Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον 3

In Joannem 3 / На Евангелие от Иоанна 3

ΟΜΙΛΙΑ Νʹ. Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»

αʹ. Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Σφόδρα φιλάνθρωπος ὢν, καὶ τῆς ἡμετέρας σωτηρίας κηδόμενος, καὶ τῶν ἀγνωμόνων τὰ στόματα ἐμφράξαι θέλων, οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει, κἂν μηδεὶς ὁ προσέχων ᾖ. Τοῦτο γοῦν καὶ ὁ Προφήτης εἰδὼς ἔλεγεν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα, ἐπειδὴ τὸ τῶν λόγων ὑψηλὸν οὐκ ἐδέξαντο, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλεσαν, καὶ ἀνελεῖν ἐπεχείρουν, ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, θεραπεύει τυφλὸν, τῇ τε ἀπουσίᾳ τὸν θυμὸν παραμυθούμενος, καὶ διὰ τῆς ἐργασίας τοῦ σημείου τὸ σκληρὸν αὐτῶν καὶ ἀπηνὲς καταμαλάσσων, καὶ τὰ εἰρημένα πιστούμενος· καὶ ποιεῖ σημεῖον, οὐ τὸ τυχὸν, ἀλλὰ τότε πρῶτον συμβάν. Ἀπὸ γὰρ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Τυφλοῦ μὲν γὰρ ἴσως ἤνοιξέ τις· γεγεννημένου δὲ, οὐκ ἔτι. Καὶ ὅτι ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, ἐπὶ τὸ ἔργον ἦλθεν ἐπίτηδες, δῆλον ἐκεῖθεν· αὐτὸς γὰρ εἶδε τὸν τυφλὸν, οὐχ ὁ τυφλὸς αὐτῷ προσῆλθε· καὶ οὕτω σπουδαίως ἀνέβλεψεν, ὡς καὶ τοῖς μαθηταῖς αἴσθησιν παρασχεῖν. Ἀπὸ τούτου γοῦν καὶ ἐπὶ τὴν ἐρώτησιν ἦλθον. Ὁρῶντες γὰρ αὐτὸν σπουδαίως προσέχοντα, ἐπυνθάνοντο λέγοντες· Τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ; Ἐσφαλμένη ἡ ἐρώτησις. Πῶς γὰρ ἂν ἥμαρτε, πρὶν ἢ γεννηθῆναι; πῶς δὲ, τῶν γονέων ἁμαρτόντων, αὐτὸς ἂν ἐκολάσθη; Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; Πρὸ τούτου τὸν παραλελυμένον θεραπεύων, ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Οὗτοι τοίνυν ἐννοήσαντες, ὅτι ἐκεῖνος δι' ἁμαρτίας παρελύθη, λέγουσιν· Ἔστω, ἐκεῖνος δι' ἁμαρτήματα παρελύθη· περὶ τούτου δὲ τί ἂν εἴποις; οὗτος ἥμαρτεν; Ἀλλ' οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ' οἱ γονεῖς αὐτοῦ; Ἀλλ' οὐδὲ τοῦτο. Παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Ὥσπερ οὖν παιδίον κακούμενον ὁρῶντες λέγομεν· Τί ἄν τις εἴποι περὶ τούτου; τί ἐποίησε τὸ παιδίον; οὐκ ἐρωτῶντες, ἀλλὰ διαποροῦντες· οὕτω δὴ καὶ οἱ μαθηταὶ οὐ τοσοῦτον ἐρωτῶντες τοῦτο ἔλεγον, ἀλλ' ἀποροῦντες. Τί οὖν ὁ Χριστός; Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ. Τοῦτο δὲ οὐχ ἁμαρτημάτων ἀπαλλάττων αὐτούς φησιν (οὐ γὰρ ἁπλῶς εἶπεν, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἐπήγαγεν· Ἵνα τυφλὸς γεννηθῇ), ἀλλ' ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Ἥμαρτε μὲν γὰρ καὶ οὗτος, καὶ οἱ γονεῖς αὐτοῦ· ἀλλ' οὐκ ἐντεῦθεν, φησὶν, ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αἰτιῶν, διὰ τὰς τῶν γονέων ἁμαρτίας. Οὐδὲ γὰρ ἔνι, ἁμαρτάνοντος ἑτέρου, κολάζεσθαι ἕτερον. Ἐπεὶ εἰ τοῦτο δώσομεν, κἀκεῖνο δώσομεν, ὅτι πρὸ γενέσεως ἥμαρτεν. Ὥσπερ οὖν εἰπὼν, ὅτι Οὔτε οὗτος ἥμαρτεν, οὐ τοῦτο λέγει, ὅτι ἔνι ἐκ γενετῆς ἁμαρτεῖν καὶ κολασθῆναι· οὕτως εἰπὼν, Οὔτε οἱ γονεῖς αὐτοῦ, οὐ τοῦτο εἶπεν, ὅτι ἔνι διὰ γονέας κολασθῆναι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ' ἐπί τινων εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα τῶν προγόνων, γεγόνασι χείρους τῶν οὐδὲν τούτων θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν, ἅπερ ἔπαθον ἐκεῖνοι, ἐπειδὴ τὰ αὐτὰ τετολμήκασι. Καὶ ὅτι περὶ ἐκείνων εἴρηται, τῷ τόπῳ τις ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ. Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγαγεῖν αὐτὸν ἐβούλετο. Ἐγὼ δὲ καὶ εὐηργετῆσθαι αὐτόν φημι ἀπὸ τῆς πηρώσεως. Τοὺς γὰρ ἔνδον ἀνέβλεψεν ὀφθαλμούς. Τί γὰρ ὄφελός ἐστι τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρωθέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; ∆ιὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕτως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ' ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπολογίας, ἀλλ' ἵνα τύχωσι, ἀπολογίας. Καὶ πάλιν ἀλλαχοῦ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καίτοι οὐ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ' ἵνα κωλυθῇ ἡ ἁμαρτία.

βʹ. Ὁρᾷς πανταχοῦ τὸ ἐπίῤῥημα τῆς ἐκβάσεως ὄν; Καθάπερ γάρ τις οἰκοδόμος ἄριστος, τῆς οἰκίας τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ὥστε τοῖς ἀπιστοῦσι διὰ τοῦ λειψάνου καὶ περὶ τοῦ παντὸς ἀπολογήσασθαι· οὕτω καὶ ὁ Θεὸς, καθάπερ οἰκίαν τινὰ σεσαθρωμένην, τὸ σῶμα τὸ ἡμέτερον συγκολλᾷ καὶ ἀναπληροῖ, τήν τε χεῖρα τὴν ξηρὰν θεραπεύων, τὰ παραλελυμένα μέλη σφίγγων, τοὺς χωλοὺς διορθούμενος, τοὺς λεπροὺς καθαίρων, τοὺς νοσοῦντας ἐγείρων, τοὺς τὰ σκέλη πεπηρωμένους ἀρτίους ποιῶν, τοὺς νεκροὺς ἀπὸ θανάτου καλῶν, μεμυκότας ὀφθαλμοὺς διανοίγων, οὐκ ὄντας ἐπιτιθείς· ἅπερ ἅπαντα τῆς κατὰ φύσιν ἀσθενείας ὄντα πηρώματα, εἶτα διορθούμενος, ἐδείκνυ αὐτοῦ τὴν δύναμιν. Εἰπὼν δὲ, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ἐπειδὴ γὰρ ἤκουον, ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἐποίησε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, διὰ τοῦτο οὕτω καὶ αὐτὸς ἔπλασε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐγώ εἰμι ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου τοῦτο δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο. ∆ιὸ δὴ καὶ αὐτὸς χοῦν λαβὼν, καὶ φύρων τῷ πτύσματι, οὕτω τὴν κεκρυμμένην αὐτοῦ δόξαν ἐφανέρωσεν. Οὐ μικρὰ γὰρ δόξα, τὸ δημιουργὸν αὐτὸν νομισθῆναι τῆς κτίσεως. Ἀπὸ γὰρ τούτου καὶ τὰ ἄλλα συνεισήρχετο, ἀπὸ τοῦ μέρους καὶ τὸ ὅλον ἐπιστοῦτο. Ἡ γὰρ περὶ τοῦ μείζονος πίστις καὶ τὸ ἔλαττον ἐβεβαίου. Τῆς κτίσεως γὰρ ἁπάσης τιμιώτερον ἄνθρωπος, καὶ τῶν ἐν ἡμῖν μελῶν τιμιώτερος ὀφθαλμός. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν. Εἰ γὰρ καὶ μικρὸν τῷ μεγέθει τὸ μέλος, ἀλλ' ὅλου τοῦ σώματός ἐστιν ἀναγκαιότερον. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν· Ἐὰν εἴπῃ ἡ ἀκοὴ, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ διὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Πάντα μὲν γὰρ τὰ ἐν ἡμῖν τῆς τοῦ Θεοῦ σοφίας ἐστὶν ἀπόδειξις· πολλῷ δὲ μᾶλλον ὀφθαλμός. Τοῦτο γοῦν τὸ πᾶν διακυβερνᾷ σῶμα, τοῦτο τῷ παντὶ σώματι τὸ κάλλος ἐργάζεται, τοῦτο κοσμεῖ τὴν ὄψιν, τοῦτο λύχνος ἐστὶν ἁπάντων τῶν μελῶν. Ὅπερ γὰρ ἥλιος κατὰ τὴν οἰκουμένην, τοῦτο ὀφθαλμὸς ἐν τῷ σώματι. Ἂν σβέσῃς τὸν ἥλιον, πάντα ἀπώλεσας καὶ συνετάραξας· ἂν σβέσῃς τοὺς ὀφθαλμοὺς, καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες καὶ ψυχή. Οἴχεται γὰρ ἡ γνῶσις, πηρωθέντων τούτων· διὰ γὰρ τούτων τὸν Θεὸν ἐγνώκαμεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Οὐκ ἄρα τῷ σώματι λύχνος ὁ ὀφθαλμὸς μόνον, ἀλλὰ καὶ πρὸ τοῦ σώματος τῇ ψυχῇ. ∆ιόπερ ὥσπερ ἔν τινι βασιλικῷ χωρίῳ ἵδρυται, τὴν ἄνω λῆξιν λαχὼν, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθήμενος. Τοῦτον οὖν διαπλάττει. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὕλης δεῖται ὅταν ποιῇ, καὶ ἵνα μάθῃς ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν πηλοῦ χρείαν εἶχεν (ὁ γὰρ οὐκ οὔσας οὐσίας τὰς μείζους παραγαγὼν, πολλῷ μᾶλλον ταύτην χωρὶς ὕλης ἐποίησεν)· ἵνα οὖν μάθῃς ὅτι οὐ χρείας ἕνεκεν τοῦτο ποιεῖ, ἀλλὰ διδάσκων ἑαυτὸν εἶναι δημιουργὸν τὸν ἐν ἀρχῇ, χρίσας τὸν πηλόν φησιν· Ἄπελθε, νίψαι· ἵνα εἰδῇς ὅτι οὐ πηλοῦ δέομαι πρὸς τὸ ποιῆσαι ὀφθαλμοὺς, ἀλλ' ἵνα φανερωθῇ ἐν αὐτῷ ἡ δόξα ἡ ἐμή. Ὅτι γὰρ περὶ ἑαυτοῦ φησιν, εἰπὼν, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ἐπήγαγεν· Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με· τουτέστιν, Ἐμὲ δεῖ φανερῶσαι ἐμαυτὸν, καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντα, οὐ τοιαῦτα, ἀλλὰ τὰ αὐτὰ, ὃ μείζονός ἐστιν ἀπαραλλαξίας, καὶ ὅπερ ἐπὶ τῶν οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τίς οὖν ἀντιβλέψει λοιπὸν, ὁρῶν αὐτὸν τὰ αὐτὰ δυνάμενον τῷ Πατρί; Οὐ γὰρ ἔπλασε μόνον ὀφθαλμοὺς, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ ψυχὴν ἐμφυσῆσαι. Ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτὲ οὐδέν. Ὥστε καὶ τὴν ἀπὸ τῆς ψυχῆς ἐνέργειαν ἐχαρίσατο, καὶ τὸ μέλος ἔδωκε πάντα ἔχον, καὶ ἀρτηρίας, καὶ νεῦρα, καὶ φλέβας, καὶ αἷμα, καὶ τὰ ἄλλα πάντα, ἐξ ὧν σύγκειται ἡμῖν τὸ σῶμα. Ἐμὲ δεῖ ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Τί ταῦτα βούλεται τὰ ῥήματα; ποίαν δὲ ἀκολουθίαν ἔχει; Πολλήν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἕως ἡμέραἐστὶν, ἕως ἔξεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμὲ, ἕως ὁ βίος οὗτος ἐνέστηκε, δεῖ με ἐργάζεσθαι. Ἔρχεται νὺξ, τουτέστιν, ὁ μέλλων καιρός· ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Οὐκ εἶπεν, Ὅτε ἐγὼ οὐ δύναμαι ἐργάζεσθαι· ἀλλ' Ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, τουτέστιν, ὅτε οὐκ ἔτι πίστις ἐστὶν, οὔτε πόνοι, οὔτε μετάνοια. Ὅτι γὰρ ἔργον τὴν πίστιν λέγει, λέγουσιν αὐτῷ· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Λέγει· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πῶς οὖν τοῦτο τὸ ἔργον οὐδεὶς δύναται ἐργάζεσθαι τότε; Ὅτι οὔτε πίστις ἐστὶν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι φιλοτιμούμενος τοῦτο ποιεῖ, δείκνυσιν ὅτι φειδόμενος αὐτῶν πάντα ἐργάζεται, ἐνταῦθα μόνον ἐξουσίαν ἐχόντων πιστεύειν, καὶ μηκέτι δυναμένων ἐκεῖ καρποῦσθαί τι. ∆ιὰ τοῦτο οὐδὲ προσελθόντος τοῦ τυφλοῦ ἐποίησεν ὅπερ ἐποίησεν. Ὅτι μὲν γὰρ ἄξιος ἦν θεραπευθῆναι, καὶ εἰ ἔβλεπεν, ἐπίστευσεν ἂν καὶ προσῆλθεν, καὶ εἰ παρά τινος ἤκουσε παρόντα, οὐδ' ἂν οὕτως ἠμέλησεν, ἐκτῶν ἑξῆς δῆλον, ἐκ τῆς ἀνδρείας, ἐκ τῆς πίστεως αὐτῆς. Καὶ γὰρ ἦν εἰκὸς αὐτὸν ἐννοῆσαι καὶ εἰπεῖν· Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι. Οὐκ ἠδύνατο θεραπεῦσαι, καὶ τότε πέμψαι εἰς τὸ Σιλωάμ; Πολλάκις ἐνιψάμην ἐκεῖ μετὰ ἑτέρων πολλῶν, καὶ οὐδενὸς ἀπήλαυσα χρηστοῦ. Εἴ τινα δύναμιν εἶχε, παρὼν ἂν ἐθεράπευσεν· ὅπερ καὶ ὁ Νεεμὰν πρὸς τὸν Ἑλισσαῖον ἔλεγε. Καὶ γὰρ ἐκεῖνος κελευσθεὶς ἀπελθεῖν λούσασθαι εἰς τὸν Ἰορδάνην, ἠπίστει, καὶ ταῦτα φήμης τοσαύτης οὔσης περὶ τοῦ Ἑλισσαίου. Ἀλλ' οὐχ ὁ τυφλὸς ἠπίστησεν, οὐδὲ ἀντεῖπεν, οὐδὲ ἐλογίσατο πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐχρῆν ἐπιθεῖναι; τοῦτο πηρῶσαι μᾶλλόν ἐστι· τίς οὕτως ἀνέβλεψέ ποτε; Ἀλλ' οὐδὲν τούτων ἐλογίσατο. Εἶδες πίστιν στεῤῥὰν καὶ προθυμίαν; Ἔρχεται νύξ. ∆είκνυσιν ἐκ τούτου, ὅτι καὶ μετὰ τὸν σταυρὸν μέλλει προνοεῖν τῶν ἀσεβῶν, καὶ ἐπάγεσθαι πολλούς. Ἔτι γὰρ ἡμέρα ἐστί. Μετὰ δὲ τοῦτο τέλεον αὐτοὺς ἀποσχίζει. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου· ὃ καὶ ἑτέροις ἔλεγε· Πιστεύετε, ἕως τὸ φῶς μεθ' ὑμῶν ἐστι.

γʹ. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἐκεῖνον δὲ ἡμέραν; Οὐκ ἐναντιούμενος τῷ Χριστῷ, ἀλλὰ τὰ αὐτὰ λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ ταῖς ἐννοίαις. Καὶ γὰρ, φησὶν, Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Νύκτα γὰρ τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους, ἢ διὰ τὸ παραλαβεῖν αὐτὴν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ δὲ Χριστὸς νύκτα τὸ μέλλον καλεῖ, διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. Ὁ δὲ Παῦλος νύκτα τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστίᾳ. Πιστοῖς τοίνυν διαλεγόμενος ἔλεγεν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν, ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου· καὶ νύκτα τὸν παλαιὸν βίον καλεῖ. Ἀποθώμεθα γὰρ, φησὶ, τὰ ἔργα τοῦ σκότους. Ὁρᾷς ὅτι ἐκείνοις εἶναι νύκτα φησί; ∆ιὸ λέγει· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, ἵνα τοῦ φωτὸς ἀπολαύσωμεν ἐκείνου. Εἰ γὰρ τοῦτο οὕτω καλὸν τὸ φῶς, ἐννόησον ἡλίκον ἔσται ἐκεῖνο. Ὅσον γὰρ τοῦ λυχνιαίου φωτὸς τὸ ἡλιακὸν κρεῖττον, τοσοῦτον, καὶ πολλῷ πλέον ἐκεῖνο βέλτιον τούτου. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ὅτι Ὁ ἥλιος σκοτισθήσεται, τουτέστι, διὰ τὴν περιουσίαν ἐκείνης τῆς μαρμαρυγῆς, οὔτε οὗτος φανεῖται. Εἰ δὲ νῦν ὑπὲρ τοῦ φωτεινὰς ἔχειν οἰκίας, καὶ εὐαερεῖς, μυρία δαπανῶμεν χρήματα, οἰκοδομοῦντες, ταλαιπωρούμενοι· ἐννόησον πῶς χρὴ καὶ τὰ σώματα αὐτὰ δαπανᾷν, ὑπὲρ τοῦ λαμπρὰς ἡμῖν οἰκίας ἐν οὐρανοῖς οἰκοδομηθῆναι, ἔνθα τὸ φῶς ἐκεῖνο τὸ ἀπόῤῥητον. Ἐνταῦθα μὲν γὰρ καὶ μάχαι καὶ φιλονεικίαι περὶ ὅρων καὶ τοίχων· ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὐ φθόνος, οὐ βασκανία· οὐδὲ φιλονεικήσει τις ἡμῖν περὶ ὁροθεσίων. Καὶ ταύτην μὲν ἀπολιπεῖν ἀνάγκη πάντως, ἐκείνη δὲ συμπαραμένει διηνεκῶς· καὶ ταύτην μὲν ἀνάγκη σαθροῦσθαι τῷ χρόνῳ, καὶ μυρίαις ὑποκεῖσθαι βλάβαις, ἐκείνην δὲ μένειν ἀγήρω διηνεκῶς· καὶ ταύτην μὲν ὁ πένης οὐ δύναται οἰκοδομεῖν, ἐκείνην δὲ ἔστι καὶ διὰ δύο ὀβολῶν οἰκοδομῆσαι, καθάπερ ἡ χήρα. ∆ιὰ ταῦτα ἀποπνίγομαι, ὅτι, τοσούτων ἡμῖν προκειμένων ἀγαθῶν, ῥᾳθυμοῦμεν, ὀλιγωροῦμεν, καὶ ὅπως μὲν ἐνταῦθα λαμπρὰς σχοίημεν οἰκίας, ἅπαντα πράττομεν· ὅπως δὲ ἐν τοῖς οὐρανοῖς κἂν μικρὸν κτησώμεθα καταγώγιον, οὐ μεριμνῶμεν, οὐ φροντίζομεν. Εἰπὲ γάρ μοι· ποῦ ἐβούλου οἰκίαν ἔχειν ἐνταῦθα; ἆρα ἢ ἐν ἐρημίᾳ, ἢ ἐν μιᾷ τῶν πόλεων τῶν μικρῶν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐν ταῖς βασιλικωτάταις καὶ μεγάλαις, ἔνθα πλείων ἡ ἐμπορία, ἔνθα μείζων ἡ περιφάνεια. Ἐγὼ δέ σε εἰς πόλιν ἄγω τοιαύτην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ παρακαλῶ κτίζειν τε καὶ οἰκοδομεῖν, δι' ἐλαττόνων χρημάτων, δι' ἐλάττονος πόνου. Ἐκείνην τὴν οἰκίαν τῶν πενήτων οἰκοδομοῦσιν αἱ χεῖρες, καὶ τοῦτο μάλιστά ἐστιν οἰκοδομή· ὡς τά γε νῦν γινόμενα, ἐσχάτης ἀνοίας. Καὶ γὰρ εἴ τις σε εἰς Περσικὴν ἤγαγε γῆν, ὀψόμενον τὰ ἐκεῖ, καὶ ἐπανήξοντα· εἶτα ἐκέλευσεν οἰκίας δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψῃ; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείψουσι μετὰ σέ· πολλάκις δὲ καὶ πρὸ σοῦ· καὶ οἱ μετ' ἐκείνους πάλιν. Καὶ γίνεταί σοι καὶ ἐνταῦθα τὸ πρᾶγμα ἀθυμίας ὑπόθεσις, ὅταν τοὺς κληρονόμους κατέχοντας μὴ ἴδῃς. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν ὑποπτεῦσαι· ἀλλ' ἀκίνητος ἡ κτῆσις μένει, καὶ σοὶ, καὶ τοῖς παιδίοις καὶ τοῖς ἐγγόνοις, ἂν τὴν αὐτὴν ἀρετὴν μιμήσωνται. Ἐκείνης τῆς οἰκοδομῆς ὁ Χριστὸς ἐφάπτεται· ἐκείνην οἰκοδομοῦντα, οὐκ ἀνάγκη ἐπιμελητὰς ἐφιστᾷν, οὐδὲ φροντίζειν, οὐδὲ μεριμνᾷν. Ὅταν γὰρ ὁ Θεὸς τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οὕτως αὐτὴν οἰκοδομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν ἄριστος, καὶ σφόδρα σου κήδεται τῶν συμφερόντων. Κἂν πένης ᾖς, καὶ βουληθῇς οἰκοδομῆσαι τὴν οἰκίαν ταύτην, οὐ φέρει σοι φθόνον, οὐδὲ τίκτει σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων φθονεῖν, ἀλλ' οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν τὰ τοιαῦτα νοσούντων. Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέτρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων. ∆ιὰ δὴ ταῦτα πάντα, τὰ ὄντα εἰς τοὺς πένητας κενώσωμεν, ἵνα ἐκείνων ἐπιτύχωμεν τῶν σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΖʹ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πη λὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶ πεν· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.

αʹ. Τοὺς μέλλοντάς τι παρὰ τῶν ἀναγινωσκομένων καρποῦσθαι, οὐδὲ τὸ μικρὸν τῶν λεγομένων παρατρέχειν δεῖ. ∆ιὰ γὰρ τοῦτο ἐρευνᾷν τὰς Γραφὰς ἐκελεύσθημεν, ἐπειδὴ δοκεῖ τὰ πολλὰ, καίτοι γε αὐτόθεν ὄντα εὔκολα, πολλὴν ἐν τῷ βάθει διάνοιαν ἔχειν ἀποκεκρυμμένην. Ὅρα γὰρ οἷόν ἐστι καὶ τὸ παρόν. Ταῦτα γὰρ εἰπὼν, φησὶν, ἔπτυσε χαμαί. Ποῖα ταῦτα; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, καὶ ὅτι ∆εῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με. Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ εὐαγγελιστὴς, καὶ ἐπήγαγεν, ὅτι Ἔπτυσεν· ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο. Καὶ διατί μὴ ὕδατι κέχρηται, ἀλλὰ πτύσματι εἰς τὸν πηλόν; Ἔμελλεν αὐτὸν πέμπειν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μηδὲν ἐπιγραφῇ τῇ πηγῇ, ἀλλὰ μάθῃς ὅτι ἡ ἐκ τοῦ στόματος ἐξελθοῦσα δύναμις αὐτὴ καὶ διέπλασε καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς, ἔπτυσε χαμαί. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς ἐπισημηνάμενος ἔλεγε, Καὶ ἐποίησε πηλὸν ἀπὸ τοῦ πτύσματος. Εἶτα, ἵνα μὴ δόξῃ τῆς γῆς εἶναι τὸ κατόρθωμα, ἐκέλευσε νίψασθαι. Τίνος οὖν ἕνεκεν οὐκ εὐθέως τοῦτο ἐποίησεν, ἀλλ' ἐπὶ τὸν Σιλωὰμ ἔπεμψεν; Ἵνα μάθῃς τοῦ τυφλοῦ τὴν πίστιν· καὶ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη. Εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τοὺς ὀφθαλμοὺς κεχρισμένον. Τῷ γὰρ παραδόξῳ πάντας ἂν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε εἰδότας αὐτὸν, τούς τε ἀγνοοῦντας, καὶ μετὰ ἀκριβείας ἂν αὐτῷ προσέσχον. Ἐπειδὴ γὰρ οὐκ εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ γενέσθαι πρότερον μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα προσεκτικώτεροι γενόμενοι μηκέτι δύνωνται λέγειν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Πρὸς δὲ τούτοις κἀκεῖνο βούλεται κατασκευάζειν, ὅτι οὐκ ἀλλότριός ἐστι τοῦ νόμου καὶ τῆς Παλαιᾶς, πέμπων εἰς τὸν Σιλωάμ. Οὐδὲ γὰρ ἐκεῖνο λοιπὸν ὑποπτεῦσαι ἦν, μὴ ὁ Σιλωὰμ λάβῃ τὴν δόξαν. Καὶ γὰρ πολλοὶ πολλάκις ἐκεῖ τοὺς ὀφθαλμοὺς ἀπονιψάμενοι, οὐδενὸς ἀπήλαυσαν τοιούτου. Κἀκεῖ γὰρ ἡ δύναμις ἦν τοῦ Χριστοῦ, ἡ πάντα ἐργαζομένη. ∆ιὰ τοῦτο καὶ τὴν ἑρμηνείαν ἡμῖν προστίθησιν ὁ εὐαγγελιστής. Εἰπὼν γὰρ, Εἰς τὸν Σιλωὰμ, προσέθηκεν, Ὅ ἐστιν, ἀπεσταλμένος· ἵνα μάθῃς ὅτι κἀκεῖ ὁ Χριστὸς αὐτὸν ἐθεράπευσε, καθάπερ ὁ Παῦλός φησιν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὥσπερ οὖν πέτρα ἦν ὁ Χριστὸς πνευματικὴ, οὕτω καὶ Σιλωὰμ ἦν πνευματικός. Ἐμοὶ δὲ δοκεῖ καὶ τὸ ἀθρόον τῆς τοῦ ὕδατος παρουσίας αἰνίττεσθαι μυστήριον ἡμῖν ἀπόῤῥητον. Ποῖον δὴ τοῦτο; Τὸ ἀπροσδόκητον τῆς ἐπιφανείας καὶ παρ' ἐλπίδα πᾶσαν. Ἀλλ' ὅρα τοῦ τυφλοῦ τὴν γνώμην πρὸς πάντα ὑπακούουσαν. Οὐδὲ γὰρ εἶπεν, Εἰ ὅλως ὁ πηλός ἐστιν, ἢ τὸ πτύσμα τὸ παρέχον τοὺς ὀφθαλμοὺς, τί μοι χρεία τοῦ Σιλωάμ; εἰ δὲ χρεία τοῦ Σιλωὰμ, τίς χρεία τοῦ πηλοῦ; τίνος ἕνεκεν ἔχρισεν; τίνος ἕνεκεν νίψασθαι ἐκέλευσεν; Ἀλλ' οὐδὲν τούτων ἐλογίσατο· ἀλλὰ πρὸς ἓν παρεσκεύαστο μόνον, ἅπαντα πείθεσθαι τῷ κελεύοντι, καὶ οὐδὲν αὐτὸν τῶν γινομένων ἐσκανδάλιζεν. Εἰ δὲ λέγοι τις· Πῶς οὖν ἀνέβλε ψεν ἀποθέμενος τὸν πηλόν; οὐδὲν ἄλλο ἀκούσεται παρ' ἡμῶν ἢ ὅτι τὸν τρόπον οὐκ ἴσμεν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς οὐκ ἴσμεν; Οὐδὲ γὰρ ὁ εὐαγγελιστὴς ἠπίστατο, οὐδὲ αὐτὸς ὁ τεθεραπευμένος· ἀλλὰ τὸ μὲν γεγενημένον οἶδε, τὸν δὲ τρόπον καταλαβεῖν οὐ δύναται. Τοῦτο δὲ καὶ ἐρωτώμενος ἔλεγεν, ὅτι Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Πῶς δὲ τοῦτο γέγονεν, οὐκ ἔχει λέγειν, κἂν μυριάκις ἐρωτήσωσιν. Οἱ οὖν γείτονες, φησὶ, καὶ οἱ θεωροῦντες αὐτὸν ὅτι προσαίτης ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον· Οὗτός ἐστι. Τὸ γὰρ παράδοξον τοῦ γεγενημένου, καὶ εἰς ἀπιστίαν αὐτοὺς ἦγε· καίτοι γε τοσούτων οἰκονομηθέντων ὥστε μὴ ἀπιστῆσαι. Οἱ δὲ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Βαβαὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας! ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων, κἀντεῦθεν τοὺς Ἰουδαίους ἐπιστομίζων! Ὅτι οὐ τοὺς λαμπροὺς, οὐδὲ τοὺς περιφανεῖς, οὐδὲ τοὺς ἄρχοντας, ἀλλὰ καὶ τοὺς ἀσήμους τῆς αὐτῆς ἠξίου προνοίας. Καὶ γὰρ ἐπὶ σωτηρίᾳ πάντων ἀφῖκτο. Ὃ δὲ ἐπὶ τοῦ παραλυτικοῦ γέγονε, τοῦτο καὶ ἐπὶ τούτου γίνεται. Οὔτε γὰρ ἐκεῖνος ᾔδει τίς ἐστιν ὁ θεραπεύσας αὐτὸν, οὔτε οὗτος. Ἐγίνετο δὲ τοῦτο διὰ τὴν ἀναχώρησιν τοῦ Χριστοῦ. Ἀνεχώρει δὲ ἀεὶ θεραπεύων ὁ Ἰησοῦς, ὥστε πᾶσαν ὑποψίαν περιαιρεθῆναι τῶν σημείων. Οἱ γὰρ μὴ εἰδότες αὐτὸν ὅστις ἐστὶ, πῶς ἂν ἐχαρίσαντο αὐτῷ καὶ συγκατεσκεύασαν τὰ γεγενημένα; Οὐδὲ γὰρ τῶν περιιόντων ἦν οὗτος, ἀλλὰ τῶν καθημένων παρὰ τὰς θύρας τοῦ ἱεροῦ. Ἀμφισβητούντων δὲ πάντων περὶ αὐτοῦ, τί φησιν ἐκεῖνος; Ἐγώ εἰμι. Οὐκ ᾐσχύνθη τὴν προτέραν πήρωσιν, οὐδὲ ἔδεισε τοῦ δήμου τὸν θυμὸν, οὐδὲ παρῃτήσατο δεῖξαι ἑαυτὸν, ἵνα κηρύξῃ τὸν εὐεργέτην. Λέγουσιν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Λέγει αὐτοῖς· Ἄνθρωπος λεγόμενος Ἰησοῦς. Τί λέγεις; ἄνθρωπος τοιαῦτα ἐργάζεται; Ἀλλ' οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ. Ἄνθρωπος λεγόμενος Ἰησοῦς ἐποίησε πηλὸν καὶ ἐπέχρισεν.

βʹ. Ὅρα πῶς ἀληθής ἐστιν. Οὐκ εἶπεν, πόθεν ἐποίησε· ὃ γὰρ οὐκ οἶδεν, οὐ λέγει. Οὐδὲ γὰρ εἶδεν ὅτι χαμαὶ ἔπτυσεν· ὅτι δὲ ἐπέχρισε, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἀφῆς. Καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. Καὶ τοῦτο ἡ ἀκοὴ ἐμαρτύρησε. Καὶ πόθεν ἐπεγίνωσκεν αὐτοῦ τὴν φωνήν; Ἀπὸ τῆς διαλέξεως τῆς πρὸς τοὺς μαθητάς. Καὶ ταῦτα λέγων ἅπαντα, καὶ τὴν διὰ τῶν ἔργων μαρτυρίαν λαβὼν, τὸν τρόπον εἰπεῖν οὐ δύναται. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν καὶ ψηλαφωμένων πίστεως δεῖ, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀοράτων. Λέγουσιν αὐτῷ· Ποῦ ἔστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. Ἔλεγον δὲ τοῦτο, τὸ, Ποῦ ἔστιν ἐκεῖνος; φονῶντες ἤδη κατ' αὐτοῦ Θέα δὲ τοῦ Χριστοῦ τὸ ἀκόμπαστον, πῶς οὐ παρῆν τοῖς θεραπευομένοις. Οὐ γὰρ δόξαν καρπώσασθαι ἐβούλετο, οὐδὲ ὀχλαγωγεῖν, οὐδὲ ἐπιδείκνυσθαι. Ὅρα πῶς ἅπαντα φιλαλήθως ἀποκρίνεται ὁ τυφλός. Ἐβούλοντο μὲν οὖν τὸν Χριστὸν εὑρεῖν, ὥστε αὐτὸν ἀγαγεῖν πρὸς τοὺς ἱερεῖς· ἐπειδὴ δὲ οὐκ ἐπέτυχον, ἄγουσι τὸν τυφλὸν πρὸς τοὺς Φαρισαίους, ὡς σφοδρότερον ἐρωτήσοντας. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται ὅτι σάββατον ἦν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, καὶ τὴν αἰτίαν, δι' ἣν ἐζήτουν, ὡς λαβὴν δῆθεν εὑρίσκοντες, καὶ δυνάμενοι τὸ θαῦμα διαβαλεῖν, διὰ τῆς δοκούσης εἶναι τοῦ νόμου παραβάσεως. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εὐθέως ἰδόντας αὐτὸν μηδὲν ἄλλο εἰπεῖν, ἀλλ' ἢ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Καὶ ὅρα πῶς λέγουσιν. Οὐ γὰρ εἶπον, Πῶς ἀνέβλεψας; ἀλλὰ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; διδόντες αὐτῷ πρόφασιν τοῦ διαβαλεῖν αὐτὸν ἐπ' ἐργασίᾳ. Ὁ δὲ ὡς πρὸς ἀκηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα εἰπὼν, οὔτε, ὅτι Εἶπέ μοι, Ὕπαγε, νίψαι, εὐθέως φησί· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ὡς πολλῆς ἤδη γεγενημένης διαβολῆς, κἀκείνων εἰρηκότων, Ἴδε ὁ Ἰησοῦς οἷς ἐργάζεται ἐν σαββάτῳ, πηλὸν χρίει. Σὺ δέ μοι σκόπει, πῶς οὐ ταράττεται ὁ τυφλός. Ὅτε μὲν γὰρ ἐπ' ἐκείνων ἔλεγεν ἀκινδύνως ἐρωτώμενος, οὐχ οὕτω μέγα ἦν τὸ τὴν ἀλήθειαν εἰπεῖν· τὸ δὲ θαυμαστόν ἐστι νῦν, ὅτι καὶ ἐν πλείονι φόβῳ καταστὰς, οὔτε ἀρνεῖται, οὔτε ἐναντία λέγει τοῖς προτέροις. Τί οὖν οἱ Φαρισαῖοι; μᾶλλον δὲ καὶ οἱ ἄλλοι; Ἤγαγον μὲν αὐτὸν ὡς ἀρνησόμενον· τοὐναντίον δὲ ἔπαθον ὅπερ οὐκ ἐβούλοντο, καὶ ἀκριβέστερον ἔμαθον. Καὶ τοῦτο πανταχοῦ τῶν σημείων ὑπομένουσι· μᾶλλον δὲ ἐν τοῖς ἑξῆς τοῦτο σαφέστερον ἀποδείξομεν. Τί οὖν οἱ Φαρισαῖοι; Ἔλεγόν τινες, οὐ πάντες, ἀλλ' οἱ ἰταμώτεροι· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Ὁρᾷς ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο; Οἱ γὰρ πρὸ τούτου πέμψαντες, ὥστε ἀγαγεῖν αὐτὸν, ἄκουσον τί λέγουσι νῦν, εἰ καὶ μὴ πάντες. Καὶ γὰρ ἄρχοντες ὄντες ὑπὸ τῆς φιλοδοξίας εἰς ἀπιστίαν ἔπιπτον. Ὅμως δὲ καὶ τῶν ἀρχόντων οἱ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· οὐχ ὡμολόγουν δέ. Ὁ μὲν οὖν πολὺς λαὸς εὐκαταφρόνητος ἦν, ἅτε μηδὲ μέγα συντελῶν εἰς τὴν συναγωγὴν αὐτῶν· οἱ δὲ ἄρχοντες μᾶλλον περίβλεπτοι ὄντες, δυσκολώτερον ἐπαῤῥησιάζοντο. Τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ ὁ παρὰ τῶν πολλῶν φόβος. ∆ιὸ καὶ ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ αὐτοὶ μὲν φονεύειν ζητοῦντες ἀδίκως, τοῦ Θεοῦ ἔλεγον εἶναι· τὸν δὲ τυφλοὺς θεραπεύοντα οὐ δύνασθαι εἶναι ἐκ τοῦ Θεοῦ, διὰ τὸ σάββατον μὴ τηρεῖν. Πρὸς ταῦτα ἀντέθηκαν οὗτοι, ὅτι ἁμαρτωλὸς τοιαῦτα σημεῖα οὐ δύναται ποιεῖν. Ἐκεῖνοι μὲν οὖν κακούργως τὸ γεγονὸς σιγῶντες, τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἔφερον. Οὐ γὰρ ἔλεγον, ὅτι ἐν τῷ σαββάτῳ θεραπεύει, ἀλλ' ὅτι Τὸ σάββατον οὐ τηρεῖ· οὗτοι δὲ πάλιν ἀσθενῶς. ∆έον γὰρ ἐπιδεῖξαι πῶς τὸ σάββατον οὐ λύεται, ἀπὸ τῶν σημείων ἰσχυρίζονται μόνον· καὶ εἰκότως. Ἔτι γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ ἑτέρως εἶχον ἀπολογήσασθαι, ὅτι τοῦ σαββάτου κύριος ἦν, καὶ αὐτὸς αὐτὸ πεποίηκεν· ἀλλ' οὐδέπω ταύτην εἶχον τὴν γνώμην. Οὐδεὶς μέντοι αὐτῶν ἐτόλμα ἅπερ ἐβούλετο φανερῶς εἰπεῖν, οὐδὲ ἐν ἀποφάσει, ἀλλ' ἐν ἀμφισβητήσει, οἱ μὲν διὰ τὸ ἀπαῤῥησίαστον, οἱ δὲ διὰ φιλαρχίαν. Σχίσμα οὖν ἦν ἐν αὐτοῖς. Τοῦτο τὸ σχίσμα πρῶτον ἤρξατο ἐν τῷ λαῷ· εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσι. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ, Οὐχὶ, ἀλλ' ἀπατᾷ τὸν ὄχλον. Ὁρᾷς πῶς ἀσυνετώτεροι τῶν πολλῶν οἱ ἄρχοντες σχισθέντες ὕστερον; Ἀλλὰ μετὰ τὸ σχισθῆναι πάλιν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὁρῶντες τοὺς Φαρισαίους ἐπικειμένους. Ὡς εἴ γε τέλεον ἀπεσχίσθησαν, ταχέως ἂν τὴν ἀλήθειαν ἐπέγνωσαν. Ἔστι γὰρ σχισθῆναι καλῶς. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἔστι γὰρ καὶ κακὴ ὁμόνοια, ἔστι καὶ καλὴ διαφωνία. Καὶ γὰρ οἱ τὸν πύργον οἰκοδομοῦντες, ὡμονόησαν ἐπὶ κακῷ τῷ ἑαυτῶν· καὶ οἱ αὐτοὶ οὗτοι πάλιν, ἄκοντες μὲν, ἐπὶ συμφέροντι δὲ ὅμως ἐσχίσθησαν. Καὶ οἱ περὶ Κορὲ δὲ κακῶς ὡμονόησαν, διὰ τοῦτο καλῶς ἐσχίσθησαν καὶ Ἰούδας ὡμονόησε μετὰ τῶν Ἰουδαίων κακῶς. Ἔστιν οὖν σχισθῆναι καλῶς, καὶ ἔστιν ὁμονοῆσαι κακῶς. ∆ιὰ τοῦτό φησιν· Ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν· ἐὰν ὁ ποῦς σου, ἔκτεμε αὐτόν. Εἰ δὲ ἀπὸ μέλους ἀποσχίζεσθαι χρὴ κακῶς συνημμένου, οὐ πολλῷ μᾶλλον ἀπὸ φίλων κακῶς ἡνωμένων ἡμῖν; Ὥστε οὐ πανταχοῦ ὁμόνοια καλὸν, ὥσπερ οὖν οὐδὲ πανταχοῦ ἡ διάστασις κακόν.

γʹ. Ταῦτα λέγω, ἵνα φεύγωμεν πονηροὺς, καὶ διώκωμεν ἀγαθούς. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα· καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκόπτειν αὐτοὺς καὶ ῥίπτειν ἀναγκαῖον. Πολλάκις γὰρ οὕτω κερδανοῦσι μᾶλλον. ∆ιὸ καὶ Παῦλος οὕτω παρῄνει λέγων· Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ, Ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. ∆εινὸν γὰρ, δεινὸν συνουσία πονηρῶν. Οὐχ οὕτω ταχέως λοιμὸς ἅπτεται, καὶ ψώρα διαφθείρει τοὺς ἀναχρωννυμένους, τοὺς τῷ νοσήματι κατεχομένους, ὡς ἡ τῶν πονηρῶν κακία ἀνδρῶν. Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί. Καὶ ὁ προφήτης πάλιν, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε. Μηδεὶς τοίνυν φαῦλον ἐχέτω φίλον. Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐκ αἰδούμεθα τὴν φύσιν, οὐδὲ τοὺς ταύτης νόμους, οὐδὲ τὴν ἐξ αὐτῆς ἀνάγκην· πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ, πονηροὺς ὄντας. Κἂν γὰρ μηδεμίαν παρ' αὐτῶν δεξώμεθα βλάβην, τὴν γοῦν πονηρὰν δόξαν διαφυγεῖν οὐκ ἰσχύσομεν. Οἱ γὰρ ἔξωθεν οὐ τὸν βίον ἐρευνῶσιν, ἀλλ' ἀπὸ τῶν συνόντων ἡμᾶς κρίνουσι. Ταῦτα καὶ γυναιξὶ καὶ παρθένοις παρεγγυῶ. Προνοούμενοι γὰρ, φησὶ, καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Πάντα τοίνυν πράττωμεν, ὥστε μὴ σκανδαλισθῆναι τὸν πλησίον. Βίος γὰρ κἂν σφόδρα ὀρθὸς ᾖ, σκάνδαλον ἑτέροις παρέχων, τὸ πᾶν ἀπώλεσε. Καὶ πῶς ἔνι τὸν ὀρθὸν βίον σκανδαλίσαι; Ὅταν ἡ συνουσία τῶν οὐκ ὀρθῶν πονηρὰν αὐτῷ περιθῇ δόξαν. Ἐπειδὰν γὰρ θαῤῥοῦντες ἑαυτοῖς συνῶμεν τοῖς πονηροῖς, κἂν αὐτοὶ μὴ βλαβῶμεν, ἑτέρους ἐσκανδαλίσαμεν. Ταῦτα καὶ ἀνδράσι καὶ γυναιξὶ λέγω καὶ παρθένοις, καταλιμπάνων αὐτῶν τῷ συνειδότι μετὰ ἀκριβείας εἰδέναι πόσα ἐντεῦθεν τίκτεται κακά. Ἐγὼ μὲν γὰρ οὐδὲν ὑποπτεύω πονηρὸν, οὐδὲ ἄλλος τις ἴσως τῶν τελειοτέρων· ὁ δὲ ἀφελέστερος ἀδελφὸς ἐπὶ τῇ σῇ παραβλάπτεται τελειότητι. ∆εῖ δὲ καὶ τῆς ἀσθενείας τῆς ἐκείνου προνοεῖν. Κἂν οὗτος μὴ βλαβῇ, ἀλλ' ὁ Ἕλλην παραβλάπτεται. Ὁ δὲ Παῦλος ἐκέλευσεν ἀπροσκόπους εἶναι, καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Ἐγὼ πονηρὸν οὐδὲν ὑποπτεύω περὶ τῆς παρθένου (ἀγαπῶ γὰρ τὴν παρθενίαν· Ἡ δὲ ἀγάπη οὐ λογίζεται τὸ κακόν)· ἐγὼ σφόδρα ἐραστής εἰμι τῆς πολιτείας ταύτης, καὶ οὐδὲ λογίσασθαί τι δύναμαι ἄτοπον. Πῶς τοὺς ἔξω πείσομεν; δεῖ γὰρ κἀκείνων ποιεῖσθαι πρόνοιαν. Οὕτω τοίνυν τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, ἵνα μηδὲ τῶν ἀπίστων τις ἔχῃ καθ' ἡμῶν δικαίαν εὑρεῖν λαβήν. Ὥσπερ γὰρ οἱ βίον ὀρθὸν ἐπιδεικνύμενοι δοξάζουσι τὸν Θεὸν οὕτως οἱ τὸν ἐναντίον, βλασφημηθῆναι παρασκευάζουσιν. Ἀλλὰ μὴ γένοιτό τινας τοιούτους εἶναι παρ' ἡμῖν, ἀλλ' οὕτω λάμψαι τὰ ἔργα ἡμῶν, ὥστε δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ τῆς παρ' αὐτοῦ δόξης ἡμᾶς ἀπολαῦσαι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΗʹ. Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐ τοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, Ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι.

αʹ. Τὰς Γραφὰς οὐχ ἁπλῶς οὐδὲ παρέργως ἐπιέναι χρὴ, ἀλλὰ μετὰ ἀκριβείας ἁπάσης, ὥστε μὴ συμποδίζεσθαι. Καὶ γὰρ καὶ νῦν εἰκότως ἄν τις ἐνταῦθα διαπορήσειε, πῶς εἰπόντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, λέγουσιν αὐτῷ· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Καὶ οὐκ εἶπον, Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι παρέλυσε τὸ σάββατον; ἀλλὰ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τιθέασι. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ εἰσὶν αὐτοὶ οἱ λέγοντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ' οἱ σχισθέντες ἀπ' αὐτῶν· οἳ καὶ εἶπον, Ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται τοιαῦτα σημεῖα ποιεῖν. Βουλόμενοι γὰρ αὐτοὺς ἐπιστομίσαι πλέον, ἵνα μὴ δόξωσιν αὐτοὶ συνηγορεῖν τῷ Χριστῷ, τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν εἰς μέσον ἄγουσι καὶ ἐρωτῶσιν. Ὅρα τοίνυν τοῦ πένητος τὴν σοφίαν. Ἁπάντων γὰρ τούτων συνετωτέρως φθέγγεται. Καὶ πρῶτον μέν φησιν, ὅτι Προφήτης ἐστὶ, καὶ οὐ κατέπτηξεν αὐτῶν τῶν διεστραμμένων Ἰουδαίων τὴν κρίσιν, τῶν ἀντιλεγόντων, καὶ λεγόντων· Πῶς δύναται οὗτος εἶναι παρὰ τοῦ Θεοῦ, τὸ σάββατον οὐ τηρῶν; ἀλλ' ἔλεγεν, ὅτι Προφήτης ἐστί. Καὶ οὐκ ἐπίστευσαν ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως οὗ ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Καὶ σκόπει πόσοις τρόποις ἐπιχειροῦσι τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν. Ἀλλ' αὐτὴ τῆς ἀληθείας ἡ φύσις, δι' ὧν δοκεῖ παρὰ τῶν ἀνθρώπων ἐπιβουλεύεσθαι, διὰ τούτων ἰσχυροτέρα γίνεται· διὰ τούτων λάμπει, δι' ὧν συσκιάζεται. Εἰ γὰρ μὴ ταῦτα ἐγένετο, κἂν ὑπωπτεύθη παρὰ τοῖς πολλοῖς τὸ θαῦμα· νυνὶ δὲ ὡς σπουδάζοντες γυμνῶσαι τὴν ἀλήθειαν, οὕτως ἅπαντα πράττουσι, καὶ οὐκ ἂν ἑτέρως ἐποίησαν, εἴ γε ὑπὲρ τοῦ Χριστοῦ πάντα ἐποίουν. Καὶ γὰρ ἐπεχείρησαν διὰ τούτου τοῦ τρόπου καταβαλεῖν αὐτὸν, λέγοντες, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; τουτέστι, μὴ γοητείᾳ τινί; Καὶ γὰρ ἀλλαχοῦ μηδὲν ἔχοντες ἐπισκῆψαι, τῷ τρόπῳ τῆς θεραπείας ἐπηρεάζειν ἐπιχειροῦσι λέγοντες· Οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ. Καὶ ἐνταῦθα πάλιν, οὐδὲν ἔχοντες εἰπεῖν, ἐπὶ τὸν καιρὸν καταφεύγουσι λέγοντες, ὅτι Λύει τὸ σάββατον· καὶ πάλιν, ὅτι Ἁμαρτωλός ἐστι. Καὶ μὴν φθονοῦντας ὑμᾶς καὶ ἑτοίμους ὄντας ἐπιλαβέσθαι τῶν αὐτῷ πεπραγμένων, μετὰ πάσης ἠρώτησεν ἀκριβείας, λέγων, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας· Καὶ οὐδεὶς ἐφθέγξατο, οὐδὲ εἶπεν, ὅτι Βλα σφημεῖς, ἀναμάρτητον λέγων σεαυτόν. Καίτοι γε εἰ εἶχον εἰπεῖν, οὐκ ἂν ἐσίγησαν. Οἱ γὰρ διὰ τὸ ἀκοῦσαι, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστι, λιθάσαντες αὐτὸν καὶ εἰπόντες ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἑαυτοὺς μὲν ἐκ τοῦ Θεοῦ αὐχοῦντες εἶναι, ἀνδροφόνους ὄντας, τὸν δὲ τοιαῦτα σημεῖα πράττοντα, ἐπειδὴ ἐθεράπευσεν, οὐκ εἶναι ἐκ τοῦ Θεοῦ διὰ τὸ μὴ τηρεῖν τὸ σάββατον λέγοντες· εἰ σκιὰν γοῦν εἶχον ἐγκλήματος, οὐκ ἂν παρέδραμον. Εἰ δὲ διὰ τοῦτο ἁμαρτωλὸν καλοῦσι, διότι τὸ σάββατον ἐδόκει λύειν, καὶ τοῦτο ἕωλον ἐφάνη τὸ ἔγκλημα, τῶν μετ' αὐτῶν τεταγμένων, ψυχρότητα πολλὴν καὶ μικροψυχίαν καταγνόντων αὐτῶν. Πάντοθεν τοίνυν συμποδισθέντες, ἐφ' ἕτερον ἔρχονται λοιπὸν ἀναισχυντότερον καὶ ἰταμώτερον. Ποῖον δὴ τοῦτο; Οὐκ ἐπίστευσαν, φησὶν, ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψε. Πῶς οὖν ἐνεκάλεσαν ὅτι τὸ σάββατον οὐ τηρεῖ, ἢ δηλονότι ὡς πιστεύσαντες; πῶς δὲ οὐ προσείχετε τῷ πολλῷ λαῷ; τοῖς γείτοσι τοῖς εἰδόσιν αὐτόν; Ἀλλ' ὅπερ ἔφην, πανταχοῦ τὸ ψεῦδος ἑαυτῷ μὲν περιπίπτει, δι' ὧν ἐπηρεάζειν τῇ ἀληθείᾳ δοκεῖ, τὴν δὲ ἀλήθειαν λαμπροτέραν ἐμφαίνει, ὃ δὴ καὶ νῦν γέγονεν. Ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐδὲν ἀκριβὲς εἶπον οἱ γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν, ἀλλὰ παρωμοίαζον, ἄγουσιν εἰς μέσον τοὺς γονεῖς, δι' ὧν ἐποίουν ἄκοντες τὸ γεγενημένον ἀληθὲς δεικνύντες. Καὶ γὰρ οὗτοι μάλιστα πάντων τὸ τέκνον ἠπίσταντο τὸ ἑαυτῶν. Ἐπειδὴ γὰρ αὐτὸν καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ' ἑώρων μετὰ πάσης παῤῥησίας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκων τιτρώσκειν τὸ θαῦμα. Καὶ ὅρα τῆς ἐρωτήσεως τὴν κακίαν. Τί γάρ φησιν; Στήσαντες αὐτοὺς εἰς τὸ μέσον, ὥστε εἰς ἀγωνίαν ἐμβαλεῖν, μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν; Καὶ οὐκ εἶπαν, Ὁ ποτὲ τυφλός· ἀλλὰ πῶς; Ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη, ὡσανεὶ κακουργούντων αὐτῶν, καὶ τὰ τοῦ Χριστοῦ συγκροτούντων. Ὦ μιαροὶ, καὶ παμμίαροι! καὶ τίς ἂν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύσασθαι παιδός; Μονονουχὶ γὰρ λέγουσιν, Ὃν ὑμεῖς ἐποιήσατε τυφλόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ διεδώκατε πανταχοῦ τὸν λόγον. Πῶς οὖν βλέπει νῦν; Ὢ τῆς ἀνοίας! Ὑμῶν, φησὶν, ἐστὶ τὸ σκευώρημα καὶ ἡ κατασκευή. ∆ύο γὰρ τούτοις αὐτοὺς εἰς ἄρνησιν ἄγειν ἐπιχειροῦσι, τῷ τε εἰπεῖν, Ὃν ὑμεῖς λέγετε, καὶ τῷ εἰπεῖν. Πῶς οὖν βλέπει ἄρτι; βʹ. Τριῶν τοίνυν ἐρωτήσεων γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι. Καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθεραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα, ταῦτα ὁμολογεῖν. Πῶς γὰρ ἂν ἐχαρίσαντο οἱ γονεῖς, οἱ καὶ ὧν ᾔδεσάν τινα σιγήσαντες διὰ τὸν φόβον τῶν Ἰουδαίων; Τί γάρ φασιν; Ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, ἡμεῖς οἴδαμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λόγον λαλήσει. Ἀξιόπιστον αὐτὸν ποιήσαντες, οὕτω παρῃτήσαντο· Οὐκ ἔστι παιδίον, φησὶν, οὐδὲ ἀτελὴς, ἀλλ' ἱκανὸν ἑαυτῷ μαρτυρῆσαι. Ταῦτα δὲ εἶπον διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὅρα πῶς πάλιν τὴν δόξαν αὐτῶν ὁ εὐαγγελιστὴς καὶ τὴν γνώμην εἰς μέσον ἄγει. Ταῦτα λέγω, διὰ τὸ ῥῆμα ἐκεῖνο, ὃ ἔμπροσθεν ἔλεγον, εἰπόντες, ὅτι Ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ· ὅτι εἰ καὶ ἐκεῖνο τῆς γνώμης ἦν τῶν Ἰουδαίων, ἀλλὰ μὴ τῆς κρίσεως τοῦ Χριστοῦ, προσέθηκεν ἂν καὶ εἶπεν, ὅτι γνώμη ἦν Ἰουδαϊκή. Ἐπεὶ οὖν παρέπεμψαν αὐτοὺς πρὸς τὸν τεθεραπευμένον, πάλιν ἐφώνησαν ἐκ δευτέρου. Καὶ φανερῶς μὲν καὶ ἀναισχύντως οὐ λέγουσιν· Ἄρνησαι ὅτι ὁ Χριστὸς ἐθεράπευσε· προσχήματι δὲ εὐλαβείας τοῦτο κατασκευάσαι βούλονται. ∆ὸς γὰρ, φησὶ, δόξαν τῷ Θεῷ. Τοῖς μὲν γὰρ γονεῦσιν εἰπεῖν, Ἀρνήσασθε ὅτι υἱὸς ὑμῶν ἐστι, καὶ ὅτι τυφλὸν ἐγεννήσατε, σφόδρα ἐδόκει καταγέλαστον εἶναι· αὐτῷ δὲ πάλιν εἰπεῖν τοῦτο, φανερὰ ἦν ἀναισχυντία. ∆ιὰ τοῦτο μὲν οὐ λέγουσιν, ἑτέρως δὲ αὐτὸ μεθοδεύουσι, ∆ὸς δόξαν τῷ Θεῷ, λέγοντες· τουτέστιν, Ὁμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστι. Πῶς οὖν αὐτὸν οὐκ ἠλέγξατε λέγοντα· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; πόθεν δὲ ἴστε ὅτι ἁμαρτωλός ἐστι; Εἰπόντων δὲ αὐτῶν, ∆ὸς δόξαν τῷ Θεῷ, καὶ τούτου μηδὲν εἰπόντος, ἀπαντήσας ὁ Χριστὸς, ἐπῄνεσε καὶ οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπε, ∆ιατί οὐκ ἔδωκας δόξαν τῷ Θεῷ; ἀλλὰ τί; Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι δοῦναι δόξαν τῷ Θεῷ. Εἰ δὲ οὐκ ἦν ἰσότιμος τῷ Πατρὶ, αὕτη δόξα οὐκ ἂν ἦν. Ἀλλ' ἐπειδὴ ὁ τιμῶν τὸν Υἱὸν αὐτός ἐστιν ὁ τιμῶν τὸν Πατέρα, εἰκότως οὐκ ἐπιτιμᾶται ὁ τυφλός. Ὅτε μὲν οὖν προσεδόκων τοὺς γονεῖς ἀνανεύειν καὶ ἀρνεῖσθαι, οὐδὲν αὐτῷ ἔλεγον· ἐπειδὴ δὲ εἶδον οὐδὲν πλέον αὐτοῖς γεγενημένον ἐκ τούτου, ἐπὶ τοῦτον ἔρχονται πάλιν, λέγοντες, ὅτι Ἁμαρτωλός ἐστιν οὗτος. Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω. Ἆρα μὴ ἐφοβήθη ὁ τυφλός; Μὴ γένοιτο. Καὶ πῶς ὁ εἰπὼν, ὅτι Προφήτης ἐστὶ, λέγει, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; Οὐχ οὕτως ἔχων, οὐδὲ τοῦτο πεπεικὼς ἑαυτὸν, ἀλλὰ βουλόμενος ἀπὸ τῆς τοῦ πράγματος μαρτυρίας, ἀλλ' οὐκ ἀπὸ τῆς αὐτοῦ φωνῆς ἀπαλλάξαι τῶν ἐγκλημάτων αὐτὸν, καὶ ἀξιόπιστον ποιῆσαι τὴν ἀπολογίαν, τῆς ἀπὸ τῆς εὐεργεσίας μαρτυρίας καταψηφιζομένης αὐτῶν. Εἰ γὰρ μετὰ πλείονας λόγους εἰπόντος αὐτοῦ, ὅτι Εἰ μὴ οὗτος ἦν θεοσεβὴς, οὐκ ἠδύνατο τοιαῦτα σημεῖα ποιεῖν, οὕτως ἠγανάκτουν ὡς εἰπεῖν, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; εἰ ἐξ ἀρχῆς τοῦτο εἶπεν, τί οὐκ ἂν ἔπραξαν; τί δὲ οὐκ εἶπαν; Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; ὡσανεὶ ἔλεγεν· Οὐδὲν ὑπὲρ τοῦτον λέγω νῦν, οὐδὲ ἀποφαίνο μαι τέως· ἐκεῖνο μέντοι οἶδα σαφῶς καὶ διισχυρισαίμην ἂν, ὅτι ἁμαρτωλὸς ὢν, οὐκ ἂν τοιαῦτα ἐποίησε. ∆ιὰ τοῦτο καὶ ἀνύποπτον ἐποίησεν ἑαυτὸν, καὶ τὴν μαρτυρίαν ἀδέκαστον, ὡς οὐκ ἔτι χαριζόμενος, ἀλλ' ἀπὸ τοῦ πράγματος μαρτυρῶν. Ἐπεὶ οὖν οὐκ ἴσχυσαν ἀνατρέψαι οὐδὲ ἀνελεῖν τὸ γεγονὸς, πάλιν ἐπὶ τὸ πρότερον ἔρχονται, τὸν τρόπον τῆς θεραπείας περιεργαζόμενοι, καθάπερ τινὲς θήραν ἀσφαλῶς προκειμένην πάντοθεν διερευνώμενοι, καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ περιτρέχοντες. Καὶ ἐπὶ τοὺς προτέρους ἔρχονται λόγους, ἵνα πάλιν σαθροὺς αὐτοὺς ποιήσωσι τῷ συνεχῶς ἐρωτᾷν, καὶ λέγουσι· Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Τί οὖν ἐκεῖνος; Νικήσας αὐτοὺς καὶ καταβαλὼν, οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται. Ἕως μὲν γὰρ τὸ πρᾶγμα ἐξετάσεως ἐδεῖτο καὶ ἐλέγχων, παρείχετο τὴν ἀπόδειξιν ὑπεσταλμένως φθεγγόμενος· ἐπειδὴ δὲ εἷλε καὶ ἐνίκησε νίκην λαμπρὰν, θαῤῥῶν ἐπεμβαίνει αὐτοῖς λοιπόν. Καὶ τί φησιν; Εἶπον ὑμῖν ἅπαξ, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Εἶδες παῤῥησίαν ἐπαίτου πρὸς ἄνδρας γραμματεῖς καὶ Φαρισαίους; Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, οὕτως ἀσθενὲς τὸ ψεῦδος. Ἐκείνη μὲν γὰρ, κἂν τῶν τυχόντων ἐπιλάβηται, λαμπροὺς αὐτοὺς ἀποφαίνει· τοῦτο δὲ, κἂν μετὰ τῶν ἰσχυρῶν ᾖ, ἀσθενεῖς αὐτοὺς δείκνυσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Οὐ προσέχετε τοῖς λεγομένοις· διὰ τοῦτο οὐκ ἔτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν, ἐρωτῶσιν εἰκῆ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ' ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπηρεάσαι. Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τέως ἑαυτὸν εἰς τὸν τῶν μαθητῶν ἐγκατέταξε χορόν. Τὸ γὰρ Μὴ καὶ ὑμεῖς, δεικνύντος ἑαυτόν ἐστι μαθητὴν ὄντα. Εἶτα αὐτοὺς ἐκωμῴδησε καὶ διέπληξεν ἱκανῶς.

γʹ. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι σφόδρα αὐτοὺς τοῦτο ἔπληττε, καθάψασθαι μεθ' ὑπερβολῆς αὐτῶν βουλόμενος, τοῦτο εἴρηκεν· ὅπερ ἦν ψυχῆς πεπαῤῥησιασμένης καὶ ἀνεπτερωμένης καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας, καὶ δεικνυούσης αὐτοῦ μέγα τὸ ἀξίωμα, ἐφ' ᾧ σφόδρα ἐθάῤῥει, καὶ δηλούσης ὡς ἐκεῖνοι θαυμαστὸν ὄντα αὐτὸν ὕβριζον, αὐτὸς δὲ οὐχ ὑβρίζετο, ἀλλ' ὅπερ ὡς ὕβριν προσέφερον, τοῦτο ὡς τιμὴν ἥρπασε. Σὺ εἶ μαθητὴς ἐκείνου, φησίν· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τοῦτο. Ὑμεῖς γὰρ οὔτε Μωϋσέως, οὔτε τούτου. Εἰ γὰρ ἦτε Μωϋσέως, καὶ τούτου ἂν ἐγένεσθε. ∆ιὰ τοῦτο ἄνωθεν ἔλεγεν αὐτοῖς ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· ἐπειδὴ εἰς τούτους ἀεὶ τοὺς λόγους κατέφευγον. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός. Τίνος εἰπόντος; τίνος ἀπαγγείλαντος; Τῶν προγόνων, φησὶ, τῶν ἡμετέρων. Εἶτα, τῶν προγόνων, φησὶ, τῶν ὑμετέρων οὐκ ἔστιν ἀξιοπιστότερος ὁ διὰ τῶν σημείων τοῦτο διαβεβαιούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνωθεν φθέγγεται; Καὶ οὐκ εἶπαν· Ἡμεῖς ἠκούσαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, ἀλλ' ὅτι Οἴδαμεν. Τὰ ἐξ ἀκοῆς ὑμεῖς, ὦ Ἰουδαῖοι, ὡς εἰδότες διισχυρίζεσθε· τὰ δὲ ἀπὸ τῆς ὄψεως, ἀκοῆς ἐλάττονα εἶναι νομίζετε; Καὶ μὴν ἐκεῖνα μὲν οὐκ εἴδετε, ἀλλ' ἠκούσατε· ταῦτα δὲ οὐκ ἠκούσατε, ἀλλ' εἴδετε. Τί οὖν ὁ τυφλός; Ἐν τούτῳ γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ τοιαῦτα σημεῖα ποιεῖ· ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ' ὑμῖν ὢν, οὐδὲ τῶν περιφανῶν, οὐδὲ τῶν δεδοξασμέ νων, τοιαῦτα δύναται· ὡς εἶναι πάντοθεν δῆλον, ὅτι Θεός ἐστιν, οὐδεμιᾶς ἀνθρωπίνης δεόμενος βοηθείας. Οἴδαμεν δὲ ὅτι Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. Ἐπειδὴ γὰρ προλαβόντες εἶπον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Ἡ δόξα, φησὶν, αὕτη καὶ ἐμοῦ καὶ ὑμῶν κοινή· ταύτῃ τοίνυν ἐμμείνατε. Καὶ θέα μοι τὴν σύνεσιν· Πανταχοῦ τὸ σημεῖον περιστρέφει, ἐπειδὴ τοῦτο ἑλεῖν οὐκ εἶχον, καὶ ἀπ' αὐτοῦ συλλογίζεται. Ὁρᾷς ὅτι καὶ ὃ ἐξ ἀρχῆς ἔλεγεν, ὅτι Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα, οὐχὶ ἀμφιβάλλων· μὴ γένοιτο· ἀλλ' εἰδὼς ὅτι οὐχ ἁμαρτωλός ἐστιν; Νῦν γοῦν ὅτε καιρὸν ἔσχεν, ὅρα πῶς ἀπελογήσατο. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Ἐνταῦθα γὰρ οὐχὶ μόνον ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα. Ἐπειδὴ γὰρ ἐκεῖνοι θεοσεβεῖς ἔλεγον ἑαυτοὺς, προσέθηκε, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Οὐκ ἀρκεῖ γὰρ τοῦτο, φησὶν, τὸ ἐπιγινώσκειν τὸν Θεὸν, ἀλλὰ καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν. Εἶτα ἐπαίρει τὸ γεγονὸς, λέγων, Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ τοίνυν ὁμολογεῖτε, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον οὐδεὶς ἄνθρωπος ἐποίησεν, εὔδηλον ὅτι πάντα ἐνίκησεν ἀρετῇ, καὶ μείζων αὐτοῦ ἐστιν ἢ κατὰ ἄνθρωπον ἡ δύναμις. Τί οὖν ἐκεῖνοι; Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς· Ἕως μὲν γὰρ αὐτὸν προσεδόκων ἀρνεῖσθαι, καὶ ἀξιόπιστον εἶναι ἐνόμιζον, καὶ ἅπαξ καὶ δεύτερον καλοῦντες αὐτόν. Εἰ δὲ μὴ ἐνομίζετε ἀξιόπιστον, εἴποιμ' ἂν πρὸς αὐτοὺς, Τίνος ἕνεκεν ἐκαλεῖτε καὶ δεύτερον ἠρωτᾶτε; Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, ὅτε μάλιστα αὐτὸν θαυμάσαι ἐχρῆν, τότε αὐτὸν καταδικάζουσι. Τί δέ ἐστιν, Ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος; Ἐνταῦθα αὐτοῦ καὶ τὴν τύφλωσιν ὀνειδίζουσιν ἀφειδῶς· ὡσανεὶ ἔλεγον, Ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχεν. Ἐν τούτῳ γοῦν αὐτὸν παραμυθούμενος ὁ Χριστὸς ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; μὴ γὰρ οἰκείαν γνώμην ἐξέθετο; οὐχὶ κοινὴν κρίσιν ἐξήτασε, λέγων· Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει; οὐχὶ τὰ παρ' ὑμῶν λεχθέντα εἰς μέσον ἤγαγε; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Εἶδες τὸν κήρυκα τῆς ἀληθείας, πῶς ἡ πενία τῆς φιλοσοφίας οὐκ ἐγένετο κώλυμα; Ὁρᾷς ὅσα ἤκουσεν ἐκ προοιμίων, καὶ ὅσα ἔπαθεν; καὶ διὰ λόγων καὶ διὰ ἔργων πῶς ἐμαρτύρησε; δʹ. Ταῦτα δὲ ἀναγέγραπται, ἵνα καὶ ἡμεῖς μιμώμεθα. Εἰ γὰρ ὁ ἐπαίτης, ὁ τυφλὸς, ὁ μηδὲ ἑωρακὼς αὐτὸν, τοσαύτην εὐθέως παῤῥησίαν ἐπεδείξατο πρὸ τῆς τοῦ Χριστοῦ παρακλήσεως, πρὸς ὁλόκληρον δῆμον στὰς, φονῶντα καὶ δαιμονῶντα καὶ μαινόμενον, καὶ ἀπὸ τῆς ἐκείνου φωνῆς βουλόμενον καταδικάσαι τὸν Χριστὸν, καὶ οὐκ εἶξεν, οὐδὲ ὑπεχώρησεν, ἀλλὰ μετὰ παῤῥη σίας ἁπάσης αὐτοὺς ἐπεστόμισεν, καὶ εἵλετο βληθῆναι ἔξω μᾶλλον, ἢ προδοῦναι τὴν ἀλήθειαν· πόσῳ μᾶλλον ἡμᾶς τοὺς ἐπὶ τοσοῦτον χρόνον ἐν πίστει ζήσαντας, τοὺς μυρία θαύματα διὰ τῆς πίστεως ἑωρακότας, τοὺς μείζονα εὐεργετηθέντας ἐκείνου, καὶ τοὺς ἔνδοθεν ὀφθαλμοὺς ἀναβλέψαντας, καὶ τὰ ἀπόῤῥητα θεασαμένους μυστήρια, καὶ εἰς τοσαύτην κληθέντας τιμὴν, ἅπασαν παῤῥησίαν ὑπὲρ αὐτοῦ ἐπιδείκνυσθαι χρὴ πρὸς τοὺς ἐγκαλεῖν ἐπιχειροῦντας καὶ λέγοντάς τι κατὰ Χριστιανῶν καὶ ἐπιστομίζειν, ἀλλὰ μὴ συγγινώσκειν ἁπλῶς! ∆υνησόμεθα δὲ τοῦτο ποιεῖν, ἐὰν καὶ παῤῥησίαν ἔχωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, καὶ μὴ παρέργως αὐτὰς ἀκούωμεν. Εἰ γάρ τις ἀκριβῶς ἐνταῦθα εἰσέρχοιτο, κἂν οἴκοι μὴ ἀναγινώσκῃ, προσέχῃ δὲ τοῖς ἐνταῦθα λεγομένοις, ἀρκεῖ καὶ ἐνιαυτὸς εἷς εἰς ἐμπειρίαν αὐτὸν καταστῆσαι πολλήν. Οὐ γὰρ νῦν μὲν ταύτας, αὔριον δὲ ἑτέρας ἀναγινώσκομεν Γραφάς· ἀλλ' ἀεὶ τὰς αὐτὰς καὶ διαπαντός. Ἀλλ' ὅμως οὕτως ἀθλίως οἱ πολλοὶ διάκεινται, ὡς μετὰ τοσαύτην ἀνάγνωσιν μηδὲ τὰ ὀνόματα εἰδέναι τῶν βιβλίων· καὶ οὐκ αἰσχύνονται, οὐδὲ φρίττουσιν, οὕτω παρέργως εἰς ἀκροατήριον θεῖον εἰσερχόμενοι. Ἀλλ' ἂν μὲν κιθαρῳδὸς, ἢ ὀρχηστὴς, ἢ ἄλλος τῶν ἐπὶ τῆς σκηνῆς καλέσῃ τὴν πόλιν, μετὰ σπουδῆς ἅπαντες τρέχουσι, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσασι, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκουσιν, ἐκείνῳ μόνῳ προσέχοντες· τοῦ δὲ Θεοῦ διὰ προφητῶν καὶ ἀποστόλων ἡμῖν διαλεγομένου, χασμώμεθα, κνώμεθα, ἰλιγγιῶμεν. Καὶ ἐν μὲν τῷ θέρει πολὺς ὁ αὐχμὸς εἶναι δοκεῖ, καὶ τὴν ἀγορὰν καταλαμβάνομεν· καὶ ἐν χειμῶνι πάλιν, ὁ ὑετὸς κώλυμα καὶ ὁ πηλὸς, καὶ οἴκοι καθήμεθα. Καὶ ἐν μὲν ταῖς ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων καταφερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπίζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ μήκους ὁδοῦ καταφρονοῦντες, καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει, οὔτε ἐκεῖ κωλύει διαβῆναι· ἐνταῦθα δὲ καὶ ὀρόφων ἐπικειμένων, καὶ θέρμης οὔσης θαυμαστῆς, ἀναδύονται καὶ οὐ συντρέχουσι· καὶ ταῦτα ἐπὶ κέρδει τῆς οἰκείας ψυχῆς. Ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι; ∆ιὰ τοῦτο ἐν ἐκείνοις πάντων ὄντες ἐμπειρότεροι, ἐν τοῖς ἀναγκαίοις παίδων ἐσμὲν ἀμαθέστεροι. Κἂν μέν τίς [σε] ἡνίοχον καὶ ὀρχηστὴν καλέσῃ, ὑβρίσθαι φῂς, καὶ πάντα ποιεῖς, ὥστε σε τὸ ὄνειδος ἀποτρίψασθαι· ἂν δὲ ἐπὶ τὴν θεωρίαν σε ἑλκύσῃ τοῦ πράγματος, οὐκ ἀποπηδᾷς· καὶ ἧς τὸ ὄνομα φεύγεις τέχνης, ταύτην μεταδιώκεις σχεδὸν ἅπασαν. Ἔνθα δὲ καὶ τὸ πρᾶγμα καὶ τὸ ὄνομα ἔχειν ὀφείλεις, καὶ εἶναι καὶ καλεῖσθαι Χριστιανὸς, οὐδὲ τί ποτέ ἐστι τὸ πρᾶγμα οἶδας. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον; Ταῦτα ἐβουλόμην συνεχῶς λέγειν πρὸς ὑμᾶς· δέδοικα δὲ, μὴ μάτην ἀπεχθάνωμαι καὶ κέρδους χωρίς. Ὁρῶ γὰρ μεμηνότας οὐ νέους μόνον, ἀλλὰ καὶ γέροντας· ἐφ' ὧν μάλιστα αἰσχύνομαι, ὅταν ἴδω ἄνδρα ἀπὸ τῆς πολιᾶς αἰδέσιμον, καταισχύνοντα τὴν πολιὰν, καὶ παιδίον ἐπισυρόμενον. Τί γὰρ τοῦ γέλωτος τούτου χεῖρον; τί τοῦ ἔργου τούτου αἰσχρότερον; ὁ παῖς παρὰ τοῦ πατρὸς διδάσκεται ἀσχημονεῖν.

εʹ. ∆άκνει τὰ ῥήματα; Τοῦτο κἀγὼ βούλομαι, ἀνασχέσθαι ὑμᾶς τῆς διὰ τῶν ῥημάτων ἀλγηδόνος, ἵνα τῆς διὰ τῶν πραγμάτων ἀσχημοσύνης ἀπαλλαγῆτε. Καὶ γὰρ εἰσί τινες, οἱ πολλῷ ψυχρότεροι τούτων ὄντες, οἳ οὐδὲ αἰσχύνονται ἐπὶ τοῖς λεγομένοις, ἀλλὰ καὶ μακρὸν εἴρουσιν ὑπὲρ τοῦ πράγματος λόγον. Κἂν μὲν ἐρωτήσῃς, τίς ἐστιν ὁ Ἀμὼς, ἢ ὁ Ἀβδιοῦ, ἢποῖος τῶν προφητῶν ὁ ἀριθμὸς, ἢ τῶν ἀποστόλων, οὐδὲ χάναι δύνανται. Ὑπὲρ δὲ ἵππων καὶ ἡνιόχων, σοφιστῶν καὶ ῥητόρων δεινότερον ἀπολογίαν συντιθέασι· καὶ μετὰ ταῦτα ἅπαντα λέγουσι, Καὶ τί τὸ βλάβος; καὶ τίς ἡ ζημία; ∆ιὰ γὰρ τοῦτο στένω, ὅτι οὐδὲ ζημίαν ἴστε τὸ πρᾶγμα, οὐδὲ αἴσθησιν λαμβάνετε τῶν κακῶν. Ἔδωκέ σοι βίου προθεσμίαν ὁ Θεὸς εἰς τὸ θεραπεύειν αὐτόν· σὺ δὲ μάτην ἀναλίσκων αὐτὸν καὶ εἰκῆ καὶ ἐν οὐδενὶ χρησίμῳ, ἐξετάζεις ἔτι, τίς ἡ ζημία; Κἂν μὲν ἀργύριον ὀλίγον δαπανήσῃς ἁπλῶς, ζημίαν τὸ πρᾶγμα καλεῖς· τὰς δὲ ἡμέρας σου δαπανῶν ὁλοκλήρους εἰς σατανικὰς πομπὰς, οὐδὲν ἡγῇ ποιεῖν ἄτοπον; ∆έον εἰς λιτὰς καὶ εὐχὰς δαπανᾷν σου τὴν ζωὴν ἅπασαν, σὺ δὲ εἰς κραυγὰς καὶ θορύβους καὶ αἰσχρὰ ῥήματα, καὶ μάχην καὶ τέρψιν ἄκαιρον, καὶ ἔργα ἀπὸ μαγγανείας γινόμενα τὸν βίον σου καταναλίσκεις εἰκῆ καὶ ἐπὶ κακῷ τῷ σῷ· καὶ μετὰ ταῦτα πάντα ἐρωτᾷς, τίς ἡ ζημία; οὐκ εἰδὼς ὅτι παντὸς μᾶλλον ἀφειδεῖν χρὴ, ἢ χρόνου. Χρυσίον ἂν ἀναλώσῃς, δυνήσῃ πάλιν ἀνακτήσασθαι· χρόνον δὲ ἂν ἀπολέσῃς, δυσκόλως αὐτὸν ἀναλήψῃ. Ὀλίγος γὰρ ἡμῖν τεταμίευται κατὰ τὸν παρόντα βίον. Ἂν οὖν εἰς δέον αὐτῷ μὴ χρησώμεθα, τί ἐροῦμεν ἀπελθόντες ἐκεῖ; Εἰπὲ γάρ μοι· εἴ τινά σου τῶν υἱῶν ἐκέλευσας τέχνην μαθεῖν, εἶτα ἐκεῖνος οἴκοι διὰ παντὸς ἔμενεν, ἢ καὶ ἀλλαχοῦ που διέτριβεν, οὐκ ἂν αὐτὸν παρῃτήσατο ὁ διδάσκαλος; οὐκ ἂν εἶπε πρὸς σέ· Συγγραφὴν πρός με πεποίηκας, καὶ χρόνον ὥρισας. Εἰ μὴ μέλλει τοίνυν τὸν χρόνον τοῦτον παρ' ἡμῖν, ἀλλ' ἑτέρωθι ἀναλίσκειν ὁ παῖς, πῶς σοι παραστησόμεθα μαθητήν; Ταῦτα καὶ ἡμᾶς εἰπεῖν ἀνάγκη. Ἐρεῖ δὲ καὶ ὁ Θεὸς ἡμῖν· Χρόνον ὑμῖν δέδωκα, φησὶ, πρὸς τὸ μαθεῖν τὴν τέχνην ταύτην τὴν τῆς εὐλαβείας· τίνος ἕνεκεν εἰκῆ καὶ μάτην τὸν χρόνον ἀνηλώσατε τοῦτον; τί δὲ πρὸς τὸν διδάσκαλον συνεχῶς οὐκ ἐβαδίζετε, οὐδὲ προσείχετε τοῖς λεγομένοις; Ὅτι γὰρ τέχνη ἐστὶν ἡ εὐλάβεια, ἄκουσον τί φησιν ὁ προφήτης· ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὅταν οὖν τοῦτον ἀναλώσῃς εἰκῆ, ποίαν ἕξεις ἀπολογίαν; Καὶ τίνος ἕνεκεν, φησὶν, ὀλίγον ἡμῖν ἐταμιεύσατο χρόνον; Ὢ τῆς ἀναισθησίας καὶ τῆς ἀγνωμοσύνης! ὑπὲρ οὗ μάλιστα εὐχαριστεῖν ἔδει, ὅτι σοι τοὺς πόνους ἐπέτεμε, καὶ τοὺς ἱδρῶτας ἐνέκοψε, καὶ τὴν ἀνάπαυσιν μακρὰν ἐποίησε καὶ ἀθάνατον, ὑπὲρ τούτων ἐγκαλεῖς καὶ δυσχεραίνεις; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐνταῦθα τὸν λόγον ἐξηγάγομεν καὶ μακρὸν εἰργασάμεθα. ∆ιόπερ ἀναγκαῖον αὐτὸν συστεῖλαι πάλιν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἡμετέρας ταλαιπωρίας, ὅτι ἐνταῦθα μὲν, ἂν μακρὸς γένηται ὁ λόγος, πάντες ἀκηδιῶμεν· ἐκεῖ δὲ ἐκ μέσης ἡμέρας ἀρχόμενοι, ὑπὸ λαμπάσι καὶ λύχνοις ἀναχωροῦσιν. Ἀλλ' ἵνα μὴ ἀεὶ ἐγκαλῶμεν, παρακαλοῦμεν ὑμᾶς λοιπὸν καὶ δεόμεθα· δότε ταύτην τὴν χάριν καὶ ἡμῖν καὶ ἑαυτοῖς, καὶ πάντων ἀπαλλαγέντες τῶν ἄλλων, τούτοις ἑαυτοὺς προσηλώσωμεν. Κερδανοῦμεν γὰρ καὶ ἡμεῖς ἐξ ὑμῶν τὴν χαρὰν καὶ τὴν εὐφροσύνην, καὶ τὸ σεμνύνεσθαι ἐφ' ὑμῖν, καὶ τὴν ἐπὶ τούτοις λαβεῖν ἀμοιβήν· τὸν δὲ μισθὸν ἅπαντα ὑμεῖς καρπώσεσθε, ὅτι μανικῶς οὕτω προσηλωμένοι τῇ ὀρχήστρᾳ πρὸ τούτου, διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἡμετέραν παράκλησιν, ἀπεῤῥήξατε τοῦ νοσήματος ἑαυτοὺς ἐκείνου, καὶ τὰ δεσμὰ διελύσατε, καὶ πρὸς τὸν Θεὸν ἐδράμετε. Οὐκ ἐκεῖ δὲ μόνον λήψεσθε τὸν μισθὸν, ἀλλὰ καὶ ἐνταῦθα εἰλικρινῆ καρπώσεσθε τὴν ἡδονήν. Τοιοῦτον γὰρ ἡ ἀρετή· μετὰ τῶν ἐκεῖ στεφάνων καὶ ἐνταῦθα ἡδὺν καθίστησιν ἡμῖν τὸν βίον. Πειθώμεθα τοίνυν τοῖς εἰρημένοις, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖσε ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΘʹ. Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶ πεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά.

αʹ. Οἱ διὰ τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν πάσχοντές τι δεινὸν καὶ ὑβριζόμενοι, οὗτοι μάλιστά εἰσιν οἱ τιμώμενοι. Ὥσπερ γὰρ ὁ χρήματα ἀπολλὺς δι' αὐτὸν, οὗτος μάλιστά ἐστιν ὁ εὑρίσκων· καὶ ὁ τὴν ψυχὴν αὐτοῦ μισῶν, αὐτὸς μάλιστά ἐστιν ὁ φιλῶν· οὕτω καὶ ὁ ὑβριζόμενος, οὗτος μάλιστά ἐστιν ὁ τιμώμενος· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ γεγένηται. Ἐξέβαλον οὖν αὐτὸν ἐκ τοῦ ἱεροῦ οἱ Ἰουδαῖοι, καὶ εὗρεν αὐτὸν ὁ ∆εσπότης τοῦ ἱεροῦ. Ἀπηλλάγη τοῦ συνεδρίου τοῦ λοιμικοῦ, καὶ περιέτυχε τῇ σωτηρίῳ πηγῇ· ἠτιμάσθη παρὰ τῶν τὸν Χριστὸν ἀτιμασάντων, καὶ ἐτιμήθη παρὰ τοῦ τῶν ἀγγέλων ∆εσπότου. Τοιαῦτα τὰ τῆς ἀληθείας ἔπαθλα. Οὕτω καὶ ἡμεῖς, ἂν ἐνταῦθα ἀφῶμεν τὰ χρήματα, εὑρίσκομεν ἐκεῖ παῤῥησίαν· ἂν ἐνταῦθα δῶμεν τοῖς θλιβομένοις, ἀναπαυσόμεθα ἐν τοῖς οὐρανοῖς· ἂν ὑβρισθῶμεν διὰ τὸν Θεὸν, τιμώμεθα καὶ ἐνταῦθα, καὶ ἐκεῖ. Ὡς δὲ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, εὗρεν αὐτὸν ὁ Ἰησοῦς. ∆είκνυσιν ὁ εὐαγγελιστὴς ὅτι ἐπὶ τούτῳ ἦλθεν, ὥστε αὐτῷ συντυχεῖν. Καὶ ὅρα τίσιν αὐτὸν ἀμείβεται· τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Καὶ γὰρ ἑαυτὸν ἐγνώρισεν αὐτῷ πρότερον ἀγνοοῦντι, καὶ εἰς τὸν τῶν οἰκείων μαθητῶν ἐγκατέλεξε χορόν. Σὺ δὲ σκόπει, πῶς τὴν ἀκρίβειαν ὁ εὐαγγελιστὴς ἐξηγεῖται. Εἰπόντος γὰρ αὐτοῦ, Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; λέγει· Κύριε, καὶ τίς ἐστιν; Οὐδέπω γὰρ αὐτὸν ᾔδει, καίτοι τεθεραπευμένος. Τυφλὸς γὰρ ἦν, πρὶν ἢ πρὸς τὸν εὐεργέτην ἐλθεῖν, καὶ μετὰ τὴν ἴασιν ὑπὸ τῶν κυνῶν ἐκείνων περιείλκετο. Καθάπερ οὖν τις ἀγωνοθέτης, ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανωθέντα δέχεται. Καὶ τί φησιν, Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τί τοῦτο; Μετὰ τοσαύτην ἀντίῤῥησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ῥήματα, ἐρωτᾷ, Εἰ πιστεύεις; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν γνωρίσαι, καὶ δεικνὺς, ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν. Ὕβρισέ με δῆμος τοσοῦτος, φησὶν, ἀλλ' οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλει, τοῦ σὲ πιστεῦσαι. Κρεῖττον γὰρ εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὡς καὶ παρὼν, καὶ ἀποδεχόμενος τὰ εἰρημένα, οὕτως αὐτὸν ἐρωτᾷ· καὶ πρότερον αὐτὸν εἰς πόθον ἑαυτοῦ κατέστησεν. Οὐ γὰρ εἶπεν, Εὐθέως πίστευσον, ἀλλὰ κατ' ἐρώτησιν. Τί οὖν ἐκεῖνος; Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τὸ ῥήμα. Ὑπὲρ οὗ τοσαῦτα διελέχθη, τοῦτον ἀγνοεῖ, ἵνα μάθῃς αὐτοῦ τὸ φιλάληθες. Οὔπω γὰρ ἦν αὐτὸν ἑωρακώς. Λέγει αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Οὐκ εἶπεν, Ἐγώ εἰμι· ἀλλὰ μέσος ἔτι καὶ ὑπεσταλμένος· Καὶ ἑώρακας αὐτόν. Τοῦτο ἔτι ἄδηλον ἦν· διὸ τὸ σαφέστερον ἐπήγαγεν· Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι. Λέγει· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ εὐθέως. Καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰπών σοι, Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ· ἀλλὰ πάντα ἐκεῖνα σιγήσας, φησί· Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Εἶτα τὴν πολλὴν διάθεσιν ἐμφαίνων προσεκύνησεν εὐθέως· ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροὶ, καὶ εἴ τις ἄλλος· διὰ τούτου ἐμφαίνων αὐτοῦ τὴν θείαν δύναμιν. Ἵνα γὰρ μή τις νομίσῃ ῥῆμα μόνον εἶναι τὸ λεχθὲν, καὶ τὸ ἔργον προσέθηκε. Προσκυνήσαντος δὲ αὐτοῦ, φησὶν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τοῦτο καὶ Παῦλός φησι· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰησοῦ· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὼν δὲ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, κἀκεῖνον σφοδρότερον περὶ τὴν πίστιν εἰργάσατο, καὶ διανέστησε τοὺς ἀκολουθοῦντας αὐτῷ· καὶ γὰρ ἠκολούθουν αὐτῷ Φαρισαῖοι. Τὸ δὲ, Εἰς κρῖμα, εἰς μείζονα κόλασιν ἔλεγε· δεικνὺς ὅτι οἱ καταδικάσαντες αὐτὸν, αὐτοί εἰσιν οἱ καταδεδικασμένοι· οἱ καὶ ὡς ἁμαρτωλὸν κατακρίναντες, αὐτοί εἰσιν οἱ κατακεκριμένοι. Ἐνταῦθα δὲ δύο λέγει ἀναβλέψεις καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν. Λέγουσιν αὐτῷ ἐκ τῶν ἀκολουθούντων αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Ὥσπερ ἀλλαχοῦ ἔλεγον· Οὐδενὶ δεδουλεύκαμεν πώποτε· Ἐκ πορνείας οὐ γεγεννήμεθα· οὕτω καὶ νῦν πρὸς τὰ αἰσθητὰ κεχήνασι μόνον, καὶ ταύτην ἐπαισχύνονται τὴν πήρωσιν. Εἶτα δεικνὺς ὅτι βέλτιον τυφλοὺς αὐτοὺς εἶναι ἢ βλέποντας, φησίν· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. Ἐπειδὴ αἰσχύνης τὸ πρᾶγμα ἐνόμιζον εἶναι, τὴν συμφορὰν, περιέτρεψεν αὐτὸ εἰς τὴν αὐτῶν κεφαλὴν, εἰπὼν, ὅτι Τοῦτο ἀνεκτοτέραν ὑμῖν ἔφερε τὴν κόλασιν, πανταχοῦ περικόπτων τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Νῦν δὲ καὶ λέγετε, ὅτι Βλέπομεν. Ὥσπερ ἐκεῖ φησιν, Ὃν ὑμεῖς ἐλέγετε, ὅτι Θεὸς ὑμῶν ἦν, οὕτω δὴ καὶ ἐνταῦθα· Νῦν δὲ λέγετε ὅτι βλέπετε· οὐ γὰρ βλέπετε. Ἐνταῦθα ὅπερ ἐνόμιζον ἐγκώμιον εἶναι μέγα, τοῦτο δείκνυσιν αὐτοῖς κόλασιν φέρον. Καὶ ὑπὲρ τῆς προτέρας δὲ πηρώσεως παρεμυθήσατο τὸν ἐκ γενετῆς τυφλόν· εἶτα περὶ τῆς τυφλότητος αὐτῶν διαλέγεται. Ἵνα γὰρ μὴ λέγωσιν, Οὐ παρὰ τὴν ἡμετέραν πήρωσιν οὐ προσερχόμεθα, ἀλλ' ὡς πλάνον φεύγοντες ἀποστρεφόμεθα, ὑπὲρ τούτου πάντα ποιεῖται τὸν λόγον.

βʹ. Οὐχ ἁπλῶς δὲ ὁ εὐαγγελιστὴς ἐμνημόνευσεν, ὅτι ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπαν· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; ἀλλ' ἵνα σε ἀναμνήσῃ, ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ πρότερον ἀποστάντες, εἶτα λιθάσαντες. Ἦσαν γάρ τινες ἐπιπολαίως ἀκολουθοῦντες, καὶ ῥᾳδίως εἰς τοὐναντίον μεταβαλλόμενοι. Πόθεν οὖν κατασκευάζει, ὅτι οὐκ ἔστι πλάνος, ἀλλὰ ποιμήν; Θεὶς τὰ γνωρίσματα ἑκατέρου, καὶ τοῦ ποιμένος, καὶ τοῦ πλάνου καὶ λυμεῶνος, καὶ ἀπ' αὐτῶν παρέχων αὐτοῖς ἐξετάζειν τὴν τῶν πραγμάτων ἀλήθειαν. Καὶ πρότερον τίς ὁ πλάνος καὶ ὁ κλέπτης δείκνυσιν, ἀπὸ Γραφῶν αὐτὸν οὕτω καλῶν καὶ λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον, ὅτι οὐ παῤῥησίᾳ εἰσέρχεται· δεύτερον, ὅτι οὐ κατὰ τὰς Γραφάς· τοῦτο γάρ ἐστι τὸ, Μὴ διὰ τῆς θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται, καὶ τοὺς μετ' αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους· τόν τε Ἰούδαν καὶ Θευδᾶν, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγόνασιν. Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν· αὗται πρόβατα ποιοῦσιν, αὗται φυλάττουσι, καὶ τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς, οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Κἂν μὴ παραλύσωμεν αὐτὴν, οὐκ ἐσόμεθα εὐχείρωτοι τοῖς ἐχθροῖς. ∆ιὰ ταύτης καὶ τοὺς ποιμένας καὶ τοὺς οὐ ποιμένας εἰσόμεθα ἅπαντας. Τί δέ ἐστιν, Εἰς τὴν αὐλήν; Πρὸς τὰ πρόβατα καὶ τὴν ἐκείνων πρόνοιαν. Ὁ γὰρ μὴ ταῖς Γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· τουτέστιν, ἑτέραν ἑαυτῷ καὶ μὴ νενομισμένην τέμνων ὁδόν· οὗτος κλέπτης ἐστίν. Ὁρᾷς κἀντεῦθεν τῷ Πατρὶ συμφωνοῦντα, τῷ τὰς Γραφὰς εἰς μέσον προφέρειν; ∆ιὰ τοῦτο καὶ τοῖς Ἰουδαίοις ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ Μωϋσέα παρήγαγεν εἰς μέσον, καὶ μάρτυρα αὐτὸν ἐκάλει, καὶ τοὺς προφήτας πάντας. Πάντες γὰρ, φησὶν, οἱ ἀκούσαντες τῶν προφητῶν, ἥξουσι πρός με· καὶ, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Ἐνταῦθα δὲ τὸ αὐτὸ μεταφορικῶς ἔθηκεν. Εἰπὼν δὲ, Ἀναβαίνων ἀλλαχόθεν, καὶ τοὺς γραμματέας ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα, διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον, ὅπερ οὖν καὶ αὐτὸς ὀνειδίζων ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Καὶ καλῶς εἶπεν, Ἀναβαίνων, οὐκ, Εἰσιὼν, ὅπερ ἐστὶ κλέπτου θριγκὸν ὑπερπηδῆσαι βουλομένου, καὶ ἐπικινδύνως πάντα πράττοντος. Εἶδες πῶς ὑπέγραψε τὸν λῃστήν; Σκόπει καὶ τοῦ ποιμένος τὸ γνώρισμα. Τί οὖν τοῦτό ἐστιν; Ὁ εἰσερχόμενος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα, καὶ ὅταν ἐξαγάγῃ αὐτὰ, πορεύεται ἔμπροσθεν αὐτῶν. Ἔθηκε καὶ τοῦ ποιμένος καὶ τοῦ λυμεῶνος τὰ δείγματα. Ἴδωμεν πάλιν πῶς αὐτοῖς ἐφήρμοσε τὰ ἑξῆς· Τούτῳ, φησὶν, ὁ θυρωρὸς ἀνοίγει. Ἐπέμεινε τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον. Εἰ δὲ καὶ κατὰ λέξιν ἐθέλοις τὴν παραβολὴν ἐξετάζειν, οὐδὲν κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν τὸν Μωϋσέα. Ἐκεῖνος γὰρ ὁ τὰ λόγια τοῦ Θεοῦ ἐμπιστευθείς· οὗ Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγον αὐτὸν ἀπατεῶνα εἶναι, καὶ τοῦτο ἐκ τῆς ἀπιστίας τῆς ἑαυτῶν ἐβεβαίουν λέγοντες· Τίς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; δείκνυσιν, ὅτι οὐκ αὐτὸν ἐκ τῆς ἐκείνων ἀπιστίας λυμεῶνα καὶ πλάνον δεῖ καλεῖν· ἀλλ' αὐτοὺς ἐκ τοῦ μὴ προσέχειν αὐτῷ, καὶ τῆς τῶν προβάτων ἀκολούθως ἐκβληθῆναι τάξεως. Εἰ γὰρ ποιμένος ἐστὶ τὸ διὰ τῆς νενομισμένης εἰσιέναι θύρας, αὐτὸς δὲ εἰσῆλθε διὰ ταύτης· οἱ μὲν ἀκολουθήσαντες ἅπαντες δύναιντ' ἂν εἶναι πρόβατα· οἱ δὲ ἀποῤῥαγέντες οὐ τὸν ποιμένα διέβαλον, ἀλλὰ τῆς τῶν προβάτων συγγενείας ἐξέβαλον ἑαυτούς. Εἰ δὲ λέγει προϊὼν τὴν θύραν ἑαυτὸν εἶναι, πάλιν οὐ χρὴ θορυβεῖσθαι. Καὶ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει, καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομίας κηρύττει τὰς ἑαυτοῦ. Ὅταν γὰρ προσάγῃ ἡμᾶς τῷ Πατρὶ, θύραν ἑαυτὸν καλεῖ· ὅταν δὲ ἐπιμελῆται, ποιμένα. Ἵνα γὰρ μὴ τοῦτο ἔργον εἶναι νομίσῃς αὐτοῦ μόνον τὸ προσαγαγεῖν, λέγει καὶ ποιμένα ἑαυτόν. Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ καλεῖ τὰ ἴδια πρόβατα, καὶ ἐξάγει αὐτὰ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν πορεύεται. Καὶ μὴν τοὐναντίον οἱ ποιμένες ποιοῦσιν, ὄπισθεν αὐτῶν ἀκολουθοῦντες. Ἀλλ' αὐτὸς, δεικνὺς ὅτι ἅπαντας ὁδηγήσει πρὸς τὴν ἀλήθειαν, ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπε, [οὐκ ἔξω τῶν λύκων, ἀλλ' ἐν μέσῳ τῶν λύκων ἔπεμπε.] Πολὺ γὰρ παραδοξοτέρα αὕτη ἡ ποιμαντικὴ τῆς παρ' ἡμῖν.

γʹ. ∆οκεῖ δέ μοι καὶ περὶ τοῦ τυφλοῦ αἰνίττεσθαι. Καὶ γὰρ ἐκεῖνον ἐξήγαγε καλέσας ἐκ μέσου τῶν Ἰουδαίων, καὶ ἤκουσε αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ἤτοι τοὺς περὶ Θευδᾶν λέγει ἐνταῦθα καὶ Ἰούδαν (καὶ γὰρ Ἅπαντες, ὅσοι ἐπίστευσαν αὐτοῖς, διεσκορπίσθησαν, φησίν)· ἢ τοὺς μετὰ ταῦτα μέλλοντας ἀπατᾷν ψευδοχρίστους. Ἵνα γὰρ μὴ λέγωσιν ἕνα ἐκείνων τοῦτον εἶναι, διὰ πολλῶν ἑαυτὸν ἀπ' ἐκείνων διαιρεῖ. Καὶ πρῶτον μὲν τίθησι διαφορὰν, τὴν ἀπὸ τῶν Γραφῶν διδασκαλίαν· αὐτὸς μὲν γὰρ διὰ τούτων αὐτοὺς προσήγετο, ἐκεῖνοι δὲ οὐκ ἐντεῦθεν αὐτοὺς ἐφείλκοντο. ∆ευτέραν τὴν τῶν προβάτων ὑπακοήν· αὐτῷ μὲν γὰρ οὐ ζῶντι μόνον, ἀλλὰ καὶ τελευτήσαντι πάντες ἐπίστευσαν· ἐκείνους δὲ εὐθέως εἴασαν. Καὶ τρίτην δὲ μετὰ τούτων ἔστιν εἰπεῖν οὐ μικράν. Ἐκεῖνοι μὲν γὰρ ὡς τύραννοι, καὶ ἐπὶ ἀποστασίᾳ πάντα ἐποίουν· αὐτὸς δὲ οὕτω πόῤῥω ἑαυτὸν τοιαύτης κατέστησεν ὑποψίας, ὡς καὶ θελόντων αὐτὸν ποιῆσαι βασιλέα φυγεῖν, καὶ ἐπερωτώντων, εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, κελεῦσαι καταθεῖναι, καὶ αὐτὸν ἐπιδοῦναι τὸ δίδραχμα. Πρὸς τούτοις αὐτὸς μὲν ὑπὲρ τῆς σωτηρίας τῶν προβάτων ἦλθεν, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, φησίν· ἐκεῖνοι δὲ καὶ τῆς παρούσης αὐτοὺς ζωῆς ἀπεστέρησαν. Καὶ οἱ μὲν προὔδωκαν τοὺς ἐμπιστευθέντας, καὶ ἔφυγον· αὐτὸς δὲ οὕτως ἔστη γενναίως, ὡς καὶ τὴν ψυχὴν ἐπιδοῦναι. Καὶ οἱ μὲν ἄκοντες καὶ ἀναγκαζόμενοι καὶ φεύγοντες ἔπαθον ἃ ἔπαθον· οὗτος δὲ ἑκὼν καὶ προαιρούμενος ὑπέμεινεν ἅπαντα. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Καὶ τίνος ἕνεκεν ἀσαφῶς εἶπεν αὐτοῖς; Προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, οὕτω λέγων· Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει· οἷον, ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων, καὶ ἐξουσίαν καὶ κυριότητα), τουτέστιν, Ἔνδον μενεῖ, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν, οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν, ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκουμένης, καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Οὐ περὶ τῶν προφητῶν φησιν ἐνταῦθα, καθὼς οἱ αἱρετικοί φασιν (ἐκείνων γὰρ ἤκουσαν, καὶ δι' ἐκείνων ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ), ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει, καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ, Οὐκ ἤκουσαν τὰ πρόβατα, ἐπαινῶν εἶπεν· οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς. Ὅθεν δῆλον, ὅτι τὸ, Οὐκ ἤκουσαν, νῦν περὶ τῶν στασιαστῶν ἐκείνων εἴρηται. Ὁ κλέπτης οὐ μὴ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ὅπερ τότε γέγονε, πάντων σφαγέντων καὶ ἀπολομένων. Ἐγὼ δὲ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Καὶ τί ζωῆς περισσότερον, εἰπέ μοι; Βασιλεία οὐρανῶν. Ἀλλ' οὔπω λέγει τοῦτο, ἀλλὰ τὸ τῆς ζωῆς ὄνομα περιστρέφει, ὅπερ ἦν αὐτοῖς γνώριμον. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐνταῦθα λοιπὸν περὶ τοῦ πάθους διαλέγεται, δεικνὺς ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται, καὶ οὐκ ἄκων ἐπὶ τοῦτο ἔρχεται. Εἶτα λέγει τὸ δεῖγμα τοῦ ποιμένος πάλιν καὶ τοῦ μισθωτοῦ. Ὁ μὲν γὰρ ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Ἐνταῦθα δείκνυσιν ἑαυτὸν οὕτω κρατοῦντα ὡς τὸν Πατέρα, εἴ γε ποιμὴν αὐτός ἐστι, καὶ ἴδια αὐτοῦ ἐστι τὰ πρόβατα. Ὁρᾷς πῶς ἐν ταῖς παραβολαῖς ὑψηλότερον φθέγγεται, ἔνθα συνεσκίασται ὁ λόγος, καὶ οὐ δίδωσι λαβὴν φανερὰν τοῖς ἀκροωμένοις; Τί οὖν ὁ μισθωτὸς οὗτος ποιεῖ; Θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Τοῦτο ἐκεῖνοι πεποιήκασιν· αὐτὸς δὲ τοὐναντίον. Καὶ γὰρ, ἡνίκα συνελήφθη, φησίν· Ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν ὑποπτεῦσαι λύκον. Καὶ γὰρ οὐδὲ ἐκεῖνον εἴασεν ἀπελθόντα ἁρπάσαι τὰ πρόβατα. Οὐ λύκος δέ ἐστιν οὗτος μόνον, ἀλλὰ καὶ λέων. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος, φησὶν, ὡς λέων περιέρχεται ὠρυόμενος. Οὗτος καὶ ὄφις καὶ δράκων ἐστί· Πατεῖτε γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων.

δʹ. ∆ιὸ, παρακαλῶ, μένωμεν ὑπὸ τῷ ποιμένι νεμόμενοι· μενοῦμεν δὲ, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούωμεν, ἐὰν αὐτῷ πειθώμεθα, ἐὰν μὴ ἀλλοτρίῳ ἑπώμεθα. Καὶ ποία αὐτοῦ ἐστιν ἡ φωνή; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ ἐλεήμονες. Ἂν ταῦτα πράττωμεν, ὑπὸ τῷ ποιμένι μενοῦμεν, καὶ ὁ λύκος ἔνδον γενέσθαι οὐ δυνήσεται· ἀλλὰ κἂν ἐπέλθῃ, ἐπὶ κακῷ τῷ ἑαυτοῦ τοῦτο ἐργάσεται. Ποιμένα γὰρ ἔχομεν οὕτω φιλοῦντα ἡμᾶς, ὡς καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν ἐπιδοῦναι. Ὅταν οὖν καὶ δυνατὸς ᾖ καὶ φιλῇ, τί τὸ κωλύον ἡμᾶς σωθῆναι; Οὐδὲν, εἰ μὴ ἡμεῖς αὐτοὶ ἀποσταίημεν. Πῶς δὲ ἀποστησόμεθα; Ἄκουσον αὐτοῦ λέγοντος· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν, Θεῷ καὶ μαμωνᾷ. Ἂν τοίνυν τούτῳ δουλεύωμεν, οὐχ ὑποστησόμεθα τὴν ἐκείνου τυραννίδα. Καὶ γὰρ τυραννίδος ἁπάσης πικρότερον ἡ τῶν χρημάτων ἐπιθυμία. Ἡδονὴν μὲν γὰρ οὐδεμίαν ἔχει· φροντίδας δὲ καὶ φθόνους, καὶ ἐπιβουλὰς, καὶ μῖσος, καὶ συκοφαντίας, καὶ ἀρετῆς μυρία κωλύματα, ῥᾳθυμίαν, ἀσέλγειαν, πλεονεξίαν, μέθην· ἃ καὶ τοὺς ἐλευθέρους δούλους ποιεῖ καὶ ἀργυρωνήτων χείρους, καὶ δούλους, οὐκ ἀνθρώπων, ἀλλὰ καὶ τοῦ χαλεπωτέρου τῶν παθῶν καὶ τῶν νοσημάτων τῆς ψυχῆς. Ὁ τοιοῦτος πολλὰ τῶν καὶ Θεῷ καὶ ἀνθρώποις μὴ ἀρεσκόντων τολμᾷ, δεδοικὼς μή τις αὐτοῦ τὴν δεσποτείαν ἀφέληται ταύτην. Ὢ πικρᾶς δουλείας καὶ διαβολικῆς δυναστείας! τοῦτο γὰρ μάλιστα πάντων ἐστὶ τὸ χαλεπώτατον, ὅτι ἐν τοσούτοις κατεχόμενοι κακοῖς ἡδόμεθα, καὶ τὴν ἅλυσιν ἀσπαζόμεθα, καὶ δεσμωτήριον οἰκοῦντες σκότους πεπληρωμένον εἰς φῶς ἐξελθεῖν οὐ βουλόμεθα, ἀλλ' ἐπισφίγγομεν ἑαυτοῖς τὰ κακὰ, καὶ ἐνηδόμεθα τῷ νοσήματι. Ὅθεν οὐδὲ ἀπαλλαγῆναι δυνάμεθα, ἀλλὰ τῶν τὰ μέταλλα ἐργαζομένων χαλεπώτερον διακείμεθα, τοὺς μὲν πόνους καὶ τὴν ταλαιπωρίαν ὑπομένοντες, τῶν δὲ καρπῶν οὐκ ἀπολαύοντες. Καὶ τὸ δὴ χεῖρον πάντων, ὅτι κἂν ἀπαλλάξαι βουληθῇ τις τῆς πικρᾶς ταύτης αἰχμαλωσίας ἡμᾶς, οὐκ ἀνεχόμεθα, ἀλλὰ καὶ δυσχεραίνομεν καὶ ἀγανακτοῦμεν, οὐδὲν ἄμεινον τῶν μαινομένων διακείμενοι ταύτῃ, ἀλλὰ καὶ πολλῷ πάντων ἐκείνων ἀθλιώτερον, καὶ τοσοῦτον, ὅσον οὐδὲ ἀπαλλαγῆναι τῆς μανίας ἐθέλομεν. Μὴ γὰρ διὰ τοῦτο παρήχθης εἰς τὸν κόσμον, ὦ ἄνθρωπε, τοῦτον; μὴ γὰρ διὰ τοῦτο γέγονας ἄνθρωπος, ἵνα τὰ μέταλλα ταῦτα ἐργάζῃ, καὶ συλλέγῃς χρυσίον; Οὐ διὰ ταῦτα ἔπλασέ σε κατ' εἰκόνα· ἀλλ' ἵνα αὐτῷ ἀρέσῃς, ἵνα τῶν μελλόντων ἐπιτύχῃς, ἵνα μετ' ἀγγέλων χορεύσῃς. Τί τοίνυν ἐκβάλλεις σεαυτὸν τῆς τοιαύτης συγγενείας, καὶ πρὸς τὴν ἐσχάτην ἀτιμίαν καὶ δυσγένειαν ἐξωθεῖς; Ὁ τὰς αὐτὰς σοὶ λύσας ὠδῖνας, ὠδῖνας δὲ λέγω τὰς πνευματικὰς, λιμῷ διαφθείρεται· σὺ δὲ ὑπὸ πλησμονῆς διαῤῥήγνυσαι. Ὁ ἀδελφὸς γυμνὸς τὸ σῶμα περιάγει, σὺ δὲ καὶ τοῖς ἱματίοις ἱμάτια κατασκευάζεις, ἐπιτειχίζων τοῖς σκώληξι τὴν τοιαύτην περιβολήν. Καὶ πόσῳ βέλτιον ἦν τὰ σώματα περιβάλλειν τὰ τῶν πενήτων! Οὕτω γὰρ καὶ ἀνάλωτα ἔμενε, καὶ φροντίδος ἁπάσης ἀπήλλαττε, καὶ τὴν μέλλουσάν σοι ζωὴν ἐκόμιζεν. Εἰ γὰρ μὴ βούλει ταῦτα γενέσθαι σητόβρωτα, δὸς τοῖς πτωχοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ τὰ ἱμάτια ταῦτα εἰδότες τινάσσειν καλῶς. Καὶ γὰρ τοῦ κιβωτίου τὸ σῶμα τοῦ Χριστοῦ τιμιώτερόν τε καὶ ἀσφαλέστερον. Οὐδὲ γὰρ μόνον φυλάσσει τὰ ἱμάτια, οὐδὲ ἀνάλωτα διατηρεῖ μόνον, ἀλλὰ καὶ λαμπρότερα ἐργάζεται. Τὸ κιβώτιον πολλάκις μετὰ τῶν ἱματίων ληφθὲν ἐσχάτῃ σε περιέβαλε ζημίᾳ· ταύτην δὲ οὐδὲ θάνατος λυμήνασθαι δύναται τὴν φυλακήν. Οὐδὲ γὰρ θυρῶν ἐνταῦθα ἡμῖν δεῖ καὶ μοχλῶν· οὐκ οἰκετῶν ἀγρυπνούντων, οὐκ ἄλλης τινὸς τοιαύτης ἀσφαλείας. Καὶ γὰρ πάσης ἐπιβουλῆς ἀπήλλακται, καὶ ἀπόκειται φυλαττόμενα· ὥσπερ εἰκὸς, τὰ ἐν τοῖς οὐρανοῖς κείμενα. Πάσῃ γὰρ κακίᾳ ἐκεῖνος ὁ τόπος ἄβατος. Ταῦτα οὔτε ἡμεῖς ἀεὶ λέγοντες διαλιμπάνομεν, οὔτε ὑμεῖς ἀκούοντες πείθεσθε. Τὸ δὲ αἴτιον, ψυχῆς ἐσμεν εὐτελοῦς, καὶ πρὸς τὴν γῆν κεχηνυίας, καὶ χαμαὶ συρομένης. Μᾶλλον δὲ μὴ γένοιτο πάντων ὑμῶν καταγνῶναι κακίαν, ὡς πάντας ἀνίατα νοσεῖν. Εἰ γὰρ καὶ οἱ τῷ πλούτῳ μεθύοντες, ἐμφράττουσι τὴν ἀκοὴν πρὸς τὰ λεγόμενα, ἀλλ' οἱ πενίᾳ συζῶντες δυνήσονται διαβλέψαι πρὸς τὰ λεγόμενα. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησίν; οὐ γὰρ χρυσὸς αὐτοῖς ἐστιν, οὐδὲ ἱμάτια τοσαῦτα, φησίν. Ἀλλὰ ἄρ τος ἐστὶν αὐτοῖς καὶ ὕδωρ ψυχρόν· ἀλλ' ὀβολοὶ δύο, καὶ πόδες, ὥστε ἐπισκέψασθαι τοὺς ἀῤῥωστοῦντας· ἀλλὰ γλῶσσα καὶ λόγος, ὥστε παρακαλέσαι τὸν βεβλημένον· ἀλλ' οἰκία καὶ στέγη, ὥστε ὁμοδίαιτον ποιῆσαι τὸν ξένον. Οὐ γὰρ δὴ τάλαντα χρυσοῦ τόσα καὶ τόσα ἀπαιτοῦμεν παρὰ τῶν πενήτων· ἀλλὰ ταῦτα μὲν παρὰ τῶν πλουτούντων. Εἰ δέ τις πένης εἴη, καὶ ἐπὶ τὰς τῶν ἄλλων ἔρχεται θύρας, οὐδὲ ὀβολὸν λαβεῖν ὁ ∆εσπότης ἡμῶν ἐπαισχύνεται· ἀλλὰ καὶ μείζονα ἐρεῖ τῶν πολλὰ βεβληκότων εἰληφέναι παρ' αὐτοῦ. Πόσοι τῶν νῦν ἑστηκότων ηὔξαντο κατ' ἐκεῖνον γενέσθαι τὸν καιρὸν, καθ' ὃν μετὰ σαρκὸς ὁ Χριστὸς περιεπόλει τὴν γῆν, ὥστε καὶ ὁμοδίαιτοι αὐτῷ γενέσθαι, καὶ σύσσιτοι; Ἰδοὺ νῦν ἔξεστι τοῦτο γενέσθαι, καὶ καλεῖν αὐτὸν μᾶλλον ἐπὶ ἄριστον καὶ ἑστιαθῆναι μετ' αὐτοῦ, καὶ ἐπὶ μείζονι κέρδει. Τῶν μὲν γὰρ τότε αὐτῷ συνεστιαθέντων πολλοὶ καὶ ἀπώλοντο, οἷος καὶ ὁ Ἰούδας ἦν, καὶ ἕτεροι δὲ τοιοῦτοι· τῶν δὲ καλούντων αὐτὸν ἕκαστος νῦν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ μεταδιδόντων αὐτῷ τραπέζης καὶ στέγης, εὐλογίας ἀπολαύσεται μεγάλης. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Ἵν' οὖν τούτων ἀκούσωμεν τῶν ῥημάτων, ἐνδύσωμεν τὸν γυμνὸν, συναγάγωμεν τὸν ξένον, θρέψωμεν τὸν πεινῶντα, ποτίσωμεν τὸν διψῶντα, ἐπισκεψώμεθα τὸν ἀῤῥωστοῦντα, ἴδωμεν τὸν ἐν φυλακῇ, ἵνα παῤῥησίας ἀπολαύσωμεν, καὶ ἁμαρτημάτων συγχώρησιν λάβωμεν, καὶ τῶν ἀγαθῶν μετάσχωμεν ἐκείνων, τῶν καὶ λόγον ὑπερβαινόντων καὶ νοῦν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ξʹ. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώ σκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.

