγενῆσθαι ταύτην παρὰ τῆς θείας φύσεως λέγει καὶ τάξει 2.1.226 τινὶ καὶ ἀκολουθίᾳ συστῆναί φησι. καὶ μακρὸν ἂν εἴη περὶ τῆς τάξεως φιλοσοφεῖν τῶν κατὰ τὴν κοσμοποιΐαν ὑπὸ τοῦ Μωϋσέως ἐν ἱστορίας χαρακτῆρι δογματικῶς εἰρημένων. ἦ γὰρ ἂν μᾶλλον δι' ἑκάστου τῶν γεγραμμένων τὸ πεπλανη μένον τε καὶ μάταιον τῆς τῶν ἐναντίων ὑπολήψεως φανερῶς διηλέγχθη. ἔξεστι δὲ τῷ βουλομένῳ τοῖς εἰς τὴν Γένεσιν πεπονημένοις ἡμῖν ἐντυχόντι δοκιμάσαι τῶν τε ἡμετέρων καὶ τῶν ὑπεναντίων τὸν ἀκολουθότερον λόγον. 2.1.227 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι τοῦ θεοῦ σύν δρομον ἀποφαίνων τὴν δύναμιν αἰσθητικώτερον ἡμῖν τὴν 2.1.228 νοητὴν ὑποδείκνυσι θεωρίαν. ἐπειδὴ γὰρ θελήματι τοῦ θεοῦ συνέστη τὰ πάντα, σύνηθες δὲ τοῖς ἀνθρώποις λόγῳ πρῶτον διασημαίνειν τὸ βούλημα καὶ οὕτως ἐπάγειν τὸ ἔργον συμ φωνοῦν τῷ βουλήματι, ἡ δὲ γραφὴ τῆς κοσμογενείας εἰσ αγωγή πως εἰς θεογνωσίαν τοῖς ἀρχομένοις ἐστί, διὰ τῶν ἑτοιμοτέρων εἰς κατανόησιν τὴν ἰσχὺν τῆς θείας παριστῶσα φύσεως, προχειρότερον δὲ εἰς γνῶσιν τῶν νοουμένων ἡ διὰ τῆς αἰσθήσεως κατάληψις γίνεται, τούτου χάριν ὁ Μωϋσῆς διὰ μὲν τοῦ <τὸ> Εἰπεῖν τὸν θεὸν τόδε γενέσθαι προτάξαι τὴν ὁρμητικὴν τοῦ θελήματος ἐξουσίαν παρίστησι, διὰ δὲ τοῦ προσθεῖναι τὸ Καὶ ἐγένετο οὕτως, τὸ μηδεμίαν εἶναι δια φορὰν βουλήσεως καὶ ἐνεργείας ἐπὶ τῆς θείας ἐνδείκνυται φύσεως· ἀλλὰ διδάσκει καθηγεῖσθαι μὲν ἐπὶ θεοῦ τῆς ἐν εργείας τὴν νόησιν, οὐκ ἐφυστερίζειν δὲ μετὰ τὸ νοηθὲν τὸ ἐνεργούμενον, ἀλλ' ἅμα τὰ δύο καὶ κατὰ ταὐτὸν θεω ρεῖσθαι, τήν τε τοῦ νοῦ κίνησιν καὶ τὴν ἀποτελεστικὴν τοῦ 2.1.229 πράγματος δύναμιν. οὐδὲν γὰρ ἔδωκεν ἐννοῆσαι μέσον ὁ λόγος τῆς προαιρέσεως καὶ τῆς πράξεως, ἀλλ' ὥσπερ τῇ ἐξάψει τῆς φλογὸς καὶ ἡ αὐγὴ συνεκφαίνεται καὶ ἐξ ἐκείνης οὖσα καὶ μετ' αὐτῆς συνεκλάμπουσα, κατὰ τὸν αὐτὸν τρόπον ἔργον μὲν τοῦ θείου θελήματος ἡ τῶν γεγονότων ἐστὶν ὑπόστασις, οὐ μὴν δευτερεύει τῇ τάξει μετὰ τὸ βούλημα. 2.1.230 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖν ἀεὶ μὲν εἶναι ναυπηγόν φαμεν τῇ δυνάμει τὸν τὴν ναυπηγικὴν ἔχοντα τέχνην, ἐνεργεῖν δὲ τότε, ὅταν ἐπὶ τῶν ἔργων δείξῃ τὴν ἐπιστήμην, οὐχ οὕτως καὶ ἐπὶ τῆς μακαρίας ζωῆς. ἀλλ' ὅλον ὅτιπέρ ἐστιν ἐν ἐκείνῃ νοούμενον ἐνέργεια καὶ πρᾶξίς ἐστιν, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος 2.1.231 μεθισταμένου. ὡς τοίνυν μαρτυρεῖ τῷ δημιουργῷ τὴν δόξαν ἡ ἐν τῷ οὐρανῷ διακόσμησις καὶ ὁμολογεῖ τὸν πεποιηκότα καὶ φωνῆς οὐ προσδέεται, οὕτω μοι τὸ ἔμπαλιν ἐκ τῆς τοῦ Μωϋσέως γραφῆς μεταλαβὼν ἄν τις λογίσαιτο, ὅτι καὶ ἑαυτοῦ κτίσμα ὁ θεὸς λέγει τὸν κόσμον ὁ τῷ προστάγματι τὸ πᾶν οὐσιώσας καὶ ῥημάτων πρὸς δήλωσιν τῆς ἐννοίας 2.1.232 ταύτης οὐκ ἐπιδέεται. ὡς οὖν ὁ ἀκούσας οὐρανοῦ διηγου μένου διεξοδικὸν οὐκ ἐζήτησε λόγον (λαλεῖ γὰρ τῷ νοῦν ἔχοντι διὰ τῶν γινομένων ὁ κόσμος τὴν διὰ τῶν ῥημάτων δήλωσιν χαίρειν ἐάσας), οὕτω κἂν τοῦ Μωϋσέως λέγοντός τις ἀκούσῃ, ὡς τοῦ θεοῦ ὀνομαστὶ περὶ τῶν καθ' ἕκαστον τοῦ κόσμου μερῶν διατάττοντός τε καὶ κελεύοντος, μήτε ψεύδεσθαι τὸν προφήτην ὑπονοείτω μήτε μικροῖς καὶ χαμαι ζήλοις νοήμασι κατασμικρυνέτω τὴν τῶν ὑψηλῶν θεωρίαν, οἷον ἐξανθρωπίζων διὰ τῶν τοιούτων τὸ θεῖον καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν φωνῇ τὰ προστάγματα διεξοδεύειν ὑποτιθέμενος, ἀλλὰ τὸ μὲν πρόσταγμα δηλούτω τὴν βού λησιν, τὰ δὲ τῶν κτισθέντων ὀνόματα αὐτὴν διασημαινέτω τὴν τῶν γεγονότων ὑπόστασιν· ὥστε τὰ δύο διὰ τῶν εἰρη μένων μαθεῖν, καὶ ὅτι βουληθεὶς ὁ θεὸς τὰ πάντα κατείρ γασται καὶ ὅτι ἀπραγμόνως τε καὶ ἀκόπως τὸ θεῖον βού λημα φύσις ἐγένετο. 2.1.233 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατα σκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θεὸς κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνερ γείας πάντως ὑπονοήσει καὶ τὸ Ἤκουσε κύριος καὶ ἠλέησέ με καὶ Ὠσφράνθη ὀσμὴν εὐωδίας καὶ ὅσα περὶ κεφαλῆς θείας ἢ ποδὸς ἢ χειρὸς ἢ ῥινὸς ἢ βλεφάρων ἢ δακτύλων ἢ ὑπο δήματος ἡ γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ θεῖον καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. 2.1.234 εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων καὶ χεῖρα κραταιὰν καὶ βραχίονα ὑψηλὸν καὶ ὀφθαλμὸν καὶ βλέφαρα καὶ πόδα καὶ ὑποδήματα θεοπρεπεῖς ἐννοίας δι' ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρ ρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφω νήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογί ζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν 2.1.235 ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ἀποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει· καὶ ὡς ἡ δύ ναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ θεοῦ κρινομένη τὸ μηδέν ἐστι καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα ὡς οὐδὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν, οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα λόγον κρινόμενός ἐστιν οὐδέν. 2.1.236 οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατε σκευάσθη φύσει, οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ' ὥς φησί που ὁ διδάσκαλος τῷ ψόφῳ τῆς γλώσσης συνα φανίζεται, οὔτε τι ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει· ὁ δὲ ἐκ τοῦ θεοῦ λόγος θεός ἐστι, λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι' οὗ τὰ πάντα ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, ζωὴ καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ φῶς καὶ πᾶν ἀγαθὸν ὢν καὶ πάντα τὰ ἐν τῷ εἶναι 2.1.237 διακρατῶν. τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ λόγου τοῦ περὶ τὸν θεὸν νοουμένου οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥή μασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον ὥς τι μέγα χαρίζεται τῷ θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν οἰκία καὶ βάθρον καὶ ῥομφαία καὶ ἄροτρον καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος, ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα, οὕτως καὶ ἡ τοῦ λόγου δύναμις ἔργον μέν ἐστι τοῦ τοιαύτην ἡμῶν πε ποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ' ἕκαστον ῥημάτων εὕρεσις πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας 2.1.238 παρ' ἡμῶν αὐτῶν ἐπενοήθη. τεκμήριον δὲ ὅτι πολλὰ τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νενό μισται, ὧν οὐκ ἄν τις τῶν νοῦν ἐχόντων εὑρετὴν τὸν θεὸν ὑπολάβοι· ὥστε κἂν ἐκ προσώπου τοῦ θεοῦ λέγηταί τινα παρὰ τῆς θείας γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνω στέον ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν δια λέγεται, καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμά θομεν ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγεννήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαΐων τῶν λόγων. 2.1.239 Καὶ ὅτι ἀληθῆ ταῦτα, μᾶλλον ἄν τις μάθοι φιλοπονώ τερον τὴν Λεϋιτικὴν νομοθεσίαν κατεξετάζων. τηγάνου γὰρ ἐκεῖ καὶ λαγάνου καὶ σεμιδάλεως καὶ τοιούτων μέμνηται ὀνομάτων ἐν ταῖς μυστικαῖς ἱερουργίαις συμβολικῶς καὶ δι' αἰνίγματος ψυχωφελῆ τινα δόγματα ὑφηγούμενος, καὶ μέτρα τινὰ κατονομάζει κατὰ τὴν τότε συνήθειαν ὕφι τι λέγων 2.1.240 καὶ νέβελ καὶ ἲν καὶ πολλὰ τοιαῦτα· ἆρα ποιήσας τὰς προσηγορίας ταύτας καὶ ὀνομάσας, ἢ τὴν ἀρχὴν οὕτω δια ταξάμενος γίνεσθαί τε καὶ λέγεσθαι, ὥστε τὸ μὲν τοιοῦτον σπέρμα σῖτον εἰπεῖν, τούτου δὲ τὴν ἐντεριώνην ὀνομάσαι σεμίδαλιν, καὶ τὰ ἐπιπόλαια καὶ ὑμενώδη καὶ διηπλωμένα τῶν πεμμάτων λάγανα προσειπεῖν καὶ τὸ τοιόνδε σκεῦος, ἐν ᾧ τὸ ὑγρὸν τοῦ φυράματος ἐξοπτᾶται καὶ ἐξικμάζεται, τή γανον ὀνομασθῆναι προστάξαι τοῦ τε ὑγροῦ τὴν τοσήνδε ποσότητα τῷ τοῦ ἲν ἢ τῷ τοῦ νέβελ ὀνόματι διαγορεύειν καὶ τοὺς ξηροτέρους καρποὺς διαμετρεῖσθαι τῷ γόμορ; 2.1.241 φλυαρία ταῦτα καὶ ματαιότης Ἰουδαϊκὴ πάμπολυ τῆς τῶν Χριστιανῶν μεγαλοφυΐας ἐκπεπτωκυῖα, τὸ οἴεσθαι τὸν μέγαν καὶ ὕψιστον καὶ ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα θεόν, τὸν μόνῃ τῇ τοῦ βουλήματος δυνάμει τὸ πᾶν διακρατοῦντα καὶ εἰς γένεσιν ἄγοντα καὶ ἐν τῷ εἶναι διατηροῦντα, τοῦτον ὥς τινα γραμματιστὴν τὰς τοιάσδε τῶν ὀνομάτων θέσεις δια 2.1.242 λεπτουργοῦντα καθῆσθαι. ἀλλ' ὥσπερ τοῖς κωφοῖς διασχη ματιζόμενοι καὶ χειρονομοῦντες τὸ πρακτέον ὑποσημαίνομεν, οὐχὶ τῷ μὴ ἔχειν ἰδίαν αὐτοὶ φωνὴν ὅταν τοῦτο ποιῶμεν, ἀλλὰ τῷ παντάπασιν ἄχρηστον εἶναι τοῖς οὐκ ἀκούουσι τὴν διὰ τῶν ῥημάτων ὑφήγησιν, οὕτω καὶ τῆς ἀνθρωπίνης φύ σεως κωφευούσης τρόπον τινὰ καὶ οὐδενὸς τῶν ὑψηλῶν ἐπαϊούσης τὴν τοῦ θεοῦ χάριν φαμὲν πολυμερῶς καὶ πολυ τρόπως ἐν τοῖς προφήταις λαλοῦσαν, κατὰ τὸ ἡμῖν εὐσύν οπτόν τε καὶ σύνηθες τὰς τῶν ἁγίων προφητῶν δια σχηματίζουσαν γλώσσας, διὰ τούτων ἡμᾶς εἰς τὴν τῶν ὑψηλῶν χειραγωγεῖν κατανόησιν, οὐ κατὰ τὴν ἰδίαν μεγα λοφυΐαν ποιουμένην τὴν διδασκαλίαν (πῶς γὰρ ἂν ἐν τῷ μικρῷ χωρηθείη τὸ μέγα;), ἀλλὰ τῇ βραχύτητι τῆς 2.1.243 ἡμετέρας συγκατιοῦσαν δυνάμεως. καὶ ὥσπερ τὴν κινητικὴν τῷ ζῴῳ δύναμιν δοὺς ὁ θεὸς οὐκέτι δημιουργεῖ καὶ τὰ καθ' ἕκαστον διαβήματα (ἅπαξ γὰρ τὴν ἀρχὴν λαβοῦσα παρὰ τοῦ πεποιηκότος ἡ φύσις ἑαυτὴν κινεῖ τε καὶ διεξάγει πρὸς τὸ ἑκάστοτε δοκοῦν ἐνεργοῦσα τὴν κίνησιν, πλὴν παρὰ κυρίου λέγεται τῷ ἀνδρὶ τὰ διαβήματα κατευθύνεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ θεοῦ λαβοῦσα ὁδῷ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις, σημεῖά τινα τοῖς οὖσι διὰ τῆς ποιᾶς τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα. 2.1.244 καὶ ταῦτά ἐστι τὰ παρ' ἡμῶν λεγόμενα ῥήματά τε καὶ ὀνόματα, οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. κἂν λέγηται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γε νέσεως ὁ καρπὸς καὶ πρὸ τῆς τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ 2.1.245 τῆς ἐπινοίας εἰρημένοις ἡ τοῦ νομοθέτου διάνοια. ὃ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθούσης γεωργίας καρ πὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύ οντες, τοῦτο τὸ πρᾶγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτομάτως γενέσθαι, ἀλλ' ἐν θελήματι τοῦ πεποιηκότος μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι· ὥστε τὸν αὐτόν τε γίνεσθαι καρπὸν ἑαυτόν τε πάλιν ἄγειν σπέρμα γινόμενον 2.1.246 καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον. φύεται δὲ κατὰ θεῖον βούλημα πρᾶγμα, οὐκ ὄνομα· ὥστε τὸ μὲν καθ' ὑπό στασιν ὂν πρᾶγμα τῆς τοῦ πεποιηκότος δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι' ὧν τὰ καθ' ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπι σημειοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὑρήματα, αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμίν τε καὶ φύσιν ἔργον θεοῦ. καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαίως κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς καὶ 2.1.247 αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται. εἰ δή τις ἀνθρω πικῶς τὸ φῶς ἢ τὸν οὐρανὸν ἢ τὴν γῆν ἢ τὰ σπέρματα παρὰ τοῦ θεοῦ προσειρῆσθαι λέγοι, πάντως ὅτι κατὰ μίαν τινὰ γλώσσης ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. τίς οὖν αὕτη, δειξάτω. τὸν γὰρ ἐκεῖνο γινώσκοντα καὶ 2.1.248 τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστί. καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ πνεύματος κάθοδον καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων καὶ ἐν τῇ μεταμορφώσει φωνὴ γίνεται ἄνωθεν διδάσκουσα τοὺς ἀνθρώπους καὶ σχῆμά τι, μὴ τὸ φαινόμενον οἴεσθαι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπη 2.1.249 τὸν υἱὸν τοῦ θεοῦ πιστεύειν εἶναι ἀληθῆ. ἡ τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκουόντων σύνεσιν ἐν τῷ ἀερίῳ σώματι παρὰ τοῦ θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τότε τῶν φθεγγομένων συνήθειαν γενομένη, οὕτω τοῦ θεοῦ τοῦ πάντας θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκουόντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρώσαντος, καθώς φησι καὶ πρὸς τοὺς Ἰουδαίους ὁ κύριος τοὺς οἰομένους βροντὴν γεγονέναι, διὰ τὸ ἐν ἀέρι συστῆναι τὸν ἦχον, ὅτι Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, 2.1.250 ἀλλὰ δι' ὑμᾶς. πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυναμένου φωνήν, ὁ λέγων ῥήμασι τὸν θεὸν κεχρῆσθαι πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ; αὐτὸς ἀσώματος, ἡ κτίσις οὐκ ἦν, οὐδὲν περὶ αὐτὸν ὑλῶδες ὁ λόγος ἐννοεῖν δίδωσιν, οἱ ὠφεληθέντες ἂν διὰ τῆς ἀκοῆς οὔπω συνέστησαν. ἀνθρώπων δὲ μὴ ὄντων οὐδὲ διαλέκτου τρόπος κατά τινα ἔθνους ἰδιότητα τετύπωτο πάν τως. ὁ τοίνυν πρὸς τὸ γράμμα ψιλὸν βλέπων τίσι λογι σμοῖς τῇ τοιαύτῃ διανοίᾳ παρίσταται ὡς τοῦ θεοῦ ταῦτα φθεγγομένου τὰ ῥήματά τε καὶ τὰ ὀνόματα; 2.1.251 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαίνονται καὶ οὐδεμία κατὰ τὴν αἴσθησιν τοῖς ἀνθρώποις ἐστὶ διαφορὰ ἐν τῇ τοῦ πυρὸς ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος μετουσίᾳ, ἀλλὰ μία ἐστὶ καὶ ἀκίνητος ἐπὶ πάντων ἡ φύσις, ὡσαύτως ἐνερ γοῦσα καὶ οὐδὲν πρὸς τὰς διαφορὰς τῶν μετεχόντων ἀλ λοιουμένη, οὕτως καὶ ἡ τῶν ὀνομάτων θέσις, εἴπερ ἦν ἐκ θεοῦ τοῖς πράγμασιν ἐφηρμοσμένη, πᾶσιν ἂν ἦν ἡ αὐτή. 2.1.252 νυνὶ δὲ τῶν μὲν πραγμάτων ἡ φύσις ἅτε δὴ παρὰ τοῦ θεοῦ πεπηγυῖα μένει ἀκίνητος, αἱ δὲ σημαντικαὶ τούτων φωναὶ πρὸς τοσαύτας γλωσσῶν διαφορὰς διεσχίσθησαν, ὡς μηδὲ ἀριθμήσασθαι τὸ πλῆθος εὔκολον εἶναι. εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχεῖν τὴν οὖσαν, ὡς ἂν μὴ 2.1.253 πάντες πάντων ἀκούοιεν. ἕως γὰρ ἦν πᾶσι κατὰ ταὐτὸν ἡ ζωὴ καὶ οὔπω πρὸς πολλὰς ἐθνῶν διαφορὰς ἐμερίσθησαν, μιᾷ συνέζων φωνῇ πάντων ἀνθρώπων τὸ πλήρωμα· ἐπεὶ δὲ κατὰ θείαν βούλησιν ἔδει πᾶσαν ὑπὸ τῶν ἀνθρώπων κατοι κισθῆναι τὴν γῆν, τότε διασπασθέντες κατὰ <τὴν> τῆς φωνῆς κοινωνίαν ἄλλος ἀλλαχῇ διεσπάρησαν καὶ πρὸς ἄλλον καὶ ἄλλον χαρακτῆρα ῥημάτων καὶ φωνῆς μεθηρμόσθησαν συνδετικήν τινα τῆς πρὸς ἀλλήλους ὁμονοίας τὴν ὁμο φωνίαν λαχόντες, πρὸς μὲν τὴν τῶν πραγμάτων οὐ διαφω νοῦντες γνῶσιν, πρὸς δὲ τὸν τῶν ὀνομάτων τύπον διαφερό 2.1.254 μενοι. οὐ γὰρ ἄλλο τι παρ' ἄλλοις ὁ λίθος ἢ τὸ ξύλον δοκεῖ, διάφορα δὲ παρ' ἑκάστοις τὰ τῆς ὕλης ὀνόματα, ὥστε μένει παγίως ἡμῖν ὁ λόγος ὁ τὰς ἀνθρωπίνας φωνὰς τῆς ἡμετέρας διανοίας εὑρήματα εἶναι διοριζόμενος. οὔτε γὰρ ἐξ ἀρχῆς, ἕως ὁμόφωνον ἅπαν ἦν ἑαυτῷ τὸ ἀνθρώ πινον, θεοῦ ῥημάτων τινὰ διδασκαλίαν γεγενῆσθαι τοῖς ἀν θρώποις παρὰ τῆς γραφῆς μεμαθήκαμεν οὔτε εἰς ποικίλας γλωσσῶν διαφορὰς διατμηθέντων ὅπως ἂν ἕκαστος φθέγγοιτο θεῖος ἐπεστάτησε νόμος· ἀλλὰ θελήσας ὁ θεὸς τοὺς ἀν θρώπους ἐν ἄλλαις γενέσθαι γλώσσαις ἀφῆκεν ὁδῷ τὴν φύσιν πορεύεσθαι κατὰ τὸ ἀρέσκον διαρθροῦσαν παρ' ἑκά στοις τὸν ἦχον πρὸς τὴν τῶν ὀνομάτων σαφήνειαν. 2.1.255 Ὁ τοίνυν Μωϋσῆς πολλαῖς ὕστερον γενεαῖς τῆς πυργο ποιΐας γενόμενος μιᾷ τῶν μετὰ ταῦτα κέχρηται γλώσσῃ ἱστορικῶς τὴν κοσμογένειαν ἡμῖν διηγούμενος καί τινας τῷ θεῷ προσάπτει φωνάς, τῇ ἑαυτοῦ γλώσσῃ καθ' ἣν πεπαί δευτό τε καὶ συνείθιστο ταῦτα διεξιὼν καὶ οὐκ ἐξαλλάσσων τὰς τοῦ θεοῦ φωνὰς ἀλλοιοτρόπῳ τινὶ καὶ ξενίζοντι φωνῆς χαρακτῆρι, ὥστε διὰ τοῦ ξένου τῆς συνηθείας καὶ παρηλ λαγμένου τῶν ὀνομάτων αὐτοῦ τοῦ θεοῦ εἶναι τὰς φωνὰς κατασκευάζειν, ἀλλὰ τῇ συνήθει χρώμενος γλώσσῃ ὁμοίως 2.1.256 τά τε ἑαυτοῦ καὶ τὰ τοῦ θεοῦ διεξέρχεται. φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο τοῖς Ἰσραηλίταις θαυματοποιηθῆναι, τὸ τὴν γλῶσσαν ταύτην ἀθρόως μετὰ τὴν Αἴγυπτον ἐνσχεδιασθῆναι τῷ ἔθνει. καί τις ἐστὶ τοῦ προφήτου λόγος τὸ τοιοῦτον πιστούμενος· ἐν γὰρ τῷ ἐξελθεῖν αὐτόν, φησίν, ἐξ Αἰγύπτου τότε γλῶσσαν 2.1.257 ἣν οὐκ ἔγνω ἤκουσεν. εἰ οὖν Ἑβραῖος μὲν Μωϋσῆς, τε λευταία δὲ τῶν ἄλλων ἡ τῶν Ἑβραίων φωνή, ὁ μετὰ τὴν τοῦ κόσμου σύστασιν τοσαύταις ἐτῶν χιλιάσιν ὕστερον γε γονὼς καὶ τῇ καθ' ἑαυτὸν φωνῇ τὰς τοῦ θεοῦ διηγούμενος ῥήσεις ἆρ' οὐχὶ σαφῶς διδάσκει τὸ μὴ τοιαύτην φωνὴν τὴν κατὰ ἄνθρωπον σχηματιζομένην ἀναγράφειν ἐπὶ τοῦ θεοῦ, ἀλλὰ ταῦτα μὲν λέγειν διὰ τὸ μηδὲ δυνατὸν εἶναι τὸ νοηθὲν ἑτέρως εἰπεῖν ἢ ἀνθρωπίναις φωναῖς, σημαίνειν δὲ διὰ τῶν λεγομένων θεοπρεπῆ τινα καὶ μεγαλοφυεστέραν διάνοιαν; 2.1.258 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι μεμαθή καμεν διὰ τοῦτο τὴν θείαν δύναμιν εἰς πολλὰς διεσχίσθαι φωνάς, ὡς ἂν μηδεὶς τῶν ἑτερογλωσσῶν ἀποστεροῖτο τῆς ὠφελείας· ὁ δὲ θεὸς πρὸ τῆς κτίσεως ἀνθρωπικῶς διε 2.1.259 λέγετο τίνα ὠφελεῖν μέλλων ἐκ τῆς τοιαύτης φωνῆς; τὸ μὲν γὰρ συνδιατίθεσθαι τῇ τῶν ἀκουόντων δυνάμει τὸν λόγον πρὸς τὸν τῆς ὠφελείας σκοπόν, οὐδὲν ἄν τις ἀνάξιον τῆς θείας εἶναι φιλανθρωπίας ὑποτυπήσειεν, ἐπεὶ καὶ Παῦλος ὁ μιμητὴς τοῦ κυρίου πρὸς τὰς τῶν ἀκουόντων ἕξεις οἶδεν ἁρμοδίως τὸν λόγον μεταχειρίζεσθαι, γάλα τοῖς νηπίοις γινόμενος καὶ στερεὰ τοῖς τελείοις τροφή· τὸ δὲ μηδενὸς κατορθουμένου σκοποῦ διὰ τῆς τοιαύτης τοῦ λόγου χρήσεως ἔπειτα κατασκευάζειν τοιάδε τινὰ ῥήματα τὸν θεὸν ἐφ' ἑαυτοῦ ῥαψῳδεῖν, οὐκ ὄντος τοῦ δεομένου τῆς διὰ τῶν τοιού των φωνῶν σημασίας, οὐκ οἶδα πῶς ἐστι μὴ καταγέλαστον 2.1.260 ἅμα καὶ βλάσφημον τὸ τοιοῦτον οἴεσθαι. οὔτε οὖν Ἑβραία τοῦ θεοῦ ἡ φωνὴ οὔτε καθ' ἕτερόν τινα τύπον τῶν ἐν τοῖς ἔθνεσι νενομισμένων προφερομένη· ἀλλ' ὅσοι τοῦ θεοῦ λόγοι παρὰ τοῦ Μωϋσέως ἢ τῶν προφητῶν ἐγράφησαν, ἐν δείξεις εἰσὶ τοῦ θείου θελήματος ἄλλως καὶ ἄλλως κατὰ τὴν ἀξίαν τῶν μετεχόντων τῆς χάριτος τῷ καθαρῷ τε καὶ 2.1.261 ἡγεμονικῷ τῶν ἁγίων ἐλλάμπουσαι. οὐκοῦν ἐφθέγγετο μὲν ὁ Μωϋσῆς ὡς ἐπεφύκει τε καὶ πεπαίδευτο, προσετίθει δὲ τῷ θεῷ τὰς φωνὰς ταύτας καθὼς εἴρηται πολλάκις διὰ τὸ νηπιῶδες τῶν ἄρτι τῇ θεογνωσίᾳ προσαγομένων πρὸς ἐναργῆ τε παράστασιν τοῦ θείου θελήματος καὶ ὡς ἂν εὐπειθεστέρους ἀπεργάσαιτο τοὺς ἀκούοντας τῇ ἀξιοπιστίᾳ τοῦ εἰρηκότος δυσωπουμένους. 2.1.262 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς 20ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος20–ὑπαλλάξας γὰρ τὴν ὕβριν εἰς εὐφημίαν τοῖς ἰδίοις αὐτὸν δεξιώσομαι. ἀλλ' 20αὐτὸν αὐτῷ μαρτυρεῖν τὸν Μωϋσέα20 διϊσχυρίζεται 20παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν δεδω ρῆσθαι τοῖς ἀνθρώποις τῶν τε ὀνομαζομένων καὶ τῶν ὀνομάτων τὴν χρῆσιν, καὶ τήν γε τῶν δεδομένων κλῆσιν ἀνωτέραν εἶναι τῆς τῶν χρω μένων γενέσεως20, οὑτωσὶ πάντα κατὰ λέξιν εἰπών. 2.1.263 εἰ μὲν οὖν ἴδιον κέκτηταί τινα Μωϋσέα, παρ' οὗ τὰ σοφὰ ταῦτα διδάσκεται, κἀκεῖθεν ὁρμώμενος τοῖς τοιούτοις ἐπι θαρσεῖ τῶν λόγων, ὅτι 20θεὸς διαθεσμοθετεῖ20, καθὼς οὗτός φησι, 20τῶν ἀνθρώπων τὰς ῥήσεις20, οὑτωσί τε κελεύων καὶ ἑτέρως ἀπαγορεύων τὰς ἐπὶ τῶν πραγμάτων κεῖσθαι φωνάς, κεχρήσθω πρὸς τὸ δοκοῦν τοῖς λήροις, σύμμαχον ἔχων τὸν κρυπτὸν Μωϋσέα. εἰ δὲ μόνος ἐστὶ Μωϋσῆς οὗ ἡ γραφὴ κοινὸν μάθημα τοῖς τὸν θεῖον λόγον πεπαιδευμένοις ἐστί, δεξόμεθα τὴν κατάγνωσιν, εἰ ὑπὸ τῶν 2.1.264 τοῦ Μωϋσέως ἐλεγχόμεθα λόγων. ποῦ τοίνυν τὸν περὶ ῥη μάτων τε καὶ ὀνομάτων εὕρατο νόμον, ἐπ' αὐτῶν ἐκθέσθω τῶν γεγραμμένων. κοσμογένεια καὶ τῶν καθεξῆς ἀνθρώ πων γενεαλογία καὶ πραγμάτων τινῶν ἱστορία καὶ ἡ ποικίλη νομοθεσία περί τε τῶν κατὰ τὴν λατρείαν καὶ τῶν κατὰ τὸν βίον παρατηρημάτων, ταῦτα τῆς Μωϋσέως γραφῆς τὰ κεφάλαια. εἰ δέ φησιν οὗτος εἶναί τινα ῥημάτων νομο θεσίαν, δειξάτω τὸν νόμον, κἀγὼ σιωπήσομαι· ἀλλ' οὐκ ἂν 2.1.265 εἰπεῖν ἔχοι. οὐ γὰρ ἂν τῶν ἐναργεστέρων ἀφέμενος ἀπο δείξεων ἐκεῖνα διεξῄει δι' ὧν καταγέλαστος μᾶλλον ἢ πιθανὸς δοκεῖ τοῖς ἀκούουσι. τὸ γὰρ οἴεσθαι τοῦτο εἶναι <τὸ> τῆς εὐσεβείας κεφάλαιον, τὸ ῥημάτων εὕρεσιν προσ μαρτυρεῖν τῷ θεῷ, ᾧ μικρὸς εἰς εὐφημίαν ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ θαύματα, πῶς οὐ τῆς ἐσχάτης εὐηθείας ἐστὶ τῶν μεγάλων ἀφέμενον ἐκ τῶν ἀνθρωπίνων σεμνύνειν τὸ θεῖον; πρόσταγμα τῆς κτίσεως καθηγήσατο ῥηθὲν μὲν παρὰ τοῦ Μωϋσέως ἀνθρωπικῶς, θεοπρεπῶς δὲ γενόμενον. 2.1.266 τὸ τοίνυν ποιητικὸν τῶν θείᾳ δυνάμει συνεστηκότων θέλημα τοῦτο ῥημάτων διδασκαλίαν ὁ ἀκριβὴς ἐπιΐστωρ τῶν γραφῶν ἀποφαίνεται, καὶ ὥσπερ εἰπόντος τοῦ θεοῦ γενηθήτω ῥῆμα ἢ συστήτω λόγος ἢ τόδε τοιάνδε λαχέτω τὴν κλῆσιν οὗτος εἰς συνηγορίαν προβάλλεται τῶν ἰδίων ῥημάτων τὴν ὑπο στατικὴν τῆς κτίσεως ἐν τῷ θείῳ θελήματι κίνησιν, ὑπὸ πολλῆς προσοχῆς τῶν γραφῶν καὶ ἐμπειρίας οὐδὲ τοῦτο εἰδώς, ὅτι καὶ ὁρμὴ διανοίας φωνὴ πολλάκις παρὰ τῆς 2.1.267 γραφῆς ὀνομάζεται. καὶ τούτου μάρτυς Μωϋσῆς αὐτός, ὃν πολλαχῆ παρασύρων κατὰ τοῦτο τὸ μέρος ἠγνόησε. τίς γὰρ οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν καθωμιληκότων τῇ βίβλῳ, ὅτι κατεπλάγησαν μὲν ἀθρόως ἐν τῇ ἐρήμῳ τῶν Αἰγυπτίων τὴν ἔφοδον ὁ Ἰσραηλίτης λαός, ἄρτι τὴν Αἴγυπτον ἀπο δράσαντες, πανταχόθεν δὲ προφαινομένων αὐτοῖς τῶν δεινῶν, ἐκεῖθεν τῆς θαλάσσης ἀποτειχιζούσης τὴν πάροδον, κατόπιν τῶν πολεμίων τὴν φυγὴν κωλυόντων, συστάντες πρὸς τὸν προφήτην τῆς ἀμηχανίας ταύτης ἐκεῖνον ἐπῃτιῶντο· τοῦ δὲ παραμυθουμένου τοὺς κατεπτηχότας τῷ φόβῳ καὶ εἰς προ θυμίαν παραθαρσύνοντος γίνεται θεόθεν φωνὴ ὀνομαστὶ τὸν 2.1.268 προφήτην προσκαλουμένη· Τί βοᾷς πρός με; καίτοι γε πρὸ τῶν εἰρημένων οὐδεμιᾶς ὁ λόγος ἐπιμέμνηται Μωϋσέως φωνῆς, ἀλλ' ἡ πρὸς τὸν θεὸν τοῦ προφήτου διάνοια φωνή τις ὠνομάσθη κατὰ τὸ σιωπώμενον ἐν τῷ κρυπτῷ τῆς καρ δίας νοήματι βοωμένη. εἰ δὴ Μωϋσῆς βοᾷ μὴ φθεγγόμενος ὑπὸ μάρτυρι τῷ τῶν ἀλαλήτων στεναγμῶν ἐπαΐοντι, τί καινὸν εἰ καὶ τὸ θεῖον βούλημα γνοὺς ὁ προφήτης, ὡς δυνατὸν ἦν αὐτῷ τε εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι, διὰ τῶν γνωρίμων ἡμῖν καὶ συνήθων ἐφανέρωσε λόγων, διάλογον θεοῦ σωματικώτερον διαγράφων οὐ ῥήμασι γινόμενον, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν 2.1.269 ἐκφωνούμενον; Ἐν ἀρχῇ ἐποίησε, φησίν, ὁ θεὸς οὐ τὸ ὄνομα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εἶπε Γενηθήτω φῶς, οὐχὶ προσηγορία φωτός· Καὶ διακρίνας τὸ φῶς ἀπὸ τοῦ σκότους ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζε σθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς ἐξε τάσεως, ὡς ἂν ἰσχυρότερον ἡμῖν βεβαιωθείη τὸ δόγμα, μηδεμιᾶς ἀντιθέσεως ἀνεξετάστου παραλειφθείσης. Ἐκά λεσε, φησίν, ὁ θεὸς τὸ στερέωμα οὐρανὸν καὶ τὴν ξηρὰν ἐκάλεσε γῆν καὶ τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα. 2.1.270 πῶς οὖν, ἐροῦσι, τῆς γραφῆς ὁμολογούσης παρὰ τοῦ θεοῦ τεθεῖσθαι τούτοις τὰς κλήσεις ὑμεῖς ἀνθρωπίνης ἐπινοίας εἶναί φατε τὰ ὀνόματα; τί οὖν πρὸς ταῦτα ἡμεῖς; πάλιν ἐπὶ τὸν ἰδιώτην καταφεύγομεν λόγον καί φαμεν ὅτι ὁ πᾶσαν τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος ἀγαγὼν εἰς οὐσίαν πραγμάτων ἐστὶ δημιουργὸς ἐν ὑποστάσει θεωρουμένων, οὐκ ὀνομάτων ἀνυποστάτων ἐν φωνῆς ἤχῳ καὶ ψόφῳ γλώττης συνιστα μένων· τὰ δὲ πράγματα κατὰ τὴν ἐγκειμένην ἑκάστῳ φύσιν καὶ δύναμιν διά τινος σημαντικῆς φωνῆς ὀνομάζεται, κατὰ τὴν ἐπιχωριάζουσαν ἐν ἑκάστῳ [τῷ] ἔθνει συνήθειαν τῆς 2.1.271 προσηγορίας τοῖς ὑποκειμένοις ἁρμοζομένης. ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μέν ἐστι τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγ ματος ὄνομα (τὸ μὲν γάρ ἐστιν ἐκλαμπτικὸν καὶ καυστικὸν ξηρόν τε καὶ θερμαντικὸν καὶ ἀναλωτικὸν τῆς ὕλης ἧς ἂν περιδράξηται, τὸ δὲ ὄνομα φωνή τις βραχεῖα διὰ μιᾶς συλ λαβῆς ἐκφωνουμένη), τούτου ἕνεκεν ὁ διαιρῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς φθάσαντες εἴπομεν· καὶ οὐκ ἄν τις εἴποι ὄνομα μόνον ἐπιβεβλῆσθαι τῷ πυρί, ὅταν τις ἢ φανὸν ἢ ἀναλωτικὸν ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ· τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐγκειμένων δυνά 2.1.272 μεων σημαντικαί εἰσιν αἱ τοιαῦται φωναί. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος μιᾶς φύσεως ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινομένης ἴδιόν τι τῶν ἐν τῇ κτίσει ταύτῃ γινωσκομένων ἡ διαφορὰ τῶν ὀνο μάτων παρίστησιν, ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσηγορίας, ἕτερον δὲ διὰ 2.1.273 τοῦ στερεώματος. ὅταν μὲν γὰρ τὸ πέρας τῆς αἰσθητῆς κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ' ἣν ἡ νοητή τε καὶ ὑπερ κόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον στερέωμα λέγεται ἡ ἀρχή τε καὶ τὸ πέρας πάσης τῆς ὑλικῆς ὑποστάσεως· ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾧ πᾶσα ἡ ὑλικὴ περι κρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τὸν τῶν 2.1.274 ὁρατῶν πάντων ὅρον γινόμενον. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ξηρᾶς, ἐπειδὴ πρὸς δύο ταῦτα <τὰ> στοι χεῖα ἡ κατωφερής τε καὶ βαρεῖα φύσις διεμερίσθη, πρός τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ξηρᾶς προσηγορία διασταλτική πως τῆς ἀντιστοιχούσης ποιότητος· τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει ξηρὰ κατωνόμασται, ὅτε ἀποδυσα μένη θείῳ προστάγματι τὸ περικεχυμένον ὕδωρ ἐπὶ τῆς 2.1.275 ἰδίας ἐφάνη ποιότητος· τὸ δὲ τῆς γῆς ὄνομα οὐκέτι μιᾶς τινος τῶν περὶ αὐτὴν ποιοτήτων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπεριλαμβάνει διὰ τῆς ἐγκειμένης ἐμφάσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, οἷον τὸ ναστόν, τὸ πυκνόν, τὸ ἐμβριθές, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον. οὔκουν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ξηρὰ πρὸς τὸ τελευταῖον αὐτῇ ἐπιβληθὲν ὄνομα (οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ξηρὰ καὶ εἶναι καὶ λέγεσθαι), ἀλλὰ μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης ἑκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὕπεστι σημασία, ἡ μὲν ἀντιδιαιρετικὴ τῆς ἑτερογενοῦς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρου μένης δυνάμεως. 2.1.276 Οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τοῦ σκότους εὑρίσκομεν οὐ συλλα βῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δη μιουργούμενον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προση 2.1.277 γοριῶν τούτων ἐπιγινώσκομεν. λύεται κατὰ τὸ θέλημα τοῦ θεοῦ τῇ εἰσόδῳ τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν· τῆς δὲ γῆς ἐν τῷ μέσῳ περισχεθείσης καὶ τῇ πανταχόθεν τῶν ἑτεροφυῶν στοιχείων περιβολῇ ἑαυτὴν ἀνεχούσης, καθώς φησιν ὁ Ἰὼβ ὅτι Κρεμάζων γῆν ἐπὶ μηδενός, ἐπάναγκες ἦν καθ' ἓν μέρος τοῦ φωτὸς διο δεύοντος ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὄγκῳ τῆς γῆς ὑπολειφθῆναί τινα διὰ τοῦ ἀποσκιάσματος μοῖραν τοῦ σκότους, τῆς δὲ ἀεικινήτου περιφορᾶς τοῦ πόλου συμπεριαγούσης ἑαυτῇ κατ' ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀπο σκιάσματος ἐπισυμβαίνοντα ζόφον τὴν ἐγκύκλιον ταύτην περίοδον τάξαι τὸν θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρο νικῆς παρατάσεως· τὸ δὲ μέτρον τοῦτο ἡμέρα ἐστὶ καὶ 2.1.278 νύξ. διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὸν ἐξ ἀντιφράξεως τῆς γῆς ἐπεισιόντα ζόφον χωρισμὸν φωτὸς καὶ σκότους ὠνόμασε καὶ τὴν ἀεὶ γινομένην περὶ τὸν περί γειον χῶρον τοῦ φωτὸς πρὸς τὸ σκότος ἔμμετρον διαδοχὴν ἡμέραν καὶ νύκτα προσεῖπεν. ὥστε οὐχὶ ἐπίκλητον τὸ φῶς ἡμέρα προσηγορεύθη, ἀλλ' ὥσπερ ἐγένετο φῶς καὶ οὐχὶ ψιλὴ προσηγορία φωτός, οὕτως καὶ τοῦ χρόνου τὸ μέτρον ἐγένετο, ἐπηκολούθησε δὲ τῷ μέτρῳ τὸ ὄνομα, οὐκ ἐν ῥημάτων ψόφῳ παρὰ τοῦ πεποιηκότος γενόμενον, ἀλλ' αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἐπισπασαμένης τὴν διὰ 2.1.279 τῆς φωνῆς σημασίαν. καὶ ὥσπερ εἰ τοῦτο σαφῶς εἴρητο παρὰ τοῦ νομοθέτου, ὅτι πᾶν τὸ φαινόμενον καὶ ὀνομαζό μενον οὐκ αὐτοφυές ἐστιν οὐδὲ ἀποίητον, ἀλλ' ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχει, ἀφ' ἑαυτῶν ἂν συνεθήκαμεν τὸ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ μέρη καὶ τὴν ἐνθεωρουμένην τάξιν καὶ τὴν γνωριστικὴν τῶν ὄντων δύναμιν τὸν θεὸν πεποιη κέναι, οὕτως καὶ δι' ὧν εἶπε πρὸς ταύτην ἐνάγει ἡμᾶς τὴν διάνοιαν, εἰς τὸ πιστεύειν τὸ μηδὲν τῶν ὄντων ἄναρχον εἶναι. καὶ πρὸς τοῦτο βλέπων ὁδῷ καὶ τάξει τὰ καθεξῆς διεξέρχεται, τὴν τῶν γεγονότων ἀκολουθίαν ἀπαριθμούμενος. 2.1.280 ταῦτα δὲ οὐκ ἦν ἄλλως παραστήσασθαι τῷ λόγῳ, μὴ διὰ τῶν γνωριστικῶν ὀνομάτων τὴν σημασίαν ποιούμενον. ἐπεὶ οὖν γέγραπται ὅτι Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, νοητέον ὅτι ἐποίησεν ὁ θεὸς ἐκ τοῦ φωτὸς ἡμέραν ἕτερόν τι οὖσαν κατὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης φωτὸς καὶ ἡμέρας λόγον, ἀλλὰ φῶς μὲν τὸ ἐκ τοῦ ἐναντίου πρὸς τὸ σκότος νοούμενον, ἡμέρα δὲ τὸ τοσόνδε τοῦ ἐν τῷ 2.1.281 φωτὶ διαστήματος μέτρον. ὡσαύτως καὶ νύκτα καὶ σκότος κατὰ τὴν αὐτὴν τοῦ λόγου διαίρεσιν κατανοήσεις, σκότος μὲν τὸ ἐξ ἐναντίου πρὸς τὸ φῶς νοούμενον ὁριζόμενος, νύκτα δὲ τὴν τοσήνδε τοῦ σκότους περιγραφὴν ὀνομάζων. οὐκοῦν ἔρρωται διὰ πάντων ὁ λόγος ἡμῖν, εἰ καὶ μὴ τεχνι κῶς κατὰ τὰ σχήματα τῆς διαλεκτικῆς συνηρώτηται, δεικνὺς ὅτι θεὸς πραγμάτων ἐστὶ δημιουργός, οὐ ῥημάτων ψιλῶν. οὐδὲ γὰρ ἐκείνου χάριν, ἀλλ' ἡμῶν ἕνεκεν ἐπίκειται τοῖς πράγμασι τὰ ὀνόματα. 2.1.282 ∆ιὰ γὰρ τὸ μὴ πάντοτε δυνατὸν ἡμῖν εἶναι πάντα ἐν ὀφθαλμοῖς ἔχειν τὰ ὄντα τὸ μέν τι τῶν ἀεὶ παρόντων γινώ σκομεν, τὸ δὲ τῇ μνήμῃ ἐναπογράφομεν. ἄλλως δὲ οὐκ ἔστιν ἀσύγχυτον φυλαχθῆναι ἡμῖν τὴν μνήμην, μὴ τῆς τῶν ὀνομάτων σημασίας διαστελλούσης ἀπ' ἀλλήλων τὰ ἐναποκείμενα τῇ διανοίᾳ πράγματα. θεῷ δὲ πάντα πάρ εστι καὶ οὐδὲν δεῖ μνήμης αὐτῷ, πάντων τῇ διορατικῇ 2.1.283 δυνάμει περικρατουμένων τε καὶ θεωρουμένων. τίς οὖν ἐπ' αὐτοῦ χρεία ῥήματος ἢ ὀνόματος, αὐτῆς τῆς ἐν αὐτῷ σοφίας τε καὶ δυνάμεως ἀσύγχυτόν τε καὶ διακεκριμένην τὴν τῶν ὄντων φύσιν περιεχούσης; οὐκοῦν παρὰ θεοῦ μὲν τὰ ὄντα καὶ ὑφεστῶτα πάντα, τῆς δὲ ἡμετέρας ἕνεκεν ὁδηγίας ἔπεστι τοῖς οὖσι τὰ σημειωτικὰ τῶν πραγμάτων ὀνόματα. ταῦτα δὲ κατὰ τὸ ἀρέσκον ταῖς τῶν ἀνθρώπων συνηθείαις γίνεσθαί τις εἰπὼν οὐδὲν εἰς τὸν τῆς προνοίας πλημμελήσει λόγον. οὐ γὰρ τὴν φύσιν τῶν ὄντων γίνεσθαι 2.1.284 παρ' ἡμῶν, ἀλλὰ τὰ ὀνόματα λέγομεν. ἄλλως ὀνομάζει τὸν οὐρανὸν ὁ Ἑβραῖος καὶ ἑτέρως ὁ Χαναναῖος, νοεῖ δὲ ὡσαύτως ἑκάτερος, οὐδὲν τῇ διαφορᾷ τῶν φθόγγων περὶ τὴν κατανόησιν τοῦ ὑποκειμένου διαμφιβάλλοντες. ἡ δὲ λίαν εὐλαβὴς τῶν σοφῶν τούτων ἐθελοθρησκεία, δι' ὧν, εἰ δοθείη παρὰ ἀνθρώπων εἶναι τοῖς πράγμασι τὰς φωνάς, τὸ 20ἀρχηγικωτέρους20 εἶναι τοῦ θεοῦ τοὺς ἀνθρώπους κατασκευάζει, ἐλέγχεται ματαία τις οὖσα καὶ ἀνυπόστατος καὶ δι' αὐτοῦ τοῦ κατὰ τὸν Μωϋσέα μνημονευθέντος ἡμῖν 2.1.285 ὑποδείγματος. αὐτῷ γὰρ τῷ Μωϋσῇ τίς ἔθετο τὴν προσ ηγορίαν; οὐχ ἡ θυγάτηρ τοῦ Φαραὼ ἐκ τοῦ συμβάντος ἐπονομάσασα; Μωϋσῆς γὰρ τὸ ὕδωρ λέγεται τῇ τῶν Αἰγυπτίων φωνῇ. ἐπεὶ οὖν κατὰ τὸ πρόσταγμα τοῦ τυράννου κιβωτῷ τὸ βρέφος ἐνθέντες οἱ γεννησάμενοι τοῖς ῥείθροις ἔδωκαν (οὕτω γάρ τινες τῶν ἱστορικῶν τὰ κατ' αὐτὸν διη γήσαντο), ἡ δὲ κατὰ θεῖον βούλημα ὑπὸ τῆς δίνης τῶν ὑδάτων ἐκκυμανθεῖσα προσηνέχθη τῇ ὄχθῃ καὶ εὕρημα τῆς βασιλίδος κατ' ἐκεῖνο τῷ λουτρῷ τὸ σῶμα φαιδρυνομένης ἐγένετο, ὡς ἐξ ὕδατος αὐτῇ τοῦ παιδὸς κτηθέντος μνημό συνον τῆς συντυχίας λέγεται τῷ παιδὶ θέσθαι τὸ ὄνομα, ᾧ καὶ αὐτὸς ὁ θεὸς ἐπὶ τοῦ θεράποντος κεχρῆσθαι οὐ παρῃ τήσατο, οὐδὲ ἀνάξιον ἔκρινε τὴν τῆς βαρβάρου κλῆσιν ἐπὶ 2.1.286 τοῦ προφήτου κυρίαν ἐᾶσαι. οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη· εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴν ἑρμηνείαν εἰς Ἑλλάδα φωνὴν μετα-2.1.287 ληφθεῖσαν οἱ τὰ τοιαῦτα νενοηκότες διδάσκουσι. καὶ τὸν Φαρὲς ἡ μαῖα πάλιν ἐκ τοῦ περὶ τὸν τόκον συμβάντος ὠνόμασε, καὶ οὐδεὶς κατὰ Εὐνόμιον ὡς 20ἀρχηγικωτέραν20 αὐτὴν τῆς τοῦ θεοῦ ἐξουσίας ἐζηλοτύπησεν. ἀλλὰ καὶ τοῖς πατριάρχαις αἱ μητέρες τὰ ὀνόματα τίθενται, Ῥουβὶμ καὶ Συμεὼν καὶ Λευῒ καὶ τοῖς καθεξῆς πᾶσιν ὁμοίως, καὶ οὐδεὶς κατὰ τὸν νῦν λογογράφον ἐν τοῖς τότε χρόνοις τῆς θείας προνοίας 20κηδεμὼν20 ἀνεφάνη, ὥστε κωλῦσαι διὰ τῆς τῶν ὀνομάτων θέσεως 20ἀρχηγικώτερα20 τοῦ θεοῦ 2.1.288 γενέσθαι τὰ γύναια. τί δ' ἄν τις τὰ καθ' ἕκαστον ἐκ τῆς ἱστορίας λέγοι, ὕδωρ ἀντιλογίας καὶ τόπον πένθους καὶ βουνὸν ἀκροβυστιῶν καὶ φάραγγα βότρυος καὶ ἀγρὸν αἵματος καὶ τὰ τοιαῦτα πάντα τῶν ὀνομάτων τεθέντα μὲν παρὰ τῶν ἀνθρώπων, μνημονευόμενα δὲ πολλάκις καὶ ἐκ προσώπου θεοῦ, δι' ὧν ἔστι μαθεῖν ὡς οὔτε ὑπὲρ τὴν ἀνθρωπίνην ἀξίαν ἐστὶν ἡ διὰ ῥημάτων γινομένη κατὰ τῶν πραγμάτων σημείωσις οὔτε ἡ τῆς θείας φύσεως δύναμις διὰ τούτων τὴν μαρτυρίαν ἔχει. 2.1.289 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμά των ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχωρεῖν τοῖς ματαίοις. τίς γὰρ οὕτως ἄφροντις τῶν σπουδαιοτέρων φροντίδων, ὥστε τοῖς ἀνοήτοις τῶν λόγων προσαναλίσκειν τὴν σπουδὴν καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας ὅτι 20ἀρχηγικωτέραν μὲν καὶ κυριωτέραν20 ἀποφαίνομεν 20τὴν τῶν ἀνθρώπων φροντίδα τῆς τοῦ θεοῦ κη δεμονίας, τὴν δὲ τοῖς ἀμελεστέροις ἐνοχλοῦ σαν ὀλιγωρίαν εἰς20 τὴν 20ἐκείνου20 μεταφέρομεν 20πρό 2.1.290 νοιαν20; ταῦτα ἐπὶ λέξεως ἡ τοῦ διαβάλλοντος ἡμᾶς ἔχει φωνή. ἐγὼ δὲ ἴσον ἡγοῦμαι περί τε τὰ τοιαῦτα σπου δάζειν καὶ γρᾳδίων ὀνείροις ἀποσχολάζειν. τὸ γὰρ ἐν τύπῳ φθόγγων τινῶν οἴεσθαι τῇ θείᾳ φύσει τὸ τῆς ἀρχῆς καὶ κυριότητος ἀξίωμα διαφολάσσειν καὶ τὴν μεγάλην 20τοῦ θεοῦ κηδεμονίαν20 ἐν τούτῳ δεικνύειν ἀμελεῖν τε πάλιν τὸν θεὸν καὶ ὀλιγωρεῖν τῆς προσηκούσης αὐτῷ προνοίας ἡμᾶς τε διαβάλλειν, ὅτι τὴν λογικὴν δύναμιν παρὰ τοῦ θεοῦ λαβόντες οἱ ἄνθρωποι ἔπειτα κατ' ἐξουσίαν τοῖς λό γοις πρὸς τὴν τῶν πραγμάτων δήλωσιν κέχρηνται, τί ἄλλο ἢ οὐχὶ γραώδης μῦθος ἢ κραιπαλώντων ὄνειρος τὸ τοιοῦτόν 2.1.291 ἐστιν; ἡ γὰρ ἀληθὴς τοῦ θεοῦ δύναμίς τε καὶ ἐξουσία καὶ ἀρχὴ καὶ κυριότης κατά γε τὸν ἡμέτερον λόγον οὐκ ἐν συλλαβαῖς τὸ εἶναι ἔχει, ἢ οὕτως ἂν εἰς ὁμότιμον ἔλθοι τῷ θεῷ πᾶς ὁστισοῦν εὑρετὴς ῥημάτων γενόμενος, ἀλλ' αἰῶνες ἄπειροι καὶ κόσμου κάλλη καὶ φωστήρων αὐγαὶ καὶ τὰ ἐπὶ γῆς καὶ θαλάττης θαύματα ἀγγέλων τε στρα τιαὶ καὶ ὑπερκόσμιοι δυνάμεις καὶ εἴ τι ἄλλο κατὰ τὴν ἄνω λῆξιν παρὰ τῆς γραφῆς εἶναι δι' αἰνιγμάτων ἀκούομεν, ταῦτά ἐστι τὰ μαρτυροῦντα τῷ θεῷ ὑπὲρ πάντα δύναμιν. 2.1.292 φωνῆς δὲ ἦχον τοῖς πεφυκόσι φθέγγεσθαι μαρτυρῶν τις οὐδὲν εἰς τὸν δεδωκότα τὴν φωνὴν ἀσεβήσει. οὐδὲ γὰρ μέγα τι τοῦτο οἰόμεθα τὸ σημαντικὰς τῶν πραγμάτων ἐξευρίσκειν φωνάς. ᾧ γὰρ ἡ γραφὴ κατὰ τὴν ἱστορικὴν κοσμογένειαν ἀνθρώπου ὄνομα τῷ καθ' ἡμᾶς ἔθετο πλάσ ματι, τοῦτον ὁ Ἰὼβ βροτὸν ὀνομάζει καί τινες τῶν ἔξωθεν φῶτα καὶ μέροπα ἕτεροι, ἵνα ἐάσω τὰς κατὰ ἔθνος τοῦ 2.1.293 ὀνόματος τούτου διαφοράς. ἆρ' οὖν εἰς ἴσον ἄγομεν τῷ θεῷ καὶ τὰς ἐκείνων τιμάς, ὅτι ἰσοδυναμούσας τῇ τοῦ ἀν θρώπου προσηγορίᾳ κἀκεῖνοί τινας ἐξεῦρον φωνάς, δι' ὧν ὁμοίως δηλοῦται τὸ ὑποκείμενον; ἀλλὰ ταύτην μὲν τὴν ματαιολογίαν ἐατέον ἡμῖν, καθὼς προεῖπον, καὶ τὰς ἐφεξῆς λοιδορίας ἐν οὐδενὸς μέρει θετέον, ἐν αἷς 20καταψεύδε σθαι τῶν θείων20 ἡμᾶς 20λογίων20 φησί, 20καὶ κατὰ πᾶσαν ἄδειαν συκοφαντεῖν τά τε ἄλλα πάντα καὶ αὐτὸν τὸν θεόν20. μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. 2.1.294 Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. "1παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρῆσιν παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν φύσιν τῆς θεότητος τοῖς ἀνθρώποις παραδηλῶν ἰδιώμασί τισι τοῖς θεωρουμένοις περὶ αὐτὸν ἀποσημαίνει ταύτην, θύραν ἑαυτὸν λέγων καὶ ἄρτον καὶ 2.1.295 ὁδὸν καὶ ἄμπελον καὶ ποιμένα καὶ φῶς."2 τὰ μὲν οὖν ἐφ' ὕβρει ῥηθέντα καθ' ἡμῶν παρ' αὐτοῦ ἐπὶ τούτοις (οὕτω γὰρ αὐτὸν ἡ διαλεκτικὴ μάχεσθαι τοῖς ἀντιλέγουσιν ἐδι δάξατο), παριδεῖν οἶμαι πρέπειν καὶ μηδὲν πρὸς τὰς μειρα κιώδεις ἀνοίας ὑποταράσσεσθαι. ἀλλὰ τὸ δριμὺ τοῦτο καὶ ἄφυκτον ῥῆμα κατεξετάσωμεν, ὅπερ εἰς ἀνατροπὴν τοῦ καθ' ἡμᾶς προτείνεται λόγου. 20τίς20, φησί, 20τῶν ἁγίων ἐστὶν ὃς κατ' ἐπίνοιαν λέγεσθαι τῷ κυρίῳ ταῦτα 2.1.296 μαρτυρεῖ τὰ ὀνόματα20; τίς δὲ ἀπαγορεύει, πρὸς αὐτὸν εἴποιμι ἄν, βλάσφημον εἶναι κρίνων τὸ ἐν ἐπινοίᾳ θεωρεῖν τῶν ὀνομάτων τὴν χρῆσιν; εἰ γὰρ τὸ μὴ εἰρῆσθαι τοῦ κεκωλῦσθαι λέγει τεκμήριον εἶναι, καὶ τὸ μὴ κεκωλῦσθαι τοῦ συγκεχωρῆσθαι σημεῖον εἶναι πάντως συνθήσεται. ὀνο μάζεται τοῖς ὀνόμασι τούτοις ὁ κύριος, ἢ καὶ περὶ τούτων ἔξαρνος ὁ Εὐνόμιος γίνεται; ἀλλ' εἰ μὲν ἀρνεῖται τὸ λέ γεσθαι ταύτας ἐπὶ Χριστοῦ τὰς φωνάς, ἀμαχητὶ κεκρατή 2.1.297 καμεν. τίς γὰρ ἂν περιφανεστέρα γένοιτο νίκη τοῦ δεῖξαι φανερῶς θεομαχοῦντα τὸν ἀντικείμενον διὰ τοῦ τὰς θείας τοῦ εὐαγγελίου φωνὰς παραγράφεσθαι; εἰ δὲ ἀληθῶς ὁμο λογεῖ ταῦτα τὸν Χριστὸν ὀνομάζεσθαι, λεγέτω τὸν τρόπον καθ' ὃν εὐσεβῶς ἐφαρμόζεται τῷ μονογενεῖ τὰ ὀνό ματα. μὴ τῆς φύσεως αὐτοῦ τὸν λίθον ἐνδεικτικὸν διορί ζεται; μὴ τὴν οὐσίαν αὐτοῦ διὰ τῆς ἀξίνης ἐνόησεν; μὴ διὰ τῆς θύρας ἡ τῆς θεότητος τοῦ μονογενοῦς ἰδιότης σημαίνεται ἢ δι' ἑκάστου τῶν ἄλλων, ἵνα μὴ πολὺν ἐπά γωμεν ὄχλον τῷ λόγῳ πάντα καταλέγοντες τὰ ὀνόματα; 2.1.298 οὐ φύσις τοῦ μονογενοῦς ἕκαστον τούτων τῶν ὀνομάτων ἐστίν, οὐ θεότης, οὐκ οὐσίας ἰδίωμα, ἀλλὰ μὴν ὀνομάζεται ταῦτα καὶ ἡ κλῆσις τὸ κύριον ἔχει. οὐδὲν γὰρ ἀργὸν καὶ ἀσήμαντον ἐν ταῖς θείαις φωναῖς εὐαγές ἐστιν οἴεσθαι. οὐκοῦν εἰπάτω τὸν λόγον, εἰ ἀθετεῖ τὸ κατ' ἐπίνοιαν λέ γεσθαι, πόθεν ἐφαρμόζεται ταῦτα τῷ θεῷ τὰ ὀνόματα. ἡμεῖς μὲν γὰρ τοῦτό φαμεν, ὅτι πολυειδῶς τοῦ κυρίου τῆς ἀνθρωπίνης προνοοῦντος ζωῆς ἕκαστον εὐεργεσίας εἶδος δι' ἑκάστου τῶν τοιούτων ὀνομάτων καταλλήλως γνωρίζεται, τῆς ἐνθεωρουμένης αὐτῷ προνοίας τε καὶ ἐνεργείας εἰς 2.1.299 ὀνόματος τύπον μεταβαινούσης. τὸ δὲ τοιοῦτον ὄνομα παρ' ἡμῶν "1ἐπινοίᾳ"2 λέγεται ὀνομάζεσθαι. εἰ δὲ μὴ τοῦτο φίλον τοῖς ἀντιλέγουσιν, ὅπως ἄν τῳ δοκῇ ἐχέτω. ἀλλ' ἀντιλέγει τοῖς λεγομένοις ὁ τῶν γραφικῶν αἰνιγμάτων ἀνή 2.1.300 κοος. εἰ γὰρ πεπαίδευτο τὰς θείας φωνάς, ἔγνω πάντως ἂν ὅτι καὶ κατάρα καὶ ἁμαρτία καὶ παροιστρῶσα δάμαλις καὶ σκύμνος λέοντος καὶ ἄρκτος ἀπορουμένη καὶ πάρδαλις καὶ τὰ τοιαῦτα κατὰ διαφόρους ἐπινοίας παρὰ τῆς γραφῆς ὁ κύριος λέγεται, τῶν ἁγίων τε καὶ θεοφόρων ἀνδρῶν τὸν σκοπὸν τοῦ νοήματος πρὸς ὃν ἀφεώρων εὐθυβόλως τοῖς ὀνόμασι τούτοις διατρανούντων, εἰ καὶ διαβεβλῆσθαι ταῦτα δοκεῖ πως κατὰ τὴν πρόχειρον ἔνδειξιν τὰ ὀνόματα· ἅπερ ἕκαστον εἰ μὴ κατά τινά τις ἐπίνοιαν εὐαγῶς ἐπιλέγεσθαι τῷ θεῷ συγχωρήσειεν, οὐ καθαρεύσει τῆς ἀσεβεστέρας ὑπο 2.1.301 νοίας ἡ λέξις. καὶ μακρὸν ἂν εἴη περὶ πάντων παριστᾶν τε καὶ ἀποδεικνύειν πῶς ταῦτα καὶ διαβέβληται κατὰ τὴν κοινὴν ὑπόληψιν ἐκ τῆς προχείρου ἐμφάσεως καὶ ὁ τῆς ἐπι νοίας λόγος οἰκειοῖ τῇ εὐσεβείᾳ τοῦ θεοῦ τὰ ὀνόματα. 2.1.302 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι τῶν καθωμιληκότων ταῖς θεοπνεύστοις γραφαῖς ταῦτα μὴ λέγε σθαι. τί οὖν; ἆρ' αὐτῆς τῆς φύσεως σημαντικὰς τὰς φωνὰς διορίζεται; οὐκοῦν πολυειδῆ τινά φησι τὴν θείαν φύσιν καὶ πολυσύνθετον, κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς 2.1.303 ὀνόμασι σημαινομένων τὸ ποικίλον ἐνδεικνυμένην. οὐ γὰρ ἡ αὐτὴ τοῦ ἄρτου καὶ τοῦ λέοντος ἡ σημασία οὐδὲ θύρας τε καὶ δαμάλεως οὐδὲ ἀξίνης καὶ ὕδατος, ἀλλ' ἑκάστου τῶν ὀνομάτων ἴδιον ἔστιν ὁρισμὸν ἀποδοῦναι κατ' οὐδὲν ἐπικοι νωνοῦντα τοῖς ἄλλοις. οὐκοῦν φύσιν μὲν οὐ σημαίνουσιν, ἄκυρον δέ τις καὶ ἀσήμαντον εἰπεῖν τὴν κλῆσιν τῶν ὀνο 2.1.304 μάτων οὐκ ἂν τολμήσειεν. εἰ τοίνυν λέγεται μέν, οὐ κατὰ φύσιν δέ, πᾶν δὲ τὸ παρὰ τῆς γραφῆς λεγόμενον κύριον πάντως ἐστὶ καὶ προσφυῶς ἐπιλέγεται, τίς ἕτερος ὑπολεί πεται λόγος τοῦ ἁρμοζόντως τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας τετάχθαι φωνὰς πλὴν τοῦ κατ' ἐπίνοιαν τρόπου; δῆλον γὰρ ὅτι πρὸς τὸ ποικίλον τῶν ἐνεργειῶν κατὰ διαφόρους σημασίας ὀνοματοποιεῖται τὸ θεῖον, ὅπως ἂν νοήσωμεν, οὕτως ὀνο μαζόμενον. τί οὖν λυμαίνεται τοῖς εὐσεβεστέροις νοήμασιν ἡ τοῦ νοῦ ἡμῶν πρὸς τὴν κατανόησιν τῶν γινομένων συν εργία, ἣν ἡμεῖς μὲν ἐπίνοιαν λέγομεν, εἰ δέ τις ἕτερόν τι 2.1.305 καλεῖν ἐθέλοι, οὐ διοισόμεθα; ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι 20ταῦτα δι' ἐπι νοίας ἀνθρωπίνης ἐστὶ τὰ ὀνόματα καὶ κατ' ἐπίνοιαν λέγεταί τινων, ἃ οὐδεὶς ἀποστόλων οὐδὲ εὐαγγελιστῶν ἐδίδαξε20. καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν, τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα γλώσσῃ τὴν δυσώδη πάλιν καθ'
2.1.306 ἡμῶν λοιδορίαν ἐκπτύων. 20τὸ γάρ τοι20, φησί, 20τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρω πίνην ἐπίνοιαν, ψυχῆς ἔργον τὸν μὲν ἐρρωμένον νοῦν κατὰ δίκην παρῃρημένης, ἀρρώστῳ δὲ δια νοίᾳ καὶ πεφωρημένῃ τινὶ συνηθείᾳ τοὺς τοῦ κυρίου λόγους ἐπισκοπούσης20. βαβαὶ τῆς διαλε κτικῆς ἀποδείξεως, ὡς τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὸν 2.1.307 σκοπὸν συμπεραίνεται. τίς ἂν ἔτι συσταίη τῷ κατ' ἐπί νοιαν λόγῳ, τοσαύτης ὀσμῆς ἐκ τοῦ στόματος αὐτοῦ τοῖς ἐπιχειροῦσί τι λέγειν προχεομένης; ἆρ' οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως, ὡς ἂν μὴ καὶ καθ' ἡμῶν τὴν ἀμάραν ταύτην τῆς λοιδορίας 2.1.308 ὑποκινήσειεν; ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπιώδεις παραφροσύνας ἀντιτραχύνεσθαι; οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ κεχρῆσθαι πρὸς τὸ δοκοῦν τῷ τρόπῳ. ἐπανα ληπτέον δὲ τὸν ἐκείνου λόγον, ὡς ἂν κἀκεῖθεν γένοιτο συμμαχία πρὸς τὴν ἀλήθειαν. 2.1.309 20Ἀναλογίας20 ἐμνήσθη καὶ τὴν ἐκ ταύτης ὁμω νυμίαν ἐνόησε. πόθεν ταῦτα μαθὼν καὶ παρὰ τίνος τὰ ῥήματα; Μωϋσῆς οὐκ εἶπε, προφητῶν καὶ ἀποστόλων οὐκ ἤκουσεν, εὐαγγελισταὶ τὰς τοιαύτας φωνὰς σεσιγήκασιν· οὐδεμιᾶς ἔστι γραφῆς ταῦτα διδασκούσης μαθεῖν. πόθεν οὖν αὐτῷ τὸ οὕτως εἰπεῖν; ἆρ' οὐχὶ τῆς τοῦ εἰπόντος δια νοίας εὕρημα ὁ τοιοῦτος λόγος ἐστὶν ὁ τὴν ποιὰν τοῦ νοή ματος σημασίαν ἀναλογίαν προσαγορεύων; πῶς οὖν οὐ συνίησιν οἷς πολεμεῖ, τούτοις συμμάχοις πρὸς τὸν πόλεμον 2.1.310 χρώμενος; πολεμεῖ δὲ τῷ κατ' ἐπίνοιαν λόγῳ αὐτὸς διὰ τῶν τῆς ἐπινοίας λόγων τὸ μὴ δεῖν κατ' ἐπίνοιάν τι λέγειν κατασκευάζων. ἀλλ' 20οὐδείς20, φησί, 20τοῦτο τῶν ἁγίων ἐδίδαξεν20. σὺ δὲ εἰς τίνα τῶν ἀρχαίων ἀναφέρειν ἔχεις τὴν τῆς 20ἀγεννησίας20 φωνὴν καὶ ὅτι αὐτῆς κατηγορεῖται τὸ ὄνομα τοῦ θεοῦ τῆς οὐσίας, 20μᾶλλον δὲ αὐτό ἐστι 2.1.311 τὸ ἀγέννητον ἡ οὐσία20; ἢ σοὶ μὲν ἔξεστιν ἐν οἷς ἂν μέλλῃ τι τῶν ἀσεβῶν συμπεραίνεσθαι καινοτομεῖν τε καὶ παρευρίσκειν τὰς ἀρεσκούσας φωνάς, εἰ δέ τι πρὸς τὴν τῆς ἀσεβείας καθαίρεσιν παρ' ἑτέρου λέγοιτο, παραιρεῖσθαι τῆς ἐξουσίας τὸν ἀντιλέγοντα; μεγάλης τἂν εἴης τυραννίδος ἐπειλημμένος, εἰ ταύτην σεαυτῷ τὴν ἐξουσίαν κρατύνειας, ὡς ἅπερ ἐπὶ τῶν ἄλλων κωλύεις, σοὶ ταῦτα ποιεῖν ἐξεῖναι μόνῳ καὶ ἅπερ αὐτὸς κατ' ἐξουσίαν τολμᾷς, τούτων ἀπείρ 2.1.312 γειν τοὺς ἄλλους. διὰ προστάγματος ἀθετεῖς τὸ κατ' ἐπί νοιαν ἐπιλέγεσθαι ταῦτα τῷ Χριστῷ τὰ ὀνόματα, ὅτι μηδεὶς τῶν ἁγίων τὸ δεῖν οὕτω λέγεσθαι διετάξατο. πῶς οὖν τῇ τοῦ 20ἀγεννήτου20 φωνῇ νομοθετεῖς τὴν θείαν οὐσίαν χα ρακτηρίζεσθαι, ἣν οὐδεὶς τῶν ἁγίων παραδεδωκὼς ἐπιδεί κνυται; εἰ γὰρ οὗτος ὅρος τῆς τῶν ῥημάτων ὀρθότητος, τὸ μόνον ἐκεῖνα φθέγγεσθαι, ἅπερ ἂν ὁ θεόπνευστος λόγος τῆς γραφῆς ὑφηγήσηται, ἐξαλειπτέον ἂν εἴη τῶν συγγραμ μάτων σου τὸ 20ἀγέννητον20, μηδενὸς τῶν ἁγίων τὴν φωνὴν 2.1.313 ταύτην 20θεσμοθετήσαντος20. ἀλλὰ διὰ τὸν ἐγκείμενον 2.1.313 τῷ προσρήματι τούτῳ νοῦν παραδέχῃ τὴν λέξιν. καὶ ἡμεῖς ὡσαύτως διὰ τὴν ἐγκειμένην ἔννοιαν τὴν φωνὴν τῆς ἐπι νοίας παρεδεξάμεθα. οὐκοῦν ἢ τὰ δύο τῆς χρήσεως ἐξαι ρήσομεν ἢ οὐθέτερον, ὅ τι δ' ἂν γένηται τούτων, δι' ἑκα τέρων νικήσομεν. σιωπηθείσης μὲν γὰρ καθόλου τῆς 20ἀγεννησίας20, πᾶσα συγκατεσβέσθη τῶν ἐναντίων κατὰ τῆς ἀληθείας φωνὴ καὶ <ἡ> πρέπουσα τῷ μονογενεῖ θεῷ δόξα παρὰ πάντων ἐκλάμψει, μηδενὸς ὄντος ὀνόματος τοῦ ἐξ ἀντιδιαιρέσεως τὸ μεγαλεῖον τοῦ κυρίου κατασμικρύνοντος. 2.1.314 εἰ δὲ μένοι ἀμφότερα, καὶ οὕτως ἐπικρατήσει μεθ' ἡμῶν ἡ ἀλήθεια, εἰς τὴν ἐπίνοιαν ἐκ τῆς οὐσίας μετατεθέντος τοῦ τῆς 20ἀγεννησίας20 ὀνόματος. ἀλλ' ἕως οὐκ ἐξαιρεῖ τῶν ἰδίων λόγων τὴν τοῦ ἀγεννήτου φωνήν, νουθετησάτω ἑαυτὸν ὁ καθ' ἡμᾶς Φαρισαῖος μὴ πρότερον πρὸς τὸ ἡμέτερον διαβλέπειν κάρφος, πρὶν τὴν ἐγκειμένην αὐτῷ δοκὸν ἀπο βαλεῖν τῶν ὀμμάτων. 2.1.315 20Ἀλλ' ὁ θεός20, φησί, 20καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμά των ἰσομοιρίας, καὶ τοῖς κυριωτάτοις τῶν εὐτελεστάτων, μὴ συμμεταφερομένης ὑπὸ τῶν ὀνομάτων τῆς φυσικῆς εὐτελείας20. ταῦτα κατ' αὐτὴν εἴρηται τὴν λέξιν· οὕτω παρ' αὐτῶν ὡς παρ' ἡμῶν ἀναγέγραπται. εἰ μέν τινα κατὰ τὸ βάθος ἐγκεκρυμμένην ἔχει διάνοιαν τὴν ἡμᾶς διαφεύγουσαν, λεγόντων οἱ κατει ληφότες τὰ πόρρω τῆς ἡμετέρας ἐπόψεως, οἱ μεμυημένοι 2.1.316 παρ' αὐτοῦ τὴν ἐσωτερικήν τε καὶ ἀπόρρητον μύησιν· εἰ δὲ πλέον οὐδὲν τῶν ἐκ τοῦ προχείρου νοουμένων διερμη νεύουσιν, οὐκ οἶδα ποτέρους ἄν τις ἐλεεινοτέρους τῶν ἑτέ ρων λογίσαιτο, τοὺς τὰ τοιαῦτα λέγοντας ἢ τοὺς τὰς ἀκοὰς τοῖς τοιούτοις ὑπέχοντας. 20τοῖς ἀσθενεστάτοις20, φησί, 20τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας20. οὐκοῦν σκοπήσωμεν τὴν τῶν εἰρημένων διά 2.1.317 νοιαν. τὰ ἀσθενέστατα, φησί, ψιλῆς ἀξιοῦται τῆς τῶν τιμίων προσηγορίας, οὐκ ὄντα τὴν φύσιν ἅπερ κατονομάζεται, καὶ τοῦτο ἔργον εἶναι λέγει θεοῦ, τὸ διαψεύδεσθαι τῇ τι μιωτέρᾳ κλήσει τὴν χείρονα φύσιν. καὶ τὸ ἔμπαλιν τὰς ἀτιμοτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχουσι τὸν θεὸν ἐφαρμόζειν λέγει, μὴ συμμετατιθεμένης τῇ κλήσει τῆς φύ 2.1.318 σεως. ὡς δ' ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ' αὐτῶν δειχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον ἀκόλαστον λέγοι ἢ ἀναστρέψας τὸν ἴσῃ κακίᾳ διαβεβλημένον ἀγαθὸν εἴποι καὶ κόσμιον, ἆρα σωφρονεῖν ὁ τοιοῦτος ἤ τινα τῆς ἀληθείας ἔχειν φροντίδα παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται, ἐπηλ λαγμένας πρὸς τοὐναντίον τὰς προσηγορίας ποιούμενος, μὴ συμμαρτυρούσης τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; 2.1.319 ἐγὼ μὲν οὐκ οἶμαι. ταῦτα τοίνυν παρὰ τοῦ θεοῦ γίνεσθαί φησιν οὗτος, ἃ οὔτε ταῖς κοιναῖς τῶν ἐννοιῶν οὔτε ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνηθείᾳ μόνων τῶν ἐκ μέθης ἢ φρενίτιδος παραπαιόντων ἐστὶ τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα καὶ μὴ κατὰ τὸ σημαινόμενον ταῖς ἐπὶ τῶν πραγμάτων κεχρῆ σθαι φωναῖς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτω τύχῃ, τὸν ἄνθρωπον, κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου προσηγορίαν. 2.1.320 ἡ δὲ θεία γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντίθεσθαι, ὥστε καὶ φανερῶς ἔστι τῆς προφητείας ἐπὶ τούτοις σχετλιαζούσης ἀκούειν. Ὁ λέγων, φησί, τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. πρὸς τί τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ θεῷ; εἰπάτωσαν οἱ μυσταγωγηθέντες παρ' αὐτοῦ τὰ ἀπόρρητα, τί 20τῶν περὶ γῆν ἀσθενέστατον20 κρίνουσιν, ὃ 20ταῖς τιμιωτάταις20 2.1.321 τῶν ἐπωνυμιῶν παρὰ τοῦ θεοῦ σεμνύνεται. ἀσθενέστατα τῶν ὄντων τὰ τοιαῦτα τῶν ζῴων ἐστὶν οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν σύστασιν ἔχει, τιμιώτατον δὲ τῶν ὄντων ἀρετή τε καὶ ἁγιότης καὶ εἴ τι φίλον τῷ θεῷ. ἆρ' οὖν μυῖαι καὶ σκνῖπες καὶ βάτραχοι καὶ οἷς ἐκ κόπρου ἡ γέ νεσις, ταῦτα τῇ τοῦ ἁγίου καὶ τῇ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχει δὲ τῆς τῶν 20ἀξιωμάτων ἰσομοιρίας20, 2.1.322 καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ' οὔπω τὸ τοιοῦτον ἠκού σαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφυεστέραις τῶν προσηγοριῶν κατωνόμασται ἢ ὅτι τὸ μέγα τῇ φύσει καὶ τίμιον τῇ ἑνὸς τούτων καθυβρίσθη προσηγορίᾳ. δίκαιος ἦν ὁ Νῶε, φησὶν ἡ γραφή, πιστὸς Ἀβραὰμ καὶ πραῢς Μωϋσῆς καὶ σοφὸς ∆ανιὴλ καὶ σώφρων ὁ Ἰωσὴφ καὶ ἄμεμπτος ὁ Ἰὼβ καὶ μακροθυμίαν κατωρθωκὼς ὁ ∆αβίδ. 2.1.323 εἰπάτωσαν τοίνυν, εἴ πη τούτων ἕκαστος ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χεῖρον μαρ τυρουμένων οἷον Νάβαλ ὁ Καρμήλιος καὶ Φαραὼ ὁ Αἰ γύπτιος καὶ Ἀβιμέλεχ ὁ ἀλλόφυλος καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν παρὰ τῆς θείας φωνῆς ἐτιμήθησαν. οὐκ ἔστι ταῦτα, ἀλλ' ὡς ἔχει φύσεως τε καὶ ἀληθείας, οὕτω τὰ ὄντα παρὰ τοῦ θεοῦ κρίνεται τε καὶ λέγεται, οὐκ ἐναντίως τοῖς οὖσιν ὀνο μαζόμενα, ἀλλ' ὡς ἂν μάλιστα καταφανῆ γένοιτο τὰ ση μαινόμενα ταῖς οἰκείαις προσηγορίαις ἐξαγγελλόμενα. 2.1.324 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ 20τῆς πεφωρη μένης συνηθείας20 κατήγορος, ὁ τοὺς 20παρῃρημέ νους ἐν δίκῃ τὸν λογισμὸν20 διασύρων, ταῦτα γινώ σκειν περὶ τῆς θείας ὑποτίθεται φύσεως, ταύτας περὶ θεοῦ τὰς δόξας ἐκτίθεται ὡς κατειρωνευομένου τῶν πραγμάτων ταῖς ψευδωνύμοις φωναῖς καὶ 20τοῖς ἀσθενεστάτοις τὰς τιμιωτάτας20 χαριζομένου προσηγορίας, ἀντιφθεγγο μένης ταῖς προσηγορίαις τῆς φύσεως, καὶ τὰ τίμια καθυ 2.1.325 βρίζοντος τῇ πρὸς τὰ φαῦλα τῶν ὄντων ὁμωνυμίᾳ. καὶ ἄνθρωπος μέν τις τῶν πρὸς ἀρετὴν βλεπόντων ἔξω τι τῆς ἀληθείας καὶ ἀκουσίως πολλάκις παρενεχθεὶς ὑπ' αἰδοῦς καταδύεται, θεῷ δὲ πρέπουσαν ἡγεῖται τιμὴν τὸ φανῆναι διαψευδόμενον ταῖς ἐπωνυμίαις τὰ πράγματα; οὐ ταῦτα μαρτυροῦσιν αἱ προφητεῖαι τῇ θείᾳ φύσει. Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, φησὶν ὁ ∆αβίδ. πῶς οὖν ἀληθινὸς ὁ τῶν πραγμάτων καταψευδόμενος καὶ ὑπαλλάσσων ἐν ταῖς τῶν ὀνομάτων ἐμφάσεσι τὴν ἀλήθειαν; Εὐθὴς κύριος 2.1.326 ὁ θεός, παρὰ τοῦ αὐτοῦ πάλιν προσαγορεύεται. ἆρ' οὖν εὐθύτητός ἐστι τὸ σεμνύνειν ἐν τοῖς τιμιωτάτοις τῶν ὀνο μάτων τὰ ἄτιμα καὶ τὴν ἐπωνυμίαν διδόντα ψιλὴν τῆς ἐμ φαινομένης ἀξίας τῷ ῥήματι βασκαίνειν τῷ μετειληφότι τῆς κλήσεως; αὕτη τῶν θεολόγων τούτων ἡ περὶ τοῦ νέου θεοῦ μαρτυρία· τοῦτο τῆς πολυθρυλήτου διαλεκτικῆς ἀγχινοίας τὸ πέρας, τὸ δεῖξαι τὸν θεὸν αὐτὸν καὶ ταῖς ἀπάταις ἐπι τερπόμενον καὶ τοῦ κατὰ τὸν φθόνον πάθους οὐ καθα 2.1.327 ρεύοντα. ἀπάτης μὲν γάρ ἐστι τὸ μὴ ὡς ἔχει φύσεώς τε καὶ ἀξίας τὰ ἀσθενῆ τῶν πραγμάτων κατονομάζειν, ἀλλ' ἐκ τῶν ὑπερεχόντων τὰς ἐπωνυμίας αὐτοῖς μάτην χαρίζεσθαι, μὴ συμμετατιθέντα τῇ κλήσει τῶν κατονομαζομένων τὴν δύναμιν· φθόνου δὲ τὸ δυνάμενον τὴν τιμιωτέραν λῆξιν τοῖς πρὸς τὸ κρεῖττον ὀνομασθεῖσι χαρίζεσθαι ὀκνεῖν τὴν χάριν, οἱονεὶ ζημίαν ἰδίαν κρίνοντα τὴν τῶν ἀσθενῶν εὐπραγίαν. 2.1.328 ἀλλ' ἐγὼ συμβουλεύσαιμ' ἂν τοῖς γε νοῦν ἔχουσι, κἂν ὁ τῶν Γνωστικῶν τούτων θεὸς τοιοῦτος εἶναι ὑπὸ τῆς τῶν συλλογισμῶν βίας καταναγκάζηται, μὴ οὕτω καὶ τὸν ἀλη θινὸν θεόν, τὸν μονογενῆ θεὸν οἴεσθαι, ἀλλὰ πρὸς τὴν ἀλήθειαν τῶν ὑποκειμένων ὁρᾶν καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ προσμαρτυρεῖν καὶ ἐκ τῶν πραγμάτων κατονομάζειν. ∆εῦτε; φησίν, οἱ εὐλογημένοι, καὶ Πορεύεσθε οἱ κατηραμένοι, οὔτε τὸν κατάρας ἄξιον τῷ τῆς εὐλογίας τιμήσας ὀνόματι οὔτε τὸ ἔμπαλιν τὸν τὴν εὐλογίαν ἑαυτῷ θησαυρίσαντα μετὰ τῶν ἐξαγίστων ἀποπεμψάμενος. 2.1.329 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ; μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλιστα δόξειεν εἰς πλάτος ἐκτείνειν τὸν λόγον, ἀδιανοήτοις τισὶν ἐμβατταρίζων τὴν φλυαρίαν ἐξέτεινεν. ἀλλ' ἔχει τι καὶ τὸ 2.1.330 ἀνόητον τῶν εἰρημένων ὡς πρὸς τὴν αἵρεσιν ὕποπτον. τὸ γὰρ εἰπεῖν 20τὰ τιμιώτατα τῶν ὀνομάτων καὶ τοῖς ἀσθενεστάτοις20 ἐπιλέγεσθαι, κἂν μὴ ἰσομοιροῦντα τύχῃ κατὰ τὴν φύσιν τοῦ ἀξιώματος, κατασκευή τίς ἐστιν αὐτῷ κατὰ τὸ λεληθὸς τῇ βλασφημίᾳ τὴν ἀκολουθίαν ὑπευτρε πίζουσα· ὡς ἂν τοῦτο παρ' αὐτοῦ μάθοιεν οἱ τὰ ἐκείνου μανθάνοντες, ὅτι κἂν θεὸς ὁ μονογενὴς ὀνομάζηται καὶ σοφία καὶ δύναμις καὶ φῶς καὶ ἀλήθεια καὶ κριτὴς καὶ βασιλεὺς καὶ ἐπὶ πάντων θεὸς καὶ μέγας θεὸς καὶ ἄρχων εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος καὶ πάντα τὰ 2.1.331 τοιαῦτα, μέχρις ὀνόματος μόνον ἐστὶν ἡ τιμή. οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς ∆ανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδωλα πλάνην, ὡς ἂν μὴ τὸν χαλκὸν ἢ τὸν δράκοντα σέβοιεν, τὸ ὄνομα τοῦ θεοῦ τὸ παρὰ τῶν ματαίων αὐτοῖς ἐπιπεφημισμένον αἰδούμενοι, καὶ σαφῶς δι' ὧν ἐποίησεν ἔδειξεν ὅτι οὐ συμ βαίνει τὸ ὑψηλὸν τῆς θεότητος ὄνομα πρός τε τὸ ἑρπετὸν θηρίον καὶ πρὸς τὸ σχῆμα ᾧ ὁ χαλκὸς ἐτετύπωτο, ταῦτα πρὸς τὸ ἐναντίον καὶ ὁ ἐχθρὸς τοῦ θεοῦ ἐπὶ τοῦ μονο γενοῦς θεοῦ κατασκευάζειν διὰ τῶν δογμάτων φιλονεικεῖ, τοῦτο βοῶν διὰ πάσης τῆς προκειμένης αὐτῷ ῥήσεως ὅτι μὴ πρὸς τὰ ὀνόματα τοῦ κυρίου βλέπετε ὧν μετείληφεν, ὡς ἐκ τούτων τὸ ἄφραστον αὐτοῦ καὶ ὑψηλὸν τῆς οὐσίας λογίζεσθαι· πολλὰ γὰρ καὶ ἄλλα τῶν ἀσθενεστάτων ταῖς ὑπερεχούσαις ἐπωνυμίαις τετίμηται, ὧν ἡ μὲν κλῆσις τὸ ὑψηλὸν ἔχει, ἡ δὲ φύσις πρὸς τὸ μεγαλεῖον τῆς προσηγορίας 2.1.332 οὐκ ἐξαλλάσσεται. διὰ τοῦτο λέγει μέχρις ὀνομάτων ψιλῶν γίνεσθαι παρὰ τοῦ θεοῦ τοῖς ὑποβεβηκόσι τὴν τῆς τιμῆς μετουσίαν, μὴ συνακολουθούσης τῇ κλήσει τῆς κατὰ τὴν ἀξίαν ἰσότητος, ὥστε πάντα περὶ τοῦ υἱοῦ μαθόντας, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, μέχρις ὀνόματος οἴεσθαι τὴν ἐν ταῖς φωναῖς τιμὴν προσμαρτυρεῖσθαι αὐτῷ, τῆς δὲ κατὰ τὴν ἀξίαν 20ἰσομοιρίας20 ἀμέτοχον εἶναι κατὰ τὴν ἐν τοῖς εἰρημένοις τεχνολογίαν. 2.1.333 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναίειν μοι δοκῶ τοὺς καθομιλοῦντας τῷ λόγῳ πρὸ τῆς <ὑπὲρ> τῶν καιριω τέρων μάχης. οὐκοῦν ταῦτα μέν, ὅπως ἂν ἔχῃ, τοῖς ἐπι στατικωτέροις τῶν ἀκροατῶν ἐατέον, ἡμῖν δὲ πρὸς τὰ προ 2.1.334 κείμενα μετενεκτέον τὸν λόγον. σιγάσθω δὲ καὶ τὸ προσ εχῶς τοῖς ἐξητασμένοις προσκείμενον ὅτι· 20ταῦτα μέντοι τοῦτον διατέτακται τὸν τρόπον, οὐ τῆς ἐπι νοίας τῶν ἀνθρώπων λαχούσης τὴν ἐξουσίαν τῶν ὀνομάτων20–τίς γὰρ τοῦτό φησι, τὸ μὴ κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν ἐξουσίᾳ πράγματος εἶναί τινος; μόνων γὰρ τῶν οἰκείᾳ τινὶ προαιρέσει διοικουμένων τὸ κατ' ἐξουσίαν τι πράττειν ἐστίν, ἡ δὲ ἐπίνοια τῆς ἡμε τέρας διανοίας ἐστὶν ἐνέργεια καὶ τῆς τῶν φθεγγομένων ἤρτηται προαιρέσεως, οὐ καθ' ἑαυτὴν ὑφεστῶσα, ἀλλ' ἐν τῇ 2.1.335 τῶν διαλεγομένων ὁρμῇ τὴν ὑπόστασιν ἔχουσα–20ἀλλ' αὐτοῦ20, φησί, 20τοῦ τὰ πάντα δημιουργήσαντος θεοῦ σχέσεως τε καὶ ἐνεργείας καὶ ἀναλογίας μέτροις καὶ νόμοις προσφυῶς ἑκάστῳ τῶν ὀνο μαζομένων τὰς προσηγορίας συναρμόζοντος20. ταῦτα δὲ ἢ καθόλου νοῦν οὐκ ἔχει ἢ ὑπεναντίως τοῖς προ εκτεθεῖσιν ἔχει. εἰ γὰρ προσφυῶς ἁρμόζειν τοῖς ὑποκει μένοις μαρτυρεῖ νῦν τῷ θεῷ τὰ ὀνόματα, πῶς ἐν τοῖς ἀνωτέροις κατασκευάζει τὸν θεὸν τοῖς ἀτίμοις τὰ ὑψηλότερα τῶν ὀνομάτων χαρίζεσθαι, μὴ συμμεταδιδόντα τῆς ἐμφαι νομένης τῇ σημασίᾳ τῶν ὀνομάτων ἀξίας, καὶ πάλιν τὰ μεγάλα κατὰ τὴν φύσιν καθυβρίζειν ταῖς ἀτίμοις φωναῖς, τῇ ταπεινότητι τῶν ῥημάτων οὐ συμμετατιθεμένης τῆς φύ 2.1.336 σεως; ἀλλ' ἀδικοῦμεν τάχα τὴν ἀδιανόητον αὐτοῦ ταύτην τῶν ῥημάτων συνθήκην ταῖς τοιαύταις κατηγορίαις ὑπά γοντες. ταῦτα γὰρ καθόλου πάσης ἐστὶ διανοίας ἀλλότρια, οὐ μόνον τῆς ὀρθῆς λέγω τῆς εἰς εὐσέβειαν, ἀλλ' οὐδ' ὁπωσοῦν μετέχοντά τινος λογισμοῦ τοῖς ἐξετάζειν ἀκριβῶς 2.1.337 ἐπισταμένοις εὑρίσκεται. ἐπεὶ οὖν καθ' ὁμοιότητα τῶν θα λασσίων πνευμόνων ὄγκον μέν τινα τὸ φαινόμενον ἔχειν δοκεῖ, ὁ δὲ ὄγκος φλέγμα ἐστὶ βδελυκτὸν μὲν ἰδεῖν, βδε λυκτότερον δὲ εἰς χεῖρας λαβεῖν, διὰ τοῦτο πρεπωδεστάτην πρὸς τὰ μάταια τὴν σιωπὴν κρίνων παραδραμοῦμαι τὰ εἰρημένα σιγῇ. τίνι γὰρ διοικεῖται νόμῳ ἐνέργειά τε καὶ ἀναλογία καὶ σχέσις καὶ τίς ὁ νομοθετῶν τῷ θεῷ τοὺς τῆς ἀναλογίας καὶ σχέσεως νόμους καὶ τρόπους, κρεῖττον ἂν εἴη μένειν ἀνεξέταστον ἢ διὰ τῆς περὶ ταῦτα σπουδῆς ναυτίαν τε ποιεῖν τοῖς ἀκούουσι καὶ ἀπάγειν τῶν σπουδαι οτέρων τὸν λόγον. 2.1.338 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογο γραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες· ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λόγον τοῖς εἰρημένοις ἐναπολῆξαι, μηδεμίαν ἐκ τῶν γεγραμμένων ὕλην εἰς ἐργασίαν εὑρίσκοντα. ὡς γάρ τις καπνὸς ἢ ὀμίχλη βαθύνει μὲν καὶ ἀναθολοῖ τὸν ἀέρα, ἐν ᾧπερ ἂν τὴν σύ στασιν λάβῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν κωλύει τὴν ὅρασιν, οὐ μὴν οὕτω καταπυκνοῦται πρὸς ἑαυτὴν ὡς καὶ δράξασθαι τὸν βουλόμενον καὶ περισχεῖν ταῖς παλάμαις καὶ ἀντιτυπῆσαι τῷ πλήττοντι, τοιοῦτόν τι καὶ περὶ τῆς σεμνῆς ταύτης λογογραφίας εἰπών τις οὐκ ἂν τῆς ἀληθοῦς 2.1.339 εἰκασίας ἁμάρτοι. πολὺς ὁ ὕθλος ἐν ὀγκώδει καὶ φλεγμαί νοντι λόγῳ πεπονημένος καὶ τῷ μὴ λίαν διορατικῷ τὴν ψυχὴν ὥσπερ ἀχλὺς τῷ πόρρωθεν βλέποντι σύστασιν ἔχειν τινὰ καὶ φαντασίαν δοκεῖ· εἰ δέ τις κατ' αὐτὸν γένοιτο καὶ τῇ ἐξεταστικῇ διανοίᾳ τῶν εἰρημένων ἐφάπτοιτο, καπνοῦ δίκην διαρρεῖ <ὑπὸ> τῆς λαβῆς τὰ νοήματα καὶ εἰς τὸ μὴ ὂν διασκίδναται καὶ οὐ δέχεται διά τινος στερρότητος καὶ 2.1.340 ἀντιτυπίας τὸν πλήττοντα λόγον. τί οὖν χρὴ πράττειν, ἄπορον· εὐσυκοφάντητος γὰρ πρὸς ἑκάτερον παρὰ τοῖς φιλ αιτίοις ἡ αἵρεσις, εἴτε καθάπερ τινὰ φάραγγα διαπηδή σαντες τὴν κενοφωνίαν ἐπὶ τὰ πρανῆ καὶ ἐπίδρομα τὸν λόγον εὐθύνωμεν, τοῖς δοκοῦσί τινα κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν συσταθέντες διὰ τῆς ἀντιρρήσεως, εἴτε καὶ πάσῃ συμπαρατείνωμεν τῇ φλυαρίᾳ τὴν πρὸς τὰ μάταια μάχην· οὕτω μὲν γὰρ ἐπαχθὴς ἔσται τοῖς ἀφιλοπόνοις ἡ σπουδὴ καὶ ἀνόνητος ἐν πολλαῖς ἐπῶν χιλιάσιν ἐπ' οὐδενὶ 2.1.341 χρησίμῳ μηκυνομένη. εἰ δὲ τῶν δοκούντων ἔχειν τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν μόνων ἀντιλαβοίμεθα, κατηγορίας ἀφορ μὴν τοῖς ὑπεναντίοις παρέξομεν ὡς παρεικότες τινὰ τῶν οὐ δεχομένων ἀντίρρησιν. ἐπειδὴ τοίνυν δύο προκειμένων ἡμῖν, τοῦ τε διὰ πάντων τὸν λόγον ἐλθεῖν καὶ τοῦ τοῖς ἀναγκαιοτέροις μόνοις ἐπιδραμεῖν, τὸ μὲν ἐπαχθὲς τοῖς ἀκούουσι, τὸ δὲ τοῖς διαβάλλουσιν ὕποπτον, καλῶς ἔχειν φημὶ μέσην τινὰ τραπόμενον ἐκφυγεῖν ἑκατέρωθεν ὡς οἷόν τε 2.1.342 τὸ ὑπαίτιον. τίς οὖν ἡ μέθοδος; πάντων τῶν κατὰ τὸ 2.1.342 μάταιον πεπονημένων αὐτῷ συντεμόντες ὡς οἷόν τε τὸν πολὺν συρφετὸν δι' ὀλίγων ἐπιδραμούμεθα κεφαλαιωδῶς τὰ νοήματα, ὡς μήτε τοῖς ἀνοήτοις ἐμβαθύνειν εἰκῆ μήτε τι τῶν εἰρημένων περιϊδεῖν ἀνεξέταστον. 2.1.343 Ἅπας τοίνυν ὁ λόγος αὐτῷ πρὸς ταύτην ἄσχολός ἐστι τὴν σπουδήν, δεῖξαι φιλονεικῶν ἀνθρωπικῶς τὸ θεῖον δια λεγόμενον καὶ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς αὐτὸν τοῖς οὖσι τὸν τῶν πραγμάτων δημιουργὸν ἐφαρμόζοντα. καὶ διὰ τοῦτο μαχόμενος πρὸς τὸν εἰπόντα τῆς λογικῆς εἶναι φύσεως, ἣν θεόθεν εἰλήφαμεν, τὰ τοιαῦτα τῶν ὀνομάτων, καὶ τῆς ἀληθείας διαμαρτάνειν φησὶ καὶ τῆς ἰδίας αὐτὸν μὴ κρατεῖν ὑποθέσεως καὶ ταύτην ἐπαγαγὼν τὴν μέμψιν 2.1.344 αὐτῷ τοιούτοις κέχρηται λογισμοῖς πρὸς ἀπόδειξιν. 20εἶπε20, φησίν, 20ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτο τέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέ τασιν ἐπίνοιαν λέγεσθαι20. καὶ τῇ τοιαύτῃ κατασκευῇ διελέγχει τὸν λόγον, ὡς οἴεται, ὅτι 20ἐν οἷς οὐκ ἔστι πρῶτον καὶ δεύτερον νόημα οὔτε λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, οὐκ ἂν ἔχοι20, 2.1.345 φησί, 20χώραν τὸ κατ' ἐπίνοιαν20. τέως μὲν οὖν καὶ τοῦτο δολερῶς ὑφαρπάσας παρὰ τῶν ἐχόντων ἀκοὴν φωρα θήσεται. οὐ γὰρ πάσης ἐπινοίας τοῦτον πεποίηται τὸν ὁρισμὸν ὁ διδάσκαλος ἡμῶν, ἀλλ' οἷον ἰδικήν τινα τῶν κατ' ἐπίνοιαν θεωρουμένων ὑποδιαίρεσιν ποιησάμενος, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπεισαγάγοι τῷ λόγῳ, τὸ μέρος τοῦτο διασαφήσας ἀφῆκε τοὺς νοῦν ἔχοντας ἐκ τοῦ μέρους τὸ 2.1.346 ὅλον ἐπιλογίζεσθαι. καὶ ὥσπερ κατὰ πλειόνων καὶ δια φερόντων τῷ εἴδει κατηγορεῖσθαί τις τὸ ζῷον εἰπὼν οὐκ ἂν ὡς διαμαρτὼν τῆς ἀληθείας διελεγχθείη ἰδίως τὸν ἄν θρωπον εἰς ὑπογραφὴν ἀγαγὼν οὐδ' ἄν τις αὐτὸν ὡς ἀπο σφαλέντα τοῦ ὄντος εὐθύνοιεν, εἰ μὴ κατὰ πτηνοῦ τε καὶ τετράποδος καὶ ἐνύδρου τὸν αὐτὸν ἀποδιδοίη λόγον, ὃν ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ἀπεφήνατο, οὕτω πολυσχιδῶς καὶ ποικίλως τοῦ κατ' ἐπίνοιαν θεωρουμένου λόγου οὐκ ἂν ἔλεγχος εἴη τὸ μὴ εἶναι κυρίως ἐκείνην ἐπίνοιαν τῷ καὶ ἕτερον εἶναι εἰπεῖν, ὥστε κἂν ἄλλο τι ἐπινοίας εἶδος θεω 2.1.347 ρηθῇ, τὸ προαποδοθὲν οὐχ ἡμάρτηται. 20εἰ μὲν οὖν τις20, φησί, 20τῶν ἀποστόλων ἢ τῶν προφητῶν τούτοις χρησάμενος ἐπὶ τοῦ Χριστοῦ τοῖς ὀνόμασιν ἀπεδείκνυτο, εἶχεν ἂν παραμυθίαν τὸ ψεῦδος20. ὅσην μαρτυρεῖ τῷ λογογράφῳ τὰ εἰρημένα τὴν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ φιλοπονίαν. οὐδεὶς εἶπε τῶν προφητῶν ἢ τῶν ἀποστόλων ἄρτον ἢ λίθον ἢ πηγὴν ἢ ἀξίνην ἢ φῶς 2.1.348 ἢ ποιμένα τὸν κύριον; τί οὖν ὁ ∆αβίδ; περὶ τίνος φησὶν ὅτι Κύριος ποιμαίνει με, καὶ Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσ-σχες; ἆρά τι διαφέρει ποιμένα εἰπεῖν ἢ ποιμαίνοντα καὶ Παρὰ σοὶ πηγὴ ζωῆς; ἆρα δέχεται τὸ πηγὴν εἰρῆσθαι τὸν κύριον καὶ Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες; ὁ δὲ Ἰωάννης τὴν ἀναιρετικὴν τῆς κακίας· δύναμιν τοῦ κυρίου τῷ τῆς ἀξίνης διασημαίνων ὀνόματι ἐν οἷς φησιν Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κείται, οὐκ ἀξιόπιστος 2.1.349 τούτῳ μάρτυς τῶν εἰρημένων δοκεῖ; ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περι λαμφθεὶς τῷ φωτὶ καὶ μετὰ ταῦτα τὰς παρὰ τοῦ φωτὸς ἀκούων φωνὰς ὅτι Ἐγὼ Ἰησοῦς ὃν σὺ διώκεις, οὐχ ἱκανὸς ἄρα πρὸς μαρτυρίαν ἐστί; περὶ δὲ τοῦ ἄρτου ἀναγνώτω τὸ εὐαγγέλιον, ὅτι ἡ παρὰ τοῦ Μωϋσέως τροφὴ ἡ οὐρανόθεν τῷ Ἰσραὴλ χορηγουμένη εἰς τὸν τοῦ κυρίου τύπον ὑπ' 2.1.350 αὐτοῦ τοῦ κυρίου μετείληπται. Οὐ γὰρ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον, ἀλλ' ὁ πατήρ μου δίδωσι τὸν ἄρτον τὸν ἀληθινόν, ἑαυτὸν λέγων τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἀλλ' ὁ γνήσιος ἀκροατὴς τοῦ νόμου μηδένα φησὶ τῶν προφητῶν ἢ τῶν ἀποστόλων ταῦτα ἐπιτεθεικέναι τῷ Χριστῷ τὰ ὀνόματα. τί οὖν τὸ ἐφεξῆς, εἰ αὐτὸς ἑαυτὸν τούτοις ὠνόμασεν ὁ κύριος; ἐπειδή γε τῶν τοῦ σωτῆρος ὀνομάτων οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύ τερον οὐδὲ λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, ὁμοῦ τὰ πάντα καὶ μετὰ τῆς ἴσης ἀκριβείας γινώσκοντος, οὐδὲ τούτων οὐδενὶ δυνατὸν συναρμόσαι τὸν περὶ τῆς ἐπι νοίας αὐτῷ ῥηθέντα λόγον. 2.1.351 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον· ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδρυνόμενοι τῇ ἀσχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχομένη τῶν ἐναντίων ἡ ἄνοια;) ἀλλ' ὡς ἂν ὁδῷ προΐοι συνιστῶσα διὰ πάντων ἑαυτὴν ἡ ἀλή θεια. 20ἐπειδή20, φησίν, 20ἑαυτῷ ταύτας ἐπέθηκε τὰς προσηγορίας ὁ κύριος οὔτε τι πρῶτον νοῶν οὔτε δεύτερον οὔτε λεπτότερόν τι ἢ ἀκριβέ στερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα 2.1.352 εἰπεῖν τὰ ὀνόματα20. πῶς μέμνηται τοῦ ἰδίου σκο ποῦ; πῶς οἶδε τοὺς λόγους καθ' ὧν τὸν πόλεμον ἐνε στήσατο; ἐμνήσθη τινὸς τῶν ὑποτρεχόντων τῇ συνηθείᾳ πρὸς τὴν ἑρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέ τερος καὶ ἐν τοῖς κατωτέροις τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφήσας οὕτως προσβιβάζει τοῖς ἄνω τὴν θεω ρίαν τοῦ λόγου. εἶπεν γὰρ ὅτι καθ' ἑαυτὸν ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν φαίνεται, πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφὴ καὶ 2.1.353 ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. παραπλησίως δέ, φησί, καὶ ὁ κύριος ἐστὶ μὲν καθ' ἑαυτὸν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ' ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα. τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργού μενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημά 2.1.354 των διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται; πῶς οὖν ἀνατρέπει τὰ εἰρημένα ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; οὐ γὰρ ὅστις ὁ κατονομάσας τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἐννοίας ἡ θεωρία προ έκειτο πότερον φύσιν ἐνδείκνυται ἢ ἐπινοητικῶς ἐκ τῶν ἐν εργειῶν ὀνομάζεται. ἀλλ' ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν ἀνατρέπων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον τὸν εἰπόντα δυνατὸν εἶναι ἑνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρίσκειν προσηγορίας κατὰ τῶν ἐνεργειῶν τὰς σημασίας ἰσχυρῶς κέχρηται καθ' ἡμῶν τῇ μάχῃ λέγων 20μὴ παρ' ἑτέρου τινὸς τεθεῖσθαι τῷ κυρίῳ τὰς τοι 2.1.355 αύτας φωνάς20. τί οὖν ταῦτα πρὸς τὴν νῦν προκειμένην σπουδήν; μὴ ἐπειδὴ παρὰ τοῦ κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι οὐδὲ προσηγορίας οὐδὲ φωνὰς νοημάτων σημαντικάς; εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προσηγοριῶν ἀναιρέσει καὶ ἡ ἐπίνοια συνανῄρηται· εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει τὸν κατ' ἐπίνοιαν λόγον διὰ τοῦ δεῖξαι μὴ παρ' ἑτέρου τινός, ἀλλὰ παρ' αὐτοῦ 2.1.356 τοῦ κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; τὸ γὰρ λεγό μενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι ἓν κατὰ τὸ ὑποκείμενον ὁ κύριος ὢν πρόσφορα ταῖς ἐνερ γείαις ἔχει καὶ τὰ ὀνόματα. τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπίνοιαν τὰς ὀνομασίας ἔχειν ὁμο λογουμένου συγκατεσκευάζετο καὶ τὸ μὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ κυρίου σημαντικὰς τὰς φωνάς, ἀλλὰ τῷ λόγῳ τῆς 2.1.357 ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς οὐ πρὸς τὰ τεθέντα ποι εῖται τὴν μάχην, ἀλλά φησιν αὐτὸν ὑφ' ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὅμοιον ὥσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἑρμηνείαν ζητῶν, πότερον γέλως ὥς φασί τινες ἑρμηνεύεται ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δέ τις τῶν κατὰ Εὐνόμιον ἐπιστατικῶς ἀποκρίνοιτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν· ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπό ρισται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν 2.1.358 γλῶσσαν ἡ τοῦ ὀνόματος ἔννοια. καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὔσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ κυρίῳ κατ' ἐπίνοιαν λέγεται καὶ οὐχὶ τῆς φύσεως τὴν ἔνδειξιν ἔχει, ὁ τοιαύτην ἐπαγαγὼν τὴν ἀπόδειξιν τοῦ μὴ ἐν ἐπινοίᾳ θεωρεῖσθαι τὰς προσηγορίας, τὸ παρ' αὐτοῦ τοῦ κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν σωφρονούντων ἀριθμηθή σεται ὁ καὶ πολεμῶν τῇ ἀληθείᾳ καὶ τοιαύταις πρὸς τὸν πόλεμον συμμαχίαις χρώμενος, δι' ὧν ἰσχυρότερον ἀπο φαίνει τὸν πολεμούμενον; 2.1.359 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσχετλιάσας καὶ προδιαβαλὼν τὸν λόγον καὶ σφοδρῶς τὸν ἀκροατὴν ἐπὶ τοῖς μέλλουσι ῥηθήσεσθαι παροξύνας, ἐν οἷς δυσσεβέστερά τινα παρ' ἡμῶν αἰτιᾶται κατασκευάζεσθαι, ὡς μὴ μόνον τὰς ἀποκληρωθείσας παρὰ τοῦ θεοῦ προσηγορίας ταῖς ἐπι νοίαις ἡμῶν προσαπτόντων, οὐκ εἰπὼν τίς ἡ τῶν προση γοριῶν ἀποκλήρωσις καὶ πότε καὶ πῶς γεγενημένη, <ἀλλὰ> καὶ ὡς πάντα φυρόντων τὰ πράγματα καὶ εἰς ταὐτὸν ἀγόντων τοῦ μονογενοῦς τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, οὐδὲν περὶ αὐτοῦ τούτου διαλεχθεὶς οὐδὲ ἀποδείξας, πῶς ταὐτὸν εἶναι τῇ οὐσίᾳ κατασκευάζεται παρ' ἡμῶν ἡ ἐνέργεια, τέλος ἐπάγει καὶ αὐτὸν τὸν κολοφῶνα τῶν ἐγκλημάτων, οὑτωσὶ 2.1.360 λέγων τοῖς ῥήμασιν. 20ἤδη δέ20, φησί, 20μεταβαίνων ἀπὸ τούτων καὶ τὸν ἐπὶ πάντων θεὸν ταῖς ἐσχάταις περιβάλλει βλασφημίαις καὶ λόγοις ἀπερρω γόσι καὶ παραδείγμασι παντελῶς ἀποστατοῦσι χρώμενος20. ἐγὼ δὲ καὶ τοῦτο πρὸ τῶν ἐξητασμένων ἠξίουν μαθεῖν, τίνων 20ἀπερρώγασιν20 οἱ ἡμέτεροι 20λόγοι20 καὶ τίνος 20ἀποστατεῖ20 τὰ παρ' ἡμῶν 20παραδείγ ματα20, οὐ πάντως τοῦ μαθεῖν ταῦτα δεόμενος ἀλλ' ἢ δεῖξαι τὸ συρφετῶδες τῶν ῥημάτων τοῦ λογογράφου καὶ ἀκριτόμυθον, οἷς περικτυπῶν τὰ ἐν ἀνδράσι γραΐδια καὶ τῷ στόμφῳ τῶν λεξειδίων ἐν ταῖς ἀκοαῖς τῶν ταῦτα θαυμα ζόντων καλλωπιζόμενος στήλην καθ' ἑαυτοῦ τὸν λόγον 2.1.361 τοῦτον τοῖς πεπαιδευμένοις προτιθεὶς οὐ συνίησιν. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τού των ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τοῦ λόγου προφορὰν πλημμε λεῖν ἐνομίζετο, ὡς ἀντ' οὐδενὸς ἂν ἦν αὐτῷ πρὸς ἔπαινον 2.1.362 ἢ διαβολὴν τὸ οὕτως ἢ ὡς ἑτέρως τὴν λέξιν ἔχειν. ἡ δ' οὖν ἀκολουθία τῶν παρ' αὐτοῦ καθ' ἡμῶν εἰρημένων καὶ τοῦτο προστίθησιν. 20ἐπὶ τοῦ σίτου20, φησί, 20καὶ τοῦ κυρίου διαφόρως γυμνάσας τὰς ἐπινοίας παραπλησίως καὶ τὴν ἁγιωτάτην οὐσίαν τοῦ θεοῦ διαφόρως δέχεσθαι τὰς ἐπινοίας φησί20. τοῦτό ἐστι τὸ χαλε πώτατον τῶν ἐγκλημάτων καὶ ἐπὶ τούτῳ τὰ βαρέα καθ' ἡμῶν ἐκεῖνα προετραγῴδησε, δυσσέβειαν καὶ ἀτοπίαν καὶ πάντα τὰ τοιαῦτα τοῖς εἰρημένοις ἐπικαλῶν. τίς οὖν ἡ 2.1.363 τῆς ἀσεβείας ἀπόδειξις; εἶπεν ὁ Εὐνόμιός τινα περὶ τοῦ σίτου, τὰ κοινὰ ταῦτα καὶ πᾶσιν ἐκ τοῦ προχείρου γνώριμα διευκρινούμενος, ὅπως τε γίνεται καὶ ὅπως τελειωθεὶς διὰ τοῦ καρποῦ τρέφει, φυσικαῖς τισι δυνάμεσι φυόμενός τε καὶ αὔξων καὶ διοικούμενος· καὶ ταῦτα εἰπὼν 20καὶ τὸν μονο γενῆ θεὸν οὐδὲν ἀπεικὸς εἶναί20 φησι 20διαφόρους δέχεσθαι τὰς ἐπινοίας διά τε τὰς ἑτερότητας τῶν ἐνεργειῶν καὶ ἀναλογίας τινὰς καὶ σχέ σεις20. ταῦτα γὰρ κατακόρως ἐπ' αὐτοῦ διαθρυλεῖ τὰ ὀνό ματα. 20ἀλλὰ πῶς20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις παραβάλλειν τὸν ἀγέννητον; 2.1.364 τίσι τούτοις; τῷ σίτῳ, φησί, καὶ τῷ μονογενεῖ θεῷ. ὁρᾷς τὴν εὐλάβειαν; ἴσον ἀπέχειν τῆς ἀξίας τοῦ ἀγεννήτου θεοῦ κατασκευάζει τὸν βραχὺν σῖτον καὶ τὸν μονογενῆ θεόν. καὶ ὅτι οὐ συκοφαντοῦμεν τὸν λόγον, παρ' αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν αὐτοῦ τὴν διάνοιαν. 20πῶς γάρ20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις πα ραβάλλειν τὸν ἀγέννητον20; καὶ ταῦτα εἰπὼν ἐπάγει κατὰ τὸ ὁμότιμον τὸν περὶ τοῦ σίτου καὶ τοῦ κυρίου λόγον, ἴσον εἰς ἀτοπίαν κρίνων ἑνὶ τούτων παραβάλλειν τὸν θεόν. 2.1.365 παντὶ δὲ γνώριμον πάντως τὸ τοιοῦτόν ἐστιν, ὅτι τὰ ἴσῳ τῷ μέτρῳ τινὸς ἀφεστηκότα καὶ αὐτὰ πρὸς ἄλληλα τὸ ἴσον ἔχει· ὥστε κατὰ τὸν σοφὸν θεολόγον ὁ τῶν αἰώνων ποιητὴς καὶ πάσης περιδεδραγμένος τῶν ὄντων <τῆς> φύσεως ἰσο στάσιος ἀνεδείχθη τῷ βραχυτάτῳ σπέρματι, εἴπερ ἐπίσης ἀπολείπεται τῆς πρὸς τὸν θεὸν συγκρίσεως καὶ αὐτὸς καὶ ὁ σῖτος. 2.1.366 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατα σκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθίας συνήρ τηται. εἰπὼν γὰρ ἄτοπον εἶναι τῷ σίτῳ καὶ τῷ Χριστῷ τὸν θεὸν παραβάλλειν περὶ τοῦ σίτου φησὶν ὅτι οὐκ ἔστιν ὁ θεὸς καθ' ὁμοιότητα τούτων πρὸς μεταβολὴν ἐπιτήδειος, περὶ δὲ τοῦ μονογενοῦς τὸ μὴ εἶναι αὐτὸν πρὸς μεταβολὴν ἐπιτήδειον σιωπήσας καὶ διὰ τούτου σαφῶς ἐνδειξάμενος τὸ ταπεινὸν τῆς ἀξίας, ἐν τῷ μὴ δεῖν αὐτὸν ὡς καὶ τὸν σῖτον τῷ θεῷ συγκρίνειν ἀφῆκε τὸν λόγον μετέωρον, οὐδενὶ ἄλλῳ λογισμῷ κατασκευάσας ἐν τῷ μέρει τούτῳ τὸ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀπαράθετον, ὡς ἱκανῶν ὄντων τῶν περὶ τὸν κόκκον θεωρηθέντων καὶ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα 2.1.367 κατὰ τὸ ταπεινότερον παραλλαγὴν συνενδείξασθαι. ἀλλὰ 20περὶ τῆς ἀφθαρσίας τοῦ πατρὸς20 διαλέγεται ὡς 20οὐκ ἐξ ἐνεργείας προσούσης αὐτῷ20. ἐγὼ δὲ εἰ μὲν ἐνέργειά τίς ἐστιν ἡ ὄντως ζωὴ ἑαυτὴν ἐνεργοῦσα καὶ εἰ ταὐτόν ἐστι τῷ σημαινομένῳ τό τε ἀεὶ ζῆν καὶ τὸ μηδέ ποτε εἰς φθορὰν διαλύεσθαι οὔπω τῷ λόγῳ προστίθημι, 2.1.368 ἀλλὰ τοῖς ἰδίοις ταμιεύσομαι τόποις. ὅτι μέντοι μία <ἡ> τῆς ἀφθαρσίας ἐστὶ διάνοια ὡσαύτως ἐπί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοουμένη καὶ κατ' οὐδὲν τὸ τοῦ πατρὸς ἄφθαρτον τῆς ἀφθαρσίας τοῦ υἱοῦ παραλλάσσει, οὔτε ὑφέσει τινὶ καὶ ἐπιτάσει οὔτε τινὶ ἄλλῳ διαφορᾶς τρόπῳ τῆς κατὰ τὴν ἀφθαρσίαν παραλλαγῆς εὑρισκομένης, τοῦτο καὶ νῦν φημι εὔκαιρον εἶναι καὶ ἀεὶ λέγειν, ὡς ἂν μηδεμίαν ἔχοι διὰ τούτου χώραν ὁ λόγος αὐτῷ τῇ κατὰ τὴν ἀφθαρσίαν ἐννοίᾳ τῷ πατρὶ προσμαρτυρῶν τὸ πρὸς τὸν υἱὸν ἀκοινώνητον. 2.1.369 ὡς γὰρ περὶ τὸν πατέρα ἡ ἀφθαρσία καταλαμβάνεται, οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς εἶναι οὐκ ἀμφιβάλλεται. τὸ γὰρ τῆς φθορᾶς ἀπαράδεκτον, ὅπερ ἀφθαρσία καὶ ἔστι καὶ λέγεται, ἴσον μᾶλλον δὲ τὸν αὐτὸν ἔχει λόγον ἐφ' οὗπερ ἂν λέγηται. τί οὖν μαθὼν μόνῳ προσμαρτυρεῖ τῷ ἀγεν νήτῳ θεῷ τὸ μὴ ἐξ ἐνεργείας εἶναι τὴν ἀφθαρσίαν αὐτῷ, ὡς διὰ τούτου τὴν κατὰ τοῦ μονογενοῦς παραλλαγὴν τοῦ 2.1.370 πατρὸς δεικνύων; εἰ μὲν γὰρ φθαρτὸν ὑποτίθεται τὸν 2.1.370 κτιστὸν ἑαυτοῦ θεόν, καλῶς τῇ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διαφορᾷ τὴν κατὰ φύσιν παραλλαγὴν ἀποδείκνυσιν· εἰ δὲ ἀνεπίδεκτος φθορᾶς ὡσαύτως ἑκάτερος καὶ οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον ἐν τῇ κατὰ φύσιν ἀφθαρσίᾳ κατα λαμβάνεται, πῶς δείκνυσι τοῦ πατρὸς πρὸς τὸν μονογενῆ υἱὸν τὸ ἀσύγκριτον; ἢ τί βούλεται τὸ μὴ ἐξ ἐνεργείας προσμαρτυρεῖσθαι τῷ πατρὶ τὸ ἄφθαρτον; 2.1.371 Ἀλλ' ἐκκαλύπτει τὸν σκοπὸν τῷ μετὰ ταῦτα λόγῳ. 20οὐκ ἐξ ἐνεργειῶν20, φησίν, 20ἄφθαρτός ἐστιν καὶ ἀγέννητος ὡς πατήρ τε καὶ δημιουργός20. τούτῳ μοι προσέχειν μάλιστα τὸν ἀκροατὴν ἀξιῶ. πῶς ταὐτὸν οἴεται τῶν δύο τούτων ὀνομάτων τὸ σημαινόμενον, τῆς δημιουργίας λέγω καὶ τῆς πατρότητος; ἐνέργειαν γὰρ εἶναι τούτων ἑκάτερον ἐπίσης ὁρίζεται σαφῶς οὕτω διαγορεύων τῷ λόγῳ, ὅτι ἄφθαρτος μὲν οὐκ ἐνεργείᾳ ἐστί, πατὴρ δὲ 2.1.372 καὶ δημιουργὸς ἐξ ἐνεργειῶν ὀνομάζεται. εἰ τοίνυν ταὐτόν ἐστι πατέρα τε καὶ δημιουργὸν αὐτὸν λέγεσθαι, τῷ τὴν ἐνέργειαν ἀμφοτέρων αὐτῷ γίνεσθαι τῶν ὀνομάτων αἰτίαν, ἀνάγκη πᾶσα καὶ τὰ τῶν ἐνεργειῶν ἀποτελέσματα ὁμογενῶς ἔχειν ἀλλήλοις κατ' αὐτὸ τὸ ἐξ ἐνεργείας ὁμοίως εἶναι. τοῦτο δὲ πρὸς ποῖον βλασφημίας πέρας διὰ τῆς ἀκολου θίας ἐκφέρεται, παντὶ δῆλόν ἐστι τῷ ἐπισταμένῳ βλέπειν πρὸς τὸ ἀκόλουθον. ἐγὼ δ' ὅσα περὶ τούτων λογίζομαι, βούλομαι προσθεῖναι τῇ συνεξετάσει τῶν λόγων. οὐκ ἔστιν ἐνέργειαν ἀπεργαστικήν τινος πράγματος αὐτὴν ἐφ' ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνη σιν, οἷον ἐνεργεῖν τί φαμεν τὸν χαλκεύοντα, ἐνεργεῖσθαι δὲ 2.1.373 τὴν ἐκκειμένην ὕλην τῇ τέχνῃ. οὐκοῦν ἀναγκαίως ἔχει σχέσιν τινὰ ταῦτα πρὸς ἄλληλα, ἡ ἐνεργητικὴ καὶ ἡ παθη τικὴ δύναμις, ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ' ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον. εἰ γὰρ μὴ τὸ πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. τί οὖν ἐκ τούτου κατα σκευάζεται; εἰ οὐ συνίσταται καθ' ἑαυτὴν ἡ ἐνέργεια ἡ ἀποτελεστική τινος πράγματος, μὴ ὑποκειμένου τοῦ πάσχον τος, ὁ πατὴρ δέ, καθὼς οὗτοί φασιν, οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια, παθητὸς ἄρα διὰ τούτων ὁ μονογενὴς υἱὸς ἀπο δείκνυται πρὸς τὴν κίνησιν τῆς ὑφιστώσης αὐτὸν ἐνεργείας 2.1.374 τυπούμενος. ὡς γὰρ τὸν τοῦ παντὸς δημιουργόν φαμεν παθητικήν τινα καὶ εὔεικτον ὕλην ὑποβαλόμενον ἐνεργὸν ἑαυτοῦ τὴν δημιουργικὴν οὐσίαν ποιῆσαι, ἐπὶ μὲν τῶν αἰσθη τῶν τὰς ποικίλας τε καὶ πολυειδεῖς τῷ ὑποκειμένῳ ποι ότητας πρὸς τὴν ἑκάστου τῶν γινομένων ἀπεργασίαν τεχνι κῶς ἐπιβάλλοντα, ἐπὶ δὲ τῶν νοητῶν ἕτερον τρόπον οὐχὶ ποιότησιν, ἀλλὰ προαιρετικαῖς ὁρμαῖς διαμορφοῦντα τὸ ὑπο κείμενον, οὕτως ἐξ ἀνάγκης εἰ ἐνέργειάν τις ὁρίζοιτο τὴν πατρότητα, οὐκ ἄλλως ἀποδείξει τοῦ υἱοῦ τὴν ὑπόστασιν, 2.1.375 μὴ κατά τινα παθητικὴν πάντως ἀπεργασθεῖσαν ὕλην. εἰ γὰρ ἀπαθὴς νομισθείη, ἀντίτυπος πάντως ἡ ἀπάθεια τῷ ἐνεργοῦντι γενήσεται, κωλυομένης δὲ τῆς ἐνεργείας οὐκ ἔσται πάντως τὸ ἐνεργούμενον. ὡς δυοῖν θάτερον, ἢ παθη τὴν διὰ τούτων τοῦ μονογενοῦς τὴν οὐσίαν ποιήσουσιν, ἵνα τὴν ἐνέργειαν δέξηται, ἢ τοῦτο διὰ τὸ προφανὲς τῆς ἀσε βείας ὀκνοῦντες τὸ μηδὲ ὅλως αὐτὴν εἶναι κατασκευάσουσιν. 2.1.376 ὃ γὰρ παθεῖν ἀποπέφυκεν, οὐδὲ τὴν ποιητικὴν ἐνέργειαν ὑφ' ἑαυτοῦ πάντως προσίεται. ὁ τοίνυν ἐνεργείας τινὸς ἀποτέλεσμα τὸν υἱὸν ὀνομάζων ἕν τι καὶ τοῦτον τῶν παθη τῶν διορίζεται ὅσα δι' ἐνεργείας ἔσχε τὴν πρόοδον, ἢ εἴπερ ἀρνοῖτο τὸ πάθος, καὶ τὴν ὑπόστασιν αὐτοῦ μετὰ τοῦ πάθους ἀρνήσεται. ἀλλ' ἐπειδὴ καθ' ἑκάτερον τῶν κατὰ τὸ διλήμματον προφαινομένων σαφὴς ἡ ἀσέβεια καὶ τὸ μὴ εἶναι λέγειν καὶ τὸ παθητὸν αὐτὸν οἴεσθαι, πρόδηλος ἡ 2.1.377 ἀλήθεια διὰ τῆς τῶν ἀτόπων ἀναιρέσεως ἀναφαινομένη. εἰ γὰρ καὶ ἀληθῶς ἔστι καὶ παθητὸς οὐκ ἔστι, δῆλον ὅτι οὐκ ἐξ ἐνεργείας ἐστίν, ἀλλ' ὡς εἰκὸς ἀληθινὸν εἶναι θεὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαθῶς ἐξ ἀϊδίου ἀπαυ γασθέντα τε καὶ ἐκλάμψαντα. ἀλλὰ 20κατ' αὐτὴν τὴν οὐσίαν20, φησίν, 20ἄφθαρτός ἐστιν ὁ θεός20. τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ ἀΐδιον, τὸ τοῦ κακοῦ παντὸς ἀνεπίδεκτον, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοου 2.1.378 μένῳ ἀπεριόριστον; ἆρά τίς ἐστιν ὁ λέγων ἐπίκτητόν τι τῶν καλῶν εἶναι τῇ θείᾳ φύσει καὶ οὐ πᾶν ὅτιπέρ ἐστι καλὸν ἐκεῖθέν τε ἀφορμᾶσθαι καὶ ἐν αὐτῇ θεωρεῖσθαι, οὕτω τοῦ προφήτου λέγοντος Ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, παρ' αὐτοῦ ἐστι; συνάπτει δὲ τούτῳ τὸ 20καὶ 2.1.379 ἀγέννητον κατ' οὐσίαν εἶναι20. ἐγὼ δέ, εἰ μὲν οὕτω νοῶν τοῦτο λέγει, ὅτι ἀγεννήτως ἔστι τοῦ πατρὸς ἡ οὐσία, συντίθεμαι τῷ λεγομένῳ καὶ οὐκ ἀντιβαίνω τῷ δόγματι· οὐδὲ γάρ τις ὅλως τῶν εὐσεβούντων γεννητὸν εἶναι τὸν πατέρα τοῦ μονογενοῦς ὑποτίθεται· εἰ δὲ τοῦτο μὲν ἐνδεί κνυται κατὰ τὸ σχῆμα τοῦ λόγου, κατασκευάζει δὲ τὸ αὐτὴν 20τὴν ἀγεννησίαν20 οὐσίαν εἶναι, τοῦτό φημι δεῖν μὴ παραδραμεῖν ἀνεξέταστον, ὡς ἂν μὴ λάθοι τοὺς εὐεξα πατήτους πρὸς τὴν συγκατάθεσιν τῆς βλασφημίας ὑποποιού 2.1.380 μενος. ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. 20Κατ' αὐτήν20, φησί, 20τὴν οὐσίαν ἄφθαρτός ἐστι καὶ ἀγέννητος ἀμιγῆ καὶ καθαρὰν οὖσαν πάσης ἑτερότητος καὶ διαφορᾶς20. περὶ θεοῦ ταῦτα λέγει, οὗ τὴν οὐσίαν ἀφθαρσίαν τε καὶ ἀγεννησίαν εἶναί φησι. τρία τοίνυν ἐπὶ θεοῦ εἶπεν ὀνόματα, τὴν οὐσίαν, τὸ ἄ 2.1.381 φθαρτον, τὸ ἀγέννητον. εἰ μία τῶν τριῶν τούτων ὀνομά των ἐπὶ τοῦ θεοῦ ἐστιν ἡ ἔννοια, ἡ θεότης ταῦτα τὰ τρία πάντως ἐστίν· ὡς εἴ τις λέγοι τὸν ἄνθρωπον χαρακτηρίσαι βουλόμενος λογικὸν αὐτὸν εἶναι γελαστικόν τε καὶ πλατυώ νυχον· ἐφ' ὧν, διὰ τὸ μηδεμίαν κατὰ τὴν φύσιν ἐν ἑκάστῳ διαφορὰν εἶναι, ἰσοδυναμεῖν τε ἀλλήλοις τὰ ὀνόματα λέγομεν καὶ ἓν εἶναι τῷ ὑποκειμένῳ τὰ τρία, τὴν ἀνθρωπότητα τὴν 2.1.382 διὰ τῶν ὀνομάτων τούτων ὑπογραφεῖσαν. εἰ τοίνυν τοῦτό ἐστιν ἡ θεότης, ἡ ἀγεννησία τε καὶ ἡ ἀφθαρσία καὶ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην ἐν τῇ τοῦ ἑνὸς τούτων ἀφαι ρέσει † συναναιρεῖσθαι καὶ τὴν θεότητα. ὡς γὰρ τὸν μὴ λογικὸν οὐδὲ γελαστικὸν προσείποι τις ἂν οὐδὲ ἄν θρωπον, οὕτως καὶ ἐπὶ τούτων τῶν τριῶν ὀνομάτων, τοῦ τε ἀγεννήτου φημὶ καὶ τοῦ ἀφθάρτου καὶ τῆς οὐσίας, εἰ διὰ τούτων ἡ θεότης χαρακτηρίζεται, ὅταν ἕν τι τῶν τριῶν μὴ ὑπάρχῃ, διεγράφη πάντως τῷ λείποντι καὶ ὁ τῆς θεό 2.1.383 τητος λόγος. οὐκοῦν ἀποκρινάσθω τίνα περὶ τοῦ μονο γενοῦς θεοῦ ἔχει τὴν δόξαν. γεννητὸν αὐτὸν ἢ ἀγέννητον οἴεται; γεννητὸν ἐρεῖ πάντως, εἴπερ τοῖς ἰδίοις μὴ μάχοιτο. εἰ οὖν ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, δι' ὧν ἡ θεότης γνωρίζεται, ᾧ μὴ πρόσεστι τὸ ἀγέν νητον, συναφῄρηται τούτου πάντως ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, ὧν μὴ παρόντων καὶ ἡ θεότης κατὰ πᾶσαν ἀνάγκην ἐξαιρεθήσεται. οὐκοῦν εἰς διπλοῦν πέρας τῆς κατὰ τὸ 2.1.384 βλάσφημον αὐτῶν ἀκολουθίας ὁ λόγος κατήντησεν. εἰ γὰρ κατὰ τὸ αὐτὸ σημαινόμενον λέγεται ἐπὶ τοῦ θεοῦ ἡ οὐσία τε καὶ ἡ ἀφθαρσία καὶ τὸ ἀγέννητον, σαφῶς ἀποδείκνυται ὁ καινὸς οὗτος θεοποιὸς τὸν παρ' αὐτοῦ κτισθέντα υἱὸν φθαρτόν τε γινώσκων διὰ τὸ μὴ γινώσκειν ἀγέννητον, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ παντελῶς ἀνυπόστατον διὰ τὸ μὴ δύνασθαι αὐτὸν ἐν θεότητι βλέπειν, ᾧ οὐκ ἐνθεωρεῖται τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, εἴπερ ταὐτὸν τὸ ἀγέννητόν τε 2.1.385 καὶ ἄφθαρτον τῇ οὐσίᾳ οἴεται. ἀλλ' ἐπειδὴ πρόδηλος ἐν τούτοις ἐστὶν ἡ ἀπώλεια, συμβουλευσάτω τις τοῖς δειλαίοις ἐπὶ τὸ λειπόμενον τραπῆναι τῷ λόγῳ καὶ μὴ ζυγομαχεῖν ἐκ τοῦ προδήλου πρὸς τὴν ἀλήθειαν, ἀλλὰ συντίθεσθαι ἴδιον ἑκάστου τούτων εἶναι τῶν ὀνομάτων τὸ σημαινόμενον, ὅπερ μᾶλλον ἄν τις διὰ τῶν ἀντιδιαστελλομένων νοήσειε. 2.1.386 τό τε γὰρ ἀγέννητον τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ ἐξευρίσκομεν καὶ τὸ ἄφθαρτον τῇ πρὸς τὸ φθαρτὸν παρα θέσει γνωρίζεται καὶ ἡ οὐσία τῇ πρὸς τὸ ἀνυπόστατον παραλλαγῇ θεωρεῖται. ὡς γὰρ ὃ μὴ ἐγεννήθη ἀγέννητον λέγεται καὶ ὃ μὴ φθείρεται ἄφθαρτον, οὕτως καὶ τὸ μὴ ἀνύπαρκτον οὐσίαν κατονομάζομεν, καὶ τὸ ἔμπαλιν ὡς τὸ γεννητὸν οὐκ ἀγέννητον λέγομεν καὶ τὸ φθαρτὸν οὐκ ἄφθαρτον ὀνομάζομεν, οὕτω καὶ τὴν οὐσίαν ἀνύπαρκτον εἶναι οὐ λέγομεν. οὐκοῦν οὐσία μὲν ἐν τῷ εἶναί τι κατα νοεῖται, τὸ δὲ φθαρτὸν ἢ τὸ ἄφθαρτον ἐν τῷ ποδαπὸν εἶναι, τὸ δὲ γεννητὸν ἢ ἀγέννητον ἐν τῷ πῶς εἶναι. ἄλλος οὖν ὁ τοῦ εἶναι λόγος καὶ ἕτερος ὁ τὸ πῶς ἢ τὸ ποῖον δι' ἑαυτοῦ σαφηνίζων. 2.1.387 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ προκειμένῳ ἡμῖν ἐμφιλοχωρῆσαι νοήματι. τὰ γὰρ ὅσα πρὸς ἀνατροπὴν τῶν περὶ τῆς ἐπινοίας τῷ διδασκάλῳ τεθεωρημένων ὑπὸ τοῦ λογογράφου καθάπερ τις χυμὸς φλεγματώδης ἐξήμεσται, τοιαῦτά ἐστιν ὡς μηδένα κίνδυνον παρέχειν τοῖς ἐντυγχά νουσι, κἂν σφόδρα τις ἠλίθιος ὢν καὶ εὐπαράγωγος τύχῃ. 2.1.388 τίς γὰρ οὕτως ἔξω διανοίας ἐστὶν ὥστε τὰ ὑποδειγματικῶς περὶ τοῦ σίτου παρὰ τοῦ διδασκάλου τεθέντα, δι' ὧν οἱονεὶ τέχνην τινὰ καὶ ἔφοδον πρὸς τὴν τῶν ὑψηλῶν θεωρίαν τῷ ἀκροατῇ ὑπετίθετο, ταῦτα ψιλῶς τοῦ Εὐνομίου τοῖς περὶ τῆς οὐσίας τοῦ θεοῦ τῶν ὅλων ἐφαρμόζοντος λόγοις οἰηθῆναί τι λέγειν αὐτὸν καὶ μετά τινος ἀγχινοίας κατὰ τῆς ἀλη 2.1.389 θείας τεχνάζεσθαι; τὸ γὰρ φάσκειν αὐτὸν πρεπωδεστάτην αἰτίαν ἐπὶ τοῦ θεοῦ τοῦ γεννῆσαι τὸν υἱὸν εἶναι τὴν ἀδέσποτον ἐξουσίαν καὶ τὴν ἀνυπέρβλητον δύναμιν, ὅπερ οὐ περὶ τοῦ κόσμου μόνον καὶ τῶν ἐν αὐτῷ στοιχείων, ἀλλὰ καὶ περὶ τῶν ἑρπετῶν καὶ θηρίων ἔστιν εἰπεῖν, καὶ τοῦτο ὡς πρέπον ἐπὶ τῆς τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως τὸν σεμνὸν θεο λόγον ἐκτίθεσθαι, ἢ τὸ λέγειν καὶ πρὸ τῆς τῶν ὀνομαζόν των γενέσεως ἀγέννητον ἢ πατέρα ἢ τὰ λοιπὰ τῶν ὀνομά των προσαγορεύεσθαι τὸν θεόν, καθάπερ δεδιότα μὴ τοῦ ὀνόματος παρὰ τοῖς μήπω γεγονόσι σιωπηθέντος ἑαυτὸν ἀγνοήσειεν ἢ εἰς λήθην ἑαυτοῦ πέσοι τῇ σιωπῇ τοῦ ὀνό ματος ὅ ἐστιν ἀγνοήσας, ἥ τε χλευαστικὴ τῶν ἡμετέρων λόγων καταδρομή, ὅσον τὸ δριμύ τε καὶ ἀγχίνουν ἔχει· δι' ὧν κατασκευάζει τὸ ἄτοπον, ὅτι ὁ πρὸ πάντων αἰώνων καὶ χρόνων καὶ πάσης αἰσθητῆς τε καὶ νοητῆς φύσεως γεγονὼς πατήρ πως περιμένει τοὺς ἀνθρώπους, ἵνα διὰ τῆς τούτων ὀνομασθῇ ἐπινοίας. 2.1.390 20Οὐκ ὀνομαζόμενος20, ὥς φησιν ἐκεῖνος, 20οὔτε ὑπὸ τοῦ υἱοῦ οὔτε ὑπὸ τῶν δι' ἐκείνου γενομένων νοη τῶν οὐσιῶν20. οὐδένα γὰρ οὕτως οἶμαι κορύζης εἶναι βαθείας μεστὸν ὡς ἀγνοεῖν ὅτι ὁ μονογενὴς υἱὸς ὁ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ τὸν πατέρα βλέπων ὀνόματος ἢ ῥήματος πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν οὐκ ἐπιδέεται, οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸ τὰ τοῦ θεοῦ βάθη διερευνώ μενον διὰ τῆς ὀνομαστικῆς προσηγορίας πρὸς τὴν τοῦ ζητου μένου γνῶσιν ἐνάγεται, οὔτε ἡ ἀσώματος τῶν ὑπερκοσμίων δυνάμεων φύσις φωνῇ καὶ γλώττῃ κατονομάζει τὸ θεῖον. 2.1.391 ἐπὶ γὰρ τῆς ἀΰλου καὶ νοερᾶς φύσεως ἡ κατὰ τὸν νοῦν ἐνέργεια λόγος ἐστὶν οὐδὲν τῇ ὑλικῇ τῶν ὀργάνων ὑπηρεσίᾳ συγχρώμενος. καὶ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως οὐδὲν ἂν ἐδέησεν ἡμῖν τῆς τῶν ῥημάτων καὶ ὀνομάτων χρήσεως, εἰ δυνατὸν ἦν γυμνὰ προδεικνύειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα· νυνὶ δὲ τῶν ἐγγενομένων ἡμῖν νοημάτων διὰ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανε ρωθῆναι μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες δι' 2.1.392 ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλοις συνεγινόμεθα, αὐτὴν τῶν πραγμάτων τὴν φύσιν περὶ ἣν ὁ νοῦς καταγίνεται ταῖς τῆς διανοίας ὁρμαῖς ἐκκαλύπτοντες· νυνὶ δὲ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι καὶ τὸ πρός τί πως ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ 2.1.393 τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. ἡ δὲ ὑπερκόσμιος ἐκείνη καὶ ἄϋλος φύσις τῆς σωματικῆς περιοχῆς ἐλευθέρα οὖσα καὶ ἄνετος οὔτε ἐφ' ἑαυτῆς οὔτε ἐπὶ τῆς ὑπερκειμένης φύσεως ὀνομάτων δέεται ἢ ῥημάτων, ἀλλ' εἴ που καὶ μνη μονεύεται παρὰ τῆς νοερᾶς φύσεως λόγος τις ἐν ἱεραῖς βίβλοις ἀνάγραπτος, ἡμῶν ἕνεκεν τῶν ἀκουόντων τὸ τοιοῦτον λέγεται τῶν ἀδυνατούντων ἄλλῳ τρόπῳ μαθεῖν τὸ δηλού 2.1.394 μενον, μὴ διὰ φωνῶν καὶ ῥημάτων ἐξαγγελλόμενον. κἂν ὁ ∆αβὶδ ἐν πνεύματι λέγῃ τῷ κυρίῳ παρὰ τοῦ κυρίου τι λέγεσθαι, ∆αβὶδ ὁ λέγων ἐστὶν ὁ μὴ δυνάμενος ἑτέρως ἡμῖν τὴν τοῦ νοηθέντος διδασκαλίαν ποιήσασθαι, εἰ μὴ διὰ φωνῶν καὶ ῥημάτων τὴν ἐγγενομένην αὐτῷ θεόθεν τῶν μυστηρίων κατανόησιν ἑρμηνεύσειε. 2.1.395 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφη θέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν 20μανίαν20 ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλωσιν τῆς ὑπερεχούσης φύσεως παρὰ ἀνθρώπων οἰομένοις δι' ἐπινοίας λέγεσθαι. τί μὲν γὰρ οὗτος νοῶν διασύρειν οἴεται δεῖν τὴν ἐπίνοιαν, ἐκ τῶν ἐκείνου πάρεστι λόγων τοὺς βουλομένους διδάσκεσθαι· ἃ δὲ ἡμεῖς ὑπολαμβάνομεν περὶ τῆς τῶν ὀνο μάτων χρήσεως, ἐν τοῖς κατόπιν εἰρήκαμεν, ὅτι τῶν πραγ μάτων ἐχόντων ὡς ἔχει φύσεως τὰς ἑρμηνευτικὰς τῶν ὄν των φωνὰς ἡ <ἐν>τεθεῖσα παρὰ τοῦ θεοῦ τῇ φύσει ἡμῶν 2.1.396 λογικὴ δύναμις εὕρατο. ὧν εἰ μέν τις τὴν αἰτίαν εἰς τὸν δεδωκότα τὴν δύναμιν ἀναφέροι, οὐδὲ ἡμεῖς ἀντιλέγομεν, ὥσπερ καὶ τὸ κινεῖσθαι καὶ τὸ ὁρᾶν καὶ τὰ λοιπὰ διὰ τῶν αἰσθήσεων ἐνεργεῖν παρ' ἐκείνου λέγομεν γίνεσθαι, παρ' οὗ τὴν τοιαύτην ἐσχήκαμεν δύναμιν. οὕτως οὖν καὶ τοῦ ὀνομάζειν τὸν θεὸν τὸν ὄντα κατὰ τὴν φύσιν ὅπερ ἐστὶν ἡ μὲν αἰτία κατὰ τὸν κοινὸν λόγον εἰς αὐτὸν ἐκεῖνον τὴν ἀναφορὰν ἔχει, ἡ δὲ ἐξουσία τοῦ τὰ νοηθέντα πάντα τοι ῶσδε ἢ ὡς ἑτέρως κατονομάζειν ἐν τῇ φύσει κεῖται· ἣν εἴτε τις ἐπίνοιαν εἴτε ἄλλο τι βούλοιτο λέγειν, οὐ διοισόμεθα. 2.1.397 τεκμήριον δὲ τοῦ λόγου τοῦτο ποιούμεθα, τὸ μὴ παρὰ πᾶσιν ὁμοίως τὸ θεῖον κατονομάζεσθαι, ἀλλὰ κατὰ τὸ δοκοῦν ἑκάστοις τὸ νοηθὲν ἑρμηνεύεσθαι. οὐκοῦν πᾶσαν τὴν συρ φετώδη περὶ τῆς ἐπινοίας αὐτοῦ φλυαρίαν σιγήσαντες τῶν δογμάτων ἑξόμεθα, τοσοῦτον μόνον παρασημηνάμενοι ἔκ τινων τῶν κατὰ τὸ μέσον αὐτῷ τῆς κενοφωνίας παρεντε θέντων, ὅπου οἴεται τὸν θεὸν τοῖς πρωτοπλάστοις καθάπερ τινὰ παιδαγωγὸν ἢ γραμματιστὴν παρακαθήμενον ῥημάτων 2.1.398 τε καὶ ὀνομάτων ὑφηγεῖσθαι διδασκαλίαν· ἐν οἷς φησιν 2.1.398 20αὐτοὺς τοὺς πρώτους ὑπὸ τοῦ θεοῦ πλασθέν τας ἢ τοὺς προσεχῶς ἐξ ἐκείνων φύντας, εἰ μὴ ἐδιδάχθησαν ὡς ἕκαστα τῶν πραγμάτων λέ γεταί τε καὶ ὀνομάζεται, ἀλογίᾳ καὶ ἀφωνίᾳ συζῆν, καὶ οὐδὲν ἄν20, φησίν, 20τῶν βιωφελῶν κατε πράξαντο, ἀδήλου τῆς ἑκάστου διανοίας ὑπαρ χούσης δι' ἀπορίαν τῶν σημαινόντων, ῥημά 2.1.399 των δηλαδὴ καὶ ὀνομάτων20. τοσαύτη <ἡ> παρα φροσύνη τοῦ λογογράφου, ὡς μὴ ἐξαρκεῖν ἡγεῖσθαι τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ θεοῦ δύναμιν πρὸς πᾶσαν μέθοδον λογικῆς ἐνεργείας, ἀλλ' εἰ μὴ τὰ καθ' ἕκαστον μάθοιεν, καθάπερ οἱ τὴν Ἑβραίων ἢ τὴν Ῥωμαίων φωνὴν διὰ λέξεων διδασκόμενοι, ἀγνοεῖν τὰ πράγματα ὅ τι ἐστί, μὴ τὸ πῦρ, μὴ τὸ ὕδωρ, μὴ τὸν ἀέρα, μὴ τὰ λοιπὰ τῶν ὄντων ἐπιγινώσκοντας, εἰ μὴ διὰ τῶν ἐπικειμένων αὐτοῖς 2.1.400 ὀνομάτων τὴν περὶ τούτων γνῶσιν ἐκτήσαντο. ἡμεῖς δέ φαμεν ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας καὶ τὸ λογικὸν τοῦτο πλάσμα ζῳοπλαστήσας μόνῳ τῷ ἐφεῖναι τῇ φύσει 2.1.401 τὸν λόγον πᾶσαν τὴν δύναμιν τὴν λογικὴν ἐναπέθετο. καὶ ὥσπερ τὴν ἐν τοῖς αἰσθητηρίοις δύναμιν παρὰ τοῦ πλά σαντος τὸν ὀφθαλμὸν καὶ φυτεύσαντος τὴν ἀκοὴν ἐν τῇ φύσει ἔχοντες ἀφ' ἑαυτῶν πρὸς ὃ πέφυκε τῶν αἰσθητηρίων ἓν ἕκαστον, πρὸς τοῦτο κεχρήμεθα καὶ οὐ δεόμεθα οὔτε τοῦ τὰ χρώματα κατονομάσαντος, ὧν ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει (ἀρκεῖ γὰρ ὁ ὀφθαλμὸς ἑαυτῷ γενέσθαι τῶν τοιούτων διδά σκαλος) οὔτε ὧν διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς γεύσεως ἢ διὰ τῆς ἁφῆς αἰσθανόμεθα ἀλλοτρίων πρὸς τὴν γνῶσιν διδασκάλων δεόμεθα, οἴκοθεν ἔχοντες ἑκάστου τῶν κατ' αἴσθησιν ἐγγινο μένων ἡμῖν τὸ κριτήριον· οὕτω φαμὲν καὶ τὴν διανοητικὴν τῆς ψυχῆς δύναμιν τοιαύτην παρὰ τοῦ θεοῦ γενομένην ἀφ' ἑαυτῆς τὸ λοιπὸν κινεῖσθαι καὶ πρὸς τὰ πράγματα βλέπειν, καὶ ὡς ἂν μηδεμίαν σύγχυσιν ἡ γνῶσις πάθοι, καθάπερ σήμαντρά τινα τὰς διὰ τῶν φωνῶν ἐπισημειώσεις ἑκάστῳ 2.1.402 τῶν πραγμάτων ἐπιβάλλειν. πιστοῦται δὲ τὸ τοιοῦτον δόγμα καὶ ὁ μέγας Μωϋσῆς εἰπὼν παρὰ τοῦ Ἀδὰμ ἐπιτεθεῖσθαι τοῖς ἀλόγοις τῶν ζῴων τὰς ἐπωνυμίας, οὑτωσὶ γράψας τῷ ῥήματι· Καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ· καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. 2.1.403 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέ κολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρα κατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι. πῶς γὰρ ἄν τις παραδράμοι τὴν σπουδαίαν ἐκείνην καὶ πεφροντισμένην φιλοσοφίαν, ἐν οἷς φησι 20μὴ μόνον τοῖς ποιήμασιν ἐμφαίνεσθαι τὴν τοῦ δημιουργοῦ μεγαλοπρέπειαν, ἀλλὰ καὶ τοῖς ὀνόμασι δια δείκνυσθαι τὴν τοῦ θεοῦ σοφίαν οἰκείως καὶ προσφυῶς ἑκάστῳ τῶν γενομένων τὰς προση 2.1.404 γορίας ἁρμόσαντος20; ταῦτα Κρατύλῳ τάχα τῷ Πλατω νικῷ διαλόγῳ ἢ αὐτὸς ἐντυχὼν ἤ τινος τῶν ἐντετυχηκότων ἀκούσας διὰ τὴν πολλήν, οἶμαι, πτωχείαν τῶν νοημάτων ἐρράπτει τοῖς ἰδίοις λήροις τὰς ἐκεῖ φλυαρίας, ὅμοιόν τι ποιῶν 2.1.405 τοῖς τὴν τροφὴν ἐκ προσαιτήσεως ἑαυτοῖς συναγείρουσιν. ὡς γὰρ ἐκεῖνοι βραχύ τι παρ' ἑκάστου τῶν ὀρεγόντων δεχόμενοι ἐκ ποικίλων τε καὶ πολυειδῶν τὴν τροφὴν ἑαυτοῖς ἐρανί ζουσιν, οὕτω καὶ ὁ τοῦ Εὐνομίου λόγος διὰ τὴν τοῦ ἀλη θινοῦ ἄρτου πενίαν τὰς πανταχόθεν ψίχας ῥημάτων τε καὶ ὀνομάτων τῷ ἰδίῳ συνερανίζει πόνῳ καὶ τούτου χάριν περι κτυπηθεὶς τῇ καλλιφωνίᾳ τῆς Πλατωνικῆς λέξεως πρέπειν οἴεται δόγμα τῆς ἐκκλησίας τὴν ἐκείνου φιλοσοφίαν ποι 2.1.406 ήσασθαι. πόσαις γάρ, εἰπέ μοι, φωναῖς κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἡ τοῦ στερεώματος κατονομάζεται κτίσις; ἡμεῖς οὐρανὸν τοῦτο λέγομεν, σαμαεὶμ ὁ Ἑβραῖος, ὁ Ῥω μαῖος καίλουμ καὶ ἄλλως ὁ Σύρος ὁ Μῆδος ὁ Καππαδόκης ὁ Μαυρούσιος ὁ Θρᾷξ ὁ Αἰγύπτιος, οὐδὲ ἀριθμῆσαι ῥᾴδιον τὰς τῶν ὀνομάτων διαφοράς, ὅσαι κατὰ ἔθνος περί τε τοῦ οὐρανοῦ καὶ τῶν λοιπῶν πραγμάτων οὖσαι τυγχάνουσιν. 2.1.407 ποῖον οὖν, εἰπέ, τούτων τὸ προσφυές ἐστιν ὄνομα, ᾧ ἡ μεγαλοπρεπὴς σοφία τοῦ θεοῦ διαδείκνυται; ἂν τὸ Ἑλλη νικὸν τῶν λοιπῶν προτιμήσῃς, ἀντιστήσεταί σοι τυχὸν ὁ Αἰγύπτιος τὸ ἑαυτοῦ προβαλλόμενος· κἂν τῷ Ἑβραϊκῷ τὰ πρωτεῖα νείμῃς, ἀντιπαρεξάγει ὁ Σύρος τὴν ἰδίαν φωνήν· οὐδὲ ὁ Ῥωμαῖος τούτοις τῶν πρωτείων ὑφήσεται καὶ ὁ Μῆδος οὐ δέξεται μὴ τὰ ἑαυτοῦ προτερεύειν καὶ ἐκ τῶν λοιπῶν ἐθνῶν ἕκαστος τὰ ἑαυτοῦ πρὸ τῶν ἄλλων ἀξιώσει 2.1.408 πρωτεύειν. τί οὖν οὐ πείσεται τὸ δόγμα πρὸς τοσαύτας φωνῶν διαφορὰς ὑπὸ τῶν ἀμφισβητούντων διασχιζόμενον; 20ἀλλ' ἐκ τούτων20, φησί, 20καθάπερ νόμων ἐμφανῶς κειμέ νων δηλοῦται τὸ τὸν θεὸν ταῖς φύσεσι πρε πούσας καὶ καταλλήλους ποιεῖσθαι τὰς κλή 2.1.409 σεις20. ὢ τῆς μεγαλοφυΐας τοῦ δόγματος. οἵας ὑπολήψεις ταῖς θείαις διδασκαλίαις ὁ θεολόγος χαρίζεται, ὧν οὐδὲ τοῖς βαλανεῦσι φθονοῦσιν οἱ ἄνθρωποι. καὶ γὰρ ἐκείνοις συγχωροῦμεν ὀνοματοποιεῖν τὰς ἐνεργείας περὶ ἃς πονοῦντες τυγχάνουσι, καὶ οὐδεὶς αὐτοὺς ταῖς ἰσοθέοις τιμαῖς ἀπε σέμνυνεν, ὅτε ποδάνιπτρα καὶ ψιλέθειρα καὶ χειρόμακτρα καὶ τοιαῦτα πολλὰ τοῖς γινομένοις παρ' αὐτῶν ὀνόματα τίθενται, 20προσφυῶς20 δηλοῦντα τῇ ἐμφάσει τῶν ῥημάτων τὸ ὑποκείμενον. 2.1.410 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν <τὴν> ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ τὰς τυχαίας τῶν ὄντων γενέσεις συγγενῶς ἔχειν λέγων πρὸς τὸ διὰ τῆς ἐπινοίας δηλούμενον. ὢ πῶς ἐνόησε τὸν Ἐπίκουρον. εἰ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς τῇ λογικῇ δυνάμει τῆς φύσεως ἡμῶν ἀνατίθεμεν, διὰ τοῦτο τὰ ἀμερῆ σώματα καὶ τὰς τῶν ἀτόμων ἀντεμπλοκὰς καὶ συγκρούσεις καὶ ἀποπάλσεις καὶ τὰ τοιαῦτα κατ' Ἐπίκουρον λέγοντες ἐλεγχό 2.1.411 μεθα. σιγάσθω καὶ ὁ προστάτης αὐτοῦ καὶ σύμμαχος τῶν δογμάτων Ἀριστοτέλης, οὗ τὴν δόξαν ἐν τοῖς ἐφεξῆς φησι τοῖς τῆς ἐπινοίας λόγοις συμφέρεσθαι. 20ἐκείνου γάρ20 φησιν 20εἶναι τὸ δόγμα τὸ μὴ διὰ πάντων τῶν ὄντων διήκειν τὴν πρόνοιαν μηδὲ μέχρι τῶν περιγείων διαβαίνειν πραγμάτων, ὅπερ οὗτος σύμφωνον τοῖς κατὰ τὴν ἐπίνοιαν ἐξητασμέ νοις εἶναι20 διϊσχυρίζεται. οὕτως ἐστὶ κρίνειν ἐπεσκεμ μένος δι' ἀκριβείας τὰ δόγματα. ἀλλὰ προϊὼν 20χρῆναί20 φησιν 20ἢ μηδὲ τὴν γένεσιν τῶν ὄντων τῷ θεῷ συγχωρεῖν ἢ δόντας ταύτην μὴ παραιρεῖσθαι 2.1.412 τὴν τῶν ὀνομάτων θέσιν20. καὶ μὴν καὶ περὶ τῶν ἀλόγων, καθὼς φθάσαντες εἰρήκαμεν, τὸ ἐναντίον παρὰ τῆς γραφῆς διδασκόμεθα, ὅτι οὔτε ἐποίησεν ὁ Ἀδὰμ τὰ ζῷα οὔτε ὠνόμασεν ὁ θεός, ἀλλὰ παρὰ τοῦ θεοῦ μὲν ἡ γένεσις, παρὰ δὲ τοῦ ἀνθρώπου τῶν γεγονότων ἡ κλῆσις, 2.1.413 ὡς ὑπὸ τοῦ Μωϋσέως ἱστόρηται. εἶτα λόγων ἡμῖν ἐγκώ μιον τῷ ἰδίῳ διέξεισι λόγῳ, ὥσπερ ἀτιμάζοντός τινος τοῦ λόγου τὴν δύναμιν, καί φησι μετὰ τὴν ἀσύφηλον ἐκείνην καὶ στομφώδη τῶν ῥημάτων συνθήκην 20προνοίας νόμῳ καὶ μέτρῳ τελείῳ συνάψαι τῇ γνώσει καὶ τῇ χρήσει τῶν ἀναγκαίων τὴν μετάδοσιν τῶν ὀνο μάτων20· καὶ πολλὰ τοιαῦτα ἐν βαθεῖ τῷ ὕπνῳ ληρήσας ἐπὶ τὴν ἄμαχόν τε καὶ ἀνανταγώνιστον ἀνάγκην μεταβαίνει 2.1.414 τῷ λόγῳ. λέξω δὲ οὐκ ἐπὶ ῥημάτων, ἀλλ' ἐπὶ μόνης τῆς διανοίας τὸν παρ' ἐκείνου λόγον ἐκθέμενος. 20οὐ ποιηταῖς20, φησίν, 20ἀναθετέον τὴν τῶν ῥημάτων εὕρεσιν τοῖς διαψευσθεῖσιν ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσιν20. οἷα χαρίζεται τῷ θεῷ ὁ γεννάδας τὰ τῆς ποιητικῆς ἐξου σίας εὑρήματα τῷ θεῷ προσάπτων, ὥστε διὰ τούτου σεμ νότερον τοῖς ἀνθρώποις καὶ ὑψηλότερον τὸν θεὸν δοκεῖν εἶναι, ὅταν πιστεύωσιν οἱ Εὐνομίῳ μαθητευόμενοι τὸ λι κριφὶς καὶ τὸ κάρκαιρε καὶ τὸ εὐρὰξ καὶ τὸ κέραιρε καὶ τὸ φῦ χειρὶ καὶ σίζε καὶ δούπησε καὶ ἀράβησε καὶ κανάχιζε καὶ σμερδαλέον κονάβιζε καὶ λίγξε καὶ ἴαχε καὶ μερμήριξε καὶ πάντα τὰ τοιαῦτα ὅτι οὐ κατ' ἐξουσίαν τινὰ πρὸς τὸ δοκοῦν οἱ ποιηταὶ διεξέρχονται, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ τὰ ῥήματα ταῦτα μυσταγωγούμενοι τοῖς 2.1.415 μέτροις ἐνείρουσι. παρείσθω καὶ ταῦτα καὶ τὸ σοφὸν ἐκεῖνο καὶ ἄμαχον ἐπιχείρημα τὸ 20τοὺς ἁγίους τῶν ἀνδρῶν μὴ ἔχειν ἡμᾶς ἐπιδεικνύναι κατὰ τὴν γραφικὴν ἱστορίαν καινὰς ἐπεξευρόντας φω νάς20. εἰ μὲν γὰρ ἀτελὴς ἦν μέχρι τῆς ἀναδείξεως τῶν ἀνδρῶν ἐκείνων ἡ ἀνθρωπίνη φύσις καὶ οὔπω τῇ χάριτι τῇ λογικῇ συμπεπλήρωτο, καλῶς ἔδει παρ' αὐτῶν ἐπιζητεῖσθαι 2.1.416 τὴν τοῦ λείποντος πλήρωσιν· εἰ δὲ εὐθὺς παρὰ τὴν πρώτην ἀπροσδεὴς καὶ τελεία κατὰ τὴν λογικήν τε καὶ διανοητικὴν ἐνέργειαν ἡ φύσις ὑπέστη, πῶς ἄν τις ἔτι κατὰ τὸ εὔκολον ἐπιζητοίη πρὸς σύστασιν τοῦ κατὰ τὴν ἐπίνοιαν λόγου τὸ τοὺς ἁγίους κατάρξαι φωνῶν ἢ ῥημάτων, ἢ εἰ μὴ τοῦτο ἔχοιμεν ἀποδεῖξαι, ἱκανὴν ἑαυτῷ κρίνειν ἀπόδειξιν τοῦ τὸν θεὸν ἡμῖν νενομοθετηκέναι τὰς τοιάσδε συλλαβὰς καὶ τὰ ῥήματα; 2.1.417 20Ἀλλ' ἐπειδή20, φησίν, 20οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγματι τεθεῖσθαι προσηγο ρίας20. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; τοῦ μὲν καταδέ χεσθαι τὸν θεὸν τὴν πρὸς ἄνθρωπον ὁμιλίαν αἰτίαν εἶναι 2.1.418 τὴν φιλανθρωπίαν διοριζόμεθα. ἐπεὶ δὲ οὐκ ἐνδέχεται τὸ τῇ φύσει βραχὺ τῶν ἰδίων μέτρων ὑπεραρθῆναι καὶ τῆς ὑπερεχούσης φύσεως τοῦ ὕψους ἐφάψασθαι, τούτου χάριν αὐτὸς πρὸς τὸ ἡμέτερον ἀσθενὲς κατάγων τὴν φιλάνθρωπον δύναμιν, ὡς ἡμῖν δυνατὸν ἦν δέξασθαι, οὕτω τὴν παρ' 2.1.419 ἑαυτοῦ χάριν καὶ ὠφέλειαν νέμει. καθάπερ γὰρ κατὰ τὴν θείαν οἰκονομίαν ὁ ἥλιος τὸ σφοδρὸν τῶν ἀκτίνων καὶ ἄκρατον τῷ διὰ μέσου κατακεράσας ἀέρι σύμμετρον ἐπάγει τοῖς δεχομένοις τὴν αὐγήν τε καὶ τὴν θερμότητα, καθ' ἑαυτὸν ὢν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν ἀπροσπέλαστος, οὕτω καὶ ἡ θεία δύναμις καθ' ὁμοιότητα τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἀπειροπλασίως ὑπεραίρουσα τὴν φύσιν ἡμῶν καὶ ἀπρόσιτος εἰς μετουσίαν οὖσα οἷόν τις μήτηρ εὔσπλαγχνος τοῖς ἀσήμοις τῶν νηπίων κνυζήμασι συνδια ψελλιζομένη τοῦτο νέμει τῇ ἀνθρωπίνῃ φύσει ὃ λαβεῖν δυ νατῶς ἔχει, καὶ διὰ τοῦτο ἐν ταῖς ποικίλαις πρὸς τοὺς ἀνθρώπους θεοφανείαις καὶ κατὰ ἄνθρωπον σχηματίζεται καὶ ἀνθρωπικῶς φθέγγεται καὶ ὀργὴν καὶ ἔλεον καὶ τὰ τοιαῦτα ὑποδύεται πάθη, ὡς ἂν διὰ πάντων τῶν καταλλή λων ἡμῖν χειραγωγοῖτο ἡ νηπιώδης ἡμῶν ζωή, διὰ τῶν τῆς 2.1.420 προνοίας λόγων τῆς θείας φύσεως ἐφαπτομένη. ὅτι γὰρ οὐδενὶ πάθει τῶν καθ' ἡδονὴν ἢ κατ' ἔλεον ἢ ὀργὴν συμ βαινόντων εὐαγές ἐστιν ὑποκεῖσθαι τὸ θεῖον οἴεσθαι, οὐδεὶς <ἂν> ἀντείποι τῶν καὶ μετρίως ἐπεσκεμμένων τὴν περὶ τῶν ὄντων ἀλήθειαν· ἀλλ' ὅμως καὶ εὐφραίνεσθαι κύ ριος λέγεται ἐπὶ τοῖς δούλοις αὐτοῦ καὶ ὀργίζεσθαι θυμῷ ἐπὶ τὸν ἐπταικότα λαὸν καὶ ἐλεεῖν πάλιν ὃν ἂν ἐλεήσῃ καὶ οἰκτείρειν ὡσαύτως, δι' ἑκάστου οἶμαι τῶν τοιούτων ῥημά των τοῦτο τοῦ λόγου ἡμᾶς παιδεύοντος, ὅτι διὰ τῶν ἡμετέ ρων ἰδιωμάτων ἡ τοῦ θεοῦ πρόνοια τῇ ἀσθενείᾳ ἡμῶν ἐπιμίγνυται, ὡς ἂν οἵ τε πρὸς ἁμαρτίαν ῥέποντες φόβῳ τῆς τιμωρίας ἑαυτοὺς τῶν κακῶν ἀνέχοιεν οἵ τε προειλημ μένοι μὴ ἀπογινώσκοιεν τὴν ἐκ μεταμελείας ἐπάνοδον πρὸς τὸν ἔλεον βλέποντες, καὶ οἱ δι' ἀκριβοῦς πολιτείας κατορ θοῦντες τὸν βίον μᾶλλον ταῖς ἀρεταῖς ἐπαγάλλοιντο, ὡς εὐφραίνοντες τῷ ἰδίῳ βίῳ τὸν τῶν ἀγαθῶν γινόμενον ἔφορον. 2.1.421 ὥσπερ δὲ οὐκ ἔστι κωφὸν ὀνομάσαι τὸν διὰ σχημάτων τῷ κωφῷ καθὼς ἐπαΐειν πέφυκεν ὁμιλοῦντα, οὕτως οὐδὲ ἀν θρώπινον λόγον περὶ τὸν θεὸν οἰηθῆναι, ἐπειδὴ πρὸς ἀν θρώπους αὐτῷ κατ' οἰκονομίαν ἐχρήσατο. καὶ γὰρ ἡμεῖς κλωγμῷ καὶ ποππυσμῷ καὶ συρίγματι τὰ ἄλογα διευθύνειν εἰώθαμεν, ἀλλ' οὐ τοῦτο ἡμῖν ὁ λόγος ἐστὶν ᾧ τῆς τῶν ἀλόγων ἀκοῆς καθικνούμεθα, ἀλλὰ πρὸς μὲν ἡμᾶς αὐτοὺς τῇ φύσει κεχρήμεθα, τοῖς δὲ ἀλόγοις ὁ κατάλληλος ψόφος καὶ ὁ ποιὸς διὰ τοῦ σχήματος ἦχος πρὸς τὴν χρείαν ἐξήρ κεσεν. 2.1.422 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτα τος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρτία γενέσθαι ἀπέσχετο. τοσοῦτον αὐτῷ περίεστι τῆς φιλανθρωπίας ὡς οὐχὶ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ τῶν κακῶν τῶν ἡμετέρων ἑκουσίως εἰς πεῖραν ἐλθεῖν. ὁ δὲ τῶν κακῶν τὴν κοινωνίαν καταδεξά μενος πῶς ἂν τοῦ καλλίστου τῶν ἡμετέρων, φημὶ δὲ τοῦ 2.1.423 λόγου, τὴν μετουσίαν ὤκνησεν; ἀλλὰ τὸν ∆αβὶδ εἰς συνηγορίαν προβάλλεται καί φησιν 20ἐκεῖνον λέγειν παρὰ τοῦ θεοῦ τοῖς πράγμασι τὰ ὀνόματα τεθεῖσθαι διὰ τὸ γεγράφθαι τοῦτον τὸν τρόπον· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν20. ἐγὼ δὲ πρόδηλον μὲν ἡγοῦμαι παντὶ τῷ νοῦν ἔχοντι τὸν περὶ τούτων λόγον ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὸ προκείμενον. ἐπειδὴ δέ τινας εἰκὸς ἀνεπισκέπτως τῷ λόγῳ προστίθεσθαι, 2.1.424 βραχέα περὶ τούτων διαληψόμεθα. οἶδε πολλάκις ἡ θεία γραφὴ τοιαύτας τῷ θεῷ περιτιθέναι φωνάς, ὡς μηδὲν ἀπᾴδειν αὐτὰς τῶν ἡμετέρων δοκεῖν οἷον τὸ Ὠργίσθη θυμῷ κύριος καὶ Μετενόησεν ἐπὶ τῇ κακίᾳ αὐτῶν καὶ Μετεμελήθη χρίσας τὸν Σαοὺλ εἰς βασιλέα καὶ Ἐξη-γέρθη ὡς ὁ ὑπνῶν κύριος, καὶ ἔτι πρὸς τούτοις καθέδραν καὶ στάσιν καὶ κίνησιν καὶ πολλὰ τοιοῦτα διέξεισιν, ἃ φύσει μὲν περὶ τὸν θεὸν οὐκ ἔστι, πρὸς δὲ τὴν οἰκονομίαν τῶν 2.1.425 παιδευομένων οὐκ ἀχρήστως ἔχει. τούς τε γὰρ ἐκλυτω τέρους ἡ τῆς ὀργῆς ἔνδειξις συστέλλει τῷ φόβῳ καὶ τοῖς δεομένοις τοῦ τῆς μετανοίας φαρμάκου συμμετανοεῖν ἐπὶ τῇ κακίᾳ λέγει τὸν κύριον, τοῖς δ' αὖ ἐν εὐπραγίαις τισὶ πρὸς ὕβριν ἐκφερομένοις τὸ μὴ παραμένειν αὐτοῖς τὴν εὐημερίαν, κἂν ἐκ θεοῦ τὸ τοιοῦτον εἶναι δοκῇ, διὰ τῆς ἐπὶ τοῦ Σαοὺλ μεταμελείας προδείκνυσι, τοῖς τε μὴ ἐμβαθύνουσι τῷ πτώ ματι τῆς ἁμαρτίας, ἀλλὰ καθάπερ ἐξ ὕπνου τινὸς τοῦ μα ταίου βίου διαναστᾶσι συνανίστασθαι τὸν θεὸν καὶ συναφ υπνίζεσθαι λέγει, ἑστάναι δὲ τοῖς ἀκλινῶς ἐπὶ τοῦ καλοῦ βεβηκόσι, καὶ καθέζεσθαι τοῖς ἐν τῷ καλῷ καθιδρυμένοις, κινεῖσθαι δ' αὖ πάλιν καὶ περιπατεῖν ἐπὶ τῶν μετακινηθέν 2.1.426 των ἀπὸ τῆς ἐν τῷ καλῷ παγιότητος· ὡς ἐπὶ τοῦ Ἀδὰμ ἡ ἱστορία διέξεισι περιπατοῦντα τὸ δειλινὸν ἐν τῷ παραδείσῳ τὸν θεὸν διαγράφουσα, τῷ μὲν δειλινῷ τὴν πρὸς τὰ σκοτεινὰ τοῦ πρωτοπλάστου ῥοπὴν διασημαίνουσα, τῇ δὲ κινήσει τὸ ἀπαγὲς τοῦ ἀνθρώπου περὶ τὸ καλὸν καὶ τὸ ἄστατον. 2.1.427 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πολλοὶ τὸ ἑαυτοῖς ἄληπτον οὐδὲ θεῷ ληπτὸν εἶναι νομίζουσιν, καὶ ὅπερ ἂν ἐκφύγῃ τὴν ἑαυτῶν κατανόησιν, περισσότερον εἶναι 2.1.428 τοῦτο καὶ τῆς θείας δυνάμεως οἴονται. ἐπειδὴ τοίνυν τοῦ ποσοῦ μέτρον ἡμεῖς τὸν ἀριθμὸν πεποιήμεθα, ὁ δὲ ἀριθμὸς οὐδὲν ἕτερον ἢ σύνθεσις μονάδων ἐστί, ποικίλως τῆς μο νάδος εἰς πλῆθος ἐπαυξομένης (μονὰς γὰρ καὶ ἡ δεκὰς κατὰ σύνθεσιν μονάδων πρὸς τοῦτο περαινομένη, μονὰς πάλιν ἡ ἑκατοντὰς ἐκ δεκάδων συντιθεμένη, ὡσαύτως καὶ ἡ χιλιὰς ἄλλη μονὰς καὶ ἡ μυριὰς ὁμοίως ἀναλόγως ἐκ πολλαπλασιασμοῦ, ἡ μὲν ἐκ χιλιάδων, ἡ δὲ ἐξ ἑκατοντάδων πρὸς τοῦτο κεφαλαιουμένη, ἅπερ ἅπαντα τοῖς ὑποκειμένοις ἐπιμερίζοντες σημεῖα τῆς ποσότητος τῶν ἀριθμουμένων 2.1.429 πραγμάτων ποιούμεθα)· ὡς ἂν οὖν παιδευθείημεν παρὰ τῆς θείας γραφῆς τὸ μηδὲν ἄγνωστον εἶναι τῷ θεῷ, ἐξη ριθμῆσθαι παρ' αὐτοῦ λέγει τὸ πλῆθος τῶν ἄστρων, οὐ τοῦτον τὸν τρόπον γινομένης τῆς ἀριθμήσεως (τίς γὰρ οὕτως εὐήθης ὡς τῷ περιττῷ καὶ ἀρτίῳ τὸν θεὸν οἴεσθαι διαλαμβάνειν τὰ ὄντα καὶ διὰ τῆς τῶν μονάδων συνθέσεως πρὸς τὸ κεφάλαιον τῆς ἀθροιζομένης ποσότητος τὸν ἀριθ μὸν συμπεραίνειν;)· ἀλλ' ἐπειδὴ ἐν ἡμῖν ἀκριβὴς τοῦ ποσοῦ γνῶσις ἐκ τοῦ ἀριθμοῦ γίνεται, ὡς ἂν καὶ περὶ τοῦ θεοῦ παιδευθείημεν ὅτι πάντα τῇ γνώσει τῆς σοφίας αὐτοῦ περιείληπται καὶ οὐδὲν ἐκφεύγει τὴν ἀκριβῆ κατανόησιν, τού του χάριν ἀριθμεῖν τὰ ἄστρα τὸν θεὸν διωρίσατο, τοῦτο δι' ὧν λέγει νοεῖν συμβουλεύων, μὴ κατὰ τὸ μέτρον τῆς ἡμετέρας γνώσεως καὶ τὸ θεῖον οἴεσθαι τῶν ὄντων ἐφά πτεσθαι, ἀλλὰ τὰ ἡμῖν ἄληπτά τε καὶ ἀνεπινόητα πάντα 2.1.430 τῇ γνώσει τῆς θείας σοφίας ἐμπεριείργεσθαι. τῶν γὰρ ἄστρων διὰ τὸ πλῆθος ἐκφευγόντων τὸν ἀριθμὸν ὡς πρὸς ἀνθρωπίνην ἐπίνοιαν, ἀπὸ μέρους τὸ πᾶν ἐκδιδάσκων ὁ λόγος ἐκ τοῦ ταῦτα κατηριθμῆσθαι παρὰ τοῦ θεοῦ λέγειν τὸ μηδὲν τῶν ἡμῖν ἀγνώστων ἐκφεύγειν τοῦ θεοῦ τὴν γνῶσιν διαμαρτύρεται. διὰ τοῦτό φησιν Ὁ ἀριθμῶν πλήθη ἄστρων, οὐκ ἀγνοῶν δηλαδὴ πρὶν ἐξαριθμῆσαι τὴν τῶν ἄστρων ποσότητα. πῶς γὰρ εἰκὸς αὐτὸν ἀγνοεῖν ὃ ἐποίη 2.1.431 σεν; ὁ γὰρ τοῦ παντὸς ἐπιστάτης οὐκ ἂν ἀγνοοίη τὸ ἐμ περιειλημμένον τῇ περιεκτικῇ τῶν ὅλων δυνάμει. τί δήποτε οὖν ἀριθμεῖ ὅπερ ἐπίσταται; τῶν γὰρ ἀγνοούντων ἐστὶ τὸ τῷ ἀριθμῷ διαμετρεῖν τὴν ποσότητα, ὁ δὲ τὰ πάντα εἰδὼς πρὸ γενέσεως ἀριθμοῦ διδασκάλου πρὸς τὴν τῶν ὑποκειμένων γνῶσιν οὐκ ἐπιδέεται. ἀλλὰ μὴν ἀριθμεῖν λέγεται παρὰ τοῦ ∆αβίδ· δηλονότι πρὸς τὴν ἡμετέραν διδασκαλίαν κατὰ τὸ ἡμῖν χωρητὸν τοῦ λόγου πρὸς σαφήνειαν κατιόντος τὸ ἀκριβῶς εἰδέναι τὰ ἡμῖν ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ 2.1.432 σημασίας ὁ ∆αβὶδ ἐνεδείξατο. ὥσπερ οὖν ἀριθμεῖν λέγεται οὐδὲν τῆς ἀριθμητικῆς περιόδου πρὸς τὴν τῶν ὄντων γνῶσιν ἐπιδεόμενος, οὕτως καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλεῖν ἡ προφητεία λέγει, οὐ ταύτην οἶμαι τὴν διὰ τῆς φωνῆς κλῆ σιν ὑποσημαίνουσα. ἦ γὰρ ἂν εἰς ἄτοπόν τι καὶ ἀνάξιον τῆς περὶ θεοῦ ὑπολήψεως ὁ λόγος προϊὼν καταλήγοι, εἴπερ ταῦτα λέγοι τὰ ὀνόματα παρὰ τοῦ θεοῦ τεθεῖσθαι τοῖς 2.1.433 ἄστροις τὰ ἐν τῇ συνηθείᾳ ἡμῶν ἀναστρεφόμενα. εἰ γὰρ ταῦτά τις δοίη θεόθεν ἐπικεκλῆσθαι, ἀνάγκη πᾶσα καὶ τῶν Ἑλληνικῶν εἰδώλων ἐκεῖθεν οἴεσθαι τὴν κλῆσιν ἐπι πεφημίσθαι τοῖς ἄστροις καὶ ὅσα τῆς μυθικῆς ἱστορίας ἐπιλέγεται τοῖς ἀστρῴοις ὀνόμασιν ἀληθῆ νομίσαι, ὡς τοῦ θεοῦ τὰς τοιαύτας αὐτοῖς ἐπικυροῦντος φωνάς. οὕτως ἡ ἑβδομὰς τῶν ἐμπεριεχομένων τῷ παντὶ πόλῳ τοῖς Ἑλληνι κοῖς εἰδώλοις ἐπιμερισθεῖσα ἔξω μέμψεως τοὺς πρὸς ταῦτα πεπλανημένους ποιήσει, εἴπερ ἐκ θεοῦ πιστευθείη τοῦτο 2.1.434 διατετάχθαι. οὕτως ὁ κατὰ τὸν Ὠρίωνα καὶ Σκορπίον μῦθος εἰς πίστιν ἄγεται καὶ τὰ περὶ τῆς Ἀργοῦς διηγήματα καὶ ὁ Κύκνος καὶ ὁ Ἀετὸς καὶ ὁ Κύων ἥ τε κατὰ τὸν Στέφανον τῆς Ἀριάδνης μυθοποιΐα, καὶ τοῦ ζῳοφόρου κύ-κλου τῶν κατά τινα σχηματισμὸν ἐπινοηθέντων τοῖς φαινο μένοις ὀνομάτων θεὸν εὑρετὴν ὑπονοεῖσθαι κατασκευάσει, εἴπερ καλῶς ὁ Εὐνόμιος οἴεται τὸν ∆αβὶδ λέγειν ὅτι ταῦτα αὐτοῖς τὰ ὀνόματα ὁ θεὸς ἐπιτίθησι. 2.1.435 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι μὴ ἀνεξετάστως τὸ ῥηθὲν παραδέξασθαι, ἀλλὰ καθ' ὁμοιότητα τῶν κατὰ τὸν ἀριθμὸν ἡμῖν νενοημένων καὶ τὸν ἐν τούτῳ νοῦν κατανοῆσαι. ἐπειδὴ γὰρ ἐν ἡμῖν μαρτύριον τῆς ἀκριβοῦς ἐστι γνώσεως τὸ ἐξ ὀνόματος παρ' ἡμῶν προσκαλεῖσθαι τὸν γνώριμον, διδάσκει διὰ τούτων ἡμᾶς ὅτι τῶν ἡμῖν ἀλήπτων οὐ μόνον τὸ πλήρωμα τῆς ἐν κεφαλαίῳ ἀθροιζομένης πο σότητος διαλαμβάνει τῇ γνώσει ὁ τὸ πᾶν περιέχων, ἀλλὰ 2.1.436 καὶ τὰ καθ' ἕκαστον δι' ἀκριβείας ἐπίσταται. τούτου χάριν οὐ μόνον ἐξηριθμηκέναι τὰ πλήθη τῶν ἄστρων αὐτὸν ὁ λόγος φησίν, ἀλλὰ καὶ ἐξ ὀνόματος ἕκαστον προσκαλεῖσθαι, ὅπερ σημαίνει τὸ μέχρι τῶν λεπτοτέρων διήκειν αὐτοῦ τὴν ἀκρίβειαν καὶ οὕτως ἀκριβῶς ἐπιγινώσκειν τὰ καθ' ἕκαστον, ὡς ὁ ἄνθρωπος τὸν δι' ὀνόματος αὐτῷ γνωριζόμενον. εἰ δέ τις λέγοι ἄλλας εἶναι τὰς παρὰ τοῦ θεοῦ τοῖς ἄστροις ἐπικειμένας φωνάς, ἃς ἀγνοεῖν οἴεται τὴν ἀνθρωπίνην χρῆσιν, περὶ ὧν ὑπολαμβάνει τὸν ∆αβὶδ εἰρηκέναι, πόρρω 2.1.437 τῆς ἀληθείας ὁ τοιοῦτος ἀποπλανᾶται. εἰ γὰρ ἦν ἕτερα ἐπὶ τῶν ἄστρων ὀνόματα, οὐκ ἂν ἡ θεία γραφὴ τούτων ἐποιεῖτο μνήμην τῶν ὀνομάτων, ἃ ἐν τῇ καταχρήσει τῆς Ἑλληνικῆς συνηθείας ἐστίν, Ἠσαΐου μὲν λέγοντος Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου,τοῦ δὲ Ἰὼβ τὸν Ὠρίωνα καὶ τὴν Ἀσηρὼθ ὀνομάζοντος,ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τοῖς ἐν τῷ βίῳ τετριμμένοις ὀνόμασι πρὸς διδασκαλίαν ἡμῶν συγκέχρηται ἡ θεία γραφή. οὕτω καὶ Ἀμαλθείας κέρας ἐν τῷ Ἰὼβ ἀκηκόαμεν καὶ παρὰ τῷ Ἠσαΐᾳ Σειρῆνας, τοῦ μὲν τὸ πάμφορον τῶν ἀγα θῶν ἐκ τῆς Ἑλληνικῆς ὑπονοίας οὕτω κατονομάζοντος, Ἠσαΐου δὲ τὴν ἐξ ἀκοῆς ἡδονὴν τῷ τῶν Σειρήνων παρα 2.1.438 δηλοῦντος ὀνόματι. ὥσπερ οὖν ἐνταῦθα τοῖς ἐκ τῶν μυθι κῶν διηγημάτων ὀνόμασιν ὁ θεόπνευστος συνεχρήσατο λόγος, πρὸς τὸ τῶν ἀκουόντων χρήσιμον βλέπων, οὕτω κἀκεῖ τὰς ἐκ τῆς ἀνθρωπίνης ἐπινοίας τοῖς ἄστροις ἐπικληθείσας φωνὰς εἶπεν ἀνεπαισχύντως ὁ λόγος, διδάσκων ὅτι πᾶν πρᾶγμα τὸ ὁπωσοῦν παρὰ τοῖς ἀνθρώποις ὀνομαζόμενον ἐκ 2.1.439 θεοῦ τὴν ὕπαρξιν ἔχει, τὸ πρᾶγμα, οὐχὶ τὸ ὄνομα. οὐ γὰρ ὁ ὀνομάζων, ἀλλ' ὁ ποιῶν, φησί, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον. οὐκοῦν ἱκανῶς οἶμαι διὰ τῶν εἰρημένων καὶ τὸν ∆αβὶδ τῆς ἡμετέρας ὑπολήψεως σύμμαχον ἀποδεδεῖχθαι, οὐ τὸ κατονομάζειν τὸν θεὸν τὰ ἄστρα διὰ τῆς προφητείας διδάσκοντα, ἀλλὰ τὸ ἀκριβῶς γινώσκειν κατὰ τὴν τῶν ἀν θρώπων συνήθειαν τῶν ἐκείνους μάλιστα δι' ἀκριβείας ἐπισταμένων, οὓς καὶ ὀνομαστὶ προσκαλεῖσθαι διὰ πολλὴν συνήθειαν δύνανται. 2.1.440 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τούτων οἰή σεως. λέγουσι γὰρ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· ἔν τε γὰρ τοῖς εὐαγγελικοῖς συσσιτίοις τοῖς γεγονόσι κατὰ τὴν ἔρημον οὔτε τὸ νηπιῶδες οὔτε τὸ γυναικεῖον ἀριθμοῦ ἄξιον ἐνομίσθη, καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνοι τῷ ἀριθμῷ κατελέγησαν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέρειν καὶ ἀριστεύειν δυνά 2.1.441 μενοι. οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς διὰ τοῦ θείου στόματος φέρεσθαι, ἀλλ' ἀριθμεῖται μὲν εἴ τι καθαρὸν καὶ οὐράνιον, ὃ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμιγὲς μένον τῆς πρὸς τὸν ζόφον ἐπιμιξίας ἄστρον λέγεται, ὀνο μάζεται δὲ εἴ τι κατὰ τὸν αὐτὸν λόγον τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. περὶ γὰρ τῶν ὑπεναν τίων φησὶν ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ 2.1.442 χειλέων μου. ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπι βάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ· ὥστε εἴ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ θεοῦ, ὄνομα τούτῳ τὸ ἔργον γίνεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὅπως ἂν ἔχειν δόξῃ 2.1.443 τοῖς ἐντυγχάνουσιν. ὃ δὲ προστίθησι τοῖς εἰρημένοις, τὰ πρῶτα τῆς κοσμογενείας εἰς μαρτυρίαν τοῦ παρὰ τοῦ θεοῦ τοῖς οὖσι τὰς φωνὰς κεῖσθαι, ὧνπερ ἐν τοῖς κατόπιν ἱκανῶς ἐξητασμένων περιττὴν κρίνω τὴν ἐπανάληψιν, καὶ τὴν τοῦ Ἀδὰμ φωνήν, ἣν προφητικῶς εἰς Χριστὸν καὶ τὴν ἐκκλη σίαν γεγενῆσθαί φησιν ὁ ἀπόστολος, ἑρμηνευέτω κατ' ἐξου 2.1.444 σίαν οὗτος ὡς βούλεται. οὐδεὶς γὰρ οὕτως ἠλίθιος ὡς Παύλου τὰ κεκρυμμένα τῶν μυστηρίων ἐν τῇ δυνάμει τοῦ πνεύματος ἡμῖν ἐκκαλύπτοντος ἀξιοπιστότερον ἑρμηνέα τῶν θείων ποιήσασθαι τὸν Εὐνόμιον τὸν φανερῶς ταῖς φωναῖς τῆς θεοπνεύστου μαρτυρίας ἀντιμαχόμενον καὶ τὸ μὴ κατω νομάσθαι παρὰ τοῦ Ἀδὰμ τῶν ἀλόγων τὰ εἴδη διὰ τῆς παρεξηγήσεως τοῦ ῥητοῦ τούτου κατασκευάζειν ἐκβιαζόμενον. 2.1.445 παρείσθω καὶ τὰ τῆς ὕβρεως αὐτοῦ ῥήματα καὶ ἡ ἄχαρις ἀμουσία ἐκείνη καὶ ἡ κοπρώδης αὐτοῦ καὶ βεβολβιτωμένη φωνὴ διεξιοῦσα μετὰ τῆς συνήθους εὐστομίας ταῦτα κατὰ τοῦ διδασκάλου ἡμῶν· 20τὸν σπορέα τῶν ζιζανίων20 καὶ 20τὴν τοῦ καρποῦ † πρόσοψιν20 καὶ 20Οὐαλεν τίνου παραφθορὰν20 καὶ 20τὸν παρ' ἐκείνου καρ πόν, ὃν ἐν τῇ ψυχῇ20 λέγει 20σεσωρεῦσθαι20 τοῦ δι δασκάλου, καὶ ἡ λοιπὴ τῶν εἰρημένων ἀηδία συγκαλυ φθήτω τῇ σιωπῇ, καθάπερ καὶ τὰ μεμυδηκότα τῶν σωμά των τῇ γῇ κατακρύπτομεν, ὡς μὴ πολλοῖς δι' ὄχλου τὴν δυσωδίαν γίνεσθαι. 2.1.446 Πρὸς δὲ τὴν ἀκολουθίαν τῶν εἰρημένων μετενεκτέον τὸν λόγον. πάλιν γὰρ ἐκτίθεταί τινα ῥῆσιν τοῦ διδασκάλου ἔχουσαν οὕτως· "1ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκον τες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν 2.1.447 ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἡμῶν ἐπιθεωρούντων ταῦτα."2 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, 20σπέρματός τινος ὑπαλλαγὴν20 καὶ 20σπορᾶς καθηγητὴν20 καὶ 20τὸ τῆς μέμψεως ἀσυλ λόγιστον20 καὶ ὅσα ἄλλα τῇ ἀκορήτῳ γλώσσῃ κενεμβατῶν διεξέρχεται· ἐφ' ᾧ δὲ διαβάλλειν ἐπιχειρεῖ συκοφαντῶν τὸν 2.1.448 λόγον, πρὸς τοῦτο καὶ ἡμεῖς τραπησόμεθα. ἐλέγχειν ἡμᾶς ἐπαγγέλλεται ὡς μὴ φύσει λέγοντας ἄφθαρτον εἶναι τὸ θεῖον. ἡμεῖς δὲ μόνα τῆς φύσεως ἀλλοτριοῦμεν ἐκεῖνα ὅσα ἐπίκτητα γίνεταί τισι καὶ ἀπόκτητα· ὧν δὲ ἄνευ τὸ ὑποκείμενον νοηθῆναι φύσιν οὐκ ἔχει, πῶς ἄν τις ἐν αἰτίᾳ γένοιτο ὡς αὐτὴν ἑαυτῆς διαχωρίζων τὴν φύσιν; εἰ μὲν οὖν ἐπιγεννηματικὴν τῷ θεῷ τὴν ἀφθαρσίαν ὁ ἡμέτερος λόγος ἐπρέσβευεν ὥς ποτε περὶ αὐτὸν μὴ οὖσαν ἢ ὡς οὐκ ἐσομένην ποτέ, καιρὸν ἂν εἶχε ταῦτα ἐπὶ διαβολῇ καθ' 2.1.449 ἡμῶν λέγειν. εἰ δὲ ἀεὶ ὡσαύτως ἔχειν καὶ ὃ νῦν ἐστι πάν τοτε εἶναι τὸ θεῖον ὁ ἡμέτερος διορίζεται λόγος καὶ οὐδὲν ἐκ παραυξήσεως αὐτῷ τινος καὶ προσθήκης τῶν μὴ προσ όντων προσγίνεσθαι, ἀλλ' ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ καὶ λεγομένῳ πάντοτε εἶναι, πῶς μὴ κατὰ φύσιν αὐτῷ προσμαρτυρεῖν τὴν ἀφθαρσίαν διαβαλλόμεθα; 2.1.450 Ἀλλ' ἐκ τῆς ὑπαναγνωσθείσης τῷ διδασκάλῳ ῥή σεως τῆς τοιαύτης τοῦ λόγου διαβολῆς εἰληφέναι τὰς ἀφορμὰς σχηματίζεται, ὡς ἐκ τῆς παραθέσεως τῶν αἰώνων τῷ θεῷ τὴν ἀφθαρσίαν ἡμῶν ποριζόντων. εἰ μὲν οὖν παρ' ἡμῶν τὸ ἡμέτερον ῥητὸν προεφέρετο, ὕποπτος ἂν ἦν ἴσως εἰς ἀπολογίαν ὁ λόγος, ὡς νῦν ἡμῶν ἐπιδιορθουμένων καὶ πρὸς τὸ ἀνεύθυνον μετατιθέντων τὰς ὑπαιτίους φωνάς· ἐπεὶ δὲ παρὰ τοῦ ἐχθροῦ τὰ ἡμέτερα λέγεται, τίς ἂν ἰσχυροτέρα γένοιτο τῆς ἀληθείας ἀπόδειξις αὐτῆς τῆς τῶν 2.1.451 ἀντιδικούντων ἡμῖν μαρτυρίας; πῶς τοίνυν ὁ παρ' ἡμῶν ἔχει λόγος ὃν ἐπὶ διαβολῇ προχειρίζεται καθ' ἡμῶν ὁ Εὐνόμιος; "1ὅταν, φησί, τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει κατα ληπτὸν προσηγορεύσαμεν ἄφθαρτον."2 ἆρα τῷ πορίσαι τὸ προσαγορεῦσαι ταὐτὸν ὁ Εὐνόμιος οἴεται; καὶ τίς οὕτως ἔξω τοῦ καθεστηκότος ἐστίν, ὡς τὰς ἰδιαζούσας τῶν ῥη 2.1.452 μάτων τούτων ἀγνοεῖν ἐμφάσεις; πορίζει μὲν γὰρ ὁ τὸ μὴ προσὸν αὐτῷ κτησάμενος, προσαγορεύει δὲ ὁ τὸ ὂν σημαν τικῶς ὀνομάζων. πῶς οὖν ἐπὶ τούτοις ὁ τῆς ἀληθείας φροντιστὴς οὐκ αἰσχύνεται ἐν προδήλῳ τῇ συκοφαντίᾳ τὴν διαβολὴν συμπεραίνων; καὶ καθάπερ οἱ ἔκ τινος πάθους μὴ βλέποντες ἐν ὄψεσι τῶν βλεπόντων ἀσχημονοῦσι τὸ παρ' αὐτῶν μὴ ὁρώμενον καὶ παρὰ τῶν ὑγιαινόντων ἀγνοεῖσθαι νομίζοντες, τοιοῦτόν τι πέπονθεν ὁ ὀξυδερκὴς οὗτος καὶ ταχὺς τὴν διάνοιαν τὴν ἰδίαν πρὸς τὴν ἀλήθειαν πήρωσιν 2.1.453 καὶ ἐν τοῖς ἀκούουσιν οἴεται. καὶ τίς οὕτως ἠλίθιος ὡς μὴ παραθεῖναι τῇ διαβολῇ τὰ συκοφαντούμενα ῥήματα καὶ ἐκ τῆς ἑκατέρων ἀναγνώσεως τὴν κακουργίαν τοῦ λογο γράφου φωρᾶσαι; ὁ ἡμέτερος λόγος προσαγορεύει τὸ ἄφθαρ τον, ἐκεῖνος κατηγορεῖ τοῦ τὴν ἀφθαρσίαν πορίζοντος. τί κοινὸν ἔχει τὸ πορίζειν τῷ λέγειν; ἀπὸ τῶν ἰδίων ἕκαστος εὐθύνεσθαι δίκαιος, οὐκ ἐκ τῶν ἀλλοτρίων ὑπέχειν τὰς μέμψεις. νυνὶ δὲ κατηγορεῖ μὲν ἡμῶν καὶ ἡ πικρία πρὸς ἡμᾶς βλέπει, κατακρίνει δὲ οὐδένα κατά γε τὸν ἀληθῆ 2.1.454 λόγον ἢ ἑαυτόν. εἰ γὰρ τὸ πορίζειν τῷ θεῷ τὴν ἀφθαρ σίαν ὑπαίτιον, τοῦτο δὲ παρ' οὐδενὸς ἄλλου πλὴν παρ' αὐτοῦ λέγεται μόνου, ἄρα αὐτὸς ἑαυτοῦ γίνεται ὁ συκο φάντης κατήγορος, τὸ ἑαυτοῦ διαβάλλων, οὐ τὸ ἡμέτερον. καὶ περὶ τοῦ κατὰ τὴν ἀγεννησίαν ὀνόματος ἡμεῖς μέν φαμεν, ὅτι ὥσπερ τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτως τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη· οὑτοσὶ δὲ παρὰ τῶν αἰώνων ἡμᾶς λέγει κατὰ πάντων τῶν γεννητῶν προξενεῖν αὐτῷ τὰ πρεσβεῖα. 2.1.455 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν υἱὸν τοῦ θεοῦ κατάγων· ἀλλὰ τὴν ἀδιανόητον αὐτοῦ κακουργίαν τοῖς συνετωτέροις τῶν ἀκροατῶν προθήσω τῷ λόγῳ. 20παρὰ τῶν αἰώνων προξενεῖ Βασίλειος κατὰ πάντων τῶν γεννητῶν τῷ θεῷ τὰ πρεσβεῖα20. τίς ἡ ἀδιανόητος αὕτη κενοφωνία; πρόξενος θεοῦ ἄνθρωπος γίνεται καὶ προξενεῖ διὰ τῶν αἰώνων αὐτῷ τὰ πρεσβεῖα; τίς 2.1.456 ἡ ματαία τῶν ἀνυποστάτων τούτων ῥημάτων κενεμβασία, εἰ τὸ ὑπερεκπῖπτον τὴν διαστηματικὴν τῶν αἰώνων παρά τασιν ἐφ' ἑκάτερα τῆς θείας οὐσίας ἐμφαντικοῖς τισιν ὀνό μασιν ὁ διδάσκαλος εἶπεν σημαίνεσθαι ἐπὶ τοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντος τέλος, ὡς διαφόροις τοῖς ῥήμασι τὸ διάφορον σημανθῆναι τῆς ὑπολήψεως, καὶ διὰ τοῦτο τὸ μὲν πάσης ἀρχῆς ἀνώ τερον ἄναρχον λέγεσθαι καὶ ἀγέννητον, τὸ δὲ μηδενὶ τέλει περιγραφόμενον ἀθάνατον ὀνομάσαι καὶ ἄφθαρτον; ταῦτα 20πορισμὸν20 καὶ 20προξένησιν20 καὶ τὰ τοιαῦτα οὐκ 2.1.457 αἰσχύνεται γράφων. ἀλλὰ καὶ 20διχοτομεῖσθαι20 παρ' ἡμῶν φησι 20τοὺς αἰῶνας20, ὥσπερ οὐκ ἀνεγνωκὼς ἃ παρέθετο ἢ ὡς ἐν ἐπιλήσμοσι τῶν λεγομένων τὸν ἑαυτοῦ λόγον διατιθείς. τί φησιν ὁ διδάσκαλος; ἐὰν τὰ πρὸ τῆς κτίσεως ἐννοήσωμεν καὶ τοὺς αἰῶνας τῷ λογισμῷ διαβάντες τὸ ἀπερίγραπτον τῆς ἀϊδίου ζωῆς λογισώμεθα, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ τὸ τοιοῦτον διασημαίνομεν νόημα, κἂν εἰς τὸ ἐφεξῆς τὴν διάνοιαν τρέψωμεν καὶ περισσοτέραν τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ καταλάβωμεν, διὰ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου φωνῆς τὴν διάνοιαν ταύτην 2.1.458 διερμηνεύομεν. ποῦ τέμνει τοὺς αἰῶνας ἐν τοῖς εἰρημένοις ὁ λόγος, εἰ τὴν ἀϊδιότητα τοῦ θεοῦ κατὰ πᾶσαν ἐπιβολὴν ἐπίσης προφαινομένην καὶ πανταχόθεν ὡσαύτως ἔχουσαν καὶ μηδενὶ διαστήματι μετρουμένην τοῖς κατὰ δύναμιν 2.1.459 ἐξαγγέλλομεν ῥήμασί τε καὶ ὀνόμασιν; ἐπειδὴ γὰρ ἡ ἀν θρωπίνη ζωὴ διαστηματικῶς κινουμένη ἀπό τινος ἀρχῆς εἴς τι τέλος προϊοῦσα διέξεισι καὶ μεμέρισται πρὸς τὸ παρῳχηκός τε καὶ προσδοκώμενον ὁ τῇδε βίος, ὡς τὸ μὲν ἐλπίζεσθαι τὸ δὲ μνημονεύεσθαι, τούτου χάριν ὡς πρὸς τὴν ἡμετέραν σχέσιν τό τε παρῳχηκὸς καὶ τὸ προσδοκώ μενον τῆς διαστηματικῆς παρατάσεως ἐννοοῦντες, οὕτως καὶ ἐπὶ τῆς ὑπερκειμένης φύσεως ἐκ καταχρήσεως λέγομεν, οὐχ ὡς τοῦ θεοῦ διὰ τῆς ἰδίας ζωῆς κατόπιν ἑαυτοῦ τι καταλιπόντος διάστημα καὶ πρὸς τὸ προκείμενον πάλιν ἐν τῷ ζῆν διοδεύοντος, ἀλλ' ὡς τῆς ἡμετέρας κατανοήσεως ὡς πρὸς τὴν ἰδίαν ἡμῶν φύσιν περινοούσης τὰ πράγματα καὶ τὸ ἀΐδιον ἐν τῷ παρῳχηκότι καὶ μέλλοντι διαμετρούσης, ὅταν μήτε τὸ κατόπιν περικόπτῃ προϊοῦσαν εἰς τὸ ἄπειρον τοῦ ἀορίστου τὴν ἔννοιαν, μήτε τὸ ἔμπροσθεν σύστασίν τινα 2.1.460 καὶ ὅρον τῆς ἀπείρου ζωῆς ἐπαγγέλληται. εἰ ταῦτα καὶ νοοῦμεν καὶ λέγομεν, πῶς ἡμῖν ἡ τῶν αἰώνων ἐπιθρυλεῖται τομή, εἰ μὴ καὶ τὴν ἁγίαν γραφὴν διχοτομεῖν τοὺς αἰῶνας ὁ Εὐνόμιος λέγοι τῇ αὐτῇ διανοίᾳ τῆς θείας ζωῆς τὴν ἀπειρίαν διασημαίνουσαν, τοῦ μὲν ∆αβὶδ τὴν πρὸ τῶν αἰώνων βασιλείαν ὑμνήσαντος, τοῦ δὲ Μωϋσέως τὴν ὑπὲρ τοὺς αἰῶνας ἐκτεινομένην τοῦ θεοῦ βασιλείαν δείξαντος· ὡς ἐξ ἀμφοτέρων ἡμᾶς διδαχθῆναι ὅτι πᾶν διαστηματικὸν νόημα ἐντὸς τῆς θείας φύσεως περιείληπται, τῇ ἀπειρίᾳ 2.1.461 τοῦ τὸ πᾶν περιέχοντος ἁπανταχόθεν ἐμπερατούμενον. ὁ μὲν γὰρ Μωϋσῆς εἰς τὸ ἐφεξῆς βλέπων βασιλεύειν αὐτόν φησι τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι· ὁ δὲ μέγας ∆αβὶδ πρὸς τὸ κατόπιν ἀγαγὼν τὴν διάνοιαν εἶπεν Ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, καὶ πάλιν Εἰσακούσεται ὁ θεὸς 2.1.462 ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἀλλ' ὁ σοφὸς Εὐνόμιος ἐρ ρῶσθαι φράσας τοῖς τηλικούτοις καθηγηταῖς ἄλλην φησὶν ἡμᾶς λέγειν ἄναρχον ζωήν, ἑτέραν δὲ τὴν ἀτελεύτητον πάλιν καὶ αἰώνων τινῶν ἑτερότητας καὶ διαφορὰς συν διασχιζούσας τῇ ἑτερότητι ἑαυτῶν καὶ τὴν περὶ θεοῦ φαντασίαν. 2.1.463 Ἀλλ' ὡς ἂν μὴ διὰ μακροῦ γένοιτο ἡμῖν ἡ πρὸς τὰ εἰρημένα μάχη, αὐτὴν προθήσομεν ἀβασάνιστόν τε καὶ ἀνεξέταστον τὴν ἐν τούτοις τοῦ Εὐνομίου φιλοπονίαν ἱκανὴν οὖσαν δι' ὧν σπουδάζει περὶ τὸ ψεῦδος ἐκδηλοτέραν ποιῆσαι τοῖς συνετοῖς τὴν ἀλήθειαν. ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, 20τί ποτε τοὺς αἰῶνας οἰόμεθα20· καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων· τίς γάρ ἐστιν ὁ τοῦ θεοῦ τὴν οὐσίαν ἐπεγνωκέναι λέγων ὁ τὰ ἡμῖν ἀνέφικτα καταληπτὰ τῇ ἰδίᾳ συνέσει διοριζόμενος; οὐκοῦν αὐτὸς ἡμῖν φυσιολογείτω τὴν τῶν αἰώνων οὐσίαν ὁ τὰ ὑπερέκεινα κατειληφέναι κομπάζων, καὶ τὸ ἀμφίκρημνον τοῦτο καὶ διλήμματον τῆς ἀποκρίσεως μὴ λίαν φοβερῶς ἐπισειέτω τοῖς ἰδιώταις ἡμῖν, ὡς εἰ τόδε τοὺς αἰῶνας εἶναι νομίσομεν, τῆσδε τῆς ἀτοπίας ὑπαπαν 2.1.464 τώσης, καὶ εἰ τὸ ἕτερον, τῆς ἑτέρας. 20εἰ μὲν γὰρ ἀϊδίους20, φησί, 20λέγοιτε, Ἕλληνες ἔσεσθε καὶ Οὐαλεντῖνοι καὶ βάρβαροι· εἰ δὲ γεννητούς, οὐκέτι20, φησίν, 20ὁμολογήσετε τῷ θεῷ τὸ ἀγέν νητον20. ὢ τῆς ἀμάχου ταύτης καὶ ἀνανταγωνίστου ἐπι χειρήσεως· ἐάν τι γεννητὸν ὁμολογηθῇ, ὦ Εὐνόμιε, ἡ τοῦ ἀγεννήτου ὁμολογία παραγραφήσεται. καὶ ποῦ σοι διερρυή κασιν αἱ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τεχνολογίαι, δι' ὧν τὸ ἀνόμοιον τῆς τοῦ υἱοῦ πρὸς τὸν γεγεννηκότα οὐσίας 2.1.465 κατεσκευάζετο; ἔοικεν γὰρ ἀφ' ὧν νῦν διδασκόμεθα μὴ ἀνομοίως ἔχειν ὁ πατὴρ κατὰ τὴν οὐσίαν ὡς πρὸς τὸ γεν νητὸν θεωρούμενος, ἀλλὰ καθόλου τῇ τοῦ ἀγεννήτου ὁμο λογίᾳ εἰς τὸ μὴ ὂν ἀναλύεσθαι, εἴπερ ἐὰν γεννητοὺς εἴπωμεν τοὺς αἰῶνας, εἰς τὸ μηκέτι τὸν ἀγέννητον ὁμολο γεῖν ἐναγόμεθα. ἀλλ' ἴδωμεν τὴν ἀνάγκην δι' ἣν ἡμᾶς πρὸς τὴν συγκατάθεσιν τῆς ἀτοπίας ταύτης συναναγκάζει. 2.1.466 20ὧν γὰρ τῇ παραθέσει20, φησί, 20προσγίνεται τῷ θεῷ τὸ ἄναρχον, τούτων οὐκ ὄντων οὐκ ἔσται τὸ προστιθέμενον20. ὢ τῆς ἰσχυρᾶς ταύτης καὶ ἀφύκτου λαβῆς· ὡς ἐκ τῶν μέσων ἡμᾶς τοῖς ἀλύτοις ἅμμασιν ἀθλητικῶς διασφίγξας ἔχει. τῇ παραθέσει τῶν αἰώνων προσγίνεσθαι λέγει τῷ θεῷ τὸ ἀγέννητον. παρὰ τίνος προσγίνεσθαι; τίς τοῦτό φησιν, ὅτι τῷ ἀνάρχως ὄντι ἐξ ἐπικτήσεως διὰ παραθέσεώς τινων προσγίνεται τὸ ἀγέν νητον; οὔτε ἡ λέξις οὔτε ἡ διάνοια τῆς ἀτοπίας ταύτης 2.1.467 ἐν τοῖς ἡμετέροις ἐλέγχεται λόγοις. ἡ μὲν γὰρ λέξις ἑαυτῆς ἐστι συνήγορος οὐδὲν ἔχουσα τοιοῦτον οἷον καθ' ἡμῶν προ ενήνεκται· τῆς δὲ τῶν εἰρημένων ἐμφάσεως τίς ἂν ἐξηγητὴς ἀξιοπιστότερος νομισθείη αὐτῶν τῶν πατέρων τοῦ λόγου; οὐκοῦν ἡμεῖς δικαιότεροι λέγειν τί νοοῦμεν, ὅταν ἐπέκεινα τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ εἶναι διοριζώμεθα· λέγομεν 2.1.468 δὲ ταῦτα ἅπερ ἐν τοῖς φθάσασιν εἴρηται. ἀλλά φησι τῆς παραθέσεως τῶν αἰώνων οὐκ οὔσης ἀδύνατον εἶναι τὸ ἐκ ταύτης τῷ θεῷ προστιθέμενον, προστεθεῖσθαι δὲ τὴν ἀγεν νησίαν λέγει. λεγέτω καὶ παρ' ὅτου τῷ θεῷ τὸ τοιοῦτον προστέθειται. εἰ μὲν οὖν παρ' ἑαυτοῦ, γελοῖος ἂν εἴη τὴν ἰδίαν ἄνοιαν ἐπικαλῶν τοῖς ἡμετέροις λόγοις· εἰ δὲ παρ' ἡμῶν, ὑπαναγνώτω τὴν λέξιν, καὶ τὴν κατηγορίαν δεξόμεθα. 2.1.469 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν ψάμμῳ διατιθέντων. συνθεὶς γάρ τινα κώλου περίοδον καὶ μόλις ἐπὶ τὸ πέρας διεξελθὼν 20τὴν αὐτὴν ζωὴν20 ἀποδεί κνυσιν 20ἄναρχόν τε εἶναι καὶ ἀτελεύτητον20, ἡμε τέραν πληρῶν εὐχὴν ἐν τῇ τοιαύτῃ σπουδῇ. οὐδὲ γὰρ παρ' ἡμῶν ἄλλο τι λέγεται ἢ ὅτι μία ἐστὶ καὶ συνεχὴς αὐτὴ πρὸς ἑαυτὴν ἡ θεία ζωή, ἄπειρός τε καὶ ἀΐδιος καὶ οὐδα 2.1.470 μόθεν οὐδενὶ πέρατι κωλυομένη πρὸς τὸ ἀόριστον. μέχρι τούτων ὁ λογογράφος τοὺς ἑαυτοῦ πόνους καὶ τοὺς ἱδρῶτας τῇ ἀληθείᾳ χαρίζεται, δεικνὺς τὴν αὐτὴν ζωὴν κατ' οὐδέ τερον μέρος περατουμένην, οὔτε εἰ τὸ πρὸ αἰώνων τις ἐξε τάζοι οὔτε εἰ τὸ μετὰ τοῦτο λογίζοιτο. ἀλλ' ἐν τοῖς ἐφεξῆς πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν. εἰπὼν γὰρ τὴν αὐτὴν εἶναι ζωὴν ἄναρχόν τε καὶ ἀτελεύτητον, ἀφεὶς τὸν περὶ τῆς ζωῆς λόγον καὶ τὰς ἐπιθεωρουμένας ὑπο λήψεις τῇ θείᾳ ζωῇ εἰς μίαν τὰς πάσας ἔννοιαν συντάξας 2.1.471 ἓν τὰ πάντα ἐποίησεν. 20εἰ γὰρ ἡ ζωή20, φησίν, 20ἄναρχός τε καὶ ἀτελεύτητος καὶ ἄφθαρτός ἐστι καὶ ἀγέννητος, ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ ἡ ἀφθαρσία καὶ τῷ ἀτελευτήτῳ τὸ ἄναρχον20. καὶ προστίθησι τούτοις τὴν ἐκ τῶν λογισμῶν συμμαχίαν· 20οὐ γὰρ δυνατόν20, φησί, 20τὴν μὲν ζωὴν εἶναι μίαν, τὸν δὲ τοῦ ἀφθάρτου λόγον μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννήτου λόγῳ20. καλῶς ὁ γενναῖος προστίθησι. 2.1.472 δοκεῖ δὲ μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ εἰρημένα τυγχάνειν μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνά μεως καὶ τὸν τῆς ἀγαθότητος καὶ ἑκάστου τῶν θεοπρεπῶν ὀνομάτων, καὶ μηδεὶς ἔστω λόγος κατὰ τὸ ἰδιάζον νοού μενος, ἀλλ' ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων ἓν ὑπο κείσθω τὸ σημαινόμενον, καὶ εἷς ὑπογραφῆς λόγος τὸν περὶ ἑκάστου τῶν λεγομένων ὅρον ἀποπληρούτω· κἂν ἐρω τηθῇς τὸ τοῦ κριτοῦ σημαινόμενον, τὴν τῆς ἀγεννησίας ἑρμηνείαν ἀπόκριναι, κἂν τῆς δικαιοσύνης δέῃ τὸν ὁρισμὸν ἀποδοῦναι, τὸ ἀσώματόν σοι πρόχειρον εἰς τὴν ἀπόκρισιν ἔστω, τί δὲ σημαίνει ἡ ἀφθαρσία, ὅπερ ἡ τοῦ ἐλέου πάν 2.1.473 τως ἐρεῖς ἢ ἡ τῆς κρίσεως σημασία παρίστησιν. οὕτω καὶ τὰ καθ' ἕκαστα πάντα πρὸς ἄλληλα μεταχωρείτω, μηδεμιᾶς ἰδιαζούσης ἐμφάσεως τὸ ἕτερον τοῦ ἑτέρου δια στελλούσης. καὶ εἰ ταῦτα νομοθετεῖ ὁ Εὐνόμιος, τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσιν, θεὸν κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν ἐλεήμονα καὶ 2.1.474 ἄλλα πολλὰ τοιαῦτα κατονομάζουσαι; εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύ σεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαι νόμενον διαφορᾶς ἀπ' ἀλλήλων τὰ ὀνόματα διαστελλούσης. 2.1.475 ἀλλὰ τίς οὕτως ἀπόπληκτος ὡς ἀγνοεῖν ὅτι ἡ μὲν θεία φύσις, ὅ τι ποτὲ κατ' οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ τις καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ κατ' οὐδένα τρόπον ἐν ποικίλῃ τινὶ συνθέσει θεωρουμένη, ἡ δὲ ἀνθρωπίνη ψυχὴ χαμαὶ κειμένη καὶ ἐν τῷ γηίνῳ τούτῳ βίῳ κατορωρυγμένη διὰ τὸ μὴ δύνασθαι τηλαυγῶς κατιδεῖν τὸ ζητούμενον πολλαῖς ἐν νοίαις τῆς ἀφράστου φύσεως πολυτρόπως καὶ πολυμερῶς ἐπορέγεται, οὐ κατὰ μίαν τινὰ διάνοιαν τὸ κεκρυμμένον 2.1.476 θηρεύουσα; ἦ γὰρ ἂν εὔκολος ἦν ἡ κατάληψις, εἰ μία τις ἡμῖν ἔφοδος πρὸς τὴν θείαν ἀποκέκριτο γνῶσιν· νυνὶ δὲ διὰ μὲν τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας σοφὸν εἶναι τὸ τοῦ παντὸς ἐπιστατοῦν ἐνοήσαμεν, διὰ δὲ τῆς τῶν θαυ μάτων μεγαλουργίας δυνάμεως ἔμφασιν ἐδεξάμεθα, τὸ δὲ ἐξ ἐκείνου πᾶν ἐξῆφθαι πιστεύειν τοῦ μηδεμίαν αὐτοῦ τῆς ὑπάρξεως αἰτίαν εἶναι τεκμήριον γίνεται. 2.1.477 Πάλιν τὸ βδελυκτὸν τῆς κακίας νοήσαντες τὸ ἀναλ λοίωτον αὐτοῦ καὶ ἀμιγὲς πρὸς κακίαν καταλαμβάνομεν τήν τε τοῦ θανάτου διαφθορὰν κακῶν ἔσχατον εἶναι νομί σαντες ἀθάνατόν τε καὶ ἄφθαρτον τὸν ἀλλότριον παντὸς τοιούτου νοήματος ὠνομάσαμεν, οὐ τὸ ὑποκείμενον ταῖς ἐννοίαις ταύταις συνδιασχίζοντες, ἀλλ' ὅ τι ποτὲ κατ' οὐσίαν ἐστίν, ἓν εἶναι πεπιστευκότες πρὸς πάσας τὰς τοιαύτας 2.1.478 ὑπολήψεις οἰκείως ἔχειν τὸ νοηθὲν ὑπειλήφαμεν. οὐ γὰρ μάχεται πρὸς ἄλληλα τὰ ὀνόματα κατὰ τὴν τῶν ἀντιθέτων φύσιν, ὡς εἰ τὸ ἓν ὑπάρχοι, μὴ ἂν αὐτῷ συνθεωρηθῆναι τὸ ἕτερον, ὡς οὐκ ἐνδέχεται ζωὴν ἅμα καὶ θάνατον περὶ τὸν αὐτὸν νοηθῆναι, ἀλλὰ τοιαύτη ἐστὶν ἑκάστου τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἔμφασις, ὥστε κἂν ἰδιάζῃ τῷ σημαινομένῳ, μηδεμίαν ἴσχειν πρὸς τὸ συνονομαζόμενον 2.1.479 ἐναντίωσιν. τί γὰρ ἐναντιοῦται τῷ ἀσωμάτῳ τὸ δίκαιον, κἂν μὴ συμβαίνῃ κατὰ τὴν ἔννοιαν ἀλλήλοις τὰ ῥήματα; ποίαν δὲ μάχην ἡ ἀγαθότης ἔχει πρὸς τὸ ἀόρατον; οὕτως οὐδὲ τὸ ἀΐδιον τῆς θείας ζωῆς διπλοῖς ὀνόμασί τε καὶ νοήμασι γνωριζόμενον, τῷ ἀτελευτήτῳ καὶ τῷ ἀνάρχῳ, τῇ διαφορᾷ τῶν ὀνομάτων συνδιατέμνεται· καὶ οὔτε ταὐτόν ἐστι τῷ ἑτέρῳ κατὰ τὴν σημασίαν τὸ ἕτερον (τὸ μὲν γὰρ τὴν τῆς ἀρχῆς τὸ δὲ τὴν τοῦ τέλους ἀλλοτρίωσιν ἔδειξεν) οὔτε μερισμόν τινα τοῦ ὑποκειμένου ἡ τῶν ἐπιθεωρουμένων αὐτῷ νοημάτων διαφορὰ παρεσκεύασε. 2.1.480 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολε μοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμα χίαν ἔχειν, ἀλλοκότως αὐτοῦ τὰς τοιαύτας στομφώδεις καὶ ἀδιανοήτους φωνὰς ἐν κώλων καὶ περιόδων σχήματι πρὸς τὸ συμβὰν ἀποπτύοντος. ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστι, τὸ μηδεμίαν εἶναι τῶν ποικίλων ὀνομάτων κατὰ τὰς 2.1.481 ἐμφάσεις διαφοράν. ἀνάγκη δὲ πᾶσα, ὡς ἔοικεν, αὐτὴν ἐπὶ λέξεως παραθέσθαι τὴν ῥῆσιν, ὡς ἂν μὴ συκοφαντικῶς ἐπιφέρειν αὐτῷ τι τῶν οὐ προσόντων δοκοίημεν. 20τῶν γὰρ ἀληθῶν20 φησι 20λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπί κρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συν αρμοζομένων ὥσπερ20 αὖ 20καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον 2.1.482 ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον20. ταῦτα καὶ πολλὰ ἐπὶ τούτοις ἄλλα τοιαῦτα πρὸς τὴν τοῦ προτεθέντος αὐτῷ σκοποῦ κατασκευὴν διεξέρχεται, ἐκβαλὼν τοῦ λόγου σχέσεις τινὰς καὶ παραθέσεις καὶ εἶδος καὶ μέτρον καὶ μέρος καὶ χρόνον καὶ τόπον, ὡς διὰ τῆς τούτων ὑπεξαι ρέσεως τῆς οὐσίας ἐνδεικτικὴν τὴν ἀγεννησίαν γενέσθαι. ἡ δὲ κατασκευὴ τοῦτον ἔχει τὸν τρόπον, λέξω δὲ τῇ ἐμαυτοῦ 2.1.483 λέξει τὸ νόημα. 20οὐκ ἄλλη τις20, φησίν, 20ἡ ζωὴ παρὰ τὴν οὐσίαν ἐστίν, ὡς ἂν μή τις σύνθεσις περὶ τὴν ἁπλῆν νοοῖτο φύσιν, πρὸς τὸ μετέχον καὶ μετεχόμενον τῆς ἐννοίας μεριζομένης· ἀλλ' αὐτό20, φησίν, 20ὅπερ ἐστὶν ἡ ζωή, οὐσία ἐστί20, κα λῶς τὰ τοιαῦτα φιλοσοφῶν. οὐ γὰρ ἄν τις ἀντείποι τῶν νοῦν ἐχόντων μὴ ταῦτα οὕτως ἔχειν. 2.1.484 Ἀλλὰ πῶς τὸν λόγον ἐπὶ τὸν σκοπὸν συνεπέρανεν; 20εἰ τὸ ἄναρχον σημαίνοντες20, φησί, 20τὴν ζωὴν ἐση μήναμεν, ταύτην δὲ τὴν ζωὴν οὐσίαν λέγειν ὁ τῆς ἀληθείας ἀναγκάζει λόγος, αὐτῆς εἶναι τῆς θείας οὐσίας20 φησὶ 20σημαντικὸν τὸ ἀγέννη τον20. ἡμεῖς δὲ τὸ μὲν μὴ γεγεννῆσθαι παρ' ἑτέρου τὴν θείαν ζωήν, ὅπερ σημαίνει ἡ τοῦ ἀνάρχου διάνοια, καὶ αὐτοὶ συντιθέμεθα, αὐτὸ δὲ τὸ διὰ τῆς τοῦ μὴ γεγεννῆσθαι λέξεως σημαινόμενον οὐσίαν νομίζειν μόνων τῶν ἐκ μανίας 2.1.485 παραφερομένων οἰόμεθα. τίς γὰρ οὕτως ἐξέστηκεν ὡς ὁρισμὸν οὐσίας τὴν μὴ γέννησιν ἀποφήνασθαι; ὡς γὰρ οἰκείως ἔχει πρὸς τὸ γεννητὸν ἡ γέννησις, οὕτω δηλαδὴ καὶ τῷ ἀγεννήτῳ ἐφαρμοσθήσεται ἡ μὴ γέννησις. ὃ οὖν οὐκ ἔστι περὶ τὸν πατέρα τῆς ἀγεννησίας ἐνδεικνυμένης, πῶς ἡμεῖς εἰς οὐσίαν τὴν τοῦ μὴ προσόντος ἔνδειξιν συντι θέμεθα; ἀλλ' ἑαυτῷ δοὺς τὸ μήτε παρ' ἡμῶν μήτε ἐκ τῆς τῶν τεθέντων ἀκολουθίας αὐτῷ συγχωρούμενον, τὸ σημαντικὸν τῆς θείας ζωῆς τὴν ἀγεννησίαν εἶναι τοῦ θεοῦ 2.1.486 συνεπέρανεν. ὡς δ' ἂν μάλιστα καταφανὴς ὁ περὶ τὸν τόπον τοῦτον αὐτοῦ γένοιτο λῆρος, οὑτωσὶ τὸν λόγον διασκο πήσωμεν. δι' ὧν γὰρ ἐπὶ τοῦ πατρὸς εἰς τὴν ἀγεννησίαν τὸν τῆς οὐσίας περιήγαγε λόγον, ἐξετάσωμεν εἰ μὴ κατὰ τὸ ἴσον διὰ τῶν αὐτῶν ἐπιχειρημάτων καὶ τοῦ υἱοῦ τὴν οὐσίαν εἰς τὴν ἀγεννησίαν ἀνάξομεν. 2.1.487 20∆εῖ20, φησί, 20τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρι νῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαί νηται διάφορος· τῶν γὰρ ἀληθῶν λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπίκρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων, ὥσπερ αὖ καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δη λούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν20 τοῦ υἱοῦ 20ζωήν, ᾧ τις ἂν ἢ τὴν διάνοιαν 2.1.488 ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειε20. μή τίς ἐστιν ἐν τοῖς εἰρημένοις ἀναρμοστία, ὡς οὐ δέον ἐπὶ τοῦ μονογενοῦς τὰ τοιαῦτα λέγειν ἢ γράφειν; οὐχὶ καὶ ὁ υἱὸς αὐτός ἐστι 20ζωὴ εἰλικρινῶς μία20; οὐχὶ καὶ ἐπ' αὐτοῦ 20ἕνα καὶ τὸν αὐτὸν εἶναι20 προσήκει 20λόγον, κἂν τοῖς ὀνόμασιν ἢ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος20; οὐχὶ καὶ ἐπ' ἐκείνου 20τῶν δύο20 τὸ 20ἕτερον ἐξ ἀνάγκης20 στήσεται, 20ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δη λοῦντα λόγον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν ζωὴν αὐτοῦ, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειεν20; 2.1.489 οὐδὲν παρ' ἡμῶν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τοῦ Εὐνομίου ἐμμέμικται, ἀλλ' ἐπ' αὐτῆς ἤλθομεν τῆς ὁμολογίας καὶ τῆς ἀκολουθίας, μόνον "1τοῦ υἱοῦ"2 παρεν θέντες τὸ ὄνομα. εἰ οὖν καὶ αὐτὸς μία ζωὴ εἰλικρινὴς πάσης συνθέσεως καὶ διπλόης κεχωρισμένη καὶ οὐδὲν ὑπό κειται πρᾶγμα παρὰ τὴν τοῦ υἱοῦ ζωήν (πῶς γὰρ <ἂν> ἐν τῷ ἁπλῷ μίξις ἀλλοτρίου πράγματος ὑποπτεύοιτο; οὐ γὰρ ἂν ἔτι ἁπλοῦν εἴη τὸ μεθ' ἑτέρου νοούμενον), ἁπλῆ δὲ ζωὴ καὶ ἡ τοῦ πατρὸς οὐσία, ἁπλῆς δὲ ζωῆς κατ' αὐτὸν τόν τε τῆς ζωῆς καὶ τὸν τῆς ἁπλότητος λόγον οὐδεμία τίς ἐστι διαφορά, οὔτε ἐπιτάσεως οὔτε ὑφέσεως οὔτε τῆς κατὰ τὸ ποσὸν ἢ ποιὸν ἑτερότητος τὴν παραλλαγὴν ἐμποιούσης, ἀνάγκη πᾶσα τὰ ταῖς αὐταῖς ἐννοίαις συμβαίνοντα καὶ 2.1.490 ὑπὸ τῶν αὐτῶν προσηγοριῶν ὀνομάζεσθαι. εἰ οὖν ἓν τὸ πρᾶγμα τὸ κατὰ τὴν ἁπλότητα τῆς ζωῆς ἐν πατρὶ καὶ υἱῷ καταλαμβάνεται, οὐδεμίαν τοῦ τῆς ἁπλότητος λόγου καθὼς εἴρηται παραλλαγὴν δεχομένου, ἀνάγκη πᾶσα τὸ τῷ ἑνὶ ἐφαρμοζόμενον ὄνομα καὶ πρὸς τὸ ἕτερον προσφυῶς ἔχειν· ὥστε εἰ ἡ ἁπλότης τῆς τοῦ πατρὸς ζωῆς τῷ τῆς ἀγεννησίας ὀνόματι διασημαίνεται, μηδὲ πρὸς τὴν τοῦ υἱοῦ ἁπλότητα 2.1.491 τὴν φωνὴν ἀνοικείως ἔχειν. ὥσπερ γὰρ τὸ λογικὸν καὶ θνητὸν καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος ὀνομάζεται ὁμοίως ἐπί τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ καὶ οὐδὲν τὴν τῆς φύσεως ἐπωνυμίαν ὑπήμειψεν, οὔτε ἐπὶ τοῦ Ἄβελ τὸ διὰ γεννήσεως οὔτε ἐπὶ τοῦ Ἀδὰμ τὸ ἄνευ γεννήσεως εἰς ζωὴν παρελθεῖν, οὕτως εἴπερ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς τοῦ πατρὸς ζωῆς ὄνομα τὴν ἀγεννησίαν ἔχει, ὡσαύτως καὶ ἐπὶ τῆς τοῦ υἱοῦ ζωῆς ἡ αὐτὴ ἔννοια τῇ αὐτῇ φωνῇ κατ' ἀνάγκην ἐφαρμοσθήσεται, εἴπερ 20δεῖ20, καθώς φησιν ὁ Εὐνόμιος, 20δυοῖν θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον20 εἶναι. 2.1.492 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λό γων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα τῶν εὐθυ νόντων αὐτόθεν οὐ μόνον τὸ τοῦ δόγματος βλάσφημον, ἀλλὰ καὶ τὸ τῆς συνηθείας ἄτονον τοῖς συνετοῖς ἐπιδεικνύναι; πολυτρόπως γὰρ οὐκ ἐπὶ τῆς ἡμετέρας ἐννοίας, ἀλλὰ κατὰ τὸ αὐτῷ δοκοῦν τὸ τῆς ἐπινοίας ὄνομα παρερμηνεύων, καθ άπερ ἐν νυκτομαχίᾳ μηδενὸς διακρίνοντος τὸ φίλιόν τε καὶ ἀλλότριον, δι' ὧν ἡμῖν προσπολεμεῖν οἴεται, τὸ ἴδιον δόγμα 2.1.493 κατακεντῶν οὐ συνίησιν. ᾧ γὰρ μάλιστα τῆς ἐκκλησίας τῶν εὐσεβούντων ἑαυτὸν ἀλλοτριοῦν οἴεται δεῖν τοῦτό ἐστι, τὸ κατασκευάζειν 20ὀψέ ποτε τὸν θεὸν γεγενῆσθαι πατέρα καὶ τὸ τῆς πατρότητος ὄνομα νεώτερον εἶναι τῶν λοιπῶν ὀνομάτων, ὅσα περὶ αὐτὸν λέγεται. ἐξ ἐκείνου γὰρ αὐτὸν κληθῆναι πα τέρα ἀφ' οὗ προέθετο γενέσθαι πατὴρ καὶ 2.1.494 ἐγένετο20. ἐπειδὴ τοίνυν ἐν τῷ λόγῳ τούτῳ κατα σκευάζει 20πάσας τὰς ἐπιλεγομένας τῇ θείᾳ φύσει προσηγορίας κατὰ τὸ σημαινόμενον ἀλ λήλαις συμφέρεσθαι καὶ μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν20, ἓν δὲ τῶν ἐπιλεγομένων ἐστὶν ὀνομάτων καὶ ὁ πατήρ (ὡς γὰρ ἄφθαρτός τε καὶ ἀΐδιος, οὕτω καὶ πατὴρ ὀνομάζεται), ἢ κυρώσει καὶ ἐπὶ τῆς φωνῆς ταύτης τὴν περὶ τῶν λοιπῶν ὀνομάτων δόξαν καὶ διαφθερεῖ τὴν πρώτην ὑπόληψιν, εἴπερ πάσαις ταῖς προσηγορίαις καὶ ἡ 2.1.495 τῆς πατρότητος ἔννοια συμπεριειλημμένη τύχοι (δῆλον γὰρ ὅτι εἰ ταὐτὸν εἴη τὸ σημαινόμενον ἀφθάρτου τε καὶ πατρός, ὡς ἀεὶ ἄφθαρτος, οὕτως ἀεὶ καὶ πατὴρ ὁμολογηθήσεται, μιᾶς, ὥς φησι, πᾶσι τοῖς ὀνόμασι τῆς σημασίας οὔσης) ἢ εἰ φοβοῖτο ἐξ ἀϊδίου προσμαρτυρεῖν τῷ θεῷ τὴν πατρότητα, λύσει κατ' ἀνάγκην τὸ ἐπιχείρημα, ἑκάστῳ τῶν ὀνομάτων ἰδιάζουσαν ἐνυπάρχειν ὁμολογῶν σημασίαν, καὶ οὕτως ὁ πολὺς αὐτῷ περὶ τῶν ὀνομάτων ὕθλος πομφόλυγος δίκην 2.1.496 ἀπορραγεὶς κατασβέννυται. εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐν αντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, 20διὰ τὸ ἐξ ἐνεργείας20, ὡς αὐτὸς λέγει, 20ἑκατέρας ἐπι λέγεσθαι τῷ θεῷ τὰς φωνάς20, περιγράψει τὴν πολλὴν ἡμῶν περὶ τὸ προκείμενον ἀσχολίαν, ταῦτα ὁμολογῶν ἃ πολλοῖς ἔδει πόνοις παρ' ἡμῶν διελέγχεσθαι. εἰ γὰρ μία τῆς τε τοῦ δημιουργοῦ καὶ τῆς τοῦ πατρὸς φωνῆς ἡ ση μασία (20ἐξ ἐνεργείας20 γὰρ ἑκατέρα), ἰσοδυναμεῖ πάντως ἀλλήλοις καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα· ὧν γὰρ τὸ σημαινόμενον τὸ αὐτό, τούτων οὐδὲ τὸ ὑποκείμενον πάντως 2.1.497 διάφορον. 20εἰ οὖν ἐξ ἐνεργείας20 καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται, ἔξεστι πάντως καὶ ὑπαλλάξαντι κατὰ τὸ ἀντι στρέφον τοῖς ὀνόμασι χρήσασθαι καὶ εἰπεῖν ὅτι καὶ δημιουρ γὸς τοῦ υἱοῦ καὶ πατὴρ τοῦ λίθου ἐστὶν ὁ θεός, εἴπερ ἄμοιρόν ἐστι τὸ τοῦ πατρὸς ὄνομα τῆς κατὰ φύσιν σχετικῆς σημασίας. τὸ δὲ διὰ τούτου κατασκευαζόμενον οὐκέτ' ἀμ 2.1.498 φίβολον ἔχει τὴν ἀτοπίαν τοῖς γε νοῦν ἔχουσιν. ὡς γὰρ ἄτοπόν ἐστι λίθον ἡγεῖσθαι θεὸν ἢ ἄλλο τι τῶν διὰ κτίσεως ὑποστάντων, οὕτως ὁμολογηθήσεται μηδὲ τῷ μονογενεῖ θεῷ δεῖν προσμαρτυρεῖν τὴν θεότητα, μιᾶς καὶ τῆς αὐτῆς τῆς κατὰ τὴν ἐνέργειαν σημασίας ἀμφοτέρας τῷ θεῷ τὰς κλήσεις κατὰ τὸν Εὐνομίου λόγον προσμαρτυ ρούσης, καθ' ἣν καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται. 2.1.499 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. διαβάλλων γὰρ τὸν ἡμέτερον λόγον τὸν κατὰ διαφόρους ἐπιβολὰς λέγοντα τὴν περὶ θεοῦ γνῶσιν ἡμῖν συναγείρεσθαι φησὶ 20μηκέτ' αὐτὸν παρ' ἡμῶν ἁπλοῦν εἶναι κατασκευάζε σθαι ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι' ἑκάστης προσηγορίας σημαινομένων καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν20. ταῦτα διὰ τῆς ἐμαυτοῦ λέξεως γράφω συντέμνων αὐτοῦ τὴν μακρὰν ἀδολεσχίαν. 2.1.500 ἀλλὰ πρὸς τὴν ματαίαν ταύτην οἶμαι καὶ ἄτονον περιττο λογίαν οὐδὲ τὴν ἀντίρρησιν ἄν τινα τῶν εὖ φρονούντων ἔξω τῆς κατὰ τὴν ἄνοιαν κατηγορίας ποιήσασθαι. εἰ μὲν γάρ τι τοιοῦτον ἐν τοῖς παρ' ἡμῶν εἰρημένοις ἦν, ἔδει πάντως ἡμᾶς ἢ ἀνατίθεσθαι τὰ κακῶς εἰρημένα ἢ τὸ ἀμφίβολον τῆς διανοίας πρὸς τὸ ἀνεύθυνον τῆς ἑρμηνείας ἄγειν. ἐπεὶ δὲ οὔτε εἴρηται παρ' ἡμῶν τοιοῦτον οὐδὲν οὔτε ἡ τῶν εἰρημένων ἀκολουθία πρὸς τὴν τοιαύτην ἀνάγκην ἐξωθεῖ τὴν διάνοιαν, τί δεῖ τοῖς ὁμολογουμένοις ἐνδιατρίβοντα ἀπο 2.1.501 κναίειν τοὺς ἐντυγχάνοντας τῇ παρατάσει τοῦ λόγου; τίς γὰρ οὕτως ἔξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν νοημάτων τὰς εὐσεβεῖς περὶ θεοῦ ὑπολήψεις ἀθροί ζεσθαι σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι ἢ ἐκ μετα λήψεώς τινων ἑαυτῷ συναγείρειν τὴν τελειότητα; εὕρατό τις καθ' ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπει λήφθω καὶ ἀστρονομίας εὑρετὴς εἶναι ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς καὶ γεωμετρίας καὶ ἄλλων τοιούτων ἐπι τηδευμάτων τινῶν· ἆρ' ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ ὀνό ματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, 2.1.502 σύνθετος διὰ τοῦτο ἡ ψυχὴ νομισθήσεται; καίτοιγε πλεῖ στον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινόμενον τῆς ἀστρο νομικῆς ἐπιστήμης καὶ ἡ γραμματικὴ πρὸς τὴν γεωμετρίαν οὐδεμίαν κατὰ τὸ σημαινόμενον τὴν κοινωνίαν ἔχει, οὐδ' αὖ πάλιν ἡ ναυτιλία καὶ ἡ γεωπονία· ἀλλὰ μὴν περὶ τὴν μίαν ψυχὴν ἑκάστου τούτων τὸν λόγον δυνατόν ἐστιν ἀθροι σθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἡ ψυχὴ γίνεται οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαινό 2.1.503 μενον ἀνακίρναται. εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσού των ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγείρειν τῆς φύσεως; 2.1.504 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. 20εἰ δὲ δεῖ20, φησίν, 20ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσίαν αὐτὴν ἀνεπίμικτον καὶ καθαρὰν φυ λάσσει τῶν χειρόνων καὶ τῶν ἐναντίων20. ἡ μὲν οὖν κατηγορία τοσαύτη, ὁ δὲ τῶν ἐγκλημάτων ἔλεγχος τίς; ἴδωμεν τὴν σφοδρὰν αὐτοῦ καὶ ῥητορικὴν καθ' ἡμῶν ἐπιχείρησιν. 20εἰ κατὰ τὸ ἀτελεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν 2.1.505 ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπαναλαβὼν πάλιν τὸ αὐτό φησιν· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτε λεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός20. ὁ μὲν οὖν 20ἀποτομώτερος αὐτοῦ λόγος20 οὗτός ἐστιν, ὃν καθ' ἡμῶν προοίσειν ἠπείλησεν εἰς ἔλεγχον τοῦ τὴν οὐσίαν τοῦ θεοῦ λέγειν ἡμᾶς ἐπιμεμίχθαι τοῖς ἐναντίοις τε καὶ τοῖς χείροσιν. ἐγὼ δὲ φανερὸν μὲν ἡγοῦμαι τοῖς ἐρρωμένον ἔχουσιν ἐν ἑαυτοῖς τὸ τῆς ἀληθείας κριτήριον, ὅτι οὐδεμίαν ἐν τοῖς εἰρημένοις δεδωκότος τοῦ διδασκάλου τῷ συκοφάντῃ λαβήν, παραποιήσας οὗτος πρὸς τὸ δοκοῦν τὰ εἰρημένα τὴν μειρακιώδη ταύτην τοῦ σοφίσματος παιδιὰν συνεπέρανεν. 2.1.506 πλὴν ὡς ἂν ἐκδηλότερον πᾶσι γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐκεῖνό τε πάλιν ἐπὶ λέξεως ἀναγνώσομαι καὶ ἀντιπαραθήσω τούτοις τοῦ Εὐνομίου τὰ ῥήματα. "1ἄφθαρτον, φησὶν ὁ δι δάσκαλος, καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπί πτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ 2.1.507 τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω καὶ τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἐνθεωρούντων ἡμῶν ταῦτα."2 οὗτος τοῦ διδασκάλου ὁ λόγος, τοῦτο παιδεύων ἡμᾶς διὰ τῶν εἰρημένων, ὅτι μία οὖσα τῇ φύσει καὶ συνεχὴς πρὸς ἑαυτὴν ἡ θεία ζωὴ οὔτε ἀπὸ ἀρχῆς τινος ἄρχεται οὔτε πέρατί τινι περιγράφεται, καὶ ὅτι τὰς ἐπιθεωρουμένας τῇ ζωῇ ταύτῃ ἐννοίας ἔξεστι δι' ὀνομάτων τινῶν φανερὰς 2.1.508 καταστῆσαι. τό τε γὰρ μὴ ἐξ αἰτίας εἶναί τινος διὰ τῆς τοῦ ἀνάρχου τε καὶ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν, καὶ τὸ μηδενὶ περιγράφεσθαι τέλει μηδὲ εἰς φθορὰν διαλύεσθαι, τοῦτο ἡ τοῦ ἀφθάρτου τε καὶ ἀτελευτήτου διασημαίνει λέξις· καὶ τούτῳ διορίζεται τὸ δεῖν ἐπὶ τῆς θείας ζωῆς τὸ μὲν τὴν ἀρχὴν μὴ ἔχειν ἀγεννήτως εἶναι λέγειν, τὸ δὲ ἀτελευτήτως εἶναι ἄφθαρτον κατονομάζειν, ἐπειδὴ πᾶν τὸ τοῦ εἶναι παυσάμενον ἐν ἀφανισμῷ γίνεται πάντως, ἀφανισμὸν δὲ τοῦ ὄντος ἀκούσαντες τὴν τοῦ συνεστῶτος φθορὰν ἐνοήσαμεν. τὸν οὖν μηδέποτε τοῦ εἶναι παυόμενον ἀλλότριόν τε τῆς κατὰ φθορὰν διαλύσεως ὄντα ἄφθαρτον ὀνομάζεσθαι λέγει. 2.1.509 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος; 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. τίς ταῦτά σοι δέδωκεν, ὦ Εὐνόμιε, ὡς μὴ πάσῃ συνθεωρεῖσθαι τῇ ζωῇ τοῦ θεοῦ τὴν ἀφθαρσίαν; τίς διελὼν εἰς δύο τὴν θείαν ζωὴν ἰδιαζούσαις φωναῖς ἐπονομάζει τῶν ἡμιτόμων ἑκάτερον, ὥστε ᾧπερ ἂν τμήματι τοῦτο προσῇ τὸ ὄνομα, 2.1.510 μὴ προσεῖναι λέγειν αὐτῷ καὶ τὸ ἕτερον; τῆς σῆς αὕτη διαλεκτικῆς ἡ δριμύτης, τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν φθαρτὴν εἰπεῖν εἶναι καὶ τῇ ἀφθάρτῳ μὴ συνθεωρεῖσθαι τὸ ἄναρχον· ὅμοιον ὥσπερ ἂν εἴ τις λογικόν τε καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγοι, ἑκάτερον ἐφαρμόζων τούτων τῶν ὀνομάτων τῷ ὑποκειμένῳ κατὰ διά φορον ἐπιβολήν τε καὶ ἔννοιαν, ἔπειτα παρά τινος τοιούτου καταχλευάζοιτο διεξιόντος τὰ ὅμοια, ὅτι εἰ δεκτικὸς νοῦ καὶ ἐπιστήμης ὁ ἄνθρωπος, λογικὸς κατὰ τοῦτο εἶναι οὐ δύναται, ἀλλὰ καθ' ὃ δεκτικός ἐστιν ἐπιστήμης, τοῦτο μόνον ἔσται, τὸ δὲ ἕτερον οὐ χωρήσει ἡ φύσις, καὶ πάλιν εἰ λογικὸν ὁρίζοι τὸν ἄνθρωπον, οὐκέτι αὐτῷ τὸ δεκτικὸν τοῦ 2.1.511 νοῦ συγχωρήσει. καθ' ὃ γὰρ λογικός ἐστιν, ἀμέτοχος δια νοίας ἀναδειχθήσεται. εἰ δὲ πρόδηλον ἐν τούτοις ἐστὶ παντὶ τὸ γελοῖόν τε καὶ ἀνόητον, οὐδὲ ἐπ' ἐκείνου πάντως ἀμφίβολον. ἀναγνοὺς γὰρ τοῦ διδασκάλου τὴν ῥῆσιν σκιὰν εὑρήσεις τὴν παιδιὰν τοῦ σοφίσματος. οὔτε γὰρ ἐν τῷ κατὰ τὸν ἄνθρωπον ὑποδείγματι τὸ δεκτικὸν τῆς ἐπιστήμης ὑπὸ τοῦ λόγου κωλύεται ἢ ὑπὸ τοῦ δεκτικοῦ τῆς διανοίας ὁ λόγος, οὔτε τὸ ἀΐδιον τῆς θείας ζωῆς ἢ τὸ ἄφθαρτον οὐκ ἔχει, ἐὰν ἄναρχον ᾖ, ἢ εἴπερ τὴν ἀφθαρσίαν τις αὐτῇ 2.1.512 μαρτυρήσειε, τὸ ἀνάρχως εἶναι ἀφαιρεθήσεται. ἀλλ' ὁ τῇ τέχνῃ τῆς διαλεκτικῆς ἀγχινοίας ἀναζητῶν τὴν ἀλήθειαν ἐκ τῶν ἰδίων τῷ ἡμετέρῳ λόγῳ παρενθεὶς ἃ ἐβούλετο ἑαυτῷ μάχεται καὶ ἑαυτὸν ἀνατρέπει, τῶν ἡμετέρων οὐ προσ απτόμενος. τὸ γὰρ παρ' ἡμῶν οὐδὲν ἕτερον ἦν ἢ τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν ἀγέννητον δι' ἐπινοίας ὀνομάζεσθαι λέγειν, ὀνομάζεσθαι, οὐχὶ γίνεσθαι, καὶ τὴν εἰς τὸ ἀόριστον προϊοῦσαν τῇ τοῦ ἀφθάρτου σημαίνειν προσηγορίᾳ, οὐ ποιεῖν 2.1.513 ἄφθαρτον, ἀλλὰ σημαίνειν οὖσαν τοιαύτην. ὥστε τὸ μὲν ἀόριστον καθ' ἑκάτερον εἶναι τὴν θείαν ζωὴν τοῦ ὑποκει μένου ἴδιον εἶναι, τὸ δὲ οὕτως ἢ οὕτως τὰ ἐπιθεωρούμενα τῷ ὑποκειμένῳ νοήματα λέγεσθαι περὶ τὴν φωνήν ἐστι μόνον τὴν ἐνδεικτικὴν τοῦ σημαινομένου νοήματος. ἓν νόημα περὶ τὴν θείαν ζωὴν τὸ μὴ ἐξ αἰτίας αὐτὴν εἶναι· τοῦτο ἡ τοῦ ἀγεννήτου λέξις ἐνδείκνυται. ἕτερον νόημα περὶ τὴν θείαν ζωὴν τὸ ἀόριστον αὐτὴν εἶναι καὶ ἀτελεύ τητον· τοῦτο ἡ τοῦ ἀφθάρτου προσηγορία παρίστησιν· ὥστε τὸ μὲν ὑποκείμενον εἶναι, ὅπερ ἐστίν, ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα, τὸ δὲ μήτε ἐξ αἰτίας αὐτὸ εἶναι μήτε εἰς τὸ ἀνύπαρκτόν ποτε περιΐστασθαι, ταῦτα διὰ τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας σημαίνεσθαι. 2.1.514 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννη τός20. τοῦτο δὲ κἂν μὴ παρ' ἡμῶν διευκρινηθῇ τῷ λόγῳ, παντὶ πρόδηλόν ἐστι τῷ καὶ ὁπωσοῦν διανοίας μετέχοντι ὅπως ἐστὶ καταγέλαστον καὶ ἀνόητον, μᾶλλον δὲ ἀσεβὲς 2.1.515 καὶ κατάκριτον. ᾧ γὰρ λόγῳ κατασκευάζει τὴν τοῦ φθαρτοῦ πρὸς τὸ ἄναρχον συζυγίαν, τῷ αὐτῷ τρόπῳ παντὸς εὐσεβοῦς τε καὶ θεοπρεποῦς καταπαίζει ὀνόματος. οὐ γὰρ μόνον τὰ δύο ταῦτα περὶ τὴν θείαν θεωρεῖται ζωήν, τὸ ἀνάρχως τε εἶναι καὶ φθορὰν μὴ προσδέχεσθαι, ἀλλὰ καὶ ἄϋλός τε καὶ ἀόργητος λέγεται ἄτρεπτός τε καὶ ἀσώματος ἀόρατός τε καὶ ἀσχημάτιστος ἀληθής τε καὶ δίκαιος, καὶ ἄλλα μυρία περὶ τὴν θείαν ζωήν ἐστι νοήματα, ὧν ἕκαστον ἐφ' ἑαυτοῦ κατά τινα ἰδιάζουσαν ἔννοιαν ταῖς σημαντικαῖς 2.1.516 φωναῖς ἐξαγγέλλεται. παντὶ τοίνυν ὀνόματι, τῷ σημαντικῷ λέγω τῆς θεοπρεποῦς ὑπολήψεως, ἔξεστι συμπλέξαι τὴν ἐπινοηθεῖσαν παρὰ τοῦ Εὐνομίου κατὰ τὸ ἀλλόκοτον συζυ γίαν. οἷον τὸ ἄϋλόν τε καὶ τὸ ἀόργητον ἀμφότερα λέγεται περὶ τὴν θείαν ζωήν, ἀλλ' οὐ κατὰ τῆς αὐτῆς διανοίας ἑκάτερον· τὸ μὲν γὰρ καθαρεύειν ὑλικῆς ἐπιμιξίας τὸ θεῖον διὰ τῆς τοῦ ἀΰλου φωνῆς ἐνοήσαμεν, ἐν δὲ τῷ ἀοργήτῳ ἡ 2.1.517 ἀλλοτρίωσις τοῦ κατὰ τὴν ὀργὴν πάθους σημαίνεται. ἐπι δραμεῖται τοίνυν καὶ τούτοις κατὰ τὸ εἰκὸς ὁ Εὐνόμιος καὶ τὸ ἴσον ἐν τοῖς εἰρημένοις ὀρχήσεται. λέξει γὰρ κατὰ τὸν αὐτὸν εἱρμὸν τὴν ἀτοπίαν συμπλέκων· εἰ καθὸ κεχώρισται τῆς ὑλικῆς ἐπιμιξίας, ἄϋλος λέγεται, κατὰ τοῦτο οὐκ ἔσται ἀόργητος, καὶ εἰ διὰ τὸ μὴ προσίεσθαι τὴν ὀργήν ἐστιν ἀόργητος, οὐκ ἔστι δυνατὸν ἐπ' αὐτοῦ ὁμολογεῖσθαι τὸ ἄϋλον, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ἐν μὲν τῷ καθαρεύειν ὕλης ἄϋλος ὁμοῦ καὶ ὀργίλος ἀναδειχθήσεται, ἐν δὲ τῷ τὴν ὀργὴν μὴ προσίεσθαι ἀόργητός τε καὶ ὑλικὸς κατὰ ταὐτὸν εὑρεθήσεται. οὕτως καὶ ἐπὶ τῶν ἄλλων ποιήσει 2.1.518 πάντων. καὶ εἰ δοκεῖ, προθῶμεν ἑτέραν συζυγίαν ὀνομάτων τοιαύτην, τὸ ἄτρεπτον λέγω καὶ τὸ ἀσώματον. τῶν γὰρ δύο τούτων ὀνομάτων ἑκατέρου κατὰ τὴν ἰδιάζουσαν ἔμφασιν ἐπὶ τῆς θείας λεγομένων ζωῆς, ὁμοίως καὶ ἐπ' αὐτῶν ἡ τοῦ Εὐνομίου σοφία κατασκευάσει τὴν ἀτοπίαν. εἰ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχον τῇ φωνῇ τοῦ ἀτρέπτου σημαίνεται καὶ τὸ νοερὸν τῆς οὐσίας ἡ τοῦ ἀσωμάτου προσηγορία παρί στησιν, ἐρεῖ πάντως τὰ αὐτὰ καὶ ἐπὶ τούτων ὁ Εὐνόμιος, ὅτι ἀσύμβατά ἐστι καὶ ἀλλότρια καὶ ἀκοινωνήτως ἔχει πρὸς ἄλληλα τὰ τοῖς ὀνόμασιν ἐνθεωρούμενα τούτοις νοήματα. 2.1.519 ἐν μὲν γὰρ τῷ πάντοτε ὡσαύτως ἔχειν τὸ θεῖον μόνον ἄτρεπτον ἔσται καὶ οὐκ ἀσώματον, ἐν δὲ τῷ νοερῷ τε καὶ ἀειδεῖ τῆς οὐσίας τὸ μὲν ἀσώματον ἔχει, τοῦ δὲ ἀτρέπτου κεχώρισται· ὥστε συμβαίνειν ὅταν μὲν τὸ ἀναλλοίωτον ἐπὶ τῆς θείας θεωρῆται ζωῆς, μετὰ τοῦ ἀτρέπτου καὶ σῶμα αὐτὴν εἶναι κατασκευάζεσθαι, ὅταν δὲ τὸ νοερὸν ἐξετάζηται, ὁμοῦ τε ἀσώματον αὐτὴν εἶναι καὶ τρεπτὴν διορίζεσθαι. 2.1.520 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον; ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀλογίαν ταύτην κατασκευαζομένην θεάσασθαι. καὶ γὰρ καὶ τὸ ἀληθινὸν καὶ τὸ δίκαιον ὁμοίως ἀλλήλοις κατὰ τὴν προλαβοῦσαν πλοκὴν μαχεσθήσεται· ἄλλο γὰρ τῆς ἀληθείας καὶ ἕτερον 2.1.521 τοῦ δικαίου τὸ σημαινόμενον. ὥστε εἰπεῖν ἂν ἐκ τοῦ ἀκο λούθου καὶ περὶ τούτων Εὐνόμιον τῷ μὲν δικαίῳ τὸ ἀληθὲς μὴ παρεῖναι, τῇ δὲ ἀληθείᾳ λείπειν τὸ δίκαιον, καὶ συμ βαίνειν ὅταν τὸ τῆς ἀδικίας ἀλλότριον ἐπὶ θεοῦ τις λογί ζηται, δίκαιόν τε καὶ ψευδὲς εἶναι τὸ θεῖον κατὰ ταὐτὸν ἀποφαίνεσθαι, ἐὰν δὲ τὴν πρὸς τὸ ψεῦδος αὐτοῦ ἀλλο τρίωσιν λογιζώμεθα, ἀληθὲς ἅμα καὶ ἄδικον κατασκευάζειν 2.1.522 τὸ θεῖον. οὕτως τὸ ἀόρατον, οὕτως τὸ ἀσχημάτιστον. ἐξέσται γὰρ διὰ τῶν * κατὰ τὴν ὁμοιότροπον τοῖς προ εκτεθεῖσι σοφίαν μήτε ἐν τῷ ἀσχηματίστῳ τὸ ἀόρατον εἶναι λέγειν μήτε ἐν τῷ ἀοράτῳ τὸ ἀσχημάτιστον, ἀλλὰ τῷ μὲν ἀοράτῳ συμπλέξει τὸ σχῆμα, ὁρατὸν δὲ διὰ τῆς ἀναστρο φῆς κατασκευάσει τὸ ἀσχημάτιστον, τὰ αὐτὰ ἐπὶ τούτων εἰπών, ἃ περὶ τοῦ ἀφθάρτου τε καὶ ἀνάρχου ἐτεχνολόγησεν, ὅτι ὅταν τὸ ἀσύνθετον τῆς θείας ζωῆς λογιζώμεθα, ἀσχη μάτιστον μὲν αὐτὴν ὁμολογοῦμεν, οὐ μὴν καὶ ἀόρατον, καὶ ὅταν τὸ μὴ δύνασθαι σωματικοῖς ὀφθαλμοῖς τὸν θεὸν ἰδεῖν ἐννοήσωμεν, τὸ ἀόρατον αὐτῷ συγχωρήσαντες τὸ ἔξω σχή 2.1.523 ματος εἶναι οὐ συνθησόμεθα. εἰ δὲ ταῦτα καταγέλαστα πᾶσιν ὁμοίως δοκεῖ καὶ ἀνόητα, πολὺ μᾶλλον ἐκείνων τὴν ἀτοπίαν ὁ νοῦν ἔχων καταψηφίσεται, ὅθεν ὁρμηθεὶς ὁ λόγος ἐπὶ ταῦτα δι' ἀκολούθου τὴν ἀτοπίαν προήγαγεν. Ἀλλ' ἐπιλαμβάνεται τῆς τοῦ διδασκάλου φωνῆς, ὡς οὐ δεόντως ἐν τῷ ἀτελευτήτῳ θεωρούσης τὸ ἄφθαρτον καὶ ἐν τῷ ἀφθάρτῳ νοούσης τὸ ἀτελεύτητον. οὐκοῦν τι παρα πλήσιον τῇ ἀγχινοίᾳ τοῦ Εὐνομίου καὶ ἡμεῖς γελοιάσωμεν. ἐξετάσωμεν γὰρ τὴν τοιαύτην αὐτοῦ γνώμην περὶ τῶν ὀνο 2.1.524 μάτων τούτων, ἥτις ἐστίν. ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ· εἰ δὲ ἄλλο φήσει τοῦ ἀφθάρτου εἶναι καὶ ἕτερον τοῦ ἀτελευτήτου τὸ σημαινόμενον, ἀνάγκη πᾶσα ἐπὶ τῶν ἀλλοτρίως ἐχόντων πρὸς ἄλληλα μὴ τὸ αὐτὸ εἶναι κατὰ τὴν δύναμιν 2.1.525 τῷ ἑτέρῳ τὸ ἕτερον. οὐκοῦν εἰ ἄλλη τοῦ ἀφθάρτου ἡ ἔν νοια καὶ τοῦ ἀτελευτήτου πάλιν ἑτέρα, καί ἐστι τούτων ἑκάτερον ὅπερ οὐκ ἔστι τὸ ἕτερον, οὔτε τὸ ἄφθαρτον ἀτε λεύτητον εἶναι δώσει οὔτε τὸ ἀτελεύτητον ἄφθαρτον, ἀλλὰ φθαρτὸν μὲν ἔσται τὸ ἀτελεύτητον, τελευτητὸν δὲ τὸ ἄφθαρτον. ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας μὴ καθ' 2.1.526 ἡμῶν τρέψαι τὴν ἐπὶ τῷ γελοίῳ κατάγνωσιν. ταῦτα γὰρ ἡμεῖς πρὸς τὸν γελοιαστὴν ὑπ' ἀνάγκης ἐπαίξαμεν, ἵνα διὰ τῆς ὁμοίας παιδιᾶς τὴν μειρακιώδη τοῦ σοφίσματος αὐτοῦ πλοκὴν διαλύσωμεν. ἀλλ' εἰ μὴ βαρύ τε καὶ ὀχληρὸν τοῖς ἐντυγχάνουσι φαίνοιτο, οὐκ ἄκαιρον ἂν εἴη πάλιν ἐπὶ λέξεως ἐκθέσθαι τοῦ Εὐνομίου τὰ ῥήματα. 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπανα λαβὼν τὸ αὐτὸ πάλιν φησὶν 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεν 2.1.527 νητός20. τὰς γὰρ ἀκαίρους ἐν τῷ μέσῳ τῶν περιττῶν παρενθήκας ὡς οὐδὲν πλέον εἰς τὴν τοῦ λόγου κατασκευὴν συντελούσας παρίημι. ἀλλὰ τὴν μὲν διάνοιαν τῶν ἡμετέρων λόγων, ἀφ' ὧν αὐτὸς οὗτος παρέθετο, παντὶ ῥᾴδιον οἶμαι κατανοῆσαι ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὴν κατα σκευασθεῖσαν αὐτῷ καθ' ἡμῶν κατηγορίαν. ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, φησὶν ὁ διδά σκαλος, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις 2.1.528 χρώμενοι. τῷ γὰρ ὑπερεκπίπτειν αὐτόν, φησί, τῆς τῶν αἰώνων περιγραφῆς κατὰ πᾶν διάστημα τῆς χρονικῆς πα ρατάσεως, εἴτε τὸ ἐξ ἀρχῆς εἴτε τὸ ἐφεξῆς λογιζοίμεθα, τὸ καθ' ἑκατέραν ἔννοιαν τῆς ἀϊδίου ζωῆς ἀόριστόν τε καὶ ἀπερίγραπτον τὸ μὲν τῷ τῆς ἀφθαρσίας ὀνόματι, τὸ δὲ τῷ τῆς ἀγεννησίας διασημαίνομεν. οὑτοσὶ δέ φησι λέγειν ἡμᾶς ὅτι τὸ ἄναρχον οὐσία ἐστὶ καὶ τὸ ἀτελεύτητον οὐσία πάλιν ἐστίν, ὡς δύο τμήματα οὐσιῶν κατὰ τὸ ἐναντίον λεγόμενα παρ' ἡμῶν συμβάλλεσθαι· καὶ οὕτω κατασκευάζει τὸ ἄτοπον, τὰ ἑαυτοῦ τιθεὶς καὶ τοῖς ἑαυτοῦ συμπλεκόμενος, καὶ τὰς παρ' ἑαυτοῦ συντεθείσας διανοίας ἐξωθῶν εἰς τὸ ἄτοπον 2.1.529 κατ' οὐδὲν τῶν ἡμετέρων προσάπτεται. τὸ γὰρ κατὰ τὸ ἀτελεύτητον τῆς ζωῆς μόνον τὸν θεὸν ἄφθαρτον εἶναι τού του ἐστὶ καὶ οὐχ ἡμέτερον. ὡσαύτως καὶ τὸ ἄφθαρτον ἄναρχον μὴ εἶναι τῆς αὐτῆς ἐστιν ἀγχινοίας [τὸ] εὕρημα τῆς τὸ μὴ προσὸν εἰς τὸν τῆς οὐσίας λόγον κατατασσούσης. ἡμεῖς γὰρ οὐδὲν τῶν μὴ προσόντων οὐσίαν εἶναι διοριζό 2.1.530 μεθα. οὐ πρόσεστι δὲ τῷ θεῷ οὔτε τὸ εἰς φθορὰν τὴν ζωὴν καταλῆξαι οὔτε τὸ ἀπὸ γεννήσεως τοῦ εἶναι ἄρξασθαι· ὅπερ διὰ τῶν δύο τούτων ὀνομάτων, τῆς τε ἀφθαρσίας καὶ τῆς ἀγεννησίας, παρίσταται. ὁ δὲ τὸν ἴδιον λῆρον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλήσας ἑαυτὸν στηλιτεύων διὰ τῆς 2.1.531 κατηγορίας τῆς καθ' ἡμῶν οὐ συνίησιν. ὁ γὰρ οὐσίαν τὴν 20ἀγεννησίαν20 εἶναι διοριζόμενος εἰς αὐτὴν κατὰ τὸ ἀκό λουθον τὴν ἀτοπίαν ἐκβήσεται ἣν τοῖς ἡμετέροις δόγμασιν ἐπιφέρει. ἄλλο γὰρ τῆς ἀρχῆς καὶ ἄλλο τοῦ τέλους κατὰ τὴν διαστηματικὴν παράτασιν νοουμένων, εἰ μὲν τὴν ἑνὸς τούτων στέρησιν οὐσίαν τις εἶναι δοίη, ἐξ ἡμισείας αὐτοῦ τὴν ζωὴν ὑποστήσει μόνῳ τῷ ἀνάρχῳ ὑφεστῶσαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι διὰ τῆς φύσεως ἐπεκτείνουσαν, εἴπερ 2.1.532 φύσις ἡ ἀγεννησία νομίζοιτο· εἰ δὲ ἀμφότερά τις οὐσίαν εἶναι βιάζοιτο, ἀνάγκη πᾶσα κατὰ τὸν ἀποδοθέντα τοῦ Εὐνομίου λόγον ἑκάτερον τῶν ὀνομάτων κατὰ τὴν ἐγκει μένην ἔμφασιν καὶ ἐν τῷ τῆς οὐσίας λόγῳ τὸ εἶναι ἔχειν τοσοῦτον ὑπάρχον μόνον, ὅσον ἡ σημασία τῆς προσηγορίας ἐνδείκνυται· καὶ οὕτως ἰσχυρὸς ὁ τοῦ Εὐνομίου λόγος γενή σεται οὔτε τοῦ ἀνάρχου τὸ ἀτελεύτητον ἔχοντος οὔτε τοῦ ἀτελευτήτου τὸ ἄναρχον, ἐπειδὴ κατὰ τὸν λόγον αὐτοῦ καὶ οὐσία τῶν εἰρημένων ἐστὶν ἑκάτερον καὶ ἀμίκτως τὰ δύο ταῖς ἐννοίαις ἔχει πρὸς ἄλληλα, καὶ οὔτε ἡ ἀρχὴ πρὸς τὸ τέλος τὸν αὐτὸν ἔχει λόγον οὔτε τὰ ἀναιρετικὰ τούτων ὀνό ματα πρὸς ἄλληλα ταῖς σημασίαις συμφέρεται. 2.1.533 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ κατὰ τὸ ἀγέννητον ἀτελεύτητος, ὡς μιᾶς ἐν ἑκατέροις τῶν ὀνομάτων ἐμφάσεως οὔσης. εἰ τοίνυν καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ ταὐτόν ἐστι κατὰ τὸ σημαινόμενον τὸ ἀτελεύτητόν τε καὶ ἀγέννητον, ἀτελεύτητον δὲ καὶ τὸν υἱὸν εἶναι συντίθεται, ἀγέννητον ἐκ τῆς ἀκολουθίας ταύτης καὶ τὸν υἱὸν κατ' ἀνάγκην συν θήσεται, εἴπερ ταὐτόν ἐστι, καθὼς εἴρηκε, τῷ ἀνάρχῳ τὸ 2.1.534 ἀτελεύτητον. ὡς γὰρ ἐν τῷ ἀγεννήτῳ βλέπει τὸ ἀτελεύ τητον, οὕτως ὁμολογεῖ νενοηκέναι καὶ ἐν τῷ ἀτελευτήτῳ τὸ ἄναρχον. οὐ γὰρ ἂν ἐν τῷ ἴσῳ τὴν τῶν ὀνομάτων ἀνα στροφὴν ἐποιήσατο. ἀλλὰ 20φύσει καὶ οὐ παραθέσει τῶν αἰώνων20, φησίν, 20ὁ θεός ἐστιν ἀγέννητος20. τίς δὲ ὁ περὶ τούτου μαχόμενος, τὸ μὴ φύσει τὸν θεὸν πᾶν 2.1.535 εἶναι ὅ τι καὶ λέγεται; καὶ γὰρ καὶ δίκαιον καὶ δυνατὸν καὶ πατέρα καὶ ἄφθαρτον οὔτε τῇ πρὸς τοὺς αἰῶνας παρα θέσει λέγομεν τὸν θεὸν εἶναι οὔτε τῇ πρὸς ἕτερόν τι τῶν ὄντων ἀναφορᾷ, ἀλλὰ περὶ αὐτὸ τὸ ὑποκείμενον, ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστίν, πᾶσαν εὐσεβῆ θεωροῦμεν ὑπόληψιν. ὡς εἴ γε καθ' ὑπόθεσιν μήτε αἰὼν μήτε τι ἄλλο τῶν κατὰ τὴν κτίσιν νοουμένων δεδημιούργητο, οὐδὲν ἧττον ἦν ἂν ὁ θεὸς ὅπερ νῦν εἶναι πεπίστευται, οὐδὲν τῶν αἰώνων εἰς τὸ 2.1.536 γενέσθαι ὅ ἐστι προσδεόμενος. ἀλλ' 20οὐκ ἐπείσακτον20, φησίν, 20οὐδὲ σύνθετον οὐδὲ διάφορον ἔχει ζωήν· αὐτὸς γάρ ἐστιν ἡ ἀΐδιος ζωὴ κατ' αὐτὴν τὴν ζωὴν ἀθάνατος, κατ' αὐτὴν τὴν ἀθανασίαν ἄ φθαρτος20. ταῦτα καὶ περὶ τοῦ μονογενοῦς μεμαθήκαμεν, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι, εἰ μή τις ἄρα ταῖς Ἰωάννου φωναῖς ἐκ τοῦ προφανοῦς διαμάχοιτο. οὔτε γὰρ ἐπεισήχθη τῷ υἱῷ ἡ ζωή (Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή) οὔτε σύνθετος αὐτοῦ ἡ ζωὴ οὔτε διάφορος, ἀλλὰ κατ' αὐτήν ἐστι τὴν ζωὴν ἀθάνατος (<ἐν> τίνι γὰρ ἄν τις ἄλλῳ τὸ ἀθάνατον πλὴν ἐν ζωῇ θεωρήσειε;) καὶ κατ' αὐτὴν τὴν ἀθανασίαν ἄφθαρτος. τὸ γὰρ θανάτου κρεῖττον καὶ φθορᾶς πάντως ἐστὶν ἀνεπίδεκτον. 2.1.537 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες· ἐξ ἐκείνης γὰρ δοκεῖ μοι τῆς παρασκευῆς τὰ εἰρημένα προενηνοχέναι. τί γάρ φησιν; 20ἄφθαρτος ὢν ἀνάρχως ἀγέννητός ἐστιν ἀτε λευτήτως οὔτε καθ' ἕτερον οὔτε δι' ἕτερον οὔτε πρὸς ἕτερον λεγόμενος20. ὁ γὰρ κεκαθαρμένος τὴν ἀκοὴν καὶ διορατικὸς τὴν διάνοιαν οἶδε καὶ πρὸ τῶν ἐμῶν λόγων ὅτι πλὴν τοῦ πατάγου τῶν ὀνομάτων, ἃ τῇ ἀλλοκότῳ αὐτῶν συμπλοκῇ κατεκρότησεν, οὐδὲν ἴχνος ἐπι 2.1.538 στημονικῆς διανοίας ἐν τοῖς εἰρημένοις εὑρίσκεται. εἰ δὲ ἄρα τις καὶ σκιὰ νοήματος τῷ ψόφῳ τῶν ῥημάτων ἐνευ ρεθείη, ἀσεβὲς τὸ εὑρεθὲν ἔσται πάντως ἢ καταγέλαστον. τί γὰρ νοῶν τοῦτο λέγεις, εἰπέ μοι, ὅτι ἄναρχός ἐστιν ἀτελευτήτως καὶ ἀτελεύτητος ἀνάρχως; ἆρα ταὐτὸν οἴει τὴν ἀρχὴν εἶναι τῷ τέλει καὶ καθ' ἑνὸς κεῖσθαι νοήματος τὰς δύο φωνάς, ὡς Πέτρου καὶ Σίμωνος αἱ προσηγορίαι ἕν τι τὸ ὑποκείμενον δι' ἑαυτῶν δηλοῦσι, καὶ τούτου χάριν ὥσπερ τὴν ἀρχὴν τῷ τέλει ταὐτὸν εἶναι νομίζεις, οὕτως συνάψας πρὸς μίαν σημασίαν τὰς δύο φωνὰς τὰς ἑκατέρου τούτων ἀναιρετικάς, τοῦ τέλους λέγω καὶ τῆς ἀρχῆς, ἐκ τοῦ ἀντιστρόφου νοήσας τῷ ἀνάρχῳ ταὐτὸν εἶναι τὸ ἀτε λεύτητον μίαν τὰς δύο φωνὰς συγχέας ἐν ἀλλήλαις ἐποίησας, καὶ τοῦτό σοι βούλεται τῶν ὀνομάτων ἡ μίξις ἐν τῷ λέγειν ἀγέννητον εἶναι ἀτελευτήτως καὶ ἀτελεύτητον ἀγεννήτως; 2.1.539 καὶ πῶς οὐκ εἶδες τὸ ἀσεβὲς ἐν τοῖς λεγομένοις ἅμα καὶ καταγέλαστον; εἰ γὰρ ἐκ τοῦ ἴσου γίνεται διὰ τῆς καινῆς ταύτης μίξεως ἡ τῶν ὀνομάτων ἀναστροφή, ὡς τὸ ἀγέν νητον ἀτελευτήτως εἶναι ἀγέννητον καὶ τὸ ἀτελεύτητον ἀγεννήτως εἶναι ἀτελεύτητον, ἀνάγκη πᾶσα πᾶν ἀτελεύτητον μὴ ἄλλως εἶναι εἰ μὴ ἀγεννήτως εἴη· καὶ οὕτως εὑρίσκεταί σοι, ὦ φίλτατε, ἡ πολυθρύλητος 20ἀγεννησία20 ἡ μόνη κατὰ σὲ τοῦ πατρὸς τὴν οὐσίαν χαρακτηρίζουσα κοινοποιουμένη πρὸς πᾶν τὸ ἀθάνατον καὶ πάντα ποιοῦσα τῷ πατρὶ ὁμο ούσια, διὰ τὸ πᾶσιν ὁμοίως ἐμφαίνεσθαι, οἷς διὰ τῆς ἀθα νασίας πρόεισιν ἡ ζωὴ πρὸς τὸ ἄπειρον, ἀρχαγγέλοις ἀγγέ λοις ἀνθρωπίναις ψυχαῖς, τάχα δὲ καὶ αὐτῇ τῇ ἀποστατικῇ 2.1.540 δυνάμει, τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν. εἰ γὰρ τὸ ἀτελεύ τητόν τε καὶ ἄφθαρτον ἀγεννήτως κατὰ τὸν σὸν λόγον πάντως ἐστί, παντὶ τῷ ἀτελευτήτῳ τε καὶ ἀφθάρτῳ συν θεωρεῖσθαι πάντως χρὴ τὸ ἀγέννητον. τούτοις περιπί πτουσιν οἱ πρὶν μαθεῖν ἃ προσήκει μαθεῖν, δι' ὧν διδάσκειν 2.1.541 ἐπιχειροῦσι τὴν ἑαυτῶν ἀμαθίαν δημοσιεύοντες. εἰ γὰρ εἶχέ τινα διακριτικὴν ἐπιστήμην, οὐκ ἂν ἠγνόησε τὴν ἰδιαζόντως ἐγκειμένην τῷ τε ἀνάρχῳ καὶ τῷ ἀτελευτήτῳ διάνοιαν, καὶ ὅτι τὸ μὲν ἀτελεύτητον κοινὸν πάντων ἐστίν, ὅσα διαρκεῖν πεπίστευται τῇ ζωῇ πρὸς τὸ ἄπειρον, τὸ δὲ ἄναρχον μόνου 2.1.542 ἐστὶ τοῦ ἄνευ αἰτίας ὄντος. πῶς οὖν ἐστι τὸ πάντων κοινὸν ἰσοδύναμον ἐκείνων νομίσαι, ὃ μόνου τοῦ θεοῦ κατ' ἐξαί ρετον εἶναι παρὰ πάντων πεπίστευται, ὥστε διὰ τούτου ἢ κοινοποιῆσαι πρὸς πάντα τὰ τῆς ἀθανασίας μετέχοντα τὸ ἀγέννητον ἢ μηδὲν ἀθάνατον συγχωρεῖν εἶναι, εἴπερ μόνου ἐστὶ τοῦ ἀγεννήτου τὸ ἀτελευτήτως εἶναι, καὶ τὸ ἔμπαλιν εἰ τοῦ ἀτελευτήτου μόνου ἐστὶ τὸ ἀγεννήτως εἶναι. οὕτω γὰρ ἂν εἶναι νομισθείη τὰ ἀτελεύτητα πάντα ἀγέννητα. 2.1.543 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοι δορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὰ πλεῖστα τῶν ἐφεξῆς παρα δραμεῖν ἀνεξέταστα. ἐν πᾶσι γὰρ ὁ αὐτός ἐστιν οὐ τοῖς παρ' ἡμῶν συμπλεκόμενος, ἀλλ' ἑαυτῷ διδοὺς ὡς ἐκ τοῦ ἡμετέρου δῆθεν τὰς πρὸς ἀντίρρησιν ἀφορμάς· οἷς τὸ δι' ἀκριβείας ἐπεξιέναι μάταιον ἄν τις εἴποι τῶν κρίνειν ἐπε σκεμμένων, ἑκάστου τῶν μετὰ διανοίας ἐντυγχανόντων αὐτὸν τῷ συγγράμματι ἐξ αὐτῶν τῶν λεγομένων τὴν συκοφαντίαν 2.1.544 καταλαμβάνοντος. 20πρεσβυτέραν20 λέγει 20τοῦ θεοῦ τὴν ἀξίαν τῆς τοῦ ἡμετέρου καθηγητοῦ ἐπι νοίας20. οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἡ γὰρ τοῦ θεοῦ ἀξία, ἥντινα χρὴ καὶ ταύτην νομίζειν εἶναι, οὐ τῆς καθ' ἡμῶν μόνον γενεᾶς προτερεύει, ἀλλὰ καὶ πάσης τῆς κτίσεως καὶ αὐτῶν ὑπέρκειται τῶν αἰώνων. τί οὖν ἐκ τούτων τῷ λόγῳ προσγίνεται, εἰ μὴ Βασιλείου μόνον, ἀλλὰ καὶ πάντων τῶν ὄντων ἀνωτέρα ὁμολογεῖται τοῦ θεοῦ ἡ ἀξία; ναί, φησίν, 2.1.545 ἀλλὰ τὸ ὄνομα ἡ ἀξία ἐστίν. καὶ τίς ἀπέδειξε ταὐτὸν εἶναι τῇ ἀξίᾳ τὴν προσηγορίαν, ἵνα καὶ ἡμεῖς τῷ λεγομένῳ συνθώμεθα; 20φύσεως ἡμᾶς20, φησί, 20διδάσκει θε σμὸς ἐν τοῖς ὀνομαζομένοις πράγμασιν, οὐκ ἐν τῇ τῶν ὀνομαζόντων ἐξουσίᾳ κεῖσθαι τὴν τῶν ὀνομάτων ἀξίαν20. τίς οὗτος ὁ τῆς φύσεως νόμος καὶ πῶς οὐ κατὰ πάντων κεκυρωμένος; εἰ γὰρ <ἡ> φύσις τὸ τοιοῦτον ἐνομοθέτησε, κατὰ πάντων αὐτὴν ἔδει τὸ κράτος ἔχειν τῶν κοινωνούντων τῆς φύσεως, ὥσπερ καὶ τὰ ἄλλα 2.1.546 πάντα ὅσα ἐστὶ τῆς φύσεως ἴδια. εἰ οὖν ὁ νόμος τῆς φύ σεως ἐκ τῶν πραγμάτων ἡμῖν ἀναφύεσθαι τὰς προσηγορίας ἐποίει ὥσπερ ἐκ τῶν σπερμάτων ἢ τῶν ῥιζῶν τὰ βλαστή ματα, καὶ μὴ τῇ προαιρέσει τῶν δηλούντων τὰ πράγματα τὰς σημαντικὰς τῶν ὑποκειμένων ἐπωνυμίας ἐπέτρεπε, πάντες ἂν ἦμεν οἱ ἄνθρωποι πρὸς ἀλλήλους ὁμόγλωσσοι. μὴ γὰρ παρηλλαγμένων τῶν ἐπικειμένων τοῖς πράγμασιν ὀνομάτων, οὐκ ἂν πρὸς ἀλλήλους κατὰ τὸ εἶδος διεφωνοῦμεν τοῦ λόγου. 20ὅσιόν20 φησιν 20εἶναι καὶ τῷ τῆς προνοίας νόμῳ προσφυέστατον ἄνωθεν ἐπικεῖσθαι τοῖς 2.1.547 πράγμασι τὰς φωνάς20. πῶς οὖν ἠγνόησαν οἱ προφῆται τὸ ὅσιον καὶ τὸν τῆς προνοίας νόμον οὐκ ἐπαιδεύθησαν, οἱ μηδαμοῦ κατὰ τὸν σὸν λόγον τὴν ἀγεννησίαν θεοποιή σαντες; πῶς δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγνοεῖ τὸ τοιοῦτον εἶδος τῆς ὁσιότητος, ὅς γε οὐκ ἄνωθεν ἐπιτίθησι τοῖς παρ' αὐτοῦ πλασθεῖσι ζῴοις τὰς προσηγορίας, ἀλλὰ τῷ Ἀδὰμ τὴν ἐξουσίαν τῆς ὀνοματοποιΐας χαρίζεται; εἰ γὰρ προσφυὲς τῷ τῆς προνοίας νόμῳ, καθώς φησιν ὁ Εὐνόμιος, καὶ ὅσιόν ἐστι τὸ ἄνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς, ἀνό σιον πάντως καὶ ἀνάρμοστον παρὰ τῶν κάτω τοῖς οὖσιν ἐφαρμοσθῆναι τὰς κλήσεις. 2.1.548 Ἀλλ' 20ὁ πάντων κηδεμών20, φησί, 20δημιουρ γίας νόμῳ ταῖς ἡμετέραις ἐγκατασπεῖραι ψυ χαῖς ἐδικαίωσε20. καὶ εἰ ταῦτα ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεσπάρη, πῶς ἀπὸ Ἀδὰμ μέχρι τῆς σῆς παρα βάσεως ὁ τῆς ματαιότητος ταύτης καρπὸς οὐκ ἐβλάστησε ταῖς ψυχαῖς, ὡς φῄς, τῶν ἀνθρώπων ἐγκείμενος, ὥστε ὄνομα τῆς τοῦ πατρὸς οὐσίας τὴν 20ἀγεννησίαν20 κλη θῆναι; εἶπε γὰρ ἂν τοῦτο καὶ ὁ Ἀδὰμ καὶ οἱ καθεξῆς ἀπ' ἐκείνου πάντες, εἴπερ παρὰ τοῦ θεοῦ τῇ φύσει τὸ τοι 2.1.549 οῦτον κατέσπαρτο. ὥσπερ γὰρ τὰ νῦν ἐκ τῆς γῆς φυόμενα ἐκ τῆς σπερματικῆς διαδοχῆς ἀπὸ τῆς πρώτης κτίσεως εἰς ἀεὶ διαμένει καὶ οὐδὲν ἐν τῷ παρόντι σπέρμα καινοτομεῖται παρὰ τῆς φύσεως, οὕτως καὶ ὁ λόγος οὗτος, εἴπερ ἦν, καθὼς σὺ φῄς, θεόθεν κατεσπαρμένος τῇ φύσει, τῇ πρώτῃ ἂν τῶν πρωτοπλάστων φωνῇ συνεβλάστησε καὶ τῇ διαδοχῇ τῶν ἐπιγινομένων συνδιεξήρχετο. ἀλλ' ἐπειδὴ τοῦτο παρὰ τὴν πρώτην οὐκ ἦν (οὐδεὶς γὰρ τῶν πρώτων μέχρι τοῦ νῦν ἀνθρώπων πρὸ σοῦ τὸ τοιοῦτον ἐφθέγξατο), δῆλον ὅτι νόθον τι καὶ παρευρημένον ἐκ τῆς ζιζανιώδους ἀνεφύη σπορᾶς, οὐκ ἐκ τῶν καλῶν ἐκείνων σπερμάτων ἃ τῷ ἀγρῷ 2.1.550 τῆς φύσεως, εὐαγγελικῶς εἰπεῖν, ὁ θεὸς κατεβάλετο. ὅσα γὰρ ἐν τῇ κοινῇ φύσει πάντως ἐστίν, οὐ νῦν τοῦ εἶναι τὴν ἀρχὴν ἔχει, ἀλλ' ἐκ τῆς πρώτης συστάσεως συνανεφάνη τῇ φύσει, ὡς ἥ τε τῶν αἰσθητηρίων ἐνέργεια καὶ τὸ πρός τι τῶν ἀνθρωπίνων ἐπιθυμητικῶς ἢ ἀλλοτρίως ἔχειν καὶ εἴ τι ἄλλο τοιοῦτον κοινὸν ὁμολογεῖται τῆς φύσεως, ὧν οὐδὲν ἐν τοῖς ἐπιγινομένοις ὁ βίος ἐκαινοτόμησεν, ἀλλ' ἐν τοῖς αὐτοῖς ἰδιώμασι ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων συνδιατηρεῖται διὰ παντὸς τὸ ἀνθρώπινον, οὐδὲν τῆς φύ σεως οὔτε τῶν ἐξ ἀρχῆς προσόντων ἀποβαλλούσης οὔτε 2.1.551 τῶν μὴ προσόντων προσλαμβανούσης. ὥσπερ δὲ τὸ μὲν ὁρᾶν κοινὸν ὁμολογεῖται τῆς φύσεως, τὸ δὲ τεχνικῶς ὁρᾶν ἐξ ἐπιτηδεύσεως τοῖς ἐσπουδακόσι περὶ τὰς ἐπιστήμας προσγίνεται (οὐ γὰρ πάντων ἐστὶν ἡ διὰ τῆς διόπτρας ἐπι στημονικὴ κατανόησις ἢ τῶν γεωμετρικῶν γραμμῶν ἡ ἀπο δεικτικὴ θεωρία ἢ εἴ τι τοιοῦτον ἕτερον, ἐφ' ὧν οὐ τὸ βλέπειν, ἀλλὰ τὸ πρός τι κεχρῆσθαι τῷ βλέπειν παρὰ τῆς τέχνης ἐφεύρηται), οὕτω καὶ τὸ λογικὸν μὲν εἶναι κοινὸν ἄν τις εἴποι τῆς ἀνθρωπίνης οὐσίας καὶ ἴδιον ἄνωθεν συγκατουσιωμένον τῇ φύσει, τὸ δὲ τοῖς οὖσι σημαντικάς τινας ἐφευρίσκειν προσηγορίας τῶν ἀνθρώπων εἶναι τῶν τὴν λογικὴν δύναμιν θεόθεν ἐν ἑαυτοῖς κεκτημένων, τῶν ἀεὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν λέξεις τινὰς τῶν πραγμάτων ἐμφαντικὰς ἐφευ 2.1.552 ρισκόντων. ἀλλ' 20ἐὰν ταῦτα κρατῇ, δυοῖν20 φησι κατασκευάζεσθαι θάτερον, ἢ τῶν ἐπινοούντων τὴν ἐπίνοιαν πρεσβυτέραν ἢ τὰς τῷ θεῷ κατὰ φύσιν προσηκούσας προσηγορίας καὶ πάντων προϋπαρχούσας τῆς τῶν ἀνθρώπων γενέσεως ὑστέρας20. ἆρα καὶ πρὸς τὰ τοιαῦτα διαμάχεσθαι χρὴ καὶ πρὸς τὴν οὕτως ἔκδηλον ἄνοιαν διὰ τοῦ λόγου συμ πλέκεσθαι; καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πι στευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμο λογεῖν εἶναι τὰς τῶν ῥημάτων φωνὰς ἢ πλημμελεῖν εἰς τὸ θεῖον οἴεσθαι, τῶν ἀνθρώπων, καθὼς χωροῦσι μετὰ τὸ 2.1.553 γενέσθαι ἄνθρωποι, τὸ θεῖον ὀνομαζόντων; τὸ γὰρ μὴ δεῖσθαι τὴν ὑπερέχουσαν φύσιν ῥημάτων διὰ φωνῆς καὶ γλώττης ἐκτυπουμένων ἤδη τε εἴρηται καὶ περιττὸν ἂν εἴη διὰ τῶν αὐτῶν ὄχλον ἐντιθέναι τῷ λόγῳ. τὸ γὰρ ἀπροσ δεὲς τῇ φύσει καὶ τέλειον καὶ ἀπέριττον οὔτε τι τῶν δεόν των οὐκ ἔχει οὔτε τῶν μὴ δεόντων τι ἔχει. ἐπεὶ οὖν τὸ μὴ δεῖν αὐτῷ τῆς ὀνοματικῆς κλήσεως ἐκ τῶν φθασάντων ἀποδέδεικται λόγων καὶ ἐκ τῆς κοινῆς τῶν νοῦν ἐχόντων συγκαταθέσεως ὁμολογεῖται, οὐδεὶς ἂν ἀντείποι τῆς ἐσχάτης ἀσεβείας εἶναι τὸ προσμαρτυρεῖν τῷ θεῷ τὰ μὴ δέοντα. 2.1.554 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγ χειν· ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸς ὁ τῷ ἀντι δίκῳ πονηθεὶς λόγος συνήγορος τῶν τῆς εὐσεβείας δογμά των ἀναφανήσεται. φησὶ γὰρ 20τὴν οὐσίαν αὐτὴν 2.1.555 ἀφθαρσίαν εἶναι καὶ ἀθανασίαν ὡσαύτως20. ἐγὼ δὲ εἴτε πρόσεστι ταῦτα τῇ θείᾳ φύσει εἴτε αὐτὰ ταῦτα κατὰ τὸ σημαινόμενον ἡ οὐσία ἐστίν, οὐδὲν οἶμαι χρῆναι πρὸς αὐτὸν διαμάχεσθαι· ὅ τι γὰρ ἂν νικήσῃ τῶν εἰρη μένων, τὸν ἡμέτερον πάντως συστήσει λόγον. εἰ μὲν γὰρ προσείη τῇ οὐσίᾳ τὸ μὴ φθείρεσθαι, πρόσεστιν αὐτῇ πάν τως καὶ τὸ μὴ διὰ γεννήσεως εἶναι, καὶ οὕτως ὁ τῆς ἀγεν νησίας λόγος ἔξω τῆς κατὰ τὴν οὐσίαν σημασίας ἀπ 2.1.556 ωσθήσεται. εἰ δὲ ὅτι οὐ φθείρεται ὁ θεός, ἀφθαρσίαν τις λέγοι τὴν οὐσίαν εἶναι, καὶ ὅτι θανάτου κρείττων ἐστί, διὰ τοῦτο αὐτὴν τὴν φύσιν ἀθανασίαν εἶναι ὁρίζοιτο, ἄφθαρτος δὲ ὁ υἱὸς καὶ ἀθάνατος, ἀφθαρσία ἂν εἴη καὶ ἀθανασία καὶ τοῦ μονογενοῦς ἡ οὐσία. εἰ οὖν ἀφθαρσία μὲν ὁ πατήρ, ἀφθαρσία δὲ ὁ υἱός, οὐσία δὲ τούτων ἑκάτερον, οὐδεμία δὲ κατὰ τὴν τῆς ἀφθαρσίας ἔννοιαν ἐπινοεῖται διαφορά, κατ' οὐδὲν πάντως ἡ οὐσία τῆς οὐσίας διενεχθήσεται, εἴπερ ἐπίσης ἐπ' ἀμφοτέρων ἡ φύσις τῆς φθορᾶς ἠλλο 2.1.557 τρίωται. κἂν τὰ αὐτὰ πάλιν ἐπαναλαμβάνων ταῖς ἀφύ κτοις ἡμᾶς, ὡς οἴεται, τῶν διλημμάτων ἀνάγκαις καταδῇ, λέγων εἰ μὲν διορίζοιτο παρ' ἡμῶν τὸ προσὸν τοῦ ὄντος, σύνθετον τὸ θεῖον κατασκευάζεσθαι, εἰ δὲ ἡ ἁπλότης ὁμο λογοῖτο, αὐτῆς τῆς οὐσίας σημαντικὴν τὴν ἀφθαρσίαν καὶ τὴν ἀγεννησίαν πάντως ἀναφανήσεσθαι, πάλιν αὐτὸν σύμ 2.1.558 μαχον τῶν ἡμετέρων ἀποδείξομεν λόγων. εἰ γὰρ πάντη σύνθετον ποιεῖ τὴν θείαν οὐσίαν τῷ προσεῖναί τι λέγειν αὐτῇ, οὐδὲ τὴν πατρότητα πάντως ἐκτὸς τῆς οὐσίας ἀπο ποιήσεται, ἀλλὰ φύσει πατέρα ὁμολογήσει ὡς ἄφθαρτόν τε καὶ ἀθάνατον, καὶ οὕτως καὶ μὴ βουλόμενος εἰς τὴν τῆς φύσεως οἰκειότητα τὸν υἱὸν καταδέξεται. οὐ γὰρ ἔσται δυνατὸν ἐκείνου φύσει πατρὸς ὄντος τῆς φυσικῆς πρὸς 2.1.559 αὐτὸν σχέσεως τὸν υἱὸν ἀφορίζεσθαι. εἰ δὲ ἔξω τῆς φύ σεως προσεῖναι λέγοι τῷ θεῷ τὴν πατρότητα, καὶ ἡμῖν δώσει πάντως κατ' ἐξουσίαν προσεῖναί τι λέγειν τῷ πατρί, ὡς οὐδὲν τῆς ἁπλότητος ἀθετουμένης, εἰ ἔξω τῆς οὐσίας τὸ κατὰ τὴν ἀγεννησίαν σημαίνοιτο. εἰ δὲ αὐτῆς φησι τῆς οὐσίας σημαντικὸν τὸ ἄφθαρτον καὶ τὸ ἀγέννητον καὶ ἰσοδυναμεῖν ἀλλήλοις ἑκάτερα τῶν ὀνομάτων διϊσχυρίζοιτο, ὡς μηδεμίαν ἐπ' αὐτῶν εἶναι διαφορὰν τῷ ταὐτὸν ἑκατέροις ἐγκεῖσθαι τὸ σημαινόμενον, καὶ μίαν λέγοι τοῦ ἀφθάρτου καὶ τοῦ ἀγεννήτου τὴν ἔννοιαν, ὁ τὸ ἓν τούτων ὢν καὶ τὸ 2.1.560 ἕτερον πάντως ἐστίν. ἀλλὰ μὴν ἄφθαρτος ὁ υἱὸς εἶναι καὶ παρὰ τούτων οὐκ ἀμφιβάλλεται· ἀγέννητος ἄρα κατὰ τὸν Εὐνομίου λόγον καὶ οὗτός ἐστιν, εἴπερ ταὐτὸν σημαίνει τῇ ἀγεννησίᾳ τὸ ἄφθαρτον. ὥστε δυοῖν θάτερον, ἢ ἄλλο τι παρὰ τὴν ἀφθαρσίαν τὸ ἀγέννητον σημαίνειν συνθήσεται ἢ ἐπιμένων τοῖς δεδογμένοις πολλαχῶς περὶ τὸν μονογενῆ θεὸν βλασφημήσει, ἤτοι φθαρτὸν αὐτὸν ποιῶν ἵνα μὴ ἀγέν νητον λέγῃ, ἢ ἀγέννητον εἶναι κατασκευάζων ἵνα μὴ φθαρ τὸν ἀποδείξῃ. 2.1.561 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολου θίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπερ γὰρ ἐπὶ τῶν τὰ δηλητήρια πωλούντων ἡ ἐν ὀλίγῳ πεῖρα παντὸς τοῦ φαρμάκου τὴν πρὸς τὸν ὄλεθρον δύναμιν τοῖς ὠνου μένοις κατεγγυᾶται, καὶ οὐδεὶς ἀμφιβάλλει τὴν ἐκ τοῦ μέρους διαφθορὰν διά τινος πείρας καταμαθὼν μὴ ὅλον εἶναι τὸ πωλούμενον ὀλέθρου φάρμακον, οὕτως οἶμαι δεῖν καὶ τὴν δηλητηριώδη ταύτην φαρμακείαν τοῦ λόγου διὰ τῶν ἐξητασμένων ἐπιδειχθεῖσαν μηκέτι ἀμφίβολον εἶναι τοῖς γε νοῦν ἔχουσι τὸ διὰ παντὸς εἶναι τοιαύτην οἵα διὰ τῶν φθασάντων ἐλήλεγκται, καὶ τούτου χάριν τὸ μὴ προάγειν εἰς μῆκος τοῦ τοῖς ματαίοις ἐμφιλοχωρεῖν αἱρετώτερον εἶναι 2.1.562 λογίζομαι. ἀλλ' ἐπειδὴ πολλαχόθεν τὸ πιθανὸν ἑαυτοῖς οἱ προστάται τῆς ἀπάτης εὑρίσκουσι καὶ δέος μὴ τὸ παρο φθῆναί τι τῶν πεπονημένων αὐτοῖς εὐπρόσωπος καθ' ἡμῶν γένηται διαβολῆς ἀφορμή, ὡς τὸ ἰσχυρότερον ἐλλελοιπότων, τούτου χάριν παρῃτησάμην τοὺς καθομιλοῦντας ἡμῶν τῇ σπουδῇ μηδεμίαν καταγνόντας ἀδολεσχίαν ἕπεσθαι προθύ μως τῷ λόγῳ πανταχοῦ κατ' ἀνάγκην πρὸς τὰς τοῦ ψεύ 2.1.563 δους ἐπιχειρήσεις ἑαυτὸν ἀντεξάγοντι. ἐπειδὴ τοίνυν μόγις ποτὲ τὸν περὶ τῆς ἐπινοίας ὄνειρον ἐν βαθεῖ τῷ ὕπνῳ δια πλάσσων ἐπαύσατο, τοῖς ἀτόνοις ἐκείνοις καὶ ἀδιανοήτοις τῶν ἐπιχειρημάτων ἑαυτὸν καθοπλίζων μετάγει τὸν λόγον ἐπὶ ἕτερον ὄνειρον πολὺ τῆς προλαβούσης φαντασίας ἀνοη τότερον. ἔξεστι δὲ γνῶναι τοῦ πόνου τὸ μάταιον τὴν περὶ τῆς 20στερήσεως20 αὐτοῦ τεχνολογίαν κατανοή 2.1.564 σαντας. ἀλλὰ τὸ μὲν πάσῃ τῇ φλυαρίᾳ συμπλέκεσθαι αὐτοῦ ἂν εἴη τοῦ Εὐνομίου καὶ τῶν κατ' αὐτὸν τῶν μηδε μίαν πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων ἀναδεδεγμένων φροντίδα. ἡμεῖς δὲ διὰ συντομίας ἐπὶ κεφαλαίῳ τοῖς εἰρη μένοις ἐπιδραμούμεθα, ὡς ἂν μήτε τι τῶν ὑπαιτίων παρα λειφθείη μήτε τι τῶν ματαίων εἰς ἀνόνητον μῆκος προαγάγοι τὸν λόγον. 2.1.565 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται 20δείξειν τῶν20 ἡμετέ ρων 20δογμάτων ἀτοπίαν20, ὡς αὐτός φησιν, 20ἀνήκε στον καὶ εὐλάβειάν τινα προσποίητον καὶ ἐπί ληπτον20. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· ὁ δὲ τῶν ἐγκλη μάτων ἔλεγχος τίς; 20εἰπόντων20, φησί, 20τινῶν στερήσει γεννήσεως εἶναι τὸν θεὸν ἀγέννητον, ἡμεῖς ἐπ' ἐλέγχῳ τούτων μηδαμῶς ἁρμόζειν τῷ θεῷ μήτε τὴν φωνὴν ταύτην μήτε τὴν ἔννοιαν εἴπο 2.1.566 μεν20. δειξάτω τὸν προστάτην τοῦ λόγου εἴ τις τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι μέχρι τοῦ νῦν εἴτε παρὰ βαρβάροις εἴτε παρ' Ἕλλησι τὸ τοιοῦτον παραφθεγξάμενος δείκνυται, καὶ ἡμεῖς σιωπήσομεν. ἀλλ' οὐκ ἂν ἐλεγχθείη τῶν ἐν παντὶ χρόνῳ γεγενημένων ἀνθρώπων οὐδεὶς τὸ τοιοῦτον εἰπὼν πλὴν εἴ τις μαίνοιτο. τίς γὰρ οὕτως ἐκ μέθης παράφορος, τίς οὕτως ὑπὸ μανίας ἢ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον, ὅτι τῷ ἀγεννήτῳ θεῷ κατὰ φύσιν μὲν ἐστὶν ἡ γέννησις, στερηθεὶς δὲ τοῦ κατὰ φύσιν ἐκ γεννητοῦ τοῦ πρόσθεν γέγονε μετὰ ταῦτα 2.1.567 ἀγέννητος; ἀλλὰ ταῦτα τῆς ῥητορικῆς τὰ τεχνάσματα, τὸ ἐν οἷς ἐλέγχονται προσώπων τινῶν ὑποβολαῖς τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην διαδιδράσκειν. οὕτω καὶ περὶ τῆς ἀπο λογίας ἐκείνης ἀπολελόγηται, δικασταῖς καὶ κατηγόροις ἀνατιθεὶς τῆς ἐπιγραφῆς τὴν αἰτίαν, οὐ κατηγόρους, οὐ κρίσιν, οὐ δικαστήριον ἐπιδεῖξαι δυνάμενος. καὶ νῦν ὡς ἀλλοτρίαν μωρίαν ἐπανορθούμενος 20εἰς ἀνάγκην20 φησὶ 2.1.568 20τοῦ οὕτως εἰπεῖν ἐληλυθέναι20. οὗτος ὁ ἔλεγ χος 20τῆς ἀνηκέστου20 ἡμῶν 20ἀτοπίας καὶ τῆς προσ ποιήτου καὶ ἐπιλήπτου εὐλαβείας20. ἀλλ' 20ἀπο ροῦντας20 ἡμᾶς φησιν 20οὐκ ἔχειν ὅ τι χρησόμεθα τοῖς παροῦσι καὶ τὴν ἀπορίαν ἐπικρυπτομένους ἐκεῖνον μὲν ἐκ τῶν ῥημάτων εἰς τὴν τοῦ κόσμου διαβάλλειν σοφίαν, αὐτοὺς δὲ τὴν τοῦ ἁγίου 2.1.569 πνεύματος οἰκειοῦσθαι διδασκαλίαν20. ἄλλος ὄνει ρος οὗτος, τοσοῦτον ἑαυτῷ προσεῖναι τῆς ἔξω σοφίας οἴεσθαι, ὡς φοβερὸν Βασιλείῳ διὰ τοῦτο δοκεῖν. οὕτω τινὲς καὶ βασιλεῦσιν ὁμόθρονοι καὶ τῆς ὑψηλοτέρας ἀξίας εἶναι πολλάκις ἑαυτοὺς ἐφαντάσθησαν, τῆς ἠπατημένης τῶν ἐνυ πνίων ὄψεως ἐκ τῆς καθ' ὕπαρ ἐπιθυμίας τὴν περὶ τούτου 2.1.570 δόκησιν ἐντιθείσης. οὐκ ἔχοντά φησιν Βασίλειον, ὅ τι τοῖς 2.1.570 εἰρημένοις χρήσεται, διαβάλλειν αὐτὸν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ. πολλοῦ μέντοι τὴν τοιαύτην ἂν διαβολὴν ἐτιμήσατο, τὸ φοβερὸς νομισθῆναι τῇ περιουσίᾳ τῶν λόγων καὶ τῶν ἐπιτυχόντων τινί, μή τί γε Βασιλείῳ καί τινι τῶν κατ' 2.1.571 αὐτόν, εἴπερ τις ὅλως ἐστὶ κατ' αὐτὸν ἢ ἐγένετο. ἀλλὰ τὸν μὲν διὰ μέσου λόγον, εἴπερ λόγος ἐστὶν ἡ ἀνδραποδώδης αὐτοῦ λοιδορία καὶ τὰ ἄμουσα σκώμματα δι' ὧν κατα τρέχειν τῶν ἡμετέρων οἴεται, πάντα παρήσω, βδελυκτόν τε καὶ ἀηδὲς ποιούμενος τοσούτοις μολύσμασι τὸν ἡμέτερον ἐμφορύνεσθαι λόγον, ὥσπερ οἱ τὰ ὀχθώδη τε καὶ ὀδωδότα τῶν ἑλκῶν μυσαττόμενοι καὶ δυσανασχετοῦντες τὴν θέαν τῶν ἀπὸ πληθωρικῆς τινος βαρυχυμίας δι' ἀκροχορδόνων καὶ ἥλων ἀλλοιωθέντων τὴν ἐπιφάνειαν. τὸν δὲ νοῦν αὐτοῦ δι' ὀλίγων ἐκθέμενος τὴν πολλὴν τῶν εἰρημένων παραδραμοῦμαι δυσω δίαν. ἔσται δέ μοι τέως κατ' ἐλευθερίαν ὁ λόγος διεξα γόμενος, οὐδὲν πρὸς τὸ ἐπηρεαστικῶς σπαράσσειν τι τῶν λεγομένων ἐπιστρεφόμενος. 2.1.572 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων γνῶσίν τε καὶ θεωρίαν, ὡς ἂν οἷόν τε ᾖ, βλέπει. διχῆ δὲ μεμέ ρισται τῶν ὄντων ἡ φύσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν διαιρουμένη· ἀλλὰ τῶν μὲν κατ' αἴσθησιν φαινομένων διὰ τὸ πρόχειρον τῆς κατανοήσεως κοινὴ πρόκειται πᾶσιν ἡ γνῶσις, οὐδεμίαν περὶ τὸ ὑποκείμενον ἀμφιβολίαν ἐμποιούσης 2.1.573 τῆς αἰσθητικῆς ἐπικρίσεως. τάς τε γὰρ τῶν χρωμάτων καὶ τῶν λοιπῶν ποιοτήτων διαφοράς, ὅσα δι' ἀκοῆς ἢ ὀσφρήσεως ἢ τῆς κατὰ τὴν ἁφὴν ἢ τὴν γεῦσιν αἰσθήσεως ἐπικρίνομεν, ὁμοφώνως πάντες οἱ τῆς αὐτῆς κοινωνοῦντες φύσεως γινώσκομέν τε καὶ ὀνομάζομεν, καὶ ὅσα τῶν λοιπῶν τὴν κατάληψιν ἐπιπολαιοτέραν ἔχειν δοκεῖ τῶν κατὰ τὸν βίον ἀναστρεφομένων πραγμάτων, ἃ πρός τε τὸν πολιτικὸν 2.1.574 καὶ τὸν ἠθικὸν τοῦ βίου σκοπὸν καταγίνεται. ἐν δὲ τῇ θεωρίᾳ τῆς νοερᾶς φύσεως διὰ τὸ ὑπερκεῖσθαι αὐτὴν τῆς αἰσθητικῆς καταλήψεως στοχαστικῶς τῆς διανοίας ἐπορε γομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν ἄλλοι ἄλλως κινού μεθά τε περὶ τὸ ζητούμενον καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν, ἐγγίζοντες ὡς ἔνι μάλιστα τῇ δυνάμει τῶν νοηθέντων διὰ τῆς τῶν ῥημάτων ἐμφάσεως. 2.1.575 ἐν δὲ τούτοις ἔστι μὲν πολλάκις καὶ δι' ἀμφοτέρων κατορ θωθῆναι τὸ σπουδαζόμενον, τῆς τε διανοίας οὐχ ἁμαρτούσης τοῦ ζητουμένου καὶ τῆς φωνῆς εὐθυβόλως τὸ νοηθὲν διὰ τῆς προσφυοῦς ἑρμηνείας ἐξαγγελλούσης· ἔστι δὲ τυχὸν καὶ ἀμφοτέρων ἢ τοῦ ἑτέρου γε τούτων ἀποτυχεῖν, ἢ τῆς καταληπτικῆς διανοίας ἢ τῆς ἑρμηνευτικῆς δυνάμεως τοῦ 2.1.576 προσήκοντος παρενεχθείσης. δύο τοίνυν ὄντων δι' ὧν ἅπας εὐθύνεται λόγος, τῆς τε κατὰ τὸν νοῦν ἀσφαλείας καὶ τῆς ἐν ῥήμασι προφορᾶς, κρεῖττον μὲν ἂν εἴη τὸ δι' ἀμφοτέρων εὐδόκιμον, οὐχ ἧττον δὲ ἀγαθὸν τῆς προσηκούσης μὴ διαμαρτεῖν ὑπολήψεως, κἂν ὁ λόγος ἐλάττων τῆς διανοίας τύχῃ. ὅταν τοίνυν περὶ τῶν ὑψηλῶν καὶ ἀθεάτων ἡ διά νοια τὴν σπουδὴν ἔχῃ, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις (λέγω δὲ περὶ τῆς θείας καὶ ἀφράστου φύσεως, ἐν οἷς τολμηρὸν μὲν καὶ τὸ προχείρως τι τῇ διανοίᾳ λαβεῖν, τολμηρότερον δὲ τὸ ταῖς ἐπιτυχούσαις ἐπιτρέπειν φωναῖς τὴν τῆς ἐγγι νομένης ἡμῖν ὑπολήψεως ἑρμηνείαν) τότε χαίρειν ἐάσαντες τὸν ἐν τοῖς ῥήμασιν ἦχον, οὕτως ἢ ἑτέρως κατὰ τὴν δύ ναμιν τῶν φθεγγομένων ἐξαγγελλόμενον, μόνην ἐξετάζομεν τὴν διάνοιαν τὴν ἐμφαινομένην τοῖς ῥήμασιν, εἴτε ὑγιῶς εἴτε ἄλλως ἔχει, τὰς ῥηματικὰς ταύτας ἢ ὀνοματικὰς ἀκρι 2.1.577 βολογίας γραμματιστῶν τέχναις παραχωρήσαντες. ἐπειδὴ τοίνυν μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνοματικῆς σημειού μεθα κλήσεως, τὰ δὲ ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισι προσηγορίαις διαλαμβάνειν οὐχ οἷόν τε (πῶς γὰρ ἄν τις τὸ ἀγνοούμενον σημειώσαιτο;) διὰ τοῦτο οὐδεμιᾶς ἐπ' αὐτῶν προσφυοῦς εὑρισκομένης προσηγορίας, ἣ τὸ ὑποκεί μενον ἱκανῶς παραστήσει, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι βιαζόμεθα τὴν ἐγγενομένην 2.1.578 ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν. ἀλλὰ μὴν τὰ ὑπὸ κατά ληψιν ἡμετέραν ἐρχόμενα τοιαῦτά ἐστιν, ὥστε πάντως ἢ ἐν διαστηματικῇ τινι παρατάσει θεωρεῖσθαι τὰ ὄντα ἢ τοπι κοῦ χωρήματος παρέχειν τὴν ἔννοιαν, ἐν ᾧ τὰ καθ' ἕκαστον εἶναι καταλαμβάνεται, ἢ τῇ κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος περιγραφῇ ἐντὸς γίνεται τῆς ἡμετέρας ἐπόψεως, ἐπίσης καθ' ἑκάτερον πέρας τῷ μὴ ὄντι περιγραφόμενα (πᾶν γὰρ τὸ ἀρχήν τε καὶ τελευτὴν ἔχον τοῦ εἶναι ἐκ τοῦ μὴ ὄντος ἄρχεται καὶ εἰς τὸ μὴ ὂν καταλήγει), ἢ τὸ πάντων ἔσχατον διὰ τῆς σωματικῆς τῶν ποιοτήτων συνθήκης καταλαμβά νομεν τὸ φαινόμενον, ᾗ φθορὰ καὶ πάθος καὶ τροπὴ καὶ 2.1.579 ἀλλοίωσις καὶ τὰ τοιαῦτα συνέζευκται. διὰ τοῦτο ὡς ἂν μηδεμίαν οἰκειότητα πρὸς τὰ κάτω πράγματα ἡ ὑπερκει μένη φύσις ἔχειν δοκοίη, τοῖς ἀποχωριστικοῖς τῶν τοιούτων νοήμασί τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήμεθα φύσεως, τὸ ὑπεράνω τῶν αἰώνων προαιώνιον λέγοντες καὶ τὸ ὑπὲρ ἀρχὴν ἄναρχον καὶ τὸ μὴ τελειούμενον ἀτελεύτητον ἀσώ ματόν τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον καὶ τὸ μὴ φθειρόμενον ἄφθαρτον καὶ τὸ τροπῆς ἢ πάθους ἢ ἀλλοιώσεως ἀνεπίδεκτον ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλ 2.1.580 λοίωτον. τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων τεχνολογούντων μὲν ὡς ἂν ᾖ φίλον αὐτοῖς οἱ βουλόμενοι καὶ ὀνόματα ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμοζόντων, 20στερητικὰ ἢ ἀφαι ρετικὰ20 ἢ ὅ τι φίλον αὐτοῖς ὀνομάζοντες, ἡμεῖς δὲ τοῦ διδάσκειν ἢ μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχω ρήσαντες μόνον τὸν νοῦν ἐξετάσωμεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἐντός ἐστιν ἢ κεχώρισται. 2.1.581 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέ γοιτο· ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος οὔτε ἄφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν ἢ σῶμα ἢ φθορὰ ἢ ἀλλοίωσις ἤ τι τοιοῦτον. εἰ δὲ τούτων εὐαγές ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, εὐσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεμφαινόντων ῥήμασιν ἐπ' αὐτοῦ κεχρῆσθαι καὶ λέ γειν ταῦτα ἃ ἤδη πολλάκις εἰρήκαμεν, ἄφθαρτόν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφά σεως μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχείρων εἰς κατα νόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεμφαι 2.1.582 νόντων κεχωρισμένην ἑρμηνευούσης. τί γὰρ οὐκ ἔστι τὸ θεῖον τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν ὃ ταῦτα οὐκ ἔστιν ἐν ἀδήλῳ μένει. ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρου 2.1.583 μένων τὴν ἔνδειξιν ἔχει. νοήσαντες γὰρ ὅτι οὐδὲν τῶν ὄντων τῶν τε φαινομένων καὶ τῶν νοουμένων αὐτόματόν τινα καὶ τυχαίαν ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν, ὅτιπερ ἐν τοῖς οὖσι καταλαμβάνεται, τῆς πάντων τῶν ὄντων ὑπερκειμένης φύσεως ἐξῆπται κἀκεῖθεν τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει, τό τε κάλλος καὶ τὸ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν, ἀκολου θοῦντες τῇ συμβουλῇ τῆς σοφίας, ἥ φησιν ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τὸν τῶν πάντων γενε 2.1.584 σιουργὸν θεωρεῖσθαι. δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περι κρατήσαντα κτίσεως, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες ἀκολούθως τὸν ταύτης καθηγησάμενον τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν, τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες γραφῆς κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν· καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι 2.1.585 φύσεως. ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐν εργείας κεκρατηκέναι κατελαβόμεθα. πᾶσι γὰρ παρεῖναι τὸ θεῖον καὶ πάντα θεᾶσθαι καὶ διὰ πάντων ἥκειν πεπι στευκότες τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ δια σημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς. ὁ γὰρ εἰπὼν ὅτι Ὁ θεός μου πρόσσχες μοι καὶ Ἴδε ὁ θεός καὶ τὸ Ὁ θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ 2.1.586 θεᾶσθαι θεὸς ὀνομάζεται. διαφέρει γὰρ οὐδὲν Πρόσσχες εἰπεῖν καὶ Ἴδε καὶ Θέασαι. ἐπεὶ οὖν τὸ θεατὸν ὁ θεώ μενος βλέπει, θεὸς εἰκότως τοῦ ὁρωμένου ὁ θεώμενος λέ γεται. ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύ σεως ἐνέργειαν διδαχθέντες τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα· οὐ μὴν ἐπειδὴ ὀνό ματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ θεῖον εἰς 2.1.587 δόξαν ὑπολαμβάνομεν. ἡ γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφω νήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας μείζονα τῆς τοῦ θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει διδάσκουσα ἡμᾶς, καθώς φησιν ὁ ἀπόστολος, ὅτι μόνον ἐστὶ θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πι στεύειν ὄνομα. τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνοματικῆς περι λήψεως τεκμήριον τῆς ἀφράστου μεγαλειότητος τοῖς ἀν θρώποις καθίσταται. 2.1.588 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δή ποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν· ὧν τὴν ἔκ θεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι. τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι 20τὸν τύπον τῶν ὀνομάτων κυριώτερον20 ἡμᾶς 20ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δω ρουμένους προνομίαν καὶ τοῖς ἀνίσοις ἰσο 2.1.589 τιμίαν20; ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. κρινέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον ἡ σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ' ἡμῶν ἔχει, ἐφ' ᾧ καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι 20δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν20, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ' ἑαυτὸ τὴν ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ' ἑαυτοῦ μήτε 2.1.590 ὑπάρχον μήτε νοούμενον. τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ οὐδ' ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι' αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι. καὶ ὅσα τῆς θεοπνεύστου γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, δια φορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς ὅ τι βλέπων καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω (τὸ γὰρ ἀθάνατον, ἕως ἀθάνατον ᾖ, 2.1.591 τὸ μᾶλλον καὶ τὸ ἧττον συγκριτικῶς οὐ προσδέχεται· εἰ γὰρ ὑποστολήν τινα κατὰ σύγκρισιν τὸ ἕτερον τῶν παρα τεθειμένων μέρος ἐν τῷ τῆς ἀθανασίας ἔχοι λόγῳ, ἀνάγκη πᾶσα μηδὲ ἀθάνατον τὸ τοιοῦτον κατονομάζεσθαι· πῶς γὰρ ἂν ἔτι κυρίως λέγοιτο ἀθάνατον οὗ τὸ θνητὸν ἡ διὰ συγκρίσεως ἀντιπαράθεσις κατηγόρησε;) καὶ τὴν λεπτὴν ἐκείνην ἀκρίβειαν, τὸ 20μὴ20 κελεύειν 20ἀδιάφορον εἶναι καὶ μέσην τὴν τῆς στερήσεως ἔννοιαν, ἀλλὰ τὸν μὲν τῶν κρειττόνων χωρισμὸν στέρησιν λέγειν, τὴν δὲ τῶν χειρόνων ἀπόστασιν μὴ δεῖν τῷ ὀνό ματι τούτῳ διασημαίνειν20, ὡς, εἰ ταῦτα κρατήσειε, μηκέτι κατ' αὐτὸν τῆς ἀποστολικῆς ἀληθευούσης φωνῆς, ἥ φησι μόνον αὐτὸν ἔχειν ἀθανασίαν καὶ τοῖς ἄλλοις παρέ 2.1.592 χειν. τί γὰρ ἔχει κοινὸν ἡ ἐπαχθεῖσα ῥῆσις αὐτῷ πρὸς τὸν προάγοντα λόγον, οὔτε ἡμῖν οὔτε ἄλλοις τισὶν τῶν νοῦν ἐχόντων δυνατὸν ἐννοῆσαι. καὶ ἐπειδὴ τὰ σοφὰ ταῦτα καὶ λεπτὰ κατιδεῖν οὐκ ἰσχύσαμεν, 20ἀνεπιστήμονας20 ὀνομάζει 20καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν 2.1.593 ὀνομάτων χρήσεως20, οὑτωσὶ τοῖς ῥήμασι γράφων. καὶ πάντα τὰ τοιαῦτα ὡς οὐδεμίαν ἔχοντα κατὰ τῆς ἀληθείας ἰσχὺν παραδραμοῦμαι ἀνεξετάστως, καὶ τὸ διαβάλλειν αὐτὸν τὴν ἐκτεθεῖσαν παρ' ἡμῶν τοῦ ἀφθάρτου τε καὶ ἀσωμάτου διάνοιαν, ὡς ἑκατέρας τῶν προσηγοριῶν τούτων τῆς μὲν τὸ ἀδιάστατον, ᾧ ἡ τριμερὴς τῶν σωμάτων οὐκ ἐνθεωρεῖται διάστασις, τῆς δὲ τὸ φθορᾶς ἀνεπίδεκτον σημαινούσης, καὶ τὸ λέγειν αὐτὸν οὑτωσὶ τοῖς ῥήμασι, ὅτι 20οὐ δικαιοῦμεν τὸν τῶν ὀνομάτων τύπον εἰς ἀναρμόστους ἐκ πεσεῖν ἐννοίας20, καὶ <τὸ μὴ> τοῦ μὴ εἶναι ἢ μὴ προσ εῖναι σημαντικὸν ὑπολαμβάνειν τούτων ἕκαστον, ἀλλ' αὐτοῦ τοῦ εἶναι, καὶ ταῦτα σιγῆς ἄξια καὶ βαθείας λήθης εἶναι κρίνας παρήσω τοῖς ἐντυγχάνουσιν ἐφ' ἑαυτῶν φωρᾶσαι τὴν μεμιγμένην μετὰ τῆς ἀνοίας ἀσέβειαν· ὃς ἀξιοῖ μὴ ἀντιδιαστέλλεσθαι τὸ φθαρτὸν τῷ ἀφθάρτῳ μηδὲ ἀπόστασιν σημαίνειν τοῦ χείρονος τὴν ἀφαιρετικὴν σημασίαν, ἀλλ' 2.1.594 αὐτὸ τὸ εἶναι διὰ τοῦ ὑποκειμένου σημαίνεσθαι. εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάν τως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος ἐνδείξεται τοῦ ὀνό ματος τύπος. εἰ γὰρ οὐκ ἔστι φθορᾶς ἀλλοτρίωσις ἡ ἀφθαρσία, συγκατάθεσίς ἐστι πάντως τοῦ ἀπεμφαίνοντος· αὕτη γὰρ τῶν ἀντιθέτων ἡ φύσις, ὡς τῇ τοῦ ἑνὸς ἀφαι 2.1.595 ρέσει τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισιέναι. ἀλλὰ καὶ τὴν δριμεῖαν ἐκείνην κατασκευὴν τοῦ φύσει τὸν θεὸν ἀν επίδεκτον εἶναι θανάτου, ὥσπερ ὄντος τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν· ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγούμεθα ἢ τόδε λέγειν τι εἶναι ἢ τὸ ἐναντίον μὴ εἶναι· οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζωὴν εἰπόντες τὸν θεὸν εἶναι ἀπαγορεύομεν τῇ δυ νάμει διὰ τῆς ὁμολογίας ταύτης τὸ θάνατον περὶ αὐτὸν ἐννοεῖν, κἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν· καὶ ὅταν ἀνεπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζωὴν αὐτὸν εἶναι κατεσκευάσαμεν. 2.1.596 Ἀλλ' 20οὐχ ὁρῶ20, φησί, 20πῶς ἂν ἐκ τῶν μὴ προσ όντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός20. καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι 20μετὰ ἀσεβείας ἠλίθιον20 ὀνομάζει τὸν μέγαν Βασίλειον τὸν τοῖς τοιού τοις ἐπιτολμήσαντα λόγοις· πρὸς ὃν εἴποιμι ἂν μὴ λίαν ἀφειδῶς κατὰ τῶν ταῦτα λεγόντων κεχρῆσθαι ταῖς ὕβρεσι, μή πῃ καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καθυβρίζων. τάχα γὰρ οὐδ' ἂν αὐτὸς ἀντείποι ἐν τούτῳ τὸ μεγαλεῖον τῆς θείας γνωρίζεσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα 2.1.597 κοινωνίαν, ὧν ἡ κάτω φύσις μετέχουσα δείκνυται. εἰ γὰρ ἔν τινι τούτων εἴη, οὐδ' ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος. εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα τῶν ἐχόν των ὑπερανέστηκε, καθάπερ φαμὲν κρείττονα τῶν ἐν ἁμαρ τίαις ὄντων εἶναι τὸν ἀναμάρτητον· τὸ γὰρ τοῦ κακοῦ κε χωρίσθαι τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται. ἀλλ' ὁ μὲν ὑβριστὴς κεχρήσθω τῇ φύσει· ἡμεῖς δὲ μικρόν τι παρασημηνάμενοι τῶν ἐν τῷ μέρει τούτῳ ῥηθέντων πρὸς 2.1.598 τὰ προκείμενα τὸν λόγον μετάξομεν. 20ὁμοίως20 φησὶν 20αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον20. ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερ εχόμενα ἴσα πάντως ἀλλήλοις ἐστίν; εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ ὁ κύριος, Εὐνόμιος συμπερανάτω τὸ ἐκ 2.1.599 τῶν τεθέντων ἀνακύπτον ἀσέβημα. δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις [ἐν] τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν καὶ ὁμοίως λέγει τὸν θεὸν ἀφεστάναι τῶν δύο, γεννητὸς δὲ ὁ κύριος, μηδεὶς παρ' ἡμῶν ἀπαιτείτω προσ τεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ' ἀφ' ἑαυτοῦ συλλογισάσθω τὸ πέρας, εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἡ τοῦ θεοῦ φύσις ἀφέστηκεν. ἀλλ' 20οὐκ ἔστι20, φησίν, 20ἀπουσίᾳ θανά του καὶ φθορᾶς λέγειν ἄφθαρτον αὐτὸν καὶ 2.1.600 ἀθάνατον20. πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι καὶ λεγέτωσαν παρεῖναι τῷ θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον, ἵνα ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται. εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαί νουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλ 2.1.601 λότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται. ἕκα στον γὰρ τῶν νοουμένων ἢ ἄπεστι πάντως τινὸς ἢ οὐκ ἄπεστιν, οἷον φῶς σκότος ζωὴ θάνατος ὑγεία νόσος καὶ ὅσα τοιαῦτα· ἐφ' ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατα σκευάσει. εἰ οὖν φησὶ 20μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν θεὸν ἀθάνατον λέγεσθαι20, δῆλος ἂν εἴη παρου σίαν αὐτῷ θανάτου κατασκευάζων καὶ διὰ τούτου τὴν 2.1.602 ἀθανασίαν ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἀρνούμενος. πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; ἀλλ' ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι· μὴ γὰρ ἂν οὕτω μανῆναί τινα ὡς κατασκευάσαι τὸν θεὸν μὴ εἶναι ἀθάνατον. ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων 2.1.603 ὁ στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται. οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. 20οὐκ ἀπουσίᾳ θανάτου20, φησίν, 20ὁ θεὸς ἀθάνατος λέγεται20. πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θάνατος, κἂν ἀθά νατος λέγηται; οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως ὁ τοῦ Εὐνομίου θεὸς καὶ φθορᾷ ὑποκείμενος. οὗ γὰρ οὐκ ἄπεστι θάνατος, ἀθάνατος εἶναι φύσιν οὐκ ἔχει. ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσ ηγορίαι σημαίνουσιν, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων 2.1.604 θεῷ ἢ ἕτερόν τινα νοῦν ἐν αὑταῖς περιέχουσι. τίς οὖν οὗτος, ἑρμηνευσάτω ὁ τεχνολόγος. ἀλλ' ἡμεῖς οἱ, καθώς φησιν ὁ Εὐνόμιος, 20ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως20, ἄνοσον λέγειν ἐμάθομεν οὐχ οὗ τὸ κράτος, ἀλλ' οὗ ἡ νόσος κεχώρισται, καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν ἀνδρεῖον ἄνανδρον, ὑπνώδη ἄϋπνον καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης. 2.1.605 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία τὸ τὰ γελοῖά τε καὶ ἄσπουδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. διὸ παρήσω κἀκεῖνα καὶ τὰ ἐφεξῆς ἐκείνοις προσκείμενα· ἔστι δὲ ταῦτα· 20μηδεμίαν20, φησί, 20τῆς ἀληθείας μήτε τῷ θεῷ συμφυΐαν προσμαρ 2.1.606 τυρούσης20· εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἦν ὁ διφυᾶ τὸν θεὸν εἶναι λέγων πλὴν σοῦ τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ πατρὸς οὐσίᾳ συμφύοντος καὶ μηδὲν ἔξωθεν προσ εῖναι λέγοντος, ἀλλ' ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνο μάτων τῇ οὐσίᾳ τοῦ θεοῦ ἐγκεντρίζοντος; εἶτά φησι 20μήτε μὴν ἔξωθεν καὶ παρ' ἡμῶν πλαττομένην τοι αύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης20. ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ' ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ' οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος ὁ τὸν ἡμέ τερον ἰδιωτισμὸν διαπλύνων ἔπειτα τῆς ἀληθείας καταθρα 2.1.607 σύνεται. τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος ὁ τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομ πεύων, οἳ τὰς στομφώδεις αὐτὸν ταύτας ξηροστομίας κακο συνθέτως διαπεραίνοντα ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν; ἀλλ' αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν. τὴν δὲ τοῦ μονογενοῦς οὐσίαν τί φῄς, πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν ἢ οὐχί; ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἁπλότης 20οὐδεμίαν20, καθὼς φῄς, 20συμ 2.1.608 φυΐαν προσίεται20. εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς ὅ τι βλέπει. τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ οὐ λίαν ἐστὶ λεπτῆς κατα νοῆσαι φρενός. ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἡ ἀκο λουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον, οὕτω καὶ θνητὸν πάντως τὸ μὴ ἀθάνατον. τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής, τί περὶ τῆς τοῦ 2.1.609 μονογενοῦς ἡμῖν οὐσίας κυριολογήσει; πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. δώσει καὶ ταύτην ἀθα νασίαν εἶναι ἢ οὐ συνθήσεται; εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον 2.1.610 αὐτὴν εἶναι κατασκευάζων. εἰ δὲ φεύγων τὸ ἄτοπον ἀθα νασίαν καὶ τοῦ μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδε μίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται. εἰ γὰρ ἐπίσης ἥ τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἄρα καὶ παρ' αὐτῶν τῶν ἐχ θρῶν ὁμολογεῖται τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι. 2.1.611 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίη, λέγων ἡμᾶς 20ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λέγειν20. κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας κνίζειν ἐπιχειρεῖ τοῖς ἀπλήκτοις ὀδοῦσι κατα σπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν, εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς 2.1.612 εἰσφθειρόμενος. προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέ θετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον. τοῦ εὐαγγελιστοῦ, φησί, τῆς κατὰ σάρκα τοῦ κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρε σβύτερον καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρί σαντος καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σω ματικὸν πατέρα τοῦ θεοῦ φήσαντος, πρόχειρον εἶναί φησι τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ θεοῦ τοῦτο λαβεῖν ὅτι ὁ θεός, ἐξ οὗ ὁ Ἀδάμ, οὐ καθ' ὁμοιότητα τῶν ἀνθρωπικῶς γε νεαλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει. 2.1.613 ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν θεὸν μετὰ πάντα τῷ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν. ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν. οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς ὁ θεός, οὐδ' ὁτιοῦν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκείμενον. αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἡ ἔκθεσις. καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ' ἡμῶν μεμαρτύρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκθήσομαι. 2.1.614 "1Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γε νεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀνα ποδίζων ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον τοῦ Ἠλεί, τὸν δὲ τοῦ Ματτὰθ καὶ οὕτω κατὰ ἀνάβασιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπαναγαγών, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν. ὥσπερ οὖν ἐκεῖνος εἶπεν ὅτι ὁ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἡμεῖς ἑαυτοὺς 2.1.615 ἐρωτήσωμεν ὁ δὲ θεὸς ἐκ τίνος; ἆρ' οὐχὶ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλονότι, τὸ δὲ ἄναρχον τὸ ἀγέννητον. ὡς οὖν ἐπὶ τῶν ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν τὸ ἀγέν νητον."2 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀπο βλέπετε; πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδίας ἀναιδείας διὰ τῶν λόγων στήσαντι; οὐκ αἰσχύνεσθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τοιούτῳ χειραγωγῷ πρὸς τὴν 2.1.616 ἀλήθειαν χρώμενοι; οὐ σημείῳ χρήσεσθε τούτῳ τῆς περὶ τῶν δογμάτων αὐτοῦ μανίας, τῷ οὕτω πρὸς τὴν ἀλήθειαν αὐτὸν τῶν γεγραμμένων ἀναισχύντως ἀντικαθίστασθαι; οὕτως ὑμῖν καὶ τὰς θείας ἑρμηνεύει φωνάς, οὕτω τῆς τῶν δογμάτων ἀληθείας προΐσταται, ὡς ἀπελέγχειν Βασίλειον ἐκ τοῦ πάντη μὴ ὄντος γενεαλογοῦντα τὸν ἐπὶ πάντων 2.1.617 θεόν; εἴπω τὴν παρ' αὐτοῦ ῥῆσιν, ἔκθωμαι τῆς ἀναισχυν τίας τὰ ῥήματα; παρίημι τὰς ὕβρεις, οὐ μέμφομαι ταῖς λοιδορίαις· οὐ γὰρ αἰτιῶμαι τὸν ὀδωδότα τῷ στόματι ὅτι ὄδωδεν, οὐδὲ τὸν τῷ σώματι λελωβημένον ὅτι λελώβηται. τὰ γὰρ τοιαῦτα φύσεώς ἐστιν ἀτυχήματα τὴν παρὰ τῶν νοῦν ἐχόντων μέμψιν ἐκφεύγοντα. οὐκοῦν ἡ τοῦ ὑβρίζειν σπουδὴ λογισμῶν ἐστιν ἀρρωστία καὶ δυσκληρία ψυχῆς τὸν ὑγιαίνοντα λογισμὸν λελωβημένης. οὐδεὶς οὖν μοι λόγος ὧν
λελοιδόρηται, ἀλλὰ τὴν σφοδρὰν ἐκείνην καὶ ἄμαχον τοῦ συλλογισμοῦ πλοκήν, δι' ἧς τὴν καθ' ἡμῶν κατηγορίαν πρὸς τὸν σκοπὸν ἑαυτοῦ συνεπέρανε, διαρρήδην γράψω κατ' αὐτὰ τὰ ῥήματα. 2.1.618 20Ἵνα γάρ20, φησί, 20μὴ κωλυθῇ τὸν υἱὸν ἐκ μετ ουσίας εἰπεῖν τοῦ ὄντος, λέληθεν ἑαυτὸν τὸν ἐπὶ πάντων θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἰπών. εἰ γὰρ τὸ "1μηδὲν"2 τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώ λυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν20. πρὸς τί τῶν εἰρημένων πρότερον ἴδωμεν, ὅτι ἐκ μετουσίας τοῦ θεοῦ τὸν υἱὸν οἴεται καὶ τοῖς μὴ τοῦτο δεχομένοις ἐπισκεδάζει τοῦ στόματος ἑαυτοῦ τὴν δυσωδίαν, ἢ τὴν ψυχρὰν καὶ ὀνειρώδη τοῦ σοφίσματος συνθήκην διεξ ετάσωμεν; ἀλλ' ὅτι μὲν τὸ ἐκ μετουσίας τῇ θείᾳ φύσει προσάπτειν υἱοὺς ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐκ ἂν ἀγνοοίη τις τῶν καὶ ὁπωσοῦν μετεχόντων φρονή 2.1.619 σεως. οὕτω γὰρ οἱ τοῖς μέτροις τοὺς μύθους ἐνείροντες ∆ιονύσους τινὰς καὶ Ἡρακλέας καὶ Μίνωας καὶ ἄλλους τοιούτους ἐκ δαιμονίας εἰς ἀνθρώπινα σώματα συμπλοκῆς διαπλάσσουσι καὶ ὑπεραίρουσι τῶν λοιπῶν ἀνθρώπων τοὺς τοιούτους τῷ λόγῳ ὡς τῇ μετουσίᾳ τῆς κρείττονος φύσεως τὸ πλέον ἔχοντας. οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς οἴκοθεν τὸν τῆς ἀνοίας ἅμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα σιωπῆσαι προσήκει, προθεῖναι δὲ μᾶλλον τὸν ἄμαχον ἐκεῖνον συλ λογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ' ἡμᾶς ἰδιῶται οἵων καὶ ὅσων οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἐζημιώ 2.1.620 θησαν. 20εἰ γὰρ τὸ "1μηδέν,"220 φησί, 20τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούν των ἀκώλυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέ γει τὸν θεόν20. τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπισείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν ταὐ τόν ἐστι τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι λέγειν; ὁ γὰρ τοὺς γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας ἀεὶ τοῦ μνημονευθέντος ὑπερκείμενον 2.1.621 πατέρα δηλονότι νοεῖ. τί γὰρ ἦν ὁ Ἠλεὶ τοῦ Ἰωσήφ; τί δὲ ὁ Ματτὰθ τοῦ Ἠλεί; τί δὲ ὁ Ἀδὰμ τοῦ Σήθ; ἆρ' οὐχὶ πρόδηλον καὶ τοῖς ἄγαν νηπίοις ὅτι πατέρων ἐστὶν ἀπαρίθμησις ὁ τῶν μνημονευθέντων τούτων ὀνομάτων κατά λογος; εἰ γὰρ ὁ Σὴθ τοῦ Ἀδὰμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἀδάμ. οὕτως εἰπέ μοι καὶ τοῦ ἐπὶ πάντων θεοῦ πατὴρ τίς; εἰπὲ τῷ ἐρωτῶντι, ῥῆξον φω νήν, ἀπόκριναι, πᾶσαν τὴν λογικήν σου τέχνην πρὸς τὴν πεῦσιν ταύτην συγκίνησον· ἆρ' εὑρήσεις τινὰ λόγον τὴν 2.1.622 τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς ὁ τοῦ ἀγεν νήτου πατήρ; ἔχεις εἰπεῖν ὅστις; οὐκοῦν οὐκ 20ἀγέν νητος20; ἀλλὰ συνθλιβόμενος ἐρεῖς πάντως, ὃ δὴ καὶ εἰπεῖν ἐστιν ἐπάναγκες ὅτι "1οὐδείς"2. τί οὖν, ὦ φίλ τατε, ἆρά σοι οὔπω λέλυται ἡ μαλθακὴ τοῦ σοφίσματος αὕτη διαπλοκή; ἆρα συνῆκας τοῖς ἰδίοις κόλποις ἐνσι ελίσας; τί φησιν ὁ μέγας Βασίλειος; ὅτι ὁ ἀγέννητος ἐξ οὐδενός ἐστι πατρός. ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων ἡ ἀκολουθία κατὰ τὸ σιωπώμενον συνομολο 2.1.623 γεῖσθαι δίδωσι τοῦ πατρὸς τὴν προσθήκην. σὺ τὸ ἐξ οὐδενὸς πατρὸς τὸ 20μηδὲν20 ἐποίησας, καὶ πάλιν τὸ 20μη δὲν εἰς τὸ πάντη μὴ ὂν20 μεταλαβὼν τὸν λελυμένον ἐκεῖνον συλλογισμὸν συνεπέρανας. οὐκοῦν τὰ σοφά σου ταῦτα τῆς τεχνικῆς ἀγχινοίας πρὸς σὲ μεταχθήσεται. τίς 20τοῦ ἀγεννήτου20 πατήρ, ἐρωτῶ; οὐδείς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην. ὁ γὰρ ἀγέννητος πατέρα πάντως οὐκ 2.1.624 ἔχει. εἰ τοίνυν οὐδεὶς τοῦ 20ἀγεννήτου20 πατήρ, τὸ δὲ οὐ δεὶς παρὰ σοῦ πρὸς τὸ 20μηδὲν20 μετελήφθη, τὸ δὲ 20μηδὲν20 κατὰ τὸν σὸν λόγον 20τῷ πάντη μὴ ὄντι20 ταὐτόν ἐστι κατὰ τὴν ἔννοιαν, 20ἀκώλυτος δὲ τῶν ἰσοδυναμούν των20, καθὼς φῄς, 20ἡ μετάληψις20, ὁ εἰπὼν ὅτι οὐδείς ἐστι τοῦ ἀγεννήτου πατὴρ 20ἐκ τοῦ πάντη μὴ ὄντος20 εἶναι λέγει τὸν ἐπὶ πάντων θεόν. 2.1.625 20Τοιοῦτον20, ὡς ἔοικεν, 20ἐστίν20, ὦ Εὐνόμιε, 20κακόν20 (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ 20τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι20 (μικρὸν γὰρ ἴσως τὸ τοιοῦτον εἰς δυστυχίαν), ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν καὶ μὴ γινώσκειν, ὅσον ἐστὶ τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου 2.1.626 καὶ τοῦ χερσαίου θηρίου. εἰ γὰρ ἐφεώρα τὸν βίον ἡμῶν τὸ ὀξὺ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπόλει τὴν ἀνθρω πίνην ζωὴν τῷ τῆς σοφίας πτερῷ, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ῥοίζῳ τῶν λόγων, οἵῳ τῷ ὀστράκῳ τῆς ἀνοίας συμ πεφυκὼς πρὸς τίνα δι' ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὕβρεσι ταῖς κατ' αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι παρὰ 2.1.627 τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίαις θηρώμενος. πλὴν ἀλλ' οὐκ ἀπελπιστέον σοι καὶ τῶν ὀνύχων ἐκείνου. τὸ γὰρ ἡμέτερον ὡς μὲν πρὸς ἐκεῖνον ὄνυχος μοῖρα κρινόμενον πολλοῦ ἂν εἴη, πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἱκανὸν εἶναί σοι περιρρῆξαι τῆς ἀπάτης τὸ ἔλυτρον καὶ δεῖξαι τὴν ἐγκεκρυμμένην τῷ ὀστράκῳ ἀσχημοσύνην. Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τῆς νίκης ἢ τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον, δι' ὧν γίνεται τῷ νενικηκότι τῇ κρίσει τῶν βραβευόντων ἡ ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος, ἐπεὶ οὖν δὶς ἤδη καταβληθεὶς ἐν τοῖς προλαβοῦσι λόγοις Εὐνό μιος οὔπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια, ἀλλ' ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονίζεται ἐν τῇ συνήθει παλαίστρᾳ τοῦ ψεύδους εἰς τοὺς ὑπὲρ τῆς ἀπάτης ἀγῶνας ἑαυτὸν ἐπιρ ρώσας, ἀναγκαίως καὶ νῦν δι' ἡμῶν ὁ τῆς ἀληθείας λόγος πρὸς τὴν τοῦ ψεύδους ἀνατροπὴν ἀντεγείρεται, τῷ νικοποιῷ τε καὶ ἀγωνοθέτῃ τῆς νίκης ἀναθεὶς τὰς ἐλπίδας καὶ ἅμα τῇ κακοτεχνίᾳ τῶν τοῦ ἐναντίου παλαισμάτων ἐνδυναμού 3.1.2 μενος. ὁμολογοῦμεν γὰρ ἀνεπαισχύντως ἡμεῖς μήτε τινὰ λόγον διὰ ῥητορικῆς τεθηγμένον ἐπὶ τοὺς ἀγῶνας παρε σκευάσθαι μήτε δεινότητα διαλεκτικῆς ἀγχινοίας εἰς συμ μαχίαν κατὰ τῶν ἀντιτεταγμένων προβάλλεσθαι, ἣ καὶ τὴν ἀλήθειαν πολλάκις εἰς ὑπόνοιαν ψεύδους ἐπὶ τῶν ἀπείρων ἀντιμεθίστησιν. ἀλλὰ μία δύναμις τοῦ ἐν ἡμῖν λόγου κατὰ τοῦ ψεύδους ἐστὶ πρῶτον μὲν αὐτὸς ὁ ἀληθινὸς λόγος, ἰσχὺς τοῦ ἡμετέρου λόγου γινόμενος, ἔπειτα δὲ καὶ ἡ τῶν ἀντι τεταγμένων σαθρότης, αὐτὴ δι' ἑαυτῆς ἀνατρεπομένη καὶ 3.1.3 καταπίπτουσα. ὡς δ' ἂν μάλιστα γένοιτο πᾶσι δῆλον ὅτι αὐτὸς τοῦ Εὐνομίου ὁ πόνος τῆς ἰδίας ἀνατροπῆς ὕλη τοῖς προσπαλαίουσι γίνεται, αὐτὸ προθήσω τοῖς ἐντυγχάνουσι τοῦ λόγου τὸ εἴδωλον (οὕτω γὰρ οἶμαι χρῆναι τὸν ἔξω τῆς ἀληθείας ὀνομάζεσθαι λόγον)· βραβευταὶ δὲ δίκαιοι τῆς νομίμου τῶν λόγων ἀθλήσεως γένοισθε πάντες οἱ τοῖς πό νοις ἡμῶν ἐντυγχάνοντες καὶ θεωροῦντες τὴν γινομένην νῦν τοῦ ἡμετέρου λόγου πρὸς τὸν ἀντίπαλον συμπλοκήν, ὡς ἂν διὰ τῆς δικαίας ὑμῶν ἐπικρίσεως ἀνακηρυχθείη παντὶ τῷ τῆς ἐκκλησίας θεάτρῳ τῆς εὐσεβείας ὁ λόγος, ἀνανταγώ νιστον λαβὼν παρὰ πᾶσι κατὰ τῆς ἀσεβείας τὸ κράτος, διὰ τριῶν τῶν τοῦ ἐχθροῦ πτωμάτων τῷ ἀειθαλεῖ στεφάνῳ τῶν σῳζομένων καλλωπιζόμενος. 3.1.4 Αὕτη τοίνυν ἡ λέξις ἐν προοιμίοις κατὰ τῆς ἀληθείας τοῦ τρίτου προβέβληται λόγου, ἣ τοῦτον ἔχει τὸν τρόπον. 20φυσικήν20, φησί, 20διασῴζοντες τάξιν καὶ τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντες γεννητὸν ὄντα τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτού μεθα, τῆς γεννηθείσης οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τούτῳ μοι δι' ἐπιμελείας ὁ ἀκροατὴς ἐπισχέτω τὸν νοῦν, ὅτι καὶ γεννητὸν καὶ υἱὸν ὀνομάζων τὸν μονογενῆ θεὸν εἰς 20τὴν φυσικὴν τάξιν20 ἀναφέρει τὴν τῶν ὀνομάτων τούτων αἰτίαν καὶ τὴν ἄνωθεν γνῶσιν ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ μαρτύρεται· ὡς εἴ τι διὰ τῶν ἐφεξῆς εὑρεθείη τοῖς προεκτεθεῖσιν ἐναντιούμενος, φα νερὸν γενέσθαι πᾶσιν ὅτι δι' ἑαυτοῦ ἀνατρέπεται, πρὸ τῶν 3.1.5 ἡμετέρων λόγων διὰ τῶν ἰδίων ἀπελεγχόμενος. οὑτωσὶ δὲ διὰ τῶν παρ' αὐτοῦ ῥηθέντων τὸν λόγον κατανοήσωμεν. ὁμολογεῖ μηδαμῶς ἂν τὸ τοῦ υἱοῦ ὄνομα κυρίως ἐφαρμο σθῆναι τῷ μονογενεῖ θεῷ, μὴ 20τῆς φυσικῆς20, καθώς φησι, 20τάξεως20 βεβαιούσης τῷ γεννηθέντι τὴν κλῆσιν. οὐκοῦν εἴ τις ἀφέλοι φυσικὴν τάξιν ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, μάτην αὐτῷ ἐπιθρυλήσει τὸ ὄνομα, τῆς κυρίας καὶ κατὰ φύσιν διεζευγμένον ἐμφάσεως. ἀλλὰ καὶ τὸ 20τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντα20 ταῦτα διαβεβαιοῦσθαι λέγειν πολὺ μᾶλλον κρατύνει τὴν εὐσεβῆ περὶ τῆς τοῦ υἱοῦ προσηγορίας διάνοιαν, ὡς τῆς θεοπνεύστου τῶν γραφῶν δι δασκαλίας τῆς ἄνωθεν γεγενημένης ἡμῖν τὸν περὶ τούτων 3.1.6 βεβαιούσης λόγον. εἰ ταῦτα τοίνυν τοῦτον ἔχει τὸν τρόπον καὶ οὗτός ἐστιν ὅρος τῆς ἀληθείας ἀπαραλόγιστος, τὸ τὰ δύο ταῦτα συνδραμεῖν πρὸς ἄλληλα, τήν τε φυσικήν, κα θώς φησι, τάξιν καὶ τὴν τῆς ἄνωθεν γνώσεως μαρτυρίαν, βεβαιοῦσαν τὴν κρίσιν τῆς φύσεως, δῆλον ὅτι τὸ παρὰ ταῦτά τι λέγειν οὐδέν ἐστιν ἕτερον ἢ πρὸς τὴν ἀλήθειαν αὐτὴν ἐκ τοῦ φανεροῦ διαμάχεσθαι. οὗτος τοίνυν ὁ τὴν φύσιν διδάσκαλον τοῦ ὀνόματος τούτου ποιούμενος καὶ τοῖς ἄνωθεν ἡμῖν διὰ τῆς τῶν ἁγίων διδασκαλίας ἐγνω σμένοις ἐμμένειν λέγων οἷα διεξέρχεται μικρὸν ὑποβὰς μετὰ τὰ εἰρημένα πάλιν ἀκούσωμεν. 3.1.7 Τέως γὰρ τὸ συνεχὲς ὑπερβήσομαι τῶν κατὰ τὸ ἀκό λουθον τούτοις ἐν τῷ λόγῳ συντεταγμένων, ὡς ἂν μὴ δια λάθοι τῶν γεγραμμένων ἡ ἐναντίωσις, τῇ ἀναγνώσει τῶν διὰ μέσου παρεγκειμένων συσκιασθεῖσα. 20ὁ αὐτός20, φησίν, 20ἁρ μόσει λόγος καὶ περὶ τοῦ ποιήματος καὶ κτί σματος, τῆς τε φυσικῆς κρίσεως καὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν πραγμάτων, ἔτι δὲ τῆς τῶν ἁγίων χρήσεως ἀκώλυτον ἡμῖν παρεχούσης τοῦ τύπου τὴν ἐξουσίαν· διόπερ οὐκ ἂν ἁμάρτοι τις συναρμόζων τῷ τε ποιήσαντι τὸ ποίημα καὶ τῷ 3.1.8 κτίσαντι τὸ κτίσμα20. περὶ τίνος λέγει 20κτίσματος20 καὶ 20ποιήματος20 ὡς φυσικὴν ἔχοντος τὴν ἐν τῷ ὀνόματι σχέσιν πρὸς τὸν πεποιηκότα καὶ κτίσαντα; εἰ μὲν περὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ὁρατῶν τε καὶ ἀοράτων, καθὼς ὁ Παῦλος διέξεισιν, ἐν αὐτῷ λέγων ἐκτίσθαι τὰ πάντα, ὁρατὰ καὶ ἀόρατα, ὥστε τὴν σχετικὴν ταύτην τῶν ὀνομάτων συζυγίαν κυρίως πρὸς ἑαυτὴν ἁρμοσθῆναι, συν ταχθέντος τῷ ποιήσαντι μὲν τοῦ ποιήματος, τῷ κτίσαντι δὲ τοῦ κτίσματος, εἰ ταῦτα λέγει, καὶ ἡμεῖς συντιθέμεθα· τῷ ὄντι γάρ, ἐπειδὴ ποιητὴς ἀγγέλων ὁ κύριος, 20ποίημα20 πάντως ἐστὶ τοῦ πεποιηκότος ὁ ἄγγελος, καὶ ἐπειδὴ τοῦ κόσμου κτίστης ὁ κύριος, 20κτίσμα20 δηλονότι τοῦ κτίσαντος αὐτός τε ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα κατονομάζεται. 3.1.9 εἰ μὲν οὖν πρὸς ταῦτα βλέπων διακρίνει τὴν τῆς φύσεως τάξιν, ἐπὶ τῆς ὀνοματικῆς σημασίας τῆς πρὸς ἄλληλα σχέ σεως τῶν πρός τι λεγομένων ὀνομάτων τεχνολογῶν τὴν οἰκείωσιν, περιττὸν μὲν καὶ οὕτως ἦν, μηδενὸς ἀγνοοῦντος ταῦτα, γραμματικῆς μικρολογίας ἡμῖν ποιεῖσθαί τινα τεχνο 3.1.10 λογίαν, τῶν δογμάτων ἀφέμενον. εἰ δὲ τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας ἐφαρμόζει φωνάς, ὥστε 20ποίημά20 τε 20τοῦ ποιήσαντος20 καὶ 20κτίσμα20 αὐτὸν εἶναι λέγειν 20τοῦ κτί σαντος20, καὶ εἰς ἁγίων χρῆσιν ἀναπέμπειν τῆς ὀνοματο ποιΐας ταύτης τὴν ἐξουσίαν, τοῦτο πρῶτον ἐπιδειξάτω τῷ λόγῳ, τίνας ἁγίους εἶναί φησιν οἳ 20ποίημα20 καὶ 20κτίσμα20 τὸν τοῦ παντὸς ποιητὴν ἀπεφήναντο, οἷς ἀκολουθῶν τῆς φωνῆς ταύτης καταθρασύνεται. 3.1.11 Ἁγίους ἡ ἐκκλησία τοὺς τῷ ἁγίῳ πνεύματι θεοφορου μένους ἐπίσταται πατριάρχας νομοθέτας προφήτας εὐαγγε λιστὰς ἀποστόλους. εἴ τις ἐν τούτοις ἐστὶ διὰ τῶν θεο πνεύστων ἑαυτοῦ λόγων κτιστὸν εἶναι καὶ ποίημα δογματί ζων τὸν ἐπὶ πάντων θεόν, τὸν φέροντα τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ περιδεδραγμένον πάντων τῶν ὄντων καὶ δι' ἑαυτοῦ μόνῳ τῷ θελήματι τὸ πᾶν οὐσιώ σαντα, συγγνωστὸς ἔσται 20τῇ χρήσει τῶν ἁγίων20, καθ 3.1.12 ώς φησι, πρὸς τὴν τοιαύτην δογματοποιΐαν ἑπόμενος. εἰ δὲ πᾶσι πρόκειται τῶν θείων γραφῶν κατ' ἐξουσίαν ἡ γνῶσις καὶ οὐδὲν ἀπόρρητον οὐδὲ ἀπόκρυφον οὐδενὶ τῶν βουλομένων τῆς θείας διδασκαλίας μετέχειν, πῶς ἐπιχειρεῖ τοὺς ἀκούντας παρακρούεσθαι διὰ τῆς κατὰ τῶν γραφῶν συκοφαντίας, εἰς ἁγίων χρῆσιν τὴν τοῦ 20κτίσματος20 φω νὴν ἐπὶ τοῦ μονογενοῦς ἀναπέμπων; τὸ μὲν γὰρ δι' αὐτοῦ γεγονέναι τὰ πάντα πάσης μικροῦ δεῖν ἔστι τῆς ἁγίας ἀκοῦσαι φωνῆς ἀπὸ Μωϋσέως καὶ τῶν καθεξῆς προφητῶν τε καὶ ἀποστόλων, ὧν μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον νυνὶ 3.1.13 παρατίθεσθαι. ἀρκεῖ δὲ μετὰ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ὁ ὑψηλὸς Ἰωάννης ἐν προοιμίοις τῆς τοῦ μονογενοῦς θεολογίας τοῦτο βοήσας, ὅτι οὐδὲν τῶν γεγονότων ἐστὶν ὃ μὴ δι' ἐκείνου ἐγένετο, ὅπερ ἄμαχός τε καὶ ἀναμφίβολός ἐστιν ἀπόδειξις τοῦ κύριον αὐτὸν εἶναι τῆς κτίσεως, οὐχὶ τῷ καταλόγῳ τῶν κτιστῶν ἐναρίθμιον. εἰ γὰρ πάντα τὰ γεγονότα δι' οὐδενὸς ἄλλου ἢ διὰ τούτου ἔστι καὶ οὐδὲν ἐν τοῖς διὰ τῆς κτίσεως οὖσι χωρὶς αὐτοῦ γεγενῆσθαι ὁ Ἰωάννης μαρτύρεται, τίς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μηδὲ ἰδεῖν ἐν τῷ κηρύγματι τοῦ εὐαγγελιστοῦ τὴν ἀλή θειαν, ὅτι ὁ πᾶσαν τὴν κτίσιν ποιήσας ἄλλο τι πάντως 3.1.14 παρὰ τὴν κτίσιν ἐστίν; εἰ γὰρ πᾶν τὸ ἐν τοῖς γεγονόσιν ἀριθμούμενον δι' ἐκείνου ἐστίν, αὐτὸς δὲ ἐν ἀρχῇ ἐστι καὶ πρὸς τὸν θεόν ἐστι, θεὸς ὢν καὶ λόγος καὶ ζωὴ καὶ φῶς καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐδὲν δὲ τῶν διὰ κτίσεως γεγονότων διὰ τῶν αὐτῶν ὀνομάτων ὀνομάζεται, οὐ λόγος, οὐ θεός, οὐ ζωή, οὐ φῶς, οὐκ ἀλήθεια, οὐ χαρακτήρ, οὐκ ἀπαύγασμα, οὐδ' ἄλλο τι τῶν θεοπρεπῶν ὀνομάτων ἔστι περὶ τὴν κτίσιν εὑρεῖν, δῆλον ὅτι ὁ ταῦτα ὢν ἄλλο τι τῇ φύσει παρὰ τὴν κτίσιν ἐστίν, ἥτις τούτων οὐδὲν οὔτε ἐστὶν οὔτε λέγεται. 3.1.15 Εἰ μὲν γὰρ ἦν τις ἐν ταῖς τοιαύταις φωναῖς ὁμω νυμία τῇ κτίσει πρὸς τὸν ποιήσαντα, συγγνωστὸς ἦν ἴσως διὰ τῆς τῶν λοιπῶν ὀνομάτων κοινότητος καὶ τὸ τῆς κτί σεως ὄνομα κοινοποιῆσαι τῷ κτισθέντι καὶ τῷ ποιήσαντι· εἰ δὲ πάντων ἀσύμβατά τε καὶ ἀκοινώνητα τὰ ἐπιθεω ρούμενα τῇ κτιστῇ τε καὶ τῇ ἀκτίστῳ φύσει διὰ τῶν ὀνο μάτων γνωρίσματα, πῶς οὐ φανερὰ πᾶσίν ἐστιν ἡ συκο φαντία τοῦ τολμῶντος ἐφαρμόσαι τὸ τῆς δουλείας ὄνομα τῷ δεσπόζοντι, καθώς φησιν ὁ προφήτης, ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τὸν ἐν πᾶσι πρωτεύοντα, καθὼς ὁ ἀπόστολος λέγει, διὰ τοῦ κατὰ τὴν κτίσιν ὀνόματός τε καὶ νοήματος εἰς ὁμότιμον ἄγειν <τάξιν> τῇ δουλευούσῃ φύσει; 3.1.16 πᾶσαν γὰρ τὴν κτίσιν δουλεύειν ὁ μέγας ἀπεφήνατο Παῦ λος, ὁ ἐν τοῖς ἄνω τῶν οὐρανῶν διδασκαλείοις παιδευθεὶς τὴν ἀπόρρητον γνῶσιν, ἐκεῖ ταῦτα μαθὼν ὅπου ἀργεῖ πᾶσα φωνὴ σημαντικὴ διὰ λόγου προφερομένη, ἀλλὰ ῥῆμα γίνεται διδασκαλίας ἡ ἀνεκφώνητος ἔννοια, τὰ ὑπὲρ λόγον τὴν κεκαθαρμένην καρδίαν διὰ τῆς ἀλαλήτου τῶν νοημάτων 3.1.17 ἐλλάμψεως ἐκδιδάσκουσα. εἰ οὖν ταῦτα μὲν ὁ Παῦλος βοᾷ, ὅτι ἡ κτίσις δουλεύει, ὁ δὲ μονογενὴς θεὸς ἀληθῶς ἐστι κύριος καὶ θεὸς ἐπὶ πάντων, Ἰωάννης δὲ τὸ πᾶσαν δι' αὐτοῦ τῶν γεγονότων εἶναι τὴν κτίσιν μαρτύρεται, πῶς ἔτι ὁ καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενος ἀνέξεται διὰ τῆς ἀσυστάτου ταύτης καὶ ἀνακολούθου τεχνολογίας ὁρῶν τὸν Εὐνόμιον εἰς τὴν τῆς κτίσεως ταπεινότητα τὴν ὑπερ κειμένην πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ κυριότητος δύναμιν διὰ τῆς πρὸς τὸ δουλεῦον ὁμωνυμίας καθέλκοντα; 3.1.18 εἰ δέ φησιν ἔχειν τινὰς τῶν ἁγίων οἳ δοῦλον αὐτὸν ἀνεῖπον ἢ κτιστὸν ἢ ποιητὸν ἤ τι τῶν ταπεινῶν τε καὶ δουλοπρεπῶν ὀνομάτων, ἰδοὺ πάρεισιν αἱ γραφαί· δότω μίαν ἢ αὐτὸς ἢ ἄλλος τις ὑπὲρ ἐκείνου τοιαύτην φωνήν, καὶ ἡμεῖς σιωπή 3.1.19 σομεν. εἰ δὲ οὔτε ἔστι τοιαύτη λέξις οὔτ' ἂν εὑρεθείη ποτὲ ἐν ταῖς πεπιστευμέναις θεοπνεύστοις γραφαῖς διάνοιά τις τοιαύτη, ἥτις τῆς ἀσεβείας ταύτης συνήγορος γίνεται, τί χρὴ περαιτέρω περὶ τῶν ὁμολογουμένων διαγωνίζεσθαι πρὸς τὸν οὐ μόνον τὰς τῶν ἁγίων συκοφαντοῦντα φωνάς, 3.1.20 ἀλλὰ καὶ τοῖς ἰδίοις διορισμοῖς προσπαλαίοντα; εἰ γὰρ ἡ τῆς φύσεως τάξις, καθὼς αὐτὸς οὗτος ὁμολογεῖ, τῷ υἱῷ τὸ ὄνομα διὰ τὸ γεννηθῆναι προσμαρτυρεῖ, καὶ οὕτω γίνεται διὰ τῆς γεννηθέντος πρὸς τὸν γεννήσαντα σχέ σεως ἡ τοῦ ὀνόματος συζυγία, πῶς ἀποσπάσας τῆς φυσικῆς οἰκειότητος τὸ τοῦ υἱοῦ σημαινόμενον μεταβάλλει τὴν σχέσιν ἐπὶ τὸ ποίημά τε καὶ τὸν ποιήσαντα; ὅπερ οὐ μόνον ἐπὶ τῶν στοιχείων τοῦ κόσμου ἀληθές ἐστι λέγειν, ἀλλὰ κἂν ἐπὶ βομβυλιοῦ τις εἴπῃ καὶ μύρμηκος, καθὸ ποίημα τού των ἐστὶν ἑκάτερον, ὁμοίως πρὸς τὸν ποιήσαντα ἡ τοῦ ὀνό ματος σχέσις τὸ ἴσον ἔχει. 3.1.21 Τὸ μὲν οὖν βλάσφημον μετὰ πολλῶν ἑτέρων καὶ διὰ τῶν εἰρημένων δῆλόν ἐστιν· ἡ δὲ παρὰ τῶν ἁγίων χρῆσις, ᾗ φησιν οὗτος ἀκολουθῶν ταῦτα λέγειν, φανερὰ μέν ἐστιν οὐδεμία. τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώθασι, τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. διὰ γὰρ τὸ παρὰ τῆς σοφίας εἰρῆσθαι τὸν λόγον τοῦτον, σοφίαν δὲ παρὰ τοῦ μεγάλου Παύλου κατωνομάσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς θεοῦ διὰ τοῦ τῆς σοφίας ὀνόματος ὁμολογοῦντος τὸ ἐκτίσθαι ὑπὸ τοῦ τὰ πάντα ποιή 3.1.22 σαντος τὴν φωνὴν ταύτην προτείνονται. ἐγὼ δὲ φανερὰν μὲν ἡγοῦμαι τοῖς προσεχεστέροις τε καὶ φιλοπονωτέροις τὴν εὐσεβῆ τοῦ ῥητοῦ τούτου διάνοιαν, ὡς μηδεμίαν γενέσθαι βλάβην κατὰ τοῦ λόγου τῆς πίστεως τοῖς πεπαιδευμένοις τὰ τῆς παροιμίας αἰνίγματα· πλὴν δι' ὀλίγων οἶμαι δεῖν τὸν περὶ τούτου λόγον διαλαβεῖν, ὡς ἂν φανερώτερον τῆς τοῦ ῥητοῦ τούτου διανοίας ἐκκαλυφθείσης μηδαμόθεν ἔχοι παρρησίαν ὁ τῆς αἱρέσεως λόγος, ὡς ἐκ τῆς θεοπνεύστου 3.1.23 γραφῆς τὴν μαρτυρίαν ἔχων. ὁμολογεῖται μὲν γὰρ παρὰ πάντων ἐν τῇ γραφικῇ καταχρήσει τὸ τῆς παροιμίας ὄνομα μὴ κατὰ φανεροῦ τετάχθαι νοήματος, ἀλλ' ἐπί τινος κε κρυμμένης λέγεσθαι διανοίας, οὕτω τοῦ εὐαγγελίου τὰς αἰνιγματώδεις τε καὶ ἀσαφεῖς ῥήσεις παροιμίας κατονομά ζοντος, ὡς εἶναι τὴν παροιμίαν, εἴ τις ὅρῳ τὴν ἑρμηνείαν τοῦ ὀνόματος τούτου διαλαμβάνοι, λόγον δι' ἑτέρων τῶν κατὰ τὸ πρόχειρον νοουμένων ἕτερόν τι κατὰ τὸ κρυπτὸν ἐνδεικνύμενον, ἢ λόγον οὐκ ἐπ' εὐθείας τὸν τοῦ νοήματος σκοπὸν προδεικνύοντα, ἀλλὰ κατὰ τὸ λοξὸν τὴν διδασκαλίαν 3.1.24 ποιούμενον διὰ πλαγίας ἐμφάσεως. τῷ δὲ βιβλίῳ τούτῳ κατ' ἐξαίρετον τὸ τοιοῦτον ἐπιγέγραπται ὄνομα, καὶ τῆς προσηγορίας ταύτης αἱ ἐμφάσεις εὐθὺς ἐν τοῖς προοιμίοις παρὰ τοῦ σοφοῦ Σολομῶντος διῄρηνται. οὐ γὰρ γνώμας οὐδὲ συμβουλὰς οὐδὲ διδασκαλίαν σαφῆ τοὺς ἐν τῷ βιβλίῳ τούτῳ λόγους, ἀλλὰ παροιμίας ὠνόμασεν, ἐπαγαγὼν τὴν ἑρμηνείαν, τί βούλεται τοῦ ὀνόματος τούτου τὸ σημαινό μενον· Γνῶναι γάρ, φησί, σοφίαν καὶ παιδείαν, οὐ κατὰ τὴν κοινὴν ἐπὶ τῶν ἄλλων μαθημάτων συνήθειαν προτάξας τῆς σοφίας τὴν παίδευσιν, ἀλλὰ σοφὸν ἐκ προπαιδεύσεως γενέ σθαι πρῶτον διακελεύεται, εἶθ' οὕτως τὴν ἐκ τῆς παροι μίας παιδείαν χωρῆσαι. φρονήσεως γὰρ εἶναι λόγους, φησί, 3.1.25 διὰ στροφῆς τὸν σκοπὸν ἐκκαλύπτοντας. τὸ γὰρ μὴ ἐπ' εὐθείας νοούμενον στροφῆς τινος χρῄζει πρὸς τὴν τοῦ κεκρυμμένου κατάληψιν, καὶ ὥσπερ ὁ Παῦλος ἀλλάξειν ἑαυτοῦ τὴν φωνὴν ἐπηγγείλατο, μέλλων μετατιθέναι τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν, οὕτως ἐνταῦθα ἡ τῶν κε κρυμμένων φανέρωσις στροφὴ λόγου παρὰ τοῦ Σολομῶντος κατονομάζεται, ὡς οὐ δυναμένου κατανοηθῆναι τοῦ κάλ λους τῶν νοημάτων, εἰ μή τις τοῦ λόγου τὸ προφαινό μενον εἰς τὸ ἔμπαλιν ἀναστρέψας ἴδοι τὴν ἀποκεκρυμμένην αὐγὴν τοῦ νοήματος· οἷον ἐπὶ τοῦ πτεροῦ συμβαίνει, ᾧ 3.1.26 κατὰ τὸ οὐραῖον ὁ ταὼς καλλωπίζεται. ἐπὶ τούτου γὰρ ὁ μὲν τὰ νῶτα τοῦ πτεροῦ θεασάμενος κατὰ τὸ ἀκαλλές τε καὶ ἄμορφον καταφρονεῖ πάντως ὡς εὐτελοῦς τοῦ θεά ματος· εἰ δέ τις ἀναστρέψας αὐτοῦ τὴν ἑτέραν ὄψιν προ δείξειεν, ὁρᾷ τὴν ποικίλην ζωγραφίαν τῆς φύσεως καὶ τὸν ἡμιτελῆ κύκλον ἐν πορφυρᾷ τῇ βαφῇ κατὰ τὸ μέσον ἐκ λάμποντα καὶ τὸν χρυσοειδῆ περὶ τὸν κύκλον ἀέρα ταῖς πολυχρόοις ἴρισι κατὰ τὸ ἄκρον διεζωσμένον τε καὶ λαμ πόμενον. ἐπεὶ οὖν οὐδὲν τῷ προχείρῳ τῆς λέξεως ἔπεστι κάλλος (Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι λέως ἔσωθεν, ἐν τοῖς χρυσοῖς νοήμασι τῷ κρυπτῷ δια λάμπουσα κόσμῳ), ἀναγκαίως ὁ Σολομὼν τοῖς ἐντυγχάνουσι τούτῳ τῷ βιβλίῳ τὴν τοῦ λόγου στροφὴν ὑποτίθεται, ἵνα διὰ τούτου νοήσωσι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. 3.1.27 Ταῦτα τοίνυν περιεχούσης τῆς παροιμιακῆς ταύτης διδασκαλίας, οὐδὲν ἄν τις τῶν εὖ φρονούντων ἀνεξετάστως τε καὶ ἀθεωρήτως τῶν ἐκ τῆς βίβλου ταύτης προφερομένων δέξεται, κἂν ὅτι μάλιστα σαφὲς ἐκ τοῦ προχείρου καὶ γνώ ριμον τυγχάνῃ. πάντως γὰρ ὕπεστί τις καὶ τοῖς προδήλοις εἶναι δοκοῦσιν ἡ κατὰ ἀναγωγὴν θεωρία. εἰ δὲ τὰ πρόχειρα τῆς γραφῆς ταύτης ἀναγκαίως ἐπιζητεῖ τὴν λεπτομερεστέραν ἐξέτασιν, πόσῳ μᾶλλον ἐκεῖνα οἷς πολὺ τὸ ἀσαφές τε καὶ 3.1.28 δυσθεώρητον ἐκ τῆς αὐτόθεν ἐστὶ κατανοήσεως; ἐξετάσω μεν τοίνυν ἐκ τῆς περὶ τὸν τόπον ἐκεῖνον συμφράσεως τῶν ῥημάτων, εἴ τι σαφὲς ἡ τῶν παρακειμένων ἀνάγνωσις ἔχει. προδιαγράφει τὴν σοφίαν ὁ λόγος ῥήσεις τινὰς ἐξ οἰκείου διεξιοῦσαν προσώπου. ἐπίσταται δὲ πάντως ὁ φιλομαθὴς τὰ ἐν τῷ τόπῳ λεγόμενα, ὅπου κατασκηνοῖ μὲν βουλὴν ἡ σοφία, ἐπικαλεῖται δὲ γνῶσιν καὶ ἔννοιαν, κτῆμα δὲ ἔχειν φησὶν ἰσχύν τε καὶ φρόνησιν, αὐτὴ δὲ ὀνομάζεσθαι σύνεσις, ἐν ὁδοῖς δὲ περιπατεῖν δικαιοσύνης καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφεσθαι, φησὶ δὲ δι' ἑαυτῆς βασιλεύειν τοὺς βασιλεύοντας καὶ δικαιοσύνην γράφειν τοὺς δυναστεύ 3.1.29 οντας καὶ τῆς ἑαυτῶν κατακρατεῖν γῆς τοὺς τυράννους. ὅτι γὰρ οὐδὲν τῶν εἰρημένων ὁ λελογισμένος ἀνεξετάστως ἐκ τῆς ἑτοίμου διανοίας προσδέχεται, παντὶ δῆλόν ἐστιν. εἰ γὰρ οἱ βασιλεῖς δι' ἐκείνης ἐπὶ τὴν δυναστείαν προάγονται καὶ παρ' αὐτῆς ἡ τυραννὶς τὴν ἰσχὺν ἔχει, ἀνάγκη πᾶσα τυραννοποιὸν ἡμῖν τὴν σοφίαν ἀναφανῆναι καὶ τῶν πονηρῶς ἐν βασιλείᾳ δυναστευόντων εἰς ἑαυτὴν μετατιθέναι τὰς 3.1.30 μέμψεις. ἀλλ' οἴδαμεν βασιλέας τοὺς ὑπὸ τῆς σοφίας ὄν τως εἰς τὴν ἀτελεύτητον προϊόντας ἀρχήν, τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν κτῆμα ἡ τῶν οὐρανῶν ἐστι βασιλεία, καθ ὼς ὁ κύριος, ὅς ἐστιν ἡ σοφία, διὰ τοῦ εὐαγγελίου κατ επαγγέλλεται· τοιούτους καὶ τοὺς δυνάστας ἐπιγινώσκομεν τοὺς κατὰ τῶν παθῶν δυναστεύοντας, τοὺς μὴ δουλουμένους τῇ δυναστείᾳ τῆς ἁμαρτίας, οἳ καθάπερ δέλτῳ τινὶ τῷ 3.1.31 ἰδίῳ βίῳ τὴν δικαιοσύνην ἐγγράφουσιν. οὕτως καὶ ἡ ἐπαι νετὴ τυραννὶς τῇ συμμαχίᾳ τῆς σοφίας τὴν τῶν παθῶν δημοκρατίαν εἰς τὴν τοῦ νοῦ μοναρχίαν μετασκευάσασα δουλαγωγεῖ τὰ κακῶς εἰς ἐλευθερίαν ἀφηνιάζοντα, πάντα τὰ σωματικά τε καὶ γήϊνα λέγω φρονήματα. Ἡ γὰρ σὰρξ ἐπιθυ μεῖ κατὰ τοῦ πνεύματος, καὶ τῇ ἀρχῇ τῆς ψυχῆς ἐπανίσταται. ταύτης οὖν κρατεῖ τῆς γῆς ὁ τοιοῦτος τύραννος, ἧς ἄρχων ἐτάχθη κατὰ τὴν πρώτην κτίσιν ὑπὸ τοῦ λόγου. 3.1.32 Ὡς τοίνυν ταῦτα παρὰ πάντων ὁμολογεῖται τῶν εὖ φρονούντων μετὰ τοιαύτης διανοίας ἀναγινώσκεσθαι μᾶλλον ἢ μετὰ τῆς τοῖς ῥητοῖς ἐπιφαινομένης κατὰ τὸ πρόχειρον, οὕτως εἰκός ἐστι ἐκ τοῦ ἀκολούθου προσεχῶς τούτοις τὴν φωνὴν ἐκείνην συγγεγραμμένην μὴ ἁπλῶς τε καὶ ἀνεξετάστως παρὰ τῶν εὖ φρονούντων παραδεχθῆναι. 3.1.33 Ἐὰν ἀναγγείλω ὑμῖν, φησί, τὰ καθ' ἡμέραν γινόμενα, μνη μονεύσω τὰ ἐξ αἰῶνος ἀπαριθμήσασθαι· κύριος ἔκτισέ με. τί μοι πρὸς ταύτην ἐρεῖ τὴν φωνὴν ὁ τῆς λέξεως δοῦλος, ὁ τῷ ἤχῳ τῶν συλλαβῶν Ἰουδαϊκῶς προσκαθήμενος; ἆρ' οὐ δοκεῖ ξενισμὸν ἐμποιεῖν τῇ ἀκοῇ τῶν ἐπιστατικωτέρων ἡ σύνταξις· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, κύριος ἔκτισέ με; ὡς ἐὰν μὴ ἀναγγείλῃ τὰ καθ' ἡμέραν γινόμενα, κατὰ τὸ ἀκόλουθον καὶ τὸ ἐκτίσθαι πάντως ἀρ 3.1.34 νήσεται. ὁ γὰρ εἰπὼν ὅτι ἐὰν ἀναγγείλω, ἐκτίσθην, δέδωκε νοεῖν κατὰ τὸ σιωπώμενον ὅτι οὐκ ἐκτίσθην, ἐὰν μὴ ἀναγ γείλω. Κύριος ἔκτισέ με, φησίν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρα σθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τίς ἡ καινὴ τῆς κατασκευῆς τοῦ κτίσματος τούτου τάξις; πρῶτον κτί ζεται, καὶ μετὰ τοῦτο θεμελιοῦται, καὶ τότε γεννᾶται. Κύριος ἐποίησε, φησί, χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκού 3.1.35 μενα τῆς ὑπ' οὐρανόν. ποῖον κύριον λέγει ποιητὴν χώρας ἀοικήτου καὶ οἰκουμένης; πάντως ὅτι τὸν καὶ τὴν σοφίαν ποιήσαντα· ἐκ γὰρ τοῦ αὐτοῦ προσώπου καὶ οὗτος κἀκεῖνος ὁ λόγος, ὅ τε τὸ ἔκτισέ με κύριος λέγων καὶ ὁ προστιθεὶς τὸ ἐποίησε κύριος χώρας καὶ ἀοικήτους. οὐκοῦν ἐπίσης τῶν δύο δημιουργὸς ἔσται ὁ κύριος, αὐτῆς τε τῆς 3.1.36 σοφίας καὶ τῆς οἰκουμένης τε καὶ ἀοικήτου χώρας. ποῦ τοίνυν τὸ Πάντα διὰ τοῦ υἱοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; εἰ γὰρ ὁ αὐτὸς κύριος καὶ τὴν σοφίαν κτίζει, ἣν ἀντὶ τοῦ υἱοῦ νοεῖν συμβουλεύουσι, καὶ τὰ καθ' ἕκαστον ὅσα ἡ κτίσις ἔχει, πῶς ἀληθεύει ὁ ὑψηλὸς Ἰωάννης πάντα λέγων δι' αὐτοῦ γεγενῆσθαι; ἀντιφθέγγεται γὰρ ἡ γραφὴ αὕτη πρὸς τὴν τοῦ εὐαγγελίου φωνὴν, τῷ τὴν σοφίαν κτίσαντι τῆς ἀοικήτου τε καὶ οἰκουμένης χώρας ἀνατιθεῖσα τὴν ποίησιν. 3.1.37 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς πάντα· θρόνον θεοῦ τινα δι εξέρχεται ἐπ' ἀνέμων ἀφοριζόμενον καὶ ἰσχυρὰ γίνεσθαι τὰ ἄνω νέφη λέγει καὶ ἀσφαλεῖς τὰς ὑπουρανίους πηγὰς καὶ πολλὰ τοιαῦτα περιέχει ἡ σύμφρασις, πολλὴν ἐπιζητοῦντα τὴν διὰ λεπτῆς τινος καὶ διορατικῆς φρενὸς εὑρισκομένην ἐν τοῖς προκειμένοις διάνοιαν. τίς ὁ ἐπ' ἀνέμων ἀφοριζό μενος θρόνος; τίς ἡ ἀσφάλεια τῶν ὑπὸ τὸν οὐρανὸν πηγῶν; 3.1.38 πῶς ἰσχυρὰ γίνεται τὰ ἄνω νέφη; εἰ γάρ τις πρὸς τὰ φαινόμενα κρίνοι τὸν λόγον, πολλὴν εὑρήσει μάχην τῶν πραγμάτων πρὸς τὰ λεγόμενα. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν ἢ τῷ λίαν καθομιλεῖν τῇ τοῦ ἡλίου θερμότητι ἢ τῷ καθ' ὑπερβολὴν ἀφεστάναι διὰ τὴν καθ' ἑκάτερον ἀμετρίαν ἐστὶν ἀοίκητα, τὰ μὲν ξηρά τε καὶ διακαῆ πέρα τοῦ μετρίου γινόμενα, τὰ δὲ τῷ ὑγρῷ πλεο νάζοντα καὶ κατεψυγμένα διὰ τῆς πήξεως, οἰκεῖται δὲ μόνα ὅσα τῆς καθ' ἑκάτερον τῶν ἐναντίων ἀκρότητος ἐπί 3.1.39 σης ἀπῴκισται; εἰ δὲ τὸ μέσον τῆς γῆς ὑπὸ τῶν ἀν θρώπων διείληπται, πῶς τὰ ἄκρα τῆς ὑπὸ τὸν οὐρανὸν οἰκεῖσθαι ἡ παροιμία λέγει; τίς γὰρ ἰσχὺς ἐνθεωρηθείη τοῖς νέφεσιν, ὡς ἀληθεύειν τὸν λόγον κατὰ τὴν πρόχειρον ἔννοιαν, ὅς φησιν ἰσχυρὰ γεγενῆσθαι τὰ ἄνω νέφη; μανό τερος γάρ τίς ἐστιν ἀτμὸς ἡ τοῦ νέφους φύσις κατὰ τὸν ἀέρα διαχεόμενος, ὃς ἐποχεῖται μὲν τῷ ἐναερίῳ πνεύματι διὰ πολλὴν λεπτότητα κοῦφος γινόμενος, συρρυεὶς δὲ πρὸς ἑαυτὸν ἐκ τῆς συμπιλήσεως διεκπίπτει τοῦ ἀνέχοντος πνεύ 3.1.40 ματος, σταγὼν βαρεῖα γινόμενος. τίς οὖν ἐστιν ἐν τούτοις ἡ ἰσχύς, ἐν οἷς οὐδεμία τοῖς ἁπτομένοις ἀντίληψις γίνεται; τὸ γὰρ μανὸν τοῦ ἀέρος καὶ εὐδιάχυτον καὶ ἐπὶ τοῦ νέ φους ἔστιν ἰδεῖν. πῶς δὲ πάλιν ἐπὶ τῇ ἀστάτῳ τῶν ἀνέμων φύσει ὁ θεῖος ἀφορίζεται θρόνος; τὸ δὲ πρῶτον κτίζεσθαι καὶ ἐπὶ τέλει λέγειν γεννᾶσθαι καὶ διὰ μέσου τούτων θε μελιοῦσθαι, τίνα λόγον εἴποι τις ἂν ἔχειν ταῖς κοιναῖς τε καὶ προχείροις ἐννοίαις συμβαίνοντα, τό τε πρὸ τούτων ἐπαπορηθὲν ἐν τῷ λόγῳ, πῶς ἡ ἀναγγελία τῶν καθ' ἡμέ ραν γινομένων καὶ ἡ μνήμη τῆς ἐξαριθμήσεως τῶν ἐξ αἰῶνος ὥσπερ αἰτία τις γίνεται τοῦ ἐκτίσθαι παρὰ τοῦ θεοῦ τὴν σοφίαν λέγειν; 3.1.41 Οὐκοῦν ἐπειδὴ δέδεικται φανερῶς διὰ τῶν εἰρημένων μηδὲν ἐν τούτοις τοιοῦτον εἶναι, ὡς ἀνεξετάστως τε καὶ ἀθεωρήτως παραδεχθῆναι τὸν λόγον, καλῶς ἂν ἔχοι καθ' ὁμοιότητα τῶν λοιπῶν καὶ τὸ Κύριος ἔκτισέ με μὴ κατὰ τὴν αὐτόθεν ἡμῖν ἐκ τοῦ ῥήματος ἐγγινομένην διάνοιαν ἑρμηνεύειν, ἀλλὰ ζητεῖν κατὰ πᾶσαν προσοχήν τε καὶ ἐπι 3.1.42 μέλειαν τὸ εὐσεβῶς διὰ τοῦ λεγομένου νοούμενον. ἀλλὰ τὸ μὲν ἀκριβῶς κατειληφέναι τὴν τῶν προκειμένων διάνοιαν μόνων ἂν εἴη τῶν τῷ ἁγίῳ πνεύματι τὰ βάθη διερευνών των καὶ λαλεῖν ἐπισταμένων ἐν πνεύματι τὰ θεῖα μυστήρια· παρ' ἡμῶν δὲ τοσοῦτον ἐν τοῖς προκειμένοις ὁ λόγος ἀσχο ληθήσεται, ὅσον μὴ πάντη περιϊδεῖν τὸν ἐν τούτοις σκοπὸν ἀθεώρητον. τίς οὖν ὁ ἡμέτερος λόγος; οὐκ ἔστιν, οἶμαι, δυνατὸν τὴν ἐκ θείας ἐλλάμψεως γινομένην ἔν τινι σοφίαν μόνην ταύτην δίχα τῶν λοιπῶν χαρισμάτων τοῦ πνεύματος παραγενέσθαι, ἀλλὰ χρὴ πάντως συνεισελθεῖν ταύτῃ καὶ 3.1.43 τῆς προφητείας τὴν χάριν. εἰ γὰρ ἴδιον σοφίας ἐστὶν ἡ τῆς τῶν ὄντων ἀληθείας κατάληψις, προφητεία δὲ τὴν τῶν μελλόντων περιέχει σαφήνειαν, οὐκ ἂν ἐν τῷ τελείῳ τις τῆς σοφίας εἴη χαρίσματι μὴ διὰ τῆς προφητικῆς συν εργίας συμπεριλαβὼν τῇ γνώσει καὶ τὸ ἐσόμενον. ἐπεὶ οὖν οὐκ ἀνθρωπίνην τινὰ σοφίαν ἑαυτῷ προσμαρτυρεῖ Σολο μὼν ὁ εἰπὼν ὅτι Ὁ θεὸς δεδίδαχέ με σοφίαν, καὶ πάντα τὸν παρ' ἑαυτοῦ λόγον ἀνατιθεὶς τῷ θεῷ ἐν οἷς φησιν ὅτι Οἱ ἐμοὶ λόγοι εἴρηνται ἀπὸ θεοῦ, καλῶς ἂν ἔχοι τὴν ἀνα μεμιγμένην τῇ σοφίᾳ προφητείαν ἐν τῷ μέρει τούτῳ τῆς 3.1.44 παροιμίας διερευνήσασθαι. φαμὲν τοίνυν ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ἑαυτῇ ᾠκοδομηκέναι τὸν οἶκον τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν διὰ τοῦ λόγου αἰνίσσεται· οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον 3.1.45 ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. ἐνταῦθα δὲ τὸ ἑνωθὲν ἐξ ἀμφοτέρων τῷ λόγῳ προτίθησι, τοῦ τε οἴκου λέγω καὶ τῆς σοφίας τῆς οἰκοδομησάσης τὸν οἶκον, τουτέστιν ἔκ τε τοῦ ἀνθρωπίνου καὶ ἐκ τῆς ἀνακραθείσης τῷ ἀνθρώπῳ θεότητος, ἑκατέρῳ δὲ τού των ἐφαρμόζει τὰς καταλλήλους τε καὶ πρεπούσας φωνάς, καθὼς ἔστιν ἰδεῖν καὶ ἐν τοῖς εὐαγγελίοις γινόμενον, ἐν οἷς ὁ λόγος κατὰ τὸ πρόσφορον τῷ ὑποκειμένῳ διεξαγόμενος διὰ μὲν τῆς ὑψηλοτέρας τε καὶ θεοπρεποῦς σημασίας τὸ θεῖον ἐνδείκνυται, διὰ δὲ τῆς χαμαιζήλου τε καὶ ταπεινῆς 3.1.46 τὸ ἀνθρώπινον. οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῷ μέρει τούτῳ προφητικῶς τὸν Σολομῶντα κινούμενον καὶ ὅλον παραδε δωκότα τὸ τῆς οἰκονομίας μυστήριον. λέγει γὰρ πρότερον μὲν τὴν προαιώνιον τῆς σοφίας δύναμίν τε καὶ ἐνέργειαν, ἐν οἷς τῷ εὐαγγελιστῇ τρόπον τινὰ καὶ ἐπ' αὐτῶν τῶν ῥημά των συμφέρεται. ὡς γὰρ ἐκεῖνος τῇ περιληπτικῇ φωνῇ πάν των αὐτὸν αἴτιον καὶ δημιουργὸν ἀνεκήρυξεν, οὕτως ὁ Σολο μὼν παρ' αὐτοῦ γεγενῆσθαι τὰ καθέκαστον λέγει τὰ ἐν τῷ 3.1.47 παντὶ ἀριθμούμενα. φησὶ γὰρ ὅτι ὁ θεὸς τῇ σοφίᾳ ἐθε μελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον ἕπεται τῆς αὐτῆς ἐχόμενα διανοίας. καὶ ὡς ἂν μὴ δοκοίη τὴν δωρεὰν τῆς ἐν ἀν θρώποις ἀρετῆς περιορᾶν ἀμνημόνευτον, πάλιν ἐκ προσώπου τῆς σοφίας ἐκεῖνα διέξεισι λέγων, ὧν μικρῷ πρόσθεν ἐμνη μονεύσαμεν, τὸ Κατεσκήνωσα βουλὴν καὶ γνῶσιν καὶ ἔν νοιαν, καὶ ὅσα τῆς νοερᾶς τε καὶ ἐπιστημονικῆς διδασκα λίας ἐστί. 3.1.48 Ταῦτα καὶ τὰ τοιαῦτα διεξελθὼν ἐπάγει καὶ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας διδασκαλίαν, διὰ τί σὰρξ ὁ λόγος ἐγένετο. φανεροῦ γὰρ ἅπασιν ὄντος ὅτι οὐδὲν ἐν ἑαυτῷ κτιστὸν ἢ ἐπείσακτον ὁ ἐπὶ πάντων ἔχει θεός, οὐ δύναμιν, οὐ σοφίαν, οὐ φῶς, οὐ λόγον, οὐ ζωήν, οὐκ ἀλή θειαν οὐδὲ ὅλως τι τῶν ἐν τῷ πληρώματι τοῦ θείου κόλπου θεωρουμένων, ἅπερ πάντα ἐστὶν ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, οὐκ ἄν τινι τῶν ἐν τῷ θεῷ θεω ρουμένων εὐλόγως ἐφαρμοσθείη τὸ τῆς κτίσεως ὄνομα, ὥστε εἰπεῖν τὸν ἐν τῷ πατρὶ υἱὸν ἢ τὸν ἐν τῇ ἀρχῇ λόγον ἢ τὸ ἐν τῷ φωτὶ φῶς ἢ τὴν ἐν τῇ ζωῇ ζωὴν ἢ τὴν ἐν τῇ σοφίᾳ 3.1.49 σοφίαν ὅτι Κύριος ἔκτισέ με. εἰ γὰρ κτιστὴ τοῦ θεοῦ ἡ σοφία, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐπείσακτον ἔσχε πάντως ὁ θεὸς τὴν σοφίαν, ὕστερον ἐκ κατασκευῆς προσλαβὼν ὃ μὴ παρὰ τὴν πρώτην εἶχεν. ἀλλὰ μὴν ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς οὐδέποτε κενὸν ἑαυτοῦ δίδωσι νοεῖν τὸν πατρῷον κόλπον. ἄρα οὐ τῶν ἔξωθεν ἐγγενο μένων ἐστὶ τῷ κόλπῳ, ἀλλὰ παντὸς ἀγαθοῦ πλήρωμα ὢν πάντοτε ἐν τῷ πατρὶ νοεῖται ὁ ἐν ἀρχῇ ὤν, οὐκ ἀναμένων τὸ διὰ κτίσεως ἐν αὐτῷ γενέσθαι, ὡς ἂν μήποτε κενὸς ἀγαθῶν ὁ πατὴρ νοηθείη, ἀλλ' ὁ ἐν τῇ ἀϊδιότητι τῆς πατρικῆς θεότητος εἶναι νοούμενος ἀεὶ ἐν αὐτῷ ἐστι, δύ ναμις ὢν καὶ ζωὴ καὶ ἀλήθεια καὶ φῶς καὶ σοφία καὶ τὰ 3.1.50 τοιαῦτα. οὐκοῦν οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλά, καθὼς εἴρηται, ἐκ τοῦ ἀνα κραθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτιστῆς ἡμῶν φύσεως. πῶς οὖν ἡ αὐτὴ καὶ τὴν γῆν θεμελιοῖ καὶ τοὺς οὐρανοὺς ἑτοιμάζει καὶ τὰς ἀβύσσους ἀναρρήγνυσι, σοφία καὶ φρό νησις καὶ θεία αἴσθησις καλουμένη, καὶ ἐνταῦθα κτίζεται εἰς ἔργων ἀρχήν; οὐκ ἄνευ, φησίν, αἰτίας μεγάλης ἡ τοι 3.1.51 αύτη συνεργεῖται οἰκονομία. ἀλλ' ἐπειδὴ τῶν παραφυλα κτέων ἡμῖν τὴν ἐντολὴν λαβόντες οἱ ἄνθρωποι ἐξέβαλον τῆς μνήμης τὴν χάριν, διὰ τῆς παρακοῆς ἐν τῇ τῶν ἀγαθῶν λήθῃ γενόμενοι, διὰ τοῦτο, ἵνα ἀναγγείλω πάλιν ὑμῖν τὰ καθ' ἡμέραν ἐπὶ σωτηρίᾳ γινόμενα καὶ ἀναμνήσω τὰ ἐξ αἰῶνος ἀπαριθμησάμενος ὧν ἐπελάθεσθε· οὐ γὰρ καινόν τι καταγγέλλω νῦν εὐαγγέλιον, ἀλλὰ τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ὑμῶν πραγματεύομαι· τούτου χάριν ἐκτίσθην ὁ ἀεὶ ὢν καὶ μηδὲν τοῦ κτισθῆναι πρὸς τὸ εἶναι δεόμενος, ὥστε με γενέσθαι ἀρχὴν ὁδῶν εἰς τὰ ἔργα τοῦ θεοῦ, τοὺς ἀνθρώπους λέγω. τῆς γὰρ ὁδοῦ τῆς πρώτης καταφθαρείσης, ἔδει πάλιν ἐγκαινισθῆναι τοῖς πλανωμένοις ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν, αὐτὸν ἐμὲ ὅς εἰμι ἡ ὁδός. 3.1.52 Καὶ ὅτι πρὸς τὸ ἀνθρώπινον ἡ τοῦ ἔκτισέ με διάνοια βλέπει, σαφέστερον ἡμῖν τοῦτο παρίστησι διὰ τῶν ἰδίων λόγων ὁ θεῖος ἀπόστολος, ἐν οἷς διακελεύεται ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ πρὸς τούτοις ὅπου τὸν αὐτὸν ἐπαναλαβὼν λόγον φησὶν Ἐνδύσασθε τὸν καινὸν ἄν θρωπον τὸν κατὰ θεὸν κτισθέντα. εἰ γὰρ ἓν μέν ἐστι τὸ σωτήριον ἔνδυμα, τοῦτο δέ ἐστιν ὁ Χριστός, οὐκ ἂν ἄλλον τις εἴποι παρὰ τὸν Χριστὸν εἶναι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἀλλὰ δῆλον ὅτι ὁ τὸν Χριστὸν ἐν δυσάμενος τὸν καινὸν ἐνδέδυται ἄνθρωπον τὸν κατὰ θεὸν 3.1.53 κτισθέντα. μόνος γὰρ οὗτος ὡς ἀληθῶς καινὸς κυρίως ὀνομάζεται ἄνθρωπος, ὃς οὐχὶ διὰ τῶν γνωρίμων τε καὶ συνήθων τῆς φύσεως ὁδῶν ἐν τῷ τῶν ἀνθρώπων ἐφάνη βίῳ, ἀλλ' ἐξηλλαγμένη τις καὶ ἰδιάζουσα ἐπὶ μόνου τούτου ἐκαινοτομήθη ἡ κτίσις. διὰ τοῦτο τὸν αὐτὸν πρός τε τὸ παράδοξον τῆς γεννήσεως βλέπων καινὸν ἄνθρωπον κατὰ θεὸν κτισθέντα κατονομάζει, καὶ πρὸς τὴν θείαν φύσιν ὁρῶν τὴν ἐγκραθεῖσαν τῇ κτίσει τοῦ καινοῦ τούτου ἀν θρώπου Χριστὸν προσαγορεύει, ὡς καθ' ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς δύο κεῖσθαι φωνάς, τήν τε τοῦ Χριστοῦ λέγω καὶ τὴν τοῦ καινοῦ ἀνθρώπου τοῦ κατὰ θεὸν κτισθέντος. 3.1.54 Ἐπεὶ οὖν ὁ Χριστὸς ἡ σοφία ἐστίν, ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω τὸν λόγον τῶν τε προσμαχομένων ἡμῖν καὶ τὸν ἡμέτερον καὶ κρινάτω τὸν εὐσεβέστερον, τίς μᾶλλον τὰς θεοπρεπεῖς ἐννοίας ἐν τῷ ῥητῷ διασῴζει, ὁ τὸν τοῦ παντὸς κτίστην καὶ κύριον πεποιῆσθαι διοριζόμενος καὶ τῇ δουλευ ούσῃ κτίσει κατασκευάζων ὁμότιμον, ἢ μᾶλλον ὁ πρὸς τὴν οἰκονομίαν ὁρῶν καὶ φυλάσσων τῇ τε περὶ τὸ θεῖον καὶ τῇ περὶ τὸ ἀνθρώπινον ὑπολήψει τὸ πρόσφορον, συμμαρτυ ροῦντος τοῦ μεγάλου Παύλου τῷ δόγματι, ὃς ἐν μὲν τῷ καινῷ ἀνθρώπῳ τὴν κτίσιν βλέπει, ἐν δὲ τῇ ἀληθινῇ σοφίᾳ 3.1.55 τὴν ἐξουσίαν τῆς κτίσεως. συμβαίνει δὲ καὶ ἡ τάξις τοῦ λόγου τῇ θεωρίᾳ τοῦ δόγματος. εἰ γὰρ μὴ ἐκτίσθη ἐν ἡμῖν ἡ τῶν ὁδῶν ἀρχή, οὐκ ἂν ὁ τῶν προσδοκωμένων αἰώνων θεμέλιος κατεβλήθη, οὐδ' ἂν ἐγένετο ἡμῖν ὁ κύριος πατὴρ τοῦ μέλλοντος αἰῶνος, εἰ μὴ κατὰ τὸν Ἠσαΐαν παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ τά τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε καὶ μετὰ πάντων πατὴρ τοῦ μέλλοντος αἰῶνος. πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον καὶ ἡ περὶ τὸ πάθος οἰκονομία, καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὸν θεμέλιον τῆς πίστεως κατεβάλοντο. οὗτος δέ ἐστιν ὁ Χριστός, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτε 3.1.56 λευτήτων αἰώνων ζωή. τούτου δὲ γενομένου, ἵνα ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεῖα θελήματα τοῦ εὐαγγελικοῦ νόμου καὶ τὰ ποικίλα τοῦ ἁγίου πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατά τινα προσφυῆ σημα σίαν ὄρη καὶ βουνοὺς ὀνομάζει ἡ θεία γραφή, τὴν δικαιο σύνην μὲν ὄρη θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα ἀβύσσους προσαγορεύουσα, γῆν δὲ τὴν ὑπὸ τοῦ λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν, ἢ ὡς ἑτέρωθι παρὰ τῷ ∆αβὶδ εἰρήνην μὲν διὰ τῶν ὀρῶν, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διδασκόμεθα, ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται καὶ ἀληθὴς ὁ λόγος. ὁ γὰρ ἐν τοῖς δεξα μένοις αὐτὸν ὢν ἐν τοῖς ἀπίστοις οὔπω ἐγεννήθη. ἵνα οὖν ταῦτα καὶ παρ' ἡμῖν γένηται, χρὴ τὸν τούτων δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι. 3.1.57 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς τούτοις κατὰ τὸν εἱρμὸν τοῦ τον κατανοήσωμεν. ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ ἥ τε χώρα καὶ ἡ ἀοίκητος, χώρα μὲν ἡ δεχομένη τοῦ λόγου τὴν σπορὰν καὶ τὴν ἄροσιν, ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκη τόρων χωριζομένη καρδία, καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις 3.1.58 ἐπὶ τῶν ἄκρων τῆς γῆς. ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης ἐν τῷ τὰ κάτω φρονεῖν (οἷός ἐστιν τῶν ἐν ἁμαρτίαις ζώντων ὁ βίος τῶν ἐμπεπηγότων τῇ ἀνυπο στάτῳ τοῦ βυθοῦ ἰλύϊ, οἷς ἀληθῶς φρέαρ ἐστὶν ἡ ζωὴ κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ), ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σο φίας τὰ ἄνω φρονῇ, τοσοῦτον τῆς γῆς ἐφαπτόμενος ὅσον ἐπάναγκες, οὗτος τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν οἰκεῖ, οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι, τούτῳ τὸν οὐρανὸν ἑαυτῷ 3.1.59 ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι. καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν ἰσχυρὰν ἑαυτῷ ποιῇ, εἰς ἔργον ἄγων τὰ παραγγέλματα, τήν τε μεγάλην καὶ εὐρύ χωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν κωλύῃ τὸ ἐμπαθὲς ὕδωρ προϊέναι τοῦ στόματος, κἂν ἐν πηγαῖς κατάσχῃ, τῷ τῆς διδασκαλίας χαρίσματι μετ' ἀσφαλείας προχέων τοῦ λόγου τὸ νᾶμα, ὡς μή τινι παρασχεῖν τὸ ποτὸν ἀντὶ καθαροῦ ὕδατος ἀνα τροπὴν θολεράν, κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως διαέριος τῷ βίῳ γένηται, ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας, ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν, ἕστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι (οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς εὐαγγέλιον, πρὸς τὸ γενέσθαι σκεῦος ἐκλογῆς, πρὸς τὸ βαστάσαι τὸ ὄνομα τοῦ θεοῦ, ὃς ἄλλῳ λόγῳ θρόνος ἐγένετο ὁ τὸν ἐφ' ἑαυτοῦ καθιδρυμένον βαστάζων), 3.1.60 ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ, ὥστε εὐφραίνεσθαι ἤδη τὸν ἐν ἑαυτῷ τὴν οἰκουμένην τοῦ θεοῦ συντελέσαντα, εὐφραινόμενον ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων, ἀλλ' ἀνθρώπων πατὴρ ἐγένετο (οὗτοι δ' ἂν εἶεν οἱ θεοειδεῖς λογισμοὶ οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα καὶ θεμελιω θέντα πίστεως, ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιος νοεῖται, δι' ἧς γεννᾶται <ἐν> τοῖς πιστοῖς ἡ σοφία καὶ πάντα τὰ εἰρημένα ἐργάζεται), τότε μακάριος ὡς ἀληθῶς ὁ τοῦ κατωρθωκότος γίνεται βίος, ᾧ ἁρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία, τῷ καθ' ἡμέραν 3.1.61 αὐτῇ μόνῃ προσχαιρομένῳ. εὐφραίνεται γὰρ ὁ κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐν οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σῳζομένοις, καὶ ὁ χρηστὸς πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει. τούτων δὲ παρ' ἡμῶν ἐν ἐπιδρομῇ ῥηθέντων ὁ φιλόπονος ἀναγνοὺς τῆς θείας γραφῆς τὰ ἐδάφη προσ αρμοσάτω τοῖς θεωρήμασι τὰ αἰνίγματα, δοκιμάσας εἰ μὴ παρὰ πολὺ κρεῖττόν ἐστι πρὸς τοῦτο βλέπειν οἴεσθαι τὴν τῶν αἰνιγμάτων διάνοιαν, καὶ μὴ κατὰ τὸ προχείρως ὑπο 3.1.62 νοούμενον. οὐ γὰρ ἔστι δυνατὸν τὴν τοῦ Ἰωάννου θεολο γίαν ἀληθῆ νομισθῆναι τὴν πάντα τὰ κτισθέντα ἔργον εἶναι τοῦ λόγου ὑμνήσασαν, εἴπερ ἐνταῦθα ὁ τὴν σοφίαν κτίσας μετ' αὐτῆς καὶ τὰ ἄλλα πάντα πεποιηκέναι πιστεύοιτο. οὐκέτι γὰρ δι' ἐκείνης ἔσται τὰ πάντα, ἀλλὰ μετὰ πάντων ἐκείνη τῶν γεγονότων ἀριθμηθήσεται. 3.1.63 Ὅτι δὲ πρὸς τοῦτο βλέπουσιν αἱ αἰνιγματώδεις φωναί, διὰ τοῦ ἐφεξῆς λόγου σαφῶς ἐκκαλύπτεται ὅς φησι Νῦν οὖν υἱὲ ἄκουσόν μου, καὶ Μακάριος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ὁδοὺς δηλαδὴ λέγων τὰς πρὸς τὴν ἀρετὴν ἐφόδους, ὧν 3.1.64 ἀρχὴ γίνεται τῆς σοφίας ἡ κτίσις. τίς τοίνυν πρὸς τὴν θείαν βλέπων γραφὴν οὐκ ἀσεβεῖς τε ὁμοῦ καὶ συκοφάντας εἶναι τοὺς ἐχθροὺς τῆς ἀληθείας συνθήσεται; ἀσεβεῖς μέν, ὅτι τὴν ἄρρητον τοῦ μονογενοῦς θεοῦ δόξαν, ὅσον ἐπ' αὐτοῖς, καθελόντες τῇ κτίσει συνάπτουσιν, ἓν τῶν παρ' αὐτοῦ γεγονότων ἀποδεικνύειν φιλονεικοῦντες τὸν κύριον, οὗ μονογενές ἐστι κατὰ πάντων τὸ κράτος· συκοφάντας δέ, ὅτι μηδεμίαν αὐτοῖς τῆς γραφῆς πρὸς τὰς τοιαύτας ὑπο λήψεις ἀφορμὴν παρασχομένης, ὡς ἐκεῖθεν ἐπαγόμενοι τὴν 3.1.65 μαρτυρίαν κατὰ τῆς εὐσεβείας ὁπλίζονται. ἐπεὶ οὖν παρ' οὐδενὸς ἔχουσι τῶν ἁγίων ἐπιδεῖξαί τινα φωνὴν ἥτις τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ δόξαν μετὰ τῆς ὑποχειρίου κτίσεως ὁρᾶν συμβουλεύει, καλῶς ἂν ἔχοι τούτων ἡμῖν ἀπο δειχθέντων ἤδη προσμαρτυρηθῆναι τῷ τῆς εὐσεβείας λόγῳ κατὰ τοῦ ψεύδους τὰ νικητήρια, καὶ πάσας αὐτῶν τὰς ὀνοματικὰς ταύτας τεχνολογίας παρωσαμένους, δι' ὧν συναρ μόζουσι 20τὸ κτίσμα τῷ κτίσαντι καὶ τὸ ποίημα τῷ ποιήσαντι20, ὁμολογεῖν, καθὼς διδάσκει τὸ ἐξ οὐρανῶν εὐαγγέλιον, υἱὸν ἀγαπητόν, οὐ νόθον οὐδὲ ὑπόβλητον, τῇ δὲ τοῦ υἱοῦ φωνῇ πᾶσαν τὴν φυσικὴν οἰκειότητα συμπαρα δεξαμένους θεὸν ἀληθινὸν τὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ λέγειν καὶ τὰ πάντα ὡσαύτως ἐπ' αὐτοῦ πιστεύειν, ὅσα ἐν τῷ πατρὶ καθορᾶται, διότι ἕν εἰσι καὶ ἐν τῷ ἑτέρῳ νοεῖται τὸ ἕτερον, οὐχ ὑπερπῖπτον, οὐκ ἐλαττούμενον, οὐ κατά τινα θεοπρεπῆ τε καὶ ἀγαθὸν χαρακτῆρα παρηλ λαγμένον ἢ ἀλλοιούμενον. 3.1.66 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖν αὐτὸν υἱὸν ὀνομάζεσθαι, πάλιν δὲ διὰ τὸ κτισθῆναι μηκέτι υἱόν, ἀλλὰ ποίημα λέγεσθαι, προσήκειν οἶμαι τὸν νουνεχῶς καὶ ἐπιστατικῶς ἐπαΐοντα, ἐπειδὴ οὐκ ἐνδέχεται δύο μαχο μένων ἀλλήλοις λόγων κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ τὸ ἀληθὲς εὑρεθῆναι, ἀποβάλλειν ἐξ ἀμφοτέρων τὸ ἀσεβές τε καὶ βλάσφημον, τὸ κατὰ τὸ 20κτίσμα20 λέγω καὶ 20ποίημα20, θέσθαι δὲ μόνῳ τῷ πρὸς εὐσέβειαν βλέποντι, τῷ κατὰ φύσιν ὁμολογοῦντι προσεῖναι τῷ μονογενεῖ θεῷ τὴν τοῦ υἱοῦ προσηγορίαν, ὡς ἂν καὶ διὰ τῆς τῶν ἐχθρῶν φωνῆς 3.1.67 ὁ τῆς εὐσεβείας λόγος ἔχοι τὴν σύστασιν. λέγω δὲ πάλιν ἀναλαβὼν ὃν ἐξ ἀρχῆς αὐτοῦ παρεθέμην λόγον. 20γεννητὸν ὄντα20, φησί, 20τὸν υἱὸν καὶ γέννημα λέ γειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοι αύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τέως μὲν οὖν ὁ κριτικῶς τῶν λεγομένων ἀκούων τούτου μεμνήσθω, ὅτι τὴν 20γεννηθεῖσαν οὐσίαν20 ἐπὶ τοῦ μονο γενοῦς εἰπὼν ἔδωκεν ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τοῦ πα τρὸς τὴν μὴ γεννηθεῖσαν λέγειν, ὡς μηκέτι μήτε τὴν ἀγεννησίαν μήτε τὴν γέννησιν ἀντ' οὐσίας παραλαμβάνεσθαι, ἀλλ' ἰδίᾳ μὲν τὴν οὐσίαν παραλαμβάνεσθαι, ἰδίᾳ δὲ τὸ γεννηθῆναι αὐτὴν ἢ μὴ γεννηθῆναι διὰ τῶν ἐπιθεωρου 3.1.68 μένων αὐτῇ ἰδιωμάτων κατανοεῖσθαι. φιλοπονώτερον δὲ τὸν περὶ τούτου λόγον κατανοήσωμεν. οὐσίαν γεγεννῆσθαι λέγει, υἱὸν δὲ εἶναι τῆς γεννηθείσης οὐσίας τὸ ὄνομα. ἀλλ' ἐν τούτοις ὁ παρ' ἡμῶν λόγος διὰ δύο τὸν ἐναντίον ἐλέγξει λόγον, ἑνὸς μὲν τῆς κακουργίας τὴν ἐπιχείρησιν, ἑτέρου δὲ τῆς καθ' ἡμῶν ἐπιχειρήσεως τὴν ἀτονίαν. κακουργεῖ μὲν γὰρ γέννησιν οὐσίας λέγων, ἵνα κατασκευάσῃ τὴν πρὸς ἀλλήλας τῶν οὐσιῶν ἐναντίωσιν, τῷ γεννητῷ τε καὶ ἀγεν νήτῳ πρὸς ἑτερότητα φύσεως διεσχισμένας. ἐλέγχεται δὲ τὸ τῆς ἐπιχειρήσεως ἄτονον δι' αὐτῶν ὧν ἡ κακουργία 3.1.69 κατασκευάζεται. ὁ γὰρ γεγεννῆσθαι τὴν οὐσίαν εἰπὼν ἕτε ρόν τι τὴν γέννησιν εἶναι παρὰ τὴν οὐσίαν σαφῶς διορί ζεται, ὡς μὴ ἂν τὸ σημαινόμενον τῆς γεννήσεως τῷ τῆς οὐσίας ἐφαρμοσθῆναι λόγῳ. οὐ γὰρ ὅπερ ἐν πολλοῖς κατε σκεύασε, τοῦτο καὶ ἐν τῷ μέρει τούτῳ πεποίηκεν, ὥστε αὐτὴν εἰπεῖν οὐσίαν εἶναι τὴν γέννησιν, ἀλλὰ γεννηθῆναι ὁμολογεῖ τὴν οὐσίαν, ὡς διακεκριμένην ἐφ' ἑκατέρας φωνῆς τοῖς ἀκούουσιν ἐγγενέσθαι τὴν ἔννοιαν, ἄλλο γάρ τι νόημα γίνεται τῷ ὅτι ἐγεννήθη ἀκούσαντι καὶ ἄλλο διὰ τοῦ τῆς οὐσίας ὀνόματος. σαφέστερος δὲ γένοιτ' ἂν ἡμῖν διὰ τῶν 3.1.70 ὑποδειγμάτων ὁ λόγος. εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος ὅτι προσεγγιζούσης τῆς ὠδῖνος ἐν λύπῃ γίνεται ἡ γυνή, μετὰ ταῦτα δὲ χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὡς τοίνυν ἐν τῷ μέρει τούτῳ δύο νοήματα διακεκριμένα παρὰ τοῦ εὐαγγελίου μανθάνομεν, ἓν μὲν τὸν τόκον ὃν διὰ τῆς γεννήσεως ἐνοήσαμεν, ἕτερον δὲ αὐτὸ τὸ ἐκ τοῦ τόκου γινόμενον (οὐ γὰρ ὁ τόκος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ διὰ τοῦ τόκου ὁ ἄνθρωπος), οὕτω καὶ ἐνταῦθα τοῦ Εὐνομίου γεννηθῆναι τὴν οὐσίαν ὁμολογήσαντος τῷ μὲν προ άγοντι ῥήματι τὸ ἔκ τινος ἐδιδάχθημεν, τῷ δὲ ἐφεξῆς αὐτὸ τὸ ὑποκείμενον ἐνοήσαμεν, ᾧ ἐκ τοῦ τινός ἐστιν ἡ ὑπό 3.1.71 στασις. εἰ οὖν ἄλλο μέν ἐστιν τῆς οὐσίας τὸ σημαινόμενον, ἕτερον δὲ ἡ τῆς γεννήσεως φωνὴ νοεῖν ὑποτίθεται, δια πέπτωκεν ἀθρόως αὐτοῖς τὰ σοφὰ μηχανήματα, ὥσπερ ὀστράκινα σκεύη ἀλλήλοις προσαραχθέντα καὶ δι' ἀλλήλων διατρυφθέντα. οὐκέτι γὰρ αὐτοῖς ἐξέσται τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολὴν ἐπὶ τῆς τοῦ υἱοῦ καὶ τοῦ πατρὸς οὐσίας μεταφέρουσι συμμεταφέρειν ἐπὶ τὰ πράγματα τὴν 3.1.72 πρὸς ἄλληλα τῶν ὀνομάτων μάχην. ὁμολογηθέντος γὰρ παρὰ τοῦ Εὐνομίου ὅτι ἐγεννήθη ἡ οὐσία, καθὼς καὶ τὸ εὐαγγελικὸν ὑπόδειγμα τὴν τοιαύτην ἑρμηνεύει διάνοιαν, ἐν ᾧ τὸν ἄνθρωπον γεννηθῆναι μαθόντες οὐ ταὐτὸν ἐνοή σαμεν τῇ γεννήσει τὸν ἄνθρωπον, ἀλλ' ἴδιον ἐφ' ἑκατέρου τῶν ὀνομάτων ἐδεξάμεθα νόημα, οὐκέτι χώραν ἕξει πάντως ἡ αἵρεσις τὴν ἑτερότητα τῶν οὐσιῶν διὰ τῶν τοιούτων φωνῶν δογματίζουσα. 3.1.73 Ὡς δ' ἂν μάλιστα σαφέστερον ἡμῖν ὁ περὶ τούτων λόγος ἐκκαλυφθείη, οὑτωσὶ τὸ προκείμενον πάλιν διαληψό μεθα. ἐποίησε τὴν ἀνθρωπίνην φύσιν κατ' ἀρχὰς μετὰ πάντων ὁ τὸ πᾶν συστησάμενος, καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ τότε τὴν ἐξ ἀλλήλων γέννησιν τοῖς ἀνθρώποις ἐνο μοθέτησεν εἰπὼν Αὐξάνεσθε καὶ πληθύνεσθε. τοῦ τοίνυν Ἄβελ γεννητῶς ὑποστάντος, τίς οὐκ ἂν εἴποι τῶν εὖ φρο νούντων κατ' αὐτὸ τὸ τῆς ἀνθρωπίνης γεννήσεως σημαι 3.1.74 νόμενον ἀγεννήτως τὸν Ἀδὰμ ὑποστῆναι; ἀλλὰ μὴν ὁ πρῶτος ἄνθρωπος ὅλον ἔσχεν ἐν ἑαυτῷ τῆς ἀνθρωπίνης οὐσίας τὸν ὅρον, καὶ ὁ ἐξ ἐκείνου γεννηθεὶς ὡσαύτως ἐν τῷ αὐτῷ τῆς οὐσίας ὑπογράφεται λόγῳ. εἰ δὲ ἄλλη τις ἡ γεννηθεῖσα οὐσία παρὰ τὴν μὴ γεννηθεῖσαν κατεσκευάζετο, οὐκ ἂν ἐπ' ἀμφοτέρων ὁ αὐτὸς τῆς οὐσίας ἥρμοσε λόγος. ὧν γὰρ ἡ οὐσία διάφορος, τούτων οὐδὲ ὁ λόγος ἐστὶν ὁ αὐτὸς τῆς οὐσίας. ἐπεὶ οὖν τοῖς αὐτοῖς χαρακτηρίζεται ἰδιώμασιν ἥ τε τοῦ Ἀδὰμ καὶ ἡ τοῦ Ἄβελ οὐσία, πᾶσα ἀνάγκη μίαν μὲν οὐσίαν ἐπ' ἀμφοτέροις εἶναι συντίθεσθαι, ἄλλον δὲ καὶ ἄλλον τὸν ἐν τῇ αὐτῇ φύσει δεικνύμενον. 3.1.75 ὁ γὰρ Ἀδὰμ καὶ ὁ Ἄβελ ἐν μὲν τῷ λόγῳ τῆς φύσεως εἷς οἱ δύο εἰσίν, ἐν δὲ τοῖς ἐπιθεωρουμένοις ἑκατέρῳ αὐτῶν ἰδιώμασιν ἀσύγχυτον ἔχουσι τὴν ἀπ' ἀλλήλων διάκρισιν. οὐκοῦν οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι ὁ Ἀδὰμ οὐσίαν παρ' αὐτὸν ἄλλην ἐγέννησεν, ἀλλὰ μᾶλλον ὅτι ἐξ ἑαυτοῦ ἐγέν νησεν ἄλλον ἑαυτόν, ᾧ πᾶς ὁ τῆς τοῦ γεννήσαντος οὐσίας 3.1.76 συναπετέχθη λόγος. ὅπερ οὖν ἐπὶ τῆς ἀνθρωπίνης μεμα θήκαμεν φύσεως διὰ τῆς κατὰ τὸ ἀκόλουθον ὑπὸ τοῦ λόγου προδειχθείσης ἡμῖν ὁδηγίας, τοῦτο οἶμαι δεῖν καὶ ἐπὶ τὴν ἀκήρατον τῶν θείων δογμάτων κατανόησιν εἰς ὁδηγίαν λαβεῖν. πᾶσαν γὰρ σαρκώδη καὶ ὑλικὴν ἔννοιαν τῶν θείων τε καὶ ὑψηλῶν δογμάτων ἀποσεισάμενοι ἀσφα λεστάτην ἕξομεν διὰ τοῦ καταλειπομένου νοήματος, ὅταν ἐκκαθαρθῇ τῶν τοιούτων, τὴν ἐπὶ τὰ ὑψηλά τε καὶ ἀπρόσ ιτα χειραγωγίαν. 3.1.77 Ὁμολογεῖται γὰρ καὶ παρὰ τῶν ἐναντίων τὸν ἐπὶ πάν των ὄντα θεὸν πατέρα τοῦ μονογενοῦς καὶ εἶναι καὶ λέ γεσθαι, ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τὸν ἐκ τοῦ πατρὸς ὄντα 20γεννητὸν20 διὰ τὸ γεννηθῆναι κατονομάζουσιν. ἐπεὶ οὖν ἐν ἀνθρώποις τὸ τοῦ πατρὸς ὄνομα συνεζευγμένας ἔχει τινὰς ἐμφάσεις, ὧν ἡ ἀκήρατος ἠλλοτρίωται φύσις, πάντα προσήκει ὅσα περὶ τὴν σαρκώδη τοῦ πατρὸς σημασίαν ὑλικὰ νοήματα συνεισέρχεται καταλιπόντα θεοπρεπῆ τινα διάνοιαν ἐμφαντικὴν μόνης τῆς γνησιότητος ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς 3.1.78 ἐντυπώσασθαι. ἐπεὶ οὖν οὐ μόνον ὅσα ἡ σὰρξ νοεῖν ὑπο τίθεται τῇ τοῦ ἀνθρωπίνου πατρὸς ἐννοίᾳ συγκαταλαμβά νεται, ἀλλὰ καὶ διαστηματική τις ἔννοια συνεπινοεῖται πάν τως τῇ ἀνθρωπίνῃ πατρότητι, καλῶς ἂν ἔχοι τῷ σωματικῷ ῥύπῳ καὶ τὴν διαστηματικὴν ἔννοιαν ἐπὶ τῆς θείας συν αποβαλεῖν γεννήσεως, ὡς ἂν πανταχόθεν ἐκπλυθείσης τῆς ὑλικῆς ἰδιότητος καθαρεύοι παντὸς οὐ μόνον ἐμπαθοῦς, ἀλλὰ καὶ διαστηματικοῦ νοήματος ἡ ὑπερέχουσα γέννησις. 3.1.79 οὐκοῦν ὁ πατέρα τὸν θεὸν λέγων τῇ τοῦ εἶναι τὸν θεὸν ἐννοίᾳ καὶ τὸ τὶ εἶναι συμπεριλήψεται. ᾧ γὰρ ἀπό τινος ἀρχῆς ἐστι τὸ εἶναι, τούτῳ καὶ τὸ τὶ εἶναι πάντως ἀπό τινος ἄρχεται· ἐφ' οὗ δὲ τὸ εἶναι οὐκ ἤρξατο, οὐδὲ εἴ τι ἄλλο περὶ αὐτὸν θεωρεῖται ἀπό τινος τὴν ἀρχὴν ἔχει. ἀλλὰ μὴν πατὴρ ὁ θεός. οὐκοῦν ἐξ ἀϊδίου ἐστὶν ὅπερ ἐστίν· οὐ γὰρ ἐγένετο, ἀλλ' ἐστὶ πατήρ· ἐπὶ θεοῦ γὰρ ὃ 3.1.80 ἦν, καὶ ἐστὶ καὶ ἔσται. εἰ δέ τί ποτε μὴ ἦν, οὔτε ἐστὶν οὔτε ἔσται· οὐ γὰρ τοιούτου τινὸς πεπίστευται εἶναι πατήρ, οὗ χωρὶς εὐσεβές ἐστιν ἐφ' ἑαυτοῦ ποτε τὸν θεὸν εἶναι λέγειν. ζωῆς γάρ ἐστι πατὴρ ὁ πατὴρ ἀληθείας τε καὶ σοφίας καὶ φωτὸς καὶ ἁγιασμοῦ καὶ δυνάμεως καὶ πάντων τῶν τοιούτων, ὅσα ὁ μονογενής ἐστί τε καὶ ὀνομάζεται. ὅταν τοίνυν παρὰ τῶν ἐχθρῶν κατασκευάζηται τὸ μὴ εἶναί ποτε φῶς, οὐκ οἶδα τίνος πλείων ἐστὶν ἡ ζημία, πότερον αὐτοῦ τοῦ φωτός, ὅταν μὴ τὸ φῶς ᾖ, ἢ τοῦ ἔχοντος, ὅταν μὴ 3.1.81 ἔχῃ τὸ φῶς. οὕτω καὶ περὶ τῆς ζωῆς καὶ τῆς ἀληθείας καὶ τῆς δυνάμεως καὶ τῶν ἄλλων πάντων, ὅσα τὸν πατρικὸν πληροῖ κόλπον, *** ὁ μονογενὴς θεὸς ἐν τῷ ἰδίῳ πληρώ ματι τὰ πάντα ὤν. ἴση γὰρ καθ' ἑκάτερόν ἐστιν ἡ ἀτοπία καὶ τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας ἀντίρροπος ἡ κατὰ τοῦ πατρός ἐστιν ἀσέβεια. ἐν γὰρ τῷ εἰπεῖν ποτε μὴ εἶναι τὸν κύριον οὐχ ἁπλῶς δώσεις τὸ μὴ εἶναι τὴν δύναμιν, ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι λέξεις τὴν δύναμιν, τοῦ πατρὸς 3.1.82 τῆς δυνάμεως. οὐκοῦν ἡ τοῦ μὴ εἶναί ποτε τὸν υἱὸν διὰ τοῦ σοῦ λόγου κατασκευὴ οὐδὲν ἄλλο ἢ παντὸς ἀγαθοῦ ἐρημίαν περὶ τὸν πατέρα κατασκευάζει. ὁρᾶτε πρὸς ὅ τι καταστρέφει τῶν σοφῶν ἡ ἀγχίνοια. πῶς ἀληθεύει καὶ διὰ τούτων ἡ τοῦ κυρίου φωνή, ἥ φησιν ὅτι ὁ ἀθετῶν ἐμὲ ἀθετεῖ τὸν ἀποστείλαντά με; δι' ὧν γὰρ τὸ εἶναί ποτε τοῦ μονογενοῦς ἀθετοῦσι, διὰ τούτων ἀτιμάζουσι τὸν πατέρα, πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα τῆς πατρικῆς δόξης τῷ λόγῳ περισυλήσαντες. 3.1.83 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τοῦ πατρὸς ἐναντίωσιν διὰ τοῦ τὴν μὲν ἀγέννητον τὴν δὲ γεν νητὴν ὀνομάζειν ἀπηλέγχθη τοῖς ἀσυστάτοις ἐμματαιάζων. 3.1.84 ἐδείχθη γὰρ διὰ τῶν παρ' αὐτοῦ λόγων πρῶτον μὲν ἕτερον εἶναι τὸ τῆς οὐσίας καὶ ἄλλο τὸ τῆς γεννήσεως ὄνομα, ἔπειτα δὲ ὅτι οὐκ οὐσία τις καινὴ καὶ παρηλλαγμένη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῷ υἱῷ ὑπέστη, ἀλλ' ὅπερ ἐστὶν ὁ πατὴρ ἐν τῷ λόγῳ τῆς φύσεως, τοῦτο καὶ ὁ ἐξ ἐκείνου ἐστίν, οὐ μεταβληθείσης εἰς ἑτερότητα ἐν τῇ τοῦ υἱοῦ ὑπο στάσει τῆς φύσεως, κατὰ τὴν προδειχθεῖσαν ἡμῖν τοῦ λόγου 3.1.85 ἀλήθειαν ἐπὶ τῆς τοῦ Ἄβελ καὶ τοῦ Ἀδὰμ θεωρίας. ὡς γὰρ ἐκεῖ ὁ αὐτὸς ἦν ἐν τῷ τῆς οὐσίας λόγῳ τῷ γεννη θέντι ὁ μὴ γεννηθεὶς ὁμοιοτρόπως καὶ ἡ γέννησις τοῦ Ἄβελ τὴν τῆς φύσεως παραλλαγὴν οὐκ ἐποίησεν, οὕτως καὶ ἐπὶ τῶν ἀκηράτων δογμάτων οὐδὲν ἐν ἑαυτῷ διὰ τῆς ἰδίας γεννήσεως τὴν τοῦ μὴ γεννηθέντος οὐσίαν ἠλλοίωσεν ὁ μονογενὴς θεός, ἐκ τοῦ πατρὸς ἐξελθὼν καὶ ἐν τῷ πατρὶ ὤν, καθὼς τὸ εὐαγγέλιον λέγει, ἀλλ' ἐστὶ κατὰ τὸν ἁπλοῦν τε καὶ ἰδιωτικὸν τῆς καθ' ἡμᾶς πίστεως λόγον φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, πάντα ὢν οὗτος 3.1.86 ὅσα ἐστὶν ἐκεῖνος πλὴν τοῦ ἐκεῖνος εἶναι. τὸν δὲ σκοπὸν οὗ χάριν ταῦτα τεχνολογῶν διεξέρχεται οὐδὲν οἶμαι δεῖν ἐν τῷ παρόντι λέγειν, εἴτε τολμηρόν τε καὶ κινδυνῶδες εἴτε συγκεχωρημένον ἐστὶ καὶ ἀκίνδυνον τὸ παρασχηματίζειν ἔκ τινος εἴς τι τὰς σημαντικὰς ἐπὶ τῆς θείας φύσεως λέ ξεις καὶ 20γέννημα20 λέγειν τὸν γεννηθέντα. 3.1.87 Παρίημι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχῃ πέρα τοῦ δέοντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος ἀμε λοίη τοῦ μείζονος· ἀλλ' ἐκεῖνό φημι δεῖν ἀκριβῶς κατα νοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεισάγει τῶν ὀνομάτων τούτων τὴν χρῆσιν· τοῦτο γὰρ ἐκεῖνός φησι πάντως, ὅτι τῇ τῶν προσηγοριῶν οἰκειότητι καὶ τὸ κατ' οὐσίαν οἰκεῖον συμπαρεισάγεται· οὐ γὰρ ἂν ἐφ' ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεζευγμένα σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειε· ἀλλ' ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις τὸ οἰκεῖόν τε 3.1.88 καὶ ἀλλότριον τῶν προσηγοριῶν διακρίνομεν. οὐκοῦν εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν υἱὸν πρὸς τὸν πατέρα, καταλιπόντες τὰς προσηγορίας τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν, πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται ἢ τὸ συγγενές τε καὶ ἴδιον. ἀλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν φανερᾶς μανίας ἐστίν. πῶς γάρ τις διὰ τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφῆ τε καὶ οἰκεῖαν ἐν τοῖς ὀνόμασι διασώσει τάξιν, 20τῆς γεννη θείσης αὐτῆς οὐσίας20, καθώς φησι, 20καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων 3.1.89 οἰκειουμένης σχέσιν20; εἰ δὲ τὸ οἰκεῖον διὰ τῶν προσ ηγοριῶν τούτων ἀποσημαίνεσθαι λέγοι, συνήγορος ἐξ ἀνάγ κης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνο μάτων οἰκειότητος, καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κα τασκευάζων σημαίνεσθαι καὶ τοῦτο πολλαχοῦ τῆς λογο γραφίας ποιῶν οὐκ ἐπίσταται. δι' ὧν γὰρ ἐπιχειρεῖ καθαι ρεῖν τὴν ἀλήθειαν, ἀκουσίως πολλάκις καθέλκεται πρὸς 3.1.90 συνηγορίαν τῶν πολεμουμένων δογμάτων. οἷόν τι καὶ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκούσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητευόντων κινούμενος ἡττήθη τῆς χάριτος καὶ τῶν θεοφορουμένων εἷς ἦν, τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι' ἑαυτοῦ τὸν ἀποστάτην παιδεῦσαι θελήσαντος· ὅθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γέγονε βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης· Ἢ καὶ Σαοὺλ ἐν προφήταις; 3.1.91 Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνίσταται; ἐν οἷς φησιν ὅτι 20αὐτὸς ὁ κύριος υἱὸς ὢν τοῦ θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος ἐν τοῖς ἑαυτοῦ λόγοις υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν20. τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προφέρομεν, ὅτι τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ' ἀμ 3.1.92 φότερα τὴν τῆς φύσεως κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτω καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συνάφειαν. καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. τὸν γὰρ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα, ἑκατέρᾳ φύσει, τῇ θείᾳ τε καὶ ἀνθρωπίνῃ, κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ' οἰκονομίαν ἐγένετο, ἵνα τῇ πρὸς ἑκάτερον κοινωνίᾳ δι' ἑαυτοῦ συνάψῃ 3.1.93 τὰ διεστῶτα τῇ φύσει. εἰ μὲν οὖν ἀνθρώπου γενόμενος υἱὸς ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκόλουθον ἂν ἦν θεοῦ υἱὸν ὄντα αὐτὸν μηδὲ κοινωνεῖν τῆς θείας οὐσίας λέγειν. εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκριμα ἐν αὐτῷ ἦν (Ἐπειράθη γὰρ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρ τίας), ἀνάγκη πᾶσα καὶ πᾶν τῆς ὑπερεχούσης οὐσίας ἰδίωμα ἐν αὐτῷ πιστεύειν εἶναι, τῆς τοῦ υἱοῦ φωνῆς ὁμοίως αὐτῷ μαρτυρούσης ἑκάτερον, ἐν τῷ ἀνθρώπῳ μὲν τὸ ἀν θρώπινον, ἐν δὲ τῷ θεῷ τὸ θεῖον. 3.1.94 Εἰ οὖν αἱ προσηγορίαι, καθώς φησιν ὁ Εὐνόμιος, τὸ οἰκεῖον ἐνδείκνυνται, ἡ δὲ οἰκειότης ἐν τοῖς πράγμασιν, οὐκ ἐν ψιλαῖς θεωρεῖται ταῖς τῶν ὀνομάτων φωναῖς (πράγματα δέ φημι <τὰ> καθ' ἑαυτὰ νοούμενα, εἰ μὴ τολμηρὸν οὕτως εἰπεῖν τὸν υἱόν τε καὶ τὸν πατέρα), τίς ἂν ἀντείποι μὴ οὐχὶ καὶ αὐτὸν τὸν τῆς βλασφημίας προστάτην αὐτο μάτως πρὸς τὴν συνηγορίαν τῆς εὐσεβείας καθελκυσθῆναι, δι' ἑαυτοῦ τοὺς οἰκείους ἀνατρέποντα λόγους καὶ τὸ τῆς 3.1.95 οὐσίας κοινὸν ἐπὶ τῶν θείων δογμάτων ἀνακηρύσσοντα; οὐ γὰρ ψεύδεται περὶ τούτων ἀκουσίως παρ' αὐτοῦ προσριφεὶς ὑπὲρ τῆς ἀληθείας ὁ λόγος, ὅτι οὐκ ἂν ἐκλήθη υἱός, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαληθευούσης τὴν κλῆσιν. ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου οὐδ' ἄν τις εἴποι τῶν σωφρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελῶνα κατονομάζομεν, ἀλλ' ἔργον μὲν ἀνθρώπου τὸ κατασκεύασμα, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννώμενον, ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαί νοιτο, οὕτως καὶ υἱὸν θεοῦ τὸν μονογενῆ διδαχθέντες οὐ 20κτίσμα20 θεοῦ διὰ τῆς προσηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ' ὅπερ ἀληθῶς ἡ τοῦ υἱοῦ φωνὴ τῷ σημαινομένῳ ἐνδείκνυται. 3.1.96 εἰ δὲ καὶ ἀμπέλου γέννημα ὁ οἶνος ὑπὸ τῆς γραφῆς ὀνο μάζεται, οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραβλαβήσεται. οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνόν φαμεν οὐδὲ ἀμπέλου τὴν βάλανον, ἀλλ' εἴ τίς ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος 3.1.97 πρὸς τὸ ὅθεν ἐστίν. ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτὶς διὰ τοῦ πυθμένος τῆς ῥίζης ὑπὸ τῆς ἐντεριώνης ἐξελκομένη τῇ δυνάμει μὲν ὕδωρ ἐστίν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερκείμενον μεταρρέουσα πρὸς οἴνου μεταβάλλει ποιότητα, συνεργούσης τι καὶ τῆς ἡλιακῆς ἀκτῖνος, ἣ διὰ τῆς θερ μότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξέλ κουσα διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως οἶνον τὴν ἰκμάδα ποιεῖ· ὥστε κατὰ φύσιν μὲν μηδεμίαν ἀλλοτριότητα τὴν ἐγκειμένην τῇ ἀμπέλῳ νοτίδα πρὸς τὸν οἶνον τὸν ἐξ 3.1.98 αὐτῆς ἀπογεννώμενον ἔχειν. ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐκ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην ταῖς κληματίσι νοτίδα. αἱ δὲ τῶν ποιοτήτων διαφοραὶ οὔ τινα κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιοῦσιν, ἀλλά τινος ἰδιότητος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης † στύ ψεως ἢ γλυκύτητος ἢ ὑγρότητος † θατέρῳ τούτων παρο μαρτούσης, ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν εἶναι, ταῖς δὲ τῶν ποιοτήτων διαφοραῖς ἐξαλλάσσειν. 3.1.99 Οὐκοῦν ὥσπερ υἱὸν ἀνθρώπου τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς ἀκηκοότες διὰ τῆς τοῦ ὀνόματος σχέσεως τὴν πρὸς τὸν ἀληθινὸν ἄνθρωπον οἰκειότητα μεμαθήκαμεν, οὕτω κἂν 20γέννημα20 κατὰ τὸν λόγον τῶν ὑπεναντίων ὁ υἱὸς λέγηται, οὐδὲν ἧττον καὶ διὰ τούτου τὸ κατ' οὐσίαν οἰκεῖον αὐτοῦ πρὸς τὸν γεγεννηκότα μανθάνομεν, διὰ τὸ καὶ τὸν οἶνον γέννημα τῆς ἀμπέλου λεγόμενον μὴ ἀλλότριον εὑρεθῆναι κατὰ τὸν τῆς ὑγρότητος λόγον τῆς φυσικῶς 3.1.100 ἐγκειμένης τῇ ἀμπέλῳ δυνάμεως. ἀλλὰ τὰ μὲν λεγόμενα παρὰ τῶν ὑπεναντίων εἴ τις ὑγιῶς ἐξετάζοι, πρὸς τὸ ἡμέ τερον δόγμα βλέπει, ἡ δὲ διάνοια ταῖς ἰδίαις αὐτῶν κα τασκευαῖς ἀντιφθέγγεται, πανταχοῦ τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον κατασκευάζειν φιλονεικούντων. καίτοι γε παντά πασιν ἄπορόν ἐστι καταστοχάσασθαι, ὅθεν πρὸς τὰς τοιαύτας 3.1.101 ὑπολήψεις ὑπήχθησαν. εἰ γὰρ ἡ τοῦ υἱοῦ προσηγορία οὐχ ἁπλῶς τὸ ἔκ τινος εἶναι σημαίνει, ἀλλ' ἰδίως τὴν κατὰ φύσιν οἰκείωσιν διὰ τοῦ σημαινομένου παρίστησιν, ὡς αὐτός φησιν ὁ Εὐνόμιος, καὶ γέννημα δρυὸς οἶνος οὐ λέγεται, καὶ γεννήματα τῶν ἐχιδνῶν, καθώς φησί που τὸ εὐαγγέ λιον, ὄφεις εἰσὶ καὶ οὐ πρόβατα, δῆλον ὅτι καὶ ἐπὶ τοῦ μονογενοῦς ἥ τε τοῦ υἱοῦ καὶ τοῦ γεννήματος προσηγορία 3.1.102 οὐκ ἂν πρὸς τὸ ἑτερογενὲς ἔχοι τὴν οἰκειότητα. ἀλλ' εἴπερ κατὰ τὸν λόγον τῶν ὑπεναντίων καὶ 20γέννημα20 λέγεται καὶ κατὰ τὴν φύσιν, ὡς ὁμολογοῦσιν, ἐστὶν ἡ τοῦ υἱοῦ κλῆσις, τῆς οὐσίας ἐστὶ πάντως τοῦ γεγεννηκότος υἱός, οὐκ ἄλλου τινὸς τῶν ἔξω θεωρουμένων τῆς φύσεως. εἰ δὲ ἐκεῖθεν ἀληθῶς ἐστιν, οὐκ ἀπεξένωται πάντως τοῦ ὅθεν ἐστίν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἐδείχθη, ὅτι πᾶν τὸ γεννητῶς ἔκ τινος ὑποστὰν ὁμογενές ἐστι πάντως τῷ ἐξ οὗ γέγονεν. 3.1.103 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες μόνον, ὅτι οὐκ ἔστι τὸ ἀόριστον κατὰ τὴν φύσιν ἐπινοίᾳ τινὶ ῥημάτων διαληφθῆναι. τὸ γὰρ μὴ ἔχειν ὅρον τὴν θείαν μεγαλω σύνην ἡ προφητεία βοᾷ, διαρρήδην κηρύσσουσα ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι 3.1.104 πέρας. εἰ δὲ τὰ περὶ αὐτὸν ἀπεράτωτα, πολὺ μᾶλλον αὐτὸς ἐκεῖνος κατ' οὐσίαν ὅ τι ποτὲ καὶ ἐστὶν οὐδενὶ ὅρῳ κατ' οὐδὲν μέρος διαλαμβάνεται. εἰ οὖν ἡ διὰ τῶν ὀνομάτων τε καὶ ῥημάτων ἑρμηνεία διαλαμβάνει πως τῇ σημασίᾳ τὸ ὑποκείμενον, τὸ δὲ ἀόριστον περιληφθῆναι οὐ δύναται, οὐκ ἄν τις εἰκότως τὴν ἀμαθίαν ἡμῶν αἰτιάσαιτο, μὴ θρασυ νομένων κατὰ τῶν ἀτολμήτων. τίνι γὰρ ὀνόματι διαλάβω τὸ ἀπερίληπτον; διὰ ποίας φωνῆς ἐξαγγείλω τὸ ἀνεκφώ 3.1.105 νητον; ἐπεὶ οὖν κρεῖττόν ἐστι καὶ ὑψηλότερον τῆς ὀνομα στικῆς σημασίας τὸ θεῖον, σιωπῇ τιμᾶν τὰ ὑπὲρ λόγον τε καὶ διάνοιαν μεμαθήκαμεν· κἂν ἐπεμβαίνῃ τῇ εὐλαβείᾳ ταύτῃ τοῦ λόγου ὁ ὑπερφρονῶν παρ' ὃ δεῖ φρονεῖν, ἐν γέ λωτι τὴν ἀμαθίαν ἡμῶν τὴν περὶ τῶν ἀκαταλήπτων ποι ούμενος, καὶ τοῦ ἀσχηματίστου καὶ ἀορίστου καὶ ἀμεγέθους καὶ ἀπόσου, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, τὴν κατὰ τὸ ἀνόμοιον ἐπιγινώσκῃ παραλλαγὴν καὶ προφέρῃ τοῦτο πρὸς ἔλεγχον τῆς ἀμαθίας ἡμῶν, ὃ συνεχῶς παρὰ τῶν μαθητῶν τῆς ἀπάτης προτείνεται, τὸ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, εἰ τὴν οὐσίαν τοῦ προσκυνουμένου οὐκ οἴδαμεν, 3.1.106 οὐ φοβηθησόμεθα κατὰ τὴν συμβουλὴν τοῦ προφήτου τὸν ὀνειδισμὸν τῶν ἀφρόνων οὐδὲ διὰ τὸν φαυλισμὸν αὐτῶν κατὰ τῶν ἀνεκφωνήτων θρασυστομήσομεν, τὸν ἰδιώτην τῷ λόγῳ Παῦλον διδάσκαλον τῶν ὑπὲρ γνῶσιν μυστηρίων ποι ούμενοι, ὃς τοσοῦτον ἀπέχει τοῦ τὴν θείαν φύσιν ἐντὸς τῆς ἀνθρωπίνης περινοίας οἴεσθαι, ὡς καὶ τὰ κρίματα τοῦ θεοῦ ἀνεξερεύνητα λέγειν καὶ τὰς ὁδοὺς ἀνεξιχνιάστους καὶ τὰ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπὲρ τῶν ἐν τῷ βίῳ τῷδε κατορ θωθέντων ἐπηγγελμένα ὑπὲρ κατάληψιν εἶναι διϊσχυρίζεσθαι, ὡς μήτε ὀφθαλμῷ λαβεῖν μήτε ἀκοῇ δέξασθαι μήτε 3.1.107 καρδίᾳ χωρῆσαι δυνατὸν εἶναι. ταῦτα τοίνυν μαθόντες ἀπὸ τοῦ Παύλου θαρροῦντες ἀποφαινόμεθα, ὅτι οὐ μόνον τὰ κρίματα τοῦ θεοῦ τῆς τῶν ἐρευνᾶν ἐπιχειρούντων δυνάμεώς ἐστιν ὑψηλότερα, ἀλλὰ καὶ αἱ τῆς γνώσεως ὁδοὶ μέχρι τοῦ νῦν ἀτριβεῖς τε καὶ ἀνεπίβατοι μένουσι. τοῦτο γὰρ ἡγού μεθα τὸν ἀπόστολον σημᾶναι βουλόμενον ἀνεξιχνιάστους εἰπεῖν τὰς ὁδοὺς αἳ πρὸς τὸ ἀκατάληπτον φέρουσι, δει κνύντα διὰ τῆς λέξεως ὅτι ἀνεπίβατός ἐστι λογισμοῖς ἀν θρωπίνοις ἡ γνῶσις ἐκείνη, καὶ οὔπω τις ἐπέστησεν ἑαυτοῦ τὴν διάνοιαν τῇ τοιαύτῃ τοῦ λόγου πορείᾳ, οὔτε τι ἴχνος οὔτε σημεῖον καταληπτικῆς ἐφόδου τοῖς ἀλήπτοις ἐνεση μάνατο. 3.1.108 Ταῦτα τοίνυν ἐκ τῆς ἀποστολικῆς μεγαλοφωνίας μα θόντες ἀναλογιζόμεθα διὰ τῶν εἰρημένων ὅτι, εἰ τὰ κρίματα ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον τῷ μέτρῳ κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἀνώτερόν ἐστι καὶ ὑψηλό τερον αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων, ὧν οὐδεμίαν εἶναι γνῶσιν ὁ θεοδίδακτος ἀποφαίνεται Παῦλος· καὶ διὰ τοῦτο βεβαιοῦμεν ἐν ἡμῖν αὐτοῖς τὸ καταχλευαζόμενον δόγμα, ὁμολογοῦντες ἐλάττους εἶναι κατὰ τὴν γνῶσιν τῶν ὑπερβαινόντων τὴν γνῶσιν, καὶ προσκυνεῖν φαμεν ἀληθῶς 3.1.109 ὅπερ οἴδαμεν. οἴδαμεν δὲ τὸ ὕψος τῆς δόξης τοῦ προσ κυνουμένου, αὐτῷ τῷ μὴ δύνασθαι τοῖς λογισμοῖς κατα λαβεῖν ἀναλογιζόμενοι τὸ τοῦ μεγέθους ἀνείκαστον· καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν παρὰ τοῦ κυρίου ῥηθέν, καθ' ἡμῶν δὲ παρὰ τῶν ἐχθρῶν προφερόμενον, πρὸς ἐκείνους ἂν μᾶλ λον κυρίως λέγοιτο. τὸ γὰρ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε φησὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος, σωματικαῖς ἐννοίαις ἐν ταῖς περὶ θεοῦ δόξαις προειλημμένην, ἧς καλῶς ὁ λόγος καθάπτεται, ὅτι θεὸν προσκυνεῖν οἱ Σαμαρεῖται νομίζοντες εἶτα σωματικῶς ἐγκαθιδρῦσθαι τόπῳ τὸ θεῖον οἰόμενοι μέχρι τῆς φωνῆς εὐσεβοῦσιν, ἄλλο τι προσκυ 3.1.110 νοῦντες καὶ οὐ θεόν. οὐδὲν γὰρ ἐν περιγραφῇ νοούμενον θεῖόν ἐστιν· ἀλλ' ἴδιον τῆς θεότητος τὸ πανταχοῦ εἶναι καὶ διὰ πάντων ἥκειν καὶ μηδενὶ περιείργεσθαι, ὥστε περι στρέφεται τοῖς χριστομάχοις εἰς κατηγορίαν αὐτῶν ὁ καθ' ἡμῶν προφερόμενος λόγος. ὡς γὰρ τοπικῇ τινι περιγραφῇ τὸ θεῖον περιέχεσθαι Σαμαρεῖται νομίζοντες ἐπετιμήθησαν δι' ὧν ἤκουσαν ὅτι Προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ ἀνόνητος γίνεται ὑμῖν ἡ λατρεία ἡ πρὸς θεὸν βλέπουσα, θεὸς γὰρ τόπῳ τινὶ καθιδρῦσθαι νομιζόμενος θεὸς οὐκ ἔστιν, – οὕτως ἂν εἴη κυρίως καὶ πρὸς τοὺς νέους Σαμαρείτας εἰπεῖν ὅτι τῷ ὀνόματι τῆς ἀγεννησίας οἷόν τινι τόπῳ περι ειλῆφθαι τὴν θείαν οὐσίαν ὑπονοοῦντες Προσκυνεῖτε ὃ οὐκ οἴδατε, ὡς θεῷ μὲν λατρεύοντες, ἀγνοοῦντες δέ, ὅτι πάσης τῆς ἐξ ὀνομάτων σημασίας καὶ περιλήψεως ὑπερπίπτει τοῦ θεοῦ τὸ ἀόριστον. 3.1.111 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπό μενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐπειδὴ τὴν προτεθεῖσαν αὐτοῦ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι οὐ πρὸς τὴν ἀλήθειαν μόνον, 3.1.112 ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. εἰ γὰρ κατ' αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ υἱοῦ προσηγορίᾳ πρὸς τὸν πατέρα συνίσταται καὶ πρὸς τὸν γεγεννηκότα ἡ τοῦ γεννή ματος, κατά τινα γραμματικὴν φλυαρίαν τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυπούσης, οὐκέτ' ἄν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἄλληλα σχέσιν ἀπόδειξιν τῆς κατ' οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ 3.1.113 ταὐτότητος γίνεσθαι. ἀλλά μοι μεταλαβέτω τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος, ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ μόνῃ τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατύ νεσθαι, ἀλλ' ἐν ἑαυτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. ὡς οὖν ἐστι δυνατόν, δι' εὐτονωτέρας τῆς συνηγορίας βεβαιωθήτω παρ' ἡμῶν αὐτῶν ὁ ἀντικείμενος λόγος, ὡς ἂν τὸ ὑπερ βάλλον τῆς δυνάμεως διαγνωσθείη κατὰ πολλὴν πεποί θησιν, καὶ τὰ παρειμένα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. ἐρεῖ γὰρ ἴσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον 3.1.114 παρίστησι. καὶ γὰρ καὶ τέκνον τις ὀργῆς ἐν τῇ γραφῇ λέγεται καὶ ἀπωλείας υἱὸς καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κοινότης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συναν εφάνη. οὐ γὰρ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὠνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοού μενον ἡ ἀπώλεια. ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν ἀν 3.1.115 θρώπου καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαινόμενον. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἴσην κατασκευὴν ὁ λόγος ἔχει. υἱοὶ γὰρ φωτός τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι οὐ ταὐτόν εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων τὴν συγγένειαν τὴν πρὸς αὐτὸν οἰκειώσωνται, καὶ οἱ τῷ πνεύματι τοῦ θεοῦ ἀγόμενοι, καθ ώς φησιν ὁ ἀπόστολος, υἱοὶ θεοῦ λέγονται, οὐ ταὐτὸν ὄντες τῷ θεῷ κατὰ τὴν φύσιν, καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἀναλέξασθαι, δι' ὧν ἡ ἀπάτη καθάπερ εἰκών τις ἐπηνθισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται. 3.1.116 Τί οὖν ἡμεῖς πρὸς τοῦτό φαμεν; οἶδεν ἡ θεία γραφὴ κατ' ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ, ὥστε τισὶ μὲν ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπί κτητον εἶναι τὴν τοιαύτην προσηγορίαν. ὅταν μὲν γὰρ υἱοὺς ἀνθρώπων καὶ υἱοὺς λέγῃ κριῶν, τὴν κατ' οὐσίαν τοῦ γεν νηθέντος πρὸς τὸν ἐξ οὗ γέγονε σχέσιν ἀποσημαίνει· ὅταν δὲ υἱοὺς δυνάμεως ἢ τέκνα λέγῃ θεοῦ, τὴν ἐκ προαιρέσεως 3.1.117 γινομένην ἀγχιστείαν παρίστησι. καὶ μέντοι καὶ κατὰ τὴν ἐναντίαν διάνοιαν οἱ αὐτοὶ καὶ υἱοὶ Ἠλεὶ καὶ υἱοὶ λοιμοὶ ὠνομάσθησαν, πρὸς ἑκάτερον νόημα τῆς τῶν υἱῶν προση γορίας εὐαρμόστως ἐχούσης. τῷ μὲν γὰρ υἱοὶ τοῦ Ἠλεὶ κληθῆναι τὸ κατὰ τὴν φύσιν συγγενὲς πρὸς ἐκεῖνον ἔχειν ἐμαρτυρήθησαν, λοιμοὶ δὲ υἱοὶ κατονομασθέντες ἐπὶ τῇ τῆς προαιρέσεως μοχθηρίᾳ κατηγορήθησαν, ὡς οὐχὶ τὸν πατέρα ζηλοῦντες τῷ βίῳ, ἀλλὰ τῇ κακίᾳ τὴν προαίρεσιν 3.1.118 ἑαυτῶν οἰκειώσαντες. ἐπὶ μὲν οὖν τῆς κάτω φύσεως καὶ τῶν καθ' ἡμᾶς πραγμάτων διὰ τὸ πρὸς ἑκάτερον ἐπιρρε πῶς τὸ ἀνθρώπινον ἔχειν, πρὸς κακίαν λέγω καὶ ἀρετήν, ἐφ' ἡμῖν ἐστιν ἢ νυκτὸς ἢ ἡμέρας υἱοὺς γενέσθαι, μενούσης κατὰ τὸ προηγούμενον ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως. οὔτε γὰρ ὁ διὰ κακίαν ὀργῆς τέκνον γενόμενος τῆς ἀνθρω πίνης ἠλλοτριώθη γεννήσεως, οὔτε ὁ τῷ ἀγαθῷ διὰ προ αιρέσεως ἑαυτὸν οἰκειώσας τὸ ἐξ ἀνθρώπων φῦναι διὰ τῆς ἀστειότητος τῶν ἐπιτηδευμάτων ἀπώσατο, ἀλλὰ τῆς φύ σεως ὁμοίως ἐφ' ἑκατέρων ἑστώσης αἱ κατὰ τὰς προ αιρέσεις διαφοραὶ τὰ ὀνόματα τῆς οἰκειότητος ὑποδύονται, ἢ θεοῦ τέκνα δι' ἀρετῆς ἢ τοῦ ἀντικειμένου διὰ κακίας γινόμεναι. 3.1.119 Ἐπὶ δέ γε τῶν θείων δογμάτων 20ὁ τὴν φυσικὴν διασῴζων τάξιν20 Εὐνόμιος (αὐτοῖς γὰρ χρήσομαι τοῦ λογογράφου τοῖς ῥήμασι) 20καὶ τοῖς ἄνωθεν ἐγνω σμένοις ἐμμένων καὶ γεννητὸν ὄντα γέννημα λέγειν οὐ παραιτούμενος, τῆς γεννηθείσης αὐτῆς20, ὥς φησιν, 20οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσ ηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειου μένης σχέσιν20, πῶς ἀλλοτριοῖ τῆς κατ' οὐσίαν οἰκειό 3.1.120 τητος τὸ γεννηθὲν τοῦ γεννήσαντος; ἐπὶ μὲν γὰρ τῶν ἐπὶ διαβολῇ λεγομένων υἱῶν ἢ γεννημάτων ἢ πάλιν ἐφ' ὧν ἔπαινός τις παρομαρτεῖ τοῖς τοιούτοις ὀνόμασιν οὐκ ἔστιν εἰπεῖν ὅτι ἀληθῶς τις παρὰ τῆς ὀργῆς γεννηθεὶς τέκνον ὀργῆς προσηγόρευται, οὐδ' αὖ πάλιν ἡμέραν τις σωματικῶς ἔσχεν ἑαυτοῦ μητέρα, ὥστε υἱὸς ταύτης ὀνομασθῆναι, ἀλλ' ἡ τῶν προαιρέσεων διαφορὰ ποιεῖται τὰ τῆς τοιαύτης συγ γενείας ὀνόματα. ἐνταῦθα δέ φησιν ὁ Εὐνόμιος ὅτι 20γεν νητὸν ὄντα τὸν υἱὸν γέννημα λέγειν οὐ παραι τούμεθα, τῆς γεννηθείσης20, φησίν, 20οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν 3.1.121 ὀνομάτων σχέσιν οἰκειουμένης20. εἰ οὖν διὰ τὸ ἀληθῶς 20γέννημα20 εἶναι τὸν υἱὸν ὁμολογεῖ 20τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν20, πῶς ἔχει καιρὸν ἐφαρμόζειν τὴν τοιαύτην αἰτίαν τῶν ὀνομάτων τοῖς τε κατὰ μεταφορὰν ἐκ καταχρήσεως λεγομένοις καὶ οἷς ἡ φυσικὴ σχέσις, καθώς φησιν ὁ Εὐνόμιος, τὴν τοιαύτην οἰκειοῦται κλῆσιν; οὐκοῦν ἐπὶ μόνων ἀληθὲς τὸ τοιοῦτόν ἐστιν οἷς μεθόριος πρὸς ἀρετήν τε καὶ κακίαν ἡ φύσις, ἐφ' ὧν πολλάκις τὰ ἐναντία τις ἀντιμεταλαμβάνει τῶν ὀνομά των, νῦν μὲν φωτός, πάλιν δὲ σκότους διὰ τῆς πρὸς τὸ καλὸν 3.1.122 ἢ πρὸς τὸ ἐναντίον προσκλίσεως τέκνον γινόμενος. ὅπου δὲ τὸ ἐναντίον χώραν οὐκ ἔχει, οὐκέτ' ἄν τις τοῦ υἱοῦ τὴν φωνὴν ἐκ μεταφορᾶς ἐπιφημίζεσθαι λέγοι καθ' ὁμοιότητα τῶν διὰ προαιρέσεως οἰκειουμένων τὴν κλῆσιν. οὐ γὰρ ἂν εἰς τοῦτον ἔλθοι τὸν λόγον, ὅτι ὥσπερ ἄνθρωπος ἀποθέμενος τὰ ἔργα τοῦ σκότους διὰ τῆς εὐσχήμονος ζωῆς φωτὸς γί νεται τέκνον, οὕτω καὶ ὁ μονογενὴς θεὸς ἐκ μεταβολῆς 3.1.123 ἐκ τοῦ χείρονος ἀντιλαμβάνει τὸ προτιμότερον. ἄνθρω πος μὲν γάρ τις ὢν υἱὸς θεοῦ γίνεται διὰ τῆς πνευ ματικῆς γεννήσεως Χριστῷ συναπτόμενος· ὁ δὲ τὸν ἄνθρω πον δι' ἑαυτοῦ θεοῦ υἱὸν ποιῶν αὐτὸς ἄλλου υἱοῦ τοῦ χαρι ζομένου αὐτῷ τὴν υἱοθεσίαν οὐκ ἐπιδέεται, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ὀνομάζεται. ἄνθρωπος μὲν αὐτὸς ἑαυτὸν ἀμείβει, τοῦ παλαιοῦ τὸν νέον ἀνταλλασσόμενος· θεὸς δὲ 3.1.124 εἰς τί ἀλλαγήσεται, ὥστε ὃ μὴ ἔχει προσκτήσασθαι; ἄν θρωπος μὲν ἑαυτὸν ἀπεκδυσάμενος τὴν θείαν ἐπενδύεται φύσιν· ὁ δὲ ἀεὶ ὡσαύτως ἔχων τί ἀποτίθεται ἢ τί περι βάλλεται; ἄνθρωπος μὲν υἱὸς θεοῦ γίνεται προσλαβὼν ἃ οὐκ ἔχει καὶ ἀποβαλὼν ἃ ἔχει· ὁ δὲ μηδέποτε γεγονὼς ἐν κακίᾳ οὔτε ὃ λάβῃ οὔτε ὃ καταλίπῃ ἔχει. πάλιν ὁ ἄν θρωπος δύναται πῆ μὲν ἀληθῶς υἱός τινος λέγεσθαι, ὅταν πρὸς τὴν φύσιν βλέπων τις λέγῃ, πῆ δὲ ἐκ καταχρήσεως, 3.1.125 ὅταν ἡ τοῦ βίου προαίρεσις ἐπιβάλῃ τὸ ὄνομα. ὁ δὲ θεὸς ἓν ὢν ἀγαθὸν ἐν ἁπλῇ τε καὶ ἀσυνθέτῳ τῇ φύσει πάντοτε πρὸς τὸ αὐτὸ βλέπει καὶ οὐδέποτε ταῖς τῆς προαιρέσεως ὁρμαῖς μεταβάλλεται, ἀλλ' ἀεὶ καὶ βούλεται ὅπερ ἐστὶν καὶ ἐστὶ πάντως ὃ καὶ βούλεται, ὥστε δι' ἀμφοτέρων υἱὸς θεοῦ κυρίως καὶ ἀληθῶς ὀνομάζεσθαι, τῆς τε φύσεως ἐν ἑαυτῇ τὸ ἀγαθὸν ἐχούσης τῆς τε προαιρέσεως οὐκ ἀπερ ρωγυίας τοῦ κρείττονος, ὡς μὴ ἂν ἐκ καταχρήσεως αὐτῷ τὴν φωνὴν ταύτην ἐπικληθῆναι. οὐκοῦν οὐδεμίαν ἔχει χώραν, ἅπερ ἐκ προσώπου τῶν ἐναντίων ἑαυτοῖς ἀντεθή καμεν, ταῦτα ἐπὶ παραγραφῇ τῆς κατὰ φύσιν οἰκειότητος παρὰ τῶν ἐναντίων προφέρεσθαι. 3.1.126 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀπο στρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς ταύτης μαρτυρηθείη, τῆς ἐγκειμένης τῷ ὀνόματι σημασίας τὴν φωνὴν χωρίσαντες κενὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ ἀσήμαντον τῷ μονογενεῖ καταλείπουσι, μόνον αὐτῷ τὸν ψόφον τῆς φωνῆς χαριζόμενοι. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω καὶ οὐ παραστοχάζομαι τοῦ σκοποῦ τῶν ὑπεναντίων, φανερῶς ἔστιν 3.1.127 ἐξ αὐτῶν ὧν κατεπιχειροῦσι τῆς ἀληθείας μαθεῖν. τοιαῦτα γάρ ἐστιν ἃ παρ' αὐτῶν ἐπὶ κατασκευῇ τῆς βλασφημίας προφέρεται, 20ὅτι πολλὰ τοῦ μονογενοῦς ὀνόματα παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν, λίθον ἀξίνην πέτραν θεμέλιον ἄρτον ἄμπελον θύραν ὁδὸν ποι μένα πηγὴν ξύλον ἀνάστασιν διδάσκαλον φῶς καὶ ἄλλα τοιαῦτα πολλά, ἀλλ' οὐδὲν τούτων κατὰ τὴν πρόχειρον σημασίαν εὐσεβές ἐστιν ἐπὶ τοῦ κυρίου 3.1.128 νοοῦντας λέγειν. ἦ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ ἀσώματόν τε καὶ ἄϋλον ἁπλοῦν τε καὶ ἀσχημάτι στον ταῖς ἐμφαινομέναις τισὶ τῶν ὀνομάτων σημα σίαις διαμορφοῦσθαι νομίζειν, ὥστε ἀξίνην ἀκού σαντας τὸ τοιόνδε σχῆμα τοῦ σιδήρου νοεῖν ἢ φῶς τὸ ἐναέριον ἢ ἄμπελον τὴν ἐκ φυτείας κλημάτων ἤ τι τῶν ἄλλων ἕκαστον, καθὼς ἡ συνήθεια νοεῖν ὑποτίθεται· ἀλλ' ἐπὶ τὸ θεοπρεπέστερον τὰς τῶν ὀνομάτων τούτων μετενεγκόντες ἐμφάσεις ἄλλο τι νοοῦμεν, κἂν οὕτω κατονομάζωμεν, οὐχ ὡς ὄντα τι τούτων κατὰ τὸν λόγον τῆς φύσεως, ἀλλ' ὡς ταῦτα μὲν λεγόμενον, ἄλλο δέ τι παρὰ ταῦτα διὰ 3.1.129 τῶν λεγομένων νοούμενον. εἰ δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ ἀληθῶς ἐπιλέγεται τῷ μονογενεῖ θεῷ καὶ τῆς φύσεως οὐ περιέχει τὴν ἔνδειξιν, ἀκόλουθον εἶναι20 λέγουσι 20μηδὲ τοῦ υἱοῦ τὸ σημαινό μενον κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν εἰς τὴν τῆς φύσεως ἐρμηνείαν παραλαμβάνειν, ἀλλ' ἐξευρίσκειν τινὰ σημασίαν καὶ ταύτης τῆς φωνῆς ἑτέραν παρὰ τὴν κοινήν τε καὶ πρόχειρον20. ταῦτα καὶ τὰ τοιαῦτα φιλοσοφοῦσι πρὸς κατασκευὴν τοῦ μὴ εἶναι 3.1.130 τὸν υἱὸν ὅπερ ἐστί τε καὶ λέγεται. ἡμῖν δὲ πρὸς ἕτερον μὲν ἦν σπεύδων ὁ λόγος, τὴν πρόσφατον τοῦ Εὐνομίου λογο γραφίαν δεῖξαι ψευδῆ καὶ ἀσύστατον καὶ οὔτε πρὸς τὴν ἀλήθειαν οὔτε πρὸς ἑαυτὴν συμφωνοῦσαν. ἐπεὶ δὲ δι' ὧν κατηγοροῦμεν τοῦ δόγματος αὐτῶν οἷόν τις συνηγορία τῆς βλασφημίας ἐπεισήχθη τῷ λόγῳ, καλῶς ἂν ἔχοι περὶ τού του πρότερον ἐν ὀλίγῳ διαλαβεῖν, εἶθ' οὕτως ἐπὶ τὴν ἀκο λουθίαν τῶν γεγραμμένων ἐπανελθεῖν. 3.1.131 Τί τοίνυν ἔστιν εἰπόντας πρὸς τὰ τοιαῦτα μὴ διαμαρ τεῖν τοῦ προσήκοντος; ὅτι πολλῶν ὄντων, καθὼς κἀκεῖνοί φασι, τῶν ὀνομάτων, ἃ τῷ μονογενεῖ παρὰ τῆς γραφῆς ἐπι λέγεται, οὐδὲν τῶν ἄλλων τῇ πρὸς τὸν γεγεννηκότα φαμὲν ἀναφορᾷ τὸ προσφυὲς ἔχειν. οὐ γὰρ ὥσπερ υἱὸν τοῦ πατρός, οὕτως ἢ λίθον ἢ ἀνάστασιν ἢ ποιμένα ἢ φῶς ἤ τι τῶν ἄλλων ἐπὶ τὸν θεὸν τῶν ὅλων ἐπαναφέροντες λέγομεν, ἀλλ' ἔστιν οἷον τέχνῃ τινὶ καὶ κανόνι διχῇ διελέσθαι τῶν θείων ὀνομάτων 3.1.132 τὴν σημασίαν. τὰ μὲν γὰρ τῆς ὑψηλῆς τε καὶ ἀφράστου δόξης τὴν ἔνδειξιν ἔχει, τὰ δὲ τὸ ποικίλον τῆς προνοητικῆς οἰκονομίας ἐνδείκνυται· ὥστε καθ' ὑπόθεσιν εἰ μὴ τὸ εὐερ γετούμενον εἴη, μηδὲ τὰς φωνὰς ταύτας ἐπ' αὐτοῦ τετάχθαι αἳ τὴν εὐεργεσίαν ἐνδείκνυνται. ὅσαι δὲ τὸ θεοπρεπὲς ἑρ μηνεύουσι, καὶ δίχα τῶν οἰκονομουμένων προσφυῶς καὶ κυρίως ἐφαρμόζονται τῷ μονογενεῖ θεῷ. ὡς δ' ἂν ἐναρ γέστερον ἡμῖν ἐκκαλυφθείη τὸ τοιοῦτον δόγμα, ἐπ' αὐτῶν 3.1.133 ἔσται τῶν ὀνομάτων ἡ θεωρία. οὐκ ἂν ἄμπελος ὠνομάσθη ὁ κύριος, εἰ μὴ τῆς φυτείας χάριν τῶν ἐν αὐτῷ ῥιζου μένων, οὐδ' ἂν ποιμήν, εἰ μὴ τὰ πρόβατα τοῦ οἴκου Ἰσ ραὴλ ἀπολώλει, οὐδ' ἰατρός, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδὲ τὰ λοιπὰ τῶν ὀνομάτων ἐφ' ἑαυτοῦ κατεδέχετο, μὴ διά τινος προνοητικῆς ἐνεργείας προσφόρως ἐπὶ τῶν εὐεργε τουμένων τὰς φωνὰς οἰκειούμενος. τί γὰρ δεῖ τὰ καθ' ἕκαστον λέγοντα μηκύνειν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; υἱὸς δὲ καὶ δεξιὰ καὶ μονογενὴς καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ τὰ τοιαῦτα πάντα, ὅσα πρός τι λέγεται, καθ άπερ ἐν συζυγίᾳ τινὶ σχετικῇ τῷ πατρὶ πάντως συνονομα 3.1.134 ζόμενος λέγεται. θεοῦ γὰρ δύναμις ὀνομάζεται καὶ θεοῦ δεξιὰ καὶ θεοῦ σοφία καὶ πατρὸς υἱὸς καὶ μονογενὴς καὶ λόγος πρὸς τὸν θεὸν καὶ ὅσα τοιαῦτα. οὐκοῦν ἀκόλουθον ἐκ τῶν εἰρημένων ἑκάστου τῶν ὀνομάτων κατάλληλόν τινα τῷ ὑποκειμένῳ καὶ πρέπουσαν ἐνθεωρεῖν σημασίαν, ὡς ἂν μὴ τῷ διαμαρτεῖν τῆς ὀρθῆς διανοίας περὶ τὸν τῆς εὐσε βείας πλημμελήσαιμεν λόγον. 3.1.135 Ὥσπερ τοίνυν τῶν ἄλλων ἕκαστον πρὸς τὸ θεοπρεπὲς μεταλαβόντες ἀθετοῦμεν τὴν πρόχειρον ἐπ' αὐτῶν ἔννοιαν, ὡς μήτε φῶς ὑλικὸν μήτε πατουμένην ὁδὸν μήτε ἄψυχον λίθον μήτε τὸν ἐκ γεωργίας ἄρτον μήτε τὸν διὰ ῥημάτων λόγον, ἀλλ' ἀντὶ τούτων ἐκεῖνα ὀνομάζειν ὅσα τὸ μεγαλεῖον τῆς δυνάμεως τοῦ θεοῦ λόγου παρίστησιν, οὕτως εἴ τις ἀθετοίη τοῦ υἱοῦ τὴν συνήθη καὶ κατὰ φύσιν σημασίαν, δι' ἧς τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ γεγεννηκότος μανθά νομεν, πρός τινα θεοπρεπεστέραν ἑρμηνείαν μεταλήψεται πάντως τὸ ὄνομα. ἐπειδὴ γὰρ τῶν ἄλλων ἑκάστου πρὸς τὸ ἐνδοξότερον ἡ μετάληψις γινομένη πρὸς τὴν τῆς θείας δυνάμεως ἔνδειξιν ἥρμοσεν, ἀκόλουθον πάντως ἐστὶ καὶ τούτου τοῦ ὀνόματος ἐπὶ τὸ ὑψηλότερον μετενεχθῆναι τὸ 3.1.136 σημαινόμενον. τίς ἂν οὖν γένοιτο θεοπρεπεστέρα διάνοια ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, εἰ ἀθετοῖτο κατὰ τὸν λόγον τῶν ὑπεναντίων ἡ φυσικὴ πρὸς τὸν γεννήσαντα σχέσις; τάχα γὰρ οὕτως οὐδεὶς πρὸς ἀσέβειαν τολμηρός, ὡς ἐν τοῖς περὶ τῆς θείας φύσεως λόγοις τὸ ταπεινὸν καὶ χαμαί ζηλον τῶν ὑψηλῶν τε καὶ μεγάλων ἁρμοδιώτερον οἴεσθαι. 3.1.137 οὐκοῦν εἰ μέν τινα ταύτης μεγαλοφυεστέραν διάνοιαν ἐξευ ρίσκουσιν, ὡς ἀνάξιον εἶναι δοκεῖν περὶ τοῦ μονογενοῦς νοεῖν τὸ ἐκ τῆς φύσεως τοῦ πατρὸς αὐτὸν εἶναι, εἰπάτωσαν εἴ τι γινώσκουσι κατὰ τὴν ἀπόρρητον αὐτῶν σοφίαν τῆς πατρικῆς φύσεως ὑψηλότερον, ὥστε πρὸς ἐκεῖνο τὸν μονο γενῆ θεὸν ἐπάραντας τῆς πρὸς τὸν πατέρα σχέσεως αὐτὸν ὑπερᾶραι· εἰ δὲ παντὸς ὕψους ὑπέρκειται καὶ πᾶσαν δύ ναμιν θαυμαστικὴν ὑπερβαίνει τῆς θείας φύσεως τὸ μεγα λεῖον, τίς ὑπολείπεται λόγος ἐπὶ τὸ μεῖζον φέρων τῆς τοῦ 3.1.138 υἱοῦ κλήσεως τὴν ἑρμηνείαν; ἐπειδὴ τοίνυν ὁμολογεῖται πᾶσαν περὶ τοῦ μονογενοῦς σημαντικὴν λέξιν, κἂν ἐκ τῆς κάτω συνηθείας ὀνομάζηται, πρὸς τὸ μεγαλειότερον ταῖς ἐννοίαις μετατεθεῖσαν κυρίως λέγεσθαι, δείκνυται δὲ μὴ δύνασθαί τινα μεγαλοφυεστέραν ἔννοιαν τῆς τοῦ υἱοῦ προση γορίας εὑρεῖν ταύτης, ἣ τὸ γνήσιον πρὸς τὸν γεγεννηκότα παρίστησι, οὐδὲν οἶμαι χρῆναι πλέον ἐπιδιατρίβειν τῷ τόπῳ, ἱκανῶς διὰ τῶν εἰρημένων ἀποδειχθέντος ὅτι οὐ προσήκει καθ' ὁμοιότητα τῶν λοιπῶν ὀνομάτων καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν μεθερμηνεύεσθαι. 3.1.139 Ἀλλ' ἐπὶ τὸ βιβλίον πάλιν ἐπανακτέον τὴν θεωρίαν. οὐκ ἔστι τῶν αὐτῶν τὸν γεννητὸν 20γέννημα λέγειν μὴ παραιτεῖσθαι20 (τοῖς γὰρ ἐκείνων χρήσομαι ῥήμασιν), 20τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰ κειουμένης σχέσιν20, καὶ πάλιν μετατιθέναι τὰς προσ φυεῖς ὀνομασίας εἰς τροπικὰς μεταλήψεις· ὥστε δυοῖν θάτε ρον, ἢ τὸ πρότερον τῶν ἐπιχειρημάτων αὐτοῖς διαπέπτωκε καὶ μάτην καταφεύγουσι πρὸς τὴν ἐκ φύσεως τάξιν εἰς κατα σκευὴν τοῦ δεῖν 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἢ εἰ τοῦτο κατὰ τὸ προσῆκον λέγεται, ὁ ἕτερος λόγος ὑπὸ τῶν προκατεσκευασμένων διαλυθήσεται. ὁ γὰρ διὰ τὸ γεν νηθῆναι 20γέννημα20 κατ' ἐκείνους λεγόμενος δι' αὐτὸ τοῦτο 3.1.140 20ποίημα20 καὶ 20κτίσμα20 λέγεσθαι φύσιν οὐκ ἔχει. πλεῖστον γὰρ δήπου διενήνοχεν ἑκατέρου τῶν ὀνομάτων τὸ σημαινό μενον, καὶ προσήκει τὸν λελογισμένως ταῖς φωναῖς κεχρη μένον πρὸς τὸ ὑποκείμενον βλέποντα κεχρῆσθαι τοῖς ῥή μασιν, ὡς ἂν μή τινα σύγχυσιν περὶ τὰς ἐννοίας πάθοιμεν, ἀνοικείως τοῖς σημαινομένοις τὰς φωνὰς ἐπαλλάσσοντες. διὰ τοῦτο τεχνίτου μὲν ἔργον τὸ διὰ τῆς τέχνης ἀπεργασθὲν ὀνομάζομεν, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ ἐκείνου φύντα προσ αγορεύομεν, οὔτε δὲ τὸ ἔργον υἱὸν οὔτε τὸν υἱὸν ἔργον τῶν σωφρονούντων εἴποι τις ἄν· συγχέοντος γάρ ἐστι καὶ ἀνα θολοῦντος ἐν τῇ πεπλανημένῃ τῶν ὀνομάτων χρήσει τὴν 3.1.141 ἀληθῆ σημασίαν. ὥστε τῶν δύο τούτων τὸ ἕτερον ἐπὶ τοῦ μονογενοῦς ἀληθεύειν ἐπάναγκες, εἰ μὲν υἱός ἐστιν, 20κτίσμα20 μὴ λέγεσθαι, εἰ δὲ κτιστός, τῆς τοῦ υἱοῦ προσηγορίας ἀλ λοτριοῦσθαι, καθάπερ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ τὰ καθ' ἕκαστον πάντα κτίσματα ὄντα τὴν τοῦ υἱοῦ κλῆσιν οὐχ ὑποδύεται. ἀλλ' ἐπειδὴ μαρτυρεῖ γεννητὸν εἶναι τὸν μονογενῆ θεὸν ὁ Εὐνόμιος, ἰσχυροτέρα δὲ πρὸς τὴν τῆς ἀληθείας σύστασιν ἡ τῶν ἐχθρῶν μαρτυρία, καὶ τὸ μὴ κτιστὸν εἶναι πάντως διὰ τοῦ τὸ γεννητὸν εἰπεῖν εἶναι συνεμαρτύρησεν. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. πολλῶν γὰρ ἡμῖν λόγων ἐπιρρεόντων, ὡς ἂν μὴ τὸ πλῆθος εἰς ἀμετρίαν ἐκπέσοι, τούτοις περὶ τῶν προτεθέντων ἀρ κεσθησόμεθα. 3.2.1 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιο λογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγραφη θέντα λόγον αὐτῷ κατὰ τῆς ἀληθείας)· 20τίς γὰρ οὕτως ἀμελὴς καὶ τῆς τῶν ὄντων φύσεως ἀνεπίσκε πτος, ὡς ἀγνοεῖν ὅτι τῶν σωμάτων, ὅσα περὶ γῆν ἐν τῷ γεννᾶν καὶ γεννᾶσθαι, ποιεῖν τε καὶ πάσχειν ἐξεταζόμενα τά τε γεννῶντα μεταδί δωσι τῆς ἰδίας οὐσίας καὶ τὰ γεννώμενα τῆς αὐτῆς μεταλαμβάνειν πέφυκεν, ἅτε κοινῆς οὔσης τῆς ὑλικῆς αἰτίας καὶ τῆς ἔξωθεν ἐπιρρεούσης χορηγίας, τά τε γεννώμενα γεν νᾶται κατὰ πάθος καὶ τὰ γεννῶντα κατὰ φύσιν οὐ καθαρὰν ἴσχει τὴν ἐνέργειαν διὰ τὸ παν 3.2.2 τοίοις πάθεσι συνεζεῦχθαι τὴν φύσιν20. ὁρᾶτε πῶς πρεπόντως τοῦ ἐν ἀρχῇ ὄντος λόγου θεοῦ διαλαμβάνει τῇ θεωρίᾳ τὴν προαιώνιον γέννησιν ὁ τὴν τῶν ὄντων φύσιν δι' ἀκριβείας ἐπισκεπτόμενος, σώματα περὶ γῆν καὶ ὑλικὴν αἰτίαν καὶ πάθος γεννώντων τε καὶ γεννωμένων καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν ἐρυθριάσειεν ἄν τις τῶν νοῦν ἐχόντων, κἂν περὶ ἡμῶν λέγηται, στηλιτευομένης τῷ λόγῳ τῆς ἐμ παθοῦς ἡμῶν φύσεως. ἀλλ' ἡ μὲν λαμπρὰ τοῦ λογογράφου 3.2.3 περὶ τοῦ μονογενοῦς θεοῦ φυσιολογία τοιαύτη. ἡμεῖς δὲ τὸ σχετλιάζειν ἀφέντες (τί γὰρ ἂν καὶ πλέον ὁ στεναγμὸς ἡμῖν πρὸς κατάλυσιν τῆς τῶν ἐχθρῶν κακίας συναγωνίσαιτο;) τὸν νοῦν τῶν εἰρημένων, ὅπως ἂν οἷοί τε ὦμεν, δημοσιεύ σωμεν, περὶ ποίου γεννήματος ἡ θεωρία προὔκειτο, τοῦ κατὰ σάρκα συνισταμένου ἢ τοῦ κατὰ τὸν μονογενῆ θεόν. 3.2.4 διπλῆς γὰρ οὔσης τῆς θεωρίας, ἐπί τε τῆς θείας καὶ ἁπλῆς καὶ ἀΰλου ζωῆς καὶ ἐπὶ τῆς ὑλικῆς τε καὶ ἐμπαθοῦς ὑποστάσεως, καὶ ὁμοίως λεγομένης ἐπ' ἀμφοῖν τῆς γεννή σεως ἀναγκαῖον ἂν εἴη τρανὴν καὶ ἀσύγχυτον τὴν δια στολὴν τῶν σημαινομένων ποιήσασθαι, μή πη τὴν ἀλήθειαν ἡ τῆς γεννήσεως ὁμωνυμία παραλογίσηται. ἐπειδὴ τοίνυν ἡ μὲν διὰ σαρκὸς εἰς τὸ εἶναι πάροδος ὑλική τίς ἐστι καὶ διὰ πάθους προάγεται, τὸ δὲ ἀσώματον καὶ ἀναφὲς καὶ ἀνείδεον καὶ τῆς ὑλώδους ἐπιμιξίας ἐλεύθερον πάσης δια θέσεως ἐμπαθοῦς ἠλλοτρίωται, θεωρῆσαι προσήκει περὶ ποίας γεννήσεως ἡ ζήτησις ἦν, τῆς ἀκηράτου καὶ θείας 3.2.5 ἢ τῆς ἐμπαθοῦς καὶ ῥυπώσης. ἀλλ' οὐκ ἄν τις ἀντείποι τὸ μὴ [περὶ] τοῦ μονογενοῦς θεοῦ τὴν προαιώνιον ὕπαρξιν προκεῖσθαι τῇ θεωρίᾳ τοῦ λόγου. τί οὖν ἐμφιλοχωρεῖ τῇ σωματικῇ ταύτῃ φυσιολογίᾳ, ἐν τῇ βδελυρᾷ τοῦ λόγου διασκευῇ καταρρυπαίνων τὴν φύσιν καὶ τὰ περὶ τὴν ἀνθρω πίνην γέννησιν πάθη δημοσιεύων, καταλιπὼν τὴν προκει μένην ὑπόθεσιν; οὐ γὰρ τὴν ζῳώδη ταύτην γέννησιν τὴν 3.2.6 διὰ σαρκὸς συνισταμένην μαθεῖν ἐδεόμεθα. τίς γὰρ οὕτως ἠλίθιος, ὡς ἑαυτὸν βλέπων καὶ νοῶν ἐν ἑαυτῷ τὸ ἀνθρώ πινον ἄλλον ἑρμηνέα τῆς ἑαυτοῦ ζητεῖν φύσεως καὶ δεῖσθαι μαθεῖν τὰ ἀναγκαῖα πάθη, ὅσα τῇ γεννήσει συνθεωρεῖται τοῦ σώματος, ὅτι ἄλλως μὲν ὁ τίκτων, ἑτέρως δὲ τὸ τικτό μενον ἐν πάθει γίνεται, ὡς ἂν μάθοι ἐκ τῆς διδασκαλίας ταύτης ὁ ἄνθρωπος, ὅτι αὐτός τε διὰ πάθους γεννᾷ καὶ 3.2.7 πάθος αὐτῷ τῆς γεννήσεως ἤρξατο; ταῦτα γὰρ καὶ σιω πώμενα καὶ λεγόμενα τὸ ἴσον ἔχει, κἄν τις διεξίῃ δημο σιεύων τὰ κρύφια, κἂν συγκαλύπτῃ [τῇ] σιωπῇ τὰ ἀπόρ ρητα, τὸ διὰ πάθους προϊέναι τὴν φύσιν ἡμῶν οὐκ ἠγνοή σαμεν. ζητοῦμεν δὲ περὶ τῆς ὑψηλῆς τε καὶ ἀφράστου τοῦ μονογενοῦς ὑπάρξεως, καθ' ἣν ἐκ τοῦ πατρὸς εἶναι πεπίστευται, σαφηνισθῆναι τὸν λόγον. 3.2.8 Ταύτης τοίνυν προκειμένης τῆς ἐξετάσεως ὁ καινὸς θεολόγος ῥεῦσιν καὶ πάθος καὶ ὑλικὴν αἰτίαν καὶ ἐνέργειάν τινα ῥύπου μὴ καθαρεύουσαν καὶ ἔξωθεν ἐπιρρέουσαν χορηγίαν καὶ πάντα τὰ τοιαῦτα τῷ λόγῳ προστίθησιν, οὐκ οἶδα τί παθὼν ὁ τῷ ὑπερβάλλοντι τῆς σοφίας μηδὲν τῶν ἀλήπτων ἔξω τῆς ἑαυτοῦ γνώσεως καταλείπεσθαι λέ γων καὶ τὴν ἄρρητον τοῦ υἱοῦ γέννησιν ἑρμηνεύειν ἐπαγγελ λόμενος, ἀποστὰς τῶν προκειμένων ἐγχέλυος δίκην εἰς τὸν ἰλυώδη βόρβορον τῶν λογισμῶν καταδύεται κατὰ τὸν νυ κτερινὸν ἐκεῖνον Νικόδημον, ὃς τὴν ἄνωθεν γέννησιν τοῦ κυρίου διδάσκοντος πρὸς τὸν ἐν μήτρᾳ κόπον τοῖς λογι σμοῖς κατεσύρετο, καὶ πῶς ἂν ἐκ δευτέρου πάλιν ἐντὸς τῆς νηδύος γένοιτο διηπόρει λέγων Πῶς δύναται τοῦτο γενέσθαι; νομίζων τῷ μὴ δύνασθαι τὸν πρεσβύτην διὰ σπλάγχνου πάλιν κυοφορηθῆναι μητρῴου τὴν πνευματικὴν γέννησιν διε 3.2.9 λέγξειν ἀσύστατον. ἀλλὰ κἀκείνου τὴν πεπλανημένην ὑπό ληψιν διορθοῦται ὁ κύριος, ἄμικτα λέγων εἶναι τὰ τῆς σαρκὸς καὶ τοῦ πνεύματος ἰδιώματα, καὶ οὗτος ἑαυτὸν ἐν τοῖς ὁμοίοις, εἰ βούλεται, διορθούσθω. δεῖ γὰρ οἶμαι τὸν φροντιστὴν τῆς ἀληθείας ἐκ τῶν ἰδίων θεωρεῖν τὸ προκεί μενον, μὴ διὰ τῆς τῶν ὑλικῶν κατηγορίας διαβάλλειν τὸν ἄϋλον. εἰ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἄλλο τι τῶν διὰ σαρκὸς τικτομένων οὐ καθαρεύει πάθους γεννῶν ἢ γεννώμενος, τί 3.2.10 τοῦτο πρὸς τὴν ἀπαθῆ καὶ ἀκήρατον φύσιν; οὐδὲ γὰρ τὸ θνητοὺς ἡμᾶς εἶναι τὴν ἀθανασίαν τοῦ μονογενοῦς παρα γράφεται οὐδὲ ἡ πρὸς κακίαν τροπὴ τῶν ἀνθρώπων ἀμφί βολον ἐπὶ τῆς θείας φύσεως εἶναι παρασκευάζει τὸ ἄτρεπτον οὐδὲ ἄλλο τι τῶν ἡμετέρων καὶ ἐπὶ τὸν θεὸν μεταφέρεται, ἀλλά τις ἄμικτός ἐστι καὶ ἀκοινώνητος ἡ ἰδιότης τῆς ἀν θρωπίνης τε καὶ τῆς θείας ζωῆς καὶ παρήλλακται παντά πασι τὰ γνωριστικὰ ἰδιώματα, ὡς μήτε ταῦτα ἐπ' ἐκείνης μήτε τὸ ἔμπαλιν ἐπὶ ταύτης ἐκεῖνα καταλαμβάνεσθαι. 3.2.11 Πῶς οὖν ὁ Εὐνόμιος, τῆς θείας προκειμένης τῷ λόγῳ γεννήσεως, ἀφεὶς τὸ προκείμενον τὰ ἐν τῇ γῇ διεξέρχεται, οὐδεμιᾶς ἡμῖν περὶ τούτων πρὸς αὐτὸν οὔσης ἀμφισβητή σεως; ἀλλὰ πρόδηλος ὁ σκοπὸς τοῦ τεχνίτου, ἵνα τῇ πρὸς 3.2.12 τὸ πάθος διαβολῇ περιγράψῃ τοῦ κυρίου τὴν γέννησιν. ἐφ' οἷς ἔγωγε τὸ κατὰ τὴν βλασφημίαν παρεὶς θαυμάζω τῆς ἀγχινοίας τὸν ἄνθρωπον, πῶς μέμνηται τῆς οἰκείας σπου δῆς, ὃς τὸ δεῖν γέννημα τὸν υἱὸν καὶ εἶναι καὶ λέγεσθαι διὰ τῶν προειρημένων κατασκευάσας νῦν περὶ τοῦ μὴ χρῆναι γέννησιν περὶ αὐτὸν νοεῖν ἀγωνίζεται. εἰ γὰρ πᾶσα γέν νησις, καθὼς οὗτος οἴεται, συνεζευγμένην ἔχει τὴν κατὰ τὸ πάθος διάθεσιν, ἀνάγκη πᾶσα διὰ τούτων ὁμολογεῖσθαι, ὅτι τὸ τοῦ πάθους ἀλλότριον συναλλοτριοῦται πάντως καὶ τῆς γεννήσεως. εἰ γὰρ ταῦτα μετ' ἀλλήλων συνημμένως νοεῖται, τὸ πάθος τε καὶ ἡ γέννησις, ὁ τοῦ ἑνὸς τούτων ἀμέτοχος οὐδ' ἂν πρὸς τὸ ἕτερον τὴν κοινωνίαν ἔχοι. 3.2.13 πῶς οὖν γέννημα διὰ τὴν γέννησιν λέγει τὸν ὅτι οὐκ ἐγεν νήθη διὰ τῶν νῦν παρ' αὐτοῦ λεγομένων ἀποδεικνύμενον, καὶ ὑπὲρ τίνος μάχεται πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν συμβουλεύοντα μὴ κατατολμᾶν ἐπὶ τῶν θείων δογμάτων τῆς ὀνοματοποιΐας, ἀλλὰ γεγεννῆσθαι μὲν ὁμολογεῖν, μὴ παρασχηματίζειν δὲ τὴν ἔννοιαν ταύτην εἰς ὀνόματος τύπον, ὥστε 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἰδίως τῆς φωνῆς ταύτης ἐπὶ τῶν ἀψύχων ἢ ἐπὶ τῶν εἰς εἰκόνα πο 3.2.14 νηρίας παρειλημμένων ὑπὸ τῆς γραφῆς τεταγμένης; ἀλλ' ὅταν μὲν παρ' ἡμῶν λέγηται τὸ δεῖν σιωπᾶσθαι τὴν φωνὴν τοῦ 20γεννήματος20, τὴν ἄμαχον ἐκείνην ῥητορικὴν προ χειρίζεται, συμπαραλαμβάνων εἰς συμμαχίαν καὶ τὴν γραμ ματικὴν ψυχρολογίαν καὶ διὰ τῆς τεχνικῆς τῶν ὀνομάτων εἴτε παραγωγῆς εἴτε παρωνυμίας εἴτε οὐκ οἶδ' ὅπως δὴ λέγειν ταῦτα προσήκει, διὰ τούτων τοὺς συλλογισμοὺς συμ περαίνει 20γέννημα20 τὸν γεννηθέντα λέγειν οὐ παραιτού 3.2.15 μενος. ἐπειδὰν δὲ τοῦτο δεξάμενοι τὴν τοῦ ὀνόματος ἔν νοιαν θεωρήσωμεν, ὡς τοῦ κοινοῦ τῆς οὐσίας ἐντεῦθεν συνενδεικνυμένου, πάλιν ἀνατίθεται τὰς ἰδίας φωνὰς καὶ περὶ τοῦ μὴ γεννηθῆναι τὸ 20γέννημα20 διατείνεται, τῇ ῥυ πώσῃ φυσιολογίᾳ τοῦ σωματικοῦ τόκου τὴν καθαράν τε καὶ θείαν καὶ ἀπαθῆ τοῦ κυρίου παραγραφόμενος γέννησιν, ὡς οὐκ ἐνδεχόμενον τὰ δύο κατὰ ταὐτὸν ἐπὶ τοῦ θεοῦ συνδραμεῖν, τό τε πρὸς τὸν πατέρα γνήσιον καὶ τὴν ἀπά θειαν τῆς φύσεως, ἀλλ' εἰ μὲν τὸ ἀπαθὲς εἴη, μὴ εἶναι τὴν γέννησιν, εἰ δὲ τὸ γνήσιόν τις ὁμολογοίη, καὶ πάθος τῇ γεννήσει πάντως συμπαραδέχεσθαι. 3.2.16 Οὐχ οὕτως ὁ ὑψηλὸς Ἰωάννης, οὐχ οὕτως ἐκείνη ἡ βρονταία φωνὴ τὸ τῆς θεολογίας κηρύσσει μυστήριον, ὃς καὶ υἱὸν ὀνομάζει θεοῦ καὶ πάσης ἐμπαθοῦς ὑπολήψεως ἐκ καθαίρει τὸ κήρυγμα. ἰδοὺ γὰρ πῶς προθεραπεύει τὴν ἀκοὴν ἐν τοῖς προοιμίοις τοῦ εὐαγγελίου. ὅση γὰρ ἐν τῷ διδασκάλῳ προμήθεια τοῦ μή τινα τῶν ἀκουόντων εἰς τα πεινὰς ὑπολήψεις καταπεσεῖν, πρὸς ἀτόπους τινὰς ὑπονοίας 3.2.17 ἐξ ἀμαθίας ὑπολισθήσαντα. ὡς γὰρ ἂν μάλιστα πόρρω πάθους ἀπαγάγοι τὴν ἀγύμναστον ἀκοήν, οὐχ υἱὸν εἶπεν ἐν προοιμίοις, οὐ πατέρα, οὐ γέννησιν, ἵνα μή τις ἐν πρώ τοις ἢ πατρὸς ἀκούσας κατασυρῇ πρὸς τὴν πρόχειρον ἔμφασιν τοῦ ὀνόματος, ἢ υἱὸν μαθὼν κηρυσσόμενον κατὰ τὴν ὧδε συνήθειαν νοήσῃ τὸ ὄνομα, ἢ προσπταίσῃ τῷ ῥήματι τῆς γεννήσεως ὡς λίθῳ προσκόμματος· ἀλλ' ἀντὶ μὲν πατρὸς ἀρχὴν ὀνομάζει, ἀντὶ δὲ τοῦ ἐγεννήθη τὸ ἦν, ἀντὶ δὲ τοῦ υἱοῦ τὸν λόγον, καί φησιν Ἐν ἀρχῇ ἦν ὁ λόγος. ποῖον ἐν τούτοις πάθος, εἰπέ μοι, ἀρχὴ καὶ ἦν καὶ λόγος; μὴ πάθος ἡ ἀρχή; μὴ ἐν πάθει τὸ ἦν; μὴ διὰ πάθους 3.2.18 ὁ λόγος; ἢ ἐπειδὴ πάθος ἐν τοῖς εἰρημένοις οὐκ ἔστιν, οὐδὲ τὸ οἰκεῖον συνεμφαίνεται τῷ κηρύγματι; καίτοι γε πῶς ἂν ἑτέρως μᾶλλον διαφανείη τὸ κατ' οὐσίαν κοινόν τε καὶ γνήσιον καὶ τὸ συναϊδιάζον τοῦ λόγου πρὸς τὴν ἀρχὴν ἢ διὰ τούτων τῶν λόγων; οὐ γὰρ εἶπεν ἐκ τῆς ἀρχῆς ἐγεννήθη ὁ λόγος, ἵνα μή τινι παρατατικῷ νοήματι τῆς ἀρχῆς διαζεύξῃ τὸν λόγον, ἀλλ' ὁμοῦ τῇ ἀρχῇ καὶ τὸν ἐν τῇ ἀρχῇ συνεκήρυξε, κοινὸν εἰπὼν τῆς ἀρχῆς τε καὶ τοῦ λόγου τὸ ἦν, ἵνα μὴ ἐφυστερήσῃ μετὰ τὴν ἀρχὴν ὁ λόγος, ἀλλὰ φθάσῃ τὴν ἀκοὴν τῷ κηρύγματι, πρὶν μόνην τὴν ἀρχὴν ἐφ' ἑαυτῆς παραδέξασθαι, τῇ περὶ τῆς ἀρχῆς πίστει συνεισελθών. 3.2.19 Εἶτά φησι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἔτι δέ δοικεν ἡμῶν ὁ εὐαγγελιστὴς τὸ ἀγύμναστον, ἔτι φοβεῖται ἡμῶν τὸ νηπιῶδές τε καὶ ἀπαίδευτον, οὔπω καταπιστεύει τῇ ἀκοῇ τὴν τοῦ πατρὸς προσηγορίαν, ἵνα μή τις τῶν σαρκωδεστέρων πατέρα μαθὼν καὶ μητέρα κατὰ τὸ ἀκό λουθον διὰ τῆς διανοίας ἀνατυπώσηται. ἀλλ' οὐδέπω οὐδὲ υἱὸν ὀνομάζει ἐν τῷ κηρύγματι· ὑποπτεύει γὰρ ἔτι ἡμῶν τὴν πρὸς τὴν κάτω φύσιν συνήθειαν, μή τις υἱὸν ἀκούσας 3.2.20 ἐξανθρωπίσῃ τὸ θεῖον δι' ἐμπαθοῦς ὑπολήψεως. διὰ τοῦτο ἐπαναλαμβάνων τὸ κήρυγμα λόγον πάλιν ὠνόμασε, σοὶ ταῦτα φυσιολογῶν τῷ ἀπίστῳ. ὡς γὰρ ὁ σὸς λόγος καὶ ἐκ τοῦ νοῦ ἀναφαίνεται καὶ οὐ μεσιτεύεται πάθει, οὕτως κἀκεῖ λόγον ἀκούσας καὶ τὸ ἔκ τινος νοήσεις καὶ οὐ νοήσεις τὸ πάθος. διὰ τοῦτό φησιν ἀναλαβὼν πάλιν τὸ κήρυγμα Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ὢ πῶς παρα μετρεῖ τῷ θεῷ τὸν λόγον, μᾶλλον δὲ πῶς συμπαρατείνει τῷ ἀπείρῳ τὸ ἄπειρον· ὁ λόγος ἦν πρὸς τὸν θεόν, πρὸς ὅλον τὸν θεὸν πάντως ὅλος ὁ λόγος. οὐκοῦν ὅσος ὁ θεός, τοσοῦτος δηλαδὴ καὶ ὁ λόγος ὁ πρὸς αὐτὸν ὤν, ὥστε εἰ ὁ θεὸς περιώρισται, καὶ ὁ λόγος πάντως ἐν ὅρῳ, εἰ δὲ τοῦ θεοῦ ἡ ἀπειρία διαβαίνει τὸν ὅρον, οὐδὲ ὁ τούτῳ συνθεωρούμενος 3.2.21 λόγος ὅροις καὶ μέτροις διαλαμβάνεται. οὐ γὰρ ἄν τις εἴποι μὴ πάσῃ τοῦ πατρὸς τῇ θεότητι συνθεωρεῖσθαι τὸν λόγον, ὡς ἂν μὴ τοῦ θεοῦ τὸ μὲν ἐν λόγῳ εἴη, τὸ δὲ γυμνὸν τοῦ λόγου ἐλέγχοιτο. πάλιν ἡ πνευματικὴ τοῦ Ἰωάννου φωνή, πάλιν τῶν νηπιαζόντων τιθηνεῖται τὴν ἀκοὴν ὁ εὐαγγελιστὴς τῷ κηρύγματι· οὔπω τοσοῦτον ηὐξήθημεν ἐν ταῖς πρώταις φωναῖς, ὡς υἱὸν ἀκούσαντες ἀνολίσθητοι μεῖναι διὰ τῆς 3.2.22 συνήθους ἐμφάσεως. διὰ τοῦτο πάλιν ὁ κήρυξ ἀναβοῶν ἐν τῇ τρίτῃ φωνῇ ἔτι λόγον, οὐχ υἱὸν ἀνεκήρυξεν εἰπὼν Καὶ θεὸς ἦν ὁ λόγος. πρῶτον εἶπεν ἐν ᾧ ἦν, εἶτα πρὸς τίνα ἦν, νῦν τί ἐστι λέγει, διὰ τῆς τρίτης ἐπαναλήψεως τελειῶν τὸν σκοπὸν τοῦ κηρύγματος. οὐ γὰρ λόγον, φησί, τινὰ τῶν κατὰ τὸ πρόχειρον νοουμένων, ἀλλὰ θεὸν κηρύσσω ἐν τῷ τοῦ λόγου προσρήματι· οὗτος γὰρ ὁ λόγος, ὃς ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν, οὐκ ἄλλο τι παρὰ τὸν 3.2.23 θεὸν ἦν, ἀλλὰ καὶ αὐτὸς θεὸς ἦν. καὶ συνεχῶς διὰ τῆς ἐπαναλήψεως ἐπακμάζων ταῖς μεγαλοφωνίαις ὁ κήρυξ τοῦτον λέγει τὸν θεόν, τὸν ἐν τῷ κηρύγματι προδηλούμενον, τοῦτον εἶναι δι' οὗ τὰ πάντα ἐγένετο καὶ ζωὴν εἶναι καὶ φῶς ἀνθρώπων καὶ φῶς ἀληθινὸν ἐν σκοτίᾳ λάμπον καὶ ὑπὸ τῆς σκοτίας οὐκ ἀμαυρούμενον, τοῖς ἰδίοις ἐπιδημοῦντα καὶ ὑπὸ τῶν ἰδίων οὐ λαμβανόμενον καὶ σάρκα γενόμενον καὶ διὰ τῆς σαρκὸς τῇ ἀνθρωπίνῃ κατασκηνοῦντα φύσει. καὶ τοσαῦτα προδιεξελθὼν καὶ τοιαῦτα τότε πατέρα λέγει καὶ μονογενῆ ὀνομάζει, ὅτε οὐκέτι κίνδυνος ἦν τις τῷ διὰ το σούτων κεκαθαρμένῳ πρός τινα ῥυπῶσαν κατολισθῆσαι διά νοιαν ἐκ τῆς τοῦ πατρὸς σημασίας. Ἐθεασάμεθα γάρ, φησί, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. 3.2.24 Εἰπὲ πρὸς ταῦτα τῷ εὐαγγελιστῇ, εἰπὲ τὰ σοφά σου ταῦτα, Εὐνόμιε, ὅτι πῶς πατέρα καὶ πῶς μονογενῆ κατονο μάζεις τῷ λόγῳ, πάσης σωματικῆς γεννήσεως διὰ πάθους ἐνεργουμένης; ἀποκρίνεταί σοι πάντως ὑπὲρ αὐτοῦ ἡ ἀλή θεια, ὅτι ἄλλο θεολογίας ἐστὶ μυστήριον καὶ ἄλλη τῶν ῥευστῶν σωμάτων φυσιολογία. πολλῷ τῷ μέσῳ ἀπ' ἀλλή λων ταῦτα διατετείχισται. τί συνάπτεις διὰ τοῦ λόγου τὰ ἄμικτα; πῶς τῷ ῥυπῶντι λόγῳ τὸ καθαρὸν μολύνεις τῆς θείας γεννήσεως; πῶς διὰ τῶν παθῶν τοῦ σώματος τεχνο λογεῖς τὸ ἀσώματον; μὴ ἐκ τῶν κάτω φυσιολόγει τὰ ἄνω. 3.2.25 υἱὸν θεοῦ κηρύσσω τὸν κύριον, ὅτι καὶ τὸ ἐξ οὐρανῶν εὐαγγέλιον διὰ τῆς φωτεινῆς νεφέλης οὕτως ἐκήρυξεν· Οὗτος γάρ, φησίν, ὁ υἱός μου ὁ ἀγαπητός. οὐ μὴν ἐπειδὴ υἱὸν ἐδιδάχθην, πρὸς τὰς ὧδε τοῦ υἱοῦ σημασίας καθειλ κύσθην ἐκ τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐκ τοῦ πατρὸς οἶδα καὶ ἐκ τοῦ πάθους οὐκ οἶδα. ἐγὼ δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσω, ὅτι οἶδά τινα καὶ σωματικὴν γέν νησιν καθαρεύουσαν πάθους, ὡς καὶ ἐν τούτῳ ψευδῆ τοῦ Εὐνομίου τῆς σωματικῆς γεννήσεως τὴν φυσιολογίαν ἀπε λεγχθῆναι, εἴπερ εὑρεθείη σώματος τόκος πάθος οὐ προσ 3.2.26 δεξάμενος. εἰπὲ γάρ, ἐγένετο σὰρξ ὁ λόγος ἢ οὐχί; οὐκ ἂν εἴποις μὴ γεγενῆσθαι. γέγονε τοίνυν, καὶ οὐκ ἔστιν ὁ ἀρνούμενος. πῶς οὖν ἐφανερώθη ἐν σαρκὶ ὁ θεός; διὰ τόκου πάντως ἐρεῖς. ποίου οὖν τούτου μνησθείς; ἢ δῆλον ὅτι τῆς παρθενίας, καὶ ὅτι τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύ ματος ἁγίου ἦν καὶ ὅτι ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε καὶ οὐδὲν ἧττον ἡ ἀφθαρσία συνδιεφυ 3.2.27 λάχθη τῷ τόκῳ. εἶτα τὴν μὲν ἐκ γυναικὸς γέννησιν κα θαρὰν πάθους εἶναι πιστεύεις, εἴγε πιστεύεις, τὴν δὲ θείαν τε καὶ ἀκήρατον ἐκ τοῦ πατρὸς οὐ δέχῃ, ἵνα μὴ πάθος νοήσῃς περὶ τὴν γέννησιν; ἀλλ' οἶδα σαφῶς ὅτι οὐχὶ τὸ πάθος αὐτῷ φευκτόν ἐστιν ἐν τῷ δόγματι, ὃ μηδὲ τὴν ἀρχὴν ἐνορᾷ τῇ θείᾳ τε καὶ ἀκηράτῳ φύσει· ἀλλ' ὅπως ἂν ὁ ποιητὴς πάσης τῆς κτίσεως μέρος νομισθείη τῆς κτί σεως, ταῦτα κατασκευάζει πρὸς ἄρνησιν τοῦ μονογενοῦς θεοῦ, τῇ ἐσχηματισμένῃ περὶ τὸ πάθος εὐλαβείᾳ συνεργῷ χρώμενος. 3.2.28 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων 20γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβλη θεῖσαν, οὐ κατὰ ῥεῦσιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοί ωσιν μορφωθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. τίς γὰρ ἀγνοεῖ [διὰ τούτων] τῶν μὴ παντελῶς μεμυκότων τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅτι μέρος τῆς κτίσεως ὁ υἱὸς εἶναι διὰ τῶν 3.2.29 εἰρημένων παρὰ τοῦ Εὐνομίου κατασκευάζεται; τί γὰρ κωλύει ταῦτα πάντα, καθώς ἐστιν, ἐπὶ λέξεως καὶ περὶ τῶν ἄλλων ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν; καὶ εἰ δοκεῖ, συναρμόσωμέν τινι τῶν κατὰ τὴν κτίσιν φαι νομένων τὸν λόγον, κἂν μὴ τὴν αὐτὴν ἀκολουθίαν ἔχῃ, καθ' ἡμῶν αὐτῶν τὴν ψῆφον ἐξοίσομεν ὡς ἐπηρεαστικῶς καὶ οὐ μετὰ τῆς πρεπούσης τῇ ἀληθείᾳ φροντίδος ἐξετα ζόντων τὸν λόγον. ὑπαλλάξαντες τοίνυν τὸ ὄνομα τοῦ υἱοῦ 3.2.30 τὸν ὅλον ἐπὶ λέξεως ἀναγνωσόμεθα λόγον. 20φαμὲν γὰρ γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τῆς γῆς τὴν οὐσίαν, οὐ κατ' ἔκτασιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐδὲ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίω σιν προβληθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. μή τίς ἐστι τῶν εἰρημένων πρὸς τὴν τῆς γῆς ὑπόστασιν ἀναρμοστία; 3.2.31 οὐδένα ἂν οἶμαι τοῦτο εἰπεῖν· οὔτε γὰρ ἐκταθεὶς ὁ θεὸς τὴν γῆν προεβάλετο οὔτε ῥυεὶς ἢ τεμὼν ἑαυτὸν τῆς πρὸς ἑαυτὸν συμφυΐας τὴν οὐσίαν ταύτης ὑπέστησεν οὔτε ἐκ μικροῦ πρὸς μέγεθος διὰ τῆς κατ' ὀλίγον αὐξήσεως ἐτε λείωσεν οὔτε τινὰ τροπὴν ἢ ἀλλοίωσιν ὑποστὰς εἰς τὸ τῆς γῆς εἶδος διεμορφώθη, ἀλλ' ἤρκεσεν αὐτῷ πρὸς ὑπόστασιν τῆς τῶν γεγονότων οὐσίας ἡ βούλησις· Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, ὥστε καὶ τὸ τῆς γεννήσεως ὄνομα μὴ ἀπᾴδειν τῆς κατὰ τὴν γῆν ὑποστάσεως. εἰ οὖν ἐπὶ τῶν 3.2.32 μορίων τοῦ κόσμου ταῦτα λέγειν ἀληθές ἐστι, τίς ἔτι λεί πεται περὶ τοῦ δόγματος τῶν ἐναντίων ἀμφιβολία, ὅτι μέχρι ῥημάτων τὸν υἱὸν ὀνομάζοντες ἓν τῶν διὰ κτίσεως γεγονό των εἶναι κατασκευάζουσι, μόνοις τοῖς κατὰ τὴν τάξιν πρε 3.2.33 σβείοις προτεταγμένον τῶν ἄλλων; καθάπερ ἐπὶ τῆς χαλ κευτικῆς ἔστιν εἰπεῖν πάντα μὲν ἐκ ταύτης εἶναι τὰ ἐκ σιδήρου κατασκευάσματα, προγεγενῆσθαι δὲ τῆς τῶν λοιπῶν ἀπεργασίας τό τε τῆς πυράγρας καὶ τὸ τῆς σφύρας ὄρ γανον, δι' ὧν τυποῦται πρὸς τὴν χρείαν ὁ σίδηρος, οὐ μὴν ἐπειδὴ προτερεύει τοῦτο τῶν ἄλλων, ἤδη τις καὶ διαφορὰ κατὰ τὴν ὕλην ἐστὶ τοῦ τε ἐκτυποῦντος ὀργάνου καὶ τοῦ σχηματιζομένου σιδήρου κατὰ τὸ ὄργανον (σίδηρος γὰρ καὶ τοῦτο κἀκεῖνο), τὸ δὲ σχῆμα προγενέστερον τοῦ ἑτέρου τὸ ἕτερον· τοιαύτη τῆς αἱρέσεως ἡ περὶ τοῦ υἱοῦ θεολογία, τὸ μηδὲν οἴεσθαι διαφέρειν κατ' οὐσίαν αὐτόν τε τὸν κύριον καὶ τὰ παρ' αὐτοῦ γεγονότα πλὴν τῆς κατὰ τὴν τάξιν διαφορᾶς. 3.2.34 Τίς τοίνυν τῶν καὶ ὁπωσοῦν εἰς Χριστιανοὺς συντελούν των τῶν τε μορίων τοῦ κόσμου καὶ τοῦ πεποιηκότος τὸν κόσμον τὸν αὐτὸν εἶναι τῆς οὐσίας λόγον συνθήσεται; ἐγὼ μὲν γὰρ φρίττω τὴν βλασφημίαν, εἰδὼς ὅτι ὧν ὁ λόγος ὁ αὐτός, τούτων πάντως οὐδὲ ἡ φύσις διάφορος. ὡς γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀνθρώπων ὅ τε λόγος τῆς οὐσίας κοινὸς καὶ ἡ φύσις μία, τὸν αὐτὸν τρόπον εἰ ὡσαύτως ἔχοι κατὰ τὴν φύσιν ὁ κύριος τοῖς τοῦ κόσμου μέρεσιν, ἅπερ ἂν ἐν ἐκείνοις κατανοήσωσι, τούτοις ὑπο 3.2.35 κεῖσθαι καὶ τοῦτον κατ' ἀνάγκην ὁμολογήσουσιν. ἀλλὰ μὴν ὁ κόσμος οὐκ εἰσαεὶ διαμενεῖ· ἄρα κατ' αὐτοὺς καὶ ὁ κύριος μετὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς παρελεύσεται, εἴπερ ὁμογενῶς ἔχοι τῷ κόσμῳ. εἰ δὲ αὐτὸς ἀΐδιος ὁμολο γεῖται, ἀνάγκη πᾶσα μηδὲ τὸν κόσμον τῆς θείας φύσεως ἄμοιρον οἴεσθαι, εἴπερ τῷ μονογενεῖ κατὰ τὴν κτίσιν συμ βαίνοι. ὁρᾷς πρὸς ὅ τι φέρεται διὰ τῆς καλῆς ταύτης ἀκολουθίας ὁ λόγος, οἷόν τις λίθος ἀπορραγεὶς ἀκρωρείας καὶ ἐπὶ τὸ πρανὲς ὑπὸ τοῦ ἰδίου βάρους συνελαυνόμενος. ἀνάγκη γὰρ ἢ καὶ τὰ τοῦ κόσμου στοιχεῖα κατὰ τὴν Ἑλ ληνικὴν ματαιότητα σεβάσμια φαίνεσθαι ἢ μηδὲ τὸν υἱὸν 3.2.36 προσκυνεῖσθαι. οὑτωσὶ δὲ σκοπήσωμεν. ἐξ οὐκ ὄντων γεγενῆσθαι τὴν κτίσιν φαμὲν τήν τε νοητὴν καὶ ὅση τῆς αἰσθητῆς ἐστι φύσεως· ταῦτα καὶ περὶ τοῦ κυρίου κηρύσ σουσι. θελήματι θεοῦ πάντα συστῆναι τὰ γεγονότα λέ γομεν· ταῦτα καὶ περὶ τοῦ μονογενοῦς διεξέρχονται. οὐκ ἐκ τῆς οὐσίας εἶναι τοῦ πεποιηκότος οὔτε τὴν ἀγγελικὴν κτίσιν οὔτε τὴν ἐγκόσμιον πεπιστεύκαμεν· κἀκεῖνον ὁμοίως τῆς τοῦ πατρὸς οὐσίας ἀλλοτριοῦσι. δουλεύειν τὰ σύμπαντα τῷ θελήματι τοῦ πεποιηκότος ὁμολογοῦμεν· ταύτην ἔχουσι 3.2.37 καὶ περὶ τοῦ μονογενοῦς τὴν διάνοιαν. οὐκοῦν ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, ὅσαπερ ἂν ἐπὶ ταύτης νοήσωσι, ταῦτα καὶ τῷ μονογενεῖ ἐφαρμόσουσι, καὶ ὅπερ ἂν ἐν ἐκείνῳ πι στεύσωσι, τοῦτο καὶ ἐπὶ τῆς κτίσεως ὑπολήψονται· ὥστε εἰ θεὸν ὁμολογοῦσι τὸν κύριον, καὶ τὴν λοιπὴν κτίσιν θεοποιή σουσιν, εἰ δὲ ταῦτα τῆς θείας φύσεως ἀμοιρεῖν διορίζονται, τὴν αὐτὴν ὑπόληψιν καὶ περὶ τοῦ μονογενοῦς οὐκ ἀρνή σονται. ἀλλὰ μὴν οὐδεὶς τῶν σωφρονούντων τῇ κτίσει προσμαρτυρεῖ τὴν θεότητα· οὐκ ἄρα–καὶ σιωπῶ τὸ λειπόμενον, ὡς ἂν μὴ χρίσαιμι τῇ τῶν ἐχθρῶν βλα σφημίᾳ τὴν γλῶσσαν· ἐκεῖνοι λεγέτωσαν τὸ ἐκ τῆς ἀκο λουθίας ἐπιφερόμενον, οἷς τὸ στόμα πρὸς τὴν βλα 3.2.38 σφημίαν καταγεγύμνασται. ὁ δὲ λόγος καὶ σιωπώντων δῆλός ἐστι. τῶν δύο γὰρ τὸ ἕτερον ἐξ ἀνάγκης ἔσται· ἢ φανερῶς ἀποχειροτονήσουσι τὸν μονογενῆ θεόν, ὥστε μη κέτι παρ' ἐκείνοις καὶ εἶναι τοῦτο καὶ λέγεσθαι· ἢ εἰ προσ μαρτυροῦσιν αὐτῷ τὴν θεότητα, καὶ πάσῃ τῇ κτίσει τὸ ἴσον προσμαρτυρήσουσιν· ἢ τὸ λειπόμενον, φεύγοντες τὴν ἐφ' ἑκάτερα προφαινομένην ἀσέβειαν ἐπὶ τὸν εὐσεβῆ κατα φεύξονται λόγον καὶ τὸ μὴ κτιστὸν αὐτὸν εἶναι πάντως συγκαταθήσονται, ἵνα θεὸν αὐτὸν ἀληθῶς εἶναι ὁμολο γήσωσι. 3.2.39 Τί δεῖ τὰ ἄλλα λέγοντα διατρίβειν ἐκ τῆς ἀρχῆς ταύτης ὅσα κατ' ἀνάγκην ὕπεστι τῷ λόγῳ τὰ βλάσφημα; συνήσει γὰρ διὰ τῶν εἰρημένων ὁ πρὸς τὸ ἀκόλουθον βλέ πων, ὅτι καὶ ὁ τοῦ ψεύδους πατήρ, ὁ τοῦ θανάτου δη μιουργός, ὁ τῆς κακίας εὑρετής, κτιστὸς ὢν ἐν νοερᾷ τε καὶ ἀθανάτῳ καὶ ἀσωμάτῳ τῇ φύσει, οὐκ ἐκωλύθη ὑπὸ τῆς φύ σεως διὰ μεταβολῆς γενέσθαι ὅπερ ἐστί. τὸ γὰρ τρεπτὸν τῆς οὐσίας ἐφ' ἑκάτερον κατ' ἐξουσίαν κινούμενον ἀκολουθοῦσαν ἔχει τῇ τῆς προαιρέσεως ῥοπῇ τὴν τῆς φύσεως δύναμιν, ὥστε ἐκεῖνο γενέσθαι πρὸς ὅπερ ἂν ἡ προαίρεσις αὐτῆς ἀφηγή 3.2.40 σηται. οὐκοῦν δεκτικὸν καὶ τῶν ἐναντίων τὸν κύριον διο ρίσονται, ὡς πρὸς τὴν ἀγγελικὴν ὁμοτιμίαν αὐτὸν κατα σπῶντες διὰ τῆς κτίσεως. ἀλλ' ἀκουσάτωσαν τῆς μεγάλης τοῦ Παύλου φωνῆς. πῶς μόνον τοῦτον υἱὸν κεκλῆσθαί φησι; διὰ τὸ εἶναι οὐχὶ τῆς τῶν ἀγγέλων, ἀλλὰ τῆς κρείτ τονος φύσεως. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ; καὶ ὅταν πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι 3.2.41 θεοῦ. καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱὸν Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασι λείας σου, καὶ ὅσα ἄλλα μετὰ τούτων ἡ προφητεία θεολο γοῦσα διέξεισι. προστίθησι δὲ καὶ ἀφ' ἑτέρας ὑμνωδίας τὰ πρόσφορα τὸ Σὺ κατ' ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, κύριε, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί, καὶ τὰ ἐφεξῆς πάντα ἕως τοῦ Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, δι' ὧν τὸ ἀναλλοίωτόν τε καὶ τὸ ἀΐδιον ὑπο 3.2.42 γράφει τῆς φύσεως. εἰ οὖν τοσοῦτον ὑπέρκειται τῆς ἀγγε λικῆς φύσεως τοῦ μονογενοῦς ἡ θεότης, ὅσον διαφέρει τῶν δούλων ὁ κεκτημένος, πῶς κοινοποιοῦσιν ἢ πρὸς τὴν αἰσθη τὴν κτίσιν τὸν τῆς κτίσεως κύριον ἢ πρὸς τὴν τῶν ἀγγέλων φύσιν τὸν ὑπ' αὐτῶν προσκυνούμενον, ταῦτα περὶ τοῦ τρόπου τῆς ὑπάρξεως αὐτοῦ διεξιόντες, ἃ τοῖς καθ' ἕκαστον τῶν ἐν τῇ κτίσει θεωρουμένων κυρίως ἐφαρμοσθήσεται, καθὼς ἤδη τὸν ἀποδοθέντα περὶ τοῦ κυρίου λόγον ὑπὸ τῆς αἱρέ σεως τῇ κατασκευῇ τῆς γῆς προσφυῶς ἔχοντα καὶ οἰκείως 3.2.43 ἐδείξαμεν; ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πό νοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου γρα φῆς ἄξιον ἂν εἴη καὶ τοῦτο τοῖς ἐξητασμένοις παρ' ἡμῶν προστεθῆναι. ἐροῦσι γὰρ ἴσως ἐξ αὐτῶν τῶν ἀποστολικῶν, ὧν ἡμεῖς ἐπεμνήσθημεν, ὅτι πῶς ἂν πρωτότοκος κτίσεως ὠνομάσθη, εἰ μὴ τοῦτο ἦν ὅπερ ἡ κτίσις ἐστί; πᾶς γὰρ πρωτότοκος οὐ τῶν ἑτεροφυῶν, ἀλλὰ τῶν ὁμογενῶν ἐστι πρωτότοκος, ὡς ὁ Ῥουβὶμ τῶν μετ' ἐκεῖνον ἀριθμουμένων προτερεύων κατὰ τὸν τόκον πρωτότοκος ἦν ἀνθρώπων ἄν θρωπος, καὶ ἄλλοι πολλοὶ τῶν συναριθμουμένων ἀδελφῶν 3.2.44 πρωτότοκοι λέγονται. λέγουσι τοίνυν ὅτι 20ἥνπερ ἂν πάσης τῆς κτίσεως οὐσίαν νοήσωμεν, καὶ τὸν ταύτης πρωτότοκον τῆς αὐτῆς εἶναι λέγομεν. εἰ μὲν οὖν ὁμοούσιός ἐστι τῷ πατρὶ τῶν ὅλων ἡ πᾶσα κτίσις, τοῦτο καὶ τὸν πρωτότοκον αὐτῆς εἶναι οὐκ ἀρνησό μεθα· εἰ δὲ διαφέρει κατὰ τὴν οὐσίαν τῆς κτίσεως ὁ τῶν ὅλων θεός, ἀνάγκη πᾶσα μηδὲ τὸν πρωτότοκον ταύτης κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας λέγειν20. ἡ μὲν οὖν τῆς ἀντιθέσεως κατασκευὴ τοιαύτη, οὐδὲν ἀγενέστερον, οἶμαι, παρ' ἡμῶν ἀντιτεθεῖσα τῷ λόγῳ ἢ ὡς εἰκὸς ἦν ἀντεπενεχθῆναι παρὰ τῶν μαχομένων ἡμῖν. ἃ δὲ πρὸς ταῦτα γινώσκειν χρή, νῦν ὡς ἂν οἷοί τε ὦμεν τῷ λόγῳ σαφηνισθή σεται. 3.2.45 Τετράκις εἴρηται παρὰ τοῦ ἀποστόλου ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῦ πρωτοτόκου τὸ ὄνομα, διαφόρως δὲ καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον τοῦ ὀνόματος τούτου τὴν μνήμην πεποίηται. νῦν μὲν γάρ φησι πρωτότοκον πάσης τῆς κτί σεως, πάλιν δὲ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, εἶτα πρω τότοκον ἐκ τῶν νεκρῶν, ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπόλυτόν ἐστιν ἐφ' ἑαυτοῦ μνημονευθὲν τοῦ πρωτοτόκου τὸ ὄνομα. λέγει γὰρ οὕτως· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτό τοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ 3.2.46 πάντες ἄγγελοι αὐτοῦ. οὕτω δὲ τούτων διῃρημένων, κα λῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ' ἑαυτοῦ διελέσθαι χωρίς, πῶς τῆς κτίσεώς ἐστι πρωτότοκος καὶ πῶς ἐν πολλοῖς ἀδελφοῖς καὶ πῶς ἀπὸ τῶν νεκρῶν καὶ πῶς ἐφ' ἑαυτοῦ χωρὶς ἑκάστου τούτων μνημονευθείς, ὅταν πάλιν εἰσάγηται εἰς τὴν οἰκουμένην, προσκυνεῖται ὑπὸ πάντων τῶν ἀγγέλων αὐτοῦ. οὐκοῦν ἀπὸ τῶν τελευταίων, εἰ δοκεῖ, τῆς τῶν προκειμένων θεωρίας ἀρξώμεθα. 3.2.47 Ὅταν πάλιν εἰσαγάγῃ, φησί, τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην. ἡ τοῦ πάλιν προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται· ἐπὶ γὰρ τῆς ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν σημαίνει τῷ λόγῳ, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ' ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος καὶ ὑπὸ τῶν 3.2.48 ἀγγέλων πάντων τῶν περὶ αὐτὸν προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης τῆς κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην, ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο, ἀλλ' ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν ἀγγέλων τὸ πλήρωμα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευ φραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν 3.2.49 εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐπὶ τοῖς ἀνασῳζομένοις ἐξ ἁμαρτίας, διότι μέχρι τοῦ νῦν συστενάζει ἡ κτίσις ἐκείνη καὶ συνω δίνει τῇ καθ' ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώλειαν, ὅταν ἡ ἀποκάλυψις γένηται τῶν υἱῶν τοῦ θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκοῦσι καὶ ἀπεκδέ χονται, καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον (ἡμεῖς δὲ πάντως ἐσμέν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρό βατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο), τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ προσάξουσι τῷ θεῷ τὴν προσκύνησιν τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀπο φοιτήσαντα. 3.2.50 Τούτων δὲ οὕτως ἡμῖν νοηθέντων οὐκέτ' ἄν τις περὶ τῶν λοιπῶν ἀμφιβάλλοι, ὅτου χάριν ἢ <ἐκ> νεκρῶν γίνεται πρωτότοκος ἢ κτίσεως ἢ ἐν πολλοῖς ἀδελφοῖς. πάντα γὰρ ταῦτα πρὸς τὸν αὐτὸν σκοπὸν βλέπει, κἂν ἑκάστῳ τι κατὰ τὸ ἰδιάζον ἐμφαίνηται νόημα. πρωτότοκος γὰρ ἐκ νεκρῶν γίνεται ὁ πρῶτος δι' ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας 3.2.51 ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος γινόμενος ὁ τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο, δι' οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ' αὐτὸν γεν νωμένων ἐκ τοῦ ὕδατός τε καὶ τοῦ πνεύματος· καὶ συνε λόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι' ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενεσίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένης ἐκ τῶν νεκρῶν πάλιν ἀναστάσεως, ἐν ταῖς τρισὶ πρωτότοκος γίνεται, τῆς μὲν διπλῆς παλιγγενεσίας τῆς δι' ἀμφοτέρων ἐνεργουμένης, διά τε τοῦ βαπτίσματος καὶ διὰ τῆς ἀναστάσεως, αὐτὸς γενόμενος ἀρχηγὸς καθ' ἑκάτερον· ἐν δὲ τῇ σαρκὶ πρωτότοκος γίνεται πρῶτος καὶ μόνος τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ' ἑαυτοῦ διὰ τῆς παρθενίας καινοτομήσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις τῶν 3.2.52 ἀνθρώπων γενεαῖς καθηγήσατο. εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται, οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκός ἐστιν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ' ἣν ἐπλάσθημεν καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν, ἀλλ' οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς 3.2.53 παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ ἀπόστολος, ὃς οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, καὶ Εἴ τις ἐν Χριστῷ, φησί, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς καὶ τὸ 3.2.54 κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα. τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε, πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ' ἑαυτῷ περιέπλασε· τότε ἔκτισε, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ λόγος σάρκα ἐποίησε, μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος. ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος καὶ τῶν εἰς ζωὴν γεννωμένων καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωο ποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ καὶ ὅλον 3.2.55 διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. πῶς <γὰρ> ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ' ὡς λέγεται θεὸς καὶ ἄνθρωπος, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, μορφὴ [γὰρ] θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπερέ χουσαν φύσιν ὤν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς θεὸς ὢν πρωτότοκος πάσης κτίσεως γίνεται, μονογενὴς μὲν ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σῳζομένοις πρωτότοκος 3.2.56 τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. εἰ δέ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ' αὐτῶν περὶ τοῦ μονογενοῦς θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτό φασιν, ὅτι παρὰ τοῦ πατρὸς ὁμοίως ὅ τε υἱὸς καὶ τὰ πάντα ἐγένετο, ἀλλὰ 20ποίημα20 μὲν τοῦ πατρὸς τὸν 3.2.57 μονογενῆ θεὸν λέγουσιν, τούτου δὲ τὰ ἄλλα πάντα. ᾧ 3.2.57 τοίνυν λόγῳ κτισθῆναι τὸν υἱὸν δογματίζοντες πατέρα τοῦ κτίσματος τὸν θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως παρὰ τοῦ μονογενοῦς θεοῦ τὰ πάντα κατεσκευάσθαι λέ γοντες οὐ πρωτότοκον τῶν δι' αὐτοῦ γεγενημένων, ἀλλὰ πατέρα κυριώτερον αὐτὸν ὀνομάσουσι, τῆς αὐτῆς ἐπ' ἀμφο τέρων πρὸς τὰ κτίσματα σχέσεως τὴν αὐτὴν κατὰ τὸ ἀκό λουθον προσηγορίαν ποιούσης. εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων θεὸς οὐ πρωτότοκος, ἀλλὰ πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμά των πατὴρ ὁ μονογενὴς θεός, οὐ πρωτότοκος κυρίως ὀνο μασθήσεται, ὡς ἄκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐκ ἔχουσαν. 3.2.58 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεν νηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γὰρ λέγειν, ὅτι 20συνέζευκται20 πάντως 20τῇ γεννήσει20 τὸ 20πάθος20, καὶ διὰ τοῦτο χρῆναι τῆς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν υἱὸν οἴεσθαι, ὡς ἂν καθαρῶς ἔξω πά θους διαμένοι τὸ θεῖον, τοῖς μὲν εὐεξαπατήτοις ἴσως ἄν τινα λόγον ἔχειν δοκοίη, τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα 3.2.59 μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἡ γέννησις ἡμᾶς εἰς τὴν ἀλη θινήν τε καὶ μακαρίαν ἀνάγει ζωήν, οὐχ ἡ αὐτὴ οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένῃ, ἐν ᾗ καὶ ῥύσις καὶ μεταβολὴ καὶ ἡ κατ' ὀλίγον πρὸς τε λείωσιν αὔξησις καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν· ἡ δὲ ἑτέρα ἐκ τοῦ θεοῦ καὶ οὐράνιος καί, καθώς φησί που τὸ εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ τὰ αἵματος οὐ παραδέχεται πάθη; ἢ τολ μησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφήνασθαι, ἢ 3.2.60 μὴ εἶναι τὴν ἄνωθεν γέννησιν ἢ διὰ πάθους εἶναι. ἀλλὰ μὴν καὶ εἶναι συντίθενται καὶ τὸ πάθος ἐπ' αὐτῆς οὐχ εὑρίσκουσιν. οὐκοῦν οὐ πᾶσα γέννησις τῷ πάθει συμπέ φυκεν, ἀλλ' ἐμπαθὴς μὲν ἡ ὑλική, καθαρὰ δὲ πάθους ἡ ἄϋλος. τίς οὖν ἡ ἀνάγκη τὰ τῆς σαρκὸς ἴδια τῇ ἀκηράτῳ τοῦ υἱοῦ γεννήσει προστρίβεσθαι καὶ διὰ τοῦ κωμῳδεῖν τὴν κάτω γέννησιν τῇ ἀσχήμονι φυσιολογίᾳ τῆς πατρικῆς οἰκειό 3.2.61 τητος τὸν υἱὸν ἀποκλείειν; εἰ γὰρ καὶ ἐφ' ἡμῶν γέννησις μὲν ἑκατέρας καθηγεῖται ζωῆς, ἀλλ' ἡ μὲν διὰ σαρκὸς ἐμπαθῶς, ἡ δὲ πνευματικὴ καθαρῶς, καὶ οὐκ ἄν τις ἀντ είποι τῷ λόγῳ τῶν καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμου μένων, πῶς ἔστιν ἐπὶ τῆς ἀκηράτου φύσεως γέννησιν ἐννοή σαντα πάθος ὑπολογίζεσθαι; 3.2.62 Ἔτι δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ διὰ τὸ περὶ τὴν σάρκα πάθος ἀπιστοῦσι τῇ ἀπαθείᾳ τῆς θείας γεννήσεως, ἐκ τῶν αὐτῶν ὑποδειγμάτων, τῶν ἐν ἡμῖν λέγω, μηδὲ δημιουργεῖν ἀπαθῶς τὸν θεὸν πιστευέτω σαν. εἰ γὰρ πρὸς τὰ ἡμέτερα τὸ θεῖον κρίνουσιν, οὔτε γεννᾶν τὸν θεὸν οὔτε κτίζειν ὁμολογήσουσι· τούτων γὰρ 3.2.63 οὐθέτερον ἐν ἡμῖν ἀπαθῶς ἐνεργεῖται. ἢ οὖν ἀμφότερα τῆς θείας φύσεως χωριζέτωσαν, τὴν κτίσιν τε καὶ τὴν γέννησιν, ἵνα δι' ἑκατέρων τῷ θεῷ τὴν ἀπάθειαν φυλά ξωσι, καὶ καθόλου τὴν εἰς τὸν μονογενῆ πίστιν ἐκ τοῦ δόγματος αὐτῶν ἐκβαλλέτωσαν, ὡς ἂν ἔξω πάθους ὁ πατὴρ φυλάσσοιτο, μήτε κάμνων ἐν τῷ κτίζειν μήτε ἐν τῷ γεννᾶν μολυνόμενος· ἢ εἰ τὸ ἕτερον ἀπαθῶς ἐνεργεῖσθαι συγχω ροῦσι παρὰ τῆς θείας δυνάμεως, μηδὲ περὶ τοῦ ἄλλου ζυγομαχείτωσαν· εἰ γὰρ κτίζει δίχα πόνου καὶ ὕλης, καὶ 3.2.64 γεννᾷ πάντως δίχα πόνου καὶ ῥύσεως. ἔχω δὲ πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον συνηγοροῦντά μοι τὸν Εὐνόμιον. λέξω δὲ συντεμὼν ἐν ὀλίγῳ τὴν φλυαρίαν αὐτοῦ, πᾶσαν διὰ βραχέων ἐπιδραμὼν τὴν διάνοιαν ὅτι 20οἱ ἄν θρωποι οὐ τὰς ὕλας ἡμῖν κατασκευάζουσιν, ἀλλὰ τὸ εἶδος μόνον ἐπιτεχνῶνται τῇ ὕλῃ20· αὕτη τῶν παρ' αὐτοῦ ῥηθέντων διὰ πολλῆς φλυαρίας ἐστὶν 3.2.65 ἡ διάνοια. εἰ οὖν ἐν τῇ κάτω γεννήσει σύλληψιν καὶ διάπλασιν ἐννοῶν ἀπαγορεύει διὰ τοῦτο τὴν καθαρὰν τῆς γεννήσεως ἔννοιαν, ἀκολούθως κατὰ τὸν αὑτοῦ λόγον τῆς ὧδε κτίσεως περὶ τὸ εἶδος πονούσης, ὕλην δὲ συνεκπορίζειν τῷ εἴδει μὴ δυναμένης, ἀπαγορευέτω διὰ τοῦτο καὶ δη μιουργὸν εἶναι τὸν πατέρα οἴεσθαι. εἰ δὲ μὴ βούλεται κατὰ τὸ ἀνθρώπινον τῆς δυνάμεως μέτρον ἐπὶ τοῦ θεοῦ τὴν κτίσιν νοεῖν, μηδὲ τὴν θείαν γέννησιν ἐκ τῶν ἀνθρωπίνων διαβαλλέτω. 3.2.66 Ὡς δ' ἂν μᾶλλον αὐτοῦ τὸ ἀκριβές τε καὶ περιεσκεμμένον ἐν τοῖς λεγομένοις φανερὸν κατασταίη, μικρόν τι τῶν παρ' αὐτοῦ ῥηθέντων πάλιν ἐπαναλήψομαι. φησὶ γὰρ 20τὰ ποιοῦντα καὶ πάσχοντα κοινωνεῖν ἀλλήλοις τῆς φύσεως20, καὶ μετὰ τὴν ἐκ σωμάτων γέννησιν 20τὰς τεχνικὰς ἐπὶ τῶν ὑλῶν δημιουργίας20 ἐκτίθεται. σκεψάσθω τοίνυν ὁ ἀγχίνους ἀκροατὴς διὰ τούτων πῶς ἐκπίπτει τοῦ ἰδίου σκοποῦ, τοῖς ἀεὶ κατὰ τὸ συμβὰν παρευ ρισκομένοις ἐπιπλανώμενος. τὸ ποιοῦν καὶ πάσχον ἐν τοῖς διὰ σαρκὸς γινομένοις ἐπὶ τῆς αὐτῆς οὐσίας ὁρᾷ, ὡς τοῦ 3.2.67 μὲν μεταδιδόντος τῆς οὐσίας, τοῦ δὲ μετέχοντος. οὕτως οἶδε δι' ἀκριβείας ἐν τῇ τῶν ὄντων φύσει ὁρᾶν τὴν ἀλή θειαν, ὥστε χωρίζειν τῆς οὐσίας τὸν μεταδιδόντα καὶ τὸν μετέχοντα καὶ ἄλλον ἐφ' ἑαυτοῦ δίχα τῆς οὐσίας εἶναι λέγειν τούτων ἑκάτερον. ὁ γὰρ μεταλαμβάνων ἢ μεταδι δοὺς ἕτερος πάντως ἐστὶ παρὰ τὸ μετεχόμενον τε καὶ διδό μενον, ὡς δεῖν πρότερον ἐφ' ἑαυτοῦ νοεῖσθαί τινα καθ' ὑπόστασιν ἰδίαν ὁρώμενον, εἶθ' οὕτω λέγειν περὶ αὐτοῦ ἢ 3.2.68 διδόναι ὃ ἔχει ἢ ὃ μὴ ἔχει προσίεσθαι. καὶ τοῦτον οὕτως ἐπιγελάστως ἐκπτύσας τὸν λόγον τῷ ἐφεξῆς πάλιν ἑαυτὸν ἀνατρέπων ὁ σοφὸς οὐκ αἰσθάνεται. καὶ γὰρ ὁ τὴν ὑπο κειμένην ὕλην διὰ τῆς τέχνης πρὸς τὸ δοκοῦν σχηματίζων ποιεῖ τι πάντως διὰ τῆς ἐνεργείας, καὶ ἡ ὕλη παρὰ τοῦ ἐνεργοῦντος τὴν τέχνην ἐν τῷ πάσχειν τὸν σχηματισμὸν ἀναδέχεται· οὐ γὰρ ἀπαθὴς καὶ ἀντίτυπος ἡ ὕλη μένουσα 3.2.69 τὴν ἐκ τῆς τέχνης μορφὴν παραδέχεται. εἰ τοίνυν καὶ ἐπὶ τῶν κατὰ τέχνην ἐνεργουμένων οὐκ ἄν τι γένοιτο μὴ πά θους καὶ ἐνεργείας συνδεδραμηκότων ἀλλήλοις πρὸς τὸ γι νόμενον, πῶς ἔστι διὰ τούτων ἐφεστάναι τοῖς παρ' ἑαυτοῦ λεγομένοις τὸν λογογράφον οἴεσθαι, ὃς ἐν πάθει καὶ ἐνερ γείᾳ τὴν κοινωνίαν τῆς οὐσίας ἀποφαινόμενος κινδυνεύει μὴ μόνον τῷ γεννηθέντι προσμαρτυρεῖν πως πρὸς τὸν γε γεννηκότα τὸ κοινὸν τῆς οὐσίας, ἀλλὰ καὶ πᾶσαν τὴν κτίσιν τῷ πεποιηκότι ποιεῖν ὁμοούσιον, εἴπερ τὸ ποιοῦν καὶ τὸ πάσχον ὁμογενῶς ἔχειν ἀλλήλοις κατὰ τὴν φύσιν ὁρί 3.2.70 ζεται. οὐκοῦν δι' ὧν κατασκευάζει ὃ βούλεται, διὰ τούτων ἀνατρέπει τὸ σπουδαζόμενον, ἰσχυροτέραν τῇ παρ' ἑαυτοῦ μάχῃ ποιῶν τὴν τοῦ "1ὁμοουσίου"2 δόξαν. εἰ γὰρ ἡ μὲν ἔκ τινος γέννησις τὴν τοῦ γεγεννηκότος οὐσίαν ἐν τῷ γεν νηθέντι δείκνυσιν, ἡ δὲ τεχνικὴ κατασκευὴ δι' ἐνεργείας τε καὶ πάθους ἀποτελουμένη κατὰ τὸν τούτου λόγον εἰς κοινωνίαν οὐσίας ἄγει τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, γε γεννῆσθαι τὸν κύριον πολλαχῇ τῶν ἰδίων συγγραμμάτων ὁ 3.2.71 λογογράφος κατασκευάζων, ἄρα δι' ὧν ἀλλοτριοῖ τῆς τοῦ πατρὸς οὐσίας τὸν κύριον, διὰ τούτων αὐτῷ προσμαρτυρεῖ τὴν συνάφειαν. εἰ γὰρ μήτε διὰ γεννήσεως μήτε διὰ κατα σκευῆς κατὰ τὸν τούτου λόγον ὁ τῆς οὐσίας χωρισμὸς καθορᾶται, ὅπερ ἂν δῷ εἶναι τὸν κύριον, εἴτε κτιστὸν εἴτε γέννημα, δι' ἀμφοῖν τὸ κατ' οὐσίαν οἰκεῖον προσεμαρτύ ρησεν ὁ ἐν τῷ ποιοῦντι καὶ πάσχοντι, γεννῶντι καὶ γεννω μένῳ τὴν τῆς φύσεως κοινωνίαν τεχνολογήσας. 3.2.72 Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου τραπώμεθα. παραι τοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ δυσχεραίνειν τῇ ἀκριβείᾳ τῆς ἐξετάσεως εἰς πλῆθος ἀκούσιον προαγούσῃ τὸν λόγον. οὐ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος, ὥστε τι παραδρα μόντας τῶν φιλοπονωτέρας δεομένων τῆς θεωρίας ἐν ὀλίγῳ τὴν ζημίαν παθεῖν, ἀλλ' αὐτῷ τῷ κεφαλαίῳ τῆς ἐλπίδος ἐγκινδυνεύομεν. πρόκειται γὰρ ἢ Χριστιανοὺς εἶναι, μὴ συμπαρενεχθέντας ὑπὸ τῆς αἱρετικῆς ἀπωλείας, ἢ πάντως πρὸς Ἰουδαϊκάς τε καὶ Ἑλληνικὰς ὑπολήψεις κατασυρῆναι. 3.2.73 ὡς ἂν οὖν μηθέτερον πάθοιμεν τῶν ἀπειρημένων, μήτε διὰ τῆς ἀρνήσεως τοῦ ἀληθῶς γεννηθέντος υἱοῦ τοῖς Ἰουδαϊκοῖς δόγμασι συμφερόμενοι, μήτε διὰ τῆς τοῦ κτίσματος προσ κυνήσεως τῷ πτώματι τῶν εἰδωλολατρούντων συγκαταπί πτοντες, ἀναγκαίως προσδιατρίψωμεν τῷ περὶ τούτων λόγῳ, θέντες αὐτὴν τοῦ Εὐνομίου τὴν ῥῆσιν ἔχουσαν οὕτως· 20οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐν εργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυ τὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιή ματος καὶ κτίσματος προσηγορίας20· καὶ μετ' ὀλίγα· 20μόνος δὲ ὁ υἱός20, φησί, 20τῇ τοῦ πατρὸς ἐν εργείᾳ συστὰς ἀκοινώνητον ἔχει τήν τε φύσιν 3.2.74 καὶ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν20. τὰ μὲν οὖν εἰρημένα τοιαῦτα. ἡμεῖς δὲ πρῶτον μὲν τῶν ἐχθρῶν τὴν πρὸς ἑαυτοὺς μάχην κατανοήσωμεν, οἷόν τινες θεαταὶ πολεμίων γενόμενοι πρὸς ἀλλήλους στασιαζόντων, εἶθ' οὕτως ἀντιπαραδείξωμεν τὴν τῆς εὐσεβείας ἀλήθειαν. μόνος, φησίν, ὁ υἱὸς τῇ τοῦ πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐν δὲ τοῖς πρὸ τούτου τὸν γεννητὸν γέννημα λέγειν μὴ παραιτεῖσθαί φησι, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν. 3.2.75 Οὕτω τοίνυν προδήλου τῆς ἐν τοῖς εἰρημένοις οὔσης ἐναντιότητος, θαυμάζειν ἔπεισί μοι τῆς ἀγχινοίας τοὺς ἐπαινέτας τούτου τοῦ δόγματος. ἄπορον γὰρ ἂν εἴη πρὸς ὅ τι τῶν εἰρημένων παρ' αὐτοῦ τραπέντες οὐκ ἂν πλημμε λοῖεν εἰς τὸ λειπόμενον. ὁ πρότερος κατεσκεύαζε λόγος αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν. ἡ νῦν τεχνολογία τὸ ἐναντίον φησίν, ἀκοινώνητον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐὰν τῷ πρώτῳ πιστεύ σωσι, οὐ παραδέξονται πάντως τὸ δεύτερον· ἐὰν πρὸς τοῦτο 3.2.76 ῥέψωσι, κατὰ τῆς προτέρας ὑπολήψεως στήσονται. τίς αὐτοῖς διαλύσει τὴν μάχην, τίς μεσιτεύσει τῷ ἐμφυλίῳ πολέμῳ, τίς συμβιβάσει πρὸς συμφωνίαν τὴν στάσιν, αὐτῆς τῆς ψυχῆς πρὸς ἑαυτὴν ἐκ τῶν λεγομένων μεριζομένης καὶ πρὸς τὴν ἐναντιότητα τῶν δογμάτων διελκομένης; ἢ τοῦτο τῆς προφητείας ἐστὶ τάχα τὸ αἴνιγμα, ὃ περὶ τῶν Ἰουδαίων φησὶν ὁ ∆αβὶδ ὅτι ∆ιεσχίσθησαν καὶ οὐ κατε νύγησαν. ἰδοὺ γὰρ οὐδὲ πρὸς τὴν ἐναντίωσιν τῶν δογμάτων διασχιζόμενοι τὴν τοῦ πλημμελήματος αἴσθησιν ἔχουσιν, ἀλλὰ φέρονται διὰ τῶν ὤτων, ἀμφορέων δίκην πρὸς τὸ 3.2.77 δοκοῦν τῷ μετατιθέντι περιαγόμενοι. ἤρεσεν αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν προσφυῶς τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπεῖν· εὐθὺς καθάπερ οἱ νυστάζοντες τοῖς εἰρημένοις ἐπένευσαν. μετέθετο πάλιν πρὸς τοὐναντίον τὸν λόγον καὶ ἀρνεῖται τοῦ υἱοῦ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν· πάλιν οἱ φίλτατοι καὶ τούτῳ συνανανεύουσιν, ὥσπερ αἱ τῶν σω μάτων σκιαὶ τῇ αὐτομάτῳ μιμήσει πρὸς τὴν τοῦ προάγοντος συμμετασχηματίζονται κίνησιν, ὅπῃπερ ἂν ἐθέλῃ, πρὸς τοῦτο ῥέποντες, κἂν ἑαυτῷ μάχηται, καὶ τοῦτο καταδεχόμενοι. ἄλλος τις οὗτος Ὁμηρικὸς κυκεών, οὐ τὰ σώματα τῶν φαρ μακευομένων ἀλλάσσων εἰς ἀλόγων μορφάς, ἀλλὰ κατὰ τῶν ψυχῶν ἐνεργῶν τὴν ἐπὶ τὸ ἄλογον αὐτῶν μεταμόρφωσιν. 3.2.78 περὶ μὲν γὰρ ἐκείνων ὁ λόγος φησὶν ὅτι βέβαιος αὐτοῖς ὁ νοῦς ἦν, ἀλλοιωθέντος πρὸς τὸ θηριῶδες τοῦ εἴδους· ἐν ταῦθα δὲ τῶν σωμάτων αὐτοῖς ἐν τῷ κατὰ φύσιν διαμενόν των πρὸς τὸ ἄλογον αἱ ψυχαὶ μεταπλάσσονται. καὶ ὥσπερ ἐκεῖ φησιν ἡ ποιητικὴ τερατεία εἰς διαφόρων θηρίων εἴδη τοὺς φαρμακευθέντας ἀλλάσσεσθαι κατὰ τὸ ἀρέσκον τῇ παρασοφιζομένῃ τὴν φύσιν, τὰ αὐτὰ καὶ νῦν γίνεται παρὰ 3.2.79 τοῦ Κιρκαίου τούτου κρατῆρος. οἱ γὰρ ἐμπίνοντες τῆς γεγοητευμένης ἀπάτης ἐκ τοῦ αὐτοῦ συγγράμματος εἰς δια φόρους δογμάτων μορφὰς ἀλλοιοῦνται, νῦν μὲν τούτῳ, πάλιν δὲ τῷ ἑτέρῳ μορφούμενοι. καὶ ἐπὶ τούτοις οἱ γλυκύτατοι κατὰ τὴν τοῦ μύθου διασκευὴν ἀγαπῶσιν ἔτι τὸν τῆς τοι αύτης ἀλογίας αὐτοῖς ἐξηγούμενον καὶ οἷόν τινα καρπὸν κρανείας ἢ βάλανον τοὺς διαρριπτουμένους παρ' αὐτοῦ λό γους ὑποκεκυφότες ἐκλέγουσιν, συῶν δίκην πρὸς τὰ χαμαιρ ριφῆ τῶν δογμάτων λαιμάργως ἐπιτρέχοντες, τοῖς δὲ ὑψη λοῖς τε καὶ οὐρανίοις ἐνατενίζειν φύσιν οὐκ ἔχοντες. διὰ τοῦτο τὴν ἐπὶ τὰ ἐναντία τοῦ λόγου παρατροπὴν οὐχ ὁρῶ σιν, ἀλλὰ τὸ ἐπ' αὐτοὺς ἐλθὸν ἀνεξετάστως ἁρπάζουσιν, 3.2.80 οἷον δὴ ἂν ᾖ· καὶ καθάπερ φασὶ τῶν διὰ μανδραγόρου κεκαρωμένων κώματί τινι καὶ δυσκινησίᾳ κρατεῖσθαι τὰ σώματα, τὸν αὐτὸν τρόπον καὶ τούτοις διάκειται τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὴν σύνεσιν τῆς ἀπάτης ἀποναρκή σαντα. δεινὸν μὲν οὖν καὶ τοῖς κεκρυμμένοις δόλοις ἔκ τινος παραλογισμοῦ κατὰ τὸ λεληθὸς ἐνσχεθῆναι, πλὴν ἀλλὰ συγγνωστὸν τὸ ἀτύχημα, ὅταν ἀκούσιον ᾖ· τὸ δ' ἐκ προνοίας τινὸς καὶ σπουδῆς τοῦ κακοῦ τὴν πεῖραν ἐφέλ κεσθαι, μὴ ἀγνοοῦντα τὴν συμφοράν, πᾶσαν ὑπερβολὴν 3.2.81 δυστυχημάτων παρέρχεται. πῶς γὰρ οὐκ ἄξιον σχετλιάζειν, ὅταν ἀκούωμεν ὅτι καὶ τῶν ἰχθύων οἱ λίχνοι γυμνὸν μὲν προσεγγίζοντα τὸν σίδηρον φεύγουσι, πρὸς δὲ τὸ δέλεαρ ἀπατώμενοι τροφῆς ἐλπίδι κατασπῶσι τὸ ἄγκιστρον, ἐν οἷς δὲ πρόδηλόν ἐστι τὸ κακὸν αὐτομολεῖν ἑκουσίως ἐπὶ τὸν ὄλεθρον τοῦτον καὶ τῆς τῶν ἰχθύων ἀλογίας ἐστὶν ἀθλιώ τερον. οἱ μὲν γὰρ πρὸς τὸν κεκαλυμμένον διὰ γαστριμαρ γίας ὑπήχθησαν ὄλεθρον, οἱ δὲ γυμνὸν περιχαίνουσι τῆς ἀσεβείας τὸ ἄγκιστρον, διά τινος ἀλόγου προσπαθείας ἀγα πῶντες τὸν ὄλεθρον. τί γὰρ ἂν ταύτης τῆς ἐναντιότητος γένοιτο προδηλότερον ἢ τὸ λέγειν, ὅτι ὁ αὐτὸς καὶ ἐγεν νήθη καὶ κτίσμα ἐστὶ καὶ τὸ προσφυὲς ἔχει τῆς τοῦ υἱοῦ κλήσεως καὶ πάλιν ἀλλοτριοῦται τῆς τοῦ υἱοῦ σημασίας; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.2.82 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν ἐξετα σθέντα διὰ τὸ προφανὲς τῆς τῶν εἰρημένων ἐναντιότητος προχείρως ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίων τῆς ἀντιρρή σεως ἄρξασθαι. εἴρηται τοίνυν κατὰ τὴν ἀρχὴν παρὰ τοῦ Εὐνομίου ταῦτα· 20οὕτω δὲ τούτων διῃρημένων, εἰ κότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννή ματος καὶ ποιήματος καὶ κτίσματος προση 3.2.83 γορίας20. πρῶτον τοίνυν ὑπομνησθῆναι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι ὅτι 20κυριωτάτην20 εἶναι καὶ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί, διὰ τού των προαγαγὼν τῶν ῥημάτων τὸν λόγον ὅτι 20πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας20. καὶ ἐν ταῦθα 20κυριωτάτην20 λέγει καὶ 20πρώτην20 τοῦ μονογενοῦς τὴν οὐσίαν. οὐκοῦν συνθέντες ἀφ' ἑκατέρου βιβλίου τὰς Εὐνομίου φωνὰς αὐτὸν τοῦτον παραστησόμεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἑτέρωθί που τὸ τοιοῦτον ἀποφη νάμενον, ὅτι 20ὧν αἱ αὐταὶ προσηγορίαι, τούτων 3.2.84 οὐδὲ ἡ φύσις διάφορος20. οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταὐτότητι τῶν προσηγοριῶν διεσήμαινεν ὁ ἑαυτῷ μαχό μενος. ἀλλ' ἐπειδὴ εἷς ἐν πατρὶ καὶ υἱῷ ὁ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριω τάτην δὲ καὶ ταύτην εἶναί φησι. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμό ζουσα, ᾧ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. οἷον ἄν θρωπον ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν, ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῷον τὸ ἐν τῇ φύσει δεικνύμενον· καὶ θεὸν ὡσαύτως εἴδωλόν τε καὶ δαιμόνιον καὶ κοιλίαν οἶδεν ὁ τῆς γραφῆς λόγος προσαγορεύειν, ἀλλ' οὐχὶ καὶ τὸ κύριον ἡ κλῆσις ἔχει, καὶ τὰ ἄλλα πάντα 3.2.85 κατὰ τὸν αὐτὸν τρόπον. βεβρωκέναι τις κατὰ τὴν ἐνύπνιον φαντασίαν λέγεται, ἀλλ' οὐκ ἔστι κυρίαν βρῶσιν τὴν φαντα σίαν εἰπεῖν. ὥσπερ τοίνυν ἐπίσης ἐπὶ δύο τινῶν ἀνθρώπων κατὰ φύσιν ὑφεστηκότων ἑκάτερον αὐτῶν κυρίως τῇ φωνῇ τοῦ ἀνθρώπου προσαγορεύομεν, εἰ δὲ τὴν ἄψυχόν τις εἰκόνα πρὸς τὸν κατὰ ἀλήθειαν ἄνθρωπον συνθεὶς ἀριθμήσειε, δύο μὲν ἀνθρώπους ἴσως ἂν εἴποι τόν τε ἀληθῶς ὄντα καὶ τὸ ὁμοίωμα, οὐκέτι δ' ἂν καὶ τὸ κύριον ἀμφοτέροις προσμαρτυρήσειεν, οὕτως εἴπερ ἄλλο τι παρὰ τὴν τοῦ πα τρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς φύσις ὑπενοεῖτο, οὐκ ἂν 20κυ ριωτάτην20 ἑκατέραν τῶν οὐσιῶν ὁ λογογράφος ὠνόμασε. πῶς γὰρ ἄν τις τὰ διαφέροντα τῇ φύσει τῇ ταὐτότητι τῶν ὀνομάτων σημάνειεν; 3.2.86 Ἀλλ' ἔοικεν ἡ ἀλήθεια καὶ διὰ τῶν πολεμούντων αὐτῇ φανεροῦσθαι, μὴ δυναμένου καθάπαξ μηδὲ ἐν ταῖς τῶν ἐχθρῶν φωναῖς ὑπερισχύειν τῆς ἀληθείας τοῦ ψεύ δους. διὰ τοῦτο τῷ στόματι τῶν ἀντικειμένων καὶ μὴ εἰδότων ἃ λέγουσιν ὁ τῆς εὐσεβείας ἀνακηρύσσεται λόγος· καθάπερ καὶ ὑπὸ τοῦ Καϊάφα τὸ σωτήριον ὑπὲρ ἡμῶν τοῦ κυρίου πάθος προηγόρευτο, οὐκ εἰδότος ὃ λέγει. οὐκοῦν εἰ κοινὸν ἐπ' ἀμφοτέρων τῆς οὐσίας τὸ 20κυριώτατον20, τοῦ πατρὸς λέγω καὶ τοῦ υἱοῦ, τίνα χώραν ἔχει τὸ 20παρηλ λάχθαι τὰς οὐσίας20 ἀλλήλων λέγειν; ἢ πῶς ἐν αὐταῖς ἡ πρὸς τὸ δυνατώτερόν τε καὶ μεῖζον καὶ προτιμότερον ἐν θεωρεῖται διαφορά, τῆς κυριωτάτης οὐσίας οὐδεμίαν παρα 3.2.87 δεχομένης ἐλάττωσιν; τὸ γὰρ ἀτελῶς ὄν, ὅτι περ ἂν ᾖ, κυρίως οὐκ ἔστιν, οὐ φύσις, οὐ δύναμις, οὐκ ἀξίωμα, οὐκ ἄλλο τι τῶν καθ' ἕκαστον θεωρουμένων οὐδέν, ὥστε ἡ κατ' οὐσίαν τοῦ πατρὸς ὑπεροχή, καθὼς ἡ αἵρεσις βούλεται, τὸ ἀτελὲς τῆς οὐσίας τοῦ μονογενοῦς διελέγχει. εἰ οὖν ἀτελής, οὐ κυρία· εἰ δὲ 20κυριωτάτη20, καὶ τελεία πάντως· τέλειον γὰρ τὸ ἐλλιπὲς ὀνομάζεσθαι φύσιν οὐκ ἔχει. ἀλλ' οὐδὲ συγκριτικῶς ἀντιπαρατιθεμένου τελείου πρὸς τέλειον, δια φοράν τινα κατὰ πλεονασμὸν ἢ ἔλλειψιν γινομένην δυνατόν ἐστιν ἐπινοῆσαι· μία γὰρ ἐπ' ἀμφοῖν ὥσπερ ἐπὶ κανόνος ἡ τελειότης, οὔτε κοιλαινομένη τῷ λείποντι οὔτε ἀνωμαλοῦσα 3.2.88 τῷ πλεονάζοντι. τὴν μὲν οὖν ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγ ματος τοῦ Εὐνομίου συνηγορίαν ἱκανῶς ἐκ τῶν εἰρημένων ἔστιν ἰδεῖν, μᾶλλον δὲ οὐ τὴν ὑπὲρ ἡμῶν σπουδήν, ἀλλὰ τὴν πρὸς ἑαυτὸν μάχην. δι' ὧν γὰρ τὸ ἡμέτερον δόγμα τοῖς ἰδίοις συνίστησι λόγοις, καθ' ἑαυτοῦ τρέπει τὰ μηχα νήματα. ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς τὴν κακίαν ὁ παρ' αὐτῶν λόγος ἔχει. 3.2.89 Ἀκούσωμεν τοίνυν τῶν εἰρημένων· 20εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. τίς οὐκ οἶδεν ὅτι τὸ χωρίζον ἀπὸ τῆς αἱρέσεως τὴν ἐκκλησίαν ἡ τοῦ κτίσματός ἐστι φωνὴ ἐπὶ τοῦ υἱοῦ λεγομένη; οὐκοῦν ὁμολογουμένης παρὰ πᾶσι τῆς κατὰ τὸ δόγμα διαφορᾶς, τὸν ἐπιχειροῦντα δεικνύειν τῶν ἡμετέρων τὰς ἰδίας ὑπο λήψεις ἀληθεστέρας τί πράττειν εὐλογώτερον ἦν, κατα σκευάζειν δηλονότι τὸν ἴδιον λόγον, δι' ὧν οἷόν τε ἦν, ἀπο δεικνύντα κτιστὸν τὸν κύριον εἶναι δεῖν οἴεσθαι, ἢ τοῦτον παρέντα νομοθετεῖν τοῖς ἀκούουσιν ὡς ὁμολογούμενα τὰ 3.2.90 ἀμφιβαλλόμενα λέγειν; ἐγὼ μὲν ἐκεῖνό φημι· τάχα δὲ καὶ πάντες, οἷς μέτεστι διανοίας, τοῦτο παρὰ τῶν ἀντιλεγόντων ἐπιζητήσουσι, τὸ τὴν ἀρχὴν τοῦ λόγου πρῶτον ἐπί τινος ἀναντιρρήτου βάσεως στήσαντας οὕτω τοῖς ἀκολούθοις ἐνα 3.2.91 γωνίζεσθαι. οὑτοσὶ τοίνυν ἀφεὶς τὴν περὶ τοῦ χρῆναι κτι στὸν αὐτὸν οἴεσθαι κατασκευὴν τὰ ἐφεξῆς διεξέρχεται, τῷ ἀνυποστάτῳ λήμματι τὴν τῶν λογισμῶν ἀκολουθίαν ἁρμό ζων, οἷόν τι πάσχουσιν οἱ ταῖς ματαίαις ἐπιθυμίαις κατὰ ψυχὴν ἐμβαθύνοντες, ἢ πρὸς βασιλείαν ἢ πρὸς ἄλλο τι τῶν σπουδαζομένων ταῖς ἐννοίαις διαχεόμενοι· οὐχ ὅπως ἂν γένοιτό τι τῶν σπουδαζομένων αὐτοῖς ἐπινοοῦσιν, ἀλλ' ὡς τούτου παρόντος διατιθέασιν ἑαυτοῖς καὶ οἰκονομοῦσι πρὸς τὸ δοκοῦν τὸ εὐτύχημα, διά τινος ἡδονῆς τοῖς ἀνυπ 3.2.92 άρκτοις ἐπιπλανώμενοι. οὕτως ἡμῖν καὶ ὁ σοφὸς λογο γράφος τὴν πολυθρύλητον ἑαυτοῦ διαλεκτικὴν οὐκ οἶδα ὅπου κατακοιμίσας, πρὶν ἀποδεῖξαι περὶ τοῦ ζητουμένου, καθάπερ τισὶ παιδίοις διαμυθολογεῖται τὴν ἀπατηλὴν ταύ την καὶ ἀκατάσκευον τοῦ καθ' ἑαυτὸν δόγματος φλυαρίαν οἷον διήγημά τι παροίνιον ἐκτιθέμενος. 3.2.93 Λέγει γὰρ 20τὴν ἐνεργείᾳ τοῦ πατρὸς ὑπο στᾶσαν οὐσίαν δέχεσθαι τὴν τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίαν20. τίς ἀπέδειξε λόγος ἐνεργείᾳ τινὶ κατασκευαστικῇ τὸν υἱὸν ὑποστῆναι, τὴν δὲ φύσιν τοῦ πατρὸς ἀνενέργητον ὡς πρὸς τὴν ὑπόστασιν τοῦ υἱοῦ μεῖναι; τὸ γὰρ ἀμφιβαλλόμενόν τε καὶ ζητούμενον τοῦτο ἦν, εἴτε ἡ οὐσία τοῦ πατρὸς ἐγέν νησε τὸν υἱὸν εἴτε τι τῶν ἔξωθεν παρεπομένων τῇ φύσει 3.2.94 τοῦτον εἰργάσατο. τῆς τοίνυν ἐκκλησίας κατὰ τὴν θείαν διδασκαλίαν ἀληθῶς θεὸν εἶναι τὸν μονογενῆ πιστευούσης, τὴν δὲ <τῆς> πολυθεΐας δεισιδαιμονίαν βδελυσσομένης καὶ διὰ τοῦτο τὴν τῶν φύσεων διαφορὰν οὐ προσδεχομένης, ὡς ἂν μὴ τῇ παραλλαγῇ τῶν οὐσιῶν ὑπὸ ἀριθμὸν αἱ θεό τητες πίπτοιεν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὴν πολυθεΐαν πάλιν ἐπεισάγειν τῷ βίῳ, ταῦτα τοίνυν τῆς ἐκκλησίας ἰδιω τικῶς διδασκούσης, ὅτι ἐκ τῆς οὐσίας τοῦ ἀληθινοῦ θεοῦ ἀληθινὸς θεὸς κατ' οὐσίαν ὁ μονογενής ἐστι θεός, τὸν ἀντιβαίνοντα τοῖς ἐγνωσμένοις πῶς ἀνατρέπειν ἔδει τὴν προειλημμένην ὑπόληψιν; οὐχὶ τῷ κατασκευάζειν τὸν ἀντι κείμενον λόγον, διά τινος ὁμολογουμένης ἀρχῆς συναποδει κνύοντα τὸ ἀμφίβολον; οὐκ ἂν οἶμαί τινα τῶν νοῦν ἐχόν 3.2.95 των ἕτερόν τι παρὰ ταῦτα ζητῆσαι. ἀλλ' οὗτος ἀπὸ τῶν ἀμφισβητουμένων ἄρχεται καὶ ὡς ἀποδεδειγμένον τὸ ἀμφι βαλλόμενον ἀρχὴν τῷ ἐφεξῆς δίδωσι λόγῳ. ἀποδειχθέντος γὰρ πρότερον ὅτι διά τινος ἐνεργείας ὁ υἱὸς ὑπέστη, τίς ἂν ἦν μάχη πρὸς τὸ ἑπόμενον, τὸ εἰς ἑαυτὴν δέχεσθαι τὴν τοῦ ποιήματος προσηγορίαν λέγειν τὴν δι' ἐνεργείας τινὸς ὑποστᾶσαν οὐσίαν; ἕως δ' ἂν ἀκατάσκευον ᾖ τὸ προηγού μενον, πῶς ἰσχὺν ἔχει τὸ ἐφεπόμενον, εἰπάτωσαν οἱ τῆς 3.2.96 ἀπάτης συνήγοροι. καὶ γὰρ εἴ τις πτηνὸν γενέσθαι καθ' ὑπόθεσιν δοίη τὸν ἄνθρωπον, περὶ τῶν ἐφεξῆς οὐκέτι μα χήσεται. καὶ πτήσεται γάρ πως ὁ πτηνὸς γενόμενος καὶ ἄνω τῆς γῆς ἑαυτὸν ἀνάξει, μετάρσιος ἐπὶ πτερύγων δι' ἀέρος φερόμενος. ἀλλὰ σκεπτέον πῶς ἂν γένοιτο πτηνὸς ὁ τὴν φύσιν οὐ λαχὼν ἐναέριον, τούτου δὲ μὴ ὄντος, μάταιον 3.2.97 τὸ μετὰ τοῦτο διεξιέναι. κἀκεῖνος τοίνυν τουτὶ πρῶτον ἐπι δειξάτω, τὸ μάτην πεπιστευκέναι τὴν ἐκκλησίαν ἀληθῶς εἶναι τὸν μονογενῆ υἱόν, οὐ κατὰ θέσιν εἰσποιηθέντα ψευδ ωνύμῳ πατρί, ἀλλὰ κατὰ φύσιν γεννητῶς ἐκ τοῦ ὄντος ὄντα, μὴ ἀπεξενωμένον τῆς τοῦ γεννήσαντος φύσεως. ταῦτα πρῶτον ὡς ψευδῆ διελεγξάτω, καὶ τότε περὶ τῶν ἀκολού θων διεξιὼν πιθανὸς ἔσται. ἕως δ' ἂν τὸ πρῶτον ἀναπό 3.2.98 δεικτον ᾖ, φλυαρίας ἐστὶν ἐμφιλοχωρεῖν τοῖς δευτέροις. καί μοι μηδεὶς ὑποκρουέτω καὶ τὸ παρ' ἡμῶν διομολογούμενον διὰ κατασκευῆς κυρωθῆναι· ἀρκεῖ γὰρ εἰς ἀπόδειξιν τοῦ ἡμετέρου λόγου τὸ πατρόθεν ἥκειν πρὸς ἡμᾶς τὴν παρά δοσιν, οἷόν τινα κλῆρον δι' ἀκολουθίας ἐκ τῶν ἀποστόλων 3.2.99 διὰ τῶν ἐφεξῆς ἁγίων παραπεμφθέντα. οἱ δὲ πρὸς τὴν καινότητα ταύτην μετατιθέντες τὰ δόγματα πολλῆς ἂν δέ οιντο τῆς ἐκ τῶν λογισμῶν συμμαχίας, εἰ μέλλοιεν μὴ τοὺς κονιορτώδεις τῶν ἀνθρώπων καὶ εὐριπίστους, ἀλλὰ καὶ τοὺς ἐμβριθεῖς τε καὶ βεβηκότας ταῖς διανοίαις προσάγεσθαι· ἕως δ' ἂν ἀκατάσκευος αὐτοῖς καὶ ἀναπόδεικτος ὁ λόγος προφέρηται, τίς οὕτως ἠλίθιος καὶ κτηνώδης, ὡς τῶν εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ τῶν καθεξῆς ἐν ταῖς ἐκκλησίαις διαλαμψάντων ἀσθενεστέραν τὴν διδασκαλίαν τῆς ἀναποδείκτου φλυαρίας ποιήσασθαι; 3.2.100 Ἴδωμεν δὲ καὶ τὸ δυσφωρατότατον τῆς ἀγχινοίας τοῦ λογογράφου, ὅπως τῇ περιουσίᾳ τῆς διαλεκτικῆς ἐμπειρίας πρὸς τοὐναντίον εὐμηχάνως τοὺς ἀκεραιοτέρους ἐφέλκεται. προσέρριψε τῇ τοῦ 20ποιήματος20 καὶ 20κτίσματος20 προσ ηγορίᾳ καὶ τὴν φωνὴν τοῦ 20γεννήματος20, εἰπὼν εἰς ἑαυτὴν δέχεσθαι τὰ ὀνόματα ταῦτα τοῦ υἱοῦ τὴν οὐσίαν, καὶ ὥσπερ ἐν μεθυόντων συνεδρίῳ δημηγορῶν οἴεται μηδενὶ κατά φωρον ἑαυτοῦ τὴν περὶ τὸ δόγμα κακουργίαν γενήσεσθαι. τῷ γὰρ συνάψαι τὸ γέννημα τῷ κτίσματί τε καὶ τῷ ποιή ματι ἐκκλέπτειν ἡγεῖται τὴν κατὰ τὸ σημαινόμενον τῶν ὀνομάτων διαφορὰν διὰ τῆς τῶν ἀκοινωνήτων συντάξεως. 3.2.101 ταῦτα τὰ σοφὰ τῆς διαλεκτικῆς μηχανήματα. ἀλλ' ἡμεῖς οἱ ἰδιῶται τῷ λόγῳ τὸ μὲν εἶναι τοῦτο κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν, ὅπερ ὁ λόγος περὶ ἡμῶν δείκνυσιν, οὐκ ἀρνούμεθα, ὠτία δέ, καθώς φησιν ὁ προφήτης, κατηρ τίσθαι καὶ ἡμῖν πρὸς ἀκοὴν εὐσύνετον ὁμολογοῦμεν. διόπερ οὐδὲν διὰ τῆς συναφείας τῶν ἀκοινωνήτων ὀνομάτων εἰς τὴν τῶν σημαινομένων σύγχυσιν ὑπαγόμεθα· ἀλλὰ κἂν ὁ μέγας ἀπόστολος κατὰ ταὐτὸν ὀνομάσῃ ξύλα καὶ χόρτον καὶ καλάμην χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους, καὶ τὸν ἀριθμὸν τῶν μνημονευθέντων ἐπὶ κεφαλαίου συλ λογιζόμεθα, καὶ τὴν φύσιν ἑκάστου τῶν κατωνομασμένων 3.2.102 ἰδιαζόντως οὐκ ἀγνοήσομεν. οὕτω καὶ νῦν 20γεννήματος καὶ ποιήματος20 κατὰ ταὐτὸν μνημονευθέντων, ἐκ τῶν φωνῶν ἐπὶ τὰ σημαινόμενα μεταβάντες οὐ τὴν αὐτὴν ἑκάστῳ τῶν ὀνομάτων ἐνθεωροῦμεν διάνοιαν· ἄλλο γάρ τι τὸ κτίσμα καὶ ἕτερον σημαίνει τὸ γέννημα, ὥστε κἂν ἐκεῖνος μιγνύῃ τὰ ἄμικτα, ὁ συνετὸς ἀκροατὴς διακεκριμένως ἀκού σεται καὶ δείξει τῶν ἀδυνάτων εἶναι τὴν τοῦ γεννήματος καὶ τὴν τοῦ κτίσματος προσηγορίαν μίαν τινὰ φύσιν εἰς ἑαυτὴν δέχεσθαι. εἰ γὰρ τὸ ἕτερον ἀληθεύοιτο τούτων, ψεῦδος ἐξ ἀνάγκης ἔσται τὸ ἕτερον, ὥστε εἰ κτίσμα εἴη, μὴ εἶναι γέννημα, καὶ τὸ ἔμπαλιν, εἰ γέννημα λέγοιτο, ἀλ λοτριοῦσθαι τῆς ἐπωνυμίας τοῦ κτίσματος. 3.2.103 Ἀλλά φησιν ὁ Εὐνόμιος 20εἰς ἑαυτὴν δέχεσθαι τοῦ υἱοῦ τὴν οὐσίαν τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. μή τι διὰ τῶν ὑπολοίπων κατησφαλίσατο τὸν ἀκέφαλον τοῦτον καὶ ἄρριζον λόγον (ὡς οὐδεμία διὰ τῶν πρώτων κατε βλήθη πρὸς τὸ κατασκευαζόμενον δύναμις) ἢ καὶ τὰ λοιπὰ τῆς αὐτῆς ἔχεται ματαιότητος, οὐκ ἀπό τινος τῆς ἐκ τῶν λογισμῶν συμμαχίας τὴν ἰσχὺν προσλαβόντα, ἀλλὰ διεξο δικήν τε καὶ ἀκατάσκευον ὥσπερ ἐπὶ τῆς τῶν ὀνείρων διη 3.2.104 γήσεως τὴν τῆς βλασφημίας ἔκθεσιν ἔχοντα; λέγει γὰρ τοῖς εἰρημένοις ἐπισυνάψας ταῦτα ὅτι 20ἀμεσίτευτον μὲν ἔχουσαν τὴν γέννησιν, ἀμερίστως δὲ σῴ ζουσαν τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιη κότα καὶ κτίσαντα σχέσιν20. εἰ γὰρ τὸ ἀμεσίτευτόν τε καὶ ἀμέριστον καταλιπόντες αὐτὴν ἐφ' ἑαυτῆς θεωρή σαιμεν τὴν τῶν ῥημάτων διάνοιαν, εὑρήσομεν ὅτι πανταχοῦ τὸ ληρῶδες τῆς διδασκαλίας δι' οὐδενὸς ἰσχυροποιούμενον λόγου ταῖς ἀκοαῖς τῶν ἀπατωμένων προσρίπτεται. 20τὸν γεγεννηκότα20, φησί, 20καὶ κτίσαντα καὶ ποιή 3.2.105 σαντα20. ταῦτα κἂν τρία δοκῇ, δύο νοημάτων περιέχει τὴν σημασίαν, τῷ τὰς δύο φωνὰς ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔννοιαν. τὸ γὰρ ποιῆσαι τῷ κτίσαι ταὐτόν ἐστιν, ἕτερον δὲ παρὰ τὰ εἰρημένα ἡ γέννησις. τῆς οὖν κοινῆς τῶν ἀνθρώπων ὑπολήψεως πρὸς διαφόρους ἐννοίας ἐκ τῆς τῶν ῥημάτων σημασίας μεριζομένης, τίς ἡμῖν ἐπέδειξε λόγος ταὐτὸν εἶναι τῇ γεννήσει τὸ ποίημα, ἵνα τὴν μίαν 3.2.106 οὐσίαν τῇ τῶν ῥημάτων διαφορᾷ προσαρμόσωμεν; ἕως γὰρ ἂν ἡ συνήθης κρατῇ σημασία τῶν λέξεων καὶ μηδεὶς εὑρίσκηται λόγος ὁ μετασκευάζων εἰς τὸ ἐναντίον τὰς τῶν ῥημάτων ἐμφάσεις, οὐκ ἐνδέχεται μίαν τινὰ φύσιν πρὸς τὴν τοῦ ποιήματος καὶ γεννήματος ἔννοιαν διασχισθῆναι. ἐπειδὴ γὰρ ἐφ' ἑαυτοῦ λεγόμενον τούτων ἑκάτερον ἰδιά ζουσαν ἔχει τὴν ἑρμηνείαν, ἀνάγκη πᾶσα οἰκείαν τε καὶ συγγενῆ τοῖς ὀνόμασι συνεπινοεῖσθαι καὶ τὴν σχετικὴν 3.2.107 συζυγίαν. καὶ γὰρ τὰ λοιπὰ τῶν πρός τι λεγομένων οὐ πρὸς τὸ ἀλλότριόν τε καὶ ἀκατάλληλον ἔχει τὴν οἰκειότητα, ἀλλὰ κἂν σιωπηθῇ πρὸς ὃ λέγεται, αὐτομάτως μετὰ τοῦ πρωτοτύπου καὶ τὸ συνεζευγμένον ἀκούεται· οἷον δημιουργὸς δοῦλος φίλος υἱὸς καὶ τὰ τοιαῦτα. πάντα γὰρ ὅσα τῇ πρὸς ἕτερον ἀναφορᾷ θεωρεῖται, τὴν οἰκείαν ἕκαστον καὶ συνημμένην τοῦ δηλουμένου συγγένειαν διὰ τῆς προσηγορίας παρίστησιν, ἄμικτον ἔχοντα τὴν πρὸς τὸ ἑτερογενὲς κοινω 3.2.108 νίαν. οὔτε γὰρ τοῦ δημιουργοῦ τὸ ὄνομα τῷ υἱῷ συνέ ζευκται οὔτε ἡ τοῦ δούλου φωνὴ πρὸς τὸν δημιουργὸν ἀναφέρεται οὔτε ὁ φίλος τὸν δοῦλον ἐδήλωσεν οὔτε ὁ υἱὸς τὸν δεσπότην, ἀλλὰ φανερὰν καὶ διακεκριμένην τούτων ἑκάστου τὴν πρὸς τὸ κατάλληλον συζυγίαν ἐπιγινώσκομεν, νοοῦντες διὰ μὲν τοῦ φίλου ἕτερον φίλον, διὰ δὲ τοῦ δούλου τὸν κύριον, τὸ δὲ ἔργον διὰ τοῦ δημιουργοῦ καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα. οὕτω τοίνυν καὶ τὸ γέννημα καὶ τὸ ποίημα πρός τι τὴν κυρίαν ἔμφασιν ἔχει. οὐκοῦν συνέ ζευκται τῷ μὲν γεννήματι ὁ γεννήσας, ὁ δὲ κτίσας τῷ κτίσματι, καὶ δεῖ πάντως, εἴγε μὴ μέλλομεν σύγχυσίν τινα τῶν πραγμάτων διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς ἐμποιεῖν, σῴζειν ἑκάστῳ τῶν πρός τι λεγομένων τὸ οἰκείως συσση μαινόμενον. 3.2.109 Φανερᾶς οὖν οὔσης τῆς τῶν λέξεων τούτων ἐννοίας πρὸς ὅ τι βλέπει, πῶς ὁ διὰ τῆς λογικῆς τεχνολογίας προ άγων τὰ δόγματα τὴν οἰκείαν τῶν πρός τι διάνοιαν ἐπὶ τῶν ὀνομάτων τούτων οὐ κατενόησεν, ἀλλ' ἁρμόζειν <δεῖν> οἴεται τῷ πεποιηκότι τὸ γέννημα καὶ τῷ γεγεννηκότι τὸ ποίημα, λέγων 20τοῦ υἱοῦ τὴν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας, ἀμέριστον δὲ σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα 3.2.110 σχέσιν20; τὸ γὰρ ἓν πρᾶγμα πρὸς διαφόρους σχέσεις κατα μερισθῆναι φύσιν οὐκ ἔχει, ἀλλ' ὁ μὲν υἱὸς τῷ πατρὶ προσ ωκείωται καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι, τὸ δὲ ποίημα πρὸς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχει· πλὴν εἰ μή τινα κατάχρησιν ἐν ἀδιαφόρῳ τινὶ συνηθείᾳ ῥημάτων κυριωτέραν ἡγοῖτό τις εἶναι τῆς προσφυοῦς σημασίας. 3.2.111 Τίσιν οὖν λογισμοῖς καὶ ποίαις κατασκευαῖς κατὰ τὴν ἄμαχον διαλεκτικὴν ἐκείνην εἰς τοὐναντίον τὰς δόξας τῶν πολλῶν μεταστήσας ταῦτα κατ' ἐξουσίαν διέξεισιν, ὅτι τοῦ ἐπὶ πάντων θεοῦ καὶ κτίστου καὶ πατρὸς νοουμένου τε καὶ λεγομένου ὁ υἱὸς πρὸς ἀμφοτέρας τὰς προσηγορίας ἐπιτη δείως ἔχει, καὶ κτίσμα καὶ γέννημα κατὰ τὸ ἴσον λεγό 3.2.112 μενος; τῆς γὰρ τοῦ λόγου συνηθείας τε καὶ ἀκριβείας οἰκείως διακρινούσης τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ τὸ μὲν τῆς γεννήσεως ὄνομα ἐπὶ τῶν ἐξ αὐτῆς τῆς οὐσίας γεννω μένων λεγούσης, τὸ δὲ τῆς κτίσεως ἐπὶ τῶν ἔξωθεν τῆς τοῦ κατασκευάζοντος φύσεως συνισταμένων, καὶ διὰ τοῦτο τῶν θείων δογμάτων ἐν τῇ παραδόσει τῆς θεογνωσίας πατέρα καὶ υἱὸν παραδεδωκότων, οὐ κτίστην καὶ ἔργον, ὡς ἂν μή τις γένοιτο παραφθορὰ πρὸς τὸ βλάσφημον, εἰς τὸ ἀλλότριόν τε καὶ ξένον τῆς τοιαύτης προσηγορίας τὸν υἱὸν ἀπωθούσης, μηδέ τινα πάροδον λάβοι τὰ ἄθεα δόγματα τὰ τῆς κατ' οὐσίαν οἰκειότητος τὸν μονογενῆ τοῦ πατρὸς ἀφο ρίζοντα, ὁ λέγων τῷ υἱῷ τὴν τοῦ ποιήματος ἁρμόζειν προσ ηγορίαν ἐρεῖ πάντως κατὰ τὸ ἀκόλουθον καὶ ἐπὶ τοῦ ποιή ματος τὴν τοῦ υἱοῦ κλῆσιν προσφυῶς ἔχειν, ὥστε, εἰ ὁ υἱὸς κτίσμα καὶ ὁ οὐρανὸς υἱὸς καὶ τὰ καθ' ἕκαστον τῶν γεγονότων κυρίως κατὰ τὸν λογογράφον τῇ τοῦ υἱοῦ προσ 3.2.113 ηγορίᾳ κατονομάζεται. εἰ γὰρ ἐκεῖνος οὐχὶ τῷ κοινωνεῖν τῷ γεγεννηκότι τῆς φύσεως ἔχει τὸ ὄνομα, ἀλλὰ καθὸ κτιστός ἐστι, κατὰ τοῦτο υἱὸς ὀνομάζεται, ὁ αὐτὸς δώσει λόγος καὶ ἀμνὸν καὶ κύνα καὶ βάτραχον καὶ πάντα, ὅσα θελήματι τοῦ πεποιηκότος ὑπέστη, τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεσθαι. εἰ δὲ τούτων ἕκαστον διὰ τὸ ἔξω τῆς τοῦ θεοῦ φύσεως εἶναι υἱὸς οὐκ ἔστιν οὐδὲ θεὸς λέγεται, κατὰ τὸ ἀκόλουθον πάντως ὁ κυρίως υἱὸς διὰ τὸ ἐξ αὐτῆς εἶναι τοῦ γεγεννηκότος τῆς φύσεως υἱός ἐστι καὶ θεὸς εἶναι 3.2.114 ὁμολογεῖται. ἀλλὰ μυσάττεται τὴν τῆς γεννήσεως ἔννοιαν καὶ ἀφορίζει τῶν θείων δογμάτων τῇ σαρκώδει φυσιολογίᾳ διαβάλλων τὸ ὄνομα. ἀλλ' ἱκανῶς ὑπὲρ τούτων ἐν τοῖς φθάσασιν ὁ λόγος ἀπέδειξεν ὅτι κατὰ τὸν προφήτην φο βοῦνται φόβον ὅπου οὐκ ἔστι φόβος. εἰ γὰρ ἐπὶ τῶν ἀν θρώπων οὐ πᾶσα γέννησις ἐδείχθη κατὰ πάθος συνιστα μένη, ἀλλ' ἡ μὲν ὑλικὴ διὰ πάθους, ἡ δὲ πνευματικὴ καθαρὰ καὶ ἀκήρατος (τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύ ματος πνεῦμα καὶ οὐχὶ σὰρξ γίνεται, τῷ δὲ πνεύματι οὐδεμία παθητικὴ συνθεωρεῖται διάθεσις), ἐπειδὴ διὰ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων ἀναγκαῖον ἐφάνη τῷ λογογράφῳ τὴν θείαν ἐπιλογίζεσθαι δύναμιν, πεισάτω ἑαυτὸν ἐκ τοῦ ἑτέρου τῆς γεννήσεως τρόπου τὸ περὶ τὴν θείαν γέννησιν 3.2.115 ἀπαθὲς ἐννοεῖν. ἀλλὰ τὰς τρεῖς ταύτας μετ' ἀλλήλων προσηγορίας συγχέας, ἐξ ὧν ἰσοδυναμοῦσιν αἱ δύο, συναρ πάζειν οἴεται τοὺς ἀκούοντας διὰ τῆς τῶν δύο φωνῶν κατὰ τὸ σημαινόμενον κοινωνίας τὸ καὶ τὴν τρίτην ὡσαύτως οἴεσθαι. ἐπειδὴ γὰρ ἡ τοῦ ποιήματος καὶ κτίσματος προσ ηγορία ἔξω τῆς τοῦ πεποιηκότος φύσεως εἶναι τὸ πεποιη μένον ἐνδείκνυται, προσάπτει τούτοις τὴν φωνὴν τοῦ γεννή ματος, ὡς ἂν καὶ τοῦτο τοῖς προειρημένοις συνερμηνεύοιτο. ἀλλὰ τὸ τοιοῦτον εἶδος τοῦ λόγου κακουργία καὶ ἀπάτη καὶ φενακισμὸς ὀνομάζεται, οὐ πεφροντισμένη καὶ τεχνική 3.2.116 τις ἀπόδειξις. μόνη γὰρ ἡ διὰ τῶν ὁμολογουμένων φανε ροῦσα τὸ ἀγνοούμενον ἀπόδειξις λέγεται, τὸ δὲ παραλογί ζεσθαι διὰ κακουργίας καὶ ὑπεκκλέπτειν τὸν ἔλεγχον καὶ συγχεῖν ἐν ταῖς ἐπιπολαίοις ἀπάταις τὴν διάνοιαν τῶν, καθώς φησιν ὁ ἀπόστολος, κατεφθαρμένων τὸν νοῦν οὐκ ἄν τις τῶν σωφρονούντων ἀπόδειξιν τεχνικὴν ὀνομάσειεν. 3.2.117 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν μετέλθωμεν. 20ἀμεσί τευτον20 δέ φησιν εἶναι 20τῆς οὐσίας τὴν γέννησιν καὶ ἀμερίστως σῴζειν τὴν πρὸς τὸν γεγεννη 3.2.118 κότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν20. εἰ μὲν οὖν τὸ ἀμέριστόν τε καὶ ἀμεσίτευτον εἰπὼν τῆς οὐσίας ἐν τούτῳ τὸν λόγον ἔστησεν, οὐκ ἂν τῆς εὐσεβοῦς ὑπο λήψεως παρετράπη, ἐπεὶ καὶ παρ' ἡμῶν ὁμολογεῖται τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα συναφές τε καὶ ἀμεσίτευτον, ὡς μηδὲν εἶναι τὸ διὰ μέσου τούτων παρενειρόμενον, ὃ μεταξὺ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα συναφείας εὑρίσκεται, μὴ διαστηματικόν τι νόημα, μὴ αὐτὸ τὸ ἀκαρές τε καὶ ἄτομον, ὃ διχῇ τεμνομένου τοῦ χρόνου τῷ παρῳχηκότι τε καὶ τῷ μέλλοντι κατὰ τὸ ἐνεστὼς ἀμερῶς ἐφ' ἑαυτοῦ νοεῖται, οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος μέρος γενέσθαι δυνά μενον διὰ τὸ εἶναι καθόλου ἀδιάστατόν τε καὶ ἄτομον καὶ ᾧπερ ἂν προστεθῇ ἀνεπίδηλον. τὸ οὖν καθαρῶς ἄμεσον 3.2.119 οὐδενὶ τοιούτῳ μεσιτεύεσθαι λέγομεν. οὐ γὰρ ἂν ἔτι ἄμεσον εἴη τὸ μέσῳ τινὶ διειργόμενον· εἰ τοίνυν κἀκεῖνος ἀμεσίτευτον εἶναι εἰπὼν τοῦ υἱοῦ τὴν γέννησιν μηδὲν τῶν εἰρημένων ἐπήνεγκε, τὴν εὐσεβῶς νοουμένην τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν ἐδογμάτιζεν. ἐπειδὴ δὲ καθάπερ μεταμεληθεὶς ἐφ' οἷς εἴρηκεν εὐθὺς ἐπήγαγεν ὅτι 20σῴζει τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν20, ἐμόλυνε τοῖς δευτέροις τὰ πρότερα, τῷ καθαρῷ λόγῳ τὴν βλάσφημον φωνὴν ἐπε 3.2.120 μέσας. δῆλον γὰρ ὅτι κἀκεῖ τὸ ἀμεσίτευτον οὐ πρὸς τὸ εὐσεβὲς βλέπει, ἀλλ' ὡς ἄν τις λέγοι μεταξὺ τοῦ ἥλου καὶ τοῦ χαλκέως μεσιτεύειν τὴν σφύραν, ταύτης δὲ εἶναι τὴν κατασκευὴν ἀμεσίτευτον, οὔπω γὰρ τῶν ὀργάνων ὑπὸ τῆς τέχνης ἐξευρημένων, ἐπινοίᾳ τινὶ τὴν σφύραν, <οὐ> δι' ἑτέρου τινὸς ὀργάνου, παρὰ τοῦ τεχνίτου πρώτην γενέσθαι καὶ οὕτω διὰ ταύτης τὰ ἄλλα, ταῦτα καὶ περὶ τοῦ μονογενοῦς νοεῖν ἡ τοῦ ἀμεσιτεύτου λέξις τὸν λογο 3.2.121 γράφον ἐνδείκνυται. καὶ οὐ μόνος ἐν τούτῳ πεπλάνηται κατὰ τὴν ἀτοπίαν τοῦ δόγματος ὁ Εὐνόμιος, ἀλλ' ἔστι καὶ ἐν τοῖς Θεογνώστῳ πεπονημένοις τὸ ἴσον εὑρεῖν, ὅς φησι τὸν θεὸν βουλόμενον τόδε τὸ πᾶν κατασκευάσαι πρῶτον τὸν υἱὸν οἷόν τινα κανόνα τῆς δημιουργίας προϋποστήσασθαι, οὐδὲ ἐκεῖνος συνιδὼν ἐν τῷ λόγῳ τὸ ἄτοπον, ὅτι τὸ μὴ ἑαυτοῦ χάριν, ἀλλὰ δι' ἄλλο τι γινόμενον ἀτιμότερόν ἐστι πάντως τοῦ δι' ὃ γίνεται, ὡς τὸ γεωργικὸν ἐργαλεῖον τῆς ζωῆς χάριν ἐπιτηδεύομεν, οὐ μὴν ἐπίσης τιμᾶται τῇ ζωῇ 3.2.122 καὶ τὸ ἄροτρον. οὕτω τοίνυν καὶ εἰ διὰ τὸν κόσμον ὁ κύριος, καὶ οὐχὶ δι' ἐκεῖνον τὰ πάντα, προτιμότερα ἂν εἴη τοῦ κυρίου τὰ πάντα ὧν χάριν ἐκεῖνον γενέσθαι λέγουσι. τοῦτο καὶ νῦν διὰ τοῦ λόγου κατασκευάζουσι, δι' ὧν ἀμεσί τευτον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν διϊσχυρίζονται. 3.2.123 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν 20οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι20. τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχθροὶ τῷ κυρίῳ, δι' ὧν περιφανέστερον ἡ βλασφημία κατασκευάζεται. τί γάρ, εἰπέ μοι, τῶν ὑπολοίπων, ὅσα κατὰ τὴν κτίσιν ἐστί, τὴν πρὸς ἑκάτερον σύγκρισιν ἔχει, καθόλου τῆς ἐν ἑκάστῳ φαινομένης ἰδιότητος οὐ προσιεμένης τὴν πρὸς τὰ ἑτερογενῆ κοινωνίαν; οὐκ οὐρανῷ πρὸς γῆν ἐστιν ἡ σύγκρισις, οὐ ταύτῃ πρὸς τοὺς ἀστέρας, οὐ πρὸς τὰ πελάγη τοῖς ἄστροις, οὐ πρὸς τὸν λίθον τῷ ὕδατι, οὐ πρὸς τὰ δένδρα τοῖς ζῴοις, οὐ πρὸς τὰ πτηνὰ τοῖς χερ σαίοις, οὐ πρὸς τὰ νηκτὰ τοῖς τετράποσιν, οὐ πρὸς τὰ 3.2.124 λογικὰ τοῖς ἀλόγοις. καὶ τί ἄν τις περὶ τῶν καθ' ἕκαστον λέγων διατρίβοι, δεικνὺς ὅτι ταὐτὸν ἔστιν ἐφ' ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν, ὅπερ ὡς ἐξαίρετον τῷ μονογενεῖ προσερρίφη, τὸ πρὸς μηδὲν τῶν μετ' αὐτὸν καὶ δι' αὐτοῦ γεγενημένων τὴν σύγκρισιν ἔχειν; φανερὸν γάρ ἐστιν ὅτι πᾶν, ὅπερ ἂν ἐφ' ἑαυτοῦ νοήσῃς, ἀσύγκριτόν ἐστι τῷ παντί τε καὶ τοῖς καθ' ἕκαστον· καὶ ὅπερ ἐπὶ τοῦ τυ χόντος κτίσματος ἀληθῶς ἔστιν εἰπεῖν ὡς ἱκανόν ἐστι, τοῦτο καὶ αὔταρκες εἰς τιμὴν καὶ δόξαν τῷ μονογενεῖ θεῷ 3.2.125 παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ἀποκληροῦται. καὶ τοι αῦτα κατασκευάσας πάλιν ἐν τοῖς ὑπολοίποις ταῖς δια κένοις αὐτὸν ἀποσεμνύνει τιμαῖς, κύριον καὶ μονογενῆ προσειπών· ἀλλ' ὡς ἂν μή τις εὐσεβὴς διάνοια διὰ τῶν ὀνομάτων τούτων τοῖς ἀκηκοόσιν ἐγγένοιτο, εὐθὺς κατα μίγνυσι τοῖς εὐσημοτέροις τὰ βλάσφημα. ἔχει δὲ οὕτως ἡ λέξις. 20ἅτε δή20, φησί, 20μήτε τῆς γεννηθείσης οὐ σίας ἑτέρῳ τινὶ χώραν εἰς κοινωνίαν καταλι πούσης· μονογενὴς γάρ· μήτε τῆς τοῦ ποιή 3.2.126 σαντος ἐνεργείας κοινῆς θεωρουμένης20. ὢ τῆς ὕβρεως· ὡς ἐν ἀλόγοις ἢ ἀνοήτοις δημηγορῶν, οἷς οὐκ ἔστι σύνεσις, κατ' ἐξουσίαν διὰ τῶν ἐναντίων περιάγει τὸν λόγον, μᾶλλον δὲ ταὐτὸν πάσχει τοῖς ἐστερημένοις τῶν ὄψεων, ἐπεὶ κἀκεῖνοι πολλάκις ἐν ὀφθαλμοῖς τῶν βλεπόν των ἀσχημονοῦσι, διὰ τὸ μὴ βλέπειν αὐτοὶ τὸ μηδὲ ὁρᾶσθαι 3.2.127 ὑποτιθέμενοι. τίνος γὰρ οὐκ ἔστιν συνιδεῖν τὴν ἐν τοῖς εἰρημένοις ἐναντιότητα; διὰ τὸ γεννηθῆναι, φησίν, ἡ οὐσία χώραν εἰς κοινωνίαν ἑτέροις οὐ καταλείπει· μονογενὴς γάρ. καὶ τοῦτο εἰπών, ὡς κατὰ ἀλήθειαν ἢ μὴ βλέπων αὐτὸς ἢ μὴ νομίζων ὁρᾶσθαι τὰ μηδεμίαν ἔχοντα κοινωνίαν ὡς συστοιχοῦντα τοῖς εἰρημένοις προστίθησι, τῇ τοῦ μονογε 3.2.128 νοῦς οὐσίᾳ τὴν τοῦ πεποιηκότος ἐνέργειαν ἐφαρμόσας. ὁ γὰρ γεννηθεὶς πρὸς τὸν γεγεννηκότα καὶ ὁ μονογενὴς πρὸς τὸν πατέρα κατὰ τὸ ἀκόλουθον πάντως τὴν ἀναφορὰν ἔχει, καὶ ὁ πρὸς τὴν ἀλήθειαν βλέπων οὐ πεποιηκότος ἐνέργειαν, ἀλλὰ γεννήσαντος φύσιν ἐν τῇ τοῦ υἱοῦ θεωρεῖ συστοιχίᾳ. 3.2.129 Ὁ δὲ καθάπερ φυτῶν ἢ σπερμάτων ἤ τινος ἄλλου τῶν κατὰ τὴν κτίσιν ἐπιμνησθεὶς τὴν τοῦ ποιήσαντος ἐνέρ γειαν τῇ ὑποστάσει τοῦ μονογενοῦς παρατίθησιν. εἰ μὲν γὰρ λίθος ἢ ξύλον ἢ ἄλλο τι τοιοῦτον τῇ θεωρίᾳ προέκειτο, ἀκόλουθον ἦν προεπινοεῖν τὴν τοῦ πεποιηκότος ἐνέργειαν· εἰ δὲ ὁμολογεῖται καὶ παρὰ τῶν ὑπεναντίων ὁ μονογενὴς θεὸς υἱός τε εἶναι καὶ γεννητῶς ὑποστῆναι, πῶς ἁρμό ζουσιν αἱ αὐταὶ φωναὶ τούτῳ καὶ τοῖς ἐσχάτοις τῶν μορίων τῆς κτίσεως, καὶ ὅπερ περὶ τοῦ μύρμηκος ἢ τοῦ κώνωπος ἀληθῶς ἔστιν εἰπεῖν, τοῦτο καὶ περὶ τοῦ κυρίου λέγειν 3.2.130 εὐσεβὲς εἶναι νομίζουσιν; εἰ γάρ τις καταμάθοι τὴν τοῦ μύρμηκος φύσιν οἷς ἰδιάζει πρὸς τὰ λοιπὰ τῶν ζῴων, οὐκ ἂν ἔξω τῆς ἀληθείας εἴποι τὴν τοῦ πεποιηκότος αὐτὸν 3.2.131 ἐνέργειαν κοινὴν πρὸς τὰ ἄλλα μὴ θεωρεῖσθαι. ἃ τοίνυν ἐπὶ τῶν τοιούτων λέγεται, ταῦτα καὶ ἐπὶ τοῦ μονογενοῦς ἀποφαίνονται· καὶ καθάπερ οἱ θηρεύοντες λέγονται βόθροις τισὶν ὑπολαμβάνειν τῶν θηρίων τὴν πάροδον, κρύπτειν δὲ τὴν ἐπιβουλὴν διὰ σαθρῶν τινῶν καὶ ἀνυποστάτων τὰ στόμια τῶν βόθρων ἐπικαλύπτοντες, ὡς ἂν ἰσόπεδον φαίνοιτο τῷ παρακειμένῳ τὸ βάραθρον, τοιοῦτόν τι μηχανᾶται κατὰ τῶν ἀνθρώπων ἡ αἵρεσις, τὸν βόθρον τῆς ἀσεβείας διὰ τῶν εὐφήμων τούτων καὶ εὐσεβῶν ὀνομάτων οἷον διά τινος ἐπιπολαίου στέγης ἐπικαλύπτουσα, ὥστε τοὺς ἀλογωτέρους, ταὐτὸν εἶναι τῇ ἀληθινῇ πίστει τὸ τούτων κήρυγμα διὰ τῆς τῶν ῥημάτων ὁμολογίας νομίζοντας, πρὸς ψιλὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ μονογενοῦς ἐπιδραμόντας, κενεμβα τῆσαι τῷ βόθρῳ, τῆς τῶν προσηγοριῶν σημασίας οὐχ ὑπε ρειδούσης αὐτῶν τὴν βάσιν, ἀλλ' εἰς τὸ τῆς ἀρνήσεως τοῦ Χριστοῦ βάραθρον καταφερούσης. διὰ τοῦτο γεννηθείσης οὐσίας μέμνηται μηδενὶ χώραν εἰς κοινωνίαν καταλιπούσης καὶ μονογενῆ ὀνομάζει· ταῦτά ἐστι τὰ τοῦ βόθρου καλύμ 3.2.132 ματα. ἐπειδὰν δέ τις παραστάς, πρὶν ὑποληφθῆναι τῷ χά σματι, καθάπερ τινὰ χεῖρα τὴν διὰ τοῦ λόγου πεῖραν ἐπα γάγῃ τῷ λόγῳ, βλέπει τὸν τῆς εἰδωλολατρείας ὄλεθρον ὑπορωρυγμένον τῷ δόγματι. ὡς γὰρ θεῷ καὶ υἱῷ θεοῦ προσερχόμενος κτίσμα θεοῦ εὑρίσκει τῇ λατρεία προκεί μενον. διὰ τοῦτο ἄνω καὶ κάτω τὸ ὄνομα τοῦ μονογενοῦς περιφέρουσιν, ἵν' εὐπαράδεκτος γένηται τοῖς ἀπατωμένοις ὁ ὄλεθρος, ὡς εἴ τις ἄρτῳ τὸ δηλητήριον καταμίξας θανάτῳ τοὺς δεομένους τῆς τροφῆς δεξιώσαιτο, οὐκ ἂν δεξαμένους γυμνὸν προσέσθαι τὸ φθοροποιὸν δηλητήριον, μὴ δελεα σθέντας πρὸς τὸ φαινόμενον. σοφῶς τοίνυν κατά γε τὸν 3.2.133 ἑαυτοῦ νοῦν πρὸς τὸ σπουδαζόμενον βλέπει. εἰ γὰρ παντε λῶς ἐξέβαλε τοῦ καθ' ἑαυτὸν δόγματος τοῦ υἱοῦ τὴν φωνήν, ἀπαράδεκτος ἡ ἀπάτη τοῖς ἀνθρώποις ἐγίνετο, φα νερῶς διαβοωμένης τῆς ἀρνήσεως ἐν προδήλῳ κηρύγματι· νυνὶ δὲ καταλιπὼν μόνον τὸ ὄνομα, τὸ δὲ σημαινόμενον πρὸς τὴν τῆς κτίσεως ἔννοιαν μεταγαγὼν καὶ κατορθοῖ 3.2.134 τὴν εἰδωλολατρείαν καὶ ὑποκλέπτει τὸν ἔλεγχον. ἀλλ' ἐπειδὴ οὐ χείλεσι τιμᾶν τὸν θεὸν προσετάχθημεν οὐδὲ ἐν ἤχῳ φωνῆς ἡ εὐσέβεια κρίνεται, ἀλλὰ χρὴ πρῶτον τῇ καρδίᾳ πιστευθῆναι τὸν υἱὸν εἰς δικαιοσύνην καὶ τότε ὁμο λογηθῆναι τῷ στόματι εἰς σωτηρίαν, καὶ οἱ ἐν καρδίᾳ λέγοντες μὴ εἶναι θεόν, κἂν τῷ στόματι κύριον ὁμολογῶσι, διεφθάρησαν καὶ ἐβδελύχθησαν, καθὼς ἡ προφητεία φησί, διὰ τοῦτό φημι χρῆναι πρὸς τὸν νοῦν βλέπειν τῶν προβαλ λομένων δῆθεν τὰ τῆς πίστεως ῥήματα, μὴ πρὸς τὰς 3.2.135 φωνὰς δελεάζεσθαι. εἰ οὖν υἱὸν λέγων οὐ πρὸς κτίσμα βλέπει διὰ τῆς λέξεως, ἡμέτερος καὶ οὐχὶ τῶν ἐναντίων ἐστί· εἰ δέ τις υἱοῦ ὄνομα τῇ κτίσει τίθεται, ἐν τοῖς εἰδω λολάτραις τετάξεται. καὶ γὰρ ἐκεῖνοι καὶ τὸν ∆αγὼν καὶ τὸν Βὴλ καὶ τὸν δράκοντα θεὸν ὠνόμαζον, ἀλλ' οὐ διὰ τοῦτο καὶ τὸν θεὸν προσεκύνουν. οὐ γὰρ θεὸς τὸ ξύλον καὶ ὁ χαλκὸς καὶ τὸ θηρίον. 3.2.136 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνα καλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν ταῦτα τοῖς ἐχθροῖς προφερόντων; ἰδοὺ γὰρ γυμνὴν ἡμῖν ἐκτίθεται τὴν βλασφημίαν, δι' οὐδενὸς προκαλύμματος τὸν δόλον ἐπι κρυπτόμενος, ἀλλ' ἐμπαρρησιαζόμενος τοῖς ἀτόποις ἐλευ 3.2.137 θέρᾳ φωνῇ. οὕτω δὲ ἔχει τὰ γεγραμμένα. 20ἡμεῖς μὲν οὖν20, φησίν, 20οὐδὲν ἕτερον εὑρίσκοντες παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν, ἐπ' αὐτῆς τῆς οὐσίας τάττειν οἰόμεθα δεῖν τὰς προσηγορίας, ἢ μάτην γε καὶ ψιλοῖς ῥή μασι λέγομεν υἱὸν καὶ γεννητόν, εἴ γε ταῦτα τῆς οὐσίας χωρίσαιμεν. ἐκ τούτων ὁρμώμενοι καὶ τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλων πι 3.2.138 στούμεθα20. οὐδὲν οἶμαι χρῆναι τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν διὰ τῶν ἡμετέρων ἐλέγχεσθαι λόγων· αὐτὴ γὰρ ἡ τῶν γεγραμμένων ἀνάγνωσις ἱκανὴ στηλιτεῦσαι τὴν βλασφη μίαν. οὑτωσὶ δὲ διασκοπήσωμεν. 20παρηλλάχθαι20 λέγει 20τὰς οὐσίας ἀλλήλων20 τοῦ υἱοῦ τε καὶ τοῦ πατρός. τί τοίνυν διὰ τοῦ 20παρηλλαγμένου20 σημαίνεται; πρῶτον αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ' ἑαυτῆς ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἑρμηνείας ἐκκαλυφθείη τὸ 3.2.139 βλάσφημον. λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῆς συνη θείας τὸ ῥῆμα τῆς παραλλαγῆς ἐπὶ σωμάτων μέν, ὅταν ἐκ παραλύσεως ἤ τινος ἑτέρου πάθους παρατραπῇ τι μέλος τῆς φυσικῆς ἁρμονίας· ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεπονθότος ἀντιπαραθέσεως τὴν πρὸς τὸ χεῖρον παρα τροπὴν τοῦ παραδεξαμένου τὸ πάθος παραλλαγὴν ὀνομά ζομεν· ἐπὶ δὲ τῶν ἐν ἤθει κατ' ἀρετὴν καὶ κακίαν διαφε ρόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρῷ τε καὶ σώφρονι ἢ τῷ δικαίῳ ὁ ἄδικος ἢ πρὸς τὸν πρᾷόν τε καὶ εἰρηνικὸν καὶ ἡσύχιον ὁ θυμώδης τε καὶ πολεμικὸς καὶ τὴν ὀργὴν ἀταμίευτος καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ κρείττονος ἐν κακίᾳ κατηγορούμενον παρ ηλλάχθαι λέγεται, τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ' ἀμφοτέρων γνωρίσματα, τοῦ τε καλοῦ φημὶ καὶ τοῦ χεί 3.2.140 ρονος. ἔτι παρηλλάχθαι φαμὲν καὶ τὰς ἐπὶ τῶν στοι χείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντι στοιχοῦσιν ἀλλήλαις, φθαρτικὴν κατ' ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμόν τε καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν ἢ ὅλως εἴ τι τῷ ἑτέρῳ πρὸς τὸ ἐναντίον ἀντικαθέστηκε καὶ τὸ ἐν τούτοις ἀσύμβατον τῷ τῆς παραλ λαγῆς διερμηνεύομεν ῥήματι, καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι τῶν παρηλλαγμένων ἐστίν, ὡς ὑγίεια πρὸς νόσον καὶ πρὸς θά νατον ἡ ζωὴ καὶ πρὸς εἰρήνην ὁ πόλεμος καὶ ἀρετὴ πρὸς κακίαν καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα. 3.2.141 Τούτων δὲ ἡμῖν οὕτω διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ τοῦ λογογράφου, πῶς 20παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων20 ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ. τί τοῦτο λέγων; ἆρ' ὡς τοῦ πατρὸς μὲν ὄντος κατὰ φύσιν, 3.2.142 τοῦ δὲ υἱοῦ παρηλλαγμένου τῆς φύσεως; ἢ τὴν τῆς ἀρετῆς παρατροπὴν τῷ ῥήματι τούτῳ διερμηνεύει, χωρίζων τῷ τῆς παραλλαγῆς ὀνόματι τὸ κακὸν ἀπὸ τοῦ κρείττονος, ὡς ταύτην μὲν ἐν τῷ καλῷ τὴν οὐσίαν βλέπειν, ἐν δὲ τῷ ἐναντίῳ τὴν ἄλλην; ἢ κατὰ τὸν λόγον τῆς τῶν στοιχείων ἐναντιώσεως καὶ τὴν θείαν οὐσίαν παρηλλάχθαι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας διϊσχυρίζεται; ἢ ὡς ἔχει πρὸς εἰρήνην ὁ πόλεμος καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ τὴν πρὸς τὰ τοι αῦτα πάντα τῷ τοιούτῳ τρόπῳ μάχην ἐνορᾷ ταῖς οὐσίαις, ὡς μὴ αὐτὰς μετ' ἀλλήλων συμβῆναι, τῷ τὴν μίξιν τῶν ἐναντίων δαπανητικὴν κατὰ τῶν μιγνυμένων ἔχειν τὴν δύ ναμιν, καθώς φησι περὶ τοῦ τοιούτου δόγματος ἡ παροι μιώδης σοφία ὅτι Ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ, τὴν ἰσοπαλῆ τε καὶ ἰσοστάσιον τῶν ἐναντίων φύσιν καὶ τὴν κατ' ἀλλήλων φθορὰν διὰ τοῦ αἰνίγματος ἑρμηνεύουσα; ἢ κατ' οὐδὲν τούτων εἶναι λέγει τὴν ἐν ταῖς οὐσίαις ἐκείναις παρ 3.2.143 αλλαγὴν καθορᾶν; οὐκοῦν εἰπάτω τὸ παρὰ ταῦτα νοού μενον. ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοι, κἂν τὰ συνήθη λέγῃ, ὅτι ὁ υἱὸς πρὸς τὸν γεγεννηκότα παρήλλακται· τούτῳ γὰρ καὶ μᾶλλον ἡ ἀτοπία τῶν παρ' αὐτοῦ λεγομένων ἐλέγχεται. τί γὰρ οὕτω προσφυῶς τε καὶ ἁρμοδίως ἄλλο ἄλλῳ ἐμφύεταί τε καὶ ἐναρμόζεται ὡς ἡ σχετικὴ πρὸς τὸν πατέρα τοῦ υἱοῦ σημασία; ἀπόδειξις δὲ τούτου ὅτι κἂν μὴ τὰ δύο ῥηθῇ ταῦτα ὀνόματα, τῷ ἑνὶ καὶ τὸ παρεθὲν συσσημαίνεται· οὕτως ἔγκειται καὶ ἐνήρμοσται τῷ ἑτέρῳ τὸ ἕτερον καὶ ἐν τῷ ἑνὶ καθορᾶται ἀμφότερα, ὡς μὴ ἂν ἐφ' ἑαυτοῦ νοη 3.2.144 θῆναι τούτων τι χωρὶς τοῦ ἄλλου. τὸ δὲ παρηλλαγμένον ἐξ ἐναντίου τῷ ἁρμόζοντι πάντως καὶ νοεῖται καὶ λέγεται,
οἷον ἡ σπάρτος πρὸς τὴν
εὐθεῖαν ἁρμοδίως ἔχει, τὸ δὲ σκολιὸν τῷ εὐθεῖ παρατιθέμενον οὐχ ἁρμόζεται, καὶ τοῖς μουσικοῖς σύνηθες τὴν συμφωνίαν τῶν τόνων ἁρμονίαν προσαγορεύειν, ἀνάρμοστον δὲ τὸ ἔκτροπόν τε καὶ ἀπρόσ χορδον. οὐκοῦν ταὐτόν ἐστι παρηλλαγμένον τε εἰπεῖν καὶ ἀνάρμοστον. 3.2.145 Εἰ οὖν παρήλλακται κατὰ τὸν τῆς αἱρέσεως λόγον πρὸς τὴν τοῦ πατρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς θεοῦ φύσις, οὐδὲ ἁρμόζεται πάντως· τὸ δὲ ἀνάρμοστον οὐκ ἂν γένοιτο 3.2.146 ἐν ἐκείνῳ ᾧ ἐναρμοσθῆναι οὐ δύναται. ὥσπερ γὰρ μιᾶς οὔσης μορφῆς ἐπί τε τοῦ κηροῦ καὶ τῆς ἐν τῇ σφενδόνῃ γλυφίδος, ὅταν ἐντεθῇ πάλιν τῇ σφενδόνῃ ὁ ἐκτυπωθεὶς παρὰ ταύτης κηρός, ἐναρμόζει τὸν περὶ ἑαυτὸν χαρακτῆρα τῷ περιέχοντι, τοὺς ἰδίους καταλαμβάνων τύπους ἐν τῷ χαράγματι, πρός τε τὰ κοῖλα διαδυόμενος καὶ τὰς ἐξοχὰς τῆς γλυφῆς <τοῖς> ἰδίοις ἀναδεχόμενος τύποις, εἰ δὲ ξένος τις καὶ ἀλλότριος τύπος ἐντεθείη τῇ γλυφῇ τῆς σφενδόνης, τραχύνει καὶ συγχεῖ τὴν ἰδίαν μορφὴν τοῖς ἀνοικείοις 3.2.147 χαράγμασι περιγλύφων τὸ εἶδος. ἀλλὰ μὴν ὁ ἐν τῇ μορφῇ τοῦ θεοῦ ὑπάρχων οὐκ ἄλλῳ τινὶ χαρακτῆρι παρὰ τὸν πατέρα μεμόρφωται, χαρακτὴρ ὢν τῆς τοῦ πατρὸς ὑπο στάσεως· ἡ δὲ μορφὴ τοῦ θεοῦ ταὐτὸν τῇ οὐσίᾳ πάντως ἐστίν. ὡς γὰρ ἐν τῇ μορφῇ τοῦ δούλου γενόμενος τῇ οὐσίᾳ τοῦ δούλου ἐνεμορφώθη, οὐ ψιλὴν ἀναλαβὼν ἐφ' ἑαυτοῦ τὴν μορφὴν οὐδὲ τῆς οὐσίας διεζευγμένην, ἀλλ' ἡ οὐσία τῇ μορφῇ συσσημαίνεται, οὕτως πάντως καὶ ὁ εἰπὼν αὐτὸν ἐν μορφῇ θεοῦ εἶναι τὴν οὐσίαν διὰ τῆς μορφῆς 3.2.148 ἐνεδείξατο. εἰ οὖν ἐν τῇ μορφῇ τοῦ θεοῦ ἐστι, καὶ ἐν τῷ πατρὶ ὢν ἐσφράγισται τῇ πατρῴᾳ δόξῃ, καθώς φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ ἡ λέγουσα Τοῦτον ὁ πατὴρ ἐσφράγισεν ὁ θεός, διὸ καὶ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἡ τῆς ἀγαθότητος εἰκὼν καὶ τὸ τῆς δόξης ἀπαύγασμα καὶ πάντα ὅσα τοιαῦτα τὸ μὴ ἀναρμόστως ἔχειν τοῦ υἱοῦ τὴν οὐσίαν πρὸς τὸν πατέρα μαρτύρεται, ἄρα προδήλως τὸ τῆς βλα σφημίας τῶν ἀντικειμένων ἀσύστατον διὰ τῶν εἰρημένων 3.2.149 ἐλέγχεται. εἰ γὰρ τὰ παρηλλαγμένα οὐ συναρμόζεται, ὁ δὲ σφραγισθεὶς ὑπὸ τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ ἔχων ἐκεῖνον διὰ πάντων δείκνυσι τὸ συμφυὲς καὶ εὐάρμοστον, ἄρα διὰ τούτων ἡ ἀτοπία τῶν ἐναντίων κατὰ κράτος ἐλέγχεται. ὡς γὰρ ἐδείχθη τὸ παρηλλαγμένον ἀνάρμοστον, οὕτω τὸ ἔμ παλιν ἀναντιρρήτως ὁμολογεῖται τὸ εὐάρμοστον ἀπαράλ 3.2.150 λακτον πάντως. ὡς γὰρ τὸ παρηλλαγμένον οὐχ ἁρμόζεται, οὕτω τὸ ἁρμοζόμενον οὐ παρήλλακται· ὁ δὲ λέγων τῆς ἀγαθῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ μονογενοῦς παραλλάττειν φύσιν, ἐν αὐτῷ τῷ ἀγαθῷ τὴν παραλλαγὴν πάντως βλέπει. τὸ δὲ τοῦ ἀγαθοῦ παρηλλαγμένον τί ἐστι, Νοήσατε οἱ ἄκακοι τὴν πανουργίαν, ἡ παροιμία φησίν. 3.2.151 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. 20οὐδέν20 φησιν 20ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐ σίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. τί νοῶν ταῦτα λέγει; δύο γὰρ ἀπ' ἀλλήλων διακρίνας ὀνό ματα καὶ τὰ δι' αὐτῶν σημαινόμενα συνδιαχωρίσας τῷ λόγῳ, ἐφ' ἑαυτοῦ ἑκάτερον ἰδιαζόντως ἐκτίθεται. ἓν ὄνομα ἡ 20γέννησις20 καὶ ἕτερον ὄνομα ἡ 20οὐσία20. δέχεται, φησίν, ἡ οὐσία τὴν γέννησιν, ἄλλο τι οὖσα δηλονότι παρὰ τὴν 3.2.152 γέννησιν. εἰ γὰρ ἡ γέννησις οὐσία ἦν, ὅπερ δὴ συνεχῶς ἀποφαίνεται, ὥστε τὰς δύο προσηγορίας ἰσοδυναμεῖν ἀλλή λαις κατὰ τὴν ἔμφασιν, οὐκ ἂν εἶπεν ὅτι 20δέχεται20 ἡ οὐσία τὴν γέννησιν· ἴσον γὰρ ἂν ἦν τῷ εἰπεῖν ὅτι τὴν οὐσίαν ἡ οὐσία ἢ ὅτι τὴν γέννησιν ἡ γέννησις δέχεται, εἴπερ ταὐτὸν ἦν τῇ οὐσίᾳ ἡ γέννησις. οὐκοῦν ἄλλο μέν τι νοεῖ τὴν γέννησιν, ἄλλο δέ τι τὴν οὐσίαν, ἣ τὴν γέννησιν δέχεται. οὐ γὰρ ἂν ἦν ταὐτὸν τῷ ὑποδεχομένῳ τὸ λαμβα νόμενον. τοῦτο μὲν οὖν ἡ σοφὴ τοῦ λογογράφου τεχνο λογία φησίν. εἰ δέ τις ἔγκειται νοῦς τοῖς εἰρημένοις, ὁ κρίνειν ἐπεσκεμμένος ἐπισκεψάσθω τὸν λόγον. πάλιν δὲ τὸ ῥηθὲν ἀναλήψομαι. 3.2.153 20Οὐδὲν ἕτερον εὑρίσκειν20 λέγει 20παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. ἀλλὰ τὸ μηδεμίαν ἐγκεῖσθαι τοῖς εἰρημένοις διάνοιαν παντὶ δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν ἐπαΐοντι λόγων· ὑπόλοιπον δὲ ἂν εἴη τὴν βλασφημίαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν, ἣν διὰ τῶν ἀδιανοήτων τούτων κατασκευάζει ῥημάτων. βούλεται γάρ, εἰ καὶ μὴ δύναται διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν, ταύτην ἐμποιῆσαι τοῖς ἀκροαταῖς τὴν διάνοιαν, ὅτι κατασκευαστή ἐστι τοῦ υἱοῦ ἡ οὐσία· γέννησιν δὲ τὴν κατασκευὴν ὀνο μάζει, τῇ εὐσημοτάτῃ φωνῇ τὸ φρικτὸν περιστέλλων τῆς βλασφημίας, ὡς ἂν εὐπαράδεκτος γένοιτο ἡ τοῦ ἐκτίσθαι τὸν κύριον συγκατάθεσις, τῇ τῆς γεννήσεως λέξει τῆς 3.2.154 κατασκευῆς δηλουμένης. λέγει τοίνυν ὅτι ἡ οὐσία τὴν γέννησιν δέχεται, ἵν' ὥσπερ ἐν ὑποκειμένῳ τινὶ πράγματι πᾶσα κατασκευὴ θεωρεῖται (οὐ γὰρ ἄν τις εἴποι κατε σκευάσθαι ὃ μὴ ὑφέστηκεν), οὕτως οἷόν τι κατασκεύασμα τὴν τοῦ μονογενοῦς θεοῦ φύσιν *** προτείνας τῷ λόγῳ τὴν ποίησιν. 20εἰ τοίνυν τὴν γέννησιν δέχεται ταύ την20, φησί, τοιοῦτο σημᾶναι βουλόμενος, ὅτι οὐκ ἂν ἦν, εἰ μὴ κατεσκευάσθη. τί δὲ ἄλλο τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐστὶ μὴ γενόμενον; οὐρανός, ἀήρ, γῆ, θάλαττα, πᾶν ὅτιπερ ἔστι, γενόμενον πάντως ἐστίν· ὧν οὐδὲν ἂν ἦν, εἰ 3.2.155 μὴ γενόμενον ἦν. πῶς οὖν ὡς ἐξαίρετόν τι τῇ τοῦ μονο γενοῦς ἐνεθεώρησε φύσει τὸ εἰς αὐτὴν τὴν οὐσίαν ἀνα δέχεσθαι τὴν γέννησιν (οὕτω γὰρ τὴν κατασκευὴν ὀνο μάζει, ὡς τοῦ βομβυλιοῦ καὶ τοῦ κώνωπος οὐκ εἰς ἑαυτόν, ἀλλ' εἰς ἕτερόν τι παρ' ἑαυτὸν δεξαμένου τὴν γέννησιν); οὐκοῦν ὁμολογεῖται διὰ τῶν γεγραμμένων ὅτι καὶ πρὸς τὰ μικρότατα τῆς κτίσεως μόρια κοινοποιεῖται παρ' αὐτῶν τοῦ μονογενοῦς ἡ οὐσία καὶ πᾶν ἐπιχείρημα, δι' οὗ κατασκευ άζεται ἡ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀλλοτρίωσις, τὴν ἴσην ἰσχὺν καὶ ἐπὶ τῶν καθ' ἕκαστον ἔχει. 3.2.156 Τίς οὖν αὐτῷ χρεία τῆς ποικίλης ταύτης λεπτουργίας εἰς κατασκευὴν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος, δέον τὴν σύντομον τῆς ἀρνήσεως ὁδὸν τραπῆναι τῷ φανερῶς ἀπειπεῖν μὴ δεῖν ὁμολογεῖσθαι τοῦ υἱοῦ τὸ ὄνομα μηδὲ τὸν μονογενῆ θεὸν ἐν ταῖς ἐκκλησίαις κηρύσσεσθαι, ἀλλὰ τὴν Ἰουδαϊκὴν λατρείαν κυριωτέραν τῆς τῶν Χριστιανῶν κρί νειν ὁμολογίας, καὶ μόνον κτίστην καὶ δημιουργὸν ὁμολο γοῦντας τὸν πατέρα τὰ λοιπὰ πάντα τῷ τῆς κτίσεως ὑπά γειν ὀνόματί τε καὶ νοήματι, ἐν δὲ τούτοις τὸ τῶν ἄλλων προτεταγμένον ἔργον 20ποίημα20 λέγειν διά τινος κατασκευα στικῆς ἐνεργείας γενόμενον, [καὶ] πρωτόκτιστον ἀντὶ μονο 3.2.157 γενοῦς θεοῦ καὶ ἀληθινοῦ υἱοῦ προσαγορεύοντας; τούτων γὰρ κεκρατηκότων, εὐκολία πολλὴ πρὸς τὸν σκοπὸν αὐτῶν συμπερανθῆναι τὰ δόγματα, πάντων κατὰ τὸ εἰκὸς ἐκ τῆς τοιαύτης ἀρχῆς πρὸς τὸ ἀκόλουθον ὁδηγουμένων, ὅτι τὸν μήτε γεννηθέντα μήτε υἱὸν ὄντα, διὰ δέ τινος ἐνεργείας ὑποστάντα κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας οὐχ οἷόν τε. ἕως δ' ἂν κρατῶσιν αἱ τῶν εὐαγγελίων φωναί, δι' ὧν υἱὸς καὶ μονογενὴς καὶ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ θεοῦ καὶ τὰ τοιαῦτα κηρύσσεται, μάτην ληρήσει, ἑαυτόν τε καὶ τοὺς καθ' ἑαυτὸν διὰ τῶν τοιούτων φληνάφων παρακρουόμενος. 3.2.158 τὴν γὰρ ἀληθῆ πρὸς τὸν πατέρα σχέσιν τῆς τοῦ υἱοῦ προσηγορίας βοώσης, τίς οὕτως ἠλίθιος, ὡς Ἰωάννου καὶ Παύλου καὶ τοῦ λοιποῦ χοροῦ τῶν ἁγίων τὰς γνησίας ταύ τας φωνὰς καὶ τῆς οἰκειότητος ἐνδεικτικὰς κηρυσσόντων μὴ πρὸς ἐκείνους βλέπειν, ἀλλὰ τοῖς διακένοις κροτάλοις τῶν Εὐνομίου σοφισμάτων *** διδασκαλίαν τῶν διὰ τοῦ πνεύματος λαλούντων μυστήρια καὶ Χριστὸν ἐν ἑαυτοῖς φε ρόντων Εὐνόμιον ἀληθέστερον οἴεσθαι; τίνα τοῦτον Εὐνό μιον; τὸν πόθεν εἰς τὸ καθηγεῖσθαι Χριστιανῶν ἐπαρ 3.2.159 θέντα; ἀλλὰ ταῦτα μὲν ἐάσθω, καὶ ὥς ἐστι δυνατὸν ἡ περὶ τὰ προκείμενα σπουδὴ καταλεαινέτω τὴν καρδίαν ἡμῖν ζήλῳ τῆς πίστεως κατὰ τῶν βλασφημούντων ὑπεροι δαίνουσαν. πῶς γὰρ ἔστι μὴ παρακινηθῆναι πρὸς ὀργὴν καὶ ἀπέχθειαν ἐν τῷ τὸν θεὸν ἡμῶν καὶ δεσπότην καὶ ζωοποιὸν καὶ σωτῆρα παρὰ τῶν ἀνθρωπίσκων τούτων προ 3.2.160 πηλακίζεσθαι; εἰ γάρ μοι τὸν τῆς σαρκὸς ἐλοιδόρει πα τέρα ἢ πρὸς τὸν εὐεργέτην εἶχε τὸν ἐμὸν δυσμενῶς, ἆρα δυνατὸν ἦν ἀπαθῶς βαστάξαι τὴν κατὰ τῶν ἀγαπωμένων ὀργήν; εἰ δὲ ὁ τῆς ψυχῆς τῆς ἐμῆς κύριος, ὁ μὴ οὖσαν αὐτὴν ὑποστήσας καὶ δουλωθεῖσαν ἐξαγοράσας, ὁ τῆς τε παρούσης γεύσας ζωῆς καὶ τὴν μέλλουσαν παρασκευάσας, ὁ πρὸς βασιλείαν καλῶν καὶ ὅπως ἂν φεύγοιμεν τὴν τῆς γεέννης κατάκρισιν παρεγγυῶν–μικρὰ λέγω ταῦτα καὶ οὔπω τῆς τοῦ κοινοῦ δεσπότου μεγαλωσύνης ἐπάξια–, ὁ ὑπὸ πάσης τῆς κτίσεως προσκυνούμενος, ἐπουρανίων, ἐπι γείων, καταχθονίων, ᾧ παρεστήκασιν αἱ ἀναρίθμητοι τῶν κατ' οὐρανὸν λειτουργῶν μυριάδες, πρὸς ὃν ἐπέστραπται πᾶν ὅσον ὧδε διοικεῖται καὶ τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, εἰ οὗτος ἔκκειται πρὸς λοιδορίαν ἀνθρώποις, οἷς οὐκ ἀρκεῖ μόνον τὸ ἑαυτοὺς τῇ μερίδι τοῦ ἀποστάτου προσοικειῶσαι, ἀλλὰ ζημίαν ποιοῦνται τὸ μὴ καὶ ἄλλους εἰς τὸ αὐτὸ βά ραθρον μεθ' ἑαυτῶν ἐφελκύσασθαι διὰ τῆς λογογραφίας, ὡς ἂν μὴ λείποι τοῖς ἐπιγινομένοις ἡ πρὸς τὸν ὄλεθρον χειραγωγία, ἆρά τις μέμφεται τὴν ἐπὶ τούτοις ὀργήν; 3.2.161 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν ἐπαναδράμωμεν. δια βάλλει γὰρ ἐν τοῖς ἐφεξῆς πάλιν ἡμᾶς ὡς ταῖς ἀνθρωπίναις ὁμοιότησιν ἀτιμάζοντας τοῦ υἱοῦ τὴν γέννησιν, καὶ μέμνηταί γε τῶν γεγραμμένων τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων, ἐν οἷς φησι δύο σημαινομένων ἐκ τῆς τοῦ υἱοῦ φωνῆς, τῆς τε διὰ πάθους συστάσεως καὶ τῆς πρὸς τὸν γεγεννηκότα γνη σιότητος, τὸ μὲν ἀπρεπὲς καὶ σαρκῶδες ἐν τοῖς θείοις μὴ προσίεσθαι λόγοις, τὸ δὲ ὅσον εἰς μαρτυρίαν τῆς τοῦ μονο γενοῦς δόξης ἐστί, τοῦτο μόνον ἐν τοῖς ὑψηλοῖς παραλαμ 3.2.162 βάνεσθαι δόγμασι. τίς οὖν ἀτιμάζει ταῖς ἀνθρωπίναις ὑπολήψεσι τοῦ υἱοῦ τὴν γέννησιν, ὁ ἐξορίζων τῆς θείας γεν νήσεως τὸ παθητὸν καὶ ἀνθρώπινον, ἀπαθῶς δὲ συνάπτων τὸν υἱὸν τῷ γεννήσαντι, ἢ ὁ κοινοποιῶν πρὸς τὴν κάτω κτίσιν τὸν τὰ πάντα παραγαγόντα εἰς γένεσιν; ἀλλὰ τὸ τοιοῦτον, ὡς ἔοικεν, ἡ καινὴ αὕτη σοφία πρὸς ἀτιμίαν οἴεται βλέπειν, τὸ τῇ μεγαλειότητι τοῦ πατρὸς τὸν υἱὸν οἰκειῶσαι, μέγα δὲ καὶ ὑψηλὸν τὸ καταγαγεῖν αὐτὸν εἰς 3.2.163 ὁμοτιμίαν τῆς ἡμῖν ὁμοδούλου κτίσεως. ὢ κενῶν ἐγκλη μάτων· Βασίλειος ὡς ἀτιμάζων τὸν υἱὸν διαβάλλεται, ὁ τιμῶν αὐτὸν καθὼς τιμᾶται ὁ πατήρ, καὶ Εὐνόμιος τῆς τιμῆς τοῦ μονογενοῦς ὑπερμάχεται, ὁ τῆς ἀγαθῆς φύσεως τοῦ πατρὸς ἀφορίζων. τοιαύτην ἔσχε καὶ Παῦλος αἰτίαν παρ' Ἀθηναίοις ποτέ, πρὸς αὐτῶν ἐκείνων κατηγορούμενος ὡς ξένα καταγγέλλων δαιμόνια, ὅτε τὴν περὶ τοὺς δαίμονας πλάνην τῶν εἰδωλομανούντων διήλεγχε καὶ πρὸς τὴν ἀλή θειαν ἐχειραγώγει, καταγγέλλων ἐν τῷ Ἰησοῦ τὴν ἀνά στασιν. ταῦτα καὶ νῦν οἱ νέοι Στωϊκοὶ καὶ Ἐπικούρειοι τῷ μιμητῇ τοῦ Παύλου προφέρουσιν, οἱ εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, καθὼς περὶ τῶν Ἀθηναίων ἡ ἱστορία φησίν, 3.2.164 ἢ εἰς τὸ λέγειν τι καὶ ἀκούειν καινότερον. τί γὰρ ἂν εὑρεθείη τούτων καινότερον· υἱὸς ἐνεργείας καὶ πατὴρ κτίσματος καὶ θεὸς πρόσφατος ἐκ τοῦ μὴ ὄντος ἀναφυό μενος καὶ ἀγαθὸν ἀγαθοῦ παρηλλαγμένον; οὗτοί εἰσιν οἱ διὰ τοῦ μὴ εἶναι αὐτὸν λέγειν, ὅπερ ἐστὶν ἡ τοῦ γεννή σαντος φύσις, τιμᾶν προσποιούμενοι ταῖς καθηκούσαις τιμαῖς. ἆρ' αἰδεῖται τὸ εἶδος τῆς τοιαύτης τιμῆς ὁ Εὐνόμιος, εἰ μὴ πρὸς τὸν πατέρα λέγοι τις αὐτὸν ᾠκειῶσθαι τῇ φύσει, 3.2.165 ἀλλὰ πρός τι τῶν ἑτερογενῶν τὴν κοινωνίαν ἔχειν; εἰ γὰρ ὁ πρὸς τὴν κτίσιν κοινοποιῶν τὸν τῆς κτίσεως κύριον τιμᾶν ἐν τούτοις αὐτὸν διορίζεται, τιμάσθω καὶ οὗτος πρὸς τὸ ἄλογον ἢ ἀναίσθητον κατὰ τὴν φύσιν κοινοποιούμενος· εἰ δὲ τούτῳ χαλεπὸν καὶ ἐφύβριστον ἡ πρὸς τὸ χεῖρόν ἐστι κοινωνία, πῶς τῷ δεσποτεύοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθώς φησιν ὁ προφήτης, τιμή ἐστι τὸ τῇ ὑπο χειρίῳ καὶ δουλευούσῃ φύσει συγκατατάττεσθαι; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.3.1 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐ νομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ εἰς πλῆθος ἐκτείνοι τὸν λόγον ἡ ἀκριβὴς θεωρία, συγγνώσεται πάντως ὁ εὐγνώμων ἀκροατής, οὐχ ἡμᾶς ἀδολεσχεῖν αἰτιώμενος, ἀλλ' ἐπὶ τὸν τὴν ἀφορμὴν δεδωκότα τὴν αἰτίαν ἐπαναφέρων. καί μοι συγκεχωρήσθω βραχέα τινὰ προδιεξελθεῖν τῆς τῶν προκειμένων ἐξετάσεως, οὐδὲ ταῦτα τυχὸν τοῦ σκοποῦ τῶν σπουδαζομένων ἀπᾴδοντα. 3.3.2 Οὐδὲν τῶν διὰ κτίσεως γεγονότων σεβάσμιον εἶναι τοῖς ἀνθρώποις ὁ θεῖος ἐνομοθέτησε λόγος, ὡς ἐκ πάσης μικροῦ δεῖν ἔστι τῆς θεοπνεύστου γραφῆς τὸ τοιοῦτο μαθεῖν. ὁ Μωϋσῆς, αἱ πλάκες, ὁ νόμος, οἱ καθεξῆς προφῆται, τὰ εὐ αγγέλια, τῶν ἀποστόλων τὰ δόγματα, πάντες ἐπίσης ἀπαγο ρεύουσι τὸ πρὸς τὴν κτίσιν βλέπειν. καὶ μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον ἐφεξῆς παρατίθεσθαι τῶν εἰς τοῦτο φε ρόντων· ἀλλὰ κἂν ὀλίγας τῆς θεοπνεύστου γραφῆς μαρτυ ρίας ἐκ πολλῶν παραθώμεθα, ἐπίσης πάντως ὁ λόγος τὸ ἀξιόπιστον ἔχει, διότι τῶν θείων ἕκαστον εἰς φανέρωσιν 3.3.3 ἀληθείας τὸ ἴσον ἔχει, κἂν ἐλάχιστον ᾖ. διχῇ γὰρ διῃρη μένης τῆς περὶ τῶν ὄντων ὑπολήψεως, εἴς τε τὴν κτίσιν καὶ εἰς τὴν ἄκτιστον φύσιν, ἐὰν ἐπικρατήσῃ τὸ παρὰ τῶν ἐναντίων νῦν σπουδαζόμενον, ὥστε κτιστὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λέγειν, ἀνάγκη πᾶσα ἢ ἀθετεῖσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ μὴ προσκυνεῖσθαι τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν διὰ τὸ μὴ δεῖν προσάγειν τὴν λατρείαν τῇ κτίσει, ἢ εἴπερ δυσωποίη τὰ ἐν εὐαγγελίοις θαύματα, δι' ὧν πρὸς τὸ σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐν ἐκείνοις δηλούμενον ἐναγόμεθα, εἰς ὁμοτιμίαν ἄγειν τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, εἴπερ κατὰ τὸ δόγμα τῶν ὑπεναντίων καὶ ὁ κτιστὸς προσ κυνοῖτο θεός, οὐδεμίαν ἐν τῇ φύσει τὴν προτίμησιν ἔχων τῆς ἄλλης κτίσεως· καὶ εἰ τοῦτο κρατήσειεν, εἰς ἀναρχίαν τινὰ πάντη καὶ δημοκρατικὴν αὐτονομίαν τὰ δόγματα τῆς 3.3.4 εὐσεβείας μετενεχθήσεται. ὅταν γὰρ μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ' εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς τὴν ἴσην ὑπόληψιν τῷ μετ' ἐκεῖνο θεωρουμένῳ γενή σεται κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἐκ τῆς ἀκολου θίας ταύτης ἡ πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν παρακειμένων
2.1.153 ὄνομα. τί οὖν; ἆρα μὴ καὶ τοῦ ∆αβὶδ
μέχρι τῶν ἐσχάτων διεξιούσης.
καταγνώσεται ὁ ὑπὲρ τοὺς προφήτας φρονῶν, ὅτι δι' ὧν ἐνόησε τὸν θεόν, διὰ τούτων ὠνόμασεν, ἢ καὶ πρὸς αὐτὸν ζυγομαχήσει τὴν σεμνὴν ἐκείνην ὥσπερ ἐκ τραγῳδίας προτείνων ῥῆσιν, ὅτι 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν τοῖς παρὰ τῆς ἐπινοίας ἀγάλλει ὀνόμασι, τὴν ἐφ' ἑαυτῇ μόνῃ καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως 2.1.154 ἀγαλλομένην20; ἐρεῖ γὰρ πάντως ὁ ὑπὲρ τοῦ προφήτου λέ γων, ὅτι ἡ μὲν θεία φύσις ἐφ' ἑαυτῇ μόνῃ ἀγάλλεται καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως, ὁ δὲ ἀνθρώπινος νοῦς, ὅσον χωρεῖ διὰ τῶν ἐνεργειῶν διδασκόμενος, τοσοῦτον φθέγγεται. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἡ σοφία φησὶ τὸν πάντων γενεσιουργὸν θεωρεῖσθαι· τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσ ηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνο μάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λεγομένων ὁδηγοῦντες 2.1.155 πρὸς τὴν τῶν κρυπτῶν κατανόησιν. Εἶπα τῷ κυρίῳ, φησὶν ὁ προφήτης, θεός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. πῶς οὖν 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν20 ἡμεῖς οὕτως, καθώς φησιν οὗτος, 20ἀγάλλομεν20, ἥν φησιν ὁ προφήτης ἀπροσδεᾶ τῶν ἀνθρωπίνων εἶναι καλῶν; 2.1.156 ἢ ἀντὶ τοῦ ὀνομάζειν τὸ 20ἀγάλλειν20 ἐνόησε; καὶ μὴν ἀκούομεν παρὰ τῶν ὀρθῶς τῇ λέξει χρωμένων καὶ δι' ἀκριβείας τῶν ὀνομάτων τὴν χρῆσιν πεπαιδευμένων μὴ ἐπὶ ψιλῆς τῆς δηλώσεως τὴν τοῦ 20ἀγάλλειν20 τετάχθαι φωνήν, ἀλλὰ τὸ μὲν τοιοῦτον ἢ γνωρίζειν ἢ δηλοῦν ἢ σημαίνειν ἢ 2.1.157 ἄλλο τι τοιουτότροπον λέγεσθαι, τὸ δὲ ἀγάλλειν ἴσον ἐστὶ τῷ ἐπικαυχᾶσθαι καὶ ἐπευφραίνεσθαι καὶ εἴ τι τῆς τοιαύτης ἐμφάσεως ἔχεται· ὁ δέ φησιν ἡμᾶς 20τοῖς τῆς ἐπινοίας ὀνόμασι τὴν μακαρίαν ἀγάλλειν ζωήν20. ἡμεῖς δὲ προσθεῖναι μέν τινα τῇ θείᾳ φύσει τιμὴν τῇ ὑπὲρ πᾶσαν οὔσῃ τιμὴν μεῖζον ἢ κατὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην οἰόμεθα, γνωρίσαι δέ τι τῶν περὶ αὐτὴν διὰ τῶν εὐσεβῶς ἐπινοουμένων ῥημάτων τε καὶ ὀνομάτων ἐπιχειρεῖν οὐκ ἀρ 2.1.158 νούμεθα. καὶ διὰ τοῦτο καθ' ὅσον δυνατὸν ἡμῖν τὸ εὐσεβὲς ἰχνεύοντες τὸ μὴ ἐξ αἰτίας ὑπερκειμένης τὸ πρῶτον αἴτιον τὴν ὑπόστασιν ἔχειν καταλαμβάνομεν. ὅπερ εἰ μὲν ὡς ἀληθὲς ἀποδέχοιτό τις, ἐπαινετὸν ἂν εἴη διὰ τὴν ἀλήθειαν μόνην· εἰ δὲ ὡς μεῖζον τῶν λοιπῶν τῶν περὶ τὴν θείαν φύσιν νοουμένων τὸ τοιοῦτον κρίνοι καὶ διὰ τοῦτο μόνῃ ταύτῃ τῇ ὑπολήψει λέγοι τὸν θεὸν ἐπιγαυριῶντα καὶ εὐφραινόμενον ὥς τινι τῶν ὑπερεχόντων ἀγάλλεσθαι, μόνης τῆς Εὐνομίου Μούσης ἂν εἴη τοῦ λέγοντος αὐτὴν ἐφ' ἑαυτῇ τὴν ἀγεννη σίαν ἀγάλλεσθαι, ἣν δὴ οὐσίαν τε λέγει καὶ μακαρίαν τε καὶ θείαν ὀνομάζει ζωήν. 2.1.159 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ 20τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον20 (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς διὰ τούτων 20διαλύειν μέν20 φησι 20τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστέλλειν δὲ τὴν τῶν ἠπατημένων ἄγνοιαν20. αὐταῖς γὰρ χρήσομαι τοῦ δι θυραμβιστοῦ ταῖς ὁμοιοκαταλήκτοις φωναῖς. 20εἰπόντες20, φησίν, 20ὅτι τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φω ναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τού τοις· ὁ δὲ θεὸς καὶ σιωπώντων καὶ φθεγγομέ νων καὶ γεγονότων καὶ πρὸ τοῦ γεγονέναι τὰ 2.1.160 ὄντα ἦν τε καὶ ἔστιν ἀγέννητος20. μάθωμεν τοίνυν τί κοινὸν ἔχει ῥημάτων ἐπίνοια ἢ ὀνομάτων θέσις πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποιᾶς τῶν ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειούμεθα, ὥστε εἰ ἀγεννήτως ἔστιν ὁ θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐμφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἄκυρον κρίνειν, εἰ κατ' ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα 2.1.161 τύχοι. οὐ γὰρ ταὐτόν ἐστι τῷ εἶναι τὸ λέγεσθαι. ἀλλ' ἐστὶ μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ θεός, λέγεται δὲ παρ' ἡμῶν, ὡς ἂν ᾖ δυνατὸν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἣ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει μὴ διὰ φωνῆς ἐκκαλυπτομένας καὶ λόγου. οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες ἐπινοίᾳ τινὶ τὴν νόησιν 2.1.162 ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν. τίς οὖν ἡ βλάβη τῷ ὄντως ὄντι τὸ ὡς ἔστι παρ' ἡμῶν ὀνομά ζεσθαι; οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον καὶ τὸ ὑπάρ χειν ἀγεννήτως ἐστίν, ἀλλ' ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. τοῦτο δὲ οὐ συνεῖδεν ὁ λεπτὸς τὴν διάνοιαν οὐδὲ τὰ παρ' αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. ἦ γὰρ ἂν ἐπαύσατο τοὺς δι' ἐπινοίας τὴν 20ἀγεννησίαν20 ὀνοματο 2.1.163 ποιοῦντας κακίζων. σκοπεῖτε γὰρ ὅ φησι· 20τὰ κατ' ἐπί νοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται, ὁ δὲ θεὸς καὶ γεγενημένων καὶ πρὸ τοῦ γενέ σθαι τὰ ὄντα καὶ ἦν καὶ ἔστιν ἀγέννητος20. ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστὶν ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως, καὶ σιωπώντων καὶ φθεγγομένων οὔτε μᾶλλον οὔτε ἧττον ὢν ὅ ἐστιν, ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τὴν τῶν ἀνθρώπων κατασκευὴν ἐγνωρίσθη 2.1.164 τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ θεοῦ τιμηθέντων. εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ 20ἀγεννησία20, πῶς οὐ συνίησιν οἷς κατασκευάζει, τούτοις μαχόμενος; ἡμεῖς τε γάρ φαμεν ἐφευρῆσθαι τοῖς οὖσι τὰ γνωριστικὰ τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐννοίας, κἀκεῖνος ὑστέρους ὁμολογεῖ τοὺς κεχρημένους τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς, εἶναι δὲ τὴν θείαν φύσιν, ὡς νῦν 2.1.165 τε ἔστι καὶ ἀεὶ ἦν, ἀγεννήτως. εἰ οὖν ἐκεῖνός τε προϋπ άρχειν τῶν ἀνθρώπων ὁμολογεῖ τὴν μακαρίαν ζωήν (πάλιν γὰρ ἐπαναστρέψας τῷ αὐτῷ χρήσομαι λόγῳ) ἡμεῖς τε τὸ χρόνοις ὕστερον φῦναι τοὺς ἀνθρώπους οὐκ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαί φαμεν καὶ ὀνόμασιν, ἀφ' οὗ τε συνέ στημεν καὶ τὸ λογικοὶ εἶναι παρὰ τοῦ πεποιηκότος ἐσχή καμεν, ἡ δὲ 20ἀγεννησία20 ὄνομά ἐστιν ἐμφαντικὸν τοῦ ἰδίου νοήματος, πᾶν δὲ ὄνομα τοῦ ἀνθρωπίνου λόγου μέρος ἐστίν, ἄρα ὁ προϋφεστάναι τῶν ἀνθρώπων τὴν θείαν φύσιν ὁμο λογῶν μεταγενεστέραν εἶναι τὴν ἐφευρεθεῖσαν τῇ φύσει 2.1.166 κλῆσιν συντίθεται. οὐδὲ γὰρ ἦν εἰκὸς τοῦ λόγου τὴν χρῆσιν πρὸ τῆς τῶν κεχρημένων κατασκευῆς ἐνεργεῖσθαι, ὥσπερ οὐδὲ γεωργίαν πρὸ τῶν γεωργούντων οὐδὲ ναυτιλίαν πρὸ τῶν ναυτιλλομένων οὐδὲ ἄλλο τι τῶν κατὰ τὸν βίον ἐνεργουμένων πρὸ τοῦ συστῆναι τὸν ἀνθρώπινον βίον. τί οὖν ἡμῖν διαμάχεται ὁ τοῖς ἰδίοις αὐτοῦ λόγοις ἀκολουθεῖν οὐ γινώσκων; Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς 2.1.167 τοῦ κόσμου συστάσεως ἦν. ἀλλ' ὀνομάζεσθαι τοῦτόν φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα. εἰ γὰρ διὰ τοῦτο χρώ μεθα τοῖς ὀνόμασιν, ὥστε διδασκαλίαν· ἡμῖν ἐκεῖθεν τῶν πραγμάτων γίνεσθαι, μόνον δὲ τὸ ἀγνοοῦν ἐπιδεές ἐστι τοῦ διδάσκοντος, ἡ δὲ θεία φύσις διὰ τὸ πᾶσαν ἐμπεριειληφέναι τὴν γνῶσιν κρείττων πάσης διδασκαλίας ἐστί, δείκνυται διὰ τούτων ὅτι οὐ τοῦ θεοῦ χάριν ἀλλ' ἡμῶν ἕνεκα τὰ ὀνόματα 2.1.168 πρὸς δήλωσιν τοῦ ὄντος ἐπινενόηται. οὐ γὰρ ὅπως ἂν ἐκεῖνος ἑαυτὸν μάθοι, τὸ τῆς ἀγεννησίας ὄνομα τῇ φύσει ἐφήρμοσεν. ὁ γὰρ εἰδὼς τὰ πάντα καὶ ἑαυτὸν πρὸ πάντων συλλαβῶν καὶ ῥημάτων πρὸς τὸ μαθεῖν ὡς ἔχει φύσεως καὶ ἀξίας οὐκ ἐπιδέεται· ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσε βῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σήμαντρα καὶ χαρακτῆρας τὰς διὰ τοῦ λόγου τυπώσεις τοῖς τῆς διανοίας κινήμασιν ἐπιγράψαντες, ὥστε τῶν ἐγγινομένων τῇ ψυχῇ κινημάτων τρανὴν καὶ ἀσύγχυτον ποιεῖσθαι τὴν δήλωσιν διὰ τῶν ἐφηρμοσμένων τοῖς νοήμασι 2.1.169 φθόγγων. τί τοίνυν ἐλέγχει τὸν ἡμέτερον λόγον, καθ' ὅν φαμεν ἐπινενοῆσθαι τὸ τῆς 20ἀγεννησίας20 ὄνομα πρὸς ἔν δειξιν τοῦ ἀνάρχως τὸν θεὸν ὑφεστάναι, τῷ λέγειν ὅτι ὁ θεὸς καὶ λαλούντων καὶ σιωπώντων καὶ διανοουμένων καὶ πρὸ τῆς τῶν γενομένων ἐπινοίας ἦν τε καὶ ἔστιν ἀγέν νητος; εἰ μὲν γάρ τις ἦν ὁ κατασκευάζων μὴ πρότερον αὐτὸν ἀγέννητον εἶναι πρὶν ἢ παρ' ἡμῶν ἐξευρεθῆναι τὸ ὄνομα, συγγνωστὸς ἂν ἦν πρὸς τὴν τοιαύτην ἀτοπίαν ἐκεῖνα 2.1.170 γράφων. εἰ δὲ τὸ προϋφεστάναι καὶ λόγου καὶ διανοίας αὐτὸν παρὰ πάντων ὁμολογεῖται, ἡ δὲ τοῦ ὀνόματος θέσις, καθ' ἣν ὁ νοῦς ἐξαγγέλλεται, δι' ἐπινοίας παρ' ἡμῶν ἐξευ ρῆσθαι λέγεται, ὁ δὲ σκοπὸς αὐτῷ τῆς πρὸς ἡμᾶς ἐστι μάχης τὸ δεῖξαι μὴ παρὰ ἀνθρώπων ἐπινενοῆσθαι τὸ ὄνομα, ἀλλ' εἶναι τοῦτο καὶ πρὸ τῆς ἡμετέρας συστάσεως, οὐκ οἶδα περὶ τίνος λεγόμενον τί κοινὸν ἔχει πρὸς τὴν προκει μένην αὐτῷ σπουδὴν τὸ πρὸ τῶν ὄντων ὑφεστάναι τὸν θεὸν ἀγεννήτως λέγειν καὶ τὸ διαβεβαιοῦσθαι μεταγενεστέραν 2.1.171 εἶναι διαγωνίζεσθαι τοῦ θεοῦ τὴν ἐπίνοιαν. μὴ γὰρ ἐπί νοιάν τις εἶναι τὸν θεὸν ἀποφαίνεται, ὥστε τοῖς τοιούτοις πρὸς αὐτὸν τῶν λόγων διαγωνίζεσθαι καὶ λέγειν ἃ εἴρηκεν, ὅτι 20μαινομένων ἐστὶ τὸ πρεσβυτέραν τῶν ἐπι νοούντων ἡγεῖσθαι τὴν ἐπίνοιαν20, καὶ ἔτι πρὸς τούτοις ὅσα ὑποβὰς διεξέρχεται· 20ὥσπερ οὖν οὐδὲ ἐκεῖνο φρονούντων, τὸ τοὺς ἀνθρώπους, καί περ ὅντας ὑστάτους τῶν τοῦ θεοῦ δημιουργη μάτων, προτάττειν τῆς σφῶν αὐτῶν ἐπινοίας.20 μεγάλην γὰρ <ἂν> τῷ ὄντι τὴν ἰσχὺν ὁ λόγος εἶχεν, εἴπερ τις ἐκ μανίας ἢ παραφροσύνης ἐπίνοιαν εἶναι τὸν θεὸν ἀπε 2.1.172 φαίνετο. εἰ δὲ οὗτος μὲν ὁ λόγος οὔτε ἔστιν οὔτε μὴν γεγένηται (τίς γὰρ ἂν εἰς τοῦτο παραπληξίας ἐλάσειεν, ὥστε τὸν ὄντως ὄντα καὶ τὰ ἄλλα πάντα ὅσα ἔστιν εἰς γένεσιν ἀγαγόντα, τοῦτον μὴ καθ' ὑπόστασιν ἰδίαν εἶναι λέγειν, ἀλλ' ἐπίνοιαν ὀνόματος αὐτὸν ἀποφαίνεσθαι;) τί μάτην σκια 2.1.173 μαχεῖ τοῖς οὐ τεθεῖσι μαχόμενος; ἢ πρόδηλος ἡ αἰτία τῆς ἀδιανοήτου ταύτης φιλονεικίας, ὅτι τοὺς ἐξαπατηθέντας διὰ τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος αἰσχυνόμενος, ἐπειδὴ διηλέγχθη πάμπολυ τῆς κατὰ τὴν οὐσίαν σημασίας κεχω ρισμένον τὸ ὄνομα, ἑκὼν ποιεῖται τῶν λεγομένων τὴν σύγχυσιν, ἀπὸ τοῦ ὀνόματος ἐπὶ τὰ πράγματα μεταβιβάζων τὴν μάχην, ὡς τοὺς ἀνεπιστάτους εὐκόλως διὰ τῆς τοιαύτης παρα κρουσθῆναι συγχύσεως, νομίζοντας ἢ ἐπίνοιαν τὸν θεὸν παρ' ἡμῶν εἰρῆσθαι ἢ τῆς τῶν ἀνθρωπίνων ὀνομάτων εὑρέσεως δεύτερον, καὶ διὰ τοῦτο καταλιπὼν ἀνέλεγκτον τὸ ἡμέτερον 2.1.174 πρὸς ἕτερα μεταφέρει τὴν μάχην; τὸ γὰρ παρ' ἡμῶν ἦν, 2.1.174 καθὼς εἴρηται, τὸ τῆς 20ἀγεννησίας20 ὄνομα μὴ τὴν φύσιν ἐνδείκνυσθαι, ἀλλ' ἐξ ἐπινοίας ἐφαρμόζειν τῇ φύσει, δι' ἧς τὸ ἄνευ αἰτίας αὐτὸν ὑφεστάναι σημαίνεται. τὸ δὲ παρ' αὐτῶν κατασκευαζόμενον ἦν αὐτῆς εἶναι τῆς οὐσίας ἐν δεικτικὴν τὴν φωνήν. ποῦ τοίνυν κατεσκευάσθη τὸ οὕτως 2.1.175 ἔχειν τὴν τοῦ ὀνόματος δύναμιν; ἀλλὰ ταῦτα μὲν ἑτέροις που πάντως τεταμίευται λόγοις, ὁ δὲ πᾶς αὐτῷ πόνος εἰς τὸ ὑφεστάναι τὸν θεὸν ἀγεννήτως ἠσχόληται· ὅμοιον ὥσπερ ἂν εἴ τις σαφῶς αὐτὸν περὶ τούτων ἤρετο, τίνα περὶ τοῦ ὀνόματος τῆς ἀγεννησίας ἔχοι διάνοιαν, εἴτε ὡς ἐπινοου μένου πρὸς ἔνδειξιν τοῦ ἀνάρχως εἶναι τὸ πρῶτον αἴτιον εἴτε καὶ ὡς αὐτῆς δηλωτικοῦ τῆς οὐσίας, ὁ δὲ μάλα σεμνῶς καὶ ἐπιστατικῶς ἀπεκρίνατο τὸ οὐρανοῦ καὶ γῆς 2.1.176 τὸν θεὸν ποιητὴν εἶναι μὴ ἀμφιβάλλειν. ὡς τοίνυν οὗτος ὁ λόγος ἀπᾴδει τοῦ προταθέντος καὶ οὐ συνήρτηται, κατὰ τὸν αὐτὸν τρόπον εὕροις ἂν καὶ ἐπὶ τῆς καλλιγραφηθείσης αὐτῷ καθ' ἡμῶν μάχης τὸ πρὸς τὸν σκοπὸν ἀσυνάρτητον. οὑτωσὶ δὲ σκοπήσωμεν. 2.1.177 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι· τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν 20ἀγεννησίαν20 οὐσίαν εἶναι· πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό φαμεν ἐνδεικτικὸν εἶναι τοῦ ἀγεννήτως τὸν θεὸν ὑφεστάναι, οὐ τὴν ἀγεννησίαν εἶναι θεόν. ἐλέγχειν ἐπαγγέλλεται τὸν ἡμέτερον λόγον· τίς οὖν ὁ ἔλεγχος; ὅτι πρὸ τῆς τῶν ἀν 2.1.178 θρώπων συστάσεως ἦν, φησίν, ἀγεννήτως. τί τοῦτο πρὸς τὸ ζητούμενον; δείξειν οὗτος κατεπαγγέλλεται ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὸ ὄνομα. οὐσίαν γὰρ εἶναι τὴν 20ἀγεννη σίαν20 ὁρίζεται. τίς οὖν ἡ ἀπόδειξις; τὸ δεῖξαι προϋφε στῶτα τῶν φωνῇ κεχρημένων τὸν θεόν; ὢ τῆς ἀναντιρρήτου καὶ θαυμαστῆς ἀποδείξεως. αὕτη ἐστὶν ἡ ἐκ τῆς διαλε κτικῆς τέχνης λογικὴ λεπτουργία, πρὸς ἣν τίς <ἂν> ἀντιβλέ 2.1.179 ψειε τῶν ἀμυήτων τῆς ἀπορρήτου παιδεύσεως; ἀλλὰ σεμνῶς ἡμῖν ἐν ταῖς περὶ τῆς ἐπινοίας διαστολαῖς αὐτὸ διακωμῳδεῖ τῆς ἐπινοίας τὸ ὄνομα. 20τῶν γὰρ οὕτω κατ' ἐπί νοιαν λεγομένων20 φησὶ 20τὰ μὲν κατὰ τὴν προφορὰν ἔχειν μόνην τὴν ὕπαρξιν ὡς τὰ μηδὲν σημαίνοντα, τὰ δὲ κατ' ἰδίαν διάνοιαν· καὶ τούτων τὰ μὲν κατὰ αὔξησιν ὡς ἐπὶ τῶν κολοσσιαίων, τὰ δὲ κατὰ μείω σιν ὡς ἐπὶ τῶν πυγμαίων, τὰ δὲ κατὰ πρόσθεσιν ὡς ἐπὶ τῶν πολυκεφάλων ἢ κατὰ σύνθεσιν ὡς ἐπὶ 2.1.180 τῶν μιξοθήρων20. ὁρᾷς εἰς τί τὴν ἐπίνοιαν ἡμῖν ὁ σοφὸς διακερματίσας περαιτέρω τὴν δύναμιν αὐτῆς προελθεῖν οὐκ ἠξίωσεν. ἀσήμαντον εἶναί φησι τὴν ἐπίνοιαν, ἀδιανόητον, τὰ παρὰ φύσιν σοφιζομένην ἢ διακολοβοῦσαν ἢ ὑπερτείνουσαν τὰ ὡρισμένα μέτρα τῆς φύσεως ἢ ἐξ ἑτεροφυῶν συντιθεῖσαν ἢ τερατευομένην ταῖς ἀλλοκότοις προσθήκαις. ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ 2.1.181 ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, πόθεν ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ φιλοσοφία καὶ τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων ἡ διδασκαλία, αἱ δὲ τῶν μηχανημάτων εὑρέσεις καὶ τὰ διὰ χαλκοῦ τε καὶ ὕδατος ἐν ὡροσκοπείοις θαύματα, αὐτὴ δὲ ἡ περὶ τοῦ ὄντος φιλοσοφία καὶ ἡ τῶν νοητῶν θεωρία καὶ συλλήβδην φάναι πᾶσα ἡ περὶ τὰ μεγάλα τε καὶ ὑψηλὰ τῆς ψυχῆς ἀσχολία; τί δὲ ἡ γεωργία, τί δὲ ἡ ναυτιλία, τί δὲ ἡ λοιπὴ κατὰ τὸν βίον ἡμῶν οἰκονομία; 2.1.182 πόθεν βάσιμος τῷ ἀνθρώπῳ ἡ θάλασσα; πῶς δεδούλωται τῷ χερσαίῳ τὸ ἐναέριον, πῶς τιθασσεύεται τὸ ἀνήμερον, πῶς δαμάζεται τὸ φοβερώτερον, πῶς οὐκ ἀφηνιάζει τὸ ἰσχυρότερον; ἆρ' οὐ δι' ἐπινοίας ἐφευρέθη ταῦτα πάντα τῇ ἀνθρωπίνῃ ζωῇ; ἔστι γὰρ κατά γε τὸν ἐμὸν λόγον ἡ ἐπί νοια ἔφοδος εὑρετικὴ τῶν ἀγνοουμένων, διὰ τῶν προσεχῶν τε καὶ ἀκολούθων τῇ πρώτῃ περὶ τὸ σπουδαζόμενον νοήσει τὸ ἐφεξῆς ἐξευρίσκουσα. νοήσαντες γάρ τι περὶ τοῦ ζητου μένου τῇ ἀρχῇ τοῦ ληφθέντος διὰ τῶν ἐφευρισκομένων νοη μάτων συναρμόζοντες τὸ ἀκόλουθον εἰς τὸ πέρας τῶν σπουδαζομένων τὴν ἐγχείρησιν ἄγομεν. 2.1.183 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι; ἔξεστι γὰρ τῷ μὴ φιλο νείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τὰ ἄλλα πάντα, ὅσα βιωφελῆ τε καὶ χρήσιμα τῇ ζωῇ τῶν ἀνθρώ πων ὁ χρόνος ἐφεῦρεν, οὐχ ἑτέρως ἀλλὰ διὰ τῆς ἐπινοίας ἐξηύρηται. καί μοι δοκεῖ πάντων τῶν κατὰ τὴν ζωὴν ταύτην ἐνεργουμένων ἐν ἡμῖν ἀγαθῶν τῶν ταῖς ψυχαῖς ἡμῶν παρὰ τῆς θείας προμηθείας ἐνυπαρχόντων τὴν ἐπί νοιάν τις προτιμοτέραν κρίνων μὴ ἂν τῆς πρεπούσης κρί 2.1.184 σεως διαψευσθῆναι. λέγω δὲ ταῦτα παρὰ τοῦ Ἰὼβ δι δαχθεὶς ἐν οἷς ὁ θεὸς τῷ λόγῳ πεποίηται διὰ λαίλαπος καὶ νεφῶν τῷ θεράποντι χρηματίζων, τά τε ἄλλα λέγων ὅσα θεῷ πρέπον ἦν λέγειν καὶ ὅτι αὐτὸς εἴη ὁ ταῖς τέχναις ἐπιστήσας τὸν ἄνθρωπον καὶ γυναιξὶ χαρισάμενος ὑφαντικήν τε καὶ ποικιλτικὴν ἐπιστήμην. ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδεὶς ἂν ἀντείποι πάντως μὴ σάρκινος καὶ 2.1.185 κτηνώδης τις ὤν. ἀλλὰ μὴν εἴρηται παρ' αὐτοῦ γεγενῆ σθαι ἡμῖν τῶν τοιούτων τεχνῶν ἡ καθήγησις. οὐκοῦν ὁ δοὺς τῇ φύσει τὴν ἐπινοητικὴν καὶ εὑρετικὴν τῶν ζητου μένων δύναμιν αὐτὸς ἡμᾶς πρὸς τὰς τέχνας προήγαγε, καὶ τῷ τῆς αἰτίας λόγῳ πᾶν τὸ εὑρισκόμενόν τε καὶ κατορθού μενον εἰς τὸν ἀρχηγὸν τῆς δυνάμεως ταύτης ἐπαναφέρεται· οὕτω καὶ τὴν ἰατρικὴν ὁ βίος εὕρατο, ἀλλ' ὅμως θεοῦ 2.1.186 δῶρον τὴν ἰατρικὴν εἰπών τις οὐχ ἁμαρτήσεται. καὶ πᾶν ὅτιπέρ ἐστι κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἐξευρημένον κατ' εἰρήνην καὶ πόλεμον πρός τι τῶν χρησίμων ἐπιτηδείως ἔχον, οὐδαμόθεν ἡμῖν ἔσχε τὴν πάροδον, ἀλλὰ τοῦ νοῦ τὰ καθ' ἕκαστον ἡμῖν καταλλήλως νοοῦντος καὶ ἐφευρίσκοντος· νοῦς δὲ ἔργον θεοῦ· οὐκοῦν ἐκ θεοῦ πάντα ὅσα διὰ τοῦ 2.1.187 νοῦ ἡμῖν πεπόρισται. τὸ δὲ λέγεσθαι παρὰ τῶν ὑπεναν τίων τὰ μυθώδη πλάσματα καὶ τὰ ψευδῆ τερατεύματα παρὰ τῆς ἐπινοίας λογοποιεῖσθαι καὶ πλάσσεσθαι, οὐδὲ αὐτὸς ἀντιλέγω· πρὸς γὰρ τὸν ἡμέτερον σκοπὸν καὶ ὁ ἐκείνων λόγος συμφέρεται. φαμὲν γὰρ καὶ ἡμεῖς τὴν αὐτὴν εἶναι τῶν ἐναντίων τὴν ἐπιστήμην τῶν τε ἐπωφελῶν καὶ τῶν ὡς ἑτέρως ἐχόντων οἷον τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικὴν καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστιν· ὁ γὰρ εἰδὼς βοηθῆσαι τοῖς ἀρρωστοῦσι διὰ φαρμάκου ἐπιγνοίη ἄν, εἴπερ ἐπὶ κακῷ χρῷτο τῇ τέχνῃ, καὶ τοῖς ὑγιαίνουσιν ἐντρῖψαι τὸ δηλητή 2.1.188 ριον· καὶ ὁ πρὸς τὸν λιμένα διευθύνων τῷ πηδαλίῳ τὸ σκάφος εὐθύνειεν ἂν καὶ ἐπὶ χοιράδας ἢ σκοπέλους, εἰ τοῦτο γένοιτο φίλον αὐτῷ τὸ δι' ἐπιβουλῆς διαφθεῖραι τοὺς πλέοντας· καὶ ὁ ζῳγράφος τῇ αὐτῇ τέχνῃ τήν τε καλλίστην μορφὴν ἐπὶ τοῦ πίνακος ἔδειξε καὶ τὴν αἰσχίστην πάλιν ἐν αργῶς ἐμιμήσατο· οὕτως ὁ παιδοτρίβης τὸ ἐξηρθρωμένον μέλος διὰ τῆς ἀλειπτικῆς ἐμπειρίας ἐνήρμοσε καὶ τὸ ὑγι αῖνον, εἰ βούλοιτο, διὰ τῆς αὐτῆς τέχνης ἐξήρμοσε. 2.1.189 Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα πολὺν ὄχλον ἐπεισάγειν τῷ λόγῳ; ὡς τοίνυν ἐπὶ τῶν εἰρημένων οὐκ ἄν τις ἀντείποι τὸν πρὸς τὸ κρεῖττον ἐνεργεῖν μεμαθηκότα τέχνην τινὰ δύνασθαι ἂν τῇ αὐτῇ καὶ πρὸς τὰ μὴ δέοντα χρήσασθαι, οὕτως φαμὲν καὶ τῆς ἐπινοίας τὴν δύναμιν ἐπ' ἀγαθῷ μὲν ἐντεθεῖσθαι παρὰ τοῦ θεοῦ τῇ ἀνθρωπίνῃ φύσει, κατακεχρημένων δέ τινων τῇ ἐφευρετικῇ δυνάμει διάκονον πολλάκις καὶ συνεργὸν γίνεσθαι τῶν ἀνωφελῶν 2.1.190 εὑρημάτων. οὐκοῦν οὐκ ἐπειδὴ δύναται τὰ ψευδῆ καὶ ἀνύπαρκτα πιθανῶς ἡ ἐπίνοια διαπλάσσειν, διὰ τοῦτο τὰ ὄντως ὄντα καὶ ἀληθῶς ὑφεστῶτα διερευνᾶσθαι οὐ δύναται, ἀλλ' ἡ πρὸς τὸ τοιοῦτον ἐπιτηδειότης μαρτυρία τοῖς εὐγνώ μοσι τῆς πρὸς ἐκεῖνο δυνάμεως γίνεται. τὸ γὰρ προθέ μενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανή σασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκεφάλους ἢ πῦρ πνέοντας ἢ δρακόντων ὁλκοῖς συνεσπειραμένους εἰδοποιῆσαι ἢ πρὸς τὸ μεῖζον ἐξᾶραι τὴν συμμετρίαν ἢ διακολοβῶσαι πρὸς τὸ γελοῖον τὰ μέτρα τῆς φύσεως ἢ πηγὰς τοὺς ἀνθρώπους καὶ δένδρα καὶ ὄρνεα γενέσθαι διὰ μεταβολῆς διηγήσασθαι, δι' ὧν ἔστι ψυχαγωγίαν τινὰ τοὺς διὰ τῶν τοιούτων ἡδο μένους εὑρεῖν, ἐναργεστάτην ἀπόδειξιν εἶναί φημι τοῦ καὶ τὰ κρείττω τῶν μαθημάτων δύνασθαι ἂν διὰ τῆς εὑρετικῆς 2.1.191 δυνάμεως κατανοῆσαι. οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρ κτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν ποριστικὴν τῶν λυσιτελούντων κεκλήρωται· ἀλλὰ καθάπερ ἡ ὁρμητικὴ καὶ προαιρετικὴ τῆς ψυχῆς ἡμῶν δύναμις κατὰ μὲν τὸ προηγούμενον πρὸς τὴν τῶν καλῶν τε καὶ ἀγαθῶν ἔφεσιν ἐγκατεσκευάσθη τῇ φύσει, χρήσαιτο δ' ἄν τις καὶ πρὸς τὰ μὴ δέοντα τῇ τοιαύτῃ κινήσει, καὶ οὐκ ἄν τις εἴποι τοῦ πρὸς μηδὲν ἀγαθὸν τὴν προαίρεσιν ῥέπειν τεκμήριον εἶναι τὸ πρὸς τὰ φαῦλά ποτε τὴν ῥοπὴν ἔχειν, οὕτως καὶ ἡ περὶ τὰ μάταιά τε καὶ ἀνόνητα τῆς ἐπινοίας κίνησις οὐ κατηγορία τῆς πρὸς τὸ χρήσιμον ἀδυνα μίας ἐστίν, ἀλλ' ἀπόδειξις γίνεται τοῦ καὶ πρὸς τὰ ψυχω φελῆ τε καὶ ἀναγκαῖα μὴ ἄπρακτος εἶναι. ὡς γὰρ ἐξεῦρεν ἐκεῖ τὸ πρὸς ἡδονὴν ἢ κατάπληξιν, οὕτω καὶ ἐνταῦθα τῶν πρὸς τὴν ἀλήθειαν ἐφόδων οὐχ ἁμαρτήσεται. 2.1.192 Ἓν δὲ τῶν ζητουμένων ἦν, εἰ τὸ πρῶτον αἴτιον, ὅ ἐστιν ὁ θεός, ἀνάρχως ἔστιν ἤ τινος ἀρχῆς ἐξημμένον ἔχει τὸ εἶναι. καταλαβόντες δὲ τῇ διανοίᾳ μὴ δύνασθαι πρῶτον εἶναι τὸ ἐξ ἑτέρου νοούμενον ἐπενοήσαμεν ὄνομα τῆς τοιαύ της ἐμφαντικὸν ὑπολήψεως καί φαμεν τὸν ἄνευ αἰτίας ὑπερ κειμένης ὄντα ἀνάρχως εἴτουν ἀγεννήτως εἶναι. τὸν δὲ οὕτως ὄντα ἀγέννητον καὶ ἄναρχον ὠνομάσαμεν, οὐ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι διὰ τοῦ ὀνόματος ἐνδεικνύμενοι. 2.1.193 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑπο δείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυτευτόν ἐστιν ἢ αὐτομάτως γενόμενον. εἰ μὲν οὖν ἐκ φυτείας εἴη, φυτευτὸν πάντως προσεροῦμεν τὸ δένδρον, εἰ δὲ αὐτομάτως, ἀφύτευτον. τὸ δὴ τοιοῦτον ὄνομα καὶ τῆς ἀληθείας οὐ διασφάλλεται· πάντως γὰρ ἢ οὕτως ἢ ἑτέρως ἔσται τὸ δένδρον, καὶ τοῦ φυτοῦ τὴν ἰδιάζουσαν οὐκ ἐνδείκνυται φύσιν. τὸ μὲν γὰρ αὐτοφυῶς εἶναι διὰ τοῦ ἀφυτεύτου ἐμάθομεν, εἰ δὲ πλάτανος ἢ ἄμπελος ἢ ἄλλο τι τῶν τοιούτων φυτῶν ἐστι τὸ δηλούμενον, 2.1.194 διὰ τῆς τοιαύτης ὀνομασίας οὐκ ἐδιδάχθημεν. εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν τὸ εἶναι κατελαβόμεθα. τὸν οὖν ἀγεννήτως ὄντα θεὸν εἰς ὀνόματος τύπον τὴν ἔννοιαν ταύτην παράγοντες ἀγέννητον ὠνομάσαμεν. ὅτι μὲν οὖν οὐ διὰ γενέσεώς ἐστιν, ἐκ τῆς τοῦ ὀνόματος ἐμφάσεως ἐδηλώσαμεν, αὐτὴ δὲ ἡ οὐσία ἡ ἀγεννήτως οὖσα τίς κατὰ τὴν ἰδίαν φύσιν ἐστίν, οὐδὲν ἐκ τῆς ἐπωνυμίας ταύτης πρὸς τὸ κατι 2.1.195 δεῖν ὡδηγήθημεν. οὐδὲ γὰρ ἦν εἰκὸς μέχρι τοσούτου τὴν τῶν λογισμῶν ἐπίνοιαν ἰσχύειν, ὥστε ὑπεραίρειν ἡμᾶς τῶν μέτρων τῆς φύσεως καὶ τοῖς ἀλήπτοις ἐπιβιβάζειν καί, ὧν οὐκ ἔστιν ἔφοδος εἰς κατανόησιν, ταῦτα τῇ ἡμετέρᾳ γνώσει περιλαμβάνειν. Ἀλλὰ διασαλεύει τὸν διδάσκαλον ἡμῶν καὶ περισύρει τὸν λόγον, ὃν περὶ τῆς ἐπινοίας ἐκεῖνός φησι καὶ κατορχεῖται τῶν εἰρημένων, πάλιν συνήθως τῷ κρότῳ τῶν λεξειδίων ἐν σατυρίζων τοῖς ῥήμασι, καί φησιν· 20ὧν σφετερίζεται τὴν ἑρμηνείαν, τούτων ἐπαισχύνεται τὴν μαρ 2.1.196 τυρίαν20. ἀπαγγείλας γάρ τι μέρος τῶν κατ' ἐπίνοιαν θεωρηθέντων τῷ διδασκάλῳ, ἐν οἷς ἐκεῖνος οὐ μόνον ἐπὶ τῶν ματαίων ἐνεργὸν ἔφασκε τῆς ἐπινοίας εἶναι τὴν χρῆσιν, ἀλλ' ἔχειν τινὰ καὶ πρὸς τὰ μείζω δύναμιν, 20διὰ τοῦ κατὰ τὸν σῖτον καὶ τὸ σπέρμα καὶ τὴν τροφὴν θεωρήματος ἐπάγει τὰ εἰρημένα, τῇ ἔξωθεν αὐτὸν φιλοσοφίᾳ κατακολουθεῖν αἰτιώμενος, καὶ περικόπτειν τὴν τοῦ θεοῦ κηδεμονίαν φησί, μὴ ὁμολογοῦντα παρ' ἐκείνου τὰς ὀνο μασίας τεθεῖσθαι τοῖς πράγμασι, καὶ συμμα χεῖν αὐτὸν τοῖς ἀθέοις καὶ κατὰ τῆς προνοίας ὁπλίζεσθαι, καὶ τὴν ἐκείνων γνώμην πρὸ τῶν νόμων θαυμάζειν κἀκείνοις πλεῖον εἰς σοφίαν νέμειν, οὐκ ἐπεσκεμμένον τοὺς πρώτους τῶν λόγων, ὅτι μήπω παραχθέντων τῶν ἀνθρώ πων εἰς γένεσιν ἡ τοῦ καρποῦ καὶ τοῦ σπέρ ματος ἐπωνυμία παρὰ τῆς γραφῆς ὠνομάσθη20. 2.1.197 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦ τον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τραχύ τε καὶ δύσηχον τῆς συντάξεως τῶν εἰρημένων ἐπανορθώσασθαι. τί οὖν ἡμεῖς, τί πρὸς τὸν κηδεμόνα τῆς θείας προνοίας ἀποκρινόμεθα; ἀδικεῖν ἡμᾶς λέγει ὅτι τὸ μὲν λογικὸν γε γενῆσθαι παρὰ τοῦ θεοῦ τὸν ἄνθρωπον οὐκ ἀρνούμεθα, τὰς δὲ τῶν ῥημάτων εὑρέσεις εἰς τὴν λογικὴν δύναμιν τὴν ἐντεθεῖσαν παρὰ τοῦ θεοῦ τῇ φύσει τῶν ἀνθρώπων ἀνά γομεν. καὶ τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων, δι' οὗ πρὸς τὴν τῶν ἀθέων γνώμην αὐτομολεῖν ὁ διδά σκαλος τῆς εὐσεβείας κατηγορεῖται καὶ 20συνηθείας ἐκ θέσμου κληρονόμος καὶ συνήγορος20 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα. 2.1.198 Εἰπάτω τοίνυν ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων, ὁ θεὸς ἔθετο τὰς προσηγορίας τοῖς οὖσιν; τοῦτο γάρ φησιν ὁ νέος ἐξηγητὴς τῶν μυστικῶν δογμάτων, ὅτι βλάστην καὶ βοτάνην καὶ χόρτον καὶ σπέρμα καὶ ξύλον καὶ τὰ τοιαῦτα κατωνόμασε πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς ὁ θεὸς ἐν τῷ παράγειν εἰς κτίσιν τὰ γεγονότα διὰ προστάγματος. 2.1.199 οὐκοῦν εἰ ψιλῷ παραμένει τῷ γράμματι καὶ κατὰ τοῦτο τὸ μέρος ἰουδαΐζει τῇ γνώμῃ καὶ οὔπω πεπαίδευται ὅτι οὐχὶ γράμματός ἐστιν ὁ Χριστιανὸς μαθητὴς ἀλλὰ πνεύματος (τὸ γὰρ γράμμα, φησίν, ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ), προφέρει δὲ ψιλὴν ἐπὶ ῥήματος ἡμῖν τὴν τῶν γεγραμμένων ἀνάγνωσιν ὡς θεοῦ ταῦτα διεξελθόντος, καὶ εἰ τοῦτο πεπί στευκεν, οὐδὲν ἕτερον ἢ καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸν θεὸν διεξοδικῷ κεχρῆσθαι λόγῳ κατασκευάσει καὶ 2.1.200 φωνῇ καὶ φθόγγῳ διατυποῦν τὰ νοήματα. εἰ τοίνυν τοῦτο νοεῖ, πάντως ὅτι καὶ τὰ τούτοις ἀκόλουθα οὐκ ἀρνήσεται· ὁ γὰρ παρ' ἡμῶν λόγος διὰ τῶν φωνητικῶν ἐκφωνεῖται μορίων, ἀρτηρίας γλώσσης ὀδόντων στόματος, συνεργούσης πρὸς τὴν ἐκφώνησιν καὶ τῆς τοῦ ἀέρος ὁλκῆς καὶ τοῦ ἔν δοθεν πνεύματος. ὑπηχεῖ μὲν γὰρ ἡμῖν ἡ ἀρτηρία κάτωθεν αὐλοῦ τινος δίκην ἐνηρμοσμένη τῇ φάρυγγι· ἡ δὲ ὑπερῴα διὰ τοῦ ὑπερκειμένου κενώματος τοῦ κατὰ τοὺς μυκτῆρας διήκοντος καθάπερ τις μαγὰς ἄνωθεν ἐπιπλατύνει τῷ ἤχῳ 2.1.201 τὸν φθόγγον. ἀλλὰ καὶ αἱ παρειαὶ συνεργοῦσι τῷ λόγῳ, κατὰ τὰς ποιὰς τῶν ἄρθρων τυπώσεις κοιλαινόμεναί τε καὶ πλατυνόμεναι καὶ διὰ στενοῦ πάλιν τὸν φθόγγον προάγουσαι κατὰ τὰς πολυστρόφους τῆς γλώσσης ἀναστροφάς, ἃς ποι εῖται ἄλλοτε κατ' ἄλλο μέρος ἑαυτῆς, ἢ τοῖς ὀδοῦσιν ἢ τῇ ὑπερῴᾳ τὸ δι' αὐτῆς παριὸν πνεῦμα παρατραχύνουσά 2.1.202 πως ἢ παραθλίβουσα. συντελεῖ δέ τι καὶ ἡ τῶν χειλῶν ὑπουργία ἐν διαφόρῳ τῷ τῆς κινήσεως τρόπῳ ποικίλως συνεφαπτομένη τοῦ φθόγγου καὶ τὸν τῶν ῥημάτων τύπον συναπαρτίζουσα. εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγ μασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνο μάζων, ἀνάγκη πᾶσα μὴ ἄλλως τούτων ἕκαστον εἰπεῖν αὐτὸν ἢ ὡς λέγεται, κατὰ τὰς τῶν συλλαβῶν φημι συμ πλοκάς, ὧν αἱ μὲν διὰ χειλῶν αἱ δὲ διὰ γλώσσης αἱ 2.1.203 δὲ δι' ἑκατέρων ἀποτυποῦνται. εἰ οὖν οὐκ ἂν ἑτέρως ἐκφωνηθείη τὸ ὄνομα, μὴ τῶν φωνητικῶν μορίων διὰ τῆς ποιᾶς κινήσεως ἀπογεννώντων τὰς συλλαβὰς καὶ τὸν λόγον, πάντως ὅτι καὶ ταῦτα προστίθησι τῷ θεῷ καὶ διὰ τὴν τοῦ λόγου χρείαν διασχηματίσει τὸ θεῖον. ἡ γὰρ ποιὰ τῶν τὴν φωνὴν ἐκτελούντων μορίων διάπλασις ἐν σχήματι πάντως ἐστί· σχῆμα δὲ σώματος πέρας· πᾶν δὲ 2.1.204 σῶμα τὸ σύνθετον εἶναι οὐ διαπέφευγεν. ὅπου δὲ θεω ρεῖται σύνθεσις, ἐκεῖ καταλαμβάνεται πάντως καὶ ἡ τοῦ συνθέτου διάλυσις· ἡ δὲ διάλυσις ταὐτὸν κατὰ τὴν ἔννοιάν ἐστι τῇ φθορᾷ. οὐκοῦν τοῦτο τῆς καθ' ἡμῶν νίκης τῷ λογογράφῳ τὸ πέρας, τὸ δεῖξαι τὸν ἴδιον ἑαυτοῦ θεόν, ὃν διὰ τοῦ ὀνόματος τῆς 20ἀγεννησίας20 ἀνέπλασε, φθεγγό μενον μὲν ἵνα μὴ ἀμοιρήσῃ τῆς τῶν ὀνομάτων εὑρέσεως, σχηματιζόμενον δὲ τοῖς φωνητικοῖς μέλεσιν ἵνα τὰ ὀνόματα φθέγξηται, τῆς δὲ τοῦ σώματος φύσεως διὰ τὴν τῶν σχη μάτων ἀνάγκην οὐκ ἄμοιρον (οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ τι θεωρηθείη σχῆμα, μὴ ἐν σώματι πάντως τυπούμενον), κατ' ὀλίγον δὲ προϊόντα πρὸς τὰ συμφυῆ τοῦ σώματος πάθη διὰ μὲν τοῦ συνθέτου πρὸς τὴν διάλυσιν, διὰ δὲ ταύτης εἰς φθορὰν καταλήγοντα. 2.1.205 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντι λαμβάνεται τῶν γεγραμμένων καί φησι 20ταῦτα τὸν Μωϋσέα διαρρήδην βοᾶν ὅτι εἶπεν ὁ θεός, καὶ προστίθησι τὰ ῥήματα, τὸ Γενηθήτω φῶς καὶ Γενηθήτω στερέωμα καὶ Συναχθήτω τὰ ὕδατα καὶ Ὀφθήτω ἡ ξηρὰ καὶ Βλαστησάτω ἡ γῆ καὶ Ἐξαγαγέτω τὰ ὕδατα καὶ πάντα ὅσα καθεξῆς ἀναγέγραπται20. οὐκοῦν ἐξετάσωμεν 2.1.206 τὴν τῶν εἰρημένων διάνοιαν. τίς οὐκ οἶδε καὶ τῶν κομιδῇ νηπίων ὅτι φυσικὴν ἔχει πρὸς ἄλληλα σχέσιν ἀκοή τε καὶ λόγος, καὶ ὡς οὐκ ἔστιν ἀκοὴν ἐνεργῆσαι μηδενὸς φθεγγομέ νου, οὕτως οὐδὲ λόγον ἐνεργὸν εἶναι μὴ πρὸς ἀκοὴν εὐθυνό μενον. εἰ οὖν λέγει τὸ εἰρηκέναι τὸν θεόν, ὑποδειξάτω ἡμῖν καὶ τὴν ἀκοὴν πρὸς ἣν εἴρηκεν. ἢ πρὸς ἑαυτὸν ταῦτα λέγειν φήσει; οὐκοῦν ἑαυτῷ προστάσσει ταῦτα ἐγκελευό μενος. καὶ τίς τοῦτο δέξεται, καθῆσθαι τὸν θεὸν τὸ πρακτέον ἑαυτῷ διατάττοντα καὶ ἑαυτῷ διακόνῳ τῶν προσταγμάτων 2.1.207 καὶ ὑπηρέτῃ χρώμενον; εἰ δὲ καὶ τοῦτο δοίη τις εὐαγὲς εἶναι λέγειν, τίς ἐφ' ἑαυτοῦ ῥημάτων ἐδεήθη καὶ λόγων, κἂν ἄνθρωπος ᾖ; ἀρκεῖ γὰρ ἑκάστῳ τῆς διανοίας ἡ κίνησις τὴν τῆς προαιρέσεως ὁρμὴν ἐμποιῆσαι. ἀλλὰ τῷ υἱῷ διαλέγεσθαι πάντως ἐρεῖ. καὶ τίς ἦν χρεία πρὸς τοῦτο φωνῆς; ἴδιον γὰρ τῆς ἐνσωμάτου φύσεως τὸ διὰ ῥημάτων ἐξαγγέλλειν τὰ τῆς καρδίας νοήματα· ὅθεν καὶ ἰσοδυνα μοῦσα τῇ χρήσει τῆς φωνῆς ἡ δι' ἐπινοίας τῶν γραμμάτων 2.1.208 ἐξεύρηται δήλωσις· ἐπίσης γὰρ φθεγγόμενοί τε καὶ γράφοντες τὸ νοηθὲν ἐξαγγέλλομεν, ἀλλ' ἐπὶ μὲν τῶν μὴ λίαν ἀφεστηκό των φωνῇ τῆς ἀκοῆς καθικνούμεθα, πρὸς δὲ τοὺς πόρρωθεν γράμμασι δηλοῦμεν τὴν γνώμην, καὶ ἐπὶ τῶν παρόντων πρὸς λόγον τῆς ἀποστάσεως ἢ ἐπιτείνομεν τὸν τόνον τῆς φωνῆς ἢ ὑφίεμεν, ἔστιν δὲ ὅτε καὶ διανεύοντες μόνον τὸ πρακτέον τοῖς πέλας διεσαφήσαμεν καὶ τὴν ἐν τῇ ψυχῇ προαίρεσιν καὶ ὀφθαλμὸς τοιῶσδε διατεθεὶς ἐνεδείξατο καὶ χειρὸς ποιὰ κίνησις ἢ ἀπεῖπέ τι τῶν γινομένων ἢ κατεδέξατο. 2.1.209 εἰ τοίνυν οἱ σώματι περιειλημμένοι τὰ κρυπτὰ τῆς διανοίας κινήματα καὶ δίχα φωνῆς ἢ ῥήματος ἢ τῆς ἐν γράμμασιν ὁμιλίας πολλάκις τοῖς πέλας γνωρίζουσι καὶ οὐδεμίαν ἤνεγκε τῷ σπουδαζομένῳ πράγματι ζημίαν ἡ σιωπή, ἆρ' ἐπὶ τῆς ἀΰλου καὶ ἀναφοῦς καί, ὥς φησιν ὁ Εὐνόμιος, 20ἀνωτάτω καὶ πρώτης οὐσίας20 ῥημάτων χρεία τῶν καὶ τοῦ πατρὸς διασαφούντων τὸ νόημα καὶ τῷ μονογενεῖ γνωριζόντων τὸ βούλημα; ῥημάτων τῶν, καθὼς αὐτός φησι, 20τῇ φωνῇ πεφυκότων συνδιαλύεσθαι20; Οὐκ οἶδα εἴ τις τῶν νοῦν ἐχόντων ταῦτα ὡς ἀληθῆ παραδέξεται, ἄλλως τε παντὸς φθόγγου πάντως εἰς ἀέρα προχεομένου (οὐδὲ γὰρ δυνατὸν γενέσθαι φωνὴν μὴ ἐν ἀέρι συνισταμένην) ἀνάγκη πᾶσα μέσον τι τοῦ φθεγγο μένου καὶ τοῦ πρὸς ὃν ὁ λόγος γίνεται καὶ αὐτοὺς ὑπο 2.1.210 θέσθαι. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος, πῶς ἐκ τοῦ λαλοῦντος ἡ φωνὴ διοδεύσει πρὸς τὸν ἀκούοντα; τί οὖν ἐροῦσι τὸ μέσον ᾧ τὸν υἱὸν [ἐκ] τοῦ πατρὸς διορίζουσι; τῶν μὲν γὰρ σωμάτων ὁ κατὰ τὸν ἀέρα τόπος γίνεται μέσος, ἄλλο τι ὢν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὴν τῶν ἀνθρω πίνων σωμάτων οὐσίαν. ὁ δὲ ἀναφὴς καὶ ἀνείδεος καὶ πάσης συνθέσεως καθαρεύων θεός, τῷ μονογενεῖ θεῷ παραπλησίως, μᾶλλον δὲ ὡσαύτως ἀΰλως τε καὶ ἀσωμάτως τῶν ἰδίων κοινωνῶν βουλευμάτων, εἴπερ διὰ φωνῆς ἐποιεῖτο τὴν κοινωνίαν, τί τὸ μεσιτεῦον εἶχε, δι' οὗ ῥέων ὁ λόγος καὶ μεθιστάμενος ταῖς ἀκοαῖς τοῦ μονογενοῦς εἰσῳκίζετο; 2.1.211 εἴγε χρὴ καὶ τοῦτο παραδραμεῖν ἀθεώρητον, τὸ μὴ μεμε ρίσθαι τὸ θεῖον ταῖς ἀντιληπτικαῖς ἐνεργείαις, ὡς παρ' ἡμῖν διῃρημένως ἕκαστον τῶν αἰσθητηρίων τοῦ συγγενοῦς ἐπιδράσσεται, τοῦ ὁρατοῦ μὲν ἡ ὅρασις τοῦ ἀκουστοῦ δὲ ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις, καὶ οὔτε γεύεται ἡ ἁφὴ οὔτε ἡ ἀκοὴ τὴν τῶν ἀτμῶν ἢ τῶν χυμῶν ἀντίληψιν ἔχει, ἀλλὰ παραμένει ἕκαστον τῇ μιᾷ ἐνεργείᾳ εἰς ἣν ἐτάχθη παρὰ τῆς φύσεως, ἀναίσθητον τρόπον τινὰ πρὸς ὃ μὴ πέφυκε διαμένον καὶ ἄγευστον τῆς ἀπολαύσεως ἧς καρποῦται ἡ 2.1.212 γείτων αἴσθησις. ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὅλον δι' ὅλου τὸ θεῖον ὅρασίς ἐστι καὶ ἀκοὴ καὶ γνῶσις. οὐ γὰρ δὴ θέμις καὶ τὰς ζῳωδεστέρας τῶν αἰσθήσεων ἐφαρμόζειν τῇ ἀκηράτῳ φύσει. πλὴν εἰ χρή τι καὶ ταπεινὸν ὑποθέσθαι καὶ καταγαγεῖν εἰς χαμαιζήλους ὑπολήψεις τὸ θεῖον, ὥστε λαλεῖν μὲν οἴεσθαι ῥήματα διὰ στόματος τὸν πατέρα, ἐν εργεῖν δὲ τὴν ἀκοὴν τοῦ υἱοῦ, τί τὸ μέσον ὑποτιθέμεθα τὸ διάγον τὴν πατρικὴν φωνὴν εἰς τὴν τοῦ υἱοῦ ἀκοήν; 2.1.213 κτιστὸν εἶναι χρὴ τοῦτο ἢ ἄκτιστον; ἀλλὰ κτιστὸν μὲν οὐκ ἔστιν εἰπεῖν· πρὸ γὰρ τοῦ συστῆναι τὴν κτίσιν ὁ λόγος ἐγένετο· ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεώς ἐστιν οὐδέν. εἰ οὖν κτίσις οὐκ ἦν, ὁ δὲ μνημονευθεὶς ἐν τῇ κοσμογενείᾳ λόγος τῆς κτίσεως πρεσβύτερος ἦν, ἄρα ὁ λέγων ῥήματα καὶ φωνῆς ἦχον διὰ τοῦ λόγου σημαίνεσθαι τί τὸ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὑποθήσεται, ᾧ διετυποῦτο ἡ φωνὴ τὰ ῥήματα; εἰ γὰρ ἔστι μέσον, ἐν ἰδιαζούσῃ φύσει πάντως ἐστίν, ὡς μήτε τῷ πατρὶ ταὐτὸν εἶναι μήτε τῷ υἱῷ κατὰ τὴν φύσιν συμβαίνειν, ἀλλ' ἕτερόν τι πάντως ὂν διΐστησιν ἀπ' ἀλλήλων τὸν πατέρα καὶ τὸν υἱὸν μεταξὺ τῶν δύο 2.1.214 παρενειρόμενον. τί οὖν τοῦτο; κτιστὸν οὐκ ἔστι· νεωτέρα γὰρ ἡ κτίσις τοῦ λόγου. γεννητὸν τὸν μονογενῆ ἐδιδά χθημεν, ἀγέννητον πλὴν τοῦ πατρός ἐστιν οὐδέν. οὐκοῦν ἐξ ἀνάγκης τὸ μηδὲν εἶναι μέσον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοεῖν ὁ τῆς ἀληθείας λόγος συναναγκάζει. ὅπου δὲ διά στασις οὐκ ἐπινοεῖται, τὸ συνημμένον πάντως ὁμολογεῖται, τὸ δὲ διὰ πάντων συνημμένον φωνῇ καὶ λόγῳ οὐ μεσιτεύ εται. συνημμένον δὲ λέγω τὸ ἐν πᾶσιν ἀχώριστον. οὐ γὰρ σωματικήν τινα συμφυΐαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταὐτότητος τῶν θελημάτων ἕνωσίν τε καὶ ἀνάκρασιν. 2.1.215 ∆ιότι οὐδὲ ἔστι διαφορὰ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐν θελήματι, ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθό τητος κάλλος καὶ ἡ εἰκών ἐστι τῆς ἀγαθότητος. καὶ ὥσπερ εἴ τις ἑαυτὸν ἐν κατόπτρῳ βλέποι (κωλύει γὰρ οὐδὲν σω ματικοῖς ὑποδείγμασι παραστῆσαι τὸ νόημα), κατὰ πάντα πρὸς τὸ πρωτότυπον καὶ ἡ εἰκὼν μορφωθήσεται, ὡς αἰτίαν τῆς ἐν τῷ κατόπτρῳ μορφῆς εἶναι τὴν ἐνορῶσαν μορφὴν καὶ μήτε κινεῖσθαι μήτε ἐπικλίνεσθαι καθ' ἑαυτὴν τὴν εἰκόνα, μὴ τοῦ πρωτοτύπου τῆς ἐπικλίσεως ἢ τῆς κινήσεως ἄρξαντος, εἰ δὲ κινηθείη τὸ προηγούμενον, συγκινεῖσθαι πάντως καὶ τὸ ἐν τῷ κατόπτρῳ δεικνύμενον, οὕτω φαμὲν καὶ τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κύριον πρὸς πᾶσαν θελήματος κίνησιν ἀμέσως τε καὶ ἀδιαστάτως συν 2.1.216 διατίθεσθαι τῷ πατρί. ἠθέλησέ τι ὁ πατὴρ καὶ ὁ ἐν τῷ πατρὶ ὢν υἱὸς εἶχε τὸ θέλημα τοῦ πατρός, μᾶλλον δὲ αὐτὸς τοῦ πατρὸς ἐγένετο θέλημα. ὁ γὰρ πάντα τὰ τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ οὐκ ἔστιν ὅ τι τῶν τοῦ πατρὸς οὐκ ἔχει. εἰ δὴ πάντα ἔχει ἐν ἑαυτῷ τὰ πατρῷα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν πατέρα, πάντως μετὰ τοῦ πατρὸς καὶ τῶν τοῦ πατρὸς ὅλον τὸ θέλημα ἐν ἑαυτῷ ἔχει τὸ πατρῷον. 2.1.217 οὐ χρῄζει τοίνυν λόγῳ μαθεῖν τοῦ πατρὸς τὸ θέλημα, αὐτὸς ὢν τοῦ πατρὸς ὁ λόγος κατὰ τὴν ὑψηλοτέραν ση μασίαν τοῦ λόγου. τίς οὖν ἐκεῖνος ὁ λόγος ὁ πρὸς τὸν ὄντως λόγον γινόμενος; καὶ πῶς ὁ ὄντως λόγος λόγου πάλιν ἑτέρου πρὸς διδασκαλίαν προσδέεται; ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. 2.1.218 οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησιν ὁ ἀπόστολος, καὶ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. εἰ οὖν ῥήματα φθέγγεται ὁ θεός, πᾶς δὲ λόγος ἐπὶ ἀκοῆς ἐνεργεῖται, οἱ δημηγορεῖν τὸν θεὸν ἐν διεξοδικοῖς λόγοις ἀποφαινόμενοι γνωρισάτωσαν ἡμῖν καὶ τὸ τῶν θείων λόγων ἀκροατήριον. πρὸς ἑαυτὸν λαλεῖν οὐκ ἐδέετο, ὁ υἱὸς ἀπροσδεὴς ἦν τῆς ἐκ ῥημάτων διδασκαλίας, τὸ πνεῦμα τὸ ἅγιον πάντα, φησίν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, ἡ κτίσις οὔπω ἦν· πρὸς τίνα ὁ λόγος 2.1.219 ἐγίνετο; ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας ∆αβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς οὕτως κατὰ λέξιν ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡμέρα τῇ ἡμέρᾳ 2.1.220 ἐρεύγεται ῥῆμα καὶ νὺξ ἀναγγέλλει γνῶσιν νυκτί. καὶ εἰπὼν διηγεῖσθαι τοὺς οὐρανοὺς καὶ τὸ στερέωμα καὶ παρὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπαγγέλλεσθαι γνῶσιν καὶ ῥήματα, πάλιν ἐπάγει τοῖς εἰρημένοις ὅτι ταῦτα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ λόγοι οὐδὲ φωναὶ τούτων ἀκούονται. πῶς οὖν διηγή ματα καὶ ἀναγγελίαι καὶ ῥήματα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ 2.1.221 φωνὴ διὰ τῆς ἀκουστικῆς αἰσθήσεως ἐγγινομένη; ἆρα μά χεται πρὸς ἑαυτὸν ὁ προφήτης; ἆρά τι τῶν οὐκ ἐνδεχο μένων διέξεισιν, ἄφθογγον ῥῆμα καὶ διήγησιν ἄλαλον καὶ ἀγγελίαν δίχα φωνῆς διδάσκων; ἢ παντὸς μᾶλλον ἀληθὴς ἡ προφητεία ἡ τοῦτο διὰ τῶν εἰρημένων διδάσκουσα, ὅτι τὸ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ τῆς θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς; 2.1.222 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν; τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολ λάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλουμένου πράγματος σωματικώτερον διασκευάζει τὴν τῶν νοητῶν θεωρίαν, οἷον δὴ καὶ τοῦτο τὸ δόγμα ἐστὶν ὅπερ δοκεῖ μοι ὁ ∆αβὶδ ἀποφαίνεσθαι, τοῦτο δι' ὧν εἶπε διδάσκων· οὐδὲν τῶν ὄντων ἔκ τινος αὐτομάτου συντυχίας τὴν ὑπόστασιν ἔχει, καθάπερ ᾠήθησάν τινες τυχαίας τε καὶ ἀλόγους τῶν πρώτων στοιχείων ἀντεμπλοκὰς τὸν κόσμον ἡμῖν ὅλον καὶ τὰ ἐν αὐτῷ κατεργάσασθαι, οὐδεμιᾶς προνοίας διὰ τῶν ὄντων ἡκούσης, ἀλλ' ἔστι τι τῆς τοῦ παντὸς συστάσεως καὶ διοικήσεως αἴτιον, οὗ πᾶσα ἡ τῶν νοητῶν ἐξῆπται φύσις, κἀκεῖθεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχει καὶ πρὸς ἐκεῖνο 2.1.223 νένευκέ τε καὶ ἐπιστρέφεται καὶ ἐν αὐτῷ διαμένει. καὶ ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοουμένη καθο ρᾶται, διὰ τοῦτο πᾶσα ἡ κτίσις καὶ πρό γε πάντων, καθώς φησιν ὁ λόγος, ἡ ἐν τοῖς οὐρανοῖς διακόσμησις διὰ τῆς ἐμφαινομένης τοῖς γεγονόσι τέχνης τὴν τοῦ πεποιηκότος σοφίαν ἐνδείκνυται. καὶ τοῦτό μοι δοκεῖ παραστῆσαι θέλων τὴν ἐκ τῶν φαινομένων μαρτυρίαν τοῦ σοφῶς καὶ ἐντέχνως τὰ ὄντα κατεσκευάσθαι καὶ εἰσαεὶ διαμένειν ἐν τῇ δυνάμει 2.1.224 τοῦ τὸ πᾶν οἰακίζοντος. αὐτούς φησι τοὺς οὐρανούς, δι' ὧν τὴν σοφίαν τοῦ πεποιηκότος δεικνύουσιν, μονονουχὶ φωνὴν ἀφιέντας βοᾶν καὶ διακηρύσσειν τοῦ δημιουργοῦ τὴν σοφίαν δίχα φωνῆς. ἔξεστι γὰρ οἱονεὶ λόγῳ ταῦτα διδασκόντων ἀκούειν ὅτι πρὸς ἡμᾶς ὁρῶντες, ὦ ἄνθρωποι, καὶ τὸ ἐν ἡμῖν κάλλος καὶ μέγεθος καὶ τὴν ἀεικίνητον ταύτην περιφορὰν καὶ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν κίνησιν ἐννοήσατε τὸν ἐπιστατοῦντα τῆς ἡμετέρας συστάσεως καὶ διὰ τοῦ φαινομένου κάλλους τὸ πρωτότυπον καὶ ἀόρατον κάλλος ἀναλογίσασθε· οὐδὲν γὰρ ἐν ἡμῖν ἀδέσποτον ἢ αὐτοκίνητον ἢ αὐτόματον, ἀλλὰ πᾶν τὸ φαινόμενόν τε περὶ ἡμᾶς καὶ νοούμενον τῆς ὑψηλῆς τε καὶ ἀφράστου δυνάμεως ἤρτηται. 2.1.225 ταῦτα λόγος μὲν ἔναρθρος οὐκ ἔστιν, ἐντίθησι δὲ διὰ τῶν φαινομένων ταῖς ψυχαῖς τὴν γνῶσιν τῆς θείας δυνάμεως μᾶλλον ἢ εἰ διὰ φωνῆς ὁ λόγος ἐκήρυσσεν. ὥσπερ τοίνυν διηγεῖται ὁ οὐρανὸς καὶ οὐ φθέγγεται, καὶ ἀναγγέλλει τὸ στερέωμα τὴν τοῦ θεοῦ ποίησιν καὶ φωνῆς οὐ προσδέεται, καὶ ῥῆμα προΐεται ἡ ἡμέρα καὶ λαλιὰ οὐκ ἔστιν, καὶ οὐκ ἄν τις εἴποι διεσφάλθαι τὴν προφητείαν, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ εἷς ἀμφοτέροις τῷ Μωϋσεῖ καὶ τῷ ∆αβὶδ ὁ διδάσκαλος, τὸ πνεῦμα λέγω τὸ ἅγιον, ὁ τὸ πρόσταγμα καθηγήσασθαι τῆς κτίσεως λέγων οὐ ῥημάτων ἡμῖν δη μιουργὸν τὸν θεὸν ὑποτίθεται, ἀλλὰ πραγμάτων τῶν διὰ τῆς τῶν ῥημάτων σημασίας γνωριζομένων. ἵνα γὰρ μὴ ἀδέσποτόν τινα καὶ αὐτοφυῆ τὴν κτίσιν εἶναι νοήσωμεν, καὶ γεγενῆσθαι ταύτην παρὰ τῆς θείας φύσεως λέγει καὶ τάξει 2.1.226 τινὶ καὶ ἀκολουθίᾳ συστῆναί φησι. καὶ μακρὸν ἂν εἴη περὶ τῆς τάξεως φιλοσοφεῖν τῶν κατὰ τὴν κοσμοποιΐαν ὑπὸ τοῦ Μωϋσέως ἐν ἱστορίας χαρακτῆρι δογματικῶς εἰρημένων. ἦ γὰρ ἂν μᾶλλον δι' ἑκάστου τῶν γεγραμμένων τὸ πεπλανη μένον τε καὶ μάταιον τῆς τῶν ἐναντίων ὑπολήψεως φανερῶς διηλέγχθη. ἔξεστι δὲ τῷ βουλομένῳ τοῖς εἰς τὴν Γένεσιν πεπονημένοις ἡμῖν ἐντυχόντι δοκιμάσαι τῶν τε ἡμετέρων καὶ τῶν ὑπεναντίων τὸν ἀκολουθότερον λόγον. 2.1.227 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι τοῦ θεοῦ σύν δρομον ἀποφαίνων τὴν δύναμιν αἰσθητικώτερον ἡμῖν τὴν 2.1.228 νοητὴν ὑποδείκνυσι θεωρίαν. ἐπειδὴ γὰρ θελήματι τοῦ θεοῦ συνέστη τὰ πάντα, σύνηθες δὲ τοῖς ἀνθρώποις λόγῳ πρῶτον διασημαίνειν τὸ βούλημα καὶ οὕτως ἐπάγειν τὸ ἔργον συμ φωνοῦν τῷ βουλήματι, ἡ δὲ γραφὴ τῆς κοσμογενείας εἰσ αγωγή πως εἰς θεογνωσίαν τοῖς ἀρχομένοις ἐστί, διὰ τῶν ἑτοιμοτέρων εἰς κατανόησιν τὴν ἰσχὺν τῆς θείας παριστῶσα φύσεως, προχειρότερον δὲ εἰς γνῶσιν τῶν νοουμένων ἡ διὰ τῆς αἰσθήσεως κατάληψις γίνεται, τούτου χάριν ὁ Μωϋσῆς διὰ μὲν τοῦ <τὸ> Εἰπεῖν τὸν θεὸν τόδε γενέσθαι προτάξαι τὴν ὁρμητικὴν τοῦ θελήματος ἐξουσίαν παρίστησι, διὰ δὲ τοῦ προσθεῖναι τὸ Καὶ ἐγένετο οὕτως, τὸ μηδεμίαν εἶναι δια φορὰν βουλήσεως καὶ ἐνεργείας ἐπὶ τῆς θείας ἐνδείκνυται φύσεως· ἀλλὰ διδάσκει καθηγεῖσθαι μὲν ἐπὶ θεοῦ τῆς ἐν εργείας τὴν νόησιν, οὐκ ἐφυστερίζειν δὲ μετὰ τὸ νοηθὲν τὸ ἐνεργούμενον, ἀλλ' ἅμα τὰ δύο καὶ κατὰ ταὐτὸν θεω ρεῖσθαι, τήν τε τοῦ νοῦ κίνησιν καὶ τὴν ἀποτελεστικὴν τοῦ 2.1.229 πράγματος δύναμιν. οὐδὲν γὰρ ἔδωκεν ἐννοῆσαι μέσον ὁ λόγος τῆς προαιρέσεως καὶ τῆς πράξεως, ἀλλ' ὥσπερ τῇ ἐξάψει τῆς φλογὸς καὶ ἡ αὐγὴ συνεκφαίνεται καὶ ἐξ ἐκείνης οὖσα καὶ μετ' αὐτῆς συνεκλάμπουσα, κατὰ τὸν αὐτὸν τρόπον ἔργον μὲν τοῦ θείου θελήματος ἡ τῶν γεγονότων ἐστὶν ὑπόστασις, οὐ μὴν δευτερεύει τῇ τάξει μετὰ τὸ βούλημα. 2.1.230 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖν ἀεὶ μὲν εἶναι ναυπηγόν φαμεν τῇ δυνάμει τὸν τὴν ναυπηγικὴν ἔχοντα τέχνην, ἐνεργεῖν δὲ τότε, ὅταν ἐπὶ τῶν ἔργων δείξῃ τὴν ἐπιστήμην, οὐχ οὕτως καὶ ἐπὶ τῆς μακαρίας ζωῆς. ἀλλ' ὅλον ὅτιπέρ ἐστιν ἐν ἐκείνῃ νοούμενον ἐνέργεια καὶ πρᾶξίς ἐστιν, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος 2.1.231 μεθισταμένου. ὡς τοίνυν μαρτυρεῖ τῷ δημιουργῷ τὴν δόξαν ἡ ἐν τῷ οὐρανῷ διακόσμησις καὶ ὁμολογεῖ τὸν πεποιηκότα καὶ φωνῆς οὐ προσδέεται, οὕτω μοι τὸ ἔμπαλιν ἐκ τῆς τοῦ Μωϋσέως γραφῆς μεταλαβὼν ἄν τις λογίσαιτο, ὅτι καὶ ἑαυτοῦ κτίσμα ὁ θεὸς λέγει τὸν κόσμον ὁ τῷ προστάγματι τὸ πᾶν οὐσιώσας καὶ ῥημάτων πρὸς δήλωσιν τῆς ἐννοίας 2.1.232 ταύτης οὐκ ἐπιδέεται. ὡς οὖν ὁ ἀκούσας οὐρανοῦ διηγου μένου διεξοδικὸν οὐκ ἐζήτησε λόγον (λαλεῖ γὰρ τῷ νοῦν ἔχοντι διὰ τῶν γινομένων ὁ κόσμος τὴν διὰ τῶν ῥημάτων δήλωσιν χαίρειν ἐάσας), οὕτω κἂν τοῦ Μωϋσέως λέγοντός τις ἀκούσῃ, ὡς τοῦ θεοῦ ὀνομαστὶ περὶ τῶν καθ' ἕκαστον τοῦ κόσμου μερῶν διατάττοντός τε καὶ κελεύοντος, μήτε ψεύδεσθαι τὸν προφήτην ὑπονοείτω μήτε μικροῖς καὶ χαμαι ζήλοις νοήμασι κατασμικρυνέτω τὴν τῶν ὑψηλῶν θεωρίαν, οἷον ἐξανθρωπίζων διὰ τῶν τοιούτων τὸ θεῖον καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν φωνῇ τὰ προστάγματα διεξοδεύειν ὑποτιθέμενος, ἀλλὰ τὸ μὲν πρόσταγμα δηλούτω τὴν βού λησιν, τὰ δὲ τῶν κτισθέντων ὀνόματα αὐτὴν διασημαινέτω τὴν τῶν γεγονότων ὑπόστασιν· ὥστε τὰ δύο διὰ τῶν εἰρη μένων μαθεῖν, καὶ ὅτι βουληθεὶς ὁ θεὸς τὰ πάντα κατείρ γασται καὶ ὅτι ἀπραγμόνως τε καὶ ἀκόπως τὸ θεῖον βού λημα φύσις ἐγένετο. 2.1.233 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατα σκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θεὸς κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνερ γείας πάντως ὑπονοήσει καὶ τὸ Ἤκουσε κύριος καὶ ἠλέησέ με καὶ Ὠσφράνθη ὀσμὴν εὐωδίας καὶ ὅσα περὶ κεφαλῆς θείας ἢ ποδὸς ἢ χειρὸς ἢ ῥινὸς ἢ βλεφάρων ἢ δακτύλων ἢ ὑπο δήματος ἡ γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ θεῖον καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. 2.1.234 εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων καὶ χεῖρα κραταιὰν καὶ βραχίονα ὑψηλὸν καὶ ὀφθαλμὸν καὶ βλέφαρα καὶ πόδα καὶ ὑποδήματα θεοπρεπεῖς ἐννοίας δι' ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρ ρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφω νήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογί ζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν 2.1.235 ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ἀποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει· καὶ ὡς ἡ δύ ναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ θεοῦ κρινομένη τὸ μηδέν ἐστι καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα ὡς οὐδὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν, οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα λόγον κρινόμενός ἐστιν οὐδέν. 2.1.236 οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατε σκευάσθη φύσει, οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ' ὥς φησί που ὁ διδάσκαλος τῷ ψόφῳ τῆς γλώσσης συνα φανίζεται, οὔτε τι ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει· ὁ δὲ ἐκ τοῦ θεοῦ λόγος θεός ἐστι, λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι' οὗ τὰ πάντα ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, ζωὴ καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ φῶς καὶ πᾶν ἀγαθὸν ὢν καὶ πάντα τὰ ἐν τῷ εἶναι 2.1.237 διακρατῶν. τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ λόγου τοῦ περὶ τὸν θεὸν νοουμένου οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥή μασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον ὥς τι μέγα χαρίζεται τῷ θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν οἰκία καὶ βάθρον καὶ ῥομφαία καὶ ἄροτρον καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος, ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα, οὕτως καὶ ἡ τοῦ λόγου δύναμις ἔργον μέν ἐστι τοῦ τοιαύτην ἡμῶν πε ποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ' ἕκαστον ῥημάτων εὕρεσις πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας 2.1.238 παρ' ἡμῶν αὐτῶν ἐπενοήθη. τεκμήριον δὲ ὅτι πολλὰ τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νενό μισται, ὧν οὐκ ἄν τις τῶν νοῦν ἐχόντων εὑρετὴν τὸν θεὸν ὑπολάβοι· ὥστε κἂν ἐκ προσώπου τοῦ θεοῦ λέγηταί τινα παρὰ τῆς θείας γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνω στέον ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν δια λέγεται, καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμά θομεν ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγεννήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαΐων τῶν λόγων. 2.1.239 Καὶ ὅτι ἀληθῆ ταῦτα, μᾶλλον ἄν τις μάθοι φιλοπονώ τερον τὴν Λεϋιτικὴν νομοθεσίαν κατεξετάζων. τηγάνου γὰρ ἐκεῖ καὶ λαγάνου καὶ σεμιδάλεως καὶ τοιούτων μέμνηται ὀνομάτων ἐν ταῖς μυστικαῖς ἱερουργίαις συμβολικῶς καὶ δι' αἰνίγματος ψυχωφελῆ τινα δόγματα ὑφηγούμενος, καὶ μέτρα τινὰ κατονομάζει κατὰ τὴν τότε συνήθειαν ὕφι τι λέγων 2.1.240 καὶ νέβελ καὶ ἲν καὶ πολλὰ τοιαῦτα· ἆρα ποιήσας τὰς προσηγορίας ταύτας καὶ ὀνομάσας, ἢ τὴν ἀρχὴν οὕτω δια ταξάμενος γίνεσθαί τε καὶ λέγεσθαι, ὥστε τὸ μὲν τοιοῦτον σπέρμα σῖτον εἰπεῖν, τούτου δὲ τὴν ἐντεριώνην ὀνομάσαι σεμίδαλιν, καὶ τὰ ἐπιπόλαια καὶ ὑμενώδη καὶ διηπλωμένα τῶν πεμμάτων λάγανα προσειπεῖν καὶ τὸ τοιόνδε σκεῦος, ἐν ᾧ τὸ ὑγρὸν τοῦ φυράματος ἐξοπτᾶται καὶ ἐξικμάζεται, τή γανον ὀνομασθῆναι προστάξαι τοῦ τε ὑγροῦ τὴν τοσήνδε ποσότητα τῷ τοῦ ἲν ἢ τῷ τοῦ νέβελ ὀνόματι διαγορεύειν καὶ τοὺς ξηροτέρους καρποὺς διαμετρεῖσθαι τῷ γόμορ; 2.1.241 φλυαρία ταῦτα καὶ ματαιότης Ἰουδαϊκὴ πάμπολυ τῆς τῶν Χριστιανῶν μεγαλοφυΐας ἐκπεπτωκυῖα, τὸ οἴεσθαι τὸν μέγαν καὶ ὕψιστον καὶ ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα θεόν, τὸν μόνῃ τῇ τοῦ βουλήματος δυνάμει τὸ πᾶν διακρατοῦντα καὶ εἰς γένεσιν ἄγοντα καὶ ἐν τῷ εἶναι διατηροῦντα, τοῦτον ὥς τινα γραμματιστὴν τὰς τοιάσδε τῶν ὀνομάτων θέσεις δια 2.1.242 λεπτουργοῦντα καθῆσθαι. ἀλλ' ὥσπερ τοῖς κωφοῖς διασχη ματιζόμενοι καὶ χειρονομοῦντες τὸ πρακτέον ὑποσημαίνομεν, οὐχὶ τῷ μὴ ἔχειν ἰδίαν αὐτοὶ φωνὴν ὅταν τοῦτο ποιῶμεν, ἀλλὰ τῷ παντάπασιν ἄχρηστον εἶναι τοῖς οὐκ ἀκούουσι τὴν διὰ τῶν ῥημάτων ὑφήγησιν, οὕτω καὶ τῆς ἀνθρωπίνης φύ σεως κωφευούσης τρόπον τινὰ καὶ οὐδενὸς τῶν ὑψηλῶν ἐπαϊούσης τὴν τοῦ θεοῦ χάριν φαμὲν πολυμερῶς καὶ πολυ τρόπως ἐν τοῖς προφήταις λαλοῦσαν, κατὰ τὸ ἡμῖν εὐσύν οπτόν τε καὶ σύνηθες τὰς τῶν ἁγίων προφητῶν δια σχηματίζουσαν γλώσσας, διὰ τούτων ἡμᾶς εἰς τὴν τῶν ὑψηλῶν χειραγωγεῖν κατανόησιν, οὐ κατὰ τὴν ἰδίαν μεγα λοφυΐαν ποιουμένην τὴν διδασκαλίαν (πῶς γὰρ ἂν ἐν τῷ μικρῷ χωρηθείη τὸ μέγα;), ἀλλὰ τῇ βραχύτητι τῆς 2.1.243 ἡμετέρας συγκατιοῦσαν δυνάμεως. καὶ ὥσπερ τὴν κινητικὴν τῷ ζῴῳ δύναμιν δοὺς ὁ θεὸς οὐκέτι δημιουργεῖ καὶ τὰ καθ' ἕκαστον διαβήματα (ἅπαξ γὰρ τὴν ἀρχὴν λαβοῦσα παρὰ τοῦ πεποιηκότος ἡ φύσις ἑαυτὴν κινεῖ τε καὶ διεξάγει πρὸς τὸ ἑκάστοτε δοκοῦν ἐνεργοῦσα τὴν κίνησιν, πλὴν παρὰ κυρίου λέγεται τῷ ἀνδρὶ τὰ διαβήματα κατευθύνεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ θεοῦ λαβοῦσα ὁδῷ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις, σημεῖά τινα τοῖς οὖσι διὰ τῆς ποιᾶς τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα. 2.1.244 καὶ ταῦτά ἐστι τὰ παρ' ἡμῶν λεγόμενα ῥήματά τε καὶ ὀνόματα, οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. κἂν λέγηται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γε νέσεως ὁ καρπὸς καὶ πρὸ τῆς τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ 2.1.245 τῆς ἐπινοίας εἰρημένοις ἡ τοῦ νομοθέτου διάνοια. ὃ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθούσης γεωργίας καρ πὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύ οντες, τοῦτο τὸ πρᾶγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτομάτως γενέσθαι, ἀλλ' ἐν θελήματι τοῦ πεποιηκότος μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι· ὥστε τὸν αὐτόν τε γίνεσθαι καρπὸν ἑαυτόν τε πάλιν ἄγειν σπέρμα γινόμενον 2.1.246 καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον. φύεται δὲ κατὰ θεῖον βούλημα πρᾶγμα, οὐκ ὄνομα· ὥστε τὸ μὲν καθ' ὑπό στασιν ὂν πρᾶγμα τῆς τοῦ πεποιηκότος δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι' ὧν τὰ καθ' ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπι σημειοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὑρήματα, αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμίν τε καὶ φύσιν ἔργον θεοῦ. καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαίως κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς καὶ 2.1.247 αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται. εἰ δή τις ἀνθρω πικῶς τὸ φῶς ἢ τὸν οὐρανὸν ἢ τὴν γῆν ἢ τὰ σπέρματα παρὰ τοῦ θεοῦ προσειρῆσθαι λέγοι, πάντως ὅτι κατὰ μίαν τινὰ γλώσσης ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. τίς οὖν αὕτη, δειξάτω. τὸν γὰρ ἐκεῖνο γινώσκοντα καὶ 2.1.248 τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστί. καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ πνεύματος κάθοδον καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων καὶ ἐν τῇ μεταμορφώσει φωνὴ γίνεται ἄνωθεν διδάσκουσα τοὺς ἀνθρώπους καὶ σχῆμά τι, μὴ τὸ φαινόμενον οἴεσθαι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπη 2.1.249 τὸν υἱὸν τοῦ θεοῦ πιστεύειν εἶναι ἀληθῆ. ἡ τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκουόντων σύνεσιν ἐν τῷ ἀερίῳ σώματι παρὰ τοῦ θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τότε τῶν φθεγγομένων συνήθειαν γενομένη, οὕτω τοῦ θεοῦ τοῦ πάντας θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκουόντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρώσαντος, καθώς φησι καὶ πρὸς τοὺς Ἰουδαίους ὁ κύριος τοὺς οἰομένους βροντὴν γεγονέναι, διὰ τὸ ἐν ἀέρι συστῆναι τὸν ἦχον, ὅτι Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, 2.1.250 ἀλλὰ δι' ὑμᾶς. πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυναμένου φωνήν, ὁ λέγων ῥήμασι τὸν θεὸν κεχρῆσθαι πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ; αὐτὸς ἀσώματος, ἡ κτίσις οὐκ ἦν, οὐδὲν περὶ αὐτὸν ὑλῶδες ὁ λόγος ἐννοεῖν δίδωσιν, οἱ ὠφεληθέντες ἂν διὰ τῆς ἀκοῆς οὔπω συνέστησαν. ἀνθρώπων δὲ μὴ ὄντων οὐδὲ διαλέκτου τρόπος κατά τινα ἔθνους ἰδιότητα τετύπωτο πάν τως. ὁ τοίνυν πρὸς τὸ γράμμα ψιλὸν βλέπων τίσι λογι σμοῖς τῇ τοιαύτῃ διανοίᾳ παρίσταται ὡς τοῦ θεοῦ ταῦτα φθεγγομένου τὰ ῥήματά τε καὶ τὰ ὀνόματα; 2.1.251 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαίνονται καὶ οὐδεμία κατὰ τὴν αἴσθησιν τοῖς ἀνθρώποις ἐστὶ διαφορὰ ἐν τῇ τοῦ πυρὸς ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος μετουσίᾳ, ἀλλὰ μία ἐστὶ καὶ ἀκίνητος ἐπὶ πάντων ἡ φύσις, ὡσαύτως ἐνερ γοῦσα καὶ οὐδὲν πρὸς τὰς διαφορὰς τῶν μετεχόντων ἀλ λοιουμένη, οὕτως καὶ ἡ τῶν ὀνομάτων θέσις, εἴπερ ἦν ἐκ θεοῦ τοῖς πράγμασιν ἐφηρμοσμένη, πᾶσιν ἂν ἦν ἡ αὐτή. 2.1.252 νυνὶ δὲ τῶν μὲν πραγμάτων ἡ φύσις ἅτε δὴ παρὰ τοῦ θεοῦ πεπηγυῖα μένει ἀκίνητος, αἱ δὲ σημαντικαὶ τούτων φωναὶ πρὸς τοσαύτας γλωσσῶν διαφορὰς διεσχίσθησαν, ὡς μηδὲ ἀριθμήσασθαι τὸ πλῆθος εὔκολον εἶναι. εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχεῖν τὴν οὖσαν, ὡς ἂν μὴ 2.1.253 πάντες πάντων ἀκούοιεν. ἕως γὰρ ἦν πᾶσι κατὰ ταὐτὸν ἡ ζωὴ καὶ οὔπω πρὸς πολλὰς ἐθνῶν διαφορὰς ἐμερίσθησαν, μιᾷ συνέζων φωνῇ πάντων ἀνθρώπων τὸ πλήρωμα· ἐπεὶ δὲ κατὰ θείαν βούλησιν ἔδει πᾶσαν ὑπὸ τῶν ἀνθρώπων κατοι κισθῆναι τὴν γῆν, τότε διασπασθέντες κατὰ <τὴν> τῆς φωνῆς κοινωνίαν ἄλλος ἀλλαχῇ διεσπάρησαν καὶ πρὸς ἄλλον καὶ ἄλλον χαρακτῆρα ῥημάτων καὶ φωνῆς μεθηρμόσθησαν συνδετικήν τινα τῆς πρὸς ἀλλήλους ὁμονοίας τὴν ὁμο φωνίαν λαχόντες, πρὸς μὲν τὴν τῶν πραγμάτων οὐ διαφω νοῦντες γνῶσιν, πρὸς δὲ τὸν τῶν ὀνομάτων τύπον διαφερό 2.1.254 μενοι. οὐ γὰρ ἄλλο τι παρ' ἄλλοις ὁ λίθος ἢ τὸ ξύλον δοκεῖ, διάφορα δὲ παρ' ἑκάστοις τὰ τῆς ὕλης ὀνόματα, ὥστε μένει παγίως ἡμῖν ὁ λόγος ὁ τὰς ἀνθρωπίνας φωνὰς τῆς ἡμετέρας διανοίας εὑρήματα εἶναι διοριζόμενος. οὔτε γὰρ ἐξ ἀρχῆς, ἕως ὁμόφωνον ἅπαν ἦν ἑαυτῷ τὸ ἀνθρώ πινον, θεοῦ ῥημάτων τινὰ διδασκαλίαν γεγενῆσθαι τοῖς ἀν θρώποις παρὰ τῆς γραφῆς μεμαθήκαμεν οὔτε εἰς ποικίλας γλωσσῶν διαφορὰς διατμηθέντων ὅπως ἂν ἕκαστος φθέγγοιτο θεῖος ἐπεστάτησε νόμος· ἀλλὰ θελήσας ὁ θεὸς τοὺς ἀν θρώπους ἐν ἄλλαις γενέσθαι γλώσσαις ἀφῆκεν ὁδῷ τὴν φύσιν πορεύεσθαι κατὰ τὸ ἀρέσκον διαρθροῦσαν παρ' ἑκά στοις τὸν ἦχον πρὸς τὴν τῶν ὀνομάτων σαφήνειαν. 2.1.255 Ὁ τοίνυν Μωϋσῆς πολλαῖς ὕστερον γενεαῖς τῆς πυργο ποιΐας γενόμενος μιᾷ τῶν μετὰ ταῦτα κέχρηται γλώσσῃ ἱστορικῶς τὴν κοσμογένειαν ἡμῖν διηγούμενος καί τινας τῷ θεῷ προσάπτει φωνάς, τῇ ἑαυτοῦ γλώσσῃ καθ' ἣν πεπαί δευτό τε καὶ συνείθιστο ταῦτα διεξιὼν καὶ οὐκ ἐξαλλάσσων τὰς τοῦ θεοῦ φωνὰς ἀλλοιοτρόπῳ τινὶ καὶ ξενίζοντι φωνῆς χαρακτῆρι, ὥστε διὰ τοῦ ξένου τῆς συνηθείας καὶ παρηλ λαγμένου τῶν ὀνομάτων αὐτοῦ τοῦ θεοῦ εἶναι τὰς φωνὰς κατασκευάζειν, ἀλλὰ τῇ συνήθει χρώμενος γλώσσῃ ὁμοίως 2.1.256 τά τε ἑαυτοῦ καὶ τὰ τοῦ θεοῦ διεξέρχεται. φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο τοῖς Ἰσραηλίταις θαυματοποιηθῆναι, τὸ τὴν γλῶσσαν ταύτην ἀθρόως μετὰ τὴν Αἴγυπτον ἐνσχεδιασθῆναι τῷ ἔθνει. καί τις ἐστὶ τοῦ προφήτου λόγος τὸ τοιοῦτον πιστούμενος· ἐν γὰρ τῷ ἐξελθεῖν αὐτόν, φησίν, ἐξ Αἰγύπτου τότε γλῶσσαν 2.1.257 ἣν οὐκ ἔγνω ἤκουσεν. εἰ οὖν Ἑβραῖος μὲν Μωϋσῆς, τε λευταία δὲ τῶν ἄλλων ἡ τῶν Ἑβραίων φωνή, ὁ μετὰ τὴν τοῦ κόσμου σύστασιν τοσαύταις ἐτῶν χιλιάσιν ὕστερον γε γονὼς καὶ τῇ καθ' ἑαυτὸν φωνῇ τὰς τοῦ θεοῦ διηγούμενος ῥήσεις ἆρ' οὐχὶ σαφῶς διδάσκει τὸ μὴ τοιαύτην φωνὴν τὴν κατὰ ἄνθρωπον σχηματιζομένην ἀναγράφειν ἐπὶ τοῦ θεοῦ, ἀλλὰ ταῦτα μὲν λέγειν διὰ τὸ μηδὲ δυνατὸν εἶναι τὸ νοηθὲν ἑτέρως εἰπεῖν ἢ ἀνθρωπίναις φωναῖς, σημαίνειν δὲ διὰ τῶν λεγομένων θεοπρεπῆ τινα καὶ μεγαλοφυεστέραν διάνοιαν; 2.1.258 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι μεμαθή καμεν διὰ τοῦτο τὴν θείαν δύναμιν εἰς πολλὰς διεσχίσθαι φωνάς, ὡς ἂν μηδεὶς τῶν ἑτερογλωσσῶν ἀποστεροῖτο τῆς ὠφελείας· ὁ δὲ θεὸς πρὸ τῆς κτίσεως ἀνθρωπικῶς διε 2.1.259 λέγετο τίνα ὠφελεῖν μέλλων ἐκ τῆς τοιαύτης φωνῆς; τὸ μὲν γὰρ συνδιατίθεσθαι τῇ τῶν ἀκουόντων δυνάμει τὸν λόγον πρὸς τὸν τῆς ὠφελείας σκοπόν, οὐδὲν ἄν τις ἀνάξιον τῆς θείας εἶναι φιλανθρωπίας ὑποτυπήσειεν, ἐπεὶ καὶ Παῦλος ὁ μιμητὴς τοῦ κυρίου πρὸς τὰς τῶν ἀκουόντων ἕξεις οἶδεν ἁρμοδίως τὸν λόγον μεταχειρίζεσθαι, γάλα τοῖς νηπίοις γινόμενος καὶ στερεὰ τοῖς τελείοις τροφή· τὸ δὲ μηδενὸς κατορθουμένου σκοποῦ διὰ τῆς τοιαύτης τοῦ λόγου χρήσεως ἔπειτα κατασκευάζειν τοιάδε τινὰ ῥήματα τὸν θεὸν ἐφ' ἑαυτοῦ ῥαψῳδεῖν, οὐκ ὄντος τοῦ δεομένου τῆς διὰ τῶν τοιού των φωνῶν σημασίας, οὐκ οἶδα πῶς ἐστι μὴ καταγέλαστον 2.1.260 ἅμα καὶ βλάσφημον τὸ τοιοῦτον οἴεσθαι. οὔτε οὖν Ἑβραία τοῦ θεοῦ ἡ φωνὴ οὔτε καθ' ἕτερόν τινα τύπον τῶν ἐν τοῖς ἔθνεσι νενομισμένων προφερομένη· ἀλλ' ὅσοι τοῦ θεοῦ λόγοι παρὰ τοῦ Μωϋσέως ἢ τῶν προφητῶν ἐγράφησαν, ἐν δείξεις εἰσὶ τοῦ θείου θελήματος ἄλλως καὶ ἄλλως κατὰ τὴν ἀξίαν τῶν μετεχόντων τῆς χάριτος τῷ καθαρῷ τε καὶ 2.1.261 ἡγεμονικῷ τῶν ἁγίων ἐλλάμπουσαι. οὐκοῦν ἐφθέγγετο μὲν ὁ Μωϋσῆς ὡς ἐπεφύκει τε καὶ πεπαίδευτο, προσετίθει δὲ τῷ θεῷ τὰς φωνὰς ταύτας καθὼς εἴρηται πολλάκις διὰ τὸ νηπιῶδες τῶν ἄρτι τῇ θεογνωσίᾳ προσαγομένων πρὸς ἐναργῆ τε παράστασιν τοῦ θείου θελήματος καὶ ὡς ἂν εὐπειθεστέρους ἀπεργάσαιτο τοὺς ἀκούοντας τῇ ἀξιοπιστίᾳ τοῦ εἰρηκότος δυσωπουμένους. 2.1.262 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς 20ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος20–ὑπαλλάξας γὰρ τὴν ὕβριν εἰς εὐφημίαν τοῖς ἰδίοις αὐτὸν δεξιώσομαι. ἀλλ' 20αὐτὸν αὐτῷ μαρτυρεῖν τὸν Μωϋσέα20 διϊσχυρίζεται 20παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν δεδω ρῆσθαι τοῖς ἀνθρώποις τῶν τε ὀνομαζομένων καὶ τῶν ὀνομάτων τὴν χρῆσιν, καὶ τήν γε τῶν δεδομένων κλῆσιν ἀνωτέραν εἶναι τῆς τῶν χρω μένων γενέσεως20, οὑτωσὶ πάντα κατὰ λέξιν εἰπών. 2.1.263 εἰ μὲν οὖν ἴδιον κέκτηταί τινα Μωϋσέα, παρ' οὗ τὰ σοφὰ ταῦτα διδάσκεται, κἀκεῖθεν ὁρμώμενος τοῖς τοιούτοις ἐπι θαρσεῖ τῶν λόγων, ὅτι 20θεὸς διαθεσμοθετεῖ20, καθὼς οὗτός φησι, 20τῶν ἀνθρώπων τὰς ῥήσεις20, οὑτωσί τε κελεύων καὶ ἑτέρως ἀπαγορεύων τὰς ἐπὶ τῶν πραγμάτων κεῖσθαι φωνάς, κεχρήσθω πρὸς τὸ δοκοῦν τοῖς λήροις, σύμμαχον ἔχων τὸν κρυπτὸν Μωϋσέα. εἰ δὲ μόνος ἐστὶ Μωϋσῆς οὗ ἡ γραφὴ κοινὸν μάθημα τοῖς τὸν θεῖον λόγον πεπαιδευμένοις ἐστί, δεξόμεθα τὴν κατάγνωσιν, εἰ ὑπὸ τῶν 2.1.264 τοῦ Μωϋσέως ἐλεγχόμεθα λόγων. ποῦ τοίνυν τὸν περὶ ῥη μάτων τε καὶ ὀνομάτων εὕρατο νόμον, ἐπ' αὐτῶν ἐκθέσθω τῶν γεγραμμένων. κοσμογένεια καὶ τῶν καθεξῆς ἀνθρώ πων γενεαλογία καὶ πραγμάτων τινῶν ἱστορία καὶ ἡ ποικίλη νομοθεσία περί τε τῶν κατὰ τὴν λατρείαν καὶ τῶν κατὰ τὸν βίον παρατηρημάτων, ταῦτα τῆς Μωϋσέως γραφῆς τὰ κεφάλαια. εἰ δέ φησιν οὗτος εἶναί τινα ῥημάτων νομο θεσίαν, δειξάτω τὸν νόμον, κἀγὼ σιωπήσομαι· ἀλλ' οὐκ ἂν 2.1.265 εἰπεῖν ἔχοι. οὐ γὰρ ἂν τῶν ἐναργεστέρων ἀφέμενος ἀπο δείξεων ἐκεῖνα διεξῄει δι' ὧν καταγέλαστος μᾶλλον ἢ πιθανὸς δοκεῖ τοῖς ἀκούουσι. τὸ γὰρ οἴεσθαι τοῦτο εἶναι <τὸ> τῆς εὐσεβείας κεφάλαιον, τὸ ῥημάτων εὕρεσιν προσ μαρτυρεῖν τῷ θεῷ, ᾧ μικρὸς εἰς εὐφημίαν ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ θαύματα, πῶς οὐ τῆς ἐσχάτης εὐηθείας ἐστὶ τῶν μεγάλων ἀφέμενον ἐκ τῶν ἀνθρωπίνων σεμνύνειν τὸ θεῖον; πρόσταγμα τῆς κτίσεως καθηγήσατο ῥηθὲν μὲν παρὰ τοῦ Μωϋσέως ἀνθρωπικῶς, θεοπρεπῶς δὲ γενόμενον. 2.1.266 τὸ τοίνυν ποιητικὸν τῶν θείᾳ δυνάμει συνεστηκότων θέλημα τοῦτο ῥημάτων διδασκαλίαν ὁ ἀκριβὴς ἐπιΐστωρ τῶν γραφῶν ἀποφαίνεται, καὶ ὥσπερ εἰπόντος τοῦ θεοῦ γενηθήτω ῥῆμα ἢ συστήτω λόγος ἢ τόδε τοιάνδε λαχέτω τὴν κλῆσιν οὗτος εἰς συνηγορίαν προβάλλεται τῶν ἰδίων ῥημάτων τὴν ὑπο στατικὴν τῆς κτίσεως ἐν τῷ θείῳ θελήματι κίνησιν, ὑπὸ πολλῆς προσοχῆς τῶν γραφῶν καὶ ἐμπειρίας οὐδὲ τοῦτο εἰδώς, ὅτι καὶ ὁρμὴ διανοίας φωνὴ πολλάκις παρὰ τῆς 2.1.267 γραφῆς ὀνομάζεται. καὶ τούτου μάρτυς Μωϋσῆς αὐτός, ὃν πολλαχῆ παρασύρων κατὰ τοῦτο τὸ μέρος ἠγνόησε. τίς γὰρ οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν καθωμιληκότων τῇ βίβλῳ, ὅτι κατεπλάγησαν μὲν ἀθρόως ἐν τῇ ἐρήμῳ τῶν Αἰγυπτίων τὴν ἔφοδον ὁ Ἰσραηλίτης λαός, ἄρτι τὴν Αἴγυπτον ἀπο δράσαντες, πανταχόθεν δὲ προφαινομένων αὐτοῖς τῶν δεινῶν, ἐκεῖθεν τῆς θαλάσσης ἀποτειχιζούσης τὴν πάροδον, κατόπιν τῶν πολεμίων τὴν φυγὴν κωλυόντων, συστάντες πρὸς τὸν προφήτην τῆς ἀμηχανίας ταύτης ἐκεῖνον ἐπῃτιῶντο· τοῦ δὲ παραμυθουμένου τοὺς κατεπτηχότας τῷ φόβῳ καὶ εἰς προ θυμίαν παραθαρσύνοντος γίνεται θεόθεν φωνὴ ὀνομαστὶ τὸν 2.1.268 προφήτην προσκαλουμένη· Τί βοᾷς πρός με; καίτοι γε πρὸ τῶν εἰρημένων οὐδεμιᾶς ὁ λόγος ἐπιμέμνηται Μωϋσέως φωνῆς, ἀλλ' ἡ πρὸς τὸν θεὸν τοῦ προφήτου διάνοια φωνή τις ὠνομάσθη κατὰ τὸ σιωπώμενον ἐν τῷ κρυπτῷ τῆς καρ δίας νοήματι βοωμένη. εἰ δὴ Μωϋσῆς βοᾷ μὴ φθεγγόμενος ὑπὸ μάρτυρι τῷ τῶν ἀλαλήτων στεναγμῶν ἐπαΐοντι, τί καινὸν εἰ καὶ τὸ θεῖον βούλημα γνοὺς ὁ προφήτης, ὡς δυνατὸν ἦν αὐτῷ τε εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι, διὰ τῶν γνωρίμων ἡμῖν καὶ συνήθων ἐφανέρωσε λόγων, διάλογον θεοῦ σωματικώτερον διαγράφων οὐ ῥήμασι γινόμενον, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν 2.1.269 ἐκφωνούμενον; Ἐν ἀρχῇ ἐποίησε, φησίν, ὁ θεὸς οὐ τὸ ὄνομα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εἶπε Γενηθήτω φῶς, οὐχὶ προσηγορία φωτός· Καὶ διακρίνας τὸ φῶς ἀπὸ τοῦ σκότους ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζε σθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς ἐξε τάσεως, ὡς ἂν ἰσχυρότερον ἡμῖν βεβαιωθείη τὸ δόγμα, μηδεμιᾶς ἀντιθέσεως ἀνεξετάστου παραλειφθείσης. Ἐκά λεσε, φησίν, ὁ θεὸς τὸ στερέωμα οὐρανὸν καὶ τὴν ξηρὰν ἐκάλεσε γῆν καὶ τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα. 2.1.270 πῶς οὖν, ἐροῦσι, τῆς γραφῆς ὁμολογούσης παρὰ τοῦ θεοῦ τεθεῖσθαι τούτοις τὰς κλήσεις ὑμεῖς ἀνθρωπίνης ἐπινοίας εἶναί φατε τὰ ὀνόματα; τί οὖν πρὸς ταῦτα ἡμεῖς; πάλιν ἐπὶ τὸν ἰδιώτην καταφεύγομεν λόγον καί φαμεν ὅτι ὁ πᾶσαν τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος ἀγαγὼν εἰς οὐσίαν πραγμάτων ἐστὶ δημιουργὸς ἐν ὑποστάσει θεωρουμένων, οὐκ ὀνομάτων ἀνυποστάτων ἐν φωνῆς ἤχῳ καὶ ψόφῳ γλώττης συνιστα μένων· τὰ δὲ πράγματα κατὰ τὴν ἐγκειμένην ἑκάστῳ φύσιν καὶ δύναμιν διά τινος σημαντικῆς φωνῆς ὀνομάζεται, κατὰ τὴν ἐπιχωριάζουσαν ἐν ἑκάστῳ [τῷ] ἔθνει συνήθειαν τῆς 2.1.271 προσηγορίας τοῖς ὑποκειμένοις ἁρμοζομένης. ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μέν ἐστι τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγ ματος ὄνομα (τὸ μὲν γάρ ἐστιν ἐκλαμπτικὸν καὶ καυστικὸν ξηρόν τε καὶ θερμαντικὸν καὶ ἀναλωτικὸν τῆς ὕλης ἧς ἂν περιδράξηται, τὸ δὲ ὄνομα φωνή τις βραχεῖα διὰ μιᾶς συλ λαβῆς ἐκφωνουμένη), τούτου ἕνεκεν ὁ διαιρῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς φθάσαντες εἴπομεν· καὶ οὐκ ἄν τις εἴποι ὄνομα μόνον ἐπιβεβλῆσθαι τῷ πυρί, ὅταν τις ἢ φανὸν ἢ ἀναλωτικὸν ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ· τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐγκειμένων δυνά 2.1.272 μεων σημαντικαί εἰσιν αἱ τοιαῦται φωναί. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος μιᾶς φύσεως ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινομένης ἴδιόν τι τῶν ἐν τῇ κτίσει ταύτῃ γινωσκομένων ἡ διαφορὰ τῶν ὀνο μάτων παρίστησιν, ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσηγορίας, ἕτερον δὲ διὰ 2.1.273 τοῦ στερεώματος. ὅταν μὲν γὰρ τὸ πέρας τῆς αἰσθητῆς κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ' ἣν ἡ νοητή τε καὶ ὑπερ κόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον στερέωμα λέγεται ἡ ἀρχή τε καὶ τὸ πέρας πάσης τῆς ὑλικῆς ὑποστάσεως· ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾧ πᾶσα ἡ ὑλικὴ περι κρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τὸν τῶν 2.1.274 ὁρατῶν πάντων ὅρον γινόμενον. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ξηρᾶς, ἐπειδὴ πρὸς δύο ταῦτα <τὰ> στοι χεῖα ἡ κατωφερής τε καὶ βαρεῖα φύσις διεμερίσθη, πρός τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ξηρᾶς προσηγορία διασταλτική πως τῆς ἀντιστοιχούσης ποιότητος· τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει ξηρὰ κατωνόμασται, ὅτε ἀποδυσα μένη θείῳ προστάγματι τὸ περικεχυμένον ὕδωρ ἐπὶ τῆς 2.1.275 ἰδίας ἐφάνη ποιότητος· τὸ δὲ τῆς γῆς ὄνομα οὐκέτι μιᾶς τινος τῶν περὶ αὐτὴν ποιοτήτων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπεριλαμβάνει διὰ τῆς ἐγκειμένης ἐμφάσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, οἷον τὸ ναστόν, τὸ πυκνόν, τὸ ἐμβριθές, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον. οὔκουν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ξηρὰ πρὸς τὸ τελευταῖον αὐτῇ ἐπιβληθὲν ὄνομα (οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ξηρὰ καὶ εἶναι καὶ λέγεσθαι), ἀλλὰ μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης ἑκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὕπεστι σημασία, ἡ μὲν ἀντιδιαιρετικὴ τῆς ἑτερογενοῦς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρου μένης δυνάμεως. 2.1.276 Οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τοῦ σκότους εὑρίσκομεν οὐ συλλα βῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δη μιουργούμενον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προση 2.1.277 γοριῶν τούτων ἐπιγινώσκομεν. λύεται κατὰ τὸ θέλημα τοῦ θεοῦ τῇ εἰσόδῳ τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν· τῆς δὲ γῆς ἐν τῷ μέσῳ περισχεθείσης καὶ τῇ πανταχόθεν τῶν ἑτεροφυῶν στοιχείων περιβολῇ ἑαυτὴν ἀνεχούσης, καθώς φησιν ὁ Ἰὼβ ὅτι Κρεμάζων γῆν ἐπὶ μηδενός, ἐπάναγκες ἦν καθ' ἓν μέρος τοῦ φωτὸς διο δεύοντος ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὄγκῳ τῆς γῆς ὑπολειφθῆναί τινα διὰ τοῦ ἀποσκιάσματος μοῖραν τοῦ σκότους, τῆς δὲ ἀεικινήτου περιφορᾶς τοῦ πόλου συμπεριαγούσης ἑαυτῇ κατ' ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀπο σκιάσματος ἐπισυμβαίνοντα ζόφον τὴν ἐγκύκλιον ταύτην περίοδον τάξαι τὸν θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρο νικῆς παρατάσεως· τὸ δὲ μέτρον τοῦτο ἡμέρα ἐστὶ καὶ 2.1.278 νύξ. διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὸν ἐξ ἀντιφράξεως τῆς γῆς ἐπεισιόντα ζόφον χωρισμὸν φωτὸς καὶ σκότους ὠνόμασε καὶ τὴν ἀεὶ γινομένην περὶ τὸν περί γειον χῶρον τοῦ φωτὸς πρὸς τὸ σκότος ἔμμετρον διαδοχὴν ἡμέραν καὶ νύκτα προσεῖπεν. ὥστε οὐχὶ ἐπίκλητον τὸ φῶς ἡμέρα προσηγορεύθη, ἀλλ' ὥσπερ ἐγένετο φῶς καὶ οὐχὶ ψιλὴ προσηγορία φωτός, οὕτως καὶ τοῦ χρόνου τὸ μέτρον ἐγένετο, ἐπηκολούθησε δὲ τῷ μέτρῳ τὸ ὄνομα, οὐκ ἐν ῥημάτων ψόφῳ παρὰ τοῦ πεποιηκότος γενόμενον, ἀλλ' αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἐπισπασαμένης τὴν διὰ 2.1.279 τῆς φωνῆς σημασίαν. καὶ ὥσπερ εἰ τοῦτο σαφῶς εἴρητο παρὰ τοῦ νομοθέτου, ὅτι πᾶν τὸ φαινόμενον καὶ ὀνομαζό μενον οὐκ αὐτοφυές ἐστιν οὐδὲ ἀποίητον, ἀλλ' ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχει, ἀφ' ἑαυτῶν ἂν συνεθήκαμεν τὸ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ μέρη καὶ τὴν ἐνθεωρουμένην τάξιν καὶ τὴν γνωριστικὴν τῶν ὄντων δύναμιν τὸν θεὸν πεποιη κέναι, οὕτως καὶ δι' ὧν εἶπε πρὸς ταύτην ἐνάγει ἡμᾶς τὴν διάνοιαν, εἰς τὸ πιστεύειν τὸ μηδὲν τῶν ὄντων ἄναρχον εἶναι. καὶ πρὸς τοῦτο βλέπων ὁδῷ καὶ τάξει τὰ καθεξῆς διεξέρχεται, τὴν τῶν γεγονότων ἀκολουθίαν ἀπαριθμούμενος. 2.1.280 ταῦτα δὲ οὐκ ἦν ἄλλως παραστήσασθαι τῷ λόγῳ, μὴ διὰ τῶν γνωριστικῶν ὀνομάτων τὴν σημασίαν ποιούμενον. ἐπεὶ οὖν γέγραπται ὅτι Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, νοητέον ὅτι ἐποίησεν ὁ θεὸς ἐκ τοῦ φωτὸς ἡμέραν ἕτερόν τι οὖσαν κατὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης φωτὸς καὶ ἡμέρας λόγον, ἀλλὰ φῶς μὲν τὸ ἐκ τοῦ ἐναντίου πρὸς τὸ σκότος νοούμενον, ἡμέρα δὲ τὸ τοσόνδε τοῦ ἐν τῷ 2.1.281 φωτὶ διαστήματος μέτρον. ὡσαύτως καὶ νύκτα καὶ σκότος κατὰ τὴν αὐτὴν τοῦ λόγου διαίρεσιν κατανοήσεις, σκότος μὲν τὸ ἐξ ἐναντίου πρὸς τὸ φῶς νοούμενον ὁριζόμενος, νύκτα δὲ τὴν τοσήνδε τοῦ σκότους περιγραφὴν ὀνομάζων. οὐκοῦν ἔρρωται διὰ πάντων ὁ λόγος ἡμῖν, εἰ καὶ μὴ τεχνι κῶς κατὰ τὰ σχήματα τῆς διαλεκτικῆς συνηρώτηται, δεικνὺς ὅτι θεὸς πραγμάτων ἐστὶ δημιουργός, οὐ ῥημάτων ψιλῶν. οὐδὲ γὰρ ἐκείνου χάριν, ἀλλ' ἡμῶν ἕνεκεν ἐπίκειται τοῖς πράγμασι τὰ ὀνόματα. 2.1.282 ∆ιὰ γὰρ τὸ μὴ πάντοτε δυνατὸν ἡμῖν εἶναι πάντα ἐν ὀφθαλμοῖς ἔχειν τὰ ὄντα τὸ μέν τι τῶν ἀεὶ παρόντων γινώ σκομεν, τὸ δὲ τῇ μνήμῃ ἐναπογράφομεν. ἄλλως δὲ οὐκ ἔστιν ἀσύγχυτον φυλαχθῆναι ἡμῖν τὴν μνήμην, μὴ τῆς τῶν ὀνομάτων σημασίας διαστελλούσης ἀπ' ἀλλήλων τὰ ἐναποκείμενα τῇ διανοίᾳ πράγματα. θεῷ δὲ πάντα πάρ εστι καὶ οὐδὲν δεῖ μνήμης αὐτῷ, πάντων τῇ διορατικῇ 2.1.283 δυνάμει περικρατουμένων τε καὶ θεωρουμένων. τίς οὖν ἐπ' αὐτοῦ χρεία ῥήματος ἢ ὀνόματος, αὐτῆς τῆς ἐν αὐτῷ σοφίας τε καὶ δυνάμεως ἀσύγχυτόν τε καὶ διακεκριμένην τὴν τῶν ὄντων φύσιν περιεχούσης; οὐκοῦν παρὰ θεοῦ μὲν τὰ ὄντα καὶ ὑφεστῶτα πάντα, τῆς δὲ ἡμετέρας ἕνεκεν ὁδηγίας ἔπεστι τοῖς οὖσι τὰ σημειωτικὰ τῶν πραγμάτων ὀνόματα. ταῦτα δὲ κατὰ τὸ ἀρέσκον ταῖς τῶν ἀνθρώπων συνηθείαις γίνεσθαί τις εἰπὼν οὐδὲν εἰς τὸν τῆς προνοίας πλημμελήσει λόγον. οὐ γὰρ τὴν φύσιν τῶν ὄντων γίνεσθαι 2.1.284 παρ' ἡμῶν, ἀλλὰ τὰ ὀνόματα λέγομεν. ἄλλως ὀνομάζει τὸν οὐρανὸν ὁ Ἑβραῖος καὶ ἑτέρως ὁ Χαναναῖος, νοεῖ δὲ ὡσαύτως ἑκάτερος, οὐδὲν τῇ διαφορᾷ τῶν φθόγγων περὶ τὴν κατανόησιν τοῦ ὑποκειμένου διαμφιβάλλοντες. ἡ δὲ λίαν εὐλαβὴς τῶν σοφῶν τούτων ἐθελοθρησκεία, δι' ὧν, εἰ δοθείη παρὰ ἀνθρώπων εἶναι τοῖς πράγμασι τὰς φωνάς, τὸ 20ἀρχηγικωτέρους20 εἶναι τοῦ θεοῦ τοὺς ἀνθρώπους κατασκευάζει, ἐλέγχεται ματαία τις οὖσα καὶ ἀνυπόστατος καὶ δι' αὐτοῦ τοῦ κατὰ τὸν Μωϋσέα μνημονευθέντος ἡμῖν 2.1.285 ὑποδείγματος. αὐτῷ γὰρ τῷ Μωϋσῇ τίς ἔθετο τὴν προσ ηγορίαν; οὐχ ἡ θυγάτηρ τοῦ Φαραὼ ἐκ τοῦ συμβάντος ἐπονομάσασα; Μωϋσῆς γὰρ τὸ ὕδωρ λέγεται τῇ τῶν Αἰγυπτίων φωνῇ. ἐπεὶ οὖν κατὰ τὸ πρόσταγμα τοῦ τυράννου κιβωτῷ τὸ βρέφος ἐνθέντες οἱ γεννησάμενοι τοῖς ῥείθροις ἔδωκαν (οὕτω γάρ τινες τῶν ἱστορικῶν τὰ κατ' αὐτὸν διη γήσαντο), ἡ δὲ κατὰ θεῖον βούλημα ὑπὸ τῆς δίνης τῶν ὑδάτων ἐκκυμανθεῖσα προσηνέχθη τῇ ὄχθῃ καὶ εὕρημα τῆς βασιλίδος κατ' ἐκεῖνο τῷ λουτρῷ τὸ σῶμα φαιδρυνομένης ἐγένετο, ὡς ἐξ ὕδατος αὐτῇ τοῦ παιδὸς κτηθέντος μνημό συνον τῆς συντυχίας λέγεται τῷ παιδὶ θέσθαι τὸ ὄνομα, ᾧ καὶ αὐτὸς ὁ θεὸς ἐπὶ τοῦ θεράποντος κεχρῆσθαι οὐ παρῃ τήσατο, οὐδὲ ἀνάξιον ἔκρινε τὴν τῆς βαρβάρου κλῆσιν ἐπὶ 2.1.286 τοῦ προφήτου κυρίαν ἐᾶσαι. οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη· εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴν ἑρμηνείαν εἰς Ἑλλάδα φωνὴν μετα-2.1.287 ληφθεῖσαν οἱ τὰ τοιαῦτα νενοηκότες διδάσκουσι. καὶ τὸν Φαρὲς ἡ μαῖα πάλιν ἐκ τοῦ περὶ τὸν τόκον συμβάντος ὠνόμασε, καὶ οὐδεὶς κατὰ Εὐνόμιον ὡς 20ἀρχηγικωτέραν20 αὐτὴν τῆς τοῦ θεοῦ ἐξουσίας ἐζηλοτύπησεν. ἀλλὰ καὶ τοῖς πατριάρχαις αἱ μητέρες τὰ ὀνόματα τίθενται, Ῥουβὶμ καὶ Συμεὼν καὶ Λευῒ καὶ τοῖς καθεξῆς πᾶσιν ὁμοίως, καὶ οὐδεὶς κατὰ τὸν νῦν λογογράφον ἐν τοῖς τότε χρόνοις τῆς θείας προνοίας 20κηδεμὼν20 ἀνεφάνη, ὥστε κωλῦσαι διὰ τῆς τῶν ὀνομάτων θέσεως 20ἀρχηγικώτερα20 τοῦ θεοῦ 2.1.288 γενέσθαι τὰ γύναια. τί δ' ἄν τις τὰ καθ' ἕκαστον ἐκ τῆς ἱστορίας λέγοι, ὕδωρ ἀντιλογίας καὶ τόπον πένθους καὶ βουνὸν ἀκροβυστιῶν καὶ φάραγγα βότρυος καὶ ἀγρὸν αἵματος καὶ τὰ τοιαῦτα πάντα τῶν ὀνομάτων τεθέντα μὲν παρὰ τῶν ἀνθρώπων, μνημονευόμενα δὲ πολλάκις καὶ ἐκ προσώπου θεοῦ, δι' ὧν ἔστι μαθεῖν ὡς οὔτε ὑπὲρ τὴν ἀνθρωπίνην ἀξίαν ἐστὶν ἡ διὰ ῥημάτων γινομένη κατὰ τῶν πραγμάτων σημείωσις οὔτε ἡ τῆς θείας φύσεως δύναμις διὰ τούτων τὴν μαρτυρίαν ἔχει. 2.1.289 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμά των ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχωρεῖν τοῖς ματαίοις. τίς γὰρ οὕτως ἄφροντις τῶν σπουδαιοτέρων φροντίδων, ὥστε τοῖς ἀνοήτοις τῶν λόγων προσαναλίσκειν τὴν σπουδὴν καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας ὅτι 20ἀρχηγικωτέραν μὲν καὶ κυριωτέραν20 ἀποφαίνομεν 20τὴν τῶν ἀνθρώπων φροντίδα τῆς τοῦ θεοῦ κη δεμονίας, τὴν δὲ τοῖς ἀμελεστέροις ἐνοχλοῦ σαν ὀλιγωρίαν εἰς20 τὴν 20ἐκείνου20 μεταφέρομεν 20πρό 2.1.290 νοιαν20; ταῦτα ἐπὶ λέξεως ἡ τοῦ διαβάλλοντος ἡμᾶς ἔχει φωνή. ἐγὼ δὲ ἴσον ἡγοῦμαι περί τε τὰ τοιαῦτα σπου δάζειν καὶ γρᾳδίων ὀνείροις ἀποσχολάζειν. τὸ γὰρ ἐν τύπῳ φθόγγων τινῶν οἴεσθαι τῇ θείᾳ φύσει τὸ τῆς ἀρχῆς καὶ κυριότητος ἀξίωμα διαφολάσσειν καὶ τὴν μεγάλην 20τοῦ θεοῦ κηδεμονίαν20 ἐν τούτῳ δεικνύειν ἀμελεῖν τε πάλιν τὸν θεὸν καὶ ὀλιγωρεῖν τῆς προσηκούσης αὐτῷ προνοίας ἡμᾶς τε διαβάλλειν, ὅτι τὴν λογικὴν δύναμιν παρὰ τοῦ θεοῦ λαβόντες οἱ ἄνθρωποι ἔπειτα κατ' ἐξουσίαν τοῖς λό γοις πρὸς τὴν τῶν πραγμάτων δήλωσιν κέχρηνται, τί ἄλλο ἢ οὐχὶ γραώδης μῦθος ἢ κραιπαλώντων ὄνειρος τὸ τοιοῦτόν 2.1.291 ἐστιν; ἡ γὰρ ἀληθὴς τοῦ θεοῦ δύναμίς τε καὶ ἐξουσία καὶ ἀρχὴ καὶ κυριότης κατά γε τὸν ἡμέτερον λόγον οὐκ ἐν συλλαβαῖς τὸ εἶναι ἔχει, ἢ οὕτως ἂν εἰς ὁμότιμον ἔλθοι τῷ θεῷ πᾶς ὁστισοῦν εὑρετὴς ῥημάτων γενόμενος, ἀλλ' αἰῶνες ἄπειροι καὶ κόσμου κάλλη καὶ φωστήρων αὐγαὶ καὶ τὰ ἐπὶ γῆς καὶ θαλάττης θαύματα ἀγγέλων τε στρα τιαὶ καὶ ὑπερκόσμιοι δυνάμεις καὶ εἴ τι ἄλλο κατὰ τὴν ἄνω λῆξιν παρὰ τῆς γραφῆς εἶναι δι' αἰνιγμάτων ἀκούομεν, ταῦτά ἐστι τὰ μαρτυροῦντα τῷ θεῷ ὑπὲρ πάντα δύναμιν. 2.1.292 φωνῆς δὲ ἦχον τοῖς πεφυκόσι φθέγγεσθαι μαρτυρῶν τις οὐδὲν εἰς τὸν δεδωκότα τὴν φωνὴν ἀσεβήσει. οὐδὲ γὰρ μέγα τι τοῦτο οἰόμεθα τὸ σημαντικὰς τῶν πραγμάτων ἐξευρίσκειν φωνάς. ᾧ γὰρ ἡ γραφὴ κατὰ τὴν ἱστορικὴν κοσμογένειαν ἀνθρώπου ὄνομα τῷ καθ' ἡμᾶς ἔθετο πλάσ ματι, τοῦτον ὁ Ἰὼβ βροτὸν ὀνομάζει καί τινες τῶν ἔξωθεν φῶτα καὶ μέροπα ἕτεροι, ἵνα ἐάσω τὰς κατὰ ἔθνος τοῦ 2.1.293 ὀνόματος τούτου διαφοράς. ἆρ' οὖν εἰς ἴσον ἄγομεν τῷ θεῷ καὶ τὰς ἐκείνων τιμάς, ὅτι ἰσοδυναμούσας τῇ τοῦ ἀν θρώπου προσηγορίᾳ κἀκεῖνοί τινας ἐξεῦρον φωνάς, δι' ὧν ὁμοίως δηλοῦται τὸ ὑποκείμενον; ἀλλὰ ταύτην μὲν τὴν ματαιολογίαν ἐατέον ἡμῖν, καθὼς προεῖπον, καὶ τὰς ἐφεξῆς λοιδορίας ἐν οὐδενὸς μέρει θετέον, ἐν αἷς 20καταψεύδε σθαι τῶν θείων20 ἡμᾶς 20λογίων20 φησί, 20καὶ κατὰ πᾶσαν ἄδειαν συκοφαντεῖν τά τε ἄλλα πάντα καὶ αὐτὸν τὸν θεόν20. μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. 2.1.294 Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. "1παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρῆσιν παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν φύσιν τῆς θεότητος τοῖς ἀνθρώποις παραδηλῶν ἰδιώμασί τισι τοῖς θεωρουμένοις περὶ αὐτὸν ἀποσημαίνει ταύτην, θύραν ἑαυτὸν λέγων καὶ ἄρτον καὶ 2.1.295 ὁδὸν καὶ ἄμπελον καὶ ποιμένα καὶ φῶς."2 τὰ μὲν οὖν ἐφ' ὕβρει ῥηθέντα καθ' ἡμῶν παρ' αὐτοῦ ἐπὶ τούτοις (οὕτω γὰρ αὐτὸν ἡ διαλεκτικὴ μάχεσθαι τοῖς ἀντιλέγουσιν ἐδι δάξατο), παριδεῖν οἶμαι πρέπειν καὶ μηδὲν πρὸς τὰς μειρα κιώδεις ἀνοίας ὑποταράσσεσθαι. ἀλλὰ τὸ δριμὺ τοῦτο καὶ ἄφυκτον ῥῆμα κατεξετάσωμεν, ὅπερ εἰς ἀνατροπὴν τοῦ καθ' ἡμᾶς προτείνεται λόγου. 20τίς20, φησί, 20τῶν ἁγίων ἐστὶν ὃς κατ' ἐπίνοιαν λέγεσθαι τῷ κυρίῳ ταῦτα 2.1.296 μαρτυρεῖ τὰ ὀνόματα20; τίς δὲ ἀπαγορεύει, πρὸς αὐτὸν εἴποιμι ἄν, βλάσφημον εἶναι κρίνων τὸ ἐν ἐπινοίᾳ θεωρεῖν τῶν ὀνομάτων τὴν χρῆσιν; εἰ γὰρ τὸ μὴ εἰρῆσθαι τοῦ κεκωλῦσθαι λέγει τεκμήριον εἶναι, καὶ τὸ μὴ κεκωλῦσθαι τοῦ συγκεχωρῆσθαι σημεῖον εἶναι πάντως συνθήσεται. ὀνο μάζεται τοῖς ὀνόμασι τούτοις ὁ κύριος, ἢ καὶ περὶ τούτων ἔξαρνος ὁ Εὐνόμιος γίνεται; ἀλλ' εἰ μὲν ἀρνεῖται τὸ λέ γεσθαι ταύτας ἐπὶ Χριστοῦ τὰς φωνάς, ἀμαχητὶ κεκρατή 2.1.297 καμεν. τίς γὰρ ἂν περιφανεστέρα γένοιτο νίκη τοῦ δεῖξαι φανερῶς θεομαχοῦντα τὸν ἀντικείμενον διὰ τοῦ τὰς θείας τοῦ εὐαγγελίου φωνὰς παραγράφεσθαι; εἰ δὲ ἀληθῶς ὁμο λογεῖ ταῦτα τὸν Χριστὸν ὀνομάζεσθαι, λεγέτω τὸν τρόπον καθ' ὃν εὐσεβῶς ἐφαρμόζεται τῷ μονογενεῖ τὰ ὀνό ματα. μὴ τῆς φύσεως αὐτοῦ τὸν λίθον ἐνδεικτικὸν διορί ζεται; μὴ τὴν οὐσίαν αὐτοῦ διὰ τῆς ἀξίνης ἐνόησεν; μὴ διὰ τῆς θύρας ἡ τῆς θεότητος τοῦ μονογενοῦς ἰδιότης σημαίνεται ἢ δι' ἑκάστου τῶν ἄλλων, ἵνα μὴ πολὺν ἐπά γωμεν ὄχλον τῷ λόγῳ πάντα καταλέγοντες τὰ ὀνόματα; 2.1.298 οὐ φύσις τοῦ μονογενοῦς ἕκαστον τούτων τῶν ὀνομάτων ἐστίν, οὐ θεότης, οὐκ οὐσίας ἰδίωμα, ἀλλὰ μὴν ὀνομάζεται ταῦτα καὶ ἡ κλῆσις τὸ κύριον ἔχει. οὐδὲν γὰρ ἀργὸν καὶ ἀσήμαντον ἐν ταῖς θείαις φωναῖς εὐαγές ἐστιν οἴεσθαι. οὐκοῦν εἰπάτω τὸν λόγον, εἰ ἀθετεῖ τὸ κατ' ἐπίνοιαν λέ γεσθαι, πόθεν ἐφαρμόζεται ταῦτα τῷ θεῷ τὰ ὀνόματα. ἡμεῖς μὲν γὰρ τοῦτό φαμεν, ὅτι πολυειδῶς τοῦ κυρίου τῆς ἀνθρωπίνης προνοοῦντος ζωῆς ἕκαστον εὐεργεσίας εἶδος δι' ἑκάστου τῶν τοιούτων ὀνομάτων καταλλήλως γνωρίζεται, τῆς ἐνθεωρουμένης αὐτῷ προνοίας τε καὶ ἐνεργείας εἰς 2.1.299 ὀνόματος τύπον μεταβαινούσης. τὸ δὲ τοιοῦτον ὄνομα παρ' ἡμῶν "1ἐπινοίᾳ"2 λέγεται ὀνομάζεσθαι. εἰ δὲ μὴ τοῦτο φίλον τοῖς ἀντιλέγουσιν, ὅπως ἄν τῳ δοκῇ ἐχέτω. ἀλλ' ἀντιλέγει τοῖς λεγομένοις ὁ τῶν γραφικῶν αἰνιγμάτων ἀνή 2.1.300 κοος. εἰ γὰρ πεπαίδευτο τὰς θείας φωνάς, ἔγνω πάντως ἂν ὅτι καὶ κατάρα καὶ ἁμαρτία καὶ παροιστρῶσα δάμαλις καὶ σκύμνος λέοντος καὶ ἄρκτος ἀπορουμένη καὶ πάρδαλις καὶ τὰ τοιαῦτα κατὰ διαφόρους ἐπινοίας παρὰ τῆς γραφῆς ὁ κύριος λέγεται, τῶν ἁγίων τε καὶ θεοφόρων ἀνδρῶν τὸν σκοπὸν τοῦ νοήματος πρὸς ὃν ἀφεώρων εὐθυβόλως τοῖς ὀνόμασι τούτοις διατρανούντων, εἰ καὶ διαβεβλῆσθαι ταῦτα δοκεῖ πως κατὰ τὴν πρόχειρον ἔνδειξιν τὰ ὀνόματα· ἅπερ ἕκαστον εἰ μὴ κατά τινά τις ἐπίνοιαν εὐαγῶς ἐπιλέγεσθαι τῷ θεῷ συγχωρήσειεν, οὐ καθαρεύσει τῆς ἀσεβεστέρας ὑπο 2.1.301 νοίας ἡ λέξις. καὶ μακρὸν ἂν εἴη περὶ πάντων παριστᾶν τε καὶ ἀποδεικνύειν πῶς ταῦτα καὶ διαβέβληται κατὰ τὴν κοινὴν ὑπόληψιν ἐκ τῆς προχείρου ἐμφάσεως καὶ ὁ τῆς ἐπι νοίας λόγος οἰκειοῖ τῇ εὐσεβείᾳ τοῦ θεοῦ τὰ ὀνόματα. 2.1.302 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι τῶν καθωμιληκότων ταῖς θεοπνεύστοις γραφαῖς ταῦτα μὴ λέγε σθαι. τί οὖν; ἆρ' αὐτῆς τῆς φύσεως σημαντικὰς τὰς φωνὰς διορίζεται; οὐκοῦν πολυειδῆ τινά φησι τὴν θείαν φύσιν καὶ πολυσύνθετον, κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς 2.1.303 ὀνόμασι σημαινομένων τὸ ποικίλον ἐνδεικνυμένην. οὐ γὰρ ἡ αὐτὴ τοῦ ἄρτου καὶ τοῦ λέοντος ἡ σημασία οὐδὲ θύρας τε καὶ δαμάλεως οὐδὲ ἀξίνης καὶ ὕδατος, ἀλλ' ἑκάστου τῶν ὀνομάτων ἴδιον ἔστιν ὁρισμὸν ἀποδοῦναι κατ' οὐδὲν ἐπικοι νωνοῦντα τοῖς ἄλλοις. οὐκοῦν φύσιν μὲν οὐ σημαίνουσιν, ἄκυρον δέ τις καὶ ἀσήμαντον εἰπεῖν τὴν κλῆσιν τῶν ὀνο 2.1.304 μάτων οὐκ ἂν τολμήσειεν. εἰ τοίνυν λέγεται μέν, οὐ κατὰ φύσιν δέ, πᾶν δὲ τὸ παρὰ τῆς γραφῆς λεγόμενον κύριον πάντως ἐστὶ καὶ προσφυῶς ἐπιλέγεται, τίς ἕτερος ὑπολεί πεται λόγος τοῦ ἁρμοζόντως τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας τετάχθαι φωνὰς πλὴν τοῦ κατ' ἐπίνοιαν τρόπου; δῆλον γὰρ ὅτι πρὸς τὸ ποικίλον τῶν ἐνεργειῶν κατὰ διαφόρους σημασίας ὀνοματοποιεῖται τὸ θεῖον, ὅπως ἂν νοήσωμεν, οὕτως ὀνο μαζόμενον. τί οὖν λυμαίνεται τοῖς εὐσεβεστέροις νοήμασιν ἡ τοῦ νοῦ ἡμῶν πρὸς τὴν κατανόησιν τῶν γινομένων συν εργία, ἣν ἡμεῖς μὲν ἐπίνοιαν λέγομεν, εἰ δέ τις ἕτερόν τι 2.1.305 καλεῖν ἐθέλοι, οὐ διοισόμεθα; ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι 20ταῦτα δι' ἐπι νοίας ἀνθρωπίνης ἐστὶ τὰ ὀνόματα καὶ κατ' ἐπίνοιαν λέγεταί τινων, ἃ οὐδεὶς ἀποστόλων οὐδὲ εὐαγγελιστῶν ἐδίδαξε20. καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν, τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα γλώσσῃ τὴν δυσώδη πάλιν καθ'