Овај текст је доступан на другим језицима:
1 Καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἶπεν αὐτῷ
2 Αζαρια ἄδελφε, λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον·
3 διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθεῖν με,
4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
5 καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ.
6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον. καὶ εὐλόγησεν Τωβιας τὴν γυναῖκα αὐτοῦ.
← Назад Крај
9
главе
Напред →
Можете истакнути стих кликом на његов број. Ради
Shift
и
Ctrl