αʹ. Μέγα, ἀγαπητοὶ, μέγα Ἐκκλησίας προστασία, καὶ πολλῆς δεόμενον φιλοσοφίας, καὶ ἀνδρείας τοσαύτης, ὅσης ὁ Χριστὸς εἶπεν, ὥστε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων θεῖναι, ὥστε μηδέποτε ἐγκαταλιπεῖν αὐτὰ ἔρημα καὶ γυμνὰ, ὥστε πρὸς τὸν λύκον ἵστασθαι γενναίως. Τούτῳ γὰρ ὁ ποιμὴν τοῦ μισθωτοῦ διέστηκεν. Ὁ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν· οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ἐπιζητεῖ, τὴν ἑαυτοῦ παρατρέχων. Εἰπὼν τοίνυν τοῦ ποιμένος τὰ δείγματα, δύο τίθησι τοὺς λυμεῶνας· ἕνα τὸν κλέπτην τὸν θύοντα καὶ ἁρπάζοντα· ἕτερον δὲ τὸν τούτων μὲν οὐδὲν ποιοῦντα, γινομένων δὲ τούτων οὐκ ἐπιστρεφόμενον, οὐδὲ κωλύοντα· δι' ἐκείνων μὲν τοὺς περὶ Θευδᾶν αἰνιττόμενος, διὰ τούτων δὲ τοὺς Ἰουδαίων διδασκάλους ἐκπομπεύων, οὐ κηδομένους οὐδὲ φροντίζοντας τῶν ἐμπεπιστευμένων αὐτοῖς προβάτων. Ὅπερ οὖν καὶ ὁ Ἰεζεκιὴλ ἄνωθεν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· Ὢ οἱ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν ἑαυτοὺς οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἀλλ' ἐκεῖνοι τοὐναντίον ἐποίουν, ὅπερ μέγιστόν ἐστιν εἶδος κακίας, καὶ τῶν ἄλλων αἴτιον πάντων. ∆ιὰ τοῦτο γάρ φησιν· οὔτε τὸ πεπλανημένον ἐπέστρεφον, οὐδὲ τὸ ἀπολωλὸς ἐζήτουν, οὐδὲ τὸ συντετριμμένον ἐδέσμουν, οὐδὲ τὸ ἀῤῥωστοῦν ἐθεράπευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα, ἔβοσκον. Ὅπερ καὶ ὁ Παῦλος ἑτέρῳ ῥήματι πάλιν ἐδήλου λέγων· Οἱ γὰρ πάντες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ· καὶ πάλιν, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Ἀλλ' ἀμφοτέρων ἑαυτὸν διίστησιν ὁ Χριστός· ἐκείνων μὲν τῶν ἐπὶ λύμῃ παραγενομένων, τῷ εἰπεῖν, ∆ιὰ τοῦτο ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι· τούτων δὲ τῶν περιορώντων ὑπὸ τῶν λύκων ἁρπαζόμενα τὰ πρόβατα, τῷ μὴ καταλιπεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν, ὥστε μὴ τὰ πρόβατα ἀποθανεῖν. Ἐπειδὴ γὰρ αὐτὸν ἐβουλεύοντο ἀνελεῖν, οὔτε τῆς διδασκαλίας μετέθετο, οὔτε τοὺς πιστεύοντας προὔδωκεν, ἀλλ' ἔστη, καὶ εἵλετο ἀποθανεῖν. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω ἔλεγεν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Εἶτα ἐπειδὴ ἀμάρτυρα ἐδόκει τὰ λεγόμενα εἶναι (τὸ μὲν γὰρ, Τὴν ψυχήν μου τίθημι, οὐ μετὰ πολὺ τὴν ἀπόδειξιν ἔλαβε· τὸ δὲ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, μετὰ τὴν ἐντεῦθεν ἔμελλεν ἀποδημίαν συμβήσεσθαι, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), τί ποιεῖ; Θάτερον ἀπὸ θατέρου. πιστοῦται, ἀπὸ τοῦ δοῦναι τὴν ψυχὴν, ὅτι καὶ τὴν ζωὴν δίδωσιν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Καὶ πάλιν ἀλλαχοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐγκαλοῦσιν αὐτῷ νῦν, ἃ καὶ πρότερον, λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής; Ὅτι πολλάκις ἐπεστόμισεν αὐτοὺς, καὶ πλείων ἡ παῤῥησία πρὸς αὐτοὺς ἀπὸ τῶν σημείων ἐγένετο. Εἶτα, ἐπειδὴ εἶπεν ἀνωτέρω, Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ ἀκολουθεῖ αὐτῷ, ἵνα μή τις εἴπῃ· Τί οὖν πρὸς τοὺς μὴ πιστεύσαντας; ἄκουσον τί ἐπήγαγε· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· καὶ ὁ Μωϋσῆς, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἐκείνους λέγω, φησὶν, οὓς προέγνων. Εἶτα, ἵνα μὴ τῆς γνώσεως ἴσον τὸ μέτρον νομίσῃς, ἄκουσον πῶς διορθοῦται αὐτὸ τῇ ἐπαγωγῇ· Γινώσκω τὰ ἐμὰ, φησὶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀλλ' οὐκ ἴση ἡ γνῶσις· ἀλλὰ ποῦ ἴση; Ἐπὶ τοῦ Πατρὸς καὶ ἐμοῦ. Ἐκεῖ γὰρ, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, τίνος ἕνεκεν αὐτὸ ἐπήγαγεν; Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυτὸν τίθησιν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι, ὡς αὐτὸς ἐμέ. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, κεχωρισμένην τινὰ γνῶσιν λέγων, καὶ τοιαύτην, οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν. Ἐγὼ τίθημι τὴν ψυχήν μου. Συνεχῶς τοῦτο λέγει, δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος, ὅτε αὐτὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον, καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν λόγον, ἀπὸ τῶν κινδύνων καὶ τῶν θανάτων ἑαυτὸν συνίστησι λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν, ὅτι Φῶς εἰμι, καὶ, Ζωή εἰμι, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν, Ἀποθανεῖν βούλομαι, οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον. ∆ιὰ τοῦτο οὐδὲ λέγουσιν αὐτῷ· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐκδοῦναι.

βʹ. ∆ιὰ τοῦτο καὶ εὐκαίρως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον. Καὶ γὰρ καὶ ἄλλα πρόβατα ἔχω, φησὶν, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν. Ἰδοὺ πάλιν τὸ, ∆εῖ, ῥῆμα κείμενον, οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν· ὡσανεὶ ἔλεγε· Τί θαυμάζετε, εἰ οὗτοί μοι μέλλουσιν ἕπεσθαι, καὶ τὰ πρόβατα τῆς φωνῆς μου ἀκούειν; Ὅταν γὰρ καὶ ἄλλα ἴδητέ μοι ἀκολουθοῦντα, καὶ τῆς φωνῆς μου ἀκούοντα, τότε ἐκπλαγήσεσθε μειζόνως. Εἰ δὲ λέγει, Ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, μὴ θορυβηθῇς. Ἡ γὰρ διαφορὰ περὶ τὸν νόμον μόνον, καθάπερ καὶ ὁ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία. Κἀκεῖνά με δεῖ ἀγαγεῖν. ∆είκνυσιν ἀμφοτέρους ἐσκορπισμένους καὶ μεμιγμένους καὶ ποιμένας οὐκ ἔχοντας, κἀκείνους καὶ τούτους, οὔπω τοῦ καλοῦ παραγενο μένου ποιμένος. Εἶτα καὶ τὴν μέλλουσαν αὐτῶν προαναφωνεῖ συνάφειαν, ὅτι Ἔσονται μία ποίμνη. Ὅπερ καὶ αὐτὸ πάλιν ὁ Παῦλος ἐδήλωσεν εἰπών· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. ∆ιὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Καὶ τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ' ἂν, εἴ γε δι' ἡμᾶς ὁ ∆εσπότης ἀγαπᾶσθαι μέλλει ὁ ἡμέτερος, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει; Τί οὖν, εἰπέ μοι; τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς γεγόναμεν τῆς ἀγάπης αὐτῷ αἴτιοι; Ὁρᾷς πῶς κέχρηται τῇ συγκαταβάσει; Τί οὖν ἐνταῦθα κατασκευάσαι βούλεται; Ἐπειδὴ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς καὶ πλάνον, καὶ ἐπὶ λύμῃ ἥκειν αὐτὸν καὶ ἀπωλείᾳ, λέγει· Καὶ εἰ μηδὲν ἄλλο, τοῦτο γοῦν με ἔπειθεν ἀγαπᾷν ὑμᾶς, τὸ οὕτω ὑμᾶς ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς ὡς ἐμέ· καὶ διὰ τοῦτο ἀγαπᾶσθαι παρ' αὐτοῦ, ἐπειδὴ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Καὶ μετὰ τούτου δὲ καὶ ἐκεῖνο κατασκευάσαι βούλεται, ὅτι τε οὐκ ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται (εἰ γὰρ ἄκων, πῶς ἀγάπης ἦν ποιητικὸν τὸ γινόμενον;), καὶ ὅτι καὶ τῷ Πατρὶ μεθ' ὑπερβολῆς τοῦτο δοκεῖ. Εἰ δὲ ὡς ἄνθρωπος τοῦτο διαλέγεται, μὴ θαυμάσῃς· πολλάκις γὰρ τὴν ὑπὲρ τούτων εἰρήκαμεν αἰτίαν, καὶ πάλιν τὰ αὐτὰ λέγειν περιττὸν καὶ ἐπαχθές. Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν· καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ἐπειδὴ γὰρ πολλάκις ἐβουλεύοντο αὐτὸν ἀνελεῖν, λέγει, ὅτι Μὴ βουλομένου ἐμοῦ, ἀνόνητος ὑμῖν ἐστιν ὁ πόνος· καὶ ἐκ τοῦ προτέρου τὸ δεύτερον κατασκευάζει, ἀπὸ τοῦ θανάτου τὴν ἀνάστασιν. Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ παράδοξον. Καὶ γὰρ ἀμφότερα καινῶς γέγονε, καὶ ὑπὲρ τὴν κοινὴν συνήθειαν. Προσέχωμεν δὲ μετὰ ἀκριβείας τῷ λεγομένῳ· Ἐξουσίαν ἔχω θεῖναι, φησὶ, τὴν ψυχήν μου. Καὶ τίς οὐκ ἔχει ἐξουσίαν θεῖναι τὴν ψυχὴν τὴν ἑαυτοῦ; Ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν. Ἀλλ' οὐχ οὕτω φησίν· ἀλλὰ πῶς; Οὕτως ἐξουσίαν ἔχω θεῖναι, ὡς μηδένα δυνηθῆναι ἄκοντος ἐμοῦ τοῦτο ποιῆσαι· ὅπερ ἐπὶ ἀνθρώπων οὐκ ἔνι. Ἡμεῖς γὰρ οὐκ ἔχομεν ἐξουσίαν ἄλλως θεῖναι, ἀλλ' ἀναιροῦντες ἑαυτούς. Εἰ δὲ ἐμπίπτοιμεν εἰς ἐπιβουλεύοντάς τινας καὶ κυρίους ἀνελεῖν, οὐκ ἔτι ἔχομεν ἐξουσίαν τοῦ θεῖναι καὶ μὴ, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἐκεῖνοι αὐτὴν ἀναιροῦσιν. Ἐπ' αὐτοῦ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἑτέρων ἐπιβουλευόντων κύριος ἦν αὐτὸς μὴ θεῖναι αὐτήν. Εἰπὼν οὖν, ὅτι Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, τότε ἐπήγαγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· τουτέστιν, Ἐγὼ μόνος εἰμὶ κύριος τοῦ θεῖναι αὐτήν· ὅπερ ἐφ' ὑμῶν οὐκ ἔστι. Καὶ γὰρ καὶ ἄλλοι πολλοὶ κύριοί εἰσι τοῦ λαβεῖν αὐτὴν ἀφ' ἡμῶν. Ἀλλὰ τοῦτο παρὰ τὴν ἀρχὴν οὐκ εἶπεν· οὐδὲ γὰρ ἔμελλεν ὁ λόγος ἀξιόπιστος εἶναι· ἀλλ' ὅτε τὴν ἀπὸ τῶν πραγμάτων ἔλαβε μαρτυρίαν, καὶ πολλάκις ἐπιβουλεύσαντες οὐκ ἴσχυσαν αὐτὸν κατασχεῖν (καὶ γὰρ ἐξῆλθεν ἐκ τῶν χειρῶν αὐτῶν μυριάκις)· τότε λοιπόν φησιν, Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ἕπεται, τὸ ἑκόντα ἐπὶ τοῦτο ἔρχεσθαι. Τούτου δὲ ὄντος ἀληθοῦς, κἀκεῖνο συνέστηκε, τὸ ἡνίκα ἂν βουληθῇ λαβεῖν αὐτὴν, δυνηθῆναι πάλιν. Εἰ γὰρ τὸ ἀποθανεῖν μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μηδὲ περὶ ἐκείνου λοιπὸν ἀμφίβαλλε. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν αὐτὴν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς ἐξουσίας. Ὁρᾷς πῶς ἀπὸ τοῦ προτέρου τὸ δεύτερον κατεσκεύασε, καὶ ἀπὸ τοῦ θανάτου καὶ τὴν ἀνάστασιν ἔδειξεν ἀναμφισβήτητον; Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός. Ποίαν δὴ ταύτην; Τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Ἆρ' οὖν ἀνέμεινεν ἀκοῦσαι πρότερον, καὶ τότε εἵλετο, καὶ ἐδέησεν αὐτὸ μαθεῖν; Καὶ τίς ἂν τοῦτο νοῦν ἔχων εἴποι; Ἀλλ' ὥσπερ ἀνωτέρω εἰπὼν, ∆ιὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, τὴν ἑκούσιον ἐδήλωσεν ὁρμὴν, καὶ τὴν τῆς ἐναντιότητος ἀνεῖλεν ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθα ἐντολὴν εἰληφέναι παρὰ τοῦ Πατρὸς εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι Ἐκείνῳ δοκεῖ τοῦτο, ὃ ἐγὼ ποιῶ· ἵν' ὅταν αὐτὸν ἀνέλωσι, μὴ νομίσωσιν ὡς ἐγκαταλελειμμένον καὶ προδιδόμενον ὑπὸ τοῦ Πατρὸς ἀνῃρηκέναι, μηδὲ ὀνειδίσωσιν ἅπερ ὠνείδισαν· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ.

γʹ. Εἶτα ἵνα μὴ ἀκούων, ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρὸς, ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς, προλαβὼν ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· διὰ τούτων δεικνὺς αὐτοῦ ὄντα τὰ πρόβατα, καὶ ὅτι αὐτοῦ τὸ κατόρθωμα ἦν πᾶν τὸ γεγενημένον, καὶ οὐ δεόμενον αὐτὸν ἐντολῆς. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο, πῶς ἔλεγεν· Ἀπ' ἐμαυτοῦ τίθημι; Ὁ γὰρ ἀφ' ἑαυτοῦ τιθεὶς οὐ δέεται ἐντολῆς. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν τοῦτο ποιεῖ. Ποία δὲ αὕτη ἐστί; Τὸ ποιμένα αὐτὸν εἶναι, καὶ καλὸν ποιμένα. Ὁ δὲ καλὸς ποιμὴν οὐ δεῖται ἑτέρου τοῦ πρὸς τοῦτο αὐτὸν διαναστήσοντος. Εἰ δὲ ἐπ' ἀνθρώπων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἑαυτὸν ἐκένωσεν. Οὐδὲν οὖν ἄλλο ἡ ἐντολὴ ἐνταῦθα βούλεται κειμένη, ἀλλ' ἢ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεῖξαι. Εἰ δὲ οὕτω ταπεινῶς εἴρηται καὶ ἀνθρωπίνως, τῆς τῶν ἀκουόντων ἐστὶν ἀσθενείας ἡ αἰτία. Σχίσμα οὖν ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Καὶ οἱ μὲν ἔλεγον, ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε; Οἱ δὲ, ὅτι Τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἄνθρωπον τὰ λεγόμενα, καὶ οὐ τῆς κοινῆς συνηθείας, δαιμονῶντα αὐτὸν ἔλεγον, τέταρτον ἤδη τούτῳ αὐτὸν προσειπόντες (καὶ γὰρ ἔμπροσθεν ἔλεγον· ∆αιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; καὶ πάλιν· Οὐ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; καὶ ἐνταῦθα· ∆αιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;)· μᾶλλον δὲ οὐ τέταρτον, ἀλλὰ καὶ πολλάκις αὐτὸν ἀκηκοέναι. Τὸ γὰρ λέγειν, Οὐ καλῶς ἐλέγομεν ὅτι δαιμόνιον ἔχεις; οὐ τοῦ δεύτερον καὶ τρίτον, ἀλλὰ τοῦ πολλάκις εἰρηκέναι τοῦτο, σημεῖόν ἐστι. Οἱ δὲ ἔλεγον, φησίν· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν, τὴν ἀπόδειξιν λοιπὸν ἀπὸ τῶν ἔργων ἐποιοῦντο. Μάλιστα μὲν γὰρ οὐδὲ τὰ ῥήματα δαιμονῶντός ἐστιν· εἰ δὲ οὐ πείθεσθε ἀπὸ τῶν ῥημάτων, ἀπὸ τῶν ἔργων δυσωπήθητε. Εἰ δὲ μὴ δαιμονῶντός ἐστι, μείζονα δὲ ἢ κατὰ ἄνθρωπον, εὔδηλον ὅτι θείας τινὸς ταῦτά ἐστι δυνάμεως. Εἶδες συλλογισμόν; Ὅτι γὰρ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, δῆλον ἐκ τοῦ λέγειν, ὅτι ∆αιμόνιον ἔχει· ὅτι δὲ δαιμόνιον οὐκ εἶχεν, ἐδήλωσεν ἀφ' ὧν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται. Πρότερον μὲν γὰρ ἀπεκρίνατο, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· νυνὶ δὲ οὐ τοῦτο. Ἐπειδὴ γὰρ τὴν διὰ τῶν πραγμάτων παρέσχεν ἀπόδειξιν, ἐσίγα λοιπόν. Οὐδὲ γὰρ ἀποκρίσεως ἦσαν ἄξιοι οἱ δαιμονῶντα αὐτὸν καλοῦντες ὑπὲρ τούτων, ὑπὲρ ὧν θαυμάζειν, καὶ Θεὸν ἡγεῖσθαι αὐτὸν ἐχρῆν. Τί δὲ καὶ ἔδει τῶν παρ' αὐτοῦ λοιπὸν ἐλέγχων, αὐτῶν κατ' ἀλλήλων ἱσταμένων καὶ διελεγχόντων ἀλλήλους; ∆ιὰ τοῦτο ἐσίγα καὶ πράως πάντα ἔφερεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡμᾶς παιδεύων ἐπιείκειαν καὶ μακροθυμίαν πᾶσαν.

δʹ. Τοῦτον τοίνυν ζηλώσωμεν. Οὐδὲ γὰρ ἐσίγησε μόνον, ἀλλὰ καὶ πάλιν ἐπέστη, καὶ ἐρωτηθεὶς ἀποκρίνεται, καὶ τὰ τῆς προνοίας αὐτοῦ ἐπιδείκνυται· καὶ δαιμονῶν κληθεὶς καὶ μαινόμενος, παρὰ ἀνθρώπων μυρία εὐηργετημένων, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις, οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ εὐεργετῶν αὐτοὺς οὐ διέλιπε. Καὶ τί λέγω εὐεργετῶν; Ὑπὲρ αὐτῶν καὶ τὴν ψυχὴν αὐτοῦ ἔθηκε, καὶ σταυρούμενος ὑπὲρ αὐτῶν τῷ Πατρὶ διαλέγεται. Ταῦτ' οὖν καὶ ἡμεῖς μιμησώμεθα. Τοῦτο γάρ ἐστι Χριστοῦ εἶναι μαθητὴν, τὸ πρᾶον εἶναι καὶ ἐπιεικῆ. Πόθεν δὲ γένοιτ' ἂν ἡμῖν αὕτη ἡ πραότης; Ἂν τὰς ἁμαρτίας ἡμῶν λογιζώμεθα συνεχῶς, ἂν πενθῶμεν, ἂν δακρύωμεν. Οὐδὲ γὰρ ἀνέχεται ψυχὴ τοσαύτῃ συνοικοῦσα ὀδύνῃ παροξύνεσθαι καὶ ὀργίζεσθαι. Ἔνθα γὰρ ἂν ᾖ πένθος, ὀργὴν εἶναι ἀμήχανον· ἔνθα λύπη, πᾶσα ἐκποδὼν ὀργή· ἔνθα συντριβὴ διανοίας, οὐδεὶς παροξυσμός. Ὑπὸ γὰρ πένθους μαστιζομένη ἡ διάνοια οὐδὲ σχολὴν ἔχει διεγερθῆναι· ἀλλὰ στενάζει πικρὸν, καὶ κλαύσεται πικρότερον. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ γελῶσι ταῦτα ἀκούοντες· ἀλλ' ἐγὼ τοὺς γελῶντας θρηνῶν οὐ παύσομαι. Πένθους γὰρ ὁ παρὼν καιρὸς καὶ θρήνων καὶ ὀδυρμῶν. Πολλὰ γὰρ καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασιν ἁμαρτάνομεν. Τοὺς δὲ τοιαῦτα πλημμελοῦντας γέεννα ἐκδέχεται, καὶ ποταμὸς ζέων τῷ ῥοθίῳ τοῦ πυρὸς, καὶ βασιλείας ἔκπτωσις, τὸ πάντων χαλεπώτατον. Τούτων οὖν ἠπειλημένων, εἰπέ μοι, γελᾷς σὺ καὶ τρυφᾷς; καὶ τοῦ ∆εσπότου σου παροξυνομένου καὶ ἀπειλοῦντος, ἕστηκας ἀναπεπτωκώς; καὶ οὐ δέδοικας μὴ τούτῳ σαυτῷ λαμπρὰν ἀνάψῃς τὴν κάμινον; Οὐκ ἀκούεις τί καθ' ἑκάστην ἡμέραν βοᾷ; Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ταῦτα ἀπειλεῖ καθ' ἑκάστην ἡμέραν. Ἀλλ' ἔθρεψα, φησὶν, αὐτόν. Πότε καὶ πόσας ἡμέρας; δέκα καὶ εἴκοσι; Ἀλλ' οὐ τοσοῦτον βούλεται χρόνον μόνον, ἀλλ' ὅσον ἐπὶ τῆς γῆς διατρίβεις. Ἐπεὶ καὶ αἱ παρθένοι εἶχον ἔλαιον, ἀλλ' οὐκ ἀρκοῦν πρὸς σωτηρίαν αὐταῖς. Καὶ γὰρ καὶ αὗται ἀνῆψαν τὰς λαμπάδας, ἀλλ' ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ μάλα εἰκότως. Ἔφθησαν γὰρ σβεσθεῖσαι πρὸ τῆς τοῦ νυμφίου παρουσίας. ∆ιὰ τοῦτο πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ δαψιλοῦς τῆς φιλανθρωπίας. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐκοῦν καὶ ἡμᾶς τοὺς πλησίον οὕτως ἐλεεῖν δεῖ, κατὰ τὸ μέγα ἔλεος τὸ παρ' ἡμῖν. Οἷοι γὰρ ἂν γενώμεθα περὶ τοὺς ὁμοδούλους, τοιούτου τευξόμεθα τοῦ ∆εσπότου. Ποῖον δὲ ἔλεος μέγα; Ὅταν μὴ ἐκ τοῦ περισσεύματος δῶμεν, ἀλλ' ἐκ τοῦ ὑστερήματος. Εἰ δὲ μηδὲ ἐκ τοῦ περισσεύματος, τίς ἡμῖν ἔσται ἐλπίς; πόθεν τῶν κακῶν ἐκείνων ἀπαλλαγή; ποῦ δυνησόμεθα φυγεῖν καὶ σωτηρίαν εὑρεῖν; Εἰ γὰρ αἱ παρθένοι μετὰ τοσούτους καὶ τηλικούτους ἱδρῶτας οὐδεμίαν οὐδαμόθεν ἔσχον παραμυθίαν· τίς ἡμῶν προστήσεται, ὅταν ἀκούσωμεν ἐκεῖνα τὰ φοβερὰ ῥήματα αὐτοῦ τοῦ δικάζοντος, λέγοντος καὶ ὀνειδίζοντος ἡμᾶς, ὅτι Πεινῶντά με οὐκ ἐθρέψατε; Ἐφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἑνὶ, φησὶ, τῶν ἐλαχίστων τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε· οὐ περὶ τῶν μαθητῶν λέγων ταῦτα μόνον, οὐδὲ περὶ τῶν ἀνῃρημένων τὸν τῶν μοναχῶν βίον, ἀλλὰ περὶ παντὸς ἀνθρώπου πιστοῦ. Ὁ γὰρ τοιοῦτος, κἂν δοῦλος ᾖ, κἂν τῶν ἐν ἀγορᾷ προσαιτούντων, πιστεύῃ δὲ εἰς τὸν Θεὸν, δίκαιον πάσης αὐτὸν ἀπολαύειν εὐνοίας. Κἂν περιίδωμεν τὸν τοιοῦτον γυμνὸν ἢ πεινῶντα, ταῦτα ἀκουσόμεθα τὰ ῥήματα· καὶ μάλα εἰκότως. Τί γὰρ βαρὺ, ἢ τί ἐπαχθὲς ᾔτησε παρ' ἡμῶν; τί δὲ οὐ τῶν σφόδρα εὐκολωτάτων καὶ ῥᾴστων; Οὐδὲ γὰρ εἶπεν· Ἀσθενῶν ἤμην, καὶ οὐκ ἀνεστήσατέ με· ἀλλ', Οὐκ ἐπεσκέψασθέ με. Οὐκ εἶπεν· Ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἐξεβάλετέ με· ἀλλ', Οὐκ ἤλθετε πρός με. Ὅσῳ τοίνυν κοῦφα τὰ ἐπιτάγματα, τοσούτῳ μείζων ἡ κόλασις τοῖς παρακούουσι. Τί γὰρ κουφότερον, εἰπέ μοι, τοῦ βαδίσαι καὶ εἰς δεσμωτήριον εἰσελθεῖν; τί δὲ ἥδιον; Ὅταν γὰρ ἴδῃς τοὺς μὲν δεδεμένους, τοὺς δὲ αὐχμῶντας, τοὺς δὲ κομῶντας, καὶ ῥάκια περικειμένους, τοὺς δὲ ὑπὸ λιμοῦ φθειρομένους, καὶ ὡς κύνας τοῖς ποσὶ προστρέχοντας· ἑτέρους τὰς πλευρὰς διωρυγμένους, ἄλλους ἐκ τῆς ἀγορᾶς νῦν ἐπανιόντας δεδεμένους, καὶ μεθ' ἡμέραν μὲν ἐπαιτοῦντας, καὶ οὐδὲ τὴν ἀναγκαίαν συλλέγοντας τροφὴν, ἐν ἑσπέρᾳ δὲ παρὰ τῶν ἐφεστώτων τὴν πονηρὰν ἐκείνην καὶ ὠμὴν ἀπαιτουμένους λειτουργίαν· κἂν λίθος τις ᾖς, πάντως ἔσῃ φιλανθρωπότερος· κἂν τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶν βίον, πάντως ἔσῃ φιλοσοφώτερος, τὰ ἀνθρώπινα πράγματα ἐπὶ ταῖς ἀλλοτρίαις ἐπισκοπῶν συμφοραῖς. Καὶ γὰρ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἔννοιαν λήψῃ πάντως, καὶ τῶν ποικίλων κολάσεων. Ταῦτα δὲ στρέφων καὶ λογιζόμενος, καὶ θυμὸν, καὶ ἡδονὴν, καὶ τὸν τῶν βιωτικῶν πραγμάτων ἔρωτα ἐκβαλεῖς πάντως, καὶ παντὸς λιμένος γαληνοτάτου γαληνοτέραν ἐργάσῃ τὴν ψυχήν· καὶ περὶ τοῦ δικαστηρίου φιλοσοφήσεις ἐκείνου, ἐννοῶν ὅτι εἰ παρὰ ἀνθρώποις τοσαύτη πρόνοια, καὶ τάξις, καὶ φόβος, καὶ ἀπειλαὶ, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ παρὰ Θεοῦ. Ὁ τοίνυν τοῖς ἄρχουσι ταῦτα δοὺς διατάσσειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰ ἐργάσεται.

εʹ. Καὶ γὰρ εἰ μὴ οὗτος ἦν ὁ φόβος, πάντα ἂν ἀπολώλει· ὅπου γε τοσούτων κολάσεων ἐπικειμένων, πολλοὶ οἱ πρὸς τὴν κακίαν αὐτομολοῦντές εἰσι. Ταῦτα [καὶ] φιλοσοφῶν, καὶ πρὸς τὴν ἐλεημοσύνην ἔσῃ προθυμότερος, καὶ πολλὴν καρπώσῃ τὴν ἡδονὴν, καὶ πολλῷ μείζονα τῶν ἀπὸ θεάτρου καταβαινόντων. Οἱ μὲν γὰρ ἐκεῖθεν ἀναστάντες, φλέγονται ὑπὸ τῆς ἐπιθυμίας καιόμενοι. Ὅταν γὰρ ἴδωσι τὰς ἀνεπτερωμένας ἐκείνας ἐπὶ τῆς σκηνῆς γυναῖκας, καὶ μυρία λάβωσιν ἐκεῖθεν τραύματα, θαλάσσης κυμαινούσης οὐδὲν ἄμεινον διακείσονται, τοῦ τύπου τῶν ὄψεων, τῶν σχημάτων, τῶν ῥημάτων, τῆς βαδίσεως, τῶν ἄλλων πάντων πρὸ τῶν ὀφθαλμῶν ἱσταμένων, καὶ τὴν ψυχὴν αὐτοῖς πολιορκούντων. Οἱ δὲ ἐντεῦθεν ἐξελθόντες, οὐδὲν ὑποστήσονται τοιοῦτον, ἀλλὰ πολλὴν καρπώσονται τὴν γαλήνην καὶ τὴν ἀταραξίαν. Ἡ γὰρ κατάνυξις ἡ ἐκ τῆς ὄψεως τῶν δεδεμένων ἐγγενομένη, ἅπαν ἐκεῖνο σβέννυσι τὸ πῦρ. Κἂν ἀπαντήσῃ γυνὴ πορνευομένη καὶ ἀκόλαστος ἐξελθόντι τῶν δεσμωτῶν, οὐδὲν αὐτὸν ἐργάσεται χαλεπόν. Ὡς γὰρ ἄπλαστος λοιπὸν γενόμενος, οὕτως οὐχ ἁλώσεται τοῖς δικτύοις τῆς ὄψεως ἐκείνης, ἀντὶ τῆς ὄψεως τῆς ἀκολάστου, τοῦ φόβου τῆς κρίσεως πρὸ ὀφθαλμῶν αὐτῷ τότε κειμένου. ∆ιὰ τοῦτο καὶ ὁ πᾶν εἶδος τρυφῆς ἐπελθὼν ἔλεγεν· Ἀγα θὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Καὶ ἐνταῦθα μὲν τοσαύτην ἐπιδείξει τὴν φιλοσοφίαν, ἐκεῖ δὲ ἀκούσῃ τὰ μυρίων μακαρισμῶν ἄξια ῥήματα. Μὴ τοίνυν ἀμελῶμεν τῆς τοιαύτης πράξεως καὶ πραγματείας. Κἂν γὰρ μὴ δυνηθῶμεν τροφὴν εἰσενεγκεῖν, μηδὲ ἀργύριον βοηθῆσαι δόντες, ἀλλὰ παρακαλέσαι λόγῳ, καὶ τὴν κειμένην ἀναστῆσαι ψυχὴν δυνησόμεθα, καὶ ἕτερα ἐπικουρῆσαι πολλὰ, καὶ τοῖς ἐμβαλοῦσι διαλεγόμενοι, καὶ τοὺς ἐφεστῶτας ἡμερωτέρους ποιοῦντες, καὶ ἢ μικρὸν ἢ μέγα πάντως ἐργασόμεθα κέρδος. Εἰ δὲ λέγεις ὅτι οὐκ εὐδαίμονές εἰσιν ἐκεῖ, οὐδὲ εὔχρηστοι, οὐδὲ ἐπιεικεῖς ἄνδρες, ἀλλ' ἀνδροφόνοι καὶ τυμβωρύχοι, καὶ βαλαντιοτόμοι, καὶ μοιχοὶ, καὶ ἀκόλαστοι, καὶ πολλῶν γέμοντες κακῶν, πάλιν ἀναγκαίαν μοι καὶ ἐντεῦθεν δεικνύεις τῆς ἐκεῖ διατριβῆς τὴν πρόφασιν. Οὐ γὰρ δὴ τοὺς μὲν ἀγαθοὺς ἐλεεῖν, τοὺς δὲ πονηροὺς κολάζειν ἐκελεύσθημεν· ἀλλὰ περὶ πάντας ἐνδείκνυσθαι τὴν φιλανθρωπίαν ταύτην. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μὴ τοίνυν κατηγόρει τῶν ἀλλοτρίων πικρῶς, μηδὲ ἔσο σφοδρὸς δικαστὴς, ἀλλ' ἥμερος καὶ φιλάνθρωπος. Καὶ γὰρ καὶ ἡμεῖς, εἰ καὶ μὴ μοιχοὶ, μηδὲ τυμβωρύχοι, μηδὲ βαλαντιοτόμοι γεγόναμεν, ἀλλ' ἔχομεν ἕτερα πλημμελήματα μυρίας ἄξια κολάσεως. Καὶ γὰρ καὶ τὸν ἀδελφὸν μωρὸν ἐκαλέσαμεν πολλάκις, ὅπερ τὴν γέενναν ἡμῖν προξενεῖ· καὶ γυναῖκας ἀκολάστοις εἴδομεν ὀφθαλμοῖς, ὅπερ μοιχείαν ἀπηρτισμένην συνίστησι· καὶ τὸ πάντων χαλεπώτερον, τῶν μυστηρίων οὐ μετέχομεν ἀξίως, ὅπερ ἐνόχους ἡμᾶς ποιεῖ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Μὴ τοίνυν πικροὶ γενώμεθα τῶν ἄλλων ἐξετασταὶ, ἀλλὰ τὰ ἡμῶν αὐτῶν ἐννοῶμεν, καὶ οὕτω παυσόμεθα τῆς ἀπανθρωπίας ταύτης καὶ τῆς ὠμότητος. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἐπιεικεῖς ἄνδρας πολλοὺς εὑρήσομεν αὐτόθι, καὶ τῆς πόλεως πολλάκις ἀνταξίους πάσης. Ἐπεὶ καὶ τὸ δεσμωτήριον ἐκεῖνο, ἔνθα ὁ Ἰωσὴφ ἦν, πολλοὺς εἶχε πονηρούς· ἀλλ' ὅμως πάντων ἐπεμελεῖτο ὁ δίκαιος ἐκεῖνος, καὶ ἦν καὶ αὐτὸς μετὰ τῶν ἄλλων, κρυπτόμενος ὅστις ἦν. Καὶ γὰρ τῆς Αἰγύπτου πάσης ἀντάξιος ἦν, καὶ τὸ δεσμωτήριον ὅμως ᾤκει, καὶ οὐδεὶς ᾔδει τῶν ἔνδον ὄντων. Καὶ νῦν τοίνυν πολλοὺς εἶναι εἰκὸς χρηστοὺς καὶ ἐπιεικεῖς, εἰ καὶ μὴ πᾶσιν εἶεν κατάδηλοι· καὶ ἡ περὶ τοὺς τοιούτους ἐπιμέλεια, τῆς περὶ πάντας σπουδῆς δίδωσί σοι τὴν ἀμοιβήν. Ἂν δὲ καὶ μηδεὶς ᾖ τοιοῦτος, καὶ ἐνταῦθα πολλὴ ἡ ἀντίδοσις. Ἐπεὶ καὶ ὁ ∆εσπότης ὁ σὸς οὐχὶ δικαίοις διελέγετο μόνον, τοὺς δὲ ἀκαθάρτους ἔφευγεν· ἀλλὰ καὶ τὴν Χαναναίαν μετὰ πολλῆς ἐδέξατο τῆς εὐνοίας, καὶ τὴν Σαμαρεῖτιν τὴν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ ἑτέραν δὲ πόρνην πάλιν, ὑπὲρ ἧς καὶ ὠνείδιζον οἱ Ἰουδαῖοι, καὶ ἐδέξατο καὶ ἐθεράπευσε, καὶ τοὺς πόδας βρεχομένους ὑπὸ τῶν δακρύων τῆς ἐναγοῦς ἠνείχετο, παιδεύων ἡμᾶς συγκατιέναι τοῖς ἐν ἁμαρτίαις οὖσι. Τοῦτο γὰρ μάλιστα φιλανθρωπία. Τί φῄς; λῃσταὶ καὶ τυμβωρύχοι τὸ δεσμωτήριον οἰκοῦσι; Τὴν δὲ πόλιν, εἰπέ μοι, δίκαιοι πάντες εἰσὶν οἱ κατοικοῦντες; ἀλλ' οὐχὶ πολλοὶ καὶ τούτων χείρους μετὰ πλείονος λῃστεύοντες ἀναισχυντίας; Οἱ μὲν γὰρ εἰ καὶ μηδὲν ἕτερον, τὴν γοῦν ἐρημίαν καὶ τὸ σκότος προβάλλονται, καὶ τὸ λανθάνοντες ταῦτα ποιεῖν· οἱ δὲ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὰ κακὰ μετέρχονται, βίαιοι καὶ ἅρπαγες ὄντες καὶ πλεονέκται. Καὶ γὰρ δύσκολον εὑρεῖν ἄνθρωπον ἀδικίας καθαρόν. ʹ. Εἰ δὲ μὴ χρυσίον ἁρπάζομεν, μηδὲ πλέθρα γῆς τόσα καὶ τόσα· ἀλλ' ὅμως ἀπάτῃ τινὶ καὶ κλοπῇ τὸ αὐτὸ ἐπ' ἐλάττοσι, καὶ οἷς δυνάμεθα κατεργαζόμεθα. Ὅταν γὰρ ἐν τοῖς συμβολαίοις, καὶ ἡνίκα δ' ἂν ἀγοράσαι δέῃ τι ἢ καὶ ἀποδόσθαι, φιλονεικῶμεν καὶ βιαζώμεθα ἔλαττον τῆς ἀξίας καταβαλεῖν, καὶ πάντα ὑπὲρ τούτου ποιῶμεν, οὐ λῃστεία τὸ πρᾶγμά ἐστιν; οὐ κλοπὴ καὶ πλεονεξία; Μὴ γάρ μοι εἴπῃς, ὅτι οὐκ οἰκίαν, οὐκ ἀνδράποδα παρεσπάσω. Ἡ γὰρ ἀδικία οὐ τῷ μέτρῳ τῶν ἀφαιρουμένων, ἀλλὰ τῇ προαιρέσει τῶν κλεπτόντων κρίνεται. Τὸ γὰρ ἄδικον καὶ τὸ δίκαιον ἐν μεγάλοις καὶ ἐν μικροῖς τὴν αὐτὴν ἔχει δύναμιν· καὶ βαλαντιοτόμους ὁμοίως ἐγὼ καλῶ, κἂν βαλάντιόν τις διατεμὼν χρυσίον λάβῃ, κἂν ὠνούμενος παρά τινος τῶν ἀγοραίων τῆς ἀξίας παρασπάσῃ τι τιμῆς· καὶ τοιχωρύχος δὲ οὐχ ὁ τοῖχον διελὼν μόνον καὶ ὑφελόμενός τι τῶν ἔνδον, ἀλλὰ καὶ ὁ δίκην διαφθείρας καὶ ἀφελόμενός τι τοῦ πλησίον. Μὴ τοίνυν τὰ ἡμέτερα παρατρέχοντες, τῶν ἀλλοτρίων γενώμεθα δικασταί· μηδὲ ὅπου φιλανθρωπίας καιρὸς, ἐξετάζωμεν πονηρίαν· ἀλλ' ἐννοήσαντες πῶς καὶ ἡμεῖς διεκείμεθα πάλαι, γενώμεθά ποτε ἥμεροι καὶ φιλάνθρωποι. Πῶς οὖν διεκείμεθα; Ἄκουσον Παύλου λέγοντος, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοὶ, μισοῦντες ἀλλήλους· καὶ πάλιν, Ἦμεν γὰρ φύσει τέκνα ὀργῆς. Ἀλλ' ὁ Θεὸς ὥσπερ ἐν δεσμωτηρίῳ κατεχομένους ἰδὼν, καὶ ἁλύσεσι χαλεπαῖς δεδεμένους, πολὺ τῶν ἀπὸ σιδήρου χαλεπωτέραις, οὐκ ἐπῃσχύνθη, ἀλλ' ἦλθε καὶ ἐπέστη τῷ δεσμωτηρίῳ, καὶ τοὺς μυρίων ἀξίους κολάσεων ἐξήγαγέ τε ἐκεῖθεν, καὶ εἰς βασιλείαν ἤγαγε, καὶ τοῦ οὐρανοῦ λαμπροτέρους ἐποίησεν, ἵνα καὶ ἡμεῖς τὰ αὐτὰ ποιῶμεν κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ γὰρ ὅταν λέγῃ τοῖς μαθηταῖς· Εἰ οὖν ἐγὼ ἔνιψα τοὺς πόδας ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα, καὶ ὑμεῖς ποιῆτε· οὐκ ἐπὶ τῷ νίπτειν τοὺς πόδας τοῦτον γράφει τὸν νόμον μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷς περὶ ἡμᾶς ἐπεδείξατο. Ἀνδροφόνος ἐστὶν ὁ τὸ δεσμωτήριον οἰκῶν; Ἀλλ' ἡμεῖς τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν. Τυμβωρύχος ἐστὶ καὶ μοιχός; Ἀλλὰ μὴ τὴν κακίαν, ἀλλὰ τὴν συμφορὰν ἐλεῶμεν. Πολλάκις δὲ, ὅπερ ἔφην, εὑρεθήσεται ἐκεῖ καὶ εἷς μυρίων ἀντάξιος ἀνδρῶν. Κἂν συνεχῶς ἀπίῃς πρὸς τοὺς δεδεμένους, οὐκ ἀποτεύξῃ τῆς τοιαύτης θήρας. Ὥσπερ γὰρ ὁ Ἀβραὰμ καὶ τοὺς τυχόντας ξενοδοχῶν, ἐπέτυχέ ποτε καὶ ἀγγέλων· οὕτω καὶ ἡμεῖς ἐπιτευξόμεθα καὶ μεγάλων ἀνδρῶν, ἂν ἔργον τὸ πρᾶγμα ποιησώμεθα. Εἰ δὲ χρὴ καὶ θαυμαστόν τι εἰπεῖν, οὐχ οὕτως ἐπαίνων ἄξιος ὁ μέγαν ὑποδεχόμενος, ὡς ὁ τὸν οἰκτρὸν καὶ ταλαίπωρον. Ἐκεῖνος μὲν γὰρ οὐ μικρὰν ἀφορμὴν ἔχει τὸν ἑαυτοῦ βίον πρὸς τὸ παθεῖν εὖ· ὁ δὲ ἀπεῤῥιμμένος καὶ ὑπὸ πάντων προδεδομένος, ἕνα λιμένα μόνον ἔχει, τὸν ἔλεον τοῦ ποιοῦντος αὐτὸν εὖ· ὥστε φιλανθρωπία καθαρὰ τοῦτο μάλιστά ἐστι. Καὶ ὁ μὲν τὸν θαυμαστὸν καὶ περιφανῆ θεραπεύων, πολλάκις καὶ πρὸς ἀνθρώπων ἐπίδειξιν τοῦτο ἐποίησεν· ὁ δὲ τὸν ἀπεῤῥιμμένον καὶ ἀπεγνωσμένον, διὰ μόνην τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦτο ἐργάζεται. ∆ιὸ κἂν δοχὴν ποιῶμεν, χωλοὺς καὶ ἀναπήρους ὑποδέχεσθαι κελευόμεθα· κἂν ἐλεημοσύνην ἐργαζώμεθα, ἐλαχίστους καὶ εὐτελεῖς ἐλεεῖν ἐπετάγημεν. Ἐφ' ὅσον γὰρ ἐποιήσατε, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰδότες τοίνυν τὸν ἐκεῖ κείμενον θησαυρὸν, εἰσίωμεν συνεχῶς καὶ πραγματευώμεθα, καὶ τὰς περὶ τὰ θέατρα σπουδὰς ἐκεῖ τρέψωμεν. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν, εἰσάγαγε τὴν ἀπὸ τῶν λόγων παράκλησιν. Οὐ γὰρ δὴ μόνον τὸν τρέφοντα, ἀλλὰ καὶ τὸν εἰσιόντα ὁ Θεὸς ἀμείβεται. Ὅταν γὰρ εἰσελθὼν τρέμουσαν καὶ δεδοικυῖαν τὴν ψυχὴν διαναστήσῃς, παρακαλῶν, βοηθῶν, ὑπισχνούμενος ἀμύνειν, φιλοσοφεῖν παρασκευάζων, οὐ μικρὸν καὶ ἐντεῦθεν λήψῃ τὸν μισθόν. Ἔξω μὲν γὰρ σοῦ τοιαῦτα διαλεγομένου, πολλοὶ καὶ γελάσονται ὑπὸ τῆς πολλῆς τρυφῆς διακεχυμένοι· οἱ δὲ ἐν συμφοραῖς ὄντες, κατεσταλμένης αὐτοῖς τῆς διανοίας, μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ προσέξουσι τοῖς λεγομένοις, καὶ ἐπαινέσονται, καὶ ἔσονται βελτίους. Ἐπεὶ καὶ Παύλου δημηγοροῦντος, Ἰουδαῖοι μὲν πολλάκις κατεγέλων· οἱ δὲ δεσμῶται μετὰ πολλῆς ἐπηκροῶντο τῆς ἡσυχίας. Οὐδὲν γὰρ οὕτως εἰς φιλοσοφίαν ἐπιτηδείαν κατασκευάζει τὴν ψυχὴν ὡς συμφορὰ, καὶ πειρασμὸς, καὶ θλίψις ἐπικειμένη. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, ὅσα μὲν τοὺς ἔνδον ἀγαθὰ, ὅσα δὲ ἡμᾶς αὐτοὺς ἐργασόμεθα, συνεχῶς αὐτοῖς ἀναμιγνύμενοι, καὶ τὰς ἐν ἀγορᾷ διατριβὰς, καὶ τὰς ἀκαίρους ἀσχολίας ἐκεῖ καταναλώσωμεν, ἵνα κἀκείνους κερδάνωμεν, καὶ ἡμᾶς αὐτοὺς εὐφράνωμεν, καὶ τὸν Θεὸν δοξασθῆναι παρασκευάσαντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΑʹ. Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐ τὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;»

αʹ. Πᾶσα μὲν ἀρετὴ καλὸν, μάλιστα δὲ ἐπιείκεια καὶ πραότης. Τοῦτο ἀνθρώπους δείκνυσιν ἡμᾶς, τοῦτο τῶν θηρίων διίστησι, τοῦτο τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι παρασκευάζει. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς συνεχῶς περὶ ταύτης πολλοὺς λόγους ἀναλίσκει τῆς ἀρετῆς, πράους εἶναι καὶ ἐπιεικεῖς κελεύων. Οὐ λόγους δὲ ἀναλίσκει μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τοῦτο παιδεύει· νῦν μὲν ῥαπιζόμενος καὶ φέρων, νῦν δὲ λοιδορούμενος καὶ ἐπιβουλευόμενος, καὶ πάλιν ἐπὶ τοῖς ἐπιβουλεύουσι ἐφιστάμενος. Οἱ γὰρ καὶ δαιμονῶντα καλέσαντες, καὶ Σαμαρείτην, καὶ πολλάκις θελήσαντες ἀνελεῖν, καὶ λιθάσαντες, οὗτοι κυκλώσαντες αὐτὸν ἠρώτων, Εἰ σὺ εἶ ὁ Χριστός; Καὶ οὐδὲ οὕτως αὐτοὺς διεκρούετο μετὰ τοσαύτας καὶ τοιαύτας ἐπιβουλὰς, ἀλλὰ μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας· μᾶλλον δὲ ἄνωθεν ἀναγκαῖον ἐξετάσαι τὸν λόγον ἅπαντα. Ἐγένετο γὰρ, φησὶ, τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. Τὴν γὰρ ἡμέραν καθ' ἣν ὁ ναὸς ᾠκοδομήθη, ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας, τῆς ἐν τῇ Περσίδι, ταύτην ἦγον μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν ταύτῃ παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ. Λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Καὶ οὐκ εἶπε, Τί ζητεῖτε πρός με; δαιμονῶντα ἐκαλέσατε πολλάκις καὶ μαινόμενον, καὶ Σαμαρείτην, καὶ ἀντίθεον εἶναι ἐνομίσατε καὶ πλάνον· καὶ πρώην ἐλέγετε, Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· πῶς οὖν ἐξετάζετε καὶ παρ' ἐμοῦ βούλεσθε μαθεῖν, οὗ τὴν μαρτυρίαν ἐκβάλλετε; Ἀλλ' οὐδὲν τούτων εἶπε, καίτοι γε εἰδὼς τὴν γνώμην μεθ' ἧς ἐξήταζον πονηρὰν οὖσαν. Τὸ μὲν γὰρ κυκλῶσαι αὐτὸν καὶ εἰπεῖν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἐδόκει πόθου τινὸς εἶναι καὶ φιλομαθείας· ἡ δὲ διάνοια, μεθ' ἧς ἠρώτων, διεφθαρμένη τις ἦν καὶ ὕπουλος. Ἐπεὶ γὰρ τὰ μὲν ἔργα οὐκ ἀνεδέξαντο συκοφαντίαν τε καὶ ἐπήρειαν, τοῖς δὲ λόγοις ἐπισκήπτειν εἶχον, ἑτέρως ἐξετάζοντες ἢ ὡς εἴρηται, ἀεὶ πεύσεις προσῆγον, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι, καὶ τοῖς ἔργοις οὐδὲν ἐγκαλεῖν δυνάμενοι, λαβήν τινα ἀπὸ τῶν ῥημάτων ἐπεθύμουν εὑρεῖν. ∆ιὰ τοῦτο ἔλεγον, Εἰπὲ ἡμῖν· καίτοι πολλάκις εἶπε. Καὶ γὰρ τῇ Σαμαρείτιδι ἔλεγεν· Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ, Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Κἀκείνοις δὲ εἶπεν, εἰ καὶ μὴ οὕτως, ἀλλὰ δι' ἑτέρων ῥημάτων. Καίτοι γε εἰ νοῦν εἶχον, καὶ ὀρθῶς ἐξετάζειν ἠβούλοντο, διὰ λόγων αὐτὸν ὁμολογῆσαι λοιπὸν ἐκείνων ἦν· διὰ γὰρ τῶν ἔργων αὐτὸς ἐπεδείξατο τοῦτο πολλάκις. Νυνὶ δὲ σκόπει τὸ διεστραμμένον αὐτῶν καὶ φιλόνεικον. Ὅταν μὲν γὰρ δημηγορῇ καὶ διὰ λόγων παιδεύῃ, λέγουσι Τί σημεῖον δεικνύεις; Ὅταν δὲ διὰ τῶν ἔργων παρέχηται τὰς ἀποδείξεις, λέγουσιν αὐτῷ, Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ, τῶν ἔργων βοώντων, ῥήματα ζητοῦντες· καὶ τῶν ῥημάτων διδασκόντων, ἐπὶ τὰ ἔργα καταφεύγουσι, πρὸς τὸ ἐναντίον ἀεὶ ἱστάμενοι. Ὅτι γὰρ οὐ τοῦ μαθεῖν ἕνεκεν ἐζήτουν, τὸ τέλος ἔδειξεν. Ὃν γὰρ οὕτως ἀξιόπιστον εἶναι ἐνόμιζον, ὡς καὶ περὶ ἑαυτοῦ μαρτυροῦντα δέξασθαι, μικρά τινα φθεγξάμενον, εὐθέως ἐλίθασαν, ὥστε καὶ τὸ κυκλῶσαι καὶ τὸ ἐπικεῖσθαι μετὰ πονηρίας ἐγίνετο. Καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως πολλῆς ἔγεμεν ἀπεχθείας. Εἰπὲ γὰρ ἡμῖν παῤῥησίᾳ, εἰ σὺ εἶ ὁ Χριστός. Καίτοι γε μετὰ παῤῥησίας ἅπαντα ἔλεγεν ἐν ταῖς ἑορταῖς ἐπιχωριάζων ἀεὶ, καὶ οὐδὲν κρύφα ἐλάλει· ἀλλὰ διὰ τοῦτο κολακείας προβάλλονται ῥήματα, λέγοντες, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἵνα αὐτὸν ἐκκαλεσάμενοι, πάλιν τινὰ λαβὴν εὕρωσιν. Ὅτι γὰρ πανταχοῦ διὰ τοῦτο ἠρώτων, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τοῖς λεγομένοις ἐπισκήψωσιν, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀλλαχόθεν πολλαχόθεν δῆλόν ἐστι. Καὶ γὰρ ὅτε προσῆλθον ἐρωτῶντες, εἰ Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ· καὶ ὅτε περὶ ἀφέσεως γυναικὸς διελέγοντο· καὶ ὅτε περὶ ἐκείνης ἐπυνθάνοντο, ἣν ἔφασαν ἑπτὰ ἄνδρας ἐσχηκέναι, ἑάλωσαν, οὐκ ἀπὸ φιλομαθείας, ἀλλ' ἀπὸ γνώμης σκαιᾶς πεύσεις αὐτῷ προσάγοντες. Ἀλλ' ἐκεῖ μὲν αὐτοὺς ἐλέγχει λέγων· Τί με πειράζετε, ὑποκριταί; δεικνὺς ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον φθέγγεται, παιδεύων ἡμᾶς μὴ πάντοτε ἐλέγχειν τοὺς ἐπιβουλεύοντας, ἀλλ' ἐπιεικείᾳ καὶ πραότητι πολλὰ φέρειν. Ἐπεὶ οὖν ἀνοίας ἦν, τῶν ἔργων αὐτὸν ἀνακηρυττόντων, τὴν ἀπὸ τῶν λόγων ζητεῖν μαρτυρίαν, ἄκουσον πῶς αὐτοῖς ἀποκρίνεται· ὁμοῦ μὲν αὐτοὺς αἰνιττόμενος ὅτι περισσῶς ταῦτα ἐζήτουν, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν· ὁμοῦ δὲ δηλῶν, ὅτι καὶ τῆς διὰ τῶν ῥημάτων σαφεστέραν ἀφῆκε φωνὴν, τὴν διὰ τῶν ἔργων. Πολλάκις γὰρ, φησὶν, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετέ μοι· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅπερ καὶ οἱ ἀνεκτότεροι αὐτῶν συνεχῶς πρὸς ἀλλήλους ἔλεγον· Οὐ γὰρ δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν· καὶ πάλιν. Οὐ δύναται δαιμόνιον ὀφθαλμοὺς τυφλῶν ἀνοίγειν· καὶ, Οὐδεὶς δύναται σημεῖα τοιαῦτα ποιεῖν, ἐὰν μὴ ᾖ μετ' αὐτοῦ ὁ Θεός. Καὶ θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει, ἔλεγον· Μή τι οὗτός ἐστιν ὁ Χριστός; Ἄλλοι δὲ ἔλεγον, Ὅταν ἔλθῃ ὁ Χριστὸς, μὴ πλείονα σημεῖα ποιήσει ὧν ἐποίησεν οὗτος; Καὶ αὐτοὶ δὲ οὗτοι ἐντεῦθεν ἐβούλοντο πιστεῦσαι αὐτῷ λέγοντες· Τί σημεῖον δεικνύεις ἡμῖν, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; βʹ. Ἐπεὶ οὖν προσεποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν λέγων, ὅτι Εἰ τοῖς ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύσετε; Ὥστε περιττὴ ἡ ἐρώτησις. Ἀλλ' εἶπον ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ἐγὼ μὲν γὰρ τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, ἃ τὸν ποιμένα ποιῆσαι ἐχρῆν· εἰ δὲ μὴ ἀκολουθεῖτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, ἀλλ' ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα τὰ ἐμά. Τὰ γὰρ πρόβατα τὰ ἐμὰ, φησὶ, τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθεῖ μοι· καὶ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐδεὶς δύναται ταῦτα ἁρπάσαι ἐκ τῆς χειρός μου. Ὅτι ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Σκόπει πῶς ἐν τῷ ἀπαγορεύειν προτρέπει εἰς τὴν ἀκολούθησιν αὐτούς. Ὑμεῖς οὐκ ἀκούετέ μου, φησίν· οὐδὲ γάρ ἐστε πρόβατα· οἱ δὲ ἀκολουθοῦντες, οὗτοι τῆς ποίμνης εἰσί. Ταῦτα δὲ ἔλεγεν, ἵνα φιλονεικήσωσι γενέσθαι πρόβατα. Εἶτα εἰπὼν ὧν τεύξονται, παρακνίζει τούτους, ὥστε αὐτοὺς διεγεῖραι καὶ εἰς ἐπιθυμίαν ἐμβαλεῖν. Τί οὖν; εἰ διὰ τὴν δύναμιν τοῦ Πατρὸς οὐδεὶς ἁρπάζει, σὺ δὲ οὐκ ἰσχύεις, ἀλλ' ἀσθενὴς εἶ πρὸς τὴν φυλακήν; Οὐδαμῶς. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, δι' ἐκείνους εἴρηται, ἵνα μὴ πάλιν αὐτὸν ἀντίθεον εἴπωσιν· εἰπὼν, ὅτι Οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου, προϊὼν ἔδειξε τὴν αὐτοῦ χεῖρα καὶ τοῦ Πατρὸς μίαν οὖσαν. Εἰ γὰρ μὴ τοῦτο, ἀκόλουθον ἦν εἰπεῖν, ὅτι Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρός μου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' Ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Εἶτα, ἵνα μὴ νομίσῃς, ὅτι αὐτὸς μέν ἐστιν ἀσθενὴς, διὰ δὲ τὴν τοῦ Πατρὸς δύναμιν ἐν ἀσφαλείᾳ τὰ πρόβατά ἐστιν, ἐπήγαγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὡσανεὶ ἔλεγεν, Οὐ διὰ τοῦτο εἶπον, ὅτι διὰ τὸν Πατέρα οὐδεὶς αὐτὰ ἁρπάζει, ὡς αὐτὸς ἀσθενῶν τηρῆσαι τὰ πρόβατα. Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· κατὰ τὴν δύναμιν ἐνταῦθα λέγων· καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. Εἰ δὲ ἡ δύναμις ἡ αὐτὴ, εὔδηλον ὅτι καὶ ἡ οὐσία. Ἐπειδὴ γὰρ μυρία ἐποίουν οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες, ἀποσυναγώγους ποιοῦντες, λέγει, ὅτι πάντα αὐτοῖς εἰκῆ καὶ μάτην μεμηχάνηται. Ἐν γὰρ τῇ χειρὶ τοῦ Πατρός μού ἐστι τὰ πρόβατα, ὥσπερ ὁ προφήτης λέγει· Ἐν τῇ χειρί μου ἐζωγράφησά σου τὰ τείχη. Εἶτα δεικνὺς μίαν οὖσαν τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ Πατρὸς εἶναί φησιν αὐτήν. Χεῖρα δὲ ὅταν ἀκούσῃς, μηδὲν αἰσθητὸν νομίσῃς, ἀλλὰ τὴν δύναμιν, τὴν ἐξουσίαν. Εἰ δὲ διὰ τοῦτο οὐδεὶς ἥρπαζεν, ὅτι αὐτὸν ἐνεδυνάμου, περιττὸν ἦν τὸ ἑξῆς εἰπεῖν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἰ γὰρ ἐλάττων ἦν, πολλῆς τοῦτο τόλμης τὸ ῥῆμα. Οὐδὲν γὰρ ἕτερον ἢ τὸ τῆς δυνάμεως ἰσοστάσιον δείκνυσιν· ὅπερ οὖν καὶ Ἰουδαῖοι συνειδότες, λίθοις αὐτὸν ἔβαλ[λ]ον. Ἀλλ' οὐδὲ οὕτω καθεῖλε τὴν δόξαν ταύτην καὶ τὴν ὑπόνοιαν. Καὶ μὴν εἰ κακῶς ὑπώπτευσαν ἐκεῖνοι, ἔδει διορθῶσαι καὶ εἰπεῖν· Τίνος ἕνεκεν ταῦτα ποιεῖτε; οὐκ ἴσην μαρτυρῶν ἐμοὶ καὶ τῷ Πατρὶ δύναμιν ταῦτα εἶπον ἐγώ. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ, καὶ ἵστησι τὴν ὑπόνοιαν, καὶ συγκροτεῖ· καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Οὐ γὰρ ἀπολογεῖται ὑπὲρ τῶν εἰρημένων ὡς κακῶς λεχθέντων, ἀλλὰ καὶ ἐκείνοις ἐπιτιμᾷ, ὡς μὴ τὴν προσήκουσαν δόξαν ἔχουσι περὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεὸν, ἄκουσον τί φησιν· Εἰ ἐκείνους εἶπεν ἡ Γραφὴ θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, πῶς ὑμεῖς λέγετε ὅτι βλασφημῶ, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ οἱ χάριτι τοῦτο λαβόντες, οὐκ ἐγκαλοῦνται θεοὺς ἑαυτοὺς καλοῦντες· ὁ τῇ φύσει τοῦτο ἔχων, πῶς ἂν εἴη δίκαιος ἐπιτιμᾶσθαι; Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν, ὕστερον δὲ αὐτὸ κατεσκεύασε, πρότερον χαλάσας καὶ καθυφεὶς τῷ λόγῳ, καὶ εἰπών· Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε· καὶ παραμυθησάμενος αὐτῶν τὸν θυμὸν, τότε ἐπάγει σαφῆ τὴν ἀπόφασιν. Τέως μὲν γὰρ ὥστε δεχθῆναι τὸν λόγον, ταπεινότερον διελέχθη· ὕστερον δὲ ἐπὶ τὸ μεῖζον αὐτὸν ἀνήγαγεν, οὕτως εἰπών· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ οὐ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε. Ὁρᾷς πῶς τοῦτο ὅπερ εἶπον κατασκευάζει, ὅτι εἰς οὐδέν ἐστιν ἐλάττων αὐτοῦ, ἀλλὰ πανταχοῦ ἴσος; Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταυτότητος τὴν ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται.

γʹ. Καὶ τί πιστεύσομεν, εἰπέ; Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐδὲν γὰρ ἄλλο ἐγὼ, ἢ ὅπερ ὁ Πατὴρ, μένων Υἱός· οὐδὲν ἄλλο ἐκεῖνος, ἢ ὅπερ ἐγὼ, μένων Πατήρ. Κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, καὶ τὸν Υἱὸν ἔμαθεν. Εἰ δὲ ἐλάττονα ἦν τὰ τῆς δυνάμεως, καὶ τὰ τῆς γνώσεως διέψευστο. Οὐδὲ γὰρ ἔστιν ἄλλην δι' ἄλλης οὔτε οὐσίαν οὔτε δύναμιν μαθεῖν. Ἠθέλησαν οὖν αὐτὸν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν, καὶ ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον, καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον· ὅτι Ἰωάννης ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ αὐτοῦ, ἐστὶν ἀληθῆ. Ὅταν γάρ τι μέγα καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως, ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· ὃ δὴ καὶ τότε ἐποίησε. Τίνος δὲ ἕνεκεν τὸν τόπον ὁ εὐαγγελιστὴς λέγει; Ἵνα μάθῃς ὅτι διὰ τοῦτο ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων τε καὶ λεχθέντων παρὰ Ἰωάννου, καὶ τῆς μαρτυρίας τῆς ἐκείνου. Ἐλθόντες γοῦν ἐκεῖ, εὐθέως ἀνεμνήσθησαν τοῦ Ἰωάννου· διὰ τοῦτο καὶ λέγουσιν, ὅτι Ἰωάννης μὲν οὐδὲν σημεῖον ἐποίησεν· ἐπεὶ ποία ἀκολουθία τοῦτο ἦν προσθεῖναι; ἀλλ' ἐπειδὴ ὁ τόπος αὐτοὺς εἰς μνήμην ἤγαγε τοῦ Βαπτιστοῦ, καὶ εἰς τὴν τῆς μαρτυρίας αὐτοῦ μνήμην ἦλθον. Ὅρα δὲ πῶς συλλογισμοὺς πλέκουσιν ἀναμφισβητήτους. Ἰωάννης μὲν σημεῖον οὐδὲν ἐποίησεν· οὗτος δὲ ποιεῖ, φησίν, Οὐκοῦν κἀντεῦθεν ἡ ὑπεροχὴ δείκνυται. Εἰ τοίνυν, ἐκείνου σημεῖον οὐδὲν ποιήσαντος, ἐπιστεύσαμεν, πολλῷ μᾶλλον τούτῳ. Εἶτα, ἐπειδὴ αὐτὸς ἦν ὁ μαρτυρήσας, ἵνα μὴ τὸ σημεῖον αὐτὸν μὴ πεποιηκέναι δόξῃ ἀνάξιον τῆς μαρτυρίας ἀποφαίνειν, ἐπήγαγον· Εἰ καὶ σημεῖον οὐδὲν ἐποίησεν, ἀλλ' ὅμως πάντα ἠλήθευσε τὰ περὶ αὐτοῦ, οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ' ἐκεῖνον ἀφ' ὧν οὗτος ἐποίησεν ἀξιόπιστον ἀποφαίνοντες. Πολλοὶ τοίνυν ἐπίστευσαν εἰς αὐτόν. Πολλὰ γὰρ ἦν αὐτοὺς τὰ ἐφελκόμενα. Καὶ γὰρ ἐμέμνηντο τῶν ῥημάτων ὧν ἔλεγεν, ἰσχυρότερον ἑαυτοῦ καλῶν αὐτὸν, καὶ φῶς, καὶ ζωὴν, καὶ ἀλήθειαν, καὶ τὰ λοιπὰ ἅπαντα, καὶ τῆς φωνῆς τῆς ἄνωθεν ἐνεχθείσης, καὶ τοῦ Πνεύματος τοῦ ἐν περιστερᾶς εἴδει φανέντος τότε καὶ δείξαντος αὐτὸν ἅπασι· καὶ μετὰ τούτων, τὴν ἀπὸ τῶν θαυμάτων ἀπόδειξιν, εἰς ἣν ὁρῶντες ἐβεβαιοῦντο λοιπόν. Εἰ γὰρ Ἰωάννῃ, φησὶ, πιστεύειν ἐχρῆν, πολλῷ μᾶλλον τούτῳ. Εἰ χωρὶς σημείων ἐκείνῳ, πολλῷ μᾶλλον τούτῳ, μετὰ τῆς ἐκείνου μαρτυρίας καὶ τὴν ἀπὸ τῶν σημείων ἀπόδειξιν ἔχοντι. Ὁρᾷς ὅσον αὐτοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, καὶ ἡ τῶν πονηρῶν ἀνθρώπων ἀπαλλαγή; ∆ιὰ τοῦτο αὐτοὺς συνεχῶς ἐξάγει καὶ ἀπάγει τῆς ἐκείνων συνουσίας· ὅπερ οὖν καὶ ἐπὶ τῆς Παλαιᾶς ποιήσας φαίνεται, πόῤῥω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν. Ὃ καὶ ἡμῖν παραινεῖ ποιεῖν, ἀγορὰς μὲν φεύγειν κελεύων καὶ θορύβους καὶ ταραχὰς, ἐν δὲ τῷ ταμιείῳ προσεύχεσθαι μετὰ τῆς ἡσυχίας. Καὶ γὰρ πλοῖον ταραχῆς ἀπηλλαγμένον, ἐξ οὐρίας πλεῖ· καὶ ψυχὴ πραγμάτων οὖσα ἐκτὸς, ἐν λιμένι κάθηται. ∆ιὸ καὶ τὰς γυναῖκας φιλοσοφωτέρας τῶν ἀνδρῶν ἐχρῆν εἶναι, οἰκουρίᾳ προσηλωμένας τὰ πλείονα. Οὕτω γοῦν καὶ ὁ Ἰακὼβ ἄπλαστος ἐγένετο, ἐπειδὴ οἰκίαν ᾤκει, καὶ τῶν ἐν μέσῳ θορύβων ἐλεύθερος ἦν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν ἡ Γραφὴ εἰποῦσα, Οἰκῶν οἰκίαν. Ἀλλὰ καὶ ἐν οἰκίᾳ πολὺς, φησὶν, ὁ θόρυβος. Ἐπειδὴ σὺ βούλει, καὶ περιιστᾷς σαυτῇ φροντίδων ὄχλον. Ὁ μὲν γὰρ ἀνὴρ ἐν μέσαις στρεφόμενος ταῖς ἀγοραῖς καὶ δικαστηρίοις, ὥσπερ ὑπό τινων κυμάτων τῶν ἔξωθεν περιαντλεῖται θορύβων· ἡ δὲ γυνὴ καθάπερ ἔν τινι διδασκαλείῳ φιλοσοφίας τῇ οἰκίᾳ καθημένη, καὶ τὸν νοῦν συνάγουσα εἰς ἑαυτὴν, καὶ εὐχαῖς προσέχειν καὶ ἀναγνώσεσι καὶ τῇ ἄλλῃ δυνήσεται φιλοσοφίᾳ. Καὶ καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες, οὐδένα ἔχουσι τὸν ἐνοχλοῦντα· οὕτω καὶ αὕτη διαπαντὸς ἔνδον οὖσα, διηνεκῶς δύναται ἀπολαύειν γαλήνης. Εἰ δέ ποτε καὶ ἐξελθεῖν ἀνάγκη γένοιτ' ἂν, οὐδὲ τότε ἐκεῖ θορύβων ὑπόθεσις. Ἢ γὰρ μέχρι τῆς ἐνταῦθα παρουσίας, ἢ ἡνίκα ἂν τὸ σῶμα λουτρῷ θεραπευθῆναι δέῃ, ἀναγκαῖαι ταῖς γυναιξὶν αἱ ἔξοδοι· τὸν δὲ πλείονα χρόνον ἔνδον κάθηται, καὶ δυνατὸν αὐτήν τε φιλοσοφεῖν, καὶ τὸν ἄνδρα δεχομένην, τεταραγμένον καταστέλλειν, ῥυθμίζειν, περικόπτειν αὐτοῦ τὰ περιττὰ καὶ ἄγρια τῶν λογισμῶν, καὶ οὕτω πάλιν ἐκπέμπειν, ὅσα μὲν ἀπὸ τῆς ἀγορᾶς ἐφελκύσατο κακὰ, ἀποθέμενον, ὅσα δὲ ἀπὸ τῆς οἰκίας ἔμαθε καλὰ μεθ' ἑαυτοῦ φέροντα. Οὐδὲν γὰρ, οὐδὲν ἰσχυρότερον γυναικὸς εὐλαβοῦς καὶ συνετῆς, πρὸς τὸ ῥυθμίζειν ἄνδρα, καὶ διαπλάττειν αὐτοῦ τὴν ψυχὴν ἐν οἷς ἂν θέλῃ. Οὔτε γὰρ φίλων, οὔτε διδασκάλων, οὔτε ἀρχόντων οὕτως ἀνέξεται, ὡς τῆς συνοίκου παραινούσης, καὶ συμβουλευούσης. Ἔχει γάρ τινα καὶ ἡδονὴν ἡ παραίνεσις, διὰ τὸ σφόδρα φιλεῖσθαι τὴν συμβουλεύουσαν. Καὶ πολλοὺς ἂν ἔχοιμι λέγειν ἄνδρας σκληροὺς καὶ ἀπειθεῖς καταμαλαγέντας οὕτως. Αὕτη γὰρ καὶ τραπέζης αὐτῷ καὶ εὐνῆς, καὶ παιδοποιίας. καὶ ῥητῶν καὶ ἀποῤῥήτων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ πολλῷ πλειόνων κοινωνοῦσα ἑτέρων, καὶ ἐν ἅπασιν αὐτῷ δεδεμένη, καὶ οὕτως αὐτῷ συνημ μένη, ὡς εἰκὸς σῶμα κεφαλῇ συνῆφθαι, ἂν τύχῃ συνετή τις οὖσα καὶ ἐμμελὴς, ἅπαντας ὑπερβήσεται καὶ νικήσει εἰς τὴν τοῦ συνοικοῦντος ἐπιμέλειαν.

δʹ. ∆ιὰ τοῦτο παραινῶ, ἔργον τοῦτο τίθεσθαι, καὶ τὰ δέοντα συμβουλεύειν. Ὥσπερ γὰρ πρὸς ἀρετὴν, οὕτω καὶ πρὸς κακίαν πολλὴν ἔχει τὴν ἰσχύν. Αὕτη τὸν Ἀβεσσαλὼμ ἀπώλεσεν, αὕτη τὸν Ἀμνὼν, αὕτη τὸν Ἰὼβ ἔμελλεν· αὕτη τὸν Νάβαλ ἐξήρπασε τῆς σφαγῆς, αὕτη ὁλόκληρον ἔθνος διέσωσε. Καὶ γὰρ ∆εββώρα καὶ Ἰουδὶθ ἀνδρῶν στρατηγῶν κατορθώματα ἐπεδείξαντο· καὶ ἄλλαι δὲ μυρίαι γυναῖκες. ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ ἐπὶ τῶν χρόνων δὲ ἐκείνων τὴν Περσίδα καὶ τὴν Μαριὰμ καὶ τὴν Πρίσκιλλαν ἀποστολικῶν ἁψαμένας σκαμμάτων εἴδομεν. Ἅσπερ ἀναγκαῖον καὶ ὑμᾶς ζηλοῦν, καὶ μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ πράγμασι ῥυθμίζειν τὸν συνοικοῦντα. Πῶς δὲ αὐτὸν παιδεύσομεν διὰ τῶν πραγμάτων; Ὅταν σὲ μὴ πονηρὰν οὖσαν ἴδῃ, μηδὲ πολυτελῆ καὶ φιλόκοσμον, μηδὲ προσόδους χρημάτων ἀπαιτοῦσαν περιττὰς, ἀλλ' ἀρκουμένην τοῖς οὖσι· τότε γὰρ, τότε καὶ συμβουλευούσης ἀνέξεται. Ἐὰν δὲ φιλοσοφῇς μὲν τοῖς ῥήμασιν, ἐν δὲ τοῖς πράγμασι τἀναντία ποιῇς, καταγνώσεταί σου φλυαρίαν πολλήν. Ὅταν δὲ μετὰ τῶν ῥημάτων καὶ τὴν ἀπὸ τῶν ἔργων παρέχῃς αὐτῷ διδασκαλίαν, τότε καὶ ἀποδέξεταί σε καὶ πεισθήσεται μᾶλλον· οἷον ὅταν χρυσίον μὴ ζητῇς, μηδὲ μαργαρίτας, μηδὲ ἱματισμῶν πολυτέλειαν· ἀλλ' ἀντὶ τούτων κοσμιότητα, σωφροσύνην, εὔνοιαν, καὶ παρὰ σαυτῆς ταῦτα εἰσαγάγῃς, καὶ παρ' ἐκείνου ταῦτα ἀπαιτῇς. Εἰ γὰρ χρή τι εἰς ἀρέσκειαν ποιεῖν ἀνδρὸς, ψυχὴν δεῖ, οὐ σῶμα κοσμεῖν καὶ διαφθείρειν. Οὐδὲ γὰρ οὕτω χρυσίον περικείμενον ποιήσει ἐπέραστον καὶ ποθεινὴν ἐκείνῳ, ὡς σωφροσύνη καὶ εὔνοια περὶ αὐτὸν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ συνοικοῦντος. Ταῦτα μᾶλλον χειροῦται τοὺς ἄνδρας. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ προσίσταται αὐτῷ, εἰς στενὸν τὰ χρήματα αὐτῷ καθιστὰς, καὶ δαπάνην καὶ φροντίδα πολλὴν παρέχων· τὰ δὲ εἰρημένα προσηλώσει τῇ γυναικὶ τὸν ἄνδρα. Εὔνοια γὰρ καὶ φιλία καὶ πόθος οὔτε φροντίδας παρέχει, οὔτε δαπάνην ἐργάζεται, ἀλλὰ τοὐναντίον ἅπαν. Κἀκεῖνος μὲν ὁ κόσμος ὑπὸ τῆς συνηθείας προσκορὴς γίνεται· ὁ δὲ τῆς ψυχῆς καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ μείζονα ἀνάπτει τὴν φλόγα. Ὥστε εἰ βούλει ἀνδρὶ ἀρέσκειν, κόσμει τὴν ψυχὴν σωφροσύνῃ, εὐλαβείᾳ, προστασίᾳ οἰκίας. Ταῦτα καὶ μᾶλλον χειροῦται, καὶ οὐδέποτε παύεται. Οὐ γῆρας καταλύει τὸν κόσμον τοῦτον, οὐ νόσος ἀπόλλυσι. Τὸν μὲν γὰρ τοῦ σώματος κόσμον χρόνος πολὺς ἐξέλυσε, καὶ νόσος ἀνάλωσε, καὶ ἕτερα πλείονα· τὰ δὲ τῆς ψυχῆς πάντων ἐστὶν ἀνώτερα τούτων. Κἀκεῖνος μὲν ὁ κόσμος καὶ φθόνον ἔχει καὶ ζηλοτυπίαν ἀνάπτει· οὗτος δὲ καθαρός ἐστι νοσήματος, καὶ πάσης ἀπήλλακται κενοδοξίας. Οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν εὐκολώτερα ἔσται, καὶ ἡ πρόσοδος μετ' εὐμαρείας, ὅταν τὸ χρυσίον μὴ τῷ σώματι τῷ σῷ περικείμενον ᾖ, μηδὲ τὰς χεῖρας δεσμοῦν, ἀλλ' εἰς ἀναγκαίας παραχωρῇ χρείας· οἷον, εἰς διατροφὴν οἰκετῶν, καὶ παίδων ἐπιμέλειαν ἀναγκαίαν, καὶ ἑτέρας χρειώδεις προφάσεις. Ἂν δὲ μὴ ταῦτα ᾖ, περικέηται δὲ αὐτὰ τῇ ὄψει, καὶ ἡ καρδία στενοχωρῆται, τί τὸ κέρδος; ποῖον τὸ ὄφελος; Οὐκ ἀφίησι τὸ ταύτης θαῦμα ὀφθῆναι ἐκείνη λυπουμένη. Ἴστε γὰρ, ἴστε ὅτι, κἂν αὐτὴν πασῶν εὐπρεπεστάτην ἴδῃ τις γυναῖκα, οὐ δύναται τέρπεσθαι ἐν ὀδυνωμένῃ τῇ ψυχῇ· τὸν γὰρ μέλλοντα τέρπεσθαι, χαίρειν δεῖ πρότερον καὶ ἀγάλλεσθαι. Τοῦ χρυσίου δὲ παντὸς σεσωρευμένου εἰς τὸν κόσμον τοῦ σώματος τοῦ γυναικείου, καὶ στενοχωρίας οὔσης κατὰ τὴν οἰκίαν, οὐδεμία τέρψις ἐστὶ τῷ συνοικοῦντι. Ὥστε εἰ βουλόμεθα ἀρέσκειν τοῖς ἀνδράσιν, ἐν ἡδονῇ αὐτοὺς καταστήσομεν· ἐν ἡδονῇ δὲ καταστήσομεν, ἂν περιέλωμεν τὸν κόσμον καὶ τοὺς καλλωπισμούς. Ταῦτα γὰρ ἅπαντα παρ' αὐτὸν τῆς νυμφαγωγίας τὸν καιρὸν ἔχειν τινὰ τέρψιν δοκεῖ· ὕστερον δὲ τῷ χρόνῳ μαραίνεται. Εἰ γὰρ τὸν οὐρανὸν οὕτω καλὸν ὄντα, καὶ τὸν ἥλιον οὕτω λαμπρὸν, οὗ σῶμα οὐδὲν ἂν ἔχοις ἴσον εἰπεῖν, οὐχ ὁμοίως θαυμάζομεν διὰ τὴν συνήθειαν· πῶς σῶμα κεκαλλωπισμένον θαυμάσομεν; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς κοσμεῖσθαι τὸν κόσμον τὸν ὑγιῆ, ὃν ὁ Παῦλος ἐπέταξε· Μὴ χρυσῷ ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Ἀλλὰ τοῖς ἔξω ἀρέσκειν βούλει, καὶ ἐπαινεῖσθαι παρ' αὐτῶν; Μάλιστα μὲν οὖν οὐ σώφρονος γυναικὸς ὁ πόθος οὗτος. Πλὴν εἰ βούλει, καὶ τούτους οὕτως ἐραστὰς ἕξεις σφοδροὺς καὶ τῆς σωφροσύνης ἐπαινέτας. Ἐκείνην μὲν γὰρ οὐδεὶς ἐπαινέσεται ἐπιεικὴς καὶ μέτριος, ἀλλὰ ἀκόλαστοι καὶ λάγνοι· μᾶλλον δὲ, οὐδὲ οὗτοι ἐπαινέσονται, ἀλλὰ καὶ κακῶς ἐροῦσιν, ἀναπτερούμενοι τὰς ὄψεις ὑπὸ τῆς περὶ τὴν γυναῖκα ἀσωτίας· ταύτην δὲ κἀκεῖνοι καὶ οὗτοι, καὶ πάντες ἀποδέξονται, ἅτε μηδὲν κακὸν παρ' αὐτῆς λαμβάνοντες, ἀλλὰ καὶ διδασκαλίαν φιλοσοφίας· καὶ πολὺς μὲν ἔσται παρὰ ἀνθρώπων ὁ ἔπαινος, πολὺς δὲ παρὰ τῷ Θεῷ ὁ μισθός. Τοῦτον τοίνυν ζηλώσωμεν τὸν κόσμον, ἵνα καὶ ἐνταῦθα μετὰ ἀδείας ζήσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΒʹ. Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ.

αʹ. Πολλοὶ τῶν ἀνθρώπων ὅταν ἴδωσί τινας τῶν ἀρεσκόντων Θεῷ πάσχοντάς τι δεινὸν, οἷον ἢ ἀῤῥωστίᾳ περιπεσόντας, ἢ πενίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ, σκανδαλίζονται· οὐκ εἰδότες, ὅτι τῶν μάλιστα τῷ Θεῷ φίλων τὸ ταῦτα πάσχειν ἐστίν· ἐπεὶ καὶ ὁ Λάζαρος τῶν φίλων ἦν τοῦ Χριστοῦ, καὶ ἠσθένει· Τοῦτο γοῦν καὶ οἱ πέμψαντες ἔλεγον· Ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὴν περικοπήν. Ἦν τις, φησὶν, ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν εἶπε πόθεν ἦν ὁ Λάζαρος, ἀλλὰ διά τινα αἰτίαν ἣν μετὰ ταῦτα ἐρεῖ. Τέως δὲ τοῦ προκειμένου ἐχώμεθα. Καὶ τὰς ἀδελφὰς δὲ αὐτοῦ ἡμᾶς διδάσκει χρησίμως· καὶ ἔτι ὃ πλέον εἶχε Μαρία, ἐπάγων καὶ λέγων· Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. Ἐνταῦθά τινες διαποροῦντες, Πῶς, φησὶν, ἠνέσχετο ὁ Χριστὸς γυναικὸς τοιαῦτα ποιούσης; Πρῶτον μὲν οὖν ἐκεῖνο ἀναγκαῖον μαθεῖν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ· ἄλλη γὰρ αὕτη. Ἐκεῖναι μὲν γὰρ πόρναι δή τινες ἦσαν καὶ πολλῶν γέμουσαι κακῶν· αὕτη δὲ καὶ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. ∆είκνυσι δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ αἱ ἀδελφαὶ ἐφίλουν αὐτὸν, καὶ ὅμως συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν. Τίνος δὲ ἕνεκεν οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα, ὅπερ ἐποίησεν ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἀπῆλθον πρὸς αὐτὸν, ἀλλὰ πέμπουσι; Σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν. Ἄλλως δὲ, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς, καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ὕστερον ἐδήλωσαν. Ὅτι μὲν οὖν οὐκ ἦν αὕτη ἐκείνη, δῆλον. Ἀλλὰ καὶ ἐκείνην τίνος ἕνεκεν ἐδέξατο ὁ Χριστὸς, φησίν; Ἵνα λύσῃ τὴν κακίαν· ἵνα δείξῃ τὴν φιλανθρωπίαν· ἵνα μάθῃς, ὅτι οὐκ ἔστι νόσημα νικῶν αὐτοῦ τὴν ἀγαθότητα. Μὴ τοίνυν τοῦτο μόνον ἴδῃς, ὅτι ἐδέξατο, ἀλλὰ κἀκεῖνο σκόπει, πῶς μετέβαλε. Καὶ τίνος ἕνεκεν ἀναμιμνήσκει τῆς ἱστορίας ταύτης ἡμᾶς ὁ εὐαγγελιστής; μᾶλλον δὲ τί διδάξαι βούλεται τῷ λέγειν, Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον; Μηδέποτε ἀγανακτεῖν μηδὲ δυσχεραίνειν, εἴ τις ἀσθένεια γένοιτο περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Εἰς οἶκτον ἐπισπάσασθαι ἐβούλοντο τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον· καὶ δῆλον ἐξ ὧν λέγουσιν· Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανε· καὶ ἐκ τοῦ μὴ εἰπεῖν, Ἴδε Λάζαρος ἀσθενεῖ, ἀλλ', Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Τί οὖν ὁ Χριστός; Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ δι' αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα πῶς πάλιν μίαν τὴν δόξαν φησὶν αὐτοῦ καὶ τοῦ Πατρός. Εἰπὼν γὰρ, Θεοῦ, ἐπήγαγεν, Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκεῖ ἡμέρας δύο μένειν, τέως αὐτοὺς ἀποπέμπεται τοῦτο ἀπαγγέλλοντας. Ἐφ' ᾧ καὶ θαυμάσαι ἔστι τὰς ἀδελφὰς αὐτοῦ, πῶς ἀκούσασαι, ὅτι Οὐκ ἔστι πρὸς θάνατον, καὶ ἰδοῦσαι αὐτὸν ἀποθανόντα, οὐκ ἐσκανδαλίσθησαν, ἀπεναντίας τοῦ πράγματος γενομένου· ἀλλὰ προσῆλθον καὶ οὕτω, καὶ οὐκ ἐνόμισαν αὐτὸν διαψεύσασθαι. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας, ἀλλ' ἐκβάσεώς ἐστι. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀῤῥωστία· ἐχρήσατο δὲ αὐτῇ εἰς δόξαν Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἔμεινεν ἡμέρας δύο. Τίνος ἕνεκεν ἔμεινεν; Ἵνα ἀποπνεύσῃ, καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν· ὅτι κάρος ἦν, ὅτι ἔκλυσις ἦν, ὅτι καταγωγὴ ἦν, καὶ οὐ θάνατος. ∆ιὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει, ὡς καὶ φθορὰν γενέσθαι, καὶ εἰπεῖν, Ἤδη ὄζει. Εἶτα λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν. Τί δήποτε οὐδαμοῦ προειπὼν ἀλλαχοῦ, ἐνταῦθα προλέγει; Ἐδεδοίκεισαν σφόδρα· καὶ ἐπεὶ ταύτῃ διέκειντο, προλέγει, ἵνα μὴ τὸ ἀθρόον ταράξῃ αὐτούς. Τί δὲ οἱ μαθηταί; Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἐδεδοίκεισαν μὲν οὖν καὶ ὑπὲρ αὐτοῦ· τὸ δὲ πλέον, μᾶλλον ὑπὲρ ἑαυτῶν· οὔπω γὰρ ἦσαν ἀπηρτισμένοι. ∆ιὸ καὶ τῷ δέει κατασειόμενος λέγει Θωμᾶς· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν. Ἀσθενέστερος γὰρ τῶν ἄλλων ἦν καὶ ἀπιστότερος. Ἀλλ' ὅρα πῶς αὐτοὺς δι' ὧν φησι παραθαῤῥύνει ὁ Ἰησοῦς. Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; Ἢ τοῦτο τοίνυν φησὶν, ὅτι ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, οὐδὲν πείσεται δεινόν· ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται (ὥστε ἡμᾶς οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπράξαμεν)· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐν ἀσφαλείᾳ ἐστίν. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, πολλῷ μᾶλλον ὁ μετ' ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ ἑαυτὸν ἐμοῦ. Τούτοις παραθαῤῥύνας, ἐπάγει καὶ τὴν αἰτίαν ἀναγκαίαν τῆς ἀφίξεως τῆς ἐκεῖσε· καὶ δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἱεροσόλυμα μέλλουσιν ἀπιέναι, ἀλλ' εἰς Βηθανίαν, Λάζαρος ὁ φίλος, φησὶ, κεκοίμηται, καὶ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· τουτέστιν, Οὐκ ἐπὶ τοῖς αὐτοῖς ἄπειμι πάλιν διαλεξόμενος καὶ ὁμόσε χωρήσων τοῖς Ἰουδαίοις, ἀλλὰ τὸν φίλον ἐξυπνίσων τὸν ἡμέτερον. Λέγουσιν οἱ μαθηταί· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Τοῦτο δὲ οὐχ ἁπλῶς εἶπον, ἀλλ' ἐγκόψαι βουλόμενοι τὴν ἐκεῖ παρουσίαν. Λέγεις, φησὶν, ὅτι καθεύδει; οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Καίτοι αὐτὸς διὰ τοῦτο εἶπεν, ὅτι Ὁ φίλος ἡμῶν, ἵνα δείξῃ ἀναγκαίαν τὴν παρουσίαν.

βʹ. Ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο. τότε λέγει, Ἀπέθανε. Τὸ μὲν οὖν πρότερον, τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος, ἔλεγεν· ἐπειδὴ δὲ οὐ συνῆκαν, ἐπάγει· Ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς. Τί δήποτε, ∆ι' ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, καὶ ὅτι ἐπειδὰν ἀναστήσω, οὐδεμία ἔσται ὑποψία. Ὁρᾷς πῶς ἔτι ἀτελέστερον διέκειντο οἱ μαθηταὶ, καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι, ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε, Κεκοίμηται, λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν, Ἀπέθανεν, οὐκέτι προσέθηκε, Πορεύομαι ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἠβούλετο τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι, τὸ ἀκενόδοξον πανταχοῦ διδάσκων ἡμᾶς, καὶ τὸ μὴ δεῖν ἁπλῶς ὑπισχνεῖσθαι. Εἰ δὲ ἐπὶ τοῦ ἑκατοντάρχου τοῦτο ἐποίησε παρακληθεὶς (εἶπε γὰρ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν), ἵνα δείξῃ τὴν ἐκείνου πίστιν, τοῦτο εἶπεν. Εἰ δὲ λέγοι τις, Πόθεν ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καὶ οὐδὲ ἀπὸ τούτου συνέγνωσαν θάνατον εἶναι, λέγω δὲ τοῦ εἰπεῖν, Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν; (καὶ γὰρ ἀνοίας ἦν εἴ γε προσεδόκων στάδια πέντε καὶ δέκα αὐτὸν πορεύεσθαι, ὥστε ἐξυπνίσαι·) ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἐνόμιζον τοῦτο αἴνιγμα εἶναι, οἷα πολλὰ διελέγετο. Πάντες μὲν οὖν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς· διὸ καὶ ἔλεγεν· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν μετ' αὐτοῦ. Καί τινες μέν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν· οὐκ ἔστι δέ· δειλίας γὰρ μᾶλλον τὸ ῥῆμα. Ἀλλ' οὐκ ἐπετιμήθη. ∆ιεβάσταζε γὰρ αὐτοῦ τὴν ἀσθένειαν ἔτι· ὕστερον μέντοι πάντων ἰσχυρότερος γέγονε καὶ ἄληπτος. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τὸν οὕτως ἀσθενῆ πρὸ τοῦ σταυροῦ μετὰ τὸν σταυρὸν καὶ τὸ πιστεῦσαι τῇ ἀναστάσει θερμότερον πάντων αὐτὸν ὁρῶμεν· τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Ὁ γὰρ μετὰ τοῦ Χριστοῦ εἰς Βηθανίαν μὴ τολμῶν ἀπελθεῖν, οὗτος τὸν Χριστὸν οὐχ ὁρῶν, σχεδὸν τὴν οἰκουμένην διέδραμε, καὶ ἐν μέσοις δήμοις ἐστρέφετο φονῶσι καὶ βουλομένοις αὐτὸν ἀνελεῖν. Εἰ δὲ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἐστὶ μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος; Ἔμεινε δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων καθ' ἣν καὶ ἐτελεύτησεν· εἶτα κατ' αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. ∆ιὰ τοῦτο καὶ κληθῆναι ἀνέμεινε, καὶ οὐχὶ αὐτεπάγγελτος ἦλθεν, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Καὶ οὐδὲ αὐταὶ παρεγένοντο αἱ φιλούμεναι, ἀλλὰ ἄλλοι πέμπονται. Ἦν δὲ ἡ Βηθανία ὡς ἀπὸ σταδίων δεκαπέντε. Ἐντεῦθεν δηλοῦται ὅτι πολλοὺς ἀπὸ Ἱεροσολύμων εἰκὸς παρεῖναι. Εὐθέως γοῦν ἐπήγαγεν, ὅτι Ἰουδαίων ἦσαν πολλοὶ παραμυθούμενοι. Πόθεν παρεμυθοῦντο αὐ τὰς φιλουμένας ὑπὸ τοῦ Χριστοῦ; καίτοι συνέθεντο, ἐάν τις ὁμολογήσῃ Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται; Ἢ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ, οὗτοι παρῆσαν· πολλοὶ γοῦν καὶ ἐξ αὐτῶν ἐπίστευσαν. Ταῦτα δὲ λέγει ὁ εὐαγγελιστὴς, πιστούμενος ὅτι τέθνηκε Λάζαρος. Τί δήποτε δὲ οὐ παραλαμβάνει τὴν ἀδελφὴν εἰς ἀπάντησιν ἐρχομένη τοῦ Χριστοῦ; Βούλεται κατ' ἰδίαν αὐτῷ συντυχεῖν, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι. Ἐπειδὴ δὲ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν Μαρίαν, καὶ ἀπήντησεν αὐτῷ, τοῦ πένθους ἀκμάζοντος ἔτι. Ὁρᾷς πῶς ζέον τὸ φίλτρον ἦν; Αὕτη ἐστὶ περὶ ἧς ἔλεγε· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Πῶς οὖν αὕτη θερμοτέρα ἐφαίνετο, φησίν; Οὐ θερμοτέρα αὕτη· οὐ γὰρ ἤκουσεν ἐκείνη· ἐπεὶ αὕτη ἀσθενεστέρα ἦν. Ἡ γὰρ ἀκούσασα τοσαῦτα, αὕτη φησὶ πάλιν, Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Ἐκείνη δὲ, καίτοι μηδὲν ἀκούσασα, τοιοῦτον οὐδὲν ἐφθέγξατο, ἀλλ' εὐθὺς πιστεύσασα λέγει· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἀπέθανεν.

γʹ. Ὁρᾶτε ὅση φιλοσοφία γυναικῶν, εἰ καὶ ἀσθενὴς αὐτῶν ἡ γνώμη; Ἰδοῦσαι γὰρ τὸν Χριστὸν, οὐκ εὐθέως εἰς θρήνους, οὐδὲ εἰς κωκυτοὺς, οὐδὲ ὀλολυγμοὺς ἐκπίπτουσιν· ὅπερ πάσχομεν ἡμεῖς, ἐπειδάν τινας γνωρίμους ἐπεισιόντας ἴδωμεν τῷ πένθει· ἀλλ' εὐθέως τὸν διδάσκαλον θαυμάζουσιν. Ἐπίστευον μὲν οὖν καὶ ἀμφότεραι εἰς τὸν Χριστὸν, ἀλλ' οὐχ ὡς προσῆκεν. Οὔπω γὰρ ἀκριβῶς ἠπίσταντο, οὔτε ὅτι Θεὸς ἦν, οὔτε ὅτι οἰκείᾳ δυνάμει καὶ αὐθεντίᾳ ταῦτα ποιεῖ· ἅπερ ἀμφότερα αὐτὰς ἐδίδαξεν. Ὅτι δὲ οὐκ ᾔδεσαν, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν, Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς ἡμῶν· καὶ ἐκ τοῦ ἐπαγαγεῖν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι, ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διαλεγόμεναι. Ὅρα δὲ καὶ τί φησιν ὁ Χριστός· Ἀναστήσεται ὁ ἀδελφός σου. Ἐκεῖνο τέως ἀνατρέπει τὸ, Ὅσα ἂν αἰτήσῃ. Οὐ γὰρ εἶπεν, Αἰτῶ· ἀλλὰ τί; Ἀναστήσεται ὁ ἀδελφός σου. Τὸ μὲν οὖν εἰπεῖν, Ὦ γύναι, ἔτι κάτω βλέπεις; οὐ δέομαι βοηθείας ἑτέρας, ἀπ' ἐμαυτοῦ πάντα ποιῶ, σφόδρα ἦν φορτικὰ, καὶ προσέστη ἂν τῇ γυναικί· νῦν δὲ εἰπὼν, Ἀναστήσεται, μέσον ἐποίησεν ἀναγκαίως τὸν λόγον, καὶ διὰ τῶν ἑξῆς δὲ ταῦτα ἅπερ εἶπον ᾐνίξατο. Εἰπούσης γὰρ, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, σαφέστερον δεικνὺς αὐτοῦ τὴν αὐθεντίαν, λέγει, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· δηλῶν, ὅτι οὐ δεῖται ἑτέρου βοηθοῦντος, εἴ γε αὐτός ἐστιν ἡ ζωή. Εἰ δὲ δεῖται ἑτέρου, πῶς ἂν εἴη αὐτὸς ἡ ἀνάστασις καὶ ἡ ζωή; Ἀλλ' οὕτω φανερῶς οὐκ εἶπεν, ᾐνίξατο δὲ αὐτό. Πάλιν δὲ ἐκείνης εἰπούσης, Ὅσα ἂν αἰτήσῃ, αὐτὸς πάλιν λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ παρ' αὐτοῦ δεῖ αἰτεῖν. Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὅρα πῶς αὐτῆς ἀνάγει τὸν νοῦν. Οὐ γὰρ τοῦτο ἦν τὸ ζητού μενον μόνον, τὸ Λάζαρον ἀναστῆσαι, ἀλλ' ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας μετ' αὐτῆς τὴν ἀνάστασιν μαθεῖν. ∆ιὰ τοῦτο πρὸ τῆς ἀναστάσεως φιλοσοφεῖ διὰ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι, καὶ ἡ ζωὴ, οὐ τόπῳ περικλείεται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι. Εἰ μὲν οὖν εἶπαν ὡς ὁ ἑκατοντάρχης, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου, τοῦτο ἂν ἐποίησεν· ἐπειδὴ δὲ ἐκάλεσαν αὐτὸν πρὸς ἑαυτὰς, καὶ παραγενέσθαι ἠξίωσαν, τούτου ἕνεκεν συγκάτεισιν, ὥστε αὐτὰς ἀναστῆσαι ἀπὸ τῆς ταπεινότητος τῆς περὶ αὐτὸν, καὶ παραγίνεται κατὰ τὸν τόπον. Ὅμως καὶ συγκατιὼν δείκνυσι καὶ οὕτως, ὅτι καὶ ἀπὼν δύναται θεραπεύειν· διὰ τοῦτο δὴ καὶ βραδύνει. Οὐ γὰρ ἂν ἐφάνη ἡ χάρις εὐθέως δοθεῖσα, εἰ μὴ καὶ ἡ δυσωδία προεχώρησε. Καὶ πόθεν ᾔδει ἡ γυνὴ τὴν μέλλουσαν ἀνάστασιν; Ἤκουσε πολλὰ τοῦ Χριστοῦ περὶ ἀναστάσεως λέγοντος, ἀλλ' ὅμως ἐκείνη ἄρτι ἐπεθύμει ἰδεῖν· καὶ ὅρα πῶς κάτω στρέφεται ἔτι. Ἀκούσασα γὰρ, ὅτι Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, οὐδὲ οὕτως εἶπεν, Ἀνάστησον αὐτόν· ἀλλὰ τί; Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτήν; Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται (τοῦτον τὸν θάνατον λέγων)· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ· τὸν θάνατον ἐκεῖνον δηλῶν. Ἐπεὶ οὖν ἐγώ εἰμι ἡ ἀνάστασις, μὴ θορυβηθῇς εἰ καὶ τέθνηκεν ἤδη, ἀλλὰ πίστευε. Οὐ γάρ ἐστι τοῦτο θάνατος. Τέως αὐτὴν ἐπὶ τῷ συμβεβηκότι παρεμυθήσατο, καὶ ἐλπίδας ὑπέφηνε, καὶ τῷ εἰπεῖν, ὅτι Ἀναστήσεται, καὶ τῷ εἰπεῖν, Ἐγώ εἰμι ἡ ἀνάστασις· καὶ ὅτι ἀναστὰς, κἂν πάλιν ἀποθάνῃ, οὐδὲν πείσεται. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε. Πιστεύεις τοῦτο; Λέγει ἐκείνη· Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. ∆οκεῖ μοι μὴ συνιέναι τὸ γύναιον τὸ λεχθέν. Ἀλλ' ὅτι μὲν μέγα τι ἦν, συνεῖδεν· οὐ μὴν κατενόησε τὸ πᾶν. ∆ιὰ τοῦτο ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται. Τέως μέντοι ἐκεῖνο ἐκέρδανε, τὸ καταλῦσαι τὸ πένθος. Τοιαύτη γὰρ τῶν τοῦ Χριστοῦ λόγων ἡ δύναμις. ∆ιὰ τοῦτο καὶ ἐκείνη προέφθασε, καὶ αὕτη ἠκολούθησεν. Ἡ γὰρ εἰς τὸν διδάσκαλον εὔνοια τοῦ παρόντος οὐ σφόδρα αἰσθάνεσθαι συνεχώρει. Ὥστε μετὰ τῆς χάριτος, καὶ ἡ γνώμη τῶν γυναικῶν φιλόσοφος ἦν.

δʹ. Ἀλλὰ νῦν μετὰ τῶν ἄλλων κακῶν καὶ τοῦτο τῶν γυναικῶν τὸ νόσημα κρατεῖ. Ἐπίδειξιν γὰρ ἐν τοῖς θρήνοις ποιοῦνται καὶ τοῖς κωκυτοῖς, γυμνοῦσαι βραχίονας, σπαράττουσαι τρίχας, χαράδρας ποιοῦσαι κατὰ τῶν παρειῶν. Καὶ τοῦτο ποιοῦσιν, αἱ μὲν ὑπὸ πένθους, αἱ δὲ ὑπὸ ἐπιδείξεως καὶ φιλοτιμίας, αἱ δὲ ὑπὸ ἀσωτίας· καὶ τοὺς βραχίονας γυμνοῦσιν, ἐν ὄψεσι καὶ ταῦτα ἀνδρῶν. Τί ποιεῖς, ὦ γύναι; γυμνοῖς σεαυτὴν ἀσχημόνως, εἰπέ μοι, ἐπὶ μέσης τῆς ἀγορᾶς, τοῦ Χριστοῦ μέλος οὖσα, ἀνδρῶν παρόντων κατὰ τὴν ἀγοράν; καὶ τρίχας τίλλεις, καὶ διασχίζεις ἐσθῆτα, καὶ μέγα κωκύεις, καὶ χορὸν περιιστᾷς, καὶ μαινάδων γυναικῶν εἰκόνα διασώζεις, καὶ οὐχ ἡγῇ τῷ Θεῷ προσκρούειν; Πόσης ταῦτα μανίας; ἆρ' οὐ γελάσονται Ἕλληνες; ἆρ' οὐ μύθους τὰ ἡμέτερα εἶναι νομίσουσιν; Ἐροῦσι γάρ· Οὐκ ἔστιν ἀνάστασις, ἀλλὰ χλεύη τὰ τῶν Χριστιανῶν, ἀπάτη καὶ συσκευή. Καθά περ γὰρ οὐδενὸς ὄντος μετὰ ταῦτα, οὕτω κωκύουσιν αἱ παρ' αὐτοῖς γυναῖκες· οὐ προσέχουσι τοῖς ῥήμασι τοῖς ἐν τοῖς βιβλίοις αὐτῶν κεχαραγμένοις. Πλάσματα ἐκεῖνα πάντα, καὶ δηλοῦσιν αὐταί. Εἰ γὰρ ἐπίστευον, ὅτι ὁ τετελευτηκὼς οὐ τετελεύτηκεν, ἀλλ' ἐπὶ βελτίονα ζωὴν μετέστη, οὐκ ἂν αὐτὸν ὡς οὐκ ἔτι ὄντα ἐθρήνησαν, οὐκ ἂν οὕτω κατεκόπτοντο, οὐκ ἂν τοιαύτας ἀφῆκαν φωνὰς ἀπιστίας γεμούσας· Οὐκ ἔτι σε ὄψομαι, οὐκ ἔτι σε ἀπολήψομαι. Μῦθος ἅπαντα τὰ παρ' αὐτοῖς. Εἰ δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν οὕτω διαπιστεῖται, πολλῷ μᾶλλον καὶ τὰ ἄλλα τὰ παρ' αὐτοῖς σεμνά. Οὐχ οὕτως Ἕλληνες γυναικίζονται· πολλοὶ παρ' αὐτοῖς ἐφιλοσόφησαν. Καὶ ἀκούσασα Ἕλλην γυνὴ περὶ παιδὸς ἐν πολέμῳ πεσόντος, εὐθέως ἤρετο· Τὰ δὲ τῆς πόλεως πῶς διάκειται πράγματα; καὶ ἄλλος φιλόσοφος ἐστεφανωμένος, ἐπειδὴ ἤκουσεν ὅτι ὑπὲρ τῆς πατρίδος ὁ παῖς ἔπεσεν, ἀφελόμενος τὸν στέφανον, καὶ ἐρόμενος ὁπότερος τοῖν δυοῖν, ἐπειδὴ ἔμαθε τὸν πεσόντα, τὸν στέφανον εὐθὺς πάλιν ἐπέθηκε. Πολλοὶ δὲ καὶ υἱεῖς καὶ θυγατέρας ἐπέδωκαν εἰς σφαγὴν, δαίμονας τιμῶντες. Αἱ δὲ Λακωνικαὶ γυναῖκες καὶ παραινοῦσι τοῖς παισὶν, ἢ τὴν ἀσπίδα διασῶσαι ἐκ τοῦ πολέμου, ἢ ἐπ' αὐτῆς ἐνεχθῆναι νεκρόν. ∆ιὰ ταῦτα αἰσχύνομαι ὅτι Ἕλληνες τοιαῦτα φιλοσοφοῦσιν, ἡμεῖς δὲ ἀσχημονοῦμεν. Οἱ περὶ ἀναστάσεως οὐδὲν εἰδότες, τὰ τῶν εἰδότων πράττουσιν· οἱ δὲ εἰδότες, τὰ τῶν ἀγνοούντων. Πολλοὶ καὶ ὃ διὰ Θεὸν οὐ ποιοῦσι, τοῦτο δι' ἀνθρώπων αἰδῶ πράττουσι πολλάκις. Αἱ γὰρ εὐπορώτεραι τῶν γυναικῶν τρίχας οὐ τίλλουσιν, οὐ βραχίονας γυμνοῦσιν· ὃ καὶ αὐτὸ κατηγορίας ἐσχάτης, οὐκ ἐπειδὴ οὐ γυμνοῦσιν, ἀλλ' ἐπειδὴ οὐ δι' εὐλάβειαν αὐτὸ πράττουσιν, ἀλλὰ διὰ τὸ μὴ δόξαι καταισχύνειν ἑαυτάς. Εἶτα αἰδὼς μὲν πένθους κρατεῖ, ὁ δὲ τοῦ Θεοῦ φόβος οὐ κρατεῖ; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κατηγορίας ἄξια; Ἐχρῆν οὖν ὃ ποιοῦσιν αἱ πλουτοῦσαι διὰ τὸν πλοῦτον, τὰς πενομένας διὰ τὸν τοῦ Θεοῦ φόβον ποιεῖν. Νῦν δὲ πάντα ἀπεναντίας, κἀκεῖναι διὰ κενοδοξίαν φιλοσοφοῦσι, καὶ αὗται διὰ μικροψυχίαν ἀσχημονοῦσι. Τί ταύτης τῆς ἀνωμαλίας χεῖρον; Πάντα δι' ἀνθρώπους, πάντα διὰ τὰ ἐνταῦθα πράττομεν. Καὶ ῥήματα παραφροσύνης γέμοντα φθέγγονται καὶ πολλοῦ γέλωτος. Καὶ ὁ μὲν Κύριός φησι· Μακάριοι οἱ πενθοῦντες, τοὺς τὰ ἁμαρτήματα πενθοῦντας λέγων· καὶ οὐδεὶς ἐκεῖνο πενθεῖ τὸ πένθος, οὐδὲ φροντίζει τῆς ψυχῆς ἀπολωλυίας· τοῦτο δὲ οὐκ ἐκελεύσθημεν πράττειν, καὶ πράττομεν. Τί οὖν; φησί· καὶ ἄνθρωπον ὄντα ἔνι μὴ δακρύειν; Οὐδὲ ἐγὼ τοῦτο κωλύω, ἀλλὰ κωλύω τὸ κόπτεσθαι, τὸ ἀμέτρως τοῦτο ποιεῖν. Οὐκ εἰμὶ θηριώδης, οὐδὲ ἀπηνής· οἶδα ὅτι ἡ φύσις ἐλέγχεται, καὶ ἐπιζητεῖ τὴν συνήθειαν καὶ τὴν ὁμιλίαν τὴν καθημερινήν. Οὐκ ἔνεστι μὴ λυπεῖσθαι. Τοῦτο καὶ ὁ Χριστὸς ἔδειξεν· ἐδάκρυσε γὰρ ἐπὶ τοῦ Λαζάρου. Τοῦτο καὶ σὺ ποίησον· δάκρυσον, ἀλλ' ἠρέμα, ἀλλὰ μετὰ εὐσχημοσύνης, ἀλλὰ μετὰ τοῦ φόβου τοῦ Θεοῦ. Ἂν δακρύσῃς οὕτως, οὐχ ὡς τῇ ἀναστάσει διαπιστῶν τοῦτο ποιεῖς, ἀλλ' ὡς οὐ φέρων τὸν χωρισμόν.

εʹ. Ἐπεὶ καὶ τοὺς ἀποδημοῦντας καὶ ἀναχωροῦντας δακρύομεν· ἀλλ' οὐ ποιοῦμεν τοῦτο ὡς ἀπογινώσκοντες. Οὕτω καὶ σὺ δάκρυσον, ὡς ἀποδημοῦντα προπέμπων. Ταῦτα οὐ νομοθετῶν λέγω, ἀλλὰ συγκατιών. Εἰ μὲν γὰρ ἁμαρτωλὸς ὁ τεθνηκὼς, καὶ πολλὰ τῷ Θεῷ προσκεκρουκὼς, δεῖ δακρύειν· μᾶλλον δὲ οὐδὲ δακρύειν μόνον (τοῦτο γὰρ οὐδὲν ὄφελος ἐκείνῳ), ἀλλὰ ποιεῖν τὰ δυνάμενα τινὰ παραμυθίαν αὐτῷ περιποιῆσαι, ἐλεημοσύνας καὶ προσφοράς. ∆εῖ δὲ καὶ ἐπὶ τούτῳ χαίρειν, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Εἰ δὲ δίκαιος, ἀγάλλεσθαι πλέον ὅτι ἐν ἀσφαλείᾳ τὰ ἐκείνου κεῖται, καὶ ἀπήλλακται τῆς τοῦ μέλλοντος ἀδηλίας· ἂν μὲν νέος, ὅτι ταχέως ἀπηλλάγη τῶν ἐν τῷ μέσῳ κακῶν· ἂν δὲ πρεσβύτης, ὅτι ὃ δοκεῖ ποθεινὸν εἶναι, τοῦτο μετὰ κόρου λαβὼν ἀπῆλθε. Σὺ δὲ ταῦτα ἀφεὶς λογίζεσθαι, τὰς θεραπαινίδας κατακόπτεσθαι παρορμᾷς, ὡς δῆθεν τιμῶσα τὸν ἀπελθόντα, ὅπερ ἐσχάτης ἐστὶν ἀτιμίας. Ἡ γὰρ τιμὴ τῷ τετελευτηκότι, οὐ θρῆνοι καὶ οἰμωγαὶ, ἀλλ' ὕμνοι καὶ ψαλμῳδίαι, καὶ βίος ἄριστος. Ἐκεῖνος μὲν γὰρ ἀπελθὼν, μετ' ἀγγέλων ἀπελεύσεται, κἂν μηδεὶς παρατύχῃ τῷ λειψάνῳ· ὁ δὲ διεφθαρμένος, κἂν τὴν πόλιν ἔχῃ προπέμπουσαν, οὐδὲν καρπώσεται. Βούλει τιμῆσαι τὸν ἀπελθόντα; Ἑτέρως τίμησον, ἐλεημοσύνας ποιῶν, εὐεργεσίας, λειτουργίας. Τί τὸ ὄφελος ἀπὸ τῶν πολλῶν ὀδυρμῶν; Ἐγὼ δὲ καὶ ἕτερον ἤκουσα χαλεπόν· ὅτι δὴ πολλαὶ καὶ ἐραστὰς ἐπισπῶνται διὰ τῶν θρήνων, τῇ θερμότητι τῶν κοπετῶν φιλανδρίας δόξαν ἑαυταῖς κατασκευάζουσαι. Ὢ διαβολικῆς ἐπινοίας! ὢ σατανικῆς ἐφευρέσεως! μέχρι πότε γῆ καὶ σποδὸς ἡμεῖς, μέχρι πότε αἷμα καὶ σάρκες; Ἀναβλέψωμεν εἰς τοὺς οὐρανοὺς, λάβωμεν ἔννοιαν τῶν πνευματικῶν. Πῶς Ἕλλησιν ἐπιτιμῆσαι δυνησόμεθα; πῶς παραμυθήσασθαι τοιαῦτα ποιοῦντες; πῶς αὐτοῖς περὶ ἀναστάσεως διαλεξόμεθα; πῶς περὶ τῆς ἄλλης φιλοσοφίας; πῶς αὐτοὶ βιωσόμεθα μετ' ἀδείας; οὐκ οἶδας, ὅτι ἀπὸ λύπης ἐκβαίνει θάνατος; Σκοτίζουσα γὰρ τὸ διορατικὸν τῆς ψυχῆς, οὐ μόνον οὐδὲν ἀφίησιν ἰδεῖν τῶν δεόντων, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἐργάζεται. Ἐκείνως μὲν οὖν καὶ τῷ Θεῷ προσκρούομεν, καὶ οὔτε ἑαυτοὺς, οὔτε τὸν ἀπελθόντα ὠφελοῦμεν· οὕτω δὲ καὶ τῷ Θεῷ εὐαρεστοῦμεν, καὶ παρὰ ἀνθρώποις εὐδοκιμοῦμεν. Ἐὰν γὰρ μὴ καταπέσωμεν καὶ αὐτοὶ, ταχέως ἀναιρεῖ τὸ λείψανον τῆς ἀθυμίας· ἐὰν δὲ ἀγανακτῶμεν, ἀφίησιν ἡμᾶς ἐκδότους τῇ λύπη γενέσθαι. Ἐὰν εὐχαριστῶμεν, οὐκ ἀθυμήσομεν. Καὶ πῶς δύναται, φησὶ, μὴ λυπεῖσθαι ὁ υἱὸν ἢ θυγατέρα ἢ γυναῖκα ἀποβαλών; Οὐ λέγω, μὴ λυπεῖσθαι, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἐὰν γὰρ ἐννοήσωμεν ὅτι ὁ Θεὸς ἀφείλετο, ὅτι θνητὸν ἔσχομεν ἄνδρα καὶ υἱὸν, ταχέως ληψόμεθα παραμυθίαν. Τὸ γὰρ ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης, καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; Μὴ ἀλγεῖς ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τούτου ζῇν; Οὕτω ποίει καὶ ἐπὶ τοῦ θανάτου, καὶ μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γενόμενος. Ἅπαξ τοῦτο ὡρίσθη. Μὴ τοίνυν ἄλγει, μηδὲ κατακόπτου, ἀλλὰ στέργε τὰ κοινῇ πᾶσι νομοθετηθέντα· ἄλγει δὲ ὑπὲρ τῶν ἁμαρτημάτων. Τοῦτο γὰρ πένθος καλὸν, τοῦτο φιλοσοφία μεγίστη. Οὐκοῦν τοῦτο πενθῶμεν διηνεκῶς, ἵνα τῆς ἐκεῖ χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΙʹ. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς, καὶ τὰ ἑξῆς.

αʹ. Μέγα ἀγαθὸν φιλοσοφία· φιλοσοφίαν δὲ λέγω τὴν παρ' ἡμῖν. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα καὶ μῦθοι μόνον εἰσί· καὶ οὐδὲ αὐτοὶ οἱ μῦθοι φιλόσοφόν τι ἔχοντες. ∆όξης γὰρ ἕνεκεν ἅπαντα γίνονται τὰ παρ' ἐκείνοις. Μέγα τοίνυν ἀγαθὸν ἡ φιλοσοφία, καὶ τὰς ἀμοιβὰς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὅ τε γὰρ χρημάτων καταφρονῶν, ἐντεῦθεν ἤδη καρποῦται τὸ ὄφελος, φροντίδων ἀπαλλαττόμενος περιττῶν καὶ ἀνονήτων· ὅ τε δόξαν καταπατῶν, ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, οὐδενὸς δοῦλος ὢν, ἀλλὰ τὴν ὄντως ἐλευθερίαν ἐλεύθερος. Ὁ τῶν οὐρανίων ἐπιθυμῶν, ἐντεῦθεν λαμβάνει τὴν ἀντίδοσιν, οὐδὲν τὰ παρόντα εἶναι νομίζων πράγματα, καὶ λύπης ἁπάσης κρατῶν ῥᾳδίως. Ἰδοὺ γοῦν καὶ ἡ γυνὴ αὕτη φιλοσοφοῦσα τὸν μισθὸν ἐντεῦθεν ἀπέλαβε. Καὶ γὰρ πάντων παρακαθημένων πενθούσῃ καὶ κοπτομένῃ, οὐ περιέμενεν ἐλθεῖν πρὸς αὐτὴν τὸν διδάσκαλον, οὔτε τὴν ἀξίαν ἐτήρησεν, οὔτε ὑπὸ τοῦ πένθους κατεσχέθη. Καὶ γὰρ μετὰ τῆς ἄλλης ταλαιπωρίας αἱ πενθοῦσαι καὶ τοῦτο τὸ νόσημα ἔχουσι, φιλοτιμεῖσθαι ἐπὶ τῶν παρόντων βουλόμεναι. Ἀλλ' οὐδὲν τούτων αὕτη ἔπαθεν, ἀλλ' ἅμα ἤκουσε, καὶ ἔρχεται ταχὺ πρὸς αὐτόν. Ὁ δὲ Ἰησοῦς οὔπω ἐληλύθει εἰς τὴν κώμην. Σχολαιότερον γὰρ ἐβάδιζεν, ἵνα μὴ δόξῃ ἐπιῤῥίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλὰ ἀξιούμενος παρ' ἐκείνων. Ἢ τοῦτο γοῦν βουλόμενος αἰνίξασθαι ὁ εὐαγγελιστὴς τὸ, Ἐγείρεται ταχὺ, εἶπεν· ἢ δείκνυσιν ὅτι οὕτως ἔδραμεν, ὡς προφθάσαι αὐτὸν ἐρχόμενον. Ἔρχεται δὲ οὐ μόνη, ἀλλὰ καὶ τοὺς ἐν τῇ οἰκίᾳ ἐπισυρομένη Ἰουδαίους. Σφόδρα συνετῶς διὰ τοῦτο καὶ λάθρα ἐφώνησεν αὐτὴν ἡ ἀδελφὴ, ὥστε μὴ διαταράξαι τοὺς συνελθόντας· καὶ οὐδὲ τὴν αἰτίαν εἶπεν· ἦ γὰρ ἂν πολλοὶ καὶ ἀνεχώρησαν. Νῦν δὲ ὡς κλαῦσαι ἀπερχομένῃ πάντες ἠκολούθουν· τάχα δὲ καὶ διὰ τούτων πάλιν, ὅτι τέθνηκε Λάζαρος πιστοῦται. Καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ. Θερμοτέρα αὕτη τῆς ἀδελφῆς. Οὐ τὸν ὄχλον ᾐδέσθη, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· (ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, οἵ γε καὶ ἔλεγον· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;) ἀλλὰ πάντα ἐξέβαλε τὰ ἀνθρώπινα, παρόντος τοῦ ∆ιδασκάλου, καὶ ἑνὸς ἐγένετο μόνου, τῆς εἰς τὸν ∆ιδάσκαλον τιμῆς. Καὶ τί φησι; Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Τί δὲ ὁ Χριστός; Οὐδὲν αὐτῇ διαλέγεται τέως, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς (ὄχλος γὰρ παρῆν πολὺς, καὶ οὐκ ἦν τῶν ῥημάτων καιρὸς ἐκείνων)· ἀλλὰ μόνον μετριάζει τε καὶ συγκαταβαίνει, καὶ τὴν ἀνθρωπίνην φύσιν πιστούμενος δακρύει ἠρέμα, καὶ τὸ σημεῖον πρὸς τὸ παρὸν ἀναβάλλεται. Ἐπειδὴ γὰρ τὸ θαῦμα μέγα ἦν, καὶ τοσοῦτον οἷον ὀλιγάκις ἐποίησε, καὶ ἔμελλον πολλοὶ πιστεύειν δι' αὐτοῦ, ἵνα μὴ τὸ ἄνευ αὐτῶν ποιῆσαι προστῇ τοῖς ὄχλοις, καὶ μηδὲν κερδάνωσιν ὑπὸ τοῦ μεγέθους, πολλοὺς ἐπισπᾶται μάρτυρας τῇ συγκαταβάσει, ἵνα μὴ τὴν θήραν ἀπολέσῃ, καὶ δείκνυσιν ὅπερ ἦν ἀνθρωπίνης φύσεως· δακρύει γὰρ καὶ συγχεῖται. Οἶδε γὰρ πάθος ἀναῤῥιπίζειν πένθος. Εἶτα ἐπιτιμήσας τῷ πάθει (τὸ γὰρ, Ἐνεβριμήσατο τῷ πνεύματι, τοῦτό ἐστιν) ἐπέσχε τὴν σύγχυσιν, καὶ οὕτως ἐρωτᾷ, Ποῦ τεθείκατε αὐτόν; ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν ἐρώτησιν. Τί δήποτε δὲ ἐρωτᾷ; Οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν, ἀλλὰ πάντα παρ' ἐκείνων μανθάνειν καὶ παρακαλούμενος ποιεῖν, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. Λέγουσιν αὐτῷ· Ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ὁρᾷς ὅτοὐδὲν οὔπω ἀναστάσεως σημεῖον ἐπεδέδεικτο, οὐδὲ οὕτως ἄπεισιν ὡς ἀναστήσων, ἀλλ' ὡς δακρύσων; Ὅτι γὰρ οὕτως ἀπιέναι ἐδόκει, ὡς θρηνήσων, ἀλλ' οὐχ ὡς ἀναστήσων, δηλοῦσιν Ἰουδαῖοι, οἳ δὴ καὶ ἔλεγον· Ἴδε πῶς ἐφίλει αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Οὐκ ἠδύνατο οὗτος ὁ ποιήσας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν. Καίτοι ὃ μέλλει ποιεῖν, πολὺ θαυμαστότερον. Τοῦ γὰρ στῆσαι τὸν θάνατον ἐπιόντα, παραγενόμενον καὶ κρατήσαντα ἀπελάσαι, πολλῷ μεῖζόν ἐστιν. Ἐξ ὧν οὖν ἔδει θαυμάζειν αὐτοῦ τὴν δύναμιν, ἐκ τούτων αὐτὸν διαβάλλουσι. Τέως ὁμολογοῦσιν ὅτι ἀνέῳξε τοῦ τυφλοῦ τοὺς ὀφθαλμούς· καὶ δέον ὑπὲρ ἐκείνου θαυμάζειν, ἀπὸ τούτου καὶ ἐκεῖνο ἐνδιαβάλλουσιν ὡς οὐδὲ γεγονός. Οὐκ ἐντεῦθεν δὲ μόνον δείκνυνται πάντες διεφθαρμένοι· ἀλλὰ καὶ ἐκ τοῦ μήπω ἐλθόντος, μηδὲ ἐπιδειξαμένου, προλαμβάνειν αὐτοὺς ταῖς κατηγορίαις, οὐκ ἀναμείναντας τοῦ πράγματος τὸ τέλος. Εἶδες πῶς διεφθαρμένη αὐτῶν ἡ κρίσις ἦν; βʹ. Ἔρχεται τοίνυν εἰς τὸ μνῆμα, καὶ πάλιν ἐπιτιμᾷ τῷ πάθει. Τί δήποτε δὲ περισπουδάστως ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω φησὶν, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐνεβρίμησεν; Ἵνα μάθῃς ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ δῆλός ἐστι λέγων τῶν ἄλλων μᾶλλον οὗτος, καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερον ἐνταῦθα φθέγγεται. Οὐδὲν γοῦν περὶ τοῦ θανάτου τοιοῦτον εἶπεν, οἷον οἱ λοιποὶ, ὅτι περίλυπος γέγονεν, ὅτι ἐναγώνιος· ἀλλὰ πᾶν τοὐναντίον, ὅτι καὶ ὑπτίους ἔῤῥιψε. Τὸ γοῦν ἐλλειφθὲν ἐκεῖ ἀνεπλήρωσεν ἐνταῦθα διὰ τοῦ πένθους. Περὶ γὰρ τοῦ θανάτου διαλεγόμενος, λέγει· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ οὐδὲν ταπεινὸν ἐκεῖ φθέγγεται. ∆ιὰ τοῦτο δὲ καὶ ἐν τῷ πάθει πολὺ τὸ ἀνθρώπινον αὐτῷ προσάπτουσιν, ἀπὸ τούτου δηλοῦντες ὅτι ἀλήθεια τὰ τῆς οἰκονομίας. Καὶ ὁ μὲν Ματθαῖος ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θορύβου καὶ ἀπὸ τοῦ ἱδρῶτος· οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται. Οὐκ ἂν δὲ, εἰ μὴ τῆς φύσεως ἦν τῆς ἡμετέρας, ὑπὸ τοῦ πένθους ἐκρατήθη καὶ ἅπαξ καὶ δεύτερον. Τί δὲ ὁ Ἰησοῦς; Τῶν μὲν ἐγκλημάτων ἕνεκεν οὐδὲν αὐτοῖς ἀπολογεῖται· τί γὰρ ἔδει διὰ ῥημάτων ἐπιστομίζειν μέλλοντας αὐτίκα διὰ τῶν ἔργων τοῦτο πάσχειν, ὅπερ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν· Φησὶ δὲ, Ἄρατε τὸν λίθον. Τί δήποτε δὲ οὐχὶ ἀπὼν ἐκάλεσε καὶ παρέστησεν αὐτόν; μᾶλλον δὲ διατί οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι; Καὶ γὰρ ὁ δυνάμενος σῶμα κινῆσαι νεκρὸν τῇ φωνῇ, καὶ ἐψυχωμένον πάλιν δεῖξαι, πολλῷ μᾶλλον λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ αὐτῇ φωνῇ· ὁ τὸν δεδεμένον κειρίαις καὶ ταύταις συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί λέγω; Καὶ ἀπὼν τοῦτο ἔπραξεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησεν; Ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος· ἵνα μὴ τοῦτο λέγωσιν, ὃ καὶ ἐπὶ τοῦ τυφλοῦ, ὅτι Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες, καὶ τὸ παραγενέσθαι εἰς τὸ μνημεῖον, ἐμαρτύρουν ὅτι αὐτός ἐστιν. Ὥστε εἰ μὴ παρεγένοντο, καὶ φάντασμα ἂν ἐνόμισαν, ἢ ἕτερον ἀνθ' ἑτέρου ὁρᾷν. Νῦν δὲ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον τὸν τεθνηκότα ἐπιτραπῆναι λῦσαι τῶν δεσμῶν, καὶ τὸ τοὺς φίλους τοὺς ἐξενεγκόντας τοῦ τάφου, ὡς αὐτός ἐστιν, ἀπὸ τῶν σπαργάνων ἐπιγινώσκειν, καὶ τὸ τὰς ἀδελφὰς μὴ ἀπολειφθῆναι, καὶ τὸ ταύτην εἰπεῖν· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι· πάντα ἤδη ταῦτα ἱκανὰ ἐπιστομίσαι ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. ∆ιὰ τοῦτο αὐτοὺς κελεύει τὸν λίθον ἆραι ἀπὸ τοῦ τάφου, δεικνὺς ὅτι αὐτὸν ἐγείρει· διὰ τοῦτο καὶ ἐρωτᾷ· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ἀγαγόντες αὐτὸν, μὴ ἔχωσι λέγειν ὅτι ἕτερον ἤγειρεν· ἵνα καὶ ἡ φωνὴ, καὶ αἱ χεῖρες μαρτυρῶσιν (ἡ μὲν φωνὴ, λέγουσα, Ἔρχου καὶ ἴδε· αἱ δὲ χεῖρες, τὸν λίθον ἄρασαι, τὰ σπάργανα λύσασαι)· καὶ ἡ ὄψις καὶ ἡ ἀκοή (ἐκείνη, τῆς φωνῆς ἀκούσασα· αὕτη, ἰδοῦσα ἐξελθόντα)· καὶ ἡ ὄσφρησις δὲ, τῆς δυσωδίας ἀντιλαμβανομένη· φησὶ γάρ· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Εἰκότως ἄρα ἔλεγον, ὅτι οὐδὲν οὐ συνίει τὸ γύναιον ὧν εἶπεν ὁ Χριστὸς, ὅτι Κἂν ἀποθάνῃ, ζήσεται. Ὅρα γοῦν ἐνταῦθα τί φησιν, ὡς ἀδυνάτου τοῦ πράγματος ὄντος λοιπὸν διὰ χρόνον. Καὶ γὰρ ἦν ξένον, τὸ τεταρταῖον καὶ διεφθορότα ἀναστῆσαι νεκρόν. Καὶ τοῖς μὲν μαθηταῖς εἶπεν· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ, περὶ ἑαυτοῦ δηλῶν· τῇ γυναικὶ δὲ, Ὄψει τὴν δόξαν τοῦ Θεοῦ, περὶ τοῦ Πατρὸς λέγων. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῶν ἀκουόντων, τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἐστίν; Ἀναμιμνήσκει δὲ ὧν διελέχθη πρὸς αὐτὴν, σχεδὸν ἐπιτιμῶν ὡς ἂν ἀμνημονούσῃ. Ἢ καὶ ἐπεὶ οὐκ ἠβούλετο τέως ἐκπλῆξαι τοὺς παρόντας, ἠρέμα φησίν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; γʹ. Μέγα ἄρα πίστις ἀγαθὸν, μέγα, καὶ πολλῶν ἀγαθῶν αἴτιον· ὥστε τὰ τοῦ Θεοῦ δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν ἐν τῷ ὀνόματι τῷ ἐκείνου. Ἐὰν γὰρ πιστεύσητε, φησὶν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ποῖα, φησὶ, μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς θανόντος αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως ἀπόδειξις· οὐκ ἂν, οὐδὲ εἰ πᾶσιν ὤφθη, οὕ τως ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ μείζονα γινόμενα σημεῖα, ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων, οὐκ ἂν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς. Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν, αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην ἀποκρύπτει, καὶ τοὺς λογισμοὺς ἀφεῖσα κάτω, περὶ τῶν ἐν οὐρανοῖς φιλοσοφεῖ πραγμάτων· μᾶλλον δὲ, ὅπερ ἡ τῶν ἀνθρώπων σοφία εὑρεῖν οὐ δύναται, ἐκ περιουσίας τοῦτο αὕτη καταλαμβάνει καὶ κατορθοῖ. Ἐχώμεθα τοίνυν ταύτης, καὶ μὴ λογισμοῖς τὰ καθ' ἑαυτοὺς ἐπιτρέπωμεν. ∆ιατί γὰρ Ἕλληνες, εἰπέ μοι, οὐδὲν εὑρεῖν ἠδυνήθησαν; οὐχὶ σοφίαν πᾶσαν τὴν ἔξωθεν ἔγνωσαν; πόθεν οὖν ἁλιέων καὶ σκηνοποιῶν καὶ τῶν ἀσυνέτων περιγενέσθαι οὐκ ἴσχυσαν; ἆρ' οὐχ ὅτι ἐκεῖνοι μὲν λογισμοῖς, οὗτοι δὲ πίστει τὸ πᾶν ἐπέτρεψαν; ∆ιὰ τοῦτο Πλάτωνος καὶ Πυθαγόρου, καὶ πάντων ἁπλῶς τῶν πλανηθέντων οὗτοι περιεγένοντο· καὶ τοὺς ἀστρολογίᾳ, καὶ μαθηματικῇ, καὶ γεωμετρίᾳ, καὶ ἀριθμητικῇ κατατριβέντας, καὶ πᾶσαν παίδευσιν ἐκμαθόντας ὑπερέβησαν, καὶ τοσοῦτον ἐγένοντο βελτίους, ὅσον οἱ ἀληθῶς φιλόσοφοι καὶ ὄντως τῶν φύσει μωρῶν καὶ παραπαιόντων. Ὅρα γάρ· Ἀθάνατον εἶπον τὴν ψυχὴν οὗτοι· μᾶλλον δὲ οὐκ εἶπαν μόνον, ἀλλὰ καὶ ἔπεισαν. Ἐκεῖνοι δὲ πρότερον μὲν οὐδὲ ᾔδεσαν ὅ τί ποτέ ἐστι ψυχή· ἐπειδὴ δὲ εὗρον, καὶ διέστησαν ἀπὸ τοῦ σώματος αὐτὴν, πάλιν τὸ αὐτὸ ἔπαθον, οἱ μὲν ἀσώματον εἰπόντες εἶναι αὐτὴν, οἱ δὲ σῶμα, καὶ αὐτῷ τῷ σώματι συνδιαλύεσθαι. Περὶ οὐρανοῦ πάλιν οἱ μὲν εἶπον, ὅτι ἔμψυχος καὶ θεός· οἱ δὲ ἁλιεῖς, ὅτι ἔργον Θεοῦ καὶ τέχνημα, καὶ ἐδίδαξαν καὶ ἔπεισαν. Ἀλλὰ τὸ μὲν Ἕλληνας λογισμοῖς κεχρῆσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς δοκοῦντας εἶναι πιστοὺς, τούτους εὑρίσκεσθαι ψυχικοὺς, τοῦτό ἐστι τὸ θρήνων ἄξιον. ∆ιὰ τοῦτο καὶ οὗτοι ἐπλανήθησαν, ὅτι οἱ μὲν οὕτως ἔλεγον εἰδέναι Θεὸν ὡς αὐτὸς ἑαυτὸν οἶδεν, ὅπερ οὐδεὶς οὐδὲ ἐκείνων ἐτόλμησεν εἰπεῖν· οἱ δὲ ἔλεγον μὴ δύνασθαι τὸν Θεὸν ἀπαθῶς γεννᾷν, μηδὲ συγχωροῦντες αὐτῷ πλέον τι τῶν ἀνθρώπων ἔχειν· οἱ δὲ λέγοντες ὅτι οὔτε δὴ βίος ὀρθὸς οὐδὲν ὠφελεῖ, οὔτε πολιτεία ἀκριβής. Ἀλλ' οὐ καιρὸς ταῦτα ἐλέγχειν νῦν.

δʹ. Ὅτι μὲν γὰρ οὐδὲν ὠφελεῖ πίστις ὀρθὴ, βίου ὄντος διεφθαρμένου, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος δηλοῦσι, τὸ πλεῖον τούτου τοῦ μέρους φροντίσαντες· ὁ μὲν Χριστὸς, ὅταν διδάσκῃ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οἱ γὰρ μὴ προσέχοντες ἑαυτοῖς, εὐκόλως εἰς πονηρίαν ἐξολισθαίνουσι, κἂν πίστιν ἔχωσιν ὀρθήν. Ὁ δὲ Παῦλος, ὅταν Ἑβραίοις ἐπιστέλλων οὕτω λέγῃ καὶ παραινῇ· Εἰρήνην μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἁγιασμὸν καλῶν τὴν σω φροσύνην, ὥστε ἕκαστον ἀρκεῖσθαι τῇ ἰδίᾳ γυναικὶ χρὴ, καὶ μὴ περιπίπτειν ἑτέρᾳ. Τὸν γὰρ μὴ ἀρκούμενον, ἀμήχανον σωθῆναι· ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, κἂν μυρία ἔχῃ κατορθώματα. Μετὰ γὰρ πορνείας ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μᾶλλον δὲ οὐ πορνεία τοῦτο λοιπὸν, ἀλλὰ μοιχεία. Ὥσπερ γὰρ ἡ δεδεμένη ἀνδρὶ, ἂν ἑτέρῳ συνέλθῃ, λοιπὸν μεμοίχευται· οὕτως ὁ δεδεμένος γυναικὶ, ἂν ἑτέραν ἔχῃ, ἐμοίχευσεν. Ὁ δὲ τοιοῦτος οὐ κληρονομήσει βασιλείαν, ἀλλ' εἰς γέενναν ἐμπεσεῖται. Ἄκουσον ἃ περὶ τούτων φησὶν ὁ Χριστός· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Οὐδεμίαν γὰρ ἔχει συγγνώμην ὁ μετὰ γυναῖκα καὶ παραμυθίαν τοσαύτην ἐξυβρίζων εἰς ἑτέραν· τοῦτο γὰρ ἀκρασία λοιπόν. Εἰ δὲ καὶ αὐτῆς ἀπέχονται οἱ πολλοὶ, ὅταν νηστείας καιρὸς ᾖ, ὅταν προσευχῆς· ὁ μηδὲ ταύτῃ ἀρκούμενος, ἀλλὰ καὶ ἑτέρᾳ μιγνύμενος, πόσον οὗτος σωρεύει πῦρ ἑαυτῷ; Εἰ τὸν ἀπολύσαντα τὴν ἑαυτοῦ καὶ ἐκβαλόντα, ἑτέρᾳ μίγνυσθαι οὐκ ἔνι· μοιχεία γὰρ τοῦτό ἐστιν· ὁ ἔνδον αὐτῆς ἑτέραν ἐπεισάγων, πόσον ἐργάζεται κακόν; Μηδεὶς τοίνυν τοῦτο τὸ νόσημα συγχωρείτω μένειν ἐν τῇ ψυχῇ, ἀλλὰ πρόῤῥιζον ἀνασπάτω. Οὐχ οὕτως ἀδικεῖ τὴν γυναῖκα, ὡς ἑαυτόν. Οὕτω γὰρ τὸ ἁμάρτημα τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον, ὅτι, ἂν μὲν εἰδωλολάτρου χωρισθῇ, μὴ βουλομένου ἐκείνου, κολάζει τὴν γυναῖκα ὁ Θεός· πόρνου δὲ ἐὰν χωρισθῇ, οὐκέτι Ὁρᾷς ὅσον ἐστὶ τοῦτο κακόν; Ἐὰν γάρ τις, φησὶ, πιστὴ ἄνδρα ἔχῃ ἄπιστον, καὶ αὐτὸς εὐδοκῇ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Περὶ δὲ πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Εἰ γὰρ ἡ συνουσία σῶμα ἓν ποιεῖ, τὸν συγγινόμενον πόρνῃ ἀνάγκη ἓν σῶμα γίνεσθαι. Πῶς οὖν δέξεται ἡ κοσμία τοῦτον, Χριστοῦ μέλος οὖσα; ἢ πῶς ἑαυτῇ συνάψει τὸ μέλος τῆς πόρνης; Καὶ ὅρα τὴν ὑπερβολήν· Ἡ μὲν τῷ ἀπίστῳ συνοικοῦσα, οὐκ ἔστιν ἀκάθαρτος (Ἡγίασται γὰρ, φησὶν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί)· ἐπὶ δὲ τῆς πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης; Ἐκεῖ μὲν γὰρ ὁ ἁγιασμὸς μένει κἀκείνου συνοικοῦντος, καὶ οὐκ ἐξίσταται· ἐνταῦθα δὲ ἀναχωρεῖ. ∆εινὸν γὰρ ἡ πορνεία, δεινὸν, καὶ ἀθάνατον προξενοῦσα κόλασιν. Καὶ ἐνταῦθα δὲ μυρία ἐπισπᾶται κακά. Βίον γὰρ ταλαίπωρον καὶ μοχθηρὸν ἀναγκάζεται ζῇν ὁ τοιοῦτος, καὶ τῶν κολαζομένων οὐδὲν ἄμεινον διάκειται, εἰς τὴν ἀλλοτρίαν οἰκίαν ὑπεισιὼν μετὰ δέους καὶ τρόμου πολλοῦ, καὶ πάντας ὁμοῦ ὑποπτεύων, καὶ οἰκέτας, καὶ ἐλευθέρους. ∆ιὸ, παρακαλῶ, σπουδάσατε ἀπηλλάχθαι τοῦ νοσήματος τούτου. Εἰ δὲ μὴ πείθεσθε, τῶν προθύρων μὴ ἐπιβαίνετε τῶν ἱερῶν. Καὶ γὰρ τὰ ψώρας ἐμπεπλησμένα πρόβατα, καὶ νόσου γέμοντα, οὐ δεῖ μετὰ τῶν ὑγιαινόντων ἀγελάζεσθαι, ἀλλ' ἀπελαύνειν τῆς ποίμνης, ἕως ἂν τὴν νόσον ἀποθῶνται. Μέλη γὰρ Χριστοῦ γεγόναμεν· μὴ δὴ μέλη πόρνης γενώμεθα. Οὐκ ἔστι τὰ ἐνταῦθα πορνεῖον, ἀλλ' ἐκκλησία. Τὰ δὲ μέλη τῆς πόρνης ἂν ἔχῃς, μὴ στῇς ἐν ἐκκλησίᾳ, ἵνα μὴ ἐξυβρίσῃς τὸν τόπον. Εἰ γὰρ μὴ γέεννα ἦν, εἰ γὰρ μὴ κόλασις ἦν, μετὰ τὰς συνθήκας ἐκείνας καὶ τὰς γαμηλίους λαμπάδας, μετὰ τὴν εὐνὴν τὴν δικαίαν, μετὰ τὴν παιδοποιίαν, μετὰ τὴν κοινωνίαν, πῶς ἀνέξῃ προσκολλᾶσθαι ἑτέρᾳ; πῶς οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς; Οὐκ οἶδας ὅτι οἱ μετὰ τὴν τελευτὴν τῆς ἑαυτῶν ἑτέραν ἐπεισαγόμενοι, παρὰ πολλῶν καταγινώσκονται, καίτοι οὐ κόλασιν ἔχει τὸ πρᾶγμα; Σὺ δὲ καὶ ζώσης ἑτέραν ἐπεισάγεις. Καὶ πόσης οὐχὶ ταῦτα λαγνείας, Μάθε τί περὶ τῶν τοιούτων εἴρηται· Ὁ σκώληξ, φησὶν, αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Φρίξον τὴν ἀπειλὴν, φοβήθητι τὴν κόλασιν. Οὐκ ἔστιν ἐνταῦθα τοσαύτη ἡ ἡδονὴ, ὅση ἐκεῖ τιμωρία. Ἀλλὰ μὴ γένοιτό τινα ὑπεύθυνον γενέσθαι τῆς κολάσεως ἐκείνης· ἀλλὰ τὴν ἁγιωσύνην ἀσκοῦντας ἰδεῖν τὸν Χριστὸν, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ξ∆ʹ. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, καὶ τὰ ἑξῆς.

αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ὁ Χριστὸς οὐχ οὕτω πρὸς τὴν ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ὡς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν· οὐδ' ὅπως τι μέγα φθέγξηται, ἀλλ' ὅπως δυνάμενον ἡμᾶς ἐπισπάσασθαι. ∆ιὰ τοῦτο τὰ μὲν ὑψηλὰ καὶ μεγάλα, ὀλίγα, καὶ αὐτὰ δὲ κεκρυμμένα· τὰ δὲ ταπεινὰ καὶ εὐτελῆ, πολλὰ περιῤῥεῖ τοῖς αὐτοῦ λόγοις. Ἐπειδὴ γὰρ τούτοις ἐνήγοντο μᾶλλον, τούτοις καὶ ἐνδιατρίβει, καὶ οὔτε αὐτὰ διόλου φθέγγεται, ὥστε μὴ τοὺς μετὰ ταῦτα βλαβῆναι, οὔτε αὐτὰ ἀποσιωπᾷ, ὥστε μὴ τοὺς τότε σκανδαλισθῆναι. Οἱ μὲν γὰρ τῆς ταπεινότητος ἐξελθόντες, καὶ ἐξ ἑνὸς ὑψηλοῦ δόγματος τὸ πᾶν δυνήσονται κατιδεῖν· οἱ δὲ ἀεὶ ταπεινοὶ ὄντες, εἰ μὴ πολλάκις ταῦτα ἤκουον οὐδ' ἂν ὅλως προσῆλθον. Ἀμέλει γοῦν οὐδὲ μετὰ τοσαῦτα μένουσιν, ἀλλὰ καὶ λιθάζουσι καὶ διώκουσι, καὶ ἀναιρεῖν ἐπιχειροῦσι, καὶ βλάσφημον ἀποκαλοῦσι· καὶ ὅταν μὲν ἴσον ἑαυ τὸν ποιῇ τῷ Θεῷ, οὕτω λέγουσιν· Οὗτος βλασφημεῖ· ὅταν δὲ εἴπῃ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔτι καὶ δαιμονῶντα καλοῦσιν· ὥσπερ καὶ ὅταν θανάτου κρείττονα εἶναι τὸν ἀκούοντα αὐτοῦ τῶν ῥημάτων, ἢ καὶ ὅταν λέγῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἐγκαταλιμπάνουσιν αὐτόν· καὶ σκανδαλίζονται πάλιν, ὅταν λέγῃ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι. Εἰ γοῦν ταῦτα οὐκ ἔφερον σπανιάκις λεγόμενα, σχολῇ γ' ἂν, εἰ διὰ πάντων ὑψηλὸς ἦν ὁ λόγος καὶ οὕτως ὑφαίνετο, προσέσχον ἂν αὐτῷ. Ὅταν γοῦν λέγῃ, Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ, ὅτι Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τότε πιστεύουσι. Καὶ ὅτι τότε, δῆλον ἀπὸ τοῦ τὸν εὐαγγελιστὴν τοῦτο ἐπισημήνασθαι καὶ εἰπεῖν, ὅτι Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Εἰ τοίνυν τὸ μὲν ταπεινὰ φθέγγεσθαι πρὸς πίστιν ἐφεῖλκε, τὸ δὲ ὑψηλὰ, ἀπεσόβει, πῶς οὐκ ἐσχάτης ἀνοίας μὴ λογίζεσθαι τῶν ταπεινῶν τὴν αἰτίαν πᾶσαν ὅτι διὰ τοὺς ἀκροατὰς εἴρηται; Ἐπεὶ καὶ ἀλλαχοῦ μέγα τι εἰπεῖν βουληθεὶς, ἐσίγησε, τὴν αἰτίαν ταύτην προσθεὶς καὶ εἰπών· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν· ὃ δὴ ποιεῖ καὶ ἐνταῦθα. Μετὰ γὰρ τὸ εἰπεῖν· Ἐγὼ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἐπήγαγεν· Ἀλλὰ διὰ τὸν ὄχλον [τὸν] περιεστῶτα εἶπον, ἵνα πιστεύσωσι. Μὴ ἡμέτερα τὰ ῥήματα; μὴ στοχασμὸς ἀνθρώπινος; Ὅταν οὖν τις ἀπὸ τῶν γεγραμμένων μὴ ἀνέχηται πείθεσθαι, ὅτι ἐσκανδαλίζοντο ἐπὶ τοῖς ὑψηλοῖς, ἀκούων τοῦ Χριστοῦ λέγοντος διὰ τοῦτο ταπεινὰ φθέγγεσθαι, ἵνα μὴ σκανδαλισθῶσι, πῶς λοιπὸν τῆς φύσεως εἶναι τὰ εὐτελῆ ὑποπτεύσει ῥήματα, ἀλλὰ μὴ συγκαταβάσεως; Οὕτω καὶ ἀλλαχοῦ, φωνῆς ἐνεχθείσης ἄνωθεν, ἔλεγεν· Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Καίτοι τῷ μὲν ὑψηλῷ ἔξεστι πολλὰ περὶ ἑαυτοῦ λέγειν ταπεινά· τῷ δὲ ταπεινῷ οὐ θέμις περὶ ἑαυτοῦ μέγα τι καὶ ὑψηλὸν φθέγξασθαι. Ἐκεῖνο μὲν γὰρ ἀπὸ συγκαταβάσεως γίνεται, καὶ τὴν τῶν διδασκομένων ἀσθένειαν αἰτίαν ἔχει· μᾶλλον δὲ τὸ ἐνάγειν εἰς ταπεινοφροσύνην ὁρᾷν, καὶ τὸ σάρκα περικεῖσθαι, καὶ τὸ παιδεύειν τοὺς ἀκούοντας μηδὲν περὶ ἑαυτῶν μέγα λαλεῖν, καὶ τὸ νομίζεσθαι ἀντίθεον, καὶ τὸ ἀπιστεῖσθαι ἥκειν παρὰ τοῦ Θεοῦ, καὶ τὸ ὑποπτεύεσθαι λύειν τὸν νόμον, καὶ τὸ βασκαίνειν τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀπεχθῶς διακεῖσθαι· διότι ἔλεγεν ἑαυτὸν ἴσον τῷ Θεῷ· τὸ δὲ ταπεινὸν ὄντα τινὰ, ὑψηλόν τι περὶ ἑαυτοῦ λέγειν, οὐδεμίαν ἔχει αἰτίαν οὔτε εὔλογον οὔτε ἄλογον· ἀλλ' ἢ ἀπόνοια ἂν εἴη μόνον καὶ ἀναίδεια, καὶ τόλμα ἀσύγγνωστος. Τίνος οὖν ἕνεκεν ταπεινὰ φθέγγεται, τῆς ἀποῤῥήτου καὶ μεγάλης οὐσίας ἐκείνης ὤν; Τῶν τε εἰρημένων ἕνεκεν, καὶ ὥστε μὴ νομισθῆναι ἀγέννητος. Καὶ γὰρ Παῦλος τοιοῦτόν τι φαίνεται φοβηθείς. ∆ιὸ καὶ ἔλεγε· Χωρὶς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ἀσεβὲς γὰρ τοῦτο καὶ λογίσασθαι. Εἴ γε ἐλάττων τοῦ γεγεννηκότος ὢν καὶ ἑτέρας οὐσίας, ἴσος ἐνομίζετο, οὐκ ἂν οὖν πάντα ἐποίησεν, ὥστε μὴ νομισθῆναι τοῦτο; Νῦν δὲ αὐτὸς τοὐναντίον ποιεῖ, λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι. Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, τὴν ἰσότητα ἡμῖν αἰνίττεται. Ἐχρῆν δὲ μετὰ πολλῆς αὐτὸ σφοδρότητος καθελεῖν, εἴ γε καταδεέστερος ἦν, καὶ μηδαμοῦ ὅλως εἰπεῖν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἢ, ὅτι Ἕν ἐσμεν, ἢ, ὅτι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ περὶ δυνάμεως ὅτε λόγος ἦν αὐτῷ, ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ περὶ ἐξουσίας ὅτε λόγος ἦν, πάλιν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ὅπερ οὐ δυνατὸν ἦν ἑτέρας ὄντα οὐσίας ποιεῖν. Εἰ δὲ καὶ δυνατὸν ἦν, οὐκ ἐχρῆν τοῦτο εἰπεῖν, ἵνα μὴ ὑποπτεύσωσι μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Εἰ γὰρ ἵνα μὴ ὑποπτεύσωσι ὅτι ἀντίθεός ἐστι, καὶ τὰ μὴ προσήκοντα αὐτῷ φθέγγεται πολλάκις, πολλῷ μᾶλλον ἔδει τότε. Νῦν δὲ τὸ λέγειν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὸ λέγειν, Τὰ ἔργα ἃ ἐκεῖνος ἐργάζεται, κἀγὼ ὁμοίως ποιῶ· καὶ τὸ λέγειν ἑαυτὸν ἀνάστασιν εἶναι καὶ ζωὴν, καὶ φῶς τοῦ κόσμου, ἐξισοῦντός ἐστι τῷ γεγεννηκότι ἑαυτὸν, καὶ τὴν ὑποψίαν ἱστῶντος, ἣν εἶχον ἐκεῖνοι. Εἶδες πῶς ὅτι μὲν τὸν νόμον οὐ λύει, τοσαῦτα λέγει καὶ ἀπολογεῖται· τὴν δὲ δόξαν τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα οὐ μόνον οὐ καθαιρεῖ, ἀλλὰ καὶ ἵστησιν; Οὕτω καὶ εἰπόντων, ὅτι Βλασφημεῖς, ὅτι ποιεῖς σεαυτὸν Θεὸν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος αὐτὸ ἔστησε.

βʹ. Καὶ τί λέγω ὅτι ὁ Υἱὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ ὁ Πατὴρ ὁ μὴ σάρκα λαβὼν τὸ αὐτὸ τοῦτο ποιεῖ. Καὶ γὰρ καὶ αὐτὸς ἠνέσχετο πολλὰ περὶ αὐτοῦ ταπεινὰ λεχθῆναι διὰ τὴν σωτηρίαν τῶν ἀκουόντων. Τὸ γὰρ, Ἀδὰμ, ποῦ εἶ; καὶ τὸ, Ἵνα γνῶ, εἰ ἄρακατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ τὸ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· καὶ τὸ, Ἐὰν ἄρα ἀκούσωσι· καὶ τὸ, Ἐὰν ἄρα συνῶσι· καὶ, Τίς δώσει τὴν καρδίαν τοῦ λαοῦ τούτου οὕτως εἶναι; καὶ τὸ λέγεσθαι, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πολλὰ ἕτερα τοιαῦτα ἐν τῇ Παλαιᾷ εἴ τις ἐκλέγοι, ἀνάξια τῆς τοῦ Θεοῦ ἀξίας ὄντα εὑρήσει. Καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ εἴρηται· Τίς ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ τὸ ἀεὶ τῶν Ἑλληνικῶν θεῶν κατὰ σύγκρισιν ἑαυτὸν προτιθέναι, πάντα ἀνάξια τοῦ Θεοῦ· ἀλλ' ἑτέρως ἄξια γίνεται. Καὶ γὰρ οὕτω φιλάνθρωπός ἐστιν, ὡς διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ τῶν τῇ ἀξίᾳ αὐτοῦ πρεπόντων ῥημάτων ὑπεριδεῖν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἄνθρωπον γενέσθαι, ἀνάξιον, καὶ τὸ δούλου μορφὴν λαβεῖν, καὶ ταπεινὰ φθέγγεσθαι ῥήματα, καὶ ταπεινὰ περιβεβλῆσθαι, ἀνάξιον μὲν, εἴ τις πρὸς τὴν ἀξίαν ἐκείνην ἴδοι· ἄξιον δὲ, εἴ τις τὸν ἄφατον τῆς αὐτοῦ φιλανθρωπίας πλοῦτον λογίσαιτο. Ἔστι δὲ καὶ ἑτέρα τῆς ταπεινότητος τῶν ῥημάτων αἰτία. Ποία αὕτη; Ὅτι τὸν μὲν Πατέρα καὶ ᾔδεσαν καὶ ὡμολόγουν, αὐτὸν δὲ οὐκ ᾔδεσαν. ∆ιὰ τοῦτο συνεχῶς ἐπ' αὐτὸν καταφεύγει ὡς ὡμολογημένον, ἅτε αὐτὸς οὐκ ὢν οὐδέπω ἀξιόπιστος. Οὐ παρὰ τὴν οἰκείαν εὐτέλειαν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν ἀκουόντων καὶ τὴν ἀσθένειαν. ∆ιὰ τοῦτο καὶ εὔχεται καὶ λέγει· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Εἰ γὰρ οὓς θέλει ζωοποιεῖ, καὶ καθὼς ὁ Πατὴρ, οὕτω ζωοποιεῖ, τίνος ἕνεκεν παρακαλεῖ; Ἀλλ' ὥρα λοιπὸν εἰς αὐτὸ ἐμβῆναι τὸ χωρίον. Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Ἐρωτήσωμεν οὖν τὸν μὲν αἱρετικόν· Ἀπὸ τῆς εὐχῆς ῥοπὴν ἔλαβε, καὶ τὸν νεκρὸν ἀνέστησε; πῶς οὖν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων· Σοὶ λέγω, τὸ δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ; καὶ, Θέλω, καθαρίσθητι; καὶ, Ἆρον τὸν κράββατόν σου; καὶ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; καὶ τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; τί δὲ ὅλως ἔχει τῶν ἀποστόλων πλέον, εἴ γε καὶ αὐτὸς ἐπὶ εὐχῆς ποιεῖ; Μᾶλλον δὲ οὔτε ἐκεῖνοι μετὰ εὐχῆς πάντα ἐποίουν, ἀλλὰ καὶ χωρὶς εὐχῆς πολλάκις τὸ ὄνομα τοῦ Ἰησοῦ καλοῦντες. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ τοσαύτην εἶχεν ἰσχὺν, πῶς ἂν αὐτὸς εὐχῆς ἐδεήθη; Εἰ δὲ εὐχῆς ἐδεῖτο, οὐκ ἂν τὸ ὄνομα αὐτοῦ ἴσχυσεν. Ὅτε δὲ ὅλως ἐποίει τὸν ἄνθρωπον, ποίας εὐχῆς ἐδεήθη; οὐχὶ ὁμοτιμία ἐκεῖ πολλή; Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον. Τί δὲ ἀσθενέστερον, εἰ εὐχῆς ἐδεῖτο; Ἴδωμεν δὲ καὶ τίς ἡ εὐχή. Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Τίς τοίνυν οὕτως ηὔξατό ποτε; Πρὶν ἢ γάρ τι εἰπεῖν, Εὐχαριστῶ σοι, λέγει, δεικνὺς ὅτι οὐ δεῖται εὐχῆς· Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Τοῦτο εἶπεν, οὐχ ὡς αὐτοῦ ἀδυνατοῦντος, ἀλλ' ὡς μιᾶς γνώμης οὔσης. Τίνος δὲ ἕνεκεν καὶ εὐχῆς σχῆμα ἀνέλαβε; Μὴ ἐμοῦ, ἀλλ' αὐτοῦ ἄκουσον λέγοντος· ∆ιὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Οὐκ εἶπεν, Ἵνα πιστεύσωσιν ὅτι ἐλάττων εἰμί· ὅτι χρείαν ἔχω ῥοπῆς τῆς ἄνωθεν· ὅτι χωρὶς εὐχῆς οὐ δύναμαι ποιῆσαι· ἀλλ', Ὅτι σύ με ἀπέστειλας. Ταῦτα γὰρ πάντα εὐχὴ δηλοῖ, ἂν ἁπλῶς αὐτὴν ἐκλάβωμεν. Οὐκ εἶπεν, Ἀπέστειλάς με τὸν ἀσθενοῦντα, τὸν τὴν δουλείαν ἐπεγνωκότα, τὸν ἀφ' ἑαυτοῦ οὐδὲν ποιοῦντα· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, ἵνα μηδὲν τούτων ὑποπτεύσῃς, τίθησι τὴν ἀληθῆ τῆς εὐχῆς αἰτίαν, ἵνα μὴ ἀντίθεόν με νομίσωσιν· ἵνα μὴ λέγωσιν, Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γινόμενον· μονονουχὶ λέγων, ὅτι Εἰ ἤμην ἀντίθεος, οὐκ ἂν προεχώρησε τὸ γινόμενον. Τὸ δὲ, Ἤκουσάς μου, καὶ ἐπὶ φίλων λέγεται, καὶ ἐπὶ ὁμοτίμων. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· τουτέστι, Πρὸς τὸ γενέσθαι μου τὸ θέλημα οὐ δέομαι εὐχῆς, ἀλλ' ὥστε πεῖσαι ὅτι σοὶ καὶ ἐμοὶ μία βούλησις. Τί οὖν εὔχῃ; ∆ιὰ τοὺς ἀσθενεῖς καὶ παχυτέρους. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ. ∆ιατί γὰρ οὐκ εἶπεν, Ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω; διατί μὴ εἶπεν, Ἀνάστησον αὐτὸν, Πάτερ; ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ εὐχομένου σχῆμα ἀναλαβὼν, διὰ τῶν πραγμάτων τὴν αὐθεντίαν ἐνδείκνυται; Ὅτι καὶ τοῦτο τῆς αὐτοῦ σοφίας, διὰ μὲν ῥημάτων συγκατάβασιν, διὰ δὲ τῶν ἔργων ἐξουσίαν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ οὐδὲν ἄλλο εἶχον ἐγκαλεῖν αὐτῷ, ἀλλ' ἢ ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ οὕτω τοὺς πολλοὺς ἠπάτων· τούτου ἕνεκεν μεθ' ὑπερβολῆς δείκνυσι τοῦτό τε αὐτὸ δι' ὧν φησι, καὶ καθ' ὃν τρόπον ἡ ἀσθένεια ἐκείνων ἀπῄτει. Ἐνῆν μὲν γὰρ καὶ ἄλλως δεῖξαι τὴν συμφωνίαν μετὰ τῆς οἰκείας ἀξίας· ἀλλ' οὐκ ἐδύνατο ἀναβῆναι τοσοῦτον ὁ ὄχλος. Καί φησι· Λάζαρε, δεῦρο ἔξω. Τοῦτό ἐστιν ὃ ἔλεγεν· Ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι παρ' ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, ἄνωθέν σε τοῦτο ἐδίδαξε, καὶ διὰ τῶν ἔργων ἐπέδειξε. Καὶ οὐκ εἶπεν, Ἀνάστηθι· ἀλλὰ, ∆εῦρο ἔξω, ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι.

γʹ. Τί ταύτης τῆς ἐξουσίας γένοιτ' ἂν ἴσον; Εἰ δὲ μὴ ἰδίᾳ δυνάμει τοῦτο ποιεῖ, τί πλέον ἕξει τῶν ἀποστόλων τῶν λεγόντων Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ γὰρ οὐ ποιῶν ἰδίᾳ δυνάμει, οὐ προσετίθει τοῦτο, ὅπερ οἱ ἀπόστολοι περὶ ἑαυτῶν ἔλεγον, ἔσονταί πως ἐκεῖνοι μᾶλλον φιλοσοφοῦντες, τῷ διακρούεσθαι τὴν δόξαν. Καὶ ἀλλαχοῦ· Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Εἶτα οἱ μὲν ἀπόστολοι, ἐπειδὴ οὐδὲν οἴκοθεν ἔπραττον, ταῦτα ἔλεγον ὥστε πεῖσαι τοῦτο· αὐτὸς δὲ τοιαύτην περὶ ἑαυτοῦ δόξαν ἔχων, οὐκ ἂν τὴν ὑπόνοιαν ἀνεῖλεν, εἴ γε μὴ οἰκείᾳ αὐθεντείᾳ ἐποίει; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ μὴν τὸ ἐναντίον ποιεῖ ὁ Χριστὸς, λέγων· ∆ιὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν. Ὥστε εἰ ἐπίστευον, οὐκ ἦν χρεία τῆς εὐχῆς. Εἰ δὲ μὴ ἦν ἀνάξιον αὐτοῦ τὸ εὔχεσθαι, διατί ἐκείνοις τὴν αἰτίαν λογίζεται; διατί δὲ μὴ εἶπεν, ὅτι Ἵνα πιστεύσωσιν ὅτι οὐκ εἰμί σου ἴσος; ἐχρῆν γὰρ διὰ τὴν ὑπόνοιαν πρὸς τοῦτο ἐλθεῖν. Ἀλλ' ὅτε μὲν ὑπωπτεύετο λύειν τὸν νόμον, τὴν λέξιν αὐτὴν τέθεικε, μηδὲ εἰρηκότων τι ἐκείνων· Μὴ νομίσητε ὅτι ἦλθον λῦσαι τὸν νόμον· ἐνταῦθα δὲ ἵστησι τὴν ὑπόνοιαν. Ὅλως δὲ, τί ἔδει περιόδου τοσαύτης καὶ αἰνιγμάτων; Ἤρκει γὰρ εἰπεῖν, Οὐκ εἰμὶ ἴσος, καὶ ἀπαλλαγῆναι, Τί οὖν; Οὐκ εἶπεν, φησὶν, ὅτι Οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν; Ἀλλὰ καὶ τοῦτο συνεσκιασμένως καὶ πρὸς τὴν ἐκείνων ἀσθένειαν, καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ ἡ εὐχὴ γέγονεν. Τί δέ ἐστιν, ὅτι Ἤκουσάς μου; Τουτέστιν, ὅτι Οὐδὲν ἐναντίον ἐμοῦ πρὸς σέ. Ὥσπερ οὖν τὸ, ὅτι Ἤκουσάς μου, οὐ τοῦτό ἐστι δηλοῦντος, ὅτι αὐτὸς οὐκ ἴσχυσεν· (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἀδυναμία μόνον ἔσται, ἀλλὰ καὶ ἄγνοια, εἴ γε πρὸ τοῦ εὔξασθαι οὐκ ᾔδει, ὅτι μέλλει ἐπινεύειν ὁ Θεός· εἰ δὲ οὐκ ᾔδει, πῶς ἔλεγεν, ὅτι Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· καὶ οὐκ εἶπεν, Πορεύομαι ἵνα εὔξωμαι τῷ Πατρὶ, ἵνα ἐξυπνίσῃ αὐτόν;) ὥσπερ οὖν τοῦτο οὐκ ἀσθενείας, ἀλλ' ὁμογνωμοσύνης· οὕτω καὶ τὸ, Πάντοτέ μου ἀκούεις. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων εἴρηται. Εἰ δὲ οὔτε ἠγνόει, οὔτε ἠσθένει, εὔδηλον ὅτι διὰ τοῦτο τὰ ταπεινὰ φθέγγεται ῥήματα, ἵνα κἂν ἐκ τῆς ὑπερβολῆς πεισθῇς καὶ ἀναγκασθῇς ὁμολογῆσαι, ὅτι οὐ τῆς ἀξίας αὐτοῦ ἐστιν, ἀλλὰ τῆς συγκαταβάσεως. Τί οὖν οἱ τῆς ἀληθείας ἐχθροί; Οὐ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων εἴρηκε, φησὶ, τὸ Ἤκουσάς μου, ἀλλ' ἵνα δείξῃ τὴν ὑπεροχήν. Καὶ μὴν τοῦτο οὐκ ἦν δεῖξαι τὴν ὑπεροχὴν, ἀλλὰ σφόδρα ταπεινῶσαι ἑαυτὸν, καὶ ἀποφῆναι οὐδὲν ἀνθρώπου πλέον ἔχοντα. Τὸ γὰρ εὔχεσθαι, οὐ κατὰ Θεὸν, οὐδὲ κατὰ σύνθρονον. Ὁρᾷς ὅτι οὐδαμόθεν ἑτέρωθεν ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ διὰ τὴν ἀπιστίαν ἐκείνων; Ὅρα γοῦν καὶ τὸ ἔργον μαρτυροῦν αὐτῷ τὴν αὐθεντίαν. Ἐκάλεσε, καὶ ἐξῆλθεν ὁ τεθνηκὼς συνειλημμένος. Εἶτα ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ πρᾶγμα (τοῦ γὰρ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον), Ἐκέλευσεν αὐτὸν λῦσαι, ἵνα καὶ ἁψάμενοι, καὶ πλησίον γενόμενοι, ἴδωσιν ὅτι ὄντως ἐκεῖνός ἐστι. Καί φησιν· Ἄφετε αὐτὸν ὑπάγειν. Εἶδες τὸ ἀκόμπαστον; Οὐκ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ' αὐτοῦ περιιέναι, ὥστε μὴ δόξαι τισὶν ἐπιδείκνυσθαι· οὕτως ᾔδει μετριάζειν. Γενομένου δὲ τοῦ σημείου, οἱ μὲν ἐθαύμαζον· οἱ δὲ προσελθόντες ἀπήγγελλον τοῖς Φαρισαίοις. Τί οὖν ἐκεῖνοι; ∆έον ἐκπλήττεσθαι καὶ θαυμάζειν, βουλεύονται αὐτὸν ἀνελεῖν, τὸν ἀναστήσαντα νεκρόν. Ὢ τῆς ἀνοίας! τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον. Καὶ λέγουσι· Τί ποιοῦμεν, ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; Ἄνθρωπον αὐτὸν ἔτι καλοῦσιν, οἱ τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος. Τί ποιοῦμεν; Πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν ἄνθρωπον. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἔρχονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Τί ἐστιν ὃ βουλεύονται ποιεῖν; Τὸν λαὸν ἐπισεῖσαι βούλονται λοιπὸν, ὡς μέλλοντες κινδυνεύειν ἐπὶ ὑποψίᾳ τυραννίδος. Ἐὰν γὰρ ὀχλαγωγοῦντα, φησὶ, μάθωσιν αὐτὸν οἱ Ῥωμαῖοι, ὑποπτεύσουσιν ἡμᾶς, καὶ ἐλεύσονται, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Τίνος ἕνεκεν; εἰπέ μοι· μὴ γὰρ ἀποστασίαν ἐδίδασκεν; οὐκ ἐπέτρεψε φόρον δοῦναι Καίσαρι; οὐχὶ βασιλέα αὐτὸν ποιῆσαι ἠθελήσατε, καὶ ἔφυγεν; οὐχὶ τὸν εὐτελῆ καὶ ἀπέριττον ἐπεδείκνυτο βίον, μήτε οἰκίαν ἔχων, μήτε ἄλλο τῶν τοιούτων οὐδέν; Ταῦτα μὲν οὖν ἔλεγον, οὐ προσδοκῶντες, ἀλλὰ βασκαίνοντες. Ἐξέβη δὲ καὶ μὴ προσδοκώντων αὐτῶν, καὶ τὸ ἔθνος καὶ τὴν πόλιν ἔλαβον, ἐπειδὴ ἀνεῖλον αὐτόν. Καὶ γὰρ πόῤῥω πάσης ὑποψίας ἦν τὰ γινόμενα. Ὁ γὰρ ἰώμενος νοσοῦντας, καὶ ἄριστον διδάσκων βίον, καὶ ἄρχουσι πείθεσθαι ἐπιτάττων, οὐχὶ τυραννίδα συνίστη, ἀλλὰ κατέλυεν. Ἀλλ' ἀπὸ τῶν προτέρων στοχαζόμεθα, φησίν. Ἀλλ' ἐκεῖνοι ἀποστασίαν ἐδίδασκον· οὗτος δὲ τοὐναντίον. Ὁρᾷς ὅτι ὑπόκρισις ἦν τὰ λεγόμενα; Τί γὰρ ἐπεδείξατο τοιοῦτον; δορυφόρους σοβοῦντας ἐπήγετο; ὀχήματα ἐπεσύρετο; οὐχὶ τὰς ἐρημίας ἐδίωκεν; Ἀλλ' ἵνα μὴ δόξωσιν ἀπὸ πάθους τοῦ ἑαυτῶν λέγειν, τὴν πόλιν φασὶ κινδυνεύειν πᾶσαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν φόβον. Οὐ ταῦτα τῆς αἰχμαλωσίας ὑμῖν αἴτια γέγονεν, ἀλλὰ τὰ ἐναντία, καὶ ταύτης καὶ τῆς εἰς Βαβυλῶνα, καὶ τῆς ἐπὶ Ἀντιόχου τῆς μετὰ ταῦτα· οὐ τὸ εἶναι παρ' ὑμῖν θεραπεύοντας, ἀλλὰ τὸ εἶναι ἐν ὑμῖν ἀδικοῦντας, καὶ τὸν Θεὸν παροργίζοντας, τοῦτο ὑμᾶς ἐκδότους ἐποίησεν. Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν τῶν δεόντων ὁρᾷν ἀφιεὶς, ἅπαξ πηρώσας τὴν ψυχήν. Οὐχὶ πράους ἐδίδασκεν εἶναι; οὐχὶ ῥαπιζομένους τὴν δεξιὰν, στρέφειν καὶ τὴν ἑτέραν; οὐ φέρειν ἀδικουμένους; οὐ μείζονα ἐπιδείκνυσθαι προθυμίαν πρὸς τὸ κακῶς παθεῖν, ἢ ἕτεροι ἔχουσι πρὸς τὸ κακῶς ποιῆσαι; Ταῦτ' οὖν, εἰπέ μοι, τυραννίδα συνιστῶντος, ἀλλ' οὐ τυραννίδα καθαιροῦντος; δʹ. Ἀλλ' ὅπερ ἔφην, δεινὸν ἡ βασκανία καὶ ὑποκρίσεως γέμον. Τοῦτο τὴν οἰκουμένην μυρίων ἐνέπλησε κακῶν· ἀπὸ τοῦ νοσήματος τούτου τὰ δικαστήρια κρινομένων πεπλήρωται· ἀπὸ τούτου δόξης καὶ χρημάτων ἔρως· ἀπὸ τούτου φιλαρχία καὶ ὑπεροψία· ἐντεῦθεν ὁδοὶ λῃστὰς μιαροὺς, καὶ θάλαττα πειρατὰς ἔχει· ἐντεῦθεν οἱ κατὰ τὴν οἰκουμένην φόνοι, ἐντεῦθεν τὸ γένος ἡμῶν διέσπασται. Ὅπερ ἂν ἴδῃς κακὸν, ἀπὸ ταύτης ὂν ὄψει· τοῦτο καὶ εἰς τὰς Ἐκκλησίας εἰσεκώμασε· τοῦτο ἄνωθεν τὰ μυρία εἰργάσατο δεινά· τοῦτο τὴν φιλαργυρίαν ἔτεκεν· αὕτη ἡ νόσος τὰ ἄνω κάτω ἐποίησε, καὶ τὸ δίκαιον διέφθειρε (∆ῶρα γὰρ, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φῖμος στόματι, ἀποστρέφει ἐλέγχους)· τοῦτο δούλους ἀντ' ἐλευθέρων ποιεῖ· περὶ τούτου καθ' ἑκάστην διαλεγόμεθα τὴν ἡμέραν, καὶ πλέον οὐδὲν γίνεται. Θηρίων γινόμεθα χείρους, ὀρφανοὺς ἁρπάζομεν, χήρας γυμνοῦμεν, πένητας ἀδικοῦμεν, οὐαὶ ἐπὶ οὐαὶ συνάπτομεν. Οἴμοι! ὅτι ἀπόλωλε εὐλαβὴς ἀπὸ τῆς γῆς. Καὶ ἡμῶν ἐστι τὸ θρηνεῖν λοιπόν· μᾶλλον δὲ τοῦτο δεῖ καθ' ἑκάστην λέγειν τὴν ἡμέραν. Οὐδὲν ἐν εὐχαῖς ἀνύομεν, οὐδὲν ἐν συμβουλαῖς καὶ παραι νέσεσι· λείπεται ἄρα τὸ δακρύειν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε· πολλὰ τοῖς ἐν Ἱεροσολύμοις παραινέσας, ὡς οὐδὲν ἐκέρδανον ἐκεῖνοι, ἐδάκρυσεν αὐτῶν τὴν πώρωσιν. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσι· τοῦτο καὶ ἡμεῖς πράττωμεν νῦν. Θρήνου λοιπὸν ὁ καιρὸς, καὶ δακρύων, καὶ οἰμωγῆς. Εὔκαιρον εἰπεῖν καὶ ἡμᾶς νῦν, Καλέσατε τὰς θρηνούσας, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν. Τάχα οὕτω δυνησόμεθα ἐκβαλεῖν τὸ νόσημα τῶν τὰς οἰκίας οἰκοδομούντων τὰς λαμπρὰς, τῶν ἀγροὺς περιβαλλομένων ἐξ ἁρπαγῆς. Θρηνεῖν εὔκαιρον· ἀλλὰ συλλάβεσθέ μοι καὶ ὑμεῖς τῶν θρήνων, οἱ γεγυμνωμένοι τε καὶ ἠδικημένοι· τοῖς ὑμῶν θρήνοις καταγάγετέ μου τὰ δάκρυα. Ἀλλὰ θρηνοῦντες, μὴ ἑαυτοὺς, ἀλλ' ἐκείνους θρηνήσωμεν· οὐχ ὑμᾶς ἠδίκησαν, ἀλλ' ἑαυτοὺς ἀπώλεσαν. Ὑμεῖς μὲν γὰρ ἔχετε τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τῆς ἀδικίας· ἐκεῖνοι δὲ, τὴν γέενναν ἀντὶ κέρδους. ∆ιὰ τοῦτο βέλτιον ἀδικεῖσθαι καὶ μὴ ἀδικεῖν. Θρηνήσωμεν αὐτοὺς θρῆνον, μὴ τὸν ἀνθρώπινον, ἀλλὰ τὸν ἀπὸ τῶν θείων Γραφῶν, ὃν καὶ οἱ προφῆται ἐθρήνησαν. Θρηνήσωμεν μετὰ Ἡσαΐου πικρὸν, καὶ εἴπωμεν· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Οἰκίαι μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Θρηνήσωμεν μετὰ τοῦ Ναοὺμ, καὶ εἴπωμεν μετ' ἐκείνου· Οὐαὶ ὁ οἰκοδομῶν εἰς ὕψος τὴν οἰκίαν αὐτοῦ! μᾶλλον δὲ θρηνήσωμεν αὐτοὺς, καθάπερ καὶ ὁ Χριστὸς τοὺς τότε, λέγων· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις! ὅτι ἀπέχετε τὸν μισθὸν ὑμῶν, καὶ τὴν παράκλησιν ὑμῶν. Οὕτω, παρακαλῶ, θρηνοῦντες καὶ ἡμεῖς μὴ παυσώμεθα· εἰ δὲ μὴ ἄσχημον, καὶ κοψώμεθα ὑπὲρ τῆς τῶν ἀδελφῶν ῥᾳθυμίας. Μὴ κλαίωμεν τὸν ἤδη τεθνηκότα, ἀλλὰ κλαίωμεν τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν φιλάργυρον, τὸν ἄπληστον. ∆ιατί νεκροὺς θρηνοῦμεν, ἐφ' ὧν οὐδὲν ἔστιν ἀνύσαι λοιπόν; Θρηνήσωμεν τούτους, ἐφ' ὧν ἐστι καὶ μεταβολή. Ἀλλ' ἡμῶν θρηνούντων, τάχα αὐτοὶ γελῶσιν. Ἀλλὰ καὶ τοῦτο θρήνων ἄξιον, ὅτι γελῶσιν, ἐφ' οἷς ἔδει πενθεῖν. Εἰ μὲν γὰρ ἔπασχόν τι ἀπὸ τῶν ὀδυρμῶν τῶν ἡμετέρων, ἐχρῆν παύσασθαι ὀδυρομένους ὡς μέλλοντας διορθοῦσθαι· ἐπειδὴ δὲ ἀναισθήτως διάκεινται, μένωμεν ἡμεῖς κλαίοντες, μὴ τοὺς πλουτοῦντας ἁπλῶς, ἀλλὰ τοὺς φιλαργύρους, τοὺς πλεονέκτας, τοὺς ἅρπαγας. Οὐ κακὸν ὁ πλοῦτος (ἔστι γὰρ αὐτῷ καὶ εἰς δέον χρήσασθαι, ὅταν εἰς τοὺς δεομένους ἀναλίσκωμεν)· ἀλλὰ κακὸν ἡ πλεονεξία, τὰς ἀθανάτους προξενοῦσα κολάσεις. Θρηνήσωμεν τοίνυν. Ἴσως γάρ τις ἔσται διόρθωσις· ἢ κἂν οἱ ἐμπεσόντες μὴ ἀπαλλαγῶσιν, ἕτεροι γοῦν οὐ περιπεσοῦνται τῷ δεινῷ, ἀλλὰ φυλάξονται. Γένοιτο δὲ κἀκείνους ἐλευθερωθῆναι τοῦ νοσήματος, καὶ ἡμῶν μηδένα περιπεσεῖν ποτε, ἵνα κοινῇ πάντες τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΕʹ. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ τὰ ἑξῆς.

αʹ. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν. Τοῦτο ἐπὶ Ἰουδαίων γέγονεν. Αὐτοὶ μὲν γὰρ ἔλεγον ἀνελεῖν τὸν Ἰησοῦν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν αὐτῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Ἐπειδὴ δὲ ἀνεῖλον, ταῦτα ἔπαθον· καὶ ἅπερ ὡς δια φευξόμενοι ἔπραξαν, ταῦτα ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Ἀλλ' ὁ μὲν ἀναιρεθεὶς, ἔστιν ἐν οὐρανοῖς· οἱ δὲ ἀνελόντες, τὴν γέενναν κληρονομοῦσι· καίτοι οὐ ταῦτα ἐσκέψαντο· ἀλλὰ τί; Ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἶπον γὰρ, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν, ἀναισχυντότερος ὢν τῶν λοιπῶν· Ὑμεῖς οὐκ οἴδατε οὐδέν. Ἅπερ ἐκεῖνοι ἀμφέβαλλον, καὶ ἐν τάξει βουλῆς προετίθεσαν, (ἔλεγον γάρ· Τί ποιοῦμεν;) τοῦτο οὗτος ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ, καὶ μετὰ ἰταμότητος ἀνεβόησε. Τί γάρ φησιν; Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ εἶπεν ἀφ' ἑαυτοῦ, ἀλλὰ προεφήτευσεν ἀρχιερεὺς ὤν. Ὁρᾷς πόση τῆς ἀρχιερατικῆς ἐξουσίας ἡ δύναμις; Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἀρχιερωσύνης, καίτοι ἀνάξιος ὢν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἅπερ ἔλεγε· καὶ τῷ στόματι μόνον ἐκέχρητο ἡ χάρις, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο. Πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες, ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαάμ· καὶ πάντων ἡ αἰτία δήλη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑμεῖς κάθησθε, ἔτι ὀκνηρότερον τῷ πράγματι προσέχετε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κοινοῦ καταφρονῆσαι. Ὅρα πόση τοῦ Πνεύματος ἡ δύναμις· ἀπὸ διανοίας πονηρᾶς ἴσχυσε ῥήματα προενεγκεῖν προφητείας γέμοντα θαυμαστῆς. Τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ὁ εὐαγγελιστὴς, ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι· ὥσπερ οὖν καὶ αὐτός φησι· Καὶ ἄλλα πρόβατα ἔχω, καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τί δέ ἐστιν, Ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου; Μετὰ τῶν ἄλλων καὶ τοῦτο διέφθαρτο. Οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς ἱεράτευον, ἀλλ' ἐνιαυτὸν, ἐξ οὗ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί. Πλὴν ἀλλὰ καὶ οὕτω παρῆν ἔτι τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς ἀποστόλους. Καὶ τοῦτο τὸ καταπέτασμα ἐδήλου σχιζόμενον, καὶ ἡ τοῦ Χριστοῦ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ Ἰώσηπος δὲ μετὰ βραχὺν γενόμενος χρόνον, ἔφη τινὰς ἀγγέλους τοὺς ἔτι παραμένοντας, εἰ μὴ βουληθεῖεν ἐκεῖνοι μεταστῆναι, καταλιπεῖν αὐτούς. Ἕως μὲν γὰρ ὁ ἀμπελὼν εἱστήκει, πάντα ἐγίνετο· ἐπειδὴ δὲ τὸν κληρονόμον ἀπέκτειναν, οὐκ ἔτι, ἀλλ' ἀπώλοντο· καὶ καθάπερ ἱμάτιον λαμπρὸν ἀπὸ παιδὸς ἀχρήστου, τῶν Ἰουδαίων, λαβὼν ὁ Θεὸς, τοῖς εὐγνώμοσι δούλοις ἔδωκε τοῖς ἐξ ἐθνῶν, ἐκείνους ἐρήμους ἀφεὶς καὶ γυμνούς. Οὐ μικρὸν δὲ τοῦτο ἦν, τὸ καὶ τὸν ἐχθρὸν προφητεῦσαι ταῦτα. Τοῦτο καὶ τοὺς ἄλλους ἐπισπάσασθαι ἠδύνατο. Κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν, ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν οἱ πιστοί. Τί ἐστιν, Ἵνα συναγάγῃ τοὺς ἐγγὺς, καὶ τοὺς μακράν; Ἓν σῶμα ἐποίησεν. Ὁ ἐν Ῥώμῃ καθήμενος τοὺς Ἰνδοὺς μέλος εἶναι νομίζει ἑαυτοῦ. Τί ταύτης τῆς συναγωγῆς ἴσον; Καὶ πάντων κεφαλὴ ὁ Χριστός· Ἀπ' ἐκείνης τῆς ἡμέρας ἐβουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα ἀποκτείνωσιν αὐτόν. Καὶ μὴν πρότερον ἐζήτουν. Λέγει γάρ· ∆ιὰ τοῦτο ἐζήτουν οἱ Ἰουδαῖοι αὐτὸν ἀποκτεῖναι· καὶ, Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀλλὰ τότε μὲν ἐζήτουν, νῦν δὲ καὶ ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται. Ἰησοῦς δὲ οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τῇ Ἰουδαίᾳ. Πάλιν ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς τοῦτο ποιεῖ.

βʹ. Τὴν δὲ αἰτίαν εἶπον, δι' ἣν πολλάκις ἀπῆλθε καὶ ἀνεχώρησε. Καὶ νῦν ἐγγὺς τῆς ἐρήμου διατρίβει ἐν Ἐφρατὰ, καὶ ἐκεῖ ἔμενε μετὰ τῶν μαθητῶν αὐτοῦ. Πῶς οἴει θορυβεῖσθαι τοὺς μαθητὰς, ὁρῶντας αὐτὸν ἀνθρωπίνως σωζόμενον; Οὐδεὶς λοιπὸν ἠκολούθησε. Τῆς γὰρ ἑορτῆς οὔσης ἐγγὺς, πάντες ἐπὶ τὰ Ἱεροσόλυμα ἔτρεχον· αὐτοὶ δὲ, ὅτε πάντες ἔχαιρον καὶ ἐπανηγύριζον, τότε κρύπτονται, τότε ἐν κινδύνοις εἰσίν· ἀλλ' ὅμως παρέμενον. Καὶ γὰρ ἐν τῇ Γαλιλαίᾳ, τοῦ Πάσχα ὄντος καὶ τῆς Σκηνοπηγίας, ἐκρύπτοντο· καὶ πάλιν μετὰ ταῦτα, τῆς ἑορτῆς οὔσης, τῷ φεύγειν καὶ τῷ κρύπτεσθαι μόνοι τῶν ἄλλων μετὰ τοῦ ∆ιδασκάλου, τὴν εὔνοιαν ἐπιδεικνύμενοι. Ἐντεῦθέν φησιν ὁ Λουκᾶς αὐτὸν εἰρηκέναι, Ἐγὼ παρέμεινα ὑμῖν ἐν τοῖς πειρασμοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι παρὰ τῆς αὐτοῦ ῥοπῆς ἐνδυναμοῦνται. Πολλοὶ δὲ ἐκ τῆς χώρας ἀνέβησαν ἁγνίσαι ἑαυτούς. Καὶ ἔδωκαν παραγγελίας οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα πιάσωσιν αὐτόν. Θαυμαστὸς ἁγνισμὸς, μετὰ μιαιφόνου προαιρέσεως, μετὰ ἀνδροφόνου διανοίας, μετὰ ᾑμαγμένων χειρῶν. Καὶ ἔλεγον· ∆οκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; ∆ιὰ τοῦ Πάσχα ἐπεβούλευον, καὶ τὸν καιρὸν τῆς ἑορτῆς ἐποιοῦντο καιρὸν σφαγῆς· τουτέστιν, Ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν. Ὢ τῆς ἀσεβείας! ὅτε πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις εἰλημμένους ἀφιέναι, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. Καίτοι καὶ ἤδη τοῦτο ποιήσαντες, οὐ μόνον οὐδὲν ὤνησαν, ἀλλὰ καὶ καταγέλαστοι γεγόνασι. ∆ιὰ τοῦτο συνεχῶς ἐμπίπτων διαφεύγει, καὶ βουλευομένους αὐτὸν ἀνελεῖν κατέχει καὶ ἀπορεῖν ποιεῖ, τῇ τῆς δυνάμεως ἀποδείξει κατανύξαι βουλόμενος· καὶ ἵνα ὅταν λάβωσιν αὐτὸν, μάθωσιν ὅτι οὐ τῆς οἰκείας ἰσχύος ἦν, ἀλλὰ τῆς ἐκείνου συγχωρήσεως τὸ γινόμενον. Οὐδὲ γὰρ τότε ἴσχυσαν αὐτὸν συλλαβεῖν, καὶ ταῦτα πλησίον οὔσης τῆς Βηθανίας· καὶ ὅτε δὲ συνέλαβον, ἔῤῥιψεν αὐτοὺς ὑπτίους. Πρὸ ἓξ δὲ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος· καὶ εἱστιᾶτο παρ' αὐτοῖς, καὶ Μάρθα διακονεῖ, καὶ Λάζαρος ἐσθίει. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μετὰ ἡμέρας πολλὰς καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον, ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι, δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν ὅτι ἐν ἀλλοτρίᾳ οἰκίᾳ τοῦτο ἐγένετο. Ἡ δὲ Μαρία οὐ διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικώτερον. Οὐ διηκόνει γὰρ ὡς κεκλημένη, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν· ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμήν· καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ

ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν, ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν οἱ πολλοί. Ἀλλ' ἐπετίμησεν ὁ Ἰούδας, προσχήματι δῆθεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἔργον καλὸν ἐποίησεν εἰς τὸν ἐνταφιασμόν μου. Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικὸς, οὐδὲ εἶπε τοῦτο ὅπερ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἐβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε πολλάκις, εἰπών· Οὐ πάντες πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο; Καὶ πάντες, κἀκεῖνος· ἀλλ' οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοι, τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν μὲν ἀπόῤῥητον λόγον ὁ Θεὸς οἶδεν· εἰ δέ τι χρὴ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε (καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας τὴν παραμυθίαν)· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. ∆ιὸ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι, καίτοι γε εἰδὼς, ἐμφράττων τὴν πονηρὰν ἐπιθυμίαν, καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Ἄφετε αὐτὴν, φησίν· εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ' οὐ καθικνεῖται αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ μαλάσσει τὸ ῥῆμα, καίτοι ἱκανὸν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὡσανεὶ ἔλεγεν· Ἐπαχθής εἰμι καὶ φορτικός· ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. Καὶ γὰρ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν· Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ' οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐπέκαμψε, καίτοι γε καὶ τούτων πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ' αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκε καὶ ἁλῶν· ὃ καὶ τὰς λῃστρικὰς οἶδε κατέχειν ψυχὰς (καὶ ῥήματα ἕτερα ἐφθέγξατο, ἱκανὰ καὶ λίθον μαλάξαι)· καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου, ἀλλ' ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἵνα μηδὲ ὁ χρόνος εἰς λήθην ἐμβάλῃ. Ἀλλὰ πρὸς ἅπαντα ἔστη.

γʹ. ∆εινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· καὶ ὀφθαλμοὺς καὶ ὦτα πηροῖ, καὶ θηρίου χαλεπωτέρους ποιεῖ, οὐ συνειδὸς, οὐ φιλίαν, οὐ κοινωνίαν, οὐ τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν ἐννοῆσαι συγχωροῦσα, ἀλλὰ καθάπαξ πάντων ἀποστήσασα, δούλους αὐτῆς ποιεῖ τοὺς ἁλόντας, καθάπερ τις τυραννὶς χαλεπή. Καὶ τὸ δεινὸν τῆς οὕτω πικρᾶς δουλείας, ὅτι καὶ χάριν αὐτοῖς ἔχειν ἀναπείθει· καὶ ὅσῳπερ ἂν αὐτῇ μᾶλλον δουλεύσωσι, τοσούτῳ τὰ τῆς ἡδονῆς αὔξεται. Καὶ ταύτῃ μάλιστα ἀνίατον τὸ νόσημα γίνεται, ταύτῃ δυσάλωτον τὸ θηρίον. Τοῦτο τὸν Γιεζῆ λεπρὸν ἀντὶ μαθητοῦ καὶ προφήτου πεποίηκε· τοῦτο τοὺς περὶ Ἀνανίαν ἀπώλεσε· τοῦτο τὸν Ἰούδαν προδότην εἰργάσατο· τοῦτο τοὺς Ἰουδαίων ἄρχοντας διέφθειρε, λαμβάνοντας δῶρα καὶ κοινωνοὺς κλεπτῶν γενομένους. Τοῦτο μυρίους πολέμους εἰσήγαγεν· αἱμάτων μὲν τὰς ὁδοὺς, θρήνων δὲ καὶ οἰμωγῶν τὰς πόλεις πληρῶσαν. Τοῦτο καὶ δεῖπνα ἐποίησε γενέσθαι ἀκάθαρτα καὶ τραπέζας ἐναγεῖς, καὶ ἐδέσματα παρανομίας ἐνέπλησε. ∆ιὰ τοῦτο αὐτὸ εἰδωλολατρείαν ἐκάλεσεν ὁ Παῦλος. Ἀλλ' οὐδὲ οὕτως ἐφόβησε. ∆ιατί δὲ εἰδωλολατρείαν φησίν; Ἔχουσι πολλοὶ χρήματα, καὶ χρήσασθαι αὐτοῖς οὐ τολμῶσιν, ἀλλὰ ἀφιεροῦσιν, εἰς ἐγγόνους καὶ ἐξ ἐγγόνων παραπέμποντες ἀνέπαφα, καθάπερ τινῶν ἀναθημάτων οὐ τολμῶντες ἅψασθαι. Ἐὰν δέ ποτε καὶ ἀναγκασθῶσιν, ὥσπερ ἀθέμιτόν τι πράξαντες, οὕτω διάκεινται. Καὶ ἄλλως δὲ, ὥσπερ τὸ ξόανον περιέπει ὁ Ἕλλην· οὕτω σὺ τὸ χρυσίον θύραις πιστεύεις καὶ μοχλοῖς, ἀντὶ ναοῦ τὸ κιβώτιον κατασκευάζων καὶ ἐναποτιθέμενος σκεύεσιν ἀργυροῖς. Ἀλλ' οὐ προσκυνεῖς, καθάπερ ἐκεῖνος τὸ ξόανον; Ἀλλὰ πᾶσαν ἐπιδείκνυσαι περὶ αὐτὸ θεραπείαν. Πάλιν ἐκεῖνος ἡδέως ἂν τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν πρόοιτο, ἢ τὸ ξόανον. Τοῦτο καὶ οἱ τὸ χρυσίον φιλοῦντες. Ἀλλ' οὐ προσκυνῶ τὸ χρυσίον, φησίν. Οὐδὲ ἐκεῖνος τὸ εἴδωλον, φησὶ, προσκυνεῖ, ἀλλὰ τὸν ἐνοικοῦντα δαίμονα. Οὕτω καὶ σὺ, κἂν μὴ τὸ χρυσίον προσκυνῇς, ἀλλὰ τὸν ἀπὸ τῆς ὄψεως τοῦ χρυσίου καὶ τῆς ἐπιθυμίας ἐπιπηδῶντά σου τῇ ψυχῇ δαίμονα. ∆αίμονος γὰρ χαλεπώτερον τῆς φιλαργυρίας ἡ ἐπιθυμία, καὶ ταύτῃ πολλοὶ μᾶλλον πείθονται, ἢ ἕτεροι τοῖς εἰδώλοις. Ἐκεῖνοι μὲν γὰρ πολλὰ παρακούουσιν, ἐνταῦθα δὲ πάντα εἴκουσι, καὶ ὅπερ ἂν εἴπῃ ποιῆσαι, πείθονται. Τί λέγει; Πολέμιος ἔσο, φησὶν, ἐχθρὸς ἁπάντων· ἀγνόει τὴν φύσιν, καταφρόνει Θεοῦ, κατάθυσόν μοι σαυτόν· καὶ πάντα πείθονται. Καὶ τοῖς μὲν ξοάνοις βοῦς καὶ πρόβατα θύουσιν· ἡ δὲ φιλαργυρία λέγει· Θῦσόν μοι τὴν σαυτοῦ ψυχὴν, καὶ πείθει. Ὁρᾷς οἵους ἔχει βωμούς; οἷα δέχεται θύματα; Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν οἱ πλεονέκται· καὶ οὐδὲ οὕτω δεδοίκασι. Καίτοι γε πάντων ἡ ἐπιθυμία αὕτη ἀσθενεστέρα. Οὐ γὰρ ἔμφυτος, οὐδὲ φυσική· ἦ γὰρ ἂν παρὰ τὴν ἀρχὴν ἐνετέθη· νῦν δὲ χρυσίον οὐκ ἦν ἄνωθεν, οὐδὲ ἤρα τις χρυσίου. Ἀλλ' εἰ βούλεσθε, λέγω πόθεν εἰσῆλθε τὸ κακόν. Ἕκαστος τὸν πρὸ αὐτοῦ ζηλοῦντες ἐπέτεινον τὸ νόσημα, καὶ τὸν οὐ βουλόμενον ὁ προλαβὼν ἐρεθίζει. Ὅταν γὰρ ἴδωσιν οἰκίας λαμπρὰς, καὶ πλῆθος ἀγρῶν, καὶ ἀνδραπόδων ἀγέλας, καὶ ἀργυρᾶ σκεύη, καὶ πολὺν ἱματίων φορυτὸν, πάντα πράττουσιν, ὥστε ὑπερβαλέσθαι· ὥστε οἱ πρῶτοι τῶν δευτέρων αἴτιοι γίνονται, κἀκεῖνοι τῶν μετ' αὐτούς. Εἰ δὲ ἐβούλοντο σωφρονεῖν, οὐκ ἂν τοῖς ἄλλοις ἐγίνοντο διδάσκαλοι, μᾶλλον δὲ οὐδὲ τούτοις ἔστιν ἀπολογία. Εἰσὶ γὰρ καὶ ἕτεροι χρημάτων καταφρονοῦντες. Καὶ τίς, φησὶ, καταφρονεῖ; Τὸ γὰρ δεινὸν, ὅτι ὑπὸ πολλῆς κακίας εἰς ἀδύνατον δοκεῖ περιεστάναι, καὶ οὐδὲ πιστεύεταί τις κατορθῶν. Εἴπω τοίνυν πολλοὺς τοὺς ἐν ταῖς πόλεσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι. Καὶ τί τὸ κέρδος; οὐδὲ γὰρ ἀπὸ τούτων ἔσεσθε βελτίους. Ἄλλως δὲ, οὐ περὶ τούτων ἡμῖν ὁ λόγος νῦν, ὥστε κενῶσαι τὰ ὄντα· ἐβουλόμην δέ· πλὴν ἀλλ' ἐπειδὴ μεῖζον ὑμῶν τὸ φορτίον, οὐκ ἀναγκάζω· ἀλλ' ὥστε μὴ τῶν ἀλλοτρίων ἐφίεσθαι παραινῶ, ὥστε ἐκ τῶν ὄντων μεταδιδόναι. Πολλοὺς δὲ τοιούτους εὑρήσομεν τοῖς οἰκείοις ἀρκουμένους, τῶν ἑαυτῶν ἐπιμελουμένους, καὶ ἀπὸ δικαίων ζῶντας πόνων. ∆ιατί μὴ τούτους ζηλοῦμεν καὶ μιμούμεθα; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν· οὐχὶ τὰ κτήματα αὐτῶν ἕστηκε, μόνον τὰ ὀνόματα αὐτῶν διασώζοντα; τοῦ δεῖνος τὸ βαλα νεῖον, καὶ τοῦ δεῖνος τὸ προάστειον, καὶ τὸ κατάλυμα; οὐχὶ εὐθέως θεασάμενοι στένομεν, ἐννοοῦντες πόσον πόνον ὑπέμεινε, πόσας ἁρπαγὰς ἥρπασε, καὶ οὐδαμοῦ φαίνεται, ἀλλ' ἐντρυφῶσιν ἕτεροι τοῖς ἐκείνου, οὓς οὐδὲ προσεδόκησε, τάχα δὲ καὶ ἐχθροὶ, ἐκείνου τὴν ἐσχάτην διδόντος δίκην. Ταῦτα καὶ ἡμᾶς μένει. Πάντως γὰρ ἀποθανούμεθα, πάντως τὸ αὐτὸ τέλος ὑποστησόμεθα. Πόσην ὀργὴν, εἰπέ μοι, πόσην δαπάνην, πόσας ἀπεχθείας ὑπέστησαν! Καὶ τί τὸ κέρδος; Κόλασις ἀθάνατος, καὶ τὸ μηδεμιᾶς τυχεῖν παραμυθίας· καὶ τὸ μὴ ζῶντας μόνον, ἀλλὰ καὶ ἀπελθόντας κατηγορεῖσθαι παρὰ πάντων. Τί δέ; τῶν πολ λῶν τὰς εἰκόνας ὅταν ἴδωμεν ἀνακειμένας ἐν ταῖς οἰκίαις, οὐχὶ μᾶλλον θρηνοῦμεν; Ἀληθῶς καλῶς εἶπεν ὁ Προφήτης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ταραχὴ γὰρ ὄντως ἡ περὶ τὰ τοιαῦτα σπουδή· ταραχὴ καὶ θόρυβος περιττός. Ἀλλ' οὐκ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις τοῦτό ἐστιν, οὐδὲ ἐν ταῖς σκηναῖς ἐκείναις. Ἐνταῦθα μὲν γὰρ ἕτερος ἐμόχθησε, καὶ ἕτερος ἀπολαύει· ἐκεῖ δὲ τῶν ἑαυτοῦ μόχθων ἕκαστος ἔσται κύριος, καὶ πολυπλασίονα λήψεται τὴν ἀμοιβήν. Πρὸς ἐκείνην τοίνυν ἐπειγώμεθα τὴν κτῆσιν· ἐκεῖ κατασκευάζωμεν ἑαυτοῖς οἰκίας, ἵνα ἀναπαυσώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ Ξ ʹ. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μό νον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγει ρεν ἐκ νεκρῶν.

αʹ. Ὥσπερ ὁ πλοῦτος τοὺς οὐ προσέχοντας ἐκτραχηλίζειν εἴωθεν, οὕτω καὶ ἡ ἀρχή. Ἐκεῖνος μὲν γὰρ εἰς πλεονεξίαν, αὕτη δὲ εἰς ἀπόνοιαν ἄγει. Ὅρα γοῦν τὸ ἀρχόμενον πλῆθος τῶν Ἰουδαίων ὑγιαῖνον, τοὺς δὲ ἄρχοντας διεφθαρμένους. Ὅτι γὰρ οὗτοι αὐτῷ ἐπίστευον, λέγουσι μὲν συνεχῶς οἱ εὐαγγελισταὶ, ὅτι Πολλοὶ ἐκ τοῦ ὄχλου ἐπίστευσαν αὐτῷ. Ἐκ δὲ τῶν ἀρχόντων ἠπίστουν. Καὶ αὐτοὶ λέγουσιν, οὐχὶ ὁ ὄχλος, Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλὰ τί φησι; Τὸ πλῆθος, οἱ μὴ εἰδότες τὸν Θεὸν, ἐπικατάρατοί εἰσι. Τοὺς πιστεύοντας ἐπικαταράτους ἔλεγον, ἑαυτοὺς δὲ ἀναιροῦντας, συνετούς. Καὶ ἐνταῦθα δὲ τὸ θαῦμα θεασάμενοι, ἐπίστευον οἱ πολλοί· οἱ δὲ ἄρχοντες οὐκ ἠρκοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν. Ἔστω, τὸν Χριστὸν, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους οὕς φατε· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν, ἐπεχείρουν αὐτὸν ἀναιρεῖν; Μὴ ἆρα τὸ καλῶς παθεῖν, ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο· ἀλλ' οὐδὲν αὐτοὺς οὕτω ἐξεθηρίωσεν, οὐχ ὁ παραλελυμένος, οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Καλά γε (οὐ γάρ;) τῆς ἑορτῆς τὰ κατορθώματα, φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον μέμψασθαι, κατὰ τοῦ θεραπευομένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδ' ὅτι ἐναντιοῦται τῷ Πατρὶ εἶχον εἰπεῖν. Ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος μὲν ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ οὗτος δὲ ἐπίσημος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας. ∆ιὰ τοῦτο, πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἑστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Καὶ διὰ τοῦτο ἀρχόμενος ὁ νόμος, ἀπὸ τούτου ἄρχεται· Οὐ φονεύσεις· καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται. Ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια· καὶ, ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγένετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητείαν πληροῦντος ἦν· τὸ δὲ [ἐπὶ] ὄνον καθίσαι, μέλλον πρᾶγμα προδιατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ ἄλλοι φασὶν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπεν· Λύσατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ὅτι ὀνάριον εὑρὼν ἐπεκάθισεν; Ὅτι ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὴν ὄνον ἀγόντων τῶν μαθητῶν, εὑρόντα αὐτὸν ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων καὶ τῶν ἐλαιῶν ἔλαβον, καὶ τὰ ἱμάτια ὑπεστόρεσαν, δεικνύντες ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα αὐτοὺς ἀπέπνιγε, τὸ πεισθῆναι πάντας ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν; Τί δέ ἐστι, Χαῖρε σφόδρα, θύγατερ Σιών; Ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις· Θάῤῥει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν, ἀλλ' ὄνον ἔχων μόνον. Τοῦτο δὲ οὐκ ᾔδεσαν, φησὶν, οἱ μα θηταὶ αὐτοῦ, ὅτι ἦν ἐπ' αὐτῷ γεγραμμένον. Ὁρᾷς ὅτι τὰ πλείονα ἠγνόουν, ἐπειδὴ αὐτὸς οὐκ ἀπεκάλυπτεν αὐτοῖς; Καὶ γὰρ ὅτε εἶπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τότε ᾔδεσαν οἱ μαθηταί. Καὶ ἄλλος δὲ εὐαγγελιστὴς λέγει, ὅτι ἦν κεκρυμμένος ὁ λόγος ἀπ' αὐτῶν, καὶ οὐκ ᾔδεσαν ὅτι δεῖ αὐτὸν ἀναστῆναι ἐκ τῶν νεκρῶν. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο. ∆ιὸ καὶ ἄλλος λέγει εὐαγγελιστὴς, ὅτι καθ' ἕκαστον ἀκούοντες ἤλγουν, καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἰδέναι τὸν περὶ τῆς ἀναστάσεως λόγον. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς· τὸ μέντοι τῆς ὄνου διατί αὐτοῖς οὐκ ἀπεκαλύφθη; Ὅτι καὶ τοῦτο μέγα ἦν.

βʹ. Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν αὐτῶν ἄγνοιαν ἐκπομπεύειν. Ὅτι μὲν οὖν γέγραπται, ᾔδεσαν· ὅτι δὲ ἐπ' αὐτῷ γέγραπται, οὐκ ᾔδεσαν. Καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλοι πάσχειν, καὶ οὕτως ἐκδίδοσθαι. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγε. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει δὲ ὁ ὄχλος, ὅτι ἀνέστησε τὸν Λάζαρον. Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο ἐξαίφνης, φησὶν, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Οἱ δὲ Φαρισαῖοι εἶπον πρὸς αὐτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει. ∆οκεῖ δέ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων μὲν, οὐ τολμώντων δὲ παῤῥησιάσασθαι, εἶτα ἀπὸ τῆς ἐκβάσεως κατεχόντων αὐτοὺς ὡς ἀνήνυτα ἐπιχειροῦντας. Κόσμον δὲ ἐνταῦθα πάλιν τὸν ὄχλον φασίν. Οἶδε γὰρ ἡ Γραφὴ κόσμον καὶ τὴν κτίσιν λέγειν, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας. Καὶ τὸ μέν φησιν, ὅταν λέγῃ, Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ· τὸ δὲ, ὅταν λέγῃ, Ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ. Καὶ χρὴ ταῦτα ἀκριβῶς εἰδέναι, ἵνα μὴ παρὰ τὴν σημασίαν τῶν ὀνομάτων λαβὴν παρέχωμεν τοῖς αἱρετικοῖς. Ἦσαν δέ τινες τῶν Ἑλλήνων ἀναβάντες προσκυνῆσαι εἰς τὴν ἑορτήν. Ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γίνεσθαι, ἦσαν εἰς τὴν ἑορτήν. Τῆς φήμης οὖν διαδοθείσης, λέγουσι· Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται. Ἀλλ' οὐδὲ οὗτος ἁπλῶς αὐθεντεῖ· ἤκουσε γὰρ, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. ∆ιὰ τοῦτο μετὰ τοῦ μαθητοῦ κοινωσάμενος, τῷ διδασκάλῳ ἀναφέρει· ἀμφότεροι γὰρ εἶπον αὐτῷ. Ὁ δὲ τί φησιν; Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Τί ἐστιν, Ἦλθεν ἡ ὥρα; Ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, πᾶσαν ἐγκόπτων ἀγνωμοσύνης πρόφασιν ἀπὸ Ἰουδαίων, καὶ κατεῖχεν αὐτούς. Ἐπεὶ οὖν ἐπέμενον οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ ἐβούλοντο προσελθεῖν, Καιρὸς λοιπὸν, φησὶν, ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων. Εἰ γὰρ μέλλοιμεν τούτοις μὲν καὶ ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπεὶ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησί· Καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. Ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλ', Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· καὶ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν ὡς ἀνελεῖν, περιττὸν ἧν προσεδρεύειν διακρουομένων ἐκείνων. Καὶ γὰρ παρῃτήσαντο αὐτὸν λέγοντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν, ἐπειδὴ αὐτοὶ ἀφῆκαν. ∆ιὰ τοῦτο λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Τί ἐστιν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν μὴ πεσὼν ἀποθάνῃ; Περὶ τοῦ σταυροῦ λέγει. Ἵνα γὰρ μὴ θορυβῶνται ἐννοοῦντες ὅτι, ὅτε καὶ Ἕλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει· Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ποιεῖ προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἶτα, ἐπειδὴ ἀπὸ λόγων οὐχ οὕτως ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων πείρας αὐτὸ μεθοδεύει λέγων· Ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται· μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ. Εἰ δὲ ἐν τοῖς σπέρμασι τοῦτο, πολλῷ μᾶλλον ἐν ἐμοί. Ἀλλ' οὐκ ᾔδεσαν οἱ μαθηταὶ τὰ λεγόμενα. ∆ιὸ συνεχῶς αὐτὸ τίθησιν ὁ εὐαγγελιστὴς, ἀπολογούμενος ὑπὲρ τῆς μετὰ ταῦτα φυγῆς. Τοῦτον καὶ περὶ τῆς ἀναστάσεως διαλεγόμενος ὁ Παῦλος τὸν λόγον ἐκίνησε.

γʹ. Ποίαν οὖν ἕξουσιν ἀπολογίαν οἱ τῇ ἀναστάσει διαπιστοῦντες, ἐν τοῖς σπέρμασι τοῦ πράγματος καθ' ἑκάστην μελετωμένου τὴν ἡμέραν, καὶ ἐν φυτοῖς, καὶ ἐπὶ τῆς γενέσεως τῆς ἡμετέρας; Πρότερον γὰρ δεῖ φθαρῆναι τὸ σπέρμα, καὶ τότε γενέσθαι γένεσιν. Ὅλως δὲ ὅταν ὁ Θεός τι ποιῇ, λογισμῶν οὐκ ἔστι χρεία. Πῶς γὰρ ἐξ οὐκ ὄντων ἡμᾶς ἐποίησε; Ταῦτα πρὸς Χριστιανοὺς λέγω, τοὺς λέγοντας πείθεσθαι Γραφαῖς. Ἐγὼ δὲ καὶ ἕτερον ἐρῶ ἀπὸ λογισμῶν ἀνθρωπίνων. Τῶν ἀνθρώπων οἱ μὲν ἐν κακίᾳ διάγουσιν, οἱ δὲ ἐν ἀρετῇ. Ἀλλὰ τῶν ἐν κακίᾳ διατριβόντων πολλοὶ εἰς ἔσχατον γῆρας ἦλθον εὐπαθοῦντες· τῶν δὲ ἐν ἀρετῇ, τὰ ἐναντία ὑπομείναντες. Πότε οὖν τὰ κατ' ἀξίαν ἀπολήψεται ἕκαστος; ἐν ποίῳ καιρῷ; Ναὶ, φησίν· ἀλλὰ σωμάτων οὐκ ἔστιν ἀνάστασις. Οὐκ ἀκούουσι τοῦ Παύλου λέγοντος· ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Οὐ περὶ ψυχῆς (οὐδὲ γὰρ φθείρεται ἡ ψυχή)· καὶ ἀνάστασις δὲ τοῦ πεπτωκότος λέγεται· ἔπεσε δὲ τὸ σῶμα. ∆ιατί δὲ οὐ βούλει ἀνάστασιν εἶναι σώματος; Πότερον οὐ δυνατὸν τῷ Θεῷ; Ἀλλὰ τοῦτο μὲν ἐσχάτης ἀνοίας λέγειν. Ἀλλ' οὐ πρέπει; ∆ιατί οὐ πρέπει τὸ φθαρτὸν καὶ πόνου καὶ θανάτου κοινωνῆσαν, κοινωνῆσαι καὶ τῶν στεφάνων; Εἰ γὰρ μὴ ἔπρεπεν, οὐδ' ἂν παρὰ τὴν ἀρχὴν ἐγένετο, οὐκ ἂν σάρκα αὐτὸς ἀνέλαβεν. Ὅτι δὲ καὶ ἀνέλαβε, καὶ αὐτὴν ἀνέστησεν, ἄκουσον τί φησι· Βάλε τοὺς δακτύλους, καὶ ἴδε, ὅτι πνεῦμα ὀστᾶ καὶ νεῦρα οὐκ ἔχει. ∆ιατί δὲ τὸν Λάζαρον ἀνέστησεν, εἰ βέλτιον ἦν χωρὶς σώματος ἀναστῆναι; τί ἐν τάξει σημείου καὶ εὐεργεσίας αὐτὸ ποιεῖ; τί δὲ ὅλως ἔδωκε τροφάς; Μὴ τοίνυν ἀπατᾶσθε παρὰ τῶν αἱρετικῶν, ἀγαπητοί. Καὶ γὰρ ἀνάστασίς ἐστι, καὶ κρίσις ἐστί. Ταῦτα δὲ ἀναιροῦσιν, ὅσοι μὴ βούλονται δοῦναι λόγον τῶν πεπραγμένων. Καὶ γὰρ δεῖ τὴν ἀνάστασιν τοιαύτην εἶναι, οἵα γέγονεν ἡ τοῦ Χριστοῦ. Ἀπαρχὴ γὰρ ἐκεῖνος, καὶ πρωτότοκος ἀπὸ τῶν νεκρῶν. Εἰ δὲ ἀνάστασις τοῦτό ἐστι, ψυχῆς καθαρμὸς, καὶ ἁμαρτιῶν ἀπαλλαγὴ, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἀνέστη; πῶς ἡμεῖς τῆς κατάρας ἀπηλλάγημεν, εἴ γε καὶ αὐτὸς ἥμαρτε; πῶς δὲ λέγει· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν; Ταῦτα γὰρ τὸ ἀναμάρτητον δηλοῦντός ἐστιν. Οὐκοῦν κατ' αὐτοὺς ἢ οὐκ ἀνέστη, ἢ ἵνα ἀναστῇ, ἥμαρτε πρὸ τῆς ἀναστάσεως. Ἀλλὰ καὶ ἀνέστη, καὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Οὐκοῦν ἀνέστη σώματι· καὶ τὰ δόγματα ταῦτα τὰ πονηρὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ κενοδοξίας ἔκγονα. Φεύγωμεν τοίνυν τοῦτο τὸ νόσημα. Φθείρουσι γὰρ, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκ ἔστι ταῦτα ἀποστόλων διδάγματα· Μαρκίων ἐστὶ καὶ Οὐαλεντῖνος ὁ ταῦτα καινοτομήσας. Φεύγωμεν τοίνυν, ἀγαπητοί. Οὐδὲν γὰρ ὄφελος βίου καθαροῦ, δογμάτων διεφθαρμένων· ὥσπερ οὖν οὐδὲ τοὐναντίον, δογμάτων ὑγιῶν, ἐὰν βίος ᾗ διεφθαρμένος. Ταῦτα Ἕλληνες ἔτεκον, ταῦτα ἐκεῖνοι ηὔξησαν, ἀπὸ τῶν ἔξωθεν φιλοσόφων λαβόντες, καὶ τὴν ὕλην ἀγέννητον λέγοντες, καὶ πολλὰ τοιαῦτα. Ὥσπερ οὖν εἶπαν, ὅτι οὐκ ἂν εἴη δημιουργὸς, μὴ ὑποκειμένης ὕλης ἀγεννήτου· οὕτω καὶ τὴν ἀνάστασιν ἠθέτησαν. Ἀλλὰ μὴ προσέχωμεν, εἰδότες Θεοῦ δύναμιν παναρκῆ· μὴ προσέχωμεν. Ὑμῖν λέγω ταῦτα. Ἡμεῖς γὰρ τὴν πρὸς αὐτοὺς οὐ παραιτησόμεθα μάχην. Ἀλλ' ὁ ἄοπλος καὶ γυμνὸς, κἂν εἰς ἀσθενεῖς ἐμπέσῃ, κἂν ἰσχυρότερος ᾖ, ῥᾳδίως ἁλώσεται. Εἰ μὲν γὰρ Γραφαῖς προσείχετε, καὶ καθ' ἑκάστην ἑαυτοὺς ἠκονᾶτε τὴν ἡμέραν, οὐκ ἂν παρῄνεσα τὴν πρὸς ἐκείνους φεύγειν μάχην, ἀλλὰ καὶ συμπλέκεσθαι συνεβούλευσα ἄν. Καὶ γὰρ ἰσχυρὰ ἡ ἀλήθεια. Ἐπειδὴ δὲ χρῆσθαι αὐταῖς οὐκ ἴστε, δέδοικα τὴν συμπλοκὴν, μὴ λαβόντες ὑμᾶς ἀόπλους καταβάλωσιν. Οὐδὲν γὰρ, οὐδὲν ἀσθενέστερον ἐκείνων τῶν τῆς τοῦ Πνεύματος βοηθείας ἠρημωμένων. Εἰ δὲ τῇ ἔξωθεν κέχρηνται σοφίᾳ, θαυμάζειν οὐ χρὴ, ἀλλὰ καταγελᾷν, ὅτι τοῖς μωροῖς κέχρηνται διδασκάλοις. Οὔτε γὰρ περὶ Θεοῦ, οὔτε περὶ κτίσεώς τι ὑγιὲς εὑρεῖν ἠδυνήθησαν ἐκεῖνοι· ἀλλ' ἅπερ ἡ παρ' ἡμῖν χήρα ἐπίσταται, ταῦτα Πυθαγόρας οὐδέπω ᾔδει· ἀλλ' ἔλεγον ὅτι θάμνος ἐστὶ καὶ ἰχθὺς, καὶ κύων γίνεται ἡ ψυχή. Τούτοις οὖν, εἰπέ μοι, προσέχειν δεῖ; καὶ πῶς ἂν ἔχοι λόγον; Μεγάλοι εἰσὶν ἐν τῇ κώμῃ ἐκεῖνοι, καλοὺς βοστρύχους τρέφουσι, καὶ τρίβωνας ἀναβέβληνται· μέχρι τούτων αὐτοῖς ἡ φιλοσοφία. Ἂν δὲ τὰ ἔνδοθεν ἴδῃς, τέφρα καὶ κόνις, καὶ ὑγιὲς οὐδὲν, ἀλλὰ Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, πάντα ἀκαθαρσίας ἔχων γέμοντα καὶ ἰχῶρος, καὶ τὰ δόγματα πάντα σκωλήκων. Ὁ γοῦν πρῶτος αὐτῶν τὸ ὕδωρ ἔφησεν εἶναι θεὸν, καὶ ὁ μετ' ἐκεῖνον τὸ πῦρ, ἄλλος τὸν ἀέρα, καὶ πάντες εἰς τὰ σώματα κατηνέχθησαν. Τούτους οὖν, εἰπέ μοι, θαυμάζειν χρὴ, τοὺς οὐδὲ ἔννοιαν ἀσωμάτου λαβόντας Θεοῦ, εἰ δήποτε καὶ ὕστερον ἔλαβον, μετὰ τὸ συγγενέσθαι ἐν Αἰγύπτῳ τοῖς ἡμετέροις; Ἀλλ' ἵνα μὴ πολὺν ὑμῖν ἐπάγωμεν θόρυβον, ἐνταῦθα τὸν λόγον καταλύσωμεν. Ἂν γὰρ ἀρξώμεθα τὰ ἐκείνων προτιθέναι δόγματα, καὶ τί μὲν περὶ Θεοῦ, τί δὲ περὶ ὕλης, τί δὲ περὶ ψυχῆς, τί δὲ περὶ σωμάτων εἶπον, πολὺς ἕψεται γέλως. Καὶ οὐδὲ τῆς παρ' ἡμῶν κατηγορίας δεήσονται· αὐτοὶ γὰρ ἀλλήλους ἔβαλον. Ὁ γοῦν καθ' ἡμῶν γράψας τὸν περὶ τῆς ὕλης λόγον, ἑαυτὸν ἀνεῖλε. ∆ιόπερ ἵνα μὴ ματαίως ὑμᾶς ἀποσχολήσωμεν, καὶ λαβύρινθον λόγων ἀνελίσσωμεν, ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν, τῆς ἀκροάσεως τῶν θείων ἔχεσθαι Γραφῶν, καὶ μὴ λογομαχεῖν εἰς οὐδὲν δέον· ὃ καὶ Παῦλος παραινεῖ Τιμοθέῳ, καίτοι γε πολλῆς σοφίας ἐμπεπλησμένῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώμεθα τοίνυν ἐκείνῳ, καὶ τὰς φλυαρίας ἀφέντες, τῶν ἔργων ἐχώμεθα, φιλαδελφίας λέγω καὶ φιλοξενίας· καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΖʹ. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.

αʹ. Γλυκὺς ὁ παρὼν βίος, καὶ πολλῆς γέμων ἡδονῆς· ἀλλ' οὐχ ἅπασιν, ἀλλὰ τοῖς προσηλωμένοις αὐτῷ. Εἰ δέ τις εἰς τὸν οὐρανὸν διαβλέψειε, καὶ τὰ ἐκεῖ ἴδοι καλὰ, ταχέως αὐτοῦ καταφρονήσει, καὶ οὐδένα ποιήσεται λόγον. Ἐπεὶ καὶ κάλλος σωμάτων, ἕως ἂν ἕτερον μὴ φαίνηται λαμπρότερον, θαυμάζεται· ἐπειδὰν δὲ φανῇ τὸ κρεῖττον, καταφρονεῖται τὸ πρότερον. Ἂν τοίνυν θελήσωμεν καὶ ἡμεῖς εἰς ἐκεῖνο τὸ κάλλος ἰδεῖν, καὶ τὴν εὐπρέπειαν τῆς ἐκεῖ βασιλείας κατοπτεῦσαι, ταχέως ἑαυτοὺς τῶν δεσμῶν ἀπολύσομεν τῶν παρόντων. ∆εσμὸς γάρ τίς ἐστιν ἡ πρὸς τὰ παρόντα συμπάθεια. Καὶ εἰς τοῦτο ἡμᾶς ἐνάγων ὁ Χριστὸς, ἄκουσον τί φησιν· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Αἰνίγματι ἐοικέναι δοκεῖ τὰ λεγόμενα. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ πολλῆς ἐμπέπλησται σοφίας. Καὶ πῶς Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν; Ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους· ὁ χαριζόμενος αὐτῇ παρὰ τὸ δέον. ∆ιὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ πορεύου ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς σου. Οὕτω γὰρ αὐτὴν ἀπολεῖς (τῆς γὰρ ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀγούσης ἀπάγει)· ὥσπερ οὖν τὸ ἐναντίον, Ὁ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. Τί δέ ἐστιν, Ὁ μισῶν αὐτήν; Ὁ μὴ εἴκων αὐτῇ, τὰ βλάπτοντα κελευούσῃ. Καὶ οὐκ εἶπεν, Ὁ μὴ εἴκων αὐτῇ, ἀλλ', Ὁ μισῶν αὐτήν. Καθάπερ γὰρ τῶν μισουμένων οὐδὲ φωνὴν ἀκοῦσαι ἀνεχόμεθα, οὐδὲ ὄψιν ἰδεῖν ἡδέως· οὕτω καὶ τὴν ψυχὴν, ὅταν ἐναντία ἐπιτάττῃ τῶν τῷ Θεῷ δοκούντων, μετὰ σφοδρότητος ἀποστρέφεσθαι χρή. Ἐπειδὴ γὰρ περὶ θανάτου μέλλει λοιπὸν αὐτοῖς διαλέγεσθαι, θανάτου τοῦ ἑαυτοῦ, καὶ προεῖδε κατηφοῦντας καὶ καταπίπτοντας, ὑπερβολὴν ἐποιήσατο λέγων· Τί λέγω, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; Ἂν γὰρ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, ὑμῖν ἔσται κέρδος οὐδέν. Καὶ ὅρα πῶς παραμυθεῖται τὸν λόγον. Σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς τὸ ἀκοῦσαι ὅτι δεῖ ἀποθανεῖν φιλοψυχοῦντα τὸν ἄνθρωπον. Καὶ τί λέγω τὸ παλαιόν; ὅπου γε καὶ νῦν πολλοὺς εὑρήσομεν ἡδέως πάντα μαθεῖν ὑπομένοντας, ὑπὲρ τοῦ τὸν παρόντα καρπώσασθαι βίον, καὶ ταῦτα περὶ τῶν μελλόντων πεπιστευμένους· οἱ ἐπειδὰν ἴδωσιν οἰκοδομήματα, καὶ τεχνήματα, καὶ μηχανήματα, δακρύουσιν ἐπιλέγοντες· Πόσα ἄνθρωπος μηχανᾶται, καὶ γίνεται κόνις! Οὕτω πολλὴ τῆς παρούσης ζωῆς ἡ ἐπιθυμία. Ταῦτα τοίνυν διαλύων ὁ Χριστὸς τὰ δεσμὰ, φησίν· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτω, εἰς ζωὴν αἰώ νιον φυλάξει αὐτήν. Ὅτι γὰρ ἐκείνοις παραινῶν ἔλεγε, καὶ τὸν φόβον αὐτῶν ὑπεκλύων, ἄκουσον τῶν ἑξῆς· Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· περὶ τοῦ θανάτου λέγων, καὶ τὴν διὰ τῶν ἔργων ἀκολούθησιν ἀπαιτῶν. ∆εῖ γὰρ πάντως τὸν διακονοῦντα τῷ διακονουμένῳ ἕπεσθαι. Καὶ σκόπει πότε αὐτοῖς ταῦτα διαλέγεται· οὐχ ὅτε ἐδιώκοντο, ἀλλ' ὅτε ἐθάῤῥησαν, ὅτε ἐνόμισαν ἐν ἀσφαλείᾳ εἶναι, διὰ τὴν τῶν πολλῶν τιμὴν καὶ θεραπείαν· ὅτε καὶ διαναστῆναι ἠδύναντο καὶ ἀκοῦσαι· Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι· τουτέστιν, Ἀεὶ παρατεταγμένος ἔσο, φησὶν, πρὸς κινδύνους, πρὸς θάνατον, πρὸς ἀποδημίαν τὴν ἐντεῦθεν. Εἶτα ἐπειδὴ τὰ φορτικὰ εἶπε, καὶ τὸ ἔπαθλον τίθησι. Ποῖον δὲ τοῦτο ἦν; Τὸ αὐτῷ ἀκολουθεῖν, καὶ εἶναι ἔνθα ἐστί· δεικνὺς ὅτι ἀνάστασις τὸν θάνατον διαδέξεται. Ὅπου γάρ εἰμι, φησὶν, ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Ποῦ δὲ ὁ Χριστός; Ἐν οὐρανοῖς. Καὶ πρὸ τῆς ἀναστάσεως τοίνυν ἐκεῖ μεταστῶμεν τῇ ψυχῇ καὶ τῷ νῷ. Ἐάν τις ἐμοὶ διακονῇ, ἀγαπήσει αὐτὸν ὁ Πατήρ. ∆ιατί οὐκ εἶπεν, Ἐγώ; Ἐπειδὴ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλὰ μείζονα περὶ τοῦ Πατρός. Οἱ γὰρ μηδὲ ὅτι ἀναστῆναι αὐτὸν ἐχρῆν εἰδότες, πῶς μεγάλα περὶ αὐτοῦ ἐφαντάσθησαν [ἄν]; ∆ιὸ καὶ τοῖς υἱοῖς Ζεβεδαίου φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου· καίτοι γε αὐτός ἐστιν ὁ κρίνων. Ἐνταῦθα δὲ καὶ τὸ γνήσιον παρίστησιν. Ὡς γὰρ γνησίου παιδὸς διακόνους, οὕτως ὁ Πατὴρ ἀποδέξεται. Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Καὶ μὴν τοῦτο οὐκ ἔτι προτρεπομένου ἐπὶ τὸν θάνατον ἐλθεῖν. Μάλιστα μὲν οὖν προτρεπομένου. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Αὐτὸς ἔξω τῶν ὠδίνων ὢν τῶν ἀνθρωπίνων, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ, δείκνυσιν ὅτι καίτοι ἀγωνιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστὶν, οὐ τῆς θεότητος. ∆ιὰ τοῦτό φησι· Νῦν ἡ ψυχή μου τετάρακται· (ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, ποίαν ἀκολουθίαν ἔχει τὸ λεχθὲν, καὶ τὸ εἰπεῖν· Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης;) καὶ οὕτω τετάρακται, ὡς καὶ ἀπαλλαγὴν ζητεῖν, εἴ γε ἐνῆν διαφυγεῖν.

βʹ. Ταῦτα τῆς ἀνθρωπίνης φύσεως τὰ ἀσθενήματα. Ἀλλ' οὐκ ἔχω τί εἴπω, φησὶν, ἀπαλλαγὴν αἰτούμενος. ∆ιὰ γὰρ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· ὡσανεὶ ἔλεγε· Κἂν θορυβώμεθα, κἂν ταραττώμεθα, μὴ φεύγωμεν θάνατον· ἐπεὶ κἀγὼ νῦν ταραττόμενος, οὐ λέγω ὥστε φυγεῖν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν. Οὐ λέγω, Ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ τί; Πάτερ, δόξασόν σου τὸ ὄνομα. Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τὸ ἐναντίον λέγω, ∆όξασόν σου τὸ ὄνομα· τουτέστιν, Ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· ὃ πολὺ τὸ ἀνθρώπινον ἐπιδείκνυται, καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς· δεικνὺς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. Ὥσπερ γὰρ τὸ πεινῇν οὐκ ἔγκλημα, οὐδὲ τὸ καθεύδειν· οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. Ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν, οὐχὶ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον· ἐπεὶ οὐδ' ἂν σῶμα ἦν. ∆ιὰ δὴ τούτων καὶ ἕτερόν τι ἐπαίδευσε. Ποῖον δὴ τοῦτο; Ἵνα, εἴ ποτε ἐν ἀγῶνι κατασταίημεν καὶ δειλίᾳ, μηδὲ οὕτως ἀποπηδήσωμεν τῶν προκειμένων. Πάτερ, δόξασόν σου τὸ ὄνομα. ∆είκνυσιν, ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, δόξαν εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν. Καὶ τοῦτο συνέβαινε μετὰ τὸν σταυρόν. Ἔμελλεν ἐπιστρέφειν ἡ οἰκουμένη, καὶ γνωρίζειν τὸ ὄνομα τοῦ Θεοῦ καὶ θεραπεύειν αὐτόν· καίτοι οὐ τὸ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ· ἀλλ', ὅμως τοῦτο σιγᾷ. Ἦλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ποῦ ἐδόξασεν; Ἐν τοῖς πρὸ τούτων γενομένοις. Καὶ πάλιν δοξάσω μετὰ τὸν σταυρόν. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἐκεῖνοι δὲ βροντὴν ἐνόμισαν εἶναι, ἢ ἄγγελον αὐτῷ λελαληκέναι. Καὶ πόθεν τοῦτο ἐνόμισαν; μὴ γὰρ οὐχὶ τρανὴ καὶ εὔσημος ἦν ἡ φωνή; Ἀλλὰ ταχέως αὐτῶν ἀπέπτη, ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καὶ ῥᾳθύμων. Καὶ οἱ μὲν τὸν ἦχον κατεῖχον· οἱ δὲ, ὅτι μὲν ἔναρθρος ἦν ἡ φωνὴ, ᾔδεσαν· τί δὲ ἐσήμαινεν, οὐκ ἔτι. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. ∆ιὰ τί τοῦτο εἶπεν; Πρὸς ἐκεῖνο ἐνιστάμενος ὃ ἔλεγον ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπὸ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι' αὐτὸν δοξάζεται; ∆ιὰ γὰρ τοῦτο καὶ ἡ φωνὴ ἠνέχθη. ∆ιὸ καὶ αὐτός φησιν, Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς· οὐχ ἵνα ἐγὼ μάθω τι ἀγνοῶν παρ' αὐτῆς (πάντα γὰρ οἶδα τὰ τοῦ Πατρὸς), ἀλλὰ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἄγγελος ἐλάλησεν αὐτῷ, ἢ βροντὴ γέγονε, καὶ οὐ προσεῖχον, φησὶν, ὅτι ∆ι' ὑμᾶς ἐγένετο, ἵνα κἂν οὕτως ἐνάγησθε πρὸς τὸ ἐρωτῆσαι τί τὸ λεχθέν. Οἱ δὲ ἐπτοημένοι, οὐδὲ οὕτως ἐπύθοντο, ἀκούσαντες ὅτι αὐτοῖς ἀνήκει τὸ πρᾶγμα. Τῷ γὰρ οὐκ εἰδότι πρὸς ὃ ἐλέγετο, εἰκότως οὐκ ἐδόκει εὔσημος εἶναι ἡ φωνή. ∆ι' ὑμᾶς ἡ φωνὴ γέγονεν. Ὁρᾷς ὅτι τὰ ταπεινὰ δι' αὐτοὺς γίνεται, οὐχ ὡς τοῦ Υἱοῦ δεομένου βοηθείας; Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν δὲ ὁ ἄρχων τοῦ κόσμου τούτου κάτω βληθήσεται. Τοῦτο ποίαν ἀκολουθίαν ἔχει πρὸς τὸ, Ἐδόξασα, καὶ δοξάσω; Πολλὴν καὶ σφόδρα συνᾴδουσαν. Ἐπειδὴ γὰρ εἶπε, ∆οξάσω, δείκνυσι καὶ τὸν τρόπον τῆς δόξης. Τίς δὲ ὁ τρόπος ἐστίν; Ἐκεῖνος Βληθήσεται κάτω, φησί. Τί δέ ἐστι, Κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ὡσανεὶ ἔλεγε, ∆ικαστήριον ἔσται καὶ ἐκδίκησις. Πῶς καὶ τίνι τρόπῳ; Ἀνεῖλε τὸν πρῶτον ἄνθρωπον, ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ (∆ιὰ γὰρ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος)· ἐν ἐμοὶ τοῦτο οὐχ εὗρε. Τίνος οὖν ἕνεκεν ἐνεπήδησε, καὶ θανάτῳ παρέδωκε; τίνος ἕνεκεν εἰς τὴν Ἰούδα ψυχὴν ἐνέβαλεν ὥστε με ἀνελεῖν; Μὴ γάρ μοι εἴπῃς νῦν, ὅτι ὁ Θεὸς ᾠκονόμησε· τοῦτο γὰρ οὐ τοῦ διαβόλου, ἀλλὰ τῆς αὐτοῦ σοφίας· τέως ἐκείνου ἡ γνώμη ἐξεταζέσθω τοῦ Πονηροῦ. Πῶς οὖν κρίνεται ὁ κόσμος ἐν ἐμοί; Ὡσανεὶ δικαστηρίου καθεζομένου, λεχθήσεται πρὸς αὐτὸν, Ἔστω, πάντας ἀνεῖλες, διὰ τὸ ἁμαρτίας ὑπευθύνους εὑρεῖν· τὸν Χριστὸν διατί ἀνεῖλες; οὐκ εὔδηλον ὅτι ἀδίκως; Οὐκοῦν δι' αὐτοῦ ἐκδικηθήσεται ὁ κόσμος ἅπας. Ἵνα δὲ καὶ σαφέστερον ᾖ, καὶ ἐπὶ παραδείγματος αὐτὸ ποιήσω φανερόν· Ἔστω τις βίαιος τύραννος, πάντας τοὺς ἐμπίπτοντας μυρίοις περιβάλλων κακοῖς. Οὗτος ἐὰν συμβαλὼν βασιλεῖ, ἢ υἱῷ βασιλέως, ἀνέλῃ αὐτὸν ἀδίκως, ὁ ἐκείνου θάνατος καὶ τοὺς ἄλλους ἐκδικῆσαι δυνήσεται. Ἔστω τις ὀφειλέτας ἀπαιτῶν, καὶ τυπτέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· εἶτα ἐκ τῆς αὐτῆς ἀπονοίας καὶ τὸν οὐδὲν ὀφείλοντα ὑπὸ τὴν αὐτὴν εἱρκτὴν ἀγέτω. Οὗτος καὶ ὧν εἰς τοὺς ἄλλους ἐποίησε, δώσει δίκην· ἀναιρήσει γὰρ αὐτὸν ἐκεῖνος.

γʹ. Οὕτω καὶ ἐπὶ Υἱοῦ γέγονεν. Ὧν γὰρ εἰς ὑμᾶς ἐποίησεν ὁ διάβολος, δι' ὧν εἰς τὸν Χριστὸν ἐτόλμησεν, ἀπαιτηθήσεται δίκην. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἄκουσον τί φησι· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω, διὰ τοῦ θανάτου τοῦ ἐμοῦ. Καὶ ἐγὼ δὲ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστι, καὶ τοὺς ἐξ ἐθνῶν. Καὶ ἵνα μή τις εἴπῃ, Πῶς βληθήσεται κάτω, εἰ καὶ σοῦ περιγίνεται; λέγει, Οὐ περιγίνεται· πῶς γὰρ τοῦ καὶ τοὺς ἄλλους ἕλκοντος; Καὶ οὐ λέγει τὴν ἀνάστασιν, ἀλλ' ὃ τῆς ἀναστάσεως πλέον ἐστὶ, Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἀναστήσομαι, οὔπω δῆλον ὅτι καὶ πιστεύσουσι· τῷ δὲ εἰπεῖν, ὅτι Πιστεύσουσιν, ἀμφότερα συναποδέδεικται, ὅτι καὶ ἀναστήσεται. Εἰ γὰρ νεκρὸς ἔμεινε, καὶ ψιλὸς ἄνθρωπος ἦν, οὐδεὶς ἂν ἐπίστευσε. Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πῶς οὖν φησιν, ὅτι ὁ Πατὴρ ἕλκει; ὅτι Υἱοῦ ἕλκοντος, Πατὴρ ἕλκει. Ἑλκύσω δὲ, φησὶν, ἅτε ὑπὸ τυράννου κατεχομένους, καὶ ἀφ' ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν, καὶ τὰς ἐκείνου χεῖρας οὐ διαφυγεῖν, ἅτε ἀντεχομένου. Ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ. Ταῦτα δὲ τὸ βίαιον αὐτοῦ παριστῶν ἔλεγεν. Ὅπερ οὖν ἐκεῖ ἁρπαγὴν, ἐνταῦθα ἕλξιν ἐκάλεσε. Ταῦτ' οὖν εἰδότες, διαναστῶμεν, δοξάσωμεν τὸν Θεὸν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ βίου· ἐπεὶ οὐκ ἂν εἴη δόξα, ἀλλὰ βλασφημία. Οὐ γὰρ οὕτω βλασφημεῖται Θεὸς, Ἕλληνος ὄντος μιαροῦ, ὡς Χριστιανοῦ διεφθαρμένου. ∆ιὸ δὴ δέομαι πάντα ποιεῖν, ὥστε δοξάζεσθαι τὸν Θεόν. Οὐαὶ γὰρ, φησὶ, τῷ δούλῳ ἐκείνῳ, δι' οὗ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται (ὅταν δὲ Οὐαὶ ᾖ, πᾶσα εὐθέως κόλασις καὶ τιμωρία ἕπεται)· μακάριος δὲ, δι' οὗ τὸ ὄνομα δοξάζεται. Μὴ τοίνυν ὡς ἐν τῷ σκότει ὦμεν· ἀλλὰ πάντα φεύγωμεν τὰ ἁμαρτήματα, μάλιστα δὲ τὰ εἰς κοινὴν διαβαίνοντα βλάβην, ἐπειδὴ μάλιστα ἐν τούτοις ὁ Θεὸς βλασφημεῖται Τίνα γὰρ ἕξομεν συγγνώμην, ὅταν ἑτέροις δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν; τίς ἡμῖν ἔσται ἐλπὶς σωτηρίας; Εἰ μὴ πεινῶντα ἔθρεψας, κολάζῃ· εἰ δὲ καὶ ἀπέδυσας ἐνδεδυμένον, ποίας τεύξῃ συγγνώμης; Ταῦτα συνεχῶς λέγοντες οὐ παυσόμεθα. Ἴσως γὰρ οἱ τήμερον μὴ ἀκούσαντες, αὔριον ἀκούσονται· οἱ δὲ τὴν αὔριον μὴ προσέχοντες, τὴν μετ' ἐκείνην πεισθήσονται. Εἰ δέ τινες καὶ ἀπειθῶς εἶεν διακείμενοι, ἀλλ' ἡμῖν ἀνεύθυνον ἔσται τὸ δικαστήριον. Τὸ γὰρ ἡμῶν ἐπληρώσαμεν. Γένοιτο δὲ μήτε ἡμᾶς αἰσχυνθῆναι ἐπὶ τοῖς λεγομένοις, μήτε ὑμᾶς ἐγκαλύψασθαι, ἀλλὰ πάντας δυνηθῆναι μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα καὶ αὐτοὶ δυνηθῶμεν καυχήσασθαι ἐφ' ἡμῖν, καὶ τῶν ἡμετέρων κακῶν παραμυθίαν τινὰ λαβεῖν, τὴν ὑμετέραν εὐδοκίμησιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ

ΞΗʹ. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου; αʹ. Εὐφώρατον ἡ πλάνη καὶ ἀσθενὲς, κἂν μυρίοις ἔξωθεν ἀλείφηται χρώμασι. Καὶ καθάπερ οἱ τὰ σαθρὰ τῶν τοίχων κονιῶντες, οὐκ ἰσχύουσι διὰ τῆς ἀλοιφῆς διορθοῦν· οὕτω καὶ οἱ ψευδόμενοι ῥᾳδίως ἐλέγχονται· ὃ δὴ καὶ ἐνταῦθα πεπόνθασιν οἱ Ἰουδαῖοι. Τοῦ γὰρ Χριστοῦ πρὸς αὐτοὺς εἰπόντος· Ὅταν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἡμεῖς ἠκούσαμεν, φησὶν, ἀπὸ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Ἄρα ᾔδεσαν ὅτι ὁ Χριστὸς ἀθάνατός τίς ἐστι, καὶ ζωὴν ἔχει πέρας οὐκ ἔχουσαν. Οὐκοῦν κἀκεῖνοι ᾔδεσαν ὅπερ ἔλεγε. Καὶ γὰρ πολλαχοῦ τῶν Γραφῶν ὁμοῦ καὶ τὸ πάθος καὶ ἡ ἀνάστασις κεῖται. Καὶ γὰρ Ἡσαΐας ἅμα ταῦτα τίθησιν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, λέγων, καὶ τὰ ἑξῆς ἅπαντα. Καὶ ὁ ∆αυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦ πολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα. Καὶ ὁ πατριάρχης δὲ εἰπὼν, Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἐπήγαγε· Καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται. Ἀλλ' οὗτοι νομίζοντες ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι οὐκ ὄντα Χριστὸν ἐκ τούτου, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει. Καὶ ὅρα πῶς κακούργως. Οὐ γὰρ εἶπον, ὅτι Ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ', Ὅτι μένει εἰς τὸν αἰῶνα· καίτοι οὐδὲ τοῦτο τὸ εἰρημένον ἐναντίον ἦν. Τῇ γὰρ ἀθανασίᾳ τὸ πάθος οὐκ ἐγένετο κώλυμα. Ἐντεῦθεν ἔστιν ἰδεῖν, ὅτι πολλὰ τῶν ἀμφιβόλων συνίεσαν, καὶ ἑκόντες ἐκακούργουν. Ἐπειδὴ γὰρ ἔφθη περὶ θανάτου διαλεχθεὶς ἀνωτέρω, ἀκούσαντες τὸ ὑψωθῆναι ἐνταῦθα, τοῦτο ὑπώπτευσαν. Εἶτα λέγουσι· Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Καὶ τοῦτο κακούργως. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς ὅτι δι' ἀπέχθειαν ἐναντιούμεθα. Ἰδοὺ γὰρ οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. Τί οὖν ὁ Χριστός; Ἐπιστομίζων αὐτοὺς, καὶ δεικνὺς, ὅτι τὸ πάθος οὐδὲν κώλυμα πρὸς τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, Ἔτι, φησὶ, μικρὸν χρόνον τὸ φῶς μεθ' ὑμῶν ἐστι· δηλῶν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι. Καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται. Περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε. Ποῖον ἐνταῦθα λέγει καιρόν; ἆρα τὴν παροῦσαν ζωὴν ἅπασαν, ἢ τὸν πρὸ τοῦ σταυροῦ χρόνον; Ἔγωγε οἶμαι ἀμφοτέρους. ∆ιὰ γὰρ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν πολλοὶ καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν, ὅπερ καὶ ἀνωτέρω πεποίηκεν, οὕτω λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει. Πόσα γοῦν οἱ Ἰουδαῖοι νῦν πράττουσιν, καὶ οὐκ ἴσασι τί πράττουσιν! ἀλλ' ὡς ἐν σκότῳ, οὕτω βαδίζοντες, δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσι, σάββατα τηροῦντες, καὶ νόμον φυλάττοντες, καὶ βρωμάτων παρατηρήσεις· καὶ οὐκ ἴσασι ποῦ περιπατοῦσι. ∆ιὰ τοῦτο ἔλεγε· Περιπατεῖτε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε· τουτέστιν, ἐμοὶ υἱοί. Καίτοι ἐν προ οιμίοις φησὶν ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τουτέστι, τοῦ Πατρός· ἐνταῦθα δὲ αὐτὸς λέγεται τούτους γεννᾷν, ἵνα μάθῃς, ὅτι μία ἐνέργεια Πατρὸς καὶ Υἱοῦ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἀπ' αὐτῶν, ἐκρύβη. Νῦν τί κρύπτεται; Οὐδὲ γὰρ λίθους ἦραν κατ' αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον οἶον ἔμπροσθεν. Τίνος οὖν ἕνεκεν ἐκρύβη; Τὰς καρδίας ἐμβατεύων ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· ᾔδει ζέοντα καὶ φονῶντα, καὶ οὐ περιέμενεν ὥστε εἰς ἔργον ἐξελθεῖν, ἀλλὰ κρύπτεται, παραμυθούμενος αὐτῶν τὸν φθόνον. Ὅρα γοῦν πῶς αὐτὸν ᾐνίξατο ὁ εὐαγγελιστής. Εὐθέως γοῦν ἐπήγαγε· Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτόν. Ποῖα τοσαῦτα; Ὅσα παρέλιπεν ὁ εὐαγγελιστής. Καὶ ἐκ τῶν μετὰ ταῦτα δὲ τοῦτο δῆλον. Καὶ γὰρ ὑποχωρήσας καὶ ἐνδοὺς, καὶ ἐπανελθὼν πάλιν ὑφειμένως αὐτοῖς διαλέγεται, οὕτω λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Ὅρα γὰρ τί ποιεῖ· Ἄρχεται ἀπὸ ταπεινῶν καὶ συνεσταλμένων, καὶ καταφεύγει εἰς τὸν Πατέρα· εἶτα πάλιν ἀνάγει τὸν λόγον. Καὶ ὅταν ἴδῃ ἐκθηριουμένους, ὑποχωρεῖ, καὶ πάλιν ἐφίσταται, καὶ ἀπὸ ταπεινῶν προοιμιάζεται πάλιν. Καὶ ποῦ τοῦτο ἐποίησε; Ποῦ γὰρ οὐκ ἐποίησεν; Ὅρα γοῦν ἐν ἀρχῇ τί φησι· Καθὼς ἀκούω, κρίνω· εἶτα ὑψηλότερον, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· πάλιν, Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἄλλος ἐστὶν ὁ κρίνων. Εἶτα ἀναχωρεῖ πάλιν· εἶτα ἐπιστὰς τῇ Γαλιλαία, Ἐργάζεσθε, φησὶ, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην. Καὶ εἰπὼν περὶ αὐτοῦ μεγάλα, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ὅτι ζωὴν αἰώνιον δίδωσι, πάλιν ἀναχωρεῖ. Καὶ τῇ Σκηνοπηγίᾳ πάλιν ἐπιστὰς, τὸ αὐτὸ τοῦτο ποιεῖ.

βʹ. Καὶ διηνεκῶς ἴδοι τις ἂν οὕτω ποικίλλοντα τὴν διδασκαλίαν, παρουσίᾳ, ἀπουσίᾳ, ταπεινοῖς, ὑψηλοῖς λόγοις. Ὃ καὶ ἐνταῦθα πεποίηκε. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Καὶ πάλιν, Οὐκ ἠδύναντο, φησὶ, πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ἰδοὺ πάλιν τὸ, Ὅτι, καὶ Εἶπεν, οὐχὶ αἰτιολογίας, ἀλλ' ἐκβάσεως. Οὐδὲ γὰρ ἐπειδὴ εἶπεν Ἡσαΐας, οὐκ ἐπίστευον· ἀλλ' ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας. Τί οὖν οὐχ οὕτως ὁ εὐαγγελιστὴς λέγει, ἀλλὰ τὴν ἀπιστίαν ἀπὸ τῆς προφητείας, οὐ τὴν προφητείαν ἀπὸ τῆς ἀπιστίας εἶναί φησι· καὶ προϊὼν, σφοδρότερον τοῦτο αὐτὸ τίθησιν, οὕτω λέγων· ∆ιὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας; Ἐντεῦθεν παραστῆσαι διὰ πολλῶν βούλεται τὸ τῆς Γραφῆς ἀψευδές· καὶ ὅτι ἅπερ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ' ὡς εἶπεν. Ἵνα γὰρ μή τις λέγῃ. Καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Ἦλθε δὲ, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἃ γὰρ προεῖπεν ὁ προφήτης, ὡς πάντως ἐσόμενα προεῖπεν. Εἰ γὰρ μὴ πάντως ἔμελλεν ἔσεσθαι, οὐκ ἂν προεῖπε· πάντως δὲ ἔμελλεν ἔσεσθαι, ἐπειδὴ ἀνιάτως εἶχον ἐκεῖνοι. Εἰ δὲ κεῖται τὸ, Οὐκ ἠδύναντο, ἀντὶ τοῦ, Οὐκ ἤθε λον, κεῖται. Καὶ μὴ θαυμάσῃς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οὕτως οἶδε πολλαχοῦ δύναμιν τὴν προαίρεσιν λέγειν. Καὶ πάλιν· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ. Τοῦτο δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ φυλαττόμενον ἴδοι τις ἄν· ὡς ὅταν λέγῃ τις· Οὐ δύναμαι ἀγαπῆσαι τὸν δεῖνα· τὸ σφοδρὸν τῆς βουλήσεως, δύναμιν λέγων. Καὶ πάλιν· Οὐ δύναται ὁ δεῖνα γενέσθαι χρηστός. Καὶ ὁ προφήτης δὲ τί φησιν; Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται εὖ ποιῆσαι μεμαθηκὼς κακά. Οὐ τοῦτό φησιν, ὅτι ἀδύνατος αὐτοῖς ἡ τῆς ἀρετῆς ἐργασία· ἀλλ' ὅτι οὐ βούλονται, διὰ τοῦτο οὐ δύνανται. Καὶ ὃ λέγει ὁ εὐαγγελιστὴς, τοῦτό φησιν, ὅτι ἀδύνατον ἦν ψεύσασθαι τὸν προφήτην. Οὐ μὴν διὰ τοῦτο ἀδύνατον ἦν αὐτοὺς πιστεῦσαι. Ἐνῆν γὰρ, καὶ πιστευσάντων αὐτῶν, ἀψευδῆ μένειν. Οὐ γὰρ ἂν ταῦτα προεῖπεν, εἰ πιστεύειν ἔμελλον. Τί οὖν, φησὶν, οὐχ οὕτως εἶπεν, Ὅτι ἰδιώματά τινα ἡ Γραφὴ τοιαῦτα ἔχει, καὶ δεῖ τοῖς νόμοις αὐτῆς παραχωρεῖν. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Τίνος; Τοῦ Πατρός. Πῶς οὖν ὁ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Πνεύματος; Οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες εἶναι, φησί. Καὶ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστι. Καίτοι πολλὰ δι' ἀγγέλων εἶπε, καὶ οὐδεὶς λέγει, καθὼς εἶπεν ὁ ἄγγελος· ἀλλὰ τί; Ὁ Θεὸς εἶπεν. Τὰ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ δι' ἀγγέλων εἰρημένα, τοῦ Θεοῦ ἂν εἴη· οὐκ ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ, τῶν ἀγγέλων. Ἐνταῦθα δὲ τοῦ Πνεύματός φησιν εἶναι τὰ ῥήματα. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ ἑξῆς. ∆όξαν οὖν ἐνταῦθά φησι, τὴν ὄψιν ἐκείνην, τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀποῤῥήτων, τὸ ἰδεῖν τὰ Σεραφὶμ, τὴν ἀστραπὴν τὴν ἀπὸ τοῦ θρόνου πηδῶσαν, ᾗ ἀντιβλέψαι αἱ δυνάμεις οὐκ εἶχον ἐκεῖναι. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Ὅτι ἤκουσε φωνὴν λέγουσαν· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Καὶ εἶπον· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπεν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐτύφλωσε γὰρ αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ συνῶσιν. Ἰδοὺ πάλιν ἕτερον ζήτημα· ἀλλ' οὐκ ἔστιν, ἐὰν ὀρθῶς προσέχωμεν. Ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Οὕτω καὶ ἐπὶ τοῦ Φαραὼ τὴν καρδίαν σκληρῦναι λέγεται, οὕτω καὶ ἐπὶ τῶν φιλονεικούντων τι τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Ἰδίωμα δὲ καὶ τοῦτο τῆς Γραφῆς, ὡς καὶ τὸ, Παρέδωκεν εἰς ἀδόκιμον νοῦν, καὶ τὸ, Ἀπένειμε τοῖς ἔθνεσι, τουτέστι, Συνεχώρησεν, ἀφῆκεν. Οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν ἐνταῦθα εἰσάγει, ἀλλ' ἐκ τῆς ἑτέρων πονηρίας ταῦτα γινόμενα δείκνυσιν. Ὅταν γὰρ ἐγκαταλειφθῶμεν ὑπὸ τοῦ Θεοῦ, παραδιδόμεθα τῷ διαβόλῳ· τῷ διαβόλῳ δὲ παραδοθέντες, μυρία πάσχομεν δεινά. Φοβῶν τοίνυν τὸν ἀκροατὴν, φησὶν, Ἐσκλήρυνε, καὶ Παρέδωκεν. Ὅτι γὰρ αὐτὸς οὐ μόνον οὐ παραδίδωσιν, ἀλλ' οὐδὲ ἐγκαταλιμπάνει, ἐὰν μὴ βουληθῶμεν, ἄκουσον τί φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν; καὶ πάλιν· Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὁ δὲ Ὠσηέ φησιν· Ἐπελάθου νόμου Θεοῦ σου, ἐπιλήσομαί σου κἀγώ· καὶ αὐτὸς δὲ ἐν τοῖς Εὐαγγελίοις· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! καὶ ὁ Ἡσαΐας δὲ πάλιν· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ταῦτα δὲ λέγει, δεικνὺς ἡμᾶς ἀρχομένους τῆς ἐγκαταλείψεως, καὶ αἰτίους γινομένους τῆς ἀπωλείας. Ὁ γὰρ Θεὸς οὐ μόνον οὐ καταλιπεῖν οὐδὲ κολάσαι βούλεται, ἀλλὰ καὶ ὅτε κολάζει, μὴ θέλων αὐτὸ ποιεῖ. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ δὲ Χριστὸς καὶ ἐπὶ τῇ καταστροφῇ Ἱερουσαλὴμ δακρύει· ὃ καὶ ἡμεῖς ἐπὶ φίλων ποιοῦμεν.

γʹ. Ταῦτ' οὖν εἰδότες, πάντα πράττωμεν ὥστε μὴ ἀφίστασθαι τοῦ Θεοῦ, ἀλλ' ἐχώμεθα τῆς κατὰ ψυχὴν ἐπιμελείας καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης, καὶ μὴ σπαράττωμεν ἡμῶν τὰ μέλη (τοῦτο γὰρ μαινομένων καὶ ἐξεστηκότων ἐστίν)· ἀλλ' ὅσῳ ἂν κακῶς διακειμένους ἴδωμεν, θεραπεύσωμεν μᾶλλον. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι πολλοὺς πολλάκις ὁρῶμεν δυστράπελα ἔχοντας καὶ ἀνίατα νοσήματα, καὶ οὐ παυόμεθα ἐπιτιθέντες φάρμακα. Τί γὰρ ποδαλγίας χεῖρον; τί δὲ χειράγρας; ἆρ' οὖν περικόπτωμεν τὰ κῶλα; Οὐδαμῶς· ἀλλὰ πάντα ποιοῦμεν ὥστε παραμυθίας τινὸς ἀπολαῦσαι, ἐπειδὴ λῦσαι τὸ κακὸν οὐ δυνάμεθα. Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποιῶμεν· καὶ, ἂν ἀνίατα νοσῶσι, μένωμεν θεραπεύοντες, καὶ βαστάζωμεν ἀλλήλων τὰ βάρη. Οὕτω γὰρ πληρώσομεν καὶ τὸν νόμον τοῦ Χριστοῦ, καὶ τευξόμεθα τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΘʹ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπί στευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλ λον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.

αʹ. Πάντα μὲν φεύγειν ὁμοίως ἡμῖν ἀναγκαῖον τὰ τὴν ψυχὴν διαφθείροντα πάθη· πολλῷ δὲ πλέον ἐκεῖνα τὰ πολλὰ καὶ ἐξ ἑαυτῶν τίκτοντα ἁμαρτήματα· οἷόν τι λέγω, ἡ φιλαργυρία. Ἔστι μὲν οὖν καθ' ἑαυτὸ δεινὸν τὸ νόσημα· πολλῷ δὲ γίνεται χαλεπώτερον, ὅτι ῥίζα καὶ μήτηρ ἐστὶ πάντων τῶν κακῶν. Τοιοῦτον καὶ ἡ κενοδοξία. Ἰδοὺ γοῦν καὶ οὗτοι τῆς πίστεως διὰ τὸν τῆς δόξης ἀπεῤῥάγησαν ἔρωτα. Πολλοὶ γὰρ, φησὶν, καὶ ἐκ τῶν ἀρχόντων ἐπίστευσαν εἰς αὐτόν· διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ὅπερ οὖν καὶ αὐτοῖς ἄνωθεν ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Οὐκ ἄρα ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι δουλείαν τὴν ἐσχάτην. Πλὴν ἀλλὰ καὶ οὗτος ὕστερον ἐλύθη ὁ φόβος. Οὐδαμοῦ γὰρ ἐπὶ τῶν ἀποστόλων ὁρῶμεν τούτῳ κατεχομένους τῷ πάθει. Καὶ γὰρ ἄρχοντες ἐπ' ἐκείνων ἐπίστευσαν καὶ ἱερεῖς. Ἡ γὰρ τοῦ Πνεύματος χάρις ἐλθοῦσα, πάντας αὐτοὺς ἀδάμαντος ἐποίησε στεῤῥοτέρους. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ κωλύον αὐτοὺς πιστεῦσαι τότε, ἄκουσον τί φησιν· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με· ὡσανεὶ ἔλεγε· Τί δεδοίκατε πιστεῦσαι εἰς ἐμέ; εἰς τὸν Θεὸν ἡ πίστις διαβαίνει δι' ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ ἀπιστία. Ὅρα πῶς διὰ πάντων τὸ ἀπαράλλακτον δείκνυσι τῆς οὐσίας. Καὶ οὐκ εἶπεν, Ὁ πιστεύων ἐμοὶ, ἵνα μή τις εἴπῃ, ὅτι τῶν ῥημάτων ἕνεκεν ἔλεγεν, ὃ καὶ ἐπ' ἀνθρώπων δυνατὸν ἦν εἰπεῖν. Ὁ γὰρ τοῖς ἀποστόλοις πιστεύων, οὐκ αὐτοῖς πιστεύει, ἀλλὰ τῷ Θεῷ. Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ τῆς εἰς τὴν οὐσίαν πίστεως αὐτοῦ φησιν, οὐκ εἶπεν, Ὁ πιστεύων μου τοῖς ῥήμασιν, ἀλλ', Ὁ πιστεύων εἰς ἐμέ. Καὶ διατί μηδαμοῦ, φησὶν, εἶπεν ἀντιστρόφως· Ὁ πιστεύων εἰς τὸν Πατέρα, οὐκ εἰς τὸν Πατέρα πιστεύει, ἀλλ' εἰς ἐμέ; Ὅτι εἶπον ἂν, Ἰδοὺ ἡμεῖς πιστεύομεν εἰς τὸν Πατέρα, καὶ εἰς σὲ οὐ πιστεύομεν. Καὶ γὰρ ἀσθενέστερον ἔτι διέκειντο. Τοῖς γοῦν μαθηταῖς διαλεγόμενος οὕτως εἶπεν· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Τούτους δὲ ἀσθενεστέρους ὁρῶν τοῦ τοιαῦτα ἀκοῦσαι ῥήματα, ἄλλως ἐνάγει. ∆είκνυσιν οὖν ὅτι οὐκ ἔστι πιστεῦσαι τῷ Πατρὶ, μὴ πιστεύσαντας εἰς αὐτόν. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ὡς ἐπ' ἀνθρώπου εἴρηται, ἐπάγει· Ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. Τί οὖν; σῶμά ἐστιν ὁ Θεός; Οὐδαμῶς. Θεωρίαν γὰρ τὴν τοῦ νοῦ φησιν ἐνταῦθα, καὶ ἐντεῦθεν τὸ ὁμοούσιον δηλῶν. Καὶ τί ἐστιν, Ὁ πιστεύων εἰς ἐμέ; Ὡς ἂν εἴποι τις· Ὁ τὸ τοῦ ποταμοῦ ἀναιρούμενος ὕδωρ, οὐ τὸ τοῦ ποταμοῦ, ἀλλὰ τὸ τῆς πηγῆς λαμβάνει. Μᾶλλον δὲ καὶ αὕτη ἔτι ἀσθενεστέρα ἡ εἰκὼν πρὸς τὸ προκείμενον. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. Ἐπειδὴ γὰρ ὁ Πατὴρ τούτῳ καλεῖται πανταχοῦ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ, καὶ αὐτῷ κέχρηται τῷ ὀνόματι. ∆ιὰ τοῦτο καὶ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν μαθών. Καὶ πολλὴν δείκνυσιν ἐνταῦθα τὴν πρὸς τὸν Πατέρα συγγένειαν, καὶ οὐδὲν τὸ μέσον, εἴ γε τὴν εἰς αὐτὸν πίστιν μὴ εἰς αὐτὸν, ἀλλ' εἰς ἐκεῖνον διαβαίνειν φησίν. Φῶς δὲ ἑαυτὸν ἐκάλεσε, διὰ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν λύειν σκότος. Ἐάν τίς μου μὴ ἀκούσῃ, ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Ἵνα γὰρ μὴ νομίσωσιν ὅτι δι' ἀσθένειαν τοὺς καταφρονοῦντας παρέδραμε, διὰ τοῦτο εἶπε τὸ, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον.

βʹ. Εἶτα, ἵνα μὴ ῥᾳθυμότεροι ταύτῃ γένωνται, μαθόντες ὅτι ὁ πιστεύων σώζεται, ὁ δὲ ἀπιστῶν κολάζεται, ὅρα πῶς αὐτοῖς καὶ φοβερὸν ἐπέστησε δικαστήριον, ἐπάγων καὶ λέγων· Ὁ ἐμὲ ἀθετῶν, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν. Εἰ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες ἵνα κρίνῃς τὸν κόσμον, τίς αὐτὸν κρίνει; Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὕτως εἶπε· δεικνὺς, ὅτι οὐ τότε δυνήσονται ταῦτα λέγειν, ἀλλὰ, Τὰ ῥήματα, ἃ ἐλάλησα νῦν, ἐν τάξει στήσεται κατηγόρου, ἐλέγχοντα αὐτοὺς καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν. Καὶ ὁ λόγος ὃν ἐλάλησα. Ποῖος λό γος; Ὅτι ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ὅτι ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἔδωκεν ἐντολὴν, τί εἴπω καὶ τί λαλήσω· καὶ ὅσα τοιαῦτα ἕτερα. Ἄρα ταῦτα δι' αὐτοὺς οὕτως ἐλέγετο, ἵνα μηδεμίαν ἔχωσιν ἀπολογίας πρόφασιν. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τι Ἡσαΐου πλέον ἕξει; Καὶ γὰρ ἐκεῖνος τὸ αὐτὸ τοῦτό φησι· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Τί δὲ Ἱερεμίου; καὶ γὰρ ἐκεῖνος ὅτε ἐπέμπετο ἐνεπνεῖτο. Τί δὲ Ἰεζεκιήλ; καὶ γὰρ καὶ οὗτος τὴν κεφαλίδα καταφαγὼν, οὕτως ἐφθέγγετο. Ἄλλως δὲ, εὑρεθήσονται οἱ μέλλοντες ἀκούειν ὅπερ ἔλεγεν, αἴτιοι τῆς γνώσεως ὄντες αὐτῷ. Εἰ γὰρ ὅτε ἐπέμπετο, ἐντολὴν τότε ἔλαβε, τί εἴπῃ, λοιπὸν ἐρεῖς, ὅτι καὶ πρὶν ἢ πεμφθῆναι οὐκ ᾔδει. Καὶ τί τούτων ἀσεβέστερον τῶν ῥημάτων, εἰ οὕτως αὐτά τις δέχοιτο, καὶ μὴ καταμανθάνοι τῆς ταπεινότητος αὐτῶν τὴν αἰτίαν; Ἀλλ' ὁ μὲν Παῦλός φησι καὶ αὐτὸς εἰδέναι καὶ τοὺς μαθητευομένους, Τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ὁ δὲ Υἱὸς οὐκ ἠπίστατο ἕως ἐντολὴν ἔλαβε; καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; Ὁρᾷς ὅτι διὰ τοῦτο εἰς ὑπερβολὴν ταπεινότητος τὰ λεγόμενα ἄγει, ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα ἐπιστομίσῃ; ∆ιὰ γοῦν τοῦτο ἀνθρώπινα φθέγγεται ῥήματα, ἵνα κἂν οὕτως ἀναγκάσῃ φυγεῖν τὸ εὐτελὲς τῶν λεχθέντων, συνειδότας ὅτι οὐ τῆς φύσεώς ἐστι τὰ λεγόμενα, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ, καθὼς ἐνετείλατό μοι ὁ Πατήρ μου, οὕτω λαλῶ. Ὁρᾷς τὸ ταπεινὸν τῶν εἰρημένων; Ὁ γὰρ ἐντολὴν λαβὼν, οὐκ ἔστιν ἑαυτοῦ κύριος. Καίτοι γε αὐτός φησιν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἶτα ἐγεῖραι μὲν οὓς θέλει ἐξουσίαν ἔχει, εἰπεῖν δὲ ὃ βούλεται οὐκ ἔχει; Ὃ οὖν θέλει εἰπεῖν διὰ τοῦ εἰρημένου, τοῦτό ἐστιν· ὅτι οὐκ ἔχει φύσιν τὸ πρᾶγμα ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Πρὸς ἐκείνους τοὺς πλάνον αὐτὸν λέγοντας, καὶ ἐπὶ λύμῃ παραγεγονέναι, τοῦτο εἶπεν. Ὅταν δὲ λέγῃ, Ἐγὼ οὐ κρίνω, μὴ εἶναι τῆς ἀπωλείας τῶν τοιούτων ἑαυτὸν δείκνυσιν αἴτιον. ∆ιὰ γὰρ τούτων μονονουχὶ διαμαρτύρεται, μέλλων ἀφίστασθαι αὐτῶν καὶ μηκέτι συγγίνεσθαι, ὅτι Οὐδὲν ἐγὼ ὡς ἴδιον φθεγγόμενος διελέχθην ὑμῖν, ἀλλὰ πάντα ὡς παρὰ τοῦ Πατρός. Καὶ διὰ τοῦτο εἰς τὰ ταπεινὰ τὸν λόγον πρὸς αὐτοὺς κατέκλεισεν, ἵνα εἴπῃ, ὅτι Ἕως τέλους ταύτην πρὸς αὐτοὺς ὑστέραν ἀφῆκα φωνήν. Ποίαν δὴ ταύτην; Καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ. Εἰ δὲ ἀντίθεος ἤμην, τοὐναντίον ἂν εἶπον· ὅτι οὐδὲν τῶν τῷ Θεῷ δοκούντων λέγω, ὥστε εἰς ἐμαυτὸν περιστῆσαι τὴν δόξαν. Νυνὶ δὲ τοσοῦτον εἰς αὐτὸν πάντα ἀνήγαγον, ὡς μηδὲν ἐμὸν φῆσαι. Τίνος οὖν ἕνεκεν οὐ πιστεύετέ μοι λέγοντι, ὅτι ἐντολὴν ἔλαβον, καὶ οὕτω σφοδρῶς ἀναιροῦντι τὴν πονηρὰν ὑμῶν ὑπόνοιαν τὴν τῆς ἀντιστάσεως; Ὥσπερ γὰρ τοὺς ἐντολὴν δεχομένους ἀδύνατον ἄλλο τι ποιεῖν ἢ λέγειν, ἢ ὅσα οἱ πέμψαντες βούλονται, ἕως ἂν ἐντολὴν πληρῶσι καὶ μὴ παραχαράττωσιν· οὕτως οὐδὲ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ' ἢ ἅπερ ὁ Πατὴρ βούλεται. Ἃ γὰρ ἐγὼ ποιῶ, ἐκεῖνος ποιεῖ, ὅτι μετ' ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ὁρᾷς πῶς πανταχοῦ δείκνυσι συνημμένον τῷ γεγεννηκότι, καὶ οὐδὲν μέσον ὄν; Καὶ γὰρ ὅταν λέγῃ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, οὐ τὴν ἐξουσίαν ἀφαιρούμενος λέγει, ἀλλὰ τὸ ἀλλότριον καὶ ἐναντίον ἀναιρῶν. Εἰ γὰρ ἄνθρωποι κύριοι ἑαυτῶν, πολλῷ μᾶλλον ὁ μονογενὴς Υἱός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἐκένωσεν ἑαυτὸν, καὶ παρέδωκεν ὑπὲρ ἡμῶν. Ἀλλ' ὅπερ ἔφην, δεινὸν ἡ κενοδοξία, δεινόν. Αὕτη γὰρ καὶ ἐκείνους μὴ πιστεύειν, καὶ ἑτέρους κακῶς πιστεύειν παρεσκεύασε, καὶ ἃ δι' ἐκείνους ἐλέγετο φιλανθρωπίας ἕνεκεν, ταῦτα εἰς ἀσέβειαν ἐκλαβεῖν.

γʹ. Φεύγωμεν τοίνυν τὸ θηρίον τοῦτο διὰ πάντων. Ποικίλον γάρ ἐστι καὶ παντοδαπὸν, καὶ πανταχοῦ διασπείρει τὸν οἰκεῖον ἰὸν, καὶ ἐν χρήμασι, καὶ ἐν τρυφῇ, καὶ ἐν κάλλει σωμάτων. ∆ιὰ τοῦτο πανταχοῦ τὴν χρείαν ὑπερβαίνομεν· διὰ τοῦτο ἡ περὶ τὰ ἱμάτια πλεονεξία, ὁ πολὺς τῶν οἰκετῶν ἐσμός· διὰ τοῦτο πανταχοῦ μὲν ἡ χρεία καταπεφρόνηται, καὶ ἐν οἰκίαις, καὶ ἐν ἱματίοις, καὶ ἐν τραπέζῃ· ἡ δὲ πλεονεξία κρατεῖ. Βούλει δόξης ἀπολαύειν; Ἔργασαι ἐλεημοσύνην· τότε σε ἐπαινέσονται οἱ ἄγγελοι· τότε σε ὁ Θεὸς ἀποδέξεται. Νῦν μὲν γὰρ τὸ θαῦμα μέχρι τῶν χρυσοχόων ἕστηκε καὶ τῶν ὑφαντῶν· σὺ δὲ ἀστεφάνωτος ἀναχωρεῖς, κατάρας ὁρῶσα σεαυτὴν δεχομένην πολλάκις. Ἂν δὲ ταῦτα μὴ τῷ σώματι περιθῇς, ἀλλ' εἰς τὰς γαστέρας τῶν πενομένων κενώσῃς, πολὺς ὁ κρότος πανταχόθεν ἔσται, πολὺς ὁ ἔπαινος. Τότε αὐτὰ ἕξεις, ὅταν ἑτέροις δῷς· ἕως δ' ἂν μόνη κατέχῃς, οὐκ ἔχεις. Θησαυρὸς γὰρ ἄπιστος ἡ οἰκία· θησαυρὸς δὲ βέβαιος αἱ τῶν πενήτων χεῖρες. Τί τὸ σῶμα κοσμεῖς, τῆς ψυχῆς ἠμελημένης, ἀκαθαρσίᾳ κατεχομένης; τί μὴ τοσαύτην ἀπονέμεις τῇ ψυχῇ πρόνοιαν, ὅσην τῷ σώματι; Καίτοι γε πλείονα ἔδει· ἀλλ' ὅμως, ἀγαπητοὶ, κἂν τὴν ἴσην αὐτῇ παρέχειν ἔδει πρόνοιαν. Εἰπὲ γάρ μοι· εἴ τίς σε ἤρετο, τί βούλει, τὸ σῶμά σου εἶναι λαμπρὸν καὶ εὐεκτοῦν, καὶ ὥρᾳ νικᾷν, καὶ ἱμάτια φορεῖν εὐτελῆ· ἢ τοῦτο μὲν ἀνάπηρον ἔχειν καὶ νόσων ἐμπεπλησμένον, καὶ χρυσοφορεῖν καὶ καλλωπίζεσθαι; οὐ πολλῷ μᾶλλον εἵλου ἐν τῇ φύσει τοῦ σώματος ἔχειν τὴν εὐμορφίαν, ἢ τῇ περιβολῇ τῶν ἱματίων; εἶτα ἐπὶ μὲν τοῦ σώματος τοῦτο αἱρήσῃ, ἐπὶ δὲ τῆς ψυχῆς τοὐναντίον, καὶ αἰσχρὰν αὐτὴν ἔχουσα καὶ δυσειδῆ καὶ μέλαιναν· οἴει τι καρποῦσθαι ἀπὸ τῶν χρυσίων; Καὶ πόσης ταῦτα ἀνοίας; Στρέψον τὸν κόσμον τοῦτον ἔνδον, καὶ τὰ περιδέραια ταῦτα τῇ ψυχῇ περίθες. Τὰ μὲν γὰρ σώματι περικείμενα οὔτε εἰς ὑγίειαν, οὔτε εἰς εὐμορφίαν αὐτοῦ τοῦτο ὀνίνησιν· οὔτε γὰρ τὸ μέλαν λευκὸν ἐργάσεται, οὔτε τὸ αἰσχρὸν καλὸν ἢ εὐειδές· τῇ δὲ ψυχῇ ἂν περιθῇς, ταχέως αὐτὴν ἀντὶ μελαίνης λευκὴν ἐργάσῃ, ἀντὶ αἰσχρᾶς καὶ δυσειδοῦς καλὴν καὶ εὐειδῆ. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Κυρίου οὕτω λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ, ∆ότε ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Οὐ σαυτὴν δὲ μόνην, ἀλλὰ καὶ τὸν ἄνδρα οὕτω διακειμένη καλὸν ποιήσεις. Ἂν γὰρ ἴδωσι τὸν κόσμον τοῦτον ἀποθεμένας, οὐ πολλὴν ἕξουσι δαπάνης ἀνάγκην· οὐκ ἔχοντες δὲ, πλεονεξίας ἀποστήσονται πάσης, καὶ εἰς ἐλεημοσύνην ἔσονται εὐκολώτεροι, καὶ ὑμεῖς δὲ αὐτοῖς δυνήσεσθε μετὰ παῤῥησίας συμβουλεύειν τὰ δέοντα. Νῦν μὲν γὰρ πᾶσαν παρῄρησθε τὴν τοιαύτην ἐξουσίαν. Ποίῳ γὰρ στόματι ταῦτα διαλέξεσθε; ποίοις δὲ ὀφθαλμοῖς ἀντιβλέψετε ἐλεημοσύνην ἀπαιτοῦσαι τοὺς ἄνδρας, ὅταν τὰ πλείονα εἰς τὴν τοῦ σώματος περιβολὴν ἀναλίσκητε; Τότε δυνήσῃ μετὰ παῤῥησίας διαλέγεσθαι τῷ ἀνδρὶ περὶ ἐλεημοσύνης, ὅταν τὸν κόσμον τῶν χρυσίων ἀποθῇ. Κἂν μηδὲν ἀνύσῃς, τὸ σαυτῆς ἐπλήρωσας ἅπαν· μᾶλλον δὲ ἀμήχανον μὴ καὶ ἐκεῖνον κερδᾶναι, διὰ τῶν πραγμάτων αὐτῶν διαλεγομένη. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ὥσπερ οὖν νῦν καὶ ὑπὲρ ἑαυτῆς καὶ ὑπὲρ ἐκείνου δώσεις τὸν λόγον, οὕτως, ἐὰν τὴν φαντασίαν ταύτην ἀποδύσῃ πᾶσαν, διπλοῦν τὸν στέφανον ἕξεις, μετὰ τοῦ ἀνδρὸς στεφανηφοροῦσα καὶ πομπεύουσα κατὰ τοὺς ἀκηράτους αἰῶνας ἐκείνους, καὶ τῶν αἰωνίων ἀπολαύουσα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Οʹ. Πρὸ δὲ

τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κό σμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.

αʹ. Μιμηταί μου γίνεσθε, φησὶν ὁ Παῦλος, καθὼς κἀγὼ Χριστοῦ. ∆ιὰ γὰρ τοῦτο καὶ σάρκα ἐκ τοῦ φυράματος ἔλαβε τοῦ ἡμετέρου, ἵνα δι' αὐτῆς ἡμᾶς παιδεύσῃ τὴν ἀρετήν. Ἐν γὰρ ὁμοιώματι σαρκὸς, φησὶν, ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ αὐτὸς ὁ Χριστὸς, Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ταῦτα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἐδίδασκε. Καὶ γὰρ καὶ Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἐκάλουν, καὶ πλάνον, καὶ λίθους ἠφίεσαν κατ' αὐτοῦ· καὶ νῦν μὲν ὑπηρέτας ἀπέστελλον οἱ Φαρισαῖοι ὥστε αὐτὸν συλλαβεῖν, νῦν δὲ ἄλλους καθίεσαν ἐπιβουλεύοντας· καὶ αὐτοὶ δὲ πολλάκις ὑβρίζοντες διετέλουν, καὶ ταῦτα οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εὐεργετούμενοι διηνεκῶς· καὶ ὅμως μετὰ τοσαῦτα οὐκ ἀφίσταται αὐτοὺς εὖ ποιῶν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων. Καὶ οἰκέτου δέ τινος ῥαπίσαντος αὐτὸν, φησίν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλ' ἐκεῖνα μὲν πρὸς τοὺς ἐχθροὺς καὶ τοὺς ἐπιβουλεύοντας· ἴδωμεν δὲ καὶ πρὸς τοὺς μαθητὰς τί ποιεῖ νῦν· μᾶλλον δὲ καὶ ἃ νῦν ἐπιδείκνυται πρὸς τὸν ἐπίβουλον. Ὃν γὰρ μάλιστα πάντων ἐχρῆν μισεῖν, ὅτι μαθητὴς ὢν, καὶ τραπεζῶν καὶ ἁλῶν κοινωνήσας, καὶ θαύματα ἰδὼν, καὶ τοσούτων ἀξιωθεὶς, πάντων ἐποίησε χαλεπώτερα, λίθοις μὲν οὐ βάλλων οὐδὲ ὑβρίσας, ἀλλὰ προδοὺς αὐτὸν καὶ παραδοὺς, τοῦτον ὅρα πῶς φιλοφρόνως δέχεται, νίπτων αὐτοῦ τοὺς πόδας. Καὶ γὰρ ταύτῃ αὐτὸν κατασχεῖν ἐβούλετο τῆς πονηρίας ἐκείνης. Καίτοι γε ἐνῆν, εἴπερ ἤθελε, καὶ ξηρᾶναι αὐτὸν ὡς τὴν συκῆν, καὶ διατεμεῖν ὥσπερ τὰς πέτρας ἔῤῥηξε, καὶ διασχίσαι ὥσπερ τὸ καταπέτασμα· ἀλλ' οὐκ ἐβούλετο ἀνάγκῃ, ἀλλὰ προαιρέσει τῆς ἐπιβουλῆς αὐτὸν ἀπαγαγεῖν. ∆ιὰ τοῦτο καὶ νίπτει τοὺς πόδας. Καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, φησὶν, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα. Οὐ τότε εἰδώς· ἀλλ' ὅτι ἐποίησεν ὅπερ ἐποίησεν, πάλαι εἰδὼς, φησίν. Ἵνα μεταβῇ. Μεγαλοφρόνως. ὁ εὐαγγελιστὴς μετάβασιν αὐτοῦ τὸν θάνατον καλεῖ Ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν αὐτούς. Εἶδες πῶς μέλλων ἐγκαταλιμπάνειν αὐτοὺς, σφοδροτέραν τὴν ἀγάπην ἐπιδείκνυται; Τὸ γὰρ, Ἀγαπήσας, εἰς τέλος ἠγάπησεν αὐτοὺς, τοῦτο δηλοῖ· Οὐδὲν ἐνέλιπεν ὧν τὸν σφόδρα ἀγαπῶντα εἰκὸς ἦν ποιῆσαι. Τί δήποτε δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησε; Τὰ μείζονα ὕστερον ἐργάζεται, ὥστε αὐτῶν ἐπιτεῖ ναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαποθέσθαι παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἰδίους δὲ αὐτοὺς λέγει κατὰ τὸν τῆς οἰκειώσεως λόγον· ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει, κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ· Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί δέ ἐστι, Τοὺς ἐν τῷ κόσμῳ; Ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ κατ' ἐκείνους· ἀλλ' οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖνοι. Ὁρᾷς ὅτι Παλαιᾶς καὶ Καινῆς αὐτός ἐστιν ὁ Θεός; Τί δέ ἐστιν, Εἰς τέλος ἠγάπησεν αὐτούς; Ἀντὶ τοῦ, ἔμενεν ἀγαπῶν διηνεκῶς, καὶ τεκμήριον τῆς πολλῆς ἀγάπης τοῦτο λέγει· καίτοι γε ἀλλαχοῦ ἕτερον εἶπε, τὸ, τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἀλλ' οὔπω ἐκεῖνο ἐγεγόνει. Τίνος δὲ ἕνεκεν τοῦτο νῦν ἐποίησεν; Ὅτι πολλῷ θαυμαστότερον ἦν, ὅτε λαμπρότερος παρὰ πᾶσιν ἐφάνη· καὶ παραμυθίαν δὲ οὐ μικρὰν κατέλιπε μέλλων ἀναχωρεῖν. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφοδρῶς, ἀντίῤῥοπον αὐτοῖς διὰ τούτων παράκλησιν ἐπεισάγει. Καὶ δείπνου γενομένου, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ αὐτόν. Τοῦτο ἐκπληττόμενος εἶπεν ὁ εὐαγγελιστὴς, δηλῶν, ὅτι τοῦτον τὸν ἤδη προδοῦναι ἑλόμενον αὐτὸν ἔνιψε. ∆είκνυσι δὲ αὐτοῦ πολλὴν τὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἁλῶν αὐτὸν ἡ κοινωνία κατέσχεν, ὃ μάλιστα οἶδεν ἐπέχειν πονηρίαν, οὐ τὸ μέχρι τῆς ἐσχάτης ἡμέρας παραμεῖναι τὸν διδάσκαλον αὐτοῦ διαβαστάζοντα. Εἰδὼς δὲ ὁ Ἰησοῦς, ὅτι πάντα αὐτῷ εἰς χεῖρα δέδωκεν ὁ Πατὴρ, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει. Ἐνταῦθα καὶ θαυμάζων λέγει, ὅτι Ὁ τοσοῦτος, καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοῦτο εἰργάσατο, καὶ οὐδὲ οὕτως ἀπηξίωσε καταδέξασθαι πρᾶγμα τοσοῦτον. Παράδοσιν δὲ, ὡς ἐμοὶ δοκεῖ, τὴν τῶν πιστῶν σωτηρίαν ἐνταῦθα καλεῖ. Καὶ γὰρ ὅταν λέγῃ, Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου, ταύτην λέγει τὴν παράδοσιν· ὡς καὶ ἀλλαχοῦ φησιν, Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ πάλιν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ ὅτι, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐδὲν ἐλαττοῦσθαι ἔμελλεν ἀπὸ τούτου, ἀπὸ Θεοῦ ἐξελθὼν, καὶ πρὸς τὸν Θεὸν ὑπάγων, καὶ πάντα ἔχων. Ὅταν δὲ ἀκούσῃς παράδοσιν, μηδὲν ἀνθρώπινον ὑπολάβῃς· τὴν γὰρ εἰς τὸν Πατέρα ἐνδείκνυται τιμὴν καὶ ὁμόνοιαν. Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτω καὶ αὐτὸς τῷ Πατρί. Καὶ δηλοῖ Παῦλος λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἀνθρωπινώτερον δὲ αὐτὸ ἐνταῦθα εἶπε, τὴν πολλὴν περὶ αὐτοὺς ἐπιμέλειαν δεικνύμενος, καὶ τὴν ἄφατον περὶ αὐτοὺς ἐμφαίνων ἀγάπην, ὅτι ὡς οἰκείων ἐπεμελεῖτο λοιπὸν, διδάσκων αὐτοὺς τὴν μη τέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην, ἣν καὶ ἀρχὴν καὶ τέλος ἔφησεν εἶναι τῆς ἀρετῆς. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει· ἀλλ' ἵνα μάθωμεν ὅτι ἄξια ἐποίει τοῦ ἐκεῖθεν ἐλθόντος καὶ ἐκεῖ ἀπιόντος, ἅπαντα καταπατῶν τῦφον. Καὶ ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ θεὶς τὰ ἱμάτια.

βʹ. Ὅρα πῶς οὐ τῷ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν ἐνδείκνυται. Οὐ γὰρ πρὶν ἢ κατακλιθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη. Ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ λέντιον διεζώσατο. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισε, καὶ οὐχ ἑτέρῳ πληρῶσαι ἐκέλευσεν, ἀλλὰ πάντα αὐτὸς ἐργάζεται ταῦτα, διὰ πάντων δεικνὺς ὅτι οὐκ ἀφοσιουμένους δεῖ ποιεῖν τὰ τοιαῦτα, ὅταν εὖ ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Ἐμοὶ δὲ δοκεῖ τοῦ προδότου πρώτου νίψαι τοὺς πόδας, ἐκ τοῦ εἰπεῖν, Ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐπαγαγεῖν, Ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Σύ μου νίπτεις τοὺς πόδας; Ταῖς χερσὶ ταύταις, φησὶν, αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθηρας, καὶ νεκροὺς ἀνέστησας; Πολλὴν γὰρ ἔμφασιν καὶ τοῦτο ἔχει· διόπερ οὐδὲ ἐδέησεν αὐτῷ τι πλέον εἰπεῖν, ἢ τὸ Σύ. Καὶ γὰρ καθ' ἑαυτὸ ἱκανὸν ἦν τὸ πᾶν ἐνδείξασθαι. Ζητήσειε δ' ἄν τις εἰκότως, πῶς οὐδεὶς αὐτὸν τῶν ἄλλων ἐκώλυσεν, ἀλλὰ Πέτρος μόνος, ὅπερ οὐ μικροῦ φίλτρου καὶ αἰδοῦς ἦν. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἐμοὶ δοκεῖ πρότερον τὸν προδότην νίψαι, εἶτα πρὸς τὸν Πέτρον ἐλθεῖν, καὶ τοὺς ἄλλους ἀπ' ἐκείνου παιδευθῆναι λοιπόν. Ὅτι μὲν οὖν ἄλλον τινὰ πρὸ αὐτοῦ ἔνιψε, δῆλον ἐκ τοῦ εἰπεῖν. Ὅτε δὲ ἦλθε πρὸς Πέτρον. Ἀλλ' οὐκ ἔστι σφοδρὸς κατήγορος ὁ εὐαγγελιστής· τὸ γὰρ, Ἤρξατο, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ δὲ καὶ ὁ Πέτρος πρῶτος ἦν, ἀλλ' εἰκὸς τὸν προδότην ἰταμὸν ὄντα, καὶ πρὸ τοῦ κορυφαίου κατακλιθῆναι. Καὶ γὰρ καὶ ἑτέρωθεν τὸ ἰταμὸν αὐτοῦ δείκνυται, ὅταν βάπτῃ μετὰ τοῦ ∆ιδασκάλου, καὶ ὅταν ἐλεγχόμενος μὴ κατανύσσηται. Ἀλλ' ὁ μὲν Πέτρος ἅπαξ ἐπιτιμηθεὶς ἐν τοῖς ἔμπροσθεν, καὶ ταῦτα ἀπὸ φιλοστοργίας τὰ ῥήματα εἰπὼν, οὕτω συνεστάλη, ὡς καὶ ἀγωνιῶν καὶ τρέμων ἑτέρου δεηθῆναι πρὸς τὴν ἐρώτησιν· οὗτος δὲ συνεχῶς ἐλεγχόμενος οὐκ ᾐσθάνετο. Ὅτε γοῦν ἦλθε πρὸς τὸν Πέτρον, Λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Λέγει αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα· τουτέστι, τὸ κέρδος ὅσον τὸ ἐκ τούτου, τὴν ὠφέλειαν τῆς διδασκαλίας, καὶ πῶς ἱκανὸν εἰς πᾶσαν ἀγαγεῖν ταπεινοφροσύνην ἡμᾶς. Τί οὖν ὁ Πέτρος; Ἔτι κωλύει, καὶ λέγει· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Τί ποιεῖς, ὦ Πέτρε; οὐ μέμνησαι τῶν προτέρων ῥημάτων; οὐκ εἶπας, Ἵλεώς σοι, καὶ ἤκουσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ· καὶ οὐδὲ οὕτω σωφρονίζῃ, ἀλλ' ἔτι σφοδρὸς εἶ; Ναὶ, φησί· πολὺ γὰρ τὸ γινόμενον καὶ ἐκπλήξεως γέμον. Ἐπεὶ οὖν ἀπὸ πολλῆς ἀγάπης τοῦτο ἔπραττεν ἐκεῖνος, ἀπὸ τῆς αὐτῆς αὐτὸν χειροῦται πάλιν καὶ ὁ Χριστὸς, ὥσπερ οὖν καὶ ἐκεῖ σφοδρῶς ἐπιτιμήσας καὶ εἰπὼν, Σκάνδαλόν μοι εἶ· οὕτω καὶ ἐνταῦθα λέγων, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Τί οὖν ὁ θερμὸς καὶ διακαής; Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Καὶ ἐν τῇ παραιτήσει σφοδρὸς, καὶ ἐν τῇ συγχωρήσει σφοδρότερος γίνεται· ἑκάτερα δὲ ἐξ ἀγάπης. ∆ιατί γὰρ οὐκ εἶπε, τίνος ἕνεκεν ἐποίει τοῦτο· ἀλλ' ἀπειλὴν ἐνέθεικεν; Ὅτι ἐκεῖνος μὲν οὐκ ἂν ἐπείσθη. Εἰ γὰρ εἶπεν, Ἔασον, διὰ γὰρ τούτου πείθω ὑμᾶς ταπεινοφρονεῖν, ὑπέσχετο ἂν μυριάκις τοῦτο, ὑπὲρ τοῦ μὴ τὸν ∆εσπότην τοῦτο ποιῆσαι. Νῦν δὲ τί φησιν; Ὃ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τὸ διασχισθῆναι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ συνεχῶς ἐρωτῶν, Ποῦ ὑπάγεις; ∆ιόπερ καὶ ἔλεγεν, ὅτι Καὶ τὴν ψυχὴν, φησὶ, δώσω ὑπὲρ σοῦ. Εἰ γὰρ ἀκούσας, ὅτι Οὐκ οἶδας ὃ ποιῶ ἐγὼ, γνώσῃ δὲ μετὰ ταῦτα, οὐδὲ οὕτως ἀπέστη, πολλῷ μᾶλλον, εἰ ἔμαθε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Γνώσῃ δὲ μετὰ ταῦτα, εἰδὼς, ὅτι ἐὰν νῦν μάθῃ, ἀντικείσεται ἔτι. Καὶ οὐκ εἶπε, ∆ίδαξον οὖν με, ἵνα ἀφῶ· ἀλλ' ὃ πολλῷ σφοδρότερον ἦν, οὐδὲ μαθεῖν ἠνέσχετο, ἀλλ' ἐνίσταται πάλιν, λέγων· Οὐ μὴ νίψῃς μου τοὺς πόδας. Ἐπειδὴ δὲ ἠπείλησεν, εὐθέως ἐχάλασε τὸν τόνον. Τί δέ ἐστι, Γνώσῃ μετὰ ταῦτα; Μετὰ ταῦτα, πότε; Ὅταν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλῃς, φησίν· ὅταν ἴδῃς εἰς τοὺς οὐρανοὺς ἀναλαμβανόμενον· ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν κάθημαι, τότε εἴσῃ τὸ νῦν γινόμενον. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ εἶπεν ὁ Πέτρος, Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν, Ὁ λελουμένος, φησὶν, οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον, ἀλλ' ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν. Καὶ εἰ καθαροί εἰσι, τίνος ἕνεκεν νίπτεις τοὺς πόδας; Ὥστε ἡμᾶς μετριάζειν μαθεῖν. ∆ιὰ τοῦτο οὐκ ἐφ' ἕτερον μέρος ἦλθεν, ἀλλ' ὃ τῶν ἄλλων ἀτιμότερον εἶναι δοκεῖ. Τί δέ ἐστιν, Ὁ λελουμένος; Ἀντὶ τοῦ, Ὁ καθαρός. Ἆρ' οὖν αὐτοὶκαθαροὶ ἦσαν; οἵ γε οὐδέπω τῶν ἁμαρτημάτων ἦσαν ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, ἅτε τῆς ἁμαρτίας ἔτι κρατούσης, τῆς κατάρας τοῦ χειρογράφου μένοντος, τοῦ ἱερείου οὐδέπω προσενεχθέντος; πῶς οὖν αὐτοὺς καθαροὺς εἶναι λέγει; Ἀλλ' ἵνα μὴ διὰ ταῦτα νομίσῃς αὐτοὺς καθαροὺς ὡς ἁμαρτημάτων ἀπηλλαγμένους, ἐπήγαγεν· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν ἐλάλησα ὑμῖν· τουτέστι, Ταύτῃ τέως ἐστὲ καθαροί. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς. Καὶ γὰρ ὁ προφήτης φησί· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστι. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς ἐκεῖνοι, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι κατὰ τὸν προφητικὸν λόγον, Ὁ λελουμένος ἤδη καθαρός ἐστι. Καὶ γὰρ ἐκεῖ λουτρὸν οὐ τὸ δι' ὕδατος λέγει τὸ Ἰουδαϊκὸν, ἀλλὰ τὸν τῆς συνειδήσεως καθαρμόν.

γʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς καθαροί· μάθωμεν καλὸν ποιεῖν. Τί δέ ἐστι τὸ καλόν; Κρίνετε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Πολὺς οὗτος ὁ λόγος ἐν ταῖς Γραφαῖς τῶν χηρῶν καὶ τῶν ὀρφανῶν· ἀλλ' ἡμῖν οὐδεὶς τούτου λόγος. Καίτοι γε ἐννόησον ἡλίκον τὸ ἔπαθλον. Ἐὰν ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ γὰρ ἀπροστάτευτον ἡ χήρα· διὰ τοῦτο πολλὴν ὑπὲρ αὐτῆς ποιεῖ ται σπουδήν. Καὶ γὰρ παρὸν δευτέροις ὁμιλῆσαι γάμοις, διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ ἀπὸ τῆς χηρείας ὑπομένουσι δεινά. Ὀρέγωμεν τοίνυν αὐταῖς χεῖρα ἅπαντες καὶ ἄνδρες καὶ γυναῖκες, ἵνα μή ποτε ὑποστῶμεν τὰ τῆς χηρείας δεινά. Κἂν ὑποστῶμεν, πολλὴν ἀποθώμεθα φιλανθρωπίας ἡμῖν ἀφορμήν. Οὐ μικρὰ δύναμις τῶν δακρύων τῆς χήρας ἐστὶν, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν διανοῖξαι δύναται. Μὴ τοίνυν αὐταῖς ἐπεμβαίνωμεν, μηδὲ χείρονα ποιῶμεν τὴν συμφορὰν, ἀλλὰ παντὶ τρόπῳ βοηθῶμεν. Ἂν οὕτω ποιῶμεν, πολλὴν ἑαυτοῖς περιβαλοῦμεν ἀσφάλειαν, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα αἰῶνα. Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ ἡμῶν προστήσονται, τὰ πλείονα τῶν ἁμαρτημάτων ἡμῶν διὰ τῆς εἰς αὐτὰς εὐεργεσίας ὑποτεμνόμεναι, καὶ μετὰ παῤῥησίας ποιοῦσαι παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΑʹ. Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πά λιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; καὶ τὰ ἑξῆς.

αʹ. Χαλεπὸν, ἀγαπητοὶ, χαλεπὸν εἰς βάθος κακῶν ἐλθεῖν. Λοιπὸν γὰρ δυσδιόρθωτος ἡ ψυχὴ γίνεται. ∆ιὰ τοῦτο χρὴ πάντα πράττειν, ὥστε μὴ ἁλῶναι τὴν ἀρχήν. Εὐκολώτερον γὰρ μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντα ἀνακτήσασθαι ἑαυτόν. Ὅρα γοῦν, ἐπειδὴ ἐνέβαλεν ἑαυτὸν ὁ Ἰούδας, πόσης ἀπολαύει βοηθείας, καὶ οὐδὲ οὕτω διανίσταται. Εἶπε πρὸς αὐτὸν, ὅτι Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν· εἶπεν, ὅτι Οὐ πάντες πιστεύουσιν· εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω· καὶ, ὅτι Οἶδα ἐγὼ οὓς ἐξελεξάμην, καὶ οὐδενὸς τούτων αἰσθάνεται. Ὡς δὲ ἔνιψε τοὺς πόδας, καὶ ἀνέλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ κατεκλίθη, φησί· Γινώσκετε τί πεποίηκα ὑμῖν; Οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας διαλέγεται. Ὑμεῖς φωνεῖτέ με, Ὁ Κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ὑμεῖς φωνεῖτέ με. Τὴν κρίσιν αὐτῶν προσλαμβάνει. Εἶτα ἵνα μὴ τῆς ἐκείνων χάριτος εἶναι δόξῃ τὰ ῥήματα, ἐπάγει· Εἰμὶ γάρ. Τῷ μὲν οὖν παρ' αὐτῶν τὸν λόγον εἰσαγαγεῖν, εὐθέως ἀνεπαχθῆ ποιεῖ· τῷ δὲ παρ' ἐκείνων εἰσαχθέντα βεβαιῶσαι παρ' ἑαυτοῦ, ἀνύποπτον. Εἰμὶ γὰρ, φησίν. Ὁρᾷς ὅταν πρὸς τοὺς μαθητὰς διαλέγηται, πῶς ἐκκαλύπτων τὰ καθ' ἑαυτὸν φθέγγεται μᾶλλον; Ὥσπερ οὖν λέγει, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής· οὕτω λέγει, Καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς. Τὸ δὲ, Εἷς καὶ Εἷς, οὐ περὶ τοῦ Πατρὸς εἴρηται μόνον ἀλλὰ καὶ περὶ αὐτοῦ. Εἰ γὰρ ἑαυτὸν ἐκβάλλων ἔλεγε, πῶς φησιν, Ἵνα υἱοὶ φωτὸς γένησθε; Καὶ πάλιν, εἰ διδάσκαλον μόνον ἔλεγε τὸν Πατέρα, πῶς λέγει, Εἰμὶ γάρ; καὶ πάλιν, Εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς, ὁ Χριστός; Εἰ οὖν ἐγὼ, φησὶν, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, ἔνιψα ὑμῶν τοὺς πόδας, καὶ ὑμεῖς ἀλλήλους ὀφείλετε νίπτειν. Τοῦτο γὰρ ὑπόδειγμα ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, οὕτω καὶ ὑμεῖς ποιῆτε. Καὶ μὴν οὐκ ἔστι τὸ αὐτό. Αὐτὸς μὲν γὰρ διδάσκαλος καὶ Κύριος, ὑμεῖς δὲ ἀλλήλων ὁμόδουλοι. Τί οὖν ἐστι τὸ, Οὕτω; Μετὰ τῆς αὐτῆς σπουδῆς. ∆ιὰ γὰρ τοῦτο ἀπὸ τῶν μειζόνων πραγμάτων λαμβάνει τὰ παραδείγματα, ἵνα κἂν τὸ ἔλαττον ἐργασώμεθα. Καὶ γὰρ οἱ διδάσκαλοι τοῖς παισὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ κάλλους γράφουσιν, ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως. Ποῦ νῦν οἱ διαπτύοντες τοὺς ὁμοδούλους; ποῦ νῦν οἱ τὰς τιμὰς ἀπαιτοῦντες; Τοῦ προδότου τοὺς πόδας ὁ Χριστὸς ἔνιψε, τοῦ ἱεροσύλου καὶ κλέπτου, καὶ παρὰ τὸν καιρὸν τῆς προδοσίας, καὶ ἀνιάτως ἔχοντα τραπέζης κοινωνὸν ἐποίησε· καὶ σὺ μέγα φρονεῖς καὶ τὰς ὀφρῦς ἀνασπᾷς; Τοὺς πόδας οὖν ἀλλήλων νίπτωμεν, φησίν· οὐκοῦν καὶ τῶν οἰκετῶν. Καὶ τί μέγα, εἰ καὶ τῶν οἰκετῶν; Ἐνταῦθα μὲν γὰρ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνομάτων ἐστὶ διαφορά· ἐκεῖ δὲ, πραγμάτων ἀλήθεια. Φύσει γὰρ αὐτὸς Κύριος ἦν, καὶ ἡμεῖς δοῦλοι, καὶ οὐδὲ τοῦτο παρῃτήσατο νῦν ποιεῖν. Νυνὶ δὲ ἀγαπητὸν, εἰ μὴ τοῖς ἐλευθέροις ὡς δούλοις ἡμεῖς χρησαίμεθα, ὡς ἀνδραπόδοις ἀργυρωνήτοις. Καὶ τί ἐροῦμεν τότε, τοσαύτης μὲν ἀνεξικακίας ὑποδείγματα λαβόντες, αὐτοὶ δὲ οὐδὲ μικρὸν μιμούμενοι, ἀλλ' ἐξ ἐναντίας ἑστῶτες, καὶ πρὸς διάμετρον ἐπαιρόμενοι, καὶ τὴν ὀφειλὴν οὐκ ἀποδιδόντες; Ὀφειλέτας γὰρ ἡμᾶς ἀλλήλων κατέστησεν ὁ Θεὸς, αὐτὸς κατάρξας τούτου, καὶ ὀφειλέτας ἐλάττονος μοίρας. Αὐτὸς μὲν γὰρ Κύριος ἦν· ἡμεῖς δὲ πρὸς τοὺς συνδούλους τοῦτο ποιοῦμεν, ἐὰν ποιήσωμεν. Ὃ δὴ καὶ αὐτὸ ᾐνίξατο διὰ τοῦ εἰπεῖν· Εἰ οὖν ἐγὼ, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος· καὶ πάλιν, Οὕτω καὶ ὑμεῖς. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Πόσῳ μᾶλλον ἡμεῖς οἱ δοῦλοι· ἀλλ' ἀφῆκεν αὐτὸ τῷ συνειδότι τῶν ἀκροωμένων. Τί δήποτε δὲ αὐτὸ νῦν πεποίηκεν; Ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος.

βʹ. Ἵν' οὖν μὴ κατ' ἀλλήλων ἐπαίρωνται, καὶ ταῦτα λέγωσιν ἃ καὶ πρὸ τούτου, Τίς ἐστι μείζων; μηδὲ ἀγανακτῶσι πρὸς ἀλλήλους, πάντων αὐτῶν καθαιρεῖ τὰ φρονήματα, λέγων, ὅτι Κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν. Καὶ οὐκ εἶπε τὸ μεῖζον, ὅτι Εἰ ἐγὼ τοῦ προδότου τοὺς πόδας ἔνιψα, τί μέγα, ἂν ὑμεῖς τοὺς ἀλλήλων; ἀλλὰ διὰ τῶν ἔργων αὐτὸ δηλώσας, εἴασεν ἐν τῇ κρίσει τῶν θεωμένων λοιπόν. ∆ιὰ τοῦτο ἔλεγεν, Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται. Τοῦτο γάρ ἐστι τὸ διδάξαι, τὸ διὰ τῶν ἔργων αὐτὸ ποιεῖν. Τίνα γὰρ οὐκ ἂν τοῦτο τῦφον καθέλοι; ποίαν οὐκ ἂν κενώσειεν ἀπόνοιαν καὶ ἀλαζονείαν; Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, τοὺς πόδας ἔνιψε τοῦ προδότου· σὺ δὲ, ἄνθρωπε, γῆ καὶ σποδὸς ὢν, καὶ τέφρα, καὶ κόνις, ἐπαίρεις σεαυτὸν καὶ μέγα φρονεῖς; καὶ πόσης οὐκ ἂν εἴης ἄξιος γεέννης; Εἰ οὖν ὄντως ἐπιθυμεῖς μεγάλου φρονήματος, δεῦρο, ἐγώ σοι δείξω ὁδόν· οὐδὲ γὰρ οἶδας τί ποτέ ἐστι. Ὁ τοίνυν τοῖς παροῦσιν ὡς μεγάλοις προσέχων, οὗτος ψυχῆς ἐστιν εὐτελοῦς. Ὥστε οὐδὲ ταπεινοφροσύνη γένοιτ' ἂν, εἰ μὴ μετὰ μεγαλοψυχίας· οὐδὲ φύσημα, εἰ μὴ ἀπὸ μικροψυχίας. Καθάπερ γὰρ οἱ παῖδες οἱ μικροὶ πρὸς τὰ εὐτελῆ τῶν πραγμάτων ἐπτόηνται, πρὸς σφαίρας καὶ τροχοὺς καὶ ἀστραγάλους κεχηνότες, τῶν δὲ μεγάλων οὐδὲ ἔννοιαν λαβεῖν δύνανται· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν φιλοσοφῶν οὐδὲν ἡγήσεται τὰ παρόντα (οὐκοῦν οὐδὲ αὐτὸς αἱρήσεται κατασχεῖν, οὐδὲ παρ' ἑτέρου αὐτὰ λαβεῖν) ὁ δὲ μὴ τοιοῦτος ἐναντία πείσεται, πρὸς ἀράχνας, καὶ σκιὰς, καὶ ὀνείρατα, καὶ τὰ τούτων ἀδρανέστερα πράγματα ἐπτοημένος. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Οὐ περὶ πάντων ὑμῶν λέγω, ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ, ὅτι Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ. Ὃ ἀνωτέρω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει ἐντρέπων. Εἰ γὰρ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτὸν, παρ' ἐμοῦ δὲ ταῦτα γέγονε, πολλῷ μᾶλλον χρὴ ταῦτα παρ' ὑμῶν γενέσθαι. Εἶτα ἵνα μή τις εἴπῃ, Τί δήποτε ταῦτα λέγεις; νῦν γὰρ οὐκ οἴδαμεν· προσέθηκε τοῦτο αὐτό· Οὐχ ὡς ἀγνοοῦσι ταῦτα λέγω, ἀλλ' ἵνα διὰ τῶν ἔργων ἐπιδείξητε τὰ λεγόμενα. Τὸ μὲν γὰρ εἰδέναι, πάντων· τὸ δὲ ποιεῖν, οὐ πάντων. ∆ιὰ γὰρ τοῦτο εἶπε, Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. ∆ιὰ δὴ τοῦτο αὐτὸ συνεχῶς καὶ ἐγὼ ἀεὶ λέγω, καίτοι γε εἰδότων ὑμῶν, ἵνα εἰς τὸ ἔργον ὑμᾶς ἐμβιβάσω. Ἐπεὶ καὶ Ἰουδαῖοι οἴδασιν, ἀλλ' οὐκ εἰσὶ μακάριοι· οὐ γὰρ ποιοῦσιν αὐτά. Οὐ περὶ πάντων, φησὶν, ὑμῶν λέγω. Βαβαὶ τῆς ἀνεξικακίας! οὐδέπω τὸν προδότην ἐλέγχει, ἀλλὰ συσκιάζει τὸ πρᾶγμα, ἐντεῦθεν διδοὺς αὐτῷ μετανοίας χώραν. Καὶ ἐλέγχει, καὶ οὐκ ἐλέγχει, οὕτω λέγων· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν. ∆οκεῖ δέ μοι καὶ τὸ, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, καὶ πρὸς τοῦτο εἰρῆσθαι, ἵνα εἴ ποτε παρὰ οἰκετῶν, ἢ παρά τινων εὐτελεστέρων πάθοιέν τινες κακὸν, μὴ σκανδαλίζωνται, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶντες παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν, τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. ∆ιὸ καὶ ἐπήγαγεν· Ὁ τρώγων μετ' ἐμοῦ ἄρτον· καὶ πάντα τὰ ἄλλα παρεὶς, τοῦτο, ὃ μάλιστα ἱκανὸν ἦν αὐτὸν κατασχεῖν καὶ ἐντρέψαι, τέθεικεν. Ὁ παρ' ἐμοῦ τρεφόμενος, ὁ παρ' ἐμοῦ τραπέζης κοινωνῶν, φησί. Ταῦτα δὲ ἔλεγε, παιδεύων αὐτοὺς τοὺς κακῶς ποιοῦντας εὐεργετεῖν, κἂν μένωσιν ἀνιάτως ἔχοντες. Εἰπὼν δὲ, Οὐ περὶ πάντων ὑμῶν λέγω, ἵνα μὴ εἰς πολλοὺς περιστήσῃ τὸ δέος, ἀποσχίζει λοιπὸν αὐτὸν, οὕτω λέγων· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον. Τὸ γὰρ, Οὐ περὶ πάντων, οὐ πάντως εἰς ἕνα περιίστη τὸν λόγον· διὸ ἐπήγαγεν· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, δεικνὺς ἐκείνῳ τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν συλλαμβάνεται, ἀλλὰ καὶ σφόδρα εἰδώς· ὃ καὶ αὐτὸ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν κατασχεῖν. Καὶ οὐκ εἶπε, Παραδίδωσιν ἐμὲ, ἀλλ', Ἦρεν ἐπ' ἐμὲ πτερνισμόν· τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος.

γʹ. Ταῦτα δὲ γέγραπται, ἵνα μὴ μνησικακῶμεν τοῖς ἀδικοῦσιν, ἀλλ' ἐλέγχωμεν αὐτοὺς καὶ θρηνῶμεν. Θρήνων γὰρ ἄξιοι, οὐχ οἱ πάσχοντες, ἀλλ' οἱ ποιοῦντες κακῶς. Ἑαυτοὺς μὲν γὰρ μέγιστα ἀδικοῦσιν ὅ τε πλεονέκτης, ὅ τε συκοφάντης, ὅ τε ἕτερόν τι κακὸν ἐργαζόμενος· ἡμᾶς δὲ ὠφελοῦσι τὰ μέγιστα ἐὰν μὴ ἑαυτοὺς ἐκδικῶμεν. Οἷόν τι λέγω· Ἥρπασεν ὁ δεῖνα; ηὐχαρίστησας ὑπὲρ τῆς ἀδικίας σὺ, καὶ ἐδόξασας τὸν Θεόν; Μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης ἐκαρπώσω μισθούς· ὥσπερ οὖν ἐκεῖνος ἄφατον ἑαυτῷ συνήγαγε πῦρ. Εἰ δὲ λέγοι τις· Τί γὰρ, εἰ μὴ ἠδυνάμην ἀμύνασθαι τὸν ἀδικήσαντα; ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι Ἠδύνασο πρᾶξαι τὸ δυσχερᾶναι, τὸ ἀποδυσπετῆσαι· ταῦτα γὰρ ἐν ἐξουσίᾳ ἡμῶν, τὸ κατεύξασθαι τοῦ λελυπηκότος, τὸ καταράσασθαι αὐτῷ μυρία, τὸ πρὸς πάντας διαβαλεῖν. Ὁ τοίνυν ταῦτα μὴ ποιήσας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται. ∆ῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν, οὐκ ἂν ἐποίησεν. Ὁ γὰρ ἠδικημένος, τῷ παρατυχόντι κέχρηται ὅπλῳ, ὅταν μικρόψυχος ὢν, κατάραις, λοιδορίαις, ἐπιβουλαῖς ἀμύνηται τὸν ἠδικηκότα. Ταῦτα τοίνυν καὶ σὺ μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὖξαι περὶ αὐτοῦ· καὶ γὰρ ἂν ταῦτα μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὔξῃ ὑπὲρ αὐτοῦ, τῷ Θεῷ γέγονας ὅμοιος. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πῶς μέγιστα κερδαίνομεν ἀπὸ τῆς τῶν ἑτέρων ἐπηρείας; Οὐδὲν οὕτω τὸν Θεὸν εὐφραίνει, ὡς τὸ μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ. Καὶ τί λέγω, μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ; Τἀναντία μὲν οὖν ἀποδιδόναι ἐπετάγημεν, εὐεργεσίας εὐχάς. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν μέλλοντα αὐτὸν προδιδόναι τοῖς ἐναντίοις πᾶσιν ἠμείψατο· οἷον, τοὺς πόδας ἔνιπτεν, ἤλεγχε λάθρα, φειδομένως ἔπληττεν, ἐθεράπευσε, τραπέζης καὶ φιλήματος μετεδίδου· καὶ οὐδὲ τούτοις ἐγένετο βελτίων, καὶ ὅμως παρέμενεν αὐτὸς τὰ ἑαυτοῦ ποιῶν. Ἀλλὰ φέρε καὶ ἀπὸ τῶν δούλων σε παιδεύσωμεν, καὶ ἐκ περιουσίας τῶν ἐν τῇ Παλαιᾷ, ἵνα εἰδῇς οὐδεμίαν ἔχοντας ἡμᾶς ἀπολογίας ἀφορμὴν, ὅταν μνησικακῶμεν. Βούλεσθε οὖν εἴπω Μωϋσέα, ἢ ἔτι τὸν λόγον ἀνωτέρω ἀγάγωμεν; Ὅσῳ γὰρ ἂν ἀρχαιότερα δειχθῇ τὰ παραδείγματα, τοσούτῳ μᾶλλον ἡμεῖς νικώμεθα. Τί δήποτε δέ; Ὅτι τότε δυσκολωτέρα ἦν ἡ ἀρετή. Οὐδὲ γὰρ ὑποθήκας ἐγγράφους εἶχον ἐκεῖνοι τότε, οὐ βίων παραδείγματα· ἀλλὰ γυμνὴ καθ' ἑαυτὴν ἡ φύσις ἠγωνίζετο, καὶ ἀνερμάτιστος πανταχοῦ νήχεσθαι ἠναγκάζετο. ∆ιὰ τοῦτο καὶ τὸν Νῶε ἐπαινῶν, οὐχ ἁπλῶς τέλειον ἐκάλεσεν, ἀλλὰ προσέθηκεν, Ἐν τῇ γενεᾷ αὐτοῦ, δηλῶν, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅτε πολλὰ τὰ κωλύματα ἦν· ἐπεὶ μετ' αὐτὸν ἔλαμψαν ἕτεροι, καὶ ὅμως οὐδὲν ἔλαττον αὐτῶν ἕξει. Ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ τέλειος ἦν. Τίς οὖν πρὸ Μωϋσέως μακρόθυμος; Ὁ μακάριος καὶ γενναῖος Ἰωσὴφ, ὃς τῇ σωφροσύνῃ λάμψας, οὐκ ἔλαττον ἔλαμψε τῇ μακροθυμίᾳ. Ἐπράθη γὰρ οὐδὲν ἠδικηκὼς, ἀλλὰ θεραπεύων, δουλεύων, τὰ οἰκετῶν πάντα ἐπιδεικνύμενος. Κατήνεγκαν γοῦν αὐτῷ ψόγον πονηρὸν, καὶ οὐκ ἠμύνατο, καίτοι τὸν πατέρα ἔχων μεθ' ἑαυτοῦ· ἀλλὰ καὶ ἀπῆλθε κομίζων αὐτοῖς εἰς τὴν ἔρημον τροφήν· καὶ οὐχ εὑρὼν αὐτοὺς, οὐ περιεκάκησεν, οὐδὲ ὑπέστρεψε (καίτοι γε εἶχε πρόφασιν, εἴ γε ἐβούλετο), ἀλλὰ πρὸς τὰ θηρία καὶ τοὺς ὠμοὺς ἐκείνους ἔμενεν ἀδελφοῦ γνησίου φυλάττων προαίρεσιν. Πάλιν τὸ δεσμωτήριον οἰκήσας, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, οὐδὲν εἶπε περὶ αὐτῶν πονηρὸν, ἀλλ' ὅτι Οὐδὲν ἐποίησα, καὶ, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων. Καὶ μετὰ ταῦτα πάλιν γενόμενος κύριος, καὶ ἔθρεψε, καὶ ἀπήλλαξε μυρίων δεινῶν. Ἂν γὰρ νήφωμεν, οὐκ ἰσχύει τοῦ πλησίον ἡ κακία τῆς ἀρετῆς ἡμᾶς ἐκβαλεῖν τῆς ἑαυτῶν. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ ἀπέδυσαν, καὶ ἀνελεῖν ἐπεχείρησαν καὶ ὀνειδίζουσι τὸ ἐνύπνιον, καίτοι καὶ τροφὴν παρ' αὐτοῦ κομισάμενοι, καὶ ζωῆς καὶ ἐλευθερίας αὐτὸν ἐκβαλεῖν ἐπεχείρουν. Καὶ οἱ μὲν ἤσθιον, τὸν δὲ ἀδελφὸν περιεώρων ἐν λάκκῳ γυμνὸν ἐῤῥιμμένον. Τί ταύτης τῆς θηριωδίας γένοιτ' ἂν χεῖρον; πόσων ἀνδροφόνων οὐκ ἦσαν χείρους; Καὶ μετὰ ταῦτα δὲ αὐτὸν ἀνελκύσαντες, μυρίοις θανάτοις παρέδωκαν, ἀνθρώποις βαρβάροις καὶ ἀγρίοις αὐτὸν ἀποδόμενοι πρὸς βαρβάρους μέλλουσιν ἀπιέναι. Ἀλλ' αὐτὸς γενόμενος βασιλεὺς, οὐ μόνον τὴν τιμωρίαν αὐτοῖς ἀφῆκεν, ἀλλὰ καὶ τῆς ἁμαρτίας αὐτοὺς, τό γε εἰς αὐτὸν ἧκον, ἀπήλλαξεν, οἰκονομίαν Θεοῦ τὰ γεγενημένα καλῶν, οὐ πονηρίαν ἐκείνων. Καὶ ἅπερ δὲ ἐποίησεν εἰς αὐτοὺς, οὐ μνησικακῶν, ἀλλ' ὑπὲρ τοῦ ἀδελφοῦ ταῦτα πάντα ὑπεκρίνατο. Μετὰ γοῦν ταῦτα ἐπειδὴ εἶδεν ἀντεχομένους αὐτοῦ, ἔῤῥιψε τὸ προσωπεῖον εὐθέως καὶ ὠλόλυξε καὶ περιεπτύξατο ὡς τὰ μέγιστα εὐηργετημένος, ὁ πάλαι παρ' αὐτῶν ἀνῃρημένος· καὶ πάντας αὐτοὺς εἰς Αἴγυπτον κατ ήγαγε, καὶ μυρίαις εὐεργεσίαις ἠμείψατο. Τίνα οὖν ἕξομεν ἀπολογίαν μετὰ νόμον καὶ χάριν καὶ τοσαύτης φιλοσοφίας ἐπίδοσιν, μηδὲ τὸν πρὸ τῆς χάριτος καὶ τοῦ νόμου ζηλώσαντες; τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως; Οὐ γὰρ ἔστι, οὐκ ἔστι τι μνησικακίας χαλεπώτερον. Καὶ τοῦτο ἐδήλωσεν ὁ τὰ μυρία τάλαντα ὀφείλων· εἶτα οὐκ ἀπαιτηθεὶς καὶ πάλιν ἀπαιτηθείς· οὐκ ἀπαιτηθεὶς μὲν, διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀπαιτηθεὶς δὲ διὰ τὴν οἰκείαν πονηρίαν, καὶ τὸ μνησικακῆσαι τῷ συνδούλῳ. Ἅπερ πάντα μαθόντες, ἀφῶμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ τύχωμεν φιλανθρωπίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΒʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, καὶ ὁ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.

αʹ. Μεγάλη τῆς περὶ τοὺς δούλους τοῦ Θεοῦ θεραπείας ἡ ἀνταπόδοσις, καὶ τοὺς καρποὺς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται· ὁ δὲ λαμβάνων ἐμὲ, λαμβάνει τὸν πέμψαντά με. Τοῦ δὲ τὸν Χριστὸν δέξασθαι, καὶ τὸν τούτου Πατέρα, τί γένοιτ' ἂν ἴσον; Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα; τί δὲ κοινὸν ἔχει πρὸς ὃ εἶπεν, Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε, τὸ ἐπαγαγεῖν, Ὁ δεχόμενος ὑμᾶς; Μεγάλη καὶ σφόδρα συνᾴδουσα· καὶ σκόπει πῶς. Ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ, δύο τρόποις αὐτοὺς παραμυθεῖται· ἑνὶ μὲν, τῷ παρ' ἑαυτοῦ· ἑτέρῳ δὲ, τῷ παρ' ἑτέρων. Ἐὰν γὰρ φιλοσοφῆτε, φησὶν, ἐμὲ διὰ παντὸς ἔχοντες ἐν μνήμῃ, καὶ ἅπερ ἔπαθον, καὶ ἅπερ ἐποίησα περιφέροντες ἅπαντα, ῥᾳδίως οἴσετε τὰ δεινά. Οὐ τούτῳ δὲ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ τῷ παρὰ πάντων πολλῆς ἀπολαύειν θεραπείας. Καὶ τὸ μὲν πρότερον ἐδήλωσεν, εἰπών· Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε· τὸ δὲ ἕτερον, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται, λέγων. Τὰς γὰρ πάντων ἀνέῳξεν αὐτοῖς οἰκίας, ὥστε καὶ ἐκ τῆς τῶν τρόπων φιλοσοφίας, καὶ ἐκ τῆς τῶν θεραπευόντων προθυμίας διπλῆν ἔχειν παράκλησιν. Εἶτα, ἐπειδὴ ταῦτα αὐτοῖς διετάξατο ὡς μέλλουσι τὴν οἰκουμένην διατρέχειν ἅπασαν, ἐννοῶν ὅτι ἑκατέρων τούτων ὁ προδότης ἀπεστέρηται, καὶ οὐδενὸς αὐτῶν ἀπολαύσεται, οὔτε τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, οὔτε τῆς τῶν ὑποδεχομένων θεραπείας, ἐταράχθη πάλιν. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαινόμενος, καὶ δηλῶν ὅτι δι' ἐκεῖνον ταράσσεται, ἐπάγει· Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Πάλιν εἰς πάντας περιίστησι τὸν φόβον τῷ μὴ ὀνομαστὶ εἰπεῖν· οἱ δὲ ἀποροῦνται, καίτοι ἑαυτοῖς μηδὲν συνειδότες πονηρόν· τῶν οἰκείων γὰρ λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. ∆ιὸ καὶ ἔβλεπον εἰς ἀλλήλους. Τῷ μὲν οὖν εἰς ἕνα περιστῆσαι τὸ πᾶν, ὑπετέμνετο τὸν φόβον· τῷ δὲ προσθεῖναι, Εἷς ἐξ ὑμῶν, συνετάρασσεν ἅπαντας. Τί οὖν; Οἱ μὲν ἄλλοι βλέπουσιν εἰς ἀλλήλους· ὁ δὲ πανταχοῦ θερμὸς Πέτρος τῷ Ἰωάννῃ νεύει. Ἐπειδὴ γὰρ καὶ πρότερον ἐπετιμήθη, καὶ βουλομένου νίψαι ἐκώλυσε, καὶ πανταχοῦ εὑρίσκεται ἀπὸ πόθου μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, οὔτε ἡσύχασεν, οὔτε ἐφθέγξατο, ἀλλὰ διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Ἐκεῖνο δὲ ἄξιον διαπορῆσαι, τί δήποτε πάντων ἀγωνιώντων, τρεμόντων, τοῦ κορυφαίου δεδοικότος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ· καὶ οὐκ ἀνάκειται μόνον, ἀλλὰ καὶ τῷ στήθει· καὶ οὐ τοῦτο μόνον ἄξιον ζητήσεως, ἀλλὰ καὶ τὸ ἑξῆς. Τί δὲ τοῦτό ἐστιν; Ὃ περὶ ἑαυτοῦ λέγει, Ὃν ἠγάπα ὁ Ἰησοῦς. ∆ιατί γὰρ μηδεὶς ἕτερος τοῦτο εἶπε περὶ αὐτοῦ, καίτοι καὶ οἱ ἄλλοι ἠγαπῶντο; Ἀλλ' οὗτος πλέον τῶν ἄλλων. Εἰ δὲ μηδεὶς ἄλλος τοῦτο περὶ αὐτοῦ εἶπεν, ἀλλ' αὐτὸς περὶ ἑαυτοῦ, θαυμαστὸν οὐδέν. Ποιεῖ δὲ αὐτὸ καὶ Παῦλος, καιροῦ καλοῦντος, οὕτω λέγων Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων· καίτοι γε οὐ μικρὰ αὐτοῦ διῆλθεν ἐγκώμια ἕτερα. Ἢ μικρὸν εἶναί σοι δοκεῖ τὸ ἀκούσαντα, Ἀκολούθει μοι, εὐθέως ἀφέντα τὰ δίκτυα καὶ τὸν πατέρα, ἀκολουθῆσαι, καὶ τὸ μετὰ Πέτρου μόνον αὐτὸν λαβεῖν εἰς τὸ ὄρος, καὶ ἀλλαχοῦ πάλιν εἰς οἰκίαν εἰσελθόντα; Αὐτὸς δὲ ἡλίκον ἐγκώμιον τοῦ Πέτρου διῆλθε, καὶ οὐκ ἀπεκρύψατο, εἰρηκέναι τὸν Χριστὸν λέγων· Πέτρε, φιλεῖς με πλέον τούτων; Καὶ πανταχοῦ δὲ δείκνυσιν αὐτὸν θερμὸν καὶ γνησίως ἔχοντα πρὸς αὐτόν. Ὅτε γοῦν ἔλεγεν, Οὗτος δὲ τί; ἐκ πολλοῦ πόθου τοῦτο ἔλεγε. ∆ιὰ τοῦτο οὖν ἄλλος οὐδεὶς εἶπε περὶ αὐτοῦ· ἀλλ' οὐδὲ αὐτὸς εἶπεν ἂν, εἰ μὴ εἰς τοῦτο ἐνέπεσε τὸ χωρίον. Εἰ γὰρ εἰπὼν, ὅτι Πέτρος ἔνευσεν Ἰωάννῃ ἐρωτῆσαι, καὶ μηδὲν ἄλλο προσέθηκε, πολλὴν ἐποίει τὴν ἀπορίαν, καὶ ζητεῖν ἠνάγκαζεν ἡμᾶς τὴν αἰτίαν· διὰ τοῦτο λύων αὐτὸς ταύτην, Ἀνέκειτο, φησὶ, εἰς τὸν κόλπον τοῦ Ἰησοῦ. Ἢ μικρὸν οἴει μεμαθηκέναι, ἀκούσας ὅτι ἀνέκειτο, καὶ τοσαύτης αὐτοῖς ὁ διδάσκαλος μετεδίδου παῤῥησίας; Εἰ καὶ τούτου τὴν αἰτίαν ζητεῖς μαθεῖν, ἀγάπης τὸ πρᾶγμα ἦν· διὰ τοῦτό φησιν, Ὃν ἐφίλει ὁ Ἰησοῦς Ἐγὼ δὲ αὐτὸν καὶ δι' ἄλλο οἶμαι τοῦτο ποιεῖν, βουλόμενον δεῖξαι ἀλλότριον ἑαυτὸν τοῦ ἐγκλήματος. ∆ιὰ τοῦτο παῤῥησιάζεται καὶ θαῤῥεῖ. Ἐπεὶ διὰ τί μὴ ἐν ἄλλῳ χωρίῳ τοῦτο εἶπεν, ἀλλ' ὅτε ὁ κορυφαῖος ἔνευσεν; Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ὡς μείζονι ὄντι ἔνευσεν, λέγει, ὅτι διὰ τὴν πολλὴν ἀγάπην τοῦτο ἐγίνετο. Τί δὲ καὶ ἐπιπίπτει τῷ στήθει; Οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα ὑπώπτευον· ἄλλως δὲ, καὶ τὴν ἀθυμίαν κατεπράϋνεν. Εἰκὸς γὰρ καὶ τὴν ὄψιν αὐτῶν εἶναι κατηφῆ τότε. Εἰ γὰρ ταῖς ψυχαῖς αὐτῶν ἐταράχθησαν, πολλῷ μᾶλλον ταῖς ὄψεσι. Μειλισσόμενος τοίνυν αὐτοὺς καὶ τῷ λόγῳ καὶ τῇ ἐρωτήσει, προοδοποιεῖ καὶ συγχωρεῖ ἀναπεσεῖν ἐπὶ τὸ στῆθος. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπε τὸ ὄνομα, ἀλλ' ὅτι Ὃν ἠγάπα· καθάπερ καὶ Παῦλος, ὅτε ἔλεγεν· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων. Τότε δὴ πρῶτον αὐτὸν ἐλέγχει ὁ Ἰησοῦς, καὶ οὐδὲ τότε ὀνομαστί· ἀλλὰ πῶς; Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ὁ τρόπος ἐντρεπτικός· οὐδὲ γὰρ τὴν τράπεζαν ᾐδέσθη, τοῦ αὐτοῦ ἄρτου κοινωνήσας. Ἔστω, ἡ κοινωνία τῶν ἁλῶν οὐκ ἐνέτρεψε· τὸ καὶ παρ' αὐτοῦ δέξασθαι τὸ ψωμίον, τίνα οὐκ ἂν ἐπεσπάσατο; Ἀλλ' οὐκ ἐκεῖνον. ∆ιὸ καὶ Ὁ σατανᾶς τότε εἰσῆλθεν εἰς αὐτὸν, γελάσας αὐτὸν τῆς ἀναισχυντίας. Ἕως γὰρ ἦν τοῦ χοροῦ, οὐκ ἐτόλμα ἐπιπηδῆσαι, ἀλλ' ἔξωθεν προσέβαλλεν· ἐπειδὴ δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας· οὐδὲ γὰρ ἔδει τοιοῦτον ὄντα καὶ ἀδιόρθωτον ἐπὶ πολὺ μένοντα κατέχειν ἔνδον. ∆ιὰ τοῦτο καὶ ἐξέβαλεν αὐτὸν λοιπὸν, καὶ ἀποτμηθέντα λαμβάνει τότε ἐκεῖνος, καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθε νυκτός. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον. Καὶ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων.

βʹ. Βαβαὶ, πόση ἡ ἀναισθησία! πῶς οὐκ ἐμαλάχθη, οὐδὲ ᾐσχύνθη, ἀλλὰ ἀναισχυντότερος γενόμενος ἐξῄει! Τὸ δὲ, Ποίησον τάχιον, οὐ προστάττοντός ἐστιν, οὐδὲ συμβουλεύοντος, ἀλλ' ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιορθώτως εἶχεν, ἀφίησιν αὐτόν. Καὶ τοῦτο οὐδεὶς, φησὶν, ἔγνω τῶν ἀνακειμένων. Πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἴ γε, ἐρωτησάντων τῶν μαθητῶν, τίς ἐστι, λέγει· Ὧ βάψας τὸ ψωμίον ἐπιδώσω, καὶ οὐδὲ οὕτω συνῆκαν· πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μηδένα ἀκοῦσαι. Καὶ γὰρ ὁ Ἰωάννης διὰ τοῦτο παρὰ τὸ στῆθος ἀναπεσὼν, ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν τὸν προδότην· καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο, καὶ οὐδὲ τότε αὐτὸν ἐποίησε φανερόν· καὶ ὁ μὲν καίπερ ἐμφαντικῶς εἰπὼν, Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον· οἱ δὲ οὐδὲ οὕτω συνίεσαν. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι ἀληθῆ τὰ πρὸς τοὺς Ἰουδαίους εἰρημένα ἦν αὐτῷ περὶ τοῦ θανάτου. Καὶ γὰρ πρὸς ἐκείνους εἴρηκε τὸ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἕως γοῦν κατεῖχεν, οὐδεὶς ἴσχυσεν· ἐπειδὴ δὲ ἀφῆκε λοιπὸν, εὔκολον τότε τὸ πρᾶγμα γίνεται. Ταῦτ' οὖν ἅπαντα αἰνιττόμενος εἶπεν, Ὃ ποιεῖς, ποίησον τάχιον· καὶ οὐδὲ τότε αὐτὸν δῆλον ἐποίησε. Τάχα γὰρ ἂν αὐτὸν καὶ διέσπασαν, τάχα ἂν ὁ Πέτρος καὶ ἀνεῖλεν αὐτόν. ∆ιὰ τοῦτο Οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Ἆρα οὐδὲ ὁ Ἰωάννης; Οὐδὲ οὗτος· οὐ γὰρ ἂν προσεδόκησεν, ὅτι μαθητὴς ἐπὶ τοσοῦτον χωρήσει παρανομίας. Ἐπειδὴ γὰρ πόῤῥω τῆς τοιαύτης πονηρίας ἦσαν, οὐδὲ περὶ ἑτέρων τοιαῦτα ὑποπτεύειν εἶχον. Ὥσπερ οὖν ἔμπροσθεν αὐτοῖς εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω, καὶ οὐδαμοῦ ἐξεκάλυψεν· οὕτω καὶ ἐνταῦθα ἐνόμισαν περὶ ἑτέρου λέγεσθαι. Ἦν δὲ νὺξ ὅτε ἐξῆλθε, φησί. ∆ιατί μοι τὸν καιρὸν λέγεις; Ἵνα μάθῃς τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀλλ' οὐδὲ τοῦτο αὐτὸν κατάδηλον ἐποίησε. Ἐκεῖνοι γοῦν φόβῳ κατεχόμενοι καὶ ἀγωνίᾳ πολλῇ τότε τεθορύβηντο, καὶ τὴν μὲν ἀληθῆ τῶν εἰρημένων αἰτίαν οὐκ ᾔδεσαν· ὑπώπτευον δὲ, ὅτι Τοῖς πένησιν ἵνα τι δῷ, ταῦτα ἔλεγε. Πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν τὴν ἐπιμέλειαν, διδάσκων καὶ ἡμᾶς πολλὴν ὑπὲρ τούτου ποιεῖσθαι σπουδήν. Ἐδόκουν δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ τὸ γλωσσόκομον εἶχε· καίτοι γε οὐδεὶς φαίνεται προσενεγκὼν αὐτῷ χρήματα· ἀλλ' ὅτι μὲν ἔτρεφον αὐτὸν ἐκ τῶν ὑπαρχόντων αἱ μαθήτριαι, εἶπε· τοῦτο δὲ οὐδαμοῦ ᾐνίξατο. Πῶς δὲ, μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον κελεύων ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο πρὸς τὴν τῶν πενήτων διακονίαν; Ἵνα μάθῃς, ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον τούτου δεῖ τοῦ μέρους πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. Πολλὰ γὰρ πρὸς τὴν ἡμετέραν οἰκονομῶν διδασκαλίαν ἔπραττε. Τοῦτο οὖν καὶ λέγειν ἐνόμισαν οἱ μαθηταὶ, ἵνα τοῖς πένησί τι δῷ. Καὶ οὐδὲ τοῦτο ἐνέτρεψε, τὸ μέχρις ἐσχάτης ἡμέρας μὴ θελῆσαι αὐτὸν παραδειγματίσαι. Τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ μὴ ἐκπομπεύειν τὰ τῶν συνόντων ἁμαρτήματα, κἂν ἀνιάτως ἔχωσι. Καὶ γὰρ καὶ μετὰ ταῦτα ἐλθόντι προδοῦναι φίλημα ἔδωκε. καὶ κατεδέξατο πρᾶγμα τοσοῦτον, καὶ ἐπὶ τὸ πολλῷ τολμηρότερον προῄει, τὸν σταυρὸν αὐτὸν, τὸν θάνατον τὸν ἐπονείδιστον· καὶ πάλιν ἐκεῖ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπεδείκνυτο. Καὶ δόξαν ἐνταῦθα τὸ πρᾶγμα καλεῖ, διδάσκων ἡμᾶς ὅτι οὐδὲν οὕτως αἰσχρὸν καὶ ἐπονείδιστον, ὃ μὴ λαμπρότερον ποιεῖ τὸν μετιόντα, ὅταν κατὰ Θεὸν γίνηται. Μετὰ γοῦν τὸ ἐξελθεῖν τὸν Ἰούδαν ἐπὶ τὸ παραδοῦναι, λέγει· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· ταύτῃ πεπτωκότας τοὺς λογισμοὺς τῶν μαθητῶν ἀνιστῶν, καὶ πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν. ∆ιὰ τοῦτο καὶ Πέτρῳ ἐξ ἀρχῆς ἐπετίμησε. Τὸ γὰρ ἐν θανάτῳ γενόμενον περιγενέσθαι θανάτου, δόξα μεγάλη. Καὶ τοῦτό ἐστιν ὃ περὶ ἑαυτοῦ ἔλεγεν· Ὅταν ὑψωθῶ, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Λύσατε τὸν ναὸν τοῦτον· καὶ πάλιν, Σημεῖον οὐ δοθήσεται ὑμῖν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Πῶς γὰρ οὐ δόξα μεγάλη, τὸ καὶ μετὰ θάνατον ἰσχῦσαι τῶν πρὸ τοῦ θανάτου μείζονα. Ἵνα γὰρ πιστευθῇ ἡ ἀνάστασις, μείζονα εἰργάσαντο οἱ μαθηταί. Εἰ δὲ μὴ ἔζη, καὶ Θεὸς ἦν, πῶς ἐν ὀνόματι αὐτοῦ τοσαῦτα εἰργάσαντο οὗτοι; Καὶ ὁ Θεὸς δοξάσει αὐτόν. Τί ἐστι, Καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ; Τουτέστι, δι' ἑαυτοῦ, οὐ δι' ἑτέρου. Καὶ εὐθέως δοξάσει αὐτόν· τουτέστιν, ἅμα τῷ σταυρῷ. Οὐδὲ γὰρ διὰ χρόνου πολλοῦ, φησὶν, οὐδὲ τὸν μακρὸν τῆς ἀναστάσεως ἀναμενεῖ καιρὸν, οὐδὲ τότε δείξει λαμπρὸν, ἀλλ' εὐθέως ἐν αὐτῷ τῷ σταυρῷ τὰ λαμπρὰ φανεῖται. Ὁ γοῦν ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐῤῥάγησαν, τὸ καταπέτασμα ἐσχίσθη, πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὁ τάφος σήμαντρα εἶχε, καὶ φύλακες παρεκαθέζοντο· καὶ ἐπικειμένου τῷ σώματι τοῦ λίθου, ἀνέστη τὸ σῶμα· τεσσαράκοντα ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος ἦλθε χορηγία, καὶ πάντες αὐτὸν εὐθέως ἀνεκήρυττον. Τοῦτό ἐστι, ∆οξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθέως δοξάσει αὐτόν· οὐ δι' ἀγγέλων καὶ ἀρχαγγέλων, οὐδὲ δι' ἄλλης τινὸς δυνάμεως, ἀλλὰ δι' ἑαυτοῦ.

γʹ. Πῶς δὲ καὶ ἐδόξατε δι' αὐτοῦ; Πάντα πράξας τὰ πρὸς δόξαν τοῦ Υἱοῦ· καίτοι πάντα ὁ Υἱὸς ἐποίησεν. Ὁρᾷς ὅτι τὰ ὑπ' αὐτοῦ γινόμενα τῷ Πατρὶ ἀνατίθησι· Τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι Ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· καὶ ὑμῖν λέγω ἄρτι. Ἄρχεται λοιπὸν τῶν λυπηρῶν μετὰ τὸ δεῖπνον. Ὅτε γὰρ Ἰούδας ἐξῆλθεν, οὐκ ἔτι ἑσπέρα ἦν, ἀλλὰ νύξ. Ἐπειδὴ γὰρ ἔμελλον μικρὸν ὕστερον ἐπιστήσεσθαι, ἔδει πάντα παρακαταθέσθαι αὐτοῖς, ὥστε ἔχειν ἐν μνήμῃ· μᾶλλον δὲ τὸ Πνεῦμα πάντα αὐτοὺς ἀνέμνησε. Πολλὰ γὰρ εἰκὸς, ἅτε πρῶτον τότε ἀκούοντας, καὶ τοιούτους μέλλοντας πειρασμοὺς ὑπομένειν, ἀποβάλλειν αὐτούς. Οἱ γὰρ πρὸς ὕπνον καταφερόμενοι, καθὼς καὶ ἕτερός φησιν εὐαγγελιστὴς, καὶ ἀθυμίᾳ συνεχόμενοι, καθὼς καὶ αὐτὸς ὁ Χριστὸς λέγει· Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· πῶς ἂν ταῦτα πάντα κατέσχον ἀκριβῶς; Τί δήποτε οὖν ἐλέγετο; Οὐ μικρὸν αὐτοῖς ἐγίνετο κέρδος εἰς τὴν Χριστοῦ δόξαν, τὸ σαφῶς εἰδέναι μετὰ ταῦτα ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἀκηκοότες ἦσαν παρὰ τοῦ Χριστοῦ. Τίνος δὲ ἕνεκεν προκαταβάλλει αὐτῶν τὴν ψυχὴν, λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι; Τοῖς μὲν γὰρ Ἰουδαίοις εἰκότως ἐλέγετο· ἡμᾶς δὲ τίνος ἕνεκεν ἐπίσης εἰς τὴν αὐτὴν τάξιν ἄγεις ἐκείνοις τοῖς ἀγνώμοσιν; Οὐδαμῶς. Καὶ τίνος ἕνεκεν εἶπε, Καθὼς εἶπον τοῖς Ἰουδαίοις; Ἀνέμνησεν ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα προλέγει· ἀλλ' ἄνωθεν αὐτὰ προῄδει, καὶ μάρτυρες αὐτοὶ οἱ ἀκούσαντες, ὅτι καὶ πρὸς Ἰουδαίους ταῦτα ἔλεγε. ∆ιὸ καὶ προσέθηκε τὸ, Τεκνία· ἵνα ἀκούσαντες, Καθὼς εἶπον τοῖς Ἰουδαίοις, μὴ καὶ πρὸς αὐτοὺς ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον νομίσωσιν. Οὐ καταβάλλων τοίνυν αὐτοὺς, ἀλλὰ παραμυθούμενος ταῦτά φησιν, ἵνα μὴ ἀπροσδόκητα ἐπιστάντα αὐτοῖς τὰ δεινὰ ἐκταράξῃ, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ∆είκνυσιν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων, εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά. Ταῦτα δὲ λέγει, καὶ τὸν εἰς αὐτὸν διεγείρων πόθον καὶ θερμότερον ποιῶν. Ἴστε γὰρ ὅτι ἐπειδὰν ἴδωμεν τῶν φιλτάτων τινὰς ἀναχωροῦντας, μάλιστα διαθερμαινόμεθα, καὶ μᾶλλον ὅταν ἴδωμεν εἰς τόπον ἀπιόντας, εἰς ὃν οὐδὲ δυνατὸν ἡμῖν ἀπελθεῖν. Ἐκείνους μὲν οὖν φοβῶν, ταῦτα ἔλεγε, τούτοις δὲ τὸν πόθον ἐξάπτων. Τοιοῦτός ἐστιν ὁ τόπος, ὥστε μὴ μόνον ἐκείνους, ἀλλὰ μηδὲ ὑμᾶς τοὺς φιλτάτους δύνασθαι παραγενέσθαι ἐκεῖ. Ἐνταῦθα καὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ δείκνυσι. Καὶ ὑμῖν λέγω ἄρτι. ∆ιὰ τί, Ἄρτι; Ἑτέρως ἐκείνοις, καὶ ἑτέρως ὑμῖν· τουτέστιν, οὐ μετ' ἐκείνων. Ποῦ δὲ αὐτὸν ἐζήτησαν οἱ Ἰουδαῖοι; ποῦ δὲ οἱ μαθηταί; Οἱ μαθηταὶ μὲν, ὅτε ἔφυγον· οἱ Ἰουδαῖοι δὲ, ὅτε τὰ ἀνήκεστα ἔπασχον δεινὰ καὶ πάντα ὑπερβαίνοντα λόγον, τῆς πόλεως αὐτῆς ἁλούσης, καὶ τῆς θεηλάτου πάντοθεν κατ' αὐτῶν φερομένης ὀργῆς. Ἐκείνοις μὲν οὖν τότε ἔλεγε διὰ τὴν ἀπιστίαν, ὑμῖν δὲ νῦν, διὰ τὸ μὴ ἀπροσδόκητα ἐπελθεῖν τὰ δεινά. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Ἐπειδὴ γὰρ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν ταῦτα ἀκούοντας, ὡς ἐρήμους μέλλοντας ἔσεσθαι, παραμυθεῖται αὐτοὺς, τὴν πάντων τῶν ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς, τὴν ἀγάπην· ὡσανεὶ ἔλεγεν· Ἀλγεῖτε ἀπιόντος ἐμοῦ; ἀλλ' ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυρότεροι. Πῶς οὖν οὐ τοῦτο εἶπεν; Ὅτι ὃ τούτου μᾶλλον ὤνησεν αὐτοὺς εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε. ∆ιὰ γὰρ τούτου ἅμα ἐδήλωσεν, ὅτι οὐ σβεσθήσεται ὁ χορὸς, ὁπότε καὶ γνώρισμα αὐτοῖς ἔδωκε. Τοῦτο δὲ εἶπεν, ὅτε ὁ προδότης αὐτῶν ἀπεσχίσθη. Πῶς δὲ αὐτὴν ἐντολὴν λέγει καινὴν καὶ ἐν τῇ Παλαιᾷ κειμένην; Αὐτὸς αὐτὴν ἐποίησε καινὴν τῷ τρόπῳ· ἐπήγαγε γοῦν· Καθὼς ἠγάπησα ὑμᾶς. Οὐ γὰρ προϋπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἀπέδωκα, ἀλλ' αὐτὸς κατῆρξα, φησίν. Οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς εἰπεῖν τὰ θαύματα, ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει. Τί δήποτε; Ὅτι τοῦτο μάλιστά ἐστι τὸ δεικνύον ἀνθρώπους ἁγίους. Πάσης γάρ ἐστιν ἀρετῆς ὑπόθεσις. ∆ιὰ τούτου μάλιστα καὶ σωζόμεθα πάντες. Τοῦτο γάρ ἐστιν εἶναι, φησὶ, μαθητήν. Οὕτως ὑμᾶς ἅπαντες ἐπαινέσονται, ὅταν ἴδωσιν ὑμᾶς μιμουμένους τὴν ἐμὴν ἀγάπην.

δʹ. Τί οὖν; οὐ πολλῷ μᾶλλον τὰ θαύματα δείκνυσι τοῦτο; Οὐδαμῶς. Πολλοὶ γὰρ ἐροῦσι· Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ πάλιν χαιρόντων αὐτῶν ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, φησί· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ μὴν τοῦτο τὴν οἰκουμένην ἐπηγάγετο, ἐπειδὴ ἐκεῖνο προῆν· εἰ δὲ μὴ ἦν ἐκεῖνο, οὔτε τοῦτο παρέμενεν. Τοῦτο γοῦν εὐθέως αὐτοὺς ἐποίησε καλοὺς καὶ ἀγαθοὺς, καὶ τὸ τὴν καρδίαν πάντων καὶ τὴν ψυχὴν εἶναι μίαν. Εἰ δὲ διέστησαν ἀπ' ἀλλήλων, ἅπαντα ἂν ἀπολώλει. Οὐκ ἐκείνοις δὲ ταῦτα διελέγετο μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς μέλλουσι πιστεύειν εἰς αὐτόν· ἐπεὶ καὶ νῦν οὐδὲν ἄλλο ἐστὶν τὸ σκανδαλίζον Ἕλληνας, ἢ τὸ μὴ ἀγάπην εἶναι. Ἀλλὰ καὶ τὸ σημεῖα μὴ γίνεσθαι ἐγκαλοῦσι, φησίν. Ἀλλ' οὐχ οὕτως. Ποῦ δὲ τὴν ἀγάπην ἐπεδείξαντο οἱ ἀπόστολοι; Ὁρᾷς Πέτρον καὶ Ἰωάννην ἀδιασπάστως ἔχοντας ἀλλήλων, καὶ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντας; ὁρᾷς Παῦλον οὕτω πρὸς αὐτοὺς διακείμενον· καὶ ἀπορεῖς; Εἰ γὰρ τὰ ἄλλα ἐκέκτηντο, πολλῷ μᾶλλον εἶχον τὴν μητέρα τῶν ἀγαθῶν. Ἀπὸ γὰρ ψυχῆς ἐναρέτου τοῦτο τὸ πρᾶγμα βλαστάνει· ἔνθα δὲ πονηρία, τοῦτο ξηραίνεται τὸ φυτόν. Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ Ἕλληνας δὲ οὐχ οὕτως ἐπάγεται σημεῖα, ὡς βίος· βίον δὲ οὐδὲν οὕτως εἶναι ποιεῖ, ὡς ἀγάπη. Ἐκεῖνα μὲν γὰρ τοὺς ποιοῦντας πολλάκις καὶ πλάνους ἐκάλεσαν· βίου δὲ ἐπιλαβέσθαι οὐκ ἂν ἔχοιεν καθαροῦ. Ὅτε μὲν οὖν οὔπω τὸ κήρυγμα διαδοθὲν ἦν, εἰκότως τὰ σημεῖα ἐθαυμάζετο· νῦν δὲ ἀπὸ βίου χρὴ θαυμάζεσθαι. Οὐδὲν γὰρ οὕτως ἐντρέπει Ἕλληνας, ὡς ἀρετή· οὐδὲν σκανδαλίζει, ὡς κακία· καὶ εἰκότως. Ὅταν γὰρ ἴδῃ πλεονεκτοῦντα, ἁρπάζοντα, τὰ ἐναντία κελεύοντα, καὶ τοῖς ὁμοφύλοις ὡς θηρίοις κεχρημένον τὸν κελευσθέντα καὶ ἐχθροὺς ἀγαπᾷν, λῆρον ἐρεῖ τὰ εἰρημένα. Ὅταν ἴδῃ τρέμοντα θάνατον, πῶς δέξεται τοὺς περὶ ἀθανασίας λόγους; Ὅταν ἴδῃ φιλαρχοῦντας καὶ τοῖς ἄλλοις δουλεύοντας πάθεσιν, ἀκριβέστερον ἐν τοῖς ἑαυτοῦ μενεῖ δόγμασιν, οὐδὲν μέγα περὶ ἡμῶν φανταζόμενος. Ἡμεῖς γάρ ἐσμεν αἴτιοι, ἡμεῖς, τοῦ μένειν αὐτοὺς ἐπὶ τῆς πλάνης. Τῶν μὲν γὰρ δογμάτων τῶν παρ' ἑαυτοῖς πάλαι κατέγνωσαν, καὶ τὰ ἡμέτερα δὲ ὁμοίως θαυμάζουσιν· ἐκ τοῦ βίου δὲ ἡμῶν κωλύονται. Τὸ μὲν γὰρ διὰ λόγων φιλοσοφῆσαι, εὔκολον (πολλοὶ γὰρ καὶ παρ' αὐτῶν τοῦτο ἐποίησαν)· ἐπιζητοῦσι δὲ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Ἀλλὰ τοὺς παλαιοὺς παρ' ἡμῖν ἐννοείτωσαν. Ἀλλ' οὐδαμῶς πιστεύουσιν, ἀλλὰ τοὺς νῦν ζῶντας ἐπιζητοῦσιν. ∆εῖξον γάρ μοι, φησὶ, τὴν πίστιν διὰ τῶν ἔργων σου. Ἀλλ' οὐκ ἔστιν· ἀλλὰ μᾶλλον ὁρῶντες καὶ θηρίου σπαράττοντας ἡμᾶς τοὺς πλησίον, λύμην ἡμᾶς καλοῦσι τῆς οἰκουμένης. Ταῦτα Ἕλληνας κατέχει, καὶ οὐκ ἀφίησι πρὸς ἡμᾶς μεταστῆναι. Ὥστε ἡμεῖς καὶ τούτων δίκην δώσομεν, οὐχ ὑπὲρ ὧν κακῶς πράττομεν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν βλασφημεῖται τὸ ὄνομα τοῦ Θεοῦ. Μέχρι τίνος χρήμασι, καὶ τρυφῇ, καὶ τοῖς ἄλλοις ἐσμὲν προδεδομένοι πάθεσιν; Ἀποστῶμεν οὖν λοιπόν. Ἄκουσον τί φησιν ὁ προφήτης περί τινων ἀνοήτων· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἐπὶ δὲ τῶν παρόντων οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· οὕτω πολλοὶ τὰ τῶν ἁπάντων περιβάλλονται. Οὕτω καὶ αὐτοῖς ὀνειδίζων ἔλεγεν ὁ προφήτης· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ∆ιὸ καὶ δέδοικα μή τι γένηται χαλεπὸν, καὶ πολλὴν ἐπισπασώμεθα τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν. Ὅπερ ἵνα μὴ γένηται, τῆς ἀρετῆς ἐπιμελώμεθα πάσης, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΓʹ. Λέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ὑπάγω ἐγὼ, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι.

