Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον 2

In Joannem 2 / На Евангелие от Иоанна 2

ΟΜΙΛΙΑ ΚΘʹ. Ἦλθε δὲ εἰς τὴν

Ἰουδαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε μετ' αὐτῶν, καὶ ἐβάπτιζεν.

αʹ. Οὐδὲν τῆς ἀληθείας φανερώτερον, οὐδὲ ἰσχυρότερον γένοιτ' ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται. Εὐφώρατόν τε γὰρ καὶ οὕτω γίνεται, καὶ καταῤῥεῖ ῥᾳδίως. Ἡ δὲ ἀλήθεια γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν· καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν πολλῶν, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων ἐστὶν ὑπεύθυ νος· ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος, καὶ τοὺς πρὸς αὐτὴν καταφεύγοντας, ὥσπερ ἐν ἀσφαλεῖ τειχίῳ φυλάττουσα, τῇ τῆς οἰκείας δυνάμεως ὑπερβολῇ, καὶ τὰς μὲν λαθραίους ἐκτρεπομένη καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ' ἑαυτῆς. Τοῦτο γοῦν καὶ ὁ Χριστὸς τῷ Πιλάτῳ διαλεγόμενος ἐδήλου λέγων· Ἐγὼ πάντοτε παῤῥησίᾳ ἐδίδαξα, καὶ ἐν κρυφῇ ἐλάλησα οὐδέν. Τοῦτο καὶ τότε εἶπε, καὶ νῦν ἔπραξεν. Μετὰ ταῦτα ἦλθεν εἰς τὴν Ἰου δαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε, καὶ ἐβάπτιζεν. Ἐν μὲν γὰρ ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνῄει, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν· μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Ἰορδάνην πολλάκις ἤρχετο, ἐπειδὴ καὶ ἐνταῦθα πολλοὶ συνέτρεχον. Τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ' ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων. Καίτοι προϊών φησιν ὁ Εὐαγγελιστὴς, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δῆλον, ὅτι καὶ ἐνταῦθα τοῦτο λέγει, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐβάπτιζεν; Προλαβὼν Ἰωάννης εἶπεν, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. Εἰκότως οὖν οὐκ ἐβάπτιζεν· οἱ δὲ μαθηταὶ τοῦτο ἔπραττον, βουλόμενοι πολλοὺς προσάγειν τῇ σωτηριώδει διδασκαλίᾳ. Καὶ τί δήποτε, τῶν μαθητῶν τοῦ Ἰησοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ μεμένηκε καὶ αὐτὸς βαπτίζων, καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον εἰσαγωγῆς τοῦτο ἔπραττε; Τὸ γὰρ εἰπεῖν, Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνών· καὶ ἐπαγαγεῖν, Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν, δηλοῦντος ἦν, ὅτι ἕως τότε οὐκ ἐπαύσατο τοῦτο ποιῶν. Καὶ τίνος, φησὶν, ἕνεκεν ἕως τότε ἐβάπτιζε; καίτοι γε σεμνοτέρους ἂν ἀπέφηνε τοὺς μαθητὰς τοῦ Ἰησοῦ, εἴ γε ἐκείνων ἀρξαμένων αὐτὸς ἐπαύσατο. Τίνος οὖν ἕνεκεν ἐβάπτιζεν; Ἵνα μὴ τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἐμβάλῃ, καὶ φιλονεικοτέρους ἐργάσηται. Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν· εἰ καὶ τοῦτο προσέθηκε, πολλῷ φιλονεικοτέρους ἂν ἐποίησε. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκποδὼν ὁ Ἰωάννης ἐγένετο. Οἶμαι δὲ καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου καὶ ταχίστην αὐτῷ γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων ἑαυτοὺς σχίζεσθαι γνώμαις. Χωρὶς δὲ τούτων, καὶ ἐν τῷ βαπτίζειν οὐκ ἐπαύσατο συνεχῶς παραινῶν, καὶ μεγάλα καὶ σεμνὰ δεικνὺς τὰ τοῦ Ἰησοῦ. Ἐβάπτιζε δι' οὐδὲν ἕτερον, ἢ μόνον εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσιν. Ὁ τοίνυν τοῦτο κηρύττων, πῶς ἂν σεμνοὺς ἀπέφηνε τοὺς μαθητὰς τοῦ Χριστοῦ; Παυσάμενος γὰρ, τοὐναντίον ἂν ἔδοξε ζήλῳ ἢ ὀργῇ τοῦτο ποιεῖν· τῷ δὲ ἐπιμεῖναι κηρύττων, ἰσχυρότερα ταῦτα ἀπέφηνε. Οὐ γὰρ ἑαυτῷ τὴν δόξαν ἐκτᾶτο, ἀλλὰ τῷ Χριστῷ παρέπεμπε τοὺς ἀκροωμένους, καὶ οὐχ ἧττον τῶν μαθητῶν αὐτῷ συνέπραττεν, ἀλλὰ καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ ἀνύποπτος αὐτοῦ ἡ μαρτυρία ἦν, καὶ πολλῷ μείζονα δόξαν παρὰ πᾶσιν εἶχεν ἐκείνων. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἐξήρχοντο, καὶ ἐβαπτίζοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία καὶ ἡ περίχωρος τοῦ Ἰορδάνου. Καὶ τῶν μαθητῶν δὲ βαπτιζόντων, οὐ διέλιπον πολλοὶ πρὸς αὐτὸν τρέχοντες. Εἰ δέ τις ἐξετάζοι, καὶ τί πλέον εἶχε τὸ τῶν μαθητῶν βάπτισμα, τοῦ Ἰωάννου; ἐροῦμεν, ὅτι οὐδέν. Ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέροις ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους. Ἵνα γὰρ μὴ ἀεὶ περιτρέχοντες οὕτω συνάγωσι τοὺς ὀφείλοντας πιστεύειν, ὅπερ ἐπὶ τοῦ Σίμωνος ὁ ἀδελφὸς ἐποίησε, καὶ ἐπὶ τοῦ Ναθαναὴλ ὁ Φίλιππος, τὸ βαπτίσαι ἐνεστήσαντο, ὥστε δι' αὐτοῦ ἅπαντας ἐπάγεσθαι ἀπονητὶ, καὶ τῇ μελλούσῃ προοδοποιεῖν πίστει. Ὅτι δὲ οὐδὲν πλέον εἶχεν ἀλλήλων τὰ βαπτίσματα, τὰ ἐχόμενα δηλοῖ. Ποῖα δὴ ταῦτα; Ἐγένετο, φησὶ, ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. Ζηλοτύπως γὰρ ἔχοντες ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς οἱ μαθηταὶ Ἰωάννου, καὶ πρὸς αὐτὸν δὲ τὸν Χριστὸν, ἐπειδὴ εἶδον αὐτοὺς βαπτίζοντας, ἤρξαντο διαλέγεσθαι πρὸς τοὺς βαπτιζομένους, ὡς τοῦ παρ' αὐτοῖς βαπτίσματος πλέον τι τοῦ τῶν μαθητῶν τοῦ Χριστοῦ ἔχοντος. Καὶ λαβόντες ἕνα τῶν βαπτισθέντων, ἐπεχείρουν τοῦτον πείθειν, ἀλλ' οὐκ ἔπειθον. Ὅτι γὰρ αὐτοὶ οἱ ἐπιδραμόντες εἰσὶν, ἀλλ' οὐκ ἐκεῖνος ἐζήτησεν, ἄκουσον πῶς τοῦτο ὁ Εὐαγγελιστὴς ᾐνίξατο. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαῖός τις μετ' αὐτῶν ἐζήτησεν, ἀλλ' ὅτι ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου ἐγένετο μετὰ Ἰουδαίου τινὸς περὶ καθαρισμοῦ.

βʹ. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Εὐαγγελιστοῦ. Οὐ γὰρ καταφορικῶς ἐχρήσατο τῷ λόγῳ· ἀλλ' ὅση δύναμις, παραμυθεῖται τὸ ἔγκλημα, ζήτησιν γενέσθαι ἁπλῶς λέγων· ἐπεὶ ὅτι γε ἀπὸ ζηλοτυπίας ἐλέγετο τὰ λεγόμενα, τὰ ἑξῆς δηλοῖ, ἃ καὶ αὐτὰ ἀνεπαχθῶς τέθεικεν. Ἦλθον γὰρ, φησὶ, πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· τουτέστιν, ὃν ἐβάπτισας σύ. Τοῦτο γὰρ αἰνίττονται λέγοντες, Ὧ σὺ μεμαρτύρηκας· οἷον, ὃν σὺ λαμπρὸν ἔδειξας, καὶ περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ. Ἀλλ' οὐκ εἶπον, ὃν σὺ ἐβάπτισας· ἦ γὰρ ἂν ἠναγκάσθησαν καὶ τῆς φωνῆς ἀναμνῆσαι τῆς ἄνωθεν κατενεχθείσης, καὶ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· ἀλλὰ τί; Ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας· τουτέστιν, ὃς μαθητοῦ τάξιν ἐπεῖχεν, ὃς ἡμῶν πλέον εἶχεν οὐδὲν, οὗτος ἑαυτὸν ἀποσχίσας βαπτίζει. Οὐ τούτῳ δὲ μόνον ᾤοντο παρακνίζειν αὐτὸν, ἀλλὰ καὶ τῷ τὰ αὐτῶν παρευδοκιμεῖσθαι λοιπόν· Πάντες γὰρ, φησὶν, ἔρχονται πρὸς αὐτόν. Ὅθεν δῆλον, ὅτι οὔτε τοῦ Ἰουδαίου περιεγένοντο, μεθ' οὗ τὴν ζήτησιν ἔσχον. Ταῦτα δὲ ἔλεγον, ἀτελέστερον ἔτι διακείμενοι, καὶ οὐδέπω φιλοτιμίας ὄντες καθαροί. Τί οὖν ὁ Ἰωάννης; Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται· ἀλλὰ τί φησι; Οὐδεὶς δύναται ἀνθρώπων λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ δὲ ταπεινότερον φθέγγεται περὶ τοῦ Χριστοῦ, μὴ θαυμάσῃς· οὐ γὰρ ἦν τοιούτῳ πάθει προκατειλημμένους ἀθρόον καὶ ἐκ προοιμίων διδάξαι τὸ πᾶν· ἀλλὰ θέλει τέως αὐτοὺς καταπλῆξαι καὶ φοβῆσαι, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες. Ὅπερ οὖν καὶ ὁ Γαμαλιὴλ ἔλεγεν· Οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο καὶ αὐτὸς λανθανόντως ἐνταῦθα κατασκευάζει. Τὸ γὰρ εἰπεῖν, Οὐδεὶς δύναται λαμβάνειν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἐντεῦθεν οὐδὲν ἄλλο δη λοῦντός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ ὅτι θεομάχοι ἐντεῦθεν πάλιν εὑρίσκονται. Τί οὖν; οἱ περὶ Θευδᾶν οὐκ ἔλαβον ἀφ' ἑαυτῶν; Ἔλαβον, ἀλλ' εὐθέως διελύθησαν καὶ ἀπώλοντο· τὰ δὲ τοῦ Χριστοῦ οὐ τοιαῦτα. Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν αὐτούς. Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή· τοιαῦτα γὰρ τὰ θεῖα, καὶ Θεός ἐστιν ὁ ταῦτα κατασκευάζων· οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται· ταῦτα δὲ οὐ τοιαῦτα· οὐκ ἄρα ἀνθρώπινα. Καὶ ὅρα πῶς ὅτε εἶπον, Ὧ σὺ μεμαρτύρηκας, τότε καὶ τοῦτο ὃ ᾤοντο προβαλέσθαι εἰς τὴν τοῦ Χριστοῦ καθαίρεσιν, εἰς αὐτοὺς αὐτὸ περιέτρεψεν. Καὶ γὰρ πρότερον δείξας ὅτι οὐ παρὰ τῆς αὐτοῦ μαρτυρίας τὸ λάμψαι αὐτῷ γέγονε, μετὰ ταῦτα ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει, Οὐ δύναται, λέγων, ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲ ἓν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Τί ἐστι τοῦτο; Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν. Τί γὰρ ἐμαρτύρησα; Ὑμᾶς καλῶ τούτου μάρτυρας. ∆ιὸ καὶ ἐπάγει· Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, ὅτι Οὐκ εἰμὶ ἐγὼ Χριστὸς, ἀλλ' ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰ τοίνυν ἐχόμενοι τῆς ἐμῆς μαρτυρίας ταῦτα προτείνεσθέ μοι λέγοντες, Ὧ σὺ μεμαρτύρηκας, οὐ μόνον οὐδὲν ἠλάττωται ἐκ τοῦ τὴν ἐμὴν δέξασθαι μαρτυρίαν, ἀλλὰ πλεονεκτεῖ μάλιστα ἐκ τούτου· ἄλλως τε οὐδὲ ἐμὴ ἡ μαρτυρία, ἀλλὰ τοῦ Θεοῦ ἦν. Ὥστε εἰ ἀξιόπιστος ὑμῖν εἶναι δοκῶ, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶπον, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁρᾷς πῶς δείκνυσι κατὰ μικρὸν θείαν τὴν φωνὴν οὖσαν; Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· ∆ιάκονός εἰμι, καὶ τὰ τοῦ πέμψαντος λέγω, οὐκ ἀνθρωπίνῃ χάριτι κολακεύων αὐτὸν, ἀλλὰ τῷ Πατρὶ αὐτοῦ τῷ πέμψαντί με διακονούμενος. Οὐκ ἄρα ἐχαρισάμην τὴν μαρτυρίαν, ἀλλ' ὅπερ ἀπεστάλην εἰπεῖν, εἶπον. Μὴ τοίνυν διὰ τοῦτο νομίσητε μέγαν εἶναι ἐμέ. Τοῦτο γὰρ ἐκεῖνον δείκνυσι μέγαν. Ὁ γὰρ Κύριος τῶν πραγμάτων ἐκεῖνός ἐστιν. Ὃ καὶ δηλῶν πάλιν ἐπάγει καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Καὶ πῶς ὁ εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, φίλον αὐτοῦ νῦν φησιν ἑαυτὸν εἶναι; Οὐκ ἐπαίρων τὸ καθ' ἑαυτὸν, οὐδὲ κομπάζων ταῦτα λέγει, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὸς τοῦτο μάλιστα σπεύδει, καὶ οὔτε ἄκοντος αὐτοῦ οὐδὲ λυπουμένου ταῦτα γίνεται, ἀλλ' ἐπιθυμοῦντος καὶ σπουδάζοντος, καὶ ὅτι ταῦτά ἐστιν ὑπὲρ ὧν μάλιστα πάντα ἔπραττεν· ἃ καὶ σφόδρα συνετῶς διὰ τῆς τοῦ φίλου προσηγορίας ἐδήλωσεν. Οὐ γὰρ οὕτως οἱ διάκονοι τοῦ νυμφίου, ὡς οἱ φίλοι χαίρουσι καὶ εὐφραίνονται ἐν τοῖς τοιούτοις. Οὐ τοίνυν τὸ ὁμότιμον· ἄπαγε· ἀλλὰ τὸ πολὺ τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, ἅμα δὲ καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φίλον ἑαυτὸν λέγει εἶναι. Ἐπεὶ καὶ τὴν διακονίαν ᾐνίξατο τῷ εἰπεῖν, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ∆ιὰ δὴ ταῦτα καὶ τὸ νομίζειν αὐτοὺς δάκνεσθαι τοῖς γινομένοις, φίλον ἑαυτὸν ἐκάλεσε τοῦ νυμφίου, δεικνὺς ὅτι οὐ μόνον οὐ δάκνεται, ἀλλὰ καὶ σφόδρα χαίρει. Ἐπεὶ τοίνυν τοῦτο παρεγενόμην ἀνύσαι, τοσοῦτον ἀπέχω τοῦ ἀλγῆσαι τοῖς πραττομένοις, ὅτι τότε μάλιστα ἂν ἤλγησα, εἰ μὴ τοῦτο ἐγένετο. Εἰ μὴ γὰρ προσῆλθεν ἡ νύμφη τῷ νυμφίῳ, τότε ἂν ἐδήχθην· ἀλλ' οὐχὶ νῦν, φησὶν, ὅταν τὰ ἡμέτερα ἤνυσται. Καὶ γὰρ τῶν ἐκείνου προκοπτόντων, ἡμεῖς ἐσμεν οἱ εὐδοκιμοῦντες· ὃ γὰρ ἐβουλόμεθα, γέγονε, καὶ ἐπιγινώσκει τὸν νυμφίον ἡ νύμφη. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε αὐτοὶ λέγοντες, ὅτι Πάντες ἔρχονται πρὸς αὐτόν. Τοῦτο γὰρ καὶ ἐσπούδαζον, καὶ διὰ τοῦτο πάντα ἔπραττον. Ὅθεν καὶ τοῦτο νῦν ἐκβεβηκὸς ὁρῶν, χαίρω καὶ ἀγάλλομαι καὶ σκιρτῶ.

γʹ. Τί δέ ἐστιν, Ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου; Ἀπὸ τῆς παραβολῆς τὸν λόγον μετήγαγεν ἐπὶ τὸ προκείμενον. Ἐπειδὴ γὰρ νυμφίου καὶ νύμφης ἐμνημόνευσε, δείκνυσιν, ἡ νυμφαγωγία πῶς γίνεται, ὅτι διὰ φωνῆς καὶ διδασκαλίας. Οὕτω γὰρ καὶ ἡ Ἐκκλησία ἁρμόζεται τῷ Θεῷ. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. ∆ιὰ ταύτην οὐκοῦν ἐγὼ χαίρω τὴν φωνήν. Καὶ τὸ Ὁ ἑστηκῶς δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δηλῶν ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρὴ καὶ ἀκούειν, ἐκείνῳ παραδόντα τὴν νύμφην· καὶ ὅτι λειτουργός ἐστι καὶ διάκονος, καὶ τὰ τῆς χρηστῆς ἐλπίδος αὐτῷ καὶ τῆς εὐφροσύνης ἐξῆλθεν εἰς ἔργον. ∆ιὸ καὶ ἐπάγει τοῦτο δεικνύς· Αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· τουτέστιν, ἤνυσται παρ' ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει, καὶ πλέον οὐδὲν δυνάμεθα ἐργάσασθαι λοιπόν. Εἶτα οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν τοῦ πάθους αὔξησιν γίνεσθαι κωλύων, καὶ περὶ τῶν μελλόντων ἀποφαίνεται λέγων, ἀπὸ τῶν εἰρημένων τε καὶ γεγενημένων ἤδη καὶ ταῦτα πιστούμενος· διὸ ἐπάγει λέγων, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· τουτέστι, τὰ μὲν ἡμέτερα ἔστη, καὶ ἐπαύσατο λοιπὸν, αὐξάνει δὲ τὰ ἐκείνου. Τοῦτο οὖν ὃ δεδοίκατε, οὐχὶ νῦν ἔσται μόνον, ἀλλὰ καὶ πολλῷ μᾶλλον προϊόν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα λαμπρὰ δείκνυσι τὰ ἡμέτερα. ∆ιὰ τοῦτο δὴ καὶ ἦλθον, καὶ χαίρω ὅτι τὰ αὐτοῦ πολλὴν ἔλαβε τὴν ἐπίδοσιν, καὶ γέγονε ταῦτα δι' ἅπερ πάντα τὰ παρ' ἡμῶν ἐγένετο. Εἶδες πῶς ἠρέμα καὶ μετὰ πολλῆς τῆς σοφίας τό τε πάθος αὐτῶν κατεπράϋνε, καὶ τὴν βασκανίαν ἔσβεσε, καὶ ἀδυνάτοις ἐπιχειροῦντας ἔδειξεν, ᾧ μάλιστα παύεται κακία; ∆ιὰ τοῦτο γὰρ καὶ ᾠκονομήθη, ἔτι ζῶντος αὐτοῦ καὶ βαπτίζοντος, ταῦτα γενέσθαι, ἵνα αὐτὸν μάρτυρα τῆς ὑπεροχῆς ἔχωσι, καὶ μηδεμίαν, εἰ μὴ πείθοιντο, ἀπολογίαν ἔχειν. Οὐδὲ γὰρ ἀφ' ἑαυτοῦ ἐπὶ τὸ ταῦτα εἰπεῖν ἦλθεν, οὔτε ἑτέρων ἐρωτησάντων· αὐτοὶ γὰρ ἦσαν καὶ οἱ πυθόμενοι καὶ οἱ ἀκούσαντες. Οὐδὲ γὰρ οὕτως ἀφ' ἑαυτοῦ λέγοντι ἐπείθοντο, ὡς αὐτοκατάκριτον τὴν ψῆφον εἶχον, μετὰ τὴν ἐρώτησιν ἀκούοντες ἀποκρινομένου· ὥσπερ οὖν καὶ Ἰουδαῖοι καὶ διὰ τοῦτο μάλιστα δὴ, τὸ οἴκοθεν ἀποστεῖλαι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι ἅπερ ἤκουσαν, καὶ μὴ πεισθῆναι, πάσης ἑαυτοὺς ἀπολογίας ἐξέβαλον. Τί τοίνυν ἐντεῦθεν παιδευόμεθα; Ὅτι πάντων αἴτιον τῶν κακῶν ἡ κενοδοξία. Τοῦτο γὰρ αὐτοὺς ἐπὶ τὴν ζηλοτυπίαν ἤγαγε· τοῦτο πάλιν αὐτοὺς μικρὸν λωφήσαντας διήγειρε· διὸ καὶ προσελθόντες τῷ Ἰησοῦ λέγουσι· ∆ιατί οἱ μαθηταί σου οὐ νηστεύουσι; Φύγωμεν τοίνυν, ἀγαπητοὶ, τὸ πάθος. Ἂν γὰρ τοῦτο φύγωμεν, τῆς γεέννης ἀπαλλαγησόμεθα. Τοῦτο γὰρ μάλιστα αὐτοῖς ἀνάπτει τὸ πῦρ· οὕτω παν ταχοῦ τὴν ἀρχὴν ἐξέτεινε τὴν ἑαυτοῦ, καὶ ἡλικίαν πᾶσαν καὶ ἀξίαν κατέχει τυραννικῶς. Τοῦτο τὰς Ἐκκλησίας ἄνω καὶ κάτω πεποίηκε, τοῦτο καὶ τοῖς πολιτικοῖς λυμαίνεται πράγμασι, τοῦτο καὶ οἰκίας ὁλοκλήρους ἀνέτρεψε, καὶ πόλεις, καὶ δήμους καὶ ἔθνη. Καὶ τί θαυμάζεις, ὅπου γε καὶ εἰς τὴν ἔρημον ἐξῆλθε, καὶ πολλὴν αὐτοῦ κἀκεῖ τὴν δύναμιν ἐπεδείξατο; Οἱ γὰρ πολλὰ χρήμασι χαίρειν εἰπόντες, καὶ τῇ τοῦ κόσμου φαντασίᾳ πάσῃ. καὶ μηδενὶ συγγινόμενοι, καὶ τῆς τυραννικωτέρας τῶν σωμάτων κρατοῦντες ἐπιθυμίας, οὗτοι πολλάκις, ἁλόντες ὑπὸ κενοδοξίας, πάντα ἀπώλεσαν. ∆ιὰ τοῦτο τὸ πάθος ὁ πολλὰ καμὼν τοῦ μηδὲν καμόντος, ἀλλὰ μυρία ἁμαρτόντος, ὁ Φαρισαῖος τοῦ Τελώνου, διὰ τοῦτο τὸ νόσημα, ἧττον ἔχων ἀπῆλθεν. Ἀλλὰ τὸ μὲν κατηγορεῖν τοῦ πάθους, οὐδὲν ἔργον ἐστὶ, (πάντες γὰρ τὰ αὐτὰ ψηφίζονται), τὸ δὲ ζητούμενον, ὅπως αὐτοῦ περιγενώμεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ἂν ἀντιστήσωμεν δόξαν δόξῃ. Ὥσπερ γὰρ τοῦ τῆς γῆς πλούτου καταφρονοῦμεν, ὅταν πρὸς ἕτερον ἴδωμεν πλοῦτον, καὶ τῆς ζωῆς ταύτης ὑπερορῶμεν, ὅταν ἐννοήσωμεν τὴν πολλῷ ταύτης ἀμείνω· οὕτω καὶ δόξαν τὴν ἐνταῦθα διαπτύσαι δυνησόμεθα, ὅταν τὴν ταύτης ἐννοήσωμεν μακρῷ σεμνοτέραν, τὴν ὄντως δόξαν. Ἡ μὲν γὰρ κενή τις ἐστὶ καὶ ματαία, ὄνομα ἔχουσα πράγματος ἔρημον· ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων ∆εσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸν ἐκεῖθεν κρότον σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται τὰ ἐνταῦθα κατασχεῖν, οὐδὲ γινόμενα ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται. Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λʹ. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ.

αʹ. ∆εινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν· ἄκανθά τίς ἐστι δυσαπόσπαστος, καὶ θηρίον ἀτίθασσον, καὶ πολυκέφαλον, κατὰ τῶν τρεφόντων αὐτὸ ὁπλιζόμενον. Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια· οὕτω καὶ ἡ κενοδοξία τὴν τρέφουσαν αὐτὴν ἀπόλλυσι ψυχήν. ∆ιὸ πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε ἀφανίσαι τὸ πάθος. Ὅρα γοῦν καὶ ἐνταῦθα ὅσα ἐπᾴδει τοῖς μαθηταῖς τοῦτο πάσχουσιν ὁ Ἰωάννης, καὶ μόλις αὐτοὺς καταπραΰνει. Μετὰ γὰρ τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἑτέροις αὐτοὺς ἐπαντλεῖ λόγοις. Ποίοις δὴ τούτοις; Ὁ ἄνωθεν ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν· ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί φατε, ἐκεῖνο ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὡς οὐκ ἔνι τὸν ἐκ τῶν οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί ποτέ ἐστι, καὶ τί βούλεται δηλοῦν; Τοῦτό ἐστι. ∆είκνυσι γὰρ διὰ τούτου, ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς γῆς δὲ ὄντα καὶ λαλοῦντα ἑαυτὸν λέγει, οὐχ ὅτι ἐξ οἰκείας διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὸ βάπτισμα οὕτω καλῶν, οὐκ

ματαία, ὄνομα ἔχουσα πράγματος ἔρημον· ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων ∆εσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸν ἐκεῖθεν κρότον σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται τὰ ἐνταῦθα κατασχεῖν, οὐδὲ γινόμενα ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται. Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λʹ. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς

γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ.

αʹ. ∆εινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν· ἄκανθά τίς ἐστι δυσαπόσπαστος, καὶ θηρίον ἀτίθασσον, καὶ πολυκέφαλον, κατὰ τῶν τρεφόντων αὐτὸ ὁπλιζόμενον. Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια· οὕτω καὶ ἡ κενοδοξία τὴν τρέφουσαν αὐτὴν ἀπόλλυσι ψυχήν. ∆ιὸ πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε ἀφανίσαι τὸ πάθος. Ὅρα γοῦν καὶ ἐνταῦθα ὅσα ἐπᾴδει τοῖς μαθηταῖς τοῦτο πάσχουσιν ὁ Ἰωάννης, καὶ μόλις αὐτοὺς καταπραΰνει. Μετὰ γὰρ τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἑτέροις αὐτοὺς ἐπαντλεῖ λόγοις. Ποίοις δὴ τούτοις; Ὁ ἄνωθεν ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν· ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί φατε, ἐκεῖνο ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὡς οὐκ ἔνι τὸν ἐκ τῶν οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί ποτέ ἐστι, καὶ τί βούλεται δηλοῦν; Τοῦτό ἐστι. ∆είκνυσι γὰρ διὰ τούτου, ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς γῆς δὲ ὄντα καὶ λαλοῦντα ἑαυτὸν λέγει, οὐχ ὅτι ἐξ οἰκείας διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὸ βάπτισμα οὕτω καλῶν, οὐκ ἐπειδὴ ἐπίγειον ἦν, ἀλλ' ἐπειδὴ πρὸς τὴν ἀπόῤῥητον αὐτοῦ γέννησιν παρέβαλλε τὸ εἰρημένον· οὕτω καὶ ἐνταῦθα ἐκ τῆς γῆς λαλεῖν ἑαυτὸν ὁ Ἰωάννης εἶπε, πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν τὰ αὑτοῦ παραβάλλων. Οὐδὲν γὰρ ἄλλο δηλοῖ τὸ Ἐκ τῆς γῆς λαλεῖν, ἢ ὅτι μικρὰ καὶ ταπεινὰ καὶ εὐτελῆ τοῖς ἐκείνου παραβαλλόμενα τὰ ἐμὰ, καὶ τοιαῦτα, οἷα εἰκὸς γηΐνην δέξασθαι φύσιν. Παρὰ γὰρ ἐκείνῳ Πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι. Ὅτι δὲ οὐ περὶ λογισμῶν ἀνθρωπίνων λέγει, δῆλον ἐκεῖθεν. Ὁ ἐκ τῆς γῆς ὢν, φησὶν, ἐκ τῆς γῆς ἐστι. Καίτοι γε οὐκ ἐκ τῆς γῆς ἦν αὐτῷ τὸ πᾶν, ἀλλὰ τὰ κυριώτερα οὐράνια· καὶ γὰρ ψυχὴν εἶχε, καὶ πνεύματος μετεῖχεν οὐκ ἐκ τῆς γῆς. Πῶς οὖν ἀπὸ τῆς γῆς αὐτὸς εἶναι λέγει; Οὐδὲν ἄλλο ἐντεῦθεν αἰνίττεται, ἢ ὅτι Μικρὸς ἐγὼ καὶ οὐδενὸς ἄξιος λόγου, ἅτε χαμαὶ ἐρχόμενος καὶ ἐν τῇ γῇ τεχθείς· ὁ δὲ Χριστὸς ἄνωθεν ἡμῖν ἀφῖκται. ∆ιὰ δὴ τούτων πάντων σβέσας τὸ πάθος πρῶτον, τότε λοιπὸν μετὰ πλείονος τῆς παῤῥησίας φθέγγεται περὶ τοῦ Χριστοῦ. Πρὸ μὲν γὰρ τούτου περιττὸν ἦν ῥήματα προΐεσθαι, μηδέποτε χώραν ἐν τῇ διανοίᾳ τῶν ἀκροωμένων ἔχειν δυνάμενα· ἐπειδὴ δὲ τὰς ἀκάνθας ἀνέσπασεν, ἄρχεται μετὰ ἀδείας λοιπὸν καταβάλλειν τὰ σπέρματα, λέγων· Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί· καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Μέγα τι καὶ ὑψηλὸν εἰπὼν περὶ αὐτοῦ, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει. Τὸ γὰρ, Ὃ ἤκουσε καὶ ἑώρακεν, ἀνθρωπινώτερον εἴρηται. Οὐ γὰρ ἀπὸ τοῦ παραλαβεῖν ὄψει, οὐδ' ἀπὸ τοῦ ἀκοῦσαι ᾔδει ἃ ᾔδει· ἀλλ' ἐν τῇ φύσει τὸ πᾶν εἶχε, τέλειος ἐκ τῶν πατρικῶν προελθὼν κόλπων, καὶ οὐ δεόμενος τοῦ διδάσκοντος. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, οὕτω κἀγὼ γινώσκω τὸν Πατέρα. Τί οὖν ἐστιν, Ὃ ἤκουσε, λαλεῖ, καὶ ὃ ἑώρακε, μαρτυρεῖ; Ἐπειδὴ διὰ τῶν αἰσθήσεων τούτων ἡμεῖς πάντα μανθάνομεν ἀκριβῶς, καὶ ἀξιόπιστοι δοκοῦμεν εἶναι διδάσκαλοι, ὑπὲρ ὧν ἢ ὄψει παραλάβωμεν, ἢ ἀκοῇ δεξώμεθα, ἅτε οὐ πλαττόμενοι, οὐδὲ ψευδῆ λέγοντες· τοῦτο καὶ ἐνταῦθα κατασκευάσαι βουλόμενος ὁ Ἰωάννης εἶπε τὸ, Ἃ ἤκουσε καὶ ἑώρακε· τουτέστιν, οὐδὲν τῶν παρ' αὐτοῦ ψεῦδός ἐστιν, ἀλλὰ πάντα ἀληθῆ. Οὕτω δήπου καὶ ἡμεῖς περιεργαζόμενοι πολλάκις ἐρωτῶμεν· σὺ ἤκουσας; σὺ εἶδες; κἂν δειχθῇ τοῦτο, ἀναμφίβολος ἡ μαρτυρία. Καὶ αὐτὸς δὲ ὅταν λέγῃ, Καθὼς ἀκούω, κρίνω, καὶ, Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, λαλῶ, καὶ Ὃ ἑωράκαμεν, λαλοῦμεν, καὶ ὅσα ἂν ἕτερα τοιαῦτα φθέγγηται, οὐχ ἵνα μάθωμεν ὅτι διδασκόμενος λέγει ἃ λέγει (τοῦτο γὰρ τῆς ἐσχάτης ἀνοίας ἐστὶ νομίζειν)· ἀλλ' ἵνα μηδὲν τῶν λεγομένων ὑποπτεύηται παρὰ τῶν ἀναισχύντων Ἰουδαίων. Ἐπειδὴ γὰρ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, συνεχῶς ἐπὶ τὸν Πατέρα καταφεύγει, ἐκεῖθεν ἀξιόπιστα ποιῶν τὰ λεγόμενα.

βʹ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τὸν Πατέρα καταφεύγει. ὅπου γε αὐτὸς πολλάκις καὶ ἐπὶ τοὺς προφήτας καὶ ἐπὶ τὰς Γραφὰς ἔρχεται; ὡς ὅταν λέγῃ, Ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἆρ' οὖν καὶ τῶν προφητῶν ἐλάττονα αὐτὸν εἶναι φήσομεν, ἐπειδὴ τὰς ἐκεῖθεν ἕλκει μαρτυρίας; Ἄπαγε. ∆ιὰ γὰρ τὴν τῶν ἀκουόντων ἀσθένειαν οὕτω μεθοδεύει τὸν λόγον, καὶ παρὰ τοῦ Πατρὸς ἀκηκοώς φησι λαλεῖν ἅπερ ἐλάλει, οὐχ ὡς διδασκάλου δεόμενος, ἀλλ' ἵνα ἐκεῖνοι πιστεύσωσι μηδὲν εἶναι ψεῦδος τῶν λεγομένων. Ὃ δὲ λέγει Ἰωάννης, τοιοῦτόν ἐστιν· Ἐγὼ δέομαι ἀκοῦσαι τῶν παρ' ἐκείνου. Ἄνωθεν γὰρ ἔρχεται, τὰ ἐκεῖθεν ἀπαγγέλλων, ἃ μόνος αὐτὸς οἶδε σαφῶς· τὸ γὰρ, Ἑώρακε καὶ ἤκουσε, τοῦτό ἐστι δηλοῦντος. Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καίτοι καὶ μαθητὰς εἶχε, καὶ πολλοὶ προσεῖχον τοῖς λεγομένοις. Πῶς οὖν φησιν, ὅτι οὐδείς; Τοῦτο ἀντὶ τοῦ, ὀλίγοι, εἴρηται νῦν· ἐπειδὴ εἰ μηδένα ἔλεγε, πῶς ἐπήγαγεν, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν; Ἐνταῦθα καὶ τῶν ἰδίων καθάπτεται μαθητῶν, ὡς οὐ σφόδρα μελλόντων αὐτῷ πιστεύειν τέως. Ὅτι γὰρ οὐδὲ μετὰ ταῦτα ἐπίστευσαν αὐτῷ τὰ ῥήματα, δῆλον καὶ ἐκ τῶν μετέπειτα λεχθέντων. ∆ιὰ τοῦτο γὰρ αὐτοὺς καὶ δεσμωτήριον οἰκῶν ἐκεῖθεν ἔπεμψε πρὸς αὐτὸν, ἵνα αὐτῷ συνδήσῃ μᾶλλον. Οἱ δὲ καὶ τότε μόλις ἐπίστευον, ὅπερ δὴ καὶ ὁ Χριστὸς αἰνιττόμενος εἶπε· Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ∆ι' οὐδὲν τοίνυν ἕτερον εἶπε, Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει, ἢ τοὺς μαθητὰς ἀσφαλιζόμενος τοὺς ἑαυτοῦ, καὶ μονονουχὶ λέγων· μὴ ἐπειδὴ μέλλουσιν αὐτῷ ὀλίγοι τέως πιστεύειν, διὰ τοῦτο ψευδῆ νομίσητε εἶναι τὰ λεγόμενα· Ἃ γὰρ ἑώρακε, μαρτυρεῖ, φησί. Ταῦτα δὲ λέγει ἅμα καὶ τῆς Ἰουδαϊκῆς καθαπτόμενος ἀναισθησίας. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς ἀρχόμενος ἐπετίμησεν αὐτοῖς, οὕτω λέγων, ὅτι Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοῦτο δὲ οὐκ αὐτοῦ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεξαμένων κατηγορία. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ· δείκνυσι γὰρ, ὅτι ὁ μὴ τούτῳ πιστεύων, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τῷ Πατρὶ ἀπιστεῖ. ∆ιὸ καὶ ἐπάγει· Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ Ἐσφράγισεν, ἔδειξεν ἐστίν. Οὕτως εἰπὼν καὶ ἔτι αὔξων τὸν φόβον, προστίθησιν· Ὅτι ὁ Θεὸς ἀληθής ἐστι· δεικνὺς, ὡς ἂν ἄλλως τις ἀπιστήσειε τούτῳ, εἰ μὴ ψεῦδος καταγνοίη τοῦ πέμψαντος αὐτὸν Θεοῦ. Ἐπεὶ τοίνυν οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς λέγει, ἀλλὰ πάντα τὰ ἐκείνου, ὁ παρακούων τούτου, τοῦ πέμψαντος παρήκουσεν. Ὁρᾷς πῶς αὐτοὺς καὶ διὰ τούτων καταπλήττει; Τέως γὰρ οὐδὲν μέγα ἐνόμιζον εἶναι παρακοῦσαι τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο τηλικοῦτον κίνδυνον ἐπεκρέμασε τοῖς ἀπίστοις, ἵνα μάθωσιν, ὅτι αὐτοῦ τοῦ Θεοῦ παρακούουσιν οἱ τοῦ Χριστοῦ παρακούοντες. Εἶτα καὶ ἐπεξέρχεται τῷ λόγῳ τούτῳ, πρὸς τὸ ταπεινὸν τῆς διανοίας αὐτῶν καταβαίνων καὶ λέγων· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Πάλιν, ὅπερ ἔφην, ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ποικίλλων αὐτὸν καὶ εὐπαράδεκτον ποιῶν τοῖς ἀκούουσι τότε. Οὐ γὰρ ἦν ἄλλως ἐπᾶραι καὶ αὐξῆσαι τὸν φόβον. Εἰ μὲν γάρ τι περὶ αὐτοῦ εἶπε μέγα καὶ ὑψηλὸν, οὐκ ἂν ἐπίστευ σαν, ἀλλὰ καὶ κατεφρόνησαν ἄν. ∆ιὰ τοῦτο ἐπὶ τὸν Πατέρα ἀνάγει τὸ πᾶν, πάλιν ὡς περὶ ἀνθρώπου τοῦ Χριστοῦ τέως διαλεγόμενος. Τί δέ ἐστιν ὅ φησιν, Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα; Θέλει δεῖξαι, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐλάβομεν· Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία Ὁρᾷς καὶ τὸ Πνεῦμα ἄπειρον; Ὁ τοίνυν πᾶσαν τοῦ Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδὼς, ὁ λέγων, Ὃ ἠκούσαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι; Οὐδὲν γάρ φησιν, ὃ μὴ τοῦ Θεοῦ ἐστιν, οὐδὲ ὃ μὴ τοῦ Πνεύματός ἐστι. Καὶ τέως περὶ τοῦ Θεοῦ Λόγου οὐδὲν φθέγγεται, ἀλλ' ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀξιόπιστον ποιεῖται τὴν διδασκαλίαν. Ὅτι μὲν γὰρ Θεός ἐστιν, ᾔδεσαν, καὶ ὅτι Πνεῦμά ἐστιν, ἠπίσταντο, εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον· ὅτι μέντοι Υἱός ἐστιν, οὐκ ᾔδεσαν. ∆ιὰ τοῦτο ἀεὶ ἐπὶ τὸν Πατέρα καὶ ἐπὶ τὸ Πνεῦμα καταφεύγει, ἐκεῖθεν πιστούμενος τὰ λεγόμενα. Ἐπεὶ ἐάν τις ταύτην ἀνελὼν τὴν αἰτίαν καθ' ἑαυτὸν ἐξετάσῃ τὸν λόγον, σφόδρα ἀποδέει τῆς ἀξίας τοῦ Χριστοῦ. Οὐ γὰρ διὰ τοῦτο ἀξιόπιστος αὐτοῖς, ἐπειδὴ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἔχει· οὐ γὰρ τῆς ἐκεῖθεν δεῖται βοηθείας, ἀλλ' αὐτός ἐστιν ἀρκῶν ἑαυτῷ. Τέως δὲ πρὸς τὴν ὑπόνοιαν τῶν ἀτελεστέρων φθέγγεται, ἀπὸ τῶν ταπεινῶν κατὰ μικρὸν αὐτοὺς ἀναγαγεῖν βουλόμενος. Ταῦτα δὲ λέγω, ἵνα μὴ ἁπλῶς τὰ ἐν ταῖς Γραφαῖς κείμενα παρατρέχωμεν, ἀλλὰ καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, καὶ πολλὰ ἕτερα τὰ ἐν αὐταῖς καταμανθάνωμεν. Οὐ γὰρ πάντα ὡς βούλονται οἱ διδάσκαλοι φθέγγονται, ἀλλὰ τὰ πολλὰ ὡς ἡ ἕξις τῶν ἀσθενούντων ἀπαιτεῖ. ∆ιὸ καὶ Παῦλος λέγει· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐβουλόμην μὲν γὰρ, φησὶν, ὡς πνευματικοῖς λαλῆσαι, οὐκ ἠδυνάμην δέ. Πῶς; Οὐκ ἐπειδὴ αὐτὸς ἀδυνάτως εἶχεν, ἀλλ' ἐπειδὴ ἐκεῖνοι οὐκ ἠδύναντο οὕτως ἀκοῦσαι. Οὕτω καὶ Ἰωάννης ἐβούλετο μεγάλα τινὰ διδάξαι τοὺς μαθητὰς, ἀλλ' οὐδέπω δέξασθαι ἠνείχοντο ἐκεῖνοι· διὰ τοῦτο τοῖς ταπεινοτέροις ἐνδιατρίβει μάλιστα.

γʹ. Χρὴ τοίνυν διερευνᾶσθαι μετὰ ἀκριβείας πάντα. Καὶ γὰρ ὅπλα ἐστὶ τὰ ἀπὸ τῶν Γραφῶν πνευματικά. Ἀλλ' ἂν μὴ εἰδῶμεν ἁρμόσαι τὰ ὅπλα, καὶ καθοπλίσαι καλῶς τοὺς μαθητὰς, αὐτὰ μὲν ἔχει τὴν οἰκείαν ἰσχὺν τοὺς δεχομένους δὲ οὐδὲν ὠφελῆσαι δύναται. Θῶμεν γὰρ εἶναι θώρακα ἰσχυρὸν, καὶ κράνος καὶ ἀσπίδα, καὶ δόρυ· εἶτα λαβέτω τις ταῦτα τὰ ὅπλα, καὶ τὸν μὲν θώρακα περιτιθέτω τοῖς ποσὶ, τὸ δὲ κράνος, ἀντὶ τῆς κεφαλῆς, τῇ ὄψει, καὶ τὴν ἀσπίδα μὴ πρὸ τοῦ στήθους προβαλλέσθω, ἀλλὰ φιλονεικείτω περιαρτῆσαι τοῖς ποσίν· ἆρα δυνήσεταί τι τῶν ὅπλων ἀπόνασθαι τούτων, ἀλλ' οὐχὶ καὶ βλαβήσεται; Παντί που δῆλον. Ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τῶν ὅπλων, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τοῦ οὐκ εἰδότος αὐτοῖς χρήσασθαι καλῶς. Οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· ἂν τὴν τάξιν αὐτῶν συγχέωμεν, τὴν μὲν οἰκείαν αὗται δύναμιν ἕξουσι καὶ οὕτως, ἡμᾶς δὲ οὐδὲν ὠφελήσουσι. Ταῦτα ἀεὶ καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγόμενος ὑμῖν, οὐδὲν ἀνύω πλέον· καὶ γὰρ τοῖς βιωτικοῖς πάντα τὸν χρόνον προσηλωμένους ὑμᾶς ὁρῶ, τῶν πνευματικῶν οὐδὲ ὄναρ μετέχοντες. ∆ιὰ τοῦτο καὶ ὁ βίος ἡμῖν ἠμέληται, καὶ ὑπὲρ τῆς ἀληθείας ἀγωνιζόμενοι, οὐ πολλὴν ἔχομεν τὴν ἰσχὺν, ἀλλὰ καταγέλαστοι γινόμεθα, καὶ παρ' Ἕλλησι, καὶ παρὰ Ἰουδαίοις, καὶ παρὰ αἱρετικοῖς. Καὶ εἰ μὲν καὶ ἐν τοῖς ἄλλοις ἀμελοῦντες, τὴν αὐτὴν καὶ ἐνταῦθα ῥᾳθυμίαν ἐπεδείκνυσθε, ἦν μὲν οὐδὲ οὕτως ἀπολογίας ἄξιον τὸ γινόμενον. Νυνὶ δὲ ἐν μὲν τοῖς βιωτικοῖς ἕκαστος ξίφους ἐστὶ τομώτερος, καὶ οἱ τὰς τέχνας μετιόντες, καὶ οἱ τὰ πολιτικὰ πράττοντες πράγματα· ἐν δὲ τοῖς ἀναγκαίοις καὶ πνευματικοῖς, πάντων ἐσμὲν ῥᾳθυμότεροι, τοῖς μὲν παρέργοις ὡς ἔργοις κεχρημένοι, ἃ δὲ πάντων ἔργων ἀναγκαιότερα τίθεσθαι ἐχρῆν, ταῦτα οὐδὲ πάρεργα εἶναι νομίζοντες. Ἢ οὐκ ἴστε ὅτι οὐ διὰ τοὺς πρώτους ἀνθρώπους μόνον ἐγράφη τὰ γραφέντα, ἀλλὰ καὶ δι' ἡμᾶς; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Ταῦτα δὲ εἰς νουθεσίαν ἡμῶν ἐγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν; Καὶ οἶδα μὲν εἰκῆ λέγων· πλὴν οὐ παύσομαι λέγων. Τοῦτο γὰρ ποιῶν ἀπολογήσομαι τῷ Θεῷ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων· ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πᾶν πληρῶν. Ἀλλ' ὅμως εἰ καὶ ἡμῖν ὁ μισθὸς μείζων ἐκ τῆς ὑμετέρας παρακοῆς, ὅμως ἐπιθυμοῦμεν τοῦτον ἐλαττωθῆναι μᾶλλον, καὶ τὴν ὑμετέραν αὐξηθῆναι σωτηρίαν, μισθὸν μέγαν τὴν ὑμετέραν εὐδοκίμησιν εἶναι νομίζοντες. Καὶ ταῦτα λέγομεν νῦν, οὐχ ἵνα ἐπαχθῆ καὶ βαρὺν ποιήσωμεν τὸν λόγον, ἀλλ' ἵνα τὴν ἀλγηδόνα ὑμῖν ἐπιδείξωμεν, ἣν ἔχομεν διὰ τὴν ὑμετέραν ῥᾳθυμίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς πνευματικῆς ἔχεσθαι σπουδῆς, καὶ τῶν οὐρανίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΑʹ. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπιστῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.

αʹ. Πολὺ τῆς συγκαταβάσεως τὸ κέρδος ἐν ἅπασι δείκνυται πράγμασιν. Οὕτω τὰς τέχνας κατωρθώσαμεν, οὐκ ἀθρόον παρὰ τῶν διδασκάλων πάντα μανθάνοντες· οὕτω πόλεις ἐδειμάμεθα, ἠρέμα καὶ κατὰ μικρὸν αὐτὰς συνιστῶντες· οὕτω τὴν ζωὴν διακρατοῦμεν τὴν ἡμετέραν. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν βιωτικῶν τὸ πρᾶγμα τοσαύτην ἔχει τὴν ἰσχὺν, ὅπου γε καὶ ἐν τοῖς πνευματικοῖς πολλὴν ἄν τις εὕροι ταύτης τῆς σοφίας οὖσαν τὴν δύναμιν. Οὕτω γὰρ καὶ ἠδυνήθησαν ἀπαλλαγῆναι τῆς εἰδωλολατρείας Ἰουδαῖοι, ἠρέμα καὶ κατὰ μικρὸν ἐναγόμενοι, καὶ μηδὲν ἐξ ἀρχῆς ὑψηλὸν ἀκούοντες, μήτε δογμάτων, μήτε πολιτείας ἕνεκεν. Οὕτω μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὅτε καὶ ὑψηλοτέρων δογμάτων ὁ καιρὸς ἦν, ἅπαντας προσήγοντο οἱ ἀπόστολοι, οὐδὲν ἐκ πρώτης ὑψηλὸν φθεγγόμενοι. Οὕτω καὶ ὁ Χριστὸς τοῖς πλείοσι διελέγετο παρὰ τὴν ἀρχήν. Οὕτω καὶ Ἰωάννης ἐποίησε νῦν, ὡς περὶ ἀνθρώπου διαλεγόμενός τινος θαυμαστοῦ, καὶ τὰ ὑψηλὰ συνεσκιασμένως παρεντιθείς. Ἀρχόμενος γοῦν οὕτως ἔλεγεν· Οὐ δύναται ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδέν. Εἶτα ὑψηλόν τι συνάψας καὶ εἰπὼν, Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστὶ, πάλιν εἰς τὰ ταπεινὰ τὸν λόγον κατάγει, λέγων ἄλλα τε πολλὰ, καὶ ὅτι, Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα· εἶτα ἐπάγει, λέγων· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Εἶτα καὶ εἰδὼς ἀπὸ τοῦ λόγου τῆς κολάσεως γινομένη τὴν ὄνησιν, καὶ οὐχ οὕτω τῇ τῶν χρηστῶν ἐπαγγελίᾳ τοὺς πολλοὺς ἐπαγομένους, ὡς τῇ τῶν φοβερῶν ἀπειλῇ, ἐνταῦθα κατακλείει τὸν λόγον λοιπὸν, καὶ φησίν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Πάλιν κἀνταῦθα ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν τῆς κολάσεως λόγον. Οὐ γὰρ εἶπεν, ἡ ὀργὴ τοῦ Υἱοῦ, καίτοι γε αὐτός ἐστιν ὁ κριτής· ἀλλὰ τὸν Πατέρα αὐτοῖς ἐπέστησε, μᾶλλον φοβῆσαι βουλόμενος. Ἆρα οὖν ἀρκεῖ τὸ πιστεῦσαι εἰς τὸν Υἱὸν, φησὶ, πρὸς τὸ ζωὴν ἔχειν αἰώνιον; Οὐδαμῶς. Καὶ ἄκουε τοῦ Χριστοῦ τοῦτο δεικνύντος καὶ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ἡ εἰς τὸ Πνεῦμα δὲ βλασφημία ἀρκεῖ καὶ μόνη εἰς γέενναν ἐμβαλεῖν. Καὶ τί λέγω περὶ μέρους δόγματος; Κἂν γὰρ εἰς τὸν Πατέρα τις καὶ τὸν Υἱὸν ὀρθῶς πιστεύσῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, βίον δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. Οὐκοῦν καὶ ὅταν λέγῃ, Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, μὴ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν τὸ λεγόμενον. ∆εῖ γὰρ ἡμῖν καὶ βίου καὶ πολιτείας ἀκριβεστάτης· ἐπεὶ καὶ ἐνταῦθα εἴρηκεν, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ἀλλὰ τὸ τούτου ἑξῆς τέθεικε σφοδρότερον. Οὐδὲ γὰρ ἀπὸ τῶν χρηστῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων τὸν λόγον ὑφαίνει. Καὶ ὅρα πῶς. Ἐπήγαγε γάρ· Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθέν φαμεν ἀρκεῖν τὴν πίστιν εἰς σωτηρίαν μόνην. Καὶ δείκνυσι τὰ περὶ βίου πολλαχοῦ τῶν Εὐαγγελίων εἰρημένα. ∆ιά τοι τοῦτο οὐκ εἶπεν, αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ μόνη· οὐδὲ, ὁ πιστεύων εἰς τὸν Υἱὸν μόνον ἔχει αἰώνιον ζωήν· ἀλλ' ἐν ἑκατέρῳ τοῦτο ἐμφαίνει, ὅτι ἔχει ζωὴν τὸ πρᾶγμα. Ἂν μέντοι τὰ τῆς πολιτείας μὴ ἀκολουθῇ, πολλὴ ἕψεται ἡ κόλασις. Καὶ οὐκ εἶπε, Μένει αὐτὸν, ἀλλ' Ἐπ' αὐτὸν, δηλῶν ὅτι οὐδέποτε ἀπ' αὐτοῦ ἀποστήσεται. Ἵνα γὰρ μὴ νομίσῃς θάνατον εἶναι πρόσκαιρον τὸ, Οὐκ ὄψεται ζωὴν, ἀλλὰ πιστεύσῃς ὅτι διηνεκὴς ἡ κόλασις, τοῦτο τέθεικε τὸ ῥῆμα, δεικνὺς ὅτι ἐνιζάνει αὐτῷ διηνεκῶς. Ἐποίησε δὲ τοῦτο, διὰ τούτων αὐτοὺς τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστόν. ∆ιόπερ οὐδὲ ἰδίᾳ πρὸς αὐτοὺς τὴν παραίνεσιν ἐποιήσατο, ἀλλὰ καθολικὴν, καὶ ὡς ἂν μάλιστα αὐτοὺς ἐπαγαγέσθαι ἐδύνατο. Οὐ γὰρ εἶπεν, ἐὰν πιστεύσητε, καὶ, ἐὰν μὴ πιστεύσητε· ἀλλ' ἐπὶ τοῦ κοινοῦ προάγει τὸν λόγον, ὥστε ἀνύποπτα γενέσθαι τὰ λεγόμενα· καὶ σφοδρότερον ἢ ὁ Χριστὸς τοῦτο πεποίηκεν. Ὁ μὲν γὰρ Χριστὸς εἶπεν, ὅτι Ὁ μὴ πιστεύων ἤδη κέκριται· οὗτος δὲ, Οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὁμοίως ἦν αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν, καὶ ἕτερον περὶ αὐτοῦ. Τὸν μὲν γὰρ Χριστὸν ἐνόμισαν ἂν φιλαυτίας ἕνεκεν ταῦτα πολλάκις φθέγγεσθαι καὶ κομπάζειν· ὁ δὲ Ἰωάννης ταύτης ἀπήλλακτο τῆς ὑποψίας. Εἰ δὲ μετὰ ταῦτα καὶ ὁ Χριστὸς σφοδροτέρῳ κέχρηται λόγῳ, ἀλλ' ὅτε μεγάλην τὴν περὶ αὐτοῦ δό ξαν ἔσχον λοιπόν. Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι, ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ), ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας, καὶ ἦλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς μὲν οὖν οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες, βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον, οὕτως ἀπήγγελλον. Τί δήποτε οὖν, φησὶν, ἀνεχώρει; Οὐ δειλίας ἕνεκεν; ἀλλ' ἐκκόπτων αὐτῶν τὴν βασκανίαν, καὶ παραμυθούμενος τὸν φθόνον. ∆υνατὸς μὲν γὰρ ἦν καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν. Εἰ γὰρ συνεχῶς κρατούμενος διέφευγε, τοῦτο ἂν ὑπωπτεύθη παρὰ πολλοῖς. ∆ιά τοι τοῦτο τὰ πολλὰ ἀνθρωπινώτερον ᾠκονόμει. Ὥσπερ γὰρ ἐβούλετο πιστευθῆναι ὅτι Θεὸς ἦν, οὕτως ὅτι Θεὸς ὢν, σάρκα ἐφόρει. ∆ιὰ τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν πρὸς τὸν μαθητὴν ἔλεγε· Ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει. ∆ιὰ τοῦτο καὶ Πέτρῳ ἐπετίμησεν, εἰπόντι· Ἵλεώς σοι, οὐ μὴ ἔσται τοῦτο. Οὕτω σφόδρα αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν.

βʹ. Ἐπεὶ καὶ τῶν τῆς Ἐκκλησίας δογμάτων οὐ μικρὸν τοῦτο τὸ μέρος ἐστὶ, καὶ τῆς ὑπὲρ ἡμῶν σωτηρίας τὸ κεφάλαιον τοῦτο, καὶ δι' οὗ πάντα γεγένηται καὶ κατώρθωται. Οὕτω γὰρ καὶ θάνατος ἐλύθη, καὶ ἁμαρτία ἀνῃρέθη, καὶ κατάρα ἠφανίσθη, καὶ τὰ μυρία εἰσῆλθεν εἰς τὸν βίον ἡμῶν ἀγαθά. ∆ιὸ μάλιστα ἐβούλετο πιστεύεσθαι τὴν οἰκονομίαν, τὴν ῥίζαν καὶ πηγὴν ἡμῖν τῶν μυρίων γενομένην ἀγαθῶν. Οἰκονομῶν δὲ τὰ ἀνθρώπινα, οὔτε τὰ θεῖα συσκιάζεσθαι ἠφίει. Ἀναχωρήσας γοῦν, πάλιν τῶν αὐτῶν εἴχετο ὧν καὶ πρότερον. Οὐ γὰρ ἁπλῶς ἐπὶ τὴν Γαλιλαίαν ἀπήρχετο, ἀλλὰ μεγάλα τινὰ κατασκευάζων πράγματα τὰ κατὰ τοὺς Σαμαρείτας· καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτὰ, ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας, καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν. Ὅπερ καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἐπήγαγεν, Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας, δεικνὺς ὁδοῦ πάρεργον αὐτὸν τοῦτο ποιούμενον. Οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν. Καθάπερ γὰρ ἐκεῖνοι διωκόμενοι ὑπὸ Ἰουδαίων, τότε ἐπὶ τὰ ἔθνη ἤρχοντο· οὕτω καὶ ὁ Χριστὸς, ὅτε αὐτὸν ἀπήλασαν, τότε καὶ ἐκείνων ἥπτετο, ὡς καὶ ἐπὶ τῆς Συροφοινικίσσης ἐποίησε γυναικός. Τοῦτο δὲ ἐγένετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίοις ἀπολογίαν, καὶ ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν, ὅτι καταλιπὼν ἡμᾶς πρὸς τοὺς ἀκροβύστους ἀπῆλθε. ∆ιὰ τοῦτο καὶ οἱ μαθηταὶ ἀπολογούμενοι ἔλεγον· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· καὶ αὐτὸς πάλιν, Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πάλιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ αὐτὸν ἀπήλασαν, θύραν τοῖς ἔθνεσιν ἀνέῳξαν. Καὶ οὐδὲ οὕτω προηγουμένως ἐπ' ἐκείνους ἔρχεται, ἀλλὰ παριών. Παριὼν τοίνυν, Ἦλθεν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὑτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου; Ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λαλούσης, Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην, μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς ∆είνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες, τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν. Καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια καλεῖται. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβον; Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ἡσαΐας φησί· Καὶ ἡ κεφαλὴ Σομόρων, Ἐφραΐμ· ἀλλ' οἱ κατοικοῦντες οὐ Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος, προσέκρουσαν τῷ Θεῷ· καὶ βασιλεύσαντος Φακεὲ, ἀνελθὼν Θεγλὰθ Φαλασὰρ, πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὠσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ, εἷλε πόλεις ἑτέρας, καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς. Ἀλλ' οὗτος τὸ μὲν πρῶτον εἶξεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγὼν, κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. Τούτων δὲ γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ὡς οὐ δι' ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ δι' ἁμαρτίας τῶν ἐκδοθέντων, ἐπαφίησι λέοντας τοῖς βαρβάροις· οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ' ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος, πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἔσεβον δὲ τὸν Θεόν. Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν, ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους καὶ πολεμίους, οἳ καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν. Ἰουδαίοις δὲ οὐ μικρὰ καὶ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. Οὐδὲ γὰρ ταῖς Γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν προφητῶν οὐ πολὺν ἐποιοῦντο λόγον. Ἐφιλονείκουν μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον· οἱ δὲ Ἰουδαῖοι μετὰ πάντων καὶ τούτους ἐβδελύσσοντο. Ὅθεν καὶ τῷ Χριστῷ ταῦτα ὠνείδιζον λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ ἐπὶ τοῦ καταβάντος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὁ Χριστὸς Σαμαρείτην εἰσάγει, τὸν ἔλεον εἰς αὐτὸν πεποιηκότα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον, τὸν βδελυκτὸν παρ' αὐτοῖς· καὶ ἐπὶ τῶν δέκα λεπρῶν, ἀλλογενῆ τὸν ἕνα φησὶ διὰ τοῦτο (Σαμαρείτης γὰρ ἦν)· καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς οὕτω λέγων ἐκέλευσεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.

γʹ. Οὐ τῆς ἱστορίας δὲ ἕνεκεν μόνης τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαϊκὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους ἀντ' αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν αὐτῶν καὶ παρανομίαν, ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Οὕτως οὐδὲν κέρδος, προγόνων εἶναι χρηστῶν, ὅταν μὴ τοιοῦτοι τύχωσιν οἱ ἐξ ἐκείνων ὄντες. Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν ἐπανῆλθον εὐθέως· ἐκεῖνοι δὲ τοσαύτας ὑπομένοντες τιμωρίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν. Ἐνταῦθα τοίνυν ὁ Χριστὸς παρεγένετο, τὸν μὲν βάναυσον καὶ ὑγρὸν ἐκβάλλων βίον ἀεὶ, τὸν δὲ ἐπίπονον εἰσάγων καὶ συνεσταλμένον. Οὐ γὰρ ὑποζυγίοις κέχρηται, ἀλλ' οὕτω βαδίζει συντόνως, ὡς καὶ κοπιᾶσαι ἐκ τῆς ὁδοιπορίας. Καὶ τοῦτο πανταχοῦ παιδεύει, τὸ αὐτουργὸν εἶναι καὶ ἀπέριττον, καὶ τὸ μὴ πολλῶν δεῖσθαι. Οὕτω γὰρ βούλεται τῶν περιττῶν ἀλλοτρίους ἡμᾶς εἶναι, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων πολλὰ περικόπτειν. ∆ιὰ τοῦτο ἔλεγεν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ὄρεσι τὰ πλείονα διατρίβει, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ, καὶ ἐν ταῖς ἐρήμοις. Τοῦτο καὶ ὁ ∆αυῒδ ἀνακηρύττων ἔλεγεν, Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, τὸ εὐσταλὲς αὐτοῦ τοῦ βίου δηλῶν. Τοῦτο καὶ Ἰωάννης ἐνταῦθα δείκνυσιν· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ∆ός μοι πιεῖν. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον εἰς τὴν ἀγορὰν, ἵνα τροφὰς ἀγοράσωσιν. Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ, καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ' ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον. Καὶ ὅταν πεινῶντας εἰσάγῃ, καὶ τίλλοντας τῶν ἀσταχύων, καὶ ἐσθίοντας, καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι, οὐδὲν ἄλλο ἢ τοῦτο διὰ πάντων ἡμᾶς παιδεύει, τὸ καταφρονεῖν γαστρὸς, καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς καὶ ἐνταῦθα, οὔτε ἐπιφερομένους τι, οὔτε ἐπειδὴ μὴ ἐβάσταζον, ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας, ἀλλὰ κατὰ τὸν καιρὸν, καθ' ὃν ἅπαντες ἀριστοποιοῦνται, τροφὰς ἀγοράζοντας. Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης διανιστάμενοι πρὸ τῶν ἄλλων τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ' ἐκεῖνα τῶν ἄλλων οὕτως ἁπτόμενοι, τὰ βιωτικὰ πρὸ τῶν πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται. Τοὐναντίον γὰρ ἐχρῆν ἁπάντων τῶν πνευματικῶν πολὺν ποιησαμένους λόγον, μετὰ τὸ πληρῶσαι ἐκεῖνα, τότε ἅπτεσθαι τούτων. Οὐ τὸ ἐπίπονον δὲ μόνον, ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, οὐ τῷ κοπιᾶσαι, οὐδὲ τῷ καθίσαι ἐπὶ τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τῷ καταλειφθῆναι μόνον καὶ τοὺς μαθητὰς αὐτοῦ ἀπελθεῖν. Καίτοι γε ἐξῆν εἴ γε ἐβούλετο, ἢ μὴ πάντας ἐκπέμψαι, ἢ ἀπελθόντων ἐκείνων, ἑτέρους διακόνους ἔχειν· ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ τοὺς μαθητὰς οὕτως εἴθισε πάντα τῦφον καταπατεῖν. Καὶ τί μέγα, φησὶν, εἰ ἐμετρίαζον, ἴσως εἴποι τις ἂν, ἁλιεῖς ὄντες καὶ σκηνοποιοί; [̔Αλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ' ἀθρόον εἰς αὐτὴν ἀνέβησαν τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ πάντων ἐγένοντο βασιλέων σεμνότεροι, ὁμιληταὶ γενέσθαι καταξιωθέντες τοῦ τῆς οἰκουμένης ∆εσπότου, καὶ παρακολουθῆσαι τῷ θαυμαζομένῳ πάντοθεν. Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν. Κατέχων οὖν αὐτοὺς ἐπὶ τῆς αὐτῆς ταπεινοφροσύνης, ἐπαίδευεν αὐτοὺς διὰ πάντων συνεστάλθαι. καὶ μηδαμοῦ δεῖσθαι τῶν διακονησομένων. Αὐτὸς δὲ Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, φησὶν, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὁρᾷς ὅτι διὰ τὸν κόπον ἡ καθέδρα γέγονε, διὰ τὸ καῦμα, διὰ τὸ περιμεῖναι τοὺς μαθητάς; Ἤδει μὲν γὰρ συμβησόμενον τὸ κατὰ τοὺς Σαμαρείτας. Οὐκ ἐπὶ τοῦτο δὲ ἦλθε προηγουμένως· οὐ μὴν ἐπειδὴ διὰ τοῦτο οὐκ ἦλθε, παραγενόμενον τὸ γύναιον ἀπώσασθαι ἐχρῆν, οὕτω πολλὴν φιλομάθειαν ἐπιδεικνύμενον. Οἱ μὲν γὰρ Ἰουδαῖοι καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἀπήλαυνον, οἱ δὲ ἐξ ἐθνῶν καὶ ἀλλαχοῦ βαδίζοντα πρὸς ἑαυτοὺς εἷλκον· καὶ οἱ μὲν ἐφθόνουν, οἱ δὲ ἐπίστευον· ἐκεῖνοι ἠγανάκτουν, οὗτοι ἐθαύμαζον καὶ προσεκύνουν. Τί οὖν; ἔδει τοσούτων σωτηρίαν ὑπεριδεῖν, καὶ προθυμίαν οὕτω γενναίαν ἀφεῖναι; Τοῦτο μὲν οὖν ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας· διόπερ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας πάντα τὰ παρόντα οἰκονομεῖ. Ἐκάθητο μὲν γὰρ, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό. Αὐτὸ γὰρ ἦν τῆς ἡμέρας τὸ μεσαίτατον, ὅπερ καὶ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, Ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ ἐκάθητο οὕτως. Τί δέ ἐστιν, Οὕτως; Οὐκ ἐπὶ θρόνου, φησὶν, οὐκ ἐπὶ προσκεφαλαίου, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπ' ἐδάφους. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.

δʹ. Ὅρα πῶς καὶ τὴν γυναῖκα δι' ἄλλο δείκνυσιν ἐξελθοῦσαν, πανταχοῦ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων ἐπιστομίζων ἀντιλογίαν, καὶ ἵνα μή τις λέγῃ ὅτι ἐναντιοῦται ἑαυτοῦ τῷ προστάγματι, εἰς μὲν πόλιν κελεύων μὴ εἰσιέναι Σαμαρειτῶν, Σαμαρείταις δὲ διαλεγόμενος. ∆ιὸ καὶ τὸ, Ἀπεληλύθεισαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι, τέθεικεν ὁ Εὐαγγελιστὴς, πολλὰς εἰσάγων αἰτίας τῆς πρὸς αὐτὴν διαλέξεως. Τί οὖν ἡ γυνή; Ἀκούσασα, ∆ός μοι πιεῖν, σφόδρα συνετῶς εἰς κατασκευὴν ἐρωτήσεως τὸν παρὰ τοῦ Χριστοῦ λόγον λαμβάνει, καὶ λέγει· Πῶς σὺ Ἰουδαῖος ὢν, αἰτεῖς παρ' ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Καὶ πόθεν αὐτὸν Ἰουδαῖον ἐνόμιζεν εἶναι; Ἀπὸ τοῦ σχήματος ἴσως, καὶ ἀπὸ τῆς διαλέξεως. Σὺ δέ μοι σκόπει πῶς διεσκεμμένον τὸ γύναιον ἦν. Εἰ γὰρ ἐχρῆν φυλάξασθαι, τὸν Ἰησοῦν ἐχρῆν, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Σαμαρεῖται τοῖς Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλ', Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται. Ἀλλ' ὅμως ἡ γυνὴ καίτοι κατηγορίας ἀπηλλαγμένη, ἐπειδὴ ἐνόμισεν ἕτερον αὐτῇ ἀντιπίπτειν, οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ' ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ἀλλ' ἐκεῖνο ἄν τις διαπορήσειε, πῶς ὁ Ἰησοῦς ἐζήτησε παρ' αὐτῆς πιεῖν, τοῦ νόμου οὐκ ἐπιτρέποντος; Εἰ γὰρ λέγοι τις, ὅτι τῷ προειδέναι μὴ δώσουσαν, δι' αὐτὸ μὲν οὖν τοῦτο οὐδὲ αἰτῆσαι ἐχρῆν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀδιάφορον αὐτῷ λοιπὸν ἦν τὰς τοιαύτας ἐκβάλλειν παρατηρήσεις. Ὁ γὰρ τοὺς ἄλλους ἐνάγων εἰς τὸ λύειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰς ἂν παρέδραμεν. Οὐ γὰρ τὸ εἰσπορευόμενον, φησὶ, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Οὐ μικρὰ δὲ κατηγορία γένοιτ' ἂν τῶν Ἰουδαίων ἡ πρὸς τὴν γυναῖκα διάλεξις, διότι ἐκεῖνοι μὲν πολ λάκις ἐπεσπῶντο, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, καὶ οὐκ ἠνείχοντο· αὕτη δὲ, ὅρα πῶς κατέχεται ἀπὸ ψιλῆς ἐρωτήσεως. Αὐτὸς μὲν γὰρ οὐκ ἐνεστήσατο τέως ταύτην τὴν πραγματείαν, οὐδὲ τὴν ὁδόν· εἰ δέ τινες παρεγένοντο, οὐκ ἐκώλυε. Καὶ γὰρ τοῖς μαθηταῖς ἁπλῶς ἔλεγεν, εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ καὶ προσιόντας διακρούεσθαι· σφόδρα γὰρ ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας. ∆ιὰ δὴ τοῦτο καὶ ἀποκρίνεται τῇ γυναικὶ, καί φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν· σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Πρότερον δείκνυσιν ἀξίαν οὖσαν ἀκοῦσαι, καὶ μὴ παροφθῆναι· καὶ τότε ἑαυτὸν ἐκκαλύπτει. Καὶ γὰρ ἔμελλεν εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούσεσθαι καὶ προσέξειν αὐτῷ· ὅπερ περὶ Ἰουδαίων οὐκ ἄν τις εἴποι. Καὶ γὰρ μαθόντες, ᾔτησαν αὐτὸν οὐδὲν, οὐδὲ ἐπεθύμησάν τι μαθεῖν τῶν χρησίμων, ἀλλὰ καὶ ὕβριζον καὶ ἀπήλαυνον. Ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Τέως αὐτὴν τῆς ὑπονοίας τῆς ταπεινῆς ἀνέστησε, καὶ τοῦ νομίζειν ἕνα τῶν πολλῶν εἶναι. Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον, ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν, ἀπὸ τῶν ἑξῆς εἰρημένων δῆλον. Οὐ γὰρ κατεγέλασεν, οὐδὲ ἐκωμῴδησεν, ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Νικόδημος. Τί γὰρ ἐκεῖνός φησι; Πῶς δύναται ταῦτα γενέσθαι; καὶ πάλιν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν· καὶ πάλιν· Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Αὕτη δὲ αἰδεσιμώτερον· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Ἄλλο πρὸς αὐτὴν ἔλεγεν, ἄλλο δὲ ὑπώπτευεν ἐκείνη, οὐδὲν πλέον ἀκούουσα τῶν ῥημάτων, οὐδὲ ἐννοῆσαι τέως τι ὑψηλὸν δυναμένη, καίτοι γε ἐνῆν εἰπεῖν προπετῶς φθεγγομένην, ὅτι εἰ εἶχες τὸ ὕδωρ τὸ ζῶν, οὐκ ἂν ᾔτησας παρ' ἐμοῦ, ἀλλὰ σαυτῷ παρέσχες ἂν προτέρῳ· νῦν δὲ κομπάζεις. Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα. Καὶ γὰρ ἐν ἀρχῇ φησι· Πῶς σὺ Ἰουδαῖος ὢν αἰτεῖς παρ' ἐμοῦ πιεῖν; Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον, καὶ ἐχθρὸν διαλεγομένη· Μή μοι γένοιτό σοι μεταδοῦναι ἀνθρώπῳ πολεμίῳ καὶ τοῦ ἔθνους ἡμῶν ἠλλοτριωμένῳ. Καὶ μετὰ ταῦτα πάλιν ἀκούσασα μεγάλα λέγοντος, ἐφ' ᾧ μάλιστα δάκνονται οἱ ἐχθροὶ, οὐ κατεγέλασεν, οὐδὲ διέσυρεν· ἀλλὰ τί φησι; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν τὴν Ἰουδαϊκήν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκεῖνος τούτῳ ἐκέχρητο τῷ ὕδατι, καὶ πλέον ἔσχεν οὐδὲν δοῦναι. Ταῦτα δὲ ἔλεγε, δεικνῦσα πῶς ἐκ πρώτης ἀποκρίσεως ἐδέξατο νόημα μέγα καὶ ὑψηλόν. Τὸ γὰρ, Αὐτὸς ἔπιεν ἀπ' αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, οὐδὲν ἄλλο αἰνιττομένης ἐστὶν, ἀλλ' ἢ ὅτι ἔσχε μὲν ἔννοιαν μείζονος ὕδατος, οὐχ εὕρισκε δὲ αὐτὸ, οὐδὲ ᾔδει σαφῶς. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι Ἰακὼβ μὲν ἡμῖν ταύτην ἔδωκε τὴν πηγὴν, ἑτέρᾳ δὲ αὐτὸς ἐχρήσατο· καὶ γὰρ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπ' αὐτῆς ἔπιον, οὐκ ἂν πιόντες, εἴ γε βελτίονα εἶχεν ἑτέραν. Ἀπὸ ταύτης μὲν οὖν οὐδὲ αὐτὸς δυνήσῃ δοῦναι, ἑτέραν δὲ βελτίονα οὐκ ἔστι σε ἔχειν, εἰ μὴ καὶ τοῦ Ἰακὼβ ὁμολογεῖς μείζονα εἶναι σαυτόν. Πόθεν οὖν ἔχεις τὸ ὕδωρ ὃ ἐπαγγέλλῃ δώσειν ἡμῖν· Ἀλλ' οὐχὶ Ἰουδαῖοι οὕτω προσηνῶς αὐτῷ διαλέγονται, καίτοι καὶ αὐτοῖς περὶ τῆς αὐτῆς ὑποθέσεως διελέχθη, τοῦ τοιούτου μνημονεύσας ὕδατος· ἀλλ' οὐδὲν ἐκέρδαναν. Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν· ἀλλὰ καρτερεῖ καὶ προσεδρεύει, ἕως ἂν εὕρῃ τὸ ζητούμενον.

εʹ. Εἰ δὲ γυνὴ Σαμαρεῖτις τοσαύτην ποιεῖται σπουδὴν ὑπὲρ τοῦ μαθεῖν τι χρήσιμον, καὶ παραμένει τῷ Χριστῷ, καίτοι γε ἀγνοοῦσα αὐτόν· τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης· ἀλλ' ὑπὸ τὴν ἕω καὶ ὑπὸ τοιοῦτον ὄροφον σκιᾶς ἀπολαύοντες καὶ εὐψυχίας, καὶ μὴ καρτεροῦντες ἀκοῦσαί τι τῶν λεγομένων, ἀλλ' ἀποκναίοντες; Ἀλλ' οὐκ ἐκείνη τοιαύτη, ἀλλ' οὕτω κατέχεται τοῖς λεγομένοις, ὡς καὶ ἑτέρους καλέσαι. Ἰουδαῖοι δὲ οὐ μόνον οὐκ ἐκάλουν, ἀλλὰ καὶ τοὺς βουλομένους προσελθεῖν ἐκώλυον καὶ ἐνεπόδιζον· διὸ καὶ ἔλεγον· Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλ' ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Μιμησώμεθα τοίνυν τὴν Σαμαρεῖτιν· διαλεχθῶμεν τῷ Χριστῷ. Καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν καὶ διὰ τῶν μαθητῶν ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν οὖν καὶ πεισθῶμεν. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Τὸ γὰρ μὴ τὰ δοκοῦντα τῷ Θεῷ ποιεῖν, εἰκῆ ζῇν ἐστι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. Οὐ γὰρ δήπου ὁ μὲν χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, λόγον ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος· ὁ δὲ ζωὴν τοιαύτην δαπανήσας μάτην, οὐ δώσει δίκην. Οὐ διὰ τοῦτο ἡμᾶς ὁ Θεὸς ἤγαγεν εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσεν, ἵνα τῷ παρόντι χρησώμεθα μόνον, ἀλλ' ἵνα πάντα πρὸς τὴν μέλλουσαν πραγματευσώμεθα ζωήν. Τὰ γὰρ ἄλογα μόνα τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς δὲ διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκείνης τῆς ζωῆς παρασκευὴν πάντα πράξωμεν. Ἵππων μὲν γὰρ, καὶ ὄνων, καὶ βοῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων βοσκημάτων ἂν ἐρωτήσῃ τις τὴν χρείαν, οὐδεμίαν ἄλλην ἐροῦμεν, ἀλλὰ τὴν ἐν τῷ παρόντι βίῳ διακονίαν. Περὶ δὲ ἡμῶν οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ' ἡ βελτίων κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν· καὶ δεῖ πάντα ποιεῖν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παραστήκωμεν διαπαντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀπεράντοις. ∆ιὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον. Ἐκεῖνος μὲν γὰρ τὰ ἄνω σοι προτείνει· σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ. ∆ιὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν. Ἀλλὰ μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης, ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῷ Χριστῷ, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΒʹ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλο μένη εἰς ζωὴν αἰώνιον.

αʹ. Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα παραστατικὰ τὰ ὀνόματα, ἀλλ' ἐνεργείας. Οὐδὲ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. Τὸ μὲν οὖν ὁ Ἰωάννης δηλοῖ, οὕτω λέγων· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· τὸ δὲ ὁ Χριστὸς, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν. Οὕτω καὶ τῇ γυναικὶ διαλεγόμενος, ὕδωρ καλεῖ τὸ Πνεῦμα· Ὃς γὰρ ἂν πίῃ ἀπὸ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Οὕτω δὲ τὸ Πνεῦμα καλεῖ, διὰ μὲν τῆς τοῦ πυρὸς προσηγορίας, τὸ διεγηγερμένον καὶ θερμὸν τῆς χάριτος, καὶ δαπανητικὸν ἁμαρτημάτων αἰνιττόμενος· διὰ δὲ τῆς τοῦ ὕδατος, τόν τε καθαρμὸν τὸν ἐξ αὐτοῦ, καὶ τὴν πολλὴν παραψυχὴν ταῖς ὑποδεχομέναις αὐτὸ διανοίαις ἐμφῆναι. Εἰκότως. Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν σοφίαν, πῶς ἠρέμα ἀνάγει τὸ γύναιον. Οὐ γὰρ ἐκ πρώτης εἶπεν· Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, ∆ός μοι πιεῖν· ἀλλ' ὅτε αὐτῇ ἀφορμὴν παρέσχεν Ἰουδαῖον αὐτὸν καλέσαι, καὶ ὑπὸ ἔγκλημα ἤγαγεν, ἀποκρουόμενος τὴν κατηγορίαν, τότε τοῦτο λέγει. Εἰπὼν δὲ, Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν· καὶ ἀναγκάσας τῷ μεγάλα ἐπαγγείλασθαι μνησθῆναι τοῦ πατριάρχου, οὕτω δίδωσι διαβλέψαι τῇ γυναικί. Εἶτα ἀντεπαγαγούσης ἐκείνης, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; οὐκ εἶπεν, Ναὶ, μείζων εἰμί· ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι' ὧν δὲ λέγει, τοῦτο κατασκευάζει. Καὶ γὰρ οὐχ ἁπλῶς εἶπεν, ∆ώσω σοι ὕδωρ· ἀλλὰ πρότερον ἀνελὼν τὸ τοῦ Ἰακὼβ, τότε ἐπαίρει τὸ ἑαυτοῦ, ἀπὸ τῆς τῶν διδομένων φύσεως, τὸ μέσον τῶν προσώπων, ὅσον καὶ τὸ διάφορον τῶν διδόντων, παραστῆσαι βουλόμενος, καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὸν πατριάρχην. Εἰ γὰρ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, ἂν πολὺ τούτου βέλτιον δῶ σοι, τί ἐρεῖς; Προλαβοῦσα μείζονα ὡμολόγησας εἶναί με τοῦ Ἰακὼβ, τῷ ἀνθυπενεγκεῖν καὶ εἰπεῖν, Μὴ μείζων εἶ σὺ τοῦ Ἰακὼβ, ὅτι ἐπαγγέλλῃ βέλτιον ὕδωρ διδόναι; ἂν λάβῃς ἐκεῖνο τὸ ὕδωρ, πάντως ὁμολογήσεις μείζονα εἶναί με. Ὁρᾷς κρίσιν ἀδέκαστον τῆς γυναικὸς, ἀπὸ τῶν πραγμάτων ψηφιζομένης καὶ τῷ πατριάρχῃ καὶ τῷ Χριστῷ; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ καὶ δαίμονας ὁρῶντες ἐκβάλλοντα αὐτὸν, οὐ μόνον τοῦ πατριάρχου οὐκ ἔλεγον μείζονα, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλουν. Ἡ δὲ γυνὴ οὐχ οὕτως, ἀλλ' ἐντεῦθεν φέρει τὴν ψῆφον, ὅθεν ὁ Χριστὸς βούλεται, ἀπὸ τῆς τῶν ἔργων ἀποδείξεως. Καὶ γὰρ καὶ αὐτὸς ἐντεῦθεν δικάζεται, οὕτω λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύσατέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Οὕτω καὶ ἡ γυνὴ τῇ πίστει προσάγεται. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἀκούσας, Μὴ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; τὸν Ἰακὼβ ἀφεὶς, περὶ τοῦ ὕδατος διαλέγεται λέγων· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· καὶ τὴν σύγκρισιν οὐκ ἀπὸ κατηγορίας, ἀλλ' ἐξ ὑπεροχῆς ποιεῖται. Οὐ γὰρ λέγει, ὅτι τὸ ὕδωρ τοῦτο οὐδέν ἐστιν, οὐδ' ὅτι εὐτελὲς καὶ εὐκαταφρόνητον· ἀλλ' ὅπερ καὶ ἡ φύσις μαρτυρεῖ, τοῦτο τίθησι· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἤκουσεν ὕδωρ ζῶν ἡ γυνὴ πρὸ τούτου, ἀλλ' οὐκ ἐνόησεν. Ἐπειδὴ γὰρ καὶ ὕδωρ ζῶν τὸ ἀένναον καὶ διαπαντὸς ἀναβλύζον λέγεται, τῶν κρουνῶν οὐ διακοπτομένων, τοῦτο ἐνόμισεν ἡ γυνὴ λέγεσθαι. ∆ιὰ δὴ τοῦτο σαφέστερον αὐτῇ λοιπὸν ὃ ἔλεγε καθιστὰς, καὶ ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ποιούμενος, ἐπήγαγε λέγων· Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· διὰ τούτου, ὥσπερ ἔφην, δεικνὺς τὴν ὑπεροχὴν, καὶ διὰ τῶν ἑξῆς εἰρημένων· τούτων γὰρ οὐδὲν ἔχει τὸ αἰσθητὸν ὕδωρ. Τίνα δέ ἐστι τὰ ἑξῆς; Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ὁ πηγὴν ἔνδον ἔχων ἀποκειμένην, οὐκ ἂν ἁλοίη δίψῃ ποτέ· οὕτως οὐδὲ ὁ τὸ ὕδωρ τοῦτο ἔχων. Καὶ ἐπίστευσεν εὐθέως ἡ γυνὴ, πολὺ τοῦ Νικοδήμου συνετωτέρα φανεῖσα· οὐ συνετωτέρα δὲ μόνον, ἀλλὰ καὶ ἀνδρειοτέρα. Ἐκεῖνος μὲν γὰρ μυρίων τοιούτων ἀκούων, οὔτε ἄλλον τινὰ ἐπὶ τοῦτο ἐκάλεσεν, οὔτε αὐτὸς ἐπαῤῥησιάσατο· αὕτη δὲ ἀποστολικὰ ἐπιδείκνυται πράγματα, πάντας εὐαγγελιζομένη καὶ καλοῦσα πρὸς τὸν Ἰησοῦν, καὶ πόλιν ὁλόκληρον ἕλκουσα ἔξω πρὸς αὐτόν. Κἀκεῖνος μὲν ἀκούσας, ἔλεγε· Πῶς δύναται ταῦτα γενέσθαι; καὶ τοῦ Χριστοῦ θέντος παράδειγμα σαφὲς τὸ τοῦ ἀνέμου, οὐδὲ οὕτω τὸν λόγον κατεδέξατο· ἡ γυνὴ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐ μετὰ κατασκευῆς δεξαμένη τὸν λόγον, ἀλλ' ἐν ἀποφάσεως τάξει, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστός· Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· εὐθέως φησὶν ἡ γυνή· ∆ός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.

βʹ. Ὁρᾷς πῶς κατὰ μικρὸν πρὸς τὸ τῶν δογμάτων ὕψος ἀνάγεται; Πρῶτον ἐνόμισεν αὐτὸν παράνομον εἶναί τινα Ἰουδαῖον· εἶτα ἐπειδὴ ταύτην ἀπεκρούσατο τὴν κατηγορίαν (ἔδει γὰρ μὴ εἶναι τὸ πρόσωπον ὕποπτον τὸ μέλλον τοιαῦτα αὐτὴν κατηχεῖν), ἀκούσασα ὕδωρ ζῶν, ἐνόμισε περὶ αἰσθητοῦ τοῦτο λέγεσθαι. Ὕστερον δὲ μαθοῦσα ὅτι πνευματικὰ ἦν τὰ λεγόμενα, ἐπίστευσεν μὲν ὅτι δύναται τὸ ὕδωρ ἀναιρεῖν τοῦ δίψους τὴν χρείαν, οὔπω δὲ τί ποτε τοῦτό ἐστιν ᾔδει, ἀλλ' ἔτι διηπόρει, ἀνωτέρω μὲν τῶν αἰσθητῶν εἶναι νομίζουσα, τὸ δὲ σαφὲς οὐκ ἐπισταμένη. Ἐνταῦθα δὲ ἀκριβέστερον μὲν διαβλέψασα, οὐ μὴν τὸ πᾶν κατιδοῦσα (∆ὸς γάρ μοι, φησὶ, τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν), τέως προετίμησεν αὐτὸν τοῦ Ἰακώβ. Οὐ δέομαι γὰρ ταύτης τῆς πηγῆς, ἐὰν λάβω παρὰ σοῦ τὸ ὕδωρ ἐκεῖνο. Ὁρᾷς πῶς αὐτὸν προτίθησι τοῦ πατριάρχου; Τοῦτο ψυχῆς εὐγνώμονος. Ἔδειξεν ἡλίκην εἶχε περὶ τοῦ Ἰακὼβ δόξαν· εἶδε τὸν βελτίονα, καὶ οὐ κατεσχέθη τῇ προλήψει. Οὔτε οὖν εὔκολος ἡ γυνὴ (οὐ γὰρ ἁπλῶς κατεδέξατο τὰ λεγόμενα· πῶς γὰρ ἡ μετὰ τοσαύτης ἀκριβείας ἐκζητήσασα;), οὔτε ἀπειθὴς καὶ φιλόνεικος. Καὶ τοῦτο ἔδειξεν ἀπὸ τῆς αἰτήσεως. Καίτοι καὶ Ἰουδαίοις εἶπέ ποτε· Ὃς ἂν φάγῃ ἐκ τῆς σαρκός μου, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ' οὐ μόνον οὐκ ἐπίστευσαν, ἀλλὰ καὶ ἐσκανδαλίσθησαν. Ἡ γυνὴ δὲ οὐδὲν τοιοῦτον ἔπαθεν, ἀλλὰ καὶ παραμένει καὶ αἰτεῖ. Ἰουδαίοις μὲν οὖν ἔλεγεν, Ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει· τῇ δὲ γυναικὶ οὐχ οὕτως, ἀλλὰ παχύτερον, Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, οὐ μὴ διψήσει. Ἐπαγγελία γὰρ ἦν πνευματικῶν, καὶ οὐχ ὁρωμένων πραγμάτων. ∆ιὰ τοῦτο ἐπάρας αὐτῆς τὸν νοῦν ταῖς ὑποσχέσεσιν, ἔτι τοῖς αἰσθητοῖς ἐνδιατρίβει ῥήμασι, διὰ τὸ μηδέπω δύνασθαι χωρῆσαι τῶν πνευματικῶν τὴν ἀκρίβειαν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐὰν πιστεύσῃς εἰς ἐμὲ, οὐ μὴ διψήσεις, οὐκ ἂν ἐνόησε τὸ εἰρημένον, οὐκ εἰδυῖα τίς ποτέ ἐστιν ὁ διαλεγόμενος, οὐδὲ περὶ ποίου δίψους ἔλεγεν. Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ ἐπὶ Ἰουδαίων τοῦτο ἐποίησεν; Ὅτι ἐκεῖνοι μὲν πολλὰ σημεῖα ἑωρακότες ἦσαν· αὕτη δὲ σημεῖον μὲν εἶδεν οὐδὲν, τῶν δὲ ῥημάτων ἤκουσε πρῶτον. ∆ιὰ τοῦτο λοιπὸν διὰ προφητείας ἀποκαλύπτει τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ οὐκ εὐθέως ἐπάγει τὸν ἔλεγχον· ἀλλὰ τί φησιν; Ὕπαγε, φώνησόν σου τὸν ἄνδρα, καὶ ἐλθὲ ὧδε. Ἡ δέ φησιν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπες, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνὴ, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Βαβαὶ, πόση τῆς γυναικὸς ἡ φιλοσοφία! πῶς πράως τὸν ἔλεγχον δέχεται! Πῶς γὰρ οὐκ ἔμελλε, φησί; ∆ιατί, εἰπέ μοι· οὐχὶ καὶ Ἰουδαίους ἤλεγξε πολλάκις, καὶ τούτου μείζονα; Οὐ γάρ ἐστιν ἴσον τὰ ἐν διανοίᾳ ἀπόῤῥητα εἰς μέσον ἀγαγεῖν, καὶ πρᾶγμα γινόμενον λάθρᾳ κατάδηλον ποιεῖν. Τὸ μὲν γὰρ Θεοῦ μόνον ἐστὶ, καὶ οὐδεὶς ἕτερος οἶδεν, εἰ μὴ ὁ ἐν διανοίᾳ ἔχων· τὰ δὲ, οἱ κοινωνοῦντες ἐπίστανται ἅπαντες. Ἀλλ' ὅμως ἐλεγχθέντες οὐ φέρουσι πράως· ἀλλ' εἰπόντος, Τί με ζητεῖτε ἀποκτεῖναι; οὐ μόνον οὐ θαυμάζουσιν ὡς ἡ γυνὴ, ἀλλὰ καὶ λοιδοροῦσι καὶ ὑβρίζουσι. Καίτοι γε ἐκεῖνοι μὲν καὶ ἀπὸ ἄλλων σημείων εἶχον τὴν ἀπόδειξιν, αὕτη δὲ τοῦτο μόνον ἦν ἀκηκουῖα· ἀλλ' ὅμως οὐ μόνον οὐκ ἐθαύμασαν, ἀλλὰ καὶ ὕβρισαν λέγοντες, ∆αιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; Αὕτη δὲ οὐ μόνον οὐχ ὑβρίζει, ἀλλὰ καὶ θαυμάζει καὶ ἐκπλήττεται, καὶ προφήτην εἶναι ὑπονοεῖ· καίτοι μειζόνως ἂν ὁ ἔλεγχος οὗτος τῆς γυναικὸς ἥψατο, ἢ ἐκείνων ἐκεῖνος. Τοῦτο μὲν γὰρ ταύτης μόνης ἁμάρτημα ἦν, ἐκεῖνο δὲ κοινόν. Οὐχ οὕτω δὲ ἐπὶ τοῖς κοινοῖς, ὡς ἐπὶ τοῖς ἰδίοις δακνόμεθα. Κἀκεῖνοι μὲν μέγα ᾤοντό τι κατορθοῦν, ἂν τὸν Χριστὸν ἀνέλωσι· τὸ δὲ τῆς γυναικὸς ὡμολόγητο παρὰ πᾶσι πονηρὸν εἶναι· ἀλλ' ὅμως οὐκ ἐδυσχέρανεν ἡ γυνὴ, ἀλλ' ἐξεπλάγη καὶ ἐθαύμα ζεν. Καὶ ἐπὶ τοῦ Ναθαναὴλ δὲ τὸ αὐτὸ τοῦτο ἐποίησεν ὁ Χριστός. Οὐ γὰρ προηγουμένως τὴν προφητείαν εἰσήγαγεν, οὐδὲ εἶπεν, Εἶδόν σε ὑπὸ τὴν συκῆν· ἀλλ' ὅτε ἐκεῖνος εἶπε, Πόθεν με γινώσκεις, τότε τοῦτο ἐπήγαγεν. Ἐβούλετο γὰρ καὶ τῶν προῤῥήσεων καὶ τῶν θαυμάτων τὰς ἀρχὰς παρ' αὐτῶν λαμβάνειν τῶν προσιόντων αὐτῷ, ὥστε καὶ οἰκειοῦσθαι τοῖς γινομένοις μᾶλλον αὐτοὺς, καὶ τὴν τοῦ κενοδοξεῖν διαφυγεῖν ὑπόνοιαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Τὸ μὲν γὰρ προηγουμένως ἐλέγξαι, ὅτι Ἄνδρα οὐκ ἔχεις, ἐδόκει φορτικὸν εἶναι καὶ περιττόν· τὸ δὲ παρ' αὐτῆς λαβόντα τὴν αἰτίαν, πάντα ταῦτα διορθοῦν, καὶ σφόδρα ἀκόλουθον ἦν, καὶ τὴν ἀκούουσαν πραοτέραν εἰργάζετο. Καὶ ποία ἀκολουθία, φησὶ, τὸ εἰπεῖν, Ὕπαγε, φώνησον τὸν ἄνδρα σου; Περὶ δωρεᾶς ἦν ὁ λόγος καὶ χάριτος ὑπερβαινούσης τὴν ἀνθρωπίνην φύσιν. Ἐπέκειτο ἡ γυνὴ ζητοῦσα λαβεῖν, καὶ λέγει· Φώνησόν σου τὸν ἄνδρα· ὡσανεὶ ἐνδεικνύμενος ὅτι κἀκεῖνον δεῖ κοινωνῆσαι τούτων. Ἡ δὲ σπεύδουσα λαβεῖν, καὶ κρύπτουσα τὸ αἰσχρὸν τοῦ πράγματος, καὶ οἰομένη πρὸς ἄνθρωπον διαλέγεσθαι, φησὶν, Οὐκ ἔχω ἄνδρα. Ταῦτα ἀκούσας ὁ Χριστὸς, εὐκαίρως λοιπὸν ἐπάγει τὸν ἔλεγχον, ἀμφότερα μετὰ ἀκριβείας λέγων. Τούς τε γὰρ προτέρους ἠρίθμησεν ἅπαντας, καὶ τὸν νῦν κρυπτόμενον ἤλεγξε. Τί οὖν ἡ γυνή; Οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀφεῖσα ἔφυγεν, οὐδὲ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν εἶναι· ἀλλὰ θαυμάζει μᾶλλον αὐτὸν καὶ προσκαρτερεῖ πλέον· Θεωρῶ γὰρ, φησὶν, ὅτι προφήτης εἶ σύ. Καὶ σκόπει αὐτῆς τὴν σύνεσιν· Οὐδὲ ἐνταῦθα εὐθέως ἐπέδραμεν, ἀλλ' ἔτι περισκοπεῖται καὶ θαυμάζει. Τὸ γὰρ, Θεωρῶ, τοῦτό ἐστι, Φαίνῃ μοι προφήτης εἶναι. Εἶτα ἐπειδὴ τοῦτο ὑπώπτευσεν, οὐδὲν βιωτικὸν αὐτὸν ἐρωτᾷ, οὐ περὶ σώματος ὑγιείας, οὐ περὶ χρημάτων, οὐ περὶ πλούτου, ἀλλὰ περὶ δογμάτων εὐθέως. Τί γάρ φησιν; Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα· καὶ γὰρ ἐκεῖ φασι τὸν υἱὸν ἀνηνέχθαι· Καὶ πῶς ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου χρὴ προσκυνεῖν; γʹ. Εἶδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονεν; Ἡ γὰρ ὑπὲρ τοῦ μὴ σκύλλεσθαι διὰ τὸ διψῇν μεριμνῶσα, καὶ ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπόν. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ ζήτημα (οὐ γὰρ τοῦτο ἦν αὐτῷ περισπούδαστον, πρὸς τὰ λεγόμενα ἁπλῶς ἀποκρίνεσθαι· παρέλκον γὰρ ἦν), ἀλλὰ ἄγει τὴν γυναῖκα πάλιν ἐπὶ τὸ μεῖζον ὕψος· καὶ οὐ πρότερον αὐτῇ περὶ τούτων διαλέγεται, ἕως ὡμολόγησεν ὅτι προφήτης ἐστὶν, ὥστε καὶ μετὰ πολλῆς τῆς πληροφορίας ἀκοῦσαι λοιπὸν τῶν λεγομένων. Ἡ γὰρ τοῦτο πεισθεῖσα, οὐκ ἔτι λοιπὸν περὶ τῶν ῥηθησομένων ἀμφιβάλλειν εἶχεν. Αἰσχυνθῶμεν τοίνυν καὶ ἐρυθριάσωμεν λοιπόν. Γυνὴ πέντε ἄνδρας ἐσχηκυῖα, καὶ Σαμαρεῖτις οὖσα, τοσαύτην περὶ δογμάτων ποιεῖται σπουδὴν, καὶ οὐχ ὁ καιρὸς τῆς ἡμέρας, οὐ τὸ ἐφ' ἕτερόν τι παραγενέσθαι, οὐκ ἄλλο οὐδὲν αὐτὴν ἀπήγαγε τῆς περὶ τὰ τοιαῦτα ζητήσεως· ἡμεῖς δὲ οὐ μόνον περὶ δογμάτων οὐ ζητοῦμεν, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς, καὶ ὡς ἔτυχε διακείμεθα. ∆ιὰ τοῦτο τὰ πάντα ἠμέληται. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, ἐν οἰκίᾳ γενόμενος, πυκτίον ἔλαβε χριστιανικὸν μετὰ χεῖρας, καὶ τὰ ἐγκείμενα ἐπῆλθε, καὶ ἠρεύνησε τὴν Γραφήν; Οὐδεὶς ἂν ἔχοι ταῦτα εἰπεῖν· ἀλλὰ πεττοὺς μὲν καὶ κύβους παρὰ τοῖς πλείο σιν εὑρήσομεν ὄντας, βιβλία δὲ οὐδαμοῦ, ἀλλὰ καὶ παρ' ὀλίγοις. Καὶ οὗτοι δὲ τοῖς οὐκ ἔχουσιν ὁμοίως διάκεινται, δήσαντες αὐτὰ καὶ ἀποθέμενοι διαπαντὸς ἐν κιβωτίοις· καὶ ἡ πᾶσα αὐτοῖς σπουδὴ περὶ τὴν τῶν ὑμένων λεπτότητα, καὶ τὸ τῶν γραμμάτων κάλλος, οὐ περὶ τὴν ἀνάγνωσιν. Οὐδὲ γὰρ ὑπὲρ ὠφελείας καὶ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασιν· τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή. Οὐδενὸς γὰρ ἀκούω φιλοτιμουμένου, ὅτι οἶδε τὰ ἐγκείμενα, ἀλλ' ὅτι χρυσοῖς ἔχει γράμμασιν ἐγγεγραμμένον. Καὶ τί τὸ κέρδος; εἰπέ μοι. Οὐ γὰρ διὰ ταῦτα ἐδόθησαν αἱ Γραφαὶ, ἵνα ἐν βιβλίοις αὐτὰς ἔχωμεν μόνον, ἀλλ' ἵνα καὶ ἐν καρδίαις αὐτὰς ἐγκολάψωμεν. Ὡς αὕτη γε ἡ κτῆσις Ἰουδαϊκῆς ἐστι φιλοτιμίας, τὸ ἐν τοῖς γράμμασι κατατίθεσθαι μόνον τὰς ἐντολάς· ἡμῖν δὲ οὐδὲ τὴν ἀρχὴν οὕτως ὁ νόμος ἐδόθη, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Καὶ ταῦτα λέγω, οὐ κωλύων βιβλία κεκτῆσθαι, ἀλλὰ καὶ παραινῶ τοῦτο καὶ σφόδρα εὔχομαι· βούλομαι δὲ ἐξ ἐκείνων καὶ τὰ γράμματα καὶ τὰ νοήματα εἰς τὴν διάνοιαν περιφέρεσθαι τὴν ἡμετέραν, ἵνα οὕτω καθαίρηται δεχομένη τὴν τῶν γραμμάτων νόησιν. Εἰ γὰρ ἐν οἰκίᾳ, ἔνθα ἂν Εὐαγγέλιον ᾖ κείμενον, οὐ τολμήσει προσελθεῖν ὁ διάβολος, πολλῷ μᾶλλον ψυχῆς νοήματα τοιαῦτα περιφερούσης οὐχ ἅψεταί ποτε, οὐδὲ ἐπιβήσεται δαίμων, ἢ ἁμαρτίας φύσις. Ἁγίασον τοίνυν τὴν ψυχήν σου, ἁγίασόν σου τὸ σῶμα, ἀεὶ ταῦτα ἐπὶ τῆς καρδίας καὶ ἐπὶ τῆς γλώσσης ἔχων. Εἰ γὰρ ἡ αἰσχρολογία καταῤῥυποῖ, καὶ δαίμονας καλεῖ, εὔδηλον ὅτι ἡ πνευματικὴ ἀνάγνωσις ἁγιάζει, καὶ τὴν τοῦ Πνεύματος ἐπισπᾶται χάριν. Θεῖαί εἰσιν ἐπῳδαὶ τὰ γράμματα. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς, καὶ τοῖς ἐν τῇ ψυχῇ πάθεσιν τὰ ἀπ' ἐκείνων φάρμακα κατασκευάζωμεν. Ἂν γὰρ εἰδῶμεν τίνα ἐστὶ τὰ ἀναγινωσκόμενα, μετὰ πολλῆς ταῦτα ἀκουσόμεθα τῆς προθυμίας. Ταῦτα ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ ἡνιόχων καὶ ὀρχηστῶν καὶ ὀνόματα, καὶ γένη, καὶ πόλεις, καὶ ἐνεργείας λέγειν τρόπους, καὶ αὐτῶν δὲ τῶν ἵππων καὶ ἀρετὴν καὶ κακίαν μετὰ ἀκριβείας ἀπαγγέλλειν· τοὺς δὲ ἐνταῦθα ἀπαντῶντας μηδὲν τῶν ὧδε γινομένων εἰδέναι, ἀλλὰ καὶ αὐτῶν τῶν βίβλων τὸν ἀριθμὸν ἀγνοεῖν; Εἰ γὰρ ἡδονῆς ἕνεκεν ἐκεῖνα διώκεις, πλείονα ταύτην ἐνταῦθα οὖσαν ἐπιδείξω. Τί γὰρ ἥδιον, εἰπέ μοι, τί δὲ θαυμαστότερον, ἄνθρωπον ἀνθρώπῳ παλαίοντα ἰδεῖν, ἢ ἄνθρωπον διαβόλῳ πυκτεύοντα, καὶ σῶμα ἀσωμάτῳ δυνάμει συμπλεκόμενον, καὶ νικῶντα; Ταύτας θεωρῶμεν τὰς πάλας· ταύτας γὰρ καὶ μιμήσασθαι εὐπρεπὲς καὶ λυσιτελὲς, καὶ μιμουμένους στεφανωθῆναι ἔνι· ἀλλὰ μὴ ἐκείνας, ὧν ὁ ζῆλος αἰσχύνην φέρει τῷ μιμουμένῳ. Ἐκείνην μὲν γὰρ μετὰ δαιμόνων θεωρεῖς τὴν πάλην, ἂν ἄρα θεωρῇς· ταύτην δὲ μετὰ ἀγγέλων καὶ τοῦ τῶν ἀγγέλων ∆εσπότου. Εἰπὲ γάρ μοι· εἴ γέ σοι ἐξῆν μετὰ ἀρχόντων ἢ βασιλέων καθήμενον θεωρεῖν καὶ ἀπολαύειν τῆς θεωρίας, οὐ μεγίστην ἡγοῦ τιμὴν εἶναι τοῦτο; Ἐνταῦθα δὲ μετὰ τοῦ βασιλέως τῶν ἀγγέλων θεωρῶν, καὶ ὁρῶν ἐκ μέσων κατεχόμενον τῶν νώτων τὸν διάβολον, καὶ πολλὰ μὲν φιλονεικοῦντα περιγενέσθαι, ἰσχύοντα δὲ οὐδὲν, οὐ τρέχεις εἰς τοιαύτην θεωρίαν; Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησίν. Ἂν τὸ βιβλίον μετὰ χεῖρας ἔχεις. Ὄψει γὰρ ἐν αὐτῷ καὶ τὰ σκάμματα, καὶ τοὺς μακροὺς διαύλους, καὶ τὰς λαβὰς τὰς ἐκείνου, καὶ τοῦ δικαίου τὴν τέχνην. Ταῦτα δὲ θεωρῶν, εἴσῃ καὶ αὐτὸς οὕτω παλαίειν, καὶ ἀπαλλαγήσῃ δαιμόνων. ∆αιμόνων γὰρ πανηγύρεις, οὐκ ἀνθρώπων θέατρα, τὰ ἔξω τελούμενα. Εἰ γὰρ ἐν εἰδωλείῳ οὐ θέμις εἰσιέναι, πολλῷ μᾶλλον εἰς ἑορτὴν σατανικήν. Ταῦτα λέγων καὶ διενοχλῶν οὐ παύσομαι, ἕως ἂν τὴν ἐπιστροφὴν ἴδω. Ταῦτα γὰρ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, φησὶν, ὑμῖν δὲ ἀσφαλές. Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν. Εἰ γὰρ βαρύνεσθαι ἔδει, ἐμὲ ἔδει τὸν πολλάκις λέγοντα καὶ οὐκ ἀκουόμενον, οὐχ ἡμᾶς τοὺς ἀεὶ μὲν ἀκούοντας, ἀεὶ δὲ παρακούοντας. Ἀλλὰ μὴ γένοιτο διαπαντὸς ταῦτα ὑμᾶς ἐγκαλεῖσθαι, ἀλλὰ ἀπαλλαγέντας ταύτης τῆς αἰσχύνης, καταξιωθῆναι τῆς πνευματικῆς θεωρίας, καὶ τῆς μελλούσης δόξης ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΓʹ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.

αʹ. Πανταχοῦ πίστεως ἡμῖν δεῖ, ἀγαπητοὶ, πίστεως, τῆς μητρὸς τῶν ἀγαθῶν, τοῦ τῆς σωτηρίας φαρμάκου· καὶ ταύτης ἄνευ οὐδὲν ἔστι κατασχεῖν τῶν μεγάλων δογμάτων. Ἀλλ' ἐοίκασι τοῖς πέλαγος νηὸς χωρὶς ἐπιχειροῦσι διαπερᾷν, οἳ μέχρι μὲν ὀλίγου νηχόμενοι διαρκοῦσι χερσὶν ὁμοῦ καὶ ποσὶ χρώμενοι, περαιτέρω δὲ προελθόντες, ταχέως ὑπὸ τῶν κυμάτων βαπτίζονται· οὕτω καὶ οἱ τοῖς οἰκείοις χρώμενοι λογισμοῖς, πρὶν ἤ τι μαθεῖν, ναυάγιον ὑπομένουσιν· καθὼς καὶ ὁ Παῦλός φησιν, Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, τὴν ἱερὰν κατέχωμεν ἄγκυ ραν, δι' ἧς καὶ τὴν Σαμαρεῖτιν ὁ Χριστὸς ἐπάγεται νῦν. Εἰπούσης γὰρ ἐκείνης, Πῶς ὑμεῖς λέγετε ὅτι ἐν τοῖς Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ἐν ᾧ δεῖ προσκυνεῖν; ὁ Χριστὸς ἔλεγεν· Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις, οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί. Πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψε, καὶ ὅπερ οὐδὲ Νικοδήμῳ, οὐδὲ τῷ Ναθαναὴλ εἶπεν. Αὕτη μὲν οὖν ἐσπούδαζε σεμνότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰουδαϊκῶν, καὶ τοῦτο ἀπὸ τῶν πατέρων ἐσοφίζετο· ὁ δὲ Χριστὸς οὐ πρὸς ταύτην ἀπήντησε τὴν ἐρώτησιν. Παρέλκον γὰρ τέως ἦν τοῦτο εἰπεῖν καὶ δεῖξαι, διατί μὲν οἱ πατέρες ἐν τῷ ὄρει, διατί δὲ οἱ Ἰουδαῖοι ἐν Ἱεροσολύμοις προσεκύνουν. ∆ιὸ τοῦτο μὲν ἀπεσιώπησεν· ἀμφοτέρων δὲ τῶν τύπων τὰ πρεσβεῖα ἀνελὼν, διανίστησιν αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὐδὲ Ἰουδαῖοι οὐδὲ αὐτοὶ ἔχουσί τι μέγα πρὸς τὸ μέλλον δωρεῖσθαι· καὶ τότε τὴν διαφορὰν εἰσάγει. Πλὴν καὶ οὕτω σεμνο τέρους τοὺς Ἰουδαίους ἀπέφηνεν, οὐ τόπον τόπου προτιμῶν, ἀλλὰ ἀπὸ τῆς διανοίας ἐκείνης τὴν προεδρείαν διδοὺς, ὡσανεὶ ἔλεγεν· Τόπου μὲν ἕνεκεν, οὐδὲν δεῖ λοιπὸν φιλονεικεῖν. Ἰουδαῖοι μέντοι τῷ τρόπῳ τὸ πλέον τῶν Σαμαρειτῶν ἔσχον· Ὑμεῖς μὲν γὰρ, φησὶ, προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Πῶς οὖν οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; Ὅτι τοπικὸν καὶ μερικὸν Θεὸν ἐνόμιζον εἶναι· οὕτω γοῦν αὐτὸν καὶ ἐθεράπευον· οὕτω καὶ Πέρσαις πέμψαντες ἀπήγγειλαν, ὅτι Ὁ τοῦ τόπου τούτου Θεὸς ἡμῖν ἀγανακτεῖ, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι. ∆ιόπερ ἔμενον καὶ δαίμονας καὶ αὐτὸν θεραπεύοντες, καὶ τὰ ἄμικτα μιγνύντες. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης αὐτὸν ᾔδεσαν εἶναι Θεὸν, εἰ καὶ μὴ πάντες. ∆ιὰ τοῦτό φησιν, Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Μὴ θαυμάσῃς δὲ ὅτι μετὰ Ἰουδαίων ἑαυτὸν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται, ὡς προφήτης ὢν Ἰουδαίων. ∆ιὸ καὶ τὸ, Προσκυνοῦμεν, τέθεικεν. Ὅτι γὰρ τῶν προσκυνουμένων ἐστὶ, παντί που δῆλον. Τὸ μὲν γὰρ προσκυνεῖν, τῆς κτίσεως, τὸ δὲ προσκυνεῖσθαι, τοῦ τῆς κτίσεως ∆εσπότου. Ἀλλὰ τέως ὡς Ἰουδαῖος διαλέγεται. Τὸ οὖν, Ἡμεῖς, ἐνταῦθα, Ἡμεῖς οἱ Ἰουδαῖοι,φησίν. Ἐπάρας τοίνυν τὰ Ἰουδαϊκὰ, πάλιν ἀξιόπιστον ἑαυτὸν ποιεῖ, καὶ πείθει μᾶλλον τοῖς ὑπ' αὐτοῦ λεγομένοις προσέχειν, ἀνύποπτον ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐ τῇ πρὸς τὸ ὁμόφυλον συγγενείᾳ τὰ ἐκείνων ἐπαίρει. Ὁ γὰρ περὶ τοῦ τόπου ταῦτα ἀποφηνάμενος, ἐφ' ᾧ μάλιστα ηὔχουν Ἰουδαῖοι καὶ πλεονεκτεῖν πάντων ἐνόμιζον, καὶ τὰ σεμνὰ τούτων καθελὼν, εὔδηλον ὅτι οὐδὲ κατὰ ταῦτα πρὸς χάριν τινὸς ἔλεγεν, ἀλλὰ μετὰ ἀληθείας καὶ προῤῥητικῇ δυνάμει. Ἐπεὶ οὖν τῶν τοιούτων λογισμῶν τέως ἀπέστησεν εἰπὼν, Πίστευσόν μοι, γύναι, καὶ τὰ ἑξῆς, ἐπάγει, Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἢ ὅτι τὰ ἀγαθὰ τῇ οἰκουμένῃ ἐκεῖθεν γέγονε (τὸ γὰρ εἰδέναι Θεὸν καὶ τὸ καταγινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχεν· καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ παρ' ὑμῖν δὲ αὐτὸ τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε)· σωτηρίαν οὖν ἢ ταῦτα ἢ τὴν ἑαυτοῦ παρουσίαν καλεῖ· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι ἀμφότερα ταῦτα σωτηρίαν καλῶν, ἣν εἶπεν ἐκ τῶν Ἰουδαίων εἶναι. Ὅπερ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Ὁρᾷς πῶς συγκροτεῖ τὴν Παλαιὰν, καὶ ῥίζαν δείκνυσι τῶν ἀγαθῶν, καὶ διὰ πάντων οὐκ ἐναντίον ὄντα τῷ νόμῳ, εἴγε ἐκ τῶν Ἰουδαίων τὴν ὑπόθεσιν εἶναι πάντων τῶν ἀγαθῶν φησιν; Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρί. Πλεονεκτοῦμεν μὲν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως· πλὴν ἀλλὰ καὶ οὗτος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἕστηκεν· Ἔρχεται γὰρ ὥρα, καὶ νῦν ἐστιν.

βʹ. Ἐπειδὴ γὰρ οἱ προφῆται πρὸ μακρῶν ἔλεγον χρόνων ἅπερ ἔλεγον, τοῦτο ἀναιρῶν ἐνταῦθα εἶπε, Καὶ νῦν ἐστι. Μὴ νομίσῃς, φησὶ, ταύτην τοιαύτην εἶναι τὴν προφητείαν, ὡς μετὰ πολὺν γενήσεσθαι χρόνον. Τὰ γὰρ πράγματα ἐφέστηκεν ἤδη, καὶ ἐπὶ θύραις ἐστὶν, Ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Εἰπὼν ἀληθινοὺς, συνεξέβαλε Σαμαρείταις Ἰουδαίους. Εἰ γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῷ, καὶ τοσοῦτον, ὅσον ἀληθείας τύπος. Λέγει δὲ περὶ τῆς Ἐκκλησίας, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστίν. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Οὐκοῦν εἰ τοιούτους πάλαι ἐζήτει, οὐ βουλόμενος ἐκείνοις συνεχώρησε τὸν τρόπον, ἀλλὰ συγκαταβαίνων, καὶ διὰ τοῦτο, ἵνα καὶ τούτους εἰσαγάγῃ. Τίνες οὖν εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί; Οἱ μήτε τόπῳ περικλείοντες τὴν λατρείαν, καὶ Θεὸν ἐν πνεύματι θεραπεύοντες· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, Παρακαλῶ ὑμᾶς παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅταν δὲ εἴπῃ, Πνεῦμα ὁ Θεὸς, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ ἀσώματον. ∆εῖ τοίνυν τοῦ ἀσωμάτου καὶ τὴν λατρείαν τοιαύτην εἶναι, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι· τουτέστιν, διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. ∆ιό φησι· Καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐπειδὴ γὰρ καὶ ἐκεῖνοι καὶ οἱ Ἰουδαῖοι τῆς μὲν ψυχῆς ἠμέλουν, πολλὴν δὲ περὶ τὸ σῶμα σπουδὴν ἐποιοῦντο, καθαίροντες αὐτὸ παντοδαπῶς· φησὶν ὅτι οὐ τῇ τοῦ σώματος καθαρότητι, ἀλλὰ τῷ ἐν ἡμῖν ἀσωμάτῳ, τουτέστι τῷ νῷ, ὁ ἀσώματος θεραπεύεται. Μὴ τοίνυν πρόβατα θύετε καὶ μόσχους, ἀλλ' ὅλον σαυτὸν ἀνάθες τῷ Θεῷ καὶ ὁλοκαύτωσον· τοῦτο γάρ ἐστι θυσίαν ζῶσαν παραστῆσαι. Ἐν γὰρ ἀληθείᾳ δεῖ προσκυνεῖν· ὡς τά γε πρότερα τύπος ἦν, ἡ περιτομὴ, τὰ ὁλοκαυτώματα, τὰ θύματα, τὰ θυμιάματα· νυνὶ δὲ οὐκέτι, ἀλλ' ἀλήθεια τὸ πᾶν. Οὐ γὰρ σάρκα, ἀλλὰ πονηροὺς δεῖ περικόπτειν λογισμοὺς, καὶ σταυροῦν ἑαυτὸν, καὶ τὰς ἀλόγους ἀναιρεῖν ἐπιθυμίας καὶ κατασφάττειν. Ἰλιγγίασεν ἡ γυνὴ πρὸς τὰ λεχθέντα, καὶ ἀπηγόρευσε πρὸς τὸ ὕψος τῶν εἰρημένων, καὶ καμοῦσα ἄκουσον τί φησιν· Οἶδα ὅτι ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Καὶ πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν, τὸν Μωϋσέα δεξάμενοι μόνον; Ἀπ' αὐτῶν τῶν Μωϋσέως γραμμάτων. Καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, πρὸς τὸν Υἱὸν εἴρητο· καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτός ἐστιν ὁ διαλεγόμενος· καὶ ὁ Ἰακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ αὐτὸς δὲ ὁ Μωϋσῆς φησι· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· Καὶ τὰ κατὰ τὸν ὄφιν, καὶ τὰ κατὰ τὴν ῥάβδον τὴν Μωϋσέως, καὶ τὰ κατὰ τὸν Ἰσαὰκ καὶ τὸ πρόβατον, καὶ πολλὰ ἕτερα ἐνῆν βουλομένοις ἐκλέγειν τὴν παρουσίαν αὐτοῦ ἀνακηρύττοντα. Καὶ τί δήποτε, φησὶν, οὐκ ἀπὸ τούτων ἐνῆγε τὴν γυναῖκα ὁ Χριστὸς, ἀλλὰ τῷ μὲν Νικοδήμῳ τὸν ὄφιν εἰς μέσον ἤγαγε, καὶ τῷ Ναθαναὴλ προφητείας ἀνέμνησε, ταύτῃ δὲ οὐδὲν τοιοῦτον εἶπεν; Τίνος οὖν ἕνεκεν καὶ διατί; Ὅτι ἐκεῖνοι μὲν ἄνδρες ἦσαν, καὶ ἐν τούτοις ἐστρέφοντο· αὕτη δὲ γυνὴ πενιχρὰ, καὶ ἀμαθὴς, καὶ Γραφῶν ἄπειρος. ∆ιὰ τοῦτο αὐτῇ οὐκ ἀπὸ τούτων διαλέγεται, ἀλλ' ἀπὸ τοῦ ὕδατος καὶ τῆς προῤῥήσεως αὐτὴν ἐπισπᾶται, καὶ διὰ τούτων εἰς μνήμην ἄγει τοῦ Χριστοῦ, καὶ ἐκκαλύπτει λοιπὸν ἑαυτόν· ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ εἶπεν, ἔδοξεν ἂν αὐτῇ ληρεῖν, καὶ εἰκῆ φθέγγεσθαι. Νῦν δὲ κατὰ μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἄγων, εὐκαίρως ἑαυτὸν ἀπεκάλυψε. Καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσιν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ Χριστός· τούτοις μὲν οὐκ ἀπεκρίνατο σαφῶς, ταύτῃ δὲ εἶπε φανερῶς αὐτὸς εἶναι. Εὐγνωμονεστέρα γὰρ ἦν ἡ γυνὴ τῶν Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ οὐχ ὑπὲρ τοῦ μαθεῖν ἐζήτουν, ἀλλ' ὑπὲρ τοῦ κωμῳδεῖν αὐτὸν ἀεί. Εἰ γὰρ ἐβούλοντο μαθεῖν, ἱκανὴ καὶ ἡ διὰ τῶν ῥημάτων, καὶ ἡ διὰ τῶν Γραφῶν, καὶ ἡ διὰ τῶν σημείων διδασκαλία ἦν. Αὕτη δὲ ἐξ ἀδεκάστου γνώμης καὶ ἁπλῆς διανοίας ἐφθέγγετο ἅπερ ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα ὑπ' αὐτῆς γενομένων. Καὶ γὰρ ἤκουσε καὶ ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσεν· καὶ πανταχοῦ τῆς γυναικὸς ἔστιν ἰδεῖν τὸ ἠκριβωμένον καὶ τὸ πιστόν. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ. Σφόδρα εἰς καιρὸν ἀπήντησαν, τῆς διδασκαλίας ἀπαρτισθείσης. Καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Οὐδεὶς μέντοι εἶπε, Τί ζητεῖς; ἢ, Τί λαλεῖς μετ' αὐτῆς; γʹ. Τί δὲ ἐθαύμαζον; Τὸ ἄτυφον, τὸ ταπεινὸν μεθ' ὑπερβολῆς, ὅτι οὕτω περίβλεπτος ὢν, ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι. Ἀλλ' ὅμως καὶ ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν διατηρεῖν, οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. Εἰ γὰρ καὶ μηδέπω τὴν ἀξίαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ' ὅμως ὡς θαυμαστῷ τινι προσεῖχον, καὶ πολλὴν αὐτῷ ἀπένεμον τὴν αἰδώ. Καίτοι γε πολλαχοῦ φαίνονται πολλὰ παῤῥησιαζόμενοι· οἷον, ὅταν ὁ Ἰωάννης ἐπιπίπτῃ αὐτοῦ τῷ στήθει· ὅταν αὐτῷ προσιόντες λέγωσι, Τίς μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ὅταν οἱ υἱοὶ Ζεβεδαίου παρακαλῶσιν, ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων καθίσῃ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐκ ἠρώτησαν; Ὅτι ἐκεῖνα μὲν πάντα ὡς εἰς αὐτοὺς ἀνήκοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς τοσοῦτον διέφερε τὸ γιγνόμενον. Καὶ Ἰωάννης δὲ μετὰ πολὺν χρόνον τοῦτο ἐποίησε πρὸς αὐτῷ τῷ τέλει, ὅτε πλείονος ἀπήλαυσε παῤῥησίας, καὶ ἐθάῤῥει τῇ ἀγάπῃ τοῦ Χριστοῦ· Οὗτος γὰρ ἦν, φησὶν, ὃν ἠγάπα ὁ Ἰησοῦς. Τί τούτου τοῦ μακαρισμοῦ γένοιτ' ἂν ἴσον; Ἀλλὰ μὴ μέχρι τούτου στῶμεν, ἀγαπητοὶ, τοῦ μακαρίζειν τὸν Ἀπόστολον, ἀλλ' ὥστε καὶ τῶν μακαριζομένων γενέσθαι, πάντα πράττωμεν, καὶ μιμησώμεθα τὸν εὐαγγελιστὴν, καὶ ἴδωμεν τίνα ἦν ἃ τὴν ἀγάπην ἐποίησε τὴν τοσαύτην. Τίνα οὖν ἦν ταῦτα; Ἀφῆκε πατέρα, καὶ πλοῖον, καὶ δίκτυον, καὶ ἠκολούθησε τῷ Ἰησοῦ. Ἀλλὰ τοῦτο κοινὸν αὐτῷ καὶ πρὸς τὸν ἀδελφὸν ἦν, καὶ πρὸς Πέτρον καὶ Ἀνδρέαν, καὶ πρὸς τοὺς ἄλλους τῶν ἀποστόλων. Τί δὴ οὖν τὸ ἐξαίρετον ἦν, ὃ πολλὴν τὴν ἀγάπην ἐποίησεν; Αὐτὸς μὲν γὰρ περὶ ἑαυτοῦ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ἢ ὅτι ἠγαπᾶτο μόνον· τὰ δὲ κατορθώματα αὐτοῦ, δι' ἃ ἠγαπᾶτο, ἀπεσιώπησε μετριάζων. Ὅτι γὰρ αὐτὸν ἐξαίρετόν τινα ἀγάπην ἠγάπησε, παντί που δῆλον ἦν· ἀλλ' ὅμως οὐδὲ διαλεγόμενος, οὐδὲ ἐρωτῶν φαίνεται κατ' ἰδίαν αὐτὸν, καθὼς Πέτρος πολλάκις, καθὼς Φίλιππος, καθὼς Ἰούδας καὶ Θωμᾶς ἀλλ' ὅτε τῷ συναποστόλῳ χαρίσασθαι καὶ ὑπακοῦσαι ἠθέλησε, τότε μόνον. Ὅτε γὰρ ὁ κορυφαῖος αὐτὸν ἠνάγκασε τῶν ἀποστόλων νεύσας, τότε ἠρώτησεν· πολλὴν γὰρ οὗτοι πρὸς ἀλλήλους εἶχον ἀγάπην. Οὕτω γοῦν καὶ ἐπὶ τὸ ἱερὸν ὁμοῦ φαίνονται ἀναβαίνοντες καὶ κοινῇ δημηγοροῦντες. Καίτοι γε ὁ Πέτρος θερμότερον πολλαχοῦ καὶ κινεῖται καὶ φθέγγεται· καὶ πρὸς τῷ τέλει δὲ ἀκούει τοῦ Χριστοῦ λέγοντος· Πέτρε, φιλεῖς με πλέον τούτων; Ὁ δὲ πλέον τούτων ἀγαπῶν, εὔδηλον ὅτι καὶ ἠγαπᾶτο. Ἀλλὰ τοῦτο μὲν ἐκ τοῦ ἀγαπᾷν τὸν Ἰησοῦν, ἐκεῖνο δὲ ἐκ τοῦ ἀγαπᾶσθαι παρὰ τοῦ Ἰησοῦ δῆλον ἐγένετο. Τί οὖν ἐστιν, ὃ τὴν ἐξαίρετον ἀγάπην ἐποίησεν; Ἐμοὶ δοκεῖ πολλὴν τὸν ἄνδρα ἐπιείκειαν ἐπιδείκνυσθαι καὶ πραότητα· διόπερ οὐδὲ παῤῥησιαζόμενος πολλαχοῦ φαίνεται. Τοῦτο δὲ ἡλίκον ἐστὶν, καὶ ἀπὸ τοῦ Μωϋσέως δῆλον. Καὶ γὰρ ἐκεῖνον τοσοῦτον καὶ τηλικοῦτον τοῦτο εἰργάσατο. Οὐδὲν γὰρ ταπεινοφροσύνης ἴσον. ∆ιὰ τοῦτο τῶν μακαρισμῶν ἐντεῦθεν ἤρξατο ὁ Χριστός. Ὥσπερ γάρ τινα θεμέλιον καὶ κρηπῖδα μεγίστης οἰκοδομῆς καταβάλλεσθαι μέλλων, οὕτω τὴν ταπεινοφροσύνην πρώτην ἔθηκεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ταύτης σωθῆναι χωρίς· ἀλλὰ κἂν νηστεύῃ τις, κἂν εὔχηται, κἂν ἐλεημοσύνην ποιῇ μετὰ ἀπονοίας, βδελυκτὰ πάντα, ταύτης μὴ παρούσης· ὥσπερ οὖν ποθεινὰ καὶ ἐπέραστα, παρούσης, καὶ μετὰ ἀσφαλείας πάντα γίνεται. Μετριάζωμεν τοίνυν, ἀγαπητοὶ, μετριάζωμεν. Καὶ γὰρ σφόδρα ῥᾴδιον τὸ κατόρθωμα, ἐὰν νήφωμεν. Τί γὰρ ὅλως ἐστὶ τὸ πρὸς ἀπόνοιάν σε ἐπαῖρον, ἄνθρωπε; Οὐχ ὁρᾷς τὸ τῆς φύσεως εὐτελές; τῆς προαιρέσεως τὸ εὐόλισθον; Ἐννόησον σαυτοῦ τὴν τελευτήν· ἐννόησον τῶν ἁμαρτημάτων τὸ πλῆθος. Ἀλλ' ἴσως πολλὰ κατορθῶν μέγα φρονεῖς; Αὐτῷ μὲν οὖν τούτῳ πάντα ἀπολεῖς. ∆ιόπερ οὐχ οὕτω τὸν ἁμαρτάνοντα, ὡς τὸν κατορθοῦντα σπουδάζειν χρὴ μετριάζειν. Τί δήποτε; Ὅτι ὁ μὲν ἔχει τὴν ἀνάγκην τοῦ συνειδότος· ὁ δὲ ἂν μὴ σφόδρα νήφῃ, ταχέως, ὥσπερ ὑπό τινος πνεύματος ἀναῤῥιπισθεὶς, αἴρεταί τε καὶ ἀφανίζεται καθάπερ ὁ Φαρισαῖος. Ἀλλὰ πένησι παρέχεις; Ἀλλ' οὐ τὰ σὰ, ἀλλὰ τὰ τοῦ ∆εσπότου, τὰ κοινὰ τῶν ὁμοδούλων. Καὶ διὰ τοῦτο μάλιστα ταπεινοῦσθαι χρὴ, ἐν ταῖς τῶν ὁμογενῶν συμφοραῖς τὰ ἑαυτοῦ προορῶντα, καὶ τὴν οἰκείαν φύσιν ἐν ἐκείνοις μανθάνοντα. Ἴσως καὶ ἡμεῖς τοιούτων ἦμεν προγόνων. Εἰ δὲ μετέστη πρὸς ἡμᾶς ὁ πλοῦτος, ἀλλ' εἰκὸς αὐτὸν καὶ καταλιπεῖν πάλιν ἡμᾶς. Τί δὲ ὅλως καὶ ὁ πλοῦτός ἐστιν; Σκιὰ ἀδρανὴς, καπνὸς διαλυόμενος, ἄνθος χόρτου, μᾶλλον δὲ καὶ ἄνθους εὐτελέστερος. Τί οὖν ἐπὶ χόρτῳ μέγα φρονεῖς; Οὐχὶ καὶ λῃσταῖς παραγίνεται πλοῦτος, καὶ μαλακοῖς, καὶ πόρναις, καὶ τυμβωρύχοις; Τοῦτο οὖν σε ἐπαίρει, ὅτι τοιούτους ἔχεις κοινωνοὺς τοῦ κτήματος; Ἀλλὰ τιμῆς ἐρᾷς; Ἀλλ' οὐδὲν εἰς τιμῆς λόγον ἐλεημοσύνης ἐπιτηδειότερον. Ἐκεῖναι μὲν γὰρ κατηναγκασμέναι εἰσὶν καὶ μετὰ μίσους, αἱ τιμαὶ αἱ τοῦ πλούτου καὶ τῆς δυναστείας, αὗται δὲ ἐκ προαιρέσεως καὶ ἀπὸ συνειδότος τῶν τιμώντων. ∆ιόπερ οὐδὲ ἐκβάλλειν αὐτὰς δύνανταί ποτε οἱ τιμῶντες. Εἰ δὲ ἄνθρωποι τοσαύτην τῆς ἐλεημοσύνης ἀπονέμουσι τὴν αἰδὼ, καὶ πάντα αὐτοῖς συνεύχονται τὰ ἀγαθὰ, ἐννόησον πηλίκην παρὰ τοῦ φιλανθρώπου Θεοῦ λήψονται τὴν ἀντίδοσιν, οἵαν τὴν ἀμοιβήν. Τοῦτον τοίνυν ζητῶμεν τὸν πλοῦτον, τὸν ἀεὶ μένοντα, καὶ μηδέποτε δραπετεύοντα· ἵνα καὶ ἐνταῦθα μεγάλοι καὶ ἐκεῖ γενόμενοι λαμπροὶ, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λ∆ʹ. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπ ῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· «∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;»

αʹ. Πολλῆς ἡμῖν θερμότητος δεῖ καὶ σπουδῆς διεγηγερμένης· ταύτης γὰρ ἄνευ οὐκ ἔνεστι τυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Καὶ τοῦτο δεικνὺς ὁ Χριστός φησι, νῦν μέν· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· νῦν δὲ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; δι' ἀμφοτέρων τούτων τὸν διακαῆ καὶ πεπυρωμένον μαθητὴν καὶ πρὸς πάντα κίνδυνον παρεσκευασμένον ἡμῖν παραστῆσαι βουλόμενος. Τοιαύτη τις ἦν καὶ αὕτη ἡ γυνή. Οὕτω γὰρ ὑπὸ τῶν εἰρημένων ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ τὴν χρείαν δι' ἣν παρεγένετο, καὶ δραμοῦσαν εἰς τὴν πόλιν, πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν. ∆εῦτε γὰρ, φησὶ, καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Σκόπει σπουδὴν καὶ σύνεσιν· Ἦλθεν ὑδρεύσασθαι· καὶ ἐπειδὴ τῆς ἀληθινῆς πηγῆς ἐπέτυχε, κατεφρόνησε λοιπὸν τῆς αἰσθητῆς, διδάσκουσα ἡμᾶς, εἰ καὶ διὰ μικροῦ παραδείγματος, ἀλλ' ὅμως ἐν τῇ τῶν πνευματικῶν ἀκροάσει πάντων ὑπερορᾷν τῶν βιωτικῶν, καὶ μηδένα λόγον αὐτῶν ποιεῖσθαι. Κατὰ γὰρ τὴν ἰδίαν δύναμιν, ὅπερ οἱ ἀπόστολοι ἐποίησαν, καὶ αὕτη πεποίηκε μειζόνως. Ἐκεῖνοι μὲν γὰρ οἱ κληθέντες ἀφῆκαν τὰ δίκτυα· αὕτη δὲ αὐτομάτως, οὐδενὸς παραγγείλαντος, ἀφίησι τὴν ὑδρίαν καὶ εὐαγγελιστῶν ἔργον ποιεῖ ὑπὸ τῆς χαρᾶς ἀναπτερωθεῖσα. Καὶ οὐχ ἕνα καλεῖ καὶ δεύτερον, καθάπερ Ἀνδρέας καὶ Φίλιππος, ἀλλὰ πόλιν ὁλόκληρον ἀναστήσασα καὶ δῆμον τοσοῦτον, οὕτω πρὸς αὐτὸν ἤγαγε. Καὶ σκόπει πῶς συνετῶς λέγει. Οὐ γὰρ εἶπε, ∆εῦτε, ἴδετε τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὴ μετὰ συγκαταβάσεως, μεθ' ἧς καὶ ὁ Χριστὸς αὐτὴν ἐσαγήνευσεν, ἐπισπᾶται τοὺς ἄνδρας. ∆εῦτε γὰρ, ἴδετε ἄνθρωπον, φησὶν, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καὶ οὐκ ᾐσχύνθη εἰπεῖν, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καίτοι γε ἐνῆν εἰπεῖν ἑτέρως· ∆εῦτε, ἴδετε προφητεύοντα· ἀλλ' ὅταν πυρωθῇ ψυχὴ τῷ πυρὶ τῷ θείῳ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην, ἀλλ' ἑνός ἐστι μόνου, τῆς κατεχούσης αὐτὴν φλογός. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὅρα πάλιν σοφίαν πολλὴν γυναικός. Οὔτε ἀπεφήνατο σαφῶς, οὔτε ἐσίγησεν. Ἐβούλετο γὰρ οὐκ ἐκ τῆς οἰκείας ἀποφάσεως εἰσάγειν αὐτοὺς, ἀλλ' ἐκ τῆς ἀκροάσεως τῆς ἐκείνου τῆς ψήφου ταύτης ποιῆσαι κοινωνούς· ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Καίτοι οὐ πάντα αὐτῆς τὸν βίον ἐξήγγειλεν, ἀλλὰ ἀπὸ τῶν εἰρημένων καὶ περὶ τῶν ἄλλων ἐπέπειστο. Καὶ οὐκ εἶπε, ∆εῦτε, πιστεύσατε, ἀλλὰ, ∆εῦτε, ἴδετε, ὃ τούτου κουφότερον ἦν, καὶ μᾶλλον αὐτοὺς ἐφείλκετο. Εἶδες τῆς γυναικὸς τὴν σοφίαν; Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι γευσάμενοι μόνον τῆς πηγῆς ἐκείνης, τὰ αὐτὰ πείσονται ἅπερ καὶ αὐτή. Καίτοι γε εἴ τις τῶν ἄλλων ἦν τῶν παχυτέρων, καὶ συνεσκίασεν ἂν τὸν ἔλεγχον· αὕτη δὲ ἐκπομπεύει τὸν ἑαυτῆς βίον καὶ εἰς μέσον προτίθησιν, ὥστε πάντας ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, φάγε. Τὸ, Ἠρώτων, ἐνταῦθα Παρεκάλουν ἐστὶ, τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ. Ὁρῶντες γὰρ αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογὸς, παρεκάλουν αὐτόν. Οὐ γὰρ ἦν προπετείας τὸ δεῖσθαι ὑπὲρ σιτίων, ἀλλὰ φιλοστοργίας τῆς περὶ τὸν διδάσκαλον. Τί οὖν ὁ Χριστός; Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Τί τοίνυν θαυμάζεις εἰ ἡ γυνὴ, ὕδωρ ἀκούσασα, ἔτι ὕδωρ ἐφαντάζετο, ὅπου γε καὶ οἱ μαθηταὶ ἔτι ταῦτα πάσχουσι, καὶ οὐδὲν οὔπω πνευματικὸν νοοῦσιν, ἀλλὰ ἀποροῦσι μὲν, πάλιν δὲ τὴν αἰδὼ τὴν συνήθη καὶ τὴν τιμὴν τῷ διδασκάλῳ νέμουσι, πρὸς ἀλλήλους μὲν διαλεγόμενοι, αὐτῷ δὲ πεῦσιν οὐ τολμῶντες προσαγαγεῖν; Τοῦτο καὶ ἀλλαχοῦ ποιοῦσιν, ἐπιθυμοῦντες μὲν ἐρωτῆσαι, οὐκ ἐρωτῶντες δέ. Τί οὖν ὁ Χριστός; Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνταῦθα βρῶσιν ἐκάλεσε, δεικνὺς ὅσην ἐπιθυμίαν ἔχει τῆς ἡμετέρας προνοίας. Ὥσπερ γὰρ ἡμῖν ποθεινὸν τὸ ἐσθίειν, οὕτως αὐτῷ τὸ σωθῆναι ἡμᾶς. Ἄκουε δὲ πῶς πανταχοῦ οὐκ ἐκ τοῦ προχείρου πάντα ἀποκαλύπτει, ἀλλὰ πρῶτον εἰς ἀπορίαν ἐμβάλλει τὸν ἀκροατὴν, ἵνα ἀρξάμενος ζητεῖν τί τὸ λεγόμενον, εἶτα ἀπορῶν καὶ κάμνων, μετὰ πλείονος ὑποδέξηται προθυμίας φανὲν τὸ ζητούμενον, καὶ μᾶλλον διαναστῇ πρὸς τὴν ἀκρόασιν. ∆ιατί γὰρ μὴ εὐθέως εἶπε, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου; καίτοι οὐδὲ τοῦτο σαφὲς ἦν, ἀλλὰ τοῦ προτέρου σαφέστερον· ἀλλὰ τί; Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Πρότερον γὰρ αὐτοὺς, ὅπερ ἔφην, τῇ διαπορήσει προσεκτικωτέρους ἐργάσασθαι βούλεται, καὶ ἐθίσαι καὶ διὰ τοιούτων αἰνιγμάτων ἀκούειν τὰ λεγόμενα. Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; Λέγει λοιπὸν αὐτὸ καὶ ἑρμηνεύει· Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν.

βʹ. Ἰδοὺ πάλιν τοῖς συντρόφοις ὀνόμασιν ἀνάγει πρὸς τὴν τῶν μεγίστων θεωρίαν αὐτούς. Καὶ γὰρ, Βρῶμα, εἰπὼν, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ τὴν τῶν μελλόντων παραγίνεσθαι σωτηρίαν ἀνθρώπων· καὶ ἡ χώρα δὲ καὶ ὁ θερισμὸς τὸ αὐτὸ δηλοῖ, τὸ πλῆθος τῶν ψυχῶν τῶν ἑτοίμων πρὸς τὴν ὑποδοχὴν τοῦ κηρύγματος. Ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, καὶ τοὺς τῆς διανοίας, καὶ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος ἐρχόμενον τῶν Σαμαρειτῶν· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότητα, τὰς χώρας τὰς λευκαινομένας φησίν. Ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι, πρὸς ἄμητόν εἰσιν ἕτοιμοι· οὕτω καὶ οὗτοι νῦν, φησὶ, πρὸς σωτηρίαν εἰσὶν παρεσκευασμένοι καὶ εὐτρεπεῖς. Καὶ διατί μὴ εἶπε σαφῶς, ὅτι ἔρχονται πιστεῦσαι οἱ ἄνθρωποι, καὶ ἕτοιμοί εἰσι πρὸς ὑποδοχὴν τοῦ λόγου, κατηχηθέντες μὲν παρὰ τῶν προφητῶν, καὶ τὸν καρπὸν λοιπὸν ἀποδιδόντες, ἀλλὰ χώραν καὶ θερισμὸν ἐκάλεσε; τί βούλονται αὐτῷ αὗται αἱ τροπαί; Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν παντὶ τῷ Εὐαγγελίῳ τοῦτο ποιεῖ· καὶ οἱ προφῆται δὲ τῷ αὐτῷ κέχρηνται τρόπῳ, μεταφορικῶς πολλὰ λέγοντες. Τί δήποτ' οὖν τὸ αἴτιον; οὐ γὰρ ἁπλῶς ταῦτα τοῦ Πνεύματος ἡ χάρις ἐνομοθέτησεν· ἀλλὰ τίνος ἕνεκεν, καὶ διατί; ∆υοῖν ἕνεκεν προφάσεων· μιᾶς μὲν, ὥστε ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ μᾶλλον ὑπ' ὄψιν ἄγειν τὰ λεγόμενα. Ἡ γὰρ διάνοια, τῆς συντρόφου τῶν πραγμάτων εἰκόνος ἐπιλαβομένη, διανίσταται μᾶλλον, καὶ ὥσπερ ἐν γραφῇ τὰ πράγματα ὁρῶσα, κατέχεται μειζόνως. Ἑνὸς μὲν οὖν ἕνεκα τούτου· δευτέρου δὲ, ὥστε καὶ γλυκαίνεσθαι τὴν διήγησιν, καὶ μονιμωτέραν εἶναι τῶν λεγομένων τὴν μνήμην. Οὐ γὰρ οὕτως ἀπόφασις χειροῦται καὶ ἐνάγει τὸν ἀκροατὴν τὸν πολὺν, ὡς ἡ διὰ τῶν πραγμάτων διήγησις, καὶ ἡ ὑπογραφὴ πείρας. Ὃ διὰ τῆς παραβολῆς ἔστι μετὰ πολλῆς γινόμενον ἰδεῖν τῆς σοφίας. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Ὁ μὲν γὰρ τοῦ ἀμήτου τούτου καρπὸς, οὐκ εἰς αἰώνιον ζωὴν, ἀλλ' εἰς τὴν πρόσκαιρον ταύτην προχωρεῖ· ὁ δὲ πνευματικὸς, εἰς τὴν ἀγήρω καὶ ἀθάνατον. Ὁρᾷς πῶς αἰσθητὰ μὲν τὰ ῥήματα, πνευματικὰ δὲ τὰ νοήματα, καὶ δι' αὐτῶν τῶν λέξεων διαιρεῖ τὰ γήϊνα ἀπὸ τῶν οὐρανίων; Ὅπερ γὰρ ἐπὶ τοῦ ὕδατος διαλεγόμενος ἐποίησε, τὸ ἰδιάζον αὐτοῦ θεὶς, ὅτι Ὁ πίνων τὸ ὕδωρ τοῦτο οὐ μὴ διψήσει, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, τὸ εἰς ζωὴν αἰώνιον λέγων τὸν καρπὸν συνάγεσθαι τοῦτον· Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ, καὶ ὁ θερίζων. Τίς ἐστιν ὁ σπείρων, καὶ τίς ὁ θερίζων; Οἱ προφῆταί εἰσιν οἱ σπείραντες· ἀλλ' οὐκ αὐτοὶ ἐθέρισαν, ἀλλ' οἱ ἀπόστολοι. Οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς καὶ τῆς ἀμοιβῆς τῶν πόνων, ἀλλὰ συνήδονται καὶ χαίρουσι σὺν ἡμῖν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσιν. Οὐδὲ γὰρ ὁ ἀμητὸς ἔργον τοῦ σπόρου. Ἔνθα οὖν ἐλάττων ἐστὶ μὲν ὁ πόνος, μείζων δὲ ἡ ἡδονὴ, ἐνταῦθα ὑμᾶς ἐτήρησα, οὐκ ἐν τῷ σπόρῳ. Πολλὴ γὰρ ἐκεῖ ἡ ταλαιπωρία καὶ ὁ πόνος. Ἐν γὰρ τῷ ἀμητῷ ἡ μὲν πρόσοδος πολλὴ, πόνος δὲ οὐ τοσοῦτος, ἀλλὰ καὶ πολλὴ ἡ εὐκολία. Ἐνταῦθα δὲ βούλεται κατασκευάσαι διὰ τούτων, ὅτι Καὶ προφητῶν θέλημα τοῦτό ἐστι, τὸ ἐμοὶ τοὺς ἀνθρώπους προσελθεῖν. Τοῦτο καὶ ὁ νόμος κατεσκεύαζεν. ∆ιὰ τοῦτο καὶ ἔσπειραν, ἵνα τοῦτον τέκωσι τὸν καρπόν. ∆είκνυσι δὲ ὅτι κἀκείνους αὐτὸς ἀπέστειλε, καὶ ὅτι πολλὴ ἡ συγγένεια τῇ Καινῇ πρὸς τὴν Παλαιὰν, καὶ πάντα ὁμοῦ διὰ τῆς παραβολῆς ταύτης κατασκευάζει. Μέμνηται δὲ καὶ λόγου παροιμιώδους περιφερομένου παρὰ πολλῶν. Ἐν γὰρ τούτῳ, φησὶν, ὁ λόγος ἐστὶν ὁ ἀληθὴς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ταῦτα δὲ ἔλεγον οἱ πολλοὶ, εἴποτε ἄλλοι μὲν τοὺς πόνους ὑπέστησαν, ἄλλοι δὲ τοὺς καρποὺς ἐδρέποντο· καὶ λέγει, ὅτι οὗτος ὁ λόγος ἐνταῦθα μάλιστα τὴν ἀλήθειαν ἔχει. Ἐπόνησαν μὲν γὰρ οἱ προφῆται, ὑμεῖς δὲ τοὺς καρποὺς τοὺς ἐκ τῶν ἐκείνων πόνων ἀμᾶσθε. Καὶ οὐκ εἶπε, τοὺς μισθούς· οὐδὲ γὰρ ἐκείνοις ἄμισθος ὁ πολὺς ἐκεῖνος πόνος· ἀλλὰ, τοὺς καρπούς. Τοῦτο καὶ ∆ανιὴλ ἐποίησε. Καὶ γὰρ καὶ αὐτὸς παροιμίας μέμνηται λεγούσης· Ἐξῆλθεν ἐξ ἀνόμων πλημμέλεια. Καὶ ὁ ∆αυῒδ ἐν τῷ θρηνεῖν μέμνηται τοιαύτης παροιμίας. ∆ιὰ τοῦτο προλαβὼν εἶπε, Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν ὅτι ἄλλος ἔσπειρε, καὶ ἄλλος θερίζει, ἵνα μή τις, ὅπερ ἔφην, ἀπεστερῆσθαι τοὺς προφήτας νομίσῃ τοῦ μισθοῦ, ξένον τι λέγει καὶ παράδοξον, καὶ τοῖς αἰσθητοῖς οὐ συμβαῖνον, ἀλλὰ τῶν πνευματικῶν ἐξαίρετον ὄν. Ἐν μὲν γὰρ τοῖς πράγμασι τοῖς αἰσθητοῖς ἐὰν συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλὰ ἀλγοῦσιν οἱ σπείραντες, ἅτε ἑτέροις καμόντες, χαίρουσι δὲ οἱ θερίζοντες μόνοι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ μὴ θερίζοντες ἅπερ ἔσπειραν, ὁμοίως τοῖς ἀμῶσι χαίρουσιν· ὅθεν δῆλον, ὅτι καὶ αὐτοὶ κοινωνοῦσι τῶν μισθῶν. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταύτῃ προτρέπει μᾶλλον αὐτούς. Ἐπειδὴ γὰρ ἐδόκει ἐπίπονον εἶναι τὸ πρᾶγμα τὸ τὴν οἰκουμένην περιελθεῖν καὶ κηρῦξαι, δείκνυσιν ὅτι καὶ ῥᾷστόν ἐστι. Τὸ γὰρ σφόδρα ἐπίπονον ἐκεῖνο ἦν, ὃ πολλοῦ καμάτου ἐδεῖτο, τὸ καταβαλεῖν τὰ σπέρματα, καὶ ψυχὴν ἀμύητον ἐναγαγεῖν εἰς θεογνωσίαν. Τίνος δὲ ἕνεκεν ταῦτα φθέγγεται; Ἵνα ὅταν αὐτοὺς ἀποστείλῃ εἰς τὸ κηρῦξαι, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι. Τὸ γὰρ ἐπιπονώτερον τῶν προφητῶν ἦν, φησὶ, καὶ μαρτυρεῖ τὸ ἔργον τῷ λόγῳ, ὅτι ὑμεῖς ἐπὶ τὰ εὔκολα ἤλθετε. Ὥσπερ γὰρ ἐπὶ θερισμοῦ μετ' εὐκολίας μὲν ὁ καρπὸς συνάγεται, καὶ ἐν μιᾷ ῥοπῇ ἡ ἅλως πληροῦται τῶν δραγμάτων, οὐκ ἀναμενόντων τὰς τῶν καιρῶν τροπὰς, καὶ χειμῶνα καὶ ἔαρ καὶ ὄμβρον· οὕτω καὶ νῦν γίνεται· καὶ τὰ ἔργα βοᾷ. Μεταξὺ οὖν λέγοντος αὐτοῦ ταῦτα, ἐξῄεσαν οἱ Σαμαρεῖται, καὶ συνήγετο ἀθρόον ὁ καρπός. ∆ιὰ τοῦτο εἶπεν· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε τὰς χώρας, ὅτι λευκαί εἰσιν. Εἶπε ταῦτα, καὶ τὸ ἔργον ἐφάνη, καὶ τὰ ῥήματα ἐκ τῶν πραγμάτων ἑωρᾶτο. Ἐκ γὰρ τῆς πόλεως ἐκείνης πολλοὶ, φησὶν, ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Συνεώρων γὰρ ὅτι οὐκ ἂν ἐθαύμασε πρὸς χάριν ἡ γυνὴ τὸν διελέγξαντα αὐτῆς τὰ πλημμελήματα, οὐδ' ἂν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον.

γʹ. Μιμησώμεθα δὴ τὴν γυναῖκα καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα ἀνθρώπους, ἀλλὰ φοβώμεθα ὡς χρὴ Θεὸν τὸν καὶ νῦν ὁρῶντα τὸ γινόμενον, καὶ τότε κολάζοντα τοὺς μὴ μετανοήσαντας νῦν· ὡς νῦν γε τοὐναντίον ποιοῦμεν. Τὸν μὲν γὰρ μέλλοντα κρίνειν, οὐ δεδοίκαμεν· τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην τρέμομεν. ∆ιὰ τοῦτο ἐν ᾧ δεδοίκαμεν, ἐν τούτῳ τὴν τιμωρίαν δίδομεν. Ὁ γὰρ αἰσχύνην ἀνθρώπων ὑφορώμενος νῦν μόνον, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαί τι ἄτοπον, μὴ θέλων μετανοῆσαι καὶ μεταβαλέσθαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δευτέρου, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται. Ὅτι γὰρ καὶ τῶν ἀγαθῶν πράξεων, καὶ τῶν οὐ τοιούτων μέγα θέατρον ἐκεῖ κάθηται, ἡ τῶν προβάτων καὶ τῶν ἐρίφων παραβολὴ παιδευέτω σε, καὶ ὁ μακάριος Παῦλος, λέγων· ∆εῖ γὰρ ἡμᾶς, φησὶ, παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς φανερώσει τὰ κρυπτὰ τοῦ σκότους. Ἔπραξάς τι πονηρὸν, ἢ ἐνενόησας, καὶ κρύπτεις ἄνθρωπον; Ἀλλὰ τὸν Θεὸν οὐ κρύπτεις. Ἀλλ' οὐδὲν τούτων σοι μέλει· οἱ δὲ ὀφθαλμοὶ τῶν ἀνθρώπων, τοῦτό σοι φόβος. Οὐκοῦν ἐννόησον ὅτι οὐδὲ ἀνθρώπους λαθεῖν δυνήσῃ κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντα γὰρ ὡς ἐν εἰκόνι τότε στήσεται κατ' ὀφθαλμοὺς ἡμῶν, ὡς αὐτοκατάκριτον ἕκαστον γενέσθαι. Καὶ τοῦτο δῆλον καὶ ἀπὸ τοῦ πλουσίου. Καὶ γὰρ καὶ τὸν ὑπεροφθέντα πένητα, τὸν Λάζαρον λέγω, πρὸ ὀφθαλμῶν εἶδεν ἑστῶτα ὁ πλούσιος, καὶ ὃν πολλάκις ἐβδελύξατο δάκτυλον, τοῦτον παρακαλεῖ παραμυθίαν αὐτῷ γενέσθαι τότε. Παρακαλῶ τοίνυν, κἂν μηδεὶς ἴδῃ τὰ ἡμέτερα, ἕκαστον ἡμῶν εἰς τὸ ἑαυτοῦ συνειδὸς εἰσελθεῖν, καὶ καθίσαι ἑαυτῷ δικαστὴν τὸν λογισμὸν, καὶ εἰς μέσον ἄγειν τὰ πεπλημμελημένα· καὶ εἰ μὴ βούλοιτο ἐκπομπευθῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ, ἐπιτιθέτω τὰ φάρμακα τῆς μετανοίας, καὶ ἰασάσθω τὰ τραύματα. Ἔξεστι γὰρ, ἔξεστι μυρίων γέμοντα τραυμάτων, ἀπελθεῖν ὑγιαίνοντα. Ἐὰν γὰρ ἀφῆτε, φησὶν, ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ἐὰν δὲ μὴ ἀφῆτε, οὐκ ἀφέωνται. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἁμαρτήματα οὐκ ἔτι φαίνεται· οὕτω καὶ ταῦτα ἀφανισθήσεται, ἐὰν θελήσωμεν μετανοῆσαι. Ἔστι δὲ μετάνοια τὸ μηκέτι τὰ αὐτὰ ποιεῖν. Ὁ γὰρ τοῖς αὐτοῖς ἐπιχειρῶν, ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴδιον ἔμετον ἐπανιόντι, καὶ τῷ κατὰ τὴν παροιμίαν εἰς πῦρ ξαίνοντι καὶ εἰς τετρημένον ἀντλοῦντι πίθον. ∆εῖ τοίνυν ἀφίστασθαι καὶ τῇ πράξει καὶ τῇ γνώμῃ τῶν τολμηθέντων, καὶ ἀποστάντας φάρμακα ἐπιθεῖναι τοῖς τραύμασι τὰ ἐναντία τῶν ἁμαρτημάτων. Οἷόν τι λέγω· Ἥρπασας καὶ ἐπλεονέκτησας; Ἀπόστηθι τῆς ἁρπαγῆς, καὶ ἐπίθες ἐλεημοσύνην τῷ τραύματι. Ἐπόρνευσας; Ἀπόστηθι τῆς πορνείας, καὶ ἐπίθες ἁγνείαν τῷ ἕλκει. Κακῶς εἶπες τὸν ἀδελφὸν καὶ ἔβλαψας; Παῦσαι κακηγορῶν, καὶ ἐπίθες φιλοφροσύνην. Καὶ καθ' ἕκαστον οὕτω ποιῶμεν τῶν πεπλημμελημένων ἡμῖν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἁμαρτήματα· ἐφέστηκε γὰρ λοιπὸν, ἐφέστηκεν ὁ τῶν εὐθυνῶν καιρός. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλ' ἡμῖν τάχα τοὐναντίον ἔστιν ἐπιλέγειν· Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Ἐκεῖνοι μὲν γὰρ καλῶς ἤκουον, Μηδὲν μεριμνᾶτε, ἐν θλίψει καὶ πόνοις καὶ ἀγῶσιν ὄντες· οἱ δὲ ἐν ἁρπαγαῖς ζῶντες καὶ ἐν τρυφῇ, οἱ χαλεπὰς εὐθύνας μέλλοντες διδόναι, οὐ τοῦτο, ἀλλ' ἐκεῖνο ἂν ἀκούσαιεν εἰκότως· Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Οὐδὲ γὰρ πολὺς λείπεται τῆς συντελείας ὁ χρόνος, ἀλλὰ πρὸς τὸ τέλος λοιπὸν ὁ κόσμος ἐπείγεται. Τοῦτο οἱ πόλεμοι δηλοῦσι, τοῦτο αἱ θλίψεις, τοῦτο οἱ σεισμοὶ, τοῦτο ἡ ἀγάπη ψυγεῖσα. Καθάπερ γὰρ σῶμα ψυχοῤῥαγοῦν, καὶ ἐγγὺς ὂν τῆς τελευτῆς, μυρίας ἐπισπᾶται κακώσεις· καὶ οἰκίας μελλούσης καταπίπτειν, πολλὰ προπίπτειν εἴωθε καὶ ἀπὸ τῆς ὀροφῆς καὶ ἀπὸ τῶν τοίχων· οὕτω καὶ τῆς οἰκουμένης ἐγγὺς καὶ ἐπὶ θύραις ἕστηκεν ἡ συντέλεια, καὶ διὰ τοῦτο τὰ μυρία διέσπαρται πανταχοῦ κακά. Εἰ γὰρ τότε ὁ Κύριος ἐγγὺς, πολλῷ μᾶλλον νῦν ἐγγύς. Εἰ πρὸ τετρακοσίων ἐτῶν ὅτε ταῦτα ἐλέγετο, καὶ πλήρωμα τῶν χρόνων τὸν καιρὸν ἐκεῖνον ὁ Παῦλος ἐκάλει, πολλῷ μᾶλλον τὸν παρόντα. Ἀλλ' ἴσως δι' αὐτὸ τοῦτο ἀπιστοῦσί τινες. Καὶ μὴν διὰ τοῦτο πιστεύειν χρὴ μᾶλλον. Πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρημένα; Ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τέλος, οὐ τὴν ἐσχάτην ἡμέραν λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοι γε τριάκοντα ἡμέρας ἔχοντα· οὕτω καὶ τῶν τοσούτων ἐτῶν κἂν τετρακόσια ἔτη τέλος εἴπω, οὐχ ἁμαρτήσομαι. Ὥστε ἔκτοτε προανεφώνει τὸ τέλος. Συστείλωμεν οὖν ἑαυτοὺς, ἐντρυφήσωμεν τῷ φόβῳ τοῦ Θεοῦ. Καὶ γὰρ ἐν ἀδείᾳ διατριβόντων ἡμῶν, οὐ σφόδρα μεριμνώντων οὐδὲ προσδοκώντων, ἐπιστήσεται ἀθρόον ἡ παρουσία. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε, καὶ ἐν ταῖς ἡμέραις τοῦ Λὼτ, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, καὶ ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Τί ἐστιν, Ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, Πολλάκις αἱ κύουσαι γυναῖκες παίζουσαι ἢ ἀριστοποιοῦσαι, ἢ ἐν βαλανείῳ, ἢ ἐν ἀγορᾷ διάγουσαι, οὐδὲν τῶν μελλόντων προορώμεναι, ὑπὸ τῆς ὀδύνης κατεσχέθησαν ἀθρόον. Ἐπεὶ οὖν τοιαῦτα καὶ τὰ ἡμέτερα, ὦμεν ἀεὶ παρεσκευασμένοι. Οὐ γὰρ ἀεὶ ταῦτα ἀκουσόμεθα· οὐκ ἀεὶ τούτων ἐξουσίαν ἕξομεν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ἵνα οὕτως ἵλεω τὸν Θεὸν ἔχωμεν κατὰ τὴν μέλλουσαν ἡμέραν, καὶ πολλῆς ἀπολαῦσαι δυνηθῶμεν συγγνώμης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΕʹ. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύο μεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.

αʹ. Οὐδὲν φθόνου καὶ βασκανίας χεῖρον, οὐδὲν κενοδοξίας χαλεπώτερον· αὕτη τὰ μυρία εἴωθε διαφθείρειν ἀγαθά, Οἱ οὖν Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες, καὶ τοῖς προφήταις συντραφέντες, ὕστεροι τούτων ἐφάνησαν ἐντεῦθεν. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπίστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ' αὐτοῖς· οἱ δὲ Ἰουδαῖοι καὶ θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον αὐτὸν παρ' ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον, καὶ πάντα ἔπραττον, ὥστε καὶ τῆς χώρας αὐτὸν ἐκβαλεῖν, καίτοι γε αὕτη ἡ παρουσία δι' ἐκείνους ἐγεγόνει. Ἀλλ' ἐκεῖνοι μὲν ἀπήλαυνον, οὗτοι δὲ καὶ μεῖναι ἠξίουν παρ' ἑαυτοῖς. Τούτους οὖν οὐκ ἐχρῆν προσίεσθαι παρακαλοῦντας, εἰπέ μοι, καὶ δεομένους, ἀλλὰ τοῖς μὲν ἐπιβουλεύουσι καὶ διακρουομένοις προσεδρεύειν, τοῖς δὲ ἀγαπῶσι καὶ βουλομένοις αὐτὸν κατέχειν, μὴ διδόναι ἑαυτόν; Ἀλλ' οὐκ ἦν τοῦτο ἄξιον τῆς αὐτοῦ κηδεμονίας. ∆ιὰ τοῦτο καὶ ἐδέξατο, καὶ ἔμεινε παρ' αὐτοῖς ἡμέρας δύο. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο διηνεκῶς αὐτὸν κατέχειν (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς)· αὐτὸς δὲ οὐκ ἠνείχετο. ἀλλ' ἡμέρας δύο μόνον ἔμεινεν, καὶ ἐν ταύταις πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτόν. Καίτοι γε τούτους οὐκ εἰκὸς ἦν πιστεῦσαι, τῷ τε σημεῖον μηδὲν ἑωρακέναι, καὶ τῷ ἀπεχθῶς πρὸς Ἰουδαίους ἔχειν· ἀλλ' ὅμως ἐπειδὴ τοῖς λεγομένοις μετὰ ἀληθείας ἐδίκαζον, οὐ προσέστη τοῦτο αὐτοῖς, ἀλλ' ὑψηλοτέραν τῶν κωλυμάτων ἔλαβον ἔννοιαν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτόν· Τῇ γὰρ γυναικὶ, φησὶν, ἔλεγον· Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτῷ· αὐτοὶ γὰρ ἡμεῖς ἠκούσαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Οἱ μαθηταὶ τὸν διδάσκαλον ὑπερηκόντισαν. Οὗτοι γὰρ καὶ τῶν Ἰουδαίων κατηγορήσαιεν ἂν δικαίως καὶ τῷ πιστεῦσαι καὶ τῷ δέξασθαι. Ἐκεῖνοι μὲν γὰρ ὑπὲρ ὧν πᾶσαν τὴν πραγματείαν συνεστήσατο, συνεχῶς αὐτὸν ἐλίθαζον· οὗτοι δὲ οὐδὲ πρὸς αὐτοὺς ὁρμώμενον εἵλκυσαν πρὸς ἑαυτούς. Καὶ οἱ μὲν μετὰ σημείων ἀδιόρθωτοι μένουσιν· οὗτοι δὲ χωρὶς σημείων πολλὴν περὶ αὐτὸν τὴν πίστιν ἐπεδείξαντο, καὶ τούτῳ αὐτῷ φιλοτιμοῦνται, τῷ χωρὶς σημείων πιστεῦσαι· ἐκεῖνοι δὲ οὐ παύονται καὶ σημεῖα ζητοῦντες καὶ πειράζοντες. Οὕτως εὐγνώμονος ψυχῆς πανταχοῦ χρεία. Κἂν ἐπιλάβηται τοιαύτης ἡ ἀλήθεια, κρατεῖ ῥᾳδίως· κἂν μὴ κρατήσῃ, οὐ παρὰ τὴν αὐτῆς ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ταύτης ἀγνωμοσύνην τοῦτο γίνεται. Ἐπεὶ καὶ ὁ ἥλιος ὅταν λάβῃ καθαροὺς ὀφθαλμοὺς, φωτίζει ῥᾳδίως· ἂν δὲ μὴ φωτίσῃ, τῆς ἐκείνων ἀῤῥωστίας τὸ ἁμάρτημα, οὐ τῆς ἀσθενείας τούτου. Ἄκουσον γοῦν οὗτοι τί λέγουσιν. Οἴδαμεν, φησὶν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Ὁρᾷς πῶς εὐθέως ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἤμελλεν, καὶ ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις ἤμελλεν ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν αὐτοῦ τὸν λόγον; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Οὗτοι δὲ ὁμολογοῦσιν ἅπαντας ἐν ἐπιτιμίοις εἶναι, ἐκεῖνο τὸ ἀποστολικὸν δηλοῦντες, ὅτι Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Εἰπόντες γὰρ ὅτι Σωτήρ ἐστι τοῦ κόσμου, ἔδειξαν ὅτι τοῦ ἀπολωλότος· καὶ οὐχ ἁπλῶς Σωτὴρ, ἀλλ' ἐν σφόδρα μεγάλοις. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ προφῆται καὶ ἄγγελοι· ἀλλ' ὁ ἀληθινὸς Σωτὴρ οὗτός ἐστι, φησὶ, ὁ τὴν ἀληθῆ σωτηρίαν παρέχων, οὐ τὴν πρόσκαιρον μόνον. Τοῦτο πίστεως εἰλικρινοῦς. Καὶ γάρ εἰσιν ἀμφοτέρωθεν θαυμαστοὶ, καὶ ὅτι ἐπίστευσαν, καὶ ὅτι χωρὶς σημείων· οὓς καὶ ὁ Χριστὸς μακαρίζει λέγων· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες· καὶ ὅτι εἰλικρινῶς τοῦτο. Καίτοι τῆς γυναικὸς ἀμφιβόλως λεγούσης ἀκούσαντες, Μήτι οὗτός ἐστιν ὁ Χριστός; οὐκ εἶπον καὶ αὐτοὶ, ὅτι Καὶ ἡμεῖς ὑποπτεύομεν, οὐδ' ὅτι Νομίζομεν, ἀλλ' ὅτι Οἴδαμεν· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι Οὗτός ἐστιν ἀληθῶς τοῦ κόσμου ὁ Σωτήρ. Οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν τὸν Χριστὸν ὡμολόγουν, ἀλλὰ τὸν ὄντως Σωτῆρα. Καίτοι τίνα εἶδον σωθέντα; Τῶν ῥημάτων ἤκουσαν μόνον, καὶ εἶπον ἅπερ ἂν, εἰ καὶ θαύματα ἐθεάσαντο πολλὰ καὶ μεγάλα, εἶπον. Καὶ τίνος ἕνεκεν ταῦτα οὐ λέγουσιν ἡμῖν οἱ εὐαγγελισταὶ τὰ ῥήματα, καὶ ὅτι θαυμαστῶς διελέχθη; Ἵνα μάθῃς ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν, ἀπὸ δὲ τοῦ τέλους τὸ πᾶν ἐδήλωσαν. Ἔπεισε γὰρ δῆμον ὁλόκληρον καὶ πόλιν ὅλην διὰ τῶν εἰρημένων. Ἔνθα δὲ μὴ πείθονται, τότε ἀναγκάζονται λέγειν τὰ εἰρη μένα, ἵνα μὴ ἀπὸ τῆς ἀγνωμοσύνης τῶν ἀκουόντων καταψηφίζηταί τις τοῦ δημηγοροῦντος. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. ∆ιατί τοῦτο πρόσκειται; Ὅτι εἰς Καπερναοὺμ οὐκ ἀπῆλθεν, ἀλλ' εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ. Ἵνα γὰρ μὴ ἐξετάσῃς, διατί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν, λέγων, ὅτι οὐ προσέσχον αὐτῷ. ∆ιὰ τοῦτο οὐκ ἀπῆλθεν ἐκεῖ, ὥστε μὴ μεῖζον αὐτοῖς γενέσθαι τὸ κρῖμα.

βʹ. Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ. Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος· Καὶ σὺ, Καπερναοὺμ, ἣ ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβασθήσῃ. Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων. Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; Ὁ μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλεγον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι· καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον. Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν. Ἀλλ' ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων. Εὑρίσκονται δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων· οὗτοι δὲ ἑωρακότες τὰ σημεῖα ἃ ἐποίησεν. Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ Σαμαρεῖται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ διδασκαλίας μόνης. Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε· τὴν δὲ αἰτίαν οὐ προσέθηκε, δι' ἣν ἦλθεν. Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο· εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον· νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων. Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὢν παρ' ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει. Κἀκεῖνος μέν φησιν· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει· ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ' εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος. Κἀκείνου μὲν ὁ παῖς παρέσει κατέκειτο· ὁ δὲ τούτου υἱὸς πυρετῷ. Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Τί οὖν ὁ Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ παρακαλέσαι· καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ ὁ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πορεύου, ὁ υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο. Τί οὖν ἐστιν ὅ φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν· ἢ τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν. Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν. Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ' οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς. Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν. Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδόμην, ἐπίστευσε καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ' ἧς προσελθὼν, ταῦτα ἔλεγεν· οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο· πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς. Εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσε, θαυμαστὸν οὐδέν. Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἐπεὶ ὅτι ἐκ παρέργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν· ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν. Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν. Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαίνει τὴν ἀσθένειαν τοῦ ἀνδρός. ∆έον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται. Κατάβηθι γὰρ, φησὶ, πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου· ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε. ∆ιὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει· δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο. Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθενοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις.

γʹ. Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, ἢ μόνοις τοῖς περὶ τοῦ παιδός. Ὕστερον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν· ὃ δὴ καὶ γέγονεν. Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι· ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν ἡ πίστις ἀπήρτιστο. ∆ιὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην· ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν. Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν' ὅπερ οἴκοθεν ὁ ἑκατόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ. Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖακαὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει· ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε, ἀλλ' ἔτι ὡς περὶ προφήτου διάκεισθε. Ἐκκαλύπτων οὖν ἑαυτὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευθῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν· Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι Ὁ παῖς σου ζῇ. Ἐπυνθάνετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ παῖς σου ζῇ. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένετο; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ ὁ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου· ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν. Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μόνον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρουσίαν εἶναι νομίσαντες, ἀπήντησαν· καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον· ὅθεν καὶ κατ' αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον. Ὁ δὲ ἄνθρωπος, ἀνεθεὶς τοῦ φόβου, λοιπὸν πρὸς τὴν πίστιν διέκυψε, θέλων δεῖξαι ὅτι τῆς ὁδοῦ αὐτοῦ τὸ ἔργον γέγονε, καὶ φιλοτιμεῖται λοιπὸν ὥστε μὴ δόξαι εἰκῆ διεγηγέρθαι· ὅθεν μετὰ ἀκριβείας πάντα ἐμάνθανεν. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Καὶ γὰρ ἦν ἀναμφισβήτητος ἡ μαρτυρία λοιπόν. Οἱ γὰρ μὴ παρόντες, μηδὲ ἀκούσαντες τοῦ Χριστοῦ διαλεγομένου, μηδὲ τὸν καιρὸν εἰδότες, οὗτοι παρὰ τοῦ δεσπότου μαθόντες, ὅτι οὗτος ἦν ὁ καιρὸς, ἀναμφισβήτητον ἔσχον τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως· διὰ τοῦτο καὶ αὐτοὶ ἐπίστευσαν. Τί τοίνυν ἀπὸ τούτων παιδευόμεθα; Μὴ θαύματα περιμένειν, μηδὲ ἐνέχυρα ζητεῖν τῆς τοῦ Θεοῦ δυνάμεως. Ὁρῶ γὰρ καὶ νῦν πολλοὺς τότε εὐλαβεστέρους γινομένους, ὅταν ἢ τοῦ παιδὸς κακουμένου, ἢ γυναικὸς ἀῤῥωστούσης, παραμυθίας τινὸς ἀπολαύσωσι. Χρὴ δὲ καὶ μὴ τυγχάνοντας παραμένειν ὁμοίως εὐχαριστοῦντας, δοξάζοντας. Τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί· τοῦτο στεῤῥῶν τε καὶ φιλούντων, ὡς χρὴ, τὸν ∆εσπότην, μὴ μόνον ἀνιεμένους, ἀλλὰ καὶ μαστιζομένους προστρέχειν αὐτῷ. Καὶ γὰρ καὶ ταῦτα τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργα. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, φησὶν, ὃν παραδέχεται. Ὅταν δὲ ἐν ἀνέσει τις αὐτὸν θεραπεύῃ μόνον, οὐ πολλῆς ἐπιδείκνυται ἀγάπης σημεῖα, οὐδὲ καθαρῶς φιλεῖ τὸν Χριστόν. Καὶ τί λέγω ὑγίειαν καὶ χρημάτων ἀφθονίαν, ἢ πενίαν ἢ νόσον; Κἂν γὰρ γέενναν ἀκούσῃς, κἂν ἕτερον χαλεπὸν, οὐδὲ οὕτως ἀφίστασθαι χρὴ τῆς περὶ τὸν ∆εσπότην εὐφημίας· ἀλλὰ πάντα πάσχειν καὶ φέρειν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης. Τοῦτο γὰρ καὶ οἰκετῶν εὐγνωμόνων καὶ ψυχῆς ἀκλινοῦς· καὶ ὁ τοῦτον διακείμενος τὸν τρόπον, καὶ τὰ παρόντα διοίσει ῥᾳδίως, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν, καὶ πολλῆς ἀπολαύσεται παρὰ τῷ Θεῷ παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΣΤʹ. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰη σοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλι λαίαν. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.

αʹ. Καθάπερ ἐν τοῖς μετάλλοις τοῦ χρυσίου οὐδὲ τὴν βραχυτάτην φλέβα παριδεῖν ἄν τις ἀνάσχοιτο τῶν περὶ ταῦτα δεινῶν, ἅτε πολὺν ἐργαζομένην πλοῦτον· οὕτω καὶ ἐν ταῖς θείαις Γραφαῖς ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐκ ἀζήμιον παραδραμεῖν· ἀλλὰ πάντα διερευνᾶσθαι χρή. Πνεύματι γὰρ ἁγίῳ πάντα εἴρηται, καὶ οὐδὲν παρέλκον ἐν αὐταῖς. Σκόπει γοῦν καὶ ἐνταῦθα τί φησιν ὁ εὐαγγελιστής· Τοῦτο πάλιν δεύτερον ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ τὸ, ∆εύτερον, ἁπλῶς προσέθηκεν, ἀλλ' ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν ἐπαίρει, δεικνὺς ὅτι, καὶ δευτέρου σημείου γενομένου, οὐδέπω πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν οὗτοι οἱ τεθεαμένοι τῶν οὐδὲν ἑωρακότων. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων. Ποία ἑορτή; Ἐμοὶ δοκεῖ, ἡ τῆς Πεντηκοστῆς. Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Συνεχῶς ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει· τοῦτο μὲν, ἵνα δόξῃ μετ' αὐτῶν ἑορτάζειν, τοῦτο δὲ, ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον. Μάλιστα γὰρ ἐν ταῖς ἡμέραις ταύταις οἱ ἀφελέστερον διακείμενοι συνέτρεχον. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πολὺ πλῆθος τῶν ἀσθενούντων, χωλῶν, τυφλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Τίς ὁ τῆς θεραπείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα ἡμῖν ὡς ἐν εἰκόνι καὶ τύπῳ ὑπογράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον, ἀπροσδόκητον παραγενόμενον, λυμήνασθαι παρὰ τοῖς πολλοῖς τῇ τῆς πίστεως δυνάμει. Τί οὖν ἐστιν ὃ ὑπογράφει; Ἔμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον καὶ δωρεὰν μεγίστην, βάπτισμα πάσας ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκρῶν ζῶντας ποιοῦν. Καθάπερ οὖν ἐν εἰκόνι προγράφεται ταῦτα τῇ κολυμβήθρᾳ καὶ ἑτέροις πλείοσι. Καὶ πρῶτον μὲν δέδωκεν ὕδωρ, καθαῖρον σωμάτων κηλῖδας, καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λέπρας, τοὺς ἀπὸ τοιούτων ἑτέρων· καὶ πολλὰ ἄν τις ἴδοι δι' ὕδατος γεγονότα ἐπὶ τῆς Παλαιᾶς, ταύτης ἕνεκεν τῆς προφάσεως. Πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἴωμεν νῦν. Πρῶτον μὲν οὖν, ὡς ἔφθην εἰπὼν, μολυσμοὺς σωμάτων, ἔπειτα δὲ καὶ ἀῤῥωστήματα διάφορα δι' ὕδατος ποιεῖ λύεσθαι. Βουλόμενος γὰρ ἡμᾶς ὁ Θεὸς ἐγγύτερον ἀγαγεῖν τῆς τοῦ βαπτίσματος δωρεᾶς, οὐκ ἔτι μολυσμοὺς ἁπλῶς μόνον, ἀλλὰ καὶ νόσους ἰᾶται. Αἱ γὰρ ἐγγύτεραι τῆς ἀληθείας εἰκόνες, καὶ ἐπὶ τοῦ βαπτίσματος, καὶ ἐπὶ τοῦ πάθους, καὶ ἐπὶ τῶν ἄλλων, τρανότεραι τῶν ἀρχαιοτέρων ἦσαν. Καθάπερ γὰρ οἱ τοῦ βασιλέως ἐγγὺς τῶν πόῤῥωθέν εἰσι λαμπρότεροι δορυφόρων· οὕτω δὴ καὶ ἐπὶ τῶν τύπων ἐγίνετο. Καὶ ἄγγελος καταβαίνων ἐτάραττε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν ἀγγέλων ∆εσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰᾶσθαι δύναται. Ἀλλ' ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶτο τῶν ὑδάτων ἡ φύσις (ἦ γὰρ ἂν διαπαντὸς τοῦτο ἐγίνετο)· ἀλλ' ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ· οὕτω καὶ ἐφ' ἡμῶν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ' ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα. Περὶ ταύτην τὴν κολυμβήθραν Κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο· νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. Οὐ γὰρ ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλὰ ὁ τῶν ἀγγέλων ∆εσπότης ὁ τὸ πᾶν ἐργαζόμενος. Καὶ οὐκ ἔστιν εἰπεῖν· [Νῦν τὸν κάμνοντα ἄνθρωπον οὐκ ἔχω· οὐκ ἐστιν εἰπεῖν]· Ἐν ᾧ ἔρχομαι κατελθεῖν, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ' ὁμοία μένει, καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ' ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς· οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τὸ πλῆθος τῶν ἀπολαυόντων αὐτῆς. Τοῦτο δὲ ἐγίνετο, ἵνα οἱ μαθόντες ὅτι ἐν ὕδατι νοσήματα σώματος ἔνι θεραπεῦσαι, καὶ τούτῳ πολὺν ἐγγυμνασθέντες χρόνον, ῥᾳδίως πιστεύσωσιν, ὅτι καὶ νοσήματα ψυχῆς ἰᾶσθαι δύναται. Καὶ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς, ἐπὶ τὸν τριακονταοκτὼ ἔτη ἔχοντα ἦλθε; τί δὲ καὶ ἐρωτᾷ, Θέλεις ὑγιὴς γενέσθαι; Οὐχ ἵνα μάθῃ (τοῦτο γὰρ παρέλκον ἦν), ἀλλ' ἵνα δείξῃ τοῦ τοιούτου τὴν καρτερίαν, καὶ ἵνα γνῶμεν ὅτι διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, ἐπὶ τοῦτον ἦλθε. Τί οὖν ὁ ἀσθενῶν; Ἀπεκρίθη αὐτῷ καὶ λέγει, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. ∆ιὰ τοῦτο ἠρώτησε, Θέλεις ὑγιὴς γενέσθαι; ἵνα ταῦτα μάθωμεν. Καὶ οὐκ εἶπεν αὐτῷ, Θέλεις σε θεραπεύσω; οὐδὲν γὰρ οὐδέπω μέγα ἐφαντάζετο περὶ αὐτοῦ· ἀλλὰ, Θέλεις ὑγιὴς γενέσθαι; Ἔκπληκτος ἡ καρτερία τοῦ παραλύτου· ἔτη τριακονταοκτὼ ἔχων, καὶ καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, προσήδρευέ τε καὶ οὐκ ἀφίστατο. Εἰ γὰρ μὴ τὰ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν, εἰ μὴ καρτερικὸς ἦν, ἀπαγαγεῖν τοῦ τόπου; Ἐννόησον δέ μοι, πῶς εἰκὸς ἦν ἐκεῖ καὶ τοὺς λοιποὺς τοὺς κάμνοντας νήφειν. Οὐδὲ γὰρ δῆλος ἦν ὁ καιρὸς καθ' ὃν ἐτι νάσσετο τὸ ὕδωρ· ἀλλ' οἱ μὲν χωλοὶ καὶ κυλλοὶ ἠδύναντο παρατηρεῖν· οἱ δὲ τυφλοὶ πῶς ἑώρων, Ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἴσως ἐμάνθανον.

βʹ. Αἰσχυνθῶμεν τοίνυν, αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ στενάξωμεν ἐπὶ τῇ πολλῇ ῥᾳθυμίᾳ. Τριακονταοκτὼ ἔτη εἶχε προσεδρεύων ἐκεῖνος, καὶ οὐκ ἐτύγχανεν ὧν ἐβούλετο, καὶ οὐκ ἀφίστατο· καὶ οὐκ ἐτύγχανεν, οὐ παρὰ τὴν οἰκείαν ἀμέλειαν, ἀλλ' ἐπηρεαζόμενος παρ' ἑτέρων καὶ βίαν πάσχων, καὶ οὐδὲ οὕτως ἐνάρκα· ἡμεῖς δὲ ἐὰν δέκα ἡμέρας προσεδρεύσωμεν σπουδαίως ὑπέρ τινος παρακαλοῦντες, καὶ μὴ τύχωμεν, ὀκνοῦμεν λοιπὸν τῇ αὐτῇ κεχρῆσθαι σπουδῇ. Καὶ ἀνθρώποις μὲν τοσοῦτον προσεδρεύομεν χρόνον, στρατευόμενοι καὶ ταλαιπωρούμενοι, καὶ διακονοῦντες δουλοπρεπεῖς διακονίας, καὶ πρὸς τῷ τέλει πολλάκις καὶ αὐτῆς τῆς ἐλπίδος ἐκπίπτοντες· τῷ δὲ ∆εσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως ἔστιν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ μείζω τῶν πόνων (Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει, φησὶν), οὐκ ἀνεχόμεθα προσεδρεύειν μετὰ τῆς προσηκούσης σπουδῆς. Καὶ πόσης ταῦτα κολάσεως ἄξια; Εἰ γὰρ καὶ μηδὲν λαβεῖν ἦν, αὐτὸ τοῦτο τὸ συνεχῶς αὐτῷ διαλέγεσθαι, οὐχὶ μυρίων ἄξιον ἀγαθῶν ἦν ἡγεῖσθαι; Ἀλλ' ἐπίπονον ἡ διηνεκὴς εὐχή; Καὶ τί, εἰπὲ, οὐκ ἐπίπονον τῶν τῆς ἀρετῆς; Αὐτὸ γοῦν τοῦτο, φησὶ, πολλῆς ἀπορίας ἐστὶ μεστὸν, ὅτι τῇ μὲν κακίᾳ ἡδονὴ, τῇ δὲ ἀρετῇ συγκεκλήρωται πόνος. Καὶ πολλοὺς οἶμαι τοῦτο ζητεῖν. Τί δήποτ' οὖν ἐστι τὸ αἴτιον; Ἔδωκεν ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐλεύθερον φροντίδων βίον καὶ πόνων ἀπηλλαγμένον· οὐκ ἐχρησάμεθα εἰς δέον τῷ δώρῳ, ἀλλὰ διεστράφημεν ὑπὸ τῆς ἀργίας, καὶ ἐξεπέσομεν τοῦ παραδείσου. ∆ιὰ τοῦτο ἐπίπονον ἐποίησεν ἡμῶν τὴν ζωὴν λοιπὸν, ὥσπερ ἀπολογούμενος τῷ γένει τῶν ἀνθρώπων, καὶ λέγων· Ἔδωκα τρυφᾷν ὑμῖν ἐξ ἀρχῆς, ἀλλ' ἐγένεσθε χείρους τῇ ἀνέσει· διὰ τοῦτο ἐκέλευσα λοιπὸν πόνους ὑμῖν ἐπιτεθῆναι καὶ ἱδρῶτας. Ἐπειδὴ δὲ οὐδὲ ἐκεῖνος κατεῖχεν ὁ πόνος, ἔδωκε πάλιν νόμον πολλὰς ἔχοντα ἐντολὰς, καθάπερ τινὶ ἵππῳ δυσηνίῳ ψέλλια καὶ πέδας ἐπιτιθεὶς, ὥστε αὐτοῦ τὰ σκιρτήματα ἐπισχεῖν· οὕτω καὶ οἱ πωλοδάμναι ποιοῦσι. ∆ιὰ τοῦτο ἐπίπονος ὁ βίος, ἐπειδὴ τὸ μὴ πονεῖν διαφθείρειν ἡμᾶς εἴωθεν. Ἡ γὰρ φύσις ἡμῶν ἀργεῖν οὐκ ἀνέχεται, ἀλλὰ πρὸς κακίαν ἀποκλίνει ῥᾳδίως. Θῶμεν γὰρ μὴ δεῖσθαι πόνων τὸν σωφρονοῦντα, μηδὲ τὸν τὴν ἄλλην ἀρετὴν κατορθοῦντα, ἀλλὰ καθεύδοντας πάντα ἀνύειν· ποῦ ἂν ἐχρησάμεθα τῇ ἀνέσει; ἆρα οὐκ ἂν πρὸς ἀπόνοιαν καὶ ἀλαζονείαν; Ἀλλὰ διατί, φησὶ, πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς; Καὶ ποία σοι χάρις ἂν ἦν, ἢ τίνος δ' ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον τὸ πρᾶγμα ἦν; Καὶ γὰρ νῦν πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μισοῦντας, καὶ φεύγοντας ὡς βδελυρὰν τὴν πρὸς ἐκείνας ὁμιλίαν· τούτους οὖν σώφρονας καλέσομεν, ἢ στεφανώσομεν, εἰπέ μοι, καὶ ἀνακηρύξομεν; Οὐδαμῶς. Σωφροσύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχομένων περιγενέσθαι τῶν ἡδονῶν. Καὶ ἐν τοῖς πολέμοις δὲ, ὅταν σφοδροὶ ὦσιν οἱ ἀγῶνες, τότε τὰ τρόπαια λαμπρότερα γίνεται, οὐχ ὅταν μηδεὶς ἀνταίρῃ τὰς χεῖρας. Εἰσὶ πολλοὶ καὶ νωθεὶς ἀπὸ φύσεως· τούτους οὖν ἐπιεικεῖς προσεροῦμεν; Οὐδαμῶς. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τρεῖς τρόπους εὐνουχισμοῦ λέγων, τοὺς μὲν δύο ἀφίησιν ἀστεφανώτους, τὸν δὲ ἕνα εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ τί ἔδει κακίας, φησί; Καὶ ἐγὼ τοῦτο λέγω. Τίς οὖν ὁ τῆς κακίας δημιουργός; Τίς δὲ ἄλλος, ἀλλ' ἢ ἡ ῥᾳθυμία ἡ ἐκ τῆς προαιρέσεως; Ἀλλ' ἔδει, φησὶν, ἀγαθοὺς εἶναι μόνους. Καὶ τί ἴδιον ἀγαθοῦ; νήφειν καὶ ἐγρηγορέναι, ἢ καθεύδειν καὶ ῥέγχειν; Καὶ διατί, φησὶ, μὴ τοῦτο ἐδόκει εἶναι ἀγαθὸν, τὸ μὴ πονοῦντα κατορθοῦν; Βοσκημάτων μοι ῥήματα λέγεις καὶ γαστριζομένων, καὶ θεὸν τὴν κοιλίαν ἡγουμένων. Ὅτι γὰρ νωθείας ταῦτα τὰ ῥήματα, ἀπόκριναί μοι· Εἰ βασιλέως ὄντος καὶ στρατηγοῦ, εἶτα τοῦ βασιλέως καὶ καθεύδοντος καὶ μεθύοντος, ταλαιπωρούμενος ὁ στρατηγὸς τὰ τρόπαια ἔστησε, τίνι ἂν ἐλογίσω τὴν νίκην; τίς δὲ ἐκαρπώσατο τῶν γιγνομένων τὴν ἡδονήν; Ὁρᾷς ὅτι περὶ ἐκεῖνα μᾶλλον ἡ ψυχὴ διάκειται, ὑπὲρ ὧν ἔκαμε; ∆ιὰ τοῦτο καὶ πόνους ἀνέμιξε τῇ ἀρετῇ, οἰκειῶσαι αὐτῇ ταύτην βουλόμενος. ∆ιὰ δὴ τοῦτο τὴν μὲν ἀρετὴν, κἂν μὴ κατορθώσωμεν, θαυμάζομεν· τῆς δὲ κακίας, καὶ ἡδίστης οὔσης, καταγινώσκομεν. Εἰ δὲ λέγεις· ∆ιατί τοὺς φύσει καλοὺς μὴ θαυμάζομεν μᾶλλον τῶν προαιρέσει τοῦτο ὄντων; Ὅτι δίκαιον τὸν πονοῦντα τοῦ μὴ πονοῦντος προτιθέναι. Καὶ τίνος, φησὶν, ἕνεκεν νῦν πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν οὐκ ἤνεγκας μετρίως· μᾶλλον δὲ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, καὶ ἄλλως ἡ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πολὺν παρέχειν τὸν πόνον. Καὶ εἰ βούλει, συγκλείσωμεν ἄνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε βαδίζειν αὐτὸν ἐῶντες, μηδὲ εἰς ἔργον ἐξάγοντες· ἀλλ' ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ' ἄν; Ἀλλ' ἕτερον τὸ ἐργάζεσθαι, φησὶ, καὶ ἕτερον τὸ πονεῖν. Ἀλλ' ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ ἔνι, φησὶ, τοῦτο; Ναὶ, ἔνι· τοῦτο καὶ ὁ Θεὸς ἠθέλησεν, ἀλλὰ σὺ οὐκ ἠνέσχου. ∆ιὰ τοῦτο ἔθηκε γοῦν σε ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας, πόνον δὲ οὐκ ἀναμίξας. Οὐ γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ τὴν ἀρχὴν ὁ ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ ταῦτα ἔθηκεν. Ἔστι γὰρ καὶ ἐργάζεσθαι, καὶ μὴ ταλαιπωρεῖσθαι, ὥσπερ οἱ ἄγγελοι. Ὅτι γὰρ ἐργάζονται, ἄκουσον τί φησι· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πολὺν τὸν πόνον ποιεῖ· τότε δὲ οὐκέτι τοῦτο ἦν. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, Κατέπαυσε, φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός· οὐκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλὰ τὸ μὴ πονεῖν. Ὁ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς ὁ Χριστός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιὰ τοῦτο παραινῶ, πάντα ἀποθεμένους τὰ τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ἡ δὲ λύπη διηνεκής· τῆς δὲ ἀρετῆς τοὐναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρόσκαιρος ὁ πόνος. Κἀκείνη μὲν καὶ πρὸ τῶν στεφάνων τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα· αὕτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων ταῦτα πόνων, πόσων ἱδρώτων χείρονα! Εἰ δὲ μὴ ταῦτα ἦν, ἡδονὴ δὲ ἦν· τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστερον; Ὁμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη, καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κἂν τὴν τῶν σωμάτων εἴπῃς, κἂν τὴν τῆς τρυφῆς, κἂν τὴν τῶν χρημάτων· οὐ παύονται γὰρ καθ' ἡμέραν γηρῶσαι. Ὅταν δὲ καὶ κόλασις ᾖ καὶ τιμωρία, τί γένοιτ' ἂν ἀθλιώτερον τῶν ταύτην μετιόντων; Ταῦτα οὖν εἰδότες, ἅπαντα ὑπὲρ τῆς ἀρετῆς ὑπομένωμεν. Οὕτω γὰρ καὶ τῆς ἀληθοῦς ἡδονῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΖʹ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄν θρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.» αʹ. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδαπῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμίσαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομονὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προκείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν; Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗτος, καὶ καθ' ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττομένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόντων ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκουσον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ' ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ' ἄν; τί τῶν πραγμάτων περιπαθέστερον; Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς μακρᾶς ἀῤῥωστίας; εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε· ∆ιασῦραι ἡμᾶς παραγέγονας καὶ κωμῳδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλὰ πράως καὶ μετ' ἐπιεικείας πολλῆς, Ναὶ, Κύριε. Καίτοι γε οὐδὲ ᾔδει τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐδὲ ὅτι θεραπεύσειν αὐτὸν ἔμελλεν· ἀλλ' ὅμως μετὰ ἐπιεικείας ἅπαντα διηγεῖται, καὶ πλέον οὐδὲν ἀπαιτεῖ, ὡς πρὸς ἰατρὸν φθεγγόμενος, καὶ τὸ πάθος ἀπαγγεῖλαι μόνον βουλόμενος. Προσεδόκησε γὰρ ἴσως εἰς τοῦτο χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν, εἰς τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων αὐτὸν ἐπισπάσασθαι τῶν ῥημάτων βούλεται. Τί οὖν ὁ Χριστός; ∆εικνὺς ὅτι λόγῳ πάντα δύναται ποιεῖν, Ἔγειραι, φησὶν, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τινὲς μὲν οὖν οἴονται τοῦτον εἶναι τὸν ἐν τῷ Ματθαίῳ κείμενον. Ἀλλ' οὐκ ἔστι· καὶ τοῦτο πολλαχόθεν δῆλόν ἐστι. Καὶ πρῶτον μὲν ἀπὸ τῆς ἐρημίας τῶν προϊσταμένων. Ἐκεῖνος μέντοι πολλοὺς εἶχε τοὺς ἐπιμελουμένους καὶ φέροντας, οὗτος δὲ οὐδένα· διὸ καὶ ἔλεγεν, Ἄνθρωπον οὐκ ἔχω. Ἔπειτα καὶ ἐκ τῆς ἀποκρίσεως. Ὁ μὲν γὰρ οὐδὲν φθέγγεται· οὗτος δὲ πάντα διηγεῖται τὰ καθ' ἑαυτόν. Καὶ τρίτον ἀπὸ τοῦ καιροῦ καὶ τοῦ χρόνου. Οὗτος μὲν γὰρ ἐν ἑορτῇ καὶ ἐν Σαββάτῳ, ἐκεῖνος δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ. Καὶ ὁ τόπος δὲ ἑκατέρων διάφορος. Ὁ μὲν γὰρ ἐν οἰκίᾳ θεραπεύεται, ὁ δὲ παρὰ τὴν κολυμβήθραν. Καὶ ὁ τρόπος δὲ τῆς θεραπείας ἐνηλλαγμένος. Ἐκεῖ μὲν γάρ φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐνταῦθα δὲ τὸ σῶμα συσφίγγει πρότερον, καὶ τότε τῆς ψυχῆς ἐπιμελεῖται. Κἀκεῖ μὲν ἄφεσις· Ἀφέωνται γάρ σου αἱ ἁμαρτίαι, φησίν· ἐνταῦθα δὲ παραίνεσις καὶ ἀπειλὴ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλιζομένη. Μηκέτι γὰρ, φησὶν, ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι γένηται. Καὶ τὰ ἐγκλήματα δὲ τῶν Ἰουδαίων διάφορα. Ἐνταῦθα μὲν γὰρ τοῦ Σαββάτου τὴν ἐργασίαν προφέρουσιν, ἐκεῖ δὲ βλασφημίαν ἐγκαλοῦσιν αὐτῷ. Σὺ δέ μοι σκόπει τῆς τοῦ Θεοῦ σοφίας τὴν ὑπερβολήν. Οὐ γὰρ εὐθέως αὐτὸν ἀνέστησεν, ἀλλὰ πρῶτον αὐτὸν οἰκειοῦται διὰ τῆς ἐρωτήσεως, τῇ μελλούσῃ προοδοποιῶν πίστει· καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τὸ κλινίδιον ἆραι κελεύει, ὥστε καὶ τὸ γινόμενον πιστώσασθαι θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν εἶναι τὸ γεγενημένον ἢ ὑπόκρισιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Ποιεῖ δὲ ταῦτα πολλάκις ὁ Χριστὸς, ἐκ περιουσίας τοὺς ἀναισχυντεῖν βουλομένους ἐπιστομίζων. Καὶ γὰρ ἐπὶ τῶν ἄρτων, ἵνα μηδεὶς εἴπῃ, ὅτι ἁπλῶς ἐκορέσθησαν, καὶ φαντασία ἦν τὸ γεγενημένον, παρασκευάζει λείψανα γενέσθαι τῶν ἄρτων πολλά· καὶ τῷ καθαρθέντι δὲ λεπρῷ λέγει Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ· ὁμοῦ τε τοῦ καθαρμοῦ παρεχόμενος τὴν ἀπόδειξιν ἀκριβεστάτην, καὶ τῶν ἀντινομοθετεῖν αὐτὸν λεγόντων τῷ Θεῷ τὰ ἀναίσχυντα ἐμφράττων στόματα. Καὶ ἐπὶ τοῦ οἴνου δὲ τοῦτο ὁμοίως ἐποίησεν. Οὐ γὰρ ἁπλῶς ἔδειξε τὸν οἶνον, ἀλλὰ καὶ τῷ ἀρχιτρικλίνῳ ἐνεχθῆναι παρεσκεύασεν, ὥστε τὸν οὐδὲν τῶν γεγενημένων εἰδότα ὁμολογοῦντα, ἀνύποπτον αὐτῷ παρασχεῖν τὴν μαρτυρίαν. ∆ιά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι οὐκ ᾔδει ὁ ἀρχιτρίκλινος, πόθεν ἦν, τὸ ἀδέκαστον τῆς μαρτυρίας ἐμφαίνων. Καὶ νεκρὸν ἀναστήσας ἀλλαχοῦ λέγει· ∆ότε αὐτῷ φαγεῖν, τῆς ἀκριβοῦς ἀναστάσεως τοῦτο παρεχόμενος σημεῖον· καὶ διὰ τούτων πάντων πείθων τοὺς ἀνοήτους, ὅτι οὐκ ἀπατεών τις ἦν, οὐδὲ φαντασιοκόπος, ἀλλὰ διὰ σωτηρίαν παρεγένετο τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων.

βʹ. Τί δήποτε δὲ αὐτὸν οὐκ ἀπαιτεῖ πίστιν, ὡς ἐπὶ τῶν τυφλῶν ἐποίησε, λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὅτι οὐδέπω αὐτὸν ᾔδει σαφῶς ὅστις ἦν. Οὐ γὰρ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὰ θαύματα τοῦτο φαίνεται ποιῶν. Οἱ μὲν γὰρ ἐν ἑτέροις ἑωρακότες αὐτοῦ τὴν δύναμιν, εἰκότως τοῦτο ἤκουον· οἱ δὲ οὐδέπω μεμαθηκότες αὐτὸν, ἀλλ' ἀπὸ τῶν σημείων μέλλοντες εἴσεσθαι, μετὰ τὰ θαύματα ἀπαιτοῦνται τὴν πίστιν. ∆ιὸ καὶ οὐ παρὰ τὴν ἀρχὴν τῶν σημείων ὁ Ματθαῖος εἰσάγει τοῦτο τὸν Χριστὸν εἰρηκότα, ἀλλ' ὅτε πολλοὺς ἐθεράπευσε, πρὸς μόνους τοὺς δύο τυφλούς. Σὺ δὲ καὶ οὕτως ὅρα τοῦ παραλύτου τὴν πίστιν. Ἀκούσας γὰρ, ὅτι Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει, οὐ κατεγέλασεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἄγγελος κατέρχεται καὶ ταράσσει τὸ ὕδωρ, καὶ ἕνα θεραπεύει μόνον· σὺ δὲ ἄνθρωπος ὢν, ἀπὸ ἐπιτάγματος ψιλοῦ καὶ ῥήματος ἤλπισας μεῖζον ἀγγέλων δυνήσεσθαι; τῦφος ταῦτα καὶ ἀλαζονεία καὶ γέλως. Ἀλλὰ τούτων οὐδὲν εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ἅμα τε ἤκουσε, καὶ ἠγέρθη· καὶ γενόμενος ὑγιὴς, οὐκ ἠπείθησε τῷ κελεύσαντι αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Θαυμαστὸν μὲν οὖν καὶ τοῦτο· τὰ δὲ μετὰ ταῦτα πολλῷ πλέον· μᾶλλον δὲ τὸ μὲν παρὰ τὴν ἀρχὴν μηδενὸς ἐνοχλοῦντος πεισθῆναι, οὐχ οὕτω θαυμαστὸν τοῦτο· τὸ δὲ μετὰ ταῦτα μαινομένων Ἰουδαίων, καὶ πανταχόθεν ἐπικειμένων καὶ ἐγκαλούντων καὶ πολιορκούντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου, μὴ μόνον ὑπερορᾷν αὐτῶν τῆς μανίας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἐν μέσῳ τῷ θεάτρῳ τὸν εὐεργέτην ἀνακηρύττειν, καὶ τὴν ἀναίσχυντον ἐπιστομίζειν γλῶτταν, πολλῆς ἔγωγε ἀνδρείας εἶναι λέγω. Ἐπισυστάντων γὰρ Ἰουδαίων καὶ λεγόντων ἐπιτιμητικῶς καὶ μετὰ αὐθαδείας αὐτῷ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου· ἄκουσον τί φησιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· μονονουχὶ τοῦτο λέγων· Ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ. Καίτοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν· οἷον, ὅτι Οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ' ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, ἐγκαλεῖτε τῷ ἐπιτάξαντι, καὶ ἀποτίθεμαι τὴν κλίνην· καὶ τὴν θεραπείαν δὲ ἔκρυψεν ἄν. Καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ Σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀῤῥωστίας διορθώσει. Ἀλλ' οὔτε τοῦτο ἔκρυψεν, οὔτε ἐκεῖνο εἶπεν, οὐδὲ συγγνώμην ᾔτησεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ τὴν εὐεργεσίαν ὡμολόγει καὶ ἀνεκήρυττε. Καὶ ὁ μὲν παράλυτος οὕτως· ἐκεῖνοι δὲ σκόπει πῶς κακούργως. Οὐ γὰρ εἶπον, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ τοῦτο μὲν ἐσίγησαν· ἄνω δὲ καὶ κάτω τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἦγον· Τίς ἐστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ τεθεραπευμένος, οὐκ ᾔδει τίς ἐστιν. Ὁ γὰρ Ἰησοῦς ἐξέκλινεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. Καὶ τί δήποτε ἔκρυψεν ἑαυτὸν ὁ Χριστός; Πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα, ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι (οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ φθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα), διὰ τοῦτο ἀναχωρήσας, ἀφίησιν αὐτὸ καθ' ἑαυτὸ τὸ ἔργον ἀγωνίζεσθαι παρ' αὐτοῖς, ὥστε μηκέτι αὐτὸν περὶ ἑαυτοῦ τι λέγειν, ἀλλὰ τοὺς τεθεραπευμένους, καὶ μετ' ἐκείνων αὐτοὺς τοὺς ἐγκαλοῦντας. Καὶ γὰρ καὶ οὗτοι τέως μαρτυροῦσι τῷ θαύματι. Οὐ γὰρ εἶπον, ∆ιατί ταῦτα ἐκέλευσας γενέσθαι ἐν Σαββάτῳ; ἀλλὰ, ∆ιατί ταῦτα ποιεῖς ἐν Σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τοῦ παραλύτου φθονοῦντες. Καίτοι γε, ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. Ἐνταῦθα μὲν οὖν ἑτέρως κελεύει λύειν τὸ Σάββατον· ἀλλαχοῦ δὲ δι' ἑαυτοῦ τοῦτο ἐργάζεται, φυρῶν πηλὸν καὶ ἐπιχρίων ὀφθαλμούς. Ποιεῖ δὲ ταῦτα, οὐ παραβαίνων, ἀλλ' ὑπερβαίνων τὸν νόμον. Καὶ ὑπὲρ μὲν τούτων, ὕστερον. Οὐδὲ γὰρ ὁμοίως πανταχοῦ περὶ τοῦ Σαββάτου παρ' αὐτῶν ἐγκαλούμενος ἀπολογεῖται· καὶ δεῖ τοῦτο παρατηρεῖν μετὰ ἀκριβείας.

γʹ. Τέως δὲ ἴδωμεν ὅσον ἡ βασκανία κακὸν, καὶ πῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πηροῖ κατὰ τῆς τοῦ ἁλόντος σωτηρίας. Καθάπερ γὰρ οἱ μαινόμενοι καθ' ἑαυτῶν πολλάκις ὠθοῦσι τὰ ξίφη· οὕτω καὶ οἱ βασκαίνοντες, πρὸς ἓν μόνον ὁρῶντες, τὴν λύμην τοῦ φθονουμένου, τῆς οἰκείας ἀλογοῦσι σωτηρίας. Οὗτοι καὶ θηρίων χείρους. Ἐκεῖνα γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, ὁπλίζεται καθ' ἡμῶν· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις, τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Θηρίων μὲν οὖν οὗτοι χαλεπώτεροι, δαιμόνων δὲ ἴσοι, τάχα δὲ καὶ ἐκείνων χείρους. Ἐκεῖνοι γὰρ πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· ὅθεν τούτῳ καὶ τοὺς Ἰουδαίους ἐπεστόμιζεν ὁ Χριστὸς, ἡνίκα αὐτὸν ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν τὰ δαιμόνια. Οὗτοι δὲ οὔτε τὴν κοινωνίαν τῆς φύσεως ᾐδέσθησαν, οὔτε ἑαυτῶν ἐφείσαντο. Πρὸ γὰρ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τίνος γὰρ ἕνεκεν ἀλγείς, ὦ ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Ἀλγεῖν ὄντως χρὴ ἡμᾶς ἐφ' οἷς πάσχομεν κακοῖς, οὐκ ἐφ' οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. ∆ιὰ τοῦτο ἁπάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμόν· ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν. Σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; Οὐδεμίαν οὐδαμόθεν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνην. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν ποίαν τίσομεν δίκην; Καὶ εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; τίνα δὲ παραμυθίαν; Ἄκουσον τοῦ Παύλου τί φησιν· Ἐὰν τὸ σῶμά μου παραδῶ ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅτι δὲ ὅπου φθόνος καὶ βασκανία, τὰ τῆς ἀγάπης ἀνῄρηται, παντί που δῆλόν ἐστι. Τοῦτο τὸ πάθος καὶ πορνείας καὶ μοιχείας χεῖρόν ἐστι. Τὸ μὲν γὰρ μέχρι τοῦ πράξαν τος ἵσταται, τῆς δὲ βασκανίας ἡ τυραννὶς Ἐκκλησίας ὁλοκλήρους ἀνέτρεψε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐλυμήνατο. Αὕτη φόνου μήτηρ ἐστίν· οὕτως ἀπέκτεινε τὸν ἀδελφὸν ὁ Κάϊν, οὕτω τὸν Ἰακὼβ ὁ Ἡσαῦ, οὕτω τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, οὕτω τοὺς ἀνθρώπους ἅπαντας ὁ διάβολος. Ἀλλὰ σὺ νῦν οὐκ ἀναιρεῖς, ἀλλὰ πολλὰ τοῦ φόνου ποιεῖς χαλεπώτερα, εὐχόμενος τὸν ἀδελφὸν ἀσχημονεῖν, πάγας πανταχόθεν τιθεὶς, ἐκλύων τοὺς ὑπὲρ ἀρετῆς πόνους, ἀλγῶν ὅτι τῷ τῆς οἰκουμένης ἀρέσκει ∆εσπότῃ. Οὐκ ἐκείνῳ ἄρα, ἀλλὰ τῷ δι' ἐκείνου θεραπευομένῳ πολεμεῖς, ἐκεῖνον ὑβρίζεις, τὴν σαυτοῦ τιμὴν τῆς ἐκείνου προτιθείς. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι καὶ ἀδιάφορον δοκεῖ τὸ ἁμάρτημα εἶναι, καίτοι γε τῶν ἄλλων ἐστὶ χαλεπώτερον. Κἂν γὰρ ἐλεῇς, κἂν ἀγρυπνῇς, κἂν νηστεύῃς, ἁπάντων ἐναγέστερος γέγονας φθονῶν τῷ ἀδελφῷ. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· Ἐπόρνευσέ τις παρὰ Κορινθίοις ποτέ· ἀλλ' ἐνεκλήθη καὶ διωρθώθη ταχέως. Ἐφθόνησε τῷ Ἄβελ ὁ Κάϊν, ἀλλ' οὐκ ἐθεραπεύθη, ἀλλὰ καὶ τοῦ Θεοῦ συνεχῶς ἐπᾴδοντος αὐτοῦ τῷ ἕλκει, μᾶλλον ὤδινε καὶ ἐκυματοῦτο, καὶ πρὸς τὸν φόνον ἠπείγετο. Οὕτω τοῦτο ἐκείνου τοῦ πάθους χαλεπώτερον, καὶ οὐκ εὐκόλως εἴκει τῇ θεραπείᾳ, ἐὰν μὴ προσέχωμεν. Πρόῤῥιζον τοίνυν αὐτὸ πάντοθεν ἀνασπάσωμεν, ἐκεῖνο ἐννοοῦντες, ὅτι ὥσπερ προσκρούομεν τῷ Θεῷ, τηκόμενοι τοῖς ἀλλοτρίοις καλοῖς· οὕτως εὐδοκιμοῦμεν συγχαίροντες, καὶ κοινωνοὺς ἑαυτοὺς ποιοῦμεν τῶν ἀποκειμένων τῷ κατορθοῦντι καλῶν. ∆ιὰ τοῦτο καὶ Παῦλος παραινεῖ, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, ἵνα ἑκατέρωθεν μέγα καρπωσώμεθα κέρδος. Ἐννοήσαντες τοίνυν, ὅτι κἂν μὴ πονῶμεν, τῷ πονοῦντι συνηδόμενοι, μερισταὶ γινόμεθα τῶν ἐκείνου στεφάνων, πᾶσαν ἐκβάλωμεν βασκανίαν, καὶ τὴν ἀγάπην ἐν ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς, ἵνα συγκροτοῦντες τοὺς εὐδοκιμοῦντας τῶν ἀδελφῶν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΗʹ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· «Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.»

αʹ. ∆εινὸν ἡ ἁμαρτία, δεινὸν καὶ ψυχῆς λύμη· πολλάκις δὲ ἐκ περιουσίας καὶ σωμάτων ἥψατο τὸ κακὸν ὑπερβλύσαν. Ἐπειδὴ γὰρ τὰ πολλὰ τῆς μὲν ψυχῆς ἡμῖν καμνούσης, ἀναλγήτως ἔχομεν· τὸ δὲ σῶμα κἂν μικρὰν δέξηται βλάβην, πᾶσαν ποιούμεθα σπουδὴν, ὥστε ἐλευθερῶσαι τῆς ἀῤῥωστίας αὐτὸ, διὰ τὸ τῆς ἀῤῥωστίας αἰσθάνεσθαι· διὰ τοῦτο καὶ ὁ Θεὸς τοῦτο κολάζει πολλάκις ὑπὲρ τῶν ἐκείνῃ πεπλημμελημένων, ὥστε διὰ τῆς τοῦ ἐλάττονος μάστιγος καὶ τὸ κρεῖττον τυχεῖν θεραπείας τινός. Οὕτω καὶ παρὰ Κορινθίοις τὸν πορνεύσαντα ὁ Παῦλος διώρθωσε, τῷ τῆς σαρκὸς ὀλέθρῳ τὸ τῆς ψυχῆς νόσημα ἐπισχών. Καὶ γὰρ τῷ σώματι τὴν τομὴν ἐπαγαγὼν, οὕτω κατέστειλε τὸ κακόν· καθάπερ τις ἰατρὸς ἄριστος, ὕδερον ἢ σπλῆνα, τοῖς ἔνδοθεν φαρμάκοις οὐκ εἴκοντα, κατακαίων ἔξωθεν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τοῦ παραλύτου. Καὶ ὅρα πῶς δηλῶν αὐτὸς ἔλεγεν· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι αὐτῷ ἐξ ἁμαρτιῶν ἐτέχθη τὸ νόσημα· δεύτερον δὲ, ὅτι πιστὸς ὁ τῆς γεέννης λόγος· καὶ τρίτον, τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι Ἐν ὥρᾳ μιᾷ ἐφόνευσα, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐμοίχευσα, καὶ ἀθάνατα κολάζομαι; Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις καὶ ἐκολάζετο, καὶ ὁλόκληρον ὅμως ἀνθρώπου βίον ἀνάλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ' ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τούτων κἀκεῖνο ἔστιν ἰδεῖν, ὅτι, κἂν χαλεπὴν δῶμεν δίκην ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ μᾶλλον πεισόμεθα πάλιν· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος λοιπὸν καὶ καταφρονητὴς ἐπὶ μείζονα ἄγεται κόλασιν. Ἤρκει μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ κόλασις συστεῖλαι, καὶ ποιῆσαι σωφρονέστερον τὸν ὀλισθήσαντα ἅπαξ· ἐπεὶ δὲ τῇ ἐπενεχθείσῃ τιμωρίᾳ μὴ σωφρονισθεὶς, τὰ αὐτὰ πάλιν τολμᾷ, εἰκότως ἄν τινα δίκην ὁ τοιοῦτος ὑφέξει, ταύτην αὐτὸς ἐφ' ἑαυτὸν προκαλούμενος. Εἰ δὲ καὶ ἐνταῦθα τιμωρηθέντες, πάλιν τοῖς αὐτοῖς περιπίπτοντες, χαλεπώτερον κολαζόμεθα· ὅταν μηδ' ὅλως ἁμαρτόντες τιμωρίαν ὑπόσχωμεν, πῶς οὐ σφόδρα χρὴ τοῦτο μάλιστα δεδοικέναι καὶ τρέμειν, ἅτε ἀνήκεστα μέλλοντας ὑπομένειν; Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; Καὶ γὰρ πολλοὺς ὁρῶμεν, τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. Ἀλλὰ μὴ θαῤῥῶμεν, ἀλλ' ἐπὶ τούτοις μάλιστα πάντων αὐτοὺς δακρύωμεν. Τὸ γὰρ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖ, τιμωρίας ἐστί. Τί οὖν; πάντα, φησὶ, τὰ νοσήματα ἐξ ἁμαρτημάτων; Οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα· ἔνια δὲ καὶ ἀπὸ ῥᾳθυμίας γίγνεται. Καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη καὶ ἀργία τὰ τοιαῦτα τίκτουσι πάθη. ∆εῖ δὲ πανταχοῦ διατηρεῖν ἓν μόνον, ὥστε εὐχαρίστως φέρειν πᾶσαν πληγήν. Γίγνεται δὲ καὶ δι' ἁμαρτήματα, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα διὰ τοῦτο. Γίγνεται δὲ καὶ δι' εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεός· Μὴ ἄλλως σοι οἴει με κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀλλὰ τί δήποτε ἐπὶ τῶν παραλυτικῶν τούτων τὰς ἁμαρτίας εἰς μέσον φέρει ὁ Χριστός; Καὶ γὰρ καὶ ἐκείνῳ τῷ παρὰ τῷ Ματθαίῳ κειμένῳ λέγει· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τούτῳ, Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ οἶδα μὲν ὅτι τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντές φασιν αὐτὸν τοῦ Χριστοῦ γενέσθαι κατήγορον, καὶ διὰ τοῦτο ταῦτα ἀκηκοέναι. Τί οὖν περὶ ἐκείνου τοῦ παρὰ τῷ Ματθαίῳ τὰ αὐτὰ σχεδὸν ἀκούσαντος ἐροῦμεν; Καὶ γὰρ καὶ ἐκείνῳ εἶπεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ὅθεν δῆλον ὅτι οὐδὲ οὗτος ταύτης ἕνεκεν τῆς ὑποθέσεως ταῦτα ἤκουε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἐπαγομένων σαφέστερον ἔστι μαθεῖν. Μετὰ ταῦτα γὰρ, φησὶν, εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς· ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν. Οὐ γὰρ ἐχώρησεν εἰς ἀγορὰς καὶ περιπάτους, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτόν· ἀλλ' ἐν τῷ ἱερῷ διῆγε· καίτοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι ἐκεῖθεν· ἀλλ' οὐδὲν τούτων ἔπεισεν αὐ τὸν ἀποστῆναι τοῦ ἱεροῦ. Εὑρὼν τοίνυν αὐτὸν ὁ Χριστὸς καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις, οὐδὲν τοιοῦτον ᾐνίξατο. Εἰ δὲ τοῦτο ἐγκαλεῖν ἤθελεν, εἶπεν ἂν πρὸς αὐτόν· Πάλιν τοῖς αὐτοῖς ἐπιχειρεῖς, καὶ οὔτε τῇ θεραπείᾳ γέγονας βελτίων; Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον.

βʹ. Τί δήποτε οὖν καὶ χωλοὺς καὶ κυλλοὺς θεραπεύσας, οὐδαμοῦ τούτων ἐμνημόνευσεν; Ἐμοὶ δοκεῖ τούτοις μὲν ἐξ ἁμαρτημάτων τὰ νοσήματα γενέσθαι, τοῖς δὲ ἄλλοις ἐξ ἀσθενείας φυσικῆς. Εἰ δὲ μὴ τοῦτο, καὶ τοῖς ἄλλοις διὰ τούτων καὶ τῶν πρὸς τούτοις εἰρημένων διελέχθη. Ἐπειδὴ γὰρ τῶν ἄλλων πάντων τὸ νόσημα τοῦτο χαλεπώτερον, διὰ τοῦ μείζονος καὶ τὰ ἐλάττονα διορθοῦται. Ὥσπερ γὰρ θεραπεύσας τινὰ ἕτερον, παρήγγειλε δοῦναι δόξαν τῷ Θεῷ, οὐκ ἐκείνῳ μόνῳ ταῦτα παραινῶν, ἀλλὰ καὶ δι' ἐκείνου πᾶσιν· οὕτω καὶ τούτοις διὰ τούτων πᾶσι καὶ τοῖς λοιποῖς παραινεῖ καὶ συμβουλεύει ταῦτα, ἃ καὶ πρὸς τούτους εἴρηκε. Πρὸς δὲ τούτοις, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πολλὴν ἐνεῖδεν αὐτοῦ τῇ ψυχῇ τὴν καρτερίαν, καὶ ὡς δυναμένῳ τὸ παράγγελμα δέξασθαι παραινεῖ, τῇ τε εὐεργεσίᾳ καὶ τῷ φόβῳ τῶν μελλόντων κακῶν κατέχων αὐτὸν ἐπὶ τῆς ὑγιείας. Καὶ ὅρα τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπεν, Ἴδε ὑγιῆ σε ἐποίησα, ἀλλ', Ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Καὶ πάλιν οὐκ εἶπεν, Ἵνα μή σε κολάσω, ἀλλ', Ἵνα μὴ χεῖρόν τί σοι γένηται, ἀπροσώπως ἀμφότερα τιθεὶς, καὶ δεικνὺς χάριτος μᾶλλον οὖσαν τὴν ὑγίειαν, ἢ τῆς ἀξίας. Οὐ γὰρ ἐνέφηνεν ὅτι τὴν ἀξίαν δοὺς ἀπηλλάγη δίκης, ἀλλ' ὅτι φιλανθρωπίᾳ ἐσώζετο. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἶπεν ἄν· Ἰδοὺ δέδωκας τῶν ἡμαρτημένων δίκην ἱκανήν· ἀσφαλίζου λοιπόν. Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ταῦτα καὶ ἡμῖν αὐτοῖς συνεχῶς ἐπιλέγωμεν, κἂν μὲν κολασθέντες ἀπαλλαγῶμεν, τοῦτο ἕκαστος πρὸς ἑαυτὸν λεγέτω· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ἂν δὲ μὴ δῶμεν δίκην, τοῖς αὐτοῖς ἐπιμένοντες, ἐκεῖνο τὸ ἀποστολικὸν ἐπᾴδωμεν, ὅτι Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἡμᾶς ἄγει· κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίζομεν ἑαυτοῖς ὀργήν. Οὐ τῷ σφίγξαι δὲ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ἑτέρωθεν μέγα αὐτῷ παρέσχετο τῆς οἰκείας θεότητος σημεῖον. Τῷ γὰρ εἰπεῖν, Μηκέτι ἁμάρτανε, ἐδήλωσεν εἰδότα πάντα τὰ ἔμπροσθεν αὐτῷ γεγενημένα πλημμελήματα· ὅθεν καὶ πρὸς τὰ μέλλοντα ἔμελλεν ἀξιόπιστος εἶναι. Ἀπῆλθεν οὖν ὁ ἄνθρωπος καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ ὅρα αὐτὸν πάλιν ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ εἰπὼν, Ἆρον τὸν κράββατόν σου. Ἐπειδὴ γὰρ ἐκεῖνοι τὸ δοκοῦν ἔγκλημα τοῦτο ἀεὶ προέφερον, αὐτὸς τὴν ἀπολογίαν ἀεὶ προβάλλεται, πάλιν τὸν ἰατρὸν δῆλον ποιῶν, καὶ τοὺς ἄλλους ἐφελκύσασθαι σπεύδων καὶ οἰκειώσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ τοῦτο εἰπεῖν. Εἰ γὰρ καὶ θηρίον ἦν, εἰ γὰρ ἀπάνθρωπός τις καὶ λίθινος, ἱκανὴ καὶ ἡ εὐεργεσία καὶ ὁ φόβος αὐτὸν ἦν κατασχεῖν. Καὶ γὰρ ἔναυλον ἔχων τὴν ἀπειλὴν, ἔδεισεν ἂν μὴ χεῖρόν τι πάθῃ, μέγιστα λαβὼν τῆς τοῦ ἰατροῦ δυνάμεως δείγματα· ἄλλως τε εἰ διαβάλλειν ἐβούλετο, τὴν ὑγίειαν σιγήσας, τὴν παράβασιν εἶπεν ἂν καὶ κατηγόρησεν. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· ἀλλὰ πολλῆς παῤῥησίας τὰ ῥήματα καὶ εὐγνωμοσύ νης, καὶ ἀνακηρύττει τὸν εὐεργέτην οὐδὲν ἔλαττον τοῦ τυφλοῦ. Τί γὰρ ἐκεῖνός φησιν; Ἐποίησε πηλὸν, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· οὕτω καὶ οὗτος· Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ. Ἐδίωκον οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ. Τί οὖν ὁ Χριστός; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὅτε μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογήσασθαι ἔδει, τὸν ∆αυῒδ τὸν ὁμόδουλον αὐτῶν εἰς μέσον ἔφερεν, Οὐκ ἀνέγνωτε, λέγων, τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασεν αὐτός; Ὅτε δὲ περὶ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα κατέφυγεν, ἑκατέρωθεν τὸ ὁμότιμον δεικνὺς, τῷ τε Πατέρα εἰπεῖν ἰδιαζόντως, καὶ τῷ τὰ αὐτὰ πράττειν ἐκείνῳ. Καὶ διατί μὴ εἶπε τὰ περὶ τὸν Ἱεριχὼ γενόμενα; Ἀναγαγεῖν αὐτοὺς ἠθέλησεν ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ' ὡς Θεῷ καὶ νομοθετεῖν ὀφείλοντι. Εἰ δὲ μὴ γνήσιος ἦν Υἱὸς καὶ τῆς αὐτῆς οὐσίας, ἡ ἀπολογία κατηγορίας μείζων ἐστίν. Οὐδὲ γὰρ εἴ τις ὕπαρχος νόμον βασιλικὸν μεταθεὶς, εἶτα ἐγκαλούμενος ἀπολογοῖτο οὕτω, καὶ λέγοι, ὅτι Καὶ γὰρ ὁ βασιλεὺς ἔλυσε, δυνήσεται διαφυγεῖν, ἀλλὰ καὶ μεῖζον τὸ ἔγκλημα οὕτως ἐργάσεται. Ἀλλ' ἐνταῦθα ἐπειδὴ ἴσα τὰ τῆς ἀξίας, διὰ τοῦτο καὶ τὰ τῆς ἀπολογίας ἀπήρτισται μετὰ ἀσφαλείας ἁπάσης. Ἀφ' ὧν γὰρ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων, ἀπὸ τῶν αὐτῶν καὶ ἐμέ. ∆ιὰ τοῦτο καὶ προλαβὼν εἴρηκεν, Ὁ Πατήρ μου, ἵνα καὶ ἄκοντας πείσῃ τὰ αὐτὰ αὐτῷ συγχωρεῖν, τὴν ἀκριβῆ γνησιότητα αἰδεσθέντας. Εἰ δὲ λέγοι τις· Καὶ ποῦ ὁ Πατὴρ ἐργάζεται, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καταπαύσας ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ; τὸν τρόπον μαθέτω καθ' ὃν ἐργάζεται. Τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; Προνοεῖ, συγκροτεῖ τὰ γενόμενα πάντα. Ὁρῶν τοίνυν ἥλιον ἀνατέλλοντα, καὶ σελήνην τρέχουσαν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ ὑετοὺς, καὶ φύσεως δρόμον, τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα δι' ὧν τόδε τὸ πᾶν συνέστηκε, μάνθανε τὴν διηνεκῆ τοῦ Πατρὸς ἐργασίαν. Ἀνατέλλει γὰρ, φησὶ, τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ πάλιν· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς πῦρ βαλλόμενον, οὕτως ὁ Θεὸς ἀμφιέννυσι· καὶ περὶ τῶν πετεινῶν διαλεγόμενος πάλιν· Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.

γʹ. Ἐνταῦθα μὲν οὖν διὰ ῥημάτων τὸ πᾶν ἐποίησεν ἐν Σαββάτῳ, καὶ οὐδὲν πλέον προσέθηκεν, ἀλλ' ἀπὸ τῶν ἐν τῷ ἱερῷ γινομένων, καὶ ἀφ' ὧν αὐτοὶ πράττουσι, λύει τὰ ἐγκλήματα· ἔνθα δὲ καὶ ἔργον γενέσθαι ἐκέλευσεν, οἷον τὸ τὴν κλίνην ἆραι, οὐδὲν μέγα πρὸς τὸ πρᾶγμα συντελοῦν, ἀλλ' ἓν τοῦτο μόνον, δεικνύων σαφῆ τοῦ Σαββάτου τὴν λύσιν, ἐπὶ τὸ μεῖζον ἀνάγει τὸν λόγον, μᾶλλον αὐτοὺς καταπλῆξαι βουλόμενος ἀπὸ τῆς τοῦ Πατρὸς ἀξίας, καὶ ἀναγαγεῖν ἐπὶ τὸ ὑψηλότερον. ∆ιὰ τοῦτο ὅταν περὶ Σαββάτου ᾖ ὁ λόγος, οὔτε ὡς ἄνθρωπος μόνον ἀπολογεῖται, οὔτε ὡς Θεὸς μόνον, ἀλλὰ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. Ἠβούλετο γὰρ ἀμφότερα πιστεύεσθαι, καὶ τῆς οἰκονομίας τὴν συγκατάβασιν, καὶ τῆς θεότητος τὸ ἀξίωμα. ∆ιὰ τοῦτο νῦν ὡς Θεὸς ἀπολογεῖται. Εἰ γὰρ ἔμελλεν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἀεὶ διαλέγεσθαι μόνον, ἔμεινεν ἂν ἐπὶ τῆς αὐτῆς ταπεινότητος. ∆ιόπερ ἵνα μὴ τοῦτο γένηται, τὸν Πατέρα εἰς μέσον ἄγει. Καίτοι καὶ αὐτὴ ἡ κτίσις ἐργάζεται ἐν Σαββάτῳ. Καὶ γὰρ ὁ ἥλιος τρέχει, καὶ ποταμοὶ ῥέουσι, καὶ πηγαὶ βρύουσι, καὶ γυναῖκες τίκτουσιν Ἀλλ' ἵνα μάθῃς, ὅτι οὐ τῆς κτίσεώς ἐστιν, οὐκ εἶπε, Ναὶ, ἐργάζομαι· καὶ γὰρ ἡ κτίσις ἐργάζεται· ἀλλὰ τί; Ναὶ, ἐργάζομαι, καὶ γὰρ ὁ Πατήρ μου ἐργάζεται. ∆ιὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι, φησὶν, ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Καὶ μὴν οὐκ ἐνέφηνε τοῦτο μόνον· οὐ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο ἐδείκνυ μόνοις, ἀλλὰ πολλῷ μάλιστα ἐν τοῖς πράγμασι Τί δήποτε; Ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν· τὴν δὲ τῶν πραγμάτων ὁρῶντες ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν. Ἀλλ' οἱ μὴ βουλόμενοι μετ' εὐγνωμοσύνης ταῦτα δέχεσθαι, φασὶν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο ὑπώπτευον. Οὐκοῦν ἄνωθεν φέρε τὰ εἰρημένα ἐπέλθωμεν. Εἰπὲ δή μοι, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; Παντί που δῆλον ὅτι ἐδίωκον. Καὶ διὰ τοῦτο ἐδίωκον, ἢ δι' ἕτερόν τι; Καὶ τοῦτο συνομολογεῖται, ὅτι διὰ τοῦτο. Ἔλυεν οὖν τὸ σάββατον, ἢ οὐκ ἔλυεν; Οὐδὲ πρὸς τοῦτο ἔχοι τις ἂν ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; Καὶ τοῦτο ἀληθές. Οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται. Ὥσπερ γὰρ τὸ Πατέρα λέγειν ἴδιον τὸν Θεὸν, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ διώκεσθαι παρὰ τῶν Ἰουδαίων διά τε ἐκεῖνο, καὶ διὰ τοῦτο μᾶλλον, οὐχ ὑπονοίας ἦν ἐψευσμένης, ἀλλὰ πράγματος ἀληθοῦς· οὕτω καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπόφασις ἦν. Καὶ ἀπὸ τῶν ἔμπροσθεν δὲ εἰρημένων τοῦτο σαφέστερον ἔστιν ἰδεῖν. Τὸ γὰρ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἴσον ἐστὶν ἑαυτὸν δεικνύντος τῷ Θεῷ. Οὐ γὰρ δείκνυ ἐν τούτοις οὐδεμίαν διαφοράν. Οὐ γὰρ εἶπεν, Ἐκεῖνος μὲν ἐργάζεται, ἐγὼ δὲ ὑπουργῶ· ἀλλ', Ὥσπερ ἐκεῖνος ἐργάζεται, οὕτω καὶ ἐγώ. Καὶ ἰσότητα πολλὴν ἐπεδείξατο. Εἰ δὲ οὐκ αὐτὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο μάτην ὑπώπτευον· οὐκ ἂν ἀφῆκεν αὐτῶν εἶναι τὴν διάνοιαν ἐσφαλμένην, ἀλλὰ καὶ διώρθωσεν ἂν τοῦτο. Καὶ ὁ εὐαγγελιστὴς δὲ οὐκ ἂν αὐτὸ παρεσιώπησεν, ἀλλ' εἶπεν ἂν φανερῶς, ὅτι Ἰουδαῖοι μὲν οὕτως ὑπώπτευον, αὐτὸς δὲ οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ· ὥσπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὅταν ἴδῃ ἄλλως μὲν λεγόμενον, ἄλλως δὲ ὑποπτευόμενον τὸ λεχθέν· οἷον, Λύσατε τὸν ναὸν τοῦτον, ἔλεγεν ὁ Χριστὸς, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, περὶ τῆς σαρκὸς αὐτοῦ λέγων. Ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο μὴ συνιέντες, καὶ νομίσαντες περὶ τοῦ Ἰουδαϊκοῦ ναοῦ λέγεσθαι, Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν, ἔλεγον, ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐπεὶ οὖν ἄλλο μὲν εἶπεν αὐτὸς, ἄλλο δὲ ὑπώπτευσαν ἐκεῖνοι (αὐτὸς μὲν γὰρ περὶ τῆς σαρκὸς αὐτοῦ ἔλεγεν, ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ ἑαυτῶν ἐνόμιζον τοῦτο εἰρῆσθαι), ἐπισημαινόμενος τοῦτο ὁ εὐαγγελιστὴς, μᾶλλον δὲ διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἐπήγαγε λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὥστε εἰ καὶ ἐνταῦθα ὁ μὲν Χριστὸς οὐκ ἐποίει ἑαυτὸν ἴσον, οὐδὲ ἐβούλετο τοῦτο παραστῆσαι, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευσαν, διώρθωσεν ἂν κἀνταῦθα τὴν ὑπόνοιαν αὐτῶν, καὶ εἶπεν· Ἰουδαῖοι μὲν ἐνόμιζον ἑαυτὸν ἴσον ποιεῖν τῷ Θεῷ, ἐκεῖνος δὲ οὐ περὶ τῆς ἰσότητος ἔλεγε. Καὶ γὰρ οὐδὲ ἐνταῦθα μόνον οὗτος μόνος, ἀλλὰ καὶ ἀλλαχοῦ πάλιν τὸ αὐτὸ τοῦτο φαίνεται ποιῶν καὶ ἕτερος εὐαγγελιστής. Ὅτε γὰρ παρήγγειλε τοῖς μαθηταῖς λέγων· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐκεῖνοι δὲ διελογίζοντο, λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν· καὶ ἄλλο μὲν αὐτὸς εἶπε, ζύμην τὴν διδασκαλίαν καλῶν, ἄλλο δὲ ὑπώπτευσαν οἱ μαθηταὶ, περὶ ἄρτων εἰρῆσθαι νομίζοντες, διορθοῦται αὐτὸ πάλιν, οὐκ ἔτι ὁ εὐαγγελιστὴς, ἀλλ' αὐτὸς ὁ Χριστὸς, οὕτω λέγων· Πῶς οὐ νοεῖτε ὅτι προσέχειν οὐ περὶ ἄρτων εἶπον ὑμῖν; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Καὶ μὴν, φησὶν, αὐτὸ τοῦτο ἀναιρῶν, ἐπήγαγεν ὁ Χριστός· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Τοὐναντίον μὲν οὖν, ἄνθρωπε, πεποίηκεν· οὐδὲ γὰρ ἀναιρῶν, ἀλλὰ καὶ ἐπισφίγγων τὴν ἰσότητα τοῦτο λέγει. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ζητούμενον. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτο πολλαχοῦ τῆς Γραφῆς κεῖται, καὶ ἐπ' αὐτοῦ καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Καὶ δεῖ μαθεῖν τῆς λέξεως τὴν δύναμιν, ἵνα μὴ τὰ μέγιστα ἁμαρτάνωμεν. Εἰ γὰρ αὐτὴν καθ' ἑαυτὴν οὕτως ἐκλάβοι τις, ὥσπερ ἐστὶ πρόχειρον ἐκλαβεῖν, σκόπησον ἡλίκον ἕψεται τὸ ἄτοπον. Οὐδὲ γὰρ εἶπεν, ὅτι τὰ μὲν δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, τὰ δὲ οὐ δύναται, ἀλλὰ καθόλου εἶπεν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν.

δʹ. Ἐρώμεθα τοίνυν τὸν ἀντιλέγοντα τούτοις· Οὐδὲν οὖν ἀφ' ἑαυτοῦ δύναται ποιεῖν ὁ Υἱὸς, εἰπέ μοι; Κἂν εἴπῃ, ὅτι Οὐδὲν, ἐροῦμεν, ὅτι Καὶ μὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀφ' ἑαυτοῦ πεποίηκε· καὶ βοᾷ Παῦλος, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Καὶ πάλιν αὐτὸς ὁ Χριστὸς ἀλλαχοῦ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν, καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ὁρᾷς καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχοντα, καὶ τὴν τοσαύτην οἰκονομίαν ἀφ' ἑαυτοῦ ἐργασάμενον; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Ἡμεῖς γὰρ, ὧν οὐδὲν εὐτελέστερον γένοιτ' ἂν, πολλὰ ἀφ' ἑαυτῶν πράττομεν, καὶ κακίαν ἀφ' ἑαυτῶν αἱρούμενοι, καὶ ἀρετὴν ἀφ' ἑαυτῶν μετερχόμενοι. Εἰ δὲ μὴ ἀφ' ἑαυτῶν, μηδὲ ἐξουσίαν ἔχοντες, οὔτ' εἰς γέενναν ἁμαρτάνοντες ἐμπεσούμεθα, οὔτε βασιλείας κατορθοῦντες ἐπιτευξόμεθα. Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ, Ἀφ' ἑαυτοῦ οὐ δύναται ποιεῖν οὐδὲν, ἢ ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, ὃ μάλιστα τὴν ἰσότητα ἐνδεικνυμένου καὶ τὴν πολλὴν συμφωνίαν ἐστί. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὅτι οὐδὲν ἐναντίον ποιεῖ, ἀλλ' ὅτι Οὐ δύναται; Ἵνα κἀντεῦθεν δείξῃ πάλιν τὸ ἀπαράλλακτον καὶ τὴν ἀκρίβειαν τῆς ἰσότητος. Οὐ γὰρ ἀσθένειαν αὐτοῦ κατηγορεῖ τὸ ῥῆμα, ἀλλὰ καὶ πολλὴν αὐτοῦ τὴν δύναμιν μαρτυρεῖ. Ἐπεὶ καὶ ἀλλαχοῦ περὶ τοῦ Πατρός φησιν ὁ Παῦλος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν· καὶ πάλιν, Εἰ ἀρνησόμεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Καὶ οὐ δήπου τοῦτο τὸ, Ἀδύνατον, δηλωτικὸν ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστι, καὶ δυνάμεως ἀφάτου. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Πάντων ἀνεπίδεκτος ἡ οὐσία ἐκείνη τῶν τοιούτων ἐστίν. Ὥσπερ γὰρ ὅταν λέγωμεν καὶ ἡμεῖς, ἀδύνατον τὸν Θεὸν ἁμαρτεῖν, οὐκ ἀσθένειαν αὐτοῦ κατηγοροῦμεν, ἀλλὰ ἄῤῥητόν τινα δύναμιν αὐτοῦ μαρτυροῦμεν· οὕτω δὴ καὶ αὐτὸς ὅταν εἴπῃ, Οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, τοῦτο λέγει, ὅτι Ἀδύνατον καὶ ἀνεγχώρητόν ἐστιν ἐμὲ ποιῆσαί τι ἐναντίον τῷ Πατρί. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι τὸ λεγόμενον, τὰ ἑξῆς ἐπελθόντες, ἴδωμεν τίσι ψηφίζεται ὁ Χριστός· πότερον τοῖς παρ' ἡμῶν λεχθεῖσιν, ἢ τοῖς παρ' ὑμῖν. Σὺ μὲν γὰρ φῂς τὴν ἐξουσίαν ἀναιρεῖν τὸ ῥῆμα, καὶ τὴν προσήκουσαν αὐθεντίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἀσθενῆ δεικνύναι· ἐγὼ δὲ λέγω ὅτι τὴν ἰσότητα, καὶ τὸ ἀπαράλλακτον, καὶ τὸ ὡσανεὶ ἐκ μιᾶς γνώμης καὶ ἐξουσίας καὶ δυνάμεως γινόμενον ἐμφαίνει τοῦτο. Οὐκοῦν αὐτὸν ἐρώμεθα τὸν Χριστὸν, καὶ ἴδωμεν δι' ὧν φησιν ἑξῆς, πότερον πρὸς τὴν σὴν ὑπόνοιαν, ἢ πρὸς τὴν ἡμετέραν ἑρμηνεύει τὰ εἰρημένα. Τί οὖν φησιν· Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἶδες πῶς πρόῤῥιζον ἀνεῖλε τὸ ὑμέτερον, καὶ τὰ εἰρημένα παρ' ἡμῶν ἐβεβαίωσεν; Εἰ γὰρ ἀφ' ἑαυτοῦ οὐδὲν ποιεῖ, ἔσται οὐδὲ ὁ Πατὴρ ἀφ' ἑαυτοῦ τι ποιῶν, εἴ γε ὁμοίως αὐτῷ πάντα ποιεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, καὶ ἕτερον ἄτοπον ἕψεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι ἃ εἶδε τὸν Πατέρα ποιοῦντα ἐποίησεν, ἀλλ', Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ ποιεῖ, τῷ παντὶ παρατείνων χρόνῳ τὸν λόγον· καὶ ἔσται καθ' ὑμᾶς ἀεὶ τὰ αὐτὰ μανθάνων. Εἶδες πῶς τὸ μὲν νόημά ἐστιν ὑψηλὸν, ἡ δὲ ταπεινότης τοῦ ῥήματος καὶ τοὺς λίαν ἀναισχύντους καὶ μὴ βουλομένους ἀναγκάζει φυγεῖν τὸ χαμαίζηλον καὶ σφόδρα τῆς ἀξίας ἐκείνης ἀπᾷδον; Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς εἰπεῖν τὸν Υἱὸν καθ' ἑκάστην ἡμέραν μανθάνειν ἃ δεῖ ποιεῖν; Πῶς δὲ ἔσται ἐκεῖνο ἀληθὲς, τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι; πῶς δὲ, Καὶ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εἴ γε τὰ μὲν ὁ Πατὴρ ποιεῖ, τὰ δὲ αὐτὸς ὁρῶν μιμεῖται; Ὁρᾷς ὅτι καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων δείκνυται τῆς αὐθεντίας ἡ ἀπόδειξις; Εἰ δὲ ταπεινότερον προάγει τῶν ῥημάτων ἔνια, μὴ θαυμάσῃς. Ἐπειδὴ γὰρ ἐδίωκον αὐτὸν, τὰ ὑψηλὰ ἀκούσαντες, καὶ ἀντίθεον εἶναι ἐνόμιζον, ὀλίγον καθυφεὶς διὰ τῶν ῥημάτων μόνων, πάλιν ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον· εἶτα πάλιν ἐπὶ τὰ ταπεινὰ, ποικίλλων αὐτοῦ τὴν διδασκαλίαν, ὥστε εὐπαράδεκτον γενέσθαι καὶ τοῖς ἀγνώμοσι. Σκόπει δέ· Εἰπὼν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἀποφήνας ἴσον ἑαυτὸν τῷ Θεῷ, πάλιν λέγει· Οὐ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ, ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα. Εἶδες ὅσον πάλιν τὸ ταπεινόν; Εἰκότως. Ὃ γὰρ ἔφθην εἰπὼν, καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ἡνίκα ἂν λέγῃ τι χαμαίζηλον καὶ ταπεινὸν, μεθ' ὑπερβολῆς αὐτὸ τίθησιν, ἵνα καὶ τοὺς ἀγνώμονας ἡ τῶν ῥημάτων εὐτέλεια πείσῃ μετ' εὐσεβοῦς διανοίας δέξασθαι τὰ νοήματα. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἐννόησον πῶς ἄτοπον τὸ εἰρημένον, ἀπ' αὐτῶν τῶν ῥημάτων γυμνάζων. Ὅταν γὰρ εἴπῃ, Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, εὑρεθήσεται πολλὰ μηδέπω μαθών· ὅπερ οὐδὲ περὶ ἀποστόλων ἔστιν εἰπεῖν. Τοῦ γὰρ Πνεύματος ἅπαξ λαβόντες τὴν χάριν, ἀθρόον πάντα καὶ ᾔδεσαν καὶ ἐδύναντο ἐκεῖ νο. ἅπερ καὶ εἰδέναι αὐτοὺς καὶ δύνασθαι ἔδει. Οὗτος δὲ εὑρεθήσεται πολλὰ ὧν εἰδέναι ἐχρῆν, μηδέπω μαθών. Καὶ τί τούτου γένοιτ' ἂν ἀτοπώτερον; Τί οὖν ἐστι τὸ εἰρημένον, Ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτο οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Θαυμάζετε ὅτι παράλυτον ἔσφιγξα; μείζονα τούτων ὄψεσθε. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, ταπεινότερον δέ πως διέξεισιν, ἵνα αὐτῶν παραμυθήσηται τὴν μανίαν. Καὶ ἵνα μάθῃς ὅτι τὸ, ∆είξει, οὐ κυρίως εἴρηται, ἄκουσον τῶν ἑξῆς ὧν ἐπάγει πάλιν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, φησὶν, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι τὸ, Οὐδὲν δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, τῷ, Οὓς θέλει, ἐναντίον ἐστίν. Εἰ γὰρ οὓς θέλει, δύναται ἀφ' ἑαυτοῦ ποιεῖν (τὸ γὰρ θέλειν, ἐξουσίας)· εἰ δὲ οὐ δύναται ἀφ' ἑαυτοῦ οὐκ ἔτι οὓς θέλει. Τὸ μὲν γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει, τῆς δυνάμεως δείκνυσι τὴν ἀπαραλλαξίαν· τὸ δὲ, Οὓς θέλει, τῆς ἐξουσίας τὴν ἰσότητα. Ὁρᾷς ὅτι τὸ, Οὐ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, οὐ τὴν ἐξουσίαν ἀναιροῦντός ἐστιν, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς δυνάμεως καὶ τοῦ θελήματος ἐνδεικνυμένου; Οὕτω καὶ τὸ, ∆είξει αὐτῷ, νόησον. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν, δεικνὺς ὅτι οὐκ ἐνέργειαν δεχόμενος ποιεῖ, Ἐγώ εἰμι ἡ ἀνάστασις, φησὶ, καὶ ἡ ζωή. Εἶτα ἵνα μὴ λέγῃς, ὅτι νεκροὺς μὲν ἐγείρει οὓς θέλει, καὶ ζωοποιεῖ, τὰ δὲ ἄλλα οὐχ οὕτω ποιεῖ, προλαβὼν πᾶσαν ἀπέκλεισεν ἀντιλογίαν τοιαύτην, εἰπών· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· δηλῶν ὅτι καὶ πάντα ἃ ἐκεῖνος, καὶ οὕτως ὡς ἐκεῖνος ποιεῖ· κἂν νεκρῶν εἴπῃς ἀνάστασιν, κἂν σωμάτων διάπλασιν, κἂν ἁμαρτημάτων ἄφεσιν, κἂν ἀλλοτιοῦν, ὁμοίως ἐργάζεται τῷ γεγεννηκότι.

εʹ. Ἀλλ' οὐδενὶ τούτων προσέχουσιν οἱ τῆς ἑαυτῶν ἀμελοῦντες σωτηρίας· τοσοῦτον κακὸν τὸ προεδρίας ἐρᾷν. Τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο τὴν τῶν Ἑλλήνων ἐβεβαίωσεν ἀσέβειαν. Ὁ μὲν γὰρ Θεὸς τὰ ἀόρατα αὐτοῦ ἠβούλετο διὰ τῆς κτίσεως τοῦ κόσμου νοηθῆναι τούτου· ἐκεῖνοι δὲ ταῦτα ἀφέντες, καὶ ἀπαξιώσαντες διὰ ταύτης ἐλθεῖν τῆς διδασκαλίας, ἑτέραν ἔτεμον ἑαυτοῖς ὁδόν· διὸ καὶ τῆς οὔσης ἐξέπεσον. ∆ιὰ τοῦτο καὶ Ἰουδαῖοι οὐκ ἐπίστευσαν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ δόξαν οὐ ζητοῦντες. Ἀλλ' ἡμεῖς, ἀγαπητοὶ, τοῦτο φεύγωμεν τὸ νόσημα μεθ' ὑπερβολῆς καὶ σπουδῆς ἁπάσης. Κἂν γὰρ μυρία κατορθώματα ἔχωμεν, πάντα ἱκανὴ διαλῦσαι τῆς κενοδοξίας ἡ λύμη. Εἰ τοίνυν ἐπαίνων ἐρῶμεν, τοὺς παρὰ τῷ Θεῷ ζητῶμεν ἐπαίνους. Ὁ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων ἔπαινος, οἷος ἂν ᾖ, ὁμοῦ τε ἐφάνη καὶ ἀπώλετο· κἂν μὴ ἀπόληται, τὸ κέρδος οὐδὲν ἡμῖν ἤνεγκε, καὶ ἀπὸ κρίσεως δὲ γίνεται διεφθαρμένης πολλάκις. Τί γὰρ θαυμαστὸν ἡ παρὰ ἀνθρώπων ἔχει δόξα, ἧς καὶ ὀρχούμενοι ἀπολαύουσι νέοι, καὶ διεφθαρμέναι γυναῖκες, καὶ πλεονέκται καὶ ἅρπαγες; Ὁ δὲ παρὰ τοῦ Θεοῦ θαυμαζόμενος οὐ μετὰ τούτων, ἀλλὰ μετὰ τῶν ἁγίων ἐκείνων θαυμάζεται, τῶν προφητῶν λέγω, τῶν ἀποστόλων, τῶν ἀγγελικὸν ἐπιδειξαμένων βίον. Εἰ δὲ τὸ περιάγειν ὄχλους, καὶ τὸ ἀποβλέπεσθαι ποθοῦμεν, ἐξετάσωμεν αὐτὸ καθ' ἑαυτὸ, καὶ οὐδενὸς ἄξιον εὑρήσομεν ὄν. Ὅλως δὲ, εἰ καὶ ὄχλων ἐρᾷς, ἐφέλκου τὸν δῆμον τῶν ἀγγέλων, καὶ γίνου φοβερὸς δαίμοσι, καὶ τῶν ἀνθρωπίνων οὐδένα ποιήσῃ λόγον· ἀλλὰ πάντα οὕτω καταπατήσεις τὰ λαμπρὰ, ὡς βόρβορον καὶ πηλόν· καὶ ὄψει τότε σαφῶς, ὅτι οὐδὲν οὕτω παρασκευάζει ψυχὴν ἀσχημονεῖν, ὡς τὸ δόξης ἐρᾷν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ταύτης ἐρῶντα μὴ ζῆσαι βίον ἐσταυρωμένον· ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Ὁ γὰρ ταύτης περιγενόμενος, καὶ φθόνου καὶ φιλοχρηματίας, καὶ πάντων περιέσται τῶν χαλεπῶν νοσημάτων. Καὶ πῶς αὐτῆς περιεσόμεθα, φησίν; Ἂν πρὸς τὴν ἄλλην ἴδωμεν δόξαν τὴν ἐκ τῶν οὐρανῶν, ἧς ἐκβάλλειν ἡμᾶς αὕτη βιάζεται. Ἐκείνη γὰρ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ μεθ' ἡμῶν πρὸς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ πάσης ἡμᾶς ἐλευθεροῖ δουλείας σαρκικῆς, ᾗ μετὰ πολλῆς ἀθλιότητος δουλεύομεν νῦν, ὅλους ἑαυτοὺς τῇ γῇ καὶ τοῖς ταύτης ἐκδόντες πράγμασι. Κἂν εἰς ἀγορὰν ἐμβάλῃς, κἂν εἰς οἰκίαν εἰσέλθῃς, κἂν εἰς τὰς ὁδοὺς, κἂν εἰς τοὺς σταθμοὺς, κἂν εἰς τὰ καταγώγια, κἂν εἰς τὰ πανδοχεῖα, κἂν εἰς πλοῖον, κἂν εἰς νῆσον, κἂν εἰς τὰ βασίλεια, κἂν εἰς τὰ δικαστήρια, κἂν εἰς βουλευτήρια, πανταχοῦ τῶν παρόντων καὶ τῶν βιωτικῶν πραγμάτων ὄψει τὴν φροντίδα, καὶ ἕκαστον ὑπὲρ τούτων κοπτόμενον, τούς τε ἀπόντας τούς τε ἐπιόντας, τοὺς ἀποδημοῦντας τούς τε μένοντας, τοὺς πλέοντας, τοὺς γεωργοῦντας, τοὺς ἐν τοῖς ἀγροῖς, τοὺς ἐν ταῖς πόλεσι, πάντας ἁπλῶς. Τίς οὖν ἡμῖν ἐλπὶς σωτηρίας ἔσται, ὅταν τὴν γῆν οἰκοῦντες τοῦ Θεοῦ, μὴ τὰ τοῦ Θεοῦ φρονῶμεν, ἀλλὰ κελευσθέντες εἶναι ξένοι τῶν ἐνταῦθα, ξένοι τῶν οὐρανῶν ὦμεν, καὶ τῶν ἐνταῦθα πολῖται; Τί ταύτης τῆς ἀναισθησίας χεῖρον γένοιτ' ἂν, ὅταν καθ' ἑκάστην ἡμέραν τὰ τῆς κρίσεως, τὰ τῆς βασιλείας ἀκούοντες, τοὺς ἐπὶ τοῦ Νῶε μιμώμεθα καὶ τοὺς ἐν Σοδόμοις, τῇ πείρᾳ τῶν πραγμάτων μένοντες πάντα μαθεῖν; Καίτοι γε διὰ τοῦτο πάντα ἐκεῖνα γέγραπται, ἵνα εἴ τις τοῖς μέλλουσιν ἀπιστεῖ, ἀπὸ τῶν ἤδη γεγενημένων σαφῆ λάβῃ καὶ περὶ τῶν μελλόντων τὴν ἀπόδειξιν. Ταῦτα οὖν ἐννοοῦντες, καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, μικρὸν γοῦν ἀναπνεύσωμεν τῆς χαλεπῆς ταύτης δουλείας, καί τινα καὶ τῆς ψυχῆς ποιησώμεθα λόγον, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΘʹ. Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν

δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.

αʹ. Πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς ἐν ἅπασιν, ἀγαπητοί. Καὶ γὰρ λόγον δώσομεν, καὶ εὐθύνας ὑφέξομεν ἀκριβεῖς, καὶ ῥημάτων καὶ πραγμάτων. Οὐ γὰρ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκεν, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ. ∆εῖ γὰρ ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, φησὶ Παῦλος, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Τοῦτο τοίνυν τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ. Ὥσπερ γὰρ ὁ τῆς ψυχῆς ἐκβαλὼν τὴν ἡμέραν ἐκείνην, καθάπερ ἵππος τὸν χαλινὸν ἀποῤῥήξας, εἰς κρημνοὺς φέρεται (Βεβηλοῦνται γὰρ, φησὶν, αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· διὸ καὶ τὴν αἰτίαν τιθεὶς, ἐπήγαγεν· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ)· οὕτως ὁ διαπαντὸς τοῦτον ἔχων τὸν φόβον, σωφρόνως βαδιεῖται. Ἀναμιμνήσκου γὰρ, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσεις. Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι' ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν. Ἐκ δευτέρου γὰρ, φησὶ, χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. ∆ιὸ καὶ ἐνταῦθα ἔλεγεν· Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Οὐκοῦν καὶ Πατέρα αὐτὸν προσεροῦμεν, φησίν; Ἄπαγε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Τὸν Υἱὸν, ἵνα μένοντα Υἱὸν τιμῶμεν ὡς τὸν Πατέρα. Ὁ δὲ Πατέρα αὐτὸν λέγων οὐκ ἔτι τὸν Υἱὸν ὡς Πατέρα ἐτίμησεν, ἀλλὰ τὸ πᾶν συνέχεεν. Ἐπεὶ τοίνυν εὐεργετούμενοι οἱ ἄνθρωποι, οὐχ οὕτω προσάγονται ὡς τιμωρούμενοι, διὰ τοῦτο οὕτως εἶπε φοβερῶς, ἵνα κἂν ὁ φόβος εἰς τιμὴν ἑαυτοῦ ἐπισπάσηται. Πᾶσαν δὲ ὅταν εἴπῃ, τοῦτο λέγει, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν κύριός ἐστι, καὶ ἑκά τερα ποιεῖν ὡς ἂν ἐθέλῃ. Τὸ δὲ, Ἔδωκεν, εἴρηται, ἵνα μὴ ἀγέννητον αὐτὸν ὑποπτεύσῃς, μηδὲ δύο Πατέρας εἶναι νομίσῃς. Πάντα γὰρ ὅσα ἐστὶν ὁ Πατὴρ, ταῦτά ἐστι καὶ ὁ Υἱὸς, γεννηθεὶς, καὶ μένων ἐν τῷ εἶναι Υἱός. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ἔδωκεν, ἴσον τῷ ἐγέννησεν, ἐστὶν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δηλούμενον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, φησὶν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Ὁ γὰρ διδοὺς, ὄντι τινὶ δίδωσιν. Οὐκοῦν ἦν τῆς ζωῆς χωρὶς γεννηθείς; Ἀλλὰ τοῦτο οὐδ' ἂν δαίμονες ὑποπτεύσαιεν· μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Ἔδωκε ζωὴν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν· οὕτω καὶ τὸ Ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέννησεν. Ἵνα γὰρ μὴ, ἀκούων ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσῃς καὶ τιμῆς ἐλάττωσιν, αὐτὸς ἔρχεταί σε κρίνων, τὴν ἰσότητα καὶ ἐντεῦθεν δεικνύς. Ὁ γὰρ ἔχων ἐξουσίαν κολάζειν καὶ τιμᾷν οὓς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμὴν, τί γέγονεν ὥστε αὐτὸν ὕστερον τιμηθῆναι; ἐκ ποίας ἐπὶ τοῦτο ἦλθε προκοπῆς ὥστε τὴν ἀξίαν ταύτην λαβεῖν καὶ χειροτονηθῆναι; Οὐκ αἰσχύνεσθε τὰ ἀνθρώπινα ταῦτα καὶ εὐτελῆ νοήματα τῇ ἀκηράτῳ φύσει καὶ οὐδὲν ἐπείσακτον ἐχούσῃ ἀναισχύντως οὕτως ἐπεισάγοντες; Τίνος οὖν ἕνεκεν οὕτω φθέγγεται, φησίν; Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι. ∆ιὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ ὅρα πῶς· καλὸν γὰρ ἐξ ἀρχῆς ταῦτα ἰδεῖν. Εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· δεικνὺς ἐκ τούτου τὸ ἴσον καὶ τὸ ὁμότιμον· Καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τί λοιπὸν ποιεῖ; Τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, λέγων. Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ. Εἶτα ἐπὶ τὸ ὑψηλότερον· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἶδες πῶς τὸν λόγον ποικίλλει, δι' ὑψηλῶν τε καὶ ταπεινῶν αὐτὸν ὑφαίνων ὀνομάτων τε καὶ ῥημάτων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς μετὰ ταῦτα μηδὲν βλαβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ περὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαβόντας ἔννοιαν; Εἰ γὰρ μὴ τοῦτό ἐστι, μηδὲ συγκαταβάσεως ἕνεκεν εἴρηται τὰ εἰρημένα, τίνος ἕνεκεν τὰ ὑψηλὰ προσέκειτο; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ φθέγγεσθαι, ὅταν μικρόν τι εἴπῃ καὶ ταπεινὸν, πρόφασιν εὐπρόσωπον ἔχει, οἰκονομίας τινὸς ἕνεκεν τοῦτο ποιῶν· ὁ δὲ εὐτελῆ λέγειν ὀφείλων περὶ ἑαυτοῦ, ἂν μέγα τι εἴπῃ, τίνος ἕνεκεν τὰ ὑπερβαίνοντα αὐτοῦ τὴν φύσιν φθέγγεται; Τοῦτο γὰρ οὐκ ἔτι οἰκονομίας τινὸς, ἀλλ' ἐσχάτης ἀσεβείας ἐστίν.

βʹ. Ὥστε ἡμεῖς μὲν δικαίαν καὶ τῷ Θεῷ πρέπουσαν αἰτίαν ἔχομεν εἰπεῖν τῶν ταπεινῶν ῥημάτων, τὴν συγκατάβασιν, καὶ τὸ παιδεύειν μετριάζειν, καὶ τὴν διὰ ταύτης ἡμῖν οἰκονομουμένην σωτηρίαν· ὃ καὶ αὐτὸς δηλῶν ἀλλαχοῦ ἔλεγε· Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἐπειδὴ γὰρ εἰς τὴν Ἰωάννου κατέφυγε μαρτυρίαν, τὴν ἑαυτοῦ ἀφεὶς (ὅπερ ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἦν)· τῆς εὐτελείας τῆς τοσαύτης τῶν ῥημάτων τιθεὶς τὴν αἰτίαν, εἶπε τὸ, Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὑμεῖς δὲ οἱ λέγοντες μὴ ἔχειν αὐτὸν τὴν αὐτὴν ἐξουσίαν καὶ τὴν δύναμιν τῷ γεγεννηκότι, τί ἂν εἴπητε ὅταν ἀκούσητε αὐτοῦ φθεγγομένου, δι' ὧν ἴσην δείκνυσι τὴν πρὸς τὸν Πατέρα καὶ δύναμιν καὶ ἐξουσίαν καὶ δόξαν; Τίνος δὲ ἕνεκεν καὶ τὴν αὐτὴν τιμὴν ἀπαιτεῖ, σφόδρα καταδεέστερος ὢν, ὤς φατε; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, οὕτως εἰπὼν, ἀλλὰ καὶ ἐπάγει λέγων· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ὁρᾷς πῶς συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ τῇ τιμῇ τοῦ Πατρός; Καὶ τί τοῦτο, φησί; Τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀποστόλων ἔστιν ἰδεῖν· Ὁ γὰρ δεχόμενος, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἀλλ' ἐκεῖ μὲν, ἐπειδὴ τὰ τῶν δούλων οἰκειοῦται τῶν ἑαυτοῦ, διὰ τοῦτο οὕτως εἶπεν· ἐνταῦθα δὲ, ἐπειδὴ μία ἐστὶν ἡ οὐσία καὶ ἡ δόξα. Ἄλλως δὲ καὶ ἐπὶ τῶν ἀποστόλων οὐκ εἴρηται, ἵνα τιμῶσι. Καλῶς δὲ εἶπεν, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ γὰρ εἰ δύο βασιλέων ὄντων ὁ εἷς ὑβρίζοιτο, συνυβρίζεται καὶ ὁ ἕτερος, καὶ μάλιστα ὅταν ὁ ὑβριζόμενος υἱὸς ᾖ. Ὑβρίζεται μὲν γὰρ καὶ ὁπλίτου παροινηθέντος· ἀλλ' οὐχ ὁμοίως, ἀλλ' ὡς διὰ μεσίτου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὡς δι' ἑαυτοῦ. ∆ιὰ τοῦτο προλαβὼν εἶπεν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἵνα, ὅταν εἴπῃ, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὴν αὐτὴν ἐννοήσῃς τιμήν. Οὐ γὰρ ἁπλῶς, Ὁ μὴ τιμῶν, ἀλλ', Ὁ μὴ τιμῶν οὕτως ὡς εἶπον, φησὶν, οὐ τιμᾶ τὸν Πατέρα. Καὶ πῶς, φησὶ, τῆς αὐτῆς οὐσίας ὁ πέμπων καὶ ὁ πεμπόμενος; Πάλιν ἐπὶ τὰ ἀνθρώπινα καταφέρεις τὸν λόγον, καὶ οὐκ ἐννοεῖς ὅτι ταῦτα πάντα δι' οὐδὲν ἕτερον εἴρηται, ἀλλ' ἵνα καὶ τὸν αἴτιον εἰδῶμεν, καὶ εἰς τὴν Σαβελλίου μὴ περιπέ σωμεν νόσον, καὶ τῶν Ἰουδαίων ἡ ἀσθένεια τοῦτον θεραπευθῇ τὸν τρόπον, ὥστε μὴ νομισθῆναι αὐτὸν ἀντίθεον εἶναι παρ' αὐτοῖς. Καὶ γὰρ ἔλεγον, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· οὗτος ἀπὸ Θεοῦ οὐκ ἐλήλυθε. Πρὸς δὲ τὸ τὴν ὑποψίαν ταύτην ἀνελεῖν, οὐχ οὕτω τὰ ὑψηλὰ, ὡς τὰ ταπεινὰ συνεβάλλετο. ∆ιὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω ἔλεγεν ἀπεστάλθαι, οὐχ ἵνα ἐλάττωσίν τινα αὐτοῦ νομίσῃς εἶναι τὸ ῥῆμα, ἀλλ' ἵνα ἐμφράξῃ τὰ ἐκείνων στόματα. ∆ιὰ τοῦτο καὶ καταφεύγει συνεχῶς ἐπὶ τὸν Πατέρα, τιθεὶς μεταξὺ καὶ τὴν οἰκείαν αὐθεντίαν. Εἴτε γὰρ πάντα πρὸς τὴν ἀξίαν ἔλεγε τὴν ἑαυτοῦ, οὐκ ἂν ἐδέξαντο τὰ λεγόμενα ἐκεῖνοι, ὅπου γε καὶ ἀπὸ ὀλίγων τοιούτων ῥημάτων ἐδίωξάν τε αὐτὸν καὶ ἐλίθασαν πολλάκις· εἴτε πρὸς ἐκείνους ἀφορῶν πάντα ἐφθέγγετο ταπεινὰ, μετὰ ταῦτα πολλοὶ ἐβλάβησαν ἄν. ∆ιόπερ ἀναμίγνυσι καὶ κιρνᾷ τὴν διδασκαλίαν, καὶ διὰ τούτων, ὅπερ ἔφην, τῶν ταπεινῶν ἐμφράττων τὰ ἐκείνων στόματα, καὶ διὰ τῶν πρὸς τὴν ἀξίαν λεχθέντων τὴν εὐτελῆ τῶν εἰρημένων ἀποκρουόμενος ἔννοιαν παρὰ τοῖς νοῦν ἔχουσι, καὶ δεικνὺς οὐδὲν αὐτῷ προσήκουσαν ὅλως. Τὸ γὰρ πεμφθῆναι, μεταβάσεώς ἐστιν· ὁ δὲ Θεὸς πανταχοῦ πάρεστι. Τίνος οὖν ἕνεκέν φησιν, ἀπεστάλθαι; Παχύτερα λέγει, τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δηλῶν· οὕτω γοῦν καὶ τὰ ἑξῆς σχηματίζει ῥήματα, τοῦτο κατασκευάσαι θέλων. Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅτι ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Ὁρᾷς πῶς συνεχῶς τὸ αὐτὸ τίθησι, θεραπεύων ἐκείνην τὴν ὑποψίαν, καὶ ἐντεῦθεν καὶ διὰ τῶν ἑξῆς, καὶ φόβῳ καὶ εὐεργεσίας ἐπαγγελίᾳ τὴν πρὸς αὐτὸν φιλονεικίαν καταλύων, κἀνταῦθα πάλιν συγκαταβαίνων πολὺ τοῖς ῥήμασιν; Οὐδὲ γὰρ εἶπεν, Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων ἐμοί. Ἦ γὰρ ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν εἶναι, καὶ κόμπον ῥημάτων περιττόν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον καὶ μυρία θαύματα τοῦτο ὑπώπτευσαν, φθεγξαμένου αὐτοῦ οὕτω, πολλῷ μᾶλλον τότε. ∆ιὸ καὶ ἔλεγον αὐτῷ τότε· Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, εἰς τὸν αἰῶνα οὐ μὴ γεύσεται θανάτου; Ἵν' οὖν μὴ καὶ ἐνταῦθα ἐκθηριωθῶσιν, ὅρα τί φησιν· Ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Τοῦτο δὲ οὐ μικρῶς εὐπαράδεκτον ἐποίει τὸν λόγον, τὸ μαθεῖν λέγω, ὅτι τῷ Πατρὶ πιστεύουσιν οἱ αὐτοῦ ἀκούοντες. Τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερα δέχεσθαι. Ὥστε καὶ τῷ ταπεινόν τι εἰπεῖν τοῖς ὑψηλοῖς συνετέλει καὶ προωδοποίει. Εἰπὼν δὲ, Ἔχει ζωὴν αἰώνιον, ἐπάγει· Καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· δύο τούτοις εὐπαράδεκτον ποιῶν τὸν λόγον, καὶ τῷ τὸν Πατέρα εἶναι πιστευόμενον, καὶ τῷ πολλῶν ἀπολαύειν ἀγαθῶν τὸν πειθόμενον. Τὸ δὲ, Εἰς κρίσιν οὐκ ἔρχεται, τοῦτό ἐστιν, οὐ κολάζεται. Θάνατον γὰρ οὐ τοῦτόν φησι τὸν ἐνταῦθα, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ οὖν καὶ ζωὴν ἐκείνην τὴν ἀθάνατον. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἰπὼν τὰ ῥήματα, λέγει καὶ τὴν διὰ τῶν ἔργων ἀπό δειξιν. Ἐπειδὴ γὰρ ἔλεγεν, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ἵνα μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχεται καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν λέγων· Ἔρχεται ὥρα. Εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσῃς χρόνον, ἐπάγει· Καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἶδες αὐθεντίαν ἐνταῦθα καὶ ἐξουσίαν ἄφατον; Ὥσπερ γὰρ ἐν τῇ ἀναστάσει, οὕτω καὶ νῦν ἔσται, φησί. Καὶ γὰρ τότε φωνῆς ἀκούσαντες ἐπιταττούσης ἐγειρόμεθα· Ἐν κελεύσματι γὰρ, φησὶ, Θεοῦ οἱ νεκροὶ ἀναστήσονται. Καὶ πόθεν δῆλον, ἴσως ἐρεῖ τις, ὅτι οὐ κόμπος τὰ εἰρημένα; Ἐξ ὧν ἐπήγαγεν, ὅτι Καὶ νῦν ἐστιν. Εἰ μὲν γὰρ εἰς τὸν μέλλοντα μόνον ἐπήγγελτο χρόνον, ἔμελλεν ὁ λόγος ὕποπτος εἶναι παρ' αὐτοῖς. Νυνὶ δὲ παρέχει τὴν ἀπόδειξιν. Ἐμοῦ γὰρ, φησὶ, διατρίβοντος μεθ' ὑμῶν, τοῦτο γενήσεται. Οὐκ ἂν δὲ μὴ δυνάμενος ἐπηγγείλατο κατὰ τὸν καιρὸν ἐκεῖνον, ὥστε μὴ πλείονα γέλωτα ὀφλεῖν ἐκ τῆς ὑποσχέσεως. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικὸν, λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ.

γʹ. Ὁρᾷς πῶς τὸ ἀπαράλλακτον, καὶ ἑνὶ μόνῳ τὴν διαφορὰν ἐμφαῖνον, τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἱόν; Ἡ γὰρ, Ἔδωκε, λέξις, ταύτην εἰσάγει τὴνδιαίρεσιν μόνην, τὰ δὲ ἄλλα πάντα ἴσα καὶ ἀπαράλλακτα δείκνυσιν. Ὅθεν δῆλον, ὅτι μετὰ τοσαύτης ἐξουσίας πάντα ποιεῖ καὶ δυνάμεως, μεθ' ὅσης ὁ Πατὴρ, καὶ οὐχ ἑτέρωθεν δυναμούμενος. Οὕτω γὰρ ἔχει ζωὴν, ὥσπερ ὁ Πατήρ. ∆ιὰ δὴ τοῦτο καὶ τὸ ἐφεξῆς εὐθέως ἐπήγαγε πάλιν, ἵνα ἀπὸ τούτου κἀκεῖνο νοήσωμεν. Ποῖον δὴ τοῦτο; Τὸ, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Καὶ τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει; Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ πάλιν, Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· καὶ πάλιν, Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ πάλιν, Οἱ ἀκούσαντες τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ ζήσονται· καὶ ἐνταῦθα δὴ πάλιν, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα στρέφει συνεχῶς, κρίσιν λέγω καὶ ζωὴν καὶ ἀνάστασιν; Ὅτι ταῦτα μάλιστα πάντων ἐστὶ τὰ καὶ ἐπαγαγέσθαι δυνάμενα καὶ τὸν ἀνένδοτον ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ τούτῳ δώσει τὰς εὐθύνας τῶν πεπλημμελημένων· εἰ καὶ μηδὲν ἕτερον εἶδε σημεῖον, τοῦτο καταδεξάμενος προσδραμεῖται πάντως, ἥμερον κατασκευάζων ἑαυτῷ τὸν δικαστήν. Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Παῦλος μὲν ὁ Σαμοσατεὺς οὐχ οὕτω φησὶν, ἀλλὰ πῶς; Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ἀλλ' οὐδεμίαν ἀκολουθίαν ἔχει τοῦτο οὕτω λεγόμενον. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν ὅτι ἄνθρωπός ἐστιν, (ἐπεὶ τί ἐκώλυε πάντας ἀνθρώπους εἶναι κριτάς;) ἀλλ' ἐπειδὴ τῆς ἀῤῥήτου οὐσίας ἐκείνης ἐστὶν Υἱὸς, διὰ τοῦτό ἐστι κριτής. Οὕτω τοίνυν ἀναγνωστέον, Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Ἐπειδὴ ἐδόκει τοῖς ἀκούουσι προσίστασθαι τὸ λεγόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι ἢ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μείζονα ἢ κατὰ ἄγγελον, καὶ Θεοῦ μόνου· ταύτην λύων τὴν ἀντίθεσιν, ἐπήγαγε· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστί; καὶ γὰρ καὶ Υἱὸς Θεοῦ ἐστιν· ἀλλὰ τῆς ἀναστάσεως ἐμνημόνευσεν; Ἔθηκε μὲν αὐτὸ ἀνωτέρω, λέγων, Ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ Θεοῦ. Εἰ δὲ ἐνταῦθα ἀπεσιώπησε, μὴ θαυμάσῃς. Τὸ γὰρ ἔργον εἰπὼν, ὃ Θεοῦ ἴδιον ἦν, δίδωσι τοῖς ἀκροωμένοις ἐξ αὐτοῦ συλλογίσασθαι λοιπὸν, ὅτι καὶ Θεὸς ἦν, καὶ Θεοῦ Παῖς. Παρ' αὐτοῦ μὲν γὰρ λεγόμενον συνεχῶς προσέστη ἂν τότε ἐκείνοις· ἀπὸ δὲ τοῦ συλλογισμοῦ τῶν θαυμάτων δεικνύμενον ἀνεπαχθεστέραν τὴν διδασκαλίαν ἐποίει. Καὶ γὰρ οἱ τοὺς συλλογισμοὺς πλέκοντες, ὅταν τὰ μέρη θέντες, γενναίως ἀποδείξωσι τὸ ζητούμενον, οὐκ ἐπάγουσιν αὐτοὶ τὸ συμπέρασμα πολλάκις, ἀλλ' εὐγνωμονέστερον κατασκευάζοντες τὸν ἀκροατὴν, καὶ τὴν νίκην λαμπροτέραν ποιοῦντες, αὐτὸν ἐκεῖνον παρασκευάζουσι τὸν ἀντιλέγοντα τὴν ἀπόφασιν ἐξενεγκεῖν, ὥστε μᾶλλον αὐτοῖς ψηφίσασθαι τοὺς παρόντας τῶν ἀντιδίκων τὴν ὑπὲρ αὐτῶν φερόντων ψῆφον. Τῆς μὲν οὖν κατὰ τὸν Λάζαρον μνημονεύσας ἀναστάσεως, τὴν κρίσιν ἐσίγησεν· οὐ γὰρ διὰ τοῦτο ἀνέστη Λάζαρος· τὴν δὲ καθόλου εἰπὼν, καὶ τοῦτο προσέθηκεν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες ἐκπορεύσονται εἰς ἀνάστασιν ζωῆς· Οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Οὕτω καὶ Ἰωάννης ἐπήγετο τὸν ἀκροατὴν, κρίσεως μνησθεὶς, καὶ ὅτι Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Οὕτω καὶ αὐτὸς τὸν Νικόδημον· Ὁ γὰρ πιστεύων εἰς τὸν Υἱὸν, ἔλεγε πρὸς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων. ἤδη κέκριται. Οὕτω καὶ ἐνταῦθα καὶ δικαστηρίου καὶ κολάσεως μέμνηται τῆς ἐπὶ ταῖς πονηραῖς πράξεσιν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι Ὁ ἀκούων μου τὸν λόγον, καὶ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται· ἵνα μὴ νομίσῃ τις ὅτι τοῦτο ἀρκεῖ πρὸς σωτηρίαν μόνον, καὶ τὰ ἐκ τοῦ βίου προσέθηκεν, εἰπὼν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ἐπεὶ οὖν ἔφησεν αὐτῷ τὴν οἰκουμένην ἅπασαν δώσειν λόγον, καὶ πάντας ἀπὸ τῆς φωνῆς ἀναστήσεσθαι τῆς αὐτοῦ, πρᾶγμα καινὸν καὶ παράδοξον, καὶ ἔτι καὶ νῦν ἀπιστούμενον παρὰ πολλοῖς, καὶ τῶν δοκούντων πεπιστευκέναι, μήτι γε τότε παρὰ Ἰουδαίοις ἄκουσον πῶς αὐτὸ κατασκευάζει, πάλιν τῇ ἀσθενείᾳ συγκαταβαίνων τῶν ἀκροωμένων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καίτοι οὐ μικρὰν τέως ἀναστάσεως ἦν δεδωκὼς ἀπόδειξιν, τὸν παράλυτον σφίγξας. ∆ιόπερ οὐδὲ πρότερον περὶ ἀναστάσεως διελέχθη, ἕως ἐκεῖνο ἐποίησεν, ὃ τῆς ἀναστάσεως οὐ σφόδρα ἀποδέον ἦν. Καὶ τὴν κρίσιν δὲ ᾐνίξατο τότε, μετὰ τὴν τοῦ σώματος σφίγξιν εἰπὼν, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· ἀλλ' ὅμως καὶ τὴν Λαζάρου προαναφωνεῖ, καὶ τὴν τῆς οἰκουμένης. Καὶ ἐπειδὴ δύο ταύτας ἀναστάσεις προεῖπε, τήν τε τοῦ Λαζάρου τὴν αὐτίκα μάλα ἐκβησομένην, καὶ τὴν τῆς οἰκουμένης τὴν μακροῖς ὕστερον ἐσομένην χρόνοις, ταύτην μὲν ἀπὸ τοῦ παραλύτου πιστοῦται καὶ τῆς ἐγγύτητος τοῦ καιροῦ, λέγων, Ἔρχεται ὥρα, καὶ νῦν ἐστιν· ἐκείνην δὲ, ἀπὸ τῆς κατὰ τὸν Λάζαρον ἀναστάσεως, διὰ τῶν ἤδη γενομένων τὰ μηδέπω γενόμενα ὑπ' ὄψιν ἄγων. Καὶ τοῦτο πανταχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν, δύο τιθέντα προῤῥήσεις ἢ καὶ τρεῖς, καὶ τὰ ἐσόμενα ἀπὸ τῶν γενομένων ἀεὶ πιστούμενον.

δʹ. Ἀλλ' ὅμως τοσαῦτα καὶ εἰπὼν καὶ ποιήσας, ἐπειδὴ τέως ἀσθενέστεροι ἦσαν, οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δι' ὧν ἐπάγει ῥημάτων αὐτῶν καταστέλλει τὴν φιλονεικίαν, λέγων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἐπειδὴ γὰρ ξένα τινὰ καὶ παρηλλαγμένα παρὰ τοὺς προφήτας ἐδόκει λέγειν (ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ Θεός ἐστιν ὁ κρίνων τὴν γῆν ἅπασαν, τουτέστι, τὸ ἀνθρώπινον γένος· καὶ τοῦτο ὁ ∆αυῒδ πανταχοῦ ἀνακηρύττων ἔλεγε, Κρινεῖ λαοὺς ἐν εὐθύτητι· καὶ, Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· καὶ οἱ προφῆται δὲ πάντες καὶ ὁ Μωϋσῆς· ὁ δὲ Χριστὸς ἔλεγεν, Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ἱκανὸν δὲ τοῦτο ἦν θορυβῆσαι τὸν ἀκούοντα τότε Ἰουδαῖον, καὶ παρασκευάσαι πάλιν ἀντίθεον αὐτὸν ὑποπτεύειν), σφόδρα ἐνταῦθα συγκαταβαίνει τῷ λόγῳ, καὶ τοσοῦτον, ὅσον ἀπῄτει αὐτῶν ἡ ἀσθένεια, ὥστε τὴν ὀλεθρίαν ταύτην ὑποψίαν πρόῤῥιζον ἀνελεῖν, καί φησιν· Ἐγὼ οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· τουτέστιν, οὐδὲν ξένον, οὐδὲ παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ' ἐμοῦ γινόμενον ὄψεσθε, ἢ λεγόμενον ἀκούσεσθε. Καὶ πρότερον εἰπὼν, ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, καὶ δείξας ὅτι ἄνθρωπον αὐτὸν τέως ὑπώπτευον, οὕτω καὶ ἐνταῦθα προστίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἰπὼν, Ὃ ἀκηκόαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν· καὶ ὁ Ἰωάννης, Ὃ ἑώρακε, μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· περὶ ἀκριβοῦς δὲ ἀμφότερα εἴρηται γνώσεως, οὐχ ἁπλῶς περὶ ἀκοῆς καὶ ὄψεως· οὕτω καὶ ἐνταῦθα ἀκοὴν εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἀδύνατον ἄλλο τι θελῆσαι αὐτὸν, ἢ ὅπερ ὁ Πατήρ. Ἀλλ' οὐκ εἶπεν οὕτω σαφῶς (οὐ γὰρ ἂν ἐδέξαντο ἐξ εὐθείας τέως οὕτως ἀκούοντες)· ἀλλὰ πῶς; Συγκαταβατικῶς καὶ ἀνθρωπίνως σφόδρα· Καθὼς ἀκούω, κρίνω. Πάλιν οὐ διδασκαλίαν λέγων ἐνταῦθα (οὐ γὰρ εἶπε, Καθὼς διδάσκομαι, ἀλλὰ, Καθὼς ἀκούω), ἀλλ' οὐδὲ ὡς δεόμενος ἀκροάσεως ταῦτά φησιν (οὐ γὰρ μόνον τοῦ διδάσκεσθαι ἀνενδεὴς ἦν, ἀλλὰ καὶ τοῦ δεῖσθαι ἀκούειν), τὴν δὲ ὁμόνοιαν δηλῶν καὶ τὸ ἀπαράλλακτον τῆς ψήφου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω κρίνω, ὡς ἂν εἰ αὐτὸς ὁ Πατὴρ ἦν ὁ κρίνων. Εἶτα ἐπάγει, Καὶ οἶδα ὅτι ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἔχεις γὰρ θέλημα ἕτερον παρὰ τὸν Πατέρα; Καὶ μὴν ἀλλαχοῦ εἶπας, Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν· καὶ πάλιν, ἐπὶ θελήματος λέγων καὶ ὁμονοίας· ∆ὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· τουτέστιν, ἐν τῇ περὶ ἡμῶν πίστει. Ὁρᾷς ὅτι τὰ μάλιστα δοκοῦντα εἶναι ταπεινὰ, ταῦτά ἐστιν ἅπερ ἔχει ἐγκεκρυμμένον τὸ ὑψηλὸν νόημα; Ὃ γὰρ αἰνίττεται, τοιοῦτόν ἐστιν· ὅτι οὐκ ἄλλο μὲν τοῦ Πατρὸς τὸ θέλημα, ἄλλο δὲ τὸ αὐ τοῦ· ἀλλ' ὥσπερ μιᾶς διανοίας ἓν θέλημα, οὕτως ἐμοῦ καὶ τοῦ Πατρός. Καὶ μὴ θαυμάσῃς, εἰ τοσαύτην εἶπε συνάφειαν. Καὶ γὰρ ἐπὶ τοῦ Πνεύματος τούτῳ κέχρηται τῷ ὑποδείγματι ὁ Παῦλος, λέγων· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐδὲν οὖν ἄλλο ἢ τοῦτό φησιν, ὅτι Οὐκ ἔστι μοι θέλημα ἕτερον καὶ ἴδιον παρὰ τοῦ Πατρὸς, ἀλλ' εἴ τι ἐκεῖνος βούλεται τοῦτο καὶ ἐγώ· καὶ εἴ τι ἐγὼ, τοῦτο καὶ ἐκεῖνος. Ὥσπερ οὖν τῷ Πατρὶ οὐδεὶς ἂν ἐγκαλέσειε κρίνοντι, οὕτως οὐδὲ ἐμοί· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης ἑκατέρα ἡ ψῆφος φέρεται. Εἰ δὲ ἀνθρωπινώτερον ταῦτα διαλέγεται, μὴ θαυμάσῃς. Ἄνθρωπον γὰρ αὐτὸν ἔτι ἐνόμιζον εἶναι ψιλόν. ∆ιὸ χρὴ μάλιστα ἐν τοῖς τοιούτοις μὴ τὰ λεγόμενα ἐξετάζειν μόνον, ἀλλὰ καὶ τὴν ὑπόνοιαν τῶν ἀκροωμένων προστιθέναι, καὶ οὕτω τῶν λεγομένων ἀκούειν, ὡς πρὸς ἐκείνην εἰρημένων ὑπόνοιαν· ἐπεὶ πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει γάρ· Εἶπεν, Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν. Οὐκοῦν ἕτερόν ἐστι τὸ αὐτοῦ θέλημα, καὶ σφόδρα ἀποδέον· καὶ οὐδὲ ἁπλῶς ἀποδέον, ἀλλ' οὐδὲ ὠφέλιμον οὕτως. Ἐπεὶ εἰ σωτηριῶδες ἦν καὶ συμβαῖνον τῷ τοῦ Πατρὸς, τίνος ἕνεκεν αὐτὸ οὐ ζητεῖς; Ἄνθρωποι μὲν γὰρ εἰκότως ἂν τοῦτο λέγοιεν, ὡς πολλὰ θελήματα ἔχοντες παρὰ τὰ τῷ Θεῷ δοκοῦντα· σὺ δὲ τίνος ἕνεκεν τοῦτο φῂς, κατὰ πάντα ἐοικὼς τῷ Πατρί; Τοῦτο γὰρ οὐδὲ ἀνδρὸς ἠκριβωμένου καὶ ἐσταυρωμένου εἴποι τις ἂν εἶναι τὸ ῥῆμα. Εἰ γὰρ ὁ Παῦλος οὕτως ἑαυτὸν ἐκέρασε τῷ θελήματι τοῦ Θεοῦ, ὡς εἰπεῖν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, πῶς ὁ πάντων ∆εσπότης εἶπεν ἂν, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, ὡς ἑτέρου ὄντος ἐκείνου; Τί οὖν ἐστιν ὅ φησιν; Ὡς ἐπ' ἀνθρώπου προσάγει τὸν λόγον, καὶ πρὸς τὴν ὑπόνοιαν τῶν ἀκροωμένων φθέγγεται. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἔμπροσθεν ἀπέδειξε τὰ λεγόμενα, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διαλεχθεὶς, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ λέγει, ὅτι Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστί. Καὶ πόθεν δῆλον; Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ὥσπερ γὰρ ἐπ' ἀνθρώπων ὁ φιλαυτίας ἀπηλλαγμένος, οὐκ ἂν ἔχοι δικαίως ἐγκαλεῖσθαι ὡς παρὰ τὸ δέον δικάσας· οὕτως οὐδὲ ἐμοὶ νῦν δυνήσεσθε ἐπιτιμᾷν. Ὁ μὲν γὰρ θέλων τὰ ἑαυτοῦ στῆσαι, ἴσως ὑποπτευθείη ἂν παρὰ πολλῶν ταύτῃ παραφθείρειν τὸ δίκαιον· ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίσασθαι; Τοῦτον τοίνυν τὸν λογισμὸν καὶ ἐπ' ἐμοῦ ἐξετάζετε. Εἰ μὲν γὰρ ἔλεγον μὴ ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, μηδὲ εἰς ἐκεῖνον τὴν δόξαν τῶν γινομένων ἀνέφερον, ἴσως ἄν τις ὑμῶν ὑπενόησεν, ὅτι βουλόμενος ἐμαυτὸν ποιῆσαι λαμπρὸν, οὐ λέγω τὰ ὄντα· εἰ δὲ ἑτέρῳ λογίζομαι καὶ ἀνατίθημι τὰ γινόμενα, τίνος ἕνεκεν, ἢ πόθεν ἂν ἔχοιτε ὑποπτεύειν τὰ λεγόμενα; Ὁρᾷς οἷ τὸν λόγον κατεβίβασε, καὶ πόθεν τὴν κρίσιν τὴν ἑαυτοῦ δικαίαν εἶναι ἔφησεν, ὅθεν ἂν καὶ τῶν πολλῶν εἷς ἀπολογούμενος εἶπεν; ὁρᾷς, ὃ πολλάκις εἶπον, πῶς διαλάμπει σαφῶς; Τί δέ ἐστιν ὃ εἶπον; Ὅτι ἡ ὑπερβολὴ τῆς ταπεινότητος τῶν λέξεων, αὕτη μάλιστα πείθει τοὺς νοῦν ἔχοντας, μὴ ἐκ προχείρου δεχομένους τὰ λεγόμενα καταπίπτειν, ἀλλὰ παρασκευάζειν μᾶλλον ἐπὶ τὸ ὕψος τῶν νοημάτων ἐλθεῖν· αὕτη καὶ τοὺς χαμαὶ συρομένους τότε μετὰ πολλῆς κατὰ μικρὸν ἀνίστησι τῆς εὐκολίας. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, παρακαλῶ, μὴ παρατρέχωμεν ἁπλῶς τὰ εἰρημένα, ἀλλὰ μετὰ ἀκριβείας ἐξετάζωμεν ἅπαντα, καὶ τὴν αἰτίαν τῶν λεγομένων πανταχοῦ σκοπῶμεν· μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν καὶ τὴν ἁπλότητα. Οὐ γὰρ ἀκεραίους ἐκέλευσε μόνον εἶναι, ἀλλὰ καὶ φρονίμους. Ἀσκῶμεν τοίνυν μετὰ τῆς ἁπλότητος καὶ τὴν φρόνησιν, καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπὶ τῶν τοῦ βίου κατορθωμάτων· καὶ δικάζωμεν ἑαυτοῖς ἐνταῦθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν τότε, καὶ τοιοῦτοι γινώμεθα περὶ τοὺς δούλους, οἷον βουλόμεθα περὶ ἡμᾶς γενέσθαι τὸν ∆εσπότην ἡμῶν. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ οἶδα μὲν, ὅτι οὐ φέρει πράως πληττομένη ἡ ψυχή· ἀλλ' ἐὰν ἐννοήσωμεν ὅτι οὐχὶ τῷ λελυπηκότι, ἀλλ' ἑαυτοῖς χαριζόμεθα, ταχέως ἀφήσομεν τὸν ἰὸν τῆς ὀργῆς. Καὶ γὰρ ὁ τὰ ἑκατὸν δηνάρια μὴ συγχωρήσας τῷ πεπλημμεληκότι, οὐ τὸν ὁμόδουλον ἠδίκησεν, ἀλλ' ἑαυτὸν τοῖς μυρίοις ταλάντοις ὑπεύθυνον ἐποίησεν, ὧν πρότερον τὴν ἄφεσιν ἔλαβεν. Ὅταν οὖν ἑτέροις μὴ ἀφῶμεν, ἑαυτοῖς οὐκ ἀφίεμεν. Μὴ τοίνυν τῷ Θεῷ λέγωμεν μόνον, Μὴ μνησθῇς τῶν ἁμαρτημάτων ἡμῶν· ἀλλὰ καὶ πρὸς ἑαυτοὺς ἕκαστοι λέγοντες, μὴ μνησθῶμεν τῶν ἁμαρτημάτων τῶν συνδούλων τῶν εἰς ἡμᾶς γεγενημένων. Καὶ γὰρ σὺ πρότερον δικάζεις τοῖς σοῖς, καὶ τότε ἕπεται ὁ Θεός· σὺ τὸν νόμον γράφεις τὸν περὶ ἀφέσεως καὶ τιμωρίας, καὶ τὴν περὶ τῶν τοιούτων ἐκφέρεις ψῆφον. Οὐκοῦν καὶ τοῦ μνησθῆναι καὶ τοῦ μὴ μνησθῆναι τὸν Θεὸν σὺ κύριος εἶ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἀφεῖναι κελεύει, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καὶ οὐχ ἁπλῶς ἀφεῖναι, ἀλλ' ὥστε μηδὲ λείψανα μένειν. Ἐπεὶ καὶ ὁ Χριστὸς οὐ μόνον οὐκ ἤνεγκεν εἰς μέσον ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ' οὐδὲ ἡμᾶς αὐτοὺς πεπλημμεληκότας ἀνέμνησεν, οὐδὲ εἶπε, Τὰ καὶ τὰ ἥμαρτες· ἀλλὰ καὶ ἀφῆκε καὶ ἐξήλειψε τὸ χειρόγραφον, μηδὲ λογισάμενος τὰ παραπτώματα, καθὼς καὶ τοῦτο Παῦλος ἐδήλωσε. Τοῦτο δὴ ποιῶμεν καὶ ἡμεῖς, καὶ ἀπὸ τῆς διανοίας ἐξαλείφωμεν ἅπαντα. Κἂν μὲν ἀγαθόν τι γεγενημένον ᾖ παρὰ τοῦ λελυπηκότος, τοῦτο λογισώμεθα μόνον· ἂν δὲ λυπηρὸν καὶ ἐπαχθὲς, ἐκβάλωμεν οὕτω καὶ ἐξαλείψωμεν, ὥστε μηδὲ ἴχνος ἐναπομένειν. Εἰ δὲ μηδὲν ἀγαθὸν ἡμῖν γέγονε παρὰ τούτου, πάλιν ὁ μισθὸς μείζων συγχωροῦσιν ἡμῖν, καὶ πλείων ἡ εὐδοκίμησις. Ἄλλοι δι' ἀγρυπνίας καὶ χαμευνίας καὶ μυρίας ταλαιπωρίας ἐξαλείφουσι τὰ ἁμαρτήματα· σοὶ διὰ τῆς εὐκολωτέρας ὁδοῦ, τοῦ μὴ μνησικακεῖν λέγω, πάντα ἔξεστιν ἀφανίσαι τὰ πλημμεληθέντα. Τί τοίνυν κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, ὡς οἱ μαινόμενοι καὶ παραπαίοντες, καὶ τῆς μελλούσης σεαυτὸν ἐκβάλλεις ζωῆς, δέον πάντα πράττειν, ὥστε αὐτῆς ἐπιτυχεῖν; Εἰ γὰρ ἡ παροῦσα οὕτω ποθεινὴ, τί ἂν εἴποι τις περὶ ἐκείνης, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός; Ἐκεῖ δεῖσαι θάνατον οὐκ ἔστιν, οὐδὲ πέρας ἐκείνων ὑποπτεῦσαι τῶν ἀγαθῶν. Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο, οἱ τῆς μακαρίας ἐκείνης ἀπολαύοντες λήξεως· ὥσπερ οὖν ἄθλιοι καὶ τρισάθλιοι καὶ μυριάκις τοῦτο, οἱ τῆς μακαριότητος ἐκείνης ἑαυτοὺς ἐκβάλλοντες. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ ποιοῦν ἡμᾶς ἀπολαῦσαι τῆς ζωῆς ἐκείνης; Ἄκουσον αὐτοῦ τοῦ δικάζοντος, νεανίσκῳ τινὶ διαλεγομένου περὶ τούτων. Ἐπειδὴ γὰρ ἠρώτησεν ἐκεῖνος, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἰπὼν ὁ Χριστὸς αὐτῷ τὰς ἄλλας ἐντολὰς, κατέληξεν εἰς τὴν τοῦ πλησίον ἀγάπην. Καὶ τάχα ἐρεῖ τις τῶν ἀκουόντων, κατὰ τὸν πλούσιον ἐκεῖνον, ὅτι Καὶ ἡμεῖς ταῦτα ἐφυλαξάμεθα· οὐδὲ γὰρ ἐκλέψαμεν, οὐκ ἐφονεύσαμεν, οὐκ ἐμοιχεύσαμεν. Ἀλλ' οὐ δήπου καὶ τοῦτο εἰπεῖν δυνήσῃ, ὅτι ἠγάπησας τὸν πλησίον, ὡς ἀγαπῆσαι ἔδει. Ἢ γὰρ ἐβάσκηνέ τις, ἢ ἐκακηγόρησεν, ἢ οὐκ ἤμυνεν ἀδικουμένῳ, ἢ οὐ μετέδωκε τῶν ὄντων, οὐδ' ἠγάπησε. Νῦν δὲ οὐ τοῦτο μόνον ἐπέταξεν ὁ Χριστὸς, ἀλλὰ καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Πώλησόν σου τὰ ὑπάρχοντα, φησὶ, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· τὴν διὰ τῶν ἔργων μίμησιν λέγων ἀκολούθησιν. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι τὸν μὴ πάντα ἔχοντα ταῦτα οὐκ ἔνι τῶν πρωτείων ἐπιτυχεῖν τῶν ἐν τῇ λήξει ἐκείνῃ. Μετὰ γὰρ τὸ εἰπεῖν αὐτὸν, ὅτι Πάντα ἐποίησα, ὡς καταλελειμμένου μεγάλου τινὸς εἰς τελείαν εὐδοκίμησιν, λέγει· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Πρῶτον μὲν οὖν τοῦτο ἔστι μαθεῖν· δεύτερον δὲ, ὅτι καὶ αὐτὸν ἐκεῖνον διήλεγξεν εἰκῆ κομπάζοντα. Ὁ γὰρ ἐν περιουσίᾳ τοσαύτῃ ζῶν, καὶ τοὺς ἄλλους περιορῶν ἐν πενίᾳ, πῶς ἂν τὸν πλησίον ἠγάπησεν; Οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθῶς εἶπεν. Ἀλλ' ἡμεῖς κἀκεῖνο καὶ ταῦτα ποιῶμεν, καὶ σπουδάζωμεν τὰ ὄντα κενῶσαι, καὶ τὸν οὐρανὸν πρίασθαι. Εἰ γὰρ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν. οὐδὲ πολὺν παραμένοντος χρόνον (πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην ἐζημιώθησαν καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ' ὅμως καὶ ταῦτα εἰδότες, πάντα κενοῦσιν ὑπὲρ αὐτῆς)· εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσιν, ὑπὲρ τῆς μενούσης ἐκείνης, καὶ ἀναφαιρέτου, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων ἃ καὶ μικρὸν ὕστερον ὄντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαιρούμεθα, ταῦτα παρὸν ἑκόντας δοῦναι καὶ μεθ' ἑαυτῶν λαβεῖν μὴ βουληθῆναι; Ἀλλ' εἰ μὲν ἐπὶ θάνατόν τις ἤγετο, εἶτα προὔκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνομίσαμεν· νῦν δὲ παρὸν τὴν ἐπὶ γέενναν ἀγομένους ὁδὸν, τὰ ἡμίση δόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ μὴ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι. Τίνα οὖν ἕξομεν ἀπολογίαν; ποίαν συγγνώμην, οὕτως εὐκόλου τετμημένης ἡμῖν ὁδοῦ πρὸς ζωὴν, κατὰ κρημνῶν φερόμενοι, καὶ τὴν ἄκαρπον βαδίζοντες ὁδὸν, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα καρπώσασθαι μετὰ ἀδείας; Ἀλλ' εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἀνενέγκωμεν, καὶ ἡμῶν αὐτῶν γενόμενοι τὰ παρόντα διαθῶμεν εἰς δέον, ἵνα καὶ τὰ μέλλοντα μετ' εὐκολίας λάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Μʹ. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυ ρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.

αʹ. Εἴ τις χώραν μεταλλικὴν ἀνορύττειν ἐπιχειροίη, τῆς τέχνης ταύτης ἄπειρος ὢν, χρυσίον μὲν οὐκ ἐργάσεται, πάντα δὲ ἁπλῶς καὶ ὁμοῦ συγχέων, πόνον ἀνόνητον ὑπομενεῖ καὶ ἐπιβλαβῆ. Οὕτω καὶ τῶν θείων Γραφῶν οἱ τὴν ἀκολουθίαν οὐκ εἰδότες, οὐδὲ τὰ ἰδιώματα καὶ τοὺς νόμους αὐτῆς ἐξετάζοντες, ἀλλὰ ἁπλῶς καὶ ἑνὶ τρόπῳ πάντα ἐπιόντες, χρυσίον μετὰ γῆς φύροντες, οὐδέποτε τὸν ἐναποκείμενον αὐτῇ θησαυρὸν εὑρήσουσι. Ταῦτα δὲ εἶπον νῦν, ἐπειδὴ τὸ προκείμενον ἡμῖν χωρίον ἔχει μὲν πολὺν τὸν χρυσὸν, οὐ μὴν κατάδηλον, ἀλλὰ πολλῇ κατακεχωσμένον ἄνωθεν ἀσαφείᾳ. ∆ιὸ χρὴ διασκάπτοντας καὶ διακαθαίροντας ἐπὶ τὰ γνήσια τῶν νοημάτων ἐλθεῖν. Τίς γὰρ οὐκ ἂν εὐθέως θορυβηθείη ἀκούων τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής; Καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας ἑαυτῷ· τῇ γοῦν Σαμαρείτιδι διαλεγόμενος ἔλεγεν, Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ ὁμοίως, Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι· καὶ τοῖς Ἰουδαίοις ἐπιτιμῶν, Ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Καὶ ἑτέρωθι δὲ πολλαχοῦ τοῦτο ποιεῖ. Ἂν οὖν ἅπαντα ταῦτα ψευδῆ ᾖ, τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι Οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής; Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἶναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν, εἰπέ μοι, δέξομαι; ποῖον δὲ εἶναι νομίσω ψεῦδος; Εἰ γὰρ οὕτως ἐκλάβοιμεν ἁπλῶς ὡς εἴρηται, μὴ πρόσωπον περιεργασάμενοι, μὴ αἰτίαν, μὴ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀμφότερα ἔσται ψευδῆ. Εἰ γὰρ ἡ μαρτυρία αὐτοῦ οὐκ ἔστιν ἀληθὴς, οὐδὲ τοῦτο αὐτὸ ἀληθές· οὐ τὸ δεύτερον μόνον, ἀλλὰ καὶ τὸ πρότερον. Τί οὖν ἐστι τὸ εἰρημένον; Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ χάριτος, ἵνα μὴ τοῖς ῥήμασιν ἐναπομείνωμεν ψιλοῖς. Οὕτω γὰρ καὶ οἱ αἱρετικοὶ πλανῶνται, ὅτι μήτε τὸν σκοπὸν ἐξετάζουσι τοῦ λέγοντος, μήτε τὴν ἕξιν τῶν ἀκουόντων. Ἂν οὖν μὴ ταῦτα προσθῶμεν, καὶ ἕτερα δὲ, οἷον καιροὺς, καὶ τόπους, καὶ γνώμην ἀκροατοῦ, πολλὰ ἕψεται τὰ ἄτοπα. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἔμελλον ὑποφέρειν αὐτῷ οἱ Ἰουδαῖοι· Ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ∆ιὰ τοῦτο ταῦτα προλαβὼν εἶπεν, ὡσανεὶ ἔλεγε· Πάντως ἐρεῖτέ μοι, ὅτι Σοὶ οὐ πιστεύομεν· οὐδεὶς γάρ ποτε ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις. Τὸ οὖν, Οὐκ ἔστιν ἀληθὴς, οὐχ ἁπλῶς ἀναγνωστέον, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν, οἷον, ὅτι Ὑμῖν οὐκ ἔστιν ἀληθής. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ' ἐκείνων ἀντίθεσιν ἐπάγεσθαι. Ὅταν δὲ, ὅτι Κἂν ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν καὶ περὶ ἑαυτοῦ λέγοντα. Ἐπειδὴ γὰρ εἶπεν ἀνάστασιν νεκρῶν καὶ κρίσιν, καὶ ὅτι ὁ πιστεύων αὐτῷ οὐ κρίνεται, ἀλλ' εἰς ζωὴν ἔρχεται, καὶ ὅτι καθεδεῖται πάντας εὐθύνας ἀπαιτήσων, καὶ ὅτι τὴν αὐτὴν ἐξουσίαν ἔχοι τῷ Πατρὶ καὶ δύναμιν· μέλλων πάλιν ἅπαντα ταῦτα κατασκευάζειν καὶ ἑτέρως, ἀναγκαίως τὴν ἀντίθεσιν αὐτῶν τέθεικε πρώτην. Εἶπον, φησὶν, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· εἶπον, ὅτι Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· εἶπον, ὅτι δεῖ τιμᾷν τὸν Υἱὸν, ὡς τὸν Πατέρα· εἶπον, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· εἶπον, ὅτι Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων, οὐκ ὄψεται θάνατον, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· εἶπον, ὅτι ἡ φωνή μου τοὺς νεκροὺς ἀναστήσει, τοὺς μὲν νῦν, τοὺς δὲ μετὰ ταῦτα· εἶπον, ὅτι ἀπαιτήσω λόγον τῶν πεπλημμελημένων ἅπαντας· εἶπον, ὅτι δικαίως κρινῶ καὶ ἀμείψομαι τοὺς κατορθοῦντας. Ἐπεὶ οὖν ἅπαντα ταῦτα ἀπόφασις ἦν, καὶ τὰ μὲν λεγόμενα μεγάλα, ἀπόδειξις δὲ οὐκ ἦν οὐδέπω εἰρημένη σαφὴς ἐκείνοις, ἀλλ' ἀμυδροτέρα· πρότερον τὴν ἀντίθεσιν τίθησι, μέλλων ἐπὶ τὴν κατασκευὴν τῶν εἰρημένων ὁρμᾷν, οὑτωσί πως λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις. Ἀλλ' ἴσως ἐρεῖτε, Πάντα ταῦτα σὺ λέγεις, οὐκ εἶ δὲ ἀξιόπιστος μάρτυς σαυτῷ μαρτυρῶν. Τούτῳ τοίνυν πρῶτον καταλύων αὐτῶν τὴν φιλονεικίαν, τῷ θεῖναι ὅπερ ἔμελλον ἐρεῖν, καὶ δεῖξαι ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα τῆς διανοίας, καὶ ταύτην πρώτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος, ὕστερον μετὰ τὴν ἀντίθεσιν, καὶ ἑτέρας ἀποδείξεις παρέχεται σαφεῖς καὶ ἀναντιῤῥήτους, τρεῖς παράγων μάρτυρας τῶν λεγομένων, τὰ ἔργα τὰ ὑπ' αὐτοῦ γενόμενα, τοῦ Πατρὸς τὴν μαρτυρίαν, τοῦ Ἰωάννου τὸ κήρυγμα. Καὶ τίθησι προτέραν τὴν ἐλάττω, τὴν Ἰωάννου. Εἰπὼν γὰρ, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἐπήγαγεν· Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ ἐμαρτύρησε τῇ ἀληθείᾳ. Καίτοι γε εἰ οὐκ ἔστιν ἀληθὴς ἡ μαρτυρία σου, πῶς λέγεις, ὅτι Οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία Ἰωάννου, καὶ ὅτι Ἐμαρτύρησε τῇ ἀληθείᾳ; Ὁρᾷς πῶς σαφὲς κἀντεῦθέν ἐστιν ὅτι τὸ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν εἴρηται; βʹ. Τί οὖν, εἰ ἐκεῖνος ἐμαρτύρησε χάριτι; φησίν. Ἵνα γὰρ μὴ τοῦτο λέγωσιν, ὅρα πῶς καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ εἶπεν, Ἰωάννης ἐμαρτύρησέ μοι· ἀλλὰ πρότερον, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Καὶ τὸ δὴ μεῖζον· οὐ γὰρ ἔπεμψαν αὐτὸν περὶ τοῦ Χριστοῦ ἐρωτῶντες, ἀλλ' ὑπὲρ ἑαυτοῦ· [ὂν δὲ ἐν τοῖς ὑπὲρ ἑαυτοῦ] ἀξιόπιστον εἶναι ἐνόμιζον, πολλῷ μᾶλλον ἐν τοῖς ὑπὲρ ἑτέρου. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, μὴ οὕτω πιστεύειν τοῖς περὶ ἑαυτῶν λέγουσιν, ὡς τοῖς περὶ ἄλλων. Τοῦτον δὲ οὕτως ἀξιόπιστον εἶναι ἐνόμισαν, ὡς καὶ ἐν τοῖς περὶ ἑαυτοῦ μὴ δεηθῆναι μαρτυρίας ἑτέρας. Οἱ γὰρ ἀποσταλέντες οὐκ εἶπον, Τί λέγεις περὶ τοῦ Χριστοῦ; ἀλλὰ, Σὺ τίς εἶ; τί λέγεις περὶ σεαυτοῦ; Οὕτω μέγα τοῦ ἀνδρὸς τὸ θαῦμα εἶχον. Τοῦτο οὖν ὅλον ᾐνίξατο, διὰ τοῦ εἰπεῖν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην. ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, οὐχ ὅτι ἀπέστειλαν, εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀπεσταλμένων ἀκριβολογεῖται, ὅτι ἦσαν καὶ ἱερεῖς, καὶ ἐκ τῶν Φαρισαίων, οὐχ οἱ τυχόντες, οὐδὲ ἀπεῤῥιμμένοι, οὐδὲ οἷοι διαφθαρῆναι καὶ παραλογισθῆναι, ἀλλὰ μετὰ ἀκριβείας ἱκανοὶ μαθεῖν τὰ παρ' ἐκείνου λεγόμενα. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Τίνος οὖν ἕνεκεν τὴν Ἰωάννου παρήγαγες; Καίτοι οὐδὲ ἡ ἐκείνου, ἀνθρώ που μαρτυρία ἦν. Ὁ γὰρ πέμψας με βαπτίζειν ἐν ὕδατι, φησὶν, ἐκεῖνός μοι εἶπεν. Ὥστε καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία τοῦ Θεοῦ μαρτυρία ἦν· παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. Ἀλλ' ἵνα μὴ λέγωσι, Πόθεν τοῦτο δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ ἔμαθε; καὶ περὶ ταῦτα καταγίνωνται, ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζει, ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλεγόμενος. Οὐδὲ γὰρ ἦν εἰκὸς ταῦτα πολλοὺς εἰδέναι, ἀλλ' ὡς οἴκοθεν λέγοντι, τέως προσεῖχον τῷ Ἰωάννῃ. ∆ιὰ τοῦτό φησιν· Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Καὶ εἰ μὴ ἔμελλες παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνειν, καὶ ἐντεῦθεν ἰσχυρίζεσθαι, τίνος ἕνεκεν παρῆγες αὐτοῦ τὴν μαρτυρίαν; Ἵνα οὖν μὴ ταῦτα λέγωσιν, ἄκουσον πῶς καὶ τὴν τοιαύτην ἀντίθεσιν τῇ ἐπαγωγῇ διωρθώσατο. Εἰπὼν γὰρ, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἐπήγαγεν· Ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης· ἐπειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν ὡς προφήτῃ προσεδράμετε (καὶ γὰρ ἡ πόλις ἐπὶ τὸν Ἰορδάνην ἐξεχύθη), ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι ἐπιστεύσατε· διὰ τοῦτο ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, φησὶ, καὶ φαίνων· ὑμεῖς δὲ ἐθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν φωτὶ αὐτοῦ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ἐκεῖνος μὲν εἶπεν, ἡμεῖς δὲ οὐκ ἐδεξάμεθα; δείκνυσιν ὅτι καὶ ἀπεδέξαντο τὰ εἰρημένα. Καὶ γὰρ οὐδὲ τοὺς τυχόντας ἔπεμψαν, ἀλλ' ἱερεῖς καὶ Φαρισαίους. Οὕτω τὸν ἄνδρα ἐθαύμαζον, καὶ τοῖς λεγομένοις ἀντειπεῖν οὐκ εἶχον τότε. Τὸ δὲ, Πρὸς ὥραν, τὴν εὐκολίαν αὐτῶν δεικνύντος ἐστὶ, καὶ ὅτι ταχέως αὐτοῦ ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγαγόμην. Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ' ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ' οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοίμην, ἀλλ' ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ' ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυμαζόμενον παρ' αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. ∆είξας τοίνυν αὐτοὺς πάντοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθωθέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥήματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶ φιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ' αὐτοῖς θαυμασθέντος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινομένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν. ∆ιὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται. Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε.

γʹ. Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναντίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ' ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πάλιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ; Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευσαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα μέλλων αὐτὸ κατασκευάζειν, ἐπήγαγεν. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε. Καὶ πῶς Μωϋσῆς λέγει, Ὁ Θεὸς ἐλάλει, Μωϋσῆς δὲ ἀπεκρίνατο; πῶς δὲ ὁ ∆αυΐδ φησι, Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε; Καὶ πάλιν Μωϋσῆς, Εἰ ἔστιν ἔθνος τοιοῦτον, ὃ ἤκουσε φωνὴν Θεοῦ; Οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καίτοι καὶ ἑωρακέναι αὐτὸν λέγονται καὶ Ἡσαΐας, καὶ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι πλείους. Τί οὖν ἐστιν ὅ φησιν ὁ Χριστὸς νῦν; Εἰς φιλόσοφον αὐτοὺς ἐνάγει δόγμα, κατὰ μικρὸν δεικνὺς, ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος, ἀλλ' ἀνώτερος καὶ σχημάτων ἐστὶ καὶ φθόγγων τοιούτων. Ὥσπερ γὰρ εἰπὼν, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐ τοῦτο λέγει, ὅτι φωνὴν μὲν προΐεται, οὐκ ἀκουστὴν δέ· οὕτως εἰπὼν, Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὐ τοῦτο λέγει, ὅτι εἶδος μὲν ἔχει, οὐ θεατὸν δέ· ἀλλ' ὅτι οὐδὲν τούτων περὶ Θεόν. Ἵνα γὰρ μὴ λέγωσιν, Εἰκῆ κομπάζεις. Μωϋσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ (τοῦτο γοῦν καὶ ἔλεγον· Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί)· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. Καὶ τί λέγω ταῦτα; φησίν. Οὐ μόνον οὔτε φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, ἀλλ' οὐδὲ ἐφ' ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ' ᾧ μάλιστα πάντες ἐστὲ πεπληροφορημένοι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε καὶ κατέχετε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφήτας. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ' ὅμως παρ' ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Εἰ γὰρ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ, ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε· εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ' ὑμῶν. ∆ιὰ τοῦτο πάλιν ἐπήγαγεν. Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν, εἰ μὴ φωνὴν αὐτοῦ ἠκούσαμεν ἡμεῖς, σοὶ ἐμαρτύρησε; λέγει· Ἐρευνᾶτε τὰς Γραφάς· ἐκεῖναι γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· δεικνὺς ὅτι διὰ τούτων ἐμαρτύρησε. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ ἐμαρτύρησε, καὶ ἐν τῷ ὄρει. Ἀλλ' οὐ φέρει εἰς μέσον τὴν φωνὴν ἐκείνην. Ἴσως γὰρ ἂν καὶ ἠπιστήθη ἐντεῦθεν. Τὴν μὲν γὰρ οὐδὲ ἤκουσαν, τὴν ἐν τῷ ὄρει· τὴν δὲ ἤκουσαν μὲν, οὐ προσέσχον δέ. ∆ιὰ τοῦτο παραπέμπει αὐτοὺς ταῖς Γραφαῖς, δεικνὺς ὅτι καὶ ἡ τοῦ Πατρὸς μαρτυρία ἐκεῖθέν ἐστι· πρότερον μέντοι τὰ παλαιὰ ἀνελὼν ἐφ' οἷς ἐκόμπαζον, ἢ ὡς ἑωρακότες τὸν Θεὸν, ἢ ὡς φωνῆς αὐτοῦ ἀκούσαντες. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοῦ τῇ φωνῇ διαπιστεῖν, καὶ τὰ ἐν τῷ Σιναίῳ ὄρει φαντάζεσθαι, διορθωσάμενος τὴν περὶ ἐκείνων ὑπόνοιαν πρῶτον, καὶ δείξας συγκατάβασιν ὄντα τὰ γεγενημένα, τότε αὐτοὺς ἐπὶ τὴν μαρτυρίαν παρέπεμψε τῶν Γραφῶν.

δʹ. Καὶ ἡμεῖς τοίνυν ὅταν πρὸς αἱρετικοὺς μαχώμεθα καὶ καθοπλιζώμεθα, ἐντεῦθεν καὶ ἰσχυριζώμεθα. Πᾶσα γὰρ Γραφὴ θεόπνευστος, φησὶ, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἀπηρτισμένος. Οὐχ ἵνα τὰ μὲν ἔχῃ, τὰ δὲ μὴ ἔχῃ· ὁ γὰρ τοιοῦτος οὐκ ἄρτιος. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος; ἢ ὅταν μὴ πλεονεκτῶν, μηδὲ βιαζόμενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπαίρηται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων τῇ ψυχῇ; Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Φρίξωμεν τοίνυν τὸ πρᾶγμα, φύγωμεν τὴν ἁμαρτίαν. Τοῦτο τὴν οἰκουμένην ἀνάστατον ἐποίησε, τοῦτο πάντα συνέχεε, τοῦτο τῆς μακαριωτάτης δουλείας ἡμᾶς ἀπάγει τοῦ Χριστοῦ. Οὐκ ἔστι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐξ ἐναντίας γὰρ ἐπιτάττει τῷ Χριστῷ. Ὁ μὲν γὰρ λέγει, ∆ίδου τοῖς δεομένοις· ὁ δὲ, Ἅρπαζε τῶν δεομένων. Ὁ Χριστὸς λέγει, Καὶ τοῖς ἐπιβουλεύουσι καὶ ἀδικοῦσι συγχώρει· οὗτος ἔμπαλιν, Κατασκεύαζε πάγας κατὰ τῶν οὐδὲν ἀδικούντων. Ὁ Χριστὸς λέγει, Φιλάνθρωπος ἔσο καὶ ἥμερος· οὗτος ἀπ' ἐναντίας, Ὠμὸς ἔσο καὶ ἀπηνὴς, καὶ μηδὲν εἶναι νόμιζε δάκρυα πενήτων· ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην αὐστηρὸν ἡμῖν κατασκευάσῃ τὸν δικαστήν. Τότε γὰρ ἡμῖν πάντα πρὸ τῶν ὀφθαλμῶν στήσεται τὰ πεπραγμένα, καὶ οἱ ἠδικημένοι καὶ οἱ γυμνωθέντες παρ' ἡμῶν, πᾶσαν ἀπολογίαν ἡμῖν ἐκκλείοντες. Εἰ γὰρ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε τότε κατήγορος, καὶ οὐδεμιᾶς αὐτὸν ἀφῆκε τυχεῖν συγγνώμης· τίνος ἀπολογίας, εἰπέ μοι, τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν, καὶ τὰ ἀλλότρια λαμβάνοντες, καὶ τὰς τῶν ὀρφανῶν ἀνατρέποντες οἰκίας; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ μυρίας πλέκοντες δίκας, καὶ τὰ πάντων ἀδίκως περιβαλλόμενοι, ποίας ἀπολαύσονται παραμυθίας; Ἐκβάλωμεν τοίνυν τοῦτον τὸν ἔρωτα. Ἐκβαλοῦμεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸς ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας. Οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις εἰσὶ κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας, δέον καὶ ἐνταῦθα τρυφᾷν (οὐδὲν γὰρ οὕτως ἡδονὴν ἐργάζεται, ὡς ἐλεημοσύνη, συνειδὸς κεκαθαρμένον), καὶ ἀπελθόντας ἐκεῖ, πάντων ἀπηλλάχθαι κακῶν, καὶ μυρίων ἐπιτυγχάνειν ἀγαθῶν; Ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης τοὺς ἐνταῦθα αὐτὴν μετιόντας κολάζειν εἴωθεν· οὕτω καὶ ἡ ἀρετὴ καὶ πρὸ τῆς βασιλείας τοὺς ἐνταῦθα αὐτὴν ἐργαζομένους παρασκευάζει τρυφᾷν, ἐλπίσι χρησταῖς καὶ ἡδονῇ διηνεκεῖ συζῇν ποιοῦσα. Ἵν' οὖν ταύτης ἐπιτύχωμεν καὶ ἐνταῦθα καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, ἐπιλαβώμεθα τῶν ἀγαθῶν ἔργων. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΑʹ. Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ ταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε.

αʹ. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν νομίζωμεν πρὸς σωτηρίαν, τὸ καὶ ὁπωσοῦν αὐτὰ μετιέναι. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδὲν μέγα ἀπόνασθαι δυνήσεταί τις, παρέργως καὶ ὡς ἔτυχεν αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος ταῦτα δεῖται σπουδῆς. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς παραπέμπων τοὺς Ἰουδαίους ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν ἀνάγνωσιν, ἀλλ' εἰς ἔρευναν ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ', Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ λεγόμενα πολλῆς ἐδεῖτο τῆς ἐπιμελείας (συνεσκίαστο γὰρ ἄνω θεν συμφερόντως τοῖς τότε), διὰ τοῦτο καὶ διασκάπτειν αὐτοὺς μετὰ ἀκριβείας κελεύει νῦν, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσι εὑρεῖν. Οὐδὲ γὰρ ἐξ ἐπιπολῆς εἴρητο, οὐδὲ ὑπὲρ τὴν ἐπιφάνειαν ἔῤῥιπτο· ἀλλ' ὥσπερ τις θησαυρὸς ἐν πολλῷ τῷ βάθει κατέκειτο. Ὁ δὲ τὰ κάτω κείμενα ζητῶν ἂν μὴ μετὰ ἀκριβείας ζητῇ καὶ πόνου, οὐδέποτε δυνήσεται εὑρεῖν τὸ ζητούμενον. ∆ιά τοι τοῦτο καὶ εἰπὼν, Ἐρευνᾶτε τὰς Γραφὰς, ἐπήγαγεν· Ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Οὐκ εἶπεν, Ἔχετε· ἀλλὰ, ∆οκεῖτε, δεικνὺς ὅτι οὐδὲν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον, ἀπὸ τῆς ἀναγνώσεως σωθήσεσθαι προσδοκῶντες μόνης, πίστεως ἔρημοι ὄντες. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ θαυμάζετε τὰς Γραφάς; οὐχὶ πάσης ζωῆς νομίζετε αἰτίας εἶναι; Ἀπὸ τούτων καὶ αὐτὸς ἰσχυρίζομαι νῦν. Αὗται γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. Εἰκότως τοίνυν ἔλεγεν, ὅτι ∆οκεῖτε, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ' ἐπὶ τῇ ψιλῇ ἀναγνώσει μόνον αὐχεῖν. Εἶτα ἵνα μὴ ἐκ πολλῆς κηδεμονίας φιλοδοξίας λάβῃ παρ' αὐτοῖς ὑπόνοιαν, καὶ διὰ τὸ βούλεσθαι πιστευθῆναι παρ' αὐτῶν τὸ ἑαυτοῦ σκοπεῖν νομίζηται (καὶ γὰρ τῆς Ἰωάννου φωνῆς ἀνέμνησε, καὶ τῆς μαρτυρίας τοῦ Θεοῦ, καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ πάντα ἔλεγεν ὥστε αὐτοὺς ἐπισπάσασθαι, καὶ ζωὴν ἐπηγγείλατο)· ἐπεὶ οὖν πολλοὺς εἰκὸς ἦν ὑποπτεύειν ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγεν, ἄκουσον τί ἐπάγει· ∆όξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω· τουτέστιν, Οὐ δέομαι. Οὐκ ἔστι, φησὶν, ἡ φύσις ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης. Εἰ γὰρ ἥλιος ἀπὸ λυχνιαίου φωτὸς οὐκ ἂν λάβοι προσθήκην· πολλῷ μᾶλλον ἐγὼ τῆς ἀνθρωπίνης ἀφέξω δεηθῆναι δόξης. Καὶ τίνος, φησὶν, ἕνεκεν ταῦτα λέγεις, ἐὰν οὐ δέῃ; Ἵνα ὑμεῖς σωθῆτε. Ἀλλὰ τοῦτο μὲν ἀνωτέρῳ εἴρηκεν· ᾐνίξατο δὲ αὐτὸ καὶ ἐνταῦθα, εἰπὼν, Ἵνα ζωὴν ἔχητε. Τίθησι δὲ καὶ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἀλλ' ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Ἐπειδὴ πολλάκις, ὡς δῆθεν τὸν Θεὸν ἀγαπῶντες, ἐδίωκον αὐτὸν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Θεῷ, ᾔδει δὲ ὅτι οὐκ ἔμελλον αὐτῷ πείθεσθαι· ἵνα μή τις εἴπῃ, Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τοῦτο εἶπεν, Ἵνα ἐλέγξω ὑμᾶς, ὅτι οὐ διὰ ἀγάπην τὴν τοῦ Θεοῦ με, φησὶ, διώκετε. Καὶ γὰρ καὶ αὐτὸς μαρτυρεῖ μοι καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν Γραφῶν. Ὥσπερ οὖν πρὸ τούτου νομίζοντες ἀντίθεον εἶναί με ἠλαύνετε· οὕτω νῦν ἐξ οὗ ταῦτα ἀπέδειξα προσδραμεῖν ὑμᾶς ἔδει, εἴ γε ἠγαπᾶτε τὸν Θεόν· ἀλλ' οὐκ ἀγαπᾶτε. ∆ιὰ δὴ τοῦτο καὶ ταῦτα εἶπον, ἵνα δείξω ὑμᾶς περιττὸν ἔχοντας τῦφον, καὶ κομπάζοντας εἰκῆ, καὶ τὴν οἰκείαν βασκανίαν συσκιάζοντας. Οὐκ ἀπὸ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων αὐτὰ κατασκευάζει. Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι τὴν κρίσιν, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης; Τίνα δέ φησιν ἥξειν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ; Τὸν ἀντίχριστον ἐνταῦθα αἰνίττεται, καὶ ἀναντίῤῥητον τῆς ἀγνωμοσύνης αὐτῶν τίθησιν ἀπόδειξιν. Εἰ γὰρ ὡς ἀγαπῶντες τὸν Θεόν με διώκετε, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀντιχρίστου τοῦτο γενέσθαι ἔδει. Ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον ἐρεῖ, οὔτε ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, οὔτε κατὰ τὴν γνώμην ἥκειν τὴν ἐκείνου· ἀλλὰ τοὐναντίον ἅπαν, τυραννικῶς τὰ μηδὲν αὐτῷ προσήκοντα ἁρπάζων, καὶ τὸν ἐπὶ πάντων θεὸν ἑαυτὸν εἶναι λέγων, καθὼς καὶ Παῦλός φησιν· Ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ἀποδεικνύντα ἑαυτὸν ὅτι αὐτός ἐστιν ὁ Θεός. Τοῦτο γάρ ἐστιν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐλθεῖν. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ' ἐν τῷ ὀνόματι τοῦ Πατρός μου παραγέγονα. Ἱκανὸν μὲν οὖν ἦν καὶ τοῦτο δεῖξαι αὐτοὺς οὐκ ἀγαπῶντας τὸν Θεὸν, ὅτι τὸν λέγοντα ἀπεστάλθαι παρ' ἐκείνου οὐκ ἐδέχοντο· νῦν δὲ καὶ ἐκ τοῦ ἐναντίου δείκνυσιν αὐτῶν τὴν ἀναισχυντίαν, ἐκ τοῦ τὸν ἀντίχριστον μέλλειν δέχεσθαι. Ὅταν γὰρ τὸν μὲν ἀπ' ἐκείνου λέγοντα ἀπεστάλθαι μὴ δέχωνται, τὸν δὲ μὴ εἰδότα ἐκεῖνον, κομπάζοντα δὲ καὶ λέγοντα ἑαυτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν μέλλωσι προσκυνεῖν· εὔδηλον ὅτι βασκανίας ἡ δίωξις ἦν, καὶ τοῦ μισεῖν τὸν Θεόν. ∆ιὰ δὴ τοῦτο δύο τίθησιν αἰτίας τῶν εἰρημένων, καὶ πρῶτον μὲν τὴν χρηστοτέραν, λέγων, Ἵνα σωθῆτε, καὶ, Ἵνα ζωὴν ἔχητε· ἐπειδὴ δὲ ἔμελλον αὐτὸν χλευάζειν, τίθησι καὶ τὴν πληκτικωτέραν, δεικνὺς ὅτι κἂν μὴ πείθωνται οἱ ἀκούοντες, τὰ αὐτοῦ ὁ Θεὸς πανταχοῦ ποιεῖν εἴωθεν.

βʹ. Ὁ μὲν οὖν Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, προφητικῶς εἶπεν, ὅτι Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν ὅτι ἥξει· ἀλλ', Ἐὰν ἔλθῃ, φειδόμενος τῶν ἀκουόντων. Ἐπειδὴ δὲ οὔπω πᾶσα ἀπηρτισμένη ἦν αὐτῶν ἡ ἀγνωμοσύνη, διὰ τοῦτο αὐτὸς μὲν τὴν αἰτίαν ἐσίγησεν αὐτοῦ τῆς παρουσίας· ὁ δὲ Παῦλος τοῖς δυναμένοις συνιδεῖν μετὰ ἀκριβείας αὐτὴν ᾐνίξατο. Καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ πᾶσαν ἀπολογίαν αὐτοῖς ἀφαιρούμενος. Εἶτα καὶ τὴν αἰτίαν τῆς ἀπιστίας αὐτῶν τίθησιν, ἐπάγων· Πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; καὶ ἐντεῦθεν δεικνὺς πάλιν ὅτι οὐ τὰ τοῦ Θεοῦ ἐσκόπουν, ἀλλ' ἐν προσχήματι τοιούτῳ τὸ οἰκεῖον ἐβούλοντο πάθος ἐκδικεῖν. Καὶ γὰρ τοσοῦτον ἀπεῖχον διὰ τὴν αὐτοῦ δόξαν ποιεῖν ταῦτα, ὅτι αὐτοὶ τὴν ἀνθρωπίνην ᾑροῦντο μᾶλλον ἢ τὴν ἐκείνου. Πῶς οὖν ἔμελλον οὗτοι ὑπὲρ αὐτῆς ἀναδέχεσθαι τοσαύτην ἀπέχθειαν, ἧς οὕτω κατεφρόνουν, ὥστε καὶ ἀνθρωπίνην αὐτῆς προτιμᾷν; Εἰπὼν δὲ ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχουσι, καὶ ἀποδείξας τοῦτο διὰ τούτων ἑκατέρων, διά τε τῶν εἰς αὐτὸν γινομένων, καὶ διὰ τῶν εἰς τὸν ἀντίχριστον ἐσομένων, καὶ διελέγξας σαφῶς ὅτι πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, οὕτως αὐτοῖς ἐφίστησι καὶ τὸν Μωϋσέα κατήγορον ἐπάγων, καὶ λέγων· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ ἐμοῦ ἐκεῖνός ἐστιν ὁ ὑβρισμένος ἐν τοῖς εἰς ἐμέ. Μωϋσεῖ γὰρ μᾶλλον ἠπιστήσατε ἢ ἐμοί. Ὅρα πῶς πανταχόθεν πάσης αὐτοὺς ἐξέβαλεν ἀπολογίας. Θεὸν ἐλέγετε ἀγαπᾷν ἐν τῷ διώκειν με, φησίν· ἔδειξα ὅτι μισοῦντες αὐτὸν τοῦτο ποιεῖτε. Λέγετε λύειν με τὸ σάββατον, καὶ παραλύειν τὸν νόμον· ἀπεδυσάμην καὶ ταύτην τὴν κατηγορίαν. ∆ιισχυρίζεσθε Μωϋσεῖ πιστεύειν δι' ὧν κατ' ἐμοῦ τολμᾶτε· δείκνυμι πάλιν ὅτι τοῦτο μὲν οὖν ἐστι μάλιστα μὴ πιστεύειν τῷ Μωϋσεῖ. Τοσούτῳ γὰρ δέω ἐξ ἐναντίας ἥκειν τῷ νόμῳ, ὅτι οὐδὲ ἔστιν ἄλλος τις ὁ κατηγορήσων ὑμῶν, ἀλλ' ἢ αὐτὸς ὁ τὸν νόμον ὑμῖν δεδωκώς. Ὥσπερ οὖν περὶ τῶν Γραφῶν ἔλεγεν· Ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησὶν, Εἰς ὃν ὑμεῖς ἠλπίκατε, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος πανταχοῦ. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι κατηγορήσει Μωϋσῆς, καὶ οὐ κομπάζεις; τί γὰρ σοὶ καὶ Μωϋσεῖ κοινόν; Τὸ σάββατον ἔλυσας, ὅπερ ἐκεῖνος ἐνομοθέτησε κρατεῖν· πῶς οὖν ἡμῶν ἐκεῖνος κατηγορήσειε; Πόθεν δὲ δῆλον ὅτι καὶ εἰς ἄλλον πιστεύσομεν τὸν ἰδίῳ ὀνόματι ἥξοντα; Ταῦτα γὰρ πάντα ἀμάρτυρα λέγεις. Καὶ μὴν ἅπαντα ταῦτα ἄνωθεν ἔχει τὴν κατασκευήν. Ὅταν γὰρ ὁμολογηθῇ, ὅτι παρὰ τοῦ Θεοῦ ἦλθον ἀπὸ τῶν ἔργων, ἀπὸ τῆς φωνῆς Ἰωάννου, ἀπὸ τῆς μαρτυρίας τοῦ Πατρὸς, εὔδηλον ὅτι Μωϋσῆς αὐτῶν κατηγορήσει. Τί γὰρ ἐκεῖνος εἶπεν; ἆρ' οὐχ ὅτι ἐὰν ἔλθῃ τις σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ τὰ μέλλοντα προλέγων μετὰ ἀληθείας, μετὰ πάσης ὑπακούειν αὐτῷ χρὴ τῆς πειθοῦς; Ὁ τοίνυν Χριστὸς μὴ οὐ πάντα ταῦτα πεποίηκε; Καὶ γὰρ σημεῖα εἰργάσατο μετὰ ἀληθείας ἁπάσης, καὶ πρὸς Θεὸν ἅπαντας εἷλκε, καὶ ταῖς προῤῥήσεσι τὸ τέλος ἐπήγαγεν. Ἀλλὰ πόθεν δῆλον ὅτι ἑτέρῳ πιστεύσουσιν; Ἐκ τοῦ τὸν Χριστὸν μισεῖν. Οἱ γὰρ τὸν μετὰ τῆς τοῦ Θεοῦ γνώμης ἥκοντα ἀποστρεφόμενοι, εὔδηλον ὅτι καὶ τὸν ἀντίθεον δέξονται Εἰ δὲ Μωϋσέα νῦν προβάλλεται, καίτοι εἰπὼν, Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὑ λαμβάνω, μὴ θαυμάσῃς· οὐδὲ γὰρ εἰς Μωϋσέα, ἀλλ' εἰς τὰ τοῦ Θεοῦ γράμματα αὐτοὺς παραπέμπει. Πλὴν ἀλλ' ἐπειδὴ αἱ Γραφαὶ ἔλαττον αὐτοὺς ἐφόβουν, εἰς τὸ πρόσωπον αὐτὸ περιάγει τὸν λόγον, τὸν νομοθέτην αὐτὸν αὐτοῖς ἐφιστὰς κατήγορον, καὶ πολὺ φρικωδέστερον οὕτω τὸ δέος ποιῶν, καὶ ἕκαστον τῶν παρ' αὐτῶν λεγομένων ἐλέγχει. Σκόπει δέ· Ἔλεγον διὰ τὴν εἰς τὸν Θεὸν ἀγάπην διώκειν αὐτόν· δείκνυσιν ὅτι διὰ τὸ μισεῖν τὸν Θεὸν τοῦτο ποιοῦσιν. Ἔλεγον ἀντέχεσθαι Μωϋσέως· δείκνυσιν ὅτι διὰ τὸ μὴ πιστεύειν Μωϋσεῖ ταῦτα ἔπραττον. Εἰ γὰρ τὸν νόμον ἐζήλουν, ἔδει δέξασθαι τὸν ἐκεῖνον πληροῦντα· εἰ τὸν Θεὸν ἠγάπων, ἔδει πεισθῆναι τῷ πρὸς ἐκεῖνον ἕλκοντι· εἰ Μωϋσεῖ ἐπίστευον, ἔδει προσκυνῆσαι τὸν ὑπ' ἐκείνου προφητευόμενον. Εἰ δὲ ἐκεῖνος ἀπιστεῖται πρὸ ἐμοῦ, οὐδὲν ἀπεικὸς καὶ ἐμὲ τὸν ὑπ' αὐτοῦ κηρυττόμενον ἐλαύνεσθαι παρ' ὑμῶν. Ὥσπερ οὖν καὶ θαυμάζοντας Ἰωάννην ἔδειξε καταφρονοῦντας Ἰωάννου διὰ τῶν εἰς αὐτὸν γεγενημένων· οὕτω νομίζοντας πιστεύειν Μωϋσεῖ δείκνυσιν ἀπιστοῦντας, καὶ ἀεὶ εἰς τὴν κεφαλὴν αὐτῶν περιτρέπει πάντα, ἅπερ ἐνόμιζον ὑπὲρ ἑαυτῶν προβάλλεσθαι. Τοσοῦτον γὰρ ἀπέχω, φησὶν, ἀπαγαγεῖν ὑμᾶς τοῦ νόμου, ὅτι καὶ αὐτὸν καλῶ κατήγορον ὑμῶν τὸν νομοθέτην. Ὅτι μὲν οὖν αἱ Γραφαὶ μαρτυροῦσιν, εἶπε· ποῦ δὲ μαρτυροῦσιν, οὐκέτι προσέθηκε, τὸν φόβον μείζονα αὐτοῖς ἐνθεῖναι βουλόμενος, καὶ εἰς ἔρευναν παραπέμψαι, καὶ εἰς ἀνάγκην καταστῆσαι ἐρωτήσεως. Εἰ μὲν γὰρ εἶπεν ἐκ τοῦ προχείρου, καὶ μηδὲ ἐρωτῶσιν αὐτοῖς, ἀπέβαλον ἂν τὴν μαρτυρίαν· νυνὶ δὲ εἰ προσεῖχον τοῖς λεγομένοις, ἔδει πρὸ τῶν ἄλλων τοῦτο ἐρωτῆσαι καὶ μαθεῖν παρ' αὐτοῦ. ∆ιὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ἀποφάσεσι, καὶ ἐν ταῖς ἀπειλαῖς πλεονάζει μᾶλλον, οὐκ ἐν ταῖς ἀποδείξεσι μόνον, ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται τῷ φόβῳ τῶν λεγομένων. Οἱ δὲ καὶ οὕτω σιγῶσι. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅσα ἄν τις λέγῃ καὶ ποιῇ, οὐ διανίσταται, ἀλλὰ μένει τὸν οἰκεῖον ἰὸν διατηροῦσα.

γʹ. ∆ιὸ χρὴ πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντας, μηδένα πλέκειν μηδέποτε δόλον. Πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ὁ Θεὸς, φησὶν, ἀποστέλλει. Καὶ, Ἅγιον πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Οὐδὲν γὰρ οὕτω ποιεῖ μωροὺς, ὡς πονηρία. Ὅταν γὰρ ὕπουλος ᾖ τις, ὅταν ἀγνώμων, ὅταν ἀχάριστος (ταῦτα δὲ τῆς πονηρίας τὰ εἴδη), ὅταν μηδὲν ἠδικημένος λυπῇ, ὅταν πλέκῃ δόλους, πῶς οὐκ ἐσχάτης ἀνοίας ἐξοίσει δεῖγμα; Οὐδὲν οὕτω ποιεῖ φρονίμους, ὡς ἀρετή. Καὶ γὰρ εὐχαρίστους καὶ εὐγνώμονας ἐργάζεται, φιλανθρώπους, ἡμέρους, πράους, ἐπιεικεῖς· τὰ ἄλλα ἅπαντα ἀγαθὰ αὕτη τίκτειν εἴωθε. Τί δὲ τοῦ οὕτω διακειμένου συνετώτερον; Πηγὴ γὰρ ὄντως καὶ ῥίζα φρονήσεώς ἐστιν ἡ ἀρετὴ, ὥσπερ οὖν καὶ πᾶσα πονηρία ἐξ ἀνοίας ἔχει τὴν ἀρχήν. Καὶ γὰρ ὁ ἀλαζὼν καὶ ὁ ὀργίλος ἐξ ἐνδείας φρονήσεως ὑπὸ τῶν παθῶν ἁλίσκεται. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· δεικνὺς ὅτι πᾶσα ἁμαρτία τὴν ἀρχὴν ἐξ ἀφροσύνης ἔχει· ὥσπερ ὁ ἐνάρετος καὶ φόβον ἔχων Θεοῦ, πάντων ἐστὶ συνετώτερος. ∆ιὸ καὶ σοφός τις λέγει, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Εἰ τοίνυν τὸ φοβεῖσθαι τὸν Θεὸν, σοφίαν ἐστὶν ἔχειν, ὁ δὲ πονηρὸς τοῦτο οὐκ ἔχει, τῆς ὄντως σοφίας ἐστέρηται· τῆς δὲ σοφίας ἐστερημένος τῆς ὄντως, πάντων ἐστὶν ἀνοητότερος. Καίτοι γε πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν χρὴ, ὅτι νομίζοντες ἑτέρους βλάπτειν, καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλ' ἕτερον δοκεῖν ἀδικεῖν, ἐν τῷ κατασφάττειν ἑαυτόν. ∆ιὰ τοῦτο καὶ Παῦλος εἰδὼς, ὅτι ἐν τῷ πλήττειν ἑτέρους ἑαυτοὺς ἀναιροῦμεν, ἔλεγε· ∆ιατί μὴ μᾶλλον ἀδικεῖσθε; διατί μὴ μᾶλλον ἀποστερεῖσθε; Τὸ γὰρ μὴ ἀδικεῖσθαι ἐν τῷ μὴ ἀδικεῖν κεῖται· ὥσπερ οὖν τὸ μὴ πάσχειν κακῶς ἐν τῷ μὴ ποιεῖν κακῶς· κἂν αἴνιγμα εἶναι δοκῇ τὸ λεγόμενον τοῖς πολλοῖς καὶ φιλοσοφεῖν οὐκ ἐθέλουσι. Ταῦτ' οὖν εἰδότες, μὴ τοὺς ἀδικουμένους μηδὲ τοὺς ἐπηρεαζομένους, ἀλλὰ τοὺς ταῦτα ποιοῦντας ταλανίζωμεν καὶ δακρύωμεν. Οὗτοι γάρ εἰσιν οἱ μάλιστα ἠδικημένοι, οἱ τὸν Θεὸν ἑαυτοῖς ἐκπολεμοῦντες, καὶ μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ πονηρὰν κτώμενοι κατὰ τὸν παρόντα βίον ὑποψίαν, καὶ μεγάλην τὸν κατὰ τὸν μέλλοντα αἰῶνα ἐπισπώμενοι κόλασιν· ὡς οἵ γε ἀδικούμενοι καὶ πάντα φέροντες γενναίως, τόν τε Θεὸν ἔχουσιν ἵλεων, καὶ πάντας συναλγοῦντας αὐτοῖς, καὶ ἐπαινοῦντας, καὶ ἀποδεχομένους. Οἱ τοιοῦτοι καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαύσονται τῆς εὐφημίας, φιλοσοφίας μέγιστον παρεχόμενοι δεῖγμα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων μεθέξουσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ

ΜΒʹ. Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θα λάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκά θητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων.

αʹ. Τοῖς δεινοῖς ἀνδράσι μὴ ὁμόσε χωρῶμεν, ἀγαπητοί· ἀλλὰ μανθάνωμεν, ὅταν μηδὲν παραβλάπτῃ τὴν ἡμετέραν ἀρετὴν, διδόναι τόπον αὐτῶν ταῖς πονηραῖς ἐπιβουλαῖς. Οὕτω γὰρ παύεται πᾶσα θρασύτης. Καὶ καθάπερ τὰ ἀκόντια ὅταν εἰς ἐντεταμένον ἐμπέσῃ τι καὶ σκληρὸν καὶ ἀντιτυπὲς, μετὰ πολλῆς τῆς ῥύμης ἐξακοντίζεται ἐπὶ τοὺς ἀποστείλαντας πάλιν· ὅταν δὲ τὸ ῥαγδαῖον τῆς ἀφέσεως μὴ ἔχῃ τὸ ἀντιπίπτον, ἐκλύεται ταχέως καὶ λήγει· οὕτω καὶ ἐπὶ τῶν θρασυνομένων ἀνθρώπων, ὅταν μὲν αὐτοῖς ὁμόσε χωρῶμεν, ἀγριαίνουσι μᾶλλον· ὅταν δὲ εἴκωμεν καὶ παραχωρῶμεν, χαλῶμεν ῥᾳδίως πᾶσαν αὐτῶν τὴν μανίαν. ∆ιὰ δὲ τοῦτο καὶ ὁ Χριστὸς ἐπειδὴ ἤκουσεν, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης, ἦλθεν εἰς τὴν Γαλιλαίαν, τὸν φθόνον αὐτῶν σβεννὺς, καὶ τὸν θυμὸν, ὃν εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν λόγων, διὰ τῆς ἀναχωρήσεως καταπραΰνων. Πλὴν εἰς τὴν Γαλιλαίαν πάλιν ἀπερχόμενος, οὐ τοῖς αὐτοῖς ἐπιβαίνει τόποις· οὐ γὰρ εἰς Κανᾶ ἦλθεν, ἀλλὰ πέραν τῆς θαλάσσης. ∆ιὸ καὶ ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Ποῖα σημεῖα; διατί μὴ αὐτὰ λέγει κατ' εἶδος; Ὅτι τὸ πλέον τοῦ βιβλίου οὗτος μάλιστα ὁ εὐαγγελιστὴς ἐν τοῖς λόγοις καὶ ταῖς δημηγορίαις καταναλῶσαι ἐσπούδασεν. Ὅρα γοῦν πῶς ἐν ἐνιαυτῷ ὁλοκλήρῳ, μᾶλλον δὲ πῶς καὶ νῦν ἐν τῇ ἑορτῇ τοῦ πάσχα οὐδὲν πλέον ἡμᾶς ἐδίδαξε σημείων ἕνεκεν, ἢ ὅτι τὸν παράλυτον μόνον ἐθεράπευσε, καὶ τὸν υἱὸν τοῦ βασιλικοῦ. Οὐ γὰρ τοῦτο ἐσπούδαζεν ὥστε ἅπαντα καταλέγειν, ἐπειδὴ μηδὲ δυνατὸν ἦν· ἀλλ' ἐκ πολλῶν καὶ μεγάλων ὀλίγα. Καὶ ἠκολούθει, φησὶν, αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει. Οὐ σφόδρα βεβαίας διανοίας ἡ ἀκολούθησις. Τοσαύτης γὰρ διδασκαλίας ἀπολαύσαντες, ἀπὸ τῶν σημείων ἐνήγοντο μᾶλλον· ὃ παχυτέρας γνώμης ἦν. Τὰ γὰρ σημεῖα, φησὶ, τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δῆμος ὁ παρὰ τῷ Ματθαίῳ οὕτως, ἀλλ' ἄκουε πῶς. Ἐξεπλήσσοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, φησὶν, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. Τί δήποτε δὲ τὸ ὄρος καταλαμβάνει νῦν, καὶ ἐκεῖ κάθηται μετὰ τῶν μαθητῶν; ∆ιὰ τὸ μέλλον ἔσεσθαι σημεῖον. Τὸ δὲ τοὺς μαθητὰς ἀναβῆναι μόνους, κατηγορία τοῦ πλήθους ἦν οὐκ ἀκολουθήσαντος αὐτῷ. Οὐ τούτου δὲ ἕνεκεν μόνον τοῦτο ποιεῖ, τὸ ὄρος καταλαμβάνων, ἀλλὰ καὶ παιδεύων ἡμᾶς ἀεὶ διαναπαύεσθαι ἀπὸ τῶν θορύβων καὶ τῆς ἐν μέσῳ ταραχῆς· ἐπιτήδειον γὰρ πρὸς φιλοσοφίαν ἐρημία. Πολλάκις δὲ καὶ μόνος αὐτὸς τὸ ὄρος καταλαμβάνει, καὶ διανυκτερεύει καὶ εὔχεται, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ἐπιζητεῖν. Καὶ ἦν ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Πῶς οὖν οὐκ ἀναβαίνει εἰς τὴν ἑορτὴν, φησὶν, ἀλλὰ πάντων ἐπειγομένων εἰς τὰ Ἱεροσόλυμα, αὐτὸς εἰς τὴν Γαλιλαίαν ἔρχεται, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τοὺς μαθητὰς ἄγων, καὶ ἐκεῖθεν εἰς Καπερναούμ; Ἠρέμα λοιπὸν ὑπεξέλυε τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας. Καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, ὁρᾷ ὄχλον πολύν. Ἐνταῦθα δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ' ἴσως ἀκριβολογούμενός τι πρὸς αὐτοὺς καὶ διδάσκων, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, οὗ μάλιστα καὶ ἐντεῦθεν τὴν κηδεμονίαν ἔστι μαθεῖν, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους. Συνεκάθηντο γὰρ αὐτῷ τάχα πρὸς ἀλλήλους ὁρῶντες. Εἶτα ἀναβλέψας ὁρᾷ τὸν ὄχλον παραγινόμενον πρὸς αὐτόν. Οἱ μὲν οὖν ἄλλοι εὐαγγελισταὶ τοὺς μαθητάς φασι προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολῦσαι αὐτοὺς νήστεις· οὗτος δὲ εἰσάγει τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. Καί μοι δοκεῖ ἀμφότερα εἶναι ἀληθῆ, οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα δὲ ὅμως καιρῶν, ἀλλ' ἐκεῖνα τούτων εἶναι πρεσβύτερα· ὥστε ἕτερα μὲν ἐκεῖνα λοιπὸν, ἕτερα δὲ ταῦτά ἐστι. Τίνος οὖν ἕνεκεν τὸν Φίλιππον ἐρωτᾷ; Ἤδει τῶν μαθητῶν τοὺς μάλιστα πλείονος δεομένους διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων· ∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. ∆ιὰ τοῦτο ἄνωθεν αὐτὸν ἐῤῥύθμιζεν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νῦν δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν οὖσαν σπάνιν, ἵνα γνοὺς ἐν τίσιν ἦν, ἀκριβέστερον οὕτω μάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος. Καὶ ὅρα τί φησιν ἐκεῖνος· Πόθεν ἡμῖν ἄρτοι τοσοῦτοι, ἵνα φάγωσιν οὗτοι; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πρὸς τὸν Μωϋσέα ἔλεγεν. Οὐ γὰρ πρότερον τὸ σημεῖον ἐποίησεν, ἕως ἂν αὐτὸν ἠρώτησε, Τί ποτέ ἐστιν ἐν τῇ χειρί σου; Ἐπειδὴ γὰρ τὰ παράδοξα καὶ ἀθρόον συμβαίνοντα, τῶν προτέρων ἡμᾶς εἰς λήθην ἐμβαλεῖν εἴωθε, πρότερον αὐτὸν ἐν τῇ τοῦ παρόντος κατέδησεν ὁμολογίᾳ, ἵνα τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν· εἶθ' οὕτως ἀπὸ τῆς συγκρίσεως μάθῃ καὶ τοῦ σημείου τὸ μέγεθος· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Καὶ ἐρωτηθεὶς ἀποκρίνεται λέγων· ∆ιακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν, ἵνα ἕκαστος βραχύ τι λάβῃ. Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Τί ἐστι, Πειράζων αὐτόν; ἆρα γὰρ ἠγνόει τὸ μέλλον ὑπ' αὐτοῦ ῥηθήσεσθαι; Οὐκ ἔστι τοῦτο εἰπεῖν.

βʹ. Ἀλλὰ τίς ποτε τῆς λέξεως ἡ διάνοια; Ἀπὸ τῆς Παλαιᾶς δυνατὸν αὐτὴν καταμαθεῖν. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπείραζεν ὁ Θεὸς Ἀβραὰμ, καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Οὐδὲ γὰρ ἐκεῖ τοῦτο λέγων φαίνεται, ὅτι ἀπὸ τῆς πείρας ἀνέμενεν ἰδεῖν τὸ τέλος, εἴτε ὑπακούσεται, εἴτε μή· (πῶς γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;) ἀλλ' ἀνθρωπίνως ἀμφότερα εἴρηται. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων, οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν, ἀλλ' ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν, οὐδὲν ἄλλο φησὶν, ἀλλ' ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο, ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε, οὕτω καὶ τοῦτον διὰ τῆς τοιαύτης ἐρωτήσεως ἐνάγων νῦν εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας, ὑποπτεύσῃς τι ἄτοπον περὶ τῶν εἰρημένων, ἐπήγαγεν· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Πλὴν ἐκεῖνο παρατηρεῖν ἀναγκαῖον, πῶς, ὅταν ᾖ ὑπόνοια πονηρὰ, εὐθὺς αὐτὴν ὁ εὐαγγελιστὴς μετὰ πολλῆς ἐπιδιορθοῦται τῆς σπουδῆς. Ὥσπερ οὖν ἐνταῦθα, ἵνα μή τι τοιοῦτον ὑποπτεύσωσιν οἱ ἀκούοντες, προσέθηκε τὴν ἐπιδιόρθωσιν, εἰπών· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν· οὕτω καὶ ἐκεῖ λέγων, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, Οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ· εἰ μὴ ἀπόφασις ἦν αὐτοῦ τοῦ Χριστοῦ διὰ τῶν ἔργων βεβαιουμένη, προσέθηκεν ἂν κἀκεῖ τὴν ἐπιδιόρθωσιν ταύτην. Εἰ γὰρ ἐν οἷς αὐτὸς λέγει, ὑφορᾶται ὁ εὐαγγελιστὴς, μή τις ὑποπτεύσῃ· πολλῷ μᾶλλον ἐν οἷς ἕτεροι περὶ αὐτοῦ τοῦτο ἔλεγον, ὑπείδετο ἂν, εἰ μὴ προσήκουσαν ἑώρα περὶ αὐτοῦ κρατοῦσαν ὑπόνοιαν. Ἀλλ' οὐκ ἐποίησεν· ᾔδει γὰρ αὐτοῦ τὴν γνώμην οὖσαν τοῦτο καὶ ψῆφον ἀκίνητον. ∆ιὰ τοῦτο εἰπὼν, Ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐκ ἐχρήσατο ἐπιδιορθώσει τινὶ τοιαύτῃ· οὐ γὰρ ἐκείνων ἦν ὑπόνοια διεφθαρμένη τὸ λεγόμενον, ἀλλ' ἀπόφασις αὐτοῦ κεκυρωμένη διὰ τῶν ἔργων. Ἐρωτηθέντος τοίνυν τοῦ Φιλίππου, Φησὶν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν ὧδε παιδάριον ἔχον πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ὑψηλότερος μὲν τοῦ Φιλίππου ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασε. Οἶμαι δὲ μηδὲ ἁπλῶς τοῦτο εἰπεῖν, ἀλλ' ἀκηκοότα αὐτὸν τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς Ἑλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον. ∆ιὰ δὴ τοῦτο ἀνέβη μὲν ἐπί τι ὕψος, οὐκ ἴσχυσε δὲ πρὸς αὐτὴν φθάσαι τὴν κορυφήν. Μάθωμεν ἐντεῦθεν οἱ τῇ τρυφῇ προσέχοντες, τίνα ἐσιτοῦντο οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι καὶ μεγάλοι, καὶ τῇ ποσότητι τῶν ἐπιφερομένων καὶ τῇ ποιότητι τὴν εὐτέλειαν αὐτῶν τῆς τραπέζης ἴδωμέν τε καὶ μιμησώμεθα. Τὰ γοῦν ἑξῆς τούτων πολλῆς ἀσθενείας. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἔχει πέντε ἄρτους κριθίνους, ἐπήγαγεν· Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάττονα, ἀπὸ δὲ πλειόνων πλείονα ἔμελλε ποιεῖν ὁ θαυματουργῶν· ὅπερ οὐκ ἦν. Ὁμοίως γὰρ ἦν αὐτῷ εὔκολον ἀπό τε πλειόνων, ἀπό τε ἐλαττόνων ποιῆσαι πηγάσαι τῶν ἄρτων τὴν φύσιν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης· ἀλλ' ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, ὡς οἱ μετὰ ταῦτα διαβάλλοντες οἱ τὰ Μαρκίωνος νοσήσαντες ἔλεγον, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυμάτων. Ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ λοιπόν· οὕτω γὰρ μᾶλλον ἐκέρδαναν, πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν, ἵνα ὅταν γένηται, μάθωσι τοῦ Θεοῦ τὴν δύναμιν. Ἐπειδὴ γὰρ γίνεσθαι σημεῖον ἔμελλε τὸ καὶ προφήταις κατορθωθὲν, εἰ καὶ μὴ ὁμοίως· ἔμελλε δὲ καὶ εὐχαριστήσας αὐτὸ πρότερον ποιεῖν· ἵνα μὴ εἰς ἀσθενῆ τινα καταπέσωσιν ὑπόνοιαν, ὅρα πῶς αὐτὸ καὶ τῷ τρόπῳ διὰ πάντων ἐπῆρε καὶ τὴν διαφορὰν ἔδειξεν. Οὔπω γὰρ τῶν ἄρτων φανέντων, τὸ θαῦμα ποιεῖ, ἵνα μάθῃς ὅτι τὰ μὴ ὄντα ὡς ὄντα αὐτῷ ὑφέστηκε, καθάπερ ὁ Παῦλός φησιν· Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα. Ὡς ἑτοίμου γὰρ καὶ παρεσκευασμένης τῆς τραπέζης, ἐκέλευσεν αὐτοὺς εὐθέως ἀναπεσεῖν. Οὕτω καὶ διὰ τούτου τὴν διάνοιαν τῶν μαθητῶν ἀνέστησεν. Ὅτι δὲ καὶ ἐκέρδαναν ἀπὸ τῆς ἐρωτήσεως, εὐθέως ὑπήκουσαν, καὶ οὐκ ἐθορυβήθησαν, οὐδὲ εἶπον· τί ποτε τοῦτό ἐστι; πῶς κελεύεις ἀναπεσεῖν, οὐδενὸς ἐν τῷ μέσῳ φαινομένου; Οὕτω καὶ πρὸ τῆς ὄψεως τοῦ σημείου πιστεύειν ἤρξαντο οἱ παρὰ τὴν ἀρχὴν τοσοῦτον ἀπιστήσαντες ὡς εἰπεῖν, Πόθεν ἀγοράσομεν ἄρτους; ὅτι καὶ μετὰ προθυμίας ἀνέκλιναν τοὺς ὄχλους. Ἀλλὰ τί δήποτε τὸν παραλυτικὸν μέλλων ἀνορθοῦν οὐκ εὔχεται, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν· ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; ∆εικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχαριστεῖν δεῖ τῷ Θεῷ. Καὶ ἄλλως δὲ, ἐπὶ τῶν ἐλαττόνων αὐτὸ μάλιστα ἐργάζεται, ἵνα μάθῃς ὅτι οὐ δεόμενος αὐτὸ ποιεῖ. Εἰ γὰρ δεόμενος, πολλῷ μᾶλλον ἐπὶ τῶν μειζόνων ἂν αὐτὸ ἐποίησεν. Ὁ δὲ ἐκεῖνα αὐθεντίᾳ ποιήσας, εὔδηλον ὅτι καὶ ταῦτα συγκαταβατικῶς ἔπραττεν.

γʹ. Ἔτι τε καὶ ὅτι ὄχλος πολὺς ἦν παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. ∆ιὰ τοῦτο ὅταν μὲν μόνος ποιῇ τι σημεῖον, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δὲ ἐπὶ πολλῶν αὐτὸ ποιῇ, ὥστε πιστεῦσαι αὐτοὺς ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεννηκότι, διὰ τῆς εὐχαριστίας ἀναιρεῖ τὴν ὑποψίαν. Καὶ ἔδωκε τοῖς ἀνακειμένοις, καὶ ἐνεπλήσθησαν. Εἶδες πόσον δούλου καὶ δεσπότου τὸ μέσον; Ἐκεῖνοι μὲν γὰρ ἐκ μέτρου ἔχοντες τὴν χάριν, οὕτως ἐθαυματούργουν· ὁ δὲ Θεὸς ἀπολελυμένῃ δυνάμει ποιῶν, μετὰ πολλῆς ἅπαντα εἰργάζετο τῆς περιουσίας. Καὶ εἶπε τοῖς μαθηταῖς· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα. Οἱ δὲ συνήγαγον, καὶ ἐγέμισαν δώδεκα κοφίνους. Οὐκ ἐπίδειξις ἦν τοῦτο περιττὴ, ἀλλ' ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα· διὰ δὴ τοῦτο καὶ ἐξ ὑποκειμένης ὕλης δημιουργεῖ. Τίνος δὲ ἕνεκεν οὐ τοῖς ὄχλοις ἔδωκεν βαστάσαι, ἀλλὰ τοῖς μαθηταῖς; Ὅτι μάλιστα τούτους παιδεῦσαι ἠβούλετο τοὺς μέλλοντας εἶναι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τῶν θαυμάτων τέως· εὐθέως γοῦν ἐπελανθάνοντο αὐτοὶ, καὶ ᾔτουν ἕτερον θαῦμα· οὗτοι δὲ οὐ τὰ τυχόντα κερδαίνειν ἔμελλον. Ἦν δὲ καὶ τῷ Ἰούδᾳ κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον. Ὅτι δὲ τῆς αὐτῶν παιδεύσεως ἕνεκεν ταῦτα ἐγένετο, ἐκ τοῦ εἰρημένου ὕστερον δῆλον, οὗπερ ἀνέμνησεν αὐτοὺς λέγων· Οὔπω νοεῖτε πόσους κοφίνους ἐλάβετε; Καὶ τὸ ἰσαρίθμους εἶναι τοῖς μαθηταῖς τοὺς κοφίνους τῶν λειψάνων, τῆς αὐτῆς ἕνεκεν αἰτίας γέγονεν. Ὕστερον δὲ ἐπειδὴ ἐπαιδεύθησαν, οὐκ ἔτι τοσούτους, ἀλλὰ σπυρίδας ἑπτά. Ἐγὼ δὲ οὐ τὸ πλῆθος θαυμάζω τῶν γεγονότων ἄρτων μόνον, ἀλλὰ μὴν μετὰ τοῦ πλήθους καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον οὔτε ἔλαττον ἐποίησε περισσευθῆναι, ἀλλὰ τοσοῦτον ὅσον ἐβούλετο, προειδὼς πόσα ἀναλώσουσιν· ὅπερ ἀφάτου δυνάμεως ἦν. Ἐπιστοῦτο μὲν οὖν τὰ κλάσματα τὸ γεγονὸς, ἀμφότερα ἐμφαίνοντα, καὶ ὅτι οὐ φαντασία τις ἦν τὰ γεγενημένα, καὶ ὅτι ἐξ ἐκείνων ἦν ὧν ἐτράφησαν. Τὸ δὲ τῶν ἰχθύων, τότε μὲν ὑποκειμένων ἐγένετο· ὕστερον δὲ μετὰ τὴν ἀνάστασιν, οὐκ ἔτι ἐξ ὕλης ὑποκειμένης. Τίνος ἕνεκεν; Ἵνα μάθῃς ὅτι καὶ νῦν τῇ ὕλῃ ἐκέχρητο, οὐ δι' ἔνδειαν, οὐδὲ δεόμενος ὑποβάθρας, ἀλλ' ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Οἱ δὲ ὄχλοι ἔλεγον, ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ὢ γαστρι μαργίας ὑπερβολή· μυρία τούτων εἰργάσατο θαυμαστότερα, καὶ οὐδαμοῦ τοῦτο ὡμολόγησαν, ἀλλ' ὅτε ἐνεπλήσθησαν. Ἄρα ἐκ τούτου δῆλον, ὅτι προφήτην τινὰ προσεδόκων ἐξαίρετον. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Σὺ εἶ ὁ προφήτης; καὶ οὗτοι· Οὗτός ἐστιν ὁ προφήτης. Ὁ γοῦν Ἰησοῦς, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος. Βαβαὶ πόση τῆς γαστριμαργίας ἡ τυραννίς! πόση τῆς γνώμης ἡ εὐκολία! οὐκ ἔτι αὐτοῖς τῆς τοῦ σαββάτου παραβάσεως μέλει· οὐκ ἔτι ζηλοῦσιν ὑπὲρ Θεοῦ, ἀλλὰ πάντα ἔῤῥιπτο, τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης. Καὶ προφήτης ἦν παρ' αὐτοῖς, καὶ βασιλέα χειροτονεῖν ἔμελλον· ὁ δὲ Χριστὸς φεύγει. Τί δήποτε; Παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων, καὶ δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἐπὶ γῆς. Ὁ γὰρ πάντα εὐτελῆ ἐπιλεξάμενος, καὶ μητέρα, καὶ οἰκίαν, καὶ πόλιν, καὶ ἀνατροφὴν, καὶ ἱματίων στολὴν, οὐκ ἔμελλεν ὕστερον ἀπὸ τῶν ἐν τῇ γῇ φαίνεσθαι. Τὰ μὲν γὰρ ἀπὸ τῶν οὐρανῶν, λαμπρά τε ἦν καὶ μεγάλα, ἄγγελοί τε καὶ ἀστὴρ, καὶ Πατὴρ βοῶν, καὶ Πνεῦμα μαρτυροῦν, καὶ προφῆται πόῤῥωθεν ἀνακηρύττοντες· τὰ δὲ ἐν τῇ γῇ πάντα εὐτελῆ, ἵνα καὶ οὕτω μειζόνως ἡ δύναμις φαίνηται. Ἦλθε δὲ καὶ παιδεύων ἡμᾶς καταφρονεῖν τῶν ἐνταῦθα, καὶ μηδαμοῦ τεθηπέναι μηδὲ ἐκπλήττεσθαι τὰ τοῦ βίου λαμπρὰ, ἀλλὰ καταγελᾷν ἁπάντων τούτων, καὶ τῶν μελλόντων ἐρᾷν. Ὁ γὰρ τὰ ἐνταῦθα θαυμάζων, οὐ θαυμάσεται τὰ ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· ἵνα μὴ δόξῃ λοιπὸν ἀνθρωπίνῳ φόβῳ καὶ δυναστείᾳ πρὸς τὸ πείθειν ἀποκεχρῆσθαι. Πῶς οὖν εἶπεν ὁ προφήτης· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον; Ὅτι βασιλείαν ἐκείνην λέγει, τὴν ἐν τοῖς οὐρανοῖς, ἀλλ' οὐχὶ ταύτην. ∆ιὰ δὴ τοῦτο πάλιν ἔλεγε· ∆όξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω.

δʹ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, τῆς τιμῆς τῆς παρὰ ἀνθρώποις καταφρονεῖν καὶ μὴ ἐφίεσθαι. Τετιμήμεθα γὰρ τιμὴν μεγίστην, καὶ πρὸς ἣν αὕτη παραβαλλομένη, ὕβρις καὶ γέλως καὶ κωμῳδία ὄντως ἐστίν· ὥσπερ οὖν καὶ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία, καὶ ἡ ζωὴ αὕτη χωρὶς ἐκείνης νέκρωσις (Ἄφες, φησὶ, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς)· οὕτω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην αἰσχύνη καὶ γέλως ἐστί. Μὴ τοίνυν αὐτὴν διώκωμεν. Εἰ γὰρ οἱ παρέχοντες αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέστεροι, πολλῷ μᾶλλον αὐτὴ ἡ δόξα· ∆όξα γὰρ ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δὲ ἄνθους χόρτου εὐτελέστερον γένοιτ' ἄν; Εἰ δὲ καὶ μόνιμος ἦν, τί τὴν ψυχὴν ὠφελῆσαι ἴσχυσεν ἄν; Οὐδέν· ἀλλὰ καὶ καταβλάπτει τὰ μέγιστα, δούλους ποιοῦσα, δούλους ἀργυρωνήτων χείρους, δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις διάφορα ἐπιτάττουσιν ὑπακούοντας. Πόσῳ βέλτιον ἐλεύθερον εἶναι, ἢ δοῦλον, ἐλεύθερον μὲν τῆς τῶν ἀνθρώπων δουλείας, δοῦλον δὲ τῆς τοῦ Θεοῦ δεσποτείας; Ὅλως δὲ εἰ βούλει δόξης ἐρᾷν, ἔρα δόξης, ἀλλὰ τῆς ἀθανάτου. Καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέατρον, καὶ μεῖζον τὸ κέρδος. Οὗτοι μὲν γάρ σε κελεύουσι δαπανώμενον ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χριστὸς τοὐναντίον ἅπαν. Καὶ γὰρ ἑκατονταπλασίονά σοι δίδωσι τῶν διδομένων παρὰ σοῦ, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί τοίνυν βέλτιον, ἐν τῇ γῇ, ἢ ἐν τοῖς οὐρανοῖς, ὑπὸ ἀνθρώπων, ἢ ὑπὸ Θεοῦ θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανοῦσθαι πρὸς μίαν ἡμέραν, ἢ πρὸς ἀπείρους αἰῶνας; ∆ὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου. Σὺ γὰρ αἴτιος εἶ τῆς ἀπωλείας τῆς ἐκείνου διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες· ὅταν δέ σε κροτοῦντα, συντρέχοντα, ἀναλίσκοντα, ἅπαντα τὰ σαυτοῦ δαπανῶντα θεάσωνται, κἂν μὴ βούλωνται τοῦτο μετιέναι, τῇ τοῦ κέρδους ἐπιθυμίᾳ κατέχονται. Εἰ δὲ ἔγνωσαν, ὅτι οὐδεὶς ἂν ἐπαινέσειε τὰ ἐκείνων, ταχέως ἂν ἀπέστησαν τῶν πόνων διὰ τὸ ἀκερδές· ὅταν δὲ ἴδωσι τὸ πρᾶγμα παρὰ πολλῶν θαυμαζόμενον, γίνεται δέλεαρ αὐτοῖς ὁ τῶν ἄλλων ἔπαινος. Ἀποστῶμεν τοίνυν τῆς ἀκερδοῦς δαπάνης· μάθωμεν ἐπὶ τίσιν ἀναλίσκειν καὶ πότε χρή. Μὴ δὴ ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν ἄξιον εἴη ὀργῆς, ὅταν τῇ πόρνῃ διδῷς, παρατρέχων τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν; Ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδικῶν, τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς ταῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Ἄκουσον τί φησιν ὁ Παῦλος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τάχα σφοδρῶς ὑμῶν καθηψάμεθα, ἀλλὰ κἂν ἡμεῖς μὴ καθαψώμεθα, αἱ διὰ τῶν πραγμάτων μένουσι τιμωρίαι τοὺς ἀδιόρθωτα ἁμαρτάνοντας. Τί οὖν ὄφελος ἐν τοῖς λόγοις χαρίζεσθαι τοῖς διὰ τῶν ἔργων κολάζεσθαι μέλλουσι; Συνευδοκεῖς τῷ ὀρχουμένῳ, ἐπαινεῖς καὶ θαυμάζεις; Οὐκοῦν ἐκείνου γέγονας χείρων. Τῷ μὲν γὰρ ἡ πενία συγγνώμην δίδωσιν, εἰ καὶ λόγον οὐκ ἔχουσαν· σὺ δὲ καὶ ταύτης ἀπεστέρησαι τῆς ἀπολογίας. Κἀκεῖνον μὲν ἐὰν ἔρωμαι, τί δήποτε τὰς ἄλλας τέχνας ἀφεὶς, ἐπὶ ταύτην ἦλθες τὴν ἐναγῆ καὶ μιαράν; ἐρεῖ, ὅτι ἔξεστιν ὀλίγα πονοῦντα, πολλὰ καρποῦσθαι. Σὲ δὲ ἐὰν ἔρωμαι, τί δήποτε θαυμάζεις τὸν ἐν ἀσελγείᾳ βιοῦντα καὶ ἐπὶ λύμῃ ζῶντα πολλῶν; οὐκ ἔχεις ἐπὶ τὴν αὐτὴν πρόφασιν καταφεύγειν, ἀλλὰ ἀνάγκη κάτω κύπτειν, καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. Εἰ δὲ παρ' ἡμῶν εὐθύνας ἀπαιτούμενος οὐδὲν ἂν σχοίης εἰπεῖν, ὅταν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαραίτητον παραγένηται δικαστήριον, ἔνθα τῶν νοημάτων, καὶ πραγμάτων, καὶ πάντων τίνομεν εὐθύνας, πῶς στησόμεθα; ποίοις ὀφθαλμοῖς τὸν κριτὴν ὀψόμεθα; τί ἐροῦμεν; τί ἀπολογησόμεθα; ποίαν εὔλογον, ποίαν ἄλογον προβαλούμεθα πρόφασιν; τὴν τῆς δαπάνης; τὴν τῆς τέρψεως; ἢ τὴν τῆς ἑτέρων ἀπωλείας, οὓς διὰ τῆς ἐκείνου τέχνης ἀπόλλυμεν; Οὐκ ἔστιν οὐδὲν εἰπεῖν, ἀλλ' ἀνάγκη κολάζεσθαι κόλασιν τέλος οὐκ ἔχουσαν, πέρας οὐκ ἐπισταμένην. Ὅπερ ἵνα μὴ γένηται, ἐντεῦθεν ἤδη πάντα φυλαξώμεθα, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἀπελθόντες, τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΓʹ. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐ τοῦ εἰς τὴν θάλασσαν. Καὶ ἀναβάντες εἰς τὸ πλοῖον, ἤρχοντο εἰς τὸ πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγένετο, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλασσα, ἀνέμου μεγάλου πνέοντος, διηγείρετο.

αʹ. Οὐχὶ παρὼν τοῖς μαθηταῖς ὁ Χριστὸς σωματικῶς μόνον, ἀλλὰ καὶ μακρὰν γενόμενος τὸ συμφέρον οἰκονομεῖ. Καὶ γὰρ εὔπορος ὢν καὶ εὐμήχανος, διὰ τῶν ἐναντίων πραγμάτων ἓν καὶ τὸ αὐτὸ κατασκευάζει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ. Ἀφίησι τοὺς μαθητὰς, καὶ ἀνέρχεται εἰς τὸ ὄρος. Οἱ δὲ τοῦ διδασκάλου ἀπολειφθέντες, ὡς ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν· καὶ μέχρι μὲν τῆς ἑσπέρας περιέμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας, οὐκ ἔτι ἀνέχονται μὴ ἐπιζήτησιν αὐτοῦ ἐλθεῖν· τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως. Οὐδὲ γὰρ εἶπον· Ἑσπέρα νῦν ἐστι, καὶ νὺξ κατέλαβε, ποῦ νῦν ἀπελευσόμεθα; ἐπικίνδυνος ὁ τόπος, ἐπισφαλὴς ὁ καιρός· ἀλλ' ὑπὸ τοῦ πόθου πυρούμενοι, ἐνέβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ εὐαγγελιστὴς καὶ τὸν καιρὸν ἐπισημαίνεται, ἀλλ' ὥστε διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφῆναι. Τίνος οὖν ἕνεκεν ἀφίησιν αὐτοὺς καὶ ἀναχωρεῖ; μᾶλλον δὲ, τίνος ἕνεκεν φαίνεται πάλιν μόνος ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκείνῳ μὲν διδάσκων αὐτοὺς πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον ἐργαζόμενος μείζονα· τούτῳ δὲ πάλιν τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος. Ὥσπερ γὰρ ἐν τῇ διδασκαλίᾳ οὐ μετὰ τοῦ ὄχλου πάντα ἤκουον, οὕτω καὶ ἐπὶ τῶν σημείων οὐ μετὰ τοῦ πλήθους πάντα ἑώρων. Ἐχρῆν γὰρ αὐτοὺς μέλλοντας ἐγχειρίζεσθαι τῆς οἰκουμένης τὴν προστασίαν, ἔχειν τι τῶν λοιπῶν πλέον. Καὶ ποῖα σημεῖα καθ' ἑαυτοὺς εἶδον; φησί. Τὴν μεταμόρφωσιν τὴν ἐπὶ τοῦ ὄρους, τοῦτο τὸ ἐπὶ τῆς θαλάσσης, τὰ μετὰ τὴν ἀνάστασιν πολλὰ καὶ μεγάλα ὄντα. Ἐγὼ δὲ καὶ ἕτερα στοχάζομαι ἀπὸ τούτων. Ἤρχοντο δὲ εἰς Καπερναοὺμ, τὸ μὲν σαφὲς οὐκ εἰδότες, ἐκεῖ δὲ προσδοκῶντες, εὑρήσειν αὐτὸν, ἢ καὶ κατὰ μέσον τὸν πλοῦν. Τοῦτο γοῦν ὁ Ἰωάννης ᾐνίξατο εἰπὼν, ὅτι σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα μεγάλου ἀνέμου πνέοντος διηγείρετο. Τί οὖν ἐκεῖνοι; Ταράσσονται· πολλὰ δὲ ἦν τὰ τοῦτο ποιεῖν αὐτοὺς ἀναγκάζοντα, καὶ πολλαχόθεν· καὶ γὰρ καὶ ἀπὸ τοῦ καιροῦ· σκοτία γὰρ ἦν· καὶ ἀπὸ τοῦ χειμῶνος· ἡ γὰρ θάλασσα διηγείρετο· καὶ ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἦσαν ἐγγὺς τῆς γῆς, ἀλλ' Ἐληλακότες ὡς σταδίους εἰκοσιπέντε· καὶ ἀπὸ τοῦ παραδόξου τὸ τελευταῖον· Θεωροῦσι γὰρ αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· οἷς καὶ ταραχθεῖσι σφόδρα λέγει· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τίνος οὖν ἕνεκεν ἐφάνη; ∆εικνὺς ὅτι αὐτός ἐστιν ὁ τὸν χειμῶνα λύσων. Τοῦτο γὰρ ἐνέφηνεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἤθελον λαβεῖν αὐτόν· καὶ εὐθέως τὸ πλοῖον ἐγγὺς τῆς γῆς ἐγένετο. Οὐ γὰρ μόνον ἀσφαλῆ, ἀλλὰ καὶ ἐξ οὐρίων αὐτοῖς παρέσχε τὸν πλοῦν. Τῷ ὄχλῳ δὲ οὐκ ἐπέδειξεν ἑαυτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· μεῖζον γὰρ ἢ κατὰ τὴν ἐκείνων ἀσθένειαν τὸ σημεῖον ἦν. Ἀλλ' οὐδὲ τοῖς μαθηταῖς ὤφθη ἐπὶ πολὺ τοῦτο ποιῶν, ἀλλὰ ἅμα τε ὤφθη, καὶ ἀπέστη ἀπ' αὐτῶν. Ἐμοὶ δὲ καὶ τοῦτο δοκεῖ τὸ σημεῖον ἕτερον εἶναι τοῦ παρὰ τῷ Ματθαίῳ κειμένου Καὶ ὅτι ἕτερον, πολλαχόθεν δῆλον. Πολλάκις γὰρ τὰ αὐτὰ ποιεῖ σημεῖα, ὥστε παρασκευάσαι μὴ μόνον σφόδρα ξενίζεσθαι τοὺς ὁρῶντας, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὰ δέχεσθαι πίστεως. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων ψυχῆς. Ἀλλαχοῦ δὲ οὐχ οὕτω ποιεῖ. ∆ιὰ τοῦτο γοῦν καὶ ὁ Πέτρος ἔλεγε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν. Πόθεν οὖν τότε μὲν οὐκ εὐθέως τοῦτο ἐδέξαντο, νῦν δὲ ἐπείσθησαν; Ὅτι τότε μὲν ἔτι ὁ χειμὼν ἐπέμενε σαλεύων τὸ πλοῖον· νῦν δὲ μετὰ τῆς φωνῆς ἡ γαλήνη παρεγένετο· ἢ εἰ μὴ τοῦτο, τὸ πρότερον ἐκεῖνό ἐστιν ὅπερ ἔφθην εἰπὼν, ὅτι πολλάκις τὰ αὐτὰ ποιῶν σημεῖα, εὐπαράδεκτα τῷ χρόνῳ τὰ δεύτερα ἀπὸ τῶν προτέρων εἰργάζετο. Τίνος δὲ ἕνεκεν οὐκ ἀνέβη εἰς τὸ πλοῖον; Τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον, καὶ δεῖξαι ὅτι τότε εὐχαριστήσας, οὐχὶ δεόμενος βοηθείας τοῦτο ἐποίησεν, ἀλλ' ἐκείνοις συγκαταβαίνων. Καὶ εἴασε μὲν γενέσθαι τὸν χειμῶνα, ἵνα ἀεὶ αὐτὸν ἐπιζητῶσιν· ἔπαυσε δὲ πάλιν εὐθέως, ἵνα τὴν δύναμιν αὐτοῦ γνωρίσῃ· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, ἵνα τὸ θαῦμα μεῖζον ἐργάσηται. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς ἰδὼν ὅτι ἄλλο πλοιάριον οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι ὁ Ἰησοῦς οὐ συνεισῆλθεν· ἐνέβησαν καὶ αὐτοὶ εἰς ἕτερα πλοιάρια, ἐλθόντα ἀπὸ Τιβεριάδος. Καὶ τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ Ἰωάννης; διατί γὰρ οὐκ εἶπεν, ὅτι Οἱ δὲ ὄχλοι τῇ ἑξῆς περάσαντες ἀπῆλθον; Ἕτερόν τι ἡμᾶς βούλεται διδάξαι. Ποῖον τοῦτο; Ὅτι καὶ τοῖς ὄχλοις, εἰ καὶ μὴ οὕτω φανερῶς, ἔδωκε γοῦν ὅμως λανθανόντως ὑπονοῆσαι τὸ γεγενημένον. Εἶδον γὰρ, φησὶν, ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν, καὶ ὅτι Ἰησοῦς οὐ συνεισῆλθε, καὶ ἐμβάντες εἰς τὰ ἐκ Τιβεριάδος πλοιάρια, Ἦλθον ζητοῦντες τὸν Ἰησοῦν εἰς Καπερναούμ. Τί γὰρ ἦν ἕτερον ὑποπτεῦσαι, ἀλλ' ἢ ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο; Οὐδὲ γὰρ ἔνι εἰπεῖν, ὅτι ἑτέρῳ πλοίῳ διέβη. Ἓν γὰρ ἦν, φησὶν, εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ. Ἀλλ' ὅμως μετὰ θαῦμα τηλικοῦτον ἐλθόντες, οὐκ ἠρώτησαν αὐτὸν πῶς διέβη, πῶς παρεγένετο, οὐδὲ ἐζήτησαν τὸ τοσοῦτον σημεῖον μαθεῖν· ἀλλὰ τί φασι; Ῥαββὶ, πότε ὧδε γέγονας; Πλὴν εἰ μὴ τὸ Πότε τις ἐνταῦθα λέγοι ἀντὶ τοῦ Πῶς εἰρῆσθαι παρ' αὐτῶν.

βʹ. Ἄξιον δὲ καὶ ἐντεῦθεν συνιδεῖν τὴν εὔκολον αὐτῶν γνώμην, Οἱ γὰρ λέγοντες, Οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες, ὡς ἔγωγε οἶμαι, οὐκ ἔτι λοιπὸν ὑπὲρ τῶν προτέρων θαυμάζουσι. ∆ιὰ τοῦτο ἄρα ἐπεζήτουν, βουλόμενοι πάλιν τραπέζης ἀπολαύειν, οἵας καὶ πρότερον. ∆ιέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μωϋσέως ἡγουμένου, ἀλλὰ πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος πάντα εἰργάζετο· οὗτος δὲ, μετὰ ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν, νότου τότε πνέοντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν· ἐνταῦθα δὲ τὸ θαῦμα μεῖζον ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν ∆εσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ· Ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. Εἰκότως δὲ μέλλων εἰς Καπερναοὺμ ἐμβαλεῖν τὴν σκληρὰν καὶ ἀπειθῆ, τὸ σημεῖον τῶν ἄρτων εἰργάσατο· οὐ μόνον τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς πόλεως θαυματουργουμένοις, μαλάξαι βουλόμενος τῶν ἐν αὐτῇ τὴν ἀπείθειαν. Τὸ γὰρ ὄχλους παραγενέσθαι τοσούτους εἰς τὴν πόλιν ἐκείνην, πολλὴν τεθειμένους σπουδὴν, ποῖον οὐκ ἦν ἱκανὸν μαλάξαι λίθον; Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτον οὐδὲν ἔπαθον, ἀλλὰ πάλιν τροφῆς ἐπεθύμουν σωματικῆς· διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Ἰησοῦ. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν αἰσθητῶν μὲν ἕνεκεν, πολλῷ δὲ μᾶλλον τῶν πνευματικῶν. Οὕτω γὰρ καὶ αὐτὸς βούλεται, καὶ διὰ ταῦτα καὶ ἐκεῖνα δίδωσι, τοὺς ἀτελεστέρους ἐνάγων τούτοις καὶ προπαιδεύων, ἐπειδὴ πρὸς τὸν κόσμον ἔτι κεχήνασιν. Ἀλλ' ὅταν αὐτὰ λαβόντες, ἐν αὐτοῖς ἐναπομείνωσιν, ἐγκαλοῦνται καὶ ἐπιτιμῶνται. Ἐπεὶ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πρῶτον ἐκεῖνο ἐβούλετο δοῦναι, ἀλλ' οὐκ ἠνείχοντο οἱ παρόντες. Εἰπόντος γὰρ, ὅτι Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔλεγον· Οὗτος βλασφημεῖ. Μὴ δὴ, παρακαλῶ, τοιοῦτον πάθωμέν τι ἡμεῖς, ἀλλ' ἐκείνων ἡμῖν πλείων ἔστω λόγος. ∆ιατί; Ὅτι τῶν πνευματικῶν παρόντων, οὐδεμία ἀπὸ τῆς τῶν σαρκικῶν ἀπουσίας γίνεται βλάβη· ἐκείνων δὲ οὐκ ὄντων, τίς ἔσται ἡμῖν λοιπὸν ἐλπίς; τίς δὲ παραμυθία; ∆ιὸ χρὴ περὶ τούτων ἀεὶ τὸν Θεὸν παρακαλεῖν, καὶ ταῦτα αἰτεῖν. Τοιαῦτα γὰρ καὶ ὁ Χριστὸς ἡμᾶς εὔχεσθαι ἐδίδαξεν. Κἂν ἀναπτύξωμεν τὴν εὐχὴν ἐκείνην, οὐδὲν εὑρήσομεν ἐν αὐτῇ σαρ κικὸν, ἀλλὰ πάντα πνευματικά. Καὶ αὐτὸ δὲ τὸ μικρὸν, ἐκεῖνο τὸ αἰσθητὸν, τῷ τρόπῳ γινόμενον πνευματικόν. Τὸ γὰρ παραινεῖν μηδὲν πλέον ἐπιζητεῖν τοῦ ἄρτου τοῦ ἐπιουσίου, τουτέστι, τοῦ καθημερινοῦ, πνευματικῆς ἂν εἴη καὶ φιλοσόφου διανοίας. Τὰ δὲ πρὸ τούτου ὅρα· Ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Εἶτα εἰπὼν τὸ αἰσθητὸν ἐκεῖνο, ταχέως ἀπηλλάγη αὐτοῦ, καὶ πάλιν ἐπὶ τὴν πνευματικὴν ἦλθε διδασκαλίαν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, λέγων, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Οὐδαμοῦ ἀρχὴν, οὐδαμοῦ πλοῦτον, οὐδαμοῦ δόξαν, οὐδαμοῦ δυναστείαν, ἀλλὰ πάντα εἰς ψυχῆς ὠφέλειαν συντελοῦντα ἐνέθηκε τῇ εὐχῇ· οὐδὲν γήϊνον, ἀλλὰ πάντα οὐράνια. Εἰ τοίνυν κελευόμεθα ἀπέχεσθαι τῶν βιωτικῶν καὶ παρόντων, πῶς οὐκ ἂν εἴημεν ἄθλιοι καὶ ταλαίπωροι ταῦτα αἰτοῦντες παρὰ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν, φροντίδος ἀπαλλάττων ἡμᾶς, ὑπὲρ ὧν δὲ ἐπέταξε, μηδεμίαν τίθεσθαι σπουδήν· μᾶλλον δὲ μήτε ἔχειν μήτε ἐπιθυμεῖν; Τοῦτο γάρ ἐστι τὸ βαττολογεῖν. ∆ιὰ τοῦτο καὶ εὐχόμενοι οὐκ ἀνύομεν. Πῶς οὖν οἱ πονηροὶ, φησὶ, πλουτοῦσι; πῶς οἱ ἄδικοι καὶ μιαροὶ, ἁρπάζοντες, πλεονεκτοῦντες; Οὐ τοῦ Θεοῦ παρέχοντες, ἄπαγε. Καὶ πῶς ὁ Θεὸς συγχωρεῖ; Ὅτι καὶ τῷ πλουσίῳ τότε συνεχώρησε, μείζονι τηρῶν αὐτὸν κολάσει. Ἄκουσον οὖν καὶ τί φησι πρὸς αὐτόν· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταύτης ἀκούσωμεν τῆς φωνῆς, τρυφῶντες εἰκῆ καὶ μάτην, καὶ πολλὰ συνάγοντες ἑαυτοῖς ἁμαρτήματα, τὸν ἀληθῆ πλοῦτον ἑλώμεθα καὶ τὴν ἀκριβῆ φιλοσοφίαν, ὥστε τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Μ∆ʹ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ

εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε ση μεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορ τάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ λυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» αʹ. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν ὅτε καὶ τοῦ πληκτικωτέρου δεῖ τῷ διδασκάλῳ. Ὅταν γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς καθικέσθαι νωθείας. Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν, ἀλλαχοῦ τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων γὰρ τῶν ὄχλων καὶ εὑρόντων τὸν Ἰησοῦν, καὶ κολακευόντων αὐτὸν, καὶ λεγόντων· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ' ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν, ἐπιπληκτικῶς αὐτοῖς ἀποκρίνεται· οὐ ταύτῃ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τῷ τὴν διάνοιαν αὐτῶν ἐκκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· μετὰ διορισμοῦ καὶ βεβαιώσεως· ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Πλήττει μὲν τῷ λόγῳ καὶ ἐλέγχει, ἀλλ' οὐκ ἀποτόμως καὶ σφόδρα, ἀλλὰ μετὰ πολλῆς τῆς φειδοῦς τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, Ὦ λαίμαργοι καὶ γαστρίδουλοι, τοσαῦτα ἐθαυματούργησα, καὶ οὐδαμοῦ οὔτε ἠκολουθήσατε, οὔτε ἐθαυμάσατε τὰ γεγε νημένα· ἀλλὰ προσηνῶς οὕτω πως καὶ ἠρέμα, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· οὐ περὶ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ περὶ τοῦ παρόντος σημείου ἐμφαίνων. Μονονουχὶ γὰρ τοῦτο λέγει, δι' ὧν πρὸς αὐτοὺς ἀποτείνεται· Οὐ τὸ θαῦμα ὑμᾶς ἐξέπληξε τὸ ἐπὶ τοῖς ἄρτοις, ἀλλὰ τὸ ἐμπλησθῆναι. Καὶ ὅτι οὐ καταστοχαζόμενος αὐτῶν ἔλεγεν, εὐθέως ἔδειξαν ἐκεῖνοι. Καὶ γὰρ διὰ τοῦτο πάλιν ἦλθον, ὡς μέλλοντες τῶν αὐτῶν ἀπολαύσεσθαι. ∆ιὰ τοῦτο καὶ ἔλεγον· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· πάλιν ἐπὶ τροφὴν αὐτὸν ἕλκοντες σαρκικὴν, ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ' αὐτὸς οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ διδασκαλίαν τούτοις προστίθησι, λέγων· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δίδωσιν ὑμῖν. Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδεὶς ὑμῖν ἔστω λόγος ταύτης τῆς τροφῆς, ἀλλ' ἐκείνης τῆς πνευματικῆς. Ἀλλ' ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ, ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Χριστοῦ, εὔκαιρον καὶ πρὸς αὐτοὺς εἰπεῖν. Ὅλον γὰρ, ὡς εἰπεῖν, διαβάλλουσι τὸν Χριστιανισμὸν, καὶ ἐπὶ ἀργίᾳ κωμῳδεῖσθαι παρασκευάζουσι. Πρότερον δὲ εἰπεῖν ἀναγκαῖον τὸ τοῦ Παύλου. Τί δὲ ἐκεῖνός φησι; Μνημονεύετε τοῦ Κυρίου εἰρηκότος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Καίτοι πόθεν ἂν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Πῶς οὖν τῇ Μάρθᾳ ὁ Ἰησοῦς εἶπεν· Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο· καὶ πάλιν, Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Ἀναγκαῖον γὰρ πάντα νῦν ταῦτα ἐπιλῦσαι, οὐχ ἵνα μόνον παύσωμεν αὐτοὺς ἀργοῦντας, εἰ βούλοιντο, ἀλλ' ἵνα μὴ μάχην εἰσάγειν τινὰ δείξωμεν τὰ λόγια τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Ἀπόστολος· Παρακαλοῦμεν δὲ ὑμᾶς περισσεύειν καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, ἵνα εὐσχημόνως περιπατῆτε πρὸς τοὺς ἔξω· καὶ πάλιν, Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐνταῦθα γὰρ ὁ Παῦλος οὐδὲ ἁπλῶς ἐργάζεσθαι ἐκέλευσεν, ἀλλ' οὕτω μετὰ πόνου, ὡς ἔχειν ἐντεῦθεν καὶ ἑτέρῳ μεταδιδόναι. Καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς λέγει, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐν τῇ πόλει δὲ ἐκείνῃ γενόμενος, Ἔμενε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν, καὶ εἰργάζετο. Ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ἀλλὰ ταῦτα τὴν μάχην δείκνυσι σφοδροτέραν κατὰ τὸ ῥητόν. Οὐκοῦν ἀνάγκη λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι τὸ μὴ μεριμνᾷν οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, τὸ μὴ ποιεῖσθαι φροντίδα περὶ τῆς εἰς αὔριον ἀναπαύσεως, ἀλλὰ πάρεργον αὐτὴν εἶναι νομίζειν. Ἔνεστι γὰρ καὶ ἐργαζόμενον, μηδὲν εἰς τὴν αὔριον θησαυρίζειν, καὶ ἔνεστιν ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Οὐ γὰρ ταὐτόν ἐστι μέριμνα καὶ ἐργασία. Οὐδὲ γὰρ ὡς τῷ ἔργῳ θαῤῥῶν ἐργάζεταί τις, ἀλλ' ἵνα μεταδῷ τῷ χρείαν ἔχοντι. Καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον οὐ περὶ ἔργου καὶ ἐργασίας ἐστὶν, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον πρὸς τὰ σαρκικώτερα ἀναλίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων, ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Παρεγενόμην, φησὶν, διδάξων ὑμᾶς τὰ δέοντα· σὺ δὲ περὶ ἄριστον ἐσπούδακας; Ὑποδέξασθαί με βούλει, καὶ πολυτελῆ παρασκευάσαι τράπεζαν; Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προθυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελφῆς μιμουμένη πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν κωλύων ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην, οὐ τοῦτό ἐστιν αἰνιττομένου, ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι· (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία)· ἀλλ' ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐνδύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς εἰπεῖν, ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον, δι' ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μαθεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ ποίᾳ δυνάμει, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι μηδὲν ποιοῦντες, τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην τρέχετε. ∆ιὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ, ἀλλ' ἐπ' ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν, ἀλλ' αἰώνιον, τὴν οὐ σῶμα, ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, καὶ ἔφησεν αὐτὸς δώσειν αὐτὴν, ἵνα μὴ πάλιν αὐτοῖς προστῇ τὸ λεγόμενον, ἀξιόπιστον τὸν λόγον ποιῶν, ἐπὶ τὸν Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. Εἰπὼν γὰρ, Ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν, ἐπήγαγε, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· τουτέστιν, ἐπὶ τούτῳ ἔπεμψε ταύτην ὑμῖν κομίζοντα τὴν τροφήν. ∆ηλοῖ δὲ καὶ ἑτέραν ἑρμηνείαν ἡ λέξις. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Χριστός· Ὁ ἀκούων μου τοὺς λόγους, τοῦτον ἐσφράγισεν ὁ Πατὴρ, ὅτι ὁ Θεὸς ἀληθής ἐστι· τουτέστιν, ἀπέδειξεν ἀναντιῤῥήτως· ὃ δή μοι δοκεῖ καὶ ἐνταῦθα ἡ λέξις αἰνίττεσθαι. Οὐδὲν γάρ ἐστιν ἄλλο τὸ, Ἐσφράγισεν ὁ Πατὴρ, ἀλλ' ἢ ἀπέδειξεν, ἐξεκάλυψε διὰ τῆς αὐτοῦ μαρτυρίας. Ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν· ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς μαρτυρίαν εἰς μέσον ἤγαγε.

βʹ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, ταῦτα αἰτεῖν τὸν Θεὸν, ἃ ἄξιόν ἐστι παρ' αὐτοῦ αἰτεῖν. Ἐκεῖνα μὲν γὰρ, ὅπως ἂν τύχῃ, τὰ βιωτικὰ λέγω, βλάβην οὐδεμίαν φέρει. Ἄν τε γὰρ πλουτήσωμεν, ἐνταῦθα μόνον ἀπολαυσόμεθα τῆς τρυφῆς· ἄν τε εἰς πενίαν καταπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Οὔτε γὰρ τὰ λαμπρὰ τοῦ παρόντος βίου, οὔτε τὰ λυπηρὰ εἰς ἀθυμίας καὶ ἡδονῆς λόγον ἔχει τὴν ἰσχὺν, ἀλλ' ἑκάτερα εὐκαταφρόνητα, καὶ μετὰ πολλῆς παραῤῥεῖ τῆς ταχυτῆτος. ∆ιὸ καὶ ὁδὸς κέκληται εἰκότως ἅτε παροδεύοντα, καὶ ἐπὶ πλεῖστον μένειν οὐ πεφυκότα· τὰ δὲ μέλλοντα ἑκάτερα ἀθάνατα μένει, τά τε κολάσεως, τά τε τῆς βασιλείας. Ὑπὲρ ἐκείνων τοίνυν πολλὴν ποιώμεθα σπουδὴν, ὥστε τὰ μὲν φυγεῖν, τὰ δὲ ἑλέσθαι. Τί γὰρ τῆς ἐνταῦθα τρυφῆς ὄφελος; Σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι· σήμερον ἄνθος λαμπρὸν, καὶ αὔριον κόνις σκεδαννυμένη· σήμερον πῦρ καιόμενον, καὶ αὔριον τέφρα κατασβεννυμένη. Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλ' ἀεὶ μένει λάμποντα, καὶ ἀνθοῦντα, καὶ φαιδρότερα γινόμενα καθημέραν. Ὁ πλοῦτος ἐκεῖνος οὐδέποτε ἀπόλλυται, οὐδέποτε μεθίσταται, οὐδέποτε λήγει, οὐδέποτε ἐπάγει φροντίδα καὶ φθόνον καὶ κατηγορίαν, οὐ σῶμα ἐξόλλυσιν, οὐ ψυχὴν διαφθείρει, οὐ φθόνον ἔχει, οὐ βασκανίαν ἐπισωρεύει, ἅπερ ἅπαντα ταῦτα τῷ πλούτῳ πρόσεστιν. Ἡ δόξα ἐκείνη οὐκ εἰς ἀπόνοιαν αἴρει, οὐ φλεγμαίνειν παρασκευάζει, οὐδέποτε παύεται, οὐδὲ ἀμαυροτέρα γίνεται. Ἡ ἄνεσις καὶ ἡ τρυφὴ ἐπὶ τοῖς οὐρανοῖς πάλιν μένει, καὶ αὕτη διηνεκὴς, ἀεὶ ἀκίνητος οὖσα καὶ ἀθάνατος· οὐκ ἔστι γὰρ πέρας αὐτῆς καὶ τέλος εὑρεῖν. Ταύτην, παρακαλῶ, ποθήσωμεν τὴν ζωήν. Ἂν γὰρ ποθήσωμεν αὐτὴν, οὐδένα τῶν παρόντων ποιησόμεθα λόγον, ἀλλὰ καταφρονήσομεν τούτων ἁπάντων καὶ καταγελασόμεθα, κἂν εἰς βασιλικὰς αὐλάς τις ἡμᾶς εἰσελθεῖν κελεύῃ, οὐχ αἱρησόμεθα ἐκείνην ἔχοντες τὴν ἐλπίδα· καίτοι τούτου οὐδὲν μακαριώτερον εἶναι δοκεῖ, ἀλλὰ τοῖς κατεχομένοις τῷ τῶν οὐρανῶν ἔρωτι καὶ τοῦτο μικρὸν καὶ εὐτελὲς καὶ οὐδενὸς ἄξιον λόγου. Πᾶν γὰρ ὃ τέλος ἔχει, οὐ σφόδρα περισπούδαστον· πᾶν ὃ παύεται, καὶ σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι, κἂν σφόδρα ᾖ μέγα, σφόδρα μικρὸν καὶ εὐκαταφρόνητον εἶναι δοκεῖ. Μὴ τοίνυν τῶν φευγόντων ἀντεχώμεθα, μηδὲ τῶν παραῤῥεόντων καὶ ἀπερχομένων, ἀλλὰ τῶν μενόντων καὶ ἀκινήτων, ἵνα καὶ αὐτῶν δυνηθῶμεν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΕʹ. Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώ μεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;»

αʹ. Οὐδὲν γαστριμαργίας χεῖρον, οὐδὲν αἰσχρότερον. Τοῦτο παχεῖαν ποιεῖ διάνοιαν, τοῦτο σαρκικὴν ποιεῖ ψυχὴν, τοῦτο πηροῖ, καὶ διαβλέπειν οὐκ ἀφίησιν. Ὅρα γοῦν καὶ ἐπὶ τῶν Ἰουδαίων τοῦτο γινόμενον. Ἐπειδὴ γὰρ πρὸς γαστριμαργίαν κεχήνασι, καὶ ὅλοι τῶν βιωτικῶν ἦσαν, καὶ οὐδὲν ἐνενόουν πνευματικὸν, μυρίοις αὐτοὺς λόγοις ἐνάγει ὁ Χριστὸς καὶ κέντρον ἔχουσι καὶ φειδώ· καὶ οὐδὲ οὕτως ἀνίστανται, ἀλλ' ἔτι κάτω μένουσι κείμενοι. Σκόπει γάρ. Εἶπεν αὐτοῖς, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Ἔπληξε διὰ τοῦ ἐλέγχου· ἔδειξεν ὁποίαν δεῖ ζητεῖν τροφὴν, εἰπών· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην· ἔθηκεν αὐτοῖς τὸ ἔπαθλον, εἰπών· Ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἔπειτα τὸ προσιστάμενον αὐτοῖς ἐθεράπευσεν, εἰπὼν ἀπὸ τοῦ Πατρὸς ἀπεστάλθαι. Τί οὖν ἐκεῖνοι; Ὥσπερ οὐδὲν ἀκηκοότες, Τί οὖν ποιῶμεν, φασὶν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ταῦτα δὲ ἔλεγον, οὐχ ὥστε μαθεῖν καὶ πρᾶξαι (καὶ δείκνυσι τὰ ἑξῆς), ἀλλὰ πάλιν αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς χορηγίαν ἄγοντες, καὶ εἰς τὸ κορέσαι αὐτοὺς προκαλέσαι ἐθέλοντες. Τί οὖν ὁ Χριστός; Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Οἱ δὲ εἶπον· Τί σημεῖον ποιεῖς, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Οὐδὲν τούτων ἀναισθητότερον, οὐδὲν ἀλογώτερον. Τοῦ σημείου ὄντος ἐν ὀφθαλμοῖς αὐτῶν ἔτι, ὡς οὐδενὸς γεγονότος, οὕτως ἔλεγον, Τί σημεῖον ποιεῖς; καὶ εἰπόντες, οὐδὲ αὐτῆς τῆς αἱρέσεως τοῦ σημείου κύριον ἀφιᾶσιν εἶναι, ἀλλ' εἰς ἀνάγκην αὐτὸν οἴονται μεθιστᾷν τοῦ μηδὲν ἕτερον ποιῆσαι, ἀλλ' ἢ τοιοῦτον, οἷον ἐγένετο ἐπὶ τῶν προγόνων. ∆ιὸ δὴ καὶ λέγουσιν· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· διὰ τούτου νομίζοντες αὐτὸν ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι δύναται σαρκικῶς. ∆ιατί γὰρ οὐδενὸς ἑτέρου τῶν προτέρων σημείων ἐμνημόνευσαν, καίτοι γε πολλῶν γενομένων τότε, καὶ κατ' Αἴγυπτον καὶ κατὰ τὴν θάλατταν καὶ ἐν τῇ ἐρήμῳ, ἀλλὰ τοῦ μάννα; ἆρ' οὐ διότι σφόδρα αὐτοῦ ἐπεθύμουν διὰ τὴν τῆς γαστρὸς τυραννίδα; Πῶς δὲ οἱ προφήτην αὐτὸν λέγοντες καὶ βασιλέα ἐπιχειροῦντες ποιεῖν, ἐπειδὴ τὸ σημεῖον εἴδετε, νῦν ὡς οὐδενὸς γενομένου ἀχάριστοι καὶ ἀγνώμονες γεγόνατε, καὶ σημεῖον αἰτεῖτε, παρασίτων καὶ κυνῶν λιμωττόντων ῥήματα ἀφιέντες; νῦν τὸ μάννα θαυμαστὸν ὑμῖν, ὅτε ἡ ψυχὴ ὑμῶν κατάξηρος; Καὶ ὅρα εἰρωνείαν. Οὐκ εἶπον, ὅτι Μωϋσῆς τόδε ἐποίησε τὸ σημεῖον, σὺ τί ποιεῖς; νομίζοντες πλήττειν αὐτόν· ἀλλὰ τέως αὐτῷ μετὰ πολλῆς διαλέγονται τῆς τιμῆς, προσδοκίᾳ τῆς τροφῆς. Ἄλλως δὲ οὔτε τοῦτο λέγουσιν, ὅτι ὁ Θεὸς τόδε ἐποίησε· Σὺ τί ποιεῖς; ἵνα μὴ δόξωσιν αὐτὸν ἐξισοῦν τῷ Θεῷ· οὔτε Μωϋσέα παράγουσιν, ἵνα μὴ δόξωσιν αὐτὸν ταπεινοῦν· ἀλλὰ μέσον αὐτὸ τεθείκασι, λέγοντες· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Καὶ ἐνῆν μὲν εἰπεῖν, ὅτι Μωϋσέως μείζονα ἐθαυματούργησα νῦν, οὐ ῥάβδου δεηθεὶς, οὐκ εὐχῆς χρείαν ἐσχηκὼς, ἀλλὰ πάντα ποιήσας ἀπ' ἐμαυτοῦ· εἰ δὲ καὶ τοῦ μάννα μέμνησθε, ἰδοὺ καὶ ἄρτον ὑμῖν παρέσχον. Ἀλλ' οὐκ ἦν ὁ καιρὸς τούτων τῶν λόγων νῦν, ἀλλ' ἓν ἦν τὸ σπουδαζόμενον, ἐπὶ τὴν πνευματικὴν αὐτοὺς ἀγαγεῖν τροφήν. Καὶ ὅρα τὴν ἄπειρον σύνεσιν, πῶς ἀποκρίνεται· Οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Τί δήποτε οὖν οὐκ εἶπεν, Οὐχ ὁ Μωϋσῆς δέδωκεν, ἀλλ' ἐγώ· ἀλλ' ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν τέθεικεν; Ὅτι πολλὴ ἦν τῶν ἀκουόντων ἡ ἀσθένεια· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Καὶ γὰρ καὶ οὕτως εἰρηκὼς, οὐδὲ οὕτως αὐτοὺς κατέσχε, καίτοι γε ἀρχόμενος ἔλεγε, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Καὶ ὅτι ταῦτα ζητοῦσι, καὶ διὰ τῶν ἑξῆς αὐτοὺς διωρθώσατο, καὶ οὐδὲ οὕτως ἀφίστανται. Ἀλλ' οὐχ ὅτε τῇ Σαμαρείτιδι ὑπισχνεῖτο δώσειν τὸ ὕδωρ, ἐμνημόνευσε τοῦ Πατρὸς, ἀλλ' οὕτω πως εἶπεν· Εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· καὶ πάλιν, Τὸ ὕδωρ ὃ ἐγὼ δώσω· καὶ οὐ παραπέμπει πρὸς τὸν Πατέρα. Ἐνταῦθα δὲ τοῦ Πατρὸς μέμνηται, ἵνα μάθῃς πόση μὲν τῆς Σαμαρείτιδος ἡ πίστις, πόση δὲ τῶν Ἰουδαίων ἡ ἀσθένεια. Οὐκ ἄρα ἐκ τοῦ οὐρανοῦ ἦν τὸ μάννα· πῶς οὖν ἐκ τοῦ οὐρανοῦ λέγεται; Ὥσπερ Πετεινὰ τοῦ οὐρανοῦ, φησὶν ἡ Γραφή· καὶ πάλιν, Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος. Ἄρτον δὲ ἀληθινὸν καλεῖ ἐκεῖνον, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τοῦ μάννα, ἀλλ' ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μνησθεὶς δὲ Μωϋσέως, οὐχ ἑαυτὸν ἀντέθηκεν ἐκείνῳ· οὔπω γὰρ αὐτὸν προετίμων Μωϋσέως, ἀλλ' ἔτι περὶ ἐκείνου μείζονα δόξαν εἶχον. ∆ιὰ τοῦτο εἰπὼν, Οὐ Μωϋσῆς δέδωκεν, οὐκ ἐπήγαγεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ' ἀντ' αὐτοῦ τὸν Πατέρα φησὶ διδόναι. Οἱ δὲ ἀκούσαντες, λέγουσι πάλιν, ∆ὸς ἡμῖν τὸν ἄρτον τοῦτον φαγεῖν. Ἔτι γὰρ αἰσθητόν τι πρᾶγμα ἐνόμιζον εἶναι, ἔτι γαστρὸς ἀπολαύειν προσεδόκων· διὸ καὶ ταχέως προσέδραμον. Τί οὖν ὁ Χριστός; Ἀνάγων αὐτοὺς κατὰ μικρὸν, ἐπάγει. Ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ, φησί. ∆ιὸ καὶ οὐκ εἶπεν ἁπλῶς τροφὴν, ἀλλὰ ζωὴν ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην, ὥστε δηλῶσαι, ἐπειδὴ ἅπαντες ἦσαν νενεκρωμένοι. Οἱ δὲ ἔτι κάτω νεύουσι καὶ λέγουσι· ∆ὸς ὑμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον εἶναι τὴν τράπεζαν, ἐπέτρεχον· ὅταν δὲ ἔμαθον, ὅτι πνευματική τίς ἐστιν, οὐκ ἔτι, λέγει πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ' εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι.

βʹ. Οὕτω καὶ Ἰωάννης φθέγγεται ἄνωθεν προλαβών· Ὃ οἶδε λαλεῖ, καὶ ὃ ἑώρακε μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καὶ πάλιν ὁ Χριστός· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Τοῦτο δὲ ποιεῖ, προλαμβάνων αὐτοὺς, καὶ δεικνὺς ὅτι οὐ ταράττει τὸ πρᾶγμα αὐτὸν, οὐδὲ δόξης ἐφίεται, οὐδὲ ἀγνοεῖ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν, οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Μέλλει λοιπὸν εἰς τὴν τῶν μυστηρίων ἐμβαλεῖν παράδοσιν. Καὶ πρῶτον περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται λέγων. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οὐδὲ γὰρ περὶ τοῦ σώματος τοῦτο εἴρηται (περὶ γὰρ ἐκείνου πρὸς τῷ τέλει λέγει· Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν)· ἀλλὰ τέως περὶ τῆς θεότητος. Καὶ γὰρ ἐκείνη διὰ τὸν Θεὸν Λόγον ἄρτος ἐστίν· ὥσπερ οὖν καὶ οὗτος ὁ ἄρτος διὰ τὸ ἐπιφοιτῶν αὐτῷ Πνεῦμα ἄρτος οὐράνιος γίνεται. Ἐνταῦθα δὲ οὐ κέχρηται μάρτυσι, καθάπερ ἐπὶ τῆς προτέρας δημηγορίας· εἶχε γὰρ αὐτὸ μαρτυροῦν τὸ ἔργον τῶν ἄρτων, καὶ τέως ὑποκρινομένους αὐτῷ πείθεσθαι. Ἐκεῖ δὲ ἀντέλεγον καὶ ἐνεκάλουν· διὰ τοῦτο ἐνταῦθα καὶ ἀποφαίνεται. Οἱ δὲ ἐπειδὴ προσεδόκων ἑστιάσεως ἀπολαύσεσθαι σαρκικῆς, μένουσι, καὶ οὐ ταράττονται, ἕως ὅτε μετὰ ταῦτα ἀπέγνωσαν τῆς ἐλπίδος. Πλὴν οὐδὲ οὕτως ἐσίγησεν ὁ Χριστὸς, ἀλλὰ καὶ πολλὰ ἐντρεπτικὰ λέγει. Οἱ δὲ, ἡνίκα ἤσθιον, προφήτην αὐτὸν λέγοντες, ἐνταῦθα σκανδαλίζονται, καὶ τοῦ τέκτονος καλοῦσι υἱόν· ἀλλ' οὐχ ὅτε τοὺς ἄρτους ἤσθιον, ἀλλ', Οὗτός ἐστιν ὁ προφήτης, ἔλεγον, καὶ ἤθελον αὐτὸν ποιῆσαι βασιλέα. Ἐδόκουν μὲν οὖν ἀγανακτεῖν, ἐπὶ τῷ λέγειν αὐτὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι· τὸ δὲ ἀληθὲς, οὐ τοῦτο ἦν τὸ ποιοῦν τὴν ἀγανάκτησιν, ἀλλὰ τὸ μὴ προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἐπεὶ εἰ ὄντως ἠγανάκτουν, ἐχρῆν ἐρωτᾷν καὶ πυνθάνεσθαι, πῶς ἄρτος ζωῆς ἐστι, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε· νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσι, γογγύζουσι δέ. Καὶ ὅτι οὐ τοῦτο αὐτοὺς ἐσκανδάλιζε, δῆλον ἐκεῖθεν. Εἰπόντος γὰρ ὅτι Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον, οὐκ εἶπον, Παρακάλεσον ἵνα δῷ· ἀλλὰ τί; ∆ὸς ἡμῖν τὸν ἄρτον. Καίτοι οὐκ εἶπεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ', ὅτι Ὁ Πατήρ μου δίδωσιν. Οἱ δὲ ἐπιθυμίᾳ τῆς τροφῆς καὶ αὐτὸν ἀξιόπιστον εἶναι ἐνόμισαν πρὸς τὴν χορηγίαν. Οἱ τοίνυν ἀξιόπιστον εἶναι νομίσαντες πρὸς τὸ δοῦναι, πῶς ἔμελλον μετὰ ταῦτα σκανδαλίζεσθαι, καὶ ταῦτα ἀκούσαντες ὅτι Ὁ Πατὴρ δίδωσι; Τί οὖν ἐστι τὸ αἴτιον; Ἐπειδὴ ἤκουσαν ὅτι φαγεῖν οὐκ ἔνι, πάλιν ἠπίστησαν, καὶ προβάλλονται δῆθεν τῆς ἀπιστίας προκάλυμμα τὸ ὑψηλὸν εἶναι τὸν λόγον. ∆ιὰ τοῦτό φησι, Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε· τούτῳ μὲν τὰ σημεῖα αἰνιττόμενος, τούτῳ δὲ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν. Ἐκεῖναι γάρ εἰσι, φησὶν, αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ, Ὅτι ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω. Ὅρα πῶς πάντα ποιεῖ διὰ τοὺς σωζομένους. ∆ιὰ δὴ τοῦτο καὶ ἐπήγαγεν, ἵνα μὴ δόξῃ περιεργάζεσθαι, καὶ εἰκῆ ταῦτα λέγειν. Τί δέ ἐστιν ὅ φησι; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τίνος δὲ ἕνεκεν καὶ τῆς κοινῆς ἀναστάσεως, ἧς καὶ ἀσεβεῖς μετέχουσιν, ὡς ἐξαιρέτου δώρου μέμνηται τῶν πιστευόντων εἰς αὐτόν; Ὅτι οὐχ ἁπλῶς ἀναστάσεως μέμνηται, ἀλλὰ τῆς τοιᾶσδε ἀναστάσεως. Πρότερον γὰρ εἰπὼν, Οὐ μὴ ἐκβάλω αὐτὸν, καὶ, Οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, τότε εἶπε τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ ἀναστάσει οἱ μὲν ἐκ βάλλονται, ὡς ἔστι μαθεῖν ἐκ τοῦ, Ἄρατε αὐτὸν, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· οἱ δὲ ἀπόλλυνται, ὡς καὶ αὐτὸ δείκνυται ἐκ τοῦ, Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Ὥστε τὸ, Ζωὴν αἰώνιον δίδωμι, τοῦτο δηλοῖ· Ἐκπορεύσονται γὰρ οἱ μὲν τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ δὲ τὰ ἀγαθὰ, εἰς ἀνάστασιν ζωῆς. Ταύτην τοίνυν τὴν ἀνάστασιν ἐδήλωσεν ἐνταῦθα τὴν ἐπὶ τοῖς ἀγαθοῖς. Τί δὲ βούλεται δεῖξαι διὰ τοῦ λέγειν. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει; Καθάπτεται τῆς ἀπιστίας αὐτῶν, καὶ δείκνυσιν ὅτι ὁ μὴ πιστεύων αὐτῷ, τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησὶν, ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτὸν, θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦντας, οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σώσῃ πάντα τὸν κόσμον, οἱ μὴ πιστεύοντες, τὸ θέλημα αὐτοῦ παραβαίνουσιν. Ὅταν οὖν, φησὶν, ὁ Πατὴρ ὁδηγῇ τινα, οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν λέγει, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Ὁ δὲ Παῦλος εἶπεν, ὅτι αὐτὸς παραδίδωσιν αὐτοὺς τῷ Πατρί· Ὅταν γὰρ παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν καὶ διδοὺς ὁ Πατὴρ, οὐκ ἀποστερῶν ἑαυτὸν πρότερον τοῦτο ποιεῖ· οὕτω καὶ παραδιδοὺς ὁ Υἱὸς, οὐκ ἐκβάλλων ἑαυτὸν τοῦτο ποιεῖ. Λέγεται δὲ παραδιδόναι, ὅτι δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν.

γʹ. Τὸ δὲ, ∆ι' οὗ, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς εἴρηται, ὥσπερ ὅταν λέγῃ· ∆ι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· τουτέστι, διὰ τοῦ θελήματος τοῦ Πατρός· καὶ πάλιν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Ὃ δὲ αἰνίττεται ἐνταῦθα, μονονουχὶ τοῦτό ἐστιν· Οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς ἐμὲ, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς. Καὶ τοῦτο δι' ὅλου κατασκευάζει τοῦ λόγου, δεικνὺς ὅτι ψυχῆς γενναίας τινὸς ὄντως καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐφελκομένης αὕτη δεῖται ἡ πίστις. Ἀλλ' ἴσως ἐρεῖ τίς· Εἰ πᾶν ὃ δίδωσιν ὁ Πατὴρ, ἔρχεται πρὸς σὲ, καὶ οὓς ἂν ἑλκύσῃ, καὶ οὐδεὶς δύναται ἐλθεῖν πρὸς σὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν, πάσης αἰτίας εἰσὶν καὶ ἐγκλημάτων ἀπηλλαγμένοι οἷς οὐ δίδωσιν ὁ Πατήρ. Λόγοι ταῦτα ψιλοὶ καὶ πρόφασις· ∆εόμεθα γὰρ καὶ τῆς οἴκοθεν προαιρέσεως· τὸ γὰρ διδάσκεσθαι, προαιρέσεώς ἐστι, καὶ τὸ πιστεύειν. Ἐνταῦθα δὲ οὐδὲν ἄλλο ἐμφαίνει διὰ τοῦ, Ὃ δίδωσί μοι ὁ Πατὴρ, ἀλλ' ἢ ὅτι Οὐ τὸ τυχὸν πρᾶγμά ἐστι τὸ πιστεῦσαι εἰς ἐμὲ, οὐδὲ λογισμῶν ἀνθρωπίνων, ἀλλὰ καὶ τῆς ἄνωθεν ἀποκαλύψεως δεῖ, καὶ ψυχῆς εὐγνωμόνως δεχομένης τὴν ἀποκάλυψιν. Καὶ τὸ, Ὁ ἐρχόμενος δὲ πρός με, σωθήσεται, τοῦτο δηλοῖ· Ἐπιμελείας ἀπολαύσεται πολλῆς. Ὑπὲρ γὰρ τούτων καὶ παρεγενόμην, φησὶ, καὶ σάρκα ἀνέλαβον, καὶ τὴν τοῦ δούλου μορφὴν ὑπῆλθον. Εἶτα ἐπήγαγε, Κατέβην, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἕτερον γὰρ τὸ σὸν, καὶ ἕτερον τὸ ἐκείνου; Ἵνα οὖν μὴ τοῦτό τις ὑποπτεύσῃ, τῇ ἐπαγωγῇ θεραπεύει αὐτὸ, λέγων· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον. Τοῦτο οὖν οὐκ ἔστι σὸν θέλημα; Καὶ πῶς οὖν ἀλλαχοῦ λέγεις· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη; Εἰ δὲ καὶ σὺ τοῦτο θέλεις, εὔδηλον ὅτι ἓν θέλημα· καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Τί οὖν τὸ θέλημα τοῦ Πατρός; ἆρ' οὐχ ἵνα μὴ ἀπόληται ἐξ αὐτῶν μηδὲ εἷς; Τοῦτο δὴ καὶ αὐτὸς θέλεις. Οὐ τοίνυν ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. Οὕτω καὶ ἀλλαχοῦ φαίνεται τὸ πρὸς τὸν Πατέρα ἴσον ἔτι βεβαιότερον παριστῶν τῷ λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· Οὐκ ἄλλο τι πράξων ἦλθον, ἢ τοῦτο ὅπερ καὶ ὁ Πατὴρ βούλεται· οὐκ ἴδιόν τι ἐμὸν παρὰ τὸ τοῦ Πατρὸς ἔχων θέλημα· πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ ἐκείνου. Εἰ τοίνυν κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, εἰκότως φησίν· Οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ. Ἀλλ' οὕτω μὲν ἐνταῦθα οὐκ εἶπεν, ἀλλὰ πρὸς τῷ τέλει τοῦτο τηρεῖ. Τὰ γὰρ ὑψηλὰ, ὅπερ ἔφην, τέως ἐγκρύπτει, καὶ συσκιάζει, καὶ βούλεται δεῖξαι ὅτι εἰ εἶπεν, ὅτι Τὸ θέλημα τὸ ἐμὸν τοῦτό ἐστι, κατεφρόνησαν ἄν. Λέγει τοίνυν, ὅτι Καὶ ἐγὼ ἐκείνῳ συμπράττω τῷ θελήματι, βουλόμενος αὐτοὺς μᾶλλον πλῆξαι, ὡσανεὶ ἔλεγε· Τί νομίζετε; ὅτι ἐμὲ παροργίζετε ἀπιστοῦντες; Τὸν Πατέρα μὲν οὖν τὸν ἐμὸν παροξύνετε· Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. ∆είκνυσιν ἐνταῦθα οὐκ αὐτὸν δεόμενον τῆς αὐτῶν θεραπείας, οὐδὲ δι' οἰκείαν χρείαν παραγενόμενον, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, οὐ διὰ τὴν παρ' αὐτῶν τιμήν. Ὅπερ καὶ ἐν τῇ προτέρᾳ δημηγορίᾳ φησὶν, ὅτι ∆όξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· καὶ πάλιν· Ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἄνω γὰρ καὶ κάτω τοῦτο σπουδάζει δεῖξαι, ὅτι διὰ τὴν ἐκείνων σωτηρίαν παρεγένετο. Λέγει δὲ καὶ τῷ Πατρὶ δόξαν παρασκευάζειν, ὥστε ἀνύποπτος δόξαι. Καὶ ὅτι διὰ τοῦτο οὕτως εἶπε, διὰ τῶν ἑξῆς τοῦτο σαφέστερον ἀπεκάλυψεν. Ὁ γὰρ ζητῶν, φησὶ, τὸ θέλημα τὸ ἑαυτοῦ, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, ἀληθής ἐστι, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τί δήποτε συνεχῶς ἄνω καὶ κάτω στρέφει τὴν ἀνάστασιν; Ἵνα μὴ τοῖς παροῦσι πράγμασι κρίνωσι μόνον τὴν τοῦ Θεοῦ πρόνοιαν· ἵνα κἂν ἐνταῦθα μὴ ἀπολαύωσι, μὴ διὰ τοῦτο ὑπτιώτεροι γένωνται, ἀλλὰ τὰ μέλλοντα ἐλπίζωσι, καὶ ἵνα μὴ διὰ τὸ μὴ κολάζεσθαι πρὸς τὸ παρὸν, αὐτοῦ καταφρονῶσιν, ἀλλ' ἑτέραν προσδοκῶσι ζωήν.

δʹ. Ἀλλ' εἰ καὶ ἐκεῖνοι οὐδὲν ἐκέρδαναν, ἡμεῖς κερδᾶναι σπουδάσωμεν ἐκ τοῦ συνεχῶς περὶ ἀναστάσεως διαλέγεσθαι. Κἂν πλεονεκτῆσαι βουληθῶμεν, κἂν ἁρπάσαι, κἂν ἄτοπόν τι πρᾶξαι, εὐθέως τὴν ἡμέραν ἐκείνην εἰς νοῦν λαμβάνωμεν, καὶ τὸ δικαστήριον ὑπογράφωμεν· καὶ παντὸς χαλινοῦ σφοδρότερον καθέξει τὴν ὁρμὴν τὴν ἄτοπον ὁ λογισμὸς οὗτος. Καὶ λέγωμεν πρὸς ἄλλους τε ἀεὶ καὶ πρὸς ἑαυτούς· ἀνάστασίς ἐστι, καὶ δικαστήριον ἡμᾶς μένει φοβερόν. Κἂν ἴδωμέν τινα γαυρούμενον, καὶ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς φλεγμαίνοντα, τὸ αὐτὸ ἐπιλέγωμεν, ἐμφαίνοντες ὅτι πάντα ἐνταῦθα μένει· κἂν ἕτερον ἀλγοῦντα ἴδωμεν καὶ ἀποδυσπετοῦντα, καὶ πρὸς ἐκεῖνον τὸ αὐτὸ φθεγγώμεθα, δηλοῦντες ὅτι τέλος ἕξει τὰ λυπηρά. Κἂν ῥᾳθυμοῦντα καὶ διακεχυμένον, τὸ αὐτὸ πάλιν ἐπᾴδωμεν, δηλοῦντες ὅτι ἀνάγκη, τῆς ῥᾳθυμίας εὐθύνας διδόναι. Ἱκανὸν τοῦτο τὸ ῥῆμα παντὸς φαρμάκου μᾶλλον τὴν ἡμετέραν θεραπεῦσαι ψυχήν. Καὶ γάρ ἐστιν ἀνάστασις, καὶ ἀνάστασις ἐπὶ θύραις, οὐ μακρὰν οὐδὲ πόῤῥω. Ἔτι γὰρ μικρὸν, φησὶ Παῦλος, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· τουτέστι, καὶ πονηροὺς καὶ ἀγαθοὺς, ἵνα κἀκεῖνοι ἐπὶ πάντων αἰσχύνωνται, καὶ οὗτοι πάλιν ἐπὶ πάντων λαμπρότεροι γένωνται. Καθάπερ γὰρ οἱ ἐνταῦθα δικάζοντες καὶ πονηροὺς κολάζουσι, καὶ ἀγαθοὺς τιμῶσι δημοσίᾳ· οὕτω δὴ καὶ ἐκεῖ γίνεται· ὥστε τοῖς μὲν τὴν αἰσχύνην μείζω, τοῖς δὲ τὴν λαμπρότητα γενέσθαι περιφανεστέραν. Ταῦτα τοίνυν καθ' ἑκάστην ὑπογράφωμεν ἑαυτοῖς τὴν ἡμέραν. Ταῦτα ἂν ἀεὶ στρέφωμεν, οὐδὲν ἡμᾶς τῶν παρόντων καὶ ἐπικήρων κατασχεῖν δυνήσεται πραγμάτων. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Συνεχῶς τοίνυν καὶ πρὸς ἑαυτοὺς φθεγγώμεθα, καὶ πρὸς ἀλλήλους· Ἀνάστασίς ἐστι, καὶ κρίσις, καὶ εὐθῦναι τῶν πεπραγμένων. Καὶ ὅσοι νομίζουσιν εἱμαρμένην εἶναι, τοῦτο λεγέτωσαν, καὶ εὐθέως ἀπαλλαγήσονται τῆς σηπεδόνος τοῦ νοσήματος. Εἰ γὰρ ἀνάστασίς ἐστι καὶ κρίσις, οὐκ ἔστιν εἱμαρμένη, κἂν μυρία φιλονεικῶσι καὶ ἀποπνίγωνται. Ἀλλὰ γὰρ αἰσχύνομαι Χριστιανοὺς περὶ ἀναστάσεως διδάσκων. Ὁ γὰρ δεόμενος μαθεῖν ὅτι ἔστιν ἀνάστασις, καὶ μὴ σφόδρα πεπεικὼς ἑαυτὸν, ὅτι οὐκ ἀνάγκῃ, καὶ ἁπλῶς, καὶ ὡς ἔτυχε, τὰ πράγματα φέρεται, οὐκ ἂν εἴη Χριστιανός. ∆ιὰ τοῦτο, παρακαλῶ καὶ δέομαι, πάντων τῶν πονηρῶν ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πάντα πράξωμεν, ὥστε συγγνώμης τυχεῖν καὶ ἀπολογίας κατὰ τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ πότε συντέλεια; πότε δὲ ἀνάστασις ἔσται; ἰδοὺ πόσος γέγονε χρόνος, καὶ οὐδὲν τοιοῦτον συνέβη; Ἀλλ' ἔσται, πιστεύσατε. Καὶ γὰρ οἱ πρὸ τοῦ κατακλυσμοῦ τοιαῦτα ἔλεγον, καὶ κατεγέλων τοῦ Νῶε· ἀλλ' ἦλθεν ὁ κατακλυσμὸς, καὶ παρέσυρε τούτους μὲν ἅπαντας ἀπιστοῦντας, ἐκεῖνον δὲ διέσωσε μόνον τὸν πιστεύσαντα. Καὶ οἱ ἐπὶ τοῦ Λὼτ οὐ προσεδόκων τὴν θεήλατον πληγὴν ἐκείνην, ἕως οἱ πρηστῆρες ἐκεῖνοι, καὶ κεραυνοὶ, κατενεχθέντες ἅπαντας ἠφάνισαν. Καὶ οὔτε ἐπὶ τούτων, οὔτε ἐπὶ τῶν κατὰ τὸν Νῶε ἐγένετο προοίμιον τῶν μελλόντων συμβήσεσθαι· ἀλλὰ τρυφώντων, μεθυόντων, ἐμπαροινούντων ἁπάντων, οὕτως ἐκεῖνα γέγονε τὰ ἀφόρητα. Οὕτω καὶ ἡ ἀνάστασις ἔσται, οὐ μετὰ προοιμίων τινῶν, ἀλλ' ἐν μέσαις ὄντων ἡμῶν εὐημερίαις. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι. Τοῦτο δὲ οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἵνα διὰ παντὸς ὦμεν ἐναγώνιοι, καὶ ἐν αὐτῇ τῇ ἀσφαλείᾳ μὴ θαῤῥῶμεν. Τί λέγεις; οὐ προσδοκᾷς τὴν ἀνάστασιν ἔσεσθαι καὶ κρίσιν; δαίμονες ὁμολογοῦσι ταῦτα, καὶ σὺ οὐχ ὁμολογεῖς; Ἦλθες γὰρ, φησὶν, ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἱ δὲ βάσανον ἔσεσθαι λέγοντες, καὶ κρίσιν ἴσασι, καὶ εὐθύνας, καὶ τιμωρίας. Μὴ τοίνυν παροξύνωμεν τὸν Θεὸν πρὸς τὸ φαῦλα τολμᾷν, καὶ ἀπιστοῦντες τῷ τῆς ἀναστάσεως λόγῳ. Ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἦρξεν ἡμῶν ὁ Χριστὸς, οὕτω καὶ ἐν τούτῳ. Καὶ γὰρ πρωτότοκος διὰ τοῦτο λέγεται ἐκ τῶν νεκρῶν. Εἰ δὲ μὴ ἀνάστασις ἦν, πῶς ἔμελλε πρωτότοκος ἔσεσθαι, μηδενὸς αὐτῷ τῶν νεκρῶν ἑπομένου; Εἰ μὴ ἀνάστασις ἦν, ποῦ τοῦ Θεοῦ τὸ δίκαιον σωθήσεται, τοσούτων μὲν πονηρῶν εὐημερούντων, τοσούτων δὲ ἀγαθῶν θλιβομένων, καὶ ἐν τῇ θλίψει τὸν βίον καταλυόντων; Ποῦ γὰρ τὰ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται τούτων, εἴ γε ἀνάστασις μὴ ἔστιν; Οὐδεὶς τῶν ὀρθῶς βεβιωκότων τῇ ἀναστάσει διαπιστεῖ, ἀλλὰ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν, τὴν ῥῆσιν ἐκείνην τὴν ἁγίαν λέγοντες· Ἐλθέτω ἡ βασιλεία σου. Τίνες οὖν εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; Οἱ βεβήλους ἔχοντες τὰς ὁδοὺς καὶ ἀκάθαρτον τὸν βίον, καθάπερ ὁ Προφήτης φησί· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον βίον ἔχειν καθαρὸν, ἀναστάσει διαπιστοῦντα· ὡς οἵ γε μηδὲν συνειδότες ἑαυτοῖς πονηρὸν, καὶ λέγουσι, καὶ βούλονται, καὶ πιστεύουσιν ὥστε τὴν ἀνταπόδοσιν λαβεῖν. Μὴ τοίνυν αὐτὸν παροξύνωμεν, ἀλλ' ἀκούωμεν αὐτοῦ λέγοντος, ὅτι Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ἵνα διὰ τοῦ φόβου γενώμεθα βελτίους, καὶ τῆς ἀπωλείας ταύτης ἀπαλλαγέντες, καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ προσκυνητῷ καὶ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Μʹ.

Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα βάς· καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι; αʹ. Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, γράφων Φιλιππησίοις ὁ Παῦλος περί τινων ἔλεγεν. Ὅτι δὲ καὶ Ἰουδαῖοι τοιοῦτοι, δῆλον μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν, δῆλον δὲ καὶ ἀφ' ὧν τῷ Χριστῷ προσελθόντες διελέγοντο. Ὅτε μὲν γὰρ ἄρτον ἔδωκεν αὐτοῖς, καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν· ὅτε δὲ αὐτοὺς ἐδίδασκε περὶ τῆς πνευματικῆς τροφῆς, περὶ ζωῆς αἰωνίου, ὅτε ἀπήγαγεν αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην· ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσι. Καὶ μὴν, εἰ οὗτός ἐστιν ὁ προφήτης, καθὼς ἔφθησαν εἰπόντες· Οὗτός ἐστι περὶ οὗ φησιν ὁ Μωϋσῆς, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· ἐχρῆν αὐτοὺς τούτου ἀκούειν λέγοντος, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Ἀλλὰ οὐκ ἤκουον, ἀλλ' ἐγόγγυζον. Ἔτι γὰρ αὐτὸν ᾐδοῦντο διὰ τὸ νεαρὸν εἶναι τὸ τῶν ἄρτων σημεῖον. ∆ιὰ τοῦτο φανερῶς μὲν οὐκ ἀντέλεγον, τῷ δὲ γογγύζειν ἐνέφαινον ὡς ἠγανάκτουν, ὅτι μὴ ἔδωκεν αὐτοῖς τράπεζαν ἥνπερ ἐβούλοντο. Καὶ γογγύζοντες ἔλεγον· Οὐκ ἔστιν οὗτος ὁ υἱὸς Ἰωσήφ; Ὅθεν δῆλον, ὅτι οὐδὲ τὴν θαυμαστὴν αὐτοῦ καὶ παράδοξον οὐδέπω ᾔδεισαν γέννησιν. ∆ιὰ τοῦτο γοῦν υἱὸν Ἰωσὴφ ἔτι λέγουσιν αὐτόν. Καὶ οὐκ ἐπιτιμᾷ, οὐδὲ λέγει αὐτοῖς· Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐχ ὅτι υἱὸς Ἰωσὴφ ἦν, ἀλλ' ἐπειδὴ οὐδέπω ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὸν ἄῤῥητον τὸν ἄνω. Εἰ τὸ ταπεινὸν οὐκ ἀπεκάλυψε, πολλῷ μᾶλλον ἐκεῖνα οὐκ ἂν ἐνεχείρησε. Καίτοι τοῦτο αὐτοὺς σφόδρα ἐσκανδάλιζε, τὸ ἐξ εὐτελοῦς εἶναι πατρὸς, καὶ τοῦ τυχόντος· ἀλλ' ὅμως οὐκ ἀπεκάλυψεν, ἵνα μὴ, ἕτερον σκάνδαλον ἀναιρῶν, ἕτερον ποιήσῃ. Τί οὖν αὐτὸς, γογγυζόντων αὐτῶν, ἀποκρίνεται; Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Τούτῳ ἐπιπηδῶσι Μανιχαῖοι λέγοντες, ὅτι οὐδὲν ἐφ' ἡμῖν κεῖται· ὅπερ μάλιστα βεβαιοῖ κυρίους ὄντας τῆς γνώμης. Εἰ γάρ τις ἔρχεται πρὸς αὐτὸν, φησὶ, τί δεῖ τῆς ἕλξεως; Ὃ καὶ αὐτὸ οὐ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ μᾶλλον ἐμφαί νει ἡμᾶς βοηθείας δεομένους, ὅτι δείκνυσιν ἐνταῦθα, οὐ τὸν τυχόντα ἐρχόμενον, ἀλλὰ τὸν πολλῆς ἀπολαύοντα συμμαχίας. Εἶτα δείκνυσι καὶ τὸν τρόπον καθ' ὃν ἕλκει. Ἵνα γὰρ μὴ πάλιν αἰσθητόν τι περὶ τὸν Θεὸν ὑποπτεύσωσιν, ἐπήγαγεν· Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς οὖν ἕλκει, φησί; Τοῦτο ὁ προφήτης ἄνωθεν ἔδειξε, προαναφωνῶν καὶ λέγων· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Εἶδες τῆς πίστεως τὸ ἀξίωμα; Καὶ πῶς οὐ παρὰ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ δι' αὐτοῦ τοῦ Θεοῦ προεῖπεν ὅτι μέλλουσι μανθάνειν; ∆ιὰ δὴ τοῦτο καὶ τὸν λόγον ποιῶν ἀξιόπιστον, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν. Καὶ εἰ εἴρηται, φησὶν, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ, πῶς τινες οὐ πιστεύουσιν; Ὅτι τὸ εἰρημένον περὶ τῶν πλειόνων εἰρημένον ἐστίν. Ἄλλως δὲ καὶ χωρὶς τούτου, οὐχ ἁπλῶς πάντας τὸ προφητικὸν, ἀλλὰ πάντας δηλοῖ τοὺς βουλομένους. ∆ιδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὰ αὐτοῦ παρασχεῖν, εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Οὐ μικρὸν ἐνταῦθα τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴ γε ὁ Πατὴρ προσάγει, καὶ οὗτος ἀνίστησιν· οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα· πῶς γάρ; ἀλλὰ δεικνὺς τὸ ἰσότιμον τῆς δυνάμεως. Ὥσπερ οὖν ἐκεῖ λέγων, Καὶ ὁ πέμψας με Πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ· εἶτα ἵνα τινὲς μὴ φωνὴν περιεργάζωνται παρέπεμψεν αὐτοὺς ταῖς Γραφαῖς· οὕτω καὶ ἐνταῦθα, μὴ τὸ αὐτὸ ὑποπτεύσωσι, παραπέμπει αὐτοὺς τοῖς προφήταις, τούτους συνεχῶς ἄνω καὶ κάτω στρέφων, δεικνὺς ἑαυτὸν οὐκ ἐναντίον ὄντα τῷ Πατρί. Τί δὲ οἱ πρὸ τούτου, φησίν; οὐχὶ διδακτοὶ ἦσαν ἄρα Θεοῦ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρετον; Ὅτι τότε μὲν δι' ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ· νῦν δὲ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Εἶτα ἐπάγει· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὐ κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τοῦτο λέγων, ἀλλὰ κατὰ τὸν τρόπον τῆς οὐσίας. Ἐπεὶ εἰ τοῦτο ἔλεγε, πάντες παρὰ τοῦ Θεοῦ ἐσμέν· ποῦ οὖν τὸ ἐξαίρετον τοῦ Υἱοῦ καὶ κεχωρισμένον; Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; ∆ιὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, οὕτως ἐσκανδαλίσθησαν· τί οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν· διὸ καὶ ἐπήγαγεν· Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκανδαλίσθησαν· ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν γεγενημένων ἄρτων.

βʹ. Ὅρα δὲ καὶ πόθεν ποιεῖται τὴν πρὸς τὸ μάννα διαφοράν. Ἀπὸ τοῦ οἷον τὸ τέλος ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. ∆εικνὺς γὰρ, ὅτι οὐ ξένην τινὰ ἐκείνη παρεῖχε τὴν χρείαν, ἐπήγαγεν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος θαυμαστοὺς ἄνδρας ἐκείνους. ∆ιὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν· Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦτος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰκότως ζητήσειεν ἄν τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐδὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομηθεῖσι καὶ λυμαινομένων. Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παραδοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης ἀναμιμνήσκοντες αὐτὸν τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματικῆς. Ἀλλ' ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα· ἐγὼ δὲ ἄρτον παρέσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων σφόδρα τῶν λόγων ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλίζεσθαι ἔδει, ἀλλ' ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην αὐτὸν εἶναι ἐνόμιζον, ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις. Ὥστε τῆς ἐκείνων ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων. Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ· οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥήματα ζωῆς ἔχεις· ποῦ ἀπελευσόμεθα; Πλὴν ἑαυτὸν ἐνταῦθα εἰσάγει διδόντα, οὐ τὸν Πατέρα, Ὁ ἄρτος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ' οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ' ἀπεναντίας· Σκληρός ἐστιν ὁ λόγος οὗτος. ∆ιὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲ ξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προσειπών. Ἀλλ' οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ· ἀλλ' οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀναστάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο δὲ καὶ ἠγνόησαν τί ποτέ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· πολλῷ μᾶλλον περὶ τῶν εἰρημένων· ταῦτα γὰρ ἐκείνων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστησαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς εἰρήκασιν αἱ Γραφαί· ὅτι δὲ σάρκα τις ἔφαγεν, οὐδέποτε οὐδεὶς εἶπεν ἐκείνων. Ἀλλ' ὅμως ἐπείθοντο καὶ ἠκολούθουν, καὶ ὡμολόγουν ῥήματα ζωῆς αἰωνίου αὐτὸν ἔχειν Τοῦτο γὰρ μαθητοῦ, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ διδασκάλου, ἀλλ' ἀκούειν καὶ πείθεσθαι, καὶ τὸν προσήκοντα καιρὸν ἀναμένειν τῆς λύσεως. Τί οὖν, φησὶν, ὅτι τοὐναντίον συνέβη, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω; Τοῦτο παρὰ τὴν ἐκείνων ἄνοιαν. Ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνέρχεται καὶ ἀπιστία. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων· Πῶς δύναται ἄνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ; οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, Πῶς δύναται δοῦναι ἡμῖν φαγεῖν οὗτος τὴν σάρκα αὐτοῦ; Εἰ γὰρ τὸ πῶς ζητεῖς, διατί τοῦτο ἐπὶ τῶν ἄρτων οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξέτεινεν; Ὅτι τοῦ κορεσθῆναι μόνον ἦσαν τότε, οὐ τοῦ τὸ θαῦμα ἰδεῖν. Ἀλλ' ἡ πεῖρα τότε, φησὶν, ἐπαίδευσεν. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐπαράδεκτα. ∆ιὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι' ἐκείνου διδαχθέντες, μηκέτι διαπιστῶσι τοῖς μετὰ ταῦτα λεγομένοις. Ἐκεῖνοι μὲν οὖν οὐδὲν ἐκαρπώσαντο τότε ἐκ τῶν εἰρημένων· ἡμεῖς δὲ τῆς εὐεργεσίας δι' αὐτῶν τῶν ἔργων ἀπολελαύκαμεν. ∆ιὸ καὶ ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων, τί ποτέ ἐστι, καὶ διατί ἐδόθη, καὶ τίς ἡ ὠφέλεια τοῦ πράγματος. Ἓν σῶμα γινόμεθα, καὶ μέλη, φησὶν, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι παρακολουθείτωσαν τοῖς λεγομένοις.

γʹ. Ἵν' οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα, εἰς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα. ∆ιὰ τῆς τροφῆς γὰρ τοῦτο γίνεται ἧς ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει περὶ ἡμᾶς. ∆ιὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν ἡμῖν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἕν τι ὑπάρξωμεν, καθάπερ σῶμα κεφαλῇ συνημμένον. Τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο δεῖγμα. Τοῦτο γοῦν καὶ ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν ἑαυτοῦ οἰκετῶν, οἷς ἦν οὕτω μεθ' ὑπερβολῆς ποθεινὸς, ὡς προσφύναι ταῖς σαρξὶν αὐτοῦ ἐπιθυμεῖν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον ὃν εἶχον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ, ἔλεγον, ἐμπλησθῆναι; ∆ιὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα, καὶ τὸν αὐτοῦ πόθον ἐπιδεικνὺς τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν αὐτὸν μόνον παρέσχε τοῖς ἐπιθυμοῦσιν· ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τοὺς ὀδόντας τῇ σαρκὶ, καὶ συμπλακῆναι, καὶ τὸν πόθον ἐμπλῆσαι πάντα. Ὡς λέοντες τοίνυν πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς τραπέζης ἀναχωρῶμεν ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν τὴν ἡμετέραν ἐννοοῦντες, καὶ τὴν ἀγάπην ἣν περὶ ἡμᾶς ἐπε δείξατο. Οἱ μὲν οὖν γεννήσαντες, πολλάκις ἑτέροις τρέφειν διδόασι τὰ τεχθέντα· ἐγὼ δὲ οὐχ οὕτω, φησὶν, ἀλλὰ ταῖς σαρξὶ τρέφω ταῖς ἐμαῖς, ἐμαυτὸν ὑμῖν παρατίθημι, πάντας ὑμᾶς εὐγενεῖς εἶναι βουλόμενος, καὶ χρηστὰς ὑμῖν περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Ὁ γὰρ ἐνταῦθα ὑμῖν ἐκδοὺς ἑαυτὸν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Ἀδελφὸς ἠθέλησα ὑμέτερος γενέσθαι· ἐκοινώνησα σαρκὸς καὶ αἵματος δι' ὑμᾶς, πάλιν αὐτὴν ὑμῖν τὴν σάρκα καὶ τὸ αἷμα, δι' ὧν συγγενὴς ἐγενόμην, ἐκδίδωμι. Τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν ἐργάζεται τὴν βασιλικὴν, τοῦτο κάλλος ἀμήχανον τίκτει, τοῦτο ἀπομαρανθῆναι τῆς ψυχῆς τὴν εὐγένειαν οὐκ ἀφίησιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον. Τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα γινόμενον, οὐκ εὐθέως τοῦτο γίνεται, ἀλλ' ἕτερόν τι· τοῦτο δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως τὴν ψυχὴν ἀρδεύει, καὶ μεγάλην τινὰ δύναμιν ἐμποιεῖ. Τοῦτο τὸ αἷμα ἀξίως λαμβανόμενον ἐλαύνει μὲν δαίμονας καὶ πόῤῥωθεν ἡμῶν ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς ἡμᾶς, καὶ τὸν ∆εσπότην τῶν ἀγγέλων. Ὅπου γὰρ ἂν ἴδωσι τὸ αἷμα τὸ ∆εσποτικὸν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ἄγγελοι. Τοῦτο τὸ αἷμα ἐκχυθὲν πᾶσαν τὴν οἰκουμένην ἐξέπλυνε. Πολλὰ περὶ τοῦ αἵματος τούτου καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐφιλοσόφησε. Τοῦτο τὸ αἷμα τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων ἐκάθηρεν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχὺν, ἔν τε τῷ ναῷ τῶν Ἑβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ, ταῖς φλιαῖς ἐπιχριόμενον· πολλῷ μᾶλλον ἡ ἀλήθεια. Τοῦτο τὸ αἷμα, τὸ χρυσοῦν θυσιαστήριον ἡγίασε· τούτου χωρὶς οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι· τοῦτο τὸ αἷμα ἱερέας ἐχειροτόνει· τοῦτο ἀπέλουεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν, εἰ τὴν σκιὰν οὕτως ὁ θάνατος ἔφριξε, τὴν ἀλήθειαν αὐτὴν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν, τούτῳ λούεται ἡ ψυχὴ, τούτῳ καλλωπίζεται, τούτῳ πυροῦται, τοῦτο πυρὸς λαμπρότερον ἐργάζεται τὸν νοῦν τὸν ἡμέτερον, τοῦτο χρυσίου φαιδροτέραν τὴν ψυχὴν ποιεῖ, τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν οὐρανὸν ἐποίησε βατόν.

δʹ. Φρικτὰ ὄντως τὰ μυστήρια τῆς Ἐκκλησίας, φρικτὸν ὄντως τὸ θυσιαστήριον. Ἀνέβαινεν ἐκ τοῦ παραδείσου πηγὴ, ποταμοὺς αἰσθητοὺς προχέουσα· ἀπὸ τῆς τραπέζης ταύτης ἄνεισι πηγὴ, ποταμοὺς ἀφιεῖσα πνευματικούς. Παρὰ ταύτην τὴν πηγὴν πεφυτευμέναι εἰσὶν, οὐκ ἰτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ὥριμον ἀεὶ καὶ ἀμάραντον. Εἴ τις καυσοῦται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω τὸ καῦσος. Καὶ γὰρ αὐχμοὺς λύει, καὶ τὰ διακαῆ πάντα παραψύχει, οὐ τὰ ἐξ ἡλίου διακαιόμενα, ἀλλὰ τὰ ἀπὸ τῶν βελῶν τῶν πεπυρωμένων. Καὶ γὰρ τὴν ἀρχὴν ἄνωθεν ἔχει, καὶ τὴν ῥίζαν ἐκεῖθεν, ὅθεν καὶ ἄρδεται. Πολλοὶ ταύτης οἱ ῥύακες τῆς πηγῆς, οὓς ἀφίησιν ὁ Παράκλητος· καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων καὶ ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν ἀνοίγων τὴν παρ' ἡμῖν. Αὕτη ἡ πηγὴ φωτός ἐστι πηγὴ, ἀναβλύζουσα ἀληθείας ἀκτῖνας. Ταύτῃ καὶ αἱ ἄνω παρεστήκασι δυνάμεις, πρὸς τὸ κάλλος ἐνορῶσαι τῶν ῥείθρων, ἐπειδὴ καὶ σαφέστερον ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους. Ὥσπερ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλῃ, εἰ οἷόν τε ἦν, ἄν τε τὴν γλῶτταν, χρυσῆν εὐθέως αὐτὴν ἐποίησεν ἄν· οὕτω δὴ καὶ πολλῷ πλέον ἐνταῦθα τὴν ψυχὴν ἐργάζεται τὰ προκείμενα. Ἀναζεῖ μὲν γὰρ πυρὸς σφοδρότερον ὁ ποταμὸς, ἀλλ' οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ αἷμα ἄνωθεν προετυποῦτο ἀεὶ, ἐν θυσιαστηρίοις, ἐν δικαίων σφαγαῖς· τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης, τούτῳ ἠγόρασε τὴν Ἐκκλησίαν ὁ Χριστὸς, τούτῳ κατεκόσμησεν αὐτὴν ἅπασαν. Καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος χρυσίον δίδωσι, καὶ καλλωπίσαι πάλιν αὐτοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ· οὕτω καὶ ὁ Χριστὸς, καὶ ἠγόρασεν ἡμᾶς αἵματι, καὶ ἐκόσμησεν αἵματι. Οἱ τούτου μετέχοντες τοῦ αἵματος, μετὰ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλικὴν στολὴν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Ἀλλ' οὐδὲν εἶπον οὐδέπω μέγα· αὐτὸν γάρ εἰσιν ἐνδεδυμένοι τὸν βασιλέα. Ἀλλ' ὥσπερ ἐστὶ μέγα καὶ θαυμαστὸν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες· ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν καὶ τιμωρίαν. Ὁ γὰρ ἐσθίων, φησὶ, καὶ πίνων ἀναξίως τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Εἰ τοίνυν οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται ὁμοίως, ὥσπερ οἱ διαῤῥηγνύντες· τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ διαῤῥήξασι διὰ τῶν ἥλων; Ὅρα γοῦν πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν, εἰπών· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη; Προσέχωμεν τοίνυν ἑαυτοῖς, ἀγαπητοὶ, τοιούτων ἀπολαύοντες ἀγαθῶν· καὶ ὅταν βουληθῶμεν αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴδωμεν ὑπὸ ὀργῆς, ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λογισώμεθα τίνων κατηξιώθημεν, ὅσου Πνεύματος ἀπηλαύσαμεν· καὶ ἔσται σωφρονισμὸς ἡμῖν τῶν ἀλόγων παθῶν οὗτος ὁ λογισμός. Μέχρι γὰρ τίνος τοῖς παροῦσι προσηλώμεθα; μέχρι τίνος οὐ διεγειρόμεθα; μέχρι τίνος οὐ φροντίζομεν τῆς ἑαυτῶν σωτηρίας; Ἐννοήσωμεν τίνων ἡμᾶς κατηξίωσεν ὁ Θεὸς, εὐχαριστήσωμεν, δοξάσωμεν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν· ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπεν οὖν

αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ δὲ τρώ γων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.» αʹ. Ὅταν περὶ πνευματικῶν διαλεγώμεθα, μηδὲν ἔστω βιωτικὸν ἐν ταῖς ἡμετέραις ψυχαῖς, μηδὲν γήϊνον· ἀλλὰ πάντα ἀναχωρείτω, πάντα ἐξοριζέσθω τὰ τοιαῦτα, καὶ ὅλοι γινώμεθα τῆς τῶν θείων λογίων ἀκροάσεως μόνης. Εἰ γὰρ βασιλέως ἐπιβαίνοντος πόλει, ἅπας ἀπελαύνεται θόρυβος· πολλῷ μᾶλλον τοῦ Πνεύματος ἡμῖν διαλεγομένου, μετὰ πολλῆς μὲν ἡσυχίας, μετὰ πολλῆς δὲ τῆς φρίκης ἀκούειν ἡμᾶς δεῖ. Καὶ γὰρ φρίκης ἄξια τὰ λεγόμενα σήμερον. Καὶ πῶς, ἄκουε. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τίς μου φάγῃ τὴν σάρκα, καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ. Ἐπειδὴ ἔμπροσθεν ἔλεγον, ὅτι ἀδύνατον τοῦτό ἐστι, δείκνυσιν αὐτὸς οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. ∆ιὸ καὶ ἐπάγει· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα· εἰκὸς δὲ ἦν αὐτοῖς προσστῆναι τοῦτο, καθὼς καὶ πρότερον ἔλεγον, Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, οὐ μὴ γεύσεται θανάτου; τὴν ἀνάστασιν ἔθηκε, λύων τὸ ζητούμενον, καὶ δηλῶν ὅτι οὐκ ἀποθανεῖται εἰς τέλος. Συνεχῶς δὲ στρέφει τὸν περὶ τῶν μυστηρίων λόγον, δεικνὺς τοῦ πράγματος τὸ ἀναγκαῖον, καὶ ὅτι αὐτὸ πάντως γενέσθαι δεῖ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Τί ἐστιν ὃ λέγει; Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι ἀληθὴς βρῶσις αὕτη ἐστὶν ἡ ψυχὴν σώζουσα· ἢ πιστώσασθαι αὐτοὺς περὶ τῶν εἰρημένων, ὥστε μὴ νομίζειν αἴνιγμα εἶναι τὸ εἰρημένον καὶ παραβολὴν, ἀλλ' εἰδέναι ὅτι πάντως δεῖ φαγεῖν τὸ σῶμα. Εἶτά φησιν· Ὁ τρώγων μου τὴν σάρκα, ἐν ἐμοὶ μένει. Τοῦτο δὲ ἔλεγε δηλῶν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται. Τὸ δὲ ἑξῆς δοκεῖ μὲν ἀσυνάρτητον εἶναί τι, ἂν μὴ τὸν νοῦν ἐξετάσωμεν. Ποία γὰρ, φησὶν, ἀκολουθία, μετὰ τὸ εἰπεῖν, Ὁ τρώγων μου τὴν σάρκα ἐν ἐμοὶ μένει, ἐπαγαγεῖν, Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα; Ἔχει δὲ πολλὴν τὴν ἁρμονίαν τὸ λεγόμενον. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε ζωὴν αἰώνιον, κατασκευάζων αὐτὸ ἐπήγαγε τὸ, Ἐν ἐμοὶ μένει. Εἰ γὰρ ἐν ἐμοὶ μένει, ζῶ δὲ ἐγὼ, δῆλον ὅτι κἀκεῖνος ζήσεται. Εἶτά φησι· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ. Τοῦτο δέ ἐστι συγκριτικὸν καὶ ὁμοιωματικόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ζῶ ἐγὼ οὕτως, ὡς ὁ Πατήρ. Καὶ ἵνα μὴ ἀγέννητον νομίσῃς, προσέθηκεν εὐθὺς τὸ, ∆ιὰ τὸν Πατέρα, οὐ τοῦτο δεικνὺς, ὅτι ἐνεργείας τινὸς χρείαν ἔχει πρὸς τὸ ζῇν. Ἀνωτέρω γὰρ τοῦτο ἀναιρῶν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ἔχειν ζωὴν ἐν ἑαυτῷ. Εἰ δὲ δεῖται ἐνεργείας, εὑρεθήσεται ἢ ὁ Πατὴρ μὴ δεδωκὼς οὕτω, καὶ ψευδὴς ὁ λόγος· ἢ εἰ οὕτως ἔδωκεν, οὐδενὸς αὐτὸς λοιπὸν δεηθήσεται ἑτέρου τοῦ συγκροτοῦντος. Τί οὖν ἐστι, ∆ιὰ τὸν Πατέρα; Τὴν αἰτίαν ἐνταῦθα αἰνίττεται μόνον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καθώς ἐστι ζῶν ὁ Πατὴρ, οὕτω κἀγὼ ζῶ. Καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι' ἐμέ. Ζωὴν δὲ ἐνταῦθα λέγει, οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν εὐδόκιμον. Καὶ ὅτι οὐ περὶ τῆς ἁπλῶς ζωῆς εἶπεν, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀποῤῥήτου ἐκείνης, δῆλον ἐκεῖθεν. Καὶ γὰρ πάντες, καὶ οἱ ἄπιστοι ζῶσι καὶ οἱ ἀμύητοι, μὴ φαγόντες ἀπὸ τῆς σαρκὸς ἐκείνης. Ὁρᾷς ὅτι οὐ περὶ ταύτης ὁ λόγος ἐστὶ τῆς ζωῆς, ἀλλὰ περὶ ἐκείνης; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ τρώγων μου τὴν σάρκα, οὐκ ἀπολεῖται τελευτήσας, οὐδὲ κολασθήσεται. Ἀλλ' οὐδὲ περὶ τῆς ἀναστάσεως τῆς κοινῆς φησι· καὶ γὰρ ὁμοίως πάντες ἀνίστανται· ἀλλὰ περὶ τῆς ἐξαιρέτου, τῆς ἐνδόξου, καὶ μισθὸν ἐχούσης. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον. Ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσει εἰς τὸν αἰῶνα. Συνεχῶς τὸ αὐτὸ περιστρέφει, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ (ἐσχάτη γάρ τις ἦν διδασκαλία ἡ περὶ τούτων), καὶ τὸ περὶ ἀναστάσεως δόγμα πιστῶσαι, καὶ τὸ περὶ ζωῆς αἰωνίου. ∆ιὸ καὶ τὴν ἀνάστασιν προστίθησιν, ὁμοῦ μὲν ἐπειδὴ εἶπε, ζωῆς αἰωνίου, ὁμοῦ δὲ δεικνὺς ὅτι οὐ νῦν ἐστὶν αὕτη, ἀλλὰ μετὰ τὴν ἀνάστασιν. Καὶ πόθεν ταῦτα δῆλα, φησίν; Ἀπὸ τῶν Γραφῶν. Πανταχοῦ γὰρ αὐτοὺς ἐκεῖ παραπέμπει, παρ' αὐτῶν κελεύων ταῦτα μαθεῖν. Εἰπὼν δὲ, Ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ εἰς ζῆλον αὐτοὺς ἐνάγει, ὥστε κἂν ἀλγήσαντας ἐπὶ τῷ ἄλλους ἀπολαύειν τῆς δωρεᾶς, μὴ μεῖναι ἔξω. Συνεχῶς δὲ ἀναμιμνήσκει τοῦ μάννα, καὶ τὸ διάφορον παριστὰς, καὶ αὐτοὺς εἰς πίστιν ἐνάγων. Εἰ γὰρ δυνατὸν ἐγένετο τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωήν· πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο. Ἄλλως δὲ, καὶ εἰ ἐκεῖνα τύποι τινὲς ἦσαν, καὶ χωρὶς ἱδρώτων καὶ πόνων συνέλεγον τὸ φερόμενον· πολλῷ μᾶλλον νῦν τοῦτο ἔσται, ἔνθα πολλὴ ἡ διαφορὰ, καὶ τὸ μηδέποτε τελευτᾷν, καὶ τὸ ζωῆς ἀπολαύειν τῆς ἀληθοῦς. Καλῶς δὲ ζωῆς πολλάκις μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν. Ἐπεὶ καὶ ἐν τῇ Παλαιᾷ τοῦτο ἦν ἡ ὑπόσχεσις, μῆκος βίου, καὶ πολλαὶ ἡμέραι· ἀλλὰ νῦν οὐκ ἔστι μῆκος ἁπλῶς, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα. Ἅμα δὲ καὶ δεῖξαι βούλεται, ὅτι τὴν ἐκ τῆς ἁμαρτίας γενομένην κόλασιν ἀνακαλεῖται νῦν, τὴν ψῆφον λύων ἐκείνην τὴν θανατοῦσαν· καὶ ζωὴν οὐχ ἁπλῶς, ἀλλ' αἰώνιον εἰσάγων, ἀπεναντίας τοῖς προτέροις. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναοὺμ, ἔνθα αἱ πλεῖσται γεγένηνται δυνάμεις, ὥστε ἐχρῆν αὐτὸν ἀκουσθῆναι μάλιστα.

βʹ. Τίνος δὲ ἕνεκεν ἐν συναγωγῇ ἐδίδασκε, καὶ ἐν ἱερῷ; Ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ Πατρί. Πολλοὶ δὲ ἐκ τῶν μαθητῶν ἀκούσαντες ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τί ἐστι, Σκληρός ἐστι; Τραχὺς, ἐπίπονος, μόχθον ἔχων. Καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν· οὐδὲ γὰρ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς ἑαυτόν. Τί οὖν ἐστι, Σκληρός ἐστιν ὁ λόγος; Ὅτι ζωὴν ἐπαγγέλλεται καὶ ἀνάστασιν; ὅτι ἐκ τοῦ οὐρανοῦ ἔφη καταβεβηκέναι; ἀλλ' ὅτι σωθῆναι ἀδύνατον τὸν μὴ φαγόντα αὐτοῦ τὴν σάρκα; Ταῦτα οὖν, εἰπέ μοι, σκληρά; Καὶ τίς ἂν ταῦτα εἴποι; Τί οὖν ἐστὶ, Σκληρός; ∆υσπαράδεκτος, ὑπερβαίνων αὐτῶν τὴν ἀσθένειαν, πολὺν ἔχων τὸν φόβον. Ἐνόμιζον γὰρ μείζονα τῆς οἰκείας φθέγγεσθαι καὶ ὑπὲρ αὐτόν. ∆ιὸ καὶ ἔλεγον· Τίς δύναται αὐτοῦ ἀκούειν; ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι τάχα, ἐπειδὴ ἔμελλον ἀποπηδᾷν. Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν οἱ μαθηταὶ περὶ τούτου (καὶ γὰρ τοῦτο τῆς αὐτοῦ θεότητος, τὸ τὰ ἀπόῤῥητα φέρειν εἰς μέσον), εἶτα λέγει· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἂν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Τοῦτο καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, λέγων, Ὅτι εἶπόν σοι ὅτι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει· καὶ ἐπὶ Νικοδήμου, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Τί οὖν; ἀπορίας ἀπορίαις συνάπτει; Οὐχί· μὴ γένοιτο· ἀλλὰ τῷ μεγέθει τῶν δογμάτων καὶ τῷ πλήθει αὐτοὺς ἐπαγαγέσθαι βούλεται. Ὁ μὲν γὰρ εἰπὼν ἁπλῶς, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, καὶ μηδὲν πλέον προσθεὶς, μᾶλλον ἂν ἐσκανδάλισεν. ὁ δὲ εἰπὼν, ὅτι Τὸ σῶμά μου ζωὴ τοῦ κόσμου, καὶ ὁ εἰπὼν, ὅτι Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ εἰπὼν, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, τὴν ἀπορίαν λύει. Ὁ μὲν γὰρ ἕν τι μέγα περὶ ἑαυτοῦ φθεγγόμενος, κἂν ὕποπτος γένοιτο, ὡς πλάττων· ὁ δὲ τοσαῦτα συνείρων ἐφεξῆς, πᾶσαν ἀναιρεῖ τὴν ὑποψίαν. Πάντα δὲ ποιεῖ καὶ λέγει, ὥστε αὐτοὺς ἀπαγαγεῖν τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσήφ. Οὐ τοίνυν τὸ σκάνδαλον ἐπιτεῖναι θέλων, τοῦτο ἔλεγεν, ἀλλὰ λῦσαι μᾶλλον. Ὁ μὲν γὰρ ἀπὸ τοῦ Ἰωσὴφ αὐτὸν εἶναι νομίζων, οὐκ ἂν παρεδέξατο τὰ λεγόμενα· ὁ δὲ πεισθεὶς, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προσέσχε τοῖς λεγομένοις. Μετὰ δὲ τούτων καὶ ἑτέραν λύσιν ἐπάγει, λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πνευματικῶς δεῖ τὰ περὶ ἐμοῦ ἀκούειν· ὁ γὰρ σαρκικῶς ἀκούσας, οὐδὲν ἀπώνατο, οὔτε χρηστόν τι ἀπέλαυσε. Σαρκικὸν δὲ ἦν τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ τὸ νομίζειν, ὅτι υἱός ἐστιν Ἰωσὴφ, καὶ τὸ, Πῶς δύναται ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Ταῦτα πάντα σαρκικά· ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς. Καὶ πόθεν, φησὶν, ἠδύναντο νοῆσαι τί ποτέ ἐστιν τὸ σάρκα φαγεῖν ἐκεῖνοι; Οὐκοῦν ἔδει τὸν προσήκοντα ἀναμεῖναι καιρὸν, καὶ πυνθάνεσθαι, καὶ μὴ ἀπαγορεύειν. Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή· τουτέστιν, θεῖα καὶ πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, οὐδὲ ἀκολουθίαν φυσικήν· ἃ καὶ ἀπήλλακται πάσης μὲν τοιαύτης ἀνάγκης, καὶ ὑπέρκειται καὶ τῶν νόμων τῶν ἐνταῦθα κειμένων· ἕτερον δὲ ἔχει νοῦν ἐξηλλαγμένον. Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικὰ, οὕτω σάρκα εἰπὼν, οὐ σαρκικὰ εἶπεν, ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι, ἅμα καὶ αὐτοὺς αἰνιττόμενος, ὅτι ἀεὶ σαρκικῶν ἐπεθύμουν, δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι, οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν σαρκικῶς ἐκλαμβανόντων τὰ λεγόμενα. Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς εἰς τὰ προκείμενα ὁρᾷν, καὶ μὴ πλέον τι φαντάζεσθαι. Τοῦτο γάρ ἐστι σαρκικῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν τοῖς ὁρωμένοις, ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον ὀφθαλμοῖς κατοπτεύειν. Τοῦτο γάρ ἐστι πνευματικῶς. Ἄρα ὁ μὴ τρώγων αὐτοῦ τὴν σάρκα, καὶ πίνων αὐτοῦ τὸ αἷμα. οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· πῶς οὖν οὐδὲν ὠφελεῖ ἡ σὰρξ, ἧς ἄνευ ζῇν οὐκ ἔνι; Ὁρᾷς ὅτι τὸ, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, οὐ περὶ τῆς σαρκὸς αὐτοῦ εἴρηται, ἀλλὰ περὶ τῆς σαρκικῆς ἀκροάσεως; Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσι. Πάλιν κατὰ τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα περιτίθησι, τά τε μέλλοντα προλέγων, καὶ δεικνὺς ὡς οὐ τῆς ἐκείνων δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ' αὐτῶν κηδόμενος. Εἰπὼν δὲ, Τινὲς, τοὺς μαθητὰς ὑπεξήγαγε. Παρὰ γὰρ τὴν ἀρχὴν ἔλεγε· Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι· ἐνταῦθα δὲ, Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, ∆ιὰ τοῦτο εἴρηκα, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου. Τὸ ἑκούσιον ἐνταῦθα τῆς οἰκονομίας ὁ εὐαγγελιστὴς ἡμῖν αἰνίττεται, καὶ τὸ ἀνεξίκακον. Καὶ τὸ Ἐξ ἀρχῆς δὲ οὐχ ἁπλῶς ἐνταῦθα κεῖται, ἀλλ' ἵνα μάθῃς αὐτοῦ τὴν ἄνωθεν πρόγνωσιν, καὶ ὅτι πρὸ τῶν ῥημάτων τούτων, καὶ οὐ μετὰ τὸ γογγύσαι, οὐδὲ μετὰ τὸ σκανδαλισθῆναι τὸν προδότην ᾔδει, ἀλλὰ καὶ πρὸ τούτου, ὅπερ ἦν θεότητος. Εἶτα καὶ ἐπήγαγεν, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου, πείθων αὐτοὺς Πατέρα αὐτοῦ νομίζειν τὸν Θεὸν, ἀλλὰ μὴ τὸν Ἰωσὴφ, καὶ δεικνὺς ὅτι οὐκ ἔστι τὸ τυχὸν τὸ πιστεῦσαι εἰς αὐτόν. Μονονουχὶ γὰρ τοῦτό φησιν, Οὐ θορυβοῦσιν, οὐδὲ ταράττουσιν, οὐδὲ ξενίζουσί με οἱ μὴ πιστεύοντες· οἶδα τοῦτο ἄνωθεν πρὶν ἢ γενέσθαι· οἶδα τίσιν ἔδωκεν ὁ Πατήρ.

γʹ. Ὅταν δὲ ἀκούσῃς, ὅτι ∆έδωκε, μὴ ἀποκλήρωσιν ἁπλῶς νόμιζε, ἀλλ' ἐκεῖνο πίστευε, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβεν. Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ περιεπάτουν. Καλῶς καὶ ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ἀνεχώρησαν, ἀλλὰ, Ἀπῆλθον εἰς τὰ ὀπίσω, δηλῶν ὅτι τῆς κατὰ ἀρετὴν ἐπιδόσεως ὑπετέμοντο, καὶ ὅτι ἣν εἶχον πάλαι πίστιν ἀπώλεσαν, ἀποσχίσαντες ἑαυτούς. Ἀλλ' οὐχ οἱ δώδεκα τοῦτο ἔπαθον. ∆ιὸ καί φησι πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; δεικνὺς πάλιν ὅτι οὐ δεῖται τῆς διακονίας αὐτῶν καὶ τῆς θεραπείας, οὐδὲ διὰ τοῦτο αὐτοὺς περιῆγεν ἐπιδεικνύμενος. Πῶς γὰρ ὁ καὶ τούτοις ταῦτα λέγων; ∆ιατί οὖν αὐτοὺς μὴ ἐπῄνεσε; διατί μὴ ἐθαύμασεν; Ὁμοῦ μὲν τὸ τοῦ διδασκάλου πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔδει τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, νομίζοντες αὐτῷ χάριν διδόναι, κἂν ἔπαθόν τι ἀνθρώπινον· τῷ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον. Καὶ ὅρα πῶς αὐτὸ συνετῶς εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀπέλθετε· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ' ἐρωτᾷ λέγων, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ὅπερ πᾶσαν ἦν ἀφαιροῦντος βίαν καὶ ἀνάγκην, καὶ οὐ βουλομένου αἰδοῖ τινι προσηρτῆσθαι, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι. Τῷ δὲ μήτε ἐκείνων κατηγορῆσαι φανερῶς, ἀλλ' ἠρέμα καθάψασθαι, ἔδειξεν ὅπως δεῖ φιλοσοφεῖν ἐν τοῖς τοιούτοις. Ἡμεῖς δὲ τἀναντία πάσχομεν· εἰκότως, ἐπειδὴ τῆς οἰκείας ἐχόμενοι δόξης, ἅπαντα πράττομεν. ∆ιὸ καὶ ἐλαττοῦσθαι νομίζομεν τὰ ἡμέτερα διὰ τῆς ἀναχωρήσεως τῶν θεραπευόντων. Οὕτως δὲ οὔτε ἐκολάκευσεν, οὔτε διεκρούσατο, ἀλλ' ἠρώτησεν. Οὐκ ἄρα καταφρονοῦντος ἦν, ἀλλὰ μὴ βουλομένου βίᾳ καὶ ἀνάγκῃ κατέχεσθαι. Τὸ γὰρ οὕτω μένειν ἴσον ἐστὶ τοῦ ἀπελθεῖν. Τί οὖν ὁ Πέτρος; Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι οὐ τὰ ῥήματα ἦν τὰ σκανδαλίζοντα, ἀλλ' ἡ ἀπροσεξία καὶ ἡ ῥᾳθυμία καὶ ἀγνωμοσύνη τῶν ἀκουόντων; Καὶ γὰρ καὶ εἰ μὴ εἶπεν, ἐσκανδαλίσθησαν ἂν, καὶ οὐκ ἂν ἐπαύσαντο, τροφῇ προσέχοντες ἀεὶ σωματικῇ, καὶ τῇ γῇ προσηλωμένοι. Ἄλλως δὲ, καὶ οὗτοι μετ' ἐκείνων ἤκουον· ἀλλ' ὅμως τἀναντία ἐκείνων ἀπεφήναντο, λέγοντες· Πρὸς τίνα ἀπελευσόμεθα; Πολλῆς τὸ ῥῆμα φιλοστοργίας ἐμφαντικόν. ∆είκνυσι γὰρ ὅτι παντὸς αὐτοῖς ἐστιν ὁ ∆ιδάσκαλος τιμιώτερος, καὶ πατέρων, καὶ μητέρων, καὶ τῶν ὄντων ἁπάντων, καὶ ἀποστάντας αὐτοῦ οὐκ ἔνι λοιπὸν ποῦ καταφυγεῖν. Εἶτα, ἵνα μὴ δοκῇ τὸ, Πρὸς τίνα ἀπελευσόμεθα; διὰ τοῦτο εἰρηκέναι αὐτὸν, ὡς οὐκ ὄντων τῶν ὑποδεξαμένων αὐτοὺς, εὐθέως ἐπήγαγε· Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Οἱ μὲν γὰρ σαρκικῶς καὶ μετὰ λογισμῶν ἀνθρωπίνων ἤκουον, οὗτοι δὲ πνευματικῶς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέποντες. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πνεῦμά ἐστι τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν· τουτέστι, μὴ ὑπολάβῃς τῇ τῶν πραγμάτων ἀκολουθίᾳ, καὶ τῇ τῶν γινομένων ἀνάγκῃ τῶν ῥημάτων τῶν ἐμῶν τὴν διδασκαλίαν ὑποκεῖσθαι. Οὐ τοιαῦτα τὰ πνευματικά· οὐκ ἀνέχεται δουλεύειν νόμοις τοῖς ἐπὶ γῆς. Τοῦτο καὶ Παῦλος δηλοῖ, λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι, Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Ἤδη τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο καὶ τὴν ἐκεῖ λῆξιν ἅπασαν. Ὅρα δὲ τὸν φιλάδελφον, τὸν φιλόστοργον, πῶς ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ· οὐ γὰρ εἶπεν Ἔγνωκα, ἀλλ' Ἐγνώκαμεν· μᾶλλον δὲ σκόπει πῶς ἐπ' αὐτῶν ἔρχεται τῶν ῥημάτων τοῦ διδασκάλου, οὐ τὰ αὐτὰ τοῖς Ἰουδαίοις φθεγγόμενος. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ· οὗτος δὲ, ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ, ὅτι Ῥήματα ζωῆς αἰωνίου ἔχεις· τάχα πολλάκις ἀκούσας αὐτοῦ λέγοντος, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Ἔδειξε γὰρ ὅτι πάντα κατέχει τὰ εἰρημένα, αὐτῶν ἀναμνήσας τῶν ῥημάτων. Τί οὖν ὁ Χριστός; Οὐκ ἐπῄνεσε τὸν Πέτρον, οὐδὲ ἐθαύμασε, καίτοι ἀλλαχοῦ τοῦτο ποιήσας· ἀλλὰ τί φησιν; Οὐχὶ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; Ἐπειδὴ γὰρ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, ἐξαιρεῖ τοῦ χοροῦ τὸν Ἰούδαν. Ἐκεῖ μὲν γὰρ οὐδὲν περὶ τῶν μαθητῶν αὐτὸς εἶπε, ἀλλὰ τοῦ Χριστοῦ εἰπόντος· Ὑμεῖς δὲ τίνα με λέγετε; φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἐνταῦθα δὲ ἐπειδὴ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, εἰκότως οὐκ ἀφίησι τὸν Ἰούδαν εἰς τὸν ἐκείνων χορόν. Τοῦτο δὲ ἐποίει, πόῤῥωθεν καὶ ἄνωθεν τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος, εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει, τὸ δὲ ἑαυτοῦ πράττων.

δʹ. Καὶ θέα τὴν σοφίαν· οὔτε αὐτὸν φανερὸν ἐποίησεν, οὔτε λαθεῖν εἴασεν ἐκεῖνο μὲν, ἵνα μὴ ἀναισχυνθῇ καὶ φιλονεικότερος γένηται· τοῦτο δὲ, ἵνα μὴ νομίζων λανθάνειν, ἀδεῶς ἐργάσηται τὸ τόλμημα. ∆ιὸ καὶ προϊὼν φανερωτέρους ἐπάγει τοὺς ἐλέγχους. Πρότερον μὲν γὰρ καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἠρίθμησεν, εἰπὼν, ὅτι Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν (ὅτι δὲ καὶ τὸν προδότην ἠρίθμησεν, ἐδήλωσεν εἰπὼν ὁ εὐαγγελιστής· Ἤδει γὰρ ἐξ ἀρχῆς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν)· ἐπειδὴ δὲ ἐνέμεινε, σφοδρότερον ἐπάγει τὸν ἔλεγχον, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν, καὶ κοινὸν πᾶσι τὸν φόβον καθίστησιν, ἐκεῖνον συσκιάσαι βουλόμενος. Ἄξιον δὲ ἐνταῦθα διαπορῆσαι, τί δήποτε νῦν μὲν οὐδὲν λέγουσιν οἱ μαθηταὶ, ὕστερον δὲ δεδοίκασι καὶ διαποροῦνται πρὸς ἀλλήλους ὁρῶντες καὶ πυνθανόμενοι, Μή τι ἐγώ εἰμι, Κύριε; Καὶ τῷ Ἰωάννῃ ὁ Πέτρος ἐννεύει μαθεῖν τὸν προδότην, καὶ πυθέσθαι τοῦ ∆ιδασκάλου τίς ἐστιν. Τί ποτε οὖν ἐστι τὸ αἴτιον; Οὔπω ἦν ὁ Πέτρος ἀκούσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ. ∆ιὰ τοῦτο οὐδέ τι δέος εἶχεν· ἐπειδὴ δὲ ἐπετιμήθη, καὶ ἀπὸ πολλῆς διαθέσεως εἰπὼν, οὐκ εὐδοκίμησεν, ἀλλὰ καὶ σατανᾶς ἤκουσεν· ἀκούων ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, εἰκότως λοιπὸν ἔδεισε. Ἄλλως δὲ, οὐδὲ νῦν φησιν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἀλλ', Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. ∆ιόπερ οὐδὲ ᾔδεσαν τὸ λεγόμενον, ἀλλὰ πονηρίας ᾤοντο σκώπτεσθαι μόνον. Τί δήποτε δὲ τὸ Οὐχὶ ἐγὼ ὑμᾶς, εἶπεν, τοὺς δώδεκα ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Κολακείας ἀπηλλαγμένην αὐτοῦ τὴν διδασκαλίαν δεικνύς. Ἐπειδὴ γὰρ πάντων αὐτὸν ἐγκαταλειψάντων αὐτοὶ παρέμειναν μόνοι, καὶ διὰ τοῦ Πέτρου ὡμολόγουν εἶναι Χριστὸν, ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο ἔμελλεν αὐτοὺς κολακεύειν, ἀπάγει ταύτης τῆς ὑποψίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν με δυσωπεῖ πρὸς τὸ τοὺς κακοὺς μὴ ἐλέγχειν· μὴ νομίσητε ὅτι ἐπειδὴ ἐπεμείνατε, κολακεῦσαι ὑμᾶς αἱρήσομαι· ἢ ἐπειδὴ ἠκολουθήσατε, οὐκ ἐλέγχω τοὺς πονηρούς. Ὃ γὰρ πολὺ τούτου μεῖζόν ἐστιν εἰς τὸ δυσωπῆσαι τὸν διδάσκαλον, οὐδὲ τοῦτό με δυσωπεῖ. Ὁ μὲν γὰρ παραμένων, τῆς αὐτοῦ φιλοστοργίας παρέχεται τεκμήριον· ὁ δὲ ἐκλεγεὶς παρὰ τοῦ διδασκάλου, περιάπτει δόξαν ἀνοίας, ἐκριπτούμενος παρὰ τοῖς ἀνοήτοις. Ἀλλ' ὅμως οὐδὲ τοῦτό με ἀπάγει τῶν ἐλέγχων. Τοῦτο γοῦν καὶ νῦν ἐγκαλοῦσι τῷ Χριστῷ Ἕλληνες ψυχρῶς καὶ ἀνοήτως. Οὐ γὰρ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν ἀγαθοὺς εἴωθεν ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ καὶ ἡ αἵρεσις βιαστικὴ τῶν καλουμένων ἐστὶν, ἀλλὰ προτρεπτική. Καὶ ἵνα μάθῃς. ὅτι οὐ βιάζεται ἡ κλῆσις, σκόπει πόσους συνέβη τῶν κληθέντων ἀπολέσθαι. Ὅθεν φανερὸν, ὅτι καὶ ἐν τῇ γνώμῃ κεῖται τῇ ἡμετέρᾳ, τὸ σωθῆναι καὶ ἀπολέσθαι.

εʹ. Ταῦτα οὖν ἀκούοντες, παιδευώμεθα νήφειν ἀεὶ καὶ ἐγρηγορέναι. Εἰ γὰρ ὁ εἰς τὸν ἅγιον ἐκεῖνον χορὸν τελῶν, ὁ τοσαύτης ἀπολελαυκὼς δωρεᾶς, ὁ σημεῖα πεποιηκώς (καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκροὺς ἐγεῖραι καὶ λεπροὺς καθαρίσαι), ἐπειδὴ ἑάλω νοσήματι δεινῷ τῷ τῆς φιλαργυρίας κακῷ, καὶ τὸν ∆εσπότην τὸν ἑαυτοῦ προὔδωκεν, οὐδὲν αὐτὸν ὠφέλησαν, οὔτε αἱ εὐεργεσίαι, οὐχ αἱ δωρεαὶ, οὐ τὸ μετ' αὐτοῦ εἶναι, οὐ θεραπεία, οὐ τὸ τοὺς πόδας νίψαι, οὐ τὸ τῆς τραπέζης κοινωνῆσαι, οὐ τὸ γλωσσόκομον κατέχειν, ἀλλὰ καὶ ἐφόδια αὐτῷ ταῦτα κολάσεως γέγονε· φοβηθῶμεν καὶ ἡμεῖς, μή ποτε τὸν Ἰούδαν μιμησώμεθα διὰ τῆς φιλαργυρίας. Οὐ προδίδως τὸν Χριστόν; Ἀλλ' ὅταν περιίδῃς πένητα λιμῷ τηκόμενον, ἢ ὑπὸ ψύχους διαφθειρόμενον, τὴν αὐτὴν καὶ αὐτὸς ἐφέλκῃ καταδίκην. Καὶ ὅταν ἀναξίως μετέχωμεν τῶν μυστηρίων, ὁμοίως ἀπολλύμεθα τοῖς χριστοκτόνοις. Ὅταν ἁρπάζωμεν, ὅταν ἄγχωμεν τοὺς καταδεεστέρους, μεγίστην ἐπισπασόμεθα τὴν τιμωρίαν· καὶ μάλα εἰκότως. Μέχρι γὰρ τίνος ὁ ἔρως ἡμᾶς οὕτω κατέχει τῶν παρόντων πραγμάτων τῶν περιττῶν καὶ ἀνονήτων; Ὁ γὰρ πλοῦτος ἐν τοῖς περιττοῖς, ἐν οἷς οὐδὲν ὄφελος γίνεται. Μέχρι τίνος προσηλώμεθα τοῖς ματαίοις; μέχρι τίνος οὐ διαποβλέπομεν ἐν τοῖς οὐρανοῖς, οὐ νήφομεν, οὐ λαμβάνομεν κόρον τῶν γηΐνων τούτων καὶ παραῤῥεόντων; οὐ παιδευόμεθα διὰ τῆς πείρας αὐτῶν τὴν εὐτέλειαν; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν πλουτήσαντας. Οὐχὶ ὄναρ πάντα ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος, οὐ ῥεῦμα παραῤῥέον; οὐχὶ διήγημα καὶ μῦθος; Ὁ δεῖνα πεπλούτηκε· καὶ ποῦ νῦν ὁ πλοῦτος; Ἀπώλετο καὶ διέφθαρται· ἀλλὰ τὰ δι' αὐτὸν ἁμαρτήματα διαμένει, καὶ ἡ διὰ τὰ ἁμαρτήματα κόλασις. Μᾶλλον δὲ, εἰ μὴ κόλασις ἦν, μηδὲ βασιλεία προὔκειτο, τὸ ὁμόφυλον καὶ τὸ ὁμογενὲς αἰδεσθῆναι ἐχρῆν, τὸ ὁμοιοπαθὲς δυσωπηθῆναι. Νῦν δὲ κύνας μὲν τρέφομεν· πολλοὶ δὲ καὶ ὀνάγρους καὶ ἄρκτους, καὶ διάφορα θηρία· ἄνθρωπον δὲ περιορῶμεν λιμῷ τηκόμενον, καὶ τιμιώτερον ἡμῖν τὸ ἀλλότριον τοῦ συγγενοῦς, καὶ ἀτιμότερον ἡμῖν τὸ οἰκεῖον τοῦ μὴ ὄντος οὐδὲ προσήκοντος. Ἀλλ' οἰκοδομεῖσθαι λαμπρὰς οἰκίας καὶ πολλοὺς ἔχειν οἰκέτας, καὶ εἰς χρυσοῦν ὄροφον κατακειμένους ὁρᾷν καλόν; Περιττὸν μὲν οὖν καὶ ἀνόνητον. Ἔστιν ἄλλα οἰκοδομήματα, λαμπρότερα πολλῷ καὶ σεμνότερα τούτων· ἐπὶ τοῖς τοιούτοις εὐφραίνειν τοὺς ὀφθαλμοὺς ἀναγκαῖον· ὁ γὰρ κωλύσων οὐδείς. Βούλει κάλλιστον ὄροφον ἰδεῖν; Ἑσπέρας καταλαβούσης, ἴδε κατηστερισμένον τὸν οὐρανόν. Ἀλλ' οὐκ ἔστιν ἔμος ὄροφος, φησί. Καὶ μὴν οὗτος μᾶλλον σὸς, ἢ ἐκεῖνος. Καὶ γὰρ διὰ σὲ γέγονε, καὶ κοινός σοι μετὰ τῶν ἀδελφῶν ἐστιν· οὗτος δὲ οὐ σὸς, ἀλλὰ τῶν μετὰ τὴν τελευτὴν κληρονομούντων. Καὶ ὁ μὲν τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, διὰ τοῦ κάλλους πρὸς τὸν ∆ημιουργὸν παραπέμπων· οὗτος δὲ τὰ μέγιστά σε καταβλάψει, κατήγορός σου μέγιστος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως γινόμενος, ὅταν αὐτὸς μὲν χρυσῷ περιβεβλημένος ᾖ, ὁ δὲ Χριστὸς μηδὲ ἀναγκαῖον ἔχων ἱμάτιον. Μὴ δὴ τοσαύτην ἄνοιαν ὑπομένωμεν· μηδὲ διώκωμεν τὰ φεύγοντα, καὶ φεύγωμεν τὰ μένοντα· μηδὲ προδῶμεν ἡμῶν τὴν σωτηρίαν, ἀλλ' ἀντεχώμεθα τῆς μελλούσης ἐλπίδος· οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς, ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς, ὅτι οὐ πολὺ τὸ λειπόμενον. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται. Ταῦτ' οὖν εἰδότες, καὶ γυναῖκες ἄνδρας παρακαλῶμεν, καὶ ἄνδρες γυναῖκας νουθετῶμεν, καὶ νεωτέρους καὶ παρθένους διδάσκωμεν, καὶ πάντες ἀλλήλους παιδεύωμεν, τῶν μὲν παρόντων ὑπερορᾷν, τῶν δὲ μελλόντων ἐφίεσθαι, ἵνα καὶ τυχεῖν αὐτῶν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλι λαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία.

αʹ. Οὐδὲν φθόνου χεῖρον καὶ βασκανίας· οὕτως ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος τὸν ἄνθρωπον τιμώμενον, οὐκ ἐνεγκὼν τὴν εὐημερίαν, πάντα ἔπραττεν ὥστε αὐτὸν ἀνελεῖν. Καὶ πανταχοῦ τῆς ῥίζης ταύτης τοῦτον ἴδοι τις ἂν τὸν καρπὸν γινόμενον. Οὕτω καὶ Ἄβελ ἐσφάγη, οὕτω καὶ ὁ ∆αυῒδ ἔμελλεν, οὕτω καὶ ἄλλοι πολλοὶ τῶν δικαίων· ἐντεῦθεν καὶ Ἰουδαῖοι χριστοκτόνοι γεγόνασι. Καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ εἶχεν ἐξουσίαν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Τί λέγεις, ὦ μακάριε Ἰωάννη; Οὐκ εἶχεν ἐξουσίαν ὁ δυνηθεὶς πάντα ὅσα ἠθέλησεν; ὁ εἰπὼν, Τίνα ζητεῖτε, καὶ ῥίψας αὐτοὺς εἰς τὰ ὀπίσω; ὁ παρὼν καὶ μὴ ὁρώμενος, οὗτος οὐκ εἶχεν ἐξουσίαν; Πῶς δὲ καὶ ὕστερον εἰς μέσον αὐτῶν παρελθὼν, ἐν μέσῳ τῷ ἱερῷ, ἐν μέσῃ τῇ ἑορτῇ, συνόδου οὔσης, καὶ τῶν φονώντων παρόντων, διελέγετο ταῦτα, ἃ μᾶλλον αὐτοὺς παρώξυνε; Τοῦτο γοῦν καὶ ἐθαύμαζον λέγοντες, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τίνα δή ἐστι ταῦτα τὰ αἰνίγματα; Ἄπαγε· οὐχ ἵνα αἰνίγματα λέγειν νομισθῇ, οὕτως εἶπεν, ἀλλ' ἵνα δηλώσῃ ὅτι καὶ τὰ τῆς θεότητος ἐπεδείκνυτο, καὶ τὰ τῆς ἀνθρωπότητος. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι Ἐξουσίαν οὐκ εἶχεν, ὡς περὶ ἀνθρώπου διαλέγεται, πολλὰ καὶ ἀνθρωπίνως ποιοῦντος· ὅταν δὲ λέγῃ, ὅτι ἐν μέσοις αὐτοῖς εἰστήκει, καὶ οὐ κατεῖχον αὐτὸν, τῆς θεότητος τὴν δύναμιν ἐνδείκνυται δηλονότι. Καὶ γὰρ ἔφευγεν ὡς ἄνθρωπος, καὶ ἐφαίνετο ὡς Θεός· ἀμφότερα ἀληθεύων. Τό τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου· τό τε ὑποστέλλεσθαι, τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μήτε Παῦλος ὁ Σαμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων, καὶ οἱ τὰ ἐκείνων νοσοῦντες. ∆ιὰ τούτου τοίνυν πάντων ἐμφράττει τὰ στόματα. Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Τὸ, Μετὰ ταῦτα, οὐδὲν ἄλλο δηλοῖ, ἢ ὅτι πολὺν μεταξὺ χρόνον ἐπιτεμὼν ὑπερεπήδησε. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, φησὶν, ἦν ἡ ἑορτὴ τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς Σκηνοπηγίας μέμνηται, καὶ ἐν τοῖς πέντε μησὶν οὐδὲν ἕτερον ἡμῖν διηγήσατο, οὔτε ἐδίδαξεν ἡμᾶς ἄλλο τι, ἢ τὸ κατὰ τοὺς ἄρτους σημεῖον, καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημηγορίαν· καίτοι αὐτὸς οὐ διελίμπανε σημεῖα ποιῶν καὶ διαλεγόμενος, οὐκ ἐν ἡμέρᾳ, οὐκ ἐν ἑσπέρᾳ, πολλάκις δὲ καὶ νυκτός. Τοῖς γοῦν μαθηταῖς οὕτως ἐπέστη, ὡς πάντες φασὶν οἱ εὐαγγελισταί. Τί δή ποτε οὖν παρέλιπον ἐκεῖνο; Ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν. Ἄλλως δὲ, καὶ ταῦτα λέγειν ἐσπουδάκασιν, ὑπὲρ ὧν ἢ μέμψις ἢ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων ἔμελλε παρακολουθεῖν. Ἐκείνοις μὲν γὰρ πολλὰ ὅμοια ἦν. Καὶ γὰρ ὅτι νοσοῦντας ἐθεράπευσε, καὶ νεκροὺς ἤγειρε, καὶ ὅτι ἐθαυμάσθη, πολλάκις ἀνέγραψαν· ἔνθα δὲ ξένον ἔχουσι λέγειν τι, ἢ μέμψιν τινὰ δοκοῦσαν κατ' αὐτοῦ φύεσθαι διηγεῖσθαι, ταῦτα τιθέασιν· οἷον δὴ καὶ τὸ νῦν ἐστιν, ὅτι οἱ ἀδελφοὶ αὐτοῦ ἠπίστουν αὐτῷ· καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἔχει διαβολὴν τὸ πρᾶγμα. Καὶ ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα, ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύνην, ἀλλὰ καὶ ταῦτα μάλιστα τῶν ἄλλων ἐσπουδάκασιν ἀπαγγέλλειν. Καὶ νῦν γοῦν πολλὰ παραδραμὼν καὶ σημεῖα καὶ θαύματα καὶ δημηγορίας, ἐπὶ τοῦτο εὐθέως ἐπεπήδησεν. Εἶπον γὰρ, φησὶ, πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Καὶ ποία, φησὶν, ἀπιστία ἐνταῦθα; Παρακαλοῦσι γὰρ αὐτὸν θαυματουργῆσαι. Πολλὴ σφόδρα. Ἀπιστίας γὰρ καὶ τὰ ῥήματα καὶ ἡ θρασύτης, καὶ ἡ ἄκαιρος παῤῥησία. Ὤοντο γὰρ ἀπὸ τῆς συγγενείας ἐξεῖναι αὐτοῖς μετὰ παῤῥησίας διαλέγεσθαι. Καὶ δοκεῖ μὲν ἡ ἀξίωσις δῆθεν φίλων εἶναι· πολλῆς δὲ πικρίας ἦν τὰ λεγόμενα· ἐνταῦθα γὰρ αὐτῷ καὶ δειλίαν καὶ φιλοδοξίαν ὀνειδίζουσι. Τὸ μὲν οὖν εἰπεῖν, Οὐδείς τι ἐν κρυπτῷ ποιεῖ, δειλίαν ἐγκαλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὑπ' αὐτοῦ· τὸ δὲ ἐπαγαγεῖν, ὅτι Ζητεῖ ἐν παῤῥησίᾳ εἶναι, φιλοδοξίας.

βʹ. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν δύναμιν. Ἀπὸ γὰρ τούτων τῶν ταῦτα λεγόντων τὰ ῥήματα, ὁ πρῶτος τῶν Ἱεροσολύμων ἐπίσκοπος γέγονεν, ὁ μακάριος Ἰάκωβος, περὶ οὗ καὶ Παῦλός φησιν· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Λέγεται δὲ καὶ ὁ Ἰούδας θαυ μαστός τε γεγονέναι. Καίτοι γε οὗτοι καὶ ἐν Κανᾷ παρῆσαν, τοῦ οἴνου γενομένου· ἀλλ' οὐδὲν ἀπώναντο τέως. Πόθεν οὖν αὐτοῖς ἡ τοσαύτη ἀπιστία; Ἀπὸ πονηρᾶς γνώμης καὶ φθόνου· τὸ γὰρ συγγενὲς ὑπερέχον εἴωθέ πως διαφθονεῖσθαι παρὰ τῶν οὐ τοιούτων. Τίνας δὲ ἐνταῦθα λέγουσι τοὺς μαθητάς; Τὸν ὄχλον τὸν παρεπόμενον, οὐ τοὺς δώδεκα. Τί οὖν ὁ Χριστός; Ὅρα πῶς προσηνῶς ἀπεκρίνατο. Οὐ γὰρ εἶπεν· Ὑμεῖς δὲ τίνες ἐστὲ ταῦτα συμβουλεύοντες καὶ διδάσκοντες; ἀλλὰ τί; Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν. Ἐνταῦθά μοι δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι. Ἴσως γὰρ αὐτὸν καὶ προδοῦναι ἐβουλεύοντο, βασκαίνοντες, τοῖς Ἰουδαίοις. ∆ιὸ καὶ τοῦτο ἐμφαίνων φησὶν, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστι· τουτέστιν, ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου. Τί οὖν πρὸ καιροῦ κατεπείγετε ἀνελεῖν; Ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτε ἕτοιμός ἐστιν. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς τὰ αὐτὰ ζηλοῦντας αὐτοῖς· ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν. Ὥστε ὑμῖν μὲν ἀεὶ καὶ καιρὸς συνεῖναι μὴ κινδυνεύουσιν· ἐμοὶ δὲ τότε καιρὸς, ὅταν ὁ τοῦ σταυροῦ καιρὸς ἐπιστῇ, ὅταν δέῃ ἀποθανεῖν. Καὶ γὰρ ὅτι τοῦτο λέγει, δῆλον διὰ τῆς ἐπαγωγῆς· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς. Πῶς γὰρ τοὺς τὰ αὐτὰ βουλομένους, καὶ ὑπὲρ τῶν αὐτῶν τρέχοντας; Ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτὸν, ὅτι πονηρά εἰσιν αὐτοῦ τὰ ἔργα, τουτέστιν, ὅτι Καθάπτομαι καὶ ἐλέγχω, διὰ τοῦτο μισοῦμαι. Ἀπὸ τούτων παιδευώμεθα κρατεῖν ὀργῆς, καὶ μὴ ἀναξιοπαθεῖν, κἂν εὐτελεῖς ὦσιν οἱ συμβουλεύοντες. Εἰ γὰρ τοὺς οὐ πιστεύοντας ὁ Χριστὸς συμβουλεύοντας ἤνεγκε πράως, καὶ συμβουλεύοντας τὰ μὴ δέοντα, καὶ συμβουλεύοντας τὰ οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς, τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, γῆ καὶ σποδὸς ὄντες, καὶ πρὸς τοὺς συμβουλεύοντας, δυσχεραίνοντες, κἂν ὀλίγον εὐτελέστεροι οἱ τοῦτο ποιοῦντες ὦσιν, ἀνάξιον ἑαυτῶν ἡγούμενοι τοῦτο; Σκόπει γοῦν πῶς μετὰ πραότητος πάσης ἀποκρούεται τὴν κατηγορίαν. Εἰπόντων γὰρ ἐκείνων, Φανέρωσον σεαυτὸν τῷ κόσμῳ, αὐτός φησιν· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ ὁ κόσμος μισεῖ· ἀναιρῶν αὐτῶν τὴν κατηγορίαν. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, ζητεῖν τὴν παρὰ ἀνθρώπων δόξαν, ὅτι οὐ διαλιμπάνω ἐλέγχων αὐτούς· καὶ ταῦτα εἰδὼς μῖσος ἐκ τούτου τικτόμενον, καὶ θάνατον κατασκευαζόμενον. Καὶ ποῦ ἤλεγξε, φησί; Πότε γὰρ ἐπαύσατο τοῦτο ποιῶν; οὐχὶ ἔλεγε· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς· καὶ, Ἐγὼ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Εἶδες πῶς ἔδειξε διὰ πάντων, ὅτι τὸ πρὸς αὐτὸν μῖσος ἐποίει ὁ ἔλεγχος ὁ πεπαῤῥησιασμένος, οὐχ ἡ τοῦ σαββάτου λύσις; Τί δήποτε δὲ αὐτοὺς πέμπει εἰς τὴν ἑορτὴν, λέγων· Ἀνάβητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω ἄρτι; ∆εικνὺς ὅτι ταῦτα εἶπεν, οὐχὶ δεόμενος αὐτῶν, οὐδὲ κολακεύεσθαι θέλων, ἀλλὰ συγχωρῶν τὰ Ἰουδαϊκὰ ποιεῖν. Πῶς οὖν, φησὶν, ἀνέβη, εἰπὼν, Οὐκ ἀναβαίνω; Οὐκ εἶπεν καθάπαξ, Οὐκ ἀναβαίνω· ἀλλὰ, Νῦν, εἶπεν, τουτέστι, μεθ' ὑμῶν· Ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. Καὶ μὴν τῷ μέλλοντι Πάσχα σταυροῦσθαι ἔμελλε. Πῶς οὖν οὐκ ἀνέβη καὶ αὐτός; Εἰ γὰρ ἐπειδὴ ὁ καιρὸς οὔπω παρῆν, διὰ τοῦτο οὐκ ἀνέβη, ἐχρῆν μηδὲ ὅλως ἀναβῆναι. Ἀλλ' οὐ διὰ τοῦτο ἀνέβαινεν, ἵνα πάθῃ, ἀλλ' ἵνα αὐτοὺς παιδεύσῃ. Τίνος δὲ ἕνεκεν λάθρᾳ; Καὶ γὰρ ἐδύνατο φανερῶς ἀνελθὼν ἐν τῷ μέσῳ τε εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὃ πολλάκις ἐποίησεν. Ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν. Εἰ γὰρ ἀνῆλθε φανερῶς, καὶ πάλιν αὐτοὺς ἐπήρωσε, μειζόνως ἂν τὴν ἑαυτοῦ θεότητα διαλάμπειν ἐποίει, ὃ τέως οὐκ ἔδει, καὶ μᾶλλον αὐτὴν ἐξεκάλυπτεν. Ἐπειδὴ δὲ ἐνόμιζον ἐκεῖνοι δειλίας εἶναι τὸ μένειν, δείκνυσιν αὐτὸς τοὐναντίον, καὶ θάρσους ὂν καὶ οἰκονομίας· καὶ ὅτι τὸν καιρὸν προειδὼς καθ' ὃν πείσεται, ὅτε λοιπὸν ἐπιστῇ, τότε μάλιστα βουλήσεται εἰς τὰ Ἱεροσόλυμα ἀναβῆναι. Ἐμοὶ δὲ δοκεῖ καὶ τῷ μὲν εἰπεῖν, Ἀνάβητε ὑμεῖς, τοῦτο λέγειν· μὴ νομίσητε, ὅτι ἀναγκάζω ὑμᾶς σὺν ἐμοὶ μένειν μὴ βουλομένους· τῷ δὲ ἐπαγαγεῖν, Οὔπω πεπλήρωται ὁ καιρός μου, δῆλον ποιεῖν, ὅτι ἔδει καὶ σημεῖα γενέσθαι, καὶ δημηγορίας λεχθῆναι, ὥστε καὶ ὄχλους πιστεῦσαι πλείονας, καὶ τοὺς μαθητὰς στεῤῥοτέρους γενέσθαι, τὴν παῤῥησίαν ὁρῶντας τοῦ διδασκάλου, καὶ ἅπερ ἔπαθε.

γʹ. Μάθωμεν τοίνυν αὐτοῦ ἀπὸ τῶν εἰρημένων τὴν ἐπιείκειαν, τὴν πραότητα· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πᾶσαν πικρίαν ἐκβάλωμεν. Κἂν ἐπαίρηταί τις καθ' ἡμῶν, ἡμεῖς ταπεινοὶ γινώμεθα· κἂν θρασύνηταί τις, θεραπεύσωμεν· κἂν δάκνῃ καὶ κατεσθίῃ σκώπτων καὶ κωμῳδῶν, ἡμεῖς μὴ νικώμεθα, μὴ ἀμυνόμενοι ἑαυτοῖς ἀνέλωμεν ἑαυτούς. Καὶ γὰρ θηρίον ἐστὶν ὁ θυμὸς, θηρίον ὀξὺ καὶ θερμόν. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς τὰς ἀπὸ τῆς θείας Γραφῆς ἐπῳδὰς, καὶ λέγωμεν, ὅτι Γῆ εἶ καὶ σποδός· καὶ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; καὶ, ὅτι Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ· καὶ, ὅτι Ἀνὴρ θυμώδης, οὐκ εὐσχήμων. Οὐδὲν γὰρ αἰσχρότερον ὄψεως θυμουμένης, οὐδὲν δυσειδέστερον. Εἰ δὲ ὄψεως, πολλῷ μᾶλλον ψυχῆς. Καθάπερ γὰρ ἀνακυκωμένου βορβόρου δυσωδία εἴωθε γίνεσθαι· οὕτω ψυχῆς ταραττομένης ὑπὸ θυμοῦ, πολλὴ ἔσται ἡ ἀσχημοσύνη καὶ ἀηδία. Ἀλλ' οὐ φέρω, φησὶ, τὴν παρὰ τῶν ἐχθρῶν ὕβριν. Τίνος ἕνεκεν; εἰπέ. Ἂν μὲν γὰρ ἀληθὴς ᾖ, καὶ πρὸ ἐκείνου ὀφείλεις κατανύττεσθαι, καὶ χάριν ἔχειν αὐτῷ τῶν ἐλέγχων· ἂν δὲ ψευδὴς, καταφρόνησον. Εἶπε πένητα; Καταγέλασον. Εἶπε δυσγενῆ ἢ ἀνόητον; Στέναξον ὑπὲρ ἐκείνου λοιπόν. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ὅταν οὖν ὑβρίσῃ, ἐννόησον τὴν κόλασιν ἣν κολάζεται, καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις. Οὐδὲ γὰρ πρὸς τὸν πυρέττοντά τις παροξύνεται, οὔτε πρὸς τὸν φλεγμαίνοντα, ἀλλ' ἐλεεῖ πάντας τοὺς τοιούτους καὶ δακρύει. Τοιοῦτον γάρ ἐστι ψυχὴ ὀργιζομένη. Ἀλλὰ, κἂν ἀμύνασθαι βούλῃ, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Ἂν δὲ λοιδορίαν λοιδορίᾳ συνάψῃς, τὸ πῦρ ἀνῆψας. Ἀλλ' ἀσθένειαν καταγινώσκουσιν οἱ παρόντες, φησὶν, ἂν σιγήσωμεν. Οὐκ ἀσθένειαν καταγνώσονται, ἀλλ' ἐπὶ φιλοσοφίᾳ θαυμάσονται. Ἂν δὲ ὑβρισθεὶς δηχθῇς, ὕβρισας· δηχθεὶς δὲ, ἀναγκάζεις ἀληθῆ νομίζεσθαι τὰ λεγόμενα. ∆ιατί, εἰπέ μοι, ὁ πλούσιος γελᾷ ἀκούων πένης; ἆρ' οὐχ ὅτι μὴ σύνοιδεν ἑαυτῷ πενίαν; Οὕτω καὶ ὑμεῖς, ἂν μᾶλλον γελάσωμεν ἐπὶ ταῖς ὕβρεσι, μεγίστην ἀπόδειξιν παρέξομεν τοῦ μὴ συνειδέναι τοῖς λεγομένοις. Ἄλλως δὲ, μέχρι πότε τὰς τῶν ἀνθρώπων δεδοίκαμεν εὐθύνας; μέχρι πότε τοῦ κοινοῦ καταφρονοῦμεν ∆εσπότου, καὶ τῇ σαρκὶ προσηλώμεθα; Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Γενώμεθα τοίνυν πνευματικοὶ, καὶ χαλινώσωμεν τὸ δεινὸν τοῦτο θηρίον. Ὀργῆς καὶ μανίας μέσον οὐδέν· ἀλλὰ πρόσκαιρός ἐστι δαίμων, μᾶλλον δὲ καὶ δαιμονῶντος χαλεπώτερον. Ὁ μὲν γὰρ δαιμονῶν, καὶ συγγνώμης ἀπολαύσειεν ἄν· ὁ δὲ ὀργιζόμενος, μυρίων ἔσται κολάσεων ἄξιος, ἑκὼν ἑαυτὸν ἐπὶ βάραθρα τῆς ἀπωλείας φέρων, καὶ πρὸ τῆς μελλούσης γεέννης ἐντεῦθεν ἤδη τὴν δίκην τιννύων, θόρυβόν τινα ἄπαυστον καὶ ζάλην ἀσίγητον διὰ πάσης μὲν νυκτὸς, διὰ πάσης δὲ ἡμέρας ἐπεισάγων τοῖς τῆς ψυχῆς λογισμοῖς. Ἵν' οὖν καὶ τῆς ἐν τῷ παρόντι κολάσεως, καὶ τῆς ἐν τῷ μέλλοντι τιμωρίας ἑαυτοὺς ἀπαλλάξωμεν, ἐκβαλόντες τουτὶ τὸ πάθος, πραότητα πᾶσαν ἐπιδειξώμεθα καὶ ἐπιείκειαν, ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕρωμεν τῇ ψυχῇ ἡμῶν, καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΘʹ. Ταῦτα εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐ τὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ.

αʹ. Τὰ ἀνθρωπίνως ὑπὸ τοῦ Χριστοῦ οἰκονομούμενα, οὐ διὰ τοῦτο μόνον οἰκονομεῖται, ἵνα τὴν σάρκωσιν βεβαιώσηται, ἀλλ' ἵνα καὶ ἡμᾶς παιδεύσῃ πρὸς ἀρετήν. Εἰ γὰρ πάντα ὡς Θεὸς ἔπραττε, πόθεν ἐδυνάμεθα ἡμεῖς εἰδέναι, περιπίπτοντες ἀβουλήτοις, τί χρὴ ποιεῖν; οἷόν τι λέγω· ἐν τούτῳ τε αὐτῷ ὢν τῷ χωρίῳ φονώντων τῶν Ἰουδαίων εἰς μέσον εὐθέως παρελθὼν κατέστειλε τὴν ὁρμήν. Εἰ τοίνυν τοῦτο ἐποίει διηνεκῶς, ἡμεῖς οὐ δυνάμενοι τοῦτο ποιεῖν, περιπίπτοντες δὲ, πόθεν ἂν ἔγνωμεν πῶς δεῖ τῷ πράγματι χρῆσθαι; καὶ πότερον εὐθέως ἀποθανεῖν, ἤ τι καὶ οἰκονομῆσαι δέον, ὥστε προχωρῆσαι τὸν λόγον; Ἐπεὶ οὖν οὐκ ἂν ἐμάθομεν ἡμεῖς, οἱ μὴ δυνάμενοι, παρελθόντες εἰς μέσον τί δεῖ ποιεῖν, διὰ τοῦτο καὶ ταῦτα παρ' αὐτοῦ παιδευόμεθα. Ταῦτα γὰρ, φησὶν, εἰπὼν ὁ Ἰησοῦς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε ἀνέβη καὶ αὐτὸς, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. Τὸ εἰπεῖν, ὅτι Ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, ἐμφαίνοντός ἐστιν, ὅτι οὐκ ἐβούλετο μετ' ἐκείνων ἀνελθεῖν. ∆ιὸ καὶ μένει ἐν ᾧπερ ἦν, οὔτε δῆλον κατέστησεν ἑαυτὸν, ἐκείνων πως κατεπειγόντων τοῦτο ποιῆσαι. Τί δήποτε δὲ ἐν παῤῥησίᾳ διαλεγόμενος ἀεὶ, ὡς ἐν κρυπτῷ νῦν τοῦτο ποιεῖ; Οὐκ εἶπεν, Κρύφα, ἀλλ' Ὡς ἐν κρυπτῷ. Οὕτω γὰρ ἐχρῆν, ὅπερ εἶπον, παιδεύων ἡμᾶς τὰ πράγματα οἰκονομεῖν. Καὶ χωρὶς τούτου δὲ οὐκ ἦν ἴσον ζεόντων αὐτῶν καὶ σφαδαζόντων ἐμπεσεῖν, καὶ μετὰ ταῦτα τῆς ἑορτῆς διαλυθείσης. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν, καὶ ἔλεγον, Ποῦ ἔστιν ἐκεῖνος; Καλά γε αὐτῶν τὰ ἐν ταῖς ἑορταῖς κατορθώματα· ἐπὶ φόνον ὁρμῶσι, καὶ ἐν τῇ ἑορτῇ βουλεύονται αὐτὸν συλλαβεῖν. Οὕτω γοῦν καὶ ἀλλαχοῦ λέγουσι· Τί δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; Καὶ ἐνταῦθα, Ποῦ ἐστιν ἐκεῖνος; Ὑπὸ τοῦ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας οὐδὲ ὀνομαστὶ αὐτὸν καλεῖν ἐβούλοντο. Πολλὴ ἡ εἰς τὴν ἑορτὴν αἰδὼς, μεγάλη ἡ εὐλάβεια· ἀπ' αὐτῆς τῆς ἑορτῆς αὐτὸν θηρεῦσαι ἐβούλοντο. Καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις. Ἐμοὶ δὲ δοκεῖ καὶ ἀπὸ τοῦ τόπου παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον ἐγένετο, καὶ ὁμοῦ ἀγριαίνειν, καὶ δεδοικέναι, οὐχ οὕτως ὑπὲρ τοῦ παρελθόντος ὀργιζομένους, ὡς φοβουμένους, μὴ πάλιν ἐργάσηταί τι τοιοῦτον. Ἐξέβαινε δὲ πᾶν τοὐναντίον, καὶ ἄκοντες φανερὸν αὐτὸν ἐποίουν. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, οἱ δὲ, Οὒκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἐκείνην μὲν οὖν οἶμαι τὴν δόξαν τῶν πολλῶν εἶναι· ταύτην δὲ, τῶν ἀρχόντων καὶ τῶν ἱερέων. Τὸ γὰρ διαβάλλειν τῆς ἐκείνων βασκανίας καὶ πονηρίας ἐστί. Πλανᾷ, φησὶ, τὸν ὄχλον. Τί ποιῶν, εἰπέ μοι; ἆρα φαντάζων καὶ οὐκ ἐργαζόμενος τὰ σημεῖα; Καὶ μὴν τοὐναντίον ἡ πεῖρα μαρτυρεῖ. Οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας μὲν τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρείαν προσήκουσαν, ἧς μάλιστα τῷ πλήθει δεῖ; Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς, καὶ ἐδίδασκε. Τῇ ἀναβολῇ προσεκτικωτέρους αὐτοὺς ἐποίησεν. Οἱ γὰρ ταῖς ἡμέραις ζητήσαντες αὐτὸν ταῖς πρώταις καὶ λέγοντες, Ποῦ ἔστιν ἐκεῖνος; ἄφνω παρόντα ἰδόντες, ὅρα πῶς ἐπέστησαν, καὶ ἔμελλον ἐπικεῖσθαι λέγοντι, οἵ τε ἀγαθὸν λέγοντες, οἵ τε μὴ τοιοῦτον· ἀλλ' ἐκεῖνοι μὲν, ὥστε κερδάναι τι καὶ θαυμάσαι· οὗτοι δὲ, ὥστε ἐπιλαβέσθαι, καὶ κατασχεῖν. Τὸ μὲν οὖν, Πλανᾷ τὸν ὄχλον, ἀπὸ τῆς διδασκαλίας τῶν δογμάτων ἔλεγον, οὐ νοοῦντες τὰ λεγόμενα· τὸ δὲ, Ἀγαθὸς, ἀπὸ τῶν σημείων. Χαλάσας τοίνυν αὐτῶν τὸν θυμὸν οὕτως ἐπέστη, ὥστε μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὦτα. Τί μὲν οὖν ἐδίδαξεν, οὐκ εἶπεν· ὅτι δὲ θαυμαστῶς, τοῦτο μόνον λέγει, καὶ ὅτι εἷλεν αὐτοὺς καὶ μετέβαλε· τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις. Οἱ δὲ εἰπόντες, ὅτι Πλανᾷ τὸν ὄχλον, μεταβαλλόμενοι ἐθαύμαζον· διὸ καὶ ἔλεγον· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς· Ὁρᾷς πῶς δείκνυσι καὶ ἐνταῦθα πονηρίας γέμον τὸ θαῦμα αὐτῶν; Οὐ γὰρ εἶπεν, ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον· ἢ ὅτι ἐδέχοντο τὰ λεγόμενα· ἀλλ' ἁπλῶς, Ἐθαύμαζον· τουτέστιν, εἰς ἐκπληξίαν ἐνέπιπτον καὶ διηπόρουν λέγοντες, Πόθεν τούτω ταῦτα; δέον ἀπὸ τῆς ἀπορίας ταύτης συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ. Ἀλλ' ἐπειδὴ τοῦτο αὐτοὶ οὐκ ἤθελον ὁμολογῆσαι, ἀλλὰ μέχρι τοῦ θαυμάζειν ἵσταντο μόνον, ἄκουσον τί φησιν αὐτός· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή. Πάλιν πρὸς τὴν ὑπόνοιαν αὐτῶν ἀποκρίνεται, ἐπὶ τὸν Πατέρα αὐτοὺς ἄγων, κἀκεῖθεν ἐπιστομίσαι βουλόμενος. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδασκαλίας, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· τὴν πονηρίαν ἐξ ἑαυτῶν ἐκβάλετε, καὶ τὴν ὀργὴν, καὶ τὸν φθόνον, καὶ τὸ μῖσος τὸ εἰκῆ πρὸς ἐμὲ γεγενημένον, καὶ οὐδὲν τὸ κωλύον ὑμᾶς γνωρίσαι, ὅτι Θεοῦ ὄντως ἐστὶ τὰ ῥήματα τὰ ἐμά. Νῦν μὲν γὰρ ὑμῖν ταῦτα ἐπισκοτεῖ, καὶ τὴν ὀρθὴν διαφθείρει κρίσιν λάμπουσαν· ἂν δὲ ταῦτα ἐξέλητε, οὐκ ἔτι τοῦτο πείσεσθε. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἂν αὐτοὺς σφοδρῶς· πάντα δὲ ταῦτα ᾐνίξατο διὰ τοῦ εἰπεῖν, Ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ· τουτέστιν, Ἢ ἐγὼ ἀλλότριόν τι καὶ ξένον καὶ ἐναντίον φθέγγομαι. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ, ἀεὶ ἐπὶ τοῦτο κεῖται, ὅτι οὐδὲν ἔξω τῶν αὐτῷ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ ὁ Πατὴρ βούλεται, ταῦτα κἀγώ. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς. Τί ἐστιν, Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ; Ἐάν τις ἐραστὴς ᾖ τοῦ βίου τοῦ κατ' ἀρετὴν, εἴσεται τῶν λεγομένων τὴν δύναμιν· ἐάν τις θέλῃ προσέχειν ταῖς προφητείαις, πότερον κατ' αὐτὰς λαλῶ, ἢ οὔ.

βʹ. Πῶς δὲ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Οὐ γὰρ εἶπεν, ἡ διδασκαλία αὕτη οὐκ ἔστιν ἐμή· ἀλλὰ πρότερον εἰπὼν, ὅτι Ἐμή ἐστι, καὶ οἰκειωσάμενος αὐτὴν, τότε ἐπήγαγεν, Οὐκ ἔστιν ἐμή. Πῶς οὖν τὸ αὐτὸ δύναται εἶναι, καὶ αὐτοῦ, καὶ οὐκ αὐτοῦ; Αὐτοῦ μὲν, ὅτι ὡς μὴ διδασκόμενος ἔλεγεν· οὐκ αὐτοῦ δὲ, ὅτι τοῦ Πατρὸς ἦν ἡ διδασκαλία. Πῶς οὖν λέγει, Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ αὐτοῦ; Εἰ γὰρ ἐπειδὴ τοῦ Πατρός ἐστι, διὰ τοῦτο οὐκ ἔστι σὴ, ψεῦδος ἐκεῖνο· διὰ τοῦτο γὰρ ὤφειλεν εἶναι σή. Ἀλλὰ τὸ, Οὐκ ἐμὴ, σφόδρα αὐτοῦ καὶ τοῦ Πατρὸς μίαν εἶναι δηλοῖ τὴν διδαχήν· ὡσανεὶ ἔλεγεν· οὐδὲν ἔχει παρηλλαγμένον, ὡς ἑτέρου οὖσα. Εἰ γὰρ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ' οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ὁ Πατὴρ εἶπεν ἢ ἔπραξεν. Εἶτα καὶ ἄλλον ἐπάγει συλλογισμὸν ἀναντίῤῥητον, ἀνθρώπινόν τι παράγων εἰς μέσον, καὶ ἀπὸ τῶν ἐν συνηθείᾳ παιδεύων. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Τουτέστιν, ὁ βουλόμενος ἰδίαν τινὰ στῆσαι διδασκαλίαν, δι' οὐδὲν ἕτερον βούλεται, ἀλλ' ἢ δόξαν ἐκ τούτου καρποῦσθαι. Εἰ δὲ ἐγὼ οὐ βούλομαι καρπώσασθαι δόξαν, τίνος ἕνεκεν ἰδίαν τινὰ βούλομαι στῆσαι διδασκαλίαν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν· τουτέστιν, ὁ ἴδιόν τι καὶ παρηλλαγμένον, διὰ τοῦτο λαλεῖ, ἵνα τὴν δόξαν αὐτοῦ στήσῃ. Εἰ δὲ ἐγὼ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν ἂν ἑλοίμην ἕτερα διδάσκειν; Ὁρᾷς ὅτι αἰτία τις ἦν, δι' ἣν καὶ ἐκεῖ ἔλεγε μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν; Τίς δὲ αὕτη; Ἵνα πιστεύσωσιν, ὅτι οὐ δόξης ἐφίεται τῆς τῶν πολλῶν. ∆ιὰ τοῦτο ὅταν μὲν ταπεινὰ λέγῃ, Ἐγὼ τὴν δόξαν τοῦ Πατρὸς ζητῶ, φησί· πανταχοῦ πεῖσαι βουλόμενος αὐτοὺς, ὅτι οὐ δόξης ἐρᾷ. Τοῦ μὲν οὖν ταπεινὰ φθέγγεσθαι πολλαί εἰσιν αἰτίαι· οἷον τὸ μὴ ἀγέννητον νομισθῆναι, τὸ μὴ ἀντίθεον, τὸ σάρκα περιβεβλῆσθαι, τὸ ἀσθενὲς τῶν ἀκουόντων, τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ ἑαυτῶν λέγειν μέγα. Τοῦ δὲ ὑψηλὰ φθέγγεσθαι μίαν εὕροι τις ἂν αἰτίαν, τῆς φύσεως τὸ μέγεθος. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Πρὸ τοῦ Ἀβραὰμ ἐγώ εἰμι, ἐσκανδαλίσθησαν, τί οὐκ ἂν ἔπαθον ἀεὶ ῥημάτων ὑψηλῶν ἀκούοντες; Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Καὶ ποίαν ἀκολουθίαν ἔχει τοῦτο, φησὶν, ἢ τί κοινὸν πρὸς τὰ πρότερον εἰρημένα; ∆ύο ἐγκλήματα ἐπήγαγον, ἓν, ὅτι τὸ σάββατον λύει· ἄλλο, ὅτι Πατέρα ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ὅτι γὰρ οὐ τῆς ἐκείνων ὑπονοίας ἦν, ἀλλὰ τῆς αὐτοῦ γνώμης· καὶ ὅτι οὐχ ὡς οἱ πολλοὶ, ἀλλ' ἐξαιρέτως καὶ ἰδιαζόντως ἔλεγε, δῆλον ἐκεῖθεν. Πολλοὶ πολλάκις πατέρα εἶπον τὸν Θεὸν ἑαυτῶν· οἷον, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ πατὴρ εἷς πάντων ἡμῶν· ἀλλ' οὐ παρὰ τοῦτο ἴσος ἦν ὁ λαὸς τῷ Θεῷ· ὅθεν οὐδὲ ἐσκανδαλίζοντο ἀκούοντες. Ὥσπερ οὖν ὅτε, Οὐκ ἔστιν ἐκ Θεοῦ, ἔλεγον, καὶ ἐθεράπευσεν αὐτοὺς πολλάκις, καὶ ὑπὲρ τῆς τοῦ σαββάτου λύσεως ἀπελογήσατο· οὕτω καὶ τοῦτο, εἰ τῆς ἐκείνων ὑποψίας ἦν, καὶ μὴ τῆς αὐτοῦ γνώμης, διώρθωσεν ἂν καὶ εἶπεν· τί με νομίζετε ἴσον τῷ Θεῷ; Οὐκ εἰμὶ ἴσος. Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ καὶ τοὐναντίον, καὶ ἀπέδειξεν ὅτι ἴσος ἐστὶ διὰ τῶν ἑξῆς. Τὸ γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα, καὶ Τὰ ἔργα, ἃ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ταῦτα πάντα τῆς ἰσότητός ἐστι συστατικά. Καὶ περὶ τοῦ νόμου δὲ λέγει· Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὕτως οἶδε καὶ τὰς ἐν διανοίᾳ πονηρὰς ὑπονοίας ἐξελεῖν. Ἐνταῦθα δὲ τὴν τοῦ ἴσου ὑπόνοιαν οὐ μόνον οὐκ ἀναιρεῖ, ἀλλὰ καὶ βεβαιοῖ. ∆ιὸ καὶ ἀλλαχοῦ εἰπόντων αὐτῶν, ὅτι Ποιεῖς σεαυτὸν Θεὸν, οὐκ ἀνεῖλε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐβεβαίωσεν εἰπών· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει τῷ παραλυτικῷ· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ἐκεῖνο μὲν οὖν τὸ πρότερον ἐπέτεινε, τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, δεικνὺς ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ καὶ τὰ αὐτὰ λέγει, καὶ τὰ αὐτὰ ἐκείνῳ διδάσκει· λοιπὸν πρὸς τὴν τοῦ σαββάτου λύσιν ἵσταται λέγων· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν τηρεῖ τὸν νόμον; Ὡσανεὶ ἔλεγεν· Εἶπεν ὁ νόμος, Οὐ φονεύσεις· ὑμεῖς δὲ φονεύετε, καὶ ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον; ∆ιατί δὲ εἶπεν, Οὐδείς; Ὅτι πάντες ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἐγὼ μὲν οὖν εἰ καὶ ἔλυσα τὸν νόμον, φησὶν, ἀλλὰ ἄνθρωπον σώσας· ὑμεῖς δὲ παραβαίνετε ἐπὶ κακῷ. Τὸ ἐμὸν εἰ καὶ παράβασις ἦν, ἀλλ' ἐπὶ σωτηρίᾳ, καὶ οὐκ ἐχρῆν ὑφ' ἡμῶν τῶν τὰ μεγάλα παραβαινόντων ἐμὲ κρίνεσθαι. Τὸ γὰρ ὑμέτερον, ἀνατροπὴ τοῦ νόμου παντός. Εἶτα καὶ ἐπαγωνίζεται, καίτοι πολλὰ καὶ πάλαι διαλεχθείς· ἀλλὰ τότε μὲν ὑψηλότερον καὶ κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ, νῦν δὲ ταπεινότερον. Τί δήποτε; Ὅτι οὐκ ἐβούλετο συνεχῶς παρακνίζειν αὐτούς. Νῦν γὰρ τὰ τῆς ὀργῆς ἐπιτέτατο, καὶ εἰς φόνον προῄεσαν. ∆ιὸ μένει, δύο τούτοις καταστέλλων αὐτούς· τῷ τε ἐλέγξαι αὐτῶν τὸ τόλμημα καὶ εἰπεῖν, Τί με ζητεῖτε ἀποκτεῖναι; καὶ τῷ μετ' ἐπιεικείας εἰπεῖν, Ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα, καὶ τῷ δεῖξαι ὅτι φονῶντες οὐκ εἰσὶν ἄξιοι κρίνειν ἕτερον. Σὺ δὲ ὅρα καὶ τῆς ἐρωτήσεως τὸ ταπεινὸν τῆς τοῦ Χριστοῦ, καὶ τῆς ἀποκρίσεως ἐκείνων τὸ θρασύ. ∆αιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ὀργῆς τὸ ῥῆμα, καὶ θυμοῦ, καὶ ψυχῆς ἀναισχυντούσης ἐπὶ τῷ παραδόξως ἐληλέγχθαι, καὶ προκαταπληττομένης αὐτῶν, ὡς ᾤοντο. Καθάπερ γὰρ λῃσταί τινες ᾄδοντες ἐπὶ ταῖς ἐπιβουλαῖς εἶτα βουλόμενοι ἀφύλακτον ἐργάσασθαι τὸν ἐπιβουλευόμενον, διὰ τῆς σιωπῆς τοῦτο ποιοῦσιν· οὕτω καὶ οὗτοι. Αὐτὸς δὲ ἀφεὶς ἐλέγξαι τοῦτο, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ὑπὲρ τοῦ σαββάτου, ἀπὸ τοῦ νόμου συλλογιζόμενος αὐτούς.

γʹ. Καὶ ὅρα πῶς συνετῶς. Οὐδὲν θαυμαστὸν, φησὶν, εἰ ἐμοῦ παρακούετε, ὅπου γε τοῦ νόμου, οὗ δοκεῖτε ἀκούειν, καὶ ὃν νομίζετε παρὰ Μωϋσέως δεδόσθαι, παρακούετε. Οὐδὲν οὖν καινὸν, εἰ τοῖς ἐμοῖς οὐ προσέχετε λόγοις. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐδὲ οἴδαμεν πόθεν ἔστι, δείκνυσιν ὅτι καὶ εἰς ἐκεῖνον ὕβριζον· καὶ γὰρ τὸν νόμον ἐκεῖνος ἔδωκε, καὶ οὐκ ἤκουσαν. Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Σκόπει πῶς ἔνθα ἂν ἀπολογήσασθαι δέῃ, καὶ ὡς ἔγκλημα δέχεσθαι τὸ γεγονὸς, οὐ μέμνηται τοῦ Πατρὸς, ἀλλὰ τὸ αὐτοῦ πρόσωπον εἰσάγει. Ἓν ἔργον ἐποίησα. Θέλει δεῖξαι, ὅτι τὸ μὴ ποιῆσαι, λῦσαι τὸν νόμον ἦν· καὶ ὅτι ἐστὶ πολλὰ τοῦ νόμου κυριώτερα· καὶ ὅτι ἐντολὴν ἠνέσχετο δέξασθαι Μωϋσῆς κατὰ τοῦ νόμου, καὶ τοῦ νόμου κυριωτέραν. Τοῦ γὰρ σαββάτου ἡ περιτομὴ κυριωτέρα· καίτοι οὐκ ἔστι τοῦ νόμου, ἀλλὰ τῶν πατέρων. Ἐγὼ δὲ καὶ τῆς περιτομῆς τὸ κυριώτερον ἐποίησα καὶ κρεῖττον. Εἶτα οὐ μέμνηται ἐντολῆς νομικῆς· οἷον, ὅτι οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καθάπερ ἤδη εἶπεν, ἀλλ' ἐκ μείζονος περιουσίας. Τὸ δὲ, Θαυμάζετε, τοῦτό ἐστι, θορυβεῖσθε, ταράττεσθε. Εἰ γὰρ ἔδει εἶναι βέβαιον τὸν νόμον, οὐκ ἂν ἡ περιτομὴ αὐτοῦ κυριωτέρα ἦν. Καὶ οὐκ εἶπεν, ὅτι μεῖζον ἐποίησα τῆς περιτομῆς· ἀλλ' ἐκ περιουσίας ἐλέγχει τῷ εἰπεῖν· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος. Ὁρᾷς ὅτι τότε μάλιστα ἵσταται ὁ νόμος, ὅταν αὐτὸν λύῃ; ὁρᾷς ὅτι ἡ τοῦ σαββάτου λύσις τήρησίς ἐστι τοῦ νόμου; ὡς εἰ μὴ ἐλύθη τὸ σάββατον, ἀνάγκη τὸν νόμον ἦν λυθῆναι· ὥστε καὶ ἐγὼ ἔστησα αὐτόν. Καὶ οὐκ εἶπεν, Ἐμοὶ χολᾶτε, ὅτι μεῖζον περιτομῆς εἰργασάμην· ἀλλὰ τὸ γεγονὸς μόνον εἰπὼν, αὐτοῖς τὴν κρίσιν ἐπέτρεψεν, εἰ μὴ περιτομῆς ἀναγκαιότερον ὁλόκληρος ὑγίεια. Ἵνα σημεῖον λάβῃ ὁ ἄνθρωπος οὐδὲν πρὸς ὑγείαν συντελοῦν, λύεται νόμος, φησίν· ἵνα νόσου τοσαύτης ἀπαλλαγῇ, δυσχεραίνετε, καὶ ἀγανακτεῖτε; Μὴ κρίνετε κατ' ὄψιν. Τί ἐστι, Κατ' ὄψιν; Μὴ ἐπειδὴ Μωϋσῆς μείζονα παρ' ὑμῖν ἔχει τὴν δόξαν, ἀπὸ τοῦ τῶν προσώπων ἀξιώματος φέρετε τὴν ψῆφον· ἀλλ' ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο γάρ ἐστι τὸ δικαίως κρῖναι. ∆ιατί γὰρ οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ; διατί οὐδεὶς ἠπείθησε κελεύοντι τὸ σάββατον λύεσθαι ὑπὸ ἐντολῆς ἔξωθεν ἐπεισενεχθείσης τῷ νόμῳ; Ἀλλ' ἐκεῖνος μὲν τοῦ οἰκείου νόμου ἀνέχεται ἐντολὴν εἶναι κυριωτέραν, ἐντολὴν, τὴν οὐκ ὑπὸ τοῦ νόμου εἰσενεχθεῖσαν, ἀλλ' ἔξωθεν· ὅπερ ἐστὶ μάλιστα θαυμαστόν· ὑμεῖς δὲ οἱ οὐ νομοθέται, πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ ἀμύνετε αὐτῷ. Ἀλλὰ ἀξιοπιστότερος ὑμῶν ἐστιν ὁ Μωϋσῆς, ὁ κελεύων λύεσθαι τὸν νόμον παρὰ ἐντολῆς οὐ νομίμης. Τῷ γοῦν εἰπεῖν, Ὅλον ἄνθρωπον, δείκνυσι καὶ μερικὴν ὑγείαν οὖσαν τὴν περιτομήν. Καὶ τίς ἡ ὑγεία τῆς περιτομῆς; Ψυχὴ, φησὶ, πᾶσα, ἥτις ἐὰν μὴ περιτμηθῇ, ἐξολοθρευθήσεται. Ἐγὼ δὲ οὐκ ἀπὸ μέρους κεκακωμένον, ἀλλ' ὅλον διεφθαρμένον ἀνέστησα. Μὴ κρίνετε, τοίνυν κατ' ὄψιν. Τοῦτο πειθώμεθα μὴ τοῖς τότε εἰρῆσθαι μόνον, ἀλλὰ καὶ ἡμῖν, ὥστε μηδενὶ πράγματι διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πάντα ὑπὲρ τούτου ποιεῖν· εἴτε πένης, εἴτε πλούσιος ᾖ τις, μὴ τοῖς προσώποις προσέχειν, ἀλλὰ τὰ πράγματα ἐξετάζειν. Οὐκ ἐλεήσεις, φησὶ, πένητα ἐν κρίσει. Τί δή ἐστι τὸ λεγόμενον; Μὴ κατακλασθῇς, μηδὲ ἐπικαμφθῇς, φησὶν, ἐὰν πένης ὁ ἀδικῶν τύχῃ. Εἰ δὲ πένητι χαρίζεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον πλουτοῦντι. Ταῦτα δὲ λέγω, οὐ πρὸς τοὺς δικάζοντας μόνον, ἀλλὰ καὶ πρὸς πάντας ἀνθρώπους, ὥστε μηδαμοῦ διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πανταχοῦ ἀκέραιον φυλάττειν. Ἀγαπᾷ, φησὶ, δικαιοσύνην ὁ Κύριος. Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Μὴ δὴ μισήσωμεν τὰς ἑαυτῶν ψυχὰς, μηδὲ ἀγαπήσωμεν ἀδικίαν. Πάντως γὰρ αὐτῆς τὸ κέρδος νῦν μικρὸν καὶ οὐδέν· ἀλλ' εἰς τὸ μέλλον μεγάλα ζημιοῖ· μᾶλλον δὲ οὐδὲ ἐνταῦθα αὐτῆς ἀπολαυσόμεθα. Ὅταν γὰρ μετὰ συνειδότος πονηροῦ τρυφῶμεν, ἆρα οὐχὶ κόλασις καὶ τιμωρία τοῦτο; Ἀγαπήσωμεν τοίνυν τὸ δίκαιον, καὶ μηδαμοῦ παραβλάψωμεν τοῦτον τὸν νόμον. Τί γὰρ δυνησόμεθα ἐκ τοῦ παρόντος καρπώσασθαι βίου, ἂν μὴ λαβόντες ἀρετὴν ἀπέλθωμεν; Τί δὲ ἐκεῖ ἡμῶν προστήσεται; φιλία καὶ συγγένεια καὶ ἡ τοῦ δεῖνος χάρις; Καὶ τί λέγω ἡ τοῦ δεῖνος χάρις; Κἂν γὰρ τὸν Νῶε, κἂν τὸν Ἰὼβ, κἂν τὸν ∆ανιὴλ ἔχωμεν πατέρα, οὐδὲν ἡμᾶς ὠφελήσει τοῦτο, ὅταν ἀπὸ τῶν οἰκείων ἔργων ὦμεν προδεδομένοι. Ἀλλ' ἑνὸς ἡμῖν δεῖ μόνου, ἀρετῆς τῆς κατὰ ψυχήν. Αὕτη ἡμᾶς διασῶσαι δυνήσεται, καὶ ἀπαλλάξαι τοῦ αἰωνίου πυρός. Αὕτη παραπέμψει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Νʹ. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μή τι ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδα μεν πόθεν ἐστίν.»

αʹ. Οὐδὲν ἁπλῶς ἐν ταῖς θείαις Γραφαῖς κεῖται· Πνεύματι γὰρ εἰρημέναι εἰσὶν ἁγίῳ. ∆ιὸ πάντα μετὰ ἀκριβείας ἐξετάζωμεν. Καὶ γὰρ ἀπὸ μιᾶς λέξεως ἔνεστιν ὁλόκληρον εὑρεῖν νοῦν, οἷον δὴ καὶ νῦν ἡμῖν ἐστι προκείμενον. Πολλοὶ γὰρ ἐκ τῶν Ἱεροσολυμιτῶν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τί δήποτε πρόσκειται, Τῶν Ἱεροσολυμιτῶν; ∆είκνυσιν ὁ εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων, οὗτοι πάντων ἦσαν ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον τῶν διεφθαρμένων. Ἢ γὰρ οὐ μέγα σημεῖον, μαινομένους, καὶ φονῶντας, καὶ περιιόντας, καὶ ζητοῦντας ἀνελεῖν, καὶ κατέχοντας ἐν χερσὶν, ἡσυχάζειν ἐξαίφνης; τίς γὰρ ἂν τοῦτο ἐποίησε; τίς ὁλόκληρον μανίαν οὕτως ἔσβεσεν; Ἀλλ' ὅμως μετὰ τοσαῦτα σημεῖα, ὅρα τὴν ἄνοιαν καὶ τὴν μανίαν. Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Ὅρα πῶς ἑαυτῶν κατηγοροῦσι. Ὃν ζητοῦσι, φησὶν, ἀποκτεῖναι, καὶ οὐδὲν αὐτῷ λέγουσι. Καὶ οὐχ ἁπλῶς οὐδὲν αὐτῷ λέγουσιν, ἀλλὰ καὶ παῤῥησιαζομένῳ· ὁ γὰρ παῤῥησίᾳ λαλῶν, καὶ μετ' ἐλευθερίας ἁπάσης, μᾶλλον ἂν αὐτοὺς παρώξυνεν· ἀλλ' οὐδὲν ἐποίουν. Μήποτε ἀληθῶς ἔγνωσαν, ὅτι οὗτός ἐστιν ὁ Χριστός; Ὑμῖν δὲ τί δοκεῖ; ποίαν περὶ αὐτοῦ φέρετε ψῆφον; Τὴν ἐναντίαν, φησί. ∆ιὰ τοῦτο ἔλεγον· Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὢ τῆς πονηρίας! ὢ τῆς ἐναντιολογίας! οὐδὲ ταῖς τῶν ἀρχόντων ἕπονται ψήφοις, ἀλλ' ἑτέραν ἐκφέρουσι διεφθαρμένην, καὶ τῆς οἰκείας ἀνοίας ἀξίαν. Οἴδαμεν αὐτὸν, φησὶ, πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Καὶ μὴν οἱ ἄρχοντες ὑμῶν ἐρωτώμενοι ἔλεγον, ὅτι ἐν Βηθλεὲμ γεννᾶται. Καὶ πάλιν ἄλλοι τινὲς, Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὅρα μεθυόντων ῥήματα. Καὶ πάλιν· Μὴ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστός; οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης; Εἶδες μαινομένων ψῆφον; Οἴδαμεν, καὶ οὐκ οἴδαμεν· ἀπὸ Βηθλεὲμ ἔρχεται ὁ Χριστός· Ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Τί ταύτης τῆς μάχης σαφέστερον; Πρὸς γὰρ ἓν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Τί οὖν πρὸς ταῦτα ὁ Χριστός; Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ πάλιν· Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Πῶς οὖν φησιν αὐτοὺς καὶ εἰδέναι αὐτὸν, καὶ πόθεν ἐστί· καὶ πάλιν, μήτε αὐτὸν εἰδέναι αὐτοὺς, μήτε τὸν Πατέρα; Οὐκ ἐναντιολογῶν· ἄπαγε, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ ἀκολουθῶν. Ἑτέραν δὲ λέγει γνῶσιν, ὅταν λέγῃ, Οὐκ οἴδατε, ὥσπερ ὅταν λέγῃ· Υἱοὶ Ἠλεὶ, υἱοὶ λοιμοὶ, καὶ οὐκ εἰδότες τὸν Κύριον· καὶ πάλιν, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ὡς καὶ Παῦλός φησι, Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ἔστιν ἄρα μὴ εἰδέναι εἰδότα. Τοῦτο οὖν φησιν· Εἰ ἐμὲ οἴδατε, οἴδατε ὅτι τοῦ Θεοῦ Υἱός εἰμι. Τὸ γὰρ, Πόθεν εἰμὶ, οὐ τὸν τόπον ἐνταῦθά φησι· καὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς· Καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἄγνοιαν ἐνταῦθα λέγων, τὴν διὰ τῶν ἔργων· καθὼς Παῦλός φησι· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Οὐδὲ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Καὶ τοῦτο εἰδότες, ἀγνοεῖν βούλονται. Πλὴν ποία ἀκολουθία ταῦτα; πῶς γὰρ ἐλέγχων αὐτοὺς, τὰ αὐτῶν φθέγγεται; Εἰπόντων γὰρ ἐκείνων, Τοῦτον δὲ οἴδαμεν πόθεν ἐστὶν, ἐπήγαγε, Καὶ ἐμὲ οἴδατε. Τί γὰρ εἶπον ἐκεῖνοι, ὅτι Οὐκ οἴδαμεν; Καὶ αὐτοὶ μὲν οὖν τοῦτο ἔλεγον, ὅτι Οἴδαμεν. Ἀλλ' ἐκεῖνοι μὲν τὸ, Οἴδαμεν πόθεν ἐστὶ, λέγοντες, οὐδὲν ἄλλο ἐνέφαινον, ἀλλ' ἢ ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τοῦ τέκτονός ἐστιν υἱός· αὐτὸς δὲ αὐτοὺς ἀνῆγεν εἰς τὸν οὐρανὸν, λέγων· Οἴδατε πόθεν εἰμί· τουτέστιν, οὐκ ἐντεῦθεν ὅθεν ὑποπτεύετε, ἀλλ' ὅθεν ὁ πέμψας με. Τὸ γὰρ εἰπεῖν, ὅτι Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τοῦτο αἰνίττεται, ὅτι ᾔδεσαν ὅτι παρὰ τοῦ Πατρὸς ἀπέσταλτο, εἰ καὶ μὴ ἐξεκάλυπτον. ∆ιπλῇ γοῦν αὐτοὺς ἐλέγχει. Καὶ πρῶτον μὲν ἃ κατ' ἰδίαν ἐλάλουν, ταῦτα εἰς μέσον ἤγαγε κράζων, ὥστε αὐτοὺς ἐντρέψαι· ἔπειτα καὶ τὰ κατὰ διάνοιαν ἐξεκάλυπτεν· ὡσανεὶ ἔλεγεν· Οὐκ εἰμὶ τῶν ἀπεῤῥιμμένων, οὐδὲ τῶν ἁπλῶς ἐλθόντων. Ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Τί ἐστιν, Ἀληθὴς ὁ πέμψας με; Εἰ ἀληθής ἐστιν, ἐπ' ἀληθείᾳ ἔπεμψεν· εἰ ἀληθής ἐστι, καὶ τὸν ἀπεσταλμένον εἰκὸς ἀληθῆ εἶναι.

βʹ. Καὶ ἑτέρως δὲ τοῦτο κατασκευάζει, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος λόγων. Ἐπειδὴ γὰρ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστὶ, δείκνυσι καὶ ἐντεῦθεν ἑαυτὸν εἶναι τὸν Χριστόν. Καὶ γὰρ ἐκεῖνοι τὸ, Οὐδεὶς γινώσκει, πρὸς ἀντιδιαστολὴν τοπικοῦ τινος ἔλεγον διορισμοῦ· καὶ ἐντεῦθεν δείκνυσιν ἑαυτὸν ὄντα τὸν Χριστὸν, ὅτι παρὰ τοῦ Πατρὸς ἦλθε· καὶ πανταχοῦ τὴν γνῶσιν ἑαυτῷ μαρτυρεῖ μόνῳ τοῦ Πατρὸς, λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός. Καὶ παρώξυνεν αὐτοὺς τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ οἴδατε αὐτὸν, καὶ τὸ ἐλέγξαι ὅτι εἰδότες προσποιοῦνται ἀγνοεῖν, ἱκανὸν δακεῖν καὶ καθάψασθαι. Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Ὁρᾷς αὐτοὺς ἀοράτως κατεχομένους, καὶ τὸν θυμὸν αὐτῶν χαλινούμενον; ∆ιὰ τί δὲ μὴ εἶπεν, ὅτι κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ' Ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀνθρωπινώτερον ἠβουλήθη φθέγξασθαι καὶ ταπεινότερον ὁ εὐαγγελιστὴς, ὥστε αὐτὸν καὶ ἄνθρωπον ὑποπτευθῆναι. Ἐπειδὴ γὰρ πανταχοῦ ὑψηλὰ λέγει, τούτου ἕνεκεν ταῦτα παρασπείρει. Ὅταν δὲ λέγῃ, ὅτι Παρ' αὐτοῦ εἰμι· οὐχ ὡς προφήτης μανθάνων λέγει, ἀλλ' ὡς ὁρῶν αὐτὸν, καὶ μετ' αὐτοῦ ὤν. Οἶδα γὰρ αὐτὸν, φησὶν, ὅτι ἐγὼ παρ' αὐτοῦ εἰμι. Ὁρᾷς πῶς ἄνω καὶ κάτω κατασκευάζει τὸ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ, Ὁ πέμψας με ἀληθής ἐστι, πρὸς ἐκεῖνο μαχόμενος, τὸ μὴ νομισθῆναι ἀλλότριον τοῦ Θεοῦ; Καὶ σκόπει πόσον τῆς ταπεινότητος τῶν ῥημάτων τὸ κέρδος. Μετὰ γὰρ ταῦτα πολλοὶ, φησὶν, ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησε; Πόσα σημεῖα; Καὶ μὴν τρία ἦν σημεῖα, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ παραλυτικοῦ, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ· καὶ οὐδὲν διηγήσατο πλέον ὁ εὐαγγελιστής. Ὅθεν δῆλον, ὃ πολλάκις εἶπον, ὅτι τὰ πολλὰ παρατρέχουσι, καὶ ὑπὲρ τούτων ἡμῖν διαλέγονται, ὑπὲρ ὧν οἱ ἄρχοντες ἐκακούργουν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ ἀνελεῖν. Τίνες; Οὐ τὸ πλῆθος τὸ τῆς ἀρχῆς οὐκ ἐφιέμενον, οὐδὲ βασκανίᾳ ἁλῶναι δυνάμενον· ἀλλ' οἱ ἱερεῖς. Οἱ γὰρ τοῦ πλήθους ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; Πλὴν ἀλλ' οὐδὲ αὕτη ἦν ὑγιὴς ἡ πίστις, ἀλλ' ὡς πλήθους χυδαίου. Τὸ γὰρ λέγειν, Ὅταν ἔλθῃ, οὐ σφόδρα πεπεισμένων ἦν τοῦτον εἶναι τὸν Χριστόν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν τὸν Χριστὸν, θῶμεν μηδὲ εἶναι αὐτὸν τὸν Χριστόν· μὴ τούτου βελτίων ἔσται ἐκεῖνος; Ὅπερ ἀεὶ λέγω, ὅτι οἱ παχύτεροι, οὐκ ἀπὸ διδασκαλίας, οὐδὲ ἀπὸ δημηγορίας, ἀλλ' ἀπὸ σημείων ἐνάγονται. Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος, καὶ ἔπεμψαν ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. Ὁρᾷς ὅτι τοῦ σαββάτου ἡ λύσις πρόσχημα ἦν; Ὃ δὲ μάλιστα αὐτοὺς ἔδακνε, τοῦτο ἦν. Ἐνταῦθα γὰρ οὐδὲν ἔχοντες ἐγκαλεῖν, οὔτε τοῖς εἰρημένοις, οὔτε τοῖς πεπραγμένοις, διὰ τὸν ὄχλον ἐβούλοντο πιάσαι αὐτόν. Καὶ αὐτοὶ μὲν οὐκ ἐτόλμων, τὸν κίνδυνον ὑφορώμενοι, τοὺς δὲ διακόνους ἀπέστελλον ἐκδότους. Ὢ τῆς τυραννίδος καὶ τῆς μανίας! μᾶλλον δὲ ὢ τῆς ἀνοίας! Αὐτοὶ πολλάκις ἐπιχειρήσαντες, καὶ οὐκ ἰσχύσαντες, τοῖς ὑπηρέταις τὸ πρᾶγμα ἐπέτρεψαν, ἁπλῶς τὸν θυμὸν αὐτῶν διαναπαύοντες· καίτοι πολλὰ διελέχθη καὶ ἐν τῇ κολυμβήθρᾳ, καὶ οὐδὲν τοιοῦτον ἐποίησαν, ἀλλ' ἐζήτησαν μὲν, οὐκ ἐπεχείρησαν δέ. Ἐνταῦθα δὲ οὐκ ἔτι φέρουσι, τοῦ ὄχλου μέλλοντος αὐτῷ προστρέχειν. Τί οὖν ὁ Χριστός; Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. ∆υνάμενος καὶ ἐπικάμψαι καὶ φοβῆσαι τοὺς ἀκούοντας, ῥήματα φθέγγεται ταπεινοφροσύνης γέμοντα, ὡσανεὶ ἔλεγεν· Τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ σπουδαζόντων με κατέχειν ἀνέξομαι. Εἶτα ἵνα μή τις θάνατον κοινὸν νομίσῃ, τὸ Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι (καὶ γὰρ τοῦτο ἐνόμισαν)· ἵν' οὖν τοῦτο μή τις νομίσῃ, καὶ ὅτι οὐδὲν ἐνήργει μετὰ τελευτὴν, ἐπήγαγε· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἰ δὲ ἔμελλεν ἐναπομένειν τῷ θανάτῳ, ἠδύναντο ἀπελθεῖν· ἐκεῖ γὰρ πάντες ἄπιμεν. Τὸ μὲν οὖν ἀφελέστερον πλῆθος, ἐπέκαμπτε τὰ λεγόμενα· τὸ δὲ θρασύτερον, ἐφόβει· τὸ δὲ φιλομαθέστερον, σπεύδειν ἐποίει πρὸς τὴν ἀκρόασιν, ὡς ὀλίγου λοιπὸν ὑπολειπομένου χρόνου, καὶ οὐκ ἐνὸν ἀεὶ ταύτης ἀπολαῦσαι τῆς διδασκαλίας. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐνταῦθά εἰμι, ἀλλὰ, Μεθ' ὑμῶν εἰμι· τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, μικρὸν χρόνον οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν, καὶ τὰ πρὸς σωτηρίαν λέγων καὶ παραινῶν ὑμῖν. Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Φοβῆσαι τοῦτο ἱκανὸν ἦν, καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν. Καὶ γὰρ ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται δηλοῖ. Ζητήσετε γάρ με, φησὶν, οὐ μόνον οὐκ ἐπιλήσεσθε, ἀλλὰ καὶ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Καὶ ποῦ ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι; Λέγει ὁ Λουκᾶς, ὅτι ἐκόπτοντο γυναῖκες ἐπ' αὐτῷ. Εἰκὸς δὲ καὶ ἄλλους πολλοὺς, καὶ εὐθέως, καὶ τῆς πόλεως ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὴ πάντα ἐπήγαγε, βουλόμενος αὐτοὺς ἐφελκύσασθαι. Καὶ γὰρ τὸ μικρὸν χρόνον εἶναι τὸν λειπόμενον, καὶ τὸ μετὰ τὴν ἀναχώρησιν ποθεινὸν ἔσεσθαι, καὶ τὸ μὴ δύνασθαι λοιπὸν αὐτὸν εὑρεῖν, ἱκανὰ πάντα πεῖσαι προσελθεῖν. Εἰ μὲν γὰρ μὴ ἔμελλε ποθεινὴ εἶναι ἡ παρουσία, οὐδὲν μέγα αὐτοῖς ἐδόκει λέγειν. Πάλιν δὲ εἰ ἔμελλε ποθεινὴ εἶναι, δυνατὸν δὲ ἦν εὑρεῖν, οὐδ' ἂν οὕτως αὐτοὺς ἐθορύβησε.

δʹ. Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕτως ὕπτιοι ἂν ἐγένοντο Νῦν δὲ πάντοθεν αὐτοὺς συνελαύνει καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω πρὸς τὸν πέμψαντά με, δεικνύντος ἐστὶν οὐδεμίαν αὐτῷ γενησομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. ∆ύο τοίνυν προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης διανοίας, τὴν ἑαυτοῦ τελευτὴν προειπεῖν. Ὅρα γοῦν καὶ τὸν ∆αυῒδ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράττοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζητεῖν, ἀλλ' εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ' ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες, ποῦ μέλλει πορεύεσθαι. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων; Τί ἐστιν, Εἰς διασπορὰν τῶν Ἑλλήνων; Οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι, διὰ τὸ πανταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· διασπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖον εὑρεῖν, ἀλλ' ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες καὶ μεγαλαυχοῦντες ἐφ' ἑαυτοῖς. Τί οὖν ἐστιν, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο τότε, καὶ πανταχοῦ τῆς οἰκουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλληνας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰπόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι αὐτοὺς, ἀλλὰ, ∆ιδάσκειν. Οὕτως ἤδη καθυφῆκαν τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκείνους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λεγόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν. Ὅταν γὰρ ἐναντία τῶν προσταγμάτων πράττωμεν, πῶς δυνησόμεθα ἀπελθεῖν ἐκεῖ; Καὶ γὰρ καὶ κατὰ τὸν παρόντα βίον, εἴ τις τῶν στρατευομένων ἀνάξια πράττοι τοῦ βασιλέως, οὐ δυνήσεται τὸν βασιλέα ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχάτην ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδικῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώμεθα, οὐ δυνησόμεθα ἀπελθεῖν ἐκεῖσε, ἀλλὰ καὶ πεισόμεθα ὃ γέγονε ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ' ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν τῶν λαμπάδων· τουτέστι, τοῦ χαρίσματος αὐτὰς καταλιπόντος. Τὴν γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώμεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ' ἢ σκότος ἐν ταῖς ἡμετέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτερον, ἀλλ' ἢ γνόφος ἔσται. ∆ιό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συνέχηται καὶ στενοχωρῆται (καὶ γὰρ οὕτω σβέννυται πῦρ)· συνέχεται δὲ ὑπὸ φροντίδων βιωτικῶν, καὶ σβέννυται ὑπὸ ἐπιθυμίας πονηρᾶς. Οὐδὲν δὲ αὐτὴν πρὸς τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρωπία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον μὴ ἔχειν, καὶ ὕδωρ ἐπεμβάλωμεν ψυχρόν· τοῦτο γάρ ἐστιν ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνήσεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν ᾖ καπνὸς, ἀνάγκη πῦρ εἶναι τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό τινα ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; ∆ιὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμπάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΑʹ. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ, τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.

αʹ. Τοὺς προσιόντας τῷ θείῳ κηρύγματι, καὶ τῇ πίστει προσέχοντας, τὸν τῶν διψώντων ἔρωτα ἐπιδείκνυσθαι χρὴ, καὶ τοσαύτην ἀνάπτειν ἐπιθυμίαν ἐν ἑαυτοῖς. Οὕτω γὰρ δυνήσονται καὶ τὰ λεγόμενα μετὰ πολλῆς κατασχεῖν τῆς φυλακῆς. Καὶ γὰρ οἱ διψῶντες, ἐπειδὰν κύλικα λάβωσι, μετὰ πολλῆς αὐτὴν ἕλκουσι τῆς προθυμίας, καὶ τότε διαναπαύονται. Οὕτω τοίνυν καὶ οἱ τῶν θείων ἀκούοντες λογίων, εἰ διψῶντες προσλάβοιεν, οὐδέποτε καμοῦνται ἕως ἂν ἐκπίωσιν. Ὅτι γὰρ ἀεὶ χρὴ διψᾷν καὶ πεινῇν· Μακάριοι, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Καὶ ἐνταῦθά φησιν ὁ Χριστός· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι· ἀλλ' εἴ τις ἔχει προθυμίαν πολλὴν, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ. Τίνος δὲ ἕνεκεν ἐπεσημήνατο ὁ εὐαγγελιστὴς, ὅτι Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ; Καὶ γὰρ ἡ πρώτη καὶ ἡ τελευταία μεγάλη ἦν· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον. Τίνος οὖν ἕνεκεν Ἐν τῇ ἐσχάτῃ λέγει; Ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι. Τῇ μὲν γὰρ πρώτῃ οὐ παρεγένετο, καὶ τὴν αἰτίαν εἶπε πρὸς τοὺς ἀδελφούς. Ἀλλ' οὐδὲ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τι τοιοῦτον λέγει, ὥστε μὴ ἐκλυθῆναι τὰ λεγόμενα, μελλόντων αὐτῶν εἰς τρυφὴν ἰέναι. Τῇ δὲ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε, ἐφόδια αὐτοῖς δίδωσι πρὸς σωτηρίαν, καὶ κράζει· τοῦτο μὲν, τὴν παῤῥησίαν αὐτοῦ ἐμφαίνων· τοῦτο δὲ, διὰ τὸν πολὺν ὄχλον, καὶ δηλῶν ὅτι περὶ τοῦ νοητοῦ διελέγετο πόματος, ἐπάγει· Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Κοιλίαν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ φησι· Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. Καὶ ποῦ εἶπεν ἡ Γραφὴ, ὅτι Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος; Οὐδαμοῦ. Τί οὖν ἐστιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή; Ἐνταῦθα ὑποστίξαι δεῖ, ἵνα ᾖ τὸ Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐτοῦ ἀποφάσεως. Ἐπειδὴ γὰρ ἔλεγον πολλοὶ, Οὗτός ἐστιν ὁ Χριστός· καὶ, Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; δείκνυσιν, ὅτι διωρθωμένην δεῖ τὴν γνῶσιν ἔχειν, καὶ οὐκ ἀπὸ τῶν σημείων οὕτως, ὡς ἀπὸ τῶν Γραφῶν πιστεύεσθαι. Πολλοὶ γοῦν αὐτὸν καὶ θαυματουργοῦντα ἰδόντες, οὐχ ὡς Χριστὸν ἐδέχοντο· ἔμελλον δὲ λέγειν, ὅτι Οὐχὶ αἱ Γραφαὶ λέγουσιν, ὅτι ὁ Χριστὸς ἀπὸ τοῦ σπέρματος τοῦ ∆αυῒδ ἔρχεται; Καὶ ταῦτα ἄνω καὶ κάτω ἔστρεφε, δεῖξαι βουλόμενος, ὅτι οὐ φεύγει τὴν διὰ τούτων ἀπόδειξιν, πάλιν αὐτοὺς εἰς τὰς Γραφὰς παραπέμπει. Καὶ γὰρ ἄνω ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ πάλιν, Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Μωϋσῆς ὑμῶν κατηγορεῖ· καὶ ἐνταῦθα, Καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος. Ὅπερ ἀλλαχοῦ φησι· Πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· τουτέστι, πολλὴν ἕξει χάριν. Ἀλλαχοῦ μὲν οὖν, Ζωὴν αἰώνιον, λέγει· ἐνταῦθα δὲ, Ὕδωρ ζῶν. Ζῶν δὲ λέγει τὸ ἐνεργοῦν ἀεί. Ἡ γὰρ τοῦ Πνεύματος χάρις, ἐπειδὰν εἰς διάνοιαν εἰσέλθῃ καὶ ἱδρυνθῇ, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ κενοῦται, οὐδ' ἵσταται. Ὁμοῦ τοίνυν καὶ τὸ ἀνελλιπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἄφατον τῆς ἐνεργείας, πηγὴν καὶ ποταμοὺς ἐκάλεσεν, οὐχ ἕνα ποταμὸν, ἀλλὰ ἀφάτους· καὶ ἐκεῖ δὲ, τὴν πλημμύραν διὰ τοῦ ἅλλεσθαι παρέστησε. Καὶ ἴδοι τις ἂν τὸ λεγόμενον σαφῶς, εἰ τὴν σοφίαν τοῦ Στεφάνου, εἰ τὴν Πέτρου γλῶτταν, καὶ τὴν Παύλου ῥύμην ἐννοήσειε, πῶς οὐδὲν αὐτοὺς ἔφερεν, οὐδὲν ὑφίστατο· οὐ δήμων θυμὸς, οὐ τυράννων ἐπαναστάσεις, οὐ δαιμόνων ἐπιβουλαὶ, οὐ θάνατοι καθημερινοί· ἀλλ' ὥσπερ ποταμοὶ πολλῷ τῷ ῥοίζῳ φερόμενοι, οὕτω πάντα παρασύροντες ἀπῄεσαν. Ταῦτα δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Πῶς οὖν οἱ προφῆται προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα; Οἱ ἀπόστολοι μὲν γὰρ οὐ Πνεύματι ἐξέβαλον, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ, ὡς αὐτός φησιν. Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Τοῦτο δὲ ἔλεγε, δηλῶν ὅτι οὐ πάντες Πνεύματι ἐξέβαλον πρὸ τοῦ σταυροῦ, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ. Ὅτε γοῦν αὐτοὺς ἔμελλε πέμπειν, τότε ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον· καὶ πάλιν, Ἦλθεν ἐπ' αὐτοὺς Πνεῦμα ἅγιον, καὶ τότε τὰ σημεῖα ἐποίουν.

βʹ. Ὅτε δὲ ἔπεμπεν αὐτοὺς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἐῤῥήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ' αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)· ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθὲν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν. Εἰ γὰρ ἐπὶ τῆς ἐπαγγελίας τοῦτο γέγονε τῆς πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Εἰ γὰρ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν· ἀλλ' ἀνάξιοι ἦσαν τῆς ἐπαγγελίας οἱ ἔκγονοι, καὶ ἐξ οἰκείων οὐκ ἠδύναντο εὐαρεστῆσαι πόνων. ∆ιὰ τοῦτο εἰσῆλθεν ἡ πίστις, πρᾶγμα εὔκολον, ἵνα τὴν χάριν ἐπισπάσηται, καὶ μὴ διαπέσωσιν αἱ ἐπαγγελίαι. Καὶ λέγει· ∆ιὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. ∆ιὰ τοῦτο Κατὰ χάριν, ἐπειδὴ ἐξ ἱδρώτων οὐκ ἴσχυσαν. Τίνος δὲ ἕνεκεν εἰπὼν, κατὰ τὰς Γραφὰς, οὐκ ἐπάγει καὶ τὴν μαρτυρίαν; Ὅτι διεφθαρμένη αὐτῶν ἡ γνώμη ἦν. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης· ἄλλοι δὲ ἔλεγον, ὅτι Πλανᾷ τὸν ὄχλον· ἄλλοι δὲ ἔλεγον, Οὐκ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστὸς, ἀλλὰ ἀπὸ Βηθλεὲμ τῆς κώμης· ἄλλοι δὲ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· καὶ διάφορος ἦν ἡ γνώμη, ἅτε ἐν πλήθει τεταραγμένῳ. Οὐδὲ γὰρ ἀκριβῶς προσεῖχον τοῖς λεγομένοις, οὐδὲ τοῦ μαθεῖν ἕνεκεν. ∆ιὰ δὴ τοῦτο τούτοις μὲν οὐδὲν ἀποκρίνεται, καίτοι λέγουσι· Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; τὸν δὲ Ναθαναὴλ σφοδρότερον εἰπόντα καὶ πληκτικώτερον, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐπῄνεσεν ὡς ἀληθῶς Ἰσραηλίτην. Οὗτοι μὲν γὰρ καὶ οἱ πρὸς τὸν Νικόδημον εἰπόντες, Ἐρεύνησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται, οὐ μαθεῖν ζητοῦντες ἔλεγον, ἀλλ' ἁπλῶς ἀνατρέψαι τὴν περὶ τοῦ Χριστοῦ δόξαν. Ἐκεῖνος δὲ ἀληθείας ὢν ἐραστὴς, καὶ τὰ παλαιὰ ἀκριβῶς πάντα ἐπιστάμενος, τοῦτο ἔλεγεν· αὐτοὶ δὲ πρὸς ἓν μόνον ἑώρων, τὸ ἀνατρέψαι ὅτι ὁ Χριστός ἐστι. ∆ιόπερ αὐτοῖς οὐδὲν ἀπεκάλυπτεν. Οἱ γὰρ καὶ ἑαυτοῖς ἐναντία λέγοντες, καὶ ποτὲ μὲν, Οὐδεὶς γινώσκει πόθεν ἔρχεται, ποτὲ δὲ, Ἀπὸ Βηθλεὲμ, εὔδηλον ὅτι καὶ μαθόντες ἠναντιώθησαν. Ἔστω γὰρ, τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀναστροφὴν τὴν ἐν Ναζαρὲτ (καίτοι οὐδὲ τοῦτο συγγνώμην εἶχεν· οὐ γὰρ ἐκεῖ ἐτέχθη)· ἆρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ∆αυΐδ; Πῶς οὖν ἔλεγον, Οὐκ ἀπὸ τοῦ σπέρματος ∆αυῒδ ἔρχεται ὁ Χριστός; Ἀλλὰ καὶ τοῦτο ἐκείνῳ συσκιάσαι ἐβούλοντο, κακούργως ἅπαντα φθεγγόμενοι. Τίνος δὲ ἕνεκεν οὐχὶ προσελθόντες εἶπον· Ἐπειδὴ τὰ μὲν ἄλλα πάντα θαυμάζομεν, κελεύεις δέ σοι πείθεσθαι κατὰ τὰς Γραφὰς, εἰπὲ, πῶς αἱ μὲν Γραφαὶ λέγουσιν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, σὺ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀφῖξαι; Ἀλλ' οὐδὲν τούτων εἶπον, ἀλλὰ πάντα πονηρῶς φθέγγονται. Ὅτι γὰρ οὐ ζητοῦντες, οὐδὲ μαθεῖν βουλόμενοι, εὐθέως ἐπήγαγεν ὁ εὐαγγελιστὴς, ὅτι Τινὲς ἤθελον πιάσαι αὐτὸν, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα αὐτοῦ· εἰ γὰρ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἱκανὸν ἦν εἰς κατάνυξιν αὐτοὺς ἀγαγεῖν· ἀλλ' οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· ∆ιεσχίσθησαν, καὶ οὐ κατενύγησαν.

γʹ. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδενὶ βούλεται εἴκειν, πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. Ἀλλὰ τί φησιν ἡ Γραφή; Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· ὅπερ καὶ τότε γέγονεν. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες τὸ κήρυγμα· γέγονε δὲ τοὐναντίον. Τὸ μὲν γὰρ κήρυγμα ἀνθεῖ τῇ τοῦ Χριστοῦ χάριτι· τὰ δὲ ἐκείνων πάντα ἐσβέσθη καὶ ἀπ όλωλε, καὶ πατρίδος καὶ ἐλευθερίας, καὶ ἀδείας, καὶ λατρείας ἐξέπεσον, καὶ πάσης ἀπεστερήθησαν εὐημερίας, καὶ γεγόνασι δοῦλοι καὶ αἰχμάλωτοι. Ταῦτ' οὖν εἰδότες, μηδέποτε ἐπιβουλεύωμεν ἑτέροις, μαθόντες ὅτι καθ' ἑαυτῶν ἀκονῶμεν τὸ ξίφος, καὶ βαθυτέραν ἑαυτοῖς διδόαμεν τὴν πληγήν. Ἀλλ' ἐλύπησέ τις, καὶ βούλει αὐτὸν ἀμύνασθαι; Μὴ ἀμύνῃ· οὕτω γὰρ ἀμύνασθαι δυνήσῃ. Ἐὰν δὲ ἀμύνῃ, οὐκ ἠμύνω. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον, ἀλλ' ἀληθῆ λόγον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι σὺ μὴ ἀμυνόμενος, τὸν Θεὸν αὐτῷ καθιστᾷς ἐχθρόν· ἀμυνόμενος δὲ, οὐκέτι. Ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Εἰ γὰρ οἰκέτας ἔχομεν, κἂν πρὸς ἀλλήλους διενεχθέντες, μὴ τῆς δίκης καὶ τῆς κολάσεως ἡμῖν παραχωρήσωσιν, ἀλλ' ἑαυτοῖς ἐπιτρέψωσι, κἂν μυριάκις προσέλθωσιν, οὐ μόνον οὐκ ἀμυνόμεθα, ἀλλὰ καὶ ἀγανακτοῦμεν, ∆ραπέτα, λέγοντες, καὶ, μαστιγία, τὸ πᾶν ἡμῖν ἐπιτρέψαι ἐχρῆν· ἐπειδὴ δὲ σαυτῷ προλαβὼν ἤμυνες, μηδὲν ἐνόχλει λοιπόν· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ παραγγείλας αὐτῷ παραχωρεῖν ἁπάντων, τοῦτο ἐρεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν παρὰ μὲν παίδων τῶν ἡμετέρων τοσαύτην ἀπαιτῶμεν φιλοσοφίαν καὶ ὑπακοήν· τῷ δὲ ∆εσπότῃ μὴ παραχωρῶμεν ὧν βουλόμεθα τοὺς οἰκέτας ἡμῖν παραχωρεῖν; Ταῦτα δὲ λέγω, διὰ τὸ πρόθυμον ὑμῶν περὶ τὴν ἀλλήλων κόλασιν· ἐπεὶ τόν γε ἀληθῶς φιλοσοφοῦντα οὐδὲ τοῦτο χρὴ ποιεῖν, ἀλλὰ συγγινώσκειν καὶ ἀφιέναι τὰ ἁμαρτήματα, εἰ καὶ μὴ ἐκεῖνο ἦν τὸ μέγα ἔπαθλον, τὸ ἄφεσιν ἀντὶ τούτων λαμβάνειν. Εἰ γὰρ, εἰπέ μοι, καταγινώσκεις τοῦ ἡμαρτηκότος, τίνος ἕνεκεν καὶ αὐτὸς ἁμαρτάνεις, καὶ τοῖς αὐτοῖς περιπίπτεις; Ὕβρισε; Μὴ ἀνθυβρίσῃς· ἐπεὶ σαυτὸν ὕβρισας. Ἔπληξε; Μὴ ἀντιπλήξῃς· ἐπεὶ τὸ διάφορον οὐδαμοῦ. Ἐλύπησε; Μὴ ἀντιλυπήσῃς· ἐπεὶ τὸ κέρδος οὐδὲν, ἀλλὰ γέγονας ἐκείνων πάλιν ἴσος. Οὕτως αὐτὸν ἐντρέψαι δυνήσῃ, ἂν μετὰ πραότητος ἐνέγκῃς ἐπιεικῶς· οὕτως αὐτὸν καταιδέσαι, οὕτως αὐτὸν ἐγκόψαι τῆς ὀργῆς. Οὐδεὶς κακῷ κακὸν ἰᾶται, ἀλλ' ἀγαθῷ τὸ κακόν. Ταῦτα παρ' Ἕλλησί τινες φιλοσοφοῦσιν. Αἰσχυνθῶμεν τοίνυν, εἰ παρ' Ἕλλησι τοῖς ἀνοήτοις τοσαύτης οὔσης τῆς φιλοσοφίας, ἡμεῖς ἐλάττους φαινοίμεθα. Πολλοὶ ἠδικήθησαν, καὶ ἤνεγκαν· πολλοὶ ἐσυκοφαντήθησαν, καὶ οὐκ ἠμύναντο· ἐπεβουλεύθησαν, καὶ εὐηργέτησαν. ∆έος δὲ οὐ μικρὸν, μὴ μείζους ἡμῶν τινες παρ' αὐτοῖς κατὰ τὸν βίον εὑρεθῶσι, καὶ σφοδροτέραν ἡμῖν τὴν κόλασιν ἐργάσωνται. Ὅταν γὰρ οἱ Πνεύματος μετεσχηκότες, οἱ βασιλείαν προσδοκῶντες, οἱ ὑπὲρ τῶν οὐρανῶν φιλοσοφοῦντες, οἱ μὴ δεδοικότες γέενναν, οἱ κελευόμενοι ἄγγελοι γίνεσθαι, οἱ μυστηρίων ἀπολαύοντες, μηδὲ εἰς τὴν αὐτὴν ἐκείνοις φθάσωμεν ἀρετὴν, ποίαν ἕξομεν συγγνώμην; Εἰ γὰρ Ἰουδαίους ὑπερβαίνειν χρὴ (Ἐὰν γὰρ μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη, φησὶ, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν), πολλῷ μᾶλλον Ἕλληνας· εἰ Φαρισαίους, πολλῷ μᾶλλον τοὺς ἀπίστους. Εἰ γὰρ μὴ ὑπερβάντων ἡμῶν τὴν ἐκείνων πολιτείαν, ἀποκέκλεισται τὰ τῆς βασιλείας· ὅταν καὶ Ἑλλήνων φαινώμεθα χείρους, πῶς ἕξομεν ταύτης ἐπιτυχεῖν; Πᾶσαν τοίνυν πικρίαν, καὶ ὀργὴν, καὶ θυμὸν ἐκβάλωμεν. Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Καὶ γὰρ καὶ ἰατροὶ τῷ αὐτῷ πολλάκις χρῶνται φαρμάκῳ. Καὶ ἡμεῖς οὐ παυσόμεθα τὰ αὐτὰ ἐνηχοῦντες, ἀναμιμνήσκοντες, διδάσκοντες, παρακαλοῦντες. Καὶ γὰρ πολὺς τῶν βιωτικῶν πραγμάτων ὁ ὄχλος, καὶ λήθην ἡμῖν ἐμποιῶν, καὶ διδασκαλίας δεῖ ἡμῖν συνεχοῦς. Ἵν' οὖν μὴ μάτην μηδὲ εἰκῆ ἐνταῦθα συλλεγώμεθα, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρασχώμεθα, ἵνα καὶ τῶν μελ λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΒʹ. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· «∆ιατί οὐκ ἠγάγετε αὐτόν;» Ἀπεκρίθησαν οὖν οἱ ὑπη ρέται· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ἄνθρωπος.»

αʹ. Οὐδὲν τῆς ἀληθείας σαφέστερον, οὐδὲν ἁπλούστερον, ἐὰν μὴ κακουργῶμεν ἡμεῖς· ὥσπερ οὖν κακουργούντων οὐδὲν δυσκολώτερον. Ἰδοὺ γὰρ οἱ μὲν Φαρισαῖοι καὶ οἱ γραμματεῖς, οἱ δῆθεν δοκοῦντες εἶναι σοφώτεροι, συνόντες ἀεὶ τῷ Χριστῷ, ἐπιβουλῆς ἕνεκεν, καὶ θαύματα ὁρῶντες, καὶ Γραφὰς ἀναγινώσκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ ἐβλάβησαν· οἱ δὲ ὑπηρέται, οὐδὲν τούτων ἔχοντες εἰπεῖν, ἀπὸ μιᾶς μόνης δημηγορίας ἐχειρώθησαν, καὶ ἀπελθόντες ὥστε αὐτὸν δῆσαι, ἐπανῆλθον δεθέντες τῷ θαύματι. Οὐ τὴν σύνεσιν δὲ αὐτῶν θαυμάσαι μόνον ἔστιν, ὅτι σημείων οὐκ ἐδεήθησαν, ἀλλ' ἀπὸ τῆς διδασκαλίας μόνης ἑάλωσαν (οὐ γὰρ εἶπον, ὅτι Οὐδέποτε ἐθαυματούργησεν ἄνθρωπος οὕτως· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος)· οὐ τοίνυν τὴν σύνεσιν αὐτῶν μόνον ἔστι θαυμάσαι, ἀλλὰ καὶ τὴν παῤῥησίαν, ὅτι πρὸς τοὺς ἀποστείλαντας ταῦτα ἔλεγον, πρὸς τοὺς Φαρισαίους, πρὸς τοὺς πολεμοῦντας, καὶ πάντα ὑπὲρ τούτου πράττοντας. Ἦλθον γὰρ, φησὶν, οἱ ὑπηρέται, καὶ λέγουσιν αὐτοῖς οἱ Φαρισαῖοι· ∆ιατί οὐκ ἠγάγετε αὐτόν; Τὸ δὲ ἐλθεῖν, πολλῷ μεῖζον ἦν τοῦ μεῖναι. Τότε μὲν γὰρ ἀπηλλάγησαν ἂν τῆς τούτων ἐπαχθείας· νυνὶ δὲ κήρυκες γίνονται τῆς τοῦ Χριστοῦ σοφίας, καὶ μειζόνως ἐνδείκνυνται τὴν παῤῥησίαν· καὶ οὐ λέγουσιν, Οὐκ ἠδυνήθημεν διὰ τὸν ὄχλον, ὅτι ὡς προφήτῃ προσεῖχον· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Καίτοι γε ἠδύναντο ἐκείνην εἰπεῖν τὴν ἀπολογίαν· ἀλλ' ἐμφαίνουσιν ἑαυτῶν τὴν ὀρθὴν γνώμην. Τοῦτο γὰρ οὐχὶ θαυμαζόντων ἐκεῖνον μόνον ἦν, ἀλλὰ καὶ τούτων κατηγορούντων, ὅτι ἔπεμψαν δήσοντας αὐτὸν αὐτοὺς, οὗ ἀκούειν ἐχρῆν. Καίτοι γε οὐδὲ μακρᾶς ἤκουσαν δημηγορίας, ἀλλὰ βραχείας. Ὅταν γὰρ ἡ διάνοια ἀδέκαστος ᾖ, οὐδὲ μακρῶν λόγων δεῖ. Τοιοῦτον γὰρ ἡ ἀλήθεια. Τί οὖν οἱ Φαρισαῖοι; ∆έον κατανυγῆναι, τὸ ἐναντίον ποιοῦσιν, ἀντεγκαλοῦσιν αὐτοῖς, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; λέγοντες. Ἔτι αὐτοὺς κολακεύουσι, καὶ οὐ καταφορικῶς κέχρηνται τῷ λόγῳ, δεδοικότες μὴ τέλεον ἀποσχισθῶσιν· ἀλλὰ τὸν θυμὸν ἐμφαίνουσι, καὶ μετὰ φειδοῦς φθέγγονται. ∆έον γὰρ ἐρωτῆσαι, τί ἐλάλησε, καὶ θαυμάσαι τὰ λεχθέντα, τοῦτο μὲν οὐ ποιοῦσιν· ᾔδεισαν γὰρ ὅτι ἁλῶναι εἶχον· ἀπὸ δὲ τεκμηρίου σφόδρα ἀνοήτου αὐτοὺς συλλογίζονται. ∆ιατί γὰρ οὐδεὶς, φησὶ, τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Τοῦτο οὖν τῷ Χριστῷ ἐγκαλεῖς, εἰπέ μοι, καὶ οὐχὶ τοῖς ἀπιστήσασιν; Ἀλλ' ὁ ὄχλος, φησὶν, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν. Αὕτη γὰρ ὑμῶν ἡ μείζων κατηγορία, ὅτι ὁ μὲν ὄχλος ἐπίστευσεν, ὑμεῖς δὲ ἠπιστήσατε. Καὶ μὴν τὰ τῶν γινωσκόντων τὸν νόμον ἐποίουν ἐκεῖνοι· πῶς οὖν ἐπάρατοί εἰσιν; Ὑμεῖς γὰρ ἐπάρατοι, οἱ μὴ τηροῦντες τὸν νόμον· οὐκ ἐκεῖνοι, οἱ τῷ νόμῳ πειθόμενοι. Ἐχρῆν δὲ οὐκ ἀπὸ τῶν ἀπιστούντων διαβάλλειν τὸν ἀπιστούμενον. Οὐ γὰρ ὀρθὸς τρόπος οὗτος. Ἐπεὶ καὶ ὑμεῖς ἠπιστήσατε τῷ Θεῷ, καθὼς Παῦλός φησι· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Καὶ γὰρ οἱ προφῆται αὐτοῖς ἀεὶ ἐνεκάλουν λέγοντες· Ἀκούσατε, ἄρχοντες Σοδόμων· καὶ, Οἱ ἄρχοντές σου ἀπειθοῦσι· καὶ πάλιν, Οὐχ ὑμῶν ἐστι γνῶναι τὸ κρῖμα; Καὶ πανταχοῦ σφοδρότερον ἐπιτίθενται αὐτοῖς. Τί οὖν; Καὶ τῷ Θεῷ τίς ἐγκαλέσει διὰ τοῦτο; Ἄπαγε. Ἐκείνων γὰρ τοῦτο τὸ ἔγκλημα. Ποῖον δ' ἂν ἄλλο τις ποιήσειε σημεῖον τοῦ μὴ γινώσκειν ὑμᾶς τὸν νόμον, ἢ τὸ μὴ πείθεσθαι; Ἐπειδὴ δὲ εἶπον, ὅτι Μὴ τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν; καὶ ὅτι Οἱ μὴ γινώσκοντες τὸν νόμον, ἀκολούθως αὐτῶν καθάπτεται ὁ Νικόδημος, οὕτως λέγων· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον; ∆είκνυσι γὰρ αὐτοὺς μήτε γινώσκοντας τὸν νόμον, μήτε ποιοῦντας τὸν νόμον. Εἰ γὰρ ἐκεῖνος μὲν οὐδένα κελεύει ἀποκτιννύναι ἄνθρωπον μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν ἀκοῦσαι ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου. Καὶ ἐπειδὴ εἶπον, Καὶ οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτο ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ὅτι εἷς ἦν ἐξ αὐτῶν, δεικνὺς ὅτι καὶ ἄρχοντες ἐπίστευσαν εἰς αὐτόν. Παῤῥησίαν μὲν γὰρ οὐδέπω τὴν προσήκουσαν ἐπεδείκνυντο· πλὴν ᾠκειοῦντο τῷ Χριστῷ. Ὅρα δὲ πῶς καὶ μετὰ φειδοῦς τὸν ἔλεγχον ἐπάγει. Οὐ γὰρ εἶπεν, Ὑμεῖς δὲ βούλεσθε αὐτὸν ἀποκτεῖναι, καὶ ἁπλῶς καταδικάζετε τὸν ἄνθρωπον ὡς πλάνον. Ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλὰ προσηνέστερον, τὴν ἄφατον αὐτῶν ὁρμὴν ἐγκόπτων, καὶ τὸ ἄσκεπτον καὶ φονικόν. ∆ιὰ τοῦτο ἐπὶ τὸν νόμον τρέπει τὸν λόγον, λέγων· Ἐὰν μὴ ἀκούσῃ ἀκριβῶς, καὶ γνῷ τί ποιεῖ. Ὥστε οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς, ἀλλὰ καὶ ἀκριβοῦς. Τοῦτο γάρ ἐστι, Καὶ γνῷ τί ποιεῖ, τί βούλεται, καὶ διατί, καὶ ἐπὶ τίνι, πότερον ἐπ' ἀνατροπῇ τῆς πολιτείας καὶ ὡς ἐχθρός. Ἀπορηθέντες τοίνυν ἐπειδὴ εἶπον, Οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, οὔτε σφοδρῶς, οὔτε μετὰ φειδοῦς αὐτῷ προσηνέχθησαν.

βʹ. Ποίαν γὰρ ἀκολουθίαν ἔχει, εἰπέ μοι, εἰπόντος ἐκείνου, ὅτι Ὁ νόμος ἡμῶν οὐ κρίνει οὐδένα, εἰπεῖν, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ∆έον γὰρ δεῖξαι, ὅτι οὐκ ἀκρίτως ἔπεμψαν αὐτὸν καλέσοντες, ἢ ὅτι οὐ χρὴ μεταδοῦναι λόγου, ἀγροικότερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιῤῥήσει· Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; Εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ. Οἱ δὲ ὑβριστικῶς, ὡς οὐκ εἰδότι περὶ τῶν Γραφῶν οὐδὲν, ταῦτα ἐπήγαγον· ὡσανεὶ εἴποι τις· Ὕπαγε, μάθε· τοῦτο γάρ ἐστιν, Ἐρώτησον καὶ ἴδε. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἄνω καὶ κάτω τὴν Γαλιλαίαν ἔστρεφον καὶ τὸν προφήτην, ἀπαλλάττων πάντας ταύτης τῆς ἀλλοτρίας ὑποψίας, καὶ δεικνὺς, ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, ἀλλὰ τοῦ κόσμου ∆εσπότης, φησίν· Ἐγὼ φῶς εἰμι τοῦ κόσμου. Οὐ Γαλιλαίας, οὐ Παλαιστίνης, οὐδὲ τῆς Ἰουδαίας. Τί οὖν οἱ Ἰουδαῖοι; Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ὢ τῆς ἀνοίας! ταῖς Γραφαῖς παρέπεμψεν ἄνω καὶ κάτω, καὶ λέγουσιν, ὅτι Σὺ περὶ ἑαυτοῦ μαρτυρεῖς. Τί δὲ ἐμαρτύρησεν; Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Μέγα τὸ λεχθὲν, καὶ ὄντως μέγα· ἀλλ' οὐ σφόδρα αὐτοὺς ἔπληξεν, ἐπειδὴ οὔτε ἐξισοῖ νῦν ἑαυτὸν τῷ Πατρὶ, οὔτε Υἱὸς ἐκείνου εἶπεν εἶναι, οὔτε Θεὸς, ἀλλὰ φῶς τέως. Ἐβούλοντο μὲν οὖν ἀνατρέψαι καὶ τοῦτο· καίτοι πολὺ τοῦτο μεῖζον τοῦ εἰπεῖν, Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, φῶς καὶ σκοτίαν νοητῶς λέγων· τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ. Ἐνταῦθα καὶ τὸν Νικόδημον ἐφέλκεται καὶ ἐνάγει ὡς σφόδρα παῤῥησιασάμενον, καὶ τοὺς ὑπηρέτας ἐπαινεῖ τοῦτο πεποιηκότας. Τὸ γὰρ κράξαι, τοῦτό ἐστι βουλομένου κατασκευάσαι, ὥστε κἀκείνους ἀκοῦσαι· ἅμα δὲ καὶ αὐτοὺς αἰνίττεται κρυφῇ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ· ἀλλὰ τοῦ φωτὸς οὐ περιέσονται. Καὶ τὸν Νικόδημον ὑπομιμνήσκει τῶν ῥημάτων ἐκείνων, ἅπερ ἔλεγε πρώην· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτό φησιν, Ὁ τὰ φαῦλα πράσσων, οὐκ ἔρχεται πρὸς τὸ φῶς, δεικνὺς ὅτι οὐ τῆς τοῦ φωτὸς ἀσθενείας τὸ μὴ ἐλθεῖν, ἀλλὰ τῆς ἐκείνων διεστραμμένης γνώμης. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς; Τί οὖν αὐτός; Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν· ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι. Ὅπερ φθάσας εἶπε, τοῦτο οὗτοι προβάλλονται ὡς προηγουμένως λεχθέν. Τί οὖν ὁ Χριστός; Ἀνατρέπων αὐτὸ καὶ δεικνὺς, ὅτι ἐκεῖνα ὡς πρὸς αὐτοὺς καὶ τὴν ὑπόνοιαν αὐτῶν διελέγετο, ἄνθρωπον αὐτὸν ὑποπτευόντων ψιλὸν φησί· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἔρχομαι. Τί ἐστι τοῦτο; Ἐκ τοῦ Θεοῦ εἰμι, καὶ Θεὸς, καὶ Υἱὸς Θεοῦ. Ὁ δὲ Θεὸς αὐτὸς ἑαυτῷ ἀξιόπιστος μάρτυς· Ὑμεῖς δὲ οὐκ οἴδατε. Ἐθελοκακεῖτε, φησὶ, καὶ εἰδότες προσποιεῖσθε μὴ εἰδέναι· ἀλλ' ἀπὸ ἀνθρωπίνης διανοίας ἅπαντα φθέγγεσθε, οὐδὲν πλέον βουλόμενοι τοῦ φαινομένου νοεῖν. Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε. Ὥσπερ τὸ κατὰ σάρκα ζῇν, τουτέστι, τὸ φαύλως ζῇν· οὕτω τὸ κατὰ σάρκα κρίνειν, ἀδίκως κρίνειν ἐστίν. Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω, ἡ ἐμὴ κρίσις δικαία ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀδίκως κρίνετε. Καὶ εἰ ἀδίκως κρίνομεν, φησὶ, διατί μὴ ἐγκαλεῖς; διατί μὴ κολάζεις; διατί μὴ κατακρίνεις; Ὅτι οὐκ ἐπὶ τοῦτο ἦλθον, φησί. Τοῦτο γάρ ἐστι τὸ, Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις μου ἀληθής ἐστι. Ἐπεὶ εἰ ἐβουλήθην κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικασμένων ἦτε. Καὶ ταῦτα οὐχὶ κρίνων λέγω, φησίν. Οὐ διὰ τοῦτο δὲ εἶπον, Οὐχὶ κρίνων λέγω, ὡς οὐ θαῤῥῶν, ὅτι εἰ ἔκρινον, εἷλον ἂν ὑμᾶς (καὶ γὰρ εἰ ἔκρινον, δικαίως ἂν ὑμᾶς κατεδίκασα)· ἀλλὰ νῦν καιρὸς κρίσεως οὐκ ἔστι. Καὶ περὶ τῆς μελλούσης μὲν κρίσεως ᾐνίξατο εἰπὼν, Ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. Ἐνταῦθα δὲ ᾐνίξατο, ὅτι οὐκ αὐτὸς μόνος αὐτοὺς καταδικάζει, ἀλλὰ καὶ ὁ Πατήρ. Εἶτα αὐτὸ συνεσκίασεν, εἰς τὴν αὐτοῦ μαρτυρίαν ἐνάγων· Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστι.

γʹ. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοί; Τί πλέον ἔχε τῶν ἀνθρώπων, εἰ ἁπλῶς οὕτως ἐκλάβοιμεν τὸ λεχθέν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων διὰ τοῦτο ὥρισται τοῦτο, ἐπειδὴ καθ' ἑαυτὸν οὐκ ἔστιν ἀξιόπιστός τις· ἐπὶ δὲ Θεοῦ, πῶς ἂν ἔχοι τοῦτο λόγον; Πῶς οὖν εἴρηται τὸ ∆ύο; ἆρα ἐπειδὴ δύο, ἢ ἐπειδὴ ἄνθρωποι διὰ τοῦτο δύο; Εἰ γὰρ ἐπειδὴ δύο εἰσὶ, τίνος ἕνεκεν οὐ κατέφυγεν ἐπὶ τὸν Ἰωάννην, οὐδὲ εἶπεν, Μαρτυρῶ ἐγὼ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ Ἰωάννης; τίνος ἕνεκεν ἐπὶ τὸν ἄγγελον; τίνος ἕνεκεν ἐπὶ τοὺς προφήτας; καὶ γὰρ μυρίας ἂν εὗρεν ἄλλας μαρτυρίας. Ἀλλ' οὐ τοῦτο βούλεται δεῖξαι μόνον, ὅτι δύο, ἀλλ' ὅτι καὶ τῆς αὐτῆς οὐσίας. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ Πατήρ σου; Εἶτά φησιν· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Ἐπειδὴ γὰρ εἰδότες ὡς οὐκ εἰδότες ἔλεγον καὶ ὡς πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς ἀξιοῖ. ∆ιὰ τοῦτο λέγει λοιπὸν τρανότερον ἅπαντα καὶ μετὰ πλείονος παῤῥησίας, ἀπό τε τῶν σημείων καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, τῷ ἐγγὺς εἶναι τὸν σταυρόν. Οἶδα γὰρ, φησὶ, πόθεν ἔρχομαι. Τοῦτο οὐ σφόδρα ἂν αὐτῶν καθήψατο· τὸ δὲ ἐπαγαγεῖν, Καὶ ὅπου ἐγὼ ὑπάγω, μᾶλλον αὐτοὺς ἐφόβησεν ἂν, ὡς οὐ μέλλοντος αὐτοῦ μένειν ἐν τῷ θανάτῳ. ∆ιατί δὲ οὐκ εἶπεν, ὅτι Οἶδα, ὅτι Θεός εἰμι, ἀλλ' ὅτι Οἶδα πόθεν ἔρχομαι; Ἀεὶ τὰ ταπεινὰ ἀναμίγνυσι τοῖς ὑψηλοῖς, καὶ αὐτὰ δὲ ταῦτα περιστέλλει. Εἰπὼν γὰρ, ὅτι Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ τοῦτο δείξας, ἦλθεν ἐπὶ τὸ ταπεινότερον, ὡσανεὶ ἔλεγεν· Οἶδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι. Οὕτω γὰρ οὐδὲν ἂν ἔσχον ἀντειπεῖν, ἀκούσαντες ὅτι παρ' ἐκείνου ἀπέσταλται, καὶ πρὸς ἐκεῖνον ἄπεισιν. Οὐ γὰρ ἂν εἶπον, φησὶ, τὶ ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖ ἀπιὼν, πρὸς τὸν ἀληθῆ Θεόν. Ὑμεῖς δὲ οὐκ ἴστε τὸν Θεόν· διὰ τοῦτο κατὰ τὴν σάρκα κρίνετε. Οἱ γὰρ τοσούτων ἀκούσαντες τεκμηρίων τε καὶ ἐλέγχων, ἔτι λέγετε, Οὐκ ἔστιν ἀληθής· καὶ Μωϋσέα ἀξιόπιστον ἡγεῖσθε, καὶ ὑπὲρ ὧν περὶ ἄλλων, καὶ ὑπὲρ ὧν περὶ ἑαυτοῦ λέγει· τὸν δὲ Χριστὸν οὐκέτι. Τοῦτο κατὰ σάρκα κρίνειν ἐστίν. Ἐγὼ δὲ οὐ κρίνω οὐδένα. Καὶ μήν φησιν, ὅτι Ὁ Πατὴρ οὐ κρίνει οὐδένα. Πῶς οὖν ἐνταῦθά φησι, Καὶ ἐὰν κρίνω δὲ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐκ εἰμὶ μόνος; Πάλιν πρὸς τὴν ὑπόληψιν τὴν ἐκείνων φθέγγεται· τουτέστιν, Ἡ κρίσις ἡ ἐμὴ τοῦ Πατρός ἐστιν· οὐκ ἂν ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων, εἰ μὴ ὡς ἐγώ· καὶ οὐκ ἂν ἄλλως ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Τίνος δὲ ἕνεκεν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν; Οὐ γὰρ ἐνόμιζον ἀξιόπιστον εἶναι τὸν Υἱὸν, εἰ μὴ τοῦ Πατρὸς τὴν μαρτυρίαν προσέλαβεν· ἄλλως δὲ, οὐδὲ ἕστηκε τὸ λεχθέν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ὅταν δύο ἀλλοτρίῳ πράγματι μαρτυρῶσι, τότε ἡ μαρτυρία ἐστὶν ἀληθής· τοῦτο γάρ ἐστι δύο μαρτυρεῖν· εἰ δὲ μέλλοι τις ἑαυτῷ μαρτυρεῖν, οὐκ ἔτι δύο εἰσίν. Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον τοῦτο εἴρηκεν, ἢ ἵνα δείξῃ ὁμοούσιον ἑαυτὸν, καὶ δι' ἑαυτοῦ πάλιν δείξῃ οὐ δεόμενον αὐτὸν ἄλλης μαρτυρίας· καὶ δείξῃ οὐδὲν ἔλαττον ἔχοντα τοῦ Πατρός; Ὅρα γοῦν τὴν αὐθεντίαν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Οὐκ ἂν δὲ εἰ ἐλάττονος οὐσίας ἦν, τοῦτο ἂν ἔθηκεν. Νυνὶ δὲ, ἵνα μὴ νομίσῃς ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, θέα τὴν ἐξουσίαν οὐδὲν ἔχουσαν παρηλλαγμένον. Μαρτυρεῖ ἄνθρωπος, ὅταν ἀφ' ἑαυτοῦ ἀξιόπιστος ᾖ, οὐχ ὅταν μαρτυρίας δέηται, καὶ τοῦτο ἐν ἀλλοτρίῳ πράγματι· ἐν δὲ ἰδίῳ ὅταν μαρτυρίας δέηται τῆς παρ' ἑτέρου, οὐκ ἔτι ἐστὶν ἀξιόπιστος. Ἐνταῦθα δὲ πᾶν τοὐναντίον. Καὶ γὰρ ἐν ἰδίῳ πράγματι μαρτυρῶν, καὶ παρ' ἑτέρου λέγων μαρτυρεῖσθαι, ἀξιόπιστον ἑαυτὸν εἶναί φησι, πανταχόθεν δεικνὺς ἑαυτοῦ τὴν αὐθεντίαν. ∆ιατί γὰρ εἰπὼν, Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατὴρ, καὶ τὸ, ∆ύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς, οὐκ ἀπεσιώπησεν, ἀλλ' ἐπήγαγεν, Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ; ∆ῆλον ὅτι τὴν αὐθεντίαν δηλῶν. Καὶ πρῶτον μὲν ἑαυτὸν τέθεικεν· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ. ∆είκνυσιν ἐνταῦθα τό τε ὁμότιμον, καὶ ὅτι οὐδὲν ὠφελοῦνται, τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι, τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν, ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρὶς, ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν αὐτοῦ γνῶσιν. Ἐπειδὴ γὰρ ἀφιέντες αὐτὸν, ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες, οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα.

δʹ. Ταῦτα φύγωμεν ἡμεῖς, καὶ δοξάσωμεν τὸν Υἱόν. Καίτοι εἰ μὴ φύσεως ἦν τῆς αὐτῆς, οὐκ ἂν οὕτως εἶπεν. Εἰ γὰρ ἐδίδασκε μόνον, ἑτεροούσιος δὲ ἦν, ἐνῆν καὶ αὐτὸν ἀγνοοῦντα εἰδέναι τὸν Πατέρα· καὶ πάλιν οὐκ ἦν αὐτὸν εἰδότα πάντως, εἰδέναι τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ ἄνθρωπον εἰδὼς, οἶδεν ἄγγελον. Ναὶ, φησί· καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε τὸν Θεόν. Οὐδαμῶς. Πολλοὶ γάρ εἰσιν οἱ τὴν κτίσιν εἰδότες· μᾶλλον δὲ πάντες ἄνθρωποι (ὁρῶσι γὰρ αὐτὴν), καὶ τὸν Θεὸν οὐκ ἴσασι. ∆οξάζωμεν τοίνυν τὸν Υἱὸν τοῦ Θεοῦ, μὴ τῇ δόξῃ ταύτῃ μόνον, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων. Αὕτη γὰρ ἐκείνης ἐκτὸς οὐδέν ἐστιν. Ἴδε σὺ, φησὶν, Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύσῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ. Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ ἐν νόμῳ καυ χώμενος, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ὅρα μή ποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συμβαίνοντα τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν, ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην, καὶ φῶς, καὶ ἅλας εἶναι βούλεται τὸν Χριστιανόν. Τί δέ ἐστι τὸ φῶς; βίος λάμπων, μηδὲν ἔχων ἐσκοτισμένον. Τὸ φῶς οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ' εἰς ἑτέρους ἐπιδείκνυται τὴν ὠφέλειαν. Οὕτως οὐ τὴν ἑαυτῶν ὠφέλειαν ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτερον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι· ἕως δ' ἂν αὐτοὶ μὴ κατορθώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσαι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον παρ' ἡμῖν. Τοιαῦτα γὰρ τὰ κοσμικὰ πράγματα· τοιαῦται αἱ βιωτικαὶ φροντίδες. ∆ιὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι. ∆έος οὖν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν· δέος μὴ καὶ ἡμεῖς ῥυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια ἔνθα πάντες ἔχουσι λαμπρὰ καὶ περιφανῆ. Οὐδὲν γὰρ ἁμαρτίας ῥυπαρώτερον, οὐδὲν ἀκαθαρτότερον. ∆ιὸ τὴν φύσιν αὐτῆς ὁ Προφήτης ἑρμηνεύων ἐβόα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Καὶ εἰ βούλει μαθεῖν τῆς ἁμαρτίας τὸ δυσῶδες, ἐννόησον αὐτὴν μετὰ τὸ γενέσθαι, ὅταν τῆς ἐπιθυμίας ἀπαλλαγῇς, ὅταν μὴ ἔτι ἐνοχλῇ τὸ πῦρ, καὶ τότε ὄψει τίς ἐστιν ἡ ἁμαρτία. Ἐννόησον τὸν θυμὸν, ὅταν ἐν γαλήνῃ ᾖς· ἐννόησον τὴν πλεονεξίαν, ὅταν ἔξω γένῃ τοῦ πάθους. Οὐδὲν αἰσχρότερον, οὐδὲν μιαρώτερον ἁρπαγῆς καὶ πλεονεξίας. Ταῦτα συνεχῶς λέγομεν, οὐκ ἐνοχλεῖν ὑμῖν βουλόμενοι, ἀλλὰ κερδαναί τι μέγα καὶ θαυμαστόν. Ὁ γὰρ ἐκ τοῦ ἅπαξ μὴ κατορθώσας, ἴσως ἐκ τοῦ δεύτερον ἀκοῦσαι ποιήσει τοῦτο· καὶ ὁ δεύτερον παραδραμὼν, ἐκ τοῦ τρίτου διορθώσεται. Γένοιτο δὲ πάντας ἡμᾶς πάντων ἀπαλλαγέντας τῶν πονηρῶν, τὴν εὐωδίαν τοῦ Χριστοῦ ἔχειν, ὅτι αὐτῷ ἡ δόξα, σὺν τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΓʹ. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γα ζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν· οὔπω γὰρ ἐληλύθει ἡ ὥρα αὐ τοῦ.

αʹ. Ὢ τῆς ἀνοίας τῆς Ἰουδαϊκῆς! Πρὸ τοῦ Πάσχα ζητοῦντες αὐτὸν, εἶτα ἐν μέσῳ λαβόντες, καὶ πολλάκις ἐπιχειρήσαντες κατασχεῖν, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, καὶ οὐ δυνηθέντες, οὔτε οὕτως αὐτοῦ τὴν δύναμιν ἐξεπλάγησαν, ἀλλ' ἐπετίθεντο τῇ κακίᾳ, καὶ οὐκ ἀφίσταντο. Ὅτι γὰρ ἐπεχείρουν ἀεὶ, φησί· Ταῦτα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. Ἐν τῷ ἱερῷ ἐλάλει, καὶ ἐν τάξει διδασκάλου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτοὺς διεγεῖραι· καὶ ταῦτα ἐλάλει, ἐφ' οἷς ἐδάκνοντο καὶ ἐνεκάλουν, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Πατρί. Καὶ γὰρ τὸ ∆ύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστι, τοῦτο ἐμφαίνει. Ἀλλ' ὅμως, Ταῦτα, φησὶν, ἐλάλει ἐν τῷ ἱερῷ, καὶ ἐν τάξει διδασκάλου, καὶ οὐδεὶς αὐτὸν ἐπίασεν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· τουτέστιν, ὅτι οὐδέπω καιρὸς ἦν ἐπιτήδειος καθ' ὃν ἠθέλησε σταυρωθῆναι. Ὥστε καὶ τότε οὐ τῆς ἐκείνων δυνάμεως γέγονεν ἔργον, ἀλλὰ τῆς οἰκονομίας τῆς αὐτοῦ. Αὐτοὶ γὰρ καὶ πάλαι ἐβούλοντο, οὐκ ἴσχυον δέ· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἂν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Εἶπεν οὖν αὐτοῖς πάλιν ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με. Τί δήποτε λέγει τοῦτο συνεχῶς; Κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Ὅρα γὰρ ὅσον τοῦτο ἐνεποίει τὸν φόβον. Καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι ἵνα ἀπαλλαγῶσι, ζητοῦσιν ὅπου ὑπάγει· οὕτω μεγάλα ἀπὸ τοῦ πράγματος ἐφαντάζοντο. Καὶ ἕτερον δὲ διδάξαι αὐτοὺς ἐβούλετο, ὅτι οὐ τῆς ἐκείνων βίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ἄνωθεν αὐτὸ προδιετύπωσε, καὶ τὴν ἀνάστασιν ἤδη διὰ τούτων προέγραψε τῶν λόγων. Ἔλεγον οὖν· Μήτι ἀποκτενεῖ ἑαυτόν; Τί οὖν ὁ Χριστός; Ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν, καὶ δεικνὺς ὅτι τὸ πρᾶγμα ἁμάρτημά ἐστι, φησί· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα ἐννοεῖν, ἀνθρώπους σαρκικοὺς, καὶ οὐδὲν λογιζομένους πνευματικόν· ἀλλ' οὐκ ἐγὼ πράξω τι τοιοῦτον. Ἄνωθεν γάρ εἰμι· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ. Καὶ πάλιν ἐνταῦθα τὰς κοσμικὰς ἐννοίας καὶ σαρκικάς φησιν· ὅθεν δῆλον, ὅτι καὶ τὸ, Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, οὐ τὸ σάρκα μὴ ἀνειληφέναι ἐστὶν, ἀλλὰ τὸ πόῤῥω εἶναι τῆς ἐκείνων πονηρίας. Καὶ γὰρ τοὺς μαθητάς φησι μὴ εἶναι ἐκ τοῦ κόσμου· ἀλλ' ὅμως σάρκα εἶχον ἐκεῖνοι. Ὥσπερ οὖν ὁ Παῦλος λέγων, Οὐκ ἐστὲ ἐν σαρκὶ, οὐχὶ ἀσωμάτους αὐτοὺς εἶναί φησιν· οὕτω λέγων τοὺς μαθητὰς οὐκ εἶναι ἐκ τοῦ κόσμου οὐδὲν ἕτερον, ἢ φιλοσοφίαν, αὐτοῖς μαρτυρεῖ. Εἶπον οὖν ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Εἰ γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ἑτέρως αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ λουτροῦ, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχειν τὸν παλαιὸν ἄνθρωπον. Ὁ γὰρ μὴ βουλόμενος αὐτὸν θανατῶσαι διὰ τῆς πίστεως καὶ θάψαι, ἐναποθανεῖται αὐτῷ, καὶ ἀπελεύσεται ἐκεῖ δώσων εὐθύνας τῶν πρότερον ἡμαρτημένων. ∆ιὰ τοῦτο ἔλεγεν· Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται· οὐ τῷ μὴ πιστεύειν μόνον, ἀλλ' ὅτι καὶ τὰ πρότερα ἁμαρτήματα ἔχων ἀπέρχεται, Ἔλεγον οὖν· Σὺ τίς εἶ; Ὢ τῆς ἀνοίας! μετὰ χρόνον τοσοῦτον, καὶ σημεῖα, καὶ διδασκαλίαν, ἐρωτῶσι, Σὺ τίς εἶ; Τί οὖν ὁ Χριστός; Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ' ἐμοῦ ἀνάξιοί ἐστε, μήτι γε καὶ μαθεῖν, ὅστις ἐγώ εἰμι. Ὑμεῖς γὰρ πάντα πειράζοντες φθέγγεσθε, καὶ οὐδενὶ τῶν παρ' ἐμοῦ προσέχοντες. Καὶ ταῦτα πάντα ἠδυνάμην ἐλέγξαι νῦν· τοῦτο γάρ ἐστι, Πολλὰ ἔχω καὶ λέγειν καὶ κρίνειν· οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· ἀλλ' ὁ πέμψας με, τουτέστιν, ὁ Πατὴρ, οὐ βούλεται τοῦτο. Οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, φησὶν, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Εἰ τοίνυν εἰς τοῦτό με ἀπέστειλεν, ἀληθὴς δέ ἐστιν, εἰκότως οὐδένα ἐγὼ κρίνω νῦν. Ἀλλὰ ταῦτα λαλῶ τὰ πρὸς σωτηρίαν, οὐ τὰ πρὸς ἔλεγχον. Λέγει δὲ ταῦτα, ἵνα μὴ νομίσωσιν ὅτι τοσαῦτα ἀκούων, παρὰ ἀσθένειαν οὐκ ἐπεξέρχεται, ἢ ὅτι οὐκ οἶδεν αὐτῶν τὰς διανοίας καὶ τὰς χλευασίας. Οὐκ ἔγνωσαν δὲ ὅτι τὸν Πατέρα αὐτοῖς λέγει. Ὢ τῆς ἀνοίας! οὐ διέλιπεν αὐτοῖς περὶ αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίνωσκον. Εἶτα ἐπειδὴ πολλὰ σημεῖα ποιήσας καὶ διδάξας, οὐκ ἐπεσπάσατο, περὶ τοῦ σταυροῦ λοιπὸν διαλέγεται, λέγων· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, καὶ ὅτι μετ' ἐμοῦ ἐστιν ὁ πέμψας με, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. ∆είκνυσιν ὅτι δικαίως ἔλεγε, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.

βʹ. Οὕτως οὐ προσεῖχον τοῖς λεγομένοις. Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Οὐχ ὑμεῖς τότε μάλιστα προσδοκᾶτε ἀπαλλαγήσεσθαί μου καὶ ἀναιρήσειν; Ἐγὼ δὲ λέγω, ὅτι Τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι, τῶν τε σημείων ἕνεκεν, καὶ τῆς ἀναστάσεως καὶ τῆς ἁλώσεως. Πάντα γὰρ ταῦτα ἱκανὰ ἦν ἐμφῆναι αὐτοῦ τὴν ἰσχύν. Καὶ οὐκ εἶπε, Τότε γνώσεσθε τίς εἰμι. Ὅταν γὰρ ἴδητε, φησὶν, ὅτι οὐδὲν ἀπὸ τοῦ θανάτου πείσομαι, Τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ πάντα φέρων καὶ ἄγων, καὶ οὐκ ἐναντίος ἐκείνῳ. ∆ιὰ τοῦτο γοῦν ἐπήγαγε, Καὶ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ οὐδέν. Ἀμφότερα γὰρ εἴσεσθε, καὶ τὴν ἰσχὺν τὴν ἐμὴν, καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ οὐδὲν, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ τὸ οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεσθαι. Ὅταν γὰρ ἐκπέσητε τῆς λατρείας, ὅταν μὴ συγχωρηθῇ ὑμῖν μηδὲ αὐτὸν θεραπεύειν, ὡς πρὸ τούτου, τότε εἴσεσθε ὅτι ἀμύνων ἐμοὶ ταῦτα ποιεῖ, καὶ παροξυνόμενος ὑπὲρ τῶν μὴ ἀκουσάντων μου· ὡσανεὶ ἔλεγεν· Οὐκ ἂν εἴ γε ἀντίθεός τις ἤμην καὶ ἀλλότριος, τοσαύτην ἂν ὀργὴν καθ' ὑμῶν ἐκίνησε. Τοῦτο καὶ Ἡσαΐας φησί· ∆ώσει τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ ὁ ∆αυῒδ, Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ· καὶ αὐτὸς, Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ αἱ παραβολαὶ τὸ αὐτὸ δηλοῦσιν, ὅταν λέγῃ· Τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ὁ κύριος τοῦ ἀμπελῶνος ἐκείνου; Κακοὺς κακῶς ἀπολέσει αὐτούς. Ὁρᾷς ὅτι πανταχοῦ διὰ τὸ μηδέπω πιστεύεσθαι οὕτω φθέγγεται; Ἐπεὶ εἰ αὐτοὺς ἀπολεῖ, ὥσπερ οὖν καὶ ἀπολεῖ (Φέρετε γὰρ, φησὶν, αὐτοὺς ὧδε τοὺς μὴ θέλοντάς με βασιλεῦσαι, καὶ κατασφάξατε)· τίνος ἕνεκεν οὐκ αὐτοῦ φησιν ἔργον, ἀλλὰ τοῦ Πατρὸς τὸ γινόμενον; Πρὸς τὴν ἐκείνων ἀσθένειαν διαλεγόμενος· ὁμοῦ δὲ καὶ τιμῶν τὸν γεγεννηκότα. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἀφίω τὸν οἶκον ὑμῶν ἔρημον, ἀλλ' Ἀφίεται· τοῦτο μὲν γὰρ ἀπροσώπως τέθεικε. ∆ιὰ δὲ τοῦ εἰπεῖν, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; εἶτα ἐπαγαγεῖν, ὅτι Ἀφίεται, δείκνυσιν ὅτι αὐτὸς τὴν ἐρήμωσιν εἰργάζετο. Ἐπειδὴ γὰρ, φησὶν, εὐεργετούμενοι καὶ θεραπευόμενοι οὐκ ἠθελήσατε γνῶναι, κολαζόμενοι εἴσεσθε ὅστις ἐγώ. Καὶ μετ' ἐμοῦ ἐστιν ὁ Πατήρ. Ἵνα γὰρ, μὴ νομίσωσι τὸ, Ὁ πέμψας με, ἐλαττώσεως εἶναι, λέγει, Μετ' ἐμοῦ ἐστι. Τὸ μὲν γὰρ, τῆς οἰκονομίας· τὸ δὲ, τῆς θεότητος. Καὶ οὐκ ἀφῆκέ με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον κατήγαγε, πρὸς ἐκεῖνο συνεχῶς ἱστάμενος ὅπερ ἔλεγον, ὅτι οὐκ ἔστιν ἐξ αὐτοῦ, καὶ ὅτι τὸ σάββατον οὐ τηρεῖ, πρὸς τοῦτό φησι· Τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε· δεικνὺς, ὅτι καὶ τὸ λύεσθαι τὸ σάββατον, ἀρεστὸν αὐτῷ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ σταυροῦ φησι· ∆οκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καίτοι γε εἰπὼν μόνον· Τίνα ζητεῖτε; ἔῤῥιψεν ὑπτίους. Τί οὖν οὐ λέγει. ∆οκεῖτε ὅτι οὐ δύναμαι ὑμᾶς ἀπολέσαι, ἔργῳ τοῦτο ἐπιδειξάμενος; Πρὸς τὴν ἀσθένειαν αὐτῶν καταβαίνει. Πολλὴν γὰρ ἐποιεῖτο σπουδὴν, ὥστε δεῖξαι ὅτι οὐδὲν ἐναντίον ποιεῖ τῷ Πατρί. Οὕτω δὴ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται. Ὥσπερ δὲ τὸ, Οὐκ ἀφῆκέ με μόνον, εἴρηται· οὕτω καὶ τὸ, ὅτι Ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Ὅτε εἰς τὸ ταπεινὸν τὸν λόγον κατήγαγε, τότε πολλοὶ ἐπίστευσαν. Ἔτι οὖν ἐρωτᾷς, τίνος ἕνεκεν ταπεινῶς φθέγγεται; Καίτοι γε σαφῶς ὁ εὐαγγελιστὴς ᾐνίξατο τοῦτο, εἰπὼν, ὅτι Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· μονονουχὶ βοῶν διὰ τούτων τῶν πραγμάτων· Μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκούσῃς. Οἱ γὰρ μετὰ τοσαύτην διδασκαλίαν μηδέπω πεπεισμένοι ὅτι παρὰ τοῦ Πατρός ἐστιν, εἰκότως ταπεινότερα ἤκουον ἵνα πεισθῶσι. Καὶ τοῦτο οὖν ἀπολογία ἐστὶν ὑπὲρ τῶν μελλόντων ταπεινῶς εἰρήσεσθαι. Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν, ἡσθέντες καὶ ἀναπαυσάμενοι ἐπὶ τῇ τῶν λόγων ταπεινότητι. Ὅτι γὰρ οὐ τελείαν πίστιν εἶχον, δείκνυσιν ὁ εὐαγγελιστὴς ἐκ τῶν μετὰ ταῦτα λόγων, ἐν οἷς αὐτὸν πάλιν ὑβρίζουσι. Καὶ ὅτι οὗτοι αὐτοί εἰσιν ἐκεῖνοι, ἐδήλωσεν εἰπών· Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ· δεικνὺς ὅτι οὐδέπω παρεδέξαντο τὴν διδασκαλίαν, ἀλλὰ μόνον προσεῖχον τοῖς λεγομένοις. ∆ιὸ καὶ πληκτικώτερον εἶπεν. Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, Ζητήσετέ με· νῦν δὲ μεῖζον προσέθηκεν, ὅτι Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Καὶ τὸ πῶς δείκνυσιν, ὅτι οὐ δύνασθε ἐλθόντες ἐκεῖ, παρακαλέσαι με λοιπόν. Ταῦτα ἃ λαλῶ εἰς τὸν κόσμον. ∆ιὰ τούτων ἐδήλωσε λοιπὸν ἐξερχόμενον αὐτὸν εἰς τὰ ἔθνη. Ἐπειδὴ δὲ οὐκ ἔγνωσαν λοιπὸν ὅτι τὸν Πατέρα αὐτοῖς λέγει ἔμπροσθεν, πάλιν φθέγγεται περὶ αὐτοῦ· καὶ τὴν αἰτίαν τῆς ταπεινότητος τῶν ῥημάτων τέθεικεν ὁ εὐαγγελιστής.

γʹ. Ἂν οὕτω τοίνυν θέλωμεν τὰς Γραφὰς ἐρευνᾷν μετὰ ἀκριβείας καὶ μὴ ἁπλῶς, δυνησόμεθα τῆς σωτηρίας τῆς ἡμετέρας ἐπιτυχεῖν· ἂν διὰ παντὸς αὐταῖς ἐνδιατρίβωμεν, καὶ δογμάτων ὀρθότητα, καὶ βίον εἰσόμεθα ἠκριβωμένον. Κἂν σφόδρα σκληρός τις εἴη, καὶ ἀπηνὴς, καὶ χαῦνος, κἂν μηδὲν κερδαίνῃ ἐν τοῖς ἄλλοις χρόνοις, τὸν χρόνον γοῦν καρπώσεται τοῦτον, καὶ λήψεταί τινα ὠφέλειαν, εἰ καὶ μὴ τοσαύτην, ὡς αἴσθησιν ἔχειν, ἀλλ' ὅμως λήψεται. Εἰ γὰρ μυρεψεῖόν τις παριὼν καὶ προσκαθήμενος ἐργαστηρίοις τοιούτοις, καὶ ἄκων ἀναχρώννυται ἐκ τῆς εὐωδίας· πολλῷ μᾶλλον εἰς ἐκκλησίαν ἀπιών. Ὥσπερ γὰρ ἐξ ἀργίας ἀργία τίκτεται· οὕτω καὶ ἐκ τῆς ἐνεργείας προθυμία γεννᾶται. Κἂν μυρίων ᾖς γέμων κακῶν, κἂν ἀκάθαρτος, μὴ φύγῃς τὴν ἐνταῦθα διατριβήν. Τί οὖν, φησὶν, ὅτι ἀκούων οὐ ποιῶ; Οὐ μικρὸν τὸ κέρδος ταλανίζειν ἑαυτόν· οὐκ ἄχρηστος οὗτος ὁ φόβος· οὐκ ἄκαιρον τοῦτο τὸ δέος. Ἐὰν στενάξῃς μόνον, ὅτι ἀκούων οὐ ποιῶ, πάντως καὶ ἐπὶ τὸ ποιεῖν ἥξεις ποτέ. Οὐ γὰρ ἔνεστι τῷ Θεῷ διαλεγόμενον, καὶ ἀκούοντα Θεοῦ διαλεγομένου, μὴ κερδαίνειν. Εὐθέως γοῦν συστελλόμεθα, καὶ τὰς χεῖρας νιπτόμεθα, ὅταν βιβλίον βουλώμεθα λαβεῖν. Ὁρᾷς καὶ πρὸ τῆς ἀναγνώσεως πόση εὐλάβεια; Ἂν δὴ καὶ μετὰ ἀκριβείας ἐπέλθωμεν, πολλὴν καρπωσόμεθα τὴν ὠφέλειαν. Οὐ γὰρ ἂν, εἰ μὴ ἐν εὐλαβείᾳ καθίστη τὴν ψυχὴν, τὰς χεῖρας ἂν ἀπενιψάμεθα· καὶ γυνὴ, κἂν ἀκατακάλυπτος ᾖ, περιτίθεται εὐθέως τὸ φάρος, τῆς ἔνδοθεν εὐλαβείας τὸ δεῖγμα ἐνδεικνυμένη· καὶ ἀνὴρ, ἐὰν κατακεκαλυμμένος ᾖ, γυμνοῖ τὴν κεφαλήν. Ὁρᾷς πῶς κήρυξ γίνεται τῆς ἔνδον εὐλαβείας τὸ ἔξωθεν σχῆμα; Εἶτα καὶ εἰς ἀκρόασιν καθίσας, ἐστέναξε πολλάκις καὶ κατέγνω τοῦ βίου τοῦ παρόντος. Προσέχωμεν τοίνυν ταῖς Γραφαῖς, ἀγαπητοί· καὶ εἰ μηδὲν ἕτερον, τὰ γοῦν εὐαγγέλια περισπούδαστα ἡμῖν γινέσθω, καὶ ταῦτα μεταχειριζώμεθα. Εὐθέως γὰρ, ἀναπτύξας τὸ βιβλίον, τοῦ Χριστοῦ τὸ ὄνομα ὄψει ἐγκείμενον, καὶ ἀκούσῃ εὐθέως λέγοντος· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἦν οὕτω. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ὁ δὲ ταῦτα ἀκούων, ἐπιθυμήσει παρθενίας εὐθέως, θαυμάζεται τὸν τόκον, ἀπαλλαγήσεται τῆς γῆς. Οὐ μικρὰ καὶ ταῦτα, ὅταν ἴδῃς καὶ Πνεύματος καταξιουμένην τὴν παρθένον, καὶ ἄγγελον αὐτῇ διαλεγόμενον. Καὶ ταῦτα μὲν ἐξ ἐπιπολῆς· εἰ δὲ ἐπιμείνῃς μέχρι τέλους ἐπιὼν, πάντα εὐθέως διαπτύσεις τὰ βιωτικὰ, πάντων καταγελάσῃ τῶν ἐνταῦθα· κἂν πλούσιος ᾖς, οὐδὲν ἡγήσῃ τὸν πλοῦτον, ἀκούσας ὅτι τέκτονος οὖσα ἐκείνη καὶ ταπεινῆς οἰκίας, μήτηρ τοῦ ∆εσπότου σου γέγονε· κἂν πένης ᾖς, οὐκ ἐπαισχυνθήσῃ τὴν πενίαν, μαθὼν ὅτι τὴν εὐτελεστάτην οἰκίαν οὐκ ἐπῃσχύνθη ὁ τοῦ κόσμου ∆ημιουργός. Ταῦτα ἐννοῶν, οὐχ ἁρπάσεις, οὐ πλεονεκτήσεις, οὐ λήψῃ τὰ τῶν ἑτέρων σύ· ἀλλ' ἐραστὴς ἔσῃ μᾶλλον πενίας, καὶ ὑπερόψει τὸν πλοῦτον. Ἂν δὲ τοῦτο γένηται, πάντα ἐξοριεῖς τὰ κακά. Πάλιν ὅταν ἴδῃς αὐτὸν ἐπὶ φάτνης κείμενον, οὐ σπουδάσεις τῷ παιδίῳ σου περιθεῖναι κόσμον χρυσοῦν, οὐδὲ τῇ γυναικὶ ἀργυρένδετον ποιῆσαι κλίνην. Ταῦτα δὲ μὴ σπουδάζων, οὐδὲ τὰς ἐκ τούτων ἐργάσῃ πλεονεξίας καὶ ἁρπαγάς. Πολλὰ καὶ ἕτερα ἔστι κερδᾶναι, ἅπερ οὐκ ἔνεστι νῦν κατὰ μέρος λέγειν· εἴσονται δὲ οἱ πεῖραν εἰληφότες. ∆ιὸ παρακαλῶ καὶ κτᾶσθαι βιβλία, καὶ μετὰ τῶν βιβλίων τὰ νοήματα κατέχειν, καὶ ταῖς διανοίαις ἐγγράφειν. Οἱ μὲν γὰρ Ἰουδαῖοι, ἐπειδὴ οὐ προσεῖχον, τῶν χειρῶν ἐκελεύοντο τὰ βιβλία ἐξαρτᾷν· ἡμεῖς δὲ οὔτε ἐν χερσὶν, ἀλλ' ἐν οἰκίᾳ τίθεμεν, δέον ἐντυποῦν τῇ καρδίᾳ. Οὕτω γὰρ τὸν παρόντα ἐκκαθαίροντες βίον, τευξόμεθα τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ν∆ʹ. Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.»

αʹ. Πολλῆς ὑπομονῆς δεῖται τὰ ἡμέτερα, ἀγαπητοί. Ἡ δὲ ὑπομονὴ γίνεται, ὅταν κατὰ βάθους ἐῤῥιζωμένα τὰ δόγματα ᾖ. Καθάπερ γὰρ τὴν δρῦν τὴν εἰς τοὺς κάτω κόλπους ἀφιεῖσαν τὰς ῥίζας καὶ περισφιγγομένην μετὰ ἀκριβείας, οὐδεὶς ἄνεμος προσπεσὼν ἀνασπάσαι δυνήσεται· οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν καθηλωμένην τῷ τοῦ Θεοῦ φόβῳ, οὐδεὶς περιτρέψαι δυνήσεται· τοῦ γὰρ ἐῤῥιζῶσθαι, τὸ καθηλῶσθαι πλέον ἐστί. Τοῦτο γοῦν ὁ Προφήτης εὔχεται, λέγων· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Οὕτω καὶ σὺ καθήλωσον καὶ σύναψον, ὡσανεὶ ἥλῳ προσπεπερονημένῳ. Ὥσπερ γὰρ οὗτοι δυσάλωτοι, οὕτως οἱ ἐναντίοι εὐάλωτοι γίνονται καὶ καταῤῥιπτοῦνται ῥᾳδίως· ὅπερ καὶ τότε ἔπασχον οἱ Ἰουδαῖοι. Ἀκούσαντες γὰρ καὶ πιστεύσαντες, πάλιν ἐξετράπησαν. Βουλόμενος οὖν ἐμβαθῦναι τὴν πίστιν αὐτῶν ὁ Χριστὸς, ὥστε μὴ ἐπιπολαίαν εἶναι, διασκάπτει τὴν ψυχὴν πληκτικωτέροις λόγοις. Τῶν γὰρ πιστευόντων ἦν καὶ ἐλέγχων ἀνέχεσθαι· οἱ δὲ εὐθέως ἠγρίαινον. Πῶς δὲ τοῦτο ποιεῖ; Πρῶτον παραγγέλλει· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μού ἐστε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς· μονονουχὶ λέγων, Μέλλω βαθεῖαν διδόναι τομὴν, ἀλλὰ μὴ σαλεύεσθε. Μᾶλλον δὲ καὶ διὰ τούτων αὐτῶν τὸν τύφον αὐτῶν τῆς διανοίας κατέστειλε. Τίνος ἐλευθερώσει, εἰπέ μοι; Ἁμαρτημάτων. Τί οὖν οἱ ἀλαζόνες ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Κατέπεσεν εὐθέως αὐτῶν ἡ διάνοια· τοῦτο δὲ γέγονεν, ἀπὸ τοῦ πρὸς τὰ κοσμικὰ ἐπτοῆσθαι. Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, δηλοῦντος ἦν τὰ ἐν τῇ καρδίᾳ αὐτῶν, καὶ εἰδότος ὅτι ἐπίστευσαν μὲν, οὐκ ἔμειναν δέ. Καὶ μέγα ἐπαγγέλλεται, τὸ μαθητὰς αὐτοῦ ἐκείνους γενέσθαι. Ἐπειδὴ γάρ τινες ἀνεχώρησαν πρώην, αἰνιττόμενος αὐτούς φησιν, Ἐὰν μείνητε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν καὶ ἐπίστευσαν, καὶ ἀνεχώρησαν, ἐπειδὴ οὐκ ἔμειναν. Πολλοὶ γὰρ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ παῤῥησίᾳ περιεπάτουν. Γνώσεσθε τὴν ἀλήθειαν· τουτέστιν, Ἐμέ· Ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ μὲν Ἰουδαϊκὰ πάντα τύπος ἦν· τὴν δὲ ἀλήθειαν παρ' ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς τῶν ἁμαρτημάτων. Ὥσπερ γὰρ ἐκείνοις ἔλεγεν· Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε· οὕτω καὶ τούτοις ἔλεγεν, Ἐλευθερώσει ὑμᾶς. Καὶ οὐκ εἶπεν, Ἀπαλλάξω ὑμᾶς δουλείας· ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν. Τί οὖν ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Καίτοι εἰ ἐχρῆν ἀγανακτῆσαι, ἐπὶ τῷ προτέρῳ εἰκὸς ἦν, τῷ εἰρηκέναι, Γνώσεσθε τὴν ἀλήθειαν, καὶ εἰπεῖν· Τί οὖν; νῦν τὴν ἀλήθειαν οὐκ ἴσμεν; ὁ νόμος οὖν ψεῦδος καὶ ἡ γνῶσις ἡ ἡμετέρα; Ἀλλ' οὐδενὸς τούτων αὐτοῖς ἔμελεν, ἀλλ' ἐπὶ κοσμικοῖς πράγμασιν ἀλγοῦσι, καὶ ταῦτα δουλείαν ὑποπτεύσαντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν πολλοὶ οἳ ἐπὶ μὲν τοῖς ἀδιαφόροις αἰσχύνονται, καὶ ἐπὶ τῇ δουλείᾳ ταύτῃ· ἐπὶ δὲ τῆς δουλείας τῆς ἁμαρτίας οὐκέτι, καὶ ἕλοιντο ἂν μυριάκις ἐκείνην κληθῆναι δοῦλοι τὴν δουλείαν, ἢ ταύτην ἅπαξ. Τοιοῦτοί τινες ἦσαν κἀκεῖνοι, καὶ οὐδὲ ᾔδεσαν ἄλλην δουλείαν, καί φασι· ∆ούλους ἐκάλεσας τοὺς ἀπὸ τοῦ γένους τοῦ Ἀβραὰμ, τοὺς εὐγενεῖς; οὓς οὐκ ἐχρῆν διὰ τοῦτο καλέσαι δούλους. Οὐδέποτε γὰρ, φησὶν, ἐδουλεύσαμεν. Τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ αὐχήματα· Σπέρμα Ἀβραάμ ἐσμεν, Ἰσραηλῖταί ἐσμεν. Οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται. ∆ιὰ τοῦτο πρὸς αὐτοὺς ἀνέκραγεν Ἰωάννης, λέγων· Μὴ δόξητε λέγειν, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. ∆ιατί δὲ μὴ ἤλεγξεν αὐτοὺς ὁ Χριστός; καὶ γὰρ πολλάκις ἐδούλευσαν, καὶ Αἰγυπτίοις, καὶ Βαβυλωνίοις, καὶ ἑτέροις πολλοῖς. Ὅτι οὐ πρὸς φιλοτιμίαν αὐτῷ τὰ λεγόμενα ἦν, ἀλλὰ πρὸς σωτηρίαν, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τοῦτο ἠπείγετο. Ἐπεὶ εἶπεν ἂν τὰ τετρακόσια ἔτη· εἶπεν ἂν τὰ ἑβδομήκοντα· εἶπεν ἂν τὰ ἐπὶ τῶν κριτῶν, τὰ ποτὲ μὲν εἴκοσι, ποτὲ δὲ δύο, ποτὲ δὲ ἑπτά· εἶπεν ἂν, πῶς οὐδέποτε διέλιπον δουλεύοντες. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζε δεῖξαι, δούλους ἀνθρώπων γενομένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥπερ ἐστὶ καὶ χαλεπωτάτη δουλεία, ἧς Θεὸς μόνος ἀπαλλάξαι δύναται. Τὸ γὰρ ἀφεῖναι ἁμαρτίας, οὐδενὸς ἑτέρου ἐστί· καὶ τοῦτο καὶ αὐτοὶ ὡμολόγουν. Ἐπεὶ οὖν τοῦτο ὡμολόγουν Θεοῦ ἔργον εἶναι, εἰς τοῦτο αὐτοὺς ἐνάγει, καί φησι· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, δεικνὺς ὅτι περὶ ταύτης λέγει τῆς ἐλευθερίας, τῆς ἀπὸ ταύτης τῆς δουλείας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἠρέμα καὶ ἐντεῦθεν τὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμενος τοὺς προτέρους χρόνους. Ἵνα γὰρ μὴ ἀνατρέχωσι καὶ λέγωσι· Θυσίας ἔχομεν ἃς ἐπέταξε Μωϋσῆς· ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται· διὰ τοῦτο ταῦτα ἐπήγαγεν. Ἐπεὶ ποίαν ἀκολουθίαν εἶχε τὰ εἰρημένα; Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οἱ ἱερεῖς αὐτοί. ∆ιὰ τοῦτο καὶ Παῦλός φησι περὶ τοῦ ἱερέως· ὅτι Ὀφείλει, φησὶ, προσφέρειν ὑπὲρ ἑαυτοῦ, καθὼς ὑπὲρ τοῦ λαοῦ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν. Καὶ τοῦτο δηλοῦται διὰ τοῦ εἰπεῖν, Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ. Ἐνταῦθα δὲ καὶ τὸ ὁμότιμον αὐτοῦ δείκνυσι τὸ πρὸς τὸν Πατέρα, καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου· ἡ γὰρ παραβολὴ τοῦτο βούλεται, τουτέστιν, οὐκ ἔχει ἐξουσίαν ὁ δοῦλος· τοῦτο γάρ ἐστι τὸ, Οὐ μένει.

βʹ. ∆ιατί δὲ περὶ ἁμαρτημάτων διαλεγόμενος, οἰκίας ἐμνημόνευσε; ∆εικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντων αὐτὸς ἐξουσιάζει. Τὸ δὲ, Οὐ μένει, τοῦτό ἐστιν· Οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὢν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστί. Τοῦτο γάρ ἐστι, Μένει εἰς τὸν αἰῶνα, ἀπὸ μεταφορᾶς τῶν ἀνθρωπίνων, ἵνα μὴ λέγωσι, Σὺ τίς εἶ; Ἐμά ἐστι πάντα· Υἱὸς γάρ εἰμι, καὶ ἐν τῇ οἰκίᾳ μένω τοῦ Πατρός· οἰκίαν τὴν ἐξουσίαν καλῶν. Καὶ γὰρ καὶ ἀλλαχοῦ οἰκίαν καλεῖ τοῦ Πατρὸς τὴν ἀρχήν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ἐπειδὴ γὰρ περὶ ἐλευθερίας καὶ δουλείας ὁ λόγος, εἰκότως ταύτῃ κέχρηται τῇ μεταφορᾷ, λέγων ὅτι οὐκ εἶχον ἐξουσίαν ἐκεῖνοι ἀφιέναι. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ. Εἶδες τὸ ὁμοούσιον τὸ πρὸς τὸν Πατέρα, καὶ πῶς δείκνυσι τὴν αὐτὴν ἔχοντα αὐτὸν ἐξουσίαν ἐκείνῳ; Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οὐδεὶς ἀντιλέγει λοιπὸν, ἀλλὰ βεβαίαν ἔχετε τὴν ἐλευθερίαν. Θεὸς γὰρ ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Ἐνταῦθα δείκνυσι καὶ ἁμαρτίας ἑαυτὸν καθαρὸν, καὶ τὴν μέχρι προσηγορίας ἐλευθερίαν αἰνίττεται· ταύτην γὰρ καὶ ἄνθρωποι διδόασιν, ἐκείνην δὲ μόνος ὁ Θεός. Καὶ διὰ τούτου πείθει αὐτοὺς μὴ αἰσχύνεσθαι ἐπὶ τῇ δουλείᾳ ταύτῃ, ἀλλ' ἐπὶ τῇ τῆς ἁμαρτίας. Καὶ βουλόμενος δεῖξαι, ὅτι εἰ καὶ δοῦλοι οὐκ ἦσαν, διὰ τοῦ ἐκείνην ἀποκρούσασθαι μᾶλλον γεγόνασι δοῦλοι, ἐπήγαγεν εὐθέως, Ὄντως ἐλεύθεροι ἔσεσθε. ∆ιὰ δὲ τῆς ἐπαγωγῆς καὶ ἐμφαίνει, ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν (εἰκὸς γὰρ τοῦτο ἦν εἰπεῖν), ὅρα πῶς αὐτοὺς εἰς τὴν κατηγορίαν ἐνέβαλε ταύτην. Ἀφεὶς γὰρ πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο τὸ μετὰ χεῖρας, ὃ ἔτι πράττειν ἐβούλοντο, ἄγει εἰς μέσον, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Ἠρέμα καὶ κατὰ μικρὸν ἐκβάλλει τῆς συγγενείας αὐτοὺς ἐκείνης, παιδεύων μὴ μέγα φρονεῖν ἐπὶ τούτῳ. Ὥσπερ γὰρ ἐλευθερία καὶ δουλεία ἀπὸ τῶν ἔργων, οὕτω καὶ συγγένεια. Καὶ οὐκ εἶπεν εὐθέως, Οὐκ ἐστὲ τοῦ Ἀβραὰμ, οἱ ἀνδροφόνοι τοῦ δικαίου· ἀλλὰ καὶ συντρέχει τέως, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, καὶ λοιπὸν καταφορικωτέρᾳ κέχρηται τῇ δημηγορίᾳ ταύτῃ. Καὶ γὰρ ἔστιν ὡς τὰ πολλὰ παρατηρῆσαι, ὅτι μέλλων μέγα ἐργάζεσθαί τι, μετὰ τὸ ἐργάσασθαι, πλείονι κέχρηται τῇ παῤῥησία, ὡς τῆς μαρτυρίας τῆς ἀπὸ τῶν ἔργων ἐπιστομιζούσης αὐτούς. Ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Τί οὖν, εἰ δικαίως, φησίν; Ἀλλ' οὐδὲ τοῦτο· διὸ καὶ τὴν αἰτίαν τίθησιν, ὅτι Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πῶς οὖν φησιν, ὅτι ἐπίστευον εἰς αὐτόν; Ἀλλ' ὅπερ ἔφην, μετετίθεντο πάλιν. ∆ιὸ καὶ σφόδρα αὐτῶν καθήψατο. Εἰ γὰρ τὴν συγγένειαν αὐχεῖτε ἐκείνου, καὶ τὸν βίον ἐπιδείξασθαι χρή. Καὶ οὐκ εἶπεν, Οὐ χωρεῖτε τὸν λόγον, ἀλλ', Οὐ χωρεῖ ὁ ἐμὸς λόγος ἐν ὑμῖν, τὸ ὑψηλὸν αὐτοῦ τῶν δογμάτων ἐπιδεικνύμενος. Καίτοι οὐδὲ ὑπὲρ τούτου ἀναιρεῖν ἐχρῆν, ἀλλὰ μᾶλλον τιμᾷν καὶ θεραπεύειν, ὥστε μαθεῖν. Τί οὖν, φησὶν, ἂν ἀπὸ σαυτοῦ ταῦτα λαλῇς; ∆ιὰ τοῦτο ἐπ ήγαγεν· Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, ποιεῖτε. Ὥσπερ, φησὶν, ἐγὼ καὶ ἀπὸ τῶν ῥημάτων, καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς ἀπὸ τῶν πραγμάτων. Οὐ γὰρ τὴν αὐτὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τὴν αὐτὴν ἀλήθειαν ἔχω τῷ Πατρί. Λέγουσιν αὐτῷ· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ πατέρα ἔχετε τὸν Ἀβραὰμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι. Συνεχῶς ἐνταῦθα τὴν φονικὴν αὐτῶν στρέφει προαίρεσιν, καὶ τοῦ Ἀβραὰμ μέμνηται. Ποιεῖ δὲ τοῦτο, καὶ ταύτης αὐτοὺς ἀπαγαγεῖν βουλόμενος τῆς συγγενείας, καὶ τὸ περιττὸν καύχημα ἐξελεῖν, καὶ πεῖσαι μηκέτι ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ' ἐν τῇ κατὰ προαίρεσιν. Τοῦτο γὰρ ἦν τὸ κωλύον αὐτοὺς προσελθεῖν τῷ Χριστῷ, τὸ νομίζειν ἀρκεῖν αὐτοῖς τὴν συγγένειαν ἐκείνην εἰς σωτηρίαν. Ποίαν δὲ ἀλήθειαν λέγει; Ὅτι ἴσος ἐστὶ τῷ Πατρί. ∆ιὰ γὰρ τοῦτο ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, καί φησι· Ζητεῖτέ με ἀποκτεῖναι, ὅτι τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός μου. ∆εικνὺς, ὅτι οὐκ ἐναντία τῷ Πατρὶ ταῦτά ἐστι, πάλιν ἐπ' αὐτὸν καταφεύγει. Λέγουσιν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Τί λέγεις; ὑμεῖς Πατέρα τὸν Θεὸν ἔχετε, καὶ τῷ Χριστῷ ἐγκαλεῖτε τοῦτο λέγοντι; Ὁρᾷς ὅτι ἐξαιρέτως ἔλεγεν αὐτοῦ Πατέρα εἶναι τὸν Θεόν; γʹ. Ἐπειδὴ τοίνυν τῆς συγγενείας αὐτοὺς ἐξέβαλε τοῦ Ἀβραὰμ, οὐδὲν ἔχοντες εἰπεῖν, ἕτερόν τι μεῖζον τολμῶσιν εἰς τὸν Θεὸν ἀνατρέχοντες. Ἀλλὰ καὶ ταύτης αὐτοὺς ἐκβάλλει τῆς τιμῆς, λέγων· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμὲ, ὅτι ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλε. ∆ιατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ· καὶ ἐπειδὴ μείζονα ἐτόλμησαν, τότε λοιπὸν ἐπάγει τὴν πληγὴν, λέγων, ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλ' ὅτι καὶ τοῦ διαβόλου εἰσὶν, ἀντίῤῥοπον τῆς ἀναισχυντίας διδοὺς τὴν τομήν· καὶ οὐδὲ ἀμάρτυρον αὐτὴν ἀφίησιν, ἀλλ' ἐλέγχοις αὐτὴν κατασκευάζει. Τὸ γὰρ φονεύειν, φησὶ, τῆς ἐκείνου κακίας ἐστί. Καὶ οὐκ εἶπεν ἁπλῶς, τὰ ἔργα, ἀλλὰ, Τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖτε, δεικνὺς ὅτι σφοδρῶς κἀκεῖνος καὶ οὗτοι φόνων ἔχονται, καὶ ὅτι φθόνος ἦν ἡ αἰτία. Οὐδὲ γὰρ ἔχων τι τῷ Ἀδὰμ ἐγκαλεῖν, ἀλλ' ἢ βασκαίνων μόνον, ἀνεῖλε. Τοῦτο οὖν καὶ ἐνταῦθα αἰνίττεται. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· τουτέστιν, ἐν τῷ ὀρθῷ βίῳ. Ἐπειδὴ γὰρ συνεχῶς αὐτοῦ κατηγόρουν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, λέγει ὅτι καὶ τοῦτο ἐκεῖθέν ἐστιν. Ἐκεῖνος γὰρ ἔτεκε τὸ ψεῦδος πρῶτος, λέγων· Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί. Καὶ αὐτὸς αὐτῷ πρῶτος ἐχρήσατο. Ἄνθρωποι μὲν γὰρ οὐχ ὡς ἰδίῳ αὐτῷ χρῶνται, ἀλλ' ὡς ἀλλοτρίῳ· οὗτος δὲ ὡς ἰδίῳ. Ἐγὼ δὲ ὅτι ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Ποία αὕτη ἀκολουθία; Οὐδὲν ἐγκαλοῦντες, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε. Ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἶτα ἐκεῖνοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα. Καὶ μὴν ἐκ πορνείας ἐγεννήθησαν πολλοί· καὶ γὰρ οὐ προσηκούσας ἐπιμιξίας ἐποιοῦντο· ἀλλ' οὐδὲ τοῦτο ἐλέγχει, ἀλλὰ πρὸς ἐκεῖνο ἵσταται. Ἐπειδὴ γὰρ ἔδειξεν οὐκ ὄντας ἐκ τοῦ Θεοῦ, ἀλλ' ἐκ τοῦ διαβόλου, ἐκ τούτων ἁπάντων (καὶ γὰρ τὸ φονεύειν διαβολικὸν, καὶ τὸ ψεύδεσθαι διαβολικόν· ἅπερ ἀμφότερα ὑμεῖς ποιεῖτε) δείκνυσιν ὅτι τὸ ἀγαπᾷν, τοῦτο σημεῖον τὸ ἐκ τοῦ Θεοῦ εἶναι. ∆ιατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ἐπειδὴ γὰρ ἀεὶ ἠπόρουν λέγοντες· Τί ἐστιν ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; διὰ τοῦτό φησιν· Οὐκ οἴδατε τὴν ἐμὴν λαλιὰν, ὅτι τὸν λόγον τοῦ Θεοῦ οὐκ ἔχετε. Τοῦτο δὲ ὑμῖν γίνεται διὰ τὸ χαμαίζηλον τῆς διανοίας, καὶ διὰ τὸ πολὺ μείζονα εἶναι τὰ ἐμά. Τί οὖν, εἰ μὴ δύναιντο συνιδεῖν; Ἐνταῦθα τὸ μὴ δύνασθαι, τὸ μὴ βούλεσθαί ἐστιν, ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε, ὅτι οὐδὲν μέγα φαντάζεσθε. Ἐπειδὴ γὰρ ἔλεγον διώκειν αὐτὸν ὡς ὑπὲρ τοῦ Θεοῦ ζηλοῦντες, διὰ τοῦτο πανταχοῦ πειρᾶται δεῖξαι, ὅτι τὸ διώκειν αὐτὸν, τοῦτο μισούντων ἐστὶ τὸν Θεόν· τοὐναντίον δὲ τὸ ἀγαπᾷν εἰδότων τὸν Θεὸν, φησίν. Ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Ἀπὸτούτων σεμνύνονται, ἀπὸ τιμῆς, οὐκ ἀπὸ κατορθωμάτων. Οὐκ ἄρα τοῦ ἀλλότριόν με εἶναι, τὸ μὴ πιστεύειν ὑμᾶς τεκμήριον· ἀλλὰ τοῦ ὑμᾶς μὴ εἰδέναι τὸν Θεὸν, ἡ ἀπιστία σημεῖον. Τὸ δὲ αἴτιον, ἐκ τοῦ θέλειν ψεύδεσθαι καὶ τὰ τοῦ διαβόλου ποιεῖν. Τοῦτο δὲ ποιεῖ ψυχῆς εὐτέλεια, καθάπερ ὁ Ἀπόστολός φησιν· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος, οὐχὶ σαρκικοί ἐστε; ∆ιατί δὲ οὐ δύνασθε; Ὅτι τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν, σπουδάζετε, φιλονεικεῖτε. Ὁρᾷς ὅτι τὸ, Οὐ δύνασθε, τὸ μὴ θέλειν λέγει; Ὅτι Ἀβραὰμ τοῦτο οὐκ ἐποίησεν. Ἀλλὰ τίνα ἐστὶναὐτοῦ τὰ ἔργα; Τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πειθήνιον. Ὑμεῖς δὲ ἐξ ἐναντίας ἵστασθε, ἀπηνεῖς ὄντες καὶ ὠμοί. Πόθεν δὲ αὐτοῖς ἐπῆλθεν ἐπὶ τὸν Θεὸν καταφυγεῖν; Ἀναξίους αὐτοὺς ἔδειξε τοῦ Ἀβραάμ. Βουλόμενοι οὖν τοῦτο διαφυγεῖν, ἐπὶ τὸ μεῖζον ἀνέβησαν. Ἐπειδὴ γὰρ ὠνείδισε φόνον, ὥσπερ ἀπολογίαν τινὰ ποιούμενοι ὅτι τὸν Θεὸν ἐκδικοῦσι, τοῦτο λέγουσι. ∆είκνυσιν οὖν ὅτι τοῦτο αὐτὸ ἐναντιουμένων ἐστὶ τῷ Θεῷ. Τὸ δὲ, Ἐξῆλθον, δείκνυσιν αὐτὸν ἐκεῖθεν ὄντα. Ἐξῆλθον δὲ λέγει, τὴν πρὸς ἡμᾶς ἄφιξιν αἰνιττόμενος. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς εἰπεῖν, ὅτι Ξένα τινὰ λέγεις καὶ καινὰ, παρὰ τοῦ Θεοῦ φησιν ἥκειν. Εἰκότως οὖν οὐκ ἀκούετε αὐτῶν, φησὶν, ἐκ τοῦ διαβόλου ὄντες. Τίνος γὰρ ἕνεκεν ἀναιρεῖτε; τί ἔχοντες ἐγκαλέσαι; Εἰ μὴ τοῦτό ἐστι, διατί οὐ πιστεύετέ μοι; Οὕτως οὖν αὐτοὺς ὄντας ἐκ τοῦ διαβόλου ἀπὸ τοῦ ψεύδους καὶ τοῦ φόνου δείξας, ἔδειξε καὶ ἀλλοτρίους ὄντας τοῦ Ἀβραὰμ καὶ τοῦ Θεοῦ, ἀπό τε τοῦ μισεῖν τὸν οὐδὲν ἠδικηκότα, ἀπό τε τοῦ μὴ ἀκούειν τὸν λόγον αὐτοῦ. Καὶ δείκνυσιν ἄνω καὶ κάτω, ὅτι οὔτε ἀντίθεος ἦν, οὔτε διὰ τοῦτο οὐκ ἐπίστευον, ἀλλ' ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ. Ὁ γὰρ ἁμαρτίαν μὴ πεποιηκὼς, ὁ λέγων ἑαυτὸν ἥκειν ἀπὸ τοῦ Θεοῦ, καὶ ἐκεῖθεν ἀπεστάλθαι, ὁ τὴν ἀλήθειαν λαλῶν, καὶ οὕτω τὴν ἀλήθειαν λαλῶν, ὡς πάντας πρὸς ἔλεγχον προσκαλεῖσθαι, εἶτα μὴ πιστευόμενος, εὔδηλον ὅτι διὰ τὸ σαρκικοὺς ἐκείνους εἶναι οὐ πιστεύεται. Οἶδε γὰρ, οἶδε ταπεινὴν ψυχὴν ποιεῖν ἁμαρτήματα. ∆ιὰ τοῦτό φησιν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς ὑμῶν. Ὅταν γὰρ τῶν ἐν τῇ γῇ καταφρονεῖν μὴ δύνηταί τις, πῶς ὑπὲρ τῶν ἐν οὐρανοῖς φιλοσοφήσει ποτέ; δʹ. ∆ιὰ τοῦτο, παρακαλῶ, πάντα πράττωμεν, ὥστε τὸν βίον ἡμῶν κατορθωθῆναι, ὥστε καθαρθῆναι τὴν διάνοιαν, ὥστε μηδὲν ἡμῖν ῥυπαρὸν γενέσθαι κώλυμα. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Ὁ γὰρ μὴ εἰδὼς ὅτι τὸ πλεονεκτεῖν κακὸν, πότε εἴσεται τὸ μεῖζον; ὁ μὴ ἀπεχόμενος τούτων, πότε ἐκείνων ἀνθέξεται; Καλὸν τὸ ἁρπάζειν, ἀλλ' οὐχὶ τὰ ἀπολλύμενα, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Βιασταὶ γὰρ, φησὶν, ἁρπάζουσιν αὐτήν. Οὐκ ἄρα μετὰ ῥᾳθυμίας ἔστιν ἐπιτυχεῖν αὐτῆς, ἀλλὰ μετὰ σπουδῆς. Τί δέ ἐστι, Βιασταί; Βίας χρεία πολλῆς (στενὴ γὰρ ἡ ὁδὸς), καὶ νεανικῆς δεῖ ψυχῆς καὶ γενναίας. Οἱ ἁρπάζοντες πάντας βούλονται προλαβεῖν· πρὸς οὐδὲν ὁρῶσιν, οὐ πρὸς κατάγνωσιν, οὐ πρὸς κατηγορίαν, οὐ πρὸς τιμωρίαν· ἀλλ' ἑνὸς γίνονται μόνου, τοῦ λαβεῖν ἅπερ βούλονται ἁρπάσαι, καὶ πάντας τοὺς ἔμπροσθεν παρατρέχουσιν. Ἁρπάσωμεν τοίνυν τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ ἔστιν ἐνταῦθα ἔγκλημα τὸ ἁρπάσαι, ἀλλ' ἔπαινος· ἔγκλημα δὲ, τὸ μὴ ἁρπάσαι. Ἐνταῦθα οὐ τῆς ἑτέρου ζημίας ὁ ἡμέτερος γίνεται πλοῦτος. Σπουδάσωμεν οὖν αὐτὴν ἁρπάσαι· κἂν ἐνοχλῇ θυμὸς, κἂν ἐνοχλῇ ἐπιθυμία, βιασώμεθα τὴν φύσιν· ἡμερώτεροι γενώμεθα· κάμωμεν ὀλίγον, ἵνα ἀναπαυσώμεθα διηνεκῶς. Μὴ ἁρπάσῃς χρυσὸν, ἀλλὰ ἅρπασον πλοῦτον, τὸν βόρβορον δεικνύντα τὸν χρυσόν. Εἰπὲ γάρ μοι· εἰ προύκειτο μόλυβδος καὶ χρυσὸς, τί ἂν ἥρπασας; οὐκ εὔδηλον ὅτι τὸν χρυσόν; Εἶτα ἔνθα μὲν ὁ ἁρπάζων κολάζεται, τὸ μεῖζον τιμᾷς· ἔνθα δὲ ὁ ἁρπάζων τιμᾶται, προδίδως τὸ μεῖζον; Εἰ γὰρ ἀμφοτέρωθεν κόλασις ἦν, οὐκ ἂν ἐπὶ τοῦτο μᾶλλον ἦλθες; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ μακαρισμός. Καὶ πῶς ἔστιν ἁρπάσαι, φησί; Ῥίψον τὰ ὄντα ἐν χερσίν. Ἕως γὰρ ἂν αὐτὰ κατέχῃς, ἐκεῖνα ἁρπάσαι οὐ δυνήσῃ. Ἐννόησον γάρ μοι ἄνδρα ἀργυρίου τὰς χεῖρας πεπληρωμένας ἔχοντα· μὴ δυνήσεται, ἕως ἂν κατέχῃ τοῦτο, ἁρπάσαι χρυσίον, ἐὰν μὴ ῥίψῃ αὐτὸ καὶ εὔλυτος γένηται; Τὸν γὰρ ἁρπάζοντα εὔζωνον εἶναι δεῖ, ὥστε μὴ κατασχεθῆναι. Καὶ γὰρ καὶ νῦν εἰσιν ἐναντίαι δυνάμεις κατατρέχουσαι ἡμῶν, ἵνα ἀφέλωνται. Ἀλλὰ φεύγωμεν αὐτὰς, φεύγωμεν, μηδεμίαν ἐπισυρόμενοι λαβὴν ἔξωθεν. ∆ιατέμωμεν τὰ σχοινία, γυμνοὶ γενώμεθα τῶν βιωτικῶν. Τίς χρεία τῶν σηρικῶν ἱματίων; μέχρι πότε τὸν γέλωτα τοῦτον ἀνελίττομεν; μέχρι πότε τὸ χρυσίον κατορύττομεν; Ἐβουλόμην παύσασθαι ταῦτα λέγων ἀεί· ἀλλ' ὑμεῖς οὐκ ἐᾶτε, ἀεί μοι παρέχοντες ἀφορμὰς καὶ ὑποθέσεις. Ἀλλὰ νῦν γοῦν ἀποστῶμεν, ἵνα καὶ ἑτέρους διὰ τοῦ βίου παιδεύσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΕʹ. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· «Οὐ καλῶς λέγομεν ἡμεῖς, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Ἀπεκρίθη ὁ Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα.»

αʹ. Ἀναίσχυντον ἡ κακία καὶ ἰταμὸν, καὶ ὅταν καταδύεσθαι δέῃ, τότε μᾶλλον ἀγριοῦται· ὅπερ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. ∆έον γὰρ ἐπὶ τοῖς ῥηθεῖσι κατανυγῆναι, θαυμάσαντας τὴν παῤῥησίαν καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν· οἱ δὲ καὶ ὑβρίζουσι, Σαμαρείτην καλοῦντες καὶ δαιμονῶντα λέγοντες, καί φασιν· Οὐχὶ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; Ὅταν γὰρ ὑψηλόν τι εἴπῃ, μανία τοῦτο δοκεῖ παρὰ τοῖς λίαν ἀναισθήτοις εἶναι. Καίτοι γε οὐδαμοῦ ὁ εὐαγγελιστὴς εἶπεν ἔμπροσθεν, ὅτι Σαμαρείτην ἐκάλεσαν· ἀλλ' εἰκὸς ἐκ τῆς ῥήσεως ταύτης πολλάκις παρ' αὐτῶν εἰρῆσθαι τοῦτο. ∆αιμόνιον ἔχεις, φησί. Καίτοι τίς ὁ δαιμόνιον ἔχων; ὁ τιμῶν τὸν Θεὸν, ἢ ὁ τὸν τιμῶντα ὑβρίζων; Τί οὖν ὁ Χριστὸς, ἡ πραότης, ἡ ἐπιείκεια; Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα τὸν πέμψαντά με. Ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν καὶ τὸν πολὺν αὐτῶν κατασπάσαι τύφον, καὶ παιδεῦσαι μὴ μέγα φρονεῖν ἐπὶ τῷ Ἀβραὰμ, σφοδρὸς ἦν· ἔνθα δὲ ὑβριζόμενον αὐτὸν ἔδει ἐνεγκεῖν, πολλῇ πραότητι κέχρηται. Ὅτε μὲν γὰρ ἔλεγον, ὅτι Πατέρα τὸν Θεὸν ἔχομεν καὶ τὸν Ἀβραὰμ, σφόδρα αὐτῶν καθήψατο· ὅτε δὲ αὐτὸν δαιμονῶντα ἐκάλουν, ὑφειμένως τῷ λόγῳ κέχρηται, παιδεύων ἡμᾶς, τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἡμᾶς παρορᾷν. Ἐγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν. Ταῦτα εἶπον, φησὶ, δεικνὺς ὅτι οὐ προσῆκεν ὑμῖν τὸν Θεὸν καλεῖν πατέρα, ἀνδροφόνοις οὖσιν. Ὥστε τῇ τιμῇ τῇ πρὸς ἐκεῖνον ταῦτα ἐφθεγξάμην, καὶ δι' ἐκεῖνον ταῦτα ἀκούω, καὶ δι' αὐτὸν ἀτιμάζετέ με. Ἀλλ' οὐδέν μοι μέλει τῆς ὕβρεως ταύτης· ἐκείνῳ γὰρ εὐθύνας ὀφείλετε τῶν λεχθέντων, δι' ὃν ταῦτα ἀκούω νῦν. Ἐγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν. ∆ιὰ τοῦτο ἀφεὶς τὸ κολάζειν ὑμᾶς, ἐπὶ παραίνεσιν τρέπομαι, καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἐξ ὧν οὐ μόνον τὴν κόλασιν διαφεύξεσθε, ἀλλὰ καὶ τῆς αἰωνίου ζωῆς ἐπιτεύξεσθε. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τίς μου τὸν λόγον τηρήσῃ, οὐ μὴ θεωρήσει θάνατον εἰς τὸν αἰῶνα. Ἐνταῦθα οὐ τὴν πίστιν μόνον φησὶν, ἀλλὰ καὶ τὸν βίον τὸν καθαρόν. Καὶ ἄνω μὲν ἔλεγε, Ζωὴν αἰώνιον ἕξει· ἐνταῦθα δὲ, φησὶ, Θάνατον οὐ μὴ θεωρήσει· ἅμα δὲ καὶ αἰνίττεται, ὅτι οὐδὲν δύνανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τηρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Τοῦτο γοῦν συνειδότες καὶ αὐτοὶ, λέγουσι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον· τουτέστιν, οἱ τὸν λόγον ἀκούσαντες τοῦ Θεοῦ ἀπέθανον· καὶ οἱ τὸν σὸν ἀκούσαντες οὐκ ἀποθανοῦνται; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; Ὢ τῆς κενοδοξίας! πάλιν ἐπὶ τὴν συγγένειαν αὐτοῦ καταφεύγουσι. Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· Μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ; ἢ οἱ ἀκούσαντές σου, τοῦ Ἀβραάμ; Ἀλλ' οὐ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον. Τὸ μὲν οὖν πρῶτον ἔδειξεν ἀνδροφόνους, καὶ ταύτῃ αὐτοὺς ἀπήγαγε τῆς συγγενείας· ὡς δὲ ἐνέμειναν, ἑτέρως αὐτὸ μεθοδεύει πάλιν, δεικνὺς ὅτι ἀνόνητα πονοῦσι, καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς διελέχθη, οὐδὲ ἀπεκάλυψεν, οὐδὲ εἶπε, ποῖον λέγει θάνατον· τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρείττων ἐστὶν, ἵνα καὶ τούτῳ δυσωπήσῃ. Μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φησὶν, ἤμην, οὐκ ἔδει ἀποθανεῖν οὐδὲν ἀδικήσαντα· ὅταν δὲ καὶ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ ὦ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα πονεῖτε, ἐπιχειροῦντες ἀνελεῖν; Τί οὖν ἐκεῖνοι; Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀλλ' οὐχ ἡ Σαμαρεῖτις οὕτως· οὐ γὰρ εἶπεν αὐτῷ· ∆αιμόνιον ἔχεις· ἀλλὰ τοσοῦτον μόνον, Μὴ σὺ μεί ζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; Οὗτοι μὲν γὰρ ἦσαν ὑβρισταὶ ἀλάστορες· ἐκείνη δὲ μαθεῖν ἐβούλετο. ∆ιὸ καὶ ἠπόρησε, καὶ μετὰ τῆς προσηκούσης συμμετρίας ἀπεκρίνατο, καὶ Κύριον αὐτὸν καλεῖ. Τὸν γὰρ πολλῷ μείζονα ἐπαγγελλόμενον, καὶ ἀξιόπιστον ὄντα, οὐχ ὑβρίζεσθαι ἔδει, ἀλλὰ καὶ θαυμάζεσθαι· οὗτοι δὲ δαιμονῶντα αὐτὸν λέγουσιν. Ἐκεῖνα μὲν γὰρ τὰ τῆς Σαμαρείτιδος ἀπορούσης ἦν· ταῦτα δὲ, ἀπιστούντων καὶ διεστραμμένων. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; Ὥστε τοῦτο μείζονα εἶναι ποιεῖ τοῦ Ἀβραάμ. Ὅταν οὖν ὑψωθέντα ἴδητε, ὁμολογήσετε ὅτι μείζων ἐστί. ∆ιὰ τοῦτο ἔλεγεν, Ὅταν ὑψώσητέ με, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Καὶ θέα σύνεσιν. Πρῶτον αὐτοὺς ἀποσχίσας τῆς συγγενείας, δείκνυσιν ἑαυτὸν ἐκείνου μείζονα ὄντα, ἵνα ἐκ πολλῆς τῆς ὑπεροχῆς μείζων θεωρηθῇ καὶ τῶν προφητῶν. Ἐπειδὴ γὰρ ἀεὶ προφήτην ἔλεγον αὐτὸν, διὰ ταῦτα ἔλεγεν· Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Ἐκεῖ μὲν οὖν ἔλεγεν, ὅτι ἐγείρει τοὺς νεκρούς· ἐνταῦθα δὲ, Οὐ μὴ θεωρήσει θάνατον ὁ πιστεύων· ὃ πολλῷ μεῖζον ἦν τοῦ μὴ συγχωρῆσαι κρατηθῆναι θανάτῳ· διὸ μᾶλλον ἠγριαίνοντο. Τί οὖν ἐκεῖνοι; Τίνα σεαυτὸν ποιεῖς; Καὶ τοῦτο ὑβριστικῶς· Σὺ, φησὶ, χαρίζῃ σαυτῷ. Πρὸς τοῦτο οὖν ὁ Χριστός· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, φησὶν, ἡ δόξα μου οὐδέν ἐστι.

βʹ. Τί λέγουσιν ἐνταῦθα οἱ αἱρετικοί; Ἤκουσε, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; καὶ οὐκ ἐθάῤῥησεν εἰπεῖν αὐτοῖς, ὅτι ναὶ, ἀλλὰ συνεσκιασμένως αὐτὸ ποιεῖ. Τί οὖν; οὐδέν ἐστιν ἡ δόξα αὐτοῦ; Πρὸς ἐκείνους οὐδέν ἐστιν. Ὥσπερ γὰρ λέγει, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθά φησιν· Ἔστιν ὁ δοξάζων με. Καὶ διατί μὴ εἶπεν, Ὁ Πατὴρ ὁ πέμψας με; ὡς ἄνω ἔλεγεν, ἀλλ' Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτόν, Ἐβούλετο γὰρ δεῖξαι, ὅτι οὐ μόνον Πατέρα αὐτὸν οὐκ ἴσασιν, ἀλλ' οὐδὲ Θεόν. Ἐγὼ δὲ οἶδα αὐτόν. Ὥστε οὐ τὸ λέγειν, Ἐγὼ οἶδα αὐτὸν, κόμπος ἐστίν· ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι, ψεῦδος· ὑμεῖς δὲ λέγοντες εἰδέναι αὐτὸν, ψεύδεσθε. Ὥσπερ οὖν ὑμεῖς εἰδέναι λέγοντες ψεύδεσθε· οὕτως ἐγὼ, ἐὰν εἴπω μὴ εἰδέναι. Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν. Ἐπειδὴ ἔλεγον, Τίνα σεαυτὸν ποιεῖς; φησίν· Ἐὰν ἐγὼ ποιῶ, ἡ δόξα μου οὐδέν ἐστιν. Ὥσπερ οὖν ἐγὼ αὐτὸν οἶδα ἀκριβῶς, οὕτως αὐτὸν ἀγνοεῖτε ὑμεῖς. Καθάπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλά φησιν, Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ὥστε μείζονα ποιῆσαι τὴν κατηγορίαν· οὕτως ἐνταῦθα οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλὰ τί; Ὃν ὑμεῖς λέγετε. ∆οὺς τὴν διὰ τῶν ῥημάτων καύχησιν, μεῖζον ἐποίησε τὸ ἔγκλημα. Πῶς δὲ οὐκ οἴδατε αὐτόν· Ὅτι τὸν πάντα ὑπὲρ αὐτοῦ καὶ λέγοντα καὶ ποιοῦντα, ὥστε αὐτὸν δοξασθῆναι, ὑβρίζετε, καίτοι παρ' ἐκείνου ἀποσταλέντα. Ἀλλὰ τοῦτο ἀμάρτυρον· ἀλλὰ τὸ ἑξῆς κατασκευαστικόν. Καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἐνταῦθα δὲ εἴ γέ τι εἶχον, ἠδύναντο ἐλέγξαι· μεγίστη γὰρ ἦν ἀπόδειξις τὸ παρ' ἐκείνου ἀπεστάλθαι. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Πάλιν δείκνυσιν αὐτοὺς ὄντας ἀλλοτρίους ἐκείνου, εἴ γε ἐφ' οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Τὴν δὲ ἡμέραν ἐνταῦθά μοι δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ τοῦ κριοῦ προσφορᾷ καὶ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε. Τί οὖν ἐκεῖνοι; Τεσσαράκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; Ὡς ἐγγὺς τῶν τεσσαράκοντα ἐτῶν λοιπὸν εἶναι τὸν Χριστόν. Λέγει αὐτοῖς· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ ἔλαβον λίθους, ἵνα βάλωσιν ἐπ' αὐτόν. Ὁρᾷς πῶς τὸ μείζονα εἶναι τοῦ Ἀβραὰμ κατεσκεύασεν; Ὁ γὰρ χαρεὶς, ἵνα ἴδῃ τὴν ἡμέραν, καὶ περισπούδαστον αὐτὸ θέμενος, εὔδηλον ὅτι τὴν ἐπὶ εὐεργεσίᾳ γενομένην, καὶ ὡς μείζονος. Ἐπειδὴ γὰρ ἔλεγον· Ὁ τοῦ τέκτονος υἱὸς, καὶ οὐδὲν πλέον ἐφαντάζοντο, κατὰ μικρὸν αὐτοὺς ἐνάγει πρὸς ὑψηλὴν διάνοιαν. Ὅτε μὲν οὖν ἤκουσαν, ὅτι Οὐκ οἴδατε τὸν Θεὸν, οὐκ ἤλγησαν· ὅτε δὲ ἤκουσαν, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ὡς τῆς εὐγενείας αὐτῶν ταπεινουμένης, ἠγρίαινον καὶ ἐλίθαζον. Εἶδε τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἐχάρη. ∆είκνυσιν ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, εἴ γε ἐπαινεῖ τὸν ἡσθέντα ἐπὶ τῷ σταυρῷ. Τοῦτο γὰρ σωτηρία τῆς οἰκουμένης ἦν. Οἱ δὲ λίθους ἔβαλλον· οὕτω πρὸς φόνους ἕτοιμοι ἦσαν. καὶ δι' ἑαυτῶν ταῦτα ἔπραττον, μηδὲν ἐξετάζοντες. ∆ιατί δὲ μὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγὼ ἤμην· ἀλλ' Ἐγώ εἰμι; Ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ λέξει τῇ, Εἰμί· οὕτω καὶ αὐτός. Τοῦ διηνεκῶς γὰρ εἶναι σημαντικὴ αὕτη, παντὸς ἀπηλλαγμένη χρόνου· διὰ τοῦτο καὶ βλάσφημον αὐτοῖς εἶναι δοκεῖ τὸ ῥῆμα. Εἰ δὲ τὴν πρὸς Ἀβραὰμ σύγκρισιν οὐκ ἤνεγκαν, καίτοι γε μικρὰν οὖσαν· εἰ συνεχῶς ἑαυτὸν ἐξίσου τῷ Πατρὶ, ἆρα ἂν διέλιπον αὐτὸν βάλλοντες; Εἶτα φεύγει πάλιν ἀνθρωπίνως, καὶ κρύπτεται, ἱκανὴν διδασκαλίαν αὐτοῖς παραθέμενος· καὶ τὰ αὐτοῦ πληρώσας, ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἴασιν τοῦ τυφλοῦ, διὰ τῶν ἔργων πιστούμενος, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστιν. Ἀλλ' ἴσως ἐρεῖ τις· Τίνος ἕνεκεν οὐκ ἐξέλυσεν αὐτῶν τὴν δύναμιν; οὕτω γὰρ ἂν ἐπίστευσαν. Παραλελυμένον ἐθεράπευσε, καὶ οὐκ ἐπίστευσαν· ἄλλα μυρία εἰργάσατο, καὶ ἐν αὐτῷ δὲ πάθει ἔῤῥιψεν αὐτοὺς ὑπτίους, καὶ ἐσκότωσεν αὐτῶν τὰς ὄψεις, καὶ οὐκ ἐπίστευσαν· καὶ πῶς ἂν ἐπίστευσαν, εἰ τὴν δύναμιν αὐτῶν ἐξέλυσε; Ψυχῆς γὰρ ἀπεγνωκυίας χεῖρον οὐδέν· κἂν σημεῖα ἴδῃ, κἂν τέρατα, μένει τὴν αὐτὴν ἀναισχυντίαν ἔχουσα. Καὶ γὰρ ὁ Φαραὼ μυρίας δεχόμενος πληγὰς, ὅτε ἐκολάζετο μόνον, ἐσωφρονίζετο, καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας τοιοῦτος ἔμεινε, διώκων οὓς ἀπέλυσε. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω ὁ Παῦλός φησι· Μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Καθάπερ γὰρ οἱ στῦλοι τοῦ σώματος νεκροῦνται λοιπὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν· οὕτω καὶ ψυχὴ, ὅταν πολλοῖς κατασχεθῇ πάθεσι, νεκροῦται πρὸς τὴν ἀρετήν. Κἂν εἰτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν· ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει.

γʹ. ∆ιὸ δὴ δέομαι, ἕως ἐλπίδας ἔχομεν σωτηρίας, ἕως δυνάμεθα ἐπιτρέψαι, πάντα ποιεῖν. Οἱ γὰρ ἀπηλγηκότες, καθάπερ τῶν κυβερνητῶν οἱ ἀπογνόντες τῇ πνεούσῃ τὸ σκάφος παραδιδόντες, οὐδὲν παρ' ἑαυτῶν εἰσφέρουσιν· οὕτω καὶ οὗτοι πειρῶνται λοιπόν. Ὅ τε γὰρ βάσκανος εἰς ἓν ὁρᾷ μόνον, τὴν ἐπιθυμίαν πληρῶσαι τὴν ἑαυτοῦ· κἂν κολάζεσθαι μέλλῃ, κἂν ἀναιρεῖσθαι, τοῦ πάθους γίνεται μόνου· καὶ ὁ ἀκόλαστος καὶ ὁ φιλοχρήματος. Εἰ δὲ τῶν παθῶν τοσαύτη ἡ τυραννὶς, πολλῷ μᾶλλον τῆς ἀρετῆς. Εἰ δι' ἐκεῖνα θανάτου καταφρονοῦμεν, πολλῷ μᾶλλον διὰ ταύτην. Εἰ ἐκεῖνοι τῆς ψυχῆς καταφρονοῦσι τῆς ἑαυτῶν, πολλῷ μᾶλλον ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας τοῦτο ποιεῖν χρή. Τίς γὰρ ἡμῖν ἔσται λόγος, ὅταν τῶν ἀπολλυμένων οὕτω σπουδαζόντων ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἡμεῖς ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας μηδὲ τοσαύτην ἐπιδειξώμεθα σπουδὴν, ἀλλ' ἀεὶ φθόνῳ τηκόμενοι διαμένωμεν; Οὐδὲν γὰρ βασκανίας χεῖρον· ἵνα ἕτερον ἀπολέσῃ, καὶ ἑαυτὸν προσαπολλύει. Βασκάνου ὀφθαλμὸς ἐκτήκεται λύπῃ, θανάτῳ συζῇ διηνεκεῖ, πάντας ἐχθροὺς ἡγεῖται, τοὺς οὐδὲν ἠδικηκότας. Ἀλγεῖ ὅτι ὁ Θεὸς τιμᾶται, χαίρει ἐφ' οἷς ὁ διάβολος χαίρει. Ὁ δεῖνα τετίμηται παρὰ ἀνθρώποις; Ἀλλ' οὐκ ἔστιν αὕτη τιμὴ, μὴ βασκάνῃς. Ἀλλὰ παρὰ Θεῷ τετίμηται; Ζήλωσον καὶ γένου ὅμοιος. Ἀλλ' οὐ βούλει; Τί τοίνυν καὶ σαυτὸν προσαπολλύεις; τί καὶ ὃ ἔχεις, ῥίπτεις; Οὐ δύνασαι γενέσθαι ἴσος ἐκείνῳ, οὐδὲ λαβεῖν τι καλόν; τί καὶ κακὸν προσλαμβάνεις; δέον συνήδεσθαι, ἵνα κἂν κοινωνῆσαι τῶν πόνων μὴ δυνηθῇς, ἐκ τοῦ συνήδεσθαι κερδάνῃς. Ἀρκεῖ γὰρ πολλαχοῦ καὶ προαίρεσις μέγα ποιῆσαι ἀγαθόν. Ὁ γοῦν Ἰεζεκιήλ φησι διὰ τοῦτο τοὺς Μωαβίτας κολάζεσθαι, διὰ τὸ ἐπιχαίρειν τοῖς Ἰσραηλίταις· καὶ ἄλλους τινὰς σώζεσθαι, ὅτι ἔστενον ἐπὶ τοῖς ἑτέρων κακοῖς. Εἰ δὲ τοῖς στενάζουσιν ἐπὶ τοῖς ἑτέρων κακοῖς ἐστί τις παραμυθία, πολλῷ μᾶλλον τοῖς ἡδομένοις ἐπὶ ταῖς ἑτέρων τιμαῖς. Ἐνεκάλει τοῖς Μωαβίταις, ὅτι ἐπέχαιρον τοῖς Ἰσραηλίταις· καίτοι γε ὁ Θεὸς ἐκόλαζεν· ἀλλ' οὐδὲ ὅταν αὐτὸς κολάζῃ, ἐφήδεσθαι ἡμᾶς βούλεται τοῖς κολαζομένοις· οὐδὲ γὰρ αὐτὸς βούλεται αὐτοὺς κολάσαι. Εἰ δὲ συναλγεῖν χρὴ κολαζομένοις, πολλῷ μᾶλλον τιμωμένοις μὴ φθονεῖν. Οὕτω γοῦν οἱ περὶ Κορὲ καὶ ∆αθὰν ἀπώλοντο, τοὺς μὲν φθονουμένους λαμπροτέρους ποιήσαντες, ἑαυτοὺς δὲ κολάσει παραδόντες. Θηρίον γάρ ἐστιν ἰοβόλον ὁ φθόνος, θηρίον ἀκάθαρτον, καὶ κακία προαιρέσεως, συγγνώμην οὐκ ἔχουσα, πονηρία ἀπολογίας ἀπεστερημένη, πάντων αἰτία καὶ μήτηρ τῶν κακῶν. ∆ιὸ πρόῤῥιζον αὐτὴν ἀνέλωμεν, ἵνα καὶ τῶν παρόντων κακῶν ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать