Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Γλαφυρὰ εἰς τὸ Πεντάτευχος 2

Glaphyra in Pentateuchum 2 / Глапфира на Пятикнижие 2

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζʹ.

Περὶ τῆς εὐλογίας τῶν ιβʹ πατριαρχῶν. Σκοπὸς μὲν τῷ λόγῳ τὸ ἀφηγήσασθαι δεῖν τῶν εἰρημένων ἕκαστα παρὰ τοῦ προπάτορος Ἰακὼβ τῶν ἐκβησομένων κατὰ καιροὺς ἐπὶ τοῖς ἐξ αὐτοῦ γεγονόσιν υἱοῖς. Προδιαμαρτύρεται δὲ ὥσπερ ἐκεῖνο σαφῶς ὡς δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, αἰνιγματώδης δὲ καὶ ἀσυμφανὴς τὴν δήλωσιν. Μέμικται δὲ τῷ τῆς εὐλογίας τρόπῳ, τὸ μὴ οὕτως ἔχον, καὶ τὸ ἔτι τούτων δυσεφικτότερον. Ἐπαγγέλλεται μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ προαγορεύειν τοῖς τέκνοις τὰ ἐν ἐσχάτοις· ποιεῖταί γε μὴν τῶν παρῳχηκότων τὴν μνήμην, καὶ πλημμέλειαν ἀναμετρεῖ, πρώτην μὲν τὴν τοῦ Ῥουβεὶμ, εἶτα γείτονα εὐθὺς καὶ μετ' ἐκείνην, τὴν Συμεὼν καὶ Λευΐ. Εἶτα τίς ὁ φάναι θαῤῥῶν, ὡς εὐλογίας τισὶν ἔσται τρόπος, ἡ τῶν ἤδη προεπταισμένων ἀνάμνησις, καὶ οὐκ ἂν νοοῖτο ψευδοεπὴς, καὶ τοῦ καθήκοντος ἐξώκειλε νοῦ; Βαθὺς οὖν ἄρα καὶ οὐ λίαν ἐκκείμενος τοῖς ἑλεῖν ἐθέλουσιν ὁ ἐπὶ τῷδε λόγος. Τί οὖν ἄρα φαμὲν τὴν ἐνδεχομένην τοῖς προκειμένοις; Ἢ καὶ συλλήβδην εἰπεῖν παντὸς τοῦ γένους, ἤτοι τῶν ἑκάστοις φυλῆς τύπον, ὁποῖός τις ἔσται κατὰ καιροὺς, καὶ καταῤῥηθήσεται μὲν ἐπί τισιν, εὐδοκιμήσει δὲ ὅπως, ἢ καὶ ἐν τίσιν ἔσται τυχὸν, καὶ ὅποιπερ ἂν τὰ κατ' αὐτὴν ἐκτελευτήσειεν· εἰσκομιεῖ που πάντως ἡμῖν τῆς προφητείας ἡ ἀφήγησις. Ἄθρει δὲ ὅπως οἶς μὲν ἀπὸ τῶν ἤδη γεγενημένων τὰ ἐν ὑστέροις ἐσόμενα ζωγραφεῖ, ἑτέροις δὲ αὖ τὴν τῶν ὀνομάτων ἀφήγησιν, ἤτοι τὴν ἑρμηνείαν, μήνυσιν ὥσπερ τινὰ ποιεῖται τῶν ἐσομένων, καὶ σαφῆ προανάδειξιν. Γέγραπται τοίνυν ὡδί· Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε· Συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Περὶ Ῥουβείμ. Ῥουβεὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρῶς αὐθάδης. Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Κέκλοφε μὲν οὖν τὸν τοῦ πατρὸς γάμον ὁ Ῥουβείμ· ἥλω τε οὐκ ἀσυμφανῶς, δεδρακὼς ἃ μὴ θέμις, καὶ ὡς πονηρὸν τὸ χρῆμα καὶ αὐταῖς ταῖς ἐξ Ἰακὼβ κατεδικάζετο ψήφοις. Πονηρὸν γὰρ, φησὶν, ἐφάνη ἐνώπιον Ἰακώβ. Ἀλλ' οὔ τι που τὸ ἤδη παρῳχηκὸς ὡς ἐν ἐσχάτοις ἔσται καιροῖς ὑποτοπήσειεν ἂν οἶμαί τις. Ἠλίθιον γὰρ κομιδῇ τὸ τῇδε νοεῖν. Μεταπλάττοντες δὲ ὥσπερ τῆς πλημμελείας τὸν τύπον, ἐπί τι τῶν ἐοικότων, τὴν τοῦ πρωτοτόκου λαοῦ, φημὶ δὴ τοῦ Ἰσραὴλ, ἁμαρτίαν ὀψόμεθα· γύναιον μὲν γὰρ οἷά τι τὴν ἐξ Αἰγύπτου συναγωγὴν προσηγάγετο ὁ Θεὸς, διά τοι τῆς κατὰ νόμον νοητῆς κοινωνίας. Προσίετο γὰρ, καὶ ἠξίου μὲν οἰκειότητος. ἔγκαρπόν τε οὕτω καὶ τέκνων ἐτίθει μητέρα, μονονουχὶ νυμφαγωγοῦντος αὐτὴν τοῦ πανσόφου Μωσέως, καὶ τῆς συναφείας τὸν τρόπον μεσολαβούντων ἀγγέλων. Ἀλλ' ἡ πρὸς τοῦτο παρὰ Θεοῦ παρενεχθεῖσα Συναγωγὴ τὸν τῆς γνησιότητος ἐλύπει νόμον, συναπτομένη τρόπον τινὰ τοῖς τοῦ γεγαμηκότος υἱοῖς, καὶ ὑπ' αὐτοῖς πορνεύουσα, καὶ καρποφοροῦσα μὲν οὐκέτι τῷ διὰ νόμου συνῳκηκότι, ὑποφέρουσα δὲ μᾶλλον τὸν ἴδιον νοῦν τοῖς ἑτέρων σπερματισμοῖς, δῆλον δὲ ὅτι νοητοῖς καὶ τοῖς κατὰ μάθησιν λέγω. Ἀτιμάζουσα γὰρ ὡς ἕωλον τὸ προκεῖσθαι Θεῷ, πρὸς ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων ἐτράπετο, καὶ μαθημάτων τῶν ἄνωθεν ἀλογήσασα, τὸ δοκοῦν ἁπλῶς ἐποιεῖτο νόμον. Τοιγάρτοι καὶ ὁ προφήτης Ἡσαΐας, Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἐκοιμήθη μὲν γὰρ παρ' αὐτῇ, καὶ κατέλυσεν ἡ δικαιοσύνη, τουτέστι Θεός. Ἀλλ' εἰσεδέξατο φονευτὰς, μοιχωμένους, καὶ φθόρους, τοὺς ἀργύριον αὐτῇ διδόντας ἀδόκιμον, καὶ ἀναμιγνύντας τὸν οἶνον ὕδατι. Ἀδόκιμος γὰρ ἀληθῶς ὁ λόγος τῶν ἀναπειθόντων αὐτὴν ἑλέσθαι τιμᾷν διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. Κεκαπηλευμένη δὲ ὥσπερ καὶ τοῦ χείρονος οὐκ ἀσυμμιγὴς, ἡ παρ' ἐκείνων ἀφήγησις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ ἀναμεμίχθαι λέγειν τὸν οἶνον ὕδατι. Ὅτι δὲ τὸ χρῆμα τὸν τῶν ὅλων ἐλύπει Θεὸν, καὶ ὡς πεπορνευμένην εἰκότως κατῃτιᾶτο τὴν Ἱερουσαλὴμ, ἄκουε σαφῶς ὁτὲ μὲν λέγοντος διὰ τῆς Ἱερεμίου φωνῆς· Ἆρον εἰς εὐθεῖαν τὸν ὀφθαλμόν σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὅψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς σύνοικόν με ἐκάλεσας, καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· καὶ αὖθις ὁτὲ δὲ αὖ· Ἐὰν ἐξαποστέλλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ' αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; Οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος. Τὸν δέ γε τῆς ἐπὶ τούτῳ πορνείας τρόπον καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ ὑπέδειξεν ἐναργῶς. Οἱ μὲν γὰρ φιλαίτιοί τε ἀεὶ καὶ ἀσύνετοι Φαρισαῖοι προσῄεσαν λέγοντες· ∆ιατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσι. Πρὸς αὐτοὺς δὲ ὁ Χριστός· ∆ιατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, φησίν· Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ Κορβὰν, ὄ ἐστι δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Ἀκούεις ὅπως ὑφ' ἑτέροις γεγονότες καθηγηταῖς ἕτερα ἅττα παρὰ τὸ τῷ νομοθέτῃ δοκοῦν φρονεῖν καὶ δρᾷν ᾑρημένοι καταφωραθεῖεν ἂν καὶ λίαν ἀμογητί; Οὐκοῦν ἐκπεπόρνευκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ἀλλ' ἥ γε παρθένος ἁγνή τε καὶ ἄμωμος, ἡ σπίλου παντὸς καὶ ῥυτίδων ἀπηλλαγμένη, τουτέστιν, ἡ Ἐκκλησία, σεπτὸν καὶ ἀδιαλώβητον τῷ Χριστῷ τὸν τῆς συζυγίας διατηρήσειν τύπον ὑπισχνεῖται λέγουσα· Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ. Οὐκοῦν εἰς εἰκόνα τῆς Ἰουδαίων Συναγωγῆς, τὴν τοῦ Ἰακὼβ παροίσωμεν παλλακίδα, φημὶ δὴ τὴν Βάλλαν, ᾗ κεκοινώνηκεν ὁ Ῥουβεὶμ, τουτέστιν, ὁ πρωτότοκος λαός· μάλισθ' ὅτι ἑρμηνεύεται μὲν ἡ Βάλλα πεπαλαιωμένη, καὶ ὁ Ῥουβεὶμ υἱὸς βεβηλώσεως. Πεπαλαίωται γὰρ καὶ ῥυτιδώδης γε μὴν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἀντανέφυ δὲ ὁ νέος καὶ ἐν πίστει λαός. Καὶ ἐπ' αὐτῷ δὴ χαίρων ψαλλέτω ∆αβίδ· Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς Γραφάς· βέβηλος δὲ καὶ ῥυπῶν νοοῖτ' ἂν ὁ Ἰσραὴλ, τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ εἰσδεδεγμένος· καὶ τί λέγω τοῦτο; καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκὼν τῷ λαλοῦντι πρὸς κάθαρσιν. Τοιγάρτοι καὶ διὰ φωνῆς αὐτῶν εἴρηται τῶν ἁγίων προφητῶν, ποτὲ μέν· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς· καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά· ποτὲ δὲ αὖ ὡς πρὸς γυναῖκα τὴν Ἱερουσαλήμ· Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ ἐν ταῖς ἀνομίαις σου, λέγει Κύριος.–Ῥουβεὶμ τοίνυν, φησὶ Ἰακὼβ, πρωτότοκός μου· σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου. Ἐπὶ γὰρ τῷ πρωτοτόκῳ καὶ ἐξ Αἰγύπτου λαῷ πολλῆς ἰσχύος ἐπίδειξις γέγονε παρὰ Θεοῦ. Ἐκολάζετο γὰρ κατὰ πλείστους ὅσους καὶ οὐκ ἀθαυμάστους τρόπους τῶν Αἰγυπτίων ἡ χώρα· τοῦτο μὲν ὑδάτων μεταστοιχειουμένων εἰς αἷμα, σκνιπῶν ἀνεῤῥιπισμένων, ἀνενηνεγμένου βατράχου, χαλάζης καθιεμένης, πρωτοτόκων ἀνῃρημένων, καὶ πρὸς τούτοις ἔτι διὰ μέσης ἰόντων θαλάσσης ὡς διὰ ξηρᾶς τῶν λελυτρωμένων. Ἰσχὺς οὖν ἄρα ταύτῃτοι Θεοῦ κέκληται Ῥουβείμ· ἀλλ' ἦν σκληρὸς φέρε σθαι, καὶ σκληρὸς αὐθάδης, τουτέστιν, ἀμεταποίητος καὶ ἀκαμπὴς, καὶ ἄγριος, ἐπελευστικός. Ὁρμητίαι γὰρ οἱ Ἰουδαῖοι κατὰ τὸ ἀληθὲς καὶ πολὺ λίαν ἐξήνιοι. Τοιγάρτοι δικαίως ἀκούουσι· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Καὶ αὐτὸς δὲ ὁ Χριστός· Τίνα, φησί που, τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Καὶ ὑμεῖς ἐπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ἰταμὸς οὖν ἄρα καὶ προαλὴς εἰς ὀργὰς, καὶ δύσοιστον ἔχων τὴν ἔφοδον ὁ Ἰσραὴλ, καὶ ἐξυβρίζων ὡς ὕδωρ, τουτέστιν, ἀφόρητον ἔχων τὴν καθ' ὧν ἂν ἕλοιτο καταδρομήν. Τοιαῦται γάρ πώς εἰσιν αἱ τῶν ὑδάτων φοραί. Ἀλλὰ μὴ ἐκζέσῃς, φησί. Καὶ τί δὴ τοῦτό ἐστι; Τὸ ἐκζέον ὕδωρ ἄνω που φέρεται, τῶν λεβήτων ὑπερχεόμενον, καὶ δοκεῖ πως εἶναι καὶ πολύ. Ἐπειδὴ τοίνυν ὕδατος αὐτῷ περιτέθεικεν ὁρμὴν, ἐπιμένει τῇ τοῦ λόγου μεταφορᾷ, καί φησι· Μὴ ἐκζέσῃς, ὅ ἐστι, μὴ ὑπεραρθῇς εἰς πλῆθος, μηδὲ γένοιο πολύς. Εὐαρίθμητοι γὰρ ὡς πρὸς τὴν τῶν Ἑλλήνων πληθὺν οἱ ἐξ αἵματος Ἰσραὴλ ἀνασεσωσμένοι διὰ πίστεως τῆς ἐν Χριστῷ. Εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ συμβησομένου, καί φησι· Ἀνέβης γὰρ ἐπὶ κοίτην πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Ὡς γὰρ ἤδη προεῖπον, οὐκέτι μὲν τὰ ἐν νόμῳ διερευνώμενοι καὶ τοῖς ἄνωθεν λογίοις καὶ τοῖς ἀνθρώπων ἐντάλμασι, τῆς ἐπὶ Χριστῷ γνώσεως ταύτῃτοι διημαρτήκασι. ∆ιὰ τοῦτο καὶ αὐτός φησιν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Καὶ πάλιν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Ἐπῃτιᾶτο δὲ λίαν καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Καὶ πάλιν· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον. Καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Ἀλλ' οὐκ ἂν ἐγένετο γεέννης υἱὸς, εἰ μὴ τοῖς τῶν μοιχωμένων προσετέθη λόγοις. Ἀναβεβήκασι τοίνυν ἐπὶ κοίτην πατρὸς οἱ ἐξ αἵματος Ἰσραήλ· παρωθούμενοι μὲν τὸ τῷ νομοθέτῃ δοκοῦν, ὡς ἕωλον· τοὺς ἰδίους δὲ τοῖς παιδευομένοις εἰσκρίνοντες λόγους, καὶ ἀκαθαρσίας αὐτοῖς ἐνιέντες σπέρματα. Περὶ Συμεὼν καὶ Λευΐ.

αʹ. Συμεὼν καὶ Λευῒ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. ∆ιαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Ἐκπεπορνευμένης τῆς Ἱερουσαλὴμ, καὶ ἀνοσίοις φενακισμοῖς τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων ὑπενεγκούσης τὸν νοῦν, ἐχαλέπαινε μὲν εἰκότως ὁ τῶν ὅλων Θεὸς, ἔφασκε δὲ διὰ φωνῆς Ἡσαΐου καὶ μάλα σαφῶς· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐπειδὴ δὲ ταῖς εἰς τοῦτο παραφοραῖς τε καὶ ῥᾳθυμίαις οἱονεί πως καταμεθύουσαν τὴν βέβηλον Ἱερουσαλὴμ μεταρυθμίζειν ἐπὶ τὸ ἄμεινον ὁ Θεὸς καὶ Πατὴρ ἐσκέπτετο, πέπομφεν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν καθ' ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον· ἵν' ἐπείπερ ἐπ' ἀνηνύτοις πράγμασιν ἡ τῶν ἁγίων προφητῶν κατέλυσε πληθύς· ἔφασκον γάρ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; κἂν γοῦν αὐτὸν ἥκοντα λοιπὸν ἐντρέποιντο τὸν Υἱόν. Οἱ δὲ καὶ εἰς τοῦτο καθήκοντο δυσβουλίας, ὥστε οἴεσθαι καὶ κλῆρον ἑλεῖν δύνασθαι τὸν δεσποτικὸν, ἀπεκτονότες δὲ τοὺς ἁγίους, δυσσεβείας τε τῆς εἰς ἄκρον ἰόντες ἐπέκεινα, καὶ εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱόν. Εἶπον γὰρ ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ οὐ μέχρι τούτων τὰ τῆς δυσσεβείας αὐτοῖς, ἀλλὰ γὰρ τοῖς ἁγίοις προφήταις προσέθεσαν τοὺς δευτέρους, τοὺς ἁγίους ἀποστόλους φημὶ, οὐδὲ αὐτῶν αἱμάτων ἔτι φειδόμενοι. Τοιουτονί τινα νοῦν ὁ τῆς προκειμένης ἡμῖν προφητείας ὠδίνει σκοπός. Ἔοικε μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ τῶν ἐν Σικίμοις πεπραγμένων διαμεμνῆσθαι πάλιν. Ἔχει δὲ οὕτω κατὰ ἀλήθειαν ὁ τοῦ δικαίου σκοπός· πῶς γὰρ τὸ ἤδη γεγενημένον ὡς ἐσόμενον κατὰ καιροὺς παραδέξαιτο ἄν τις; Οὐκοῦν ἀπὸ τοῦ γεγονότος ἐν Σικίμοις, ἐπὶ τὸν ἴσον τῆς ἁμαρτίας τρόπον ἀναφέρει τὰ ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ ἐπὶ τῷ πρωτοτόκῳ Ῥουβείμ. Τί τοίνυν πεπράχασιν ἐν Σικίμοις Συμεὼν καὶ Λευί; ∆ίνα μὲν γὰρ ἡ Λευί τε καὶ Συμεὼν ἀδελφὴ τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ὀψομένη θυγατέρας· Σιχὲμ δὲ αὐτὴν ὁ Ἐμμὸρ ἐβιάζετο. ∆ιεπαρθένευσε γὰρ αὐτήν. Οἱ δὲ πρὸς τοῦτο ἀσχάλλοντες, καὶ τὸν ἐξ ἀπάτης αὐτῆς ἐκμηχανώμενοι φόνον, προανέπειθον μὲν τὴν πατρικὴν αὐτοῖς συνελέσθαι περιτομὴν, ὡς ἐσομένους αὐτίκα καὶ κατὰ γένος οἰκείους, εἰ τοῦτο δρᾷν ἕλοιντο. Πεπραχότας γε μὴν ἀπεκτόνασιν ἀδοκήτως· ἀποχρήσειν αὐτοῖς εἰς ἀπολογίαν οἰόμενοι, τὸ δὴ χρῆναι λέγειν· Ἀλλ' ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν; βʹ. Ἰτέον δὴ οὗν ἐπὶ τὸ τούτῳ δὴ προσεοικὸς, καὶ δὴ διαπλάττομεν ὡς ἔνι, καλῶς τὸ θεώρημα, τὰ συντελοῦντα πρὸς διασάφησιν πανταχόθεν ἐρανιζόμενοι. Ἄτε τοίνυν τὸν ἐπὶ τῷ Ἰακὼβ κατευρύνοντες λόγον, ὅπως τε καὶ τίνα τρόπον ἐβίω διηγήμεθα, καὶ τίνας μὲν εἰσῳκίσατο γυναικῶν. τέκνων δὲ ὅσων ἀνεδείχθη πατήρ. Ἐλέγομεν ὅτι ἠγάγετο μὲν τὴν Λείαν τῶν τοῦ Λάβαν θυγατέρων τὴν πρεσβυτάτην, δευτέραν δὲ μετ' ἐκείνην, καὶ οὐκ εἰς μακρὰν τὴν νεωτάτην Ῥαχήλ. ∆ιεβεβαιούμεθα δὲ ὅτι Λεία μὲν εἰς τύπον ἡμῖν τῆς Ἰουδαίων ἔσται Συναγωγῆς, Ῥαχὴλ δὲ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐπεί τοι Λεία μὲν ἑρμηνεύεται κοπιῶσα, ἀσθενεστέροις δὲ καὶ ἀκαλλεστέροις ἐχρῆτο τοῖς ὀφθαλμοῖς. Κέκμηκε δὲ λίαν ἡ τῶν Ἰουδαίων Συναγωγὴ νόμῳ τῷ διὰ Μωσέως κατηχθισμένη, καὶ οὐκ εὐσθενέσιν ὀφθαλμοῖς πρὸς τὸ τοῦ Σωτῆρος ἡμῶν ὁρῶσα μυστήριον. Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία σφόδρα. Ἐκπρεπεστάτη δὲ λίαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Λείας δὴ οὗν τελευταία θυγάτηρ γέγονεν ἡ ∆ίνα. Τύπος δ' ἂν γένοιτο καὶ αὕτη τῆς ἐκ περιτομῆς πληθύος, ἢ καὶ ἐν χρόνοις γέγονε τοῖς ἐσχάτοις, καθ' οὓς ἐνηνθρώπησεν ὁ Μονογενής. Ὅτε τοίνυν ἡ τῶν ἐκ περιτομῆς τελευταία πληθὺς, ἔξω βραχὺ γενομένη τῆς πατρῴας σκηνῆς, τουτέστι, τῶν κατὰ τὸν νόμον ἐθῶν, τοῖς ἐγχωρίοις προσέβαλλεν· ἤγουν ἐπεμίσγετο κατὰ μάθησιν, λέγω δὴ τοῖς ἁγίοις ἀποστόλοις, οὐκ ἔτι μὲν ζῶσιν Ἰουδαϊκῶς, ἐν ὑπολήψει δὲ ὥσπερ γεγονόσι τῶν ἑτερογενῶν· τότε δὴ, τότε νοητῶς διεπαρθενεύετο, τῆς ἐν Χριστῷ πολιτείας καὶ εὐαγγελικῆς τὰ σπέρματα παρ' αὐτῶν δεχομένη. Ἀλλ' ἠγανάκτουν πρὸς τοῦτο τῶν Ἰακὼβ παίδων τινὲς Συμεὼν καὶ Λευὶ, τουτέστιν, οἵ τε ἐν ὑπηκόων κείμενοι τάξει, καὶ σὺν αὐτοῖς τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος. Ἑρμηνεύεται μὲν γὰρ Συμεὼν ὑπακοή· Λευὶ δὲ προσειλημμένος ἢ ἀπόλεκτος. Ὅτι δὲ τοῖς ἀγίοις ἀποστόλοις ἐπεφύοντο δεινῶς οἱ τῆς κατὰ νόμον ἱεροσύνης λαχόντες τὰ αὐχήματα, συνθεόντων αὐτοῖς καὶ λαῶν, πῶς ἔστιν ἀμφιβάλλειν; Ἐπέτριζον δὲ τοὺς ὀδόντας, τῶν ὑπ' αὐτοῖς γεγονότων τὴν ἐπιστροφὴν καταφθορὰν ὀνομάζοντες, καὶ οἷά τι τῶν ἄγαν ἐκτόπων ἐπιφέροντες ἐγκλημάτων· Ἰδοὺ γὰρ, ἔφασκον, πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Ἐπειδὴ δὲ κατωνείδιζον ὡς οὐκέτι ζῶντας Ἰουδαϊκῶς, ἐμάνθανον ὅτι τετίμητο παρ' αὐτοῖς ἡ περιτομή· τὸ διατειχίζον δὲ ὅλως εἰς διαφορὰν οὐδέν· εἴπερ ἕλοιντο νοεῖν τὰ Μωσέως καθ' ὃν ἔδει τρόπον. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, φησὶ, Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Ὁρᾷς ὅπως οἱ δόξαν ἔχοντες ἀλλογενῶν συνεσχηματίζοντο τοῖς Ἰουδαίοις, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον. Ἀλλὰ καὶ οὕτως ἀπεκτόνασι προανελόντες προφήτας, καὶ αὐτὸν δὲ τὸν Ἐμμανουήλ. Συνετέλεσαν τοίνυν, φησὶν, ἀδικίαν Συμεὼν καὶ Λευὶ, ἐξ αἱρέσεως αὐτῶν· συμπεφωνήκασι γὰρ καὶ συνέβησαν ἀλλήλοις εἰς τὴν κατὰ τῶν ἁγίων ἀδικίαν ὅ τε Συμεὼν καὶ μέν τοι καὶ ὁ Λευὶ, τουτέστι λαοί τε καὶ ἱερεῖς. Τὸ δὲ ἐξ αἱρέσεως αὐτῶν, ἀντὶ τοῦ κατὰ σκέψιν καὶ βούλησιν. Οὐ γὰρ ἔκ γε τοῦ συμβεβηκότος ἁπλῶς τὰ δεινὰ τῶν πεπονθότων κατεσχεδιάζετο, ἀλλ' οὐδὲ ἀπροβούλευτα τὰ τολμήματα καὶ τὸ ἔκτοπον θράσος· ἀλλ' ἐκ συνεδρίων αὐτῶν ἐπὶ τὸ δρᾷν ᾔεσαν τὰ παντὸς ἐπέκεινα κακοῦ. Παραιτεῖται δὴ οὖν ὁ θεσπέσιος Ἰακὼβ τὴν ἐπὶ τῷδε σύνθεσιν, τὰς κοινοβουλίας, τὴν σκέψιν. Μὴ γὰρ εἰσέλθοι, φησὶν, ἡ ψυχή μου εἰς βουλὴν αὐτῶν, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖται τὰ ἥπατά μου. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· μήτε τοῖς τῆς διανοίας ὄμμασιν ἐνατενίσαιμί ποτε ταῖς τοιαῖσδε βουλαῖς, μήτε μὴν εἰς καρδίαν ὅλως παραδεξαίμην πώποτε τὰ παγχάλεπα ταυτὶ τῶν ἠσεβηκότων σκέμματα. Οὕτω καὶ ὁ προφήτης Ἡσαΐας τοὺς τῶν Ἰουδαίων δήμους ταλανίζει, λέγων· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰπόντες, ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Ψάλλει δὲ καὶ ὁ ∆αβίδ· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἀμαρτωλῶν οὐκ ἔστη. Καὶ πάλιν· Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Ἀποφοιτᾷ τοιγαροῦν ὁ θεσπέσιος Ἰακὼβ τῶν Ἰουδαϊκῶν σκεμμάτων· ἐπιλέγει δὲ τὰς αἰτίας, καί φησιν, Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἀπεκτόνασι μὲν γὰρ ἁγίους, ὡς ἔφην, ἀνοσίῳ θυμῷ πρὸς ὠμότητα καὶ ἀπανθρωπίαν στρατηγούμενοι, ἀνήνυτον δὲ καὶ ἀκατάσκεπτον ἐπιθυμίαν παντελῶς εἰς νοῦν ἑλόντες οἱ τάλανες, ἐνευροκόπησαν ταῦρον, τουτέστι Χριστόν. Καὶ τίς ἡ ἐπιθυμία, προλαβόντες εἰρήκαμεν. Ἐπεγνωκότες μὲν γὰρ ὅτι κληρονόμος ἐστὶν, ἐπεθύμησαν ἔχειν τὴν κληρονομίαν αὐτοῦ.

γʹ. Καὶ ὅρα τοῦ λόγου τὴν ἐπιτήρησιν. Ἀπεκτόνασι μὲν γὰρ τοὺς ἀνθρώπους, ἐνευροκόπησαν δὲ τὸν ταῦρον. Θανάτῳ μὲν γὰρ περιβεβλήκασι τοὺς ἁγίους, καὶ μεμενήκασι νεκροὶ τὸν τῆς ἀνστάσεως καιρὸν περιμένοντες. Ἀλλ' οἷά τις μόσχος ὑπὸ ἀετοῦ νευροκοπούμενος, ὤκλασε μὲν οἱονεί πως εἰς γῆν ὁ Χριστὸς, ἑκὼν ὑπομείνας τὸν τῆς σαρκὸς θάνατον· πλὴν οὐ γέγονε τῷ θανάτῳ κάτοχος· ἀλλ' εἰ καὶ γέγονε νεκρὸς ὡς ἄνθρωπος, ἀπομεμένηκε ζῶν τῇ τῆς θεότητος φύσει. Ταῦρος δὲ ὁ Χριστός· εὐσθενὲς γὰρ ὅτι μάλιστα τὸ ζῶον, καθαρόν τε καὶ ἱερώτατον. Κύριος δὲ τῶν δυνάμεων ὁ Υἱὸς, ὃς οὐ πεποίηκεν ἁμαρτίαν, ἑαυτὸν δὲ μᾶλλον ἀνέθηκεν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἀκουέτωσαν τοίνυν οἱ τὸν οὕτω σεπτὸν νευροκοπήσαντες ταῦρον· Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τί δὴ οὖν ἄρα πεπόνθασιν; Ἐξῴχοντο τῆς ἑαυτῶν, καὶ ἀπολελοίπασι μὲν τὴν ἐνεγκοῦσαν· διεσπάρησαν δὲ καὶ γεγόνασι πανταχοῦ ξένοι, καὶ ἐπήλυδες καὶ περιδεεῖς. Ἀληθὲς γὰρ ὅτι ὥσπερ ὅρνιον ὅταν ἐκπετασθῇ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἐκσπασθῇ ἐκ τῶν ἰδίων τόπων. Προσεπειπεῖν δὲ οἶμαι κἀκεῖνο πρέπον, ὅτι τοῖς μὲν τὸν ταῦρον νευροκοπήσασιν εἰς ἀρὰν ἔσται τὸ χρῆμα· τοῖς γε μὴν ἐπηλγηκόσι, καὶ τὸ οὔτω δεινὸν ἀποσειομένοις ἔγκλημα, λύτρον ἔσται καὶ κάθαρσις καὶ ἁμαρτιῶν ἀπόθεσις. Εὑρήσομεν δὲ διὰ τῆς ἐν νόμῳ σκιᾶς, ὅπερ ἔφην γραφόμενον. Ἔχει γὰρ οὕτως ἐν τῷ ∆ευτερονομίῳ· Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου, καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου, καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ. Καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργα σται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπελέξατο Κύριος ὁ Θεός σου παρεστηκέναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ, Κύριε, τῷ λαῷ σου Ἰσραὴλ, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραὴλ, καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν. Ἀλλ' εἰρήσεται μὲν κατὰ καιροὺς εἰς ἕκαστα λεπτῶς, πλὴν ἐκεῖνό φαμεν. Σύνες ὅπως ἑαυτοὺς ἀπαλλάττουσί τινες τῶν ἐφ' αἵματι κατηγορημάτων, ἀνατυπούσης ἡμῖν τῆς δαμάλεως ἐφ' ἑαυτῇ τὸν Ἐμμανουήλ. Χρῆναι γὰρ οἶμαι δεῖν ἑαυτοὺς ἀπαλλάττοντας λέγειν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἀλλ' ὅ γε τῶν Ἰουδαίων δῆμος οὐχὶ τοῦτό ποτε διακεκραγὼς ἁλώσεται. Τετολμήκασι δὲ μᾶλλον εἰπεῖν νευροκοποῦντες τὸν μόσχον, Αἱ χεῖρες ἡμῶν ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἕτερον γὰρ, οἶμαι, παρὰ τοῦτό ἐστιν οὐδὲν τὸ ἀσυνέτως εἰπεῖν ἐπὶ Χριστῷ· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Περὶ τοῦ Ἰούδα. Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου. Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. Προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. ∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Σαφὴς εὖ μάλα τῆς εὐλογίας ἡμῖν ἔν γε τουτοισὶ διαφαίνεται ὁ τρόπος, τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὴν προαγόρευσιν τοῖς ἀκροωμένοις εἰσκεκομικώς. Προκαταβάλλεται δὲ ὥσπερ ταῖς εὐφημίαις ἀρχὴν, τήν τε τοῦ ὀνόματος σημασίαν, καὶ μέν τοι τὸ προὖχον ἐν δόξῃ παρὰ τὰς ἑτέρας τῆς Ἰούδα φυλῆς. Εἰ γὰρ δή τις ἕλοιτο διατρανοῦν τὸν Ἰούδα φωνὴν ἤτοι τοὔνομα, διερμηνεύσειεν ἂν αἶνον, ἢ ὕμνησιν, ἢ ὑμνούμενον. Ἔχει δὲ ὁ λόγος τὴν ἀναφορὰν, εἰς τὸν ἐκ τῆς Ἰούδα φυλῆς τὸν κατὰ σάρκα Χριστόν. Πέφηνε γὰρ ἐξ Ἰούδα, καὶ Ἰεσσαὶ, καὶ ∆αβὶδ, καὶ ἡπρὸς τὴν τῆς σαρκὸς γένεσιν παραληφθεῖσα Παρθένος. Προαναθρήσας δὴ οὖν ὁ προφήτης εἰς τὸν ἐκ τῆς Ἰούδα φυλῆς, ἀληθὲς ὄνομά σοι, φησὶ, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ δύναμις ἐνδείξειεν ἄν. Ἔσῃ γὰρ ὑμνητὸς, καὶ τὴν τῷ Θεῷ πρέπουσαν ἀποίσεις δόξαν. Ἁρμόσει γὰρ ἂν οὐχ ἑτέρῳ τὸ δοξολογεῖσθαι πρέπειν, πλὴν ὅτι μόνῳ τῷ γε ἀληθῶς ὄντι τε καὶ ἐγνωσμένῳ Θεῷ. Εἰ γὰρ πέφηνας ἄνθρωπος, καὶ κεκένωκας ἑαυτὸν, ἀλλ' οὖν ἔσῃ γνώριμος σεπτὸς καὶ ἀοίδιμος. Οἱ δὲ ἀδελφοὶ διὰ τὸ ἀνθρώπινον οὐχ ὡς ἀνθρώπῳ προσκείσονται, ἀλλ' ἐν ἀδελφοῖς τεθέντα κατακροτήσουσιν ὡς ∆εσπότην, ὑμνήσουσιν ὡς δημιουργὸν, καίτοι τελοῦντα μετ' αὐτῶν ἐν κτίσμασιν ἐπιγνώσονται τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, καίτοι τῇ τοῦ δούλου μορφῇ κατεσκιασμένον. Ὅτι δὲ ἁπάντων κρατήσει τῶν ἀνθεστηκότων, καὶ περιέσται ῥᾳδίως ὁ Ἐμμανουὴλ τῶν ἐχθρῶν, προανεφώνει, λέγων· Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. Τοῦτο καὶ αὐτὸς διὰ φωνῆς τοῦ ∆αβὶδ προκεχρησμῴδηκεν ὁ Χριστός. Ἔφη γάρ· Ὅτι καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου Οὐκοῦν ἐπὶ νώτου τῶν ἐχθρῶν αἱ χεῖρες ἔσονται, φησὶν, ὡς διώκοντος μᾶλλον ἢ φεύγοντος· οὐχ ὡς πληττομένου μᾶλλον, ἀλλ' ὡς αὐτοῦ καταπαίοντος. Ἀληθὲς γὰρ τὸ ἐν βίβλῳ τῶν Ψαλμῶν ὑμνούμενον, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Εἰ γὰρ καὶ αὐτὸς δίδωσιν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δυνάμιν τοῦ ἐχθροῦ, πῶς οὐκ ἀναγκαῖον ὁμολογεῖν ὅτι πρὸ ἡμῶν αὐτὸς ὑπὸ χεῖρας κειμένους ἕξει τοὺς ἀντεξάγειν ἐθέλοντας, καὶ ἀνοσίως ἀντεγειρομένους; Ὅτι τοίνυν τὸ φεύγειν οὐκ οἶδε, διώκειν δὲ μᾶλλον, καὶ ὧν ἂν βούλοιτο κρατεῖν, καὶ τοῦτο ἀμογητί· νενίκηκε γὰρ τὸν κόσμον· προκαταμεμήνυκε λέγων ὁ θεσπέσιος Ἰακώβ· Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ διαφορὰ τῶν αἰνούντων ἀδελφῶν, καὶ τῶν τοῦ πατρὸς υἱῶν, οἳ τοῖς προσκυνοῦσι συντετάξονται; Πῶς οὐκ ἀναγκαῖον εἰπεῖν; Ἐπεγράφετο τοίνυν εἰς πατέρα τῷ Χριστῷ καίτοι πατὴρ κατὰ ἀλήθειαν οὐκ ὢν ὁ μακάριος Ἰωσήφ. Ἦσαν δὲ αὐτῷ υἱοὶ καὶ θυγατέρες ἐκ πρώτων γάμων. Ἐπειδὴ δὲ ἦσαν τάχα που καὶ συνέστιοι τῷ Χριστῷ, σημεῖα ποιοῦντα βλέποντες, καὶ οὐ σφόδρα τοῖς νομικοῖς εἴκοντα νεύμασι διά τοι τὸ εἰς τροφὰς ἀδιάφορον, καὶ τὸ μὴ λίαν ἑλέσθαι τιμᾷν τὴν ἐν Σαββάτοις ἀργίαν· ἔφασκε γάρ· Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· καὶ ὅτι Κύριός ἐστι τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου· ἐμερίζοντο τῇ γνώμῃ, καὶ οὔτε τιμᾷν ὁλοτρόπως ἤθελον, διά γε τὸ δοκεῖν οὐκ ἀπλημμελῶς ἔχειν αὐτῷ τὰ περὶ τὸν νόμον, οὔτε μὴν ἀθαύμαστον ἐᾷν ἠξίουν τὸν οὔτω λαμπρόν. Καὶ γοῦν προσῄεσαν αὐτῷ ποτε λέγοντες ἐναργῶς· Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Προσέθηκε δὲ τούτοις ὁ εὐαγγελιστής· Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' οἱ ταῦτα λέγοντες ἐν ἀρχαῖς, προϊόντος τοῦ χρόνου πεπιστεύκασιν. Πεπληροφόρηνται γὰρ ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονεν ἐν σαρκὶ, καὶ πέφηνεν ἄνθρωπος. Τοῦτό τοι καὶ ὁ μακάριος προφήτης Ἱερεμίας, προεγνωκὼς ἐν πνεύματι, πρὸς αὐτόν φησι τὸν Ἐμμανουήλ· Ὅτι καὶ οἱ ἀδελφοί σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὖτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου. Ἐπισυνήχθησαν, μὴ πιστεύσῃς εἰς αὐτοὺς, ὅτι λαλήσουσι πρὸς σὲ κακά. Οἱ γὰρ πάλαι τοῖς ἄλλοις ὁμοῦ κατακεκραγότες αὐτοῦ, συνηνέχθησαν ἐν πίστει, χρηστὰ λελαλήκασι περὶ αὐτοῦ. Ἰάκωβος γοῦν ὁ μακάριος ταῖς δώδεκα φυλαῖς ἐπιστέλλει λέγων· Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος. Οὐκοῦν αἰνέσουσιν ὡς Θεὸν καὶ οἱ διὰ πίστεως καὶ ἁγιασμοῦ τοῦ διὰ πίστεως κεκλημένοι πρὸς ἀδελφότητα· προσκυνήσουσι δὲ οὐδὲν ἧττον καὶ οἱ τοῦ πατρὸς υἱοί. Πρόδηλον δὲ ὅτι οἱ προσκυνοῦντες αἰνέσουσι, καὶ οἱ τὸν αἶνον ὑφαίνοντες, οὐδὲν ἧττον ἔσονται προσκυνηταί. Καὶ γάρ ἐστι σκύμνος λέοντος ἐξ Ἰούδα Χριστὸς, Υἱὸς ὢν Θεοῦ πάντα ἰσχύοντος, ᾧ τὸ ἀμαχὶ πρόσεστι νικᾷν καὶ τὸ μόνῳ δύνασθαι καταπλήττειν λόγῳ τοὺς ἀνθεστηκότας· ὡς γάρ φησιν ὁ προφήτης· Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Σκύμνος οὖν λέοντος ὁ Χριστός· καθάπερ ἀπὸ βλαστοῦ καὶ ἐκ ῥίζης εὐγενοῦς ἀναφὺς, τῆς ἁγίας Παρθένου. Καὶ γάρ ἐστιν αὐτὸς ἡ τῆς δυνάμεως ῥάβδος, ἢν ἐκ Σιὼν ἡμῖν ἀπέστειλεν ὁ Θεὸς ἡ πάντας παρακαλοῦσα καὶ ἀνέχουσα βακτηρία, ἡ εὐθύτητός τε καὶ βασιλείας, ἡ ὀρθῶς μὲν καὶ πράως τὰς τῶν ἁγίων ἀγέλας διαποιμαίνουσα, συντρίβουσα δὲ καθάπερ σκεῦος κεραμέως τοὺς ὑπ' αὐτῷ νέμεσθαι μὴ ἀνεχομένους. Αὐτὸς ἡ ῥάβδος ἡ Ἀαρὼν, ἡ τόπον ἔχουσα τὴν θείαν σκηνὴν, καὶ εἰς τὰ Ἄγια τῶν ἁγίων εἰσενηνεγμένη, ἡ ἐξανθήσασα κάρυα· ὅπερ ἐστὶν ἀναστάσεως σύμβολον. Ξύλον γὰρ τὸ ἐκ καρύας, ἀϋπνίας ἐστί πως ἐμποιητικόν. Ἐκτετίμηται δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ἐν Ἐκκλησίαις Θεοῦ. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Ἰακὼβ βλαστὸν ὀνομάσας, εὐθὺς διαμέμνηται τῶν ἐν τέλει τῆς οἰκονομίας, καί φησι· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, τουτέστιν, οὐκ ἀβούλητον ὑπέστης θάνατον, ἀλλὰ καί τοι πάντας ἑλεῖν ὡς λέων καὶ καταπτοῆσαι δυνάμενος, καὶ τῆς τῶν θηρευόντων ἐκδῦναι χειρὸς, ἐθελοντὴς ἀνεκλίθης, καὶ οὐ, καθάπερ ᾠήθησαν οἱ σταυροῦν ᾑρημένοι, θανάτῳ κατισχημένος, ἀλλ' οἷον ὕπνῳ χρησάμενος, καὶ καταμύσας βραχύ. Τίς οὖν αὐτὸν ἐγερεῖ; φησί. Ὅμοιον ὡς εἰ λέγοι, κατεκλίθη μὲν ἑκὼν, πλὴν οὐ τῆς παρ' ἑτέρου δεήσεται συνεργίας εἰς ἀνάστασιν. Παναλκὴς γὰρ αὐτὸς ὡς δύναμις τοῦ Πατρός· καὶ οὐκ ἀνικάνως ἔχων, εἴς γε τὸ δύνασθαι, καὶ μάλα ῥᾳδίως, τὸν ἑαυτοῦ ζωοποιῆσαι ναόν. Τοῦτό τοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὅτι τοίνυν οὐδεὶς ἂν γένοιτο πρὸς τοῦτο αὐτῷ συνεργὸς, ἀρκέσει δὲ μόνος αὐτὸς ὡς ἰσχὺς τοῦ γεγεννηκότος, ὑποδηλώσειεν ἂν οὐκ ἀσυμφανῶς ὁ λόγος. Ἀλλὰ τίς δὴ ἄρα καὶ ὁ τῆς ἐπιδημίας ἔσται καιρὸς, ἐμφανίζει λέγων· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἦρχον μὲν γὰρ Ἰουδαῖοι, καὶ ἐξ αἵματος Ἰσραὴλ ἦσαν οἱ παρ' αὐτοῖς ἡγούμενοι· μέχρις ἂν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς, Παλαιστινὸς ὢν, τετράρχης ὠνόμασται, καὶ μετεποιήσατο τῆς ἀρχῆς· ἐφ' οὗ καὶ αὐτὸς γεγέννηται Χριστὸς, ἡ τῶν ἐθνῶν προσδοκία. Ὅτι γὰρ σέσωσται ἡ τῶν ἐθνῶν πληθὺς γεννηθέντος αὐτοῦ, μακρῶν οὐ δεήσει πρὸς ἀπόδειξιν λόγων, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Πλὴν ὅτι προεισέφρησε μὲν διὰ πίστεως ὁ ἐξ ἐθνῶν ἀρτιγενής τε καὶ νέος λαὸς, εἰσκληθήσεται δὲ μετ' αὐτὸν καὶ ὁ Ἰσραὴλ, ἐδίδαξε λέγων εὐθύς· ∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Προσέδησε γὰρ ὥσπερ ἑαυτῷ διὰ πίστεως, ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστὸς, τὸν ἐξ ἐθνῶν λαὸν, ὃν τῷ πώλῳ παρεικάζει. Προσέδησε δὲ ὅτι τῇ ἕλικι τῆς ἀμπέλου, τουτέστιν, ἀγάπῃ τῇ παρ' ἑαυτοῦ, τὸν πῶλον τῆς ὄνου αὐτοῦ, φημὶ δὴ τὸν ἐκ τῆς ἀρχαιοτέρας τῆς Ἰουδαίων μητρὸς, ἤτοι τῆς Συναγωγῆς πεπιστευκότα λαὸν, πῶς ἂν ἐνδοιάσειέ τις, ἀπάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς λαλούσης ἡμῖν τὸ μυστήριον; Ὅτι δὲ ἔμελλεν αἵματι τῷ ἰδίῳ τὴν ἑαυτοῦ καταφοινίξαι σάρκα, προσηλούμενος τῷ ξύλῳ, καὶ τῇ λόγχῃ διανενυγμένος, ἐνέφηνεν, εἰπών· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ διηγούμενος, τοὺς ἁγίους ἔφησεν ἀγγέλους εἰπεῖν, ἤτοι τὰς ἄνω δυνάμεις· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐρύθρημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ. Καὶ πάλιν· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ. Ὅτι δὲ κἂν εἰ γέγονεν ἐν νεκροῖς, κἂν εἰ τὰς τῶν Ἰουδαίων παροινίας ἀνέτλη, ῥαπίσματα καὶ ὀνειδισμοὺς, οὐ πολὺς αὐτῷ τῶν τοιούτων ὁ λόγος, πεπονθότι δι' ἡμᾶς, καὶ ἀνασώσαντι τὴν ὑπ' οὐρανόν· ἔστι δὲ μᾶλλον ἐν ταῖς αὐτῷ φιλαιτάταις ἀεὶ καὶ συνήθεσιν εὐθυμίαις, παραδείξειεν ἂν εἰπών· Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου. Νοηθείη γὰρ ἂν ἐν τούτοις, καθάπερ ἐγὼ οἶμαι, τὸ οἱονεὶ φιλομειδὲς, καὶ τὸ ἀεί πως εὔθυμόν τε καὶ ἱλαρὸν τῆς θεότητος αὐτοῦ. Ἱλαρὸς γάρ πως ἀεὶ τοῖς πεπωκόσιν ὁ νοῦς, καὶ τῶν καταλυπεῖν εἰωθότων ὅτι μάλιστα καταφρονητής. Ἐπειδὴ δὲ ἐξ ὀδόντων ὥσπερ πρόεισιν ὁ λόγος, λευκοὺς εἶναι καὶ αὐτούς φησι, ὡς καθαρόν τε καὶ ἔκλευκον τὸν ἀπὸ γλώττης ἱέντας λόγον. Ἁμαρτοεπὴς γὰρ οὐδαμῶς, εὐθυρήμων δὲ μᾶλλον καὶ ἀληθὴς ὁ Χριστός· καὶ πᾶν, εἴ τι φθέγξαιτο, τοῦτό ἐστιν ἁγιοπρεπὲς, καὶ τεθαυμασμένον, καὶ πλείστην ὅσην ἐμποιοῦν τοῖς· ἀκροωμένοις τὴν εἰς ψυχήν τε καὶ νοῦν λαμπρότητα. Περὶ τοῦ Ζαβουλών. Ζαβουλὼν παράλιος, κατοικήσει καὶ αὐτὸς παρ' ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Φθάσαν τες ἤδη προείπομεν, ὅτι τὸν τῆς προκειμένης ἡμῖν προφητείας βασανίζοντες λόγον, καὶ ὅπως ἂν ἔχοι καὶ διαπεραίνοιτο καλῶς, καταθρεῖν σπουδάζοντες, τοῦτο μὲν ὡς ἐξ ὁμοιότητος τῶν ἤδη προειργασμένων πεποιῆσθαί φαμεν, τοῦτο δὲ καὶ ἐξ αὐτῆς εὖ μάλα τῆς τῶν ὀνομάτων ἑρμηνείας, μονονουχὶ πλαστουργούμενον, καὶ τὴν τῶν ἐσομένων ἰδέαν προαναφαίνοντα διαδείξειεν ἂν, οἶμαι, τὶς νοῦν ἔχων. Ὃ δὴ μάλιστα κατιδεῖν ἐξέσται πάλιν ἐπί τε τοῦ Ζαβουλὼν, καὶ τῶν ἐφεξῆς. ∆ιερμηνεύεται γὰρ εὐοδία τε καὶ εὐλογία παρά γε τοῖς τὰ τοιαῦτα διατρανοῦν εὖ μάλα κατειθισμένοις. Εὐλογημένους δὴ οὖν τινας ἄρα τῶν ἐξ Ἰσραὴλ εὑρήσομεν, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἁνδάνουσι Θεῷ εὐοδίαν πεπλουτηκότας· πλὴν ὅτι τοὺς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένους, καὶ τῇ τοῦ ἁγίου Πνεύματος λελαμπρυσμένους χάριτι· ὡς καὶ ἰσχύσαι λοιπὸν οὐ ψευδοεποῦντας ἀνακραγεῖν· Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἁρμόσαι δ' ἂν οἶμαι καὶ περὶ αὐτῶν τὸν μακάριον προφήτην Ἡσαΐαν εἰπεῖν· Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Τοὺς ὧδε λαμπροὺς καὶ εὐλογημένους εἰς τὴν ἱεράν τε καὶ θείαν αὐλὴν εἰσκαλεῖσθαι προστέταχεν ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· Ἀνοίξατε πύλας· εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην. Ἀλλ' ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίοντες, ὄκνον εἰσδέξαιντο τὸν ἐπ' ἀγαθοῖς, εὐοδίαν ὥσπερ γενέσθαι προστέταχε, καὶ καταψιλοῦσθαι τὴν εἰσδρομὴν, οὕτω λέγων τοῖς ἁγίοις ἱερουργοῖς· Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους τῆς ὁδοῦ διαῤῥίψατε. Οὐκοῦν εἶεν ἂν εὐλογημένοι τε καὶ εὐοδούμενοι, τὴν εἰς Χριστὸν πίστιν οἱ τετιμηκότες ἐξ Ἰσραήλ. Κατοικήσειν γε μὴν αὐτοὺς ἤτοι τὸν Ζαβουλὼν τὴν τῇ θαλάσσῃ γείτονα χώραν διεβεβαιοῦτο σαφῶς. Οἱονεί πως ἐκεῖνο λέγων, ὅτι τοῖς ἔθνεσιν ἀναμὶξ ἔσται λοιπὸν ὁ Ἰσραὴλ, ἄτε δὴ καὶ εἰς μίαν ποίμνην συνενηνεγμένων τῶν δύο λαῶν, καὶ ὑπὸ χεῖρα τὴν ἑνὸς τοῦ κατὰ φύσιν ἀγαθοῦ γεγονότων ἀρχιποιμένος, τουτέστι Χριστοῦ. Ὅτι δὲ τὸ αἴνιγμα ἀληθὲς, πληροφορήσει ῥᾳδίως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τοῖς ἐξ ἐθνῶν ἀπονέμων τὴν πρόσοικον τῇ θαλάττῃ χώραν. Ἔφη γὰρ οὕτως· Χώρα Ζαβουλὼν, γῆ Νεφθαλεὶμ ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδε μέγα. Συνίης ὅπως χώραν Ζαβουλὼν τὴν τῶν ἐθνῶν ἀπεκάλει, οἲ καὶ φῶς τεθέανται μέγα, δῆλον δὲ ὅτι διὰ Χριστοῦ. Συμπεφώτισται δὴ οὖν τοῖς τὴν παραλίαν κατοικοῦσιν, ὁ σύνοικος Ἰσραήλ. Εἴη δ' ἂν, οἶμαι, τουτὶ τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ. Ὅτι γὰρ τῷ φωτίζεσθαι πάντη τε καὶ πάντως ἕποιτο ἂν τὸ καὶ εὐοδοῦσθαι δεῖν, εἰσόμεθα πάλιν τοῦ Σωτῆρος λέγοντος τοῖς Ἰουδαίων δήμοις· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. Ὁ πάλαι τοίνυν λαὸς καταμόνας οἰκῶν, ὁ τοῖς ἔθνεσιν ἀναφύρεσθαι παραιτούμενος, αὐτοῖς ἔσται συγκάτοικος, διαστάντος πρὸς διαφορὰν οὐδενός· διά τε τὸ λελύσθαι παρὰ Χριστοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐνδείγμασι κατηργῆσθαι, καὶ τοὺς δύο λαοὺς ἐκθέσθαι λοιπὸν εἰς ἔνα καινὸν ἄνθρωπον ἐν Χριστῷ διὰ Πνεύματος. Ἔσται δὲ, φησὶ, καὶ παρ' ὅρμον πλοίων, τουτέστιν, ὡς ἐν λιμένι τυχὸν ἀσφαλεῖ, καὶ ἀκύμονι, καὶ εἰς Χριστὸν ἀνάπτων τῆς ἐλπίδος τὰ πείσματα. Ἐκ πολλῆς γὰρ ὥσπερ ἀποφοιτήσας ζάλης, ἐνορμισθήσεται λοιπὸν τῇ παρ' αὐτῷ χάριτι, καθάπερ ἀμέλει καὶ ἐν λιμέσιν ὁλκάδες. Τὸ δὲ δὴ καὶ μέχρις αὐτῆς παρατείνεσθαι τῆς Σιδῶνος εἰπεῖν, ὑποδηλοῦν ἔοικεν ὅτι τοσαύτη πρὸς ἕνωσιν πνευματικὴν συνδρομὴ τῶν δύο γενήσεται λαῶν, ὡς τοὺς ἐξ αἵματος Ἰσραὴλ καὶ αὐτὰς ἐμπλῆσαι τὰς πόλεις, τὰς ἐν πολλῇ παρὰ Θεῷ γεγενημένας αἰτίᾳ καὶ διαβολῇ, ὡς ἀποπλανώσας ποτὲ καὶ διαρπαζούσας τρόπον τινὰ τοὺς σεβομένους αὐτόν. Ἔφη γάρ που διὰ φωνῆς προφητῶν· Καὶ τί ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; Μὴ ἀνταπόδομα καὶ ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε καὶ ὑμεῖς ἐπ' ἐμοί; Ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. Καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. Ἄθρει δὴ οὖν ὅπως αἱ πάλαι δειναὶ καὶ πολεμιώταται πόλεις, καὶ ὀλέθρου πρόξενοι τοῖς ἐξ Ἰσραὴλ, παντὸς ἐλευθέρους δείματος εἰσδέξονται τοὺς πεπιστευκότας, συνδέοντος ἐν εἰρήνῃ πρὸς ὁμοψυχίαν τοὺς δύο λαοὺς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ καταλύοντος μὲν τὴν ἔχθραν, συγκατοικίζοντος δὲ τοῖς ἔθνεσιν ἐν ἀγάπῃ τὸν Ἰσραήλ. Οἶμαι δὴ οὖν ὦδέ τε καὶ οὐ καθ' ἕτερον τρόπον τὸν Ζαβουλὼν κατοικήσειν παράλιον. Περὶ τοῦ Ἰσάχαρ. Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων. Καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Μισθὸς δὴ πάλιν ὁ Ἰσάχαρ ἑρμηνεύεται. Εἴη δ' ἂν ὡς ἀπό γε τοῦ σημαινομένου τύπος οἷά τις καὶ εἰκὼν οὐκ ἀσυμφανὴς τῶν ὡς ἐν τάξει μισθοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀπονεμηθέντων Χριστῷ· Αἴτησαι γὰρ, φησὶν ὁ ∆αβὶδ, παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ψάλλει δέ που καὶ πάλιν τοὺς δοθέντας, οἶμαί που. τῷ Ἐμμανουὴλ, μονονουχὶ καταδεικνύς· Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί· ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. ∆έδονται γὰρ, φησὶ, τῷ Ἐμμανουὴλ μισθὸς οἷά τις οἱ πεπιστευκότες ἀπό τε τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τῆς ἑτέρας πληθύος, φημὶ δὴ τῆς ἐξ ἐθνῶν. Κύριον δὲ ὀνομάσας τὸν Ἰησοῦν, καὶ καρπὸν αὐτὸν ἔφησε γενέσθαι γαστρὸς, διά τοι τὴν καθ' ἡμᾶς ὁμοίωσιν. Γεγέννηται γὰρ ἐκ γυναικὸς, καὶ καρπὸς νηδύος ἐδείχθη παρθενικῆς. Οὐκοῦν τοὺς πιστεύοντας ἀποκεκέρδηκεν ὁ Χριστὸς, καὶ περὶ αὐτῶν τάχα που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν φησι· Οὓς δεδωκάς μοι ἐκ τοῦ κό σμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Οὗτοι δὴ οὖν τὸ καλὸν ἐπεθύμησαν, τουτέστι πᾶν ὅπερ ἂν λέγοιτό τε καὶ ἔστιν ἀληθῶς ἐξαίρετον, καὶ τῶν ὅτι μάλιστα φιλτάτων Θεῷ. Τοῦτο ποιοῦνται περὶ πολλοῦ, καὶ κατορθοῦν σπουδάζουσιν, ὡς ἐκ διανοίας ἀγαθῆς ἀναφωνοῦντες λέγειν· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Καλὸν δὲ πρὸς τούτῳ, τὸ ἐπιθυμεῖν ὑπ' αὐτῷ γενέσθαι Χριστῷ. Ὃ δὴ καὶ ἡ νύμφη φησὶν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα. Ὁ γνώμης τοίνυν εἰς τοῦτο προήκων λαὸς, κατασκέψεται μὲν ἀκριβῶς τοὺς περὶ Θεοῦ κλήρους, τουτέστι, τὰ ἐν ἐλπίσιν ἀγαθὰ τοῖς εὐσεβοῦσιν ἐπηγγελμένα. Περὶ ὧν καὶ ὁ θεῖος ἔφη ∆αβίδ· Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Καταλύσει δὲ ὥσπερ ἐν αὐτοῖς, καὶ ἐπαναπαύσεται πάντη τε καὶ πάντως, ὅτι τεύξεται προσδοκῶν. Ἐπαινέσας δὴ οὖν τὴν ἑαυτοῦ βουλήν τε καὶ κρίσιν, καὶ οὐ μετρίου θαύματος τὴν ἔν γε τούτοις ἀξιώσας ἀνάπαυσιν, τουτέστι, τὴν εἰς αἰῶνα τιμὴν, τὴν ὡς ἐν ἁγιασμῷ τελείῳ ἔχοντι ζωὴν, τὴν ἀτελεύτητον δόξαν, τὴν ἀναπόβλητον βασιλείαν, καὶ ὅσα καὶ νοῦ καὶ γλώττης ἐπέκεινα, τληπαθὴς ἔσται λοιπόν. Ἑωρακὼς γὰρ ὅτι πίων ἡ γῆ, τὸν ὦμον ὑποθήσει, φησὶ, καὶ ἀγαπήσει τὸν πόνον. ∆έχεται δὲ τὸ παράδειγμα παρὰ τῶν ὡς ἄριστα γηπονεῖν εἰωθότων, οἳ φιλεργέστατοί τέ εἰσι καὶ σκαπάνης φίλοι, καὶ μὴν καὶ ἀρότροις ἐνιδροῦν σπουδάζουσιν, εἰ δὴ πιείρας λάβοιντο γῆς, ἐννοοῦντες, οἶμαί που, καρπὸν τὸν ἀμφιλαφῆ, καὶ τὰ ἐξ αὐτῆς ἐσόμενα. Παροτρύνει δέ πως εἰς τοῦτο καὶ ὁ σοφὸς ἡμᾶς Ὠσηὲ, λέγων· Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Ἐκζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεν[ν]ήματα δικαιοσύνης ὑμῖν. Ἐκηύξατο δὲ καὶ ὁ μακάριος Παῦλος εἰπών· Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν, καὶ αὐξήσει τὰ γεν[ν]ήματα τῆς δικαιοσύνης ὑμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Περὶ τοῦ ∆άν. ∆ὰν κρινεῖ τὸν λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ· καὶ γενηθήτω ∆ὰν ὄφις, ἐφ' ὁδῷ ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσθια, τὴν σωτηρίαν περιμένων παρὰ Κυρίου. Ἕπεται πάλιν τῇ τοῦ ὀνόματος ἐτυμολογίᾳ ὁ λόγος. Κριτὴς γὰρ ἤτοι κρίσις ὁ ∆άν. Ἐμφήνειε δ' ἂν ὡς ἐφ' ἑαυτῷ καὶ οὗτος πάλιν τὸν εὐκλεᾶ καὶ περίοπτον τῶν ἁγίων ἀποστόλων χορόν· οἳ εἰς ἀρχὴν τέθεινται τῶν πεπιστευκότων, καὶ τὸ κρίνειν ἔλαχον, κατανέμοντος αὐτοῖς τὸ χρῆμα Χριστοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλός φησι· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; Κριτὴς μὲν οὖν εἶς καὶ νομοθέτης κατὰ τὰς Γραφὰς ὁ Χριστός. Εἰ δὲ πρεσβεύουσιν ὑπὲρ Χριστοῦ οἱ ἀπόστολοι, καὶ ἐν αὐτοῖς τέθειται τῆς καταλλαγῆς ὁ λόγος, οὐδὲν τὸ παράδοξον, εἰ καὶ νοοῖντο κριταὶ καθ' ὁμοιό τητα τοῦ Χριστοῦ. ∆ιακέκραγε δέ που καὶ ὁ μέγας ἡμῖν Ἡσαΐας, τήν τε αὐτοῦ τοῦ Χριστοῦ θεοπρεπῆ βασιλείαν, καὶ τὴν αὐτῶν τῶν ἁγίων ἀποστόλων ἀνάῤῥησιν ἐμφανῆ καθιστάς· Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Πάλαι μὲν γὰρ ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες, καὶ τὸν τῆς ἱερωσύνης λαχόντες κλῆρον· Χείλη γὰρ ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ. Ἐπειδὴ δὲ τῆς ἐν νόμῳ σκιᾶς οἱονεὶ συνεσταλμένης, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας εἰσκεκομισμένης διὰ Χριστοῦ, λαμπροτέρων ἔδει τῷ κόσμῳ κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο λοιπὸν οἱ θεσπέσιοι μαθηταὶ, καὶ εἰς τὸν τῶν κατὰ νόμον καθηγητῶν εἰσέφρησαν κλῆρον. Τοιγάρτοι πρὸς μὲν τὴν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐλέγετο παρὰ τοῦ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σου, τουτέστιν, Οἱ σοὶ χρηματίζοντες υἱοὶ, τὴν τῶν πατέρων τάξιν διέλαχον. Πρὸς δέ γε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ὃ δὴ καὶ εἰς πέρας ἐνηνεγμένον ἴδοι τις ἄν. Ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς, τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ Χριστοῦ λαλεῖται μυστήριον, ἐπείπερ εἰσὶν αὐτοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταί· τὸ μὲν ὅσον ἐστὶ τοῖς παιδευομένοις ἀσυντελὲς εἰς ὄνησιν ὡς κίβδηλον ἀποκρίνοντες, εἰσποιεῖσθαί γε μὴν ὅτι πρέποι τὸ πεφυκὸς ὠφελεῖν συμβουλεύοντες. ∆ὰν τοίνυν φησὶ, τουτέστιν, οἵπερ ἂν ὅλως προχειρισθεῖεν κατὰ καιροὺς ἐπὶ τὸ κρίνειν ἔθνη καὶ λαοὺς, οὕτω κατάρξουσι δυνατῶς καὶ σὺν εὐκλείᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ μία φυλὴ τῶν ἐξ Ἰσραήλ. Φησὶ δὲ, οἶμαι, τὴν βασιλεύουσαν τὴν Ἰούδα πάντως, καὶ οὐχ ἑτέραν. Ὅτι γὰρ ἐκτετίμηνται, καὶ εἰς ἄκρον ἥκουσι δόξης, παρά γε τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς, οἱ παρ' αὐτοῦ προκεχειρισμένοι τῆς ὑφ' ἡλίῳ καθηγηταὶ πῶς ἔστιν ἀμφιβάλλειν; Πλὴν ὅτι τὸ ἄρχειν αὐτοῖς οὐκ ἀταλαίπωρον ἔσται παντελῶς, ἔμελλον δὲ πολλῶν καὶ ἀναριθμήτων πειρᾶσθαι κακῶν· παραποδισθήσονται δὲ ὅτι καὶ οὐκ εἰς ἅπαν εὑρήσουσι τῆς ἀποστολῆς τὸν δρόμον κινδύνων ἀπηλλαγμένον, ὡς ἐν τύπῳ παραδείγματος ὑπεμφήνειεν, εἰπὼν, ὅτι Γενηθήτω ∆άν· ἀντὶ τοῦ, ἔσται τὸ ∆ὰν ὁ τῶν διωκόντων δῆμος, ὡς ὄφις ἐν ὀδῷ καθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου, τουτέστι, δεινὰ καὶ ἄφυκτα δόγματα διδούς. Τοιγάρτοι τῶν ἔχεων δήγματα δυσδιάφυκτά πώς εἰσιν, εἰ καὶ εἰς αὐτὴν γένοιντο τὴν πτέρναν. Αὐτὸς γάρ σου, φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Ἐπεβούλευσαν δὲ οὕτω τινὲς τοῖς ἁγίοις ἀποστόλοις, ὡς καὶ αὐτὸν ἐπαγαγεῖν τὸν τῆς σαρκὸς θάνατον. Καὶ δή τι τοιοῦτον ὑποστῆναί φαμεν αὐτοὺς, ὁποῖον ἂν πάθῃ τυχὸν ἱππεὺς, ὀκλάσαντος ἵππου, καὶ ἀνόπιν ὥσπερ ὑφιζηκότος. Ὑπτιασθήσεται γὰρ ὁ ἐπιβάτης, καὶ εἰς γῆν, οἶμαι, πεσὼν, περιμενεῖ τὸν σώζοντα. Περιμενοῦσι δὲ οἱ θεσπέσιοι μαθηταὶ τὸν τῆς ἐαυτῶν δόξης τε καὶ σωτηρίας καιρὸν, καθ' ὃν εἰσκεκλήσονται εἰς βασιλείαν ἀκλόνητον καὶ αἰώνιον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ Χριστοῦ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου. Τετελέκασι γὰρ τὸν δρόμον, τετηρήκασι δὲ καὶ τὴν πίστιν. Οὐκοῦν τὸν ἀμάραντον τῆς δόξης ἀποκομιοῦνται στέφανον. Εἰ δὲ δὴ βούλοιτό τις οὐχὶ τῷ ∆ὰν ἔσεσθαί τινας ὡς ὄφεις ἐγκαθημένους ὁδῷ, ἀλλ' αὐτὸν ἑτέροις ἐπιβουλεύσειν τὸν ∆άν· ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ κρίνειν τε καὶ καθηγεῖσθαι λαῶν ἔχοντες οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, πικροτάτων ἔχεων ἐπεφύοντο δίκην τῷ Χριστῷ, καὶ οἱονεί πως ἱππέα διὰ ψιλῆς τε καὶ λείας ᾄττοντα τρίβου, δήγμασι παρακόπτοντες ἀνοσίως ἡλίσκοντο. Ἀλλ' εἰ καὶ πέπτωκεν ὁ ἱππεὺς, ἐθελοντὴς ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· ἀλλ' οὖν καὶ ἀναβιώσεται, συλλήπτορα καὶ ἐπαρωγὸν ποιούμενος τὸν Πατέρα. ∆ύναμις γὰρ ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, τὸν ἴδιον αὐτὸς ἐξωοποίησε ναόν. Ταύτῃτοι σεσῶσθαι λέγεται παρὰ τοῦ Πατρὸς κεκινδυνευκὼς ὡς ἄνθρωπος, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ ὅλην αὐτὸς εἰς τὸ εὖ εἶναι συνέχων ὁρατήν τε καὶ ἀόρατον κτίσιν. Οὕτω που συνιεὶς καὶ ὁ θεσπέσιος Παῦλος, περὶ αὐτοῦ φησι· Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Περὶ τοῦ Γάδ. Γὰδ πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. Ἡρμήνευσε πάλιν τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ Γάδ· πειρασμὸς γὰρ, ἢ πειρατήριον. Πρέποι δ' ἂν, οἶμαι, καὶ διὰ τούτου νοεῖσθαι τὸν θεοστυγῆ τε καὶ ἀλαζόνα τῶν Γραμματέων τε καὶ Φαρισαίων ἐσμόν· οἳ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν παρωθούμενοι κήρυγμα, καὶ τῶν ἀναγκαίων τιμῶντες εἰς ὄνησιν οὐδὲν, ἐπέβρυχον τοὺς ὀδόντας Χριστῷ, διδάσκοντι μὲν τὰ ὑπὲρ σκιὰν καὶ νόμον, εὐδοκιμοῦντι δὲ λίαν καὶ τεθαυμασμένῳ, καταπλήττοντί τε οὐδὲν ἧττον τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν τῇ τῶν τετερατουργημένων ὑπερβολῇ, καὶ ταῖς εἰσηγήσεσι ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων Θεῷ συνεισφέροντι τὰ παράδοξα. Καὶ γοῦν ὅτε, κατὰ τὴν τοῦ προφήτου φωνὴν, τὴν Βηθανίαν ἀφεὶς, εἰσέφρησεν εἰς Ἱεροσόλυμα, αὐτὸς πραῢς ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οἱ μὲν προηγούμενοι παῖδες εὐφημοῦντες ἔφασκον· Ὡσαννὰ τῷ υἱῷ ∆αβίδ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τῶν δὲ συνθεόντων τινὲς τὰ ἱμάτια κατεστρώννυον ἐν ταῖς ὁδοῖς, καὶ οὐκ ἀθαύμαστον ἐποιοῦντο τὴν εἰσβολήν· οἱ δὲ διεῤῥήγνυντο, καὶ ὀξυτέροις τοῦ φθόνου πληττόμενοι κέντροις, προσελάλουν ἀλλήλοις, μονονουχὶ δὲ καὶ κατῃτιῶντο μέλλοντας ἔτι περὶ τὸ χρῆναι φονᾷν. Ἔφασκον γὰρ, ὅτι Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖ οὐδέν. Ἴδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἐπειδὴ δὲ τὴν τῶν ἤδη πεπιστευκότων πληθὺν ἐδεδίεσαν, χειρῶν μὲν τέως ἐφείδοντο, καὶ τῆς εἰς προὖπτον ἐπιβολῆς. Ἵνα δὲ τοῖς Ῥωμαίων προσκρούσειε στρατηγοῖς, ἐπιπέμπουσί τινας τῶν ἰδίων μαθητῶν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν λέγον τας· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἰ, καὶ ἀμέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Ἀλλ' ἠλέγχοντο παραχρῆμα, λέγοντος αὐτοῖς τοῦ Χριστοῦ, μετὰ τὴν τῶν δηναρίων δεῖξιν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Οἱ δὲ δὴ, πρὸς τοῦτο κατερυθριάσαι δέον καὶ ἀποσχέσθαι λοιπὸν τοῦ πειράζειν αὐτὸν, πεῖραν αὐτοῦ καθίεσαν καὶ ἑτέραν. Ποιήσας μὲν γὰρ ὡσεὶ φραγέλλιον ἐκ σχοινίου, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς, λέγων· Ἄρατε ταῦτα ἐντεῦθεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου. Οἱ δὲ ἀγανακτοῦντες παραγίνονται· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; Τί οὖν πρὸς τοῦτο ὁ Χριστός; Ἐρωτήσω, φησὶ, κἀγὼ ὑμᾶς λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο, φησὶν, ἐν ἑαυτοῖς, ὅτι Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· ∆ιατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον. Πάντες γὰρ ὡς προφήτην εἶχον τὸν Ἰωάννην. Καὶ λέγουσι, φησίν· Οὐκ οἴδαμεν. Τί οὖ πρὸς ταῦτα Χριστός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Οὐκοῦν πειρατήριον ὁ Γὰδ, τουτέστιν, οἱ ἀεὶ πειράζοντες Φαρισαῖοι. Πλὴν ἀντεπειράζοντο καταπόδας, τουτέστιν, εὐθύς. Χριστὸς γὰρ ἦν ὁ κατὰ τὴν τοῦ προφήτου φωνὴν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν, καὶ τὰς τῶν πολυπλόκων βουλὰς περιστὰς ἀστείως εἰς ἀντίστροφον ζήτησιν. Περὶ τοῦ Ἀσήρ. Ἀσὴρ πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσι. Πλοῦτός τοι πάλιν ὁ Ἀσήρ. Ὧδε γὰρ ἔχει τοῦ σημαινομένου ἡ δήλωσις. Εἴη δ' ἂν, οἶμαί που, κἀνταῦθα νοούμενος, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι, τουτέστι Χριστὸς, ὁ ἐν ἀγρῷ κρυπτόμενος θησαυρὸς, ὁ πολυτίμητος μαργαρίτης, ὁ καὶ ἐν προσώπῳ τῆς σοφίας ἐναργέστατα λέγων· Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Αὐτὸς ὁ τὴν γῆν ἐπισκεψάμενος, καθά φησιν ὁ ∆αβίδ· Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Γράφει δέ που καὶ ὁ σοφώτατος Παῦλος ἡμῖν περὶ αὐτοῦ· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Συνεπτώχευσε γὰρ ἡμῖν, καίτοι πλούσιος ὢν ὁ Θεὸς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Τούτῳ δὴ πάντως ἐστὶ καὶ πίων ὁ ἄρτος, τουτέστι, λιπαρὸς ἄγαν καὶ τροφιμώτατος. Τρέφει γὰρ ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐ μάννα τὸ αἰσθητὸν καθιεὶς, καθὰ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, ἀλλ' ἑαυτὸν ταῖς τῶν πιστευόντων ἐνοικίζων ψυχαῖς διὰ τοῦ ἁγίου Πνεύματος. Τοιγάρτοι καὶ ἔφασκε τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἄρτος δὲ καὶ ἑτέρως νοεῖται ζωοποιὸς κατά τι τῶν ἀποῤῥητοτέρων. ∆ίδωσι δὲ τοῖς ἄρχουσι τροφήν. Φαίην γὰρ ἂν, ὅτι Θρόνοι τε καὶ Ἐξουσίαι, Ἀρχαὶ καὶ ∆υνάμεις, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσα κτίσις ἁγία καὶ λογικὴ, τροφὴν ποιεῖται Χριστόν. Καὶ ὡς ἂν νοεῖσθαι τὸ χρῆμα πρέποι. Ἀλλὰ καὶ τοῖς τῶν ἐπὶ γῆς ποιμνίων καθηγηταῖς διανέμει τροφὰς, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, τὴν τῶν θείων μυστηρίων ἀποκάλυψιν, τὴν ἀπάσης εἴδησιν ἀρετῆς, ἵνα καὶ αὐτοὶ τοὺς ὑπεζευγμένους ἀποτρέφοιεν λαοὺς τοῖς εἰς ζωὴν παιδεύμασι. Τοιγάρτοι καὶ πρὸς αὐτοὺς, ∆ωρεὰν ἐλάβετε, φησὶ, δωρεὰν δότε. Καὶ μὴν καὶ ἑτέρωθι· Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ Κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Ἀμὴν λέγω ὑμῖν· μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τοῦτο ποιοῦντας εὑρήσομεν τοὺς τῶν Ἐκκλησιῶν διδασκάλους, καὶ πρό γε δὴ τούτων τοὺς ἁγίους ἀποστόλους. Ἐπιστέλλει γοῦν ὁ μακάριος Παῦλός τισιν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Παρακεκλῆσθαι δὲ καὶ αὐτοὶ λέγουσι παρὰ Θεοῦ, τοῖς ἄνωθεν ἀγαθοῖς ἀναπιμπλάντος αὐτοὺς δηλονότι, καὶ ταῖς διὰ Πνεύματος χορηγίαις πλουσίως καταπιαίνοντος. Ἀσὴρ δὴ οὖν ἄρα Χριστὸς, ἢ οἱ Χριστὸν πλουτήσαντες, ὧν ἂν νοοῖτο καὶ πίων ὁ ἄρτος. Περὶ τοῦ Νεφθαλείμ. Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς τῷ γεν[ν]ήματι κάλλος. Ἐφαρμόσειεν ἂν, οἶμαί τις, καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τόδε δὴ πάλιν αὐτῷ που τάχα τῷ Ἐμμανουὴλ, καὶ μὴν εἰ βούλοιτο, καὶ αὐτοῖς τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Ἐλέγετο μὲν γὰρ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, διὰ φωνῆς Ἱερεμίου· Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν. Μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά. Ὅτε γὰρ ἔδει τῆς καθηκούσης αὐτὴν ἐπιμελείας τυχεῖν (σημαίνει γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, ἡ περιτομὴ), τότε καὶ ἠχρειῶσθαι καὶ ἐμπεπρῆσθαί φησιν αὐτὴν, ὅτι μὴ παρόντα τὸν γεωργὸν ἐπιγινώσκειν ἤθελε, τὸν, οἷά τινι δρεπάνῃ τῇ τομωτάτῃ, τοῦ πνεύματος ἐνεργείᾳ τῶν ἀχρείων ἡμᾶς ἀπαλλάττοντα, τουτέστι, τῶν γεωδεστέρων καὶ σαρκικῶν, ἵνα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἔφεσίν τε καὶ προθυμίαν ἐκτέκωμεν. Ἔστι γοῦν ἀκοῦσαι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ῥίζα μὲν γὰρ οἷά τις, καὶ ἀμπέλου στέλεχος ἐμβεβοθρευμένης ἀσφαλῶς, τῶν εἰς καινότητα ζωῆς ἐνηνεγμένων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Κλημάτων δὲ δίκην ἡμεῖς καθ' ἕνωσιν τὴν ἐν πνεύματι προσπεφύκαμέν τε καὶ ἀπηρτήμεθα νοητῶς, ἀγάπῃ τῇ εἰς αὐτὸν συνδούμενοι, καὶ ἐνσπαταλῶντες πιότητι τῇ παρ' αὐτοῦ, καὶ τῇ θείᾳ τρεφόμενοι χάριτι πρὸς καρποφορίαν ἀρετῆς. Ἐπισκέπτεται δὲ τὰ καθ' ἡμᾶς σὺν Υἱῷ καὶ αὐτὸς ὁ Πατήρ. Ἀλλ' ἔστι που δῆλον, ὅτι κἂν εἰ ἄμπελος νοοῖτο Χριστὸς, γεωργὸς δὲ ὁ Πατὴρ, ἐν Χριστῷ δὴ πάντως τὸ ἀχρεῖον ἀποκερεῖ, καὶ φροντίδος ἀξιοῖ τὸ ὡς ἄριστα ἔχειν δυνάμενον καὶ καρποφοροῦν ἐν αὐτῷ. Ὅτε τοίνυν ἐχρῆν ἐν ἀμείνοσιν ὁρᾶσθαι γεγενημένην τὴν τῶν Ἰουδαίων μητέρα, τὴν εὔσκιόν τε καὶ ὡραίαν ἐλαίαν, ὡς ὁ προφήτης φησὶ, τότε καὶ ἀπόλωλε, καὶ ἀνήφθη πῦρ ἐν αὐτῇ. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, Ἤδη δὲ καὶ ἡ ἀξίνη, φησὶ, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅτι δὲ ἔμελλε ταῖς εἰς λῆξιν ἡκούσαις κακοῦ περιπεσεῖσθαι συμφοραῖς ἡ διαβόητος πόλις. προανεχρησμῴδησε λέγων ὁ προφήτης Ζαχαρίας· Καὶ ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου. Καὶ πάλιν ὡς πρὸς αὐτήν· ∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυζέτω πίτυς, διότι πέπτωκε κέδρος. Ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. Λίβανος μὲν γὰρ ὄρος ἐστὶ τῇ κέδρῳ κατάκομον. Εὐῶδες δὲ τὸ φυτὸν, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων εἰς κάλλος. Λιβάνῳ δὴ οὖν παρεικάζει τὴν Ἱερουσαλὴμ, οὐκ ἀθαύμαστον ἔχουσαν τὴν τῶν ἱερέων πληθὺν, τό γε ἧκον, φημὶ, πρὸς τὰς ἐκ νόμου τιμάς. Τέθειντο γὰρ ἡγούμενοι, καὶ οἷάπερ ἐν δρυμοῖς ἁδρά τε καὶ εὐθυμηκέστατα ξύλα, τὸ τῶν ἄλλων