αʹ. Μέγα ἀγάπη καλόν· πυρός ἐστι σφοδρότερον, καὶ πρὸς αὐτὸν ἄνεισι τὸν οὐρανόν· καὶ οὐδέν ἐστι κώλυμα, ὅπερ αὐτῆς τὴν ῥαγδαῖον ὁρμὴν ἐπισχεῖν δυνήσεται. Ὁ γοῦν θερμότατος Πέτρος, ἀκούσας, ὅτι Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, τί λέγει; Κύριε, ποῦ ὑπάγεις; Τοῦτο δὲ εἶπεν, οὐχ οὕτω μαθεῖν βουλόμενος, ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Φανερῶς μὲν οὖν εἰπεῖν, ὅτι Ἔρχομαι, οὐκ ἐτόλμησε τέως· φησὶ δὲ, Ποῦ ὑπάγεις; Ὁ Χριστὸς δὲ οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν διάνοιαν ἀπεκρίνατο. Ὅτι γὰρ τοῦτο ἤθελε, δι' ὧν ὁ Χριστὸς εἶπε δῆλον. Τί γάρ φησιν; Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι. Ὁρᾷς ὅτι τὸ ἀκολουθῆσαι ἐπεπόθει, καὶ διὰ τοῦτο ἐρωτᾷ; Ἀκούσας δὲ, ὅτι Ἀκολουθήσεις ὕστερον, οὐδὲ οὕτω τὸν πόθον κατεῖχε· καίτοι χρηστὰς ἐλπίδας λαβὼν, ἀλλ' οὕτως ἐπείγεται ὡς εἰπεῖν, ∆ιατί οὐ δύναμαί σοι νῦν ἀκολουθῆσαι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἀπεσείσατο τὸν φόβον τῆς προδοσίας, καὶ τῶν γνησίων ἐφάνη καὶ αὐτὸς ὢν, μετὰ παῤῥησίας δι' ἑαυτοῦ λοιπὸν ἐρωτᾷ τῶν ἄλλων σιγώντων. Τί λέγεις, Πέτρε; εἶπεν, ὅτι Οὐ δύνασαι· καὶ σὺ λέγεις, ὅτι ∆ύναμαι; Οὐκοῦν εἴσῃ διὰ τῆς πείρας αὐτῆς, ὅτι οὐδέν σού ἐστιν ἡ ἀγάπη, μὴ τῆς ἄνωθεν παρούσης ῥοπῆς. Ὅθεν δῆλον, ὅτι καὶ τὸ πτῶμα ἐκεῖνο, αὐτοῦ κηδόμενος συνεχώρησεν. Ἐβούλετο μὲν γὰρ καὶ διὰ τῶν πρώτων παιδεῦσαι· ἐπειδὴ δὲ ἐπέμενε τῇ σφοδρότητι, αὐτὸς μὲν οὐκ ἐνέβαλεν αὐτὸν, οὔτε ὦσεν ἐπὶ τὴν ἄρνησιν, εἴασε δὲ ἔρημον, ὥστε μαθεῖν τὴν ἑαυτοῦ ἀσθένειαν. Εἶπεν, ὅτι δεῖ παραδοθῆναι, καὶ λέγει· Ἵλεώς σοι· οὐ μὴ ἔσται σοι τοῦτο. Ἐπετιμήθη, καὶ οὐκ ἐπαιδεύθη· ἀλλὰ πάλιν, βουλομένου τοῦ Χριστοῦ νίψαι αὐτοῦ τοὺς πόδας, φησίν· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἀκούσας πάλιν, ὅτι Οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, λέγει· Κἂν πάντες ἀρνήσωνται, ἐγὼ οὐκ ἀρνήσομαι. Ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν καὶ εἰς ἀπόνοιαν ἀρθῆναι μελετῶντα ἀντιλέγειν αὐτῷ, παιδεύει λοιπὸν αὐτὸν μὴ ἀντιπίπτειν. Τοῦτο γοῦν καὶ ὁ Λουκᾶς αἰνιττόμενος, αὐτόν φησιν εἰρηκέναι, Καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· τουτέστιν, ἵνα μὴ εἰς τέλος ἀπόλῃ· διὰ πάντων ταπεινοφροσύνην αὐτὸν διδάσκων, καὶ τὴν ἀνθρωπίνην ἐλέγχων φύσιν οὐδὲν αὐτὴν καθ' ἑαυτὴν οὖσαν. Ἐπειδὴ γὰρ ἡ πολλὴ ἀγάπη ἀντιλογικὸν αὐτὸν ἐποίησε, σωφρονίζει λοιπὸν αὐτὸν, ἵνα μὴ καὶ ἐν τοῖς μετὰ ταῦτα τοῦτο πάθῃ, ὅταν τῆς οἰκουμένης τὴν οἰκονομίαν ἀναδέξηται· ἀλλ' ἵνα ἀναμιμνησκόμενος ὧν ἔπαθεν ἐπιγινώσκῃ ἑαυτόν. Καὶ ὅρα σφοδρότητα πτώματος. Οὐ γὰρ ἅπαξ καὶ δὶς τοῦτο ἔπαθεν, ἀλλ' οὕτως ἐξέστη, ὡς ἐν βραχεῖ καιρῷ τρίτον εἰπεῖν τὸ ῥῆμα τὸ τῆς ἀρνήσεως· ἵνα μάθῃ, ὅτι οὐχ οὕτως ἠγάπησεν, ὡς ἠγαπήθη. Ἀλλ' ὅμως τῷ οὕτω πεσόντι πάλιν λέγει· Ἀγαπᾷς με πλέον τούτων; Οὕτως οὐκ ἀπὸ ψύξεως, ἀλλ' ἐκ τοῦ γυμνωθῆναι τῆς ἄνωθεν βοηθείας γέγονε. Τὴν μὲν οὖν ἀγάπην ἀποδέχεται τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει. Εἰ γὰρ ἀγαπᾷς, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι. Εἶπε καὶ σοὶ καὶ τοῖς μετὰ σοῦ, Οὐ δύνασαι· τί φιλονεικεῖς; οὐκ οἶδας τί ποτέ ἐστιν ἀπαγόρευσις Θεοῦ; Ἐπειδὴ δὲ ἐν τούτῳ μαθεῖν οὐ θέλεις ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω, ἐν τῇ ἀρνήσει αὐτὸ μαθήσῃ· καίτοι πολύ σοι τοῦτο τότε ἀπιστότερον ἐφαίνετο. Τοῦτο μὲν γὰρ οὐδὲ ᾔδεις· ἐκείνου δὲ τὴν γνῶσιν αὐτὸς εἶχες ἐν τῇ ψυχῇ· ἀλλ' ὅμως ἐγίνετο τὸ μηδὲ προσδοκηθέν. Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἐπεπήδησεν εὐθέως, ἀκόρεστος ὢν καὶ τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος. Ἀλλ' ὁ Χριστὸς, δεικνὺς ὅτι αὐτοῦ μόνου ἐστὶ ταῦτα μετὰ αὐθεντίας ἐπαγγέλλεσθαι, φησί· Πρὶν ἀλέκτορα φωνῆσαι· τουτέστι, νῦν. Οὐδὲ γὰρ ἦν πολὺ τὸ διάστημα· ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. Τοῦτο λέγει, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκούσαντας ταράττεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ φωνῆς ἀλέκτορος τρὶς ἀπαρνήσεσθαι ἤκουσε· μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν, ἱκανὴν καὶ τὰς ἀδαμαντίνους περιτρέψαι ψυχάς. Ἐπεὶ οὖν ταῦτα λογιζομένους εἰκὸς ἦν αὐτοὺς καὶ ἐκστῆναι, ὅρα πῶς αὐτοὺς παραμυθεῖται, Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, λέγων· τούτῳ πρώτῳ τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα οἶδε καὶ εἰς μέσον ἄγει. Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· τουτέστι, πάντα παρελεύσεται τὰ δεινά. Ἡ γὰρ εἰς ἐμὲ πίστις καὶ τὸν γεγεννηκότα δυνατωτέρα τῶν ἐπιόντων ἐστὶ, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Εἶτα ἐπάγει· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥσπερ τὸν Πέτρον ἀλύοντα παραμυθεῖται λέγων· Ἀκολουθήσεις δὲ ὕστερον· οὕτω καὶ τούτοις ταύτην τὴν ἐλπίδα ὑποφαίνει. Ἵνα γὰρ μὴ νομίσωσιν ἐκείνῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, φησίν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν, Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· τουτέστιν, ὅτι καὶ ὑμᾶς ἐκεῖνος ὁ χῶρος δέξεται ὁ καὶ τὸν Πέτρον. Ἀφθονία γὰρ ἐκεῖ πολλὴ καταγωγίων, καὶ οὐκ ἔνι εἰπεῖν ὅτι ἑτοιμασίας δεῖται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἵνα μὴ νομίσωσιν εἰς τέλος ἐκκεκόφθαι, ἐπήγαγεν· Ἵνα, ὅπου ἐγώ εἰμι, καὶ ὑμεῖς ἐκεῖ ἦτε. Τοσαύτην ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἂν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. δεικνὺς ὅτι σφόδρα αὐτοὺς χρὴ θαῤῥεῖν καὶ πεποιθέναι.

βʹ. Εἶτα ἵνα μὴ δόξῃ ὥσπερ ψυχαγωγῶν αὐτοὺς λέγειν, ἀλλὰ πιστεύσωσιν ὅτι οὕτως ἐστὶν, ἐπάγει· Καὶ ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Ὁρᾷς πῶς δίδωσιν αὐτοῖς ἀπόδειξιν τοῦ μὴ ἁπλῶς ταῦτα εἰρῆσθαι; Τοῦτο δὲ λέγει, ἐπεὶ συνεῖδεν αὐτῶν τὴν ψυχὴν τοῦτο λοιπὸν ζητοῦσαν μαθεῖν. Ὁ μὲν γὰρ Πέτρος οὐχ ὑπὲρ τοῦ μαθεῖν, ἀλλ' ὥστε ἀκολουθῆσαι, ἔλεγεν ὅπερ ἔλεγεν. Ἐπειδὴ δὲ ἐπετιμήθη ἐκεῖνος, καὶ ὃ τέως ἀδύνατον ἐδόκει εἶναι, δυνατὸν αὐτὸς ἀπεφήνατο, ἀδύνατον δὲ φανὲν, εἰς ἐπιθυμίαν αὐτὸν ἤγαγε τοῦ γνῶναι μετὰ ἀκριβείας αὐτό· διὰ τοῦτο τούτοις φησί· Καὶ τὴν ὁδὸν οἴδατε. Ὥσπερ γὰρ εἰπὼν, Ἀπαρνήσῃ με, μηδενὸς μηδὲν προφθεγξαμένου, καὶ τὰ ἐν τῇ καρδίᾳ ἐρευνῶν ἔλεγε, Μὴ ταράττεσθε· οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Οἴδατε, τὴν ἐπιθυμίαν ἐδήλου τὴν ἐν τῇ διανοίᾳ αὐτῶν, καὶ αὐτὸς αὐτοῖς δίδωσι πρόφασιν τοῦ ἐρωτῆσαι. Τὸ δὲ, Ποῦ ὑπάγεις; Πέτρος μὲν ἀπὸ φιλοστοργίας πολλῆς, Θωμᾶς δὲ ἀπὸ δειλίας λέγει. Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τὸν τόπον οὐκ ἴσμεν, φησί· καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν πῶς εἰσόμεθα; Καὶ ὅρα μεθ' ὅσης ὑποστολῆς. Οὐ γὰρ εἶπεν, Εἰπὲ ἡμῖν τὸν τόπον· ἀλλ', Οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τοῦτο γὰρ πάλαι πάντες μαθεῖν ὤδινον. Εἰ γὰρ Ἰουδαῖοι διηπόρουν ἀκούοντες, καίτοι γε ἀπαλλαγῆναι αὐτοῦ βουλόμενοι, πολλῷ μᾶλλον οἱ μηδέποτε αὐτοῦ χωρισθῆναι βουλόμενοι μαθεῖν ἤθελον. Ἐδεδοίκεισαν μὲν οὖν αὐτὸν ἐρωτῆσαι, ἐρωτῶσι δὲ ὅμως, ἀπό τε τοῦ πολλοῦ πόθου καὶ τῆς ἀγωνίας. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τί οὖν οὐκ εὐθέως ἐρωτηθεὶς παρὰ τοῦ Πέτρου, Ποῦ ὑπάγεις; εἶπεν, Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι· ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν νῦν· ἀλλὰ τοσούτων ἐνέβαλεν λόγων περίοδον, ἐρωτήσεις καὶ ἀποκρίσεις συντιθείς, Ἰουδαίοις μὲν γὰρ εἰκότως τοῦτο οὐκ ἔλεγε· τούτοις δὲ διατί; Εἶπε μὲν καὶ τούτοις καὶ Ἰουδαίοις, ὅτι ἐκ τοῦ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει· καὶ νῦν δὲ αὐτὸ λέγει σαφέστερον ἢ πρότερον. Ἄλλως δὲ, καὶ Ἰουδαίοις μὲν σαφῶς οὕτως οὐκ εἶπεν. Εἰ γὰρ εἶπεν, ὅτι Οὐ δύνασθε πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ, εὐθέως ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν· νῦν δὲ ἀποκρύψας, εἰς ἀγωνίαν αὐτοὺς ἐνέβαλεν. Καὶ τοῖς μαθηταῖς δὲ τίνος ἕνεκεν οὕτως εἶπε, φησὶ, καὶ τῷ Πέτρῳ; Ἤδει αὐτοῦ πολλὴν προθυμίαν, καὶ ὅτι μᾶλλον ἐντεῦθεν ἐπικείσεται ἐνοχλῶν. Ὥστε οὖν αὐτὸν ἀπαγαγεῖν, κρύπτει. Κατορθώσας δὲ ὅπερ ἐβούλετο διὰ τῆς ἀσαφείας καὶ τοῦ κρύψαι τὸν λόγον, πάλιν αὐτὸ ἐκκαλύπτει. Εἰπὼν γὰρ, ὅτι Ὅπου εἰμὶ, οὐδεὶς δύναται ἐλθεῖν, ἐπήγαγεν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσι· καὶ πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τοῦτο οὖν οὐκ ἐβούλετο αὐτοῖς παρὰ τὴν ἀρχὴν εἰπεῖν, ὥστε μὴ εἰς πλείονα ἀθυμίαν ἐμβαλεῖν· ἐπειδὴ δὲ αὐτοὺς κατεπράϋνε, τότε λέγει. Ἀπὸ γὰρ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου τὸ πολὺ τῆς ἀθυμίας ἐξέβαλεν, εἰς φόβον τε ἐμπεσόντες μήποτε τὰ αὐτὰ ἀκούσωσι, κατεστέλλοντο μᾶλλον. Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο ἀπόδειξις τοῦ, Οὐδεὶς ἔρχεται εἰ μὴ δι' ἐμοῦ· τὸ δὲ, Καὶ ἀλήθεια καὶ ἡ ζωὴ, τοῦ, ὅτι πάντως ταῦτα ἔσται. Οὐδὲν τοίνυν παρ' ἐμοῦ ψεῦδος, εἰ ἀλήθεια· εἰ δὲ καὶ ζωὴ, οὔτε αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν. Ἄλλως δὲ, εἰ Ἐγώ εἰμι ἡ ὁδὸς, οὐ δεήσεσθε τοῦ χειραγωγοῦντος· εἰ δὲ καὶ ἡ ἀλήθεια, οὐ ψεῦδος τὰ λεγόμενα· εἰ δὲ καὶ ζωὴ, κἂν ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων. Τὸ μὲν οὖν τῆς ὁδοῦ καὶ συνῆκαν καὶ ὡμολόγησαν· τὰ δὲ λοιπὰ ἠγνόουν· οὐ μὴν ἐτόλμων εἰπεῖν ἅπερ ἠγνόουν. Ἀλλ' ὅμως πολλὴν ἀπὸ τῆς ὁδοῦ τὴν παραμυθίαν ἔλαβον. Εἰ τοίνυν ἐγὼ κύριός εἰμι, φησὶ, τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, πάντως ἥξετε ἐκεῖ. Οὐδὲ γὰρ ἔστιν ἑτέραν ἐλθεῖν ὁδόν. Εἰπὼν δὲ ἔμπροσθεν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ πάλιν, Ἐὰν ἐγὼ ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ νῦν πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ, δείκνυσιν ἴσον ἑαυτὸν τῷ γεγεννηκότι. Πῶς δὲ εἰπὼν, Ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε, ἐπήγαγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτόν; Οὐχὶ ἐναντιολογῶν· ᾔδεσαν μὲν γὰρ αὐτὸν, οὐχ οὕτω δὲ ὡς ἐχρῆν. Θεὸν μὲν γὰρ ᾔδεσαν, Πατέρα δὲ οὐδέπω ὕστερον γὰρ τὸ Πνεῦμα ἐπελθὸν, πᾶσαν ἐν αὐτοῖς κατεσκεύασε τὴν γνῶσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδειτε τὴν ἐμὴν οὐσίαν καὶ τὴν ἀξίαν, καὶ τὴν τοῦ Πατρὸς ᾔδειτε. Καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν (τὸ μὲν μέλλοντος, τὸ δὲ παρόντος)· τουτέστιν, δι' ἐμοῦ. Ὄψιν δὲ λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Τοὺς μὲν γὰρ ὁρωμένους δυνάμεθα καὶ ὁρᾷν καὶ ἀγνοεῖν· τοὺς δὲ γινωσκομένους οὐ δυνάμεθα γινώσκειν καὶ ἀγνοεῖν. ∆ιὰ τοῦτό φησι· Καὶ ἑωράκατε αὐτόν· ὥσπερ φησὶν, Ὤφθη καὶ ἀγγέλοις. Καίτοι γε οὐκ αὐτὴ ἡ οὐσία ὤφθη· ἀλλ' ὅμως φησὶν ὦφθαι, δηλαδὴ ὡς ἐκείνοις ἰδεῖν δυνατόν. Οὕτω δὲ εἴρηται, ἵνα μάθῃς ὅτι ὁ αὐτὸν ἑωρακὼς, τὸν γεγεννηκότα οἶδεν. Ἐθεάσαντο δὲ αὐτὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον. Οἶδε δὲ ἀλλαχοῦ καὶ τὴν ὄψιν γνῶσιν λέγειν· ὡς ὅταν λέγῃ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαροὺς δὲ, οὐχὶ τοὺς πορνείας ἀπηλλαγμένους, ἀλλὰ τοὺς πάντων ἁμαρτημάτων φησί· πᾶσα γὰρ ἁμαρτία ῥύπον ἐντίθησι τῇ ψυχῇ.

γʹ. Πάντα τοίνυν πράττωμεν, ὥστε ἀποσμῆξαι τὴν ῥυπαρίαν. Ἀποσμήχει δὲ πρῶτον τὸ λουτρόν· ὕστερον δὲ καὶ ἕτεραι ὁδοὶ πολλαὶ καὶ παντοδαπαί. Φιλάνθρωπος γὰρ ὢν ὁ Θεὸς καὶ μετὰ ταῦτα ἔδωκεν ἡμῖν ὁδοὺς ποικίλης ἀπαλλαγῆς· ὧν πρώτη πασῶν ἐστιν ἡ διὰ τῆς ἐλεημοσύνης. Ἐλεημοσύναις γὰρ, φησὶ, καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Ἐλεημοσύνην δὲ οὐ τὴν ἐξ ἀδικίας λέγω· τοῦτο γὰρ οὐδὲ ἐλεημοσύνη, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία. Τί γὰρ ὄφελος ἐκδῦσαι ἕτερον, καὶ ἐνδῦσαι ἕτερον; Ἀπὸ γὰρ οἴκτου τοῦ πράγματος ἄρχεσθαι δεῖ· τοῦτο δὲ ἀπανθρωπία. Κἂν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν Θεὸν, οὐκ εἰδότες ὅτι μᾶλλον αὐτὸν παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ γε ὄνον νεκρὸν καὶ σεσηπότα ἀπὸ τῆς τριόδου καὶ τῶν ἀμφόδων ἑλκύσας ἐπὶ τὸ θυσιαστήριον ἔφερες, ἆρα οὐκ ἂν ἅπαντές σε κατέλευσαν ὡς ἐναγῆ καὶ μυσαρόν; Τί οὖν, ἐὰν ἐλέγξω, ὅτι ἡ θυσία ἡ ἐξ ἁρπαγῆς μυσαρωτέρα τούτου, ποίας τευξόμεθα ἀπολογίας; Θῶμεν γάρ τι κειμήλιον γεγενῆσθαι ἐξ ἁρπαγῆς· οὐχὶ ὄνου τεθνηκότος μᾶλλον ὄδωδε; Βούλει μαθεῖν πόση τῆς ἁμαρτίας ἡ σηπεδών ἐστιν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Σὺ δὲ διὰ μὲν ῥημάτων τὸν Θεὸν ἀξιοῖς ἐπιλαθέσθαι ὧν ποιεῖς κακῶν· αὐτὸς δὲ δι' ὧν ποιεῖς ἁρπάζων καὶ πλεονεκτῶν, καὶ παρασκευάζεις μεμνῆσθαι διηνεκῶς, ἐπιτιθείς σου τὴν ἁμαρτίαν ἐπὶ τὸ θυσιαστήριον. Νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἁμάρτημα, ἀλλὰ καὶ τὸ τούτου χαλεπώτερον, ὅτι τὰς τῶν ἁγίων μολύνεις ψυχάς. Τοῦτο μὲν γὰρ λίθος ἐστὶ, καὶ ἁγιάζεται· ἐκεῖναι δὲ διὰ παντὸς αὐτὸν φέρουσι τὸν Χριστόν· καὶ τολμᾷς ἐκεῖ πέμπειν ἀπὸ τοιαύτης ἀκαθαρσίας; Οὐχὶ, φησίν· οὐκ αὐτὰ τὰ χρήματα, ἀλλ' ἕτερα. Γέλως ταῦτα καὶ λῆρος. Οὐκ οἶδας, ὅτι κἂν εἰς πολὺ πλῆθος χρημάτων τῆς ἀδικίας ἐμπέσῃ ῥανὶς, πάντα μολύνεται; Καθάπερ οὖν εἰς πηγὴν καθαρὰν κόπρον τις ἐμβαλὼν, πᾶσαν αὐτὴν ἀκάθαρτον εἰργάσατο· οὕτω καὶ ἐν πλούτῳ πλεονεξία τις εἰσελθοῦσα, πάντα ἀποπνεῖν ποιεῖ τῆς ἐκεῖθεν δυσωδίας. Εἶτα χεῖρας μὲν νιπτόμεθα, εἰς ἐκκλησίαν εἰσιόντες· τὴν δὲ καρδίαν οὐκέτι; Μὴ γὰρ αἱ χεῖρες φωνὴν ἀφιᾶσιν; Ἡ ψυχὴ προφέρει τὰ ῥήματα εἰς ἐκείνην ὁ Θεὸς καθορᾷ· οὐδὲν δεῖ τῆς τοῦ σώματος καθαρότητος, ἐκείνης μεμολυσμένης Τί γὰρ ὄφελος, ἂν τὰς ἔξωθεν μὲν χεῖρας ἀποσμήξῃς, τὰς δὲ ἔνδον ἀκαθάρτους ἔχῃς; Τὸ γὰρ δεινὸν καὶ πάντα ἀνατρέπον, τοῦτό ἐστι, ὅτι τὰ μικρὰ δεδοικότες, τῶν μεγάλων καταφρονοῦμεν. Τὸ μὲν οὖν ἀνίπτοις χερσὶν εὔξασθαι, ἀδιάφορον· τὸ δὲ ἀνίπτῳ διανοίᾳ, τοῦτό ἐστι τὸ πάντων ἔσχατον τῶν κακῶν. Ἄκουσον καὶ Ἰουδαίοις τοῖς περὶ τὰς τοιαύτας ἀκαθαρσίας ἠσχολημένοις, τί εἴρηται· Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Ἕως πότε ἔσονταί σοι διαλογισμοὶ πόνων σου; Ἀποπλύνωμεν καὶ ἡμεῖς, μὴ βορβόρῳ, ἀλλ' ὕδατι καθαρῷ, ἐλεημοσύνῃ, καὶ μὴ πλεονεξίᾳ. Πρῶτον ἀπαλλάγηθι τοῦ ἁρπάζειν, καὶ τότε ἐπίδειξαι τὴν ἐλεημοσύνην. Ἐκκλίνωμεν ἀπὸ κακοῦ, καὶ ποιήσωμεν ἀγαθόν. Στῆσον τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ οὕτως αὐτὰς ἐπὶ τὴν ἐλεημοσύνην ἄγε. Ἂν δὲ ταῖς αὐταῖς ἄλλους ἀποδύσωμεν, εἰ καὶ μὴ τοῖς ἐξ ἐκείνων ἀφῃρημένοις ἐνδύωμεν, οὐδὲ οὕτω διαφεύγομεν τὴν κόλασιν. Ἡ γὰρ ὑπόθεσις τοῦ ἱλασμοῦ πάσης πλημμελείας ὑπόθεσις γίνεται. Τοῦ γὰρ οὕτως ἐλεεῖν τὸ μὴ ἐλεεῖν κρεῖττον. Ἐπεὶ καὶ τῷ Κάϊν βέλτιον ἦν μηδὲ ὅλως προσενεγκεῖν. Εἰ δὲ ὁ τὰ ἐλάττω κομίσας, τὸν Θεὸν παρώξυνεν· ὁ τὰ ἀλλότρια διδοὺς, πῶς οὐ παροξυνεῖ; Ἐγώ σοι εἶπον, φησὶ, μὴ ἁρπάζειν· καὶ σύ με ἐξ αὐτῶν τιμᾷς; τί νομίζεις; ὅτι ἥδομαι τούτοις; Οὐκοῦν ἐρεῖ πρὸς σέ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Ἀλλὰ μὴ γένοιτο μηδένα ταύτης ἀκοῦσαι τῆς φωνῆς, ἀλλ' ἐλεημοσύνην καθαρὰν ἐργασαμένους, καὶ λαμπρὰς τὰς λαμπάδας ἔχοντας, οὕτως εἰς τὸν νυμφῶνα εἰσελθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ο∆ʹ. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰη σοῦς Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.

αʹ. Ὁ μὲν προφήτης ἔλεγεν Ἰουδαίοις· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Ὡς ἔοικε δὲ, οὐκ ἐκείνῃ τῇ πόλει δίκαιον μόνον ταῦτα εἰπεῖν, ἀλλὰ καὶ τοῖς ἀναισχύντως πρὸς τὴν ἀλήθειαν ἀντιβλέπουσι. Τοῦ γὰρ Φιλίππου πρὸς τὸν Χριστὸν εἰπόντος, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου, φησί· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Καὶ ὅμως τινές εἰσι καὶ μετὰ τὰ ῥήματα ταῦτα ἀποσχίζοντες τοῦ γεγεννηκότος τὸν Υἱόν. Καίτοι ποίαν μείζω ταύτης ζητεῖς ἐγγύτητα; Τινὲς γὰρ ἐκ τῆς ῥήσεως ταύτης καὶ εἰς τὴν Σαβελλίου νόσον ἐνέπεσον. Ἀλλὰ καὶ τούτους καὶ ἐκείνους ἀφέντες ἡμεῖς, ὡς ἐκ διαμέτρου παρανομοῦντας, ἴδωμεν τῶν εἰρημένων τὴν ἀκρίβειαν. Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε, φησί; Τί γάρ; σὺ εἶ ὁ Πατὴρ ὃν ἐπιζητῶ; Οὐχὶ, φησί. ∆ιὰ τοῦτο οὐδὲ εἶπεν, Οὐκ ἔγνωκας αὐτόν· ἀλλ', Οὐκ ἔγνωκάς με· οὐδὲν ἄλλο ἐμφαίνων, ἢ ὅτι οὐδὲν ἕτερόν ἐστιν ὁ Υἱὸς, ἢ τοῦτο ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων ἐν τῷ εἶναι Υἱός. Πόθεν δὲ ἐπὶ τοῦτο ἦλθεν ὁ Φίλιππος; Ἔλεγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν· καὶ τοῖς Ἰουδαίοις πολλάκις εἶπεν τοῦτο. Ἐπεὶ οὖν ἠρώτησεν αὐτὸν ὁ Πέτρος πολλάκις, καὶ Ἰουδαῖοι, τίς ἐστιν ὁ Πατὴρ, ἠρώτησεν αὐτὸν καὶ ὁ Θωμᾶς, καὶ οὐδεὶς οὐδὲν ἔμαθε σαφὲς, ἀλλ' ἔτι ἠγνοεῖτο τὰ λεγόμενα, ἵνα μὴ δόξῃ προσκορὴς εἶναι ὁ Φίλιππος, καὶ διενοχλεῖν αὐτὸν μετὰ τοὺς Ἰουδαίους ἐρωτῶν καὶ αὐτὸς, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου, ἐπήγαγε, καὶ ἀρκεῖ ἡμῖν· οὐδὲν πλέον ζητοῦμεν. Καίτοι ὁ Χριστὸς ἔλεγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ δι' ἑαυτοῦ τὸν Πατέρα ἐδήλου· ὁ δὲ ἀντέστρεψε τὴν τάξιν, καί φησι· Τὸν Πατέρα δεῖξον, ὡς αὐτὸν εἰδὼς ἀκριβῶς. Ἀλλ' οὐκ ἀνέχεται αὐτοῦ ὁ Χριστὸς, ἀλλ' ἐπὶ τὴν ὁδὸν αὐτὸν ἵστησι, δι' αὐτοῦ τὸν Πατέρα μανθάνειν πείθων· αὐτὸς δὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς τούτοις ἐβούλετο ἰδεῖν, ἴσως περὶ τῶν προφητῶν ἀκούων, ὅτι εἶδον τὸν Θεόν. Ἀλλὰ συγκατάβασις ἦν ἐκεῖνα, ὦ Φίλιππε. ∆ιὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ πάλιν, Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Θεοῦ, καὶ μαθὼν, ἔρχεται πρός με. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καὶ ἐν τῇ Παλαιᾷ, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Τί οὖν ὁ Χριστός; Σφόδρα ἐπιτιμητικῶς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Καὶ οὐκ εἶπεν, Οὐκ εἶδές με, ἀλλ', Οὐκ ἔγνωκάς με. Μὴ γάρ σε βούλομαι, φησὶ, μαθεῖν; Τὸν Πατέρα σου ἰδεῖν ζητῶ νῦν· σὺ δέ μοι λέγεις, Οὐκ ἔγνωκάς με; ποίαν οὖν ἀκολουθίαν ἔχει τοῦτο; Πολλὴν μὲν οὖν. Ἐπειδὴ γὰρ τοῦτό ἐστιν, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱὸς, εἰκότως ἐν αὐτῷ δείκνυσι τὸν γεγεννηκότα. Εἶτα διαιρῶν τὰς ὑποστάσεις, φησίν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, ἵνα μή τις εἴπῃ, ὅτι αὐτὸς Πατὴρ, αὐτὸς Υἱός. Εἰ γὰρ αὐτὸς ἦν ὁ Πατὴρ, οὐκ ἂν εἶπεν, Ὁ ἑωρακὼς ἐμὲ, ἐκεῖνον ἑώρακε Πῶς δὲ οὐκ εἶπεν αὐτῷ, Ἀδύνατα αἰτεῖς, καὶ οὐ κατὰ ἄνθρωπον; ἐμοὶ γὰρ μόνῳ τοῦτο δυνατόν. Ἐπειδὴ εἶπεν, Ἀρκεῖ ἡμῖν, ὡς αὐτὸν εἰδὼς, δείκνυσιν ὅτι οὐδὲ αὐτὸν ἑώρακεν. Ἦ γὰρ ἂν κἀκεῖνον εἶδεν, εἰ καὶ αὐτὸν ἠδυνήθη. ∆ιόπερ ἔλεγεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἴ τις ἐμὲ εἶδε, κἀκεῖνον ὄψεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν ἰδεῖν. Ὁ γὰρ Φίλιππος τὴν δι' ὄψεως ἐζήτει γνῶσιν· καὶ ἐπειδὴ αὐτὸν μὲν ἑωρακέναι ἐνόμιζεν, ἐβούλετο δὲ καὶ τὸν Πατέρα οὕτως ἰδεῖν, δείκνυσιν ὅτι οὐδὲ αὐτὸν εἶδεν. Εἰ δὲ λέγοι τις ὄψιν ἐνταῦθα τὴν γνῶσιν, οὐδὲ τούτῳ ἀντιλέγω. Ὁ γὰρ ἐμὲ γνοὺς, φησὶν, ἔγνω τὸν Πατέρα. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλὰ τὸ ὁμοούσιον παραστῆσαι βουλόμενος εἶπεν· Ὁ τὴν ἐμὴν οὐσίαν εἰδὼς, οἶδε καὶ τὴν τοῦ Πατρός. Καὶ τί τοῦτο; φησί. Καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε καὶ τὸν Θεόν. Καίτοι πάντες ἴσασι τὴν κτίσιν καὶ ἑωράκασι· τὸν δὲ Θεὸν οὐκ ἴσασι πάντες. Ἄλλως δὲ, ἴδωμεν τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν. Ἆρα τὴν σοφίαν τοῦ Πατρός; ἆρα τὴν ἀγαθότητα; Οὐχί· ἀλλὰ αὐτὸ τὸ τί ποτέ ἐστιν ὁ Θεὸς, αὐτὴν τὴν οὐσίαν. Πρὸς τοῦτο οὖν ἀποκρίνεται ὁ Χριστός· Ὁ ἑωρακὼς ἐμέ. Ὁ δὲ τὴν κτίσιν ἰδὼν, οὐχὶ καὶ τοῦ Θεοῦ τὴν οὐσίαν εἶδεν. Εἴ τις εἶδεν ἐμὲ, τὸν Πατέρα μου εἶδε. φησίν. Εἰ δὲ ἑτέρας οὐσίας ἦν, οὐκ ἂν τοῦτο εἶπεν. Ἵνα δὲ καὶ παχυτέρου ἅψωμαι λόγου, οὐδεὶς χρυσὸν ἀγνοῶν, ἐν ἀργύρῳ τοῦ χρυσίου τὴν οὐσίαν ἰδεῖν δύναται· οὐ γὰρ ἄλλη δι' ἄλλης φαίνεται φύσις. ∆ιὰ τοῦτο καὶ καλῶς ἐπετίμησεν εἰπών· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι. Τοσαύτης ἀπέλαυσας διδασκαλίας, εἶδες σημεῖα μετὰ αὐθεντίας, καὶ πάντα ἅπερ θεότητος ἦν ἴδια, καὶ ἃ ὁ Πατὴρ μόνος ἐργάζεται, ἁμαρτήματα λυόμενα, ἀπόῤῥητα εἰς μέσον ἀγόμενα, θάνατον ἀναχωροῦντα, δημιουργίαν ἀπὸ γῆς γινομένην, Καὶ οὐκ ἔγνωκάς με; βʹ. Ἐπειδὴ γὰρ σάρκα περιέκειτο, διὰ τοῦτο εἶπεν, Οὐκ ἔγνωκάς με. Εἶδες τὸν Πατέρα; Μὴ ζήτει πλέον ἰδεῖν· ἐν ἐκείνῳ γάρ με ἑώρακας. Εἰ εἶδές με, μηδὲν περιεργάζου· καὶ γὰρ ἐν ἐμοὶ ἐκεῖνον ἔγνως. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρί; Τουτέστιν, Ἐν ἐκείνῃ τῇ οὐσίᾳ φαίνομαι. Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ. Εἶδες ἐγγύτητος ὑπερβολὴν, καὶ μιᾶς οὐσίας ὑπόδειγμα; Ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πῶς ἀπὸ ῥημάτων ἀρξάμενος, ἐπὶ τὰ ἔργα ἦλθε; Τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Αὐτὸς λαλεῖ τὰ ῥήματα· ἀλλὰ δύο τίθησιν ἐνταῦθα, περὶ διδασκαλίας καὶ σημείων· ἢ ἐπειδὴ καὶ τὰ ῥήματα ἔργα ἦν. Πῶς οὖν αὐτὸς ποιεῖ; Καὶ μὴν ἀλλαχοῦ φησιν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· πῶς οὖν ἐνταῦθα τὸν Πατέρα φησὶ ποιεῖν; Τὸ αὐτὸ τοῦτο δηλῶν, ὅτι οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἂν ἄλλως ἐποίησεν ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ· καὶ μὴν ἀλλαχοῦ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἐργάζεται, λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἐκεῖ μὲν τὸ ἀπαράλλακτον τῶν ἔργων, ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδεικνύμενος. Εἰ δὲ ἡ πρόχειρος τῶν λέξεων ἔμφασις ταπεινότητα ἐμφαίνει, μὴ θαυμάσῃς. Πρότερον γὰρ εἰπὼν, Οὐ πιστεύεις, τότε τοῦτο ἐφθέγξατο· δεικνὺς, ὅτι ὑπὲρ τοῦ εἰς πίστιν αὐτὸν ἀγαγεῖν οὕτως ἐσχημάτισε τὰ ῥήματα. Τὰς γὰρ καρδίας αὐτῶν ἐνεβάτευε. Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Ἔδει μὲν ὑμᾶς ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγενείας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Καὶ τὸ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου, εἰ περὶ ἔργων ἐλέγετο, οὐκ ἂν ὕστερον εἶπεν· Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Εἶτα δεικνὺς, ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων μείζονα, μεθ' ὑπερβολῆς αὐτὰ τίθησιν. Οὐ γὰρ λέγει, ὅτι Καὶ μείζονα τούτων δύναμαι ποιῆσαι· ἀλλ', ὃ πολλῷ θαυμαστότερον ἦν, Καὶ ἑτέροις δύναμαι δοῦναι, φησὶ, καὶ μείζονα ποιῆσαι τούτων. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι πρὸς τὸν Πατέρα πορεύομαι. Τουτέστιν, Ὑμῶν ἐστὶ λοιπὸν τὸ θαυματουργεῖν· ἐγὼ γὰρ ἀπέρχομαι. Εἶτα ἐπειδὴ ἤνυσεν ὅπερ ὁ λόγος ἐβούλετο, φησὶν, ὅτι Ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε, καὶ ἐγὼ τοῦτο ποιήσω, ἵνα ἐν ἐμοὶ δοξασθῇ ὁ Πατήρ. Ὁρᾷς πῶς πάλιν αὐτὸς ποιεῖ τοῦτο; Ποιήσω γὰρ, φησὶν, ἐγώ. Καὶ οὐκ εἶπεν, Ἀξιῶ τὸν Πατέρα· ἀλλ', Ἵνα δοξασθῇ ἐν ἐμοὶ ὁ Πατήρ. Καὶ μὴν ἀλλαχοῦ ἔλεγεν· Ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ· ἐνταῦθα δὲ, Αὐτὸς δοξάσει τὸν Πατέρα. Ὅταν γὰρ ὁ Υἱὸς φαίνηται μεγάλα δυνάμενος, δοξασθήσεται ὁ γεγεννηκώς. Τί δέ ἐστιν, Ἐν τῷ ὀνόματί μου; Ὅπερ οἱ ἀπόστολοι ἔλεγον, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Πάντα γὰρ τὰ σημεῖα, ἅπερ ἐποίησαν, αὐτὸς ἐνήργει, Καὶ χεὶρ Κυρίου ἦν μετ' αὐτῶν. Ἐγὼ ποιήσω, φησίν. Ὁρᾷς αὐθεντίαν; τὰ δι' ἄλλων αὐτὸς ποιεῖ· τὰ δὲ δι' αὐτοῦ οὐκ ἰσχύει, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἐνεργούμενος; Καὶ τίς ἂν ταῦτα εἴποι; Τίνος δὲ ἕνεκεν δεύτερον αὐτὸ τίθησι; Βεβαιῶν τὸν ἑαυτοῦ λόγον, καὶ δεικνὺς ὅτι τὰ πρότερα συγκαταβάσεως ἦν. Τὸ δὲ, Πρὸς τὸν Πατέρα πορεύομαι, τοῦτό ἐστιν· Οὐκ ἀπολοῦμαι, ἀλλ' ἐπὶ τῆς οἰκείας ἀξίας μένω, καὶ ἐν τοῖς οὐρανοῖς εἰμι. Πάντα δὲ ταῦτα παραμυθούμενος αὐτοὺς ἔλεγεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μηδέπω τοὺς περὶ τῆς ἀναστάσεως εἰδότας λόγους ἐννοεῖν τι σκυθρωπὸν, ἑτέροις ἐπαγγέλλεται τοιαῦτα δώσειν αὐτοὺς, πανταχοῦ θεραπεύων αὐτοὺς, καὶ δεικνὺς ὅτι μένει διηνεκῶς, καὶ οὐ μένει μόνον, ἀλλὰ καὶ μείζονα ἐπιδείξεται δύναμιν.

γʹ. Ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ λάβωμεν τὸν σταυρόν. Εἰ γὰρ καὶ μὴ πάρεστι διωγμὸς, ἀλλ' ἑτέρου πάρεστι θανάτου καιρός. Νεκρώσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Σβέσωμεν οὖν ἐπιθυμίαν, ἀποκτείνωμεν θυμὸν, ἀνέλωμεν φθόνον. Τοῦτό ἐστι θυσία ζῶσα. Οὐκ εἰς τέφραν αὕτη ἡ θυσία τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαχεῖται, οὐδὲ ξύλων δεῖται, καὶ πυρὸς, καὶ μαχαίρας. Ἔχει γὰρ πῦρ καὶ μάχαιραν, τὸ Πνεῦμα τὸ ἅγιον. Ταύτῃ χρησάμενος τῇ μαχαίρᾳ, περίτεμε τῆς καρδίας τὸ περιττὸν καὶ ἀλλότριον, ἄνοιξον τὸ μεμυκὸς τῆς ἀκοῆς. Τὰ γὰρ νοσήματα καὶ αἱ πονηραὶ ἐπιθυμίαι ἐμφράττειν εἰώθασι τοῦ λόγου τὴν εἴσοδον. Καὶ γὰρ χρημάτων ἐπιθυμία προτεθεῖσα οὐκ ἀφίησιν ἀκοῦσαι τὸν περὶ ἐλεημοσύνης λόγον, καὶ βασκανία παραγενομένη διατειχίζει τὴν περὶ τῆς ἀγάπης διδασκαλίαν, καὶ ἕτερον νόσημα ἐμπεσὸν πάλιν νωθροτέραν αὐτὴν κατασκευάζει πρὸς πάντα. Ἀνέλωμεν τοίνυν τὰς πονηρὰς ἐπιθυμίας. Καὶ γὰρ ἀρκεῖ θελῆσαι, καὶ πάντα ἔσβεσται. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι τυραννικὸν ὁ τῶν χρημάτων ἔρως, ἀλλ' ὅτι τῆς ἡμετέρας ῥᾳθυμίας ἡ τυραννίς. Πολλοὶ γοῦν οὐδ' ὅτι ἔστιν ἀργύριον εἰδέναι λέγουσιν. Οὐ γάρ ἐστι φυσικὴ ἡ ἐπιθυμία αὕτη. Αἱ γὰρ φυσικαὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς κατεβλήθησαν· χρυσὸς δὲ καὶ ἄργυρος καὶ μέχρι πολλοῦ χρόνου οὐδ' ὅ τι ποτέ ἐστι γνώριμον ἦν. Πόθεν οὖν ηὐξήθη ἡ ἐπιθυμία αὕτη; Ἀπὸ κενοδοξίας καὶ ῥᾳθυμίας ἐσχάτης. Τῶν γὰρ ἐπιθυμιῶν αἱ μέν εἰσιν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ, αἱ δὲ οὐδέτερον τούτων. Οἷόν τι λέγω· ὅσαι μὴ πληρούμεναι φθείρουσι τὸ ζῶον, αὗται φυσικαὶ καὶ ἀναγκαῖαι τυγχάνουσιν· οἷον ἡ τῶν σιτίων καὶ ποτῶν, καὶ ἡ τοῦ καθεύδειν ἐπιθυμία· ὁ δὲ τῶν σωμάτων ἔρως, φυσικὸς μὲν ἔστιν, οὐκ ἀναγκαῖος δέ. Πολλοὶ γὰρ αὐτοῦ περιγεγόνασι, καὶ οὐκ ἀπώλοντο. Ἡ δὲ τῶν χρημάτων ἐπιθυμία οὔτε φυσικὴ, οὔτε ἀναγκαία, ἀλλὰ περιττή· κἂν βουλώμεθα, οὐ δεχόμεθα αὐτῆς τὴν ἀρχήν. Ἀμέλει καὶ ὁ Χριστὸς περὶ παρθενίας διαλεγόμενός φησιν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλὰ τί; Ἐὰν μή τις ἀποτάξηται αὐτοῦ πᾶσι τοῖς ὑπάρχουσι, οὐκ ἔστι μου ἄξιος. Ὃ μὲν γὰρ ἦν εὔκολον παρῄνει· ὃ δὲ ὑπερβαίνει τοὺς πολλοὺς, ἐπιτρέπει τῇ προαιρέσει. Τί τοίνυν πάσης ἀποστεροῦμεν ἑαυτοὺς ἀπολογίας; Ὁ μὲν γὰρ ὑπὸ τοῦ τυραννικωτέρου πάθους ἁλοὺς, οὐ πολλὴν δώσει δίκην· ὁ δὲ ὑπὸ τοῦ ἀσθενοῦς χειρωθεὶς, πάσης ἀπεστέρηται ἀπολογίας. Τί γὰρ ἐροῦμεν, ὅταν λέγῃ, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε; ποίαν ἕξομεν ἀπολογίαν; τὴν πενίαν προβαλούμεθα πάντως; Ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἥτις δύο ὀβολοὺς βαλοῦσα, πάντας ὑπερηκόντισεν. Οὐ γὰρ ποσότητα εἰσφορᾶς ἀπαιτεῖ ὁ Θεὸς, ἀλλὰ μέτρα γνώμης· καὶ τοῦτο δὲ τῆς αὐτοῦ κηδεμονίας. Θαυμάσαντες τοίνυν αὐτοῦ τὴν φιλανθρωπίαν, τὰ δυνατὰ συνεισενέγκωμεν· ἵνα καὶ κατὰ τὸν παρόντα βίον καὶ κατὰ τὸν μέλλοντα πολλῆς τυχόντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, δυνηθῶμεν ἀπολαῦσαι τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΕʹ. Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσα τε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό.

αʹ. Ἔργων ἡμῖν δεῖ καὶ πράξεων πανταχοῦ, οὐ τῆς διὰ ῥημάτων ἐπιδείξεως. Εἰπεῖν γὰρ καὶ ὑποσχέσθαι παντί που ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔκολον. Τί δήποτε δὲ ταῦτα εἶπον; Ὅτι πολλοὶ νῦν εἰσι λέγοντες φοβεῖσθαι τὸν Θεὸν καὶ ἀγαπᾷν, τοῖς δὲ ἔργοις τὰ ἐναντία ἐπιδείκνυνται· ὁ δὲ Θεὸς τὴν διὰ τῶν ἔργων ἀγάπην ἐπιζητεῖ. ∆ιὰ τοῦτο καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὃ ἐὰν αἰτήσητε, ἐγὼ ποιήσω, ἵνα μὴ νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με· τότε, φησὶ, ποιήσω. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς καὶ ἀκούοντας, ὅτι Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, θορυβεῖσθαι, φησίν· Οὐ τοῦτό ἐστι τὸ ἀγαπᾷν τὸ θορυβεῖσθαι νῦν, ἀλλὰ τὸ πείθεσθαι τοῖς λεγομένοις. Ἔδωκα ὑμῖν ἐντολὴν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἵνα οὕτω ποιῆτε ἀλλήλοις, καθὼς καὶ ἐγὼ ὑμῖν ἐποίησα. Τοῦτό ἐστιν ἀγάπη, τὸ πείθεσθαι τούτοις, καὶ εἴκειν τῷ ποθουμένῳ. Καὶ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν. Συγκαταβάσεως πάλιν ὁ λόγος. Ἐπειδὴ γὰρ οὐδέπω αὐτὸν ἐγνωκότας εἰκὸς ἦν σφόδρα ἐπιζητεῖν τὴν συνουσίαν ἐκείνην, τὰ ῥήματα, τὴν κατὰ σάρκα αὐτοῦ παρουσίαν, καὶ μηδεμίαν δέχεσθαι παραμυθίαν ἀπόντος· τί φησιν; Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· τουτέστιν, Ἄλλον ὡς ἐμέ. Αἰσχυνθήτωσαν καὶ οἱ τὰ Σαβελλίου νοσοῦντες, καὶ οἱ περὶ τοῦ Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντες. Καὶ γὰρ τὸ θαῦμα τοῦ λόγου τοῦτό ἐστιν, ὅτι τὰς ἐκ διαμέτρου ἑστώσας αἱρέσεις μιᾶ πληγῇ κατήνεγκε. Τῷ μὲν γὰρ εἰπεῖν, Ἄλλον, δείκνυσιν αὐτοῦ τῆς ὑποστάσεως τὴν διαφοράν· τῷ δὲ εἰπεῖν, Παράκλητον, τῆς οὐσίας τὴν συγγένειαν. ∆ιατί δέ φησιν, Ἐρωτήσω τὸν Πατέρα; Ὅτι εἰ εἶπεν, Ἐγὼ πέμψω, οὐκ ἂν ὁμοίως ἐπίστευσαν· νῦν δὲ τὸ σπουδαζόμενον τοῦτό ἐστιν, ὥστε πιστευθῆναι αὐτόν. Ὕστερον γὰρ αὐτός φησιν αὐτὸν πέμπειν, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἐνταῦθα δέ φησιν ἐρωτᾷν τὸν Πατέρα, ὥστε ἀξιόπιστον ποιῆσαι αὐτοῖς τὸν λόγον. Ἐπειδὴ ὁ Ἰωάννης φησὶ περὶ αὐτοῦ, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ὃ δὲ εἶχε, πῶς παρ' ἑτέρου λαμβάνει; Καὶ πάλιν· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τί δὲ τῶν ἀποστόλων πλεῖον εἶχεν, εἰ τὸν Πατέρα ἀξιοῦν ἔμελλεν ὥστε διδόναι ἑτέροις, ὁπότε ἐκεῖνοι πολλάκις καὶ χωρὶς εὐχῆς φαίνονται τοῦτο ποιοῦντες; πῶς δὲ, εἰ κατὰ ἀξίωσιν παρὰ τοῦ Πατρὸς πέμπεται, αὐτὸ ἀφ' ἑαυτοῦ ἐφίπταται; πῶς δὲ παρ' ἑτέρου πέμπεται τὸ πανταχοῦ παρὸν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ λέγον μετὰ αὐθεντίας· Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν; Καίτοι τῷ Θεῷ ἐλειτούργουν οἱ λειτουργοῦντες, ἀλλ' ὅμως μετὰ αὐθεντίας εἰς τὸ ἴδιον ἔργον ἐκάλεσεν· οὐχ ὅτι ἐπ' ἄλλο ἔργον ἐκάλει, ἀλλ' ἵνα τὴν ἐξουσίαν δείξῃ. Τί οὖν, φησὶν, ἐστὶν, Ἐρωτήσω τὸν Πατέρα; ∆εικνὺς τῆς παρουσίας τὸν καιρόν. Ὅτε γὰρ αὐτοὺς ἐκάθαρε διὰ τῆς θυσίας, τότε ἐπέπτη τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τί δήποτε ὄντος μετ' αὐτῶν οὐκ ἐπήρχετο; Ὅτι οὐδέπω ἦν ἡ θυσία ἀνηνεγμένη. Ἐπειδὴ δὲ λοιπὸν καὶ ἡ ἁμαρτία ἐλύθη, καὶ αὐτοὶ πρὸς κινδύνους ἐπέμποντο, καὶ πρὸς τοὺς ἀγῶνας ἀπεδύοντο, ἔδει τὸν ἀλείφοντα ἐλθεῖν. Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως μετὰ τὴν ἀνάστασιν τὸ Πνεῦμα ἔρχεται; Ἵνα ἐν πολλῇ αὐτοῦ καταστάντες ἐπιθυμίᾳ, μετὰ πολλῆς αὐτὸ δέξωνται χάριτος. Ἕως μὲν γὰρ ἦν μετ' αὐτῶν ὁ Χριστὸς, οὐκ ἦσαν ἐν θλίψει· ἐπειδὴ δὲ ἀπῆλθε, γυμνωθέντες καὶ ἐν φόβῳ πολλῷ καταστάντες, μετὰ πολλῆς ἔμελλον αὐτὸ τῆς προθυμίας δέχεσθαι. Μεθ' ὑμῶν μένει. Τοῦτο δηλοῖ, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται. Ἵνα δὲ μὴ Παράκλητον ἀκούσαντες, πάλιν ἐνσάρκωσιν ἑτέραν ὑποπτεύσωσι, καὶ ὀφθαλμοῖς προσδοκήσωσιν αὐτὸ θεωρεῖν, διορθούμενός φησιν· Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Οὐ γὰρ οὕτως ὑμῖν συνέσται ὥσπερ ἐγώ· ἀλλ' ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς· τοῦτο γάρ ἐστι τὸ, Ἐν ὑμῖν ἔσται. Πνεῦμα δὲ ἀληθείας αὐτὸ καλεῖ, διὰ τούτου τοὺς τύπους τοὺς ἐν τῇ Παλαιᾷ δηλῶν. Ἵνα μεθ' ὑμῶν ᾖ. Τί ἐστι, Μεθ' ὑμῶν ᾖ; Ὅ φησιν αὐτὸς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Ἄλλως δὲ, καὶ, ἕτερόν τι αἰνίττεται, ὅτι Οὐ πείσεται ταῦτα ἅπερ ἐγὼ, οὔτε ἀποφοιτήσει. Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Τί γὰρ, εἰπέ μοι, τῶν ἄλλων θεωρητόν; Οὐδέν. Ἀλλ' ἐνταῦθα τὴν γνῶσίν φησιν. Ἐπήγαγε γοῦν· Οὐδὲ γινώσκει αὐτό· οἶδε γὰρ καὶ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτης ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηρούς φησι, καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς τοῦ δοῦναι αὐτοῖς δῶρον ἐξαίρετον. Ὅρα πόσοις ἐπῆρε τὸν περὶ αὐτοῦ λόγον. Εἶπεν, ὅτι Ἄλλος ὡς ἐγώ ἐστιν· εἶπεν, ὅτι Οὐκ ἀφίησιν ὑμᾶς· εἶπεν, ὅτι Πρὸς ὑμᾶς μόνους ἔρχεται, ὥσπερ οὖν καὶ ἐγώ· εἶπεν, ὅτι Ἐν ὑμῖν μένει· ἀλλ' οὐδὲ οὕτω τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν. Αὐτὸν γὰρ ἐζήτουν ἔτι, καὶ τὴν συνήθειαν τὴν αὐτοῦ, τοῦτο γοῦν θεραπεύων, φησίν· Οὐδὲ ἐγὼ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Μὴ δείσητε, φησίν· οὐ διὰ τοῦτο εἶπον ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ὑμῶν εἰς τέλος ἀπανιστάμενος· οὐ διὰ τοῦτο εἶπον, ὅτι Παρ' ὑμῖν μένει, ὡς οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ καὶ αὐτὸς ἔρχομαι πρὸς ὑμᾶς. Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. Ἐπειδὴ γὰρ ἀρχόμενος ἔλεγε, Τεκνία, διὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς.

βʹ. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἔλεγεν, ὅτι Ἥξετε ὅπου ἐγὼ ὑπάγω· καὶ, ὅτι Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· ἐνταῦθα δὲ, ἐπειδὴ μακρὸς ὁ χρόνος ἐκεῖνος ἦν, δίδωσι τὸ Πνεῦμα. Ἀλλ' ἐπειδὴ μὴ εἰδότες, ὅ τι ποτὲ ἦν τὸ λεγόμενον, οὐκ εἶχον ἱκανὴν παράκλησιν, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, λέγει. Τοῦτο γὰρ μάλιστα ἐζήτουν. Ἀλλ' ἐπειδὴ τὸ, Ἔρχομαι πρὸς ὑμᾶς, δηλοῦντος ἦν παρουσίαν, ἵνα μὴ πάλιν τὴν αὐτὴν ἐπιζητῶσι παρουσίαν, οἵαν καὶ πρότερον, ὅρα πῶς αὐτὸ σαφῶς μὲν οὐκ εἶπεν, ᾐνίξατο δέ. Εἰπὼν γὰρ, Ἔτι μικρὸν, καὶ ὁ κόσμος οὐ θεωρεῖ με, ἐπήγαγεν, Ὑμεῖς δὲ θεωρεῖτέ με· ὡσανεὶ ἔλεγεν· Ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον καθ' ἑκάστην ὑμῖν ἀεὶ συγγινόμενος τὴν ἡμέραν. Καὶ ἵνα μὴ λέγωσι, Πῶς οὖν Ἰουδαίοις εἶπας· Ἀπάρτι οὐκ ὄψεσθέ με; λύει τὴν ἀντίθεσιν εἰπὼν, Πρὸς ὑμᾶς μόνους· ἐπεὶ καὶ τὸ Πνεῦμα τοιοῦτόν ἐστιν. Ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. Οὐ γὰρ δὴ ὁ σταυρὸς διίστησιν ἡμᾶς εἰς τέλος, ἀλλ' ἢ ῥοπὴν μικρὰν ἀποκρύπτει μόνον. Ζωὴν δέ μοι δοκεῖ οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν λέγειν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὑμεῖς ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν ὑμῖν. Ἐπὶ μὲν οὖν τοῦ Πατρὸς, οὐσίας ἐστίν· ἐπὶ δὲ αὐτῶν, ὁμονοίας καὶ βοηθείας τῆς παρὰ τοῦ Θεοῦ τὸ εἰρημένον. Καὶ πῶς ἔχει λόγον, εἰπέ μοι, φησί; πῶς μὲν οὖν τὸ ἐναντίον ἔχει λόγον; πολὺ γὰρ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν. Εἰ δὲ τὰ αὐτὰ κεῖται ῥήματα, μὴ θαυμάσῃς. Οἶδε γὰρ ἡ Γραφὴ πολλάκις τοῖς αὐτοῖς ῥήμασιν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων κειμένοις οὐχ ὁμοίως κεχρῆσθαι· ἐπεὶ καὶ θεοὶ λεγόμεθα, καὶ υἱοὶ Θεοῦ, καὶ οὐ τὴν αὐτὴν ἰσχὺν ἔχει τὸ ῥῆμα ἐφ' ἡμῶν καὶ τοῦ Θεοῦ κείμενον. Καὶ εἰκὼν ὁ Υἱὸς λέγεται, καὶ δόξα· καὶ ἡμεῖς· ἀλλὰ πολὺ τὸ μέσον. Καὶ πάλιν, Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ· οὐχ ὁμοίως δὲ Θεοῦ ὁ Χριστὸς, καὶ ἡμεῖς τοῦ Χριστοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ὅταν ἀναστῶ, φησὶν, εἴσεσθε ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν, καὶ ὅτι μεθ' ὑμῶν εἰμι διηνεκῶς, τῶν πραγμάτων ἀνακηρυττόντων τὴν περὶ ὑμᾶς βοήθειαν παρ' ἐμοῦ γινομένην, τῶν ἐχθρῶν κατεσταλμένων, ὑμῶν παῤῥησιαζομένων, τῶν δεινῶν ἐκ μέσου γινομένων, τοῦ κηρύγματος καθ' ἑκάστην ἀνθοῦντος τὴν ἡμέραν, πάντων εἰκόντων καὶ παραχωρούντων τῷ λόγῳ τῆς εὐσεβείας. Καθὼς ἀπέστειλέ με, κἀγὼ ἀπέστειλα ὑμᾶς. Ὁρᾷς ὅτι οὐδὲ ἐνταῦθα τὴν αὐτὴν ἰσχὺν ἡ λέξις ἔχει; Εἰ γὰρ τοῦτο οὕτως ἐκδεξόμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ ἀπόστολοι τοῦ Χριστοῦ. ∆ιατί δέ φησι, Τότε γνώσεσθε; Ὅτι τότε εἶδον αὐτὸν ἀναστάντα καὶ συνόντα αὐτοῖς· τότε τὴν ἀκριβῆ πίστιν ἔμαθον. Μεγάλη γὰρ ἡ τοῦ Πνεύματος δύναμις ἦν, ἡ πάντα αὐτοὺς παιδεύουσα. Ὁ ἔχων μου τὰς ἐντολὰς, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Οὐ γὰρ ἀρκεῖ τὸ ἔχειν μόνον, ἀλλὰ καὶ φυλακῆς ἡμῖν δεῖ ἀκριβοῦς. ∆ιατί δὲ πολλάκις αὐτοῖς τὸ αὐτὸ λέγει; οἷον· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε· καὶ, Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτάς· καὶ, Ἐάν τίς μου ἀκούσῃ τὸν λόγον, καὶ τηρήσῃ αὐτὸν, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ μὴ ἀκούων μου τοὺς λόγους, οὐκ ἀγαπᾷ με. Οἶμαι αὐτὸν αἰνίττεσθαι τὴν ἀθυμίαν αὐτῶν. Ἐπειδὴ γὰρ πολλὰ περὶ θανάτου αὐτοῖς ἐφιλοσόφησε, λέγων· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν· καὶ, Ἐὰν μή τις λάβῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· μέλλει δὲ καὶ ἕτερα πλείονα λέγειν, ὀνειδίζων αὐτούς φησιν· Νομίζετε ὑμεῖς ἐξ ἀγάπης πάσχειν τὸ λυπεῖσθαι; Τὸ μὴ λυπεῖσθαι μὲν οὖν ἀγάπης ἦν. Ὅτι δὲ τοῦτο δι' ὅλου κατασκευάσαι βούλεται, εἰς αὐτὸ προϊὼν τὸν λόγον ἀνεκεφαλαίωσεν. Εἰ γὰρ ἠγαπᾶτέ με, φησὶν, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι. Νῦν γὰρ ὑπὸ δειλίας τοῦτο πάσχετε. Τὸ δὲ οὕτω διακεῖσθαι πρὸς θάνατον, οὐκ ἔστι τῶν ἐμῶν ἐντολῶν μεμνημένους ποιεῖν· ἐχρῆν γὰρ ὑμᾶς σταυροῦσθαι, εἴ γε ὄντως ἠγαπᾶτέ με. Καὶ γὰρ ὁ ἐμὸς λόγος παραινεῖ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. Τοὺς τοιούτους καὶ ὁ Πατὴρ ἀγαπᾷ, καὶ ἐγώ. Καὶ ἐμφανίσω αὐτοῖς ἐμαυτόν. Εἶτα ὁ Ἰούδας, Καὶ τί, φησὶν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν; γʹ. Ὁρᾷς ἀπὸ δειλίας πεπιλημένην αὐτῶν τὴν ψυχήν, Συνεχύθη γὰρ καὶ ἐταράχθη, καὶ ἐνόμισεν, ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Ἵν' οὖν μὴ τοῦτο ὑποπτεύσωσιν, ἄκουσον τί φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· μονονουχὶ λέγων· Ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγώ. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, ὅτι Μονὴν παρ' αὐτῷ ποιήσομεν, ἀνεῖλε τὴν ὑποψίαν· ὅπερ ὀνειράτων οὐκ ἔστι. Σὺ δέ μοι θέα τὸν μαθητὴν καὶ θορυβούμενον καὶ οὐ τολμῶντα σαφῶς εἰπεῖν, ὅπερ εἰπεῖν ἐπεθύμει. Οὐ γὰρ εἶπεν· Οὐαὶ ἡμῖν, ὅτι ἀποθνήσκεις, καὶ ὡς οἱ τετελευτηκότες μέλλεις ἡμῖν ἐφίστασθαι· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Τί ἔστιν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ; Λέγει οὖν, ὅτι Ὑμᾶς ἀποδέχομαι, ὅτι ὑμεῖς τὴν ἐντολήν μου τηρεῖτε. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντες αὐτὸν φάντασμα νομίσωσι, διὰ τοῦτο ταῦτα προλέγει. Καὶ ἵνα μὴ οὕτως, ὡς εἶπον, νομίσωσιν αὐτοῖς φαίνεσθαι, λέγει καὶ τὴν αἰτίαν· διὰ τὸ τὰς ἐντολάς μου τηρεῖν, λέγει ὅτι καὶ τὸ Πνεῦμα οὕτω μέλλει φαίνεσθαι. Εἰ δὲ τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, οὔπω φέρουσιν ἐκείνην τὴν οὐσίαν, μᾶλλον δὲ οὐδὲ νοοῦσιν αὐτήν· τί ἂν ἔπαθον, εἰ παρὰ τὴν ἀρχὴν οὕτως αὐτοῖς ἐφάνη; ∆ιὰ τοῦτο καὶ συνεσθίει, ἵνα μὴ φάντασμα τὸ πρᾶγμα νομισθῇ Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες τοῦτο ἐνόμισαν, καίτοι τῆς αὐτῆς ὄψεως φαινομένης, καὶ οὐ πρὸ πολλοῦ διαστάντος, τί ἂν ὑπώπτευσαν, εἴ γε εἶδον αὐτὸν εὐθέως ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ ἐσπαργανωμένον; ∆ιὰ τοῦτο συνεχῶς αὐτοῖς λέγει, ὅτι φανεῖται, καὶ διατί φανεῖται καὶ πῶς, ἵνα μὴ φάντασμα νομίσωσιν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Καὶ ὁ λόγος, ὃν ἠκούσατε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με. Ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ' οὐδὲ τὸν Πατέρα ἀγαπᾷ ὁ μὴ τούτων ἀκούων τῶν λόγων. Εἰ γὰρ τοῦτο τεκμήριον ἀγάπης, τὸ ἀκούειν τῶν ἐντολῶν, αὗται δὲ τοῦ Πατρός εἰσιν, ὁ ἀκούων, οὐχὶ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα ἠγάπησε. Πῶς δὲ σὸς, καὶ οὐ σός; Τουτέστιν, ὅτι Οὐδὲν ἔξω τοῦ Πατρὸς φθέγγομαι, οὐδὲ ἴδιόν τι ἄλλο παρὰ τὸ δοκοῦν αὐτῷ. Ταῦτα ἐλάλησα ὑμῖν, παρ' ὑμῖν μένων. Ἐπειδὴ ταῦτα ἀσαφῆ ἦν, καὶ τὰ μὲν οὐδὲ συνίεσαν, τὰ δὲ πλείονα καὶ ἀμφέβαλλον, ἵνα μὴ θορυβῶνται πάλιν, μηδὲ λέγωσι, Ποίας ἐντολάς; ἀπήλλαξεν αὐτοὺς τῆς ἀγωνίας ἁπάσης, εἰπών· Ὁ δὲ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει. Τάχα ἀσαφῆ τὰ εἰρημένα νῦν ὑμῖν· ἀλλ' ἐστὶ τούτων σαφὴς διδάσκαλος ἐκεῖνος. Τὸ δὲ, Παρ' ὑμῖν μένει, αἰνιττομένου ἐστὶν, ὅτι αὐτὸς ἄπεισιν. Εἶτα ἵνα μὴ λυπῶνται, φησὶν, ὅτι ἕως ἂν παρ' αὐτοῖς μένῃ, καὶ τὸ Πνεῦμα μὴ ἔρχηται, οὐδὲν μέγα οὐδὲ ὑψηλὸν δυνήσονται συνιδεῖν. Ταῦτα δὲ λέγει παρασκευάζων αὐτοὺς γενναίως ἐνεγκεῖν αὐτοῦ τὴν ἀναχώρησιν, ὡς μεγάλων αἰτίαν ἐσομένην αὐτοῖς ἀγαθῶν. Συνεχῶς δὲ Παράκλητον καλεῖ, διὰ τὰς συνεχούσας αὐτοὺς τότε θλίψεις. Ἐπεὶ οὖν καὶ ταῦτα ἀκούοντες ἐταράττοντο ἐννοοῦντες τὰς ἐπαχθείας, τοὺς πολέμους, τὴν ἀναχώρησιν τὴν αὐτοῦ, ὅρα πῶς αὐτοὺς καταστέλλει πάλιν λέγων· Εἰρήνην ἀφίημι ὑμῖν· μονονουχὶ λέγων, Τί βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύητε πρὸς μέ; Οὐ γὰρ τοιαύτη αὕτη ἡ εἰρήνη. Ἡ μὲν γὰρ ἔξωθεν, καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος, καὶ τοὺς ἔχοντας οὐδὲν ὠφέλησεν· ἐγὼ δὲ δίδωμι τοιαύτην, ὥστε μετ' ἀλλήλων εἰρηνεύειν, ὅπερ ὑμᾶς ἰσχυροτέρους ποιεῖ. Ἀλλ' ἐπειδὴ πάλιν εἶπεν, Ἀφίημι, ὅπερ ἦν ἀναχωροῦντος, καὶ ἱκανὸν ἦν αὐτοὺς συγχεῖν, διὰ τοῦτο πάλιν φησί· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. Ὁρᾷς ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον; Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὅτι Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. Καὶ ποίαν τοῦτο αὐτοῖς χαρὰν φέρειν ἔμελλεν; ποίαν παραμυθίαν; δʹ. Τί οὖν ἐστι τὸ εἰρημένον; Οὐδέπω ᾔδεσαν περὶ τῆς ἀναστάσεως, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· (πῶς γὰρ, οἱ μηδὲ ὅτι ἀναστήσεται εἰδότες;) τὸν δὲ Πατέρα μέγαν εἶναι ἐνόμιζον. Λέγει οὖν, ὅτι Εἰ καὶ περὶ ἐμοῦ δεδοίκατε ὡς οὐκ ἀρκοῦντος ἐμαυτοῦ προστῆναι, οὐδὲ θαῤῥεῖτε ὅτι μετὰ τὸν σταυρὸν πάλιν ὑμᾶς ὄψομαι· ἀλλὰ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα ἀπέρχομαι, ἔδει χαίρειν λοιπὸν, ὅτι πρὸς τὸν μείζονα ἄπειμι, καὶ δυνατὸν πάντα λῦσαι τὰ δεινά. Ὑμεῖς ἠκούσατε, ὅτι ἐγὼ εἶπον ὑμῖν. ∆ιατί τοῦτο τέθεικεν; Ὅτι οὕτω σφόδρα θαῤῥῶ, φησὶ, τοῖς γινομένοις, ὡς καὶ προειπεῖν· οὕτως οὐ δέδοικα. Τοῦτο γοῦν καὶ μετὰ ταῦτα Εἶπον ὑμῖν πρὶν γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι· ὡσανεὶ ἔλεγε, Μὴ ᾔδειτε, εἰ μὴ ἐγὼ εἶπον; οὐκ ἂν δὲ εἶπον, εἰ μὴ ἐθάῤῥουν. Εἶδες συγκαταβάσεως τὸν λόγον ὄντα; Καὶ γὰρ ὅταν λέγῃ, ∆οκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων; πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων φθέγγεται. Οὐδὲ γὰρ ἂν ἐκεῖνο εἴποι τις ἂν, κἂν σφόδρα ᾖ μεμηνὼς ὅτι οὐκ ἐδύνατο ἑαυτῷ βοηθῆσαι, ἀλλ' ἀγγέλων ἐδεῖτο· ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ ὡς ἀνθρώπου δόξαν εἶχον, διὰ τοῦτό φησι, ∆ώδεκα λεγεῶνας ἀγγέλων. Καίτοι γε ἁπλῶς αὐτοὺς ἠρώτησε, καὶ ἔῤῥιψεν εἰς τὰ ὀπίσω. Εἰ δὲ λέγοι τις μείζονα εἶναι τὸν Πατέρα καθ' ὃ αἴτιος τοῦ Υἱοῦ, οὐδὲ τοῦτο ἀντεροῦμεν. Ἀλλ' οὐ μὴν τοῦτο ἑτέρας εἶναι τὸν Υἱὸν οὐσίας ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἕως μὲν ἂν ἐνταῦθα ὦ, εἰκὸς νομίζειν ὑμᾶς ὅτι κινδυνεύομεν· ἐὰν δὲ ἐκεῖ ἀπέλθω, θαῤῥεῖτε ὅτι ἐν ἀσφαλείᾳ ἐσμέν· ἐκείνου γὰρ οὐδεὶς περιγενέσθαι δυνήσεται. Ταῦτα δὲ πάντα πρὸς τὴν ἀσθένειαν τῶν μαθητῶν ἐλέγετο. Καὶ αὐτὸς μὲν γὰρ θαῤῥῶ, καὶ οὐ φροντίζω τοῦ θανάτου. ∆ιὰ γὰρ τοῦτο εἶπε, Ταῦτα εἶπον ὑμῖν πρὶν γενέσθαι. Ἐπειδὴ δὲ, φησὶ, ὑμεῖς οὐδέπω δύνασθε τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ ἀπὸ τοῦ Πατρὸς, ὃν ὀνομάζετε μέγαν εἶναι, εἰσάγω τὴν παράκλησιν. Παραμυθησάμενος τοίνυν αὐτοὺς, πάλιν λέγει τὰ λυπηρά· Οὐκέτι λαλήσω μεθ' ὑμῶν. ∆ιατί; Ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ ἔχει οὐδέν. Κόσμου δὲ ἄρχοντα τὸν διάβολόν φησι, καὶ τοὺς πονηροὺς ἀνθρώπους οὕτω καλῶν. Οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἂν ἐνέτρεψε πάντα καὶ κατέβαλε· ἄρχει δὲ τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ. ∆ιὰ τοῦτο καὶ ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου καλεῖ, σκότος ἐνταῦθα πάλιν τὰς πονηρὰς πράξεις καλῶν. Τί οὖν; ὁ διάβολός σε ἀναιρεῖ; Οὐδαμῶς· οὐ γὰρ ἔχει ἐν ἐμοὶ οὐδέν. Πῶς οὖν σε ἀναιροῦσιν; Ἐπειδὴ βούλομαι, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα. Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, φησὶν, οὐδὲ ὀφείλων αὐτῷ, διὰ δὲ τὴν ἀγάπην τὴν εἰς τὸν Πατέρα ὑπομένω. Τοῦτο δέ φησιν, ἵνα πάλιν αὐτῶν ἀναστήσῃ τὴν ψυχὴν, καὶ μάθωσιν ὅτι οὐκ ἄκων, ἀλλ' ἑκὼν ἐπὶ τοῦτο ἔρχεται, καὶ ὅτι καταφρονῶν τοῦ διαβόλου. Οὐ γὰρ ἤρκει τὸ εἰπεῖν, ὅτι Μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, ἀλλὰ συνεχῶς αὐτὸ στρέφει τοῦτο τὸ λυπηρὸν, εἰκότως, ἕως ἂν αὐτὸ παρ' αὐτοῖς εὐπαράδεκτον ποιήσῃ, παρυφαίνων αὐτῷ τὰ χρηστά. ∆ιὰ τοῦτο ποτὲ μὲν λέγει, Ὑπάγω καὶ ἔρχομαι· καὶ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ ὑμεῖς ἦτε; καὶ, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσετε δὲ ὕστερον· καὶ, Πρὸς τὸν Πατέρα πορεύομαι· καὶ, Ὁ Πατὴρ μείζων μού ἐστι· καὶ, Πρὶν γενέσθαι εἴρηκα ὑμῖν· καὶ, ὅτι Οὐκ ἀπὸ ἀνάγκης ταῦτα πάσχω, ἀλλὰ δι' ἀγάπην τοῦ Πατρός· ὥστε ἐννοῆσαι αὐτοὺς, ὅτι οὐκ ὀλέθριον τὸ πρᾶγμα οὐδὲ βλάβην ἔχον, εἴ γε ὥστε σφόδρα αὐτὸν ἀγαπῶν, καὶ ὁ ἀγαπώμενος παρ' αὐτοῦ οὕτω βούλεται. ∆ιὰ δὴ τοῦτο τὰ χρηστὰ ταῦτα ἀναμιγνὺς, συνεχῶς ἔλεγε καὶ τὰ λυπηρὰ, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν. Καὶ γὰρ τὸ, Παρ' ὑμῖν μένει, καὶ, ὅτι Συμφέρει ὑμῖν ἡ ἀναχώρησις, παραμυθουμένου ἦν. ∆ιὰ γάρ τοι τοῦτο προλαβὼν μυρία εἶπε περὶ τοῦ Πνεύματος, τὸ, Ἐν ὑμῖν ἐστι, καὶ, Ὁ κόσμος οὐ δύναται λαβεῖν, καὶ, Αὐτὸς ἀναμνήσει πάντα, καὶ, Πνεῦμα ἀληθείας, καὶ, Πνεῦμα ἅγιον, καὶ, Παράκλητον, καὶ, ὅτι Συμφέρει ὑμῖν· ἵνα μὴ ἀθυμῶσιν ὡς οὐδενὸς ὄντος τοῦ προστησομένου καὶ βοηθήσοντος. Συμφέρειν δὲ λέγει, δηλῶν ὅτι πνευματικοὺς αὐτοὺς ἐργάσεται.

εʹ. Τοῦτο γοῦν καὶ ὁρῶμεν γεγενημένον. Οἱ γὰρ τρέμοντες καὶ δεδοικότες, μετὰ τὸ λαβεῖν τὸ Πνεῦμα, εἰς μέσους ἥλλοντο τοὺς κινδύνους, καὶ πρὸς σίδηρον, καὶ πῦρ, καὶ θηρία, καὶ πελάγη, καὶ πρὸς πᾶσαν ἀπεδύσαντο τιμωρίαν· καὶ οἱ ἀγράμματοι καὶ ἰδιῶται μετὰ τοσαύτης διελέγοντο παῤῥησίας, ὡς ἐκπλήττειν τοὺς ἀκροωμένους. Ἀπὸ γὰρ πηλίνων σιδηροῦς αὐτοὺς ἐποίησε τὸ Πνεῦμα, καὶ πτηνοὺς εἰργάσατο, καὶ πρὸς οὐδὲν τῶν ἀνθρωπίνων καταπεσεῖν ἀφῆκεν. Τοιαύτη γὰρ ἡ χάρις ἐκείνη· κἂν ἀθυμίαν εὕρῃ, διαλύει, κἂν ἐπιθυμίαν πονηρὰν, δαπανᾷ, κἂν δειλίαν, ἐκβάλλει, καὶ οὐκ ἀφίησι λοιπὸν ἄνθρωπον εἶναι τὸν μετασχόντα αὐτοῦ, ἀλλ' ὥσπερ εἰς αὐτὸν μεταστάντα τὸν οὐρανὸν, πάντα τὰ ἐκεῖ φαντάζεσθαι παρασκευάζει. ∆ιὰ τοῦτο οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἀλλὰ προσεκαρτέρουν ταῖς εὐχαῖς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας. Τούτου γὰρ μάλιστα δεῖται τὸ Πνεῦμα τὸ ἅγιον· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος χαρὰ, εἰρήνη, πίστις, πραότης. Καὶ μὴν καὶ ἀλγοῦσι πολλάκις οἱ πνευματικοὶ, φησίν· ἀλλ' ἡ λύπη χαρᾶς ἐστιν ἡδίων. Ἐπεὶ καὶ ὁ Κάϊν ἐλυπήθη, ἀλλὰ τὴν τοῦ κόσμου λύπην· καὶ ὁ Παῦλος ἐλυπήθη, ἀλλὰ τὴν κατὰ Θεόν. Πᾶν γὰρ ὅπερ ἂν ᾖ πνευματικὸν, κέρδος ἔχει μέγιστον· ὥσπερ καὶ τὸ κοσμικὸν ἅπαν ζημίαν ἐσχάτην. Ἐπισπασώμεθα τοίνυν τὴν ἄμαχον τοῦ Πνεύματος βοήθειαν τὰς ἐντολὰς τηροῦντες, καὶ οὐδὲν τῶν ἀγγέλων ἐσόμεθα ἐλάττους. Οὔτε γὰρ ἐκεῖνοι, ἐπειδὴ ἀσώματοί εἰσι, τοιοῦτοί εἰσιν (εἰ γὰρ τοῦτο ἦν, οὐδεὶς ἂν τῶν ἀσωμάτων ἐγένετο πονηρός)· ἀλλ' ἡ προαίρεσις πανταχοῦ πάντων αἰτία. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ἀσωμάτοις ἀνθρώπων χείρους καὶ ἀλόγων εὑρέθησαν, καὶ ἐν τοῖς σώματα ἔχουσιν, ἀσωμάτων κρείττους. Πάντες γοῦν οἱ δίκαιοι τὴν γῆν οἰκοῦντες, καὶ σώματα ἔχοντες, κατώρθωσαν ἅπερ κατώρθωσαν. Ὡς γὰρ παρεπίδημοι ὄντες καὶ ξένοι, τὴν γῆν ᾤκησαν· τὸν δὲ οὐρανὸν, ὡς πολῖται. Μὴ τοίνυν μηδὲ σὺ λέγε, Σάρκα περίκειμαι, οὐ δύναμαι περιγενέσθαι, οὐδὲ τῶν ὑπὲρ ἀρετῆς ἱδρώτων λαβέσθαι. Μὴ κατηγορήσῃς τοῦ ∆ημιουργοῦ. Εἰ γὰρ τὸ σάρκα φορεῖν ἀδύνατον ποιεῖ τὴν ἀρετὴν, οὐχ ἡμῶν τὸ ἔγκλημα· ὅτι δὲ οὐ ποιεῖ ἀδύνατον, ἔδειξεν ὁ τῶν ἁγίων χορός. Τὸν γοῦν Παῦλον οὐκ ἐκώλυσε τῆς σαρκὸς ἡ φύσις γενέσθαι τοιοῦτον, οἷος ἐγένετο· οὐδὲ Πέτρον λαβεῖν τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Ἐνὼχ δὲ σάρκα φορέσας, μετετέθη, καὶ οὐχ εὑρίσκετο. Οὕτω καὶ ὁ Ἠλίας ἡρπάγη μετὰ τῆς σαρκὸς, καὶ ὁ Ἀβραὰμ μετὰ τοῦ Ἰσαὰκ καὶ τοῦ ἐγγόνου σάρκα ἔχοντες ἔλαμψαν· καὶ ὁ Ἰωσὴφ μετὰ ταύτης ἐπάλαισε πρὸς τὸ ἀκόλαστον ἐκεῖνο γύναιον. Καὶ τί λέγω σάρκα; Κἂν γὰρ ἅλυσιν τῇ σαρκὶ περιθῇς, οὐδὲν ἐβλάβη. Εἰ γὰρ καὶ ἐγὼ δέδεμαι, φησὶν ὁ Παῦλος, Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καὶ τί λέγω δεσμὰ καὶ ἅλυσιν; Πρόσθες καὶ δεσμωτήριον καὶ κλεῖθρα, καὶ οὐδὲ οὕτω κώλυμα γίνεται ταῦτα τῇ ἀρετῇ. Οὕτω γοῦν ἐμυσταγώγησεν ὁ Παῦλος. ∆εσμὸς γὰρ ψυχῆς οὐ σίδηρος, ἀλλὰ δειλία καὶ χρημάτων ἐπιθυμία, καὶ τὰ μυρία πάθη. Ταῦτα δεσμεῖ, κἂν λελυμένον ᾖ, τὸ σῶμα. Ἀλλ' ἀπὸ τοῦ σώματος ταῦτα τίκτεται, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις ψευδής. Εἰ γὰρ ἀπὸ τοῦ σώματος ἐτίκτετο, πάντες ἂν αὐτὰ ὑπέμενον. Ὥσπερ γὰρ κόπον καὶ ὕπνον καὶ τὸ πεινῇν καὶ διψῇν οὐκ ἔνι διαφυγεῖν, ἐπειδὴ φύσεώς ἐστιν· οὕτω καὶ ταῦτα, εἰ τοιαῦτα ἦν, οὐδένα ἂν ἀφῆκαν ἔξω τῆς αὐτῶν εἶναι τυραννίδος. Εἰ δὲ πολλοὶ διαφεύγουσιν, εὔδηλον ὅτι ῥᾳθυμούσης ἐστὶ ψυχῆς τὰ τοιαῦτα ἐλαττώματα. Ταύτην τοίνυν ἐγκόψωμεν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλ' ὑποτάξωμεν αὐτὸ τῇ ψυχῇ· ἵνα εὐήνιον ἔχοντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Οʹ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.

αʹ. ∆ειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἡ ἀμαθία ποιεῖ· ὡσπεροῦν μεγάλην καὶ ὑψηλὴν ἡ τῶν οὐρανίων δογμάτων παίδευσις· οὐδεμιᾶς γὰρ ἀπολαύουσα ἐπιμελείας, δειλή τίς ἐστιν, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖον ποτὲ μὲν τολμητὴν, νῦν δὲ δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν, ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γινομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι, τῇ προαιρέσει τὸ πᾶν ἀνατιθείς. Ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς· ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος κορασίου οὐκ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρέματο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα· ἀλλ' ὥσπερ ὄναρ πάσχων ἃ ἔπασχεν, οὕτως ἐπαῤῥησιάζετο· ἀλλ' οὐ πρὸ τοῦ σταυροῦ. ∆ιὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ἐγείρεσθε, ἄγω μεν ἐντεῦθεν. Τίνος ἕνεκεν, εἰπέ μοι; οὐκ ᾔδει τὴν ὥραν καθ' ἣν ἔμελλεν ἐπιστήσεσθαι ὁ Ἰούδας; ἀλλ' ἐδεδοίκει μὴ ἐκεῖ ἐλθὼν κατάσχῃ αὐτοὺς, καὶ πρὶν ἢ πληρῶσαι τὴν ἀρίστην διδασκαλίαν, ἐπιστῶσιν οἱ ἐπιβουλεύοντες; Ἄπαγε· πόῤῥω ταῦτα αὐτοῦ τῆς ἀξίας. Εἰ τοίνυν μὴ ἐδεδοίκει, τί δήποτε ἀπανίστησιν αὐτοὺς, καὶ μετὰ τὸ πληρῶσαι, τότε εἰς τὸν κῆπον ἄγει τὸν τῷ Ἰούδᾳ γνώριμον; Εἰ δὲ καὶ παρεγένετο ὁ Ἰούδας, οὐκ ἠδύνατο αὐτῶν πηρῶσαι τὰς ὄψεις, ὃ καὶ μὴ παρόντος ἐποίησε; τίνος οὖν ἕνεκεν ἀφίσταται; Μικρὸν ἀναπνεῦσαι δίδωσι τοῖς μαθηταῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι, ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου. Καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ ἦν μηδὲ προσχεῖν τοῖς λεγομένοις, ἀλλ' ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους· καὶ μάλιστα ὁπότε καὶ ὁ λόγος ὁ τοῦ ∆ιδασκάλου προσδοκᾷν ἐποίει τὰ δεινά. Ἔτι γὰρ μικρὸν, φησὶν, καὶ οὐκ εἰμὶ μεθ' ὑμῶν, καὶ Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων. Ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοι αῦτα ἀκούοντες ἐθορυβοῦντο, ὡς αὐτίκα μάλα ἁλωσόμενοι, ἄγει εἰς τόπον αὐτοὺς ἕτερον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούωσι. Καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. ∆ιὰ τοῦτό φησιν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Εἶτα ἐπαγαγών φησιν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Τί βούλεται διὰ τῆς παραβολῆς αἰνίττεσθαι; Ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῇν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα σημεῖα ἀπὸ τῆς τοῦ Χριστοῦ γίνεται δυνάμεως. Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Τί οὖν; ἐνεργείας δεῖται ὁ Υἱός; Ἄπαγε· τὸ γὰρ ὑπόδειγμα τοῦτο οὐ τοῦτο δηλοῖ. Ὅρα γοῦν μεθ' ὅσης ἀκριβείας ἐπέρχεται τὴν παραβολήν. Οὐ γὰρ τὴν ῥίζαν ἀπολαύειν τῆς ἐπιμελείας τοῦ γεωργοῦ, ἀλλὰ τὰ κλήματά φησιν. Ἡ ῥίζα δὲ δι' οὐδὲν παρείληπται ἐνταῦθα, ἀλλ' ἵνα μάθωσιν, ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ ὁ Πατήρ. Ἐνταῦθα τὸν βίον αἰνίττεται, δεικνὺς, ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναι ἐν αὐτῷ. Καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, τουτέστι, Πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ. Καίτοι ἡ ῥίζα δεῖται ἐπιμελείας πρὸ τῶν κλημάτων, περισκαπτομένη, γυμνουμένη· ἀλλ' οὐδὲν ἐνταῦθα περὶ ταύτης φησὶν, ἀλλὰ τὸ πᾶν περὶ κλημάτων· δεικνὺς, ὅτι αὐτὸς μὲν ἑαυτῷ ἀρκεῖ, οἱ δὲ μαθηταὶ δέονται πολλῆς παρὰ τοῦ γεωργοῦ βοηθείας, κἂν σφόδρα ἐνάρετοι ὦσι. ∆ιὰ τοῦτό φησι, Τὸ καρπὸν φέρον καθαίρει αὐτό. Τὸ μὲν γὰρ, ἐπειδὴ ἄκαρπόν ἐστιν, οὐδὲ ἐν τῇ ἀμπέλῳ εἶναι δύναται· τὸ δὲ, ἐπειδὴ καρπὸν φέρει, γονιμώτερον αὐτὸ ἐργάζεται. Τοῦτο δὲ καὶ πρὸς τὰς θλίψεις αὐτῶν εἰρῆσθαι τὰς τότε ἐπαγομένας εἴποι τις ἄν. Τὸ γὰρ, Καθαίρει αὐτὸ, περικόπτει, ἐστὶν, ὅπερ γονιμώτερον ποιεῖ τὸ κλῆμα. Ὅθεν δείκνυται ὅτι οἱ πειρασμοὶ μᾶλλον αὐτοὺς ἰσχυροτέρους ἐργάζονται. Εἶτα ἵνα μὴ λέγωσι, Περὶ τίνων ταῦτα λέγει; καὶ πάλιν εἰς φροντίδα αὐτοὺς ἐμβάλῃ, φησί· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Ὁρᾷς πῶς ἑαυτὸν εἰσάγει ἐπιμελούμενον τῶν κλημάτων; Ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησί. Καίτοι γε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα· ἀλλ' οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. ∆εῖ δὲ ὑπάρξαι λοιπὸν τὰ παρ' ὑμῶν. Εἶτα ἵνα δείξῃ, ὅτι οὐχὶ τῆς αὐτῶν δεόμενος διακονίας τοῦτο ἐποίησεν, ἀλλ' ἵνα προκόπτωσιν, ἐπάγει· Ὥσπερ τὸ κλῆμα οὐ δύναται ἀφ' ἑαυτοῦ φέρειν καρπὸν, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων. Ἵνα γὰρ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ τὴν ψυχὴν ἐπισφίγγει καὶ ἑαυτῷ συγκολλᾷ, καὶ χρηστὰς ὑποτείνει λοιπὸν ἐλπίδας. Ἡ μὲν γὰρ ῥίζα μένει· τὸ δὲ αἴρεσθαι καὶ ἀφίεσθαι, τῶν κλημάτων ἐστίν. Εἶτα ἑκατέρωθεν παρορμήσας, καὶ ἀπὸ τῶν χρηστῶν καὶ ἀπὸ τῶν λυπηρῶν, τὰ παρ' ἡμῶν ἀπαιτεῖ πρῶτα. Ὁ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ. Ὁρᾷς καὶ τὸν Υἱὸν οὐκ ἔλαττον συντελοῦντα τοῦ Πατρὸς πρὸς τὴν τῶν μαθητῶν ἐπιμέλειαν; Ὁ μὲν γὰρ Πατὴρ καθαίρει, αὐτὸς δὲ ἐν ἑαυτῷ κατέχει. Τὸ δὲ ἐν τῇ ῥίζῃ μένειν, τοῦτο ποιεῖ καρποφορεῖν τὰ κλήματα. Τὸ μὲν γὰρ μὴ καθαιρόμενον, μένον δὲ ἐν τῇ ῥίζῃ, φέρει καρπὸν, εἰ καὶ μὴ ὅσον προσῆκε· τὸ δὲ μὴ μένον, οὐδ' ὅλως. Ἀλλ' ὅμως καὶ τὸ καθαίρειν τοῦ Υἱοῦ ἐδείχθη ὂν, καὶ τὸ μένειν ἐν τῇ ῥίζῃ, τοῦ Πατρὸς τοῦ καὶ τὴν ῥίζαν γεγεννηκότος.

βʹ. Εἶδες πῶς κοινὰ πάντα, καὶ τὸ καθᾶραι, καὶ τὸ τῆς δυνάμεως τῆς ἀπὸ τῆς ῥίζης ἀπολαύειν; Μεγάλη μὲν οὖν ζημία καὶ τὸ μηδὲν δύνασθαι ποιεῖν· πλὴν οὐ μέ χρι τούτου ἵστησι τὴν κόλασιν, ἀλλὰ περαιτέρω προάγει τὸν λόγον. Ἐβλήθη γὰρ, φησὶν, ἔξω, οὐκ ἔτι τῆς γεωργικῆς ἀπολαῦον χειρός· Καὶ ξηραίνεται· τουτέστιν, Εἴ τι εἶχε τῆς ῥίζης, ἀποτίθεται· εἴ τινα χάριν, γυμνοῦται ταύτης, καὶ ἐρημοῦται τῆς ἐκεῖθεν βοηθείας καὶ ζωῆς. Καὶ τί τὸ τέλος; Εἰς τὸ πῦρ βάλλεται. Ἀλλ' οὐ τοιοῦτος ὁ μένων παρ' αὐτῷ. Εἶτα δείκνυσι τί ἐστι τὸ μεῖναι, καί φησιν· Ἐὰν τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ. Ὁρᾷς, ὅτι καὶ πρὸ τούτου εἰκότως ἔλεγον, ὅτι τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ζητεῖ; Εἰπὼν γὰρ, ὅτι Ὃ ἐὰν αἰτήσητε ποιήσω, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· καὶ ἐνταῦθα, Ἐὰν μένητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θελήσητε, αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οἱ μὲν ἐπιβουλεύοντες αὐτῷ, κατακαήσονται, αὐτοὶ δὲ καρπὸν οἴσουσι. Τὸν φόβον τοίνυν τὸν ἐξ αὐτῶν εἰς ἐκείνους μεταθεὶς, καὶ δείξας ὅτι αὐτοὶ ἀκαταγώνιστοι ἔσονται, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα ὑμεῖς μοι γένησθε μαθηταὶ, καὶ καρπὸν πολὺν φέρητε. Ἐντεῦθεν τὸν λόγον ἀξιόπιστον ποιεῖ. Εἰ γὰρ εἰς δόξαν τοῦ Πατρὸς ἀνήκει τὸ καρποφορεῖν, οὐκ ἀμελήσει τῆς δόξης τῆς ἑαυτοῦ. Καὶ γενήσεσθε ἐμοὶ μαθηταί. Ὁρᾷς πῶς ὁ τὸν καρπὸν φέρων, ἐκεῖνός ἐστι μαθητής; Τί δέ ἐστιν, Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ; Τουτέστι, χαίρει ὅταν ἐν ἐμοὶ μένητε, ὅταν καρπὸν φέρητε. Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Ἐνταῦθα λοιπὸν ἀνθρωπινώτερον διαλέγεται· τὸ γὰρ, ὡς πρὸς ἀνθρώπους εἰρημένον, τὴν οἰκείαν ἔχει ἰσχύν. Ὁ γὰρ καὶ ἀποθανεῖν ἑλόμενος, καὶ δούλους ὄντας καὶ ἐχθροὺς καὶ πολεμίους τοσαύτης καταξιώσας τιμῆς, καὶ εἰς οὐρανοὺς ἀναγαγὼν, πόσον ἐπεδείξατο μέτρον ἀγάπης; Εἰ τοίνυν ἀγαπῶ ὑμᾶς, θαῤῥεῖτε· εἰ τοῦ Πατρός ἐστι δόξα τὸ καρποφορεῖν, μηδὲν ὑποπτεύετε πονηρόν. Εἶτα ἵνα μὴ ὑπτίους ἐργάσηται, ὅρα πῶς ἐπισφίγγει πάλιν. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· τούτου γὰρ ὑμεῖς κύριοι. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὰς ἐντολάς μου τηρῆτε, φησὶ, καθὼς ἐγὼ τοῦ Πατρὸς τὰς ἐντολὰς τετήρηκα. Πάλιν ἀνθρωπίνως ὁ λόγος πρόεισιν. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ ἐντολὰς ἔμελλε κείσεσθαι. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, τοῦτο καὶ ἐνταῦθα δείκνυται διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν; Πρὸς γὰρ τὴν ὑπόνοιαν αὐτῶν τὰ πολλὰ λέγει, καὶ διὰ πάντων δείκνυσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἀπολλυμένους, καὶ ὅτι πᾶν ὅπερ ἔχουσιν, ἀπὸ τοῦ Υἱοῦ ἔχουσιν, καὶ ὅτι, βίον ἂν ἐπιδείξωνται καθαρὸν, οὐδεὶς αὐτῶν περιέσται ποτέ. Σκόπει δὲ αὐτὸν αὐθεντικώτερον αὐτοῖς διαλεγόμενον. Οὐ γὰρ εἶπε, Μείνατε ἐν τῇ ἀγάπῃ τοῦ Πατρὸς, ἀλλ', Ἐν τῇ ἐμῇ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτε πᾶσιν ἡμᾶς ἐξεπολέμωσας, τότε ἡμᾶς ἀφίης καὶ ἀναχωρεῖς· δείκνυσιν ὅτι οὐκ ἀφίησιν, ἀλλ' οὕτως αὐτοῖς κεκόλληται, ἐὰν θέλωσιν, ὡς τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ. Καὶ πάλιν ἵνα μὴ θαῤῥήσαντες, ὕπτιοι γένωνται, οὐ φησὶν ἀκίνητον εἶναι τὸ καλὸν, ἐὰν ῥᾳθυμῶσιν. Εἶτα ἵνα μὴ εἰς ἑαυτὸν περιστήσῃ τὸ πρᾶγμα, καὶ πεσεῖν παρασκευάσῃ μᾶλλον, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ. Πανταχοῦ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν τοῦ Πατρὸς δείκνυσιν ἀγάπην πρὸς αὐτούς. Οὐκ ἄρα τὰ Ἰουδαίων δόξα, ἀλλὰ ταῦτα, ἃ ἔμελλον λαμβάνειν. Εἶτα ἵνα μὴ λέγωσιν, Ἐξεπέσομεν τῶν πατρῴων, ἐγκατελείφθημεν, γυμνοὶ καὶ ἔρημοι πάντων ἐγενόμεθα· Εἰς ἐμὲ, φησὶ, βλέπετε· ἠγάπημαι παρὰ τοῦ Πατρὸς, ἀλλ' ὅμως πάσχω ταῦτα τὰ προκεί μενα. Οὐ τοίνυν οὐδὲ ὑμᾶς διὰ τὸ μὴ ἀγαπᾷν ἐγκαταλιμπάνω νῦν. Εἰ γὰρ ἐγὼ ἀναιροῦμαι, καὶ οὐ ποιοῦμαι τοῦτο τεκμήριον τοῦ μὴ ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς θορυβεῖσθαι χρή. Ἂν γὰρ ἐπὶ τῆς ἀγάπης μένητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον.

γʹ. Ἐπεὶ οὖν μέγα καὶ ἀκαταγώνιστον ἡ ἀγάπη, καὶ οὐκ ἔστι ῥῆμα ψιλὸν, ἐπιδειξώμεθα διὰ τῶν ἔργων αὐτήν. Αὐτὸς ἐχθροὺς ὄντας κατήλλαξεν, ἡμεῖς φίλοι γενόμενοι μείνωμεν· αὐτὸς ἤρξατο, ἡμεῖς κἂν ἀκολουθήσωμεν· αὐτὸς οὐκ εἰς οἰκεῖον κέρδος ἀγαπᾷ (ἀνενδεὴς γάρ ἐστιν), ἡμεῖς κἂν εἰς τὸ συμφέρον ἡμῖν· αὐτὸς ἐχθροὺς ὄντας ἐφίλησεν, ἡμεῖς κἂν φίλον ὄντα ἀγαπήσωμεν· ὡς νῦν γε τὰ ἐναντία ποιοῦμεν. Καθ' ἑκάστην γὰρ ἡμέραν βλασφημεῖται δι' ἡμᾶς ὁ Θεὸς, διὰ τὰς ἁρπαγὰς, διὰ τὰς πλεονεξίας. Καὶ τάχα τις ὑμῶν ἴσως ἐρεῖ· Καθ' ἑκάστην ἡμέραν περὶ πλεονεξίας διαλέγῃ. Εἴθε καὶ καθ' ἑκάστην νύκτα ἐνῆν τοῦτο εἰπεῖν! εἴθε καὶ ἐν ἀγορᾷ παρακολουθοῦντα, καὶ ἐπὶ τῆς τραπέζης! εἴθε καὶ γυναῖκας, καὶ φίλους, καὶ παῖδας, καὶ οἰκέτας, καὶ γεωργοὺς, καὶ γείτονας, καὶ αὐτὸ τὸ ἔδαφος, καὶ τοὺς τοίχους ἦν δυνατὸν ταύτην ἀεὶ ῥηγνύναι τὴν φωνὴν, ἵνα κἂν μικρὸν οὕτως ἐνεδώκαμεν! Τὴν γὰρ οἰκουμένην κατέλαβεν ἅπασαν τουτὶ τὸ νόσημα, καὶ τὰς πάντων κατέχει ψυχὰς, καὶ πολλὴ τοῦ μαμωνᾶ ἡ τυραννίς. Ὑπὸ Χριστοῦ ἐλυτρώθημεν, καὶ τῷ χρυσίῳ δουλεύομεν. Ἑτέρου τὴν δεσποτείαν ἀνακηρύττομεν, καὶ ἑτέρῳ πειθόμεθα· καὶ ὅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούομεν, καὶ γένος, καὶ φιλίαν, καὶ φύσιν, καὶ νόμους, καὶ πάντα ἠγνοήσαμεν δι' ἐκεῖνον. Οὐδεὶς ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδεὶς ἐννοεῖ τὰ μέλλοντα. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐδὲ τῶν λόγων τούτων ἔσται κέρδος. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Ποθεινὸν τὸ χρυσίον, καὶ πολλὴν παρέχει τὴν τρυφὴν ἡμῖν, καὶ τιμίους εἶναι ποιεῖ· ἀλλ' οὐχ οὕτως, ὡς ὁ οὐρανός. Τὸν γὰρ πλουτοῦντα καὶ ἀποστρέφονται πολλοὶ καὶ μισοῦσι· τὸν δὲ ἐν ἀρετῇ ζῶντα αἰδοῦνται καὶ τιμῶσιν. Ἀλλὰ καταγελᾶται ὁ πένης, κἂν ἐνάρετος ᾖ, φησίν. Ἀλλ' οὐ παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ παρὰ τοῖς ἀλόγοις· διόπερ οὐδὲ ἐπιστρέφεσθαι χρή. Οὐδὲ γὰρ, εἰ κατεμυκῶντο μὲν ὄνοι, καὶ κατέκραγον κολοιοὶ, οἱ δὲ σοφοὶ πάντες ἐπῄνουν ἀφέντες τοῦτο τὸ θέατρον, πρὸς τὰς τῶν ἀλόγων κραυγὰς εἴδομεν ἄν. Καὶ γὰρ ὅμοιοι κολοιῶν, καὶ ὄνων χείρους οἱ τὰ παρόντα θαυμάζοντες. Εἶτα ἂν μὲν βασιλεὺς ἐπίγειος θαυμάζῃ, οὐδένα τῶν πολλῶν ποιῇ λόγον, κἂν πάντες καταγελῶσιν· ἂν δὲ ὁ τῶν ὅλων ∆εσπότης σε ἐπαινῇ, κανθάρων καὶ κωνώπων εὐφημίας ἐπιζητεῖς; Τοῦτο γὰρ οὗτοι πρὸς τὸν Θεὸν, μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλ' εἴ τι τούτων εὐτελέστερον. Μέχρι τίνος ἐν βορβόρῳ στρεφόμεθα; μέχρι τίνος βλᾶκας καὶ γαστριμάργους καθίζομεν ἡμῖν θεατάς; Ἐκεῖνοι τοὺς κυβεύοντας δύνανται δοκιμάζειν καλῶς, τοὺς μεθύοντας, τοὺς τῇ γαστρὶ ζῶντας· ἀρετῆς δὲ καὶ κακίας οὐδὲ ὄναρ φαντάζεσθαι δύνανται. Εἶτα ἐὰν μέν τίς σε σκώπτῃ, ὅτι τοὺς ὀχετοὺς τῶν ἀμαρῶν οὐκ ἐπίστασαι ἕλκειν, οὐδὲν ἡγήσῃ δεινὸν, ἀλλὰ καὶ καταγελάσῃ τοῦ τὴν ἀπειρίαν ταύτην προβαλλομένου· ἀρετὴν δὲ ἀσκεῖν βουλόμενος, τοὺς οὐδὲν ταύτης εἰδότας, δοκιμαστὰς τούτων καθίζεις; ∆ιὰ τοῦτο οὐδέποτε φθάνομεν εἰς τὴν τέχνην ἐκείνην. Οὐ γὰρ τοῖς ἐμπείροις, ἀλλὰ τοῖς ἀμαθέσιν ἐπιτρέπομεν τὰ ἡμέτερα. Ἐκεῖνοι δὲ οὐ κατὰ τὸν τῆς τέχνης λόγον, ἀλλὰ κατὰ τὴν οἰκείαν ἀμαθίαν δοκιμάζουσι. ∆ιόπερ, παρακαλῶ, καταφρονῶμεν τῶν πολλῶν· μᾶλλον δὲ μηδὲ ἐπαίνων ἐπιθυμῶμεν, μὴ χρημάτων, μὴ πλούτου, μηδὲ κακόν τι νομίζωμεν πενίαν. Καὶ γὰρ φρονήσεως καὶ καρτερίας, καὶ πάσης φιλοσοφίας διδάσκαλος ἡμῖν ἡ πενία. Ἐπεὶ καὶ ὁ Λάζαρος πενίᾳ συνέζη, καὶ ἐστεφανοῦτο· καὶ ὁ Ἰακὼβ ἄρτου μόνου ἐπιτυχεῖν ἐπεθύμει· καὶ ὁ Ἰωσὴφ ἐν ἐσχάτῃ πενίᾳ ἐγεγόνει, καὶ οὐχὶ δοῦλος μόνον ἦν, ἀλλὰ καὶ δεσμώτης, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Καὶ οὐχ οὕτως ἐπαινοῦμεν, ὅτε τὸν σῖτον διένεμεν, ὡς ὅτε τὸ δεσμωτήριον ᾤκει· οὐχ ὅτε τὸ διάδημα περιέκειτο, ἀλλ' ὅτε τὴν ἅλυσιν· οὐχ ὅτε ἐπὶ τοῦ θρόνου ἐκαθέζετο, ἀλλ' ὅτε ἐπεβουλεύετο, καὶ ἐπωλεῖτο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τοὺς ἀπὸ τῶν ἀγώνων τούτων πλεκομένους στεφάνους, μὴ πλοῦτον, καὶ τιμὴν, καὶ τρυφὰς, καὶ δυναστείαν· ἀλλὰ πενίαν, καὶ ἅλυσιν, καὶ δεσμὰ, καὶ καρτερίαν τὴν ὑπὲρ ἀρετῆς θαυμάζωμεν. Τὸ μὲν γὰρ τέλος ἐκείνων, θορύβων γέμει καὶ ταραχῆς, καὶ τῷ παρόντι συγκεκλήρωται βίῳ· ὁ δὲ τούτων καρπὸς, οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΖʹ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.

αʹ. Πάντα τὰ ἀγαθὰ τότε ἔχει τὸν μισθὸν, ὅταν εἰς τέλος ἔλθῃ τὸ προσῆκον· ἐὰν δὲ ἐκκοπῇ μεταξὺ, ναυάγιον γίνεται. Καὶ καθάπερ τὸ πλοῖον τὸ μυριαγωγὸν, ἐὰν μὴ φθάσῃ καταντῆσαι πρὸς τοὺς λιμένας, ἀλλ' ἐν μέσῳ βαπτισθῇ τῷ πελάγει, οὐδὲν ἀπώνατο τοῦ πολλοῦ πλοῦ, ἀλλὰ καὶ μείζονα εἰργάσατο τὴν συμφορὰν, ὅσῳ καὶ πλείους ὑπέμεινε πόνους· οὕτω καὶ αἱ πρὸς τὸ τέλος τῶν πόνων ἀναπεσοῦσαι ψυχαὶ καὶ ἐν μέσοις ἐκλυόμεναι τοῖς ἀγῶσι. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος δόξαν καὶ τιμὴν καὶ εἰρήνην ἔλεγε συναντήσεσθαι τοῖς καθ' ὑπομονὴν ἔργων ἀγαθῶν τρέχουσιν· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ὁ Χριστὸς κατασκευάζει νῦν. Ἐπειδὴ γὰρ ἀπεδέξατο αὐτοὺς, καὶ ἔχαιρον ἐπ' αὐτῷ· εἶτα τὸ πάθος παρεμπεσὸν, καὶ τὰ σκυθρωπὰ ῥήματα διακόπτειν ἔμελλε τὴν ἡδονὴν, μετὰ τὸ διαλεχθῆναι ἱκανὰ καὶ παραμυθήσασθαι αὐτοὺς, φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ· τουτέστιν, Ἵνα μὴ ἀποσχισθῆτέ μου, ἵνα μὴ διακόψητε τὸν δρόμον. Ἐχαίρετε ἐν ἐμοὶ, καὶ σφόδρα ἐχαίρετε, ἀλλ' ἐνέπεσεν ἀθυμία. Ταύτην οὖν ἐξαιρῶ, ἵνα πρὸς τὸ τέλος ἔλθῃ ἡ χαρά· δεικνὺς, ὅτι οὐ λύπης ἄξια τὰ παρόντα, ἀλλ' ἡδονῆς. Εἶδον ὑμᾶς σκανδαλισθέντας· οὐ κατεφρόνησα, οὐκ εἶπον· ∆ιατί γὰρ μὴ μένετε γενναῖοι; ἀλλ' ἐλάλησα ὑμῖν τὰ παράκλησιν φέροντα. Οὕτω βούλομαι ὑμᾶς διαπαντὸς ἐπὶ τῆς αὐτῆς ἀγάπης τη ρεῖν. Ἠκούσατε περὶ βασιλείας· ἐχάρητε. Ἵν' οὖν πληρωθῇ ἡ χαρὰ ὑμῶν, ταῦτα εἶπον ὑμῖν. Αὕτη δέ ἐστιν ἡ ἐντολὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ὁρᾷς τοῦ Θεοῦ τὴν ἀγάπην συμπεπλεγμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ σειράν τινα συνημμένην; ∆ιὰ τοῦτο ποτὲ μὲν δύο φησὶ τὰς ἐντολὰς, ποτὲ δὲ μίαν· οὐ γὰρ ἔνι τῆς προτέρας λαβόμενον, μὴ τὴν ἄλλην ἔχειν. Ποτὲ μὲν γάρ φησιν· Ἐν τούτῳ ὁ νόμος καὶ οἱ προφῆται κρέμανται· ποτὲ δὲ, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Καὶ, Πλήρωμα νόμου ἡ ἀγάπη· ὃ καὶ ἐνταῦθα λέγει. Εἰ γὰρ τὸ μεῖναι ἀπὸ τῆς ἀγάπης γίνεται, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως, ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· τὸ μεῖναι ἐν τῷ Θεῷ, ἀπὸ τῆς πρὸς ἀλλήλους ἀγάπης γίνεται. Καὶ οὐχ ἁπλῶς ἀγάπην φησὶν, ἀλλὰ καὶ τὸν τρόπον δηλοῖ· Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Πάλιν δείκνυσιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναχώρησις, ἀλλὰ ἀγάπης· ὥστε με μᾶλλον ἐχρῆν θαυμάζεσθαι ὑπὲρ τούτου. Ὑπὲρ γὰρ ὑμῶν τὴν ψυχήν μου τίθημι. Ἀλλ' οὐδαμοῦ οὕτω φησὶν αὐτό· ἀλλὰ ἀνωτέρω μὲν, τὸν ἄριστον ὑπογράφων ποιμένα· ἐνταῦθα δὲ, ἐν τῷ παραινεῖν αὐτοὺς καὶ δεικνύναι τῆς ἀγάπης τὸ μέγεθος, καὶ ἑαυτὸν ὅστις ἐστί. Τίνος δὲ ἕνεκεν πανταχοῦ τὴν ἀγάπην ἐπαίρει; Ὅτι τοῦτό ἐστι τὸ δεῖγμα τῶν μαθητῶν, τοῦτο τὸ συγκροτοῦν τὴν ἀρετήν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοσαῦτα περὶ αὐτῆς φησιν, ἅτε μαθητὴς ὢν γνήσιος τοῦ Χριστοῦ, καὶ πεῖραν αὐτῆς λαβών. Ὑμεῖς φίλοι μου ἐστέ. Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ· πάντα γὰρ ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Πῶς οὖν λέγει, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι; Οὐδὲν ἄλλο διὰ τοῦ Πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ' ἢ τὰ τοῦ Πατρός. Ἐπειδὴ δὲ τοῦτο μάλιστα δοκεῖ φιλίας εἶναι τὸ τὰ ἀπόῤῥητα λέγειν, καὶ ταύτης ἠξιώθητε, φησὶ, τῆς κοινωνίας. Πάντα δὲ ὅταν εἴπῃ, ὅσα αὐτοὺς ἀκοῦσαι ἐχρῆν, λέγει. Εἶτα καὶ ἄλλο τεκμήριον, οὐ τὸ τυχὸν, φιλίας τίθησι. Ποῖον δὴ τοῦτο; Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· τουτέστιν, Ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ, Ἔθηκα, φησὶν, ὑμᾶς, τουτέστιν, ἐφύτευσα, Ἵνα ὑμεῖς ὑπάγητε (ἔτι τῇ μεταφορᾷ κέχρηται τῆς ἀμπέλου)· τουτέστιν, ἵνα ἐκταθῆτε, Καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ. Εἰ δὲ ὁ καρπὸς μένει, πολλῷ μᾶλλον ὑμεῖς. Οὐ γὰρ ἐφίλησα μόνον ὑμᾶς, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐηργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα.

βʹ. Ὁρᾷς δι' ὅσων δείκνυσι τὴν ἀγάπην; τῷ τὰ ἀπόῤῥητα εἰπεῖν, τῷ πρώτως ἐπιδραμεῖν τῇ φιλίᾳ, τῷ μεγάλα αὐτοῖς χαρίσασθαι τὰ ἀγαθὰ, τῷ παθεῖν ὑπὲρ αὐτῶν ἅπερ ἔπασχε τότε. Ἀπὸ δὲ τούτου δείκνυσιν, ὅτι καὶ παραμένει διηνεκῶς αὐτοῖς μέλλουσι διδόναι καρπόν. Ἀνάγκη γὰρ τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύοντας, οὕτω καὶ καρποφορῆσαι. Ἵνα ὃ ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. Καίτοι τοῦ αἰτουμένου ἐστὶ τὸ ποιῆσαι· εἰ δὲ ὁ Πατὴρ αἰτεῖται, πῶς ὁ Υἱὸς ποιεῖ; Ἵνα μάθῃς, ὅτι οὐκ ἐλάττων ὁ Υἱός. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, τουτέστιν, Οὐκ ὀνειδίζων ταῦτα λέγω, ὅτι τὴν ψυχήν μου τίθημι, ὅτι πρῶτος ὑμῖν ἐπέδραμον, ἀλλ' εἰς φιλίαν ὑμᾶς ἐνάγων. Εἶτα ἐπειδὴ τὸ διώκεσθαι παρὰ τῶν πολλῶν καὶ ὀνειδίζεσθαι χαλεπὸν ἦν καὶ ἀνήκεστον, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθῆκεν ὁ Χριστός. Προλεάνας γὰρ αὐτῶν τὴν ψυχὴν, οὕτως ἐπὶ ταῦτα ἔρχεται, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ἀπέδειξε. Καθάπερ γὰρ εἶπεν, ὅτι οὐ μᾶλλον οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν δεῖ, ὅτι ἀπέρχομαι πρὸς τὸν Πατέρα (οὐ γὰρ ἐγκαταλιμπάνων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα φιλῶν, τοῦτο ποιεῖ)· οὕτω καὶ ἐνταῦθα δείκνυσιν, ὅτι χαίρειν, οὐκ ἀλγεῖν δεῖ. Καὶ ὅρα πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Οἶδα λυπηρὸν ὂν τὸ πρᾶγμα, ἀλλὰ δι' ἐμὲ φέρετε, ἐπειδὴ καὶ δι' ἐμὲ πάσχετε. Οὐδέπω γὰρ αὕτη ἡ πρόφασις, ἱκανὴ ἦν παραμυθήσασθαι. ∆ιόπερ αὐτὴν ἀφεὶς, ἑτέραν προτίθησι. Ποίαν δὴ ταύτην; Ὅτι τῆς προτέρας ἀρετῆς τοῦτο τεκμήριον. Καὶ τοὐναντίον ἀλγεῖν ἐχρῆν, οὐχ ὅτι μισεῖσθε νῦν, ἀλλ' εἰ ἐμέλλετε φιλεῖσθαι. Τοῦτο γὰρ αἰνίττεται ἐκ τοῦ λέγειν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὥστε εἰ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετε δεῖγμα. Εἶτα, ἐπειδὴ τοῦτο προειπὼν οὐκ ἐξειργάσατο αὐτὸ, ἐπεξέρχεται πάλιν τῷ λόγῳ· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ἔδειξε ζηλωτὰς αὐτοὺς κατὰ τοῦτο μάλιστα γινομένους. Ἕως μὲν γὰρ ἦν ἐν σαρκὶ ὁ Χριστὸς, πρὸς ἐκεῖνον τὸν πόλεμον εἶχον· ἐπειδὴ δὲ μετέστη, πρὸς αὐτοὺς πάλιν ἦλθεν ἡ μάχη. Εἶτα ἐπειδὴ ὀλίγοι ὄντες ἐθορυβοῦντο δήμου τοσούτου μέλλοντες πόλεμον καταδέχεσθαι, ἀνίστησιν αὐτῶν τὴν ψυχὴν λέγων, ὅτι Τοῦτο μάλιστα χαρᾶς ἔργον ἐστὶ τὸ μισεῖσθαι παρ' αὐτῶν· οὕτω γάρ μοι κοινωνήσετε τῶν παθῶν. Οὐ τοίνυν ὑμᾶς θορυβεῖσθαι χρή· οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους· ὥσπερ οὖν καὶ προλαβὼν εἶπον, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἶτα καὶ τρίτη παραμυθία, ὅτι καὶ ὁ Πατὴρ ὑβρίζεται μετ' αὐτῶν. Ταῦτα γὰρ ἅπαντα ποιήσουσι, φησὶ, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με· τουτέστι, κἀκεῖνον ὑβρίζουσιν. Πρὸς τούτοις συγγνώμης αὐτοὺς ἀποστερῶν, καὶ τιθεὶς καὶ ἑτέραν παραμυθίαν, φησίν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, δεικνὺς ὅτι ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους ἐργάσονται. Τί οὖν ἐπὶ τοσαῦτα ἡμᾶς ἤγαγες κακά; οὐχὶ προῄδεις τοὺς πολέμους, καὶ τὸ μῖσος; ∆ιὰ τοῦτο πάλιν φησίν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ, οὐ μικρὰν καὶ ἐντεῦθεν αὐτοῖς προαναφωνῶν κόλασιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω προεφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν ταῦτα εἴρηκεν. Οὐ γὰρ ἔχουσι πρόφασιν· τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα κατὰ τὸν Μωϋσέως νόμον· ὃς τῷ τὰ τοιαῦτα ποιοῦντι καὶ λέγοντι πείθεσθαι ἅπαντας ἐκέλευσεν, ὅταν καὶ πρὸς εὐσέβειαν ἄγῃ, καὶ θαύματα παρέχῃ μέγιστα. Οὐχ ἁπλῶς δὲ εἶπε σημεῖα, ἀλλὰ ἃ μηδεὶς ἄλλος ἐποίησε. Καὶ τούτων αὐτοὶ μάρτυρες οὕτω λέγοντες· Οὐδέποτε οὕτως ἐφάνη ἄνθρωπος ἐν τῷ Ἰσραήλ· καὶ, Οὐκ ἠκούσθη ἐκ τοῦ αἰῶνος, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· καὶ τὸ κατὰ τὸν Λάζαρον τοιοῦτον, καὶ τὰ ἄλλα πάντα τοιαῦτα, καὶ ὁ τῆς θαυματουργίας τρόπος· καινὰ καὶ παράδοξα ἅπαντα. Τίνος οὖν ἕνεκεν, φησὶ, καὶ σὲ καὶ ἡμᾶς διώκουσιν; Ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Προαναμιμνήσκει τῶν ῥημάτων αὐτοὺς, ὧν καὶ πρὸς τοὺς ἀδελφοὺς εἶπε τοὺς ἑαυτοῦ· ἀλλ' ἐκεῖ μὲν ἠθικώτερον, ἵνα μὴ πλήξῃ· ἐνταῦθα δὲ τοὐναντίον, τὸ πᾶν ἀπεκάλυψε. Καὶ πόθεν δῆλον ὅτι διὰ τοῦτο μισούμεθα; Ἀπὸ τῶν εἰς ἐμὲ γινομένων. Τίνος γὰρ, εἰπέ μοι, τῶν λεχθέντων ἢ τῶν πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; Εἶτα ἐπειδὴ τὸ πρᾶγμα ἔκπληκτον ἦν ἡμῖν, εἶπε καὶ τὴν αἰτίαν· τουτέστι, τὴν πονηρίαν τὴν αὐτῶν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν Προφήτην ἐπάγεται, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα καὶ λέγοντα, ὅτι Ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ποιεῖ. Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας ἄγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Τί οὖν; εἰ τὸν λόγον σου οὐκ ἐτήρησαν, διὰ τοῦτο οὐδὲ τὸν ἡμέτερον τηρήσουσιν· εἰ σὲ ἐδίωξαν, διὰ τοῦτο καὶ ἡμᾶς διώξουσιν· εἰ σημεῖα εἶδον, οἷα οὐδεὶς ἄλλος πεποίηκεν· εἰ ῥημάτων ἤκουσαν οἵων οὐδεὶς, καὶ οὐδὲν ἀπώναντο· εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ' ἐκείνου· τίνος, φησὶν, ἕνεκεν ἡμᾶς ἐνέβαλες; πῶς ἡμεῖς ἀξιόπιστοι λοιπὸν ἐσόμεθα; τίς δὲ προσέξει τῶν ὁμοφύλων ἡμῖν; γʹ. Ἵν' οὖν μὴ ταῦτα ἐννοοῦντες θορυβῶνται, ὅρα οἵαν ἐπάγει παράκλησιν. Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστί. ∆ιὰ τοῦτο οὐ Πνεῦμα ἅγιον, ἀλλ' ἀληθείας αὐτὸ ἐκάλεσε. Τὸ δὲ, Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δηλοῖ ὅτι πάντα οἶδεν ἀκριβῶς, καθάπερ καὶ αὐτός φησι περὶ ἑαυτοῦ, ὅτι Οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· καὶ ἐκεῖ περὶ ἀληθείας διαλεγόμενος. Ὃν ἐγὼ πέμψω. Ἰδοὺ οὐκ ἔτι ὁ Πατὴρ μόνος, ἀλλὰ καὶ ὁ Υἱός ἐστιν ὁ πέμπων. Καὶ ὑμεῖς δὲ ἔχετε τὸ ἀξιόπιστον, οἱ σὺν ἐμοὶ γενόμενοι, οἱ μὴ παρ' ἑτέρων ἀκηκοότες. Καὶ οἱ ἀπόστολοι ἐντεῦθεν διισχυρίζονται, λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Ὅτι δὲ οὐ πρὸς χάριν εἴρηται, ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε· τουτέστιν, ὅταν ἴδητε πολλοὺς ἀπειθοῦντας, καὶ δεινὰ πάσχοντας ὑμᾶς. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς. Ἤδη γὰρ συνέθεντο, ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται. Ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὕτω τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς, καὶ τῷ Θεῷ ἀρέσκον. Εἶτα τὴν παραμυθίαν ἐπάγει πάλιν· Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ. Ἀρκεῖ ὑμῖν εἰς παράκλησιν τὸ δι' ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν. Ἐνταῦθα ἀναμιμνήσκει πάλιν αὐτοὺς μακαρισμοῦ, ὃν ἀρχόμενος ἔλεγε· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῦτα λελάληκα ὑμῖν, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε τούτων· ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγεῖσθε. Οὐ γὰρ ἕξετε εἰπεῖν, ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐχ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα· οὐ γὰρ ἂν ὁ μέλλων ἀπατᾷν, καὶ ταῦτα προεῖπεν ὑμῖν τὰ ἀποτρέποντα. ∆ιὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα προσπεσόντα ὑμᾶς διαταράξῃ· καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἵνα μὴ λέγητε, ὅτι οὐ προῄδειν ἐσόμενα ταῦτα. Μνημονεύετε οὖν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Καὶ γὰρ ἀεὶ περιετίθησαν σχῆμα τῇ διώξει αὐτῶν πονηρὸν, ὡς λυμεῶνας ἐλαύνοντες. Ἀλλ' οὐκ ἐθορύβει τοὺς μαθητὰς τοῦτο, προακούσαντας καὶ εἰδότας ὑπὲρ ὧν ἔπασχον· ἱκανὴ γὰρ αὐτοὺς ἡ αἰτία τῶν γινομένων ἀναστῆσαι. ∆ιὰ τοῦτο αὐτὴν πανταχοῦ περιστρέφει λέγων· Οὐκ ἔγνωσάν με, καὶ, ὅτι ∆ι' ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα, καὶ, ὅτι Ἐγὼ πρῶτος ἔπαθον, καὶ, ὅτι Οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι.

δʹ. Ταῦτα καὶ ἡμεῖς ἐν τοῖς πειρασμοῖς στρέφωμεν, ὅταν παρὰ πονηρῶν τι πάσχωμεν ἀνθρώπων, εἰς τὸν ἀρχηγὸν ἡμῶν ὁρῶντες καὶ τελειωτὴν τῆς πίστεως, καὶ ὅτι παρὰ φαύλων ἀνθρώπων, καὶ ὅτι δι' ἀρετὴν, καὶ ὅτι δι' αὐτόν. Ἂν γὰρ ταῦτα ἐννοῶμεν, ἅπαντα ῥᾷστα ἔσται καὶ φορητά. Εἰ γὰρ ὑπὲρ ἀγαπητῶν τις πάσχων καὶ ἐναβρύνεται· διὰ τὸν Θεὸν ἐάν τις πάθῃ τι, ποίαν λήψεται αἴσθησιν τῶν δεινῶν; Εἰ γὰρ αὐτὸς πρᾶγμα ἐπονείδιστον, τὸν σταυρὸν, δόξαν ἐκάλει δι' ἡμᾶς· πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι χρή. Εἰ γὰρ παθῶν οὕτω δυνάμεθα καταφρονεῖν, πολλῷ μᾶλλον χρημάτων καὶ πλεονεξίας. ∆εῖ τοίνυν; ὅταν τι μέλλωμεν πάσχειν ἀηδὲς, μὴ τοὺς πόνους, ἀλλὰ καὶ τοὺς στεφάνους ἐννοεῖν. Ὥσπερ γὰρ οἱ ἔμποροι οὐ τὰ πελάγη μόνον, ἀλλὰ καὶ τὰ κέρδη λογίζονται· οὕτω καὶ ἡμᾶς τὸν οὐρανὸν, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἀναλογίζεσθαι χρή. Κἂν ἡδὺ φανῇ τὸ πλεονεκτεῖν, ἐννόησον ὅτι ὁ Χριστὸς οὐ βούλεται, καὶ ἀηδὲς εὐθέως φανεῖται. Πάλιν ἂν ἐπαχθὲς ᾖ τὸ πένησι διδόναι, μὴ μέχρι τῆς δαπάνης στήσῃς τὸν λογισμὸν, ἀλλ' εὐθέως μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸν ἀμητὸν ἀπὸ τοῦ σπόρου. Καὶ ὅταν φορτικὸν ᾖ τὸ καταφρονεῖν ἔρωτος γυναικὸς ἀλλοτρίας, λογίζου τὸν ἀπὸ τοῦ πόνου στέφανον, καὶ ῥᾳδίως οἴσεις τὸν πόνον. Εἰ γὰρ ἀνθρώπων φόβος ἀποτρέπει τῶν ἀτόπων πραγμάτων, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ πόθος. Σκληρὰ ἡ ἀρετή· ἀλλὰ περιθῶμεν αὐτῆς τῇ ὄψει τῆς τῶν μελλόντων ἐπαγγελίας τὸ μέγεθος. Οἱ μὲν γὰρ ἐνάρετοι, καὶ χωρὶς τούτων αὐτὴν καθ' ἑαυτὴν ὡραίαν ὁρῶσι. καὶ διὰ τοῦτο αὐτὴν μετέρχονται, καὶ διὰ τὸ τῷ Θεῷ δοκοῦν, οὐκ ἐπὶ μισθῷ ἐργάζονται· καὶ μέγα ἡγοῦνται τὸ σωφρονεῖν, οὐ διὰ τὸ μὴ κολάζεσθαι, ἀλλ' ἐπειδὴ ὁ Θεὸς ἐπέταξεν. Εἰ δέ τις ἀσθενέστερος, καὶ τὰ βραβεῖα ἐννοείτω. Οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν, καὶ ἐλεῶμεν τοὺς ὁμοφύλους, μὴ δὴ περιορῶμεν ὑπὸ τοῦ λιμοῦ φθειρομένους. Πῶς γὰρ οὐκ ἄτοπον, αὐτοὺς μὲν ἐπὶ τῆς τραπέζης καθέζεσθαι γελῶντας καὶ τρυφῶντας, ἑτέρων δὲ διὰ τοῦ ἀμφόδου παριόντων ἀκούοντας ὀλοφυρομένων, μηδὲ ἐπιστρέφεσθαι πρὸς τὴν ὀλολυγὴν, ἀλλὰ καὶ δυσχεραίνειν καὶ ἀπατεῶνα καλεῖν; Τί λέγεις, ἄνθρωπε; δι' ἄρτον ἕνα τις ἀπάτην πλέκει; Ναὶ, φησίν. Οὐκοῦν ταύτῃ μάλιστα ἐλεείσθω· ταύτῃ μάλιστα τῆς ἀνάγκης ἀπαλλαττέσθω. Εἰ δὲ μὴ βούλει δοῦναι, μηδὲ ὑβρίσῃς· εἰ δὲ μὴ βούλει λῦσαι τὸ ναυάγιον, μὴ ὤσῃς εἰς βάραθρον. Ἐννόησον γὰρ ὅταν προσελθόντα ἀπώσῃ τὸν πένητα, τίς ἔσῃ τὸν Θεὸν παρακαλῶν. Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Ἐννόησον πῶς συντριβεὶς ἐκεῖνος ἄπεισι, κάτω κεκυφῶς, ὀδυρόμενος, μετὰ τῆς πενίας καὶ τὴν ἀπὸ τῆς ὕβρεως πληγὴν λαβών. Εἰ γὰρ τὸ ἐπαιτεῖν κατάραν ὑμεῖς τίθεσθε, τὸ αἰτοῦντα μὴ λαβεῖν, καὶ ὑβρισθέντα ἀπελθεῖν, σκόπει πόσον χειμῶνα ἐργάζεται. Μέχρι τίνος τοῖς θηρίοις ἐοίκαμεν, καὶ τὴν φύσιν αὐτὴν διὰ τὴν πλεονεξίαν ἀγνοοῦμεν; Πολλοὶ στενάζουσιν ἐπὶ τούτοις· ἀλλ' οὐ βούλομαι νῦν, ἀλλὰ διαπαντὸς τοῦτον ἔχειν τὸν ἔλεον. Ἐννόησόν μοι τὴν ἡμέραν ἐκείνην, ὅταν παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ· ὅταν παρακαλῶμεν ἐλεηθῆναι, καὶ εἰς μέσον αὐτοὺς ἀγαγὼν ὁ Χριστὸς λέγῃ πρὸς ἡμᾶς, ὅτι ∆ι' ἄρτον ἕνα καὶ ὀβολὸν ἕνα, τοσοῦτον ταῖς ψυχαῖς ταύταις ἐνειργάσασθε κλυδώνιον· τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Ὅτι γὰρ καὶ εἰς μέσον αὐτοὺς ἄξει, ἄκουσον τί φησιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Οὐδὲ γὰρ ἐκεῖνοι λοιπὸν ἐροῦσί τι πρὸς ἡμᾶς, ἀλλ' ὁ Θεὸς ὑπὲρ αὐτῶν ἡμῶν καθάψεται. Ἐπεὶ καὶ τὸν Λάζαρον ὁ πλούσιος εἶδε· καὶ ὁ μὲν Λάζαρος οὐδὲν πρὸς αὐτὸν εἶπεν, ὁ δὲ Ἀβραὰμ τὸν ὑπὲρ ἐκείνου λόγον ἐποιήσατο. Οὕτω καὶ ἐπὶ τῶν πενήτων ἔσται τῶν νῦν παρ' ἡμῶν καταφρονουμένων. Οὐ γὰρ χεῖρας αὐτοὺς προτείνοντας ὀψόμεθα ἐλεεινῷ σχήματι, ἀλλ' ἐν ἀναπαύσει ὄντας· ἡμεῖς δὲ τὸ ἐκείνων ληψόμεθα σχῆμα· καὶ εἴθε τὸ σχῆμα μόνον, καὶ μὴ τὸ πολλῷ χαλεπώτερον, τιμωρίαν! Οὐδὲ γὰρ ὁ πλούσιος ψιχίων ἐπεθύμει χορτασθῆναι ἐκεῖ· ἀλλ' ἀπετηγανίζετο καὶ ἐκολάζετο χαλεπῶς, καὶ ἤκουσεν, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά. Μὴ τοίνυν μέγα τι τὸν πλοῦτον νομίζωμεν. Οὗτος γὰρ ἐφόδιον ἡμῖν ἔσται κολάσεως, ἐὰν μὴ προσέχωμεν· ὥσπερ οὖν ἐὰν προσέχωμεν, καὶ ἡ πενία προσθήκη γίνεται καὶ τρυφῆς καὶ ἀναπαύσεως ἡμῖν. Καὶ γὰρ καὶ ἁμαρτήματα ἀποτιθέμεθα, ἂν εὐχαρίστως ταύτην φέρωμεν, καὶ πολλὴν παρὰ τῷ Θεῷ κτώμεθα τὴν παῤῥησίαν.

εʹ. Μὴ τοίνυν ἀεὶ τὴν ἄδειαν ζητῶμεν, ἵνα ἀδείας ἀπολαύσωμεν ἐκεῖ· ἀλλὰ τοὺς ὑπὲρ ἀρετῆς δεξώμεθα πόνους, καὶ τὰ περιττὰ περικόπτωμεν, καὶ μηδὲν πλέον ἐπιζητῶμεν, ἀλλ' εἰς τοὺς δεομένους τὰ ὄντα πάντα ἀναλίσκωμεν. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, ὅταν αὐτὸς μὲν ἡμῖν τὸν οὐρανὸν ἐπαγγέλληται, ἡμεῖς δὲ μηδὲ ἄρτον αὐτῷ παρέχωμεν; ὅταν αὐτὸς μέν σοι τὸν ἥλιον ἀνατέλλῃ, καὶ πᾶσαν τῆς κτίσεως παρέχῃ τὴν διακονίαν· σὺ δὲ οὐδὲ ἱμάτιον αὐτῷ δίδως, οὐδὲ στέγης κοινωνεῖν ποιεῖς; Καὶ τί λέγω ἥλιον καὶ κτίσιν; Τὸ σῶμά σοι παρέθηκε, τὸ αἷμα τὸ τίμιον ἔδωκε· σὺ δὲ οὐδὲ ποτηρίου μεταδίδως; Ἀλλ' ἔδωκας ἅπαξ; Ἀλλ' οὐκ ἔστι τοῦτο ἔλεος· ἕως γὰρ ἂν ἔχων μὴ ἐπαρκῇς, οὐδέπω τὸ πᾶν ἐπλήρωσας. Ἐπεὶ καὶ αἱ παρθένοι τὰς λαμπάδας ἔχουσαι, εἶχον ἔλαιον, ἀλλ' οὐ δαψιλές. Ἐχρῆν μὲν οὖν, εἰ καὶ ἀπὸ τῶν σαυτοῦ παρεῖχες, μηδὲ οὕτως εἶναι φειδωλός· νῦν δὲ τὰ τοῦ ∆εσπότου διδοὺς, τίνος ἕνεκεν μικρολογῇ; Εἴπω βούλεσθε τὴν αἰτίαν ταύτης τῆς ἀπανθρωπίας; Ἀπὸ πλεονεξίας συνάγουσι τὰ ὄντα, καὶ πρὸς τὴν ἐλεημοσύνην εἰσὶν ὀκνηροὶ οὗτοι· ὁ γὰρ οὕτω μαθὼν κερδαίνειν, ἀναλίσκειν οὐκ οἶδε. Πῶς γὰρ ἄν τις παρεσκευασμένος εἰς ἁρπαγὴν, πρὸς τὸ ἐναντίον ἑαυτὸν ῥυθμίσειεν; ὁ γὰρ τὰ παρ' ἑτέρων λαμβάνων, πῶς δυνήσεται τὰ ἑαυτοῦ προέσθαι ἑτέρῳ; Καὶ γὰρ κύων μελετήσας σαρκῶν ἀπογεύεσθαι, φυλάττειν οὐκέτι δύναται τὴν ἀγέλην· διὰ τοῦτο τοὺς τοιούτους καὶ ἀναιροῦσιν οἱ ποιμένες. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάσχωμεν, ἀποσχώμεθα τῆς τοιαύτης θοίνης. Καὶ γὰρ καὶ οὗτοι σαρκῶν ἀπογεύονται, οἱ τὸν διὰ λιμοῦ θάνατον ἐπεισάγοντες. Οὐχ ὁρᾷς πῶς πάντα κοινὰ ἡμῖν ἀνῆκεν ὁ Θεός; Εἰ γὰρ ἐν χρήμασιν εἴασε πένεσθαι, καὶ αὐτὸ τῆς τῶν πλουτούντων ἕνεκα παραμυθίας, ἵνα ἔχωσι διὰ τῆς εἰς ἐκείνους ἐλεημοσύνης ἀποδύεσθαι τὰ ἁμαρτήματα. Σὺ δὲ καὶ ἐν τούτῳ ὠμὸς καὶ ἀπάνθρωπος γέγονας. Ὅθεν δῆλον ὅτι εἰ καὶ ἐν τοῖς μείζοσι ταύτην ἔλαβες τὴν ἐξουσίαν, μυρίους ἂν εἰργάσω φόνους, καὶ τὸ φῶς καὶ τὴν ζωὴν ἅπασαν ἀπέκλεισας. Ὅπερ ἵνα μὴ γένηται, ἀνάγκῃ τὴν ἐν ἐκείνοις ἀπληστίαν διέκοψεν. Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ἐγὼ ταῦτα γινόμενα ὁρῶν. Μέχρι πότε σὺ πλούσιος, κἀκεῖνος πένης; Μέχρι τῆς ἑσπέρας, περαιτέρω δὲ οὐκ ἔτι. Οὕτω γὰρ βραχὺς ὁ βίος, καὶ πάντα ἐπὶ θύραις ἕστηκε λοιπὸν, ὡς ὥραν βραχεῖαν τὸ πᾶν εἶναι νομίζεσθαι. Τί σοι δεῖ ταμιείων ἐρευγομένων, καὶ πλήθους οἰκετῶν καὶ οἰκονόμων; διατί μὴ μυρίους ἔχεις κήρυκας, τῆς ἐλεημοσύνης; Τὸ μὲν γὰρ ταμιεῖον οὐδεμίαν ἀφίησιν φωνὴν, ἀλλὰ καὶ πολλοὺς ἐπισπάσεται λῃστάς· τὰ δὲ τῶν πενήτων ταμιεῖα πρὸς αὐτὸν ἀναβήσεται τὸν Θεὸν, καὶ ἡδὺν τὸν παρόντα ἐργάσεται βίον, καὶ πάντα λύσει τὰ ἁμαρτήματα, καὶ δόξαν παρὰ Θεῷ, καὶ τιμὴν παρὰ ἀνθρώποις οἴσει. Τί τοίνυν φθονεῖς σεαυτῷ τοσούτων ἀγαθῶν; Οὐ γὰρ ἐκείνους, ἀλλὰ σαυτὸν εὐποιήσεις μειζόνως, ἐκείνους εὐεργετῶν. Τοῖς μὲν γὰρ τὰ παρόντα ἐπανορθώσεις, σαυτῷ δὲ τὴν μέλλουσαν δόξαν καὶ παῤῥησίαν προαποθήσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΗʹ. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

αʹ. Μεγάλη τῆς ἀθυμίας ἡ τυραννὶς, καὶ πολλῆς ἡμῖν τῆς ἀνδρείας δεῖ, ὥστε στῆναι πρὸς τουτὶ τὸ πάθος γενναίως, καὶ τὸ χρήσιμον ἀπ' αὐτοῦ καρπουμένους, τὸ περισσὸν ἐᾷν· ἔχει γάρ τι καὶ χρήσιμον. Ὅταν μὲν γὰρ ἁμαρτάνωμεν ἡμεῖς ἢ ἕτεροι, τότε μόνον λυπεῖσθαι καλόν· ὅταν δὲ ἀνθρωπίναις περιστάσεσιν ἐμπέσωμεν, ἄχρηστος λοιπὸν τῆς ἀθυμίας ἡ χρῆσις. Ἐπεὶ οὖν καὶ τοὺς μαθητὰς οὐδέπω τελείους ὄντας αὕτη κατεπάλαισεν, ὅρα πῶς αὐτοὺς διορθοῦται διὰ τῆς ἐπιπλήξεως. Οἱ γὰρ μυρία πρὸ τούτου αὐτὸν ἐρωτῶντες (καὶ γὰρ ὁ Πέτρος ἔλεγε, Ποῦ ὑπάγεις; καὶ ὁ Θωμᾶς δὲ, Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; καὶ ὁ Φίλιππος, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου), οὗτοι νῦν ἀκούσαντες ὅτι Ἀποσυναγώγους ποιήσουσι, καὶ ὅτι Μισήσουσιν ὑμᾶς, καὶ, ὅτι Ὁ ἀποκτείνας ὑμᾶς, δόξει λατρείαν προσφέρειν τῷ Θεῷ, οὕτω κατέπεσον, ὡς ἀφασίᾳ κατασχεθῆναι λοιπὸν, καὶ μηδὲν αὐτῷ διαλέγεσθαι. Ὅπερ οὖν αὐτοῖς ὀνειδίζων ἔλεγε· Ταῦτα ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ∆εινὸν γὰρ ἡ ταύτης ἀμετρία, δεινὸν, καὶ θανάτου κατασκευαστικόν. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, φησί. Τίνος δὲ ἕνεκεν ἐξ ἀρχῆς οὐκ εἶπεν; Ἵνα μή τις λέγῃ, ὅτι ἀπὸ τῶν πολλάκις συμβάντων στοχαζόμενος ἔλεγε. Καὶ τί δήποτε πράγματι ἐπιχειρεῖ τοσαύτην ἔχοντι δυσκολίαν; Ἤδειν μὲν, φησὶν, αὐτὰ καὶ ἐξ ἀρχῆς, καὶ οὐ διὰ τὸ μὴ εἰδέναι οὐκ ἔλεγον· ἀλλ' Ὅτι μεθ' ὑμῶν ἤμην. Καὶ τοῦτο ἀνθρωπίνως πάλιν· ὡσανεὶ ἔλεγεν, Ὅτι ἐν ἀσφαλείᾳ ἦτε, καὶ ἐξὸν ἦν ἐρωτᾷν ὅτε ἐβούλεσθε, καὶ ἐπ' ἐμὲ ὁ πόλεμος ἅπας ἀνεῤῥιπίζετο, καὶ περιττὸν ἦν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς. Ἆρ' οὖν τοῦτο οὐκ εἶπεν; οὐχὶ τοὺς δώδεκα καλέσας ἔλεγεν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς ἐν ταῖς συναγωγαῖς; πῶς οὖν φησιν, ὅτι Ἀπ' ἀρχῆς οὐκ εἶπον; Ὅτι μάστιγας καὶ ἀπαγωγὰς προανεφώνησεν, οὐ μὴν ὅτι οὕτω δόξει ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ λατρείαν τὸ πρᾶγμα νομίζεσθαι. Τοῦτο γὰρ πάντων μᾶλλον ἱκανὸν ἦν αὐτοὺς καταπλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς καὶ λυμεῶνες κριθήσεσθαι. Πρὸς τούτοις δὲ κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἃ παρὰ τῶν ἐθνῶν ἔμελλον πάσχειν εἶπεν, ἐνταῦθα δὲ καὶ τὰ Ἰουδαϊκὰ προσέθηκε μετὰ πλείονος τῆς ὑπερβολῆς, καὶ ὅτι ἐπὶ θύραις ἐστὶν ἐδίδαξε. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν λέγει· Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Οὐ μικρὰ καὶ αὕτη παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας τὴν ὑπερβολήν. Ὑπὸ γὰρ τῆς ἀγωνίας τῆς διὰ τὴν ἐρημίαν τὴν αὐτοῦ, καὶ τοῦ τὰ μέλλοντα ἐκδέχεσθαι αὐτοὺς δεινὰ (οὐδὲ γὰρ ᾔδεσαν εἰ δυνήσονται ἀνδρείως ἐνεγκεῖν) ἐξέστησαν. Τίνος οὖν ἕνεκεν οὐ μετὰ ταῦτα εἶπεν αὐτοῖς, ὅτε τοῦ Πνεύματος κατηξιώθησαν; Ἵνα μάθῃς, ὅτι σφόδρα ἦσαν ἐνάρετοι. Εἰ γὰρ μηδέπω Πνεύματος καταξιωθέντες οὐκ ἀπεπήδησαν, τῇ λύπῃ καταχωσθέντες, ἐννόησον τίνες ἔμελλον ἔσεσθαι τῆς χάριτος ἀπολαύσαντες. Εἰ γὰρ τότε ἀκούσαντες ἤνεγκαν, τῷ Πνεύματι ἂν τὸ πᾶν ἐλογισάμεθα· νῦν δὲ ὁλόκληρος τῆς διανοίας αὐτῶν ἐστιν ὁ καρπὸς, καὶ σαφὴς τοῦ πόθου τοῦ περὶ τὸν Χριστὸν ἀπόδειξις, γυμνὴν ἔτι τὴν διάνοιαν βασανίζοντος. Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω. Ὅρα πῶς παραμυθεῖται αὐτοὺς πάλιν. Οὐ γὰρ τὰ πρὸς χάριν λέγω, φησὶν, ἀλλὰ, κἂν μυριάκις λυπῆσθε, τὸ συμφέρον ἀκοῦσαι δεῖ. Ὑμῖν μὲν γὰρ κατὰ γνώμην ἐστὶν ἐμὲ παρεῖναι· τὸ δὲ συμφέρον ἕτερον. Κηδομένου δέ ἐστι, τὸ μὴ ἐπὶ τοῖς συμφέρουσι τῶν γνωρίμων φείδεσθαι καὶ ἀπάγειν τοῦ λυσιτελοῦντος αὐτούς. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησὶν, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ. Τί λέγουσιν ἐνταῦθα οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος οὐκ ἔχοντες δόξαν; συμφέρει ∆εσπότην ἀπελθεῖν, καὶ δοῦλον παραγενέσθαι; Ὁρᾷς πῶς πολλὴ τοῦ Πνεύματος ἡ ἀξία; Ἐὰν δὲ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Καὶ τί τὸ κέρδος; Ἐκεῖνος ἐλθὼν, ἐλέγξει τὸν κόσμον· τουτέστιν, Οὐκ ἀτιμωρητὶ ταῦτα πράξουσιν, ἂν ἐκεῖνος ἔλθῃ. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτούς· ὅταν δὲ καὶ δι' ἐκείνου ταῦτα γίνηται, καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα, πολλῷ μᾶλλον κατακριθήσονται, ὁρῶντες τοσαῦτα ἐν τῷ ὀνόματί μου γινόμενα· ὅπερ σαφεστέραν ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Νῦν μὲν γὰρ δύνανται λέγειν, ὅτι ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα· ὅταν δὲ ἴδωσι θάνατον λυόμενον κακίαν ἐκβαλλομένην, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα ἐμοῦ καλουμένου γινόμενα, τί ἐροῦσιν; Ἐμαρτύρησε γὰρ περὶ ἐμοῦ καὶ ὁ Πατήρ· μαρτυρήσει δὲ καὶ τὸ Πνεῦμα. Καίτοι καὶ παρὰ τὴν ἀρχὴν ἐμαρτύρησεν· ἀλλὰ καὶ νῦν τοῦτο ποιήσει.

βʹ. Τὸ δὲ, Ἐλέγξει περὶ ἁμαρτίας, τοῦτ' ἔστι, Πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα. Καὶ περὶ δικαιοσύνης, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ οὐκέτι θεωρεῖτέ με· τουτέστιν, Ὅτι ἄληπτον παρεσχόμην βίον. Καὶ τοῦτο τεκμήριον, τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι. Ἐπειδὴ γὰρ αὐτῷ ἀεὶ τοῦτο ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον καὶ παράνομον, φησὶν, ὅτι καὶ ταύτην ἀναιρήσει τὴν πρόφασιν. Εἰ γὰρ τὸ νομίζεσθαι ἐμὲ μὴ εἶναι ἐκ τοῦ Θεοῦ, τοῦτο παράνομον δείκνυσιν· ὅταν δείξῃ τὸ Πνεῦμα ἐκεῖ με ἀπελθόντα, καὶ οὐ πρὸς ὥραν, ἀλλὰ μένοντα ἐκεῖ (τὸ γὰρ, Οὐκ ἔτι θεωρεῖτέ με, τοῦτό ἐστι δηλοῦντος)· τί ἐροῦσι λοιπόν; Ὅρα διὰ δύο τούτων ἀναιρουμένην τὴν πονηρὰν ὑποψίαν. Οὔτε γὰρ τὸ σημεῖα ποιεῖν ἁμαρτωλοῦ (οὐ γὰρ δύναται ἁμαρτωλὸς σημεῖα ποιεῖν), οὔτε τὸ παρὰ Θεῷ εἶναι διαπαντὸς ἁμαρτωλοῦ. Ὥστε οὐκ ἔτι δύνασθε λέγειν, ὅτι Οὗτος ἁμαρτωλός ἐστιν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Πάλιν ἐνταῦθα τὸν περὶ δικαιοσύνης ἀνακινεῖ λόγον, ὅτι κατεπάλαισε τὸν ἀντίδικον. Οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισεν· ὅπερ οὐδὲ δίκαιός τις ἀνθρώπων ποιῆσαι ἴσχυσεν. Ὅτι γὰρ κατακέκριται δι' ἐμὲ, εἴσονται οἱ καταπατοῦντες αὐτὸν ὕστερον, καὶ τὴν ἀνάστασίν μου σαφῶς εἰδότες, ὅπερ κατακρίνοντός ἐστιν. Οὐ γὰρ ἴσχυσέ με κατασχεῖν. Ἐπεὶ οὖν ἔλεγον, ὅτι δαιμόνιον ἔχω, καὶ ὅτι πλάνος εἰμὶ, καὶ ταῦτα μετὰ ταῦτα δειχθήσεται ἕωλα ὄντα. Οὐ γὰρ ἂν αὐτὸν εἷλον, εἴ γε ἁμαρτίᾳ ὑπεύθυνος ἤμην· νυνὶ δὲ κατακέκριται καὶ ἐκβέβληται. Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐκοῦν συμφέρει ἐμὲ ἀπελθεῖν, εἴ γε τότε μέλλετε βαστάζειν, ὅταν ἀπέλθω. Καὶ τί γέγονεν; Μεῖζόν σου τὸ Πνεῦμά ἐστιν, ὅτι νῦν μὲν οὐ βαστάζομεν, ἐκεῖνο δὲ ἡμᾶς βαστάζειν παρασκευάσει; μείζων ἡ ἐκείνου ἐνέργεια καὶ τελειοτέρα; Οὐ τοῦτο· καὶ γὰρ ἐκεῖνος τὰ ἐμὰ ἐρεῖ. ∆ιὰ τοῦτό φησι· Ἀφ' ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ ἐν ταῖς θλίψεσιν ὑμᾶς παραμυθήσεται, ὅπερ αὐτὸς οὐκ ἐποίησε, καὶ ὅτι Συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ, Νῦν μὲν οὐ δύνασθε βαστάζειν, τότε δὲ δυνήσεσθε, καὶ ὅτι Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν· ἵνα μὴ ταῦτα ἀκούοντες, μεῖζον τὸ Πνεῦμα νομίσωσι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσι, διὰ τοῦτό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστιν, Ἅπερ ἂν εἶπον ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Ὅταν δὲ εἴπῃ, Οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, οὐδὲν ἐναντίον, οὐδὲν ἴδιον παρὰ τὰ ἐμά φησιν. Ὥσπερ οὖν περὶ ἑαυτοῦ λέγων, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, τοῦτό φησιν, ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲν ἴδιόν τι παρ' ἐκεῖνον καὶ ἀλλότριον· οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐγὼ οἶδα, ἐκ τῆς ἐμῆς γνώσεως. Μία γὰρ ἐμοῦ καὶ τοῦ Πνεύματος γνῶσις. Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐπῆρεν αὐτῶν τὴν διάνοιαν· πρὸς οὐδὲν γὰρ οὕτω λίχνον τὸ ἀνθρώπειον γένος, ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα. Τοῦτο γοῦν συνεχῶς ἠρώτων αὐτὸν, Ποῦ ὑπάγεις; τίς ἐστιν ἡ ὁδός; Καὶ ταύτης οὖν ἀπαλλάττων αὐτοὺς τῆς φροντίδος, λέγει, ὅτι Πάντα ὑμῖν προερεῖ, ὥστε μὴ ἐμπεσεῖν ἀφυλάκτως. Ἐκεῖνος ἐμὲ δοξάσει. Πῶς; Ἐν τῷ ὀνόματι τῷ ἐμῷ δώσει τὰς ἐνεργείας. Ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα παραγινομένου τοῦ Πνεύματος, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησίν· Ἐκεῖνος ἐμὲ δοξάσει. Ποίαν λέγει πᾶσαν ἀλήθειαν; Καὶ γὰρ καὶ τοῦτο αὐτῷ μαρτυρεῖ, ὅτι αὐτὸς ἡμᾶς ἂν ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Αὐτὸς μὲν γὰρ καὶ διὰ τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ λέγειν, καὶ διὰ τὸ μηδέπω αὐτοὺς τὴν ἀνάστασιν εἰδέναι σαφῶς, καὶ ἀτελεστέρους εἶναι, καὶ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ὡς παρανομοῦντα δόξωσι κολάζειν, οὐδὲν μέγα ἐφθέγγετο συνεχῶς, οὔτε τοῦ νόμου σαφῶς ἀπέστησεν. Ἐπειδὴ δὲ αὐτῶν ἀπεσχίσθησαν οἱ μαθηταὶ, καὶ ἔξω λοιπὸν ἦσαν ἐκεῖνοι, καὶ πολλοὶ πιστεύειν ἔμελλον, καὶ τῶν ἁμαρτημάτων ἀφίεσθαι, καὶ ἄλλοι ἦσαν οἱ περὶ αὐτοῦ λέγοντες, οὐκ ἔτι αὐτὸς περὶ ἑαυτοῦ μεγάλα εἰκότως ἐφθέγγετο. Ὥστε οὐ τῆς ἀγνοίας τῆς ἐμῆς, φησὶ, τὸ μὴ εἰπεῖν ἅπερ εἰπεῖν ἐχρῆν, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. ∆ιὰ τοῦτο εἰπὼν, Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν, ἐπήγαγεν· Ἀφ' ἑαυτοῦ οὐκ ἐρεῖ. Ὅτι γὰρ οὐ διδασκαλίας τὸ Πνεῦμα δεῖται, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου οὐ μανθάνον παρ' ἑτέρου οἶδεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστι, Συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ. ∆ιατί δὲ οὐκ ἤρχετο πρὶν ἢ αὐτὸν ἀπελθεῖν; Ὅτι οὔπω τῆς κατάρας ἀρθείσης, οὔπω τῆς ἁμαρτίας λυθείσης, ἀλλ' ἔτι πάντων ὑπευθύνων ὄντων τῇ τιμωρίᾳ, οὐκ ἂν παρεγένετο. ∆εῖ οὖν, φησὶ, τὴν ἔχθραν λυθῆναι, καὶ καταλλαγῆναι ὑμᾶς τῷ Θεῷ, καὶ τότε δέξασθαι τὸ δῶρον ἐκεῖνο. ∆ιατί δέ φησι, Πέμψω αὐτόν; Τουτέστι, Προπαρασκευάσω ὑμᾶς πρὸς τὴν ὑποδοχήν. Πῶς γὰρ τὸ πανταχοῦ ὂν πέμπεται; Ἄλλως δὲ, καὶ τῶν ὑποστάσεων τὸ διάφορον δείκνυσι. ∆ιὰ δύο δὲ ταῦτα οὕτω φθέγγεται· καὶ ἐπειδὴ οὗτοι δυσαποσπάστως εἶχον, πείθων τοῦ Πνεύματος ἔχεσθαι, καὶ ἵνα αὐτὸ θεραπεύσωσιν. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς ταῦτα ἐργάζεσθαι· ἀλλὰ διὰ τοῦτο ἐκεῖνο συγχωρεῖ θαυματουργεῖν, ἵνα μάθωσιν αὐτοῦ τὴν ἀξίαν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἠδύνατο τὰ ὄντα παραγαγεῖν, ὁ δὲ Υἱὸς αὐτὸ ποιεῖ, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, οὕτω καὶ τοῦτο. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἐσαρκώθη, τῷ Πνεύματι τηρῶν τὴν ἐνέργειαν, καὶ ἐμφράττων τὰ στόματα τῶν τὴν ὑπόθεσιν τῆς ἀφάτου φιλανθρωπίας εἰς ἀφορμὴν ἀσεβείας λαμβανόντων Ὅταν γὰρ λέγωσιν, ὅτι διὰ τοῦτο ἐσαρκώθη ὁ Υἱὸς ἐπειδὴ καταδεέστερος ἦν τοῦ Πατρὸς, ἐροῦμεν πρὸς αὐτοὺς, Τί οὖν ἂν εἴποιτε περὶ τοῦ Πνεύματος; Οὐ γὰρ ἔλαβε σάρκα, καὶ οὐ δήπου διὰ τοῦτο μεῖζον τοῦ Υἱοῦ αὐτὸ ἐρεῖτε, οὐδὲ τὸν Υἱὸν αὐτοῦ καταδεέστερον. ∆ιὰ τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος ἡ Τριὰς παραλαμβάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάζεσθαι δύναται, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ ἁγίου, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῆς χορηγίας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν τῆς ἀξίας καταμανθάνωμεν. Ἐπεὶ ὅτι δύναται ὁ Υἱὸς καθ' ἑαυτοῦ ταῦτα, ἅπερ ἐπὶ τοῦ βαπτίσματος μετὰ τοῦ Πατρὸς δύναται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἄκουσον ταῦτα σαφῶς. Τοῖς γὰρ Ἰουδαίοις ἔλεγεν· Ἵνα γὰρ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· καὶ πάλιν, Ἵνα υἱοὶ φωτὸς γένησθε, καὶ, Ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Εἶτα μετὰ ταῦτα, Ἵνα ζωὴν, φησὶν, ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἴδωμεν δὲ καὶ τὸ Πνεῦμα τὸ αὐτὸ τοῦτο ποιοῦν. Ποῦ ἔστιν ἰδεῖν; Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος, φησὶ, δίδοται πρὸς τὸ συμφέρον. Ὁ τοίνυν ταῦτα παρέχων, καὶ ἁμαρτήματα πολλῷ μᾶλλον ἀφίησι. Καὶ πάλιν· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· καὶ, Ζωοποιήσει διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· καὶ, Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην· καὶ πάλιν, Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ τότε δὲ πάντα ἅπερ ἐποίουν, παραγενομένου τοῦ Πνεύματος ἐθαυματούργουν. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγε Παῦλος· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐπεὶ οὖν περὶ μὲν Πατρὸς πολλὰ ἤκουσαν, καὶ τὸν Υἱὸν δὲ εἶδον πολλὰ ἐργασάμενον, περὶ δὲ τοῦ Πνεύματος οὐδὲν οὐδέπω σαφῶς ᾔδεσαν, θαυματουργεῖ, καὶ τὴν τελείαν εἰσάγει γνῶσιν. Ἀλλ' ἵνα μὴ μεῖζον ἐντεῦθεν ὑποπτεύηται (ὅπερ ἔφθην εἰπὼν), διὰ τοῦτό φησιν· Ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, πῶς οὐκ ἄτοπον, εἰ τότε ἔμελλεν ἀκούειν, καὶ διὰ τοὺς μαθητευομένους; Οὐδὲ γὰρ τότε ἔμελλε καθ' ὑμᾶς εἰδέναι, εἰ μὴ διὰ τοὺς ἀκουσομένους. Καὶ τί τούτου παρανομώτερον τοῦ ῥήματος γένοιτ' ἄν; Ἄλλως δέ· τί καὶ ἔμελλεν ἀκούσεσθαι; οὐ ταῦτα πάντα εἶπε διὰ τῶν προφητῶν; Εἴτε γὰρ περὶ τῆς τοῦ νόμου λύσεως ἔμελλε διδάσκειν, εἴρητο· εἴτε περὶ τοῦ Χριστοῦ καὶ τῆς θεότητος αὐτοῦ, καὶ τῆς οἰκονομίας, καὶ ταῦτα εἴρητο. Τί γὰρ καὶ τρανότερον ἔμελλε μετὰ ταῦτα ἐρεῖν; Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐνταῦθα μάλιστα δείκνυσιν αὐτοῦ τὸ ἀξίωμα, ἐπειδὴ Θεοῦ τοῦτο μάλιστα ἴδιον, τὸ λέγειν τὰ μέλλοντα. Εἰ δὲ καὶ αὐτὸ μανθάνοι παρ' ἑτέρων, οὐδὲν πλέον ἕξει τῶν προφητῶν· ἀλλ' ἐνταῦθα τὴν ἀπηκριβωμένην πρὸς τὸν Θεὸν γνῶσιν δηλοῖ, ὅτι ἀδύνατον ἄλλο τι φθέγξασθαι αὐτόν. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ λήψεται, ἤτοι ἐκ τοῦ χαρίσματος τοῦ εἰς τὴν σάρκα τὴν ἐμὴν ἐλθόντος, ἢ ὅτι ἀπὸ τῆς γνώσεως, ἧς καὶ ἐγὼ ἔχω, οὐχ ὡς δεόμενος, οὐδὲ ὡς παρ' ἑτέρου μαθὼν, ἀλλ' ὡς μιᾶς οὔσης καὶ τῆς αὐτῆς. Καὶ διατί οὕτως εἶπε, καὶ μὴ ἑτέρως; Ὅτι οὐδέπω τὸν περὶ τοῦ Πνεύματος ᾔδεσαν λόγον. ∆ιόπερ ἓν κατασκευάζει μόνον, ὥστε πιστευθῆναι αὐτὸν καὶ δεχθῆναι παρ' αὐτῶν, καὶ μὴ σκανδαλισθῆναι. Ἐπειδὴ γὰρ ἔλεγεν, Εἷς ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ πειθόμενοι, Μία ἡ ἐμὴ καὶ ἐκείνου διδασκαλία ἐστίν· ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ. Μὴ δὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ καὶ ἐκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συγκροτεῖ δόξαν. Ἓν γὰρ θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτω καὶ ἡμᾶς εἶναι βούλεται λέγων· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἐγὼ καὶ σὺ ἕν ἐσμεν.

δʹ. Οὐδὲν γὰρ ὁμονοίας ἴσον οὐδὲ συμφωνίας· ὁ γὰρ εἷς, πολλοστός ἐστιν οὕτως. Ἂν γὰρ ὁμόψυχοι ὦσι δύο ἢ δέκα, οὐκ ἔτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλασίων ἕκαστος αὐτῶν γίνεται, καὶ εὑρήσεις ἐν τοῖς δέκα τὸν ἕνα, καὶ ἐν τῷ ἑνὶ τοὺς δέκα. Κἂν ἐχθρὸν ἔχωσιν, οὐ τῷ ἑνὶ προσβαλὼν, ὡς τοῖς δέκα προσβαλὼν, οὕτως ἁλίσκεται. Οὐ γὰρ ὑφ' ἑνὸς βάλλεται μόνον, ἀλλ' ὑπὸ τῶν δέκα στομάτων. Ἠπόρησεν ὁ εἷς; Ἀλλ' οὐκ ἔστιν ἐν ἀπορίᾳ· τῷ γὰρ μείζονι μέρει, τουτέστι, τοῖς ἐννέα, εὐπορεῖ, καὶ τὸ ἀποροῦν συσκιάζεται μέρος, τὸ ἔλαττον, διὰ τοῦ πλείονος τοῦ εὐποροῦντος. Ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει, καὶ εἴκοσι ὀφθαλμοὺς, καὶ πόδας τοσούτους. Οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον ὀφθαλμοῖς ὁρᾷ, ἀλλὰ καὶ τοῖς ἑτέρων, οὐ τοῖς ἑαυτοῦ βαστάζει ποσὶν, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ ταῖς ἑαυτοῦ χερσὶν ἐργάζεται, ἀλλὰ καὶ ταῖς ἐκείνων. Ψυχὰς ἔχει δέκα· οὐ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἐκεῖναι ὑπὲρ αὐτοῦ μεριμνῶσιν. Εἰ δὲ καὶ ἑκατὸν γένοιντο, τὸ αὐτὸ ἔσται πάλιν, καὶ ἐκταθήσεται τὰ τῆς δυνάμεως. Εἶδες ἀγάπης ὑπερβολὴν, πῶς ἀκαταγώνιστον ποιεῖ τὸν ἕνα καὶ πολλαπλασίω; πῶς ὁ εἷς καὶ πολλαχοῦ δύναται εἶναι; ὁ αὐτὸς καὶ ἐν Περσίδι καὶ ἐν Ῥώμῃ; καὶ ὅπερ φύσις οὐ δύναται, ἡ ἀγάπη δύναται; Τὸ μὲν γὰρ αὐτοῦ ἐνταῦθα ἔσται, τὸ δὲ ἐκεῖ· μᾶλλον δὲ ὁλόκληρος ἐνταῦθα, καὶ ὁλόκληρος ἐκεῖ. Ἐὰν οὖν χιλίους ἔχῃ φίλους ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως. Ὁρᾷς πῶς αὐξητικὸν ἡ ἀγάπη; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι, τὸ χιλιοστὸν ποιῆσαι τὸν ἕνα. Τίνος οὖν ἕνεκεν οὐ κτώμεθα τὴν δύναμιν ταύτην, καὶ ἐν ἀσφαλείᾳ καθιστῶμεν ἑαυτούς; Τοῦτο δυναστείας καὶ πλούτου κρεῖττον παντός· τοῦτο ὑγείας, τοῦτο αὐτοῦ τοῦ φωτὸς πλεῖον· τοῦτο εὐθυμίας ὑπόθεσις. Μέχρι τίνος εἰς ἕνα καὶ δύο περιιστῶμεν τὴν ἀγάπην; Μάθε καὶ ἐξ ἐναντίας τὸ πρᾶγμα. Ἔστω τις μηδένα φίλον ἔχων, ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης (μωρὸς γὰρ ἐρεῖ· Οὐχ ὑπάρχει μοι φίλος)· ὁ τοιοῦτος ποίαν ζήσεται ζωήν; Κἂν γὰρ μυριάκις ᾖ πλούσιος, κἂν ἐν ἀφθονίᾳ καὶ τρυφῇ, κἂν μυρία ἀγαθὰ κεκτημένος, πάντων ἔρημος καὶ γυμνὸς καθίσταται. Ἐπὶ δὲ τῶν φίλων οὐχ οὕτως, ἀλλὰ κἂν πένητες ὦσι, τῶν πλουσίων εὐπορώτεροι τυγχάνουσι· καὶ ἅπερ αὐτὸς ὑπὲρ αὐτοῦ οὐκ εἰπεῖν ἐπιχειρεῖ, ταῦτα ὁ φίλος ἐρεῖ· καὶ ὅσα οὐ δύναται ἑαυτῷ χαρίσασθαι, δι' ἑτέρου δυνήσεται, καὶ πολλῷ πλείονα, καὶ πάσης ἡμῖν ἔσται ἀπολαύσεως καὶ ἀσφαλείας ὑπόθεσις. Οὐ γὰρ ἔστι παθεῖν κακῶς ὑπὸ τοσούτοις δορυφόροις φυλαττόμενον. Οὐ γὰρ τοιοῦτοι τοῦ βασιλέως οἱ σωματοφύλακες ἀκριβεῖς, ὡς οὗτοι. Οἱ μὲν γὰρ ἀνάγκῃ καὶ φόβῳ τὴν φυλακὴν ἐπιδείκνυνται, οἱ δὲ εὐνοίᾳ καὶ ἀγάπῃ· πολλῷ δὲ φόβου τυραννικωτέρα αὕτη. Κἀκεῖνος μὲν τοὺς φύλακας αὐτοῦ δέδοικεν, οὗτος δὲ τούτοις μᾶλλον ἢ ἑαυτῷ θαῤῥεῖ, καὶ διὰ τούτους οὐδένα τῶν ἐπιβουλευόντων δέδοικεν. Ἐμπορευσώμεθα τοίνυν τὴν ἐμπορίαν ταύτην, ὁ πένης, ἵνα τῆς πενίας ἔχῃ παραμυθίαν· ὁ πλούσιος, ἵνα τὸν πλοῦτον ἐν ἀσφαλείᾳ κεκτημένος ᾖ· ὁ ἄρχων, ἵνα μετὰ ἀσφαλείας ἄρχῃ· ὁ ἀρχόμενος, ἵνα εὐμενεῖς ἔχῃ τοὺς ἄρχοντας. Τοῦτο ἡμερότητος ἀφορμὴ, τοῦτο πραότητος ὑπόθεσις. Ἐπεὶ καὶ ἐν τοῖς θηρίοις ἐκεῖνα μάλιστά ἐστι χαλεπὰ καὶ ἀτίθασσα, τὰ μὴ συναγελαζόμενα. ∆ιὰ τοῦτο πόλεις οἰκοῦμεν, καὶ ἀγορὰς ἔχομεν, ἵνα ἀλλήλοις συγγινώμεθα. Τοῦτο καὶ Παῦλος ἐκέλευσε λέγων· Μὴ ἐγκαταλιμπάνοντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὡς μόνωσις κακὸν, καὶ τὸ ἄσπονδον καὶ ἀπρόσιτον. Τί οὖν οἱ μοναχοὶ, φησὶ, καὶ οἱ τὰς κορυφὰς τῶν ὀρέων κατειληφότες; Οὐδὲ ἐκεῖνοι φίλων εἰσὶ χωρὶς, ἀλλὰ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς ἔφυγον θορύβους, πολλοὺς δὲ ἔχουσιν ὁμοψύχους, καὶ ἀκριβῶς ἀλλήλοις συνδεδεμένους· καὶ ἵνα τοῦτο κατορθώσωσιν, ἀνεχώρησαν. Ἐπειδὴ γὰρ ἡ τῶν πραγμάτων φιλονεικία πολλὰς ποιεῖ τὰς ἔριδας, διὰ τοῦτο ἐκ μέσου γενόμενοι τὴν ἀγάπην γεωργοῦσι μετὰ ἀκριβείας πολλῆς. Τί οὖν, εἴ τις μόνος εἴη, φησὶ, κἀκεῖνος μυρίους ἔχει φίλους; Ἐγὼ μὲν γὰρ βούλομαι, εἰ δυνατὸν, καὶ συνδιατρίβειν ἀλλήλοις εἰδέναι· τέως δὲ μενέτω τὰ τῆς φιλίας ἀκίνητα. Οὐ γὰρ ὁ τόπος ποιεῖ τοὺς φίλους. Πολλοὺς γοῦν ἔχουσι τοὺς θαυμάζοντας· οὐκ ἂν δὲ ἐθαύμασαν, εἰ μὴ ἐφίλουν. Καὶ αὐτοὶ πάλιν ὑπὲρ ἁπάσης εὔχονται τῆς οἰκουμένης, ὅπερ μέγιστον φιλίας ἐστὶ τεκμήριον. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς μυστηρίοις ἀσπαζόμεθα ἀλλήλους, ἵνα οἱ πολλοὶ γενώμεθα ἕν· καὶ ἐπὶ τῶν ἀμυήτων κοινὰς ποιούμεθα τὰς εὐχὰς, λιτανεύοντες ὑπὲρ νοσούντων, καὶ τῶν καρπῶν τῆς οἰκουμένης, καὶ γῆς καὶ θαλάττης. Ὁρᾷς πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν; ἐν ταῖς εὐχαῖς; ἐν τοῖς μυστηρίοις; ἐν ταῖς παραινέσεσι; Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν. Ἂν ταύτης ἐχώμεθα μετὰ ἀκριβείας, καὶ τὰ παρόντα καλῶς οἰκονομήσομεν, καὶ τῆς βασιλείας ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΘʹ. Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς.

αʹ. Τὴν ὀδυνωμένην ψυχὴν καὶ ὑπὸ ἀθυμίας κατεχομένην πολλῆς οὐδὲν οὕτως εἴωθε καταβάλλειν, ὡς τὰ τὴν λύπην τίκτοντα ῥήματα στρεφόμενα συνεχῶς. Τί δήποτε οὖν ὁ Χριστὸς εἰπὼν, Ὑπάγω, καὶ, Οὐκ ἔτι λαλήσω μεθ' ὑμῶν, συνεχῶς τὰ αὐτὰ στρέφει, λέγων· Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με· καὶ, Ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με; Ὅτε γὰρ αὐτοὺς ἀνεκτήσατο διὰ τῶν περὶ τοῦ Πνεύματος λόγων, τότε πάλιν αὐτῶν καταβάλλει τὰ φρονήματα. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Βασανίζει τὴν διάνοιαν, καὶ δοκιμωτέραν ἐργάζεται, καὶ συνεθίζει καλῶς αὐτοὺς ἐν τῇ τῶν λυπηρῶν ἀκροάσει γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισμόν. Οἱ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο μελετήσαντες, ἔμελλον καὶ ἐν τοῖς πράγμασιν αὐτὸ ῥᾳδίως οἴσειν λοιπόν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ αὐτὸ τοῦτο παραμυθία ἐστὶ, τὸ εἰπεῖν, ὅτι Πρὸς τὸν Πατέρα ἀπέρχομαι. Τοῦτο γὰρ δηλοῦντος ἦν, ὅτι οὐκ ἀπολεῖται, ἀλλὰ μετάστασίς τίς ἐστιν αὐτοῦ ἡ τελευτή. Καὶ ἑτέραν παραμυθίαν αὐτοῖς ἐνέθηκεν. Οὐ γὰρ εἶπε, Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με, μόνον· ἀλλὰ καὶ προσέθηκε· Μικρὸν, καὶ ὄψεσθέ με, δηλῶν ὅτι καὶ ἐπανήξει, καὶ πρὸς ὀλίγον ἔσται ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ' αὐτῶν συνουσία. Τοῦτο μέντοι οὐ συνεῖδον. Ὅθεν καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; Ἢ διὰ τὴν λύπην, ὡς ἔγωγε οἶμαι (αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα), ἢ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων. ∆ιὸ καὶ ἔδοξεν αὐτοῖς δύο ἐναντία τιθέναι, οὐκ ὄντα ἐναντία. Εἰ γὰρ ὀψόμεθά σε, φησὶ, ποῦ ὑπάγεις; εἰ δὲ ὑπάγεις, πῶς ὀψόμεθά σε; ∆ιὰ τοῦτο λέγουσιν, Οὐκ οἴδαμεν τί λαλεῖ. Ὅτι μὲν γὰρ ἀπιέναι ἔμελλεν, ᾔδεσαν· ἠγνόουν δὲ ὅτι μετὰ μικρὸν ἥξει πρὸς αὐτούς. ∆ιὰ δὴ τοῦτο καὶ ἐπιτιμᾷ αὐτοῖς, ὅτι οὐ συνεῖδον τὸ λεγόμενον. Βουλόμενος γὰρ αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου δόγμα, τί φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὅπερ ἦν τοῦ θανάτου καὶ τοῦ σταυροῦ· Ὁ δὲ κόσμος χαρήσεται. Ἐπειδὴ γὰρ διὰ τὸ μὴ βούλεσθαι ταχέως ἐπέτρεχον τῷ πιστεύειν, ὅτι οὐκ ἀποθανεῖται, εἶτα ἀκούσαντες ὅτι ἀποθανεῖται, ἀμφέβαλλον οὐκ εἰδότες τί ποτέ ἐστι τὸ, Μικρόν· φησί· Κλαύσετε καὶ θρηνήσετε· ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα δεικνὺς, ὅτι μετὰ τὴν λύπην χαρὰ γίνεται, καὶ ὅτι ἡ λύπη τίκτει τὴν χαρὰν, καὶ ὅτι αὕτη μὲν βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραντος, ἐπὶ παράδειγμα ἦλθε κοσμικόν· καὶ τί φησιν; Ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει. Καὶ κέχρηται παραβολῇ, ᾗ καὶ οἱ προφῆται, συνεχῶς τῇ ὑπερβολῇ τῶν ὠδίνων τὰς ἀθυμίας παραβάλλοντες. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὠδῖνες λήψονται ὑμᾶς· ἀλλ' ἡ ὠδὶς τοῦ τόκου γίνεται χαρᾶς αἰτία· ἅμα καὶ τὸν περὶ ἀναστάσεως πιστούμενος λόγον, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ ἀπὸ μήτρας ἀπελθεῖν εἰς λαμπρὸν φῶς· ὡσανεὶ ἔλεγε· Μὴ θαυμάσητε ὅτι διὰ λύπης τοιαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω· ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ γενέσθαι μήτηρ οὕτως ἔρχεται διὰ λύπης. Αἰνίττεται δὲ ἐνταῦθα καί τι μυστικόν· ὅτι ἔλυσεν αὐτὸς τοῦ θανάτου τὰς ὠδῖνας, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι πεποίηκε. Καὶ οὐκ εἶπεν, ὅτι παρελεύσεται ἡ θλίψις μόνον, ἀλλ' οὐδὲ μέμνηται αὐτῆς· τοσαύτη ἡ διαδεχομένη χαρά. Οὕτω καὶ τοῖς ἁγίοις ἔσται. Καὶ μὴν οὐ διὰ τοῦτο χαίρει ἡ γυνὴ, ὅτι ἦλθεν ἄνθρωπος εἰς τὸν κόσμον, ἀλλ' ὅτι αὐτῇ παιδίον ἐτέχθη. Ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν, οὐδὲν ἐκώλυε καὶ ἐφ' ἑτέρᾳ γυναικὶ τικτούσῃ τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; Ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ ὑπόδειγμα, εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαράν· καὶ εἰς τὸ μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ εἰς τὸ μέγα τῶν ὠδίνων τὸ κέρδος. Καὶ οὐκ εἶπεν, Ἐτέχθη παιδίον, ἀλλ' ὅτι Ἄνθρωπος. Ἐνταῦθαγάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλε. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἐγεννήθη αὐτῇ παιδίον, ἀλλ', Ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς οὖν νῦν μὲν λυπηθήσεσθε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα ὅτι οὐκ ἔτι ἀποθανεῖται δηλῶν, φησί· Καὶ οὐδεὶς αὐτὴν αἴρει ἀφ' ὑμῶν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Πάλιν οὐδὲν ἄλλο κατασκευάζει διὰ τούτων, ἢ ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι. Τότε γὰρ εἴσεσθε πάντα λοιπόν. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐ δεήσεσθε μεσίτου, ἀλλ' ἀρκεῖ τὸ ὄνομα μόνον εἰπόντας πάντα λαβεῖν. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι, ὅσα ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου. ∆είκνυσι τοῦ ὀνόματος τὴν δύναμιν, εἴ γε μὴ ὁρώμενος μηδὲ παρακαλούμενος, ἀλλ' ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ θαυμαστούς. Ποῦ δὴ τοῦτο γέγονεν; Ἔνθα λέγουσιν· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου, καὶ ποιεῖν ἐν τῷ ὀνόματί σου σημεῖα. Καὶ ἐσείσθη ὁ τόπος ἔνθα ἦσαν. Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδέν. Ἐντεῦθεν δείκνυσιν. ὅτι συμφέρει πάλιν αὐτὸν ἀπελθεῖν, εἴ γε ἕως τότε οὐδὲν ᾔτησαν, τότε δὲ λήψονται πάντα ὅσα ἂν αἰτήσωσι. Μὴ γὰρ, ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκαταλελεῖφθαι· τὸ ὄνομά μου μείζονα ὑμῖν δώσει παῤῥησίαν.

βʹ. Ἐπεὶ οὖν συνεσκιασμένα ἦν τὰ εἰρημένα, φησί· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, καὶ ἔρχεται ὥρα ὅτε οὐκ ἔτι ἐν παροιμίαις λαλήσω ὑμῖν. Ἔσται καιρὸς, ὅτε πάντες εἴσεσθε σαφῶς. Λέγει δὲ τὸν τῆς ἀναστάσεως χρόνον. Τότε παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. Καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας συνῆν καὶ διελέχθη αὐτοῖς, συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Νῦν μὲν γὰρ ἐν φόβῳ ὄντες, οὐ προσέχετε τοῖς λεγομένοις· τότε δὲ ἀναστάντα ἰδόντες, καὶ συνόντες, δυνήσεσθε παῤῥησίᾳ πάντα μανθάνειν, ὅτι αὐτὸς ὁ Πατὴρ ὑμᾶς φιλήσει, τῆς εἰς ἐμὲ πίστεως βεβαίας γεγενημένης. Καὶ οὐκ ἐρωτήσω τὸν Πατέρα. Ἀρκεῖ ἡ εἰς ἐμὲ ἀγάπη προστῆναι ὑμῶν. Ὅτιὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐξῆλθον. Ἀπὸ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἔρχομαι εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον. καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Ἐπειδὴ γὰρ ὁ τῆς ἀναστάσεως λόγος οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο, καὶ μετὰ τούτων τὸ ἀκούειν, ὅτι Παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ ὑπάγω, συνεχῶς αὐτὰ περιστρέφει. Τὸ μὲν γὰρ ἠγγυᾶτο, ὅτι ὀρθῶς πιστεύουσιν εἰς αὐτόν· τὸ δὲ, ὅτι μέλλουσιν ἐν ἀσφαλείᾳ εἶναι. Ὅτε μὲν οὖν ἔλεγε, Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ μικρὸν, καὶ ὄψεσθέ με, εἰκότως ἠγνόουν· νῦν δὲ οὐκ ἔτι. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐκ ἐρεῖτε, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ, Ποῦ ὑπάγεις; ὅτι πᾶσαν εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ, ὥσπερ καὶ ἐγώ. Τοῦτο μάλιστα αὐτοὺς ἀναπνεῦσαι ἐποίησε, τὸ μαθεῖν ὅτι τῷ Πατρὶ ἔσονται φίλοι. ∆ιὸ λέγουσι· Νῦν οἴδαμεν ὅτι οἶδας πάντα. Ὁρᾷς ὅτι πρὸς τὸ ὑφορμοῦν τῇ διανοίᾳ ἀπεκρίνατο; Καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· τουτέστι, Πρὶν ἢ ἀκοῦσαι οἶδας τὰ σκανδαλίζοντα ἡμᾶς, καὶ ἀνέπαυσας, ἐπειδὴ εἶπες, Ὁ Πατὴρ ὑμᾶς φιλεῖ, ὅτι ἐμὲ πεφιλήκατε. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα, τότε λέγουσι, Νῦν οἴδαμεν. Ὁρᾷς πῶς ἀτελῶς εἶχον; Εἶτα ἐπειδὴ ὥσπερ τινὰ χάριν αὐτῷ παρέχοντες λέγουσι, Νῦν οἴδαμεν, λέγει· Πολλῶν δεῖσθε ἑτέρων, ὥστε ἐπὶ τὸ τέλειον ἐλθεῖν· οὐδὲν οὐδέπω ὑμῖν κατώρθωται. Νῦν οὖν προδώσετέ με τοῖς ἐχθροῖς, καὶ τοσοῦτος ὑμῶν κρατήσει φόβος, ὥστε μηδὲ μετ' ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι. Ἀλλ' οὐδὲν ἀπὸ τούτων πείσομαι δεινόν. Ὁρᾷς πῶς πάλιν συγκαταβατικὸς ὁ λόγος; Τοῦτο γοῦν αὐτοῖς καὶ ἐγκαλεῖ, ὅτι συγκαταβάσεως δέονται διηνεκῶς. Ἐπειδὴ γὰρ ἔλεγον, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις, καὶ διὰ τοῦτο πιστεύομέν σοι· δείκνυσιν ὅτι νῦν, ὅτε πιστεύουσιν, οὔπω πιστεύουσιν, οὐδὲ προσίεται αὐτῶν τὰ ῥήματα. Ταῦτα λέγει, εἰς ἕτερον αὐτοὺς παραπέμπων καιρόν. Τὸ δὲ, Ὁ Πατὴρ μετ' ἐμοῦ ἐστι, δι' αὐτοὺς πάλιν τέθεικε· τοῦτο γὰρ ἄνω καὶ κάτω ἐβούλετο μαθεῖν. Εἶτα δεικνὺς, ὅτι οὐ τὴν τελείαν γνῶσιν παρεδίδου αὐτοῖς ταῦτα λέγων, ἀλλ' ὥστε τὸν λογισμὸν αὐτοῖς μὴ στασιάζειν (εἰκὸς γὰρ αὐτοὺς λογίζεσθαι ἀνθρώπινά τινα, καὶ ὅτι οὐδεμιᾶς ἀπολαύσουσι παρ' αὐτοῦ βοηθείας), φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· τουτέστιν, Ἵνα μὴ ἐκβάλητέ με τῆς διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε. Μὴ τοίνυν εἰς δόγμα τις ἑλκέτω τὰ λεγόμενα· εἰς γὰρ ἡμετέραν εἴρηται παράκλησιν καὶ ἀγάπην. Οὐδὲ γὰρ μέχρι τούτου, φησὶ, τοιαῦτα πάσχουσι· στήσεται ὑμῖν τὰ τῶν δεινῶν· ἀλλ' ἕως ἂν ἦτε ἐν τῷ κόσμῳ, θλίψιν ἕξετε, οὐ νῦν ὅτε παραδίδομαι, ἀλλὰ καὶ μετὰ ταῦτα. Ἀλλὰ ἀνάστητε τῷ λογισμῷ· οὐδὲν γὰρ πείσεσθε δεινόν. Τοῦ γὰρ ∆ιδασκάλου περιγενομένου τῶν ἐχθρῶν, οὐ χρὴ τοὺς μαθητὰς ἀλύειν. Καὶ πῶς νενίκηκας, εἰπέ μοι, τὸν κόσμον; Εἶπον μὲν ἤδη ὅτι τὸν ἄρχοντα αὐτοῦ κατέβαλον κάτω· εἴσεσθε δὲ καὶ ὕστερον, πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων.

γʹ. Ἔξεστι δὲ καὶ ἡμῖν νικᾷν, ἐὰν βουλώμεθα, εἰς τὸν ἀρχηγὸν τῆς πίστεως ἡμῶν ἀφορῶντας, καὶ ταύτην βαδίζοντας τὴν ὁδὸν, ἣν αὐτὸς ἡμῖν ἔτεμεν· Οὕτως οὐδὲ θάνατος ἡμῶν περιέσται. Τί οὖν; οὐ τεθνήξομεν, φησίν; ἀπὸ γὰρ τούτου δῆλον ὅτι οὐ περιέσται. Καὶ μὴν τότε ὁ ἀνταγωνιστὴς ἔσται λαμπρὸς, οὐχ ὅταν μὴ συμπλακῇ τῷ ἐχθρῷ, ἀλλ' ὅταν συμπλακεὶς μὴ κατέχηται. Οὐ τοίνυν διὰ τὴν συμπλοκὴν θνητοὶ, ἀλλὰ διὰ τὴν νίκην ἀθάνατοι. Τότε γὰρ ἂν ἦμεν θνητοὶ, εἰ ἐμένομεν παρ' αὐτῷ διηνεκῶς. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμι τὰ μακροβιώτατα τῶν ζώων ἀθάνατα, καίτοι γε πολὺν μένοντα χρόνον ἔξω θανάτου· οὕτως οὐδὲ θνητὸν, διὰ τὸ λύεσθαι θανάτῳ, τὸν μέλλοντα μετὰ τὸν θάνατον ἀνίστασθαι. Εἰπὲ γάρ μοι, εἴ τις πρὸς ὀλίγον ἐρυθριάσειε, τοῦτον οὕτω καλέσωμεν διηνεκῶς ἐρυθρόν; Οὐδαμῶς· οὐ γάρ ἐστι τὸ πρᾶγμα ἕξις. Εἴ τις ὠχρὸς γένοιτο, τοῦτον ἰκτεριῶντα προσεροῦμεν; Οὐδαμῶς· πρόσκαιρον γὰρ τὸ πάθος. Οὐκοῦν οὐδὲ θνητὸν καλέσεις τὸν ἐν ὀλίγῳ χρόνῳ γενόμενον ἐν θανάτῳ· ἐπεὶ καὶ τοὺς καθεύδοντας οὕτως ἐροῦμεν· τεθνήκασι γὰρ, ὡς εἰπεῖν, καὶ εἰσὶν ἀνενέργητοι. Ἀλλὰ φθείρει τὰ σώματα; Καὶ τί τοῦτο; οὐ γὰρ ἵνα ἐν φθορᾷ μείνῃ, ἀλλ' ἵνα βελτίω γένηται. Νικήσωμεν τοίνυν τὸν κόσμον, πρὸς ἀθανασίαν δράμωμεν, ἀκολουθήσωμεν τῷ βασιλεῖ, στήσωμεν αὐτῷ τρόπαιον, καταφρονήσωμεν αὐτοῦ τῶν ἡδονῶν. Καὶ οὐ δεῖ πόνων· μεταθῶμεν τὴν ψυχὴν πρὸς τὸν οὐρανὸν, καὶ νενίκηται ὁ κόσμος ἅπας. Ἂν μὴ ἐπιθυμήσῃς αὐτοῦ, νενίκηται· ἂν καταγελάσῃς αὐτὸν, ἥττηται. Ξένοι ἐσμὲν καὶ παρεπίδημοι· μηδενὶ τοίνυν τῶν λυπηρῶν ἀλγῶμεν. Οὐδὲ γὰρ, εἰ πατρίδος γενόμενος λαμπρᾶς καὶ προγόνων περιφανῶν, εἰς μακράν τινα γῆν ἀπῆλθες, μηδενὶ γνώριμος ὢν, μηδὲ παῖδας ἔχων, μηδὲ πλοῦτον, εἶτά τις ὕβρισεν, ἤλγησας ἂν ὡς οἴκοι ταῦτα παθών. Τὸ γὰρ εἰδέναι σαφῶς, ὅτι ἐν ξένῃ καὶ ἀλλοτρίᾳ εἶ, πάντα φέρειν εὐκό λως ἔπειθε, καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ πεινῇν καὶ διψῇν, καὶ τὸ ὁτιοῦν παθεῖν. Τοῦτο λόγισαι καὶ νῦν, ὅτι ξένος εἶ καὶ παρεπίδημος, καὶ μηδέν σε τῶν ἐν τῇ ξένῃ ταύτῃ θορυβείτω. Καὶ γὰρ πόλιν ἔχεις, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· ἡ δὲ παροίκησις αὕτη πρὸς βραχὺ γίνεται καὶ ὀλίγον. Ὁ βουλόμενος τυπτέτω, ὑβριζέτω, λοιδορείτω. Ἐν ξένῃ ἐσμὲν, καὶ εὐτελῶς ζῶμεν. Τὸ γὰρ δεινὸν, ἐπὶ τῆς πατρίδος τοῦτο παθεῖν, ἐπὶ τῶν πολιτῶν· τότε ἡ μεγίστη ἀσχημοσύνη καὶ ζημία. Ἐὰν δὲ ᾖ τις ἔνθα μηδένα γνώριμον ἔχῃ, πάντα εὐκόλως ὑφίσταται. Ἡ γὰρ ὕβρις ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων χαλεπωτέρα γίνεται. Οἷον, ἐάν τις εἰδὼς τὸν ὕπαρχον ὄντα ὕπαρχον ὑβρίσῃ, τότε ἡ ὕβρις πικρά· ἐὰν δὲ ἰδιώτην νομίσας ὑβρίσῃ, οὐδὲ ἅψασθαι δύναται τοῦ ταῦτα πάσχοντος. Οὕτω δὴ καὶ ἡμεῖς λογισώμεθα. Οὐδὲ γὰρ ἴσασιν ὅπερ ἐσμὲν οἱ ὑβρισταὶ, οἷον ὅτι πολῖται τῶν οὐρανῶν, καὶ εἰς τὴν ἄνω ἀπογεγραμμένοι πατρίδα, καὶ τῶν Χερουβίμ ἐσμεν συγχορευταί. Μὴ τοίνυν ἀλγῶμεν, μηδὲ ὕβριν ἡγώμεθα τὴν ὕβριν. Εἰ ἐγνώριζον, οὐκ ἂν ὕβρισαν. Ἀλλὰ πτωχοὺς καὶ εὐτελεῖς νομίζουσι; Μὴ τοίνυν μηδὲ ἡμεῖς ταύτην ὕβριν νομίζωμεν. Εἰπὲ γάρ μοι, εἴ τις ὁδοιπορῶν παῖδας τοὺς αὐτοῦ φθάσας, ὀλίγον διάστημα ἐν πανδοχείῳ ἐκαθέζετο περιμένων αὐτούς· εἶτα ὁ πανδοχεὺς, ἢ τῶν ὁδοιπόρων τις, ἀγνοῶν ὅστις ἂν εἴη, δυσχεράνειε πρὸς ἐκεῖνον καὶ λοιδορηθείη· ἆρα οὐ γελάσεται τὴν ἄγνοιαν ἐκείνου; οὐ τέρψει μᾶλλον αὐτὸν ἡ πλάνη; οὐκ ἐντρυφήσει, ὡς ἄλλου τινὸς ὑβριζομένου; Οὕτω καὶ ἡμεῖς πράττωμεν. Καὶ γὰρ ἐν πανδοχείῳ καθήμεθα περιμένοντες τοὺς ἡμετέρους τοὺς ὁδεύοντας τὴν ὁδὸν ταύτην. Ὅταν ὁμοῦ πάντες γενώμεθα, τότε εἴσονται τίνας ὑβρίζουσιν. Οὗτοι τότε κάτω νεύουσι, τότε ἐροῦσιν· Οὗτός ἐστιν ὃν ἔσχομεν ἡμεῖς οἱ ἄφρονες εἰς γέλωτα.

δʹ. ∆ύο τοίνυν τούτοις παραμυθησώμεθα ἑαυτοὺς, ὅτι τε ἡμεῖς οὐχ ὑβριζόμεθα (οὐ γὰρ ἴσασιν οἵτινές ἐσμεν), καὶ ὅτι, κἂν βουλώμεθα δίκην λαβεῖν, δώσουσιν ὕστερον χαλεπωτάτην. Ἀλλὰ μὴ γένοιτό τινα οὕτως ὠμὴν καὶ ἀπάνθρωπον ἔχειν ψυχήν. Τί οὖν, ἂν παρὰ τῶν ὁμοφύλων ὑβριζώμεθα; τοῦτο γάρ ἐστι τὸ φορτικόν. Τοῦτο μὲν οὖν ἐστι τὸ κοῦφον. Τί δήποτε; Ὅτι οὐχ ὁμοίως τοὺς ἀγαπωμένους ὑβρίζοντας φέρομεν, καὶ οὓς οὐκ ἴσμεν. Ταῦτα γοῦν, παρακαλοῦντες τοὺς ὑβρισμένους, λέγομεν τὰ ῥήματα πολλάκις· Ἀδελφός ἐστιν ὁ ὑβρικὼς, φέρε γενναίως· πατήρ ἐστι, θεῖός ἐστιν. Εἰ δὲ τοῦ ἀδελφοῦ καὶ πατρὸς τὸ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον ἂν εἴπω τούτων γνησιώτερον. Οὐ γὰρ ἀδελφοὶ μόνον ἀλλήλοις ἐσμὲν, ἀλλὰ καὶ μέλη καὶ σῶμα ἕν. Εἰ δὲ τοῦ ἀδελφοῦ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον τὸ τοῦ μέλους. Οὐκ ἤκουσας τῆς ἔξω παροιμίας λεγούσης, ὅτι δεῖ τοὺς φίλους μετὰ τῶν ἐλαττωμάτων ἔχειν; οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ἀλλήλων τὰ βάρη βαστάζετε; οὐχ ὁρᾷς τοὺς ἐρῶντας; Ἀναγκάζομαι γὰρ, ἐπειδὴ ἀφ' ὑμῶν τὸ παράδειγμα σχεῖν οὐκ ἔχομεν, ἐπ' ἐκείνην τὴν ὑπόθεσιν τὸν λόγον ἀγαγεῖν. Ποιεῖ δὲ αὐτὸ καὶ ὁ Παῦλος οὕτω λέγων· Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Μᾶλλον δὲ ἐκεῖνο εὐκαιρότερον εἰπεῖν, φησὶν, ὅπερ Ῥωμαίοις· Ὥσπερ, φησὶ, παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες ἑπόμεθα τοῦ παραδείγματος. Οὐχ ὁρᾷς τοίνυν τοὺς ἐρῶντας, πόσα οὗτοι πορνῶν γυναικῶν περικαιόμενοι πάσχουσι δεινὰ, ῥαπιζόμενοι, τυπτόμενοι, γελώμενοι, θρυπτομένης ἀνεχόμενοι πόρνης, ἀποστρεφομένης, μυρία ὑβριζούσης; Ἀλλ' ὅμως κἂν ἅπαξ ἡδύ τι καὶ ἥμερον ἴδωσιν, πάντα αὐτοῖς ἐν εὐπραγίᾳ, καὶ πάντα οἴχεται τὰ πρότερα, καὶ πάντα ἐξ οὐρίων φέρεται, κἂν πενία, κἂν νόσος, κἂν ὁτιοῦν τούτοις ἕτερον. Τὸν γὰρ βίον τὸν ἑαυτῶν τίθενται ἄθλιόν τε καὶ μακάριον, ὡς ἂν τὴν ἐρωμένην ἔχωσι πρὸς αὐτοὺς διακειμένην. Καὶ οὐ δόξαν ἴσασιν ἀνθρωπίνην, οὐκ ἀτιμίαν· ἀλλὰ, κἂν ὑβρίζῃ τις, ὑπὸ τῆς πολλῆς ἡδονῆς καὶ τῆς παρ' ἐκείνης εὐημερίας ἅπαντα φέρουσι ῥᾳδίως· ἐκείνη δὲ κἂν λοιδορήσηται, κἂν εἰς τὸ πρόσωπον πτύσῃ, ῥόδοις βάλλεσθαι νομίζουσι ταῦτα πάσχοντες. Καὶ τί θαυμαστὸν, εἰ περὶ αὐτὴν οὕτω διάκεινται; Καὶ γὰρ τὴν οἰκίαν τὴν ἐκείνης πασῶν εἶναι λαμπροτέραν νομίζουσι, κἂν πηλίνη ᾖ, κἂν καταπίπτουσα. Καὶ τί λέγω τοὺς τοίχους; Καὶ γὰρ τοὺς τόπους αὐτοὺς, ἔνθα διατρίβουσιν ἐν ἑσπέρᾳ, ὁρῶντες διανίστανται. Ἐνταῦθα δέ μοι δότε λοιπὸν τὸ ἀποστολικὸν εἰπεῖν. Καθάπερ ἐκεῖνός φησιν· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε τὰ μέλη ὑμῶν τῇ δικαιοσύνῃ· τὸν αὐτὸν τρόπον κἀγὼ λέγω· ὡς ἠγαπήσαμεν ταύτας, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδὲν δεινὸν ἡγησόμεθα πάσχειν. Καὶ τί λέγω ἀλλήλους· οὕτως ἀγαπήσωμεν τὸν Θεόν. Ἐφρίξατε ἀκούσαντες, ὅτι τοσοῦτον ἀπαιτῶ μέτρον ἀγάπης ἐπὶ Θεοῦ, ὅσον περὶ τὴν πόρνην ἐπεδειξάμεθα; Ἀλλ' ἐγὼ φρίττω, ὅτι οὐδὲ τοσοῦτον ἐπιδεικνύμεθα. Καὶ, εἰ βούλεσθε, ἐπεξέλθωμεν τῷ λόγῳ, εἰ καὶ σφόδρα φορτικὸν τὸ λεγόμενον. Ἡ ἐρωμένη τοῖς ἐρῶσιν οὐδὲν ὑπισχνεῖται χρηστὸν, ἀλλ' ἀτιμίαν, καὶ αἰσχύνην, καὶ ὕβριν. Τοῦτο γὰρ εἶναι ποιεῖ τὸ προσεδρεύειν πόρνῃ γυναικὶ, καταγέλαστον, αἰσχρὸν, ἄτιμον. Ὁ δὲ Θεὸς οὐρανὸν, καὶ τὰ ἐν οὐρανοῖς ἐπαγγέλλεται ἀγαθὰ, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, καὶ ἀδελφοὺς τοῦ Μονογενοῦς, καὶ ζῶντί σοι μυρία παρέσχε, καὶ τελευτῶντι ἀνάστασιν, καὶ τοσαῦτα ἐπαγγέλλεται δώσειν ἀγαθὰ, ὅσα μηδὲ ἐννοῆσαι δυνατὸν, καὶ τιμίους καὶ αἰδεσίμους ἡμᾶς ποιεῖ. Καὶ πάλιν, ἐκείνη δαπανᾷν ἀναγκάζει πάντα τὰ αὐτῶν εἰς βάραθρον καὶ ἀπώλειαν· ὁ δὲ Θεὸς σπείρειν κελεύει τὸν οὐρανὸν, καὶ ἑκατονταπλασίονα δίδωσι, καὶ ζωὴν αἰώνιον. Πάλιν, ἐκείνη ὡς ἀνδραπόδῳ κέχρηται τῷ φιλοῦντι, τυράννου παντὸς χαλεπώτερον ἐπιτάττουσα· ὁ δὲ Θεός φησιν, Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους.

εʹ. Εἴδετε τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα κακῶν, καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖθεν; Τί οὖν τὰ μετὰ ταῦτα; Ταύτης μὲν ἕνεκεν καὶ ἀγρυπνοῦσι πολλοὶ, καὶ ἅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούουσι, καὶ οἰκίαν ἀφιᾶσι, καὶ πατέρα, καὶ μητέρα, καὶ φίλους, καὶ χρήματα, καὶ προστασίαν, καὶ πάντα ἐν ἀπορίᾳ καὶ ἐρημίᾳ τὰ αὐτῶν· τοῦ δὲ Θεοῦ πολλάκις ἕνεκεν, μᾶλλον δὲ ἡμῶν αὐτῶν ἕνεκεν, οὐδὲ τρίτην μοῖραν ἀναλῶσαι αἱρούμεθα τῶν ὄντων, ἀλλὰ πεινῶντα ὁρῶντες περιορῶμεν, καὶ παρατρέχομεν γυμνὸν, καὶ οὐδὲ λόγου μεταδίδομεν. Ἐκείνης δὲ κἂν θεραπαινίδα ἴδωσιν οἱ ἐρασταὶ, καὶ βάρβαρον, ἐν μέσῃ τῇ ἀγορᾷ ἑστῶτες, ὥσπερ ἐγκαλλωπιζόμενοι, καὶ ἀγαλλόμενοι διαλέγονται, μακρῶν λόγων ἀνελίττοντες διαύλους· καὶ οὐδὲν εἶναι τὸν βίον πάντα νομίζουσι δι' αὐτὴν, οὐκ ἄρχοντας, οὐ βασιλείαν (καὶ ἴσασιν ὅσοι τοῦ νοσήματος εἰλήφασι πεῖραν)· καὶ χάριν ἔχουσι πλείονα ἐπιταττούσῃ, ἢ δουλεύουσιν ἑτέροις. Ἆρ' οὐκ εἰκότως γέεννα; ἆρ' οὐκ εἰκότως μυρίαι κολάσεις; Ἀνανήψωμεν τοίνυν, καὶ παράσχωμεν τῇ τοῦ Θεοῦ διακονίᾳ κἂν τοσοῦτον, κἂν τὸ ἥμισυ μέρος, οὗ τῇ πόρνῃ παρέχουσιν ἕτεροι, κἂν τὸ τρίτον. Τάχα φρίττετε πάλιν; καὶ γὰρ καὶ αὐτός. Ἀλλ' οὐκ ἠβουλόμην ἐπὶ τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων φρίττειν ὑμᾶς. Νῦν δὲ ἐνταῦθα μὲν ἡμῖν ἡ καρδία συστέλλεται, ἐξελθόντες δὲ πάντα ῥίπτομεν. Τί οὖν τὸ κέρδος; Ἂν μὲν γὰρ ἐκεῖ δέῃ χρήματα ἀναλίσκειν, οὐδεὶς πενίαν ὀδύρεται, ἀλλὰ καὶ δανεισάμενος ἔδωκε πολλάκις ἁλούς· ἐνταῦθα δὲ, ἐὰν ἐλεημοσύνης μνησθῶμεν, παῖδας, καὶ γυναῖκας, καὶ οἰκίαν, καὶ προστασίαν, καὶ μυρίας προφάσεις ἡμῖν προβάλλονται. Ἀλλ' ἡδονὴ πολλὴ, φησὶν, ἐκεῖ. Τοῦτο γάρ ἐστιν ὃ θρηνῶ καὶ ὀδύρομαι. Τί οὖν, ἐὰν δείξω μείζονα ἐνταῦθα τὴν ἡδονήν; Ἐκεῖ μὲν γὰρ οὐ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς ἡ αἰσχύνη, καὶ ἡ ὕβρις, καὶ ἡ δαπάνη, δεύτερον ὁ πόλεμος καὶ ἡ ἀπέχθεια· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Τί γὰρ τῆς ἡδονῆς ταύτης ἴσον, εἰπέ μοι, καθῆσθαι προσδοκῶντα τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν λαμπρότητα τῶν ἁγίων, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον; Ἀλλὰ ταῦτα ἐν προσδοκίαις, φησὶν, ἐκεῖνα δὲ ἐν πείρᾳ. Ποίᾳ πείρᾳ; Βούλει καὶ ἐνταῦθα τὰ ἐν πείρᾳ εἴπω; Ἐννόησον πόσης ἐλευθερίας ἀπολαύεις, καὶ πῶς οὐδένα δέδοικας οὐδὲ τρέμεις ἀρετῇ συζῶν, οὐκ ἐχθρὸν, οὐκ ἐπίβουλον, οὐ συκοφάντην, οὐ τὸν παραδοκιμοῦντα, οὐκ ἀντεραστὴν, οὐ ζηλότυπον, οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τῶν ἀνθρωπίνων οὐδέν· ἐκεῖ δὲ, κἂν μυρία κατὰ γνώμην γένηται, καὶ ὥσπερ ἐκ πηγῶν ὁ πλοῦτος ἐπιῤῥέῃ, ὁ τῶν ἀντεραστῶν πόλεμος, καὶ αἱ ἐπιβουλαὶ, καὶ οἱ λόχοι πάντων ἀθλιώτερον ποιήσει τοῦ μετ' ἐκείνων πλυνομένου τὸν βίον. Τῆς γὰρ καταπτύστου θρυπτομένης ἐκείνης καὶ τρυφώσης, ἀνάγκη τὸν πόλεμον ἀναῤῥιπίζεσθαι εἰς τὴν ἐκείνης ἀρέσκειαν. Τοῦτο οὖν μυρίων θανάτων χαλεπώτερον καὶ πάσης ἀφορητότερον τιμωρίας. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδέν. Ὁ γὰρ καρπὸς, φησὶ, τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Οὐδαμοῦ πόλεμος, οὐδὲ χρημάτων ἄκαιρος δαπάνη, οὐδὲ ὀνείδη μετὰ δαπάνης· κἂν ὀβολὸν δῷς, κἂν ἄρτον, κἂν ποτήριον ψυχροῦν, πολλήν σοι τὴν χάριν εἴσεται, καὶ οὐδὲν ἐπὶ τό σε δακεῖν, καὶ λυπῆσαι ποιεῖ, ἀλλὰ πάντα ὥστε ποιῆσαί σε ἔνδοξον, καὶ πάσης ἀπαλλάξαι αἰσχύνης. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ταῦτα μὲν ἀφιέντες, τοῖς δὲ ἐναντίοις ἑαυτοὺς ἐκδιδόντες, καὶ εἰς τὴν τοῦ πυρὸς κάμινον τὴν καιομένην ἑκόντες ἑαυτοὺς ἐκβάλλοντες; ∆ιὸ παρακαλῶ τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀνακτήσασθαι ἑαυτοὺς, καὶ πρὸς τὴν ὑγείαν ἐπαναγαγεῖν, μηδὲ ἀφιέναι εἰς ἀπόγνωσιν ἐμπεσεῖν. Ἐπεὶ καὶ ὁ υἱὸς ἐκεῖνος πολλῷ χαλεπώτερα τούτων ἔπαθεν· ἀλλ' ἐπειδὴ πρὸς τὸν οἶκον ἐπανῆλθε τὸν πατρῷον, καὶ ἐπὶ τῆς προτέρας ἐγένετο τιμῆς, καὶ τοῦ διαπαντὸς εὐδοκιμήσαντος ἐφάνη λαμπρότερος. Τοῦτον γὰρ ἡμεῖς ζηλώσωμεν, καὶ πρὸς τὸν Πατέρα ἐπανελθόντες, ὀψὲ γοῦν ποτε τῆς αἰχμαλωσίας ἀποστῶμεν ἐκείνης, καὶ πρὸς τὴν ἐλευθερίαν ἑαυτοὺς μεταγάγωμεν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Πʹ. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλ μοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.

αʹ. Ὁ ποιήσας καὶ διδάξας, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ μάλα εἰκότως. Τὸ μὲν γὰρ διὰ ῥημάτων φιλοσοφεῖν, εὔκολον· ἡ δὲ διὰ τῶν ἔργων ἐπίδειξις, γενναίου τινὸς καὶ μεγάλου. ∆ιὸ καὶ ὁ Χριστὸς περὶ ἀνεξικακίας διαλεγόμενος, μέσον ἑαυτὸν προτίθησι, κελεύων ἐκεῖθεν λαμβάνειν τὰ ὑποδείγματα. ∆ιὰ τοῦτο καὶ μετὰ τὴν παραίνεσιν ταύτην ἐπὶ εὐχὴν τρέπεται, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, διὰ τῆς εὐχῆς ἀνίστησι πάλιν. Ὡς γὰρ ἀνθρώπῳ τέως προσεῖχον. Καὶ δι' ἐκείνους ταῦτα ποιεῖ, ὥσπερ οὖν καὶ ἐπὶ Λαζάρου, καὶ λέγει τὴν αἰτίαν, ὅτι ∆ιὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας. Ναὶ, φησίν· ἀλλ' ἐπὶ μὲν τῶν Ἰουδαίων εἰκότως ταῦτα ἐγίνετο· ἐπὶ δὲ τῶν μαθητῶν τίνος ἕνεκεν; Καὶ ἐπὶ τῶν μαθητῶν εἰκότως. Οἱ γὰρ μετὰ τοσαῦτα λέγοντες, Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας, μάλιστα πάντων βεβαιωθῆναι ἐδέοντο. Ἄλλως δὲ, οὐδὲ εὐχὴν ὁ εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ· ἀλλὰ τί φησιν; Ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ διάλεξιν αὐτὸ πρὸς τὸν Πατέρα μᾶλλον εἶναί φησιν. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχὴν, καὶ δείκνυσιν αὐτὸν ποτὲ μὲν ἐπὶ γόνατα καμπτόμενον, ποτὲ δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴροντα, μὴ θορυβηθῇς. ∆ιὰ γὰρ τούτων παιδευόμεθα τὸ ἐκτενὲς τὸ ἐν ταῖς δεήσεσιν, ἵνα καὶ ἑστῶτες ἀναβλέπωμεν, μὴ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς διανοίας· καὶ ἵνα κάμπτωμεν τὰ γόνατα, τὴν ἑαυτῶν καρδίαν συντρίβοντες. Ἦλθε γὰρ ὁ Χριστὸς, οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παιδεύσων ἄφατον. Τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Ἀκούσωμεν τοίνυν τί φησιν ἐνταῦθα· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Πάλιν δείκνυσιν ἡμῖν ὅτι οὐκ ἄκων ἐπὶ τὸν σταυρὸν ἔρχεται. Πῶς γὰρ, ὁ καὶ εὐχόμενος τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλῶν, οὐκ αὐτοῦ μόνου τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρός; Ἐπεὶ καὶ οὕτως ἐγένετο· οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν· Ἰσραὴλ γάρ με, φησὶν, οὐκ ἔγνω· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη ἅπασα προσέδραμεν. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς δόξης, καὶ πῶς αὐτὸν δοξάσει. Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, μὴ ἀπόληται. Τὸ γὰρ εὐεργετεῖν ἀεὶ, τῷ Θεῷ δόξα. Τί δέ ἐστι, Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Τέως δείκνυσιν, ὅτι οὐκ εἰς Ἰουδαίους μόνους τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένα, ἀλλὰ καὶ εἰς τὴν οἰκουμένην ἐκτείνεται πᾶσαν, καὶ προκαταβάλλεται προοίμια τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· μέλλει δὲ μετὰ ταῦτα λέγειν, Πο ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, δείκνυσι καὶ τὸν Πατέρα τοῦτο βουλόμενον. Σφόδρα γὰρ τοῦτο ἐσκανδάλιζεν Ἰουδαίους, καὶ τοὺς μαθητὰς δέ. Οὐδὲ γὰρ μετὰ ταῦτα εὐκόλως ἠνείχοντο τῶν ἐθνῶν ἅπτεσθαι, ἕως τὴν τοῦ Πνεύματος ἔλαβον διδασκαλίαν· καὶ γὰρ οὐ μικρὸν σκάνδαλον ἐντεῦθεν Ἰουδαίοις ἐγίνετο. Μετὰ οὖν τὴν τοσαύτην τοῦ Πνεύματος ἐπίδειξιν, εἰς τὰ Ἱεροσόλυμα παραγενόμενος ὁ Πέτρος, μόλις ἴσχυσεν τὰ ἐγκλήματα διαφυγεῖν, εἰπὼν τὰ κατὰ τὴν σινδόνα. Τί δέ ἐστιν, Ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Πότε ἄρα τὴν ἐξουσίαν ταύτην ἔλαβεν, ἐρήσομαι τοὺς αἱρετικούς; πρὸ τοῦ πλάσαι αὐτοὺς, ἢ μετὰ τὸ πλάσαι; Αὐτὸς μὲν γάρ φησι, μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι. Τότε γοῦν λέγει· Ἐδόθη μοι πᾶσα ἐξουσία. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Τί οὖν; οὐκ εἶχεν ἐξουσίαν τῶν ἔργων τῶν ἑαυτοῦ· ἀλλ' ἐποίησε μὲν αὐτοὺς, ἐξουσίαν δὲ αὐτῶν οὐκ εἶχε μετὰ τὸ ποιῆσαι; Καὶ μὴν φαίνεται πάντα αὐτὸς ποιῶν, καὶ ἐν τοῖς ἄνω χρόνοις, καὶ τοὺς μὲν κολάζων ὡς ἁμαρτάνοντας, τοὺς δὲ διορθούμενος ἐπιστρέφοντας (Οὐ μὴ κρύψω γὰρ, φησὶν, ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ, ὃ ἐγὼ μέλλω ποιεῖν)· τοὺς δὲ καὶ τιμῶν ὡς κατορθοῦντας. Εἶτα τότε μὲν εἶχε, νῦν δὲ ἀπώλεσε, καὶ πάλιν ἔλαβε; Καὶ ποῖος ἂν ταῦτα δαίμων ἐφθέγξατο; Εἰ δὲ ἡ αὐτὴ ἐξουσία καὶ τότε καὶ νῦν (Ὥσπερ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ), τί ἐστι τὸ εἰρημένον; Ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵν' οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι διὰ τὸ λέγειν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν. Εἰ δὲ μετὰ πολλῆς αὐτὸ τῆς εὐτελείας φθέγγεται, θαυμαστὸν οὐδέν· οὕτω γὰρ κἀκείνους ᾠκοδόμει τότε, καὶ τοὺς μετὰ ταῦτα· καὶ ὅπερ εἶπον, ἀεὶ τῇ τῆς εὐτελείας ὑπερβολῇ σφόδρα ἔπειθεν ὅτι συγκαταβάσεως ἦν τὰ εἰρημένα.

βʹ. Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται, μὴ θαυμάσῃς. Τῶν τε γὰρ εἰρημένων αἰτιῶν ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις, διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι τέως. Ὁ γοῦν Ἰωάννης, ὅταν ἐξ οἰκείου φθέγγηται προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ' ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ. Αὐτὸς δὲ ἀνθρωπινώτερον αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν Θεὸν, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱὸν, οὕτω προϊόντες καὶ τὸ Θεὸν εἶναι ἐκβάλλουσι. Καὶ γάρ φησι· Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Τί οὖν; οὐκ ἔσται Θεὸς ὁ Υἱός; Εἰ δὲ Θεὸς ὁ Υἱὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου ἀληθινοῦ καλουμένου. Τί δέ; ὅταν λέγῃ Παῦλος· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας; ἆρα ἐκβάλλει τὸν Βαρνάβαν; Οὐδαμῶς· τὸ γὰρ, Μόνος, πρὸς ἀντιδιαστολὴν ἑτέρων κεῖται. Εἰ δὲ οὐκ ἀληθινὸς Θεὸς, πῶς ἀλήθεια; ἐπιπολὺ γὰρ τοῦ ἀληθινοῦ ἡ ἀλήθεια διαφέρει. Τὸν μὴ ἀληθινὸν ἄνθρωπον εἶναι τί ἐροῦμεν, εἰπέ μοι; οὐχὶ οὐδὲ ἄνθρωπον; Οὕτως, εἰ ἀληθινὸς Θεὸς οὐκ ἔστιν ὁ Υἱὸς, πῶς ἐστι Θεός; πῶς δὲ ἡμᾶς θεοὺς ποιεῖ καὶ υἱοὺς, μὴ ὢν ἀληθής; Ἀλλ' ὑπὲρ τούτων ἀκριβέστερον ἡμῖν ἐν ἑτέροις εἴρηται· διὸ τῶν ἑξῆς ἐχώμεθα. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καλῶς εἶπε, Ἐπὶ τῆς γῆς· ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων προσκυνούμενος. Οὐ τοίνυν περὶ ἐκείνης τῆς δόξης φησὶ, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης (ἐκείνην γὰρ τὴν δόξαν, κἂν μηδεὶς αὐτὸν δοξάσῃ, μένει πεπληρωμένην ἔχων), ἀλλὰ ταύτην φησὶ τὴν ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην. Οὐκοῦν καὶ τὸ, ∆όξασόν με, τοιοῦτόν ἐστιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτον τὸν τρόπον τῆς δόξης φησὶν, ἄκουσον τῶν ἑξῆς· Τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καίτοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχήν. Πῶς οὖν λέγει, Ἐτελείωσα; Ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα· ἢ ὅτι τὸ ἐσόμενον ὡς ἤδη γεγενημένον λέγει· ἢ ὃ μάλιστα πάντων ἐστὶν εἰπεῖν, ὅτι τὸ πᾶν ἦν ἤδη γεγενημένον τῷ τὴν ῥίζαν τῶν ἀγαθῶν καταβεβλῆσθαι, ᾗ πάντως ἐξ ἀνάγκης ἔμελλον ἕψεσθαι οἱ καρποὶ, καὶ τὸ τοῖς μέλλουσι μετὰ ταῦτα γίνεσθαι, αὐτὸν παρεῖναι καὶ συνεφάπτεσθαι. ∆ιὰ τοῦτο πάλιν συγκαταβατικῶς φησιν. Ὃ ἔδωκάς μοι. Εἰ γὰρ δὴ περιέμενεν ἀκοῦσαι καὶ μαθεῖν, πολὺ ταῦτα τῆς δόξης αὐτοῦ ἀποδέοντα ἂν εἴη. Ὅτι γὰρ ἐξ οἰκείας ἐπὶ τοῦτο γνώμης ἦλθε, πολλαχόθεν δῆλον. Ὡς ὅταν λέγῃ Παῦλος, ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ, Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ πάλιν, Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. ∆όξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ ποῦ ἡ δόξα ἐκείνη; ἔστω μὲν γὰρ, παρὰ ἀνθρώποις εἰκότως ἄδοξος ἦν διὰ τὸ περικείμενον ἔνδυμα· πῶς καὶ παρὰ Θεῷ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐνταῦθά φησι; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὐδὲ ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἐπὶ τῆς γῆς, ἀλλὰ, Παρὰ σοί.

γʹ. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. ∆ιὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχωμεν, ἵνα καὶ συνδοξασθῶμεν. Μυρίων ἄρα ἄξιοι δακρύων οἱ, τοσαύτης προκειμένης δόξης, διὰ νωθείαν καὶ ὕπνον ἐπιβουλεύοντες ἑαυτοῖς· καὶ εἰ γέεννα μὴ ἦν, ἀθλιώτεροι πάντων, οἷς βασιλεῦσαι παρὸν καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τοσούτων ἑαυτοὺς ἀποστεροῦντες ἀγαθῶν. Εἰ γὰρ κατακοπῆναι ἔδει, εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους, εἰ μυρίας ἐπιδοῦναι ψυχὰς, καὶ τοσαῦτα σώματα καθ' ἑκάστην ἡμέραν· οὐκ ἔδει τοσαῦτα ὑποστῆναι ὑπὲρ τοσαύτης δόξης; Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ὧνπερ ὕστερον καὶ ἄκοντες ἀποστησόμεθα· οὐ καταφρονοῦμεν χρημάτων, τῶν μυρίοις ἡμᾶς περιβαλλόντων κακοῖς, τῶν ἐνταῦθα μενόντων, τῶν οὐχ ἡμῶν. Τὰ γὰρ οὐχ ἡμῶν διοικοῦμεν, κἂν πατρῷα ἔχωμεν. Ὅταν δὲ καὶ γέεννα προσῇ, καὶ σκώληξ ἀτελεύτητος, καὶ ἄσβεστον πῦρ, καὶ βρυγμὸς ὀδόντων· πῶς οἴσομεν ταῦτα; εἰπέ μοι. Μέχρι τίνος οὐ διαβλέπομεν, ἀλλ' εἰς μάχας καθημερινὰς, καὶ φιλονεικίας, καὶ λόγους ἀνονήτους τὸ πᾶν δαπανῶμεν, τὴν γῆν τρέφοντες, τὸ σῶμα πιαίνοντες, καὶ τῆς ψυχῆς ἀμελοῦντες, τῶν μὲν ἀναγκαίων οὐδένα ποιούμενοι λόγον, τῶν δὲ περιττῶν καὶ ἀνονήτων πολλὴν τὴν φροντίδα; Καὶ λαμπροὺς μὲν οἰκοδομοῦμεν τάφους, καὶ ὠνούμεθα πολυτελεῖς οἰκίας, καὶ παντοδαπῶν οἰκετῶν ἀγέλας περισύρομεν, καὶ οἰκονόμους διαφόρους ἐπινοοῦμεν, ἀγρῶν, οἰκιῶν, χρημάτων ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων καθιστῶντες· τῆς δὲ ψυχῆς ἠρημωμένης οὐδεὶς ἡμῖν λόγος. Καὶ τί τούτων ἔσται τὸ πέρας; οὐχὶ μίαν γαστέρα πληροῦμεν; οὐχὶ ἓν σῶμα περιβάλλομεν; τίς ὁ πολὺς τῶν πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων λειτουργίαν, χαλεπὴν ἑαυτοῖς ἐπινοοῦντες δουλείαν; Ὁ γὰρ πολλῶν δεόμενος, πολλῶν δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων. Ἐπεὶ καὶ τῶν οἰκετῶν δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως δὲ δοῦλος, χωρὶς ἐκείνων οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν τολμῶν. οὐκ εἰς βαλανεῖον, οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις χωρὶς ἐκείνου πανταχοῦ περιίασιν. Ἀλλ' ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ βαδίζειν διηνεκῶς, οὐκ ἂν σεαυτὸν ἐλεεινὸν καὶ ἀθλιώτερον ταύτῃ πάντων ἐνόμισας; Οὐκοῦν καὶ νῦν οὕτω διακεῖσθαι ἔδει. Οὐδὲν γὰρ διαφέρει, εἴτε ὑπὸ ἀλόγων, εἴτε ὑπὸ ἀνθρώπων ταῦτά τις πάσχει. Τί δὲ, εἰπέ μοι, οὐχὶ καὶ ταύτῃ διεστήκασιν ἡμῶν οἱ ἄγγελοι, ὅτι οὐ δέονται ὅσων ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν ἂν ἐλαττόνων δεόμεθα, τοσούτῳ πρὸς ἐκείνους ὁδεύομεν· ὅσῳ δὲ ἂν πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, ἐρώτησον τοὺς γεγηρακότας ποῖον μακαρίζουσι βίον, τὸν ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν; ∆ιὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες, ὅταν πολλὰ διψῶντες πολλὰ πίνωσι καὶ πολ λῶν δέωνται, ἢ ὅταν ὑγιάναντες ἀπαλλαγῶσι τῆς ἐπιθυμίας, ἑαυτοὺς μακαρίζουσιν; Ὁρᾷς, ὅτι πανταχοῦ τὸ πολλῶν δεῖσθαι ἐλεεινὸν, καὶ πόῤῥω φιλοσοφίας, καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων μηδὲν βλαπτόμενον οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων; Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ μετ' ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ἣν ἄγγελοι μάλιστα ἔχουσι καὶ οἱ τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν ἔπαινον. Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων· Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. ∆ιὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ἀπαλλαγῶμεν τοίνυν τῆς χαλεπῆς ταύτης δουλείας, καὶ γενώμεθά ποτε ἐλεύθεροι. Τί μυρίους ἑαυτοῖς ἐπινοοῦμεν καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις; Καὶ πότε ἐπιλήψῃ τοῦ οὐρανοῦ, καὶ πρὸς τὸ ὕψος στῆναι ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα, τῆς εὐτελείας ἐχώμεθα. Οὕτω γὰρ ἐπιληψόμεθα καὶ τῆς αἰωνίου ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΑʹ. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι ἐκ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.

αʹ. Μεγάλης βουλῆς Ἄγγελος λέγεται ὁ Υἱὸς τοῦ Θεοῦ, τῶν τε ἄλλων ἕνεκεν ὧν ἐδίδαξε, καὶ προηγουμένως ὅτι τὸν Πατέρα εἰς ἀνθρώπους κατήγγειλε· ὅπερ οὖν καὶ νῦν φησιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Εἰπὼν γὰρ, ὅτι Ἐτελείωσά σου τὸ ἔργον, ἐπεξηγεῖται πάλιν αὐτὸ, λέγων ποῖον ἔργον. Καὶ μὴν δῆλον ἦν τὸ ὄνομα. Καὶ γὰρ ὁ Ἡσαΐας φησίν· Ὀμεῖσθε τὸν Θεὸν τὸν ἀληθινόν. Ἀλλ' ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ' Ἰουδαίοις, καὶ οὐδὲ τούτοις πᾶσι· νυνὶ δὲ περὶ τῶν ἐθνῶν φησι. Καὶ οὐ τοῦτο μόνον δηλοῖ, ἀλλ' ὅτι καὶ Πατέρα αὐτὸν ἔγνωσαν. Οὐκ ἔστι δὲ ὅμοιον μαθεῖν, ὅτι δημιουργός ἐστι, καὶ ὅτι Υἱὸν ἔχει. Ἐφανέρωσε δὲ αὐτοῦ τὸ ὄνομα καὶ διὰ λόγων, καὶ διὰ πραγμάτων. Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. Ὥσπερ ἀνωτέρω φησίν· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ· καὶ, Ἐὰν μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ μου· οὕτω καὶ ἐνταῦθα, Οὓς ἔδωκάς μοι. Καὶ μὴν αὐτός φησιν ὁδὸν εἶναι ἑαυτόν. Ὅθεν δῆλον, ὅτι δύο ἐνταῦθα κατασκευάζει διὰ τῶν εἰρημένων, ὅτι τε οὐκ ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Ἐνταῦθα βούλεται διδάξαι σφόδρα ἀγαπώμενον παρὰ τοῦ Πατρός. Ἐπεὶ ὅτι γε οὐκ ἐδεήθη τοῦ λαβεῖν αὐτοὺς, δῆλον ἐκεῖθεν· αὐτὸς αὐτοὺς καὶ ἐποίησεν, αὐτὸς αὐτῶν προνοεῖ διηνεκῶς. Πῶς οὖν αὐτοὺς ἔλαβεν; Ἀλλ' ὅπερ ἔφην, τοῦτο δηλοῖ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν. Εἰ δὲ ἀνθρωπίνως τις βούλοιτο αὐτὸ ἐξετάζειν, καὶ οὕτως ὡς εἴρηται, οὐκέτι ἔσονται τοῦ Πατρός. Εἰ γὰρ ὅτε ὁ Πατὴρ αὐτοὺς εἶχεν, οὐκ εἶχεν αὐτοὺς ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ὅτε ἔδωκεν αὐτοὺς τῷ Υἱῷ, αὐτὸς ἀπέστη τῆς δεσποτείας· καὶ τὸ ἀτοπώτερον πάλιν. Εὑρεθήσονται γὰρ, ἡνίκα μὲν ἦσαν παρὰ τῷ Πατρὶ, ἀτελεῖς ὄντες· ὅτε δὲ πρὸς τὸν Υἱὸν ἦλθον, τότε γινόμενοι τέλειοι. Ἀλλὰ γέλως ταῦτα καὶ εἰπεῖν. Τί οὖν διὰ τούτου δηλοῖ; Ὅτι καὶ αὐτῷ δέδοκτο τὸ πιστεύειν αὐτοὺς τῷ Υἱῷ. Καὶ τὸν λόγον σου τετηρήκασι, καὶ νῦν ἔγνωσαν ὅτι πάντα, ἃ ἔδωκάς μοι, παρὰ σοῦ ἦσαν. Πῶς τὸν λόγον σου ἐτήρησαν; Τῷ ἐμοὶ πιστεῦσαι καὶ μὴ προσέχειν τοῖς Ἰουδαίοις. Ὁ γὰρ πιστεύων αὐτῷ, φησὶν, Ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστι. Τινὲς μὲν γὰρ λέγουσιν, ὅτι Νῦν ἔγνων ὅτι πάντα, ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Πῶς γὰρ ἔμελλεν ἀγνοεῖν ὁ Υἱὸς τὰ τοῦ Πατρός; Ἀλλὰ περὶ τῶν μαθητῶν εἴρηται. Ἐξ οὗ γὰρ αὐτὰ εἶπον, φησὶν, ἔμαθον ὅτι πάντα ὅσα ἔδωκάς μοι, παρὰ σοῦ ἐστιν· οὐδὲν ἀλλότριον, οὐδὲν ἴδιον ἐμοὶ παρὰ σοί. Τὸ γὰρ ἴδιον ὡς ἐπ' ἀλλοτρίῳ τὰ πολλὰ τίθησιν. Ἔγνωσαν οὖν ὅτι πάντα, ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα. Καὶ πόθεν ἔμαθον; Ἀπὸ τῶν ῥημάτων τῶν ἐμῶν· οὕτω γὰρ καὶ ἐδίδασκον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ Παρὰ σοῦ ἐξῆλθον· τοῦτο γὰρ διὰ παντὸς ἐσπούδασε κατασκευάσαι Εὐαγγελίου. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ. Τί λέγεις; ὡς ἀγνοοῦντα τὸν Πατέρα διδάσκεις; ὡς πρὸς ἄνθρωπον οὐκ εἰδότα διαλέγῃ; Τί οὖν βούλεται αὕτη ἡ διαίρεσις; Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον ἡ εὐχὴ γίνεται, ἀλλ' ἵνα μάθωσι τὴν ἀγάπην, ἣν ἔχει εἰς αὐτούς; Ὁ γὰρ μὴ μόνον τὰ παρ' αὐτοῦ παρασχὼν, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, πλείονα δείκνυσι τὸν πόθον. Τί οὖν ἐστι, Περὶ τούτων ἐρωτῶ; Οὐχ ὑπὲρ παντὸς τοῦ κόσμου, φησὶν, ἀλλ' ὑπὲρ ὧν ἔδωκάς μοι. Συνεχῶς τίθησι τὸ, Ἔδωκας, ἵνα μάθωσιν, ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. Εἶτα ἐπειδὴ συνεχῶς εἶπε, Σοί εἰσι, καὶ σύ μοι αὐτοὺς ἔδωκας, ἀναιρῶν τὴν πονηρὰν ὑποψίαν, ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, καὶ νῦν αὐτοὺς εἰληφέναι, τί φησι; Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Εἶδες ἰσοτιμίαν; Ἵνα γὰρ μὴ, ἀκούων, ὅτι Ἔδωκάς μοι, νομίσῃς αὐτοὺς ἀλλοτριοῦσθαι τῆς τοῦ Πατρὸς ἐξουσίας, ἢ πρὸ τούτου τῆς τοῦ Υἱοῦ, ἀμφότερα ἀνεῖλεν, εἰπὼν ἅπερ εἶπεν· ὡσανεὶ ἔλεγε· Μήτε ἀκούων, ὅτι Ἐμοὶ αὐτοὺς ἔδωκας, νομίσῃς αὐτοὺς ἀλλοτρίους εἶναι τοῦ Πατρὰς (τὰ γὰρ ἐμὰ, αὐτοῦ ἐστι)· μήτε ἀκούων, ὅτι Σοὶ ἦσαν, νομίσῃς ἀλλοτρίους αὐτοὺς εἶναι ἐμοῦ· τὰ γὰρ αὐτοῦ, ἐμά ἐστιν. Ὥστε τὸ, Ἔδωκας, συγκαταβάσεως μόνης ἕνεκεν εἴρηται. Ἅπερ γὰρ ὁ Πατὴρ ἔχει, τοῦ Υἱοῦ ἐστι· καὶ ἅπερ ὁ Υἱὸς ἔχει, τοῦ Πατρός. Τοῦτο δὲ οὐδὲ ἐπὶ Υἱοῦ κατὰ ἄνθρωπον δύναται λέγεσθαι, ἀλλ' ἐπειδὴ μείζονός ἐστιν. Τὸ μὲν γὰρ τοῦ ἐλάττονος, ὅτι τοῦ μείζονός ἐστι, παντί που δῆλον· τὸ δὲ ἔμπαλιν, οὐκέτι. Ἐνταῦθα δὲ ἀντιστρέφει, ἡ δὲ ἀντιστροφὴ τὴν ἰσότητα δηλοῖ. Τοῦτο καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Πάντα τὰ τοῦ Πατρός μου, ἐμά ἐστι, περὶ γνώσεως διαλεγόμενος· τὸ δὲ, Ἔδωκάς μοι, καὶ ὅσα τοιαῦτα, ἵνα δείξῃ, ὅτι οὐχ ὡς ἀλλότριος ἐλθὼν αὐτοὺς ἐπεσπάσατο, ἀλλὰ τοὺς ἰδίους ἔλαβεν. Εἶτα καὶ τὴν αἰτίαν τίθησι καὶ ἀπόδειξιν, λέγων· Καὶ δεδόξασμαι ἐν αὐτοῖς· τουτέστιν, Ἢ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἢ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες καὶ ἐμοὶ, καὶ δοξάσουσιν ὁμοίως. Εἰ δὲ οὐχ ὁμοίως δεδόξασται ἐν αὐτοῖς, οὐκέτι αὐτοῦ ἐστι τὰ ἐκείνου. Οὐδεὶς γὰρ ἐν οἷς οὐκ ἔχει ἐξουσίαν δοξάζεται.

βʹ. Πῶς δὲ δεδόξασται ὁμοίως; Ἅπαντες ὁμοίως ἀποθνήσκουσιν ὑπὲρ αὐτοῦ, ὡς καὶ ὑπὲρ τοῦ Πατρὸς, καὶ κηρύσσουσιν, ὥσπερ καὶ τὸν Πατέρα· καὶ ὥσπερ ἐν τῷ ὀνόματι αὐτοῦ λέγουσι πάντα γίνεσθαι, οὕτω καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τουτέστι, Κἂν μὴ φαίνωμαι κατὰ σάρκα, διὰ τούτων δοξάζομαι. Τί δήποτε δὲ συνεχῶς λέγει, ὅτι Ἐν τῷ κόσμῳ οὐκ εἰμί· καὶ ὅτι, Ἐπειδὴ ἀφίημι αὐτοὺς, σοὶ αὐτοὺς παρατίθεμαι· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ τετήρηκα αὐτούς; Εἰ γὰρ ταῦτα ἁπλῶς ἐκλάβοι τις, πολλὰ ἕψεται τὰ ἄτοπα. Πῶς γὰρ ἂν ἔχοι λόγον, τὸ μὴ εἶναι αὐτὸν ἐν τῷ κόσμῳ, καὶ ὅτε ἄπεισιν, ἑτέρῳ αὐτοὺς παρακαταθέσθαι; Ταῦτα γὰρ ὡς ἀνθρώπου ψιλοῦ χωριζομένου αὐτῶν διηνεκῶς ἦν ῥήματα. Ὁρᾷς ὅτι ἀνθρωπίνως τὰ πλεῖστα διαλέγεται, καὶ πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονά τινα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ; ∆ιό φησιν. Ὅτε ἐγὼ ἤμην, ἐτήρουν αὐτούς. Καὶ μὴν λέγει, ὅτι Ἔρχομαι πρὸς ὑμᾶς, καὶ, Μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας. Πῶς νῦν, ὡς χωρίζεσθαι μέλλων, ταῦτα λέγει; Ἀλλ' ὅπερ ἔφην, πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἵνα μικρὸν ἀναπνεύσωσιν, ἀκούοντες αὐτοῦ ταῦτα λέγοντος καὶ παρακατατιθεμένου τῷ Πατρί. Ἐπειδὴ γὰρ πολλὰς παρ' αὐτοῦ παρακλήσεις ἀκούοντες οὐκ ἐπείσθησαν, λοιπὸν τῷ Πατρὶ διαλέγεται, τὴν εἰς αὐτοὺς στοργὴν ἐπιδεικνύμενος· ὡσανεὶ ἔλεγεν· Ἐπειδὴ πρὸς ἑαυτόν με συγκαλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφαλείᾳ. Ἐγὼ γὰρ πρὸς σὲ ἔρχομαι. Τί λέγεις; καὶ οὐ δύνασαι τηρεῖν αὐτούς; Ναὶ, δύναμαι. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; Ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην· τουτέστιν, Ἵνα μὴ θορυβῶνται ἀτελέστεροι ὄντες. Ταῦτα δὲ εἰπὼν, ἐδήλωσεν ὅτι διὰ τὴν ἐκείνων ἀνάπαυσιν καὶ τὴν χαρὰν πάντα ταῦτα οὕτως ἔλεγεν· ἐπεὶ δοκεῖ ἐναντίος ὁ λόγος εἶναι. Νῦν δὲ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τοῦτο γὰρ ὑπώπτευον ἐκεῖνοι· τέως οὖν αὐτοῖς συγκαταβαίνει. Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν· διόπερ φησί· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι σου· τουτέστι, ∆ιὰ τῆς σῆς βοηθείας. Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ αὐτοὺς ἐτήρουν ἐν τῷ ὀνόματί σου Πάλιν ὡς ἄνθρωπος διαλέγεται καὶ ὡς προφήτης· ἐπεὶ οὐδαμοῦ φαίνεται οὐδὲν ἐν τῷ ὀνόματι τοῦ Θεοῦ πεποιηκώς. Οὓς ἔδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ ἀλλαχοῦ φησι· Πᾶν ὃ ἔδωκάς μοι, οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ. Καίτοι οὐκ ἐκεῖνος ἀπώλετο μόνος, ἀλλὰ καὶ πολλοὶ ὕστερον. Πῶς οὖν φησιν, Οὐ μὴ ἀπολέσω; Τὸ ἐμὸν μέρος, οὐ μὴ ἀπολέσω· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν· Οὐ μὴ ἐκβάλω αὐτὸν ἔξω· οὐ παρὰ τὴν ἐμὴν αἰτίαν, οὐδὲ ἐμοῦ ὠθοῦντος, οὐδὲ ἐγκαταλιμπάνοντος. Εἰ δὲ ἀφ' ἑαυτῶν ἀποπηδῶσι, πρὸς ἀνάγκην οὐχ ἕλκω Νῦν δὲ πρὸς σὲ ἔρχομαι. Ὁρᾷς ἀνθρωπινώτερον συγκειμένην τὴν διάλεξιν; Ὥστε εἴ τις βούλοιτο ἐλαττοῦν τὸν Υἱὸν ἀπὸ τούτων, ἐλαττώσει καὶ τὸν Πατέρα. Ὅρα γοῦν ἐξ ἀρχῆς, τὸ μὲν ὡς διδάσκων ἐστὶ καὶ σαφηνίζων αὐτῷ, τὸ δὲ ὡς παραγγέλλων· τὰ μὲν ὡς διδάσκων, ὡς ὅταν λέγῃ· Οὐ περὶ τοῦ κόσμου ἐρωτῶ· τὰ δὲ ὡς παραγγέλλων· Ἐγὼ ἐτήρησα αὐτοὺς ἕως ἄρτι, Καὶ οὐδεὶς ἀπώλετο· καὶ, Σὺ τοίνυν τήρησον αὐτοὺς, φησί· καὶ πάλιν· Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτούς. Ἀλλὰ πάντων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν εἰρῆσθαι τὰ εἰρημένα. Εἰπὼν δὲ, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἐπήγαγεν· Ἵνα ἡ Γραφὴ πληρωθῇ. Ποίαν γραφήν φησι; Τὴν πολλὰ περὶ αὐτοῦ προλέγουσαν. Οὐ μὴν διὰ τοῦτο ἀπώλετο, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ περὶ τούτου πολλὰ καὶ ἔμπροσθεν διελέχθημεν, ὅτι ἰδιάζων οὗτος τῆς Γραφῆς ἐστιν ὁ τρόπος, ὡς αἰτιολογίαν τιθεμένης τὰ ἐκ τῆς ἐκβάσεως συμβαίνοντα. Καὶ δεῖ πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ τὸν τρόπον τοῦ λέγοντος, καὶ τὴν ὑπόθεσιν, καὶ τοὺς νόμους τοὺς τῆς Γραφῆς, εἴ γε μὴ μέλλοιμεν παραλογίζεσθαι· Ἀδελφοὶ γὰρ, μὴ παιδία γίνεσθε ταῖς φρεσί.

γʹ. Τοῦτο δὲ οὐχ ὑπὲρ τῆς τῶν Γραφῶν κατανοήσεως ἀναγινώσκειν χρὴ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς περὶ τὸν βίον σπουδῆς. Καὶ γὰρ οἱ παῖδες οἱ μικροὶ τῶν μὲν μεγάλων οὐκ ἐφίενται, τὰ δὲ μηδενὸς ἄξια θαυμάζειν εἰώθασι. Καὶ γὰρ ὀχήματα, καὶ ἵππους, καὶ τὸν ὀρεωκόμον, καὶ τοὺς τροχοὺς, πάντα ἐξ ὀστράκου πεποιημένα χαίρουσι βλέποντες· ἂν δὲ βασιλέα καθήμενον ἐπ' ὀχήματος ἴδωσι χρυσοῦ, καὶ ἡμιόνων ζεῦγος λευκῶν, καὶ πολὺν τὸν κόσμον, οὐδὲ ἐπιστρέφονται. Καὶ νύμφας πάλιν ἀπὸ μὲν τῆς αὐτῆς ὕλης λαβόντες πεποιημένας, καλλωπίζουσι· τὰς δὲ ὄντως ἀληθεῖς καὶ λαμπούσας, οὐδὲ ἴσασι· καὶ ἐπὶ πολλῶν ἑτέρων τὸ αὐτὸ πάσχουσι. Τοῦτο πολλοὶ καὶ τῶν ἀνθρώπων ὑπομένουσι νῦν. Τὰ μὲν γὰρ τῶν οὐρανῶν ἀκούοντες, οὐδὲ προσέχουσι· πρὸς δὲ τὰ πήλινα πάντα ὁμοίως τοῖς παισίν εἰσιν ἐπτοημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς πλοῦτον τεθήπασι, καὶ δόξαν καὶ τρυφὴν ἐν τῷ παρόντι βίῳ τιμῶσι· καίτοι αὐτὰ μὲν ἔστι παιδικὰ ὥσπερ ἐκεῖνα· ἐκεῖνα δὲ ζωῆς καὶ δόξης καὶ ἀνέσεως αἴτια. Ἀλλ' ὥσπερ οἱ παῖδες τούτων μὲν ἀποστερούμενοι κλαίουσιν, ἐκείνων δὲ οὐδὲ γενέσθαι ἐν ἐπιθυμίᾳ ἴσασιν· οὕτω δὴ καὶ τῶν ἀνδρῶν εἶναι δοκούντων πολλοί. ∆ιὰ τοῦτό φησι· Μὴ παιδία γίνεσθε ταῖς φρεσί. Χρημάτων ἐρᾷς, εἰπέ μοι, καὶ οὐκ ἐρᾷς πλούτου τοῦ μένοντος, ἀλλὰ ἀθυρμάτων παιδικῶν; εἶτα ἂν μέν τινα ἴδῃς θαυ μάζοντα μολύβδου νόμισμα, καὶ κατακύπτοντα ὥστε ἀνελέσθαι, καὶ καταγνώσῃ πολλὴν αὐτοῦ τὴν πενίαν· σὺ δὲ τὰ τούτων εὐτελέστερα συνάγων, ἐν τοῖς πλουτοῦσι σαυτὸν ἀριθμεῖς; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Πλούσιον γὰρ ἐκεῖνον εἶναι φήσομεν, τὸν ὑπερορῶντα τῶν παρόντων ἁπάντων. Οὐδεὶς γὰρ, οὐδεὶς τῶν μικρῶν τούτων, ἀργύρου καὶ χρυσοῦ καὶ τῆς ἄλλης φαντασίας αἱρήσεται καταγελάσαι, ἂν μὴ τῶν μειζόνων τὸν πόθον ἔχῃ, ὥσπερ οὖν οὐδὲ τοῦ μολυβδίνου νομίσματος, ἂν μὴ χρυσᾶ νομίσματα κεκτημένος ᾖ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἄνθρωπον πάντα τὸν κόσμον παρατρέχοντα, μηδαμόθεν ἄλλοθεν νόμιζε τοῦτο ποιεῖν, ἢ ἀπὸ τοῦ πρὸς μείζονα βλέπειν κόσμον. Οὕτω καὶ γεωργὸς τῶν ὀλίγων πυρῶν καταφρονεῖ, ὅταν μείζονα προσδοκήσῃ τὸν ἀμητόν. Εἰ δὲ ἀδήλου τῆς ἐλπίδος οὔσης, τῶν ὄντων καταφρονοῦμεν· πολλῷ μᾶλλον ἐπὶ τῆς βεβαίας προσδοκίας τοῦτο δεῖ ποιεῖν. ∆ιὸ δὴ δέομαι καὶ παρακαλῶ, μὴ ζημιοῦν ἑαυτοὺς, μηδὲ βόρβορον κατέχοντας ἀποστερεῖν ἑαυτοὺς τῶν ἄνωθεν θησαυρῶν, μετὰ καλάμης καὶ ἀχύρου τὸ πλοῖον εἰς τοὺς λιμένας ἄγοντας. Ὃ βούλεταί τις λεγέτω περὶ ἡμῶν, δυσχεραινέτω πρὸς τὸ συνεχὲς τῆς παραινέσεως, φλυάρους καλείτω, προσκορεῖς, ἐπαχθεῖς· οὐκ ἀποστησόμεθα συνεχῶς ὑπὲρ αὐτῶν παραινοῦντες, καὶ συνεχῶς ἐκεῖνο τὸ τοῦ προφήτου πᾶσιν ὑποφωνοῦντες ὑμῖν· Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων, καὶ ἄφαψαι αὐτὰς ἐπὶ σῷ τραχήλῳ. Μὴ σήμερον μὲν ποιήσῃς, αὔριον δὲ ἀποστῇς. Καὶ γὰρ τὸ σῶμα τοῦτο καθημερινῆς δεῖται τροφῆς. Οὕτω καὶ ἡ ψυχὴ, καὶ πολλῷ μᾶλλον ἐκείνη· κἂν μὴ καταβάλῃ, ἀσθενεστέρα γίνεται καὶ αἰσχροτέρα. Μὴ δὴ περιίδωμεν ἀπολλυμένην, ἀγχομένην. Πολλὰ λαμβάνει καθ' ἑκάστην ἡμέραν τραύματα, ἐπιθυμοῦσα, ὀργιζομένη, ῥᾳθυμοῦσα, λοιδορουμένη, ἀμυνομένη, βασκαίνουσα. ∆εῖ τοίνυν αὐτῇ καὶ φάρμακα κατασκευάζειν. Οὐ μικρὸν δὲ τὸ τῆς ἐλεημοσύνης φάρμακον, πᾶσι τοῖς τραύμασιν ἐπιτεθῆναι δυνάμενον. ∆ότε γὰρ ἐλεημοσύνην, φησὶ, καὶ πάντα ὑμῖν ἔσται καθαρά· ἐλεημοσύνην, μὴ πλεονεξίαν· τὰ γὰρ ἐκ πλεονεξίας οὐ μένει, κἂν τοῖς δεομένοις δῷς. Ἐλεημοσύνη γὰρ, ἡ πάσης ἀπηλλαγμένη ἀδικίας ἐστίν· αὕτη πάντα ποιεῖ καθαρά. Τοῦτο καὶ νηστείας βέλτιον καὶ χαμευνίας. Καίτοι γε ἐκεῖνα μοχθηρότερα καὶ ἐπιπονώτερα, ἀλλ' αὕτη κερδαλεωτέρα· φωτίζει ψυχὴν, λιπαίνει, καλὴν καὶ ὡραίαν ποιεῖ. Οὐχ οὕτω τοὺς ἀθλητὰς ὁ τῆς ἐλαίας καρπὸς ἀνέχει, ὡς τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας τουτὶ τὸ ἔλαιον ἀνακτᾶται. Ἀλείφωμεν τοίνυν τὰς χεῖρας, ἵνα πρὸς τὸν ἀντίπαλον ἀντάρωμεν καλῶς. Ὁ μελετῶν ἐλεεῖν τὸν δεόμενον, ταχέως καὶ τοῦ πλεονεκτεῖν ἀποστήσεται Ὁ διατελῶν ἐν τῷ διδόναι πένησι, ταχέως καὶ ὀργῆς ἀποστήσεται, καὶ οὐδὲ μέγα φρονήσει ποτέ. Καθάπερ γὰρ τοὺς τετραυματισμένους συνεχῶς θεραπεύων ἰατρὸς, συστέλλεται ῥᾳδίως, ἐν ταῖς ἑτέρων συμφοραῖς τὴν ἀνθρωπίνην καθορῶν φύσιν· οὕτω καὶ ἡμεῖς ἐὰν ταῖς τῶν πενήτων συνεισέλθωμεν ἐπικουρίαις, φιλοσοφήσομεν εὐκόλως, καὶ οὐ θαυμασόμεθα πλοῦτον, οὐδὲ μέγα τι τὰ παρόντα ἡγησόμεθα, ἀλλὰ καταφρονήσομεν πάντων, καὶ μετάρσιοι γενόμενοι πρὸς τὸν οὐρανὸν, εὐκόλως ἐπιτευξόμεθα τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΒʹ. Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

αʹ. Ὅταν ἐνάρετοι γενόμενοι διωκώμεθα παρὰ τῶν πονηρῶν, καὶ τῆς ἀρετῆς ἐφιέμενοι χλευαζώμεθα παρ' ἐκείνων, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν. Τοιαύτην γὰρ τὸ πρᾶγμα τὴν φύσιν ἔχει, καὶ πανταχοῦ μῖσος εἴωθε τίκτειν ἡ ἀρετὴ παρὰ τοῖς πονηροῖς. Φθονοῦντες γὰρ τοῖς ἐπιεικῶς βιοῦν βουλομένοις, καὶ οἰόμενοι παρασκευάζειν ἑαυτοῖς ἀπολογίαν, ἐὰν τὴν ἑτέρων δόξαν καταβάλωσι, μισοῦσί τε ὡς τὰ ἐναντία μετιόντας, καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ καταισχύνειν τὸν βίον τὸν ἐκείνων. Ἀλλὰ μὴ ἀλγῶμεν· τοῦτο γὰρ ἀρετῆς σημεῖον. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· καὶ ἀλλαχοῦ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. ∆ιὰ τοῦτο καὶ ἐνταῦθά φησι· Τὸν λόγον σου δέδωκα αὐτοῖς, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς. Πάλιν λέγει τὴν αἰτίαν, δι' ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ Πατρὸς ἐπιμελείας τυχεῖν. ∆ιὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σόν· ὥστε δίκαιοι πάσης ἂν εἶεν ἀπολαῦσαι προνοίας. Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Πάλιν σαφηνίζει τὸν λόγον, πάλιν τρανότερον ἐργάζεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἐνδεικνυμένου, ἣ ὅτι πολλὴν αὐτῶν ποιεῖται κηδεμονίαν, τῷ μετὰ ἀκριβείας ποιεῖσθαι τὴν ὑπὲρ αὐτῶν παράκλησιν. Καὶ μὴν αὐτὸς ἔλεγεν, ὅτι πάντα ποιήσει ὁ Πατὴρ, ὅσα ἂν αἰτήσωσι. Πῶς οὖν ἐνταῦθα αὐτὸς ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐδὲν ἄλλο, ὅπερ ἔφην, ἢ τὴν ἀγάπην ἐνδεικνύμενος. Ἐκ τοῦ κόσμου οὐκ εἰσὶ, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Πῶς οὖν ἀλλαχοῦ φησιν, Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν; Ἐκεῖ μὲν τὴν φύσιν λέγων, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν. Καὶ μακρὸν αὐτῶν συντίθησιν ἐγκώμιον· πρῶτον, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου· εἶτα, ὅτι αὐτὸς αὐτοὺς ἔδωκε, καὶ ὅτι τὸν λόγον αὐτοῦ ἐτήρησαν, καὶ ὅτι διὰ τοῦτο μισοῦνται. Εἰ δὲ λέγει, Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, μὴ θορυβηθῇς. Τὸ γὰρ, Καθὼς, ἐνταῦθα οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὥσπερ γὰρ, ὅταν ἐπ' αὐτοῦ καὶ τοῦ Πατρὸς λέγηται τὸ Καθὼς, πολλὴ ἡ ἰσότης διὰ τὴν τῆς φύσεως συγγένειαν· οὕτως ὅταν ἐφ' ἡμῶν καὶ αὐτοῦ λέγηται, πολὺ τὸ μέσον διὰ τὸ καὶ πολὺ εἶναι τὸ μέσον καὶ ἄπειρον ἑκατέρας τῆς φύσεως. Εἰ γὰρ Ἁμαρτίαν οὐκ ἐποίησεν αὐτὸς, οὐδὲ δόλος τις εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, πῶς δύναιντ' ἂν οἱ ἀπόστολοι παρισοῦσθαι αὐτῷ; Τί οὖν ἐστιν ὅ φησιν, Ἐκ τοῦ κόσμου οὐκ εἰσί; Πρὸς ἕτερον ὁρῶσιν, οὐδὲν κοινόν τι πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν, γεγόνασι πολῖται. Καὶ ἐκ τούτων δὲ τὴν ἀγάπην αὐτοῦ δείκνυσιν, ὅταν πρὸς τὸν Πατέρα αὐτοὺς ἐγκωμιάζῃ, καὶ παρατιθῆται τῷ γεγεννηκότι. Εἰπὼν δὲ, Τήρησον αὐ τοὺς, οὐ περὶ τῆς τῶν κινδύνων ἀπαλλαγῆς φησι μόνον, ἀλλὰ καὶ περὶ τῆς ἐν πίστει παραμονῆς· διὸ καὶ ἐπήγαγεν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ἁγίους ποίησον διὰ τῆς τοῦ Πνεύματος δόσεως καὶ τῶν ὀρθῶν δογμάτων. Ὥσπερ ὅταν λέγῃ, Καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν, καὶ νῦν τὸ αὐτό φησι· Παίδευσον αὐτοὺς, δίδαξον τὴν ἀλήθειαν. Καὶ μὴν τοῦτο λέγει τὸ Πνεῦμα ποιεῖν. Πῶς οὖν αὐτὸ παρὰ τοῦ Πατρὸς αἰτεῖ νῦν; Ἵνα μάθῃς πάλιν τὴν ἰσοτιμίαν. Τὰ γὰρ ὀρθὰ δόγματα περὶ Θεοῦ λεγόμενα ἁγιάζει τὴν ψυχήν. Εἰ δὲ λόγῳ φησὶν ἁγιάζεσθαι, μὴ θαυμάσῃς. Καὶ ὅτι περὶ δογμάτων φησὶν, ἐπήγαγεν· Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι· τουτέστι, Οὐδὲν ψεῦδος ἐν αὐτῷ, πάντως δὲ ἐκβῆναι δεῖ πάντα τὰ εἰρημένα· καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικόν· καθὼς καὶ Παῦλός φησι περὶ τῆς Ἐκκλησίας· ὅτι Ἡγίασεν αὐτὴν ἐν ῥήματι. Οἶδε γὰρ καὶ ῥῆμα Θεοῦ καθαίρειν. ∆οκεῖ δέ μοι καὶ ἕτερον δηλοῦν τὸ, Ἁγίασον αὐτοὺς, οἱονεὶ τὸ, Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κηρύγματι. Καὶ τοῦτο πάλιν ἐκ τῶν ἑξῆς δῆλον. Καθὼς γὰρ ἐμὲ, φησὶν, ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτούς· ὃ λέγει καὶ Παῦλος, Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ οὗ γὰρ ὁ Χριστὸς ἀφῖκται, ὑπὲρ τούτου καὶ οὗτοι τὴν οἰκουμένην κατέλαβον. Τὸ δὲ, Καθὼς, πάλιν ἐνταῦθα οὐχ ὁμοιώσεως ἐπ' αὐτοῦ καὶ τῶν ἀποστόλων κεῖται· (πῶς γὰρ ἄλλως ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι; ἔθος δὲ αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ. Τί ἐστιν, Ἁγιάζω ἐμαυτόν; Προσφέρω σοι θυσίαν. Αἱ δὲ θυσίαι πᾶσαι ἅγιαι λέγονται· καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα. Ἐπειδὴ γὰρ τὸ παλαιὸν ἐν τύπῳ ὁ ἁγιασμὸς ἦν ἐν τῷ προβάτῳ· νυνὶ δὲ οὐκ ἔστιν ἐν τύπῳ, ἀλλ' αὐτῇ τῇ ἀληθείᾳ· διό φησιν· Ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ σου. Καὶ γὰρ καὶ αὐτούς σοι ἀνατίθημι καὶ ποιῶ προσφοράν. Ἤτοι διὰ τὸ τὴν κεφαλὴν τοῦτο γίνεσθαί φησι, ἢ διὰ τὸ καὶ αὐτοὺς θύεσθαι. Παραστήσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν Θυσίαν ζῶσαν, ἁγίαν· καὶ, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ, Χωρὶς θανάτου θυσίαν αὐτοὺς ἐργάζεται καὶ προσφοράν. Ὅτι γὰρ τὴν θυσίαν ᾐνίξατο τὴν αὐτοῦ εἰπὼν, Ἁγιάζω, δῆλον ἐκ τῶν ἑξῆς. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἐπειδὴ γὰρ ὑπὲρ αὐτῶν ἀπέθνησκεν (εἶπε δὲ, ὅτι Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν)· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ τῶν ἀποστόλων τοῦτο μόνον ἐποίει, ἐπήγαγεν· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.

βʹ. Ἐντεῦθεν πάλιν ἀνέστησεν αὐτῶν τὰς ψυχὰς, δείξας ἐσομένους πολλοὺς μαθητάς. Ἐπειδὴ γὰρ, ὅπερ εἶχον ἐξαίρετον, κοινὸν ἐποίησε, πάλιν αὐτοὺς παραμυθεῖται, δηλῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας γινομένους αὐτοὺς αἰτίους. Εἰπὼν δὲ καὶ περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει καὶ τῇ θυσίᾳ, λέγει λοιπὸν περὶ ὁμονοίας, καὶ εἰς τοῦτο λοιπὸν κατακλείει τὸν λόγον, ἐντεῦθεν ἀρξάμενος, καὶ εἰς αὐτὸ καταλύσας. Καὶ γὰρ ἀρχόμενός φησιν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν· καὶ ἐνταῦθα, Ἵνα ὦσιν ἓν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν σοί. Πάλιν τὸ, Καθὼς, οὐκ ἀκριβοῦς ἐξισώσεως ἐπ' αὐτῶν· οὐδὲ γὰρ δυνατὸν αὐτοῖς ἦν τοσοῦτον, ἀλλ' ὡς ἀνθρώποις δυνατόν· ὥσπερ ὅταν λέγῃ, Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Τί δέ ἐστιν, Ἐν ἡμῖν; Ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως σκανδαλίζει ἅπαντας, ὡς τὸ διεσπάσθαι, τοῦτο κατασκευάζει ὥστε γενέσθαι ἕν. Τί οὖν; ἤνυσεν αὐτὸ, φησί; Καὶ σφόδρα ἤνυσεν. Ἅπαντες γὰρ οἱ διὰ τῶν ἀποστόλων πιστεύσαντες ἕν εἰσιν, εἰ καί τινες ἐξ αὐτῶν διεσπάσθησαν. Οὐδὲ γὰρ τοῦτο αὐτὸν παρέλαθεν, ἀλλὰ καὶ αὐτὸ προεῖπε, καὶ ἔδειξε τῆς τῶν ἀνθρώπων ῥᾳθυμίας ὄν. Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας. Ὅπερ οὖν καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί ἐστε μαθηταὶ, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ πῶς ἐντεῦθεν πιστεύειν ἔμελλον; Ὅτι τῆς εἰρήνης εἶ Θεὸς, φησίν. Ἂν τοίνυν, ἅπερ ἐξ ὧν ἔμαθον, διατηρήσωσιν, εἴσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν οἱ ἀκούοντες· ἐὰν δὲ μάχωνται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητάς· μὴ ὄντα δέ με εἰρηνικὸν, οὐκ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ σοῦ. Ὁρᾷς πῶς μέχρι τέλους τοῦτο κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν; Κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς· τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων, καὶ ἵνα ὁμόψυχοι ὦσιν. Αὕτη γὰρ δόξα, ἵνα ὦσιν ἓν, καὶ τῶν σημείων μείζων. Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζουσιν, ὅτι οὐκ ἔστι στάσις, οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα· Οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Καὶ πῶς τὸν Πατέρα, φησὶν, αἰτεῖ τοῦτο δοῦναι αὐτοῖς, αὐτὸς αὐτὸ λέγων διδόναι; Εἴτε γὰρ περὶ σημείων, εἴτε περὶ ὁμονοίας, εἴτε περὶ εἰρήνης ὁ λόγος αὐτῷ, φαίνεται αὐτὸς αὐτοῖς ταῦτα παρεσχηκώς. Ὅθεν δῆλον ἦν, ὅτι παραμυθίας ἕνεκεν τῆς αὐτῶν ἡ αἴτησις γίνεται. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί. Πῶς ἔδωκε τὴν δόξαν; Ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ' ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτω φησίν· οὐ γὰρ διὰ αὐτοῦ τὸν Πατέρα παραγίνεσθαι, ἀλλ' αὐτὸν καὶ τὸν Πατέρα παραγίνεσθαι καὶ μονὴν παρ' αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὸ τοῦ Σαβελλίου, ἐνταῦθα δὲ Ἀρείου τὴν ὑπόνοιαν ἀναιρῶν. Ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἓν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Συνεχῶς αὐτὸ λέγει, δεικνὺς σημείου μᾶλλον τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτως ἡ συμφωνία συγκροτητικόν. Καὶ ἠγάπησα αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας. Πάλιν ἐνταῦθα τὸ, Καθὼς, ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ· καὶ τεκμήριον τῆς ἀγάπης, τὸ ἑαυτὸν ὑπὲρ αὐτῶν δοῦναι. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι οὐ περιτραπήσονται, ὅτι ἔσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύσουσι δι' αὐτῶν, ὅτι πολλῆς ἀπολαύσονται δόξης, ὅτι οὐκ αὐτὸς αὐτοὺς ἠγάπησε μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ, λέγει λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, περὶ τῶν βραβείων καὶ τῶν στεφάνων τῶν ὑποκειμένων αὐτοῖς. Πάτερ γὰρ, φησὶν, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν. Ὅπερ οὖν ἐζήτουν ἀεὶ λέγοντες, Ποῦ ὑπάγεις; τί λέγεις; τοῦτο ἐν αἰτήσει λαμβάνεις, καὶ οὐδέπω ἔχεις; πῶς οὖν αὐτοῖς ἔλεγες, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους; πῶς ἕτερα ἐπηγγείλω πλείονα καὶ μείζω; ὁρᾷς ὅτι πάντα συγκαταβάσεως ἕνεκεν λέγει; Ἐπεὶ πῶς ἔλεγεν, Ἀκολουθήσεις δὲ ὕστερον; Ἀλλ' ὑπὲρ πλείονος πληροφορίας καὶ ἐνδείξεως ἀγάπης τοῦτό φησιν. Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Πάλιν τοῦτο τοῦ πρὸς τὸν Πατέρα ὁμονοεῖν σημεῖον, ὑψηλότερον μὲν τῶν προτέρων (Πρὸ καταβολῆς γὰρ κόσμου, φησὶν), ἔχον δέ τινα καὶ αὐτὸ συγκατάβασιν· Ἔδωκας γάρ μοι λέγει. Εἰ δὲ μὴ τοῦτό ἐστιν, ἡδέως ἂν ἐροίμην τοὺς ἀντιλέγοντας· ὁ διδοὺς, ὑφεστῶτί τινι δίδωσιν· ἆρ' οὖν πρῶτον αὐτὸν γεννήσας, ὕστερον τὴν δόξαν ἔδωκε, πρότερον ἀφεὶς εἶναι ἄδοξον; Καὶ πῶς ἂν ἔχοι λόγον; Ὁρᾷς ὅτι τὸ, Ἔδωκεν, Ἐγέννησέν ἐστι; ∆ιατί δὲ μὴ εἶπεν, Ἵνα μετέχωσι τῆς δόξης, ἀλλ', Ἵνα θεωρῶσι τὴν δόξαν; γʹ. Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ πᾶσα ἀνάπαυσις αὕτη ἐστὶ, τὸ θεωρεῖν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ. Τοῦτο γοῦν καὶ δοξάζεσθαι ποιεῖ· ὃ καὶ Παῦλός φησιν· Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Ὥσπερ γὰρ οἱ πρὸς ἀκτῖνας θεωροῦντες καὶ ἀέρος ἀπολαύοντες λεπτοτάτου, ἀπὸ τῆς ὄψεως ἔχουσιν τὴν ἀπόλαυσιν· οὕτω καὶ τότε, καὶ πολλῷ πλεῖον τοῦτο ἡμῖν ἐργάσεται τὴν ἡδονήν. Ἅμα δὲ καὶ δείκνυσιν, ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον, ἀλλὰ φρικτή τις οὐσία. Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Τί βούλεται τοῦτο; ποίαν ἔχει τὴν ἀκολουθίαν; ∆είκνυσιν ἐνταῦθα μηδένα εἰδότα Θεὸν, ἀλλ' ἢ μόνον τοὺς τὸν Υἱὸν ἐπεγνωκότας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἅπαντας τοῦτο εἶναι, Ἀλλ' οὐκ ἔγνωσάν σε, καίτοι οὐδὲν ἔχοντες ἐγκαλεῖν. Τοῦτο γάρ ἐστι, Πάτερ δίκαιε. Ἐνταῦθά μοι δοκεῖ καὶ δυσχεραίνων ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον οὐκ ἠθέλησαν ἐπιγνῶναι. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἔλεγον τὸν Θεὸν εἰδέναι, αὐτὸν δὲ μὴ εἰδέναι, πρὸς τοῦτο ἀποτείνεται λέγων, ὅτι Ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, ἀπολογίαν συντιθεὶς πρὸς τὰς κατηγορίας τὰς Ἰουδαϊκάς. Ὁ γὰρ δόξαν λαβὼν, ὁ ἀγαπηθεὶς πρὸ καταβολῆς κόσμου, ὁ μάρτυρας βουλόμενος ἔχειν αὐτοὺς τῆς δόξης ἐκείνης, πῶς ἐναντίος ἦν τῷ Πατρί; Οὐ τοίνυν τοῦτό ἐστιν ὅπερ φασὶν οἱ Ἰουδαῖοι, ὅτι αὐτοὶ μέν σε γινώσκουσιν, ἐγὼ δὲ ἀγνοῶ· ἀλλὰ τοὐναντίον, ἐγὼ μέν σε οἶδα, ἄλλοι δέ σε οὐκ ἔγνωσαν. Καὶ οὗτοι δὲ ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας. Ὁρᾷς ὅτι αὐτοὺς αἰνίττεται τοὺς λέγοντας μὴ εἶναι αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτον τὸν λόγον ἀνακεφαλαιοῦται πάντα; Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω. Καὶ μὴν τοῦ Πνεύματος φὴς τὴν τελείαν γνῶσιν· ἀλλὰ τὰ τοῦ Πνεύματος ἐμά ἐστιν. Ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς μένῃ, κἀγὼ ἐν αὐτοῖς. Ἐὰν γὰρ μάθωσι, τίς σὺ, τότε εἴσονται, ὅτι οὐκ ἀπεσχισμένος ἐγὼ, ἀλλὰ τῶν σφόδρα ἠγαπημένων, καὶ γνήσιος Υἱὸς καὶ συνημμένος. Τοῦτο δὲ πεισθέντες ὡς χρὴ, καὶ τὴν πίστιν τὴν εἰς ἐμὲ καὶ τὴν ἀγάπην διατηρήσουσιν ἀκριβῆ. Ἀγαπώντων δὲ αὐτῶν ὡς χρὴ, ἐγὼ μενῶ ἐν αὐτοῖς. Ὁρᾷς πῶς εἰς καλὸν τέλος ἀπήντησεν, εἰς ἀγάπην, τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἀπαρτίσας τὸν λόγον; Πιστεύωμεν τοίνυν, καὶ ἀγαπῶμεν τὸν Θεὸν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὅταν γὰρ ἐκεῖνος μὲν καὶ οἰκέταις καὶ συγγενέσι καὶ ἀλλοτρίοις ἐπικουρῇ· σὺ δὲ μηδὲ τοὺς πρὸς γένος προσήκοντας θεραπεύῃς, τίς ἔσται σοι λοιπὸν ἀπολογία, τοῦ Θεοῦ βλασφημουμένου καὶ ὑβριζομένου διὰ σέ; Σκόπει γὰρ πόσας ἔδωκεν ἡμῖν ἀφορμὰς εὐποιίας ὁ Θεός. Τὸν μὲν ὡς συγγενῆ, τὸν δὲ ὡς φίλον, τὸν δὲ ὡς γείτονα, τὸν δὲ ὡς πολίτην, τὸν δὲ ὡς ἄνθρωπον ἐλέει, φησίν. Ἂν δὲ μηδέν σε τούτων κατέχῃ, ἀλλὰ πάντα διαῤῥήξῃς τὰ δεσμὰ, ἀκούσῃ τοῦ Παύλου, ὅτι ἀπίστου εἶ χείρων· ὅτι ἐκεῖνος μὲν οὐδὲν περὶ ἐλεημοσύνης ἀκούσας, οὐδὲ τῶν ἐν οὐρανῷ, ὑπερηκόντισέ σε τῇ φιλανθρωπίᾳ· σὺ δὲ αὐτοὺς τοὺς ἐχθροὺς ἀγαπᾷν κελευσθεὶς, τοὺς οἰκείους, ὡς ἐχθροὺς ὁρᾷς, καὶ χρημάτων φείδῃ μᾶλλον ἢ σωμάτων. Καίτοι τὰ μὲν ἀναλισκόμενα οὐδὲν πείσεται δεινόν· οὗτος δὲ περιορώμενος οἰχήσεται. Τίς οὖν ἡ μανία χρημάτων φείδεσθαι, καὶ ἀφειδεῖν συγγενῶν; πόθεν οὗτος ὁ πόθος εἰσεκώμασε; πόθεν ἡ ἀπανθρωπία καὶ ἡ ὠμότης; Εἰ γάρ τις ὥσπερ ἐπὶ θεάτρου κορυφῆς καθίσας, τὸν κόσμον κατοπτεύσειε πάντα, μᾶλλον δὲ εἰ βούλεσθε, μίαν τέως μεταχειρισώμεθα πόλιν.

δʹ. Εἴ τις τοίνυν ἐφ' ὑψηλοῦ καθίσας πάντα κατιδεῖν δυνηθείη τὰ ἀνθρώπινα, ἐννόησον ὅσην καταγνώσεται ἀλογίαν, ὅσα δάκρυα οἴσει, ὅσον γελάσεται γέλωτα, ὅσον μισήσει μῖσος. Τοιαῦτα γὰρ πράττομεν, ὡς καὶ γέλωτος, καὶ ἀνοίας, καὶ δακρύων, καὶ μίσους εἶναι ἄξια. Ὁ δεῖνα τρέφει κύνας, ἵνα θηρία ἄγρια σαγηνεύσῃ, αὐτὸς εἰς θηριωδίαν ἐμπίπτων· ἕτερος ὄνους καὶ ταύρους, ἵνα μετακομίζῃ λίθους· ἀνθρώπους δὲ περιορᾷ, λιμῷ τηκομένους. Καὶ χρυσίον μὲν ἄπειρον δαπανᾷ, ἵνα λιθίνους ἀνθρώπους ἐργάσηται· τοὺς δὲ ὄντως ἀνθρώπους λιθίνους γενομένους ὑπὸ τῆς κακουχίας, ὑπερορᾷ. Ἕτερος ψηφῖδας χρυσᾶς συλλέγων μετὰ πολλῆς ταλαιπωρίας περιβάλλει τοὺς τοίχους· τὰς δὲ γαστέρας τῶν πενήτων γυμνὰς ὁρῶν, οὐκ ἐπικάμπτεται. Καὶ οἱ μὲν τοῖς ἱματίοις αὐτῶν ἱμάτια πάλιν ἐπινοοῦσιν· ἕτερος δὲ οὐδὲ αὐτὸ τὸ σῶμα γυμνὸν περιβάλλειν ἔχει. Ἐν δικαστηρίοις δὲ πάλιν ἄλλος ἄλλον κατέπιεν· ἄλλος εἰς πόρνας ἀνάλωσε καὶ εἰς παρασίτους· ἕτερος εἰς μίμους καὶ ὀρχήστρας· εἰς οἰκοδομὰς ἕτερος λαμπρὰς, εἰς ἀγορασίας ἀγρῶν καὶ οἰκιῶν. Πάλιν ὁ μὲν τόκους ἀριθμεῖ, ὁ δὲ τόκους τόκων, ὁ δὲ γραμματεῖα συντίθησι πολλῶν γέμοντα φόνων, καὶ οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς ἀνάπαυσιν καρποῦται, ἐπὶ τοῖς ἑτέρων κακοῖς ἀγρυπνῶν. Ἡμέρας δὲ γενομένης, ὁ μὲν ἐπὶ κέρδος ἄδικον, ὁ δὲ ἐπὶ δαπάνην ἀσελγῆ, οἱ δὲ ἐπὶ κλοπὴν δεδημοσιευμένην τρέχουσι. Καὶ τῶν μὲν περιττῶν καὶ κεκωλυμένων πολλὴ ἡ σπουδή· τῶν δὲ ἀναγκαίων οὐδεὶς ὁ λόγος. Οἱ δὲ κρίνοντες, τὸ μὲν ὄνομα δικαστῶν ἔχουσι, τὸ δὲ ἔργον λῃστῶν καὶ ἀνδροφόνων. Κἂν τὰς δίκας τις ἐξετάσῃ, κἂν τὰς διαθήκας, μυρία πάλιν εὑρήσει καὶ ἐνταῦθα κακὰ, δόλους, κλοπὰς, ἐπιβουλάς. Καὶ περὶ ταῦτα ἅπασα ἡ σχολὴ, τῶν δὲ πνευματικῶν λόγος οὐδείς· ἀλλὰ τὴν ἐκκλησίαν ὑπὲρ τοῦ μόνον ἰδεῖν ἐνοχλοῦσιν ἅπαντες. Τὸ δὲ ζητούμενον οὐ τοῦτό ἐστιν, ἀλλ' ἔργων δεῖ ἡμῖν καὶ διανοίας καθαρᾶς. Ἂν δὲ τὴν πᾶσαν ἡμέραν ἀναλώσῃς εἰς πλεονεξίαν, εἶτα μικρὰ ῥήματα εἰσελθὼν εἴπῃς, οὐ μόνον οὐκ ἐποίησας ἵλεω τὸν Θεὸν, ἀλλὰ καὶ παρώξυνας μειζόνως. Εἰ γὰρ βούλει καταλλάξαι σου τὸν ∆εσπότην, ἔργα ἐπίδειξαι, μάθε τὸν φορυτὸν τῶν συμφορῶν, βλέπε τοὺς γυμνοὺς, τοὺς πεινῶντας, τοὺς ἀδικουμένους· μυρίας σοι φιλανθρωπίας ἔτεμεν ὁδούς. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, εἰκῆ καὶ μάτην ζῶντες, μηδὲ, ὅτι νῦν ὑγιαίνομεν, καταφρονήσωμεν· ἀλλ' ἐννοήσαντες ὅτι πολλάκις εἰς νόσον καταπεσόντες, καὶ εἰς ἔσχατον ἀῤῥωστίας ἐλθόντες, ἀπεθάνομεν τῷ δέει καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων, προσδοκήσωμεν πάλιν εἰς τὰ αὐτὰ καταπε σεῖσθαι, καὶ τὸν αὐτὸν κτησώμεθα φόβον, καὶ γενώμεθα βελτίους· ὡς τά γε νῦν μυρίας κατηγορίας ἄξια. Οἱ μὲν γὰρ ἐν τοῖς δικαστηρίοις λέουσιν ἐοίκασι καὶ κυσὶ, οἱ δὲ ἐν ταῖς ἀγοραῖς, ἀλώπεξιν· οἱ δὲ τὸν ἀπράγμονα ζῶντες βίον, οὐδὲ οὗτοι εἰς δέον τῇ ἀπραγμοσύνῃ κέχρηνται, τὴν σχολὴν ἅπασαν εἰς θέατρα καὶ τὰ ἐκεῖθεν κακὰ ἀναλίσκοντες. Καὶ ὁ μὲν ἐπιτιμῶν τοῖς γινομένοις, οὐδείς· οἱ δὲ ζηλοῦντες καὶ δακνόμενοι, ὅτι μὴ ἴσα αὐτοῖς πράττουσι, πολλοί· ὥστε καὶ τούτους πάλιν κολάζεσθαι, καὶ μὴ ποιοῦντας τὰ πονηρά. Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ γὰρ τὰ τῆς προθυμίας αὐτοῖς ὁμοίως διέφθαρται· ὅθεν δῆλον, ὅτι καὶ γνώμης ἔστι δοῦναι δίκην. Ταῦτα καθ' ἑκάστην ἡμέραν λέγω, καὶ λέγων οὐ παύσομαι. Ἂν μὲν γάρ τινες ἀκούσωσιν, κέρδος· ἂν δὲ μηδεὶς ὁ προσέχων ᾖ, τότε ἀκούσεσθε ταῦτα, ὅτε κέρδος οὐδὲν ὑμῖν, καὶ μέμψεσθε ἑαυτοῖς, καὶ τῆς αἰτίας ἡμεῖς καθαροί. Ἀλλὰ μὴ γένοιτο ταύτην μόνον ἡμᾶς τὴν ἀπολογίαν ἔχειν, ἀλλὰ καὶ καύχημα ὑμᾶς γενέσθαι ἡμῶν παρὰ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κοινῇ τῶν ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΓʹ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.

αʹ. Φρικτὸν ὁ θάνατος καὶ φόβου γέμον πολλοῦ· ἀλλ' οὐ παρὰ τοῖς τὴν ἄνω φιλοσοφίαν εἰδόσιν. Ὁ μὲν γὰρ μηδὲν περὶ τῶν μελλόντων σαφὲς ἐπιστάμενος, ἀλλὰ διάλυσίν τινα καὶ τελευτὴν ζωῆς τὸ πρᾶγμα νομίζων, εἰκότως φρίττει καὶ δέδοικεν ὡς εἰς τὸ μὴ εἶναι χωρῶν. Ἡμεῖς δὲ τῇ τοῦ Θεοῦ χάριτι τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθόντες, καὶ ἀποδημίαν τὸ πρᾶγμα εἶναι νομίζοντες, οὐκ ἂν εἴημεν δίκαιοι τρέμειν, ἀλλὰ καὶ χαίρειν καὶ εὐθυμεῖσθαι, ὅτι τὸν ἐπίκηρον τοῦτον βίον ἀφέντες, ἐφ' ἕτερον ἐρχόμεθα ἀμείνω πολλῷ καὶ λαμπρότερον, καὶ τέλος οὐκ ἔχοντα. Ἅπερ οὖν καὶ ὁ Χριστὸς διδάσκων διὰ τῶν ἔργων, οὐ βίᾳ καὶ ἀνάγκῃ, ἀλλ' ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ταῦτα, φησὶν, ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπῆλθε πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. Ἤδει δὲ καὶ ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Μεσονυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται πρὸς τὸν τῷ προδότῃ γνώριμον τόπον ἐλθεῖν, ἐκκόπτων τοῖς ἐπιβουλεύουσι τὸν πόνον, καὶ ἀπαλλάττων ταλαιπωρίας αὐτοὺς ἁπάσης, καὶ δείκνυσι τοῖς μαθηταῖς ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται· ὅπερ ἱκανὸν αὐτοὺς μάλιστα παραμυθήσασθαι ἦν· καὶ καθίστησιν ἑαυτὸν ὥσπερ ἐν δεσμωτηρίῳ ἐν τῷ κήπῳ. Ταῦτα ἐλάλησεν αὐτοῖς. Τί λέγεις; Καὶ μὴν τῷ Πατρὶ διελέγετο· καὶ μὴν ηὔχετο. ∆ιατί οὖν μὴ λέγεις, ὅτι παυσάμενος τῆς εὐχῆς ἦλθεν ἐκεῖ; Ὅτι οὐκ εὐχὴ ἦν, ἀλλὰ λαλιὰ διὰ τοὺς μαθητὰς γινομένη. Καὶ εἰσῆλθον οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν κῆπον. Οὕτως αὐτοὺς τοῦ δέους ἀπήλλαξεν, ὡς μὴ ἀντιτεῖναι λοιπὸν, ἀλλὰ καὶ εἰς τὸν κῆπον εἰσελθεῖν. Πῶς δὲ ὁ Ἰούδας ἐκεῖ ἤρχετο; ἢ πόθεν μαθὼν ἐκεῖ ἦλθεν; Ἐντεῦθεν δῆλον, ὅτι τὰ πολλὰ ἔξω διενυκτέρευεν. Οὐ γὰρ ἂν, εἴ γε οἴκοι διῆγεν, ἐπὶ τὴν ἔρημον ὁ Ἰούδας ἦλθεν, ἀλλ' ἐπὶ τὴν οἰκίαν, ἐκεῖ προσδοκῶν αὐτὸν εὑρήσειν καθεύδοντα. Ἵνα δὲ μὴ ἀκούσας κῆπον, κρύπτεσθαι νομίσῃς, ἐπήγαγεν, ὅτι Ἤδει ὁ Ἰούδας τὸν τόπον· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ πολλάκις συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Καὶ γὰρ πολλάκις αὐτοῖς συνεγένετο ἰδίᾳ, περὶ ἀναγκαίων διαλεγόμενος, καὶ ὧν οὐ θέμις ἑτέρους ἀκοῦσαι. Ποιεῖ δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις μάλιστα, καθαρὸν θορύβων ἐπιζητῶν ἀεὶ χωρίον, ὥστε μὴ τὴν διάνοιαν ἐκκρούεσθαι τῆς ἀκροάσεως. Ὁ δὲ Ἰούδας, παραλαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ. Καὶ οὗτοι πολλάκις καὶ ἄλλοτε ἔπεμψαν συλλαβεῖν αὐ τὸν, ἀλλ' οὐκ ἴσχυσαν. Ὅθεν δῆλον, ὅτι καὶ τότε ἑκὼν ἑαυτὸν ἐξέδωκε. Καὶ πῶς τὴν σπεῖραν ἔπεισαν; Ἄνδρες ἦσαν στρατιῶται, χρημάτων ποιεῖν πάντα μεμελετηκότες. Ἰησοῦς δὲ, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν, ἐξῆλθε, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Τουτέστιν, οὐκ ἀπὸ τῆς παρουσίας ἐκείνων περιέμενεν αὐτὰ μαθεῖν, ἀλλ' ἀταράχως ὡς πάντα εἰδὼς ταῦτα, οὕτω καὶ ἔλεγε καὶ ἐποίει. ∆ιατί δὲ μετὰ ὅπλων ἐπέρχονται μέλλοντες συλλαμβάνειν; Ἐδεδοίκεσαν τοὺς ἑπομένους· καὶ διὰ τοῦτο καὶ ἀωρὶ τῶν νυκτῶν ἐπέστησαν. Καὶ ἐξελθὼν λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν, Ἰησοῦν τὸν Ναζωραῖον. Εἶδες δύναμιν ἄμαχον, πῶς ἐν μέσῳ ὢν ἐπήρωσεν αὐτῶν τοὺς ὀφθαλμούς; Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἦν, ἐδήλωσεν ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον. Εἰ δὲ μὴ λαμπάδες ἦσαν, ἀπὸ τῆς φωνῆς γοῦν ἔδει γνωρίσαι· εἰ δὲ καὶ ἐκεῖνοι ἠγνόουν, πῶς ὁ Ἰούδας ἠγνόησεν, ὁ συνὼν αὐτῷ διηνεκῶς; Καὶ γὰρ καὶ αὐτὸς εἱστήκει μετ' αὐτῶν, καὶ οὐδὲν ᾔδει πλέον, ἀλλὰ καὶ ἔπεσε μετ' αὐτῶν ὕπτιος. Ἐποίησε δὲ τοῦτο ὁ Ἰησοῦς, δηλῶν, ὅτι οὐ μόνον συλλαβεῖν αὐτὸν οὐ δύνανται, ἀλλ' οὐδὲ ἰδεῖν ἐν μέσῳ ὄντα, εἰ μὴ αὐτὸς ἐνδοίη. Πάλιν λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ὢ τῆς ἀνοίας! τὸ ῥῆμα αὐτοῦ ἔβαλεν αὐτοὺς ὑπτίους, καὶ οὐδὲ οὕτως ἐπέστρεψαν τοσαύτην μαθόντες δύναμιν, ἀλλὰ πάλιν ἐπιτίθενται τοῖς αὐτοῖς. Ἐπεὶ οὖν τὰ αὐτοῦ πάντα ἐπλήρωσε, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι, καὶ λέγει αὐτοῖς· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι. Εἰστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτόν. Ὅρα τὸ ἀνεπαχθὲς τοῦ εὐαγγελιστοῦ, πῶς οὐχ ὑβρίζει τὸν προδότην, ἀλλὰ διηγεῖται τὸ γεγονὸς, ἓν μόνον δεῖξαι σπουδάζων, ὅτι τὸ πᾶν τῆς αὐτοῦ συγχωρήσεως γέγονεν. Εἶτα ἵνα μή τις λέγῃ, ὅτι αὐτὸς αὐτοὺς εἰς τοῦτο ἤγαγεν, ἑαυτὸν ἐγχειρίσας καὶ δῆλον καταστήσας αὐτοῖς, ἐπιδειξάμενος ἅπαντα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ, καὶ οὐδεμίαν εἶχον ἀπολογίαν, τότε ἑαυτὸν ἐνεχείρισε, λέγων· Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν, μέχρι τῆς ἐσχάτης ὥρας τὴν εἰς αὐτοὺς φιλανθρωπίαν ἐνδεικνύμενος. Εἰ γὰρ ἐμοῦ δεῖσθε, φησὶ, μηδὲν ὑμῖν ἔστω πρὸς τούτους κοινόν. Ἰδοὺ γὰρ ἐμαυτὸν παραδίδωμι. Ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν, ὅτι Οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Ἀπώλειαν δὲ ἐνταῦθα οὐ ταύτην φησὶ τὴν τοῦ θανάτου, ἀλλ' ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὸ παρέλαβε. Θαυμάσειε δ' ἄν τις, πῶς καὶ αὐτοὺς οὐ συνέλαβον μετ' αὐτοῦ καὶ κατέκοψαν, καὶ μάλιστα τοῦ Πέτρου παροξύναντος αὐτοὺς δι' ὧν εἰς τὸν δοῦλον ἐποίησε. Τίς οὖν αὐτοὺς κατεῖχεν; Ἄλλος μὲν οὐδεὶς, ἡ δὲ ῥίψασα αὐτοὺς δύναμις ὑπτίους Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς δηλῶν, ὅτι οὐ τῆς ἐκείνων γνώμης ἦν, ἀλλὰ τῆς τοῦ συλληφθέντος δυνάμεώς τε καὶ ἀποφάσεως, ἐπήγαγεν· Ἵνα ὁ λόγος πληρωθῇ, ὃν εἶπεν, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.

βʹ. Ὁ γοῦν Πέτρος θαρσήσας ταύτῃ τῇ φωνῇ καὶ τοῖς ἤδη γεγενημένοις, ὁπλίζεται κατὰ τῶν ἐπελθόντων. Καὶ πῶς, φησὶν, ὁ κελευσθεὶς μὴ πήραν ἔχειν, μὴ δύο χιτῶνας, μάχαιραν ἔχει; Ἐμοὶ δοκεῖ τοῦτο αὐτὸ δεδοικὼς παρεσκευάσθαι πάλαι. Εἰ δὲ λέγεις, Πῶς ὁ κελευσθεὶς μὴ ῥαπίζειν, ἀνδροφόνος γίνεται; μάλιστα μὲν μὴ ἀμύνεσθαι προσετάχθη· ἐνταῦθα δὲ οὐχ ἑαυτῷ ἤμυνεν, ἀλλὰ τῷ ∆ιδασκάλῳ. Ἔπειτα δὲ, οὐδὲ τέλειοί πως καὶ ἀπηρτισμένοι ἦσαν. Σὺ δὲ, εἰ βούλει Πέτρον φιλοσοφοῦντα ἰδεῖν, ὄψει μετὰ ταῦτα τραυματιζόμενον, καὶ πράως φέροντα, καὶ μυρία πάσχοντα δεινὰ, καὶ οὐ παροξυνόμενον. Ὁ δὲ Ἰησοῦς καὶ ἐνταῦθα θαυματουργεῖ, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, καὶ τὴν δύναμιν ἐκκαλύπτων τὴν ἑαυτοῦ. Τούτῳ μὲν οὖν τὸ ὠτίον ἀπέδωκε, Πέτρῳ δέ φησιν, ὅτι Πάντες οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται. Ὥσπερ καὶ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι' ἀπειλῆς τὸν τόνον αὐτοῦ χαλάσας· οὕτω καὶ ἐνταῦθα. Τὸ δὲ ὄνομα τοῦ δούλου προστίθησιν ὁ εὐαγγελιστὴς, ἐπειδὴ πολὺ μέγα τὸ γινόμενον ἦν, οὐχ ὅτι ἐθεράπευσε μόνον, ἀλλ' ὅτι καὶ τὸν ἐπ' αὐτῷ ἐλθόντα, καὶ μικρὸν ὕστερον μέλλοντα ῥαπίζειν αὐτὸν, καὶ ὅτι τὸν ἐντεῦθεν μέλλοντα ἀναῤῥιπίζεσθαι πόλεμον κατὰ τῶν μαθητῶν ἐπέχει. ∆ιὰ τοῦτο καὶ τὸ ὄνομα τέθεικεν ὁ εὐαγγελιστὴς, ὥστε τοῖς τότε ἀναγινώσκουσιν ἐξεῖναι ζητῆσαι καὶ περιεργάσασθαι, εἴ γε ὄντως γέγονε τὰ γεγενημένα. Οὐχ ἁπλῶς δὲ καὶ τὸ δεξιὸν ὠτίον λέγει· ἀλλ' ἐμοὶ δοκεῖ, τὴν ὁρμὴν εἰπεῖν τοῦ Ἀποστόλου θέλων, ὅτι σχεδὸν ἐπ' αὐτὴν ὥρμησε τὴν κεφαλήν. Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἀπειλῇ μόνον αὐτὸν κατέχει, ἀλλὰ καὶ ἑτέροις παραμυθεῖται, λέγων· Τὸ ποτήριον, ὃ ἔδωκέ μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό; δεικνὺς ὅτι οὐ τῆς ἐκείνων δυνάμεως τὸ γινόμενον, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως· καὶ δηλῶν, ὅτι οὐκ ἔστιν ἀντίθεός τις, ἀλλ' ὑπήκοος μέχρι θανάτου τῷ Πατρί· Τότε λοιπὸν συλλαμβάνεται ὁ Ἰησοῦς, καὶ ἔδησαν αὐτόν· καὶ ἀπήγαγον πρὸς Ἄνναν. ∆ιατί πρὸς Ἄνναν; Ὑπὸτῆς ἡδονῆς ἐνεπόμπευον τοῖς γινομένοις, ὡς δὴ τρόπαιον στήσαντες. Ἦν δὲ οὗτος πενθερὸς τοῦ Καϊάφα· ὁ δὲ Καϊάφας οὗτος ἦν ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν. Τί πάλιν ὑπέμνησεν ἡμᾶς τῆς προφητείας ὁ εὐαγγελιστής; ∆ηλῶν ὅτι ὑπὲρ σωτηρίας ταῦτα ἐγίνετο. Καὶ τοσαύτη τῆς ἀληθείας ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ἐχθροὺς αὐτὰ προαναφωνεῖν. Ἵνα γὰρ μὴ δεσμοὺς ἀκούσας ὁ ἀκροατὴς θορυβῆται, ἀναμιμνήσκει τῆς προφητείας ἐκείνης, ὅτι ἡ σωτηρία τῇ οἰκουμένῃ ὁ θάνατος αὐτοῦ ἦν. Ἠκολούθησε δὲ Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Τίς ἐστιν ὁ ἄλλος μαθητής; Αὐτὸς ὁ ταῦτα γράψας. Καὶ τίνος ἕνεκεν ἑαυτὸν οὐ λέγει; Ὅτε μὲν γὰρ ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Ἰησοῦ, εἰκότως ἑαυτὸν κρύπτει· νῦν δὲ τίνος ἕνεκεν τοῦτο ποιεῖ; Τῆς αὐτῆς ἕνεκεν αἰτίας. Καὶ γὰρ καὶ ἐνταῦθα μέγα κατόρθωμα διηγεῖται, ὅτι, πάντων ἀποπηδησάντων, αὐτὸς ἐπηκολούθει. ∆ιὰ τοῦτο κρύπτει ἑαυτὸν καὶ προτίθησιν ἑαυτοῦ τὸν Πέτρον· καὶ ἑαυτοῦ δὲ ἠναγκάσθη ἐπιμνησθῆναι νῦν, ἵνα μάθῃς, ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Καὶ ὅρα πῶς ὑποτέμνεται τὸ ἴδιον ἐγκώμιον. Ἵνα γὰρ μή τις λέγῃ, Πῶς πάντων ἀναχωρησάντων, οὗτος καὶ ἐνδοτέρω τοῦ Σίμωνος εἰσῆλθε; λέγει, Ὅτι καὶ τοῦ ἀρχιερέως γνώριμος ἦν· ὡς μηδένα θαυμάζειν, ὅτι ἠκολούθησε, μηδὲ ἐπὶ ἀνδρείᾳ αὐτὸν ἀνακηρύττειν. Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὢν καὶ μέχρι τῆς αὐλῆς ἦλθε, τῶν ἄλλων ἀναχω ρησάντων. Τὸ μὲν οὖν ἐλθεῖν ἐκεῖ, πόθου· τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον, ἀγωνίας καὶ φόβου. ∆ιὰ τοῦτο γὰρ καὶ ταῦτα ἀνέγραψεν ὁ εὐαγγελιστὴς, προοδοποιῶν τῇ ἀπολογίᾳ τῆς ἀρνήσεως. Οὐ γὰρ ὡς μέγα τι περὶ αὐτοῦ τίθησιν, ὅτι γνώριμος ἦν τῷ ἀρχιερεῖ· ἀλλ' ἐπειδὴ εἶπεν, ὅτι συνεισῆλθε τῷ Ἰησοῦ μόνος, ἵνα μὴ νομίσῃς ὅτι ὑψηλῆς γνώμης ἦν τὸ πρᾶγμα, τίθησι καὶ τὴν αἰτίαν. Ὅτι δὲ καὶ ὁ Πέτρος εἰσῆλθεν ἂν, εἴπερ ἐπετράπη, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ γοῦν ἐξῆλθε, καὶ τὴν θυρωρὸν ἐκέλευσεν αὐτὸν εἰσαγαγεῖν, εὐθέως εἰσῆλθεν ὁ Πέτρος. ∆ιατί δὲ αὐτὸς αὐτὸν οὐκ εἰσήγαγεν; Τοῦ Χριστοῦ εἴχετο, καὶ ἐπηκολούθει. ∆ιὰ τοῦτο τὴν γυναῖκα ἐκέλευσεν εἰσαγαγεῖν αὐτόν. Τί οὖν ἡ γυνή; Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Ὁ δέ φησιν, Οὐκ εἰμί. Τί λέγεις, ὦ Πέτρε; οὐχὶ πρώην εἶπες, ὅτι, Ἂν δέῃ με καὶ τὴν ψυχὴν ὑπὲρ σοῦ θεῖναι, θήσω; τί τοίνυν γέγονεν, ὅτι οὐδὲ θυρωροῦ φέρεις ἐρώτησιν; Μὴ γὰρ στρατιώτης ἦν ὁ ἐρωτῶν; μὴ τῶν κατασχόντων τις; Θυρωρὸς ἦν εὐτελὴς καὶ ἀπεῤῥιμμένη, καὶ οὐδὲ ἡ ἐρώτησις θρασεῖα. Οὐ γὰρ εἶπε, Τοῦ πλάνου καὶ τοῦ λυμεῶνος μαθητὴς εἶ, ἀλλὰ, Τοῦ ἀνθρώπου τούτου· ὅπερ ἐλεούσης μᾶλλον καὶ κατακαμπτομένης ἦν. Ἀλλ' οὐδὲν τούτων ἤνεγκεν ὁ Πέτρος. Τὸ δὲ, Μὴ καὶ σὺ, διὰ τοῦτο εἴρηται, ἐπειδὴ ὁ Ἰωάννης ἔνδον ἦν· οὕτω προσηνῶς διελέγετο ἡ γυνή. Ἀλλ' οὐδενὸς τούτων ᾔσθετο, οὐδὲ εἰς τὸν νοῦν ἔλαβεν, οὐδὲ ὅτε τὸ πρῶτον, οὐδὲ ὅτε τὸ δεύτερον, ἀλλ' οὐδὲ τὸ τρίτον, ἀλλ' ἡνίκα ἀλέκτωρ ἐφώνησε· καὶ οὐδὲ τοῦτο αὐτὸν εἰς ἔννοιαν ἤγαγεν ἕως ὅτε ἔβλεψεν εἰς αὐτὸν ὁ Ἰησοῦς πικρόν. Καὶ αὐτὸς μὲν εἱστήκει θερμαινόμενος μετὰ τῶν τοῦ ἀρχιερέως δούλων· ὁ δὲ Χριστὸς ἔνδον κατείχετο δεδεμένος. Ταῦτα δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες, ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν ἐπιδεικνύμενοι. Ὁ οὖν ἀρχιερεὺς ἐρώτησε τὸν Χριστὸν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῆς διδασκαλίας.

γʹ. Ὢ τῆς πονηρίας! συνεχῶς ἀκούων ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παῤῥησίᾳ διδάσκοντος, νῦν βούλεται μαθεῖν. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχον προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτων ἴσως, ποῦ εἰσιν, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι. Τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς οὐδενὸς ἑτέρου προσέχοντος αὐτῷ, ἀλλ' ἢ μόνων ἐκείνων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Τί οὖν ὁ Χριστός; Τοῦτο ἀνατρέπων, φησίν· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, οὐχὶ τοῖς μαθηταῖς ἰδίᾳ· ἐγὼ παῤῥησίᾳ ἐδίδαξα ἐν τῷ ἱερῷ. Τί οὖν; οὐδὲν ἐλάλησεν ἐν τῇ κρυφῇ; Ἐλάλησε μὲν, ἀλλ' οὐχ, ὡς οὗτοι ἐνόμιζον, δεδοικὼς καὶ συστάσεις ποιούμενος, ἀλλ' εἴ που τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν. Τί με ἐπερωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας. Οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαῤῥοῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Ὅπερ οὖν ἀεχόμενος ἔλεγεν· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τοῦτο καὶ νῦν αἰνίττεται, ἐκ περιουσίας βουλόμενος ἀξιόπιστον καταστῆσαι τὴν μαρτυρίαν. Ἐπειδὴ γὰρ τῶν μαθητῶν, ὡς μαθητῶν ἐμνημόνευσε, τί φησιν; Ἐμὲ περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, τοὺς δήσαντας· οὗτοι λεγέτωσαν. Αὕτη γάρ ἐστι τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις ὑπὲρ ὧν λέγει καλῇ μάρτυρας. Τί οὖν ὁ ἀρχιερεύς; ∆έον οὕτω ποιήσασθαι τὴν ἐξέτασιν, τοῦτο μὲν οὐκ ἐποίησεν ἐκεῖνος· Εἷς δὲ τῶν παρεστηκότων ὑπηρετῶν ἔδωκεν αὐτῷ ῥάπισμα ταῦτα εἰπόντι. Τί τούτου γένοιτ' ἂν ἰταμώτερον; Φρίξον, οὐρανὲ, ἔκστηθι γῆ τῇ τοῦ ∆εσπότου μακροθυμίᾳ, καὶ τῇ τῶν δούλων ἀγνωμοσύνῃ. Καίτοι τί ποτε ἦν τὸ λεχθέν; οὐ γὰρ ὡς παραιτούμενος εἰπεῖν ἔλεγεν· Τί με ἐρωτᾷς; ἀλλὰ πᾶσαν ἐκκόψαι βουλόμενος ἀγνωμοσύνης ὑπόθεσιν. Καὶ ἐπὶ τούτοις ῥαπισθεὶς, πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ μετακινῆσαι δυνάμενος, τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι. Καί φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· τουτέστιν, Εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, Τί με τύπτεις; Ὁρᾷς τὸ δικαστήριον θορύβου γέμον καὶ ταραχῆς καὶ θυμοῦ καὶ συγχύσεως; Ἠρώτησεν ὁ ἀρχιερεὺς ὑπούλως καὶ δολερῶς· ἀπεκρίνατο ὁ Χριστὸς ἐξ εὐθείας καὶ ὡς ἐχρῆν. Τί τοίνυν τὸ ἀκόλουθον ἦν; ∆ιελέγξαι ἢ ἀποδέξασθαι τὸ εἰρημένον. Ἀλλ' οὐ γίνεται· ἀλλ' ὁ δοῦλος αὐτὸν ῥαπίζει. Οὕτως οὐχὶ δικαστήριον, ἀλλὰ σύστασις καὶ τυραννὶς τὰ γινόμενα. Εἶτα μηδὲ οὕτως εὑρίσκοντές τι πλέον, Πέμπουσιν αὐτὸν δεδεμένον πρὸς Καϊάφαν. Ἦν δὲ Πέτρος ἑστὼς, καὶ θερμαινόμενος. Βαβαὶ, πόσῳ κάρῳ κατείχετο ὁ θερμὸς καὶ μεμηνὼς, ἀπαγομένου τοῦ Ἰησοῦ; Καὶ μετὰ τοσαῦτα οὐδὲ κινεῖται λοιπὸν, ἀλλ' ἔτι θερμαίνεται, ἵνα μάθῃς ὅση τῆς φύσεως ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλίπῃ· καὶ ἐρωτηθεὶς πάλιν ἀρνεῖται. Εἶτα λέγει, Ὁ συγγενὴς τοῦ δούλου, οὗ ἀπέκοψεν ὁ Πέτρος τὸ ὠτίον, ἀλγῶν ἐπὶ τῷ γεγενημένῳ· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ; Καὶ οὐδὲ ὁ κῆπος αὐτὸν εἰς μνήμην τῶν γεγενημένων ἤγαγεν, οὐδὲ ἡ πολλὴ φιλοστοργία, ἣν ἐκεῖ διὰ τῶν ῥημάτων ἐπεδείξατο ἐκείνων, ἀλλὰ πάντα ταῦτα ὑπὸ τῆς ἀγωνίας ἐξέβαλε. Τί δήποτε δὲ οἱ εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; Οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ' ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον κακὸν τὸ μὴ Θεῷ τὸ πᾶν ἐπιτρέπειν, ἀλλ' ἑαυτῷ θαῤῥεῖν. Σὺ δὲ θαύμασον τοῦ ∆ιδασκάλου τὴν κηδεμονίαν, ὅτι καὶ κατεχόμενος, καὶ δεδεμένος πολλὴν ἐποιεῖτο τοῦ μαθητοῦ πρόνοιαν, διὰ τοῦ βλέμματος αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων. Ἄγουσιν οὖν αὐτὸν πρὸς Πιλᾶτον ἀπὸ τοῦ Καϊάφα. Ἐγένετο δὲ τοῦτο, ἵνα τῶν δικαστῶν τὸ πλῆθος καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβασανισμένον τῆς ἀληθείας. Ἦν δὲ πρωΐα. Πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι, πρὸς Καϊάφαν ἄγεται· πρωῒ πρὸς Πιλᾶτον. ∆ι' ὧν δείκνυται ὁ εὐαγγελιστὴς, ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφα ἐρωτώμενος, οὐδὲν ἐξηλέγχετο· διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Ἀλλ' ἐκεῖνα τοῖς ἄλλοις ἀφεὶς διηγήσασθαι, αὐτὸς τὰ ἑξῆς λέγει. Καὶ σκόπει τῶν Ἰουδαίων τὸ καταγέλαστον. Τὸν ἀθῶον συλλαβόντες, καὶ ὅπλα βαστάσαντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, Ἵνα μὴ μιανθῶσι. Καίτοι ποῖος μολυσμὸς, εἰπέ μοι, ἐπιβῆναι δικαστηρίῳ, ἔνθα δίκην οἱ ἀδικοῦντες διδόασιν; Οἱ ἀποδεκατοῦντες τὸν ἡδύοσμον καὶ τὸ ἄνηθον, φονῶντες μὲν ἀδίκως οὐκ ἐνόμιζον μιαίνεσθαι· δικαστηρίῳ δὲ καὶ ἐπιβαίνοντες μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Καὶ τίνος ἕνεκεν αὐτὸν οὐκ ἀνεῖλον, ἀλλ' ἐπὶ τὸν Πιλᾶτον ἤγαγον; Μάλιστα μὲν τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο λοιπὸν, ὑπὸ Ῥωμαίους τῶν πραγμάτων κειμένων. Καὶ ἄλλως δὲ, ἐδεδοίκεισαν μὴ δίκην ὕστερον δώσειν κατηγορηθέντες παρ' αὐτοῦ. Τί δέ ἐστιν, Ἵνα φάγωσι τὸ Πάσχα; Καὶ μὴν αὐτὸς ἦν αὐτὸ πε ποιηκὼς τῇ μιᾷ τῶν Ἀζύμων. Ἤτοι οὖν τὸ Πάσχα τὴν ἑορτὴν πᾶσαν λέγει· ἢ ὅτι τότε ἐποίουν τὸ Πάσχα, αὐτὸς δὲ πρὸ μιᾶς αὐτὸ παρέδωκε, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο τὸ Πάσχα. Αὐτοὶ δὲ ὅπλα βαστάσαντες, ὅπερ οὐκ ἐξῆν, καὶ αἷμα ἐκχέοντες, ὑπὲρ τοῦ τόπου ἀκριβολογοῦνται, καὶ ἐξάγουσι πρὸς ἑαυτοὺς τὸν Πιλᾶτον. Καὶ ἐξελθών φησι· Τίνα κατηγορίαν ἔχετε κατὰ τοῦ ἀνθρώπου τούτου· δʹ. Ὁρᾷς ἀπηλλαγμένον τῆς φιλαρχίας αὐτῶν καὶ βασκανίας; Ἰδὼν γὰρ αὐτὸν δεδεμένον καὶ ὑπὸ τοσούτων ἀγόμενον, οὐκ ἐνόμισεν ἔλεγχον ἔχειν ἀναμφισβήτητον κατηγορίας· ἀλλ' ἐρωτᾷ, ἄτοπον εἶναι λέγων τὴν μὲν κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι ἐκείνῳ. Τί οὖν ἐκεῖνοι; Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Ὢ τῆς ἀνοίας! τί γὰρ οὐ λέγετε τὴν κακοποιίαν, ἀλλὰ συσκιάζετε; τί οὐκ ἐλέγχετε τὸ κακόν; Ὁρᾷς πανταχοῦ παραιτουμένους τὴν ἐξ εὐθείας κατηγορίαν, καὶ οὐδὲν δυναμένους εἰπεῖν; Ἄννας ἐκεῖνος ἠρώτησε περὶ τῆς διδασκαλίας, καὶ ἀκούσας ἔπεμψε πρὸς Καϊάφαν· καὶ αὐτὸς ἐρωτήσας πάλιν, καὶ μηδὲν εὑρὼν, ἀπέστειλεν αὐτὸν τῷ Πιλάτῳ. Ὁ Πιλᾶτος λέγει, Τίνα κατηγορίαν φέρετε κατ' αὐτοῦ; Καὶ οὐδὲ ἐνταῦθα ἔχουσί τι εἰπεῖν, ἀλλὰ στοχασμοῖς τισι κέχρηνται πόλιν. Ἐντεῦθεν αὐτὸς ἀπορήσας φησί· Λάβετε αὐτὸν, ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν ἐκεῖνοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. Τοῦτο δὲ ἔλεγον, Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. Καὶ πῶς τοῦτο ἐδήλου, Οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα; Ἢ τοῦτό φησιν ὁ εὐαγγελιστὴς, ὅτι οὐχ ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι· ἢ ὅτι σταυρῶσαι αὐτοὺς οὐκ ἐξῆν. Εἰ δὲ λέγουσιν, Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα, κατὰ τὸν καιρὸν ἐκεῖνόν φασιν. Ἐπεὶ ὅτι γε ἀνῄρουν καὶ ἄλλῳ τρόπῳ ἀνῄρουν, δείκνυσιν ὁ Στέφανος λιθαζόμενος· ἀλλὰ σταυρῶσαι αὐτὸν ἐπεθύμουν, ἵνα καὶ τὸν τρόπον τῆς τελευτῆς ἐκπομπεύσωσιν. Ὁ δὲ Πιλᾶτος ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος, εἰς κρίσιν μὲν οὐκ ἀφίησι μακράν· εἰσελθὼν δὲ ἐρωτᾷ τὸν Ἰησοῦν, καί φησι· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ εἶπεν· Ἀπὸ σαυτοῦ τοῦτολέγεις, ἢ ἄλλοι σοι τοῦτο εἶπον; Τίνος ἕνεκεν τοῦτο ἐρωτᾷ ὁ Χριστός; Τὴν πονηρὰν τῶν Ἰουδαίων ἐκκαλύψαι γνώμην θέλων. Ἠκηκόει μὲν οὖν παρὰ πολλῶν τοῦτο ὁ Πιλᾶτος· ἐπειδὴ δὲ οὐδὲν ἔσχον εἰπεῖν ἐκεῖνοι ὑπὲρ τοῦ μὴ πολλὴν γίνεσθαι τὴν ἐξέτασιν, ὅπερ ἀεὶ περιεφέρετο, τοῦτο εἰς μέσον ἀγαγεῖν βούλεται. Ἐπειδὴ δὲ εἶπεν αὐτοῖς, ὅτι Κατὰ τὸν νόμον ὑμῶν κρίνετε αὐτὸν, δεῖξαι βουλόμενοι ὅτι οὐκ ἔστιν Ἰουδαϊκὸν τὸ ἁμάρτημα, λέγουσιν, ὅτι Οὐκ ἔξεστιν ἡμῖν. Οὐ γὰρ δὴ κατὰ τὸν νόμον τὸν ἡμέτερον ἥμαρτεν, ἀλλὰ κοινόν ἐστι τὸ ἔγκλημα. Τοῦτο οὖν συνιδὼν ὁ Πιλᾶτος, ὡς μέλλων κινδυνεύειν, λέγει· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Οὐ τοίνυν ἀγνοῶν ὁ Χριστὸς ἐρωτᾷ, ἀλλὰ καὶ ὑπ' αὐτοῦ κατηγορηθῆναι τοὺς Ἰουδαίους βουλόμενος, φησὶν, Ἄλλοι σοι εἶπον; Ὅπερ οὖν ἐμφαίνων ὁ Πιλᾶτος ἔλεγε· Μή τι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος σου καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἐνταῦθα βουλόμενος ἑαυτὸν ἀπαλλάξαι. Εἶτα ἐπειδὴ εἶπε, Σὺ εἶ ὁ βασιλεύς; ἐλέγχων αὐτὸν ὁ Ἰησοῦς φησι· Τοῦτο γὰρ ἤκουσας παρὰ τῶν Ἰουδαίων. Τίνος ἕνεκεν οὐκ ἀκριβῆ ποιῇ τὴν ἐξέτα σιν; Εἶπον, ὅτι κακοποιός εἰμι· ἐρώτησον, τί κακὸν ἐποίησα. Ἀλλὰ τοῦτο μὲν οὐ ποιεῖς, ἁπλῶς δὲ αἰτίας συντιθεῖς. Ἀπὸ σαυτοῦ τοῦτο λέγεις, ἢ ἑτέρωθεν; Εἶτα ἐκεῖνος, ὅτι μὲν ἤκουσε, παραχρῆμα οὐκ ἔχει λέγειν, ἁπλῶς δὲ ἕπεται τῷ δήμῳ, Παρέδωκάν σε ἐμοὶ, λέγων. ∆εῖ οὖν σε ἐρωτῆσαι τί ἐποίησας. Τί οὖν ὁ Χριστός; Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀνάγει τὸν Πιλᾶτον οὐ σφόδρα ὄντα πονηρὸν, οὐδὲ κατ' ἐκείνους, καὶ βούλεται δεῖξαι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς, ἀλλὰ Θεὸς, καὶ Θεοῦ Υἱός. Καὶ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Ὅπερ ἐδεδοίκει τέως ὁ Πιλᾶτος, διέλυσε, τὴν τῆς τυραννίδος ὑποψίαν. Εἶτα οὐκ ἔστι ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία αὐτοῦ; Πάνυ μὲν οὖν. Πῶς οὖν φησιν, Οὐκ ἔστιν; Οὐχ ὅτι οὐ κρατεῖ καὶ ἐνταῦθα, ἀλλ' ὅτι καὶ ἄνωθεν ἔχει τὴν ἀρχὴν, καὶ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ πολλῷ μείζων ταύτης καὶ λαμπροτέρα. Εἰ οὖν μείζων, πῶς ὑπὸ ταύτης ἑάλω; Ἑκὼν καὶ ἑαυτὸν παραδούς. Ἀλλ' οὐκ ἀποκαλύπτει τέως τοῦτο, ἀλλὰ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. ∆είκνυσιν ἐνταῦθα τῆς βασιλείας τῆς παρ' ἡμῖν τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχύν· ἡ δὲ ἄνω αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη. Ἐντεῦθεν οἱ αἱρετικοὶ λαβόντες ἀφορμὰς, ἀλλότριον αὐτὸν εἶναί φασι τοῦ ∆ημιουργοῦ. Τί οὖν, ὅταν λέγῃ, Εἰς τὰ ἴδια ἦλθε; τί δὲ, ὅταν λέγῃ, Οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου; Οὕτω καὶ τὴν βασιλείαν οὔ φησιν ἐντεῦθεν εἶναι, οὐ τὸν κόσμον ἀποστερῶν αὐτοῦ τῆς προνοίας καὶ τῆς ἐπιστασίας, ἀλλὰ δεικνὺς, ὅπερ ἔφην, οὐκ οὖσαν ἀνθρωπίνην οὐδὲ ἐπίκηρον. Τί οὖν ὁ Πιλᾶτος; Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι καὶ βασιλεύς εἰμι. Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ τοίνυν βασιλεὺς γεγέννηται, καὶ τὰ ἄλλα πάντα γεγέννηται. καὶ οὐδὲν προσλαβὼν ἔχει. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν, μηδὲν ἄλλο ἢ τὴν γέννησιν νόμιζε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Καὶ διὰ τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· τουτέστιν, Ἵνα τοῦτο αὐτὸ εἴπω, καὶ διδάξω, καὶ πείσω πάντας.

εʹ. Σὺ δὲ ταῦτα ἀκούων, ἄνθρωπε, καὶ ὁρῶν τὸν ∆εσπότην σου δεδεμένον καὶ περιαγόμενον, μηδὲν εἶναι τὰ παρόντα πράγματα νόμιζε. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν Χριστὸς τοσαῦτα ὑπέμεινε διὰ σέ· σὺ δὲ οὐδὲ ῥήματα πολλάκις φέρεις; Ἀλλ' αὐτὸς μὲν ἐμπτύεται, σὺ δὲ καλλωπίζῃ ἱματίοις καὶ δακτυλίοις, κἂν μὴ τῆς παρὰ πάντων εὐφημίας τύχῃς, ἀβίωτον εἶναι νομίζεις τὸν βίον. Καὶ οὗτος μὲν ὀνειδίζεται, σκώμματα φέρει, πληγὰς καταγελάστους κατὰ τῆς σιαγόνος· σὺ δὲ πανταχοῦ τιμᾶσθαι βούλει, καὶ οὐ φέρεις τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὐκ ἀκούεις Παύλου λέγοντος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ; Ὅταν οὖν σέ τις κωμῳδήσῃ, μνήσθητί σου τοῦ ∆εσπότου, ὅτι μετὰ χλεύης αὐτῷ προσεκύνουν, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων διέσυρον, καὶ εἰρωνείαν πολλὴν ἐπεδείκνυντο· αὐτὸς δὲ οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο, πραότητι καὶ ἐπιεικείᾳ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν· οὕτω γὰρ δυνησόμεθα καὶ ὕβρεως ἀπαλλαγῆναι πάσης. Οὐ γὰρ ὁ ὑβρίζων, ἀλλ' ὁ μικροψυχῶν καὶ ἀλγῶν ταῖς ὕβρεσιν. ἐκεῖνός ἐστιν ὁ κατασκευάζων τὰς ὕβρεις, καὶ δάκνειν ποιῶν. Ἂν γὰρ μὴ ἀλγήσῃς, οὐχ ὑβρίσθης. Οὐ γὰρ παρὰ τοὺς ποιοῦντας, ἀλλὰ παρὰ τοὺς πάσχοντας γίνεται τὸ τὰ δεινὰ πάσχειν. Τί γὰρ ὅλως ἀλγεῖς; Εἰ μὲν ἀδίκως ὕβρισε, ταύτῃ μάλιστα ἀγανακτεῖν οὐ χρὴ, ἀλλ' ἐκεῖνον ἐλεεῖν· εἰ δὲ δικαίως, πολλῷ μᾶλλον ἡσυχάζειν χρή. Ὥσπερ γὰρ εἰ πένητα ὄντα πλούσιον προσεῖπέ τις, οὐδὲν πρὸς σὲ τῶν εἰρημένων ὁ ἔπαινος, ἀλλὰ χλευασία μᾶλλον τὸ ἐγκώμιον· οὕτως ἂν ὑβρίζων τὰ μὴ ὄντα εἴπῃ, οὐδὲν πρὸς σὲ πάλιν τὸ ὄνειδος. Εἰ δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς τῶν εἰρημένων, μὴ ἀλγήσῃς τοῖς ῥήμασιν, ἀλλὰ διόρθωσον τοῖς πράγμασι. Καὶ ταῦτα λέγω ἐπὶ τῶν ἀληθῶς ὕβρεων. Ἐπεὶ, ἂν πενίαν ὀνειδίζῃ καὶ δυσγένειαν, καταγέλαστον πάλιν. Οὐ γὰρ ὄνειδος ταῦτα τοῦ ἀκούοντος, ἀλλὰ τοῦ λέγοντος, ἅτε οὐκ εἰδότος φιλοσοφεῖν. Ἀλλ' ὅταν ἐπὶ πολλῶν ταῦτα λέγηται, φησὶν, ἀγνοούντων τὴν ἀλήθειαν, ἀφόρητον γίνεται τὸ ἕλκος. Τοῦτο μὲν μάλιστά ἐστι φορητὸν, ὅταν σοι θέατρον παρῇ μαρτύρων ἐπαινούντων, ἀποδεχομένων, σκωπτόντων ἐκεῖνον, κωμῳδούντων. Οὐ γὰρ ὁ ἀμυνόμενος, ἀλλ' ὁ μηδὲν εἰπὼν, οὗτος θαυμαστὸς παρὰ τοῖς νοῦν ἔχουσιν. Ἂν δὲ μηδεὶς ᾖ νοῦν ἔχων τῶν παρόντων, ταύτῃ μάλιστα αὐτὸν καταγέλασον, καὶ ἐντρύφησον τῷ θεάτρῳ τοῦ οὐρανοῦ. Ἐκεῖ γάρ σε πάντες ἐπαινέσονται καὶ κροτήσουσι καὶ ἀποδέξονται. Ἀρκεῖ δὲ εἷς ἄγγελος ἀντὶ τῆς οἰκουμένης ἁπάσης. Καὶ τί λέγω τοὺς ἀγγέλους, ὁπότε αὐτός σε ὁ ∆εσπότης ἀνακηρύξει; Τούτοις τοῖς λογισμοῖς γυμνάζωμεν ἑαυτούς. Οὐ γὰρ ἔστιν ἐλάττωμα ὑβρισθέντα σιγῆσαι, ἀλλὰ τοὐναντίον, ὑβρισθέντα ἀμύνασθαι. Εἰ γὰρ ἐλάττωμα ἦν τὸ φέρειν σιγῇ τὰ λεγόμενα, οὐκ ἂν εἶπεν ὁ Χριστός· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἂν μὲν οὖν τὰ μὴ ὄντα λέγῃ, καὶ διὰ τοῦτο αὐτὸν ἐλεῶμεν, ὅτι τὴν τῶν κατηγορούντων ἐπισπᾶται κόλασιν καὶ τιμωρίαν, οὐδὲ Γραφὰς ἀναγινώσκειν γινόμενος ἄξιος. Τῷ γὰρ ἁμαρτωλῷ φησιν ὁ Θεὸς, Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἂν δὲ τὰ ὄντα εἴπῃ, καὶ οὕτως ἐλεεινός. Ἐπεὶ καὶ ὁ Φαρισαῖος τὰ ὄντα ἔλεγεν· ἀλλὰ καὶ οὗτος τὸν μὲν ἀκούοντα ἔβλαψεν οὐδὲν, ἀλλὰ καὶ ὠφέλησεν· ἑαυτὸν δὲ ἀπεστέρησε μυρίων ἀγαθῶν, ναυάγιον ἀπὸ τῆς κατηγορίας ὑπομείνας ταύτης. Ὥστε ἀμφοτέρωθεν ἐκεῖνός ἐστιν ὁ ἀδικούμενος, οὐ σύ. Σὺ δὲ, ἂν νήφῃς, διπλᾶ κερδανεῖς, τό τε ἐξιλεοῦσθαι τὸν Θεὸν τῇ σιγῇ, καὶ τὸ μετριάζειν μειζόνως, καὶ ἀφορμὴν λαμβάνειν ἐκ τῶν εἰρημένων διορθοῦσθαι τὰ πεπραγμένα, καὶ τὸ τῆς δόξης τῆς ἀνθρωπίνης ὑπερορᾷν. Καὶ γὰρ ἐντεῦθεν ἡμῖν τὸ ἄλγος ἐγένετο, ὅτι πολλοὶ πρὸς τὴν τῶν ἀνθρωπίνων ὑπόνοιαν κεχήνασιν. Οὕτως ἐὰν θελήσωμεν φιλοσοφεῖν, εἰσόμεθα καλῶς ὅτι οὐδὲν τὰ ἀνθρώπινα. Μάθωμεν τοίνυν, καὶ τὰ ἐλαττώματα ἑαυτῶν ἀναλογισάμενοι, διανύσωμεν τῷ χρόνῳ τὴν τούτων διόρθωσιν, τῷ μὲν παρόντι μηνὶ τοῦτο, τῷ δὲ ἐπιόντι τὸ ἕτερον, καὶ τῷ μετ' ἐκεῖνον ἄλλο πάλιν ὁρίσωμεν ἑαυτοὺς κατορθοῦν. Καὶ οὕτω, καθάπερ βαθμοῖς τισιν ἀναβαίνοντες, φθάσωμεν πρὸς τὸν οὐρανὸν διὰ τῆς κλίμακος τοῦ Ἰακώβ. Καὶ γὰρ ἡ κλῖμαξ ἐκείνη καὶ τοῦτό μοι διὰ τῆς ὄψεως ἐκείνης αἰνίττεσθαι δοκεῖ, τὴν μετὰ μικρὸν διὰ τῆς ἀρετῆς ἀνάβασιν, δι' ἧς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβῆναι ἔνι, οὐ βαθμοῖς αἰσθητοῖς χρωμένοις, ἀλλ' ἐπιδόσει τρόπων καὶ διορθώσει. Ἐπιλαβώμεθα τοίνυν τῆς ἀποδημίας ταύτης καὶ τῆς ἀναβάσεως, ἵνα ἐπι τυχόντες τῶν οὐρανῶν καὶ τῶν ἐκεῖ πάντων ἀπολαυσώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

ΟΜΙΛΙΑ Π∆ʹ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.

αʹ. Θαυμαστὸν ἡ μακροθυμία, καὶ ὥσπερ ἐν εὐδίῳ λιμένι καθίστησι τὴν ψυχὴν, κυμάτων ἀπαλλάττουσα καὶ πνευμάτων πονηρῶν. Καὶ ταύτην πανταχοῦ μὲν ἡμᾶς ὁ Χριστὸς ἐπαίδευσεν· μάλιστα δὲ νῦν, κρινόμενος καὶ ἀγόμενος καὶ περιαγόμενος. Καὶ γὰρ πρὸς τὸν Ἄνναν ἀπενεχθεὶς, μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας, καὶ πρὸς τὸν ῥαπίσαντα ὑπηρέτην εἶπε τὰ πάντα καθελεῖν δυνάμενα τῦφον· κἀκεῖθεν πρὸς Καϊάφαν, εἶτα πρὸς τὸν Πιλᾶτον ἐλθὼν, καὶ ὁλόκληρον δαπανήσας νύκτα ἐν τούτοις, διὰ πάντων τὴν αὐτοῦ πραότητα ἐπιδείκνυται· καὶ λεγόντων, ὅτι κακοποιός ἐστι, καὶ ἐλέγξαι μὴ δυναμένων, εἱστήκει σιγῶν· ὅτε δὲ ἠρωτήθη περὶ τῆς βασιλείας, τότε ἐφθέγξατο πρὸς τὸν Πιλᾶτον, παιδεύων αὐτὸν καὶ ἀνάγων πρὸς ὑψηλότερα. Ἀλλὰ τί δήποτε ὁ Πιλᾶτος οὐκ ἐπ' αὐτῶν ποιεῖται τὴν ἐξέτασιν, ἀλλ' ἰδίᾳ εἰς τὸ πραιτώριον εἰσελθών; Μεγάλην τινὰ εἶχεν ὑπόνοιαν περὶ αὐτοῦ, καὶ ἐβούλετο μὴ θορυβούντων Ἰουδαίων πάντα ἀκριβῶς μαθεῖν. Εἶτα ἐπειδὴ εἶπε, Τί ἐποίησας; περὶ μὲν τούτου οὐδὲν ἀπεκρίνατο· περὶ δὲ οὗ μάλιστα ὁ Πιλᾶτος ἀκοῦσαι ἐπόθει, τῆς βασιλείας τῆς αὐτοῦ, περὶ ταύτης ἀποκρίνεται λέγων· Ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· τουτέστι, Βασιλεὺς μέν εἰμι, ἀλλ' οὐ τοιοῦτος οἷον ὑποπτεύεις, ἀλλὰ πολλῷ λαμπρότερος· καὶ διὰ τούτων καὶ διὰ τῶν ἑξῆς, ὅτι οὐδὲν εἴργασται αὐτῷ δεινὸν, ἀποφαίνων. Ὁ γὰρ εἰπὼν, Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ, δείκνυσιν οὐδὲν εἰργασμένον αὐτῷ δεινόν. Εἶτα εἰπὼν, Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς, ἐπισπᾶται διὰ τούτων, καὶ πείθει γενέσθαι τῶν λεγομένων ἀκροατήν. Εἴ τις γάρ ἐστι, φησὶν, ἀληθὴς, καὶ ταῦτα ποθεῖ, πάντως ἀκούσεταί μου. Οὕτω γοῦν καὶ αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασιν, ὡς εἰπεῖν, Τί ἐστιν ἀλήθεια; Ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵσταται. Συνεῖδε γὰρ, ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα· θέλει δὲ αὐτὸν ἐξαρπάσαι τῆς ὁρμῆς τῶν Ἰουδαίων. ∆ιὸ καὶ ἐξῆλθε. Καὶ τί φησιν; Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Καὶ σκόπει πῶς συνετῶς. Οὐ γὰρ εἶπεν, ὅτι Ἐπειδὴ ἥμαρτε καὶ ἄξιός ἐστι θανάτου, χαρίσασθε αὐτὸν τῇ ἑορτῇ· ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἐκ περιουσίας ἀξιοῖ, εἰ καὶ μὴ βούλοιντο ὡς ἀθῶον ἀφιέναι, κἂν ὡς ὑπεύθυνον τῷ καιρῷ χαρίσασθαι· διὸ καὶ ἐπήγαγεν· Ἔστι συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ἐν τῷ Πάσχα· εἶτα ἐντρεπτικῶς, Βούλεσθε οὖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων, Ἔκραξαν οὖν πάντες· Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. Ὢ τῆς μιαρᾶς γνώμης! τοὺς μὲν ὁμοτρόπους αἰτοῦσι, καὶ τοὺς ὑπευθύνους ἀφιᾶσι· τὸν δὲ ἀνεύθυνον κολάσαι κελεύουσιν· οὗτος γὰρ αὐτοῖς ἄνωθεν ὁ νόμος. Σὺ δὲ διὰ πάντων σκόπει τὴν φιλανθρωπίαν τοῦ ∆εσπότου ἐπὶ τούτοις. Ἐμάστιξεν αὐτὸν ὁ Πιλᾶτος, τάχα ἐκλῦσαι βουλόμενος καὶ παραμυθήσασθαι τὸν Ἰουδαϊκὸν ζῆλον. Ἐπειδὴ γὰρ τοῖς προτέροις οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου τὸ δεινὸν στῆσαι, καὶ ἐμάστιξε, καὶ γενέσθαι τὰ γενόμενα συνεχώρησε, τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν. ∆ιὰ τοῦτο καὶ ἐστεφανωμένον ἐξήγαγε πρὸς αὐτοὺς, ἵνα τὴν ὕβριν τὴν εἰς αὐτὸν γεγενημένην ἰδόντες, μικρὸν ἀναπνεύσωσι τοῦ πάθους καὶ ἐμέσωσι τὸν ἰόν. Καὶ πῶς οἱ στρατιῶται ταῦτα ἐποίουν, εἴ γε μὴ ἐπίταγμα τοῦ ἄρχοντος ἦν; Εἰς χάριν τὴν Ἰουδαϊκήν· ἐπεὶ οὐδὲ τὴν ἀρχὴν παρ' ἐκείνου κελευσθέντες εἰσῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χαριζόμενοι, χρημάτων ἕνεκεν πάντα ἐτόλμων. Ἀλλ' ὅμως τοσούτων καὶ τηλικούτων γενομένων αὐτὸς εἱστήκει σιγῶν· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐξετάσεως ἐποίησε, καὶ οὐδὲν ἀπεκρίνατο. Σὺ δὲ μὴ μόνον ἄκουε ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας ἔχε διηνεκῶς, καὶ τὸν βασιλέα τῆς οἰκουμένης καὶ τῶν ἀγγέλων πάντων ὁρῶν χλευαζόμενον ὑπὸ στρατιωτῶν, διὰ ῥημάτων, διὰ πραγμάτων, καὶ πάντα φέροντα σιγῇ, μιμοῦ διὰ τῶν ἔργων αὐτόν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Πιλᾶτος, Τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ σχῆμα αὐτῷ χλευασίας λοιπὸν περιτιθέασιν. Εἶτα ἐξαγαγὼν αὐτὸν, φησί· Οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ. Ἐξῆλθεν οὖν ἔχων τὸν στέφανον, καὶ οὐδὲ οὕτως ἐσβέσθη ἡ ὀργὴ, ἀλλ' ἐβόων· Σταύρωσον, σταύρωσον αὐτόν. Ἰδὼν τοίνυν ὁ Πιλᾶτος εἰκῆ πάντα γινόμενα, φησίν· Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων συνεχώρησε μανίαν. Ἐγὼ γὰρ, φησὶν, οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ.

βʹ. Ὅρα διὰ πόσων ὁ δικαστὴς ἀπολογεῖται, συνεχῶς αὐτὸν ἀπαλλάττων ἐγκλημάτων· ἀλλὰ τοὺς κύνας οὐδὲν τούτων ἐνέτρεψε. Καὶ γὰρ τὸ, Λάβετε καὶ σταυρώσατε, ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρημένον αὐτοῖς ὠθοῦντος. Αὐτοὶ μὲν οὖν ἤγαγον αὐτὸν, ἵνα μετὰ τῆς τοῦ ἄρχοντος κρίσεως τοῦτο γένηται· συνέβη δὲ τοὐναντίον, ἀπὸ τῆς κρίσεως τοῦ ἄρχοντος αὐτὸν ἀπολύεσθαι μᾶλλον. Εἶτα, ἐπειδὴ κατῃσχύνθησαν, Ἡμεῖς νόμον ἔχομεν, φησὶ, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Πῶς οὖν, εἰπόντος τοῦ δικαστοῦ, Λάβετε αὐτὸν, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, ἐλέγετε· Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα· ἐνταῦθα δὲ ἐπὶ τὸν νόμον καταφεύγετε; Καὶ σκόπει τὴν κατηγορίαν. Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Τοῦτο ἔγκλημα, εἰπέ μοι, τὸ τὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ πράττοντα λέγειν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ; Τί οὖν ὁ Χριστός; Καὶ ταῦτα πρὸς ἀλλήλους διαλεγομένων αὐτῶν ἐσίγα, πληρῶν τὸ προφητικὸν ἐκεῖνο, Οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα Πιλᾶτος μὲν φοβεῖται, παρ' αὐτῶν ἀκούσας ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καὶ δέδοικε μήποτε ᾖ ἀληθὲς τὸ λεγόμενον, καὶ δόξῃ παρανομεῖν· αὐτοὶ δὲ διὰ πραγμάτων καὶ ῥημάτων τοῦτο μαθόντες οὐ πεφρίκασιν, ἀλλ' ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. ∆ιὰ τοῦτο οὐκέτι αὐτὸν ἐρωτᾷ, Τί ἐποίησας; ἀλλ' ἄνωθεν πάλιν ὑπὸ τοῦ φόβου κατασειόμενος ποιεῖται τὴν ἐξέτασιν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός; Ἀλλ' οὐκ ἀπεκρίνατο. Ὁ γὰρ ἀκούσας, ὅτι Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, καὶ, ὅτι Ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν, καὶ ὀφείλων ἀντιστῆναι καὶ ἐξελέσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ ὁρμῇ. Εἶτα ἐκεῖνοι πάντοθεν ἐπιστομιζό μενοι, ἐπὶ δημόσιον ἔγκλημα τὸν λόγον ἐξάγουσι, λέγοντες· Ὁ ποιῶν ἑαυτὸν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Ἐχρῆν οὖν τοῦτο ἐξετάσαι μετὰ ἀκριβείας, εἴ γε τυραννίδι ἐπέθετο, καὶ τὸν Καίσαρα τῆς βασιλείας ἐκβαλεῖν ἐπεχείρησεν. Ἀλλ' οὐ ποιεῖται τὴν ἐξέτασιν μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο οὐδὲν αὐτῷ ἀπεκρίνατο, ἐπειδὴ ᾔδει εἰκῆ πάντα ἐρωτῶντα. Καὶ ἄλλως δὲ, τῶν ἔργων μαρτυρούντων αὐτῷ, οὐκ ἐβούλετο διὰ λόγου νικᾷν καὶ ἀπολογίαν συντιθέναι, δεικνὺς ὅτι ἑκὼν ἐπὶ τοῦτο ἔρχεται. Ἐπεὶ οὖν ἐσίγησε, φησὶν ὁ Πιλᾶτος· Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε; Ὁρᾷς πῶς ἑαυτὸν προκατέκρινεν; Εἰ γὰρ ἐν σοὶ τὸ πᾶν κεῖται, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπολύεις; Ἐπεὶ οὖν καθ' ἑαυτοῦ τὴν ἀπόφασιν ἐξήνεγκε, τότε λέγει· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι· δεικνὺς, ὅτι καὶ αὐτὸς ὑπεύθυνος ἁμαρτίᾳ ἐστίν. Εἶτα κατασπῶν αὐτοῦ τὸ φρόνημα καὶ τὸν τῦφον, φησίν· Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον· δηλῶν οὐχ ἁπλῶς καὶ κατὰ τὴν τῶν πολλῶν ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. Ἵνα δὲ μὴ ἀκούσας, Εἰ μὴ ἦν σοι δεδομένον, νομίσῃ τοῦ παντὸς ἀπηλλάχθαι ἐγκλήματος, διὰ τοῦτο εἶπε· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Καὶ μὴν εἰ δεδομένον ἦν, οὔτε οὗτος, οὔτε ἐκεῖνοι ὑπεύθυνοι ἐγκλημάτων. Εἰκῆ ταῦτα λέγεις· τὸ γὰρ ∆εδομένον ἐνταῦθα τὸ Συγκεχωρημένον ἐστίν· ὡσανεὶ ἔλεγεν· Εἴασε ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς πονηρίας ἐκτὸς ὑμεῖς. Κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν· ὅθεν καὶ ἐζήτει αὐτὸν ἀπολῦσαι ἐκεῖνος. Ἀλλ' αὐτοὶ πάλιν ἔκραζον· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ νόμου παραγαγόντες ἐγκλήματα, οὐδὲν ὤνησαν, κακούργως ἐπὶ τοὺς ἔξω τρέπονται νόμους, λέγοντες· Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ποῦ οὗτος τύραννος ἐφάνη; πόθεν δὲ ἔχετε δεῖξαι τοῦτο; ἀπὸ τῆς ἁλουργίδος; ἀπὸ τοῦ διαδήματος· ἀπὸ τοῦ σχήματος; ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μόνος ἀεὶ μετὰ τῶν δώδεκα μαθητῶν ἐβάδισε, πάντα εὐτελῶς μετιὼν, καὶ τροφὴν, καὶ στολὴν, καὶ οἴκησιν; Ἀλλ' ὢ τῆς ἀναιδείας καὶ τῆς ἀκαίρου δειλίας! ὁ γὰρ Πιλᾶτος, νομίσας κινδυνεύειν λοιπὸν, εἰ παρίδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάζων τὸ πρᾶγμα (τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου)· οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς. Ὅτι γὰρ οὕτως αὐτὸ ἐποίει, ἄκουσον τί φησιν· Ἴδε ὁ βασιλεὺς ὑμῶν. Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι, Σταύρωσον, πάλιν ἐπήγαγε λέγων· Τὸν βασιλέα ὑμῶν σταυρώσω, Οἱ δὲ ἔκραζον, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Ἑκόντες ἑαυτοὺς ὑπέβαλον τῇ κολάσει. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτε καὶ αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ καὶ τῆς ἐπιστασίας ἑαυτοὺς ἐξέβαλον. Καὶ ἐπειδὴ ὁμοφώνως ἠρνήσαντο τὴν βασιλείαν, εἴασεν αὐτοὺς ταῖς ἑαυτῶν ψήφοις περιπεσεῖν. Καίτοι τὰ λεγόμενα ἱκανὰ παῦσαι τῆς ὀργῆς αὐτοὺς λοιπόν. Ἀλλ' ἐδεδοίκεσαν, μὴ πάλιν ἀφεθεὶς ὀχλαγωγήσῃ, καὶ πάντα ὑπὲρ τούτου ἔπραττον. ∆εινὸν γὰρ ἡ φιλαρχία, δεινὸν καὶ ψυχὴν ἱκανὸν ἀπολέσαι. ∆ιὰ τοῦτο οὐδέποτε αὐτοῦ ἤκουσαν. Ἀλλ' ὁ μὲν Πιλᾶτος ἀπὸ ψιλῶν ῥημάτων ἐβούλετο ἀφεῖναι· οὗτοι δὲ ἔγκεινται λέγοντες, Σταύρωσον. Καὶ τί δήποτε οὕτως ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. ∆εδοικότες οὖν μή τις αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσι καὶ ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες, ὅτι διὰ τῶν κωλυμάτων αἴρεται ἡ ἀλήθεια. Ὅτι γὰρ τοῦτο ὑπώπτευον, ἄκουσον τί φασιν· Ἡμεῖς ἠκούσαμεν, ὅτι [ὁ] πλάνος ἐκεῖνος εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. ∆ιὰ τοῦτο πάντα ἐκύκων, ἄνω καὶ κάτω στρέφοντες, ὥστε τὰ μετὰ ταῦτα λυμήνασθαι· καὶ συνεχῶς ἐπεβόων, Σταύρωσον, δῆμος ἄτακτος ὑπὸ τῶν ἀρχόντων διεφθαρμένος.

γʹ. Ἡμεῖς δὲ μὴ μόνον ἀναγινώσκωμεν ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας φέρωμεν αὐτὰ, τὸν στέφανον τὸν ἀκάνθινον, τὸ ἱμάτιον, τὸν κάλαμον, τὰ ῥαπίσματα, τὰς ἐπὶ κόῤῥης πληγὰς, τὰ ἐμπτύσματα, τὴν εἰρωνείαν. Ἱκανὰ γὰρ ταῦτα συνεχῶς στρεφόμενα ἅπασαν ὀργὴν καθελεῖν. Κἂν χλευαζώμεθα, κἂν ἀδίκως τι πάσχωμεν, συνεχῶς λέγωμεν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· καὶ τὰ παρὰ τῶν Ἰουδαίων λεγόμενα προφέρωμεν εἰς μέσον, ἅπερ ἐφθέγξαντο λυττῶντες καὶ λέγοντες, ὅτι ∆αιμόνιον ἔχεις· καὶ, Σαμαρείτης εἶ σύ· καὶ, ὅτι Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ὑπέμεινεν, ἵνα αὐτοῦ κατ' ἴχνος βαίνωμεν ἡμεῖς, καὶ σκώμματα φέρωμεν, ἃ μάλιστα τῶν λοιδοριῶν ἐξίστησιν. Ἀλλ' ὅμως αὐτὸς οὐ μόνον ἔφερε ταῦτα, ἀλλὰ καὶ πάντα ἔπραττεν, ὥστε σῶσαι καὶ ἀπαλλάξαι τοὺς ταῦτα ποιοῦντας τῆς ἀποκειμένης κολάσεως. Καὶ γὰρ καὶ τοὺς ἀποστόλους ἐπὶ τῇ τούτων ἔπεμψε σωτηρίᾳ. Ἀκούεις γοῦν αὐτῶν λεγόντων, ὅτι «Οἴδαμεν ὅτι κατὰ ἄγνοιαν ἐπράξατε,» καὶ διὰ τούτων εἰς μετάνοιαν αὐτοὺς ἑλκόντων. Ταῦτα καὶ ἡμεῖς ζηλώσωμεν. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεω ποιεῖ, ὡς τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, καὶ εὖ ποιεῖν τοὺς ἐπηρεάζοντας. Ὅταν τις ἐπηρεάζῃ, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεῦδος ἀπὸ τοῦ διαβόλου, καὶ τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὅταν κωμῳδοῦντα ἴδῃς, ἐννόησον ὅτι ὁ διάβολός ἐστιν αὐτὸν ὁ κινῶν. Οὐ γὰρ Χριστιανῶν τὰ σκώμματα. Ὁ γὰρ κελευσθεὶς πενθεῖν, καὶ ἀκούων, Οὐαὶ οἱ γελῶντες! εἶτα ὀνειδίζων καὶ σκώπτων καὶ διακαιόμενος, οὐ τοῦ λοιδορεῖσθαι παρ' ἡμῶν, ἀλλὰ θρηνεῖσθαι ἄξιος, ἐπεὶ καὶ ὁ Χριστὸς ἐταράχθη τὸν Ἰούδαν ἐννοήσας. Ταῦτα οὖν ἅπαντα μελετῶμεν ἐπὶ τῶν ἔργων. Ἂν γὰρ ταῦτα μὴ κατορθώσωμεν, εἰκῆ καὶ μάτην εἰς τὸν κόσμον ἤλθομεν· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ. Οὐ γάρ ἐστιν ἡ πίστις ἱκανὴ εἰς τὴν βασιλείαν εἰσαγαγεῖν, ἀλλὰ καὶ ταύτῃ μάλιστα κατακρῖναι τοὺς βίον φαῦλον ἐπιδεικνυμένους ἔχει. Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· καὶ πάλιν, Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, ἐντὸς τῶν βασιλείων γινόμενοι, καὶ εἰς τὰ ἄδυτα διακύψαι καταξιωθέντες, καὶ κοινωνοὶ καταστάντες μυστηρίων ἁμαρτιῶν ἀπαλλαττόντων, τῶν οὐδενὸς τούτων μετεσχηκότων Ἑλλήνων γινόμενοι χείρους; Εἰ γὰρ ἐκεῖνοι διὰ δόξαν κενὴν τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, πολλῷ μᾶλλον ἡμᾶς διὰ τὸ τῷ Θεῷ δοκοῦν χρὴ πᾶσαν ἀρετὴν ἐπιέναι. Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν· ἀλλ' ἐκεῖνοι μὲν καὶ τῆς ἑαυτῶν πολλάκις ὑπερεῖδον ψυχῆς, καὶ παῖδας ἐπέδωκαν ἐν πολέμοις τῇ τῶν δαιμόνων μανίᾳ, καὶ τῆς φύσεως κατεφρόνησαν διὰ τοὺς δαίμονας· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου διὰ τὸν Χριστὸν, οὐδὲ ὀργῆς διὰ τὸ δοκοῦν τῷ Θεῷ, ἀλλὰ φλεγμαίνομεν, καὶ πυρεττόντων οὐδὲν ἄμεινον διακείμεθα. Καὶ καθάπερ ἐκεῖνοι τῷ κακῷ κατεχόμενοι διακαεῖς εἰσιν, οὕτω καὶ ἡμεῖς, ὥσπερ ἀπὸ πυρός τινος ἀγχόμενοι, οὐδαμοῦ τῆς ἐπιθυμίας στῆναι δυνάμεθα, καὶ ὀργὴν καὶ φιλοχρηματίαν αὔξοντες. ∆ιὰ ταῦτα αἰσχύνομαι καὶ ἐκπλήττομαι, παρὰ μὲν Ἕλλησι βλέπων χρημάτων ὑπερορῶντας, παρὰ δὲ ἡμῖν μαινομένους ἅπαντας. Εἰ γὰρ καὶ τούτων εὕροιμέν τινας καταφρονοῦντας, ἀλλ' ἑτέροις ἁλίσκονται, θυμῷ καὶ βασκανίᾳ· καὶ πρᾶγμα δύσκολον, καθαρὰν φιλοσοφίαν εὑρεῖν. Τὸ δὲ αἴτιον, οὐ σπουδάζομεν τὰ φάρμακα λαβεῖν παρὰ τῶν Γραφῶν, οὐδὲ μετὰ κατανύξεως αὐταῖς προσέχομεν, καὶ ὀδύνης καὶ στεναγμοῦ, ἀλλ' ἁπλῶς, εἴποτε σχολὴν ἀγάγοιμεν. ∆ιὰ τοῦτο, ἐπειδὰν πολὺς φορυτὸς ἔλθῃ βιωτικῶν πραγμάτων, ἐπικλύζει πάντα, καὶ εἴ τι γέγονε κέρδος, ἀπόλλυσιν. Οὐδὲ γὰρ, εἴ τις τραῦμα ἔχων, εἶτα φάρμακον ἐπιτιθεὶς, μὴ μετὰ ἀκριβείας ἐπιδήσειεν, ἀλλ' ἐάσειεν ἐκπεσεῖν, καὶ ὕδατι, καὶ κόνει, καὶ αὐχμῷ, καὶ μυρίοις ἑτέροις τοῖς δυναμένοις ἐπιτρίψαι τὸ ἕλκος ἑαυτοῦ ἐκδοίη, γενήσεταί τι πλέον αὐτῷ· ἀλλὰ οὐ παρὰ τὴν τῶν φαρμάκων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν. Τοῦτο καὶ ἡμῖν συμβαίνειν εἴω θεν, ὅταν τοῖς μὲν θείοις λογίοις μικρὸν προσέχωμεν, τοῖς δὲ βιωτικοῖς ἀθρόον ἑαυτοὺς ἐκδῶμεν καὶ διηνεκῶς. Οὕτω γὰρ ὁ σπόρος ἀποπνίγεται πᾶς, καὶ πάντα ἄκαρπα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, μικρὸν διαβλέψωμεν, ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, καὶ κατανεύσωμεν εἰς τὰ μνήματα καὶ τὰς σοροὺς τῶν ἀπελθόντων. Καὶ ἡμᾶς γὰρ τὸ αὐτὸ μένει τέλος, καὶ αὐτὴ τῆς ἀποδημίας ἀνάγκη πολλάκις πρὸ τῆς ἑσπέρας ἡμῖν ἐπιστήσεται. Παρασκευαζώμεθα τοίνυν πρὸς τὴν ἔξοδον ταύτην. Καὶ γὰρ πολλῶν ἡμῖν δεῖ τῶν ἐφοδίων· ἐπεὶ καὶ πολὺ τὸ καῦμα ἐκεῖ, πολὺς ὁ αὐχμὸς, πολλὴ ἡ ἐρημία. Οὐκ ἔστιν εἰς πανδοχεῖον καταλῦσαι λοιπόν· οὐκ ἔστιν ἀγοράσαι τι, μὴ πάντα ἐντεῦθεν λαβόντα. Ἄκουσον γοῦν τί λέγουσιν αἱ παρθένοι· Ὑπάγετε πρὸς τοὺς πωλοῦντας· ἀλλ' οὐχ εὗρον ἀπελθοῦσαι. Ἄκουσον τί φησιν ὁ Ἀβραὰμ, ὅτι Χάσμα μεταξὺ ἡμῶν καὶ ὑμῶν. Ἄκουσον τί φησιν ὁ Ἰεζεκιὴλ περὶ τῆς ἡμέρας ἐκείνης, ὅτι Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ τοὺς υἱοὺς αὐτῶν οὐ μὴ ῥύσονται. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τούτων ἀκοῦσαι τῶν ῥημάτων, ἀλλ' ἀρκοῦντα τῆς αἰωνίου ζωῆς λαβόντας ἐντεῦθεν τὰ ἐφόδια, μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΕʹ. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτόν. Καὶ βαστάζων τὸν σταυρὸν ἑαυτοῦ, ἐξ ῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, Ἑβραϊστὶ δὲ Γολγοθὰ, ὅπου αὐτὸν ἐσταύρωσαν.

αʹ. Αἱ εὐπραγίαι τοὺς οὐ προσέχοντας δειναὶ καταβαλεῖν καὶ παρασῦραι. Οὕτως καὶ Ἰουδαῖοι παρὰ τὴν ἀρχὴν ἀπολαύοντες τῆς τοῦ Θεοῦ ῥοπῆς, τὸν νόμον τῆς τῶν ἐθνῶν βασιλείας ἐπεζήτουν, καὶ ἐν ἐρήμῳ μετὰ τὸ μάννα κρομμύων ἐμέμνηντο. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, τὴν βασιλείαν τοῦ Χριστοῦ παραιτούμενοι, τὴν τοῦ Καίσαρος ἐπ' αὐτοὺς ἐκάλουν. Τοιγάρτοι διὰ τοῦτο ἐπέστησεν αὐτοῖς βασιλέα κατὰ τὴν αὐτῶν ἀπόφασιν. Ἐπεὶ οὖν ταῦτα ἤκουσεν ὁ Πιλᾶτος, παρέδωκεν αὐτὸν ἵνα σταυρωθῇ· σφόδρα ἀλόγως. ∆έον γὰρ ἐρωτῆσαι, εἴ γε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδα, ἀπὸ τοῦ φόβου μόνου τὴν ἀπόφασιν ἤνεγκε· καίτοι γε ἵνα μὴ τοῦτο πάθῃ, προλαβὼν ὁ Χριστός φησιν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀλλὰ τοῖς παροῦσιν ἑαυτὸν ὅλον δοὺς, οὐδὲν μέγα φιλοσοφῆσαι ἠθέλησε· καίτοι τὸ τῆς γυναικὸς ὄναρ ἱκανὸν ἦν αὐτὸν καταπλῆξαι. Ἀλλ' οὐδενὶ τούτων ἐγένετο βελτίων, οὐδὲ πρὸς τὸν οὐρανὸν εἶδεν, ἀλλὰ παρέδωκεν αὐτόν. Οἱ δὲ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν ὡς καταδίκῳ λοιπόν. Καὶ γὰρ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Οὕτω καὶ ἐν τῷ τύπῳ γέγονε· καὶ γὰρ ὁ Ἰσαὰκ τὰ ξύλα ἐβάστασεν. Ἀλλὰ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα (τύπος γὰρ ἦν)· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν· ἀλήθεια γὰρ ἦν. Καὶ ἦλθεν εἰς τὸν Κρανίου τόπον. Τινές φασιν ἐκεῖ τὸν Ἀδὰμ τετελευτηκέναι καὶ κεῖσθαι· καὶ τὸν Ἰησοῦν ἐν τῷ τόπῳ, ἔνθα ὁ θάνατος ἐβασίλευσεν, ἐκεῖ καὶ τὸ τρόπαιον στῆσαι. Καὶ γὰρ τρόπαιον ἐξῄει βαστάζων τὸν σταυρὸν κατὰ τῆς τοῦ θανάτου τυραννίδος· καὶ καθάπερ οἱ νικηταὶ, οὕτω καὶ αὐτὸς ἐπὶ τῶν ὤμων ἔφερε τὸ τῆς νίκης σύμβολον. Τί γὰρ, εἰ καὶ ἑτέρᾳ γνώμῃ ἐπέταττον ταῦτα οἱ Ἰουδαῖοι; Σταυροῦσι δὲ αὐτὸν καὶ μετὰ λῃστῶν, ἄκοντες καὶ ἐν τούτῳ τὴν προφητείαν πληροῦντες. Ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι, ταῦτα τῇ ἀληθείᾳ συνετέλει· ἵνα μάθῃς ὅση αὐτῆς ἡ δύναμις. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης, ὅτι Μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλετο τοιγαροῦν συσκιάσαι τὸ γινόμενον ὁ δαίμων· ἀλλ' οὐκ ἴσχυσεν. Ἐσταυρώθησαν μὲν γὰρ οἱ τρεῖς, ἔλαμψε δὲ μόνος ὁ Ἰησοῦς· ἵνα μάθῃς, ὅτι ἡ δύναμις αὐτοῦ τὸ πᾶν εἰργάσατο. Καίτοι τῶν τριῶν ἐπὶ τοῦ σταυροῦ προσηλωμένων, τὰ θαύματα οὕτως ἐγένετο· ἀλλ' ὅμως οὐδεὶς οὐδὲν τῶν γινομένων ἐπέτρεψεν οὐδενὶ ἐκείνων, ἀλλ' ἢ μόνῳ τῷ Ἰησοῦ· οὕτως ἕωλος ἡ τοῦ διαβόλου ἐπιβουλὴ γέγονε, καὶ εἰς τὴν αὐτοῦ τὸ πᾶν περιετράπη κεφαλήν. Καὶ γὰρ ἐκ τῶν δύο τούτων διεσώθη εἷς. Οὐ μόνον τοίνυν οὐκ ἐπηρέασε τῇ δόξῃ τοῦ σταυρουμένου, ἀλλὰ καὶ συνετέλεσεν οὐ μικρόν· τοῦ γὰρ κλονῆσαι τὰς πέτρας οὐκ ἔλαττον ἦν τὸ λῃστὴν ἐν σταυρῷ μεταβαλεῖν, καὶ εἰς παράδεισον εἰσαγαγεῖν. Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλον ἐξέδωκαν, καὶ τὴν ψῆφον ταύτην τῇ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἵνα μηδενὶ λοιπὸν ἐξῇ πονηρὰς ἐπιφέρειν αἰτίας καὶ κατηγορεῖν ὡς φαύλου τινὸς καὶ πονηροῦ, ἐμφράττων αὐτῶν τὰ στόματα, καὶ πάντων τῶν κατηγορεῖν βουλομένων, καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ ἐπὶ τροπαίου τινὸς, οὕτω τὰ γράμματα ἔθηκεν, λαμπρὰν ἀφιέντα φωνὴν, καὶ τὴν νίκην δηλοῦντα, καὶ τὴν βασιλείαν ἀνακηρύττοντα, εἰ καὶ μὴ ὁλόκληρον· καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ φωναῖς δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι εἰκὸς μιγάδας ἐν τοῖς Ἰουδαίοις διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπολογίαν, ταῖς φωναῖς ἁπάσαις τῶν Ἰουδαίων τὴν μανίαν ἐστηλίτευσε. Καὶ γὰρ καὶ ἐσταυρωμένῳ ἐβάσκαινον. Καίτοι τί τοῦτο ὑμᾶς ἔβλαπτεν; Οὐδέν. Εἰ γὰρ θνητὸς ἦν καὶ ἀσθενὴς καὶ σβέννυσθαι ἔμελλε, τί δεδοίκατε τὰ γράμματα λέγοντα, ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων; Καὶ τί φασιν; Εἶπε, ὅτι αὐτὸς εἶπεν. Νῦν μὲν γὰρ ἀπόφασίς ἐστι καὶ κοινὴ ψῆφος· ἂν δὲ προστεθῇ, ὅτι Ἐκεῖνος εἶπε, τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας δείκνυται τὸ ἔγκλημα ὄν. Ἀλλ' οὐχ ὁ Πιλᾶτος παρετράπη, ἀλλ' ἐπὶ τῆς προτέρας ἔστη γνώμης. Οὐ μικρὸν δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται, ἀλλὰ τὸ πᾶν. Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τῷ καὶ φόβον ἐπικεῖσθαι, καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, ἔμελλε δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυρούς· ἵνα μὴ ἀγνοῆται ὁ τοῦ ∆εσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσον αὐτὸν κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν, τίτλους οὐκ εἶχον. Οἱ δὲ στρατιῶται διενείμαντο τὰ ἱμάτια, τὸν δὲ χιτῶνα οὐκ ἔτι. Ὅρα πανταχοῦ δι' ὧν ἐπονηρεύοντο τὰς προφητείας πληρουμένας. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο. Καίτοι γε τρεῖς ἦσαν σταυρούμενοι· ἀλλὰ τὰ τῶν προφητειῶν ἐπ' αὐτοῦ ἐπληροῦτο. ∆ιατί γὰρ μὴ ἐπὶ τῶν ἄλλων τοῦτο ἐποίησαν, ἀλλ' ἐπὶ τούτου μόνου; Σὺ δέ μοι σκόπει προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅ τι ἐμερίσαντο μόνον, ἀλλ' ὅ τι καὶ οὐκ ἐμερίσαντο εἶπεν ὁ προφήτης. Τὰ μὲν οὖν διενείμαντο, τὸν δὲ χιτῶνα οὐ διενείμαντο, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Τὸ δὲ, Ἐκ τῶν ἄνωθεν ὑφαντὸς, οὐχ ἁπλῶς πρόσκειται· ἀλλ' οἱ μέν φασιν, ἀλληγορίαν δι' αὐτοῦ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν ὁ σταυρούμενος, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἶχε.

βʹ. Τινὲς δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν εὐαγγελιστὴν ἱστορεῖν. Ἐπειδὴ γὰρ ἐν Παλαιστίνῃ δύο ῥάκη συμβάλλοντες, οὕτως ὑφαίνουσι τὰ ἱμάτια, δηλῶν ὁ Ἰωάννης, ὅτι τοιοῦτος ἦν ὁ χιτωνίσκος, φησὶν, Ἐκ τῶν ἄνωθεν ὑφαντός. Τοῦτο δὲ ἐμοὶ δοκεῖ λέγειν, αἰνιττόμενος τὸ εὐτελὲς τῶν ἱματίων, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῇ στολῇ τὸ λιτὸν ἐδίωκε σχῆμα. Καὶ οἱ μὲν στρατιῶται ταῦτα ἐποίουν· αὐτὸς δὲ σταυρούμενος παρατίθεται τὴν μητέρα αὐτοῦ τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς πᾶσαν ποιεῖσθαι ἐπιμέλειαν τῶν γεγεννηκότων. Ὅτε μὲν οὖν ἀκαίρως ἠνόχλησε, λέγει· Τί ἐμοὶ καὶ σοὶ, γύναι; καὶ, Τίς ἐστιν ἡ μήτηρ μου; ἐνταῦθα δὲ πολλὴν τὴν φιλοστοργίαν ἐπιδείκνυται, καὶ παρατίθεται αὐτὴν τῷ μαθητῇ ὃν ἠγάπα. Πάλιν ἑαυτὸν κρύπτει ὁ Ἰωάννης μετριάζων· εἰ γὰρ ἐβούλετο κομπάζειν, καὶ τὴν αἰτίαν ἂν ἐνέθηκε, δι' ἢν ἠγαπᾶτο· καὶ γὰρ εἰκὸς ἦν μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Τίνος δὲ ἕνεκεν οὐδὲν ἕτερον τῷ Ἰωάννῃ διαλέγεται, οὐδὲ παραμυθεῖται αὐτὸν κατηφοῦντα; Ὅτι καιρὸς οὐκ ἦν τῆς τῶν ῥημάτων παρακλήσεως. Καὶ ἄλλως δὲ, οὐ μικρὸν ἦν τὸ τιμηθῆναι αὐτὸν τιμῇ τοιαύτῃ, καὶ τῆς παραμονῆς λαβεῖν τὸν μισθόν. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐσταυρωμένος ἅπαντα ἀταράχως ἔπραττε, τῷ μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποτείνων ἐλπίδας. Καίτοι γε πρὶν ἢ σταυρωθῆναι φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν τοῦτό ἐστιν; Οὐδὲν ἄπορον, οὐδὲν ἀσαφές. Ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθένεια ἐδείχθη· ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία ἐδείκνυτο. Ἄλλως δὲ, καὶ ἡμᾶς δι' ἀμφοτέρων παιδεύει τούτων, κἂν πρὸ τῶν δεινῶν θορυβώμεθα, μὴ διὰ τοῦτο ἀφίστασθαι τῶν δεινῶν· ἐπειδὰν δὲ εἰς τὸν ἀγῶνα ἐμβῶμεν, πάντα ῥᾷστα καὶ εὔκολα ἡγεῖσθαι. Μὴ τοίνυν τρέμωμεν θάνατον· ἔχει μὲν γὰρ ἡ ψυχὴ κατὰ φύσιν τὸ φιλόζωον· ἀλλ' ἐν ἡμῖν κεῖται λοιπὸν ἢ λῦσαι ταύτης τὰ δεσμὰ, καὶ τὴν ἐπιθυμίαν ἀσθενῆ ποιῆσαι, ἢ δῆσαι, καὶ τυραννικωτέραν ἐργάσασθαι. Ὥσπερ γὰρ ἔχομεν τὴν ἐπιθυμίαν τῆς τῶν σωμάτων μίξεως, ὅταν δὲ φιλοσοφῶμεν, ἀσθενῆ ποιοῦμεν τὴν τυραννίδα· οὕτω καὶ ἐπὶ τῆς ζωῆς συμβαίνει. Καθάπερ γὰρ τὴν ἐπιθυμίαν τῶν σωμάτων ἐνέθηκε ταῖς παιδοποιίαις, συγκροτῶν ἡμῶν τὰς διαδοχὰς ὁ Θεὸς, οὐ κωλύων τὴν ἀνωτέρω τῆς ἐγκρατείας ὁδεύειν ὁδόν· οὕτω καὶ τὸν πόθον τῆς ζωῆς ἐνέσπειρε, κωλύων ἑαυτοὺς ἀναιρεῖν, οὐκ ἐμποδίζων δὲ ἡμῖν πρὸς τὸ τῆς παρούσης ζωῆς ὑπερορᾷν. Καὶ χρὴ ταῦτα εἰδότας τὰ μέτρα διατηρεῖν, καὶ μήτε αὐτομάτως ἐπὶ τὸν θάνατον ἰέναι ποτὲ, κἂν μυρία ἂν ἔχῃ δεινά· μήτε ἑλκομένους ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἀναδύεσθαι καὶ ὀκνεῖν, ἀλλὰ θαῤῥοῦντας ἀποδύεσθαι, τὴν μέλλουσαν τῆς παρούσης ζωῆς προτιμῶντες. Αἱ δὲ γυναῖκες παρειστήκεισαν τῷ σταυρῷ· καὶ τὸ ἀσθενέστερον γένος ἀνδρειότερον ἐφάνη τότε· οὕτω πάντα μετεσκευάζετο λοιπόν. Αὐτὸς δὲ τὴν μητέρα παραθέμενος, φησίν· Ἴδε ὁ υἱός σου. Βαβαὶ τῆς τιμῆς! ὅσῃ τὸν μαθητὴν ἐτίμησε τιμῇ! Ἐπειδὴ γὰρ αὐτὸς ἀπῄει λοιπὸν, τῷ μαθητῇ παρέδωκε τημελήσοντι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν, ἅτε μητέρα οὖσαν, ἀλγεῖν καὶ τὴν προστασίαν ζητεῖν, εἰκότως αὐτὴν ἐγχειρίζει τῷ ποθουμένῳ. Τούτῳ φησίν· Ἴδε ἡ μήτηρ σου. Ταῦτα δὲ ἔλεγε, συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς, εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. ∆ιατί γὰρ μηδεμιᾶς ἄλλης ἐμνημόνευσε γυναικὸς, καίτοι καὶ ἑτέρα εἰστήκει; ∆ιδάσκων ἡμᾶς πλέον τι νέμειν ταῖς μητράσιν. Ὥσπερ γὰρ ἐναντιουμένοις τοῖς γονεῦσι περὶ τὰ πνευματικὰ, οὐδὲ εἰδέναι χρή· οὕτως ὅταν μηδὲν ἐμποδίζωσιν, ἅπαν τὸ εἰκὸς ἀπονέμειν αὐτοῖς δεῖ, καὶ πρὸ τῶν ἄλλων αὐτοὺς τιθέναι, ἀνθ' ὧν ἔτεκον, ἀνθ' ὧν ἀνέθρεψαν, ἀνθ' ὧν μυρία ὑπέστησαν δεινά. Οὕτω καὶ Μαρκίωνος ἐπιστομίζει τὴν ἀναισχυντίαν. Εἰ γὰρ μὴ ἐγεννήθη κατὰ σάρκα, μηδὲ μητέρα ἔσχε, τίνος ἕνεκεν τοσαύτην περὶ αὐτὴν μόνην ποιεῖται πρόνοιαν; Μετὰ ταῦτα εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται· τουτέστιν, ὅτι οὐδὲν λείπει τῇ οἰκονομίᾳ. Πανταχοῦ γὰρ ἐσπούδακε καινὸν δεῖξαι τὸν θάνατον τοῦτον ὄντα, εἴ γε ἐν τῇ ἐξουσίᾳ τοῦ τελευτῶντος τὸ πᾶν ἔκειτο, καὶ οὐ πρότερον ἐπῄει τῷ σώματι ἡ τελευτὴ, ἕως ὅτε αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰδὼς οὖν πάντα πεπληρωμένα, λέγει, ∆ιψῶ, πάλιν ἐνταῦθα προφητείαν πληρῶν. Σὺ δέ μοι τὸ μιαρὸν τῶν παρεστώτων ἐννόησον. Κἂν γὰρ μυρίους ἔχωμεν ἐχθροὺς, καὶ ἀνήκεστα πεπονθότες ὦμεν, ὁρῶντες αὐτοὺς ἀναιρουμένους, κατακαμπτόμεθα· οὗτοι δὲ οὐδὲ οὕτως ἐσπείσαντο πρὸς αὐτὸν, οὐδὲ τοῖς ὁρωμένοις γεγόνασιν ἥμεροι, ἀλλ' ἐξεθηριοῦντο μᾶλλον, καὶ τὴν εἰρωνείαν ἐπέτεινον· καὶ σπόγγῳ προσενέγκαντες ὄξος, οὕτως αὐτὸν ἐπότιζον, ὡς τοῖς καταδίκοις αὐτὸ προσφέρονται, ἐπεὶ καὶ τὸ ὕσσωπον διὰ τοῦτο πρόσκειται. Λαβὼν οὖν φησι, Τετέλεσται. Εἶδες ἀταράχως καὶ μετ' ἐξουσίας πάντα πράττοντα; Καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ πάντα ἀπηρτίσθη, Κλίνας τὴν κεφαλὴν (οὐδὲ γὰρ αὕτη προσήλωτο), τὸ πνεῦμα ἀφῆκε, τουτέστιν, ἀπέψυξε. Καίτοι οὐ μετὰ τὸ κλῖναι τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι· ἐνταῦθα δὲ τοὐναν τίον. Οὐδὲ γὰρ ἐπειδὴ ἐξέπνευσεν, ἔκλινε τὴν κεφαλὴν, ὅπερ ἐφ' ἡμῶν γίνεται· ἀλλ' ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, τότε ἐξέπνευσε. ∆ι' ὧν πάντων ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτι τοῦ παντὸς Κύριος αὐτὸς ἦν.

γʹ. Ἀλλ' οἱ Ἰουδαῖοι πάλιν, οἱ τὴν κάμηλον καταπίνοντες, καὶ τὸν κώνωπα διυλίζοντες, τηλικοῦτον ἐργασάμενοι τόλμημα, περὶ τῆς ἡμέρας ἀκριβολογοῦνται. Ἐπεὶ γὰρ Παρασκευὴ ἦν λοιπὸν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα, ἠρώτησαν τὸν Πιλᾶτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη. Ὁρᾷς πῶς ἐστιν ἰσχυρὸν ἡ ἀλήθεια; ∆ι' ὧν ἐκεῖνοι σπουδάζουσι, διὰ τούτων ἡ προφητεία πληροῦται. Ἀπὸ γὰρ τούτων ἑτέρα αὐτοῖς αὕτη προαναφώνησις λαμβάνει τέλος. Ἐλθόντες γὰρ οἱ στρατιῶται, τῶν μὲν ἄλλων κατέαξαν τὰ σκέλη, τοῦ δὲ Χριστοῦ οὐκ ἔτι. Ἀλλ' ὅμως οὗτοι χαριζόμενοι τοῖς Ἰουδαίοις ἔνυξαν αὐτοῦ τὴν πλευρὰν τῇ λόγχῃ, καὶ νεκρὸν τὸ σῶμα λοιπὸν ἐνύβριζον. Ὢ τῆς μιαρᾶς προαιρέσεως καὶ ἐναγοῦς! Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ κατηφήσῃς, ἀγαπητέ. Ἃ γὰρ ἀπὸ πονηρᾶς ἔπραττον γνώμης ἐκεῖνοι, ταῦτα τῇ ἀληθείᾳ συνηγωνίζετο. Προφητεία γὰρ ἦν καὶ ἐντεῦθεν λέγουσα· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μέλλουσιν ἀπιστεῖν ἐγίνετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν, οἷον τῷ Θωμᾷ καὶ τοῖς κατ' ἐκεῖνον. Μετὰ δὲ τούτου καὶ μυστήριον ἀπόῤῥητον ἐτελεῖτο. Ἐξῆλθε γὰρ ὕδωρ καὶ αἷμα. Οὐχ ἁπλῶς δὲ οὐδὲ ὡς ἔτυχεν αὗται ἐξῆλθον αἱ πηγαί· ἀλλ' ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε. Καὶ ἴσασιν οἱ μυσταγωγούμενοι, δι' ὕδατος μὲν ἀναγεννώμενοι, δι' αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι. Ἐντεῦθεν ἀρχὴν λαμβάνει τὰ μυστήρια, ἵν' ὅταν προσίῃς τῷ φρικτῷ ποτηρίῳ, ὡς ἀπ' αὐτῆς πίνων τῆς πλευρᾶς, οὕτω προσίῃς. Καὶ τοῦτο ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τουτέστιν, Οὐ παρ' ἑτέρων ἤκουσα, ἀλλ' αὐτὸς παρὼν εἶδον, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία· εἰκότως. Ὕβριν γὰρ γινομένην ἐξηγεῖται· οὐ μέγα τι καὶ θαυμαστὸν ἐξηγεῖται, ἵνα ὑποπτεύσῃς τὸν λόγον· ἀλλ' αὐτὸς τὰ τῶν αἱρετικῶν ἀσφαλιζόμενος στόματα, καὶ τὰ μέλλοντα προαναφωνῶν μυστήρια, καὶ τὸν ἐναποκείμενον αὐτοῖς κατοπτεύων θησαυρὸν, ἀκριβολογεῖται περὶ τοῦ συμβάντος. Πληροῦται δὲ καὶ ἐκείνη ἡ προφητεία, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντρίψουσιν. Εἰ γὰρ καὶ περὶ τοῦ παρ' Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη. ∆ιὰ τοῦτο καὶ τὸν προφήτην εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἑαυτὸν εἰς μέσον φέρων, οὐκ ἐδόκει ἀξιόπιστος εἶναι, παράγει τὸν Μωϋσέα, λέγων, ὅτι ἁπλῶς οὐδὲ τοῦτο ἐγίνετο, ἀλλ' ἄνωθεν προεγράφη. Καὶ τοῦτό ἐστιν ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται. Καὶ πάλιν τῷ προφήτῃ παρ' ἑαυτοῦ τὴν πίστιν παρέχει. Ταῦτα δὲ εἶπον, φησὶν, ἵνα μάθητε ὅτι πολλὴ ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν. Ὁρᾷς πόσην ποιεῖται σπουδὴν ὥστε πιστευθῆναι τὸ δοκοῦν ἐπονείδιστον εἶναι, καὶ αἰσχύνην φέρον; Τὸ γὰρ καὶ εἰς νεκρὸν ὑβρίσαι σῶμα τὸν στρατιώτην, τοῦ σταυρωθῆναι πολλῷ χεῖρον ἦν. Ἀλλ' ὅμως καὶ ταῦτα, φησὶν, εἶπον, καὶ μετὰ πολλῆς σπουδῆς εἶπον, ἵνα πιστεύσητε. Μηδεὶς τοίνυν ἀπιστείτω, μηδὲ αἰσχυνόμενος βλαπτέτω τὰ ἡμέτερα. Τὰ γὰρ μάλιστα ἐπονείδιστα δοκοῦντα εἶναι, ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἡμετέρων ἀγαθῶν. Μετὰ ταῦτα ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, μαθητὴς ὤν· οὐ τῶν δώδεκα, ἀλλὰ τῶν ἑβδομήκοντα ἴσως. Λοιπὸν γὰρ νομίσαντες ἐσβέσθαι τὴν ὀργὴν τῷ σταυρῷ, μετὰ ἀδείας προσῄεσαν, καὶ τῆς κηδείας ἐπεμελοῦντο. Προσελθὼν τοίνυν, παρὰ τοῦ Πιλάτου τὴν χάριν αἰτεῖ, καὶ δίδωσιν ἐκεῖνος. Τί γὰρ οὐκ ἔμελλεν; Συναντιλαμβάνεται αὐτῷ καὶ Νικόδημος, καὶ πολυτελῆ ποιεῖ τὴν ταφήν. Ἔτι γὰρ ὡς περὶ ἀνθρώπου διέκειντο ψιλοῦ. Καὶ ταῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν· πλὴν ἀλλὰ πολλὴν φιλοστοργίαν ἐπεδείκνυντο. Πῶς δὲ οὐδεὶς τῶν δώδεκα προσῆλθεν, οὐκ Ἰωάννης, οὐ Πέτρος, οὐκ ἄλλος τις τῶν ἐπισήμων; Καὶ οὔτε τοῦτο κρύπτει ὁ μαθητής. Εἰ γὰρ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτοι τῷ αὐτῷ κατείχοντο φόβῳ· καὶ γὰρ καὶ οὗτος ἦν, φησὶ, Κεκρυμμένος διὰ τὸν φόβον τῶν Ἰουδαίων. Καὶ οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ σφόδρα αὐτῶν καταφρονεῖν τοῦτο ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς δεδοικὼς ὅμως προσῆλθεν. Ὁ δὲ Ἰωάννης καὶ παρὼν καὶ ἰδὼν αὐτὸν ἀποψύξαντα, οὐδὲν τοιοῦτον ἐποίησε. Τί οὖν ἐστιν; Ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι (καὶ ἀπὸ τῶν ἐνταφίων δῆλον), καὶ τῷ Πιλάτῳ δῆλος ὤν· ὅθεν καὶ τὴν χάριν ἔλαβε. Καὶ ἐνταφιάζει λοιπὸν, οὐχ ὡς κατάδικον, ἀλλ' ὡς ἔθος τοῖς Ἰουδαίοις, πολυτελῶς ὡς μέγαν τινὰ καὶ θαυμαστόν.

δʹ. Ἐπειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο (ἐνάτης γὰρ ὥρας γενομένης τῆς τελευτῆς, εἶτα μεταξὺ τῷ Πιλάτῳ προσιόντων καὶ καθαιρούντων τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβεῖν, ἐν ᾗ θέμις οὐκ ἦν ἐργάσασθαι), τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον. Οἰκονομεῖται δὲ εἰς καινὸν αὐτὸν τεθῆναι μνημεῖον ἔνθα μηδεὶς ἐτέθη, ὥστε μὴ ἑτέρου τινὸς νομισθῆναι τὴν ἀνάστασιν γεγενῆσθαι, τοῦ μετ' αὐτοῦ κειμένου· καὶ ὥστε τοὺς μαθητὰς δυνηθῆναι μετ' εὐκολίας παραγενέσθαι, καὶ θεατὰς τῶν συμβάντων γενέσθαι, πλησίον ὄντος τοῦ τόπου· καὶ τῆς ταφῆς δὲ μάρτυρας εἶναι οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς. Τὸ γὰρ σήμαντρα ἐπιθεῖναι τῷ τάφῳ, καὶ φύλακας ἐκεῖ παρακαθῆσθαι στρατιώτας, μαρτυρούντων ἦν τῇ ταφῇ· τῆς γὰρ ἀναστάσεως οὐχ ἧττον ὁμολογηθῆναι τοῦτο ἐσπούδακεν ὁ Χριστός. ∆ιὸ καὶ οἱ μαθηταὶ πολλὴν περὶ τούτου ποιοῦνται σπουδὴν, ὥστε δεῖξαι ὅτι ἐτελεύτησε. Τὴν μὲν γὰρ ἀνάστασιν ὁ μετὰ ταῦτα ἅπας ἔμελλε βεβαιοῦν χρόνος· ἐκείνη δὲ, εἰ τότε συνεσκιάσθη, καὶ μὴ σφόδρα κατάδηλος γέγονε, ἔμελλε λυμαίνεσθαι τῷ τῆς ἀναστάσεως λόγῳ. Οὐ τούτων δὲ μόνον ἕνεκεν τὸ ἐγγὺς τεθῆναι γέγονεν, ἀλλ' ὥστε καὶ ψευδῆ δειχθῆναι τὸν περὶ τῆς κλοπῆς λόγον. Τῇ δὲ μιᾷ τῶν σαββάτων (τουτέστι, τῇ Κυριακῇ) ὄρθρου βαθέος, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου Ἀνέστη μὲν γὰρ, καὶ τοῦ λίθου καὶ τῶν σημάντρων ἐπικειμένων. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἄλλους πληροφορηθῆναι, ἀνοίγεται τὸ μνημεῖον μετὰ τὴν ἀνάστασιν, καὶ οὕτω πιστοῦται τὸ γεγονός. Τοῦτο γοῦν καὶ τὴν Μαρίαν ἐκίνησε. Πάνυ γὰρ περὶ τὸν διδάσκαλον φιλοστόργως ἔχουσα, ἐπειδὴ τὸ σάββατον παρῆλθεν, οὐκ ἠνέσχετο ἡσυχάζειν, ἀλλ' ἦλθεν ὄρθρου βαθέος, ἀπὸ τοῦ τόπου παραμυθίαν τινὰ εὑρεῖν βουλομένη. Καὶ ἰδοῦσα τὸν τόπον, καὶ τὸν λίθον ἠρμένον, οὐκ εἰσῆλθεν, οὐδὲ διέκυψεν, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἔδραμεν ἀπὸ πολλοῦ τοῦ πόθου. Τοῦτο γὰρ ἦν αὐτῇ τὸ σπουδαζόμενον, μετὰ πολλοῦ τοῦ τάχους μαθεῖν ἤθελε τί γέγονε τὸ σῶμα. Καὶ γὰρ ὁ δρόμος τοῦτο ἐβούλετο, καὶ τὰ ῥήματα τοῦτο ἐμφαίνει. Ἦραν γὰρ, φησὶ, τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Ὁρᾷς πῶς οὐδέπω περὶ ἀναστάσεως ᾔδει τι σαφὲς, ἀλλ' ᾤετο μετάθεσιν γεγενῆσθαι τοῦ σώματος, καὶ ἀπλάστως πάντα ἀπαγγέλλει τοῖς μαθηταῖς; Ὁ δὲ εὐαγγελιστὴς οὐκ ἀπεστέρησε τὴν γυναῖκα ἐγκωμίου τηλικούτου, οὐδὲ αἰσχύνην ἐνόμισε τὸ παρ' αὐτῆς αὐτοὺς μαθεῖν προτέρας ταῦτα διανυκτερευούσης· οὕτω πανταχοῦ τὸ φιλάληθες αὐτοῦ διαλάμπει τῶν τρόπων. Ἐπεὶ οὖν ἦλθε, καὶ ταῦτα εἶπεν, ἀκούσαντες ἐκεῖνοι μετὰ πολλῆς τῆς σπουδῆς ἐφίστανται τῷ μνημείῳ, καὶ θεωροῦσι τὰ ὀθόνια κείμενα· ὅπερ ἦν ἀναστάσεως σημεῖον. Οὔτε γὰρ, εἰ μετέθηκάν τινες, τοῦτο ἂν ἐποίησαν τὸ σῶμα γυμνώσαντες· οὔτε, εἰ ἔκλεψαν, τούτου ἂν ἐφρόντισαν, ὥστε ἆραι τὸ σουδάριον καὶ ἐντυλίξαι, καὶ θεῖναι εἰς ἕνα τόπον· ἀλλὰ πῶς; Ὡς εἶχεν, ἔλαβον ἂν τὸ σῶμα. ∆ιὰ γὰρ τοῦτο προλαβὼν ὁ Ἰωάννης, φησὶν, ὅτι σμύρνῃ συνετάφη πολλῇ, ἣ μολύβδου οὐχ ἧττον συγκολλᾷ τῷ σώματι τὰ ὀθόνια· ἵν', ὅταν ἀκούσῃς ὅτι τὰ σουδάρια ἔκειτο ἰδίᾳ, μὴ ἀνάσχῃ τῶν λεγόντων, ὅτι ἐκλάπη. Οὐ γὰρ οὕτως ἀνόητος ἦν ὁ κλέπτων, ὡς περὶ πρᾶγμα περιττὸν τοσαύτην ἀναλίσκειν σπουδήν. Τίνος γὰρ ἕνεκεν τὰ σουδάρια ἠφίει; πῶς δὲ ἂν ἔλαθε τοῦτο ποιῶν; Καὶ γὰρ πολὺν εἰκὸς ἦν αὐτὸν ἀναλῶσαι χρόνον, καὶ κατάφωρον γενέσθαι μέλλοντα καὶ βραδύνοντα. Τί δήποτε δὲ καὶ χωρὶς τὰ ὀθόνια κεῖται, καὶ τὸ σουδάριον χωρὶς ἐντετυλιγμένον; Ἵνα μάθῃς, ὅτι οὐκ ἦν σπευδόντων οὐδὲ θορυβουμένων τὸ πρᾶγμα, τὸ χωρὶς μὲν ἐκεῖνα, χωρὶς δὲ ταῦτα ἐνθεῖναι καὶ ἐντυλίξαι. Ἀπὸ τούτου τῇ ἀναστάσει ἐπίστευσαν. ∆ιὰ τοῦτο μετὰ ταῦτα αὐτοῖς φαίνεται ὁ Χριστὸς ἀπὸ τῆς ὄψεως πιστωθεῖσιν. Ὅρα γοῦν καὶ ἐνταῦθα τὸ ἄτυφον τοῦ εὐαγγελιστοῦ, πῶς τὴν ἀκρίβειαν τῆς ἐρεύνης τῷ Πέτρῳ μαρτυρεῖ. Προφθάσας γὰρ αὐτὸν, καὶ ἰδὼν τὰ ὀθόνια κείμενα, οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλ' ἀφίσταται· ἐκεῖνος δὲ ὁ θερμὸς ἐνδοτέρω γενόμενος, ἅπαντα κατώπτευσεν ἀκριβῶς, καί τι πλέον εἶδε, καὶ τότε οὗτος ἐπὶ τῇ θέᾳ παρεκλήθη. Μετὰ γὰρ ἐκεῖνον εἰσελθὼν, τὰ ἐντάφια εἶδε κείμενα καὶ διῃρημένα. Τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν τοῦτο, χωρὶς δὲ ἐκεῖνο θεῖναι ἑλίξαντα, τινὸς ἦν μετ' ἐπιμελείας ποιοῦντος, καὶ οὐχ ὡς ἔτυχε θορυβουμένου.

εʹ. Σὺ δὲ ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ ∆εσπότης ἀνέστη, παῦσαι τῆς πρὸς τὴν κηδείαν μανίας. Τί γὰρ βούλεται ἡ περιττὴ αὕτη δαπάνη καὶ ἀνόνητος, πολλὴν μὲν φέρουσα τοῖς κηδεύουσι ζημίαν, τῷ δὲ ἀπελθόντι κέρδος οὐδὲν, ἀλλ' εἰ χρή τι εἰπεῖν, καὶ βλάβην; Ἡ γὰρ πολυτέλεια τῆς ταφῆς τυμβωρυχίας αἰτία γέγονε πολλάκις, καὶ γυμνὸν καὶ ἄταφον ἐποίησεν ἐῤῥῖφθαι τὸν ἐπιμελῶς ταφέντα. Ἀλλ' ὢ τῆς κενοδοξίας! πόσην καὶ ἐν τῷ πένθει τὴν τυραννίδα ἐπιδείκνυται, πόσην τὴν ἀνοίαν! Πολλοὶ γοῦν, ἵνα μὴ τοῦτο γένηται, τὰς λεπτὰς ἐκείνας ὀθόνας διατεμόντες, καὶ πολλῶν τῶν ἀρωμάτων ἐμπλήσαντες, ὥστε διπλῇ γενέσθαι τοῖς ἐπηρεάζουσιν ἄχρηστα, οὕτω τῇ γῇ παραδεδώκασι. Ταῦτ' οὖν οὐ μαινομένων· ταῦτ' οὐ παραπαιόντων; φιλοτιμίαν ἐπιδείκνυσθαι, καὶ πάλιν αὐτὴν ἀφανίζειν; Ναὶ, φησίν· ἵνα μετὰ ἀσφαλείας κέηται παρὰ τῷ νεκρῷ, ταῦτα πάντα μηχανώμεθα. Τί οὖν; ἂν οἱ τυμβωρύχοι μὴ λάβωσιν, οἱ σῆτες οὐ λήψονται καὶ οἱ σκώληκες; Τί δέ; ἂν οἱ σῆτες καὶ οἱ σκώληκες μὴ λάβωσιν, ὁ χρόνος καὶ ὁ ἰχὼρ οὐκ ἀπολεῖ; Θῶμεν δὲ μὴ τυμβωρύχους, μὴ σῆτας, μὴ σκώληκας, μὴ χρόνον, μὴ ἄλλο μηδὲν δαπανᾷν τὰ κείμενα· ἀλλὰ καὶ τὸ σῶμα ἀνέπαφον εἶναι μέχρι τῆς ἀναστάσεως, καὶ αὐτὰ δὴ ταῦτα καινὰ καὶ νεοπαγῆ καὶ λεπτὰ τηρεῖσθαι, τί πλέον ἐντεῦθεν τοῖς ἀπελθοῦσι γίνεται, ὅταν γυμνὸν μὲν τὸ σῶμα ἐγείρηται, ταῦτα δὲ ἐνταῦθα μένῃ, καὶ μηδὲν ἡμᾶς ὠφελῇ πρὸς τὰς εὐθύνας ἐκείνας; Τίνος οὖν ἕνεκεν, φησὶν, ἐπὶ τοῦ Χριστοῦ γέγονε; Μάλιστα μὲν μὴ παράβαλλε ταῦτα τοῖς ἀνθρωπίνοις· ἐπεὶ καὶ μύρον ἐξέχεεν ἡ πόρνη ἐπὶ τοὺς ἁγίους πόδας ἐκείνου. Εἰ δὲ χρὴ καὶ περὶ τούτων εἰπεῖν. πρῶτον μὲν οὐκ εἰδότων τὸν περὶ ἀναστάσεως λόγον τῶν ποιούντων ταῦτα ἐγίνετο. ∆ιὰ τοῦτό φησι· Καθὼς ἔθος ἦν τοῖς Ἰουδαίοις. Οὐ γὰρ τῶν δώδεκα ἦσαν οἱ τὸν Χριστὸν τιμήσαντες, ἀλλ' ἐκεῖνοι οἱ μὴ σφόδρα αὐτὸν τιμῶντες. Οἱ γοῦν δώδεκα οὐχ οὕτως αὐτὸν ἐτίμων, ἀλλὰ θανάτῳ καὶ σφαγῇ, καὶ τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις. Ἦν μὲν γὰρ καὶ ἐκείνη τιμὴ, πολλῷ δὲ ἐλάττων ταύτης ἧς εἶπον. Ἄλλως δὲ, ὅπερ ἔφην εἰπὼν, περὶ ἀνθρώπων ἡμῖν ὁ λόγος νῦν· τότε δὲ ταῦτα περὶ τὸν ∆εσπότην ἐγίνετο. Καὶ ἵνα μάθῃς ὅτι τούτων οὐδεὶς τῷ Χριστῷ λόγος, εἶπε· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· καὶ διψῶντα, καὶ ἐποτίσατε· καὶ γυμνὸν, καὶ περιεβάλετε. Καὶ οὐδαμοῦ εἶπε, Καὶ τεθνεῶτα, καὶ ἐθάψατε. Καὶ ταῦτα λέγω, οὐ ταφὴν ἀναιρῶν· μὴ γένοιτο· ἀλλὰ τὴν ἀσωτίαν ἐκκόπτων καὶ τὴν ἄκαιρον φιλοτιμίαν. Τὸ γὰρ πάθος, φησὶ, καὶ ἡ ὀδύνη, καὶ ἡ πρὸς τὸν ἀπελθόντα συμπάθεια ταῦτα πείθει. Οὐκ ἔστι ταῦτα συμπαθείας τῆς πρὸς τὸν ἀπελθόντα, ἀλλὰ κενοδοξίας. Ἐπεὶ εἰ βούλει συναλγῆσαι τῷ τεθνηκότι, δείκνυμί σοι ἑτέραν ὁδὸν κηδείας, καὶ διδάσκω σε ἱμάτια τιθέναι, τὰ συνανιστάμενα αὐτῷ, καὶ λαμπρὸν ἀποφαίνοντα. Ταῦτα γὰρ τὰ ἱμάτια οὔτε ὑπὸ σητῶν ἀναλίσκεται, οὔτε ὑπὸ χρόνου δαπανᾶται, οὐδὲ ὑπὸ τυμβωρύχων κλέπτεται. Ποῖα δὴ ταῦτά ἐστιν; Ἡ τῆς ἐλεημοσύνης περιβολή. Αὕτη γὰρ μετ' αὐτοῦ ἀνίσταται ἡ στολή· ἐλεημοσύνης γὰρ σφραγὶς μετ' αὐτοῦ. Ἀπὸ τούτων λάμπουσι τῶν ἱματίων οἱ τότε ἀκούοντες, Πεινῶντά με ἐθρέψατε. Ταῦτα ἐπισήμους ποιεῖ, ταῦτα περιφανεῖς, ταῦτα ἐν ἀσφαλεία καθίστησι· τὰ δὲ νῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ δαπάνη σητῶν καὶ τράπεζα σκωλήκων. Καὶ ταῦτα λέγω, οὐ κηδεύειν κωλύων, ἀλλὰ μετὰ συμμετρίας τοῦτο ποιεῖν, ὥστε σκέπειν τὸ σῶμα, καὶ μὴ γυμνὸν παραδιδόναι τῇ γῇ. Εἰ γὰρ ζῶντας μηδὲν ἔχειν πλέον κελεύει, ἀλλ' ἢ σκέπασμα· πολλῷ μᾶλλον τελευτήσαντας. Οὐ γὰρ οὕτω τετελευτηκὸς τὸ σῶμα δεῖται ἱματίων, ὡς ζῶν καὶ ἐμπνέον. Ζῶντες μὲν γὰρ, καὶ ψύχους ἕνεκεν καὶ εὐσχημοσύνης, δεόμεθα τῆς τῶν ἱματίων περιβολῆς· τελευτήσαντες δὲ, τούτων μὲν οὐδενὸς ἕνεκεν, ἵνα δὲ μὴ γυμνὸν κέηται τὸ σῶμα, δεόμεθα τῶν ἐνταφίων· καὶ πρὸ τῶν ἐνταφίων δὲ ἔχομεν κάλυμμα κάλλιστον τὴν γῆν, καὶ τῇ τοιαύτῃ τῶν σωμάτων φύσει πρεπωδέστερον. Εἰ τοίνυν ἔνθα τοσαῦται χρεῖαι, οὐδὲν δεῖ περιττὸν ἐπιζητεῖν· πολλῷ μᾶλλον, ἔνθα οὐ τοσαύτη ἡ ἀνάγκη, ἄκαιρος ἡ φιλοτιμία. ʹ. Ἀλλ' οἱ ὁρῶντες γελάσονται, φησίν. Μάλιστα μὲν κἂν ᾖ τις ὁ γελῶν, οὐ πολὺν δεῖ ποιεῖσθαι λόγον τοῦ οὕτω σφόδρα ἀνοηταίνοντος· νυνὶ δὲ πολλοὶ οἱ θαυμάζοντες μᾶλλον, καὶ τὴν φιλοσοφίαν δεχόμενοι τὴν ἡμετέραν. Γέλωτος γὰρ ἄξια οὐ ταῦτα, ἀλλ' ἃ ποιοῦμεν νῦν, ὀδυρόμενοι, πενθοῦντες, συγκατορύττοντες ἑαυτοὺς τοῖς ἀπελθοῦσι. Ταῦτα καὶ γέλωτος καὶ κολάσεως ἄξια. Τὸ δὲ φιλοσοφεῖν καὶ ἐν τούτοις καὶ ἐν τῇ τῶν ἱματίων συμμετρίᾳ, στεφάνους καὶ ἐπαίνους ἡμῖν προξενεῖ, καὶ πάντες ἡμᾶς κροτήσουσι, καὶ θαυμάσονται τοῦ Χριστοῦ τὴν δύναμιν, καὶ ἐροῦσι· Βαβαὶ, πόση ἡ τοῦ σταυρωθέντος ἰσχύς! ἔπεισε τοὺς ἀπολλυμένους καὶ φθειρομένους, ὅτι οὐκ ἔστι θάνατος ὁ θάνατος· οὐ τοίνυν τὰ τῶν ἀπολλυμένων ποιοῦσιν, ἀλλὰ τὰ τῶν προπεμπόντων εἰς ἀποδημίαν ἀμείνω. Ἔπεισεν αὐτοὺς, ὅτι τὸ σῶμα τὸ φθαρτὸν τοῦτο καὶ γήϊνον, ἱμάτιον ἐνδύσεται τῶν σηρικῶν καὶ χρυσοπάστων πολὺ λαμπρότερον, τὴν ἀφθαρσίαν. ∆ιόπερ οὐδὲ πολλὴν περὶ τὴν ταφὴν ποιοῦνται σπουδὴν, ἀλλ' ἐντάφιον ἡγοῦνται θαυμαστὸν, βίον ἐνάρετον. Ταῦτα, ἂν φιλοσοφοῦντας ἴδωσιν, ἐροῦσιν· ἂν δὲ κατακαμπτομένους, γυναικιζομένους, χοροὺς περιιστῶντας θρηνουσῶν γυναικῶν, γελάσονται καὶ κωμῳδήσουσι, καὶ μυρία κατηγορήσουσι, διασύροντες τὴν εἰκῆ δαπάνην, τὴν ματαιοπονίαν. Καὶ γὰρ ταῦτα ἀκούομεν κατηγορούντων πάντων· καὶ μάλα εἰκότως. Ποίαν γὰρ ἕξομεν ἀπολογίαν, ὅταν τὸ μὲν σῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον καλλωπίζωμεν, τὸν δὲ Χριστὸν περιορῶμεν διψῶντα, γυμνὸν περιιόντα καὶ ξένον; Παυσώμεθα τοίνυν τῆς ματαίας ταύτης σπουδῆς· κηδεύσωμεν τοὺς ἀπελθόντας, ὡς καὶ ἡμῖν καὶ ἐκείνοις συμφέρει πρὸς δόξαν Θεοῦ· πολλὴν ὑπὲρ αὐτῶν ἐπιτελέσωμεν ἐλεημοσύνην, συμπέμψωμεν αὐτοῖς ἐφόδια κάλλιστα. Εἰ γὰρ μνήμη θαυμαστῶν ἀνδρῶν τετελευτηκότων προέστη τῶν ζώντων (Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου), πολλῷ μᾶλλον ἐλεημοσύνη τοῦτο ἐργάσεται. Αὕτη γὰρ, αὕτη καὶ νεκροὺς ἀνέστησεν, ἡνίκα περιέστησαν αἱ χῆραι ἐπιδεικνύμεναι ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ ∆ορκάς. Ὅταν οὖν τις μέλλῃ τελευτᾷν, ὁ οἰκεῖος τῷ τελευτῶντι κατασκευαζέτω τὰ ἐντάφια, καὶ πειθέτω τὸν ἀπιόντα τοῖς δεομένοις τι καταλιμπάνειν. Μετὰ τούτων αὐτὸν ἀποπεμπέτω τῶν ἱματίων, πειθέτω καὶ κληρονόμον ἀφιέναι τὸν Χριστόν. Εἰ γὰρ οἱ βασιλεῖς ἐγγράφοντες κληρονόμους, τοῖς οἰκείοις μυρίαν καταλιμπάνουσιν ἀσφάλειαν· ὁ τὸν Χριστὸν ἀφιεὶς μετὰ τῶν παίδων, ἐννόησον ὅσην ἐπισπάσεται εὔνοιαν καὶ ἑαυτῷ καὶ τοῖς αὐτοῦ πᾶσι. Ταῦτά ἐστι τὰ ἐντάφια καλά· ταῦτα ὀνίνησι καὶ τοὺς μένοντας καὶ τοὺς ἀπερχομένους. Ἂν οὕτως ἐνταφιασθῶμεν, λαμπροὶ κατὰ τὸν τῆς ἀναστάσεως ἐσόμεθα καιρόν· ἂν δὲ τὸ σῶμα θεραπεύοντες, τῆς ψυχῆς ἀμελῶμεν, πολλὰ ἐκεῖ πεισόμεθα δεινὰ, καὶ πολὺν ὀφλήσομεν γέλωτα. Οὐδὲ γὰρ ἡ τυχοῦσα ἀσχημοσύνη, γυμνὸν τῆς ἀρετῆς ἀπελθεῖν· οὐδὲ οὕτω τὸ σῶμα ἄταφον ἐῤῥιμμένον καταισχύνεται, ὡς ψυχὴ τότε γυμνὴ τῆς ἀρετῆς φαινομένη. Ταύτην ἀμφιάσωμεν, ταύτην περιστείλωμεν, μάλιστα μὲν παρὰ πάντα τὸν χρόνον· εἰ δὲ ἐνταῦθα ἠμελήσαμεν, κἂν τελευτῶντες νήψωμεν, καὶ τοῖς οἰκείοις ἐπισκήψωμεν συμπράττειν ἀπελθοῦσι δι' ἐλεημοσύνης ἡμῖν. Οὕτω ὑπ' ἀλλήλων βοηθούμενοι παῤῥησίας πολλῆς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Π ʹ. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.

αʹ. Περιπαθές πως τὸ γυναικεῖον γένος, καὶ πρὸς οἶκτον ἐπιῤῥεπέστερον. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαυμάσῃς τί δήποτε Μαρία μὲν πικρῶς ἐθρήνει τῷ τάφῳ, Πέτρος δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Οἱ μὲν γὰρ μαθηταὶ, φησὶν, ἀπῆλθον πρὸς ἑαυτοὺς, ἡ δὲ εἱστήκει δακρύουσα. Καὶ γὰρ ἡ φύσις εὐέμπτωτος, καὶ τὸν περὶ ἀναστάσεως οὐδέπω σαφῶς ᾔδει λόγον· καθάπερ ἐκεῖνοι τὰ ὀθόνια θεασάμενοι καὶ πιστεύσαντες, ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθον εἰς τὴν Γαλιλαίαν, καθάπερ αὐτοῖς συντέτακτο πρὸ τοῦ πάθους; Ἀνέμενον τοὺς λοιποὺς ἴσως· καὶ ἄλλως δὲ, ἔτι ἐν ἀκμαζούσῃ ἦσαν ἐκπλήξει. Οὗτοι μὲν οὖν ἀπῆλθον· ἐκείνη δὲ εἱστήκει πρὸς τῷ τόπῳ. Μέγα γὰρ, ὅπερ ἔφην, πρὸς παραμυθίαν καὶ μνῆμα φαινόμενον. Ὁρᾷς γοῦν αὐτὴν, ὥστε πλέον ἀναπαύεσθαι, καὶ παρακύπτουσαν, καὶ βουλομένην τὸν τόπον ἰδεῖν ἔνθα τὸ σῶμα ἔκειτο; ∆ιὰ δὴ τοῦτο καὶ τῆς πολλῆς ταύτης σπουδῆς μισθὸν ἔλαβεν οὐ μικρόν. Ὃ γὰρ οὐκ εἶδον οἱ μαθηταὶ, τοῦτο εἶδεν ἡ γυνὴ πρώτη, καθημένους ἀγγέλους, τὸν μὲν πρὸς ποδῶν, τὸν δὲ πρὸς κεφαλῆς ἐν λευκοῖς· καὶ τὸ σχῆμα φαιδρότητος πολλῆς γέμον καὶ χαρᾶς. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὴ τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τῶν σουδαρίων ὑποδέξασθαι τὴν ἀνάστασιν, γίνεταί τι πλέον, καὶ ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι τέως τοῦ πάθους ἐντεῦθεν καὶ παραμυθήσασθαι. Ἀλλ' οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν· ἀλλ' ἠρέμα προβιβάζεται τῷ δόγματι τούτῳ. Εἶδεν ὄψεις φαιδρὰς, καὶ μᾶλλον ἢ κατὰ τὴν συν ήθειαν· εἶδε σχῆμα λαμπρόν· ἤκουσε συμπαθοῦς φωνῆς. Τί γάρ φησι; Γύναι, τί κλαίεις; ∆ιὰ δὲ τούτων ἁπάντων, ὥσπερ θύρας ἀνοιγομένης, κατὰ μικρὸν εἰς τὸν περὶ ἀναστάσεως ἤγετο λόγον. Καὶ ὁ τρόπος δὲ τῆς καθέδρας αὐτῶν εἰς ἐρώτησιν αὐτὴν ἦγε· καὶ γὰρ ἐνέφαινον, ὅτι ᾔδεσαν τὸ γεγονός. ∆ιὰ τοῦτο οὐδὲ ὁμοῦ κάθηνται, ἀλλὰ διεστηκότες ἀλλήλων. Ἐπειδὴ γὰρ οὐκ εἰκὸς αὐτὴν τολμῆσαι ἁπλῶς πυθέσθαι, καὶ τῇ ἐρωτήσει καὶ τῷ τρόπῳ τῆς καθέδρας ἄγουσιν αὐτὴν ἐπὶ διάλεξιν. Τί οὖν αὕτη; Θερμῶς ἅμα καὶ φιλοστόργως· Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Τί φῄς; οὐδέπω οὐδὲν περὶ ἀναστάσεως οἶδας, ἀλλ' ἔτι θέσιν φαντάζῃ; Ὁρᾷς πῶς οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα; Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω. Καὶ ποία αὕτη ἀκολουθία, πρὸς ἐκείνους διαλεγομένην, καὶ μηδέπω μηδὲν ἀκούσασαν παρ' αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω; Ἐμοὶ δοκεῖ, ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανεὶς ὁ Χριστὸς ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς ἀγγέλους, κἀκείνους θεασαμένους τὸν ∆εσπότην, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον εἶδον· καὶ τοῦτο τὴν γυναῖκα ἐπέστρεψε, καὶ εἰς τὰ ὀπίσω στραφῆναι ἐποίησεν. Ἐκείνοις μὲν οὖν οὕτως ἐφάνη· τῇ γυναικὶ δὲ οὐχ οὕτως, ὥστε αὐτὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ' ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι. Καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμιζε. Τὴν δὲ οὕτω ταπεινὴν οὐκ ἔδει ἀθρόον ἐπὶ τὰ ὑψηλὰ ἀγαγεῖν, ἀλλ' ἠρέμα. Πάλιν οὖν αὐτὴν ἐρωτᾷ· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Τοῦτο ἐνέφηνεν εἰδέναι αὐτὸν, ὃ βούλεται ἐρωτῆσαι, καὶ εἰς ἀπόκρισιν ἤγαγε. Τοῦτο οὖν καὶ ἡ γυνὴ συνιεῖσα, οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ' ὡς εἰδότος τοῦ ἐρωτῶντος περὶ οὗ πυνθάνεται, φησίν· Εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ. Πάλιν θέσιν καὶ ἄρσιν, καὶ τὸ βαστάσαι, ὡς περὶ νεκροῦ διαλεγομένη, φησίν. Ὃ δὲ ἐμφαίνει, τοῦτό ἐστιν· Εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἤρατε αὐτὸν ἐντεῦθεν, εἴπατέ μοι, καὶ ἐγὼ λήψομαι αὐτόν. Πολλὴ ἡ εὔνοια καὶ φιλοστοργία τῆς γυναικός· ὑψηλὸν δὲ οὐδὲν οὐδέπω παρ' αὐτῇ. ∆ιὰ τοῦτο λοιπὸν προτίθησιν αὐτῇ τοῦτο, οὐ δι' ὄψεως, ἀλλὰ διὰ φωνῆς. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις ποτὲ μὲν ἐγνωρίζετο, ποτὲ δὲ ἄδηλος ἦν καὶ παρών· οὕτω καὶ φθεγγόμενος, ἡνίκα ἐβούλετο, τότε γνώριμον ἑαυτὸν ἐποίει. Καὶ γὰρ ὅτε τοῖς Ἰουδαίοις ἔλεγε, Τίνα ζητεῖτε; οὐ τὴν ὄψιν, οὐ τὴν φωνὴν ἐπέγνωσαν, ἕως ἠθέλησεν· ὃ δὴ καὶ ἐνταῦθα συνέβη. Καὶ τὸ ὄνομα αὐτῆς μόνον ἐκάλεσεν, ὀνειδίζων καὶ καθαπτόμενος, ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο. Πῶς δὲ, Στραφεῖσα λέγει, εἴ γε πρὸς αὐτὴν διελέγετο; Ἐμοὶ δοκεῖ εἰποῦσαν αὐτὴν τὸ, Ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς ἀγγέλους ὡς ἐρωτῶσαν, τί ἐξεπλάγησαν· εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ' ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν, Μαρία, τότε αὐτὸν ἐπέγνω. Οὕτως οὐκ ὄψεως ἦν, ἀλλὰ φωνῆς ἡ ἐπίγνωσις. Εἰ δὲ λέγοιεν, Πόθεν δῆλον, ὅτι οἱ ἄγγελοι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἐπεστράφη ἡ γυνή; καὶ ἐνταῦθα ἐροῦσι, Πόθεν δῆλον, ὅτι ἥψατο αὐτοῦ, καὶ προσέπεσεν; Ἀλλ' ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, Μή μου ἅπτου· οὕτω κἀκεῖνο, ἀπὸ τοῦ εἰπεῖν, ὅτι ἐστράφη. Τίνος δὲ ἕνεκεν εἶπε, Μή μου ἅπτου; Τινές φασιν, ὅτι χάριν αἰτεῖ πνευματικὴν, ἀκούσασα μετὰ τῶν μαθητῶν λέγοντος· Ἐὰν πορευθῶ πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον.

βʹ. Καὶ πῶς ἡ μὴ παροῦσα μετὰ τῶν μαθητῶν, ταῦτα ἤκουσε; Ἄλλως δὲ, καὶ πόῤῥω τῆς διανοίας ταύτης ἡ τοιαύτη φαντασία. Πῶς δὲ αἰτεῖ, οὐδέπω πρὸς τὸν Πατέρα ἀπελθόντος; Τί οὖν; ∆οκεῖ μοι βούλεσθαι αὐτὴν ἔτι συνεῖναι αὐτῷ, ὥσπερ τότε, καὶ ἀπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, εἰ καὶ πολλῷ βελτίων ἐγεγόνει κατὰ σάρκα. Ταύτης γοῦν ἀπάγων αὐτὴν τῆς ἐννοίας, καὶ τοῦ μετὰ πολλῆς αὐτῷ ἀδείας διαλέγεσθαι (οὐδὲ γὰρ τοῖς μαθηταῖς φαίνεται λοιπὸν ἐπιχωριάζων ὁμοίως), ἀνάγει αὐτῆς τὴν διάνοιαν, ὥστε αἰδεσιμώτερον αὐτῷ προσέχειν. Τὸ μὲν οὖν εἰπεῖν, Μὴ πρόσιθί μοι, καθάπερ καὶ πρότερον· οὐ γὰρ ἐν τοῖς αὐτοῖς τὰ πράγματα, οὐδὲ ὁμοίως μέλλω συνεῖναι λοιπὸν ὑμῖν· πρόσαντες ἦν καὶ κόμπον ἔχον· τὸ δὲ εἰπεῖν, Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα, εἰ καὶ ἀνεπαχθὲς, τὸ αὐτὸ δηλοῦντος ἦν. Εἰπὼν γὰρ, ὅτι Οὔπω ἀναβέβηκα, ἐμφαίνει, ὅτι ἐκεῖ σπεύδει καὶ ἐπείγεται· τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας ἧς καὶ πρὸ τούτου Καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· Πορεύου, εἰπὲ τοῖς ἀδελφοῖς, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Καίτοι οὐκ ἔμελλε εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας. Πῶς οὖν τοῦτό φησιν; Ἀναστῆσαι βουλόμενος αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀπέρχεται. Τὸ δὲ, Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, τῆς οἰκονομίας ἐστὶ, ἐπεὶ καὶ τὸ ἀναβῆναι τῆς σαρκός ἐστι. Πρὸς γὰρ τὴν οὐδὲν μέγα φανταζομένην ταῦτα φθέγγεται. Ἑτέρως οὖν αὐτοῦ Πατὴρ, καὶ ἑτέρως ἡμῶν; Πάνυ μὲν οὖν. Εἰ γὰρ τῶν δικαίων ἑτέρως Θεὸς καὶ τῶν ἄλλων ἀνθρώπων, πολλῷ μᾶλλον τοῦ Υἱοῦ καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, Εἰπὲ τοῖς ἀδελφοῖς, ἵνα μὴ ἀπὸ τούτου ἴσον τι φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον. Αὐτὸς μὲν γὰρ ἔμελλε καθιεῖσθαι ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, οὗτοι δὲ παρεστάναι. Ὥστε εἰ καὶ κατὰ τὴν οὐσίαν τὴν ἐν σαρκὶ ἀδελφὸς ἡμῶν ἐγένετο, ἀλλὰ τῇ τιμῇ πολὺ διενήνοχε, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅσον. Αὕτη μὲν οὖν ἀπέρχεται ταῦτα ἀπαγγέλλουσα τοῖς μαθηταῖς. Τοσοῦτόν ἐστι προσεδρία καὶ καρτερία καλόν. Ἐκεῖνοι δὲ πῶς λοιπὸν οὐκ ἤλγησαν μέλλοντος ἀπιέναι, οὐδὲ ἐφθέγξαντο οἷα καὶ πρότερον; Τότε μὲν οὖν ὡς τεθνηξομένου, τοῦτο ἔπασχον· νῦν δὲ, ἀναστάντος, τίνος ἕνεκεν ἔμελλον ἀλγεῖν; Ἀπήγγειλε δὲ καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς παραμυθήσασθαι. Ἐπειδὴ οὖν εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ἢ διαπιστεῖν τῇ γυναικὶ, ἢ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι γε ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ αὐτοῖς φαίνεσθαι· ἵν' οὖν μὴ ταῦτα στρέφοντες ἀλύωσιν, οὐδὲ ἡμέραν μίαν ἀφῆκε διελθεῖν, ἀλλ' εἰς ἐπιθυμίαν αὐτοὺς ἀγαγὼν τῷ τε ἤδη εἰδέναι ἐγηγέρθαι αὐτὸν, τῷ τε παρὰ τῆς γυναικὸς ἀκοῦσαι, διψῶσιν αὐτοῖς ἰδεῖν καὶ περιφόβοις οὖσιν (ὃ καὶ αὐτὸ μάλιστα τὸν πόθον ἐποίει πλείονα), τότε ὀψίας γενομένης, ἐφίστατο, καὶ μετὰ πολλοῦ τοῦ θαύματος. Καὶ τί δήποτε ἑσπέρας ἐφάνη; Ὅτι τότε μάλιστα εἰκὸς ἦν αὐτοὺς εἶναι περιδεεῖς. Ἀλλὰ τὸ θαυμαστὸν, πῶς φάντασμα αὐτὸν οὐκ ἐνόμισαν; καὶ γὰρ κεκλεισμένων εἰσῆλθε τῶν θυρῶν, καὶ ἀθρόον. Μάλιστα μὲν καὶ ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο· ἄλλως δὲ, καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπέδειξεν. Ἡμέρας δὲ οὐκ ἐπέστη μὲν, ὡς συλλεγῆναι ἅπαντας ὁμοῦ· πολλὴ γὰρ ἦν ἡ ἔκπληξις. Οὐδὲ γὰρ τὴν θύραν ἐπάταξεν, ἀλλ' ἀθρόον ἔστη μέσος, καὶ ἐπέδειξε τὴν πλευρὰν καὶ τὰς χεῖρας. Ἅμα δὲ καὶ τῇ φωνῇ κατεστόρεσε κυμαίνοντα τὸν λογισμὸν, εἰπών· Εἰρήνη ὑμῖν· τουτέστι, Μὴ θορυβεῖσθε· καὶ ῥήματος ἀναμνήσας, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· καὶ πάλιν, Ἐν ἐμοὶ εἰρήνην ἔχετε, ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἐχάρησαν δὲ οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Ὁρᾷς ἐπὶ τῶν ἔργων τοὺς λόγους ἐκβαίνοντας; Ὃ γὰρ ἔλεγε πρὸ τοῦ σταυροῦ, ὅτι Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν, τοῦτο νῦν ἔργῳ ἐπλήρωσεν. Ἅπαντα δὲ ταῦτα ἐνῆγεν αὐτοὺς εἰς πίστιν ἀκριβεστάτην. Ἐπειδὴ γὰρ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, συνεχῶς ἐπιλέγει τὸ, Εἰρήνη ὑμῖν, ἀντίῤῥοπον διδοὺς τοῦ πολέμου τὴν παραμυθίαν.

γʹ. Τοῦτο γοῦν πρῶτον μετὰ τὴν ἀνάστασιν εἶπε τὸ ῥῆμα (διὸ καὶ Παῦλος πανταχοῦ φησι, Χάρις ὑμῖν καὶ εἰρήνη)· ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται, διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην χαράν. Καταλλήλως μὲν οὖν τοῖς ἀνδράσι, διὰ τὸν πόλεμον, εἰρήνην· ταῖς δὲ γυναιξὶ, διὰ τὴν λύπην, εὐαγγελίζεται χαράν. Πάντα δὲ καταλύσας τὰ λυπηρὰ, ἐπιλέγει τὰ κατορθώματα τοῦ σταυροῦ· ταῦτα δὲ ἦν ἡ εἰρήνη. Ἐπεὶ οὖν ἅπαντα ἀνῄρηται τὰ κωλύματα, καὶ τὴν νίκην κατέστησε λαμπρὰν, καὶ κατώρθωται πάντα· εἶτα λοιπόν φησι· Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Οὐδεμίαν ἔχετε δυσκολίαν ἀπό τε τῶν ἤδη γεγενημένων, ἀπό τε τῆς ἀξίας ἐμοῦ τοῦ πέμποντος. Ἐνταῦθα ἐπαίρει αὐτῶν τὴν ψυχὴν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴ γε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Καὶ οὐκέτι παράκλησις πρὸς τὸν Πατέρα γίνεται, ἀλλ' αὐθεντίᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Ἐνεφύσησε γὰρ, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Ὧν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν κρατῆτε, κεκράτηνται. Καθάπερ γάρ τις βασιλεὺς ἄρχοντας ἀποστέλλων, ἐξουσίαν εἰς δεσμωτήριον καὶ ἐμβαλεῖν, καὶ ἀφιέναι δίδωσιν· οὕτω καὶ τούτους ἐκπέμπων, ταύτῃ περιβάλλει τῇ δυνάμει. Πῶς οὖν φησιν· Ἐὰν μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ, καὶ δὴ τὸ Πνεῦμα δίδωσι; Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ' ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν δι' ἐμφυσήματος κατέστησεν. Εἰ γὰρ ἄγγελον ἰδὼν ὁ ∆ανιὴλ ἐξέστη, τί τὴν ἀπόῤῥητον χάριν ἐκείνην δεχόμενοι οὐκ ἂν ἔπαθον, εἰ μὴ μαθητὰς αὐτοὺς πρότερον κατεσκεύασε; ∆ιὰ τοῦτο οὐκ εἶπε, φησὶν, Ἐλάβετε Πνεῦμα ἅγιον· ἀλλὰ, Λάβετε Πνεῦμα ἅγιον. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν· ἀλλ' οὐχ ὥστε νεκροὺς ἐγείρειν καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφεῖναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. ∆ιὸ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσιν. Ἐκεῖ δὲ μετὰ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἔλαβον ἐνέργειαν· διό φησι· Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ· μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο. Καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Τοῦτο δὲ γίνεται, ἵνα μάθῃς, ὅτι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μία ἡ δωρεὰ καὶ ἐξουσία. Ἃ γὰρ δοκεῖ ἰδιάζοντα εἶναι τοῦ Πατρὸς, ταῦτα καὶ τοῦ Υἱοῦ εἶναι φαίνεται, καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς οὖν οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, φησὶν, Ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν; Ἀλλὰτοῦτο δείκνυται τοῦ Υἱοῦ ὄν. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδός· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ὅρα δὲ αὐτὸ καὶ τοῦ Πνεύματος ὄν. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν Χριστὸν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ πάλιν, τοὺς ἀποστόλους ποτὲ μὲν ὑπὸ τοῦ Πατρὸς, ποτὲ δὲ ὑπὸ τοῦ Υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος δεδόσθαι τῇ Ἐκκλησίᾳ, καὶ τὰς διαιρέσεις τῶν χαρισμάτων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁρῶμεν οὔσας.

δʹ. Πάντα τοίνυν πράττωμεν ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς, καὶ τοὺς ἐγκεχειρισμένους τὴν ἐνέργειαν μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς. Μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διάθῃ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς, κἂν τὸν οἰκεῖον καλῶς οἰκονομήσῃ βίον, τὸν δὲ σὸν ἤτοι ἁπάντων τῶν περὶ αὐτὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισιν· καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, ἂν μὴ πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτοῖς εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν· καὶ οὐχ ἁπλῶς, ἀλλ' Ὡς λόγον ἀποδώσοντες. ∆ιὸ τῆς πολλῆς δεῖ θεραπείας αὐτοὺς ἀπολαύειν. Ἐὰν δὲ ἐπεμβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, καὶ οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἐν εὐθυμίᾳ διάγει ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ, λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, ταλαιπωρῆται, οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβάλλει κακοῖς. Οὕτω καὶ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν τιμῆς, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσεται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλλητε, τὰς χεῖρας ἐκλύσαντες εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ. Τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. ∆ιὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δικαζόντων αὐτούς; Ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλεύοντος, κἂν ὁστισοῦν ὁ λαβὼν ᾖ τὴν ἀρχήν. Εἶτα ἂν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος φόβος· τοῦ δὲ Θεοῦ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον, καὶ λοιδοροῦμεν, καὶ μυρίοις ὀνείδεσι πλύνομεν, καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν. Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν μὴ βλέπωμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα ὅτι καὶ χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλὰ καὶ σφόδρα ἐλεῶν καὶ δακρύων· οὐ μὴν διὰ τοῦτό φημι δίκαιον εἶναι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, καὶ μάλιστα τῶν πάνυ ἀφελεστέρων. Κἂν γὰρ ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ, σὺ δὲ, ἂν σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους· πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, εἰ καὶ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος· ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνου ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; Οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ· ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν ἑτέρου κακίαν εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμήν· ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ τοῦ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΠΖʹ. Θωμᾶς δὲ εἷς τῶν δώδεκα, ὁ λεγόμενος ∆ίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν· «Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω,» καὶ τὰ ἑξῆς.

αʹ. Ὥσπερ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν, εὐκολίας ἐστίν· οὕτω τὸ πέρα τοῦ μέτρου περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, παχυτάτης διανοίας. ∆ιὰ τοῦτο καὶ ὁ Θωμᾶς ἐγκαλεῖται. Τοῖς γὰρ ἀποστόλοις εἰρηκόσιν, ὅτι Ἑωράκαμεν τὸν Κύριον, οὐκ ἐπίστευσεν, οὐ τοσοῦτον ἐκείνοις ἀπιστῶν, ὅσον τὸ πρᾶγμα ἡγούμενος ἀδύνατον εἶναι· τουτέστιν, τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οὐ πιστεύω ὑμῖν, ἀλλ', Ἐὰν μὴ βάλω τὴν χεῖρά μου, οὐ πιστεύσω. Πῶς οὖν, πάντων συνηγμένων, οὗτος ἀπελιμπάνετο μόνος; Εἰκὸς ἦν ἀπὸ τῆς διασπορᾶς τῆς ἤδη γενομένης μηδέπω καὶ τότε αὐτὸν ἐπανελθεῖν. Σὺ δὲ ὅταν ἴδῃς [αὐτὸν] ἀπιστοῦντα τὸν μαθητὴν, ἐννόησον τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν, πῶς καὶ ὑπὲρ μιᾶς ψυχῆς δείκνυσιν ἑαυτὸν τραύματα ἔχοντα, καὶ παραγίνεται ἵνα διασώσῃ καὶ τὸν ἕνα, καίτοι τῶν ἄλλων παχύτερον ὄντα. ∆ιὸ τὴν διὰ τῆς αἰσθήσεως τῆς παχυτάτης ἐζήτει πίστιν, καὶ οὐδὲ τοῖς ὀφθαλμοῖς ἐπίστευεν. Οὐ γὰρ εἶπεν, Ἂν μὴ ἴδω· ἀλλ', Ἐὰν μὴ ψηλαφήσω, φησὶ, μή πως φαντασία τὸ ὁρώμενον ᾖ. Καὶ μὴν οἱ μαθηταὶ ταῦτα ἀπαγγέλλοντες ἀξιόπιστοι τότε ἦσαν, καὶ αὐτὸς ὑπισχνούμενος· ἀλλ' ὅμως, ἐπειδὴ πλέον ἐζήτησεν, οὐδὲ τούτων αὐτὸν ἀπεστέρησεν ὁ Χριστός. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτῷ φαίνεται, ἀλλὰ μετὰ ἡμέρας ὀκτώ; Ὥστε μεταξὺ κατηχούμενον αὐτὸν ὑπὸ τῶν μαθητῶν, καὶ τὸ αὐτὸ ἀκούοντα, καὶ εἰς πλείονα ἐκκαῆναι πόθον, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι. Πόθεν δὲ ᾔδει ὅτι καὶ ἡ πλευρὰ ἠνεῴχθη; Παρὰ τῶν μαθητῶν ἀκούσας. Πῶς οὖν τὸ μὲν ἐπίστευσε, τὸ δὲ οὐκ ἐπίστευσεν; Ὅτι τοῦτο πολὺ παράδοξον καὶ θαυμαστὸν ἦν. Σκόπει δέ μοι τὸ φιλάληθες τῶν ἀποστόλων, πῶς τὰ ἐλαττώματα οὐ κρύπτουσιν, οὔτε τὰ ἑαυτῶν, οὔτε τὰ ἑτέρων, ἀλλὰ μετὰ πολλῆς αὐτὰ ἀναγράφουσι τῆς ἀληθείας. Ἐφίσταται δὲ πάλιν ὁ Ἰησοῦς, καὶ οὐ περιμένει παρ' ἐκείνου ἀξιωθῆναι, οὐδὲ ἀκοῦσαί τι τοιοῦτον, ἀλλὰ μηδὲν εἰπόντος, αὐτὸς προλαβὼν, ἅπερ ἐπεθύμει, πληροῖ, δεικνὺς ὅτι καὶ, ἡνίκα ταῦτα ἐφθέγγετο πρὸς τοὺς μαθητὰς, παρῆν. Καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῖς, καὶ σφόδρα ἐπιτιμητικῶς, καὶ εἰς τὸ ἑξῆς παιδευτικῶς. Εἰπὼν γὰρ, Φέρε τὸν δάκτυλόν σου, καὶ ἴδε τὰς χεῖράς μου, καὶ βάλε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου· ἐπήγαγε, Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ὁρᾷς ὅτι ἀπιστίας ἦν ἡ ἀμφιβολία; ἀλλὰ πρὶν ἢ τὸ Πνεῦμα λαβεῖν· μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλ' ἀπηρτισμένοι λοιπὸν ἦσαν. Οὐ ταύτῃ δὲ μόνον ἐπετίμησεν, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐκεῖνος ἀνέπνευσε πληροφορηθεὶς, καὶ ἀνεβόησεν, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, λέγει· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Τοῦτο γάρ ἐστι πίστεως, τὸ τὰ μὴ ὁρώμενα δέξασθαι. Ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐνταῦθα δὲ οὐ τοὺς μαθητὰς μακαρίζει μόνους, ἀλλὰ καὶ τοὺς μετ' ἐκείνους πιστεύσοντας. Καίτοι, φησὶν, οἱ μαθηταὶ εἶδον, καὶ ἐπίστευσαν. Ἀλλ' οὐδὲν τοιοῦτον ἐζήτησαν, ἀλλ' ἀπὸ τῶν σουδαρίων εὐθέως τὸν περὶ ἀναστάσεως ἐδέξαντο λόγον, καὶ πρὶν ἢ τὸ σῶμα θεάσασθαι, τὴν πίστιν ἐπεδείξαντο πᾶσαν. Ὅταν οὖν λέγῃ τις νυνὶ, Ἐβουλόμην κατὰ τοὺς καιροὺς ἐκείνους εἶναι, καὶ ὁρᾷν τὸν Χριστὸν θαυματουργοῦντα, ἐννοείτω, ὅτι Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ἄξιον δὲ διαπορῆσαι πῶς σῶμα ἄφθαρτον τύπους ἐδείκνυτο τῶν ἥλων, καὶ ἁπτὸν ἦν θνητῇ χειρί. Ἀλλὰ μὴ θορυβηθῇς· συγκαταβάσεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον, ὡς κεκλεισμένων εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλλακτο· ἀλλ' ὥστε πιστευθῆναι τὴν ἀνάστασιν, τοῦτο δείκνυται, καὶ ὥστε μαθεῖν, ὅτι αὐτὸς ἦν ὁ σταυρωθεὶς, καὶ οὐκ ἄλλος ἀντ' αὐτοῦ ἀνέστη. ∆ιὰ τοῦτο ἀνέστη ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο. Οἱ γοῦν ἀπόστολοι τοῦτο ἄνω καὶ κάτω σημεῖον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· Οἵτινες συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν. Ὥσπερ οὖν ἐπὶ τῶν κυμάτων περιπατοῦντα θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλὰ τῆς ἡμετέρας· οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸν ὁρῶντες τοὺς τύπους ἔχοντα, οὐκ ἐροῦμεν αὐτὸν φθαρτὸν εἶναι λοιπόν. ∆ιὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐπεδείκνυτο. Πολλὰ δὲ καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς. Ἐπειδὴ γὰρ ἐλάττονα τῶν ἄλλων οὗτος εἶπεν ὁ εὐαγγελιστὴς, λέγει ὅτι οὐδὲ οἱ λοιποὶ πάντες πάντα εἶπον, ἀλλ' ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύσασθαι τοὺς ἀκούοντας. Ἐπεὶ Εἰ πάντα, φησὶν, ἐγέγραπτο, οὐδὲ τὸν κόσμον οἶμαι χωρῆσαι τὰ βιβλία. βʹ. Ὅθεν δῆλον ὅτι οὐ φιλοτιμίας ἕνεκεν, ἅπερ ἔγραψαν, εἶπον, ἀλλὰ τοῦ χρησίμου μόνον. Οἱ γὰρ τὰ πλείονα ἀφέντες, πῶς ἂν ταῦτα διὰ φιλοτιμίαν ἔγραψαν; Τίνος οὖν ἕνεκεν οὐ πάντα ἐπῆλθον; Μάλιστα μὲν διὰ τὸ πλῆθος· ἔπειτα δὲ κἀκεῖνο ἐνενόουν, ὅτι ὁ μὴ πιστεύσας τοῖς εἰρημένοις, οὐδὲ τοῖς πλείοσι προσέξει· ὁ δὲ ταῦτα δεξάμενος, οὐδὲν δεήσεται ἑτέρου εἰς τὸν τῆς πίστεως λόγον. Ἐμοὶ δὲ ἐνταῦθα τέως δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα· διό φησιν· Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. Ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἔδει γενέσθαι πολλὰ, ἵνα πιστεύσωσιν ὅτι Υἱός ἐστι Θεοῦ· οὕτω καὶ μετὰ τὴν ἀνάστασιν, ἵνα καταδέξωνται ὅτι ἀνέστη. ∆ιὰ τοῦτο καὶ προσέθηκεν, Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἐπειδὴ μόνος αὐτοῖς συνεγένετο μετὰ τὴν ἀνάστασιν. ∆ιὸ καὶ ἔλεγεν· Ὁ κόσμος οὐκέτι με θεωρεῖ. Εἶτα ἵνα μάθῃς ὅτι τῶν μαθητῶν ἕνεκεν μόνον ἐγίνετο τὰ γινόμενα, ἐπήγαγεν· Ἵνα καὶ πιστεύσαντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ, κοινῇ πρὸς τὴν φύσιν διαλεγόμενος, καὶ δηλῶν, ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ' ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενος. Ἐν τῷ ὀνόματι αὐτοῦ· τουτέστι δι' αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ἡ ζωή. Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Ὁρᾷς ὅτι οὐ συνεχῶς αὐτοῖς ἐπιχωριάζει, οὐδ' ὥσπερ ἔμπροσθεν; Ἐφάνη γοῦν τῇ ἑσπέρᾳ, καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας πάλιν ἅπαξ, καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης, καὶ πάλιν μετὰ πολλοῦ τοῦ φόβου. Τί δέ ἐστι τὸ, Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον, ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκατέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. Τίνος δὲ ἕνεκεν ἐμνήσθη τοῦ τόπου; ∆εικνὺς ὅτι τὸ πλέον ἀφεῖλε τοῦ δέους, ὡς λοιπὸν αὐτοὺς καὶ προκύπτειν τῆς οἰκίας, καὶ πανταχοῦ περιιέναι. Οὐκέτι γὰρ ἐπὶ τῆς οἰκίας συγκεκλεισμένοι ἦσαν, ἀλλ' ἐπὶ τὴν Γαλιλαίαν ᾔεσαν, τὸν κίνδυνον ἐκκλίνοντες τῶν Ἰουδαίων. Ἔρχεται τοίνυν ὁ Σίμων ἁλιεῦσαι. Ἐπειδὴ γὰρ οὔτε αὐτὸς αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα δοθὲν ἦν, οὔτ' ἔτι ἐγκεχειρισμένοι τότε ἐτύγχανον, οὐδὲν ἔχοντες πράττειν, τὴν τέχνην μετῄεσαν. Καὶ ἦσαν Σίμων ὁμοῦ καὶ Θωμᾶς καὶ Ναθαναὴλ ὁ ὑπὸ τοῦ Φιλίππου κληθεὶς, καὶ οἱ υἱοὶ Ζεβεδαίου, καὶ ἄλλοι δύο. Οὐδὲν οὖν ἔχοντες πράττειν ἐπὶ τὴν ἁλείαν ᾔεσαν, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ ἐποίουν, διὰ τὸ περιδεεῖς εἶναι. Τοῦτο καὶ ὁ Λουκᾶς φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο ἐκεῖνο, ἀλλ' ἕτερον. Οἱ δὲ ἄλλοι μαθηταὶ εἵποντο διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις, καὶ ἅμα βουλόμενοι θεάσασθαι τὴν ἁλείαν καὶ τὴν σχολὴν εὖ θέσθαι. Κάμνουσι τοίνυν, καὶ ταλαιπωρουμένοις ἐφίσταται ὁ Ἰησοῦς, καὶ οὐκ εὐθέως ἑαυτὸν δείκνυσιν, ὥστε καὶ εἰς διάλεξιν ἐλθεῖν. Λέγει οὖν αὐτοῖς· Μή τι προσφάγιον ἔχετε; Τέως ἀνθρωπινώτερον διαλέγεται, ὡς μέλλων τι ὠνεῖσθαι παρ' αὐτῶν. Ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, ἐκέλευσε βαλεῖν εἰς τὰ δεξιά· καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας. Ὡς δὲ ἐπέγνωσαν αὐτὸν, πάλιν τὰ ἰδιώματα τῶν οἰκείων ἐπιδείκνυνται τρόπων οἱ μαθηταὶ, Πέτρος καὶ Ἰωάννης. Ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν· καὶ ὁ μὲν ὀξύτερος ἦν, ὁ δὲ διορατικώτερος. ∆ιὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτόν· καὶ γὰρ οὐ τὰ τυχόντα γενόμενα ἦν σημεῖα. Τίνα δὲ ἦν τὰ γινόμενα; Πρῶτον μὲν, τὸ πολλοὺς συλληφθῆναι τοὺς ἰχθύας· ἔπειτα, τὸ μὴ σχισθῆναι τὸ δίκτυον· εἶτα, τὸ, πρὶν ἐπιβῆναι, εὑρεθῆναι τοὺς ἄνθρακας, καὶ τὸν ἰχθὺν ἐπικείμενον καὶ ἄρτον. Οὐκέτι γὰρ ἐξ ὕλης ὑποκειμένης ἐποίει, ὥσπερ διά τινα οἰκονομίαν ἐποίει πρὸ τοῦ σταυροῦ. Ὡς οὖν ἐπέγνω αὐτὸν, πάντα ἔῤῥιψε, καὶ τοὺς ἰχθῦς καὶ τὰ δίκτυα, καὶ διεζώσατο ὁ Πέτρος. Ὁρᾷς καὶ τὴν αἰδῶ καὶ τὸν πόθον; Καίτοι ἀπὸ διακοσίων πηχῶν ἦσαν· ἀλλ' οὐδὲ οὕτως ἐκαρτέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο. Τί οὖν ὁ Ἰησοῦς; ∆εῦτε, φησὶν, ἀριστήσατε. Καὶ οὐδεὶς ἐτόλμα ἐρωτῆσαι αὐτόν. Οὐκέτι γὰρ τὴν αὐτὴν παῤῥησίαν εἶχον, οὐδὲ ὁμοίως ἐθάῤῥουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγου λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς ἐκαθέζοντο προσέχοντες πρὸς αὐτόν. Ἤδεισαν μὲν γὰρ ὅτι ὁ Κύριός ἐστι. Καὶ διὰ τοῦτο οὐκ ἠρώτων, Τίς εἶ; τὴν δὲ μορφὴν ἀλλοιοτέραν ὁρῶντες, καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντό τι περὶ αὐτῆς ἐρωτᾷν· ἀλλὰ τὸ δέος, καὶ τὸ εἰδέναι αὐτοὺς, ὅτι οὐχ ἕτερός τις ἦν, ἀλλ' αὐτὸς, ἐπεῖχον τὴν ἐρώτησιν, καὶ μόνον ἤσθιον, ἅπερ αὐτοῖς ἐδημιούργησε μετὰ πλείονος ἐξουσίας. Ἐνταῦθα δὲ οὐκέτι ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδὲ τὰ ἀνθρώπινα ἐκεῖνα ποιεῖ, δεικνὺς ὅτι κἀκεῖνα συγκαταβάσεως ἕνεκεν ἐγένετο. Ὅτι δὲ οὐδὲ συνεχῶς ἐπεχωρίαζεν, οὐδὲ ὁμοίως, λέγει, ὅτι Τρίτον τοῦτο ἐφάνη αὐτοῖς, ὅτε ἠγέρθη ἐκ νεκρῶν. Καὶ κελεύει ἐκ τῶν ὀψαρίων ἐνεγκεῖν, δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα. Ἀλλ' ἐνταῦθα μὲν οὐ λέγει, ὅτι ἔφαγε μετ' αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτόν φησιν, ὅτι Συναλιζόμενος αὐτοῖς ἦν. Τὸ δὲ πῶς, οὐκ ἡ μέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γινομένης. γʹ. Τάχα ταῦτα ἀκούοντες διεθερμάνθητε, καὶ τοὺς συνόντας αὐτῷ τότε ἐμακαρίσατε, καὶ τοὺς μέλλοντας συνέσεσθαι κατὰ τὴν ἡμέραν τῆς κοινῆς ἀναστάσεως. Οὐκοῦν ἅπαντα πράττωμεν, ὥστε τὸ πρόσωπον ἐκεῖνο τὸ θαυμαστὸν ἰδεῖν. Εἰ γὰρ νῦν ἀκούοντες οὕτως ἐκκαιόμεθα καὶ ἐπιθυμοῦμεν κατ' ἐκείνας γενέσθαι τὰς ἡμέρας, ἃς ἐπὶ τῆς γῆς διέτριβε, καὶ φωνῆς ἀκοῦσαι, καὶ ὄψιν ἰδεῖν, καὶ προσελθεῖν, καὶ ἅψασθαι, καὶ διακονῆσαι· ἐννόησον ἡλίκον αὐτόν ἐστιν ἰδεῖν οὐκέτι ἐν θνητῷ σώματι, οὐδὲ ἀνθρώπινα ποιοῦντα, ἀλλ' ὑπὸ ἀγγέλων δορυφορούμενον, ἐν ἀκηράτῳ καὶ αὐτοὺς ὄντας, καὶ ἐκεῖνον βλέποντας, καὶ τῆς ἄλλης εὐημερίας ἀπολαύοντας τῆς πάντα νικώσης λόγον. ∆ιὸ δὴ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μὴ τῆς τοσαύτης ἐκπεσεῖν δόξης. Οὐδὲν γὰρ δύσκολον, ἐὰν θέλωμεν, οὐδὲν φορτικὸν, ἐὰν προσέχωμεν. Εἰ γὰρ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τί οὖν ἐστι, Ὑπομένομεν; Εἰ τὰς θλίψεις φέρομεν, εἰ τοὺς διωγμοὺς, εἰ τὴν στενὴν βαδίζομεν ὁδόν. Ἡ γὰρ στενὴ τῇ φύσει μὲν ἔστιν ἐπίμοχθος, τῇ προαιρέσει δὲ τῇ ἡ μετέρᾳ κούφη γίνεται, τῇ τῶν μελλόντων ἐλπίδι. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Μεταστήσωμεν τοίνυν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, καὶ διαπαντὸς ἐκεῖνα φανταζώμεθα, καὶ βλέπωμεν. Ἂν γὰρ ἐν ἐκείνοις ἀεὶ διατρίβωμεν, οὐ πρὸς τὰ ἡδέα τὰ ἐνταῦθα πεισόμεθά τι, οὐ τὰ λυπηρὰ βαρέως οἴσομεν· ἀλλὰ καὶ τούτων καὶ τῶν ὁμοίων καταγελασόμεθα, καὶ οὐδὲν ἡμᾶς οὔτε δουλῶσαι, οὔτε ἐπᾶραι δυνήσεται, μόνον ἂν τὸν πόθον ἐκεῖ τείνωμεν, ἂν πρὸς τὴν ἀγάπην ἐκείνην βλέπωμεν. Καὶ τί λέγω, οὐκ ἀλγήσομεν τοῖς παροῦσι δεινοῖς; Οὔτε γὰρ ὁρᾷν δόξομεν αὐτὰ λοιπόν. Τοιοῦτον γάρ ἐστιν ὁ ἔρως. Τοὺς γοῦν μὴ συμπαρόντας ἡμῖν, ἀλλ' ἀπόντας, ποθουμένους δὲ, καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν. Μεγάλη γὰρ τῆς ἀγάπης ἡ τυραννίς· πάντων ἀφίστησι, καὶ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν ψυχήν. Ἂν οὕτω τὸν Χριστὸν ἀγαπήσωμεν, πάντα τὰ ἐνταῦθα σκιὰ, πάντα εἰκὼν φανεῖται καὶ ὄναρ. Ἐροῦμεν καὶ ἡμεῖς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία; Οὐκ εἶπε, χρήματα, ἢ πλοῦτος, ἢ κάλλος (ταῦτα γὰρ σφόδρα εὐτελῆ καὶ καταγέλαστα)· ἀλλὰ τὰ δοκοῦντα εἶναι βαρέα τέθεικε, λιμοὺς, διωγμοὺς, θανάτους. Εἶτα ἐκεῖνος μὲν ὡς οὐδὲν ὄντα καὶ ταῦτα διέπτυσεν· ἡμεῖς δὲ διὰ χρήματα χωριζόμεθα τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τοῦ φωτὸς ἀποσχιζόμεθα. Καὶ Παῦλος μὲν οὐ θάνατον, οὐδὲ ζωὴν, οὐδὲ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσιν ἑτέραν προτιμᾷ τῆς εἰς αὐτὸν ἀγάπης· ἡμεῖς δὲ χρυσίον ὀλίγον ἂν ἴδωμεν, ἐκκαιόμεθα καὶ τοὺς αὐτοῦ πατοῦμεν νόμους. Εἰ δὲ οὐκ ἀνεκτὰ ταῦτα λεγόμενα, πολλῷ μᾶλλον ἐκεῖνα μὴ γινόμενα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἀκούοντες μὲν φρίττομεν, πράττοντες δὲ οὐ φρίττομεν, ἀλλὰ καὶ ὄμνυμεν εὐκόλως, καὶ ἐπιορκοῦμεν, καὶ ἁρπάζομεν, καὶ τόκους ἀπαιτοῦμεν, καὶ σωφροσύνης ἀμελοῦμεν, καὶ εὐχῆς ἀκριβεστάτης ἀφεστήκαμεν, καὶ τὰ πλείονα παραβαίνομεν τῶν ἐπιταγμάτων, καὶ χρημάτων ἕνεκεν τῶν μελῶν τῶν ἡμετέρων οὐδένα ποιούμεθα λόγον. Ὁ γὰρ χρημάτων ἐρῶν, μυρία τὸν πλησίον διαθήσει κακὰ, καὶ ἑαυτὸν μετ' ἐκείνου. Καὶ γὰρ ὀργιεῖται ῥᾳδίως, καὶ λοιδορήσεται, καὶ μωρὸν καλέσει, καὶ ὀμεῖται, καὶ ἐπιορκήσει, καὶ οὐδὲ τοῦ παλαιοῦ τὰ μέτρα διατηρεῖ νόμου· οὐ γὰρ ἀγαπήσει τὸν πλησίον ὁ τὸ χρυσίον ἀγαπῶν. Καίτοι γε καὶ ἡμεῖς καὶ τοὺς ἐχθροὺς κελευόμεθα διὰ τὴν βασιλείαν φιλεῖν. Εἰ γὰρ τὰ παλαιὰ ἐπιτάγματα πληροῦντες, οὐ δυνησόμεθα ἐπιβῆναι τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλέον ἐκείνων· οἱ καὶ ἐκεῖνα παραβαίνοντες, τίνος τευξόμεθα ἀπολογίας; Ὁ χρημάτων ἐρῶν, οὐ μόνον ἐχθροὺς οὐκ ἀγαπήσει, ἀλλὰ καὶ φίλοις ὡς ἐχθροῖς χρήσεται. δʹ. Καὶ τί λέγω φίλους; Καὶ γὰρ αὐτὴν πολλάκις τὴν φύσιν ἠγνόησαν οἱ χρημάτων ἐρῶντες. Ὁ τοιοῦτος, οὐ συγγένειαν οἶδε, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινὰ, ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ πρὸ τῶν ἄλλων πάντων πρὸς ἑαυτόν· οὐ μόνον τῷ ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι, καὶ μόχθοις, καὶ λύπαις. Καὶ γὰρ ἀποδημίας, καὶ ἀπεχθείας, καὶ κινδύνους, καὶ ἐπιβουλὰς, καὶ πᾶν ὁτιοῦν ὑποστήσεται, μόνον ἵνα τὴν ῥίζαν τῶν κακῶν ἔχῃ παρ' ἑαυτῷ, καὶ πολὺ ἀριθμῇ χρυσίον. Τί τοίνυν γένοιτ' ἂν τῆς νόσου ταύτης χαλεπώτερον; Καὶ γὰρ καὶ τρυφῆς καὶ ἡδονῆς ἁπάσης ἐστέρηται, δι' ἣν πολλὰ ἁμαρτάνουσιν ἄνθρωποι, καὶ δόξης καὶ τιμῆς· Ὁ γὰρ χρημάτων ἐρῶν, καὶ ὑποπτεύει μυρίους, καὶ κατηγόρους ἔχει πολλοὺς, καὶ τοὺς βασκαίνοντας, καὶ τοὺς διαβάλλοντας, καὶ τοὺς ἐπιβουλεύοντας. Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν, ἅτε κακῶς παθόντες· οἱ δὲ μηδέπω παθόντες, δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες τοῖς πεπονθόσιν, ἐπιδείκνυνται πόλεμον τὸν αὐτόν· οἱ δὲ μείζους καὶ δυνατώτεροι, δακνόμενοι καὶ ἀγανακτοῦντες ὑπὲρ τῶν ταπεινοτέρων, ἔτι δὲ καὶ βασκαίνοντες, ὁμοίως εἰσὶν ἐχθροὶ καὶ μισοῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Ὅταν γὰρ καὶ τὸν Θεὸν ἐκπεπολεμωμένον ἔχῃ τις, τίς αὐτῷ λοιπὸν ἐλπὶς ἔσται; ποία παραμυθία; τίς παραψυχή; Ὁ χρημάτων ἐρῶν, οὐ χρῆσθαι αὐτοῖς δυνήσεταί ποτε, ἀλλὰ δοῦλος ἔσται καὶ φύλαξ, οὐ δεσπότης. Πλείονα γὰρ ἀεὶ ποιεῖν σπουδάζων, οὐδαμοῦ ἀναλίσκειν ἐθελήσει· συγκόψει δὲ ἑαυτὸν, καὶ πάντων πενήτων πενέστερος διακείσεται, ὡς οὐδαμοῦ τῆς ἐπιθυμίας ἱστάμενος. Καίτοι γε χρήματα, οὐχ ἵνα φυλάξωμεν, ἀλλ' ἵνα χρώμεθα, γεγόνασιν· εἰ δὲ μέλλοιμεν αὐτὰ κατορύττειν ἑτέροις, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, οἳ περιτρέχομεν τὰ πάντα συλλαβεῖν σπουδάζοντες, ἵνα ἀποκλείσωμεν ἔνδον, καὶ τὴν κοινὴν ἐκκόψωμεν χρῆσιν; Ἔστι καὶ ἑτέρα νόσος ταύτης οὐχ ἥττων. Οἱ μὲν γὰρ εἰς τὴν γῆν κατορύττουσιν, οἱ δὲ εἰς τὴν γαστέρα, καὶ ἡδονὴν, καὶ μέθην, μετὰ τῆς ἀδικίας καὶ τὴν τῆς ἀσελγείας προστιθέντες ἑαυτοῖς κόλασιν. Καὶ οἱ μὲν παρασίτοις καὶ κόλαξιν, οἱ δὲ κύβοις καὶ πόρναις, οἱ δὲ ἑτέραις τοιαύταις λειτουργοῦσι δαπάναις, μυρίας τέμνοντες ἑαυτοῖς εἰς γέενναν φερούσας ὁδοὺς, τὴν ὀρθὴν καὶ νενομισμένην ἀφέντες, τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν. Καίτοι γε οὐχὶ κέρδος μόνον, ἀλλὰ καὶ ἡδονὴν μείζονα τῶν εἰρημένων ἔχει. Ὁ μὲν γὰρ πόρναις διδοὺς, καταγέλαστος ἔσται καὶ αἰσχρὸς, καὶ πολλοὺς ἕξει πολέμους, καὶ βραχεῖαν τὴν ἡδονήν· μᾶλλον δὲ οὐδὲ βραχεῖαν· ὅσα γὰρ ἂν δῷ ταῖς ἑταιριζομέναις γυναιξὶν, οὐδεμίαν χάριν αὐτῷ εἴσονται. Πίθος γὰρ τετρημένος ἐστὶν οἶκος ἀλλότριος. Καὶ ἄλλως δὲ, ἰταμὸν τὸ γένος ἐκεῖνο, καὶ τῷ ᾅδῃ προσεοικέναι αὐτῆς τὸν ἔρωτα παρέβαλεν ὁ Σολομῶν· καὶ τότε ἵσταται μόνον, ὅταν πάντων γυμνωθέντα ἴδῃ τὸν ἐραστήν· μᾶλλον δὲ οὐδὲ τότε ἵσταται, ἀλλὰ καὶ ἐπικαλλωπίζεται μειζόνως, καὶ ἐπεμβαίνει κειμένῳ, καὶ πολὺν κατ' αὐτοῦ κινεῖ γέλωτα, καὶ τοσαῦτα αὐτὸν ἐργάζεται κακὰ, ὅσα οὐδὲ ἐπελθεῖν λόγῳ δυνατόν. Ἀλλ' οὐχ ἡ ἡδονὴ τῶν σωζομένων τοιαύτη· οὔτε γὰρ ἀντεραστὴν ἔχει τις ἐνταῦθα, ἀλλὰ πάντες χαίρουσι, καὶ ἀγάλλονται, οἵ τε εὖ πάσχοντες, οἵ τε ὁρῶντες. Οὐ θυμὸς, οὐκ ἀθυμία, οὐκ αἰσχύνη καὶ ὄνειδος τὴν τοῦ τοιούτου πολιορκεῖ ψυχήν· ἀλλὰ πολλὴ μὲν εὐφροσύνη τοῦ συνειδότος, πολλὴ δὲ ἡ τῶν μελλόντων ἐλπίς· λαμπρὰ δὲ ἡ δόξα καὶ πολλὴ ἡ περιφάνεια, καὶ πλείων πάντων ἡ παρὰ τοῦ Θεοῦ εὔνοια καὶ ἀσφάλεια· καὶ κρημνὸς οὐδὲ εἷς, οὐδὲ ὑποψία, ἀλλὰ λιμὴν ἀκύμαντος, καὶ γαλήνη. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ ἡδονὴν ἡδονῇ παραβάλλοντες, ἑλώμεθα τὴν βελτίω, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΠΗʹ. Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;» Λέγει αὐτῷ· «Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» αʹ. Πολλὰ μὲν ἔστι καὶ ἕτερα τὰ δυνάμενα δοῦναι παῤῥησίαν ἡμῖν πρὸς τὸν Θεὸν, καὶ δεῖξαι λαμπροὺς καὶ εὐδοκίμους· τὸ δὲ μάλιστα πάντων παρέχον ἡμῖν τὴν ἄνωθεν εὔνοιαν ἡ περὶ τοὺς πλησίον ἐστὶ κηδεμονία· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἀπαιτεῖ τὸν Πέτρον. Ἐπειδὴ γὰρ τέλος εἶχεν αὐτοῖς τὰ τῆς ἐδωδῆς, Λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ πρόβατά μου. Καὶ τί δήποτε, τοὺς ἄλλους παραδραμὼν, τούτῳ περὶ τούτων διαλέγεται; Ἔκκριτος ἦν τῶν ἀποστόλων, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ· διὰ τοῦτο καὶ Παῦλος ἀνέβη τότε αὐτὸν ἱστορῆσαι παρὰ τοὺς ἄλλους. Ἅμα δὲ καὶ δεικνὺς αὐτῷ, ὅτι χρὴ θαῤῥεῖν λοιπὸν, ὡς τῆς ἀρνήσεως ἐξεληλαμένης, ἐγχειρίζεται τὴν προστασίαν τῶν ἀδελφῶν. Καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει, οὐδὲ ὀνειδίζει τὸ γεγονός· λέγει δὲ, ὅτι Εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην, ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ ἐφ' ᾗ ἠγαλλιάσω, νῦν δεῖξον, καὶ τὴν ψυχὴν, ἣν ἔλεγες θήσειν ὑπὲρ ἐμοῦ, ταύτην ὑπὲρ τῶν προβάτων ἐπίδος τῶν ἐμῶν. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον, αὐτὸν τὸν τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσε, εἶτα ἠρωτήθη καὶ τρίτον, καὶ συνεταράχθη, πάλιν δεδοικὼς τὰ πρότερα (καὶ γὰρ τότε διισχυριζόμενος ἠλέγχετο μετὰ ταῦτα)· διὰ τοῦτο πάλιν ἐπ' αὐτὸν καταφεύγει. Τὸ γὰρ εἰπεῖν, Σὺ οἶδας πάντα, τουτέστι, τὰ παρόντα καὶ τὰ μέλλοντα. Ὁρᾷς πῶς ἐγένετο βελτίων καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν καὶ ἀντιλέγων; ∆ιὰ γὰρ τοῦτο ἐταράχθη, Μήποτε ἐγὼ μὲν νομίζω φιλεῖν, οὐ φιλῶ δέ· ὥσπερ καὶ πρότερον πολλὰ νομίζων καὶ διισχυριζόμενος, ἠλεγχόμην ὕστερον. Τρίτον δὲ ἐρωτᾷ, καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὅσου τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων, καὶ ὅτι τοῦτο μάλιστα τῆς εἰς αὐτὸν ἀγάπης σημεῖον. Εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης, προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον ὅπερ ἔμελλεν ὑπομένειν, ἐμφαίνων, ὅτι οὐκ ἀπιστῶν αὐτῷ ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ καὶ σφόδρα πιστεύων τῆς δὲ εἰς αὐτὸν ἀγάπης τὸ δεῖγμα δεῖξαι βουλόμενος, καὶ παιδεῦσαι ἡμᾶς, ποίῳ δεῖ τρόπῳ μάλιστα αὐτὸν ἀγαπᾷν· διό φησιν· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἄλλοι σε ζώσουσι καὶ οἴσουσιν, ὅπου οὐ θέλεις. Καὶ μὴν τοῦτο ἤθελε καὶ ἐπεθύμει· δι' ὃ καὶ δῆλον αὐτῷ τοῦτο πεποίηκεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε, Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· καὶ, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, ἀπέδωκεν αὐτῷ τὴν ἐπιθυμίαν. Τί οὖν ἐστι τὸ, Ὅπου οὐ θέλεις; Τῆς φύσεως λέγει τὸ συμπαθὲς, καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀποῤῥήγνυται τοῦ σώματος ἡ ψυχή. Ὥστε, εἰ καὶ τὰ τῆς προαιρέσεως ἔῤῥωτο, ἀλλ' ὅμως καὶ οὕτως ἡ φύσις ἠλέγχετο. Οὐδεὶς γὰρ ἀπαθῶς τὸ σῶμα ἀποτίθεται, τοῦτο τοῦ Θεοῦ, ὅπερ καὶ ἔμπροσθεν ἔφην, συμφερόντως οἰκονομήσαντος, ὥστε μὴ πολλοὺς γίνεσθαι τοὺς βιαίους θανάτους. Εἰ γὰρ τούτων ὄντων ἴσχυσεν ὁ διάβολος τοῦτο ἐργάσασθαι, καὶ μυρίους ἐπὶ κρημνοὺς ἤγαγε καὶ βόθρους· εἰ μὴ τοσαύτη ἦν ἡ ἐπιθυμία τῇ ψυχῇ τοῦ σώματος· κἂν ἀπὸ τῆς τυχούσης ἀθυμίας ταχέως ἂν οἱ πολλοὶ πρὸς τοῦτο ὥρμησαν. Τὸ οὖν, Ὅπου οὐ θέλεις, τὴν φυσικὴν δηλοῦντός ἐστι συμπάθειαν. Πῶς δὲ εἰπὼν, Ὅτε ἦς νεώτερος, πάλιν λέγει· Ὅταν δὲ γηράσῃς; Τοῦτο γὰρ δεικνύντος ἐστὶν οὐκ ὄντα τότε νέον· οὐδὲ γὰρ ἦν· ἀλλ' οὐδὲ γεγηρακὼς, ἀλλ' ἀνὴρ τέλειος. Τίνος οὖν ἕνεκεν ἀνέμνησεν αὐτὸν τοῦ προτέρου βίου; ∆ηλῶν, ὅτι τοιαῦτα τὰ αὐτοῦ. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς ὁ μὲν νέος χρήσιμος, ὁ δὲ γεγηρακὼς ἄχρηστος· ἐν δὲ τοῖς ἐμοῖς, φησὶν, οὐχ οὕτως, ἀλλ' ὅταν ἐπέλθῃ τὸ γῆρας, τότε ἡ ἀριστεία λαμπροτέρα, τότε ἡ ἀνδραγαθία περιφανεστέρα, οὐδὲν ἀπὸ τῆς ἡλικίας κωλυομένη. Ταῦτα δὲ ἔλεγεν, οὐ καταπληττόμενος αὐτὸν, ἀλλὰ διεγείρων· ᾔδει γὰρ αὐτοῦ τὸν πόθον, καὶ ὅτι τοῦτο πάλαι ὤδινε τὸ καλόν· ὁμοῦ δὲ καὶ τὸν τρόπον δηλοῖ τοῦ θανάτου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβούλετο εἶναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, Θάῤῥει, φησίν· οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὢν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα. Εἶτα ἐγείρων τὸν ἀκροατὴν ὁ εὐαγγελιστὴς, ἐπήγαγε· Ταῦτα δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Οὐκ εἶπεν, Ἀποθανεῖται· ἀλλὰ, ∆οξάσει τὸν Θεὸν, ἵνα μάθῃς, ὅτι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, δόξα τοῦ πάσχοντος καὶ τιμή. Καὶ ταῦτα εἰπὼν, φησὶ, λέγει· Ἀκολούθει μοι. Ἐντεῦθεν πάλιν τὸ κηδεμονικὸν αἰνίττεται, καὶ τὸ σφόδρα Πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν ὁ Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων; ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτον οὐ τοῦ θρόνου, ἀλλὰ τῆς οἰκουμένης ἐχειροτόνησε διδάσκαλον. Στραφεὶς οὖν ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ· καὶ λέγει· Κύριε, οὗτος δὲ τί; βʹ. Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς τῆς ἀνακλίσεως ἐκείνης; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ δεικνὺς ὅσην ὁ Πέτρος τὴν παῤῥησίαν ἔσχε μετὰ τὴν ἄρνησιν. Ὁ γὰρ τότε μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ' ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν. Καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ' ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν λοιπόν· καὶ Ἰωάννης μὲν σιγᾷ, ἐκεῖνος δὲ διαλέγεται. ∆είκνυσι δὲ καὶ ἐνταῦθα τὴν ἀγάπην, ἣν πρὸς αὐτὸν εἶχε· καὶ γὰρ σφόδρα ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ διὰ τοῦ Εὐαγγελίου δὲ παντὸς δείκνυται τούτων ὁ σύνδεσμος, καὶ ἐν ταῖς Πράξεσιν. Ἐπεὶ οὖν μεγάλα αὐτῷ προεῖπε, καὶ τὴν οἰκουμένην ἐνεχείρισε, καὶ τὸ μαρτύριον προανεφώνησε, καὶ ἀγάπην ἐμαρτύρησε πλείονα τῶν ἄλλων, βουλόμενος καὶ τοῦτον λαβεῖν κοινωνὸν, φησίν· Οὗτος δὲ τί; οὐ τὴν αὐτὴν ἡμῖν ὁδὸν ἥξει, Καὶ καθάπερ τότε αὐτὸς μὴ δυνάμενος ἐρωτῆσαι, τοῦτον προβάλλεται· οὕτω καὶ νῦν ἀποδιδοὺς αὐτῷ τὴν ἀμοιβὴν, καὶ νομίσας αὐτὸν βούλεσθαι ἐρωτᾷν τὰ κατ' αὐτὸν, εἶτα μὴ θαῤῥεῖν, αὐτὸς ἀνεδέξατο τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Ἐπειδὴ σφόδρα κηδόμενος ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, δεικνὺς ὁ Χριστὸς, ὅτι ὅσον ἂν ἀγαπήσῃ, τὴν ἀγάπην τὴν αὐτοῦ οὐ φθάνει, φησίν· Ἐὰν αὐτὸν θέλω μένειν, τί πρὸς σέ; διὰ τούτων παιδεύων ἡμᾶς μὴ ἀσχάλλειν, μηδὲ πολυπραγμονεῖν μηδὲν πέρα τῶν δοκούντων αὐτῷ. Ἐπειδὴ γὰρ ἀεὶ ὁ Πέτρος εἰς τὰς τοιαύτας ἐρωτήσεις θερμὸς ἦν καὶ προεπήδα, ἐκκόπτων αὐτοῦ πάλιν τὴν θερμότητα, καὶ παιδεύων περαιτέρω μὴ περιεργάζεσθαι, τοῦτό φησιν· Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ἤγουν τοὺς μαθητὰς, ὅτι ἐκεῖνος οὐκ ἀποθνήσκει. Οὐκ εἶπε δὲ ὁ Ἰησοῦς, ὅτι Οὐκ ἀποθνήσκει, ἀλλ', Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ἑνὶ τρόπῳ με τὰ καθ' ὑμᾶς διοικεῖν. Τοῦτο δὲ ἐποίει τῆς ἀκαίρου συμπαθείας τῆς πρὸς ἀλλήλους ἕνεκεν. Ἐπειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης τὴν ἐπιτροπὴν ἀναδέξασθαι, οὐκ ἔδει συμπεπλέχθαι λοιπὸν ἀλλήλοις· ἦ γὰρ ἂν μεγάλη τοῦτο τῇ οἰκουμένῃ γέγονε ζημία. ∆ιόπερ αὐτῷ φησιν· Ἔργον ἐνεχειρίσθης, αὐτὸ σκόπει, καὶ ἄνυε, καὶ ἄθλει, καὶ ἀγωνίζου. Τί γὰρ εἰ καὶ βούλομαι αὐτὸν μένειν ἐνταῦθα; σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα. Σὺ δέ μοι κἀνταῦθα τὸ ἄτυφον ἐννόησον τοῦ εὐαγγελιστοῦ. Εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν, διορθοῦται αὐτὴν, ὡς οὐ συνεωρακότων αὐτῶν ὅπερ εἶπεν. Οὐ γὰρ εἶπε, φησὶν, ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθανεῖται, ἀλλ' ὅτι Ἐὰν αὐτὸν θέλω μένειν. Οὗτός ἐστιν ὁ μαθητὴς, ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Τί δήποτε, τῶν ἄλλων οὐδενὸς τοῦτο ποιοῦντος, οὗτος μόνος ταῦτά φησι, καὶ δεύτερον τοῦτο ποιεῖ μαρτυρῶν ἑαυτῷ· δοκεῖ δὲ προσίστασθαι τοῖς ἀκροωμένοις; τί οὖν ἐστι τὸ αἴτιον; Λέγεται ὕστερος πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Θεοῦ κινήσαντος αὐτὸν ἐπὶ τοῦτο καὶ διεγείραντος· διὰ τοῦτο δείκνυσιν αὐτοῦ τὴν ἀγάπην συνεχῶς, αἰνιττόμενος τὴν αἰτίαν, ἀφ' ἧς ἐπὶ τὸ γράφειν ὥρμησε. ∆ιὰ τοῦτο καὶ συνεχῶς μέμνηται, ἀξιόπιστον ποιῶν τὸν λόγον, καὶ δηλῶν ὅτι κινηθεὶς ἐκεῖθεν, ἦλθεν ἐπὶ τοῦτο. Καὶ οἶδα, φησὶν, ὅτι ἀληθῆ ἐστιν ἃ λέγει· εἰ δὲ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν αὐτοῖς ἀπὸ τούτου πιστεῦσαι. Ποίου; Τοῦ ἑξῆς εἰρημένου· Ἔστι γὰρ, φησὶ, καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ὅθεν δῆλον, ὅτι οὐκ ἂν ἐχαρισάμην. Ὁ γὰρ, τοσούτων ὄντων, οὐδὲ τοσαῦτα εἰπὼν, ὅσα οἱ λοιποὶ, ἀλλὰ τούτων μὲν τὰ πλείονα παραλιπὼν, τὰς δὲ ἐπιβουλὰς τὰς Ἰουδαϊκὰς, τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις, τὰς λοιδορίας εἰς μέσον προθεὶς, καὶ δηλώσας, πῶς καὶ δαιμονῶντα καὶ πλάνον ἐκάλουν, εὔδηλον ὅτι οὐκ ἂν ἐχαρισάμην. Τὸν γὰρ χαριζόμενον τοὐναντίον ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ λαμπρὰ προτιθέναι. Ἐπεὶ οὖν ἀπὸ πολλῆς πληροφορίας ἔγραψεν ἅπερ ἔγραψεν, οὐ παραιτεῖται τὴν ἑαυτοῦ μαρτυρίαν εἰς μέσον φέρειν, προκαλούμενος καθ' ἕκαστον ἐξετάζειν καὶ βασανίζειν τὰ γεγενημένα. Ἔθος γὰρ ἡμῖν, ὅταν σφόδρα ἀληθεύειν δοκῶμεν, μήποτε τὴν ἑαυτῶν μαρτυρίαν ἀρνεῖσθαι. Εἰ δὲ ἡμεῖς τοῦτο ποιοῦμεν, πολλῷ μᾶλλον ἐκεῖνος ὁ Πνεύματι γράφων· ὅπερ οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι κηρύττοντες ἔλεγον· Ἡμεῖς ἐσμεν μάρτυρες, φησὶν, ὧν λέγομεν, καὶ τὸ Πνεῦμα ὃ ἔδωκε τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ πᾶσι δὲ παρῆν, καὶ οὐδὲ σταυρουμένου ἀπελιμπάνετο, καὶ τὴν μητέρα ἐνεχειρίσθη· ἅπερ πάντα σημεῖα τῆς πρὸς αὐτὸν ἀγάπης, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι τὰ σημεῖα, μὴ θαυμάσῃς· ἀλλ' ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δέξαι μετὰ πίστεως τὸ εἰρημένον. Ὥσπερ γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι· οὕτως ἐκείνῳ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖ ἅπερ ἤθελεν. Ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο. γʹ. Προσέχωμεν τοίνυν ἀκριβῶς τοῖς εἰρημένοις, καὶ μὴ διαλίπωμεν ἀναπτύσσοντες αὐτὰ καὶ διερευνώμενοι· ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως ἔστι τι πλέον ἡμῖν. Οὕτω τὸν βίον τὸν ἑαυτῶν ἐκκαθᾶραι δυνησόμεθα, οὕτω τὰς ἀκάνθας ἐκτεμεῖν. Τοιοῦτον γὰρ ἡ ἁμαρτία καὶ ἡ βιωτικὴ φροντὶς, ἄκαρπον καὶ ὀδυνηρόν. Καὶ καθάπερ ἡ ἄκανθα, ὅθεν ἂν κατέχηται, κεντεῖ τὸν κατέχοντα· οὕτω καὶ τὰ βιωτικὰ, ὅθεν ἂν κατάσχῃς, λυπεῖ τὸν περισφίγγοντα αὐτὰ καὶ θάλποντα. Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλὰ μαργαρίτῃ τινὶ προσέοικεν· ὅθεν ἂν περιστρέψῃς, τέρπει τοὺς ὀφθαλμούς. Οἷόν τι λέγω· Ἐποίησέ τις ἐλεημοσύνην· οὐ μόνον τῇ ἐλπίδι τοῦ μέλλοντος τρέφεται, ἀλλὰ καὶ τοῖς ἐνταῦθα ἀγαθοῖς γάννυται, θαῤῥῶν πανταχοῦ καὶ μετὰ πολλῆς πάντα ποιῶν τῆς παῤῥησίας. Περιεγένετο πονηρᾶς ἐπιθυμίας· καὶ πρὸ βασιλείας ἐντεῦθεν ἤδη τὸν καρπὸν ἔλαβεν, ἐπαινούμενος, θαυμαζόμενος πρὸ τῶν ἄλλων πάντων ὑπὸ τοῦ οἰκείου συνειδότος. Καὶ ἕκαστον δὲ τῶν ἀγαθῶν ἔργων τοιοῦτόν ἐστιν, ὥσπερ οὖν τὰ πονηρὰ καὶ πρὸ τῆς γεέννης ἐνταῦθα κολάζει τὸ συνειδός. Κἂν τὰ μέλλοντα ἐννοήσῃς ἁμαρτὼν, περιδεὴς καὶ ἔντρομος καὶ μηδενὸς κολάζοντος γέγονας· κἂν τὰ παρόντα, πολλοὺς ἔχεις ἐχθροὺς καὶ μεθ' ὑποψίας ζῇς, καὶ οὐδὲ ἀντιβλέψαι δυνήσῃ τοῖς ἠδικηκόσι λοιπόν· μᾶλλον δὲ καὶ τοῖς μὴ ἠδικηκόσιν. Οὐ γὰρ τοσαύτην ἐπ' αὐτῶν καρπούμεθα τὴν ἡδονὴν, ὅσην τὴν ἀθυμίαν, τοῦ συνειδότος καταβοῶντος, τῶν ἔξωθεν ἀνθρώπων καταγινωσκόντων, τοῦ Θεοῦ παροξυνομένου, τῆς γεέννης ὠδινούσης ἡμᾶς λαβεῖν, τῶν λογισμῶν οὐχ ἡσυχαζόντων. Βαρὺ γὰρ, βαρὺ καὶ φορτικὸν ἡ ἁμαρτία, καὶ μολίβδου παντὸς χαλεπώτερον. Ὁ γοῦν αἰσθόμενος αὐτῆς, οὐδὲ μικρὸν ἀναβλέψαι δυνήσεται, κἂν σφόδρα ἀναίσθητος ᾖ. Οὕτω γοῦν καὶ ὁ Ἀχαὰβ, καίτοι σφόδρα ἀσεβὴς ὢν, ἐπειδὴ ταύτης ᾔσθετο, κάτω κύπτων ἐβάδιζε, συντετριμμένος καὶ τεταλαιπωρημένος. ∆ιὰ τοῦτο καὶ σάκκον περιεβάλετο, καὶ πηγὰς ἠφίει δακρύων. Ἂν τοῦτο ποιῶμεν ἡμεῖς, καὶ πενθῶμεν ὡς ἐκεῖνος, ἀποδυσόμεθα τὰ ἐγκλήματα ὡς Ζακχαῖος, καὶ ἡμεῖς τευξόμεθά τινος συγγνώμης. Καθάπερ γὰρ ἐπὶ τῶν οἰδημάτων καὶ τῶν συρίγγων, ἂν μὴ πρότερον στήσῃ τις τὸν χυμὸν τὸν ἐπιῤῥέοντα, καὶ τὸ τραῦμα ἐπιτρίβοντα, ὅσα ἂν ἐπιθήσῃ φάρμακα, τῆς πηγῆς τοῦ κακοῦ μὴ κατασχεθείσης, εἰκῆ πάντα ποιεῖ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τὴν χεῖρα στήσωμεν τῆς πλεονεξίας καὶ τὴν πονηρὰν ταύτην ἐπιῤῥοὴν ἀναστείλωμεν, κἂν ἐλεημοσύνην δῶμεν, εἰκῆ πάντα ποιοῦμεν. Τὸ γὰρ θεραπευθὲν δι' αὐτῆς, ἐπελθοῦσα ἡ πλεονεξία κατέκλυσε καὶ ἐλυμήνατο, καὶ χαλεπώτερον τοῦ προτέρου εἰργάσατο. Παυσώμεθα τοίνυν ἁρπάζοντες, καὶ οὕτως ἐλεήσωμεν. Εἰ δὲ εἰς κρημνοὺς ἑαυτοὺς φέρωμεν, πῶς δυνησόμεθα ἀναπνεῦσαι; Καὶ γὰρ εἴ τις τὸν μέλλοντα καταπίπτειν ἄνωθεν ἕλκοι (ὅπερ ἐστὶν ἡ ἐλεημοσύνη), ἕτερος δὲ κάτωθεν βιάζοιτο, οὐδὲν ἔσται τι πλέον ἀπὸ τῆς τοιαύτης πάλης, ἢ τὸ διασπασθῆναι τὸν ἄνθρωπον. Ἵν' οὖν μὴ τοῦτο πάθωμεν, μηδὲ βαρούσης τῆς πλεονεξίας κάτωθεν, ἡ ἐλεημοσύνη καταλιποῦσα ἡμᾶς ἀπέλθῃ, κουφίσωμεν ἑαυτοὺς καὶ ἀναπετάσωμεν, ἵνα διὰ τῆς ἀπαλλαγῆς τῶν κακῶν, καὶ διὰ τῆς τῶν αἰωνίων ἀγαθῶν ἐργασίας τελειωθέντες, ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать