Περιεχόμενα Homilia habita in ecclesia Cyrini Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ <καὶ> φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον. Homilia habita in ecclesia Cyrini Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ <καὶ> φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον.