Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ὁ ἐν ἀρχῇ πρὸ τῶν αἰώνων πρὸς τὸν Θεὸν Θεὸς Λόγος, τῶν ἡμετέρων ψυχῶν τὸ λύτρον, τοῦ διαβόλου ὁ πόλεμος, τῆς οἰκουμένης ἡ ἐλευθερία· ὁ πάντα λόγῳ τεκταινόμενος πρὸς τὸ ἡμᾶς εἰς τὴν αὐτοῦ ἀξίαν χάριτι ἀναγαγεῖν· ὁ πεπτωκότας ἡμᾶς διὰ τὴν ἁμαρτίαν ἐγείρας τῷ ὑποκύψαι πρὸς ἡμᾶς διὰ τῆς ἐνανθρωπήσεως· ὁ θανατωθέντας ἡμᾶς διὰ τὴν παρακοὴν ἀναγεννήσας διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας καὶ τὸν πατέρα μὴ καταλείψας· ὁ τὴν γῆν πατήσας καὶ τοὺς οὐρανοὺς ἡνίκα ὢν σὺν ἡμῖν σωματικῶς πληρῶν ἑαυτοῦ· ὁ πάντα γενόμενος ὅσα ἡμεῖς χωρὶς ἁμαρτίας καὶ μείνας ἄτρεπτος· ὁ μηδὲν παθεῖν δι' ἡμᾶς παραιτησάμενος, ἵνα ἡμᾶς εἰς ἀπάθειαν ἀγάγῃ· ὁ σταυρῷ προσηλωθεὶς καὶ τὰ τοῦ παραδείσου κλεῖθρα ἀναπετάσας· οὗτος ὁ τὴν πρὸς τὸν διάβολον πάλην δι' ἡμᾶς ἀναδεξάμενος καὶ τῆς ἁμαρτίας θλάσας τὸ κέντρον καὶ τῶν Ἰουδαίων τεφρώσας τὸ φρόνημα τῆς τε ἱεροσύνης αὐτῶν κενώσας τὰ μεγαλεῖα καὶ τὸν ναὸν αὐτῶν ἐριπώσας μετὰ τὸ βεβήλων ἄρξαι χειρῶν τὴν διαθήκην παύσας, τὴν λατρείαν στήσας καὶ τὰ ἔθνη προσκαλεσάμενος· ὁ τὸν θάνατον καταργήσας καὶ γῆν οὐρανὸν ποιήσας τῇ τῶν ἀγγελικῶν πολιτευμάτων διαγωγῇ προσηλώσας τε τὸ καθ' ἡμῶν τῆς ἁμαρτίας χειρόγραφον τῷ σταυρῷ καὶ ὑποχειρίους γεναμένους τῇ ἁμαρτίᾳ εἰς υἱοθεσίαν ἀνακαλεσάμενος ἡμᾶς διὰ τῆς τοῦ Πνεύματος οἰκονομίας. Σήμερον ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη.
Μὴ σκιὰν ὑπογράφῃς τὴν οἰκονομίαν, μὴ φάντασμα ἡγήσῃ τὴν σωτηρίαν, μὴ σκιὰν 127 εἴπῃς τὴν ἀλήθειαν· ἤκουσας ὅτι κατῆλθεν. Οὕτως νόησον· κατῆλθεν ἐνταῦθα καὶ τοὺς οὐρανοὺς ἑαυτοῦ οὐκ ἐκένωσεν, ἐπειδὴ γὰρ ἀπερίγραπτος ἦν τὴν φύσιν, πληροῖ δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν κατὰ τὸ προφητικὸν λόγιον. Καὶ παρὰ Μαρίᾳ ἦν καὶ παρὰ τῷ πατρὶ καὶ παρὰ Πιλάτῳ καὶ παρ' ἀγγέλοις καὶ ἐν οὐρανῷ, ἐν ᾅδῃ καὶ ἐν γῇ καὶ ἐν ἀέρι· Θεὸς γὰρ ἦν καὶ ἡνίοχος τῶν ἁπάντων. Ἦλθεν ὅπου ἦν, ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Ἐν τῷ κόσμῳ ἦν· ἄρα οὖν ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι πῶς ἦλθεν εἰς τὸν κόσμον; Ἀλλ' ἐπειδὴ ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι σωματικῶς οὐχ ὁρᾶτο, ἀναλαμβάνει τὸ σῶμα ἵνα διὰ τοῦ σώματος ὡς ἐκ κατόπτρου ὁρῶντες τὸν Θεὸν παιδαγωγηθῶμεν εἰς εὐσέβειαν. Ἀντιστρέψωμεν τὸν λόγον· ἄρα οὖν καὶ ἐν γῇ ὢν εἰς οὐρανοὺς ἦν; ἀνῆλθεν ὅπου ἦν; Ἀλλὰ οὐ μάχεσθαί μοι πρόκειται, οὐδὲ γὰρ δεῖ παραμεῖξαι πόλεμον τῇ εἰρήνῃ. Συνχορεῦσαι τῷ ὑπὲρ ἡμῶν σήμερον νενικηκότι παραγενώμεθα, ἀνιόντι τοίνυν αὐτῷ εἰς οὐρανοὺς πάντες ἀκολουθήσωμεν, ῥίψωμεν τὰ σωματικά, ἀποταξώμεθα ταῖς ἡδοναῖς, ὅλοι γενώμεθα πνεύματα ἵνα ἀκολουθήσαντες αὐτῷ ἀκούσωμεν τῶν ἐπουρανίων δυνάμεων λεγούσων· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ πρὸς τὰς ἐρωτώσας· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;, ἀντιφθεγξώμεθα οἱ πεπειραμένοι τῆς εὐεργεσίας καὶ εἴπωμεν οἱ ἐλευθερωθέντες ὅτι Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς ἐν πολέμῳ, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Οὐδὲν σεσιώπηται τῆς εἰς ἡμᾶς σωτηρίας τοῖς προφήταις, οὐδὲν τεταμίευται ἐν ἀπορρήτοις. Πάντα ὅσα ἔμελλεν πάσχειν ὑπὲρ ἡμῶν ὁ Χριστός, ταῦτα προανετύπωσεν προφητικαῖς φωναῖς, ἵνα ὅταν ἔλθῃ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ πάθῃ τὰ ἀνθρώπων μὴ ξενισθῶμεν οἱ προακούσαντες. Γεννᾶσθαι ἔμελλεν ὡς ἄνθρωπος καί φησιν Ἡσαΐας ὁ προφήτης· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν 128 καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἰμμανουήλ. Προωμίλησεν τῷ προφήτῃ τὸ θαῦμα. Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν τούτῳ τὸ πρᾶον καὶ τὴν ἐξουσίαν καὶ τὸ ὑπὲρ ἡμῶν παθητικὸν καὶ πᾶσαν ὁμοῦ συνδεδεμένην εἰς ἓν θαῦμα τὴν οἰκονομίαν. Ῥαπίζεσθαι καὶ μαστιγοῦσθαι ἔμελλεν καί φησιν πάλιν ὁ αὐτός· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Προσηλοῦσθαι ἔμελλεν ξύλῳ καὶ προανεφώνησεν διὰ τοῦ προφήτου ∆αβὶδ λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας. ∆ιψήσας ἔμελλεν πίνειν ὄξος καί φησιν διὰ τοῦ ∆αβίδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἀνιέναι ἔμελλε εἰς οὐρανοὺς ἐπὶ τὰ ἴδια, ἐπὶ τὰ πατρῷα, εἰ καὶ πάντα αὐτοῦ ἦν καὶ αὐτὸς πάντα πληροῖ. Πλὴν ἐπὶ τὴν αὐτῷ πρέπουσαν λῆξιν ἀνιὼν ἐπειδὴ ἔμελλεν καὶ ταύτην ὑπὲρ ἡμῶν ὑπομένειν τὴν μυσταγωγίαν, φησὶν διὰ Ἡσαΐου τοῦ προφήτου· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Μικρὸν δὲ ἀνάσχου, ἀγαπητέ, ἵνα τῆς παρούσης πανηγύρεως εἴπω σοι τὴν ὑπόθεσιν, διδάξω δέ σε πῶς πανηγυρίζειν οὐχ ὡς μὴ εἰδότα, ἀλλ' ὡς εἰδότα.
Ὑπομιμνήσκω ἵνα ἀκριβέστερόν σε διηγήμασιν ἐπιστήσω, ἵνα εἰλικρινῶς προσκυνῇς τοῦ πεπονθότος ὑπέρ σου τὴν δύναμιν. Ἐπειδὴ εἰς οὐρανοὺς ἀνιέναι ἔμελλεν πάντα ὑπομείνας δι' ἡμᾶς. Ἀνῄει δὲ οὐχ ὡς κατῆλθεν· κατῆλθεν γὰρ ἀσώματος, ἀνέρχεται μετὰ σώματος οὐκέτι τὰ τοῦ σώματος πάσχων· συγκεκραμμένως δέ, ἀσυγχύτως εἷς τῇ τῆς θεότητος δυνάμει. Ἐπειδὴ οὖν ἀνίει εἰς οὐρανοὺς ἐπὶ τοῖς ἐξαισίοις πράγμασιν ξενιζόμεναι αἱ οὐράνιοι δυνάμεις φασίν· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Οὐδεὶς οὕτως κατῆλθεν ἄνωθεν. Ἡμεῖς τοιοῦτον δέχεσθαι οὐ μεμελετήκαμεν σῶμα· οὐκ ἀεροπορεῖ ἄνθρωπος, οὐκ οὐρανοπορεῖ. Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Ἐδὼμ γὰρ ἑρμηνεύεται γῆ. Τίς, φασίν, ὁ τέμνων τὰς αἰθεροπόρους πύλας; Τίς ὁ κρείττων στοιχείων γινόμενος; Τίς ὁ μεταβαλὼν τὴν φύσιν; Τίς τὸ γεῶδες εἰς οὐρανοὺς ἀνάγει; Τίς τὸν αἰχμάλωτον ἠλευθέρωσεν Ἀδάμ; Εἰκόνα ὁρῶμεν οὐρανοβατοῦσαν, ξενιζόμεθα ἐπὶ τοῖς γιγνομένοις. 129 Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Ἀπορούντων ὁ λόγος, οὐκ εἰδότων ἡ ἔννοια. Ἔλαθεν ὁ υἱὸς τοῦ Θεοῦ, τὴν κάθοδον οὐκ ἀνεκοινώσατο ἀγγέλοις, οὐκ ἀνεκοινώσατο δυνάμεσιν· κατῆλθεν λαθὼν τὴν παρουσίαν, ἵνα θριαμβεύσῃ λάθρᾳ τὸν τύραννον. Οὐκ ἦν καιρὸς δορυφορίας, ἀτιμίας ἦν χρείας, ἵνα μὴ μάθωσιν οἱ ὑπηρέται· διὰ τοῦτο σιωπᾷ ὁ δεσπότης. Ἐπεὶ οὖν τὴν κάθοδον οὐκ ἐθεάσαντο αἱ ἄνω δυνάμεις, ἐπὶ τῇ ἀνόδῳ ξενίζονται θαῦμα καινὸν καὶ πρᾶγμα ξένον παρὰ τὴν φύσιν τελεσιουργούμενον ὁρῶσαι καί φασιν πρὸς ἀλλήλους· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;. Βοσὸρ πάλιν ἑρμηνεύεται σάρξ· τὸ οὖν ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ἐκ σαρκός ἐστιν. Ποῖον ἆρα ἐρύθημα; Ἦ τὸ αἷμα τὸ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἐξελθόν. Τηρεῖ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν πλευρὰν καὶ τὸ αἷμα τοῖς Ἰουδαίοις, ἵνα μὴ ἐν δόξῃ ὁρῶντες ἀρνήσονται τὸν σταυρὸν καὶ εἴπωσιν· τοῦτον ἡμεῖς οὐκ ἐσταυρώσαμεν. ∆ιὰ τοῦτο καὶ τὸ αἷμα καὶ τὰ ἴχνη τῆς τετρωμένης πλευρᾶς δεικνύει, ἵνα ἐντρέψῃ ἐκείνους ἐν καιρῷ τῆς βασιλείας αὐτοῦ. Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ. Βιαία δὲ ἑρμηνεύεται δύναμις, παρὰ δὲ τοῖς ἄλλοις ἑρμηνεύεται πάνυ καὶ λίαν καὶ μάλιστα. Ὡραῖος οὖν φησιν ἐν στολῇ πάνυ, ἐπειδὴ γὰρ τὴν ἡμετέραν ἀδοξίαν ἀναδεξάμενος διὰ τῆς τῶν παθημάτων δόξης ἠλευθέρωσεν τοὺς καταδεδουλωμένους τῇ αἰσχύνῃ καὶ εἰς ἐλευθερίαν ἀνεκαλέσατο.
Ὅτι μὲν ἦν ἐν ἀτιμίᾳ φησὶν ὁ προφήτης· Εἴδαμεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐν γὰρ ἐμπτύσμασιν γέγονεν, ἐν αἰσχύνῃ, ἐν χλεύῃ, ἐν πείνῃ, ἐν δίψῃ, ἐν δικαστηρίοις, ἐν εὐθύναις, ἐν δήμοις Ἰουδαίων, ἐν ἀπειλαῖς, ἐν γέλωτι, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκόμενος· ἐν τούτοις ὢν ἀληθῶς οὐκ εἶχεν εἶδος οὔτε κάλλος. Ἐπειδὴ δὲ ταῦτα νενίκηκεν καὶ διὰ τούτων ἐξελθὼν ἔδειξεν αὐτοῦ τὴν θεότητα ἀνύβριστον, ἐπειδὴ ἐν τοῖς πάθεσιν ἔμεινεν ἀπαθὴς καὶ ἐν ταῖς ὕβρεσιν ἀνύβριστος καὶ ἐν τῇ 130 πείνῃ πάντων τροφεὺς καὶ ἐν τοῖς διωγμοῖς πάντων σωτὴρ καὶ ἐν ταῖς ἀνάγκαις πάντων ἐλευθερωτὴς, ἐπειδὴ τὸν ἀκανθώδη στέφανον περιελὼν ἐξ ἡμῶν τέθηκεν ἐπὶ τὴν τῶν πιστῶν κεφαλὴν στέφανον ἐκ λίθου τιμίου πάντων τῶν αἰσχρῶν ἐκείνων πεπατημένων, τῆς δόξης ἀναδραμούσης ἐπὶ τὸν Ἀδάμ, φασὶν αἱ ἀγγελικαὶ δυνάμεις· ὡραῖος ἐν στολῇ βιαίᾳ.
Καὶ μή μοι τις μέμψηται τίνος ἕνεκεν τὴν προφητικὴν ταύτην ἐξέρχομαι νῦν ῥῆσιν λέγων· μὴ γὰρ τοῦτο προανηγόρευται νῦν, μὴ γὰρ τοῦτο ἀναγνώσθη νῦν, μὴ γὰρ Ἠσαΐου ἐπηκούσαμεν νῦν. Μηδεὶς μέμψηται, ἀγαπητοί· μηδεὶς φιλολοίδορος φάνῃ, εἰ μὲν γὰρ ἔξω τῆς πανηγύρεως εἱλκύσατο διήγημα καὶ ἄλλην ὑπόθεσιν μελῳδῷ· μέμψασθαι ὡς ἄκαιρον καὶ φλύαρον, εἰ δὲ διήγημα προφητικὸν εἰς ταύτην ἁρμόττον τὴν πανήγυριν εὐκαίρως ὑμῖν παρήγαγον. ∆έξασθε πειθανῶς καὶ προσδέξασθε εὐμενῶς καὶ ἐγχρονίσατέ μοι μικρὸν καὶ δείξω ὑμῖν καὶ ἀγγέλους μανθάνοντας τίς ὁ ἀνελθὼν καὶ Χριστὸν πάλιν συμπεριφερόμενον δούλοις καὶ τῆς ἡμετέρας σωτηρίας διηγούμενον τὸ μυστήριον. Τί οὖν φησιν ὁ προφήτης; Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ;. Ταῦτα μὲν ὑπὸ τῶν ἀγγέλων, ὑπὸ τῶν ἄνω δυνάμεων· πρὸς δὲ ταῦτα ὁ Χριστός οὐδὲ γάρ ἐστιν ὑπερόπτης, οἶδεν καὶ δούλοις συμπεριφέρεσθαι, οἶδεν καὶ οἰκέταις ἐρωτῶσιν ἀποκρίνεσθαι Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; ἀποκρίνεται ἐφεξῆς καὶ λέγει· Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Ὢ τῆς καλῆς καὶ δεσποτικῆς φωνῆς ὢ τῆς ἀληθείας τῆς ἐκείνῳ μόνῳ πρεπούσης Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Θέλεις μαθεῖν ἰσχύν; Σταυρούμενος ἐνίκα· ἰδού, ἰσχύς. ∆εδεμένος ἐδουλαγώγει· ἰδού, ἰσχύς. Κρατεῖται ὡς ἄνθρωπος· ἰδού, ἰσχύς. Εἰ δὲ καὶ τὴν δικαιοσύνην θέλεις μαθεῖν, μάθε. 131 Ἔλαβέν σε ὁ διάβολος οὐκ ὄντα αὐτοῦ, ἤλασέν σε πολὺν χρόνον οὐ πλάσας σε περὶ ὄρη καὶ νάπας, ἐπτόησέν σε, ζυγόν σοι ἐπέθηκεν οὐκ ὤν σου δεσπότης· ἦλθεν ὁ ἀληθινὸς ποιμήν, ἀπέσπασέν σε ἀπὸ τοῦ λύκου, ἐποίησεν μετά σου δικαιοσύνην καὶ λοιπὸν πεπλήρωται· Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.
Οὐχ ὅσον δὲ τὰ ἡμέτερα κατορθώματα, οὐδὲ γὰρ ἡμεῖς εὐπραγήσαντες ἐπείσαμεν ἐνανθρωπῆσαι τὸν Θεόν. Οὐχ ἡμετέρα δικαιοσύνη κατήγαγεν αὐτὸν ἐπὶ γῆς, ἀλλ' ἡ τοῦ τυράννου παρανομία, ἵνα μάθῃ ὁ τύραννος τὰ ἀλλότρια μὴ δεσμεύειν πρόβατα. Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Τὴν πρᾶξιν λέγει, τὴν ἀξίαν σιωπᾷ. Ἐρωτηθεὶς γὰρ Τίς οὗτος οὐ λέγει ὅτι ἐγὼ εἰμὶ ὁ δεσπότης ὑμῶν, ἀλλὰ ἐσιώπησεν τοῦτο ἐκ τῶν ἔργων θέλων γνωρίζεσθαι. Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Καὶ σιωπᾷ τέως ταῦτα εἰρηκὼς καὶ ἀντιφθέγγεται πάλιν ὁ τῶν ἀγγέλων χορὸς καί φησιν πρὸς αὐτόν· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης. Καὶ ἵνα μή τις νομίσῃ τὰ ἡμέτερα ῥήματα πεπλάσθαι ἢ ἐκ πολλῶν προφητειῶν συνειλῆφθαι ἡμῖν φωνάς, ἐν μίᾳ σελίδι εὑρήσει ταῦτα ἠρτημένα. ∆ιὸ καὶ μίαν ἔχει τὴν ἀκολουθίαν ὡς ἡρμοσμένον σῶμα παρὰ Ἠσαΐᾳ τῷ προφήτῃ. Καὶ τί ἐρεῖ; Τὰ τέλη ἀνάγνωθι, ὁ φιλομαθὴς καὶ σπουδαῖος, καὶ εὑρήσεις ὡς οὐκ ἀπὸ πολλῶν προφητειῶν ταῦτα συνελέξαμεν, ἀλλὰ μίαν ἀκολουθίαν λαβόντες διεσαφηνίσαμεν. Εἶτα πρὸς αὐτὸν, ὡς ἔφην, οἱ ἄγγελοι· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης. Ἐρυθρὰ τὰ ἱμάτια βλέπομεν, βουλόμεθα τὴν αἰτίαν μαθεῖν.
Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπὸν ἡμεῖς 132 μανθάνειν ἐκεῖνα, ἴσως γὰρ ὑπὲρ τὰς ἡμετέρας ἐστὶν ἀκοὰς ἃ βλέπομεν, φησίν, θέλομεν ἐρωτᾶν· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;. Οὐδὲ εἷς καιρὸς ἀργὸς τῷ σωτῆρι· ἐπὶ γῆς ὢν ὑπὲρ ἡμῶν πάσχει, εἰς οὐρανοὺς ἀνίων ἀγγέλους διδάσκει. ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ. Εὐγενὴς ἀκρίβεια τοῦ προφήτου, μᾶλλον δὲ τῆς πάντα γινωσκούσης δυνάμεως τοῦ ἁγίου πνεύματος. Οὐδὲ γὰρ Ἠσαΐα ἐπιγράφω τὸ τοιοῦτο, οὐδὲ αὐτοῦ ῥήματα δέχομαι· κιθάραν δὲ αὐτὸν ὑποτιθέμενος ἐννοῶ τὸν ἐν αὐτῷ μουσουργοῦντα Θεὸν καὶ δέχομαι διὰ Ἠσαΐου τὰ τοῦ πνεύματος καὶ ἐννοῶ Θεὸν δι' ἀνθρώπου λαλοῦντα. Ἀλλ' ἴσως ἐρεῖ τις πάλιν· τί οὖν ἀγνοεῖ τὸ πνεῦμα ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια; Ἆρα ἁρμόττει τῷ πνεύματι ἡ φωνὴ ἡ αὐτή; Οὐκ οἶδεν τὸ πνεῦμα τὰ ἐν Χριστῷ; οὐκ οἶδεν τὸ πνεῦμα τί πέπονθεν ὁ υἱός; οὐκ οἶδεν τὸ πνεῦμα τί ὑπὲρ ἡμῶν ὑπέμεινεν; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ τὸ πνεῦμα; Ἐρωτᾷ ταῦτα οὐ δηλουμένης ἀγνοίας, λαλεῖ γὰρ τὸ πνεῦμα διὰ τῶν προφητῶν.
Λαλεῖ οὐχ ὡς ἐξ ἑνὸς προσώπου, ἀλλὰ πρὸς τὰς ὑποκειμένας ὑποθέσεις ἁρμόττει τὸν λόγον. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μικρὸν ἀνάσχου, ἀγαπητέ, καὶ δέχου τούτων τὰς ἀποδείξεις. Εὑρήσεις γὰρ ἐν τοῖς προφητικοῖς λόγοις καὶ ἐκ προσώπου τοῦ πατρὸς φωνὰς καὶ ἐκ προσώπου τοῦ υἱοῦ καὶ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος καὶ ἐκ προσώπου τῶν ἀγγέλων καὶ ἐκ προσώπου τοῦ προφήτου καὶ ἐκ προσώπου τῶν Ἰουδαίων καὶ οὐ δή που ταῦτα πάντα ἀναρτήσεις ἐπὶ τὸν Θεὸν τὰ λεγόμενα· οὐδὲ γὰρ ἐπειδὴ τὸ πνεῦμα φθέγγεται, ἀναγκασθήσει ταῦτα πάντα ἀναγαγεῖν ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος οὐσίαν. Ἐκ προσώπου γοῦν τοῦ πατρός φησιν· Ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν 133 κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Λαλεῖ ὁ προφήτης ἐν πνεύματι, ἀλλ' οὐ ἁρμόττει τῷ πνεύματι τὸ λόγιον, ἀλλὰ τῷ πατρί· οὐχ ὡς τοῦ ἁγίου πνεύματος ἀλλοτριουμένου, ἀλλ' ὡς τοῦ πνεύματος ἐκ προσώπου τοῦ πατρὸς φθεγγομένου. Πάλιν ἐκ προσώπου τοῦ υἱοῦ ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Μὴ ἁρμόττει ταῦτα τῷ πνεύματι, μὴ τὰ ἱμάτια τοῦ πνεύματος διεμερίσαντο ἑαυτοῖς, μὴ τοῦ πνεύματος τοὺς χιτῶνας κατέκοψαν· ἀλλὰ φθέγγεται ἐκ προσώπου τοῦ υἱοῦ τὸ πνεῦμα. Φθέγγεται πάλιν ἐξ ἰδίου προσώπου ὅταν λέγῃ. Ἀφορίσατε δή μοι τὸν Σαῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Ἰδοὺ ἐκ προσώπου τοῦ πνεύματος καὶ οὐ δή που ἁρμόττει τῷ πατρὶ ἢ τῷ υἱῷ ἡ φωνή.
Ἀκούσαντες γὰρ ἡμεῖς ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν τό· Ἀφορίσατέ μοι Σαῦλον καὶ Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς, ἐπὶ τὸ ἅγιον πνεῦμα ἀναφέρομεν τῶν ῥητῶν τὴν δύναμιν οὐκ ἀλλοτριοῦντες τὸ λόγιον πατρὸς καὶ υἱοῦ, ἀλλὰ δίδοντες τῷ χωρίῳ τὸ ἁρμόττον πρόσωπον. Πάλιν ἐκ προσώπου τοῦ προφήτου· Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἄρα οὐκ ἐν πνεύματι εἶπεν, μὴ τῷ πνεύματι ἁρμόττει ἡ φωνή, μὴ ἐν ἀνομίαις συνελήφθη καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἡ μήτηρ. Ὥσπερ δὲ ἐνταῦθα ἀκούεις ∆αβίδ, νοεῖς δὲ διὰ τοῦ πνεύματος τοῦ ἁγίου φθέγγεσθαι τὸν προφήτην, οὕτως καὶ ἐνταῦθα ὅταν ἀκούσῃς ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;, νόησον διὰ τοῦ πνεύματος λέγεσθαι ἐκ προσώπου τῶν ἀγγέλων. ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;. Ἀποκρίνεται οὖν ὁ Χριστὸς καί φησιν· Ληνὸν ἐπάτησα μονώτατος. Ἀληθῶν ληνὸν ἐπάτησεν ὁ Χριστός, ληνὸν τῶν ἡμετέρων παθῶν, ληνὸς τῶν ἡμετέρων κακῶν· ἐκείνους γὰρ συνέτριψεν τοὺς βοτρύας καὶ 134 ἄλλας ληνοὺς ἤγειρεν. Ὑπὲρ τούτων ὁ ∆αβὶδ ψάλλει καὶ λέγει· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. Καὶ ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς ὑπὲρ τῶν ληνῶν. Ἐκείνην τοίνυν, ὡς ἔφην, τὴν τῶν ἐναντίων ληνὸν παύσας ἄλλην ἐπουράνιον ἡμῖν ἤγειρεν. Ἀλλ' ἐπαναλάβωμεν τὸ ῥητόν. Τί οὖν φησιν ὁ Χριστὸς; Ληνὸν ἐπάτησα μονώτατος. Τίς γὰρ ἄλλος ὑπὲρ ἡμῶν πέπονθεν; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθημεν;. Μόνος ἐσταυρώθη ὑπὲρ ἡμῶν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, μόνος ὑπὲρ ἡμῶν πέπονθεν, μόνος ἡμᾶς ἔσωσεν· Ληνὸν ἐπάτησα μονώτατος. Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκονομίας, μηδ' αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυδόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀναδέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ' οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ' ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονομίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. Ληνόν, φησίν, ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος.
Λέγει γάρ που· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ληνὸν ἐπάτησα μονώτατος. Ἐμάκρυνας γάρ, φησίν, τοὺς γνωστούς μου ἀπ' ἐμοῦ καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ' αὐτοῦ; Ἐννόησον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέτρος 135καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ἀφέντες αὐτὸν ἔφυγον καὶ πάλιν ἐπὶ τὴν τῶν ἰχθύων ἁλείαν ἔτρεχον. Μὴ ἦν τις τῶν ἐθνῶν μετ' αὐτοῦ. Ληνὸν ἐπάτησε μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Ἴσχυσα, φησίν, πρὸς τὴν πάλην μόνος, ἴσχυσα πρὸς τὴν νίκην μόνος, ἀλλὰ καὶ μονώτατος νικήσας. Τοῖς ἐμοῖς δωροῦμαι τὴν νίκην· εἰ γὰρ καὶ κατὰ προαίρεσιν ἦσαν ἔχθροι, ἀλλ' οὖν γε κατ' οὐσίαν ἐμὸν ἔργον ὑπῆρχον. Ληνὸν ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ τὰ ἑξῆς. Καὶ εὐθὺς ἐπάγει τὴν αἰτίαν τοῦ πατῆσαι τὴν ληνὸν καὶ τίνος ἕνεκεν ἐπάτησεν καί φησιν· Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς. Ἐμακροθύμησα, φησίν, τῷ διαβόλῳ πολὺν χρόνον, ἠνεσχόμην αὐτοῦ τυραννοῦντος, εἶδον μου τὸ ἔργον συντετριμμένον καὶ ἔφερον. Ἀλλ' ἐπειδὴ ἔφθασεν ἡ ἡμέρα τῆς ἀνταποδόσεως, ἐπειδὴ ἐπὶ τοῖς τοσούτοις ἁμαρτήμασιν τῶν ἐμῶν πλασμάτων ἵλεως γενέσθαι ηὐδόκησα, ἐπειδὴ ἠλέησα τὸν Ἀδὰμ ὑβρίσαντά με, ἐπέστη ὁ καιρὸς καὶ πάντας τοὺς δαίμονας ὡς βοτρύας συναγαγὼν εἰς ἓν μόνος αὐτῶν τὴν ληνὸν ἐπάτησα, καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Καὶ τί μετὰ ταῦτα ἡμέρα ἀνταποδόσεως ἦν; Πρὸς ταῦτα αἴνιγμα λαβοῦσαι αἱ οὐράνιοι δυνάμεις καὶ αἰσθόμεναι μυστηριωδῶς τίνα ἐστιν ἃ φθέγγεται πρὸς αὐτὰς ὁ δεσπότης, μᾶλλον δὲ διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας φωταγωγηθεῖσαι πρὸς ταύτην τὴν ἀλήθειαν, ἀποκρίνονται πρὸς ταῦτα καὶ φασίν· Τὸν ἔλεον Κυρίου ἐμνήσθην. Οἶδα γάρ, φασίν, τί ἔλεγεν ὁ Κύριος διὰ τῶν λοιπῶν προφητῶν, τί ἐπηγγείλατο τῷ Ἀδάμ· οἶδα τί ἔλεγεν τότε. Ἐπηγγείλατο ἔρχεσθαι ἐπὶ γῆς καὶ πάσχειν ὡς ἄνθρωπος τὰ ἀνθρώπων.
Ταῦτα ὁρῶμεν ὄψεσιν· Τὸν ἔλεον Κυρίου ἐμνήσθην. Ταῦτα περὶ τῆς σήμερον Ἠσαΐας κράζει ὁ 136 προφήτης, ταύτην τὴν ἡμέραν μυσταγωγεῖ, ἐπειδὴ γὰρ αἱ κατώτεραι δυνάμεις οὕτως ἀποκαλυφθεῖσαι ἔλεγον· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βόσορ. Μετὰ ταύτην τὴν ἐξέτασιν καὶ μετὰ τὰς λοιπὰς ἀνεξετάσεις, μετὰ ταύτην τὴν ἀκρίβειαν τῶν ῥημάτων καὶ μετὰ τὴν πολλὴν σαφήνειαν τῶν μυστηρίων, μετὰ τὸ μηδὲν σιωπῆσαι τὸν Χριστὸν ἐκραύγαζον κατὰ τὸν ∆αβίδ· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἀπεκρίθησαν αὐταῖς αἱ ἀνώτεραι δυνάμεις καὶ λέγουσιν· Τίς οὗτος ὁ ἀναβαίνων καὶ διὰ τί, φασίν, βοᾶτε Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ταῦτα ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς πολλαί· καὶ οὐ πάντες ἄγγελοι, οὐ πάντες θρόνοι, οὐ πάντες κυριότητες, ἀλλὰ καὶ ὑπερβεβηκότα ἐστι τάγματα καὶ ὑπερβεβηκυῖαι δυνάμεις.
Ἐπεὶ οὖν ἀνταπόκρισιν τῆς ἐρωτήσεως ἔλαβον αἱ ἀνώτεραι δυνάμεις φασίν· Ἔγνωμεν τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης. Ἐπειδὴ γὰρ ἔμαθον τίς ὁ ἀναβαίνων οὐκέτι χρείαν ἔχουσιν ἑρμηνείας, οὐκέτι λόγων χρείαν ἔχουσι μακρῶν, ἀλλὰ λέγουσιν· Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μέχρις ἐνταῦθα συνηκολούθησα τῷ δεσπότῃ ἄτονον ἔχων πρὸς τὰ ἐκεῖνα τὸ πτερὸν τῆς διανοίας. Εἴθε δέ, εἰ ἦν δύναμίς μοι, καὶ εἰς τὸ ὅρος αὐτῷ συνανελθεῖν τῆς θείας ὀπτασίας, ἵνα ἴδω τὸν Ἰησοῦν, ἐπειδὴ ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν, καὶ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. Συνανέλθωμεν τοίνυν τῷ Χριστῷ εἰς οὐρανὸν, ἀδελφοί· μὴ μείνωμεν ἐπὶ γῆς, μὴ πάλιν γεώδη φρονήσωμεν, μὴ πάλιν περὶ ἐπιθυμίας, μὴ πάλιν περὶ ἁρπαγάς, μὴ πάλιν περὶ 137φιλοχρηματείας· μὴ ἐπαρθῇς, ἐπεὶ καὶ σὺ ἐξ οὐρανοῦ πίπτεις ὡς ἡ ἀστραπή. Μὴ γένοιτο δὲ τοῦτο παθεῖν τὸν τῷ Χριστῷ ἀκολουθοῦντα. Πεπείσμεθα γὰρ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἔχομεν σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
Ταῦτα δὲ λέγομεν πρὸς τὴν ὑμῶν ἀσφάλειαν, καθὼς λέγει ὁ ἀπόστολος· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές. Γένοιτο δὲ πάντας ἡμᾶς ἀμέμπτως ἀκολουθῆσαι τῷ Χριστῷ καὶ τυχεῖν τῆς βασιλείας αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.
Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ <καὶ> φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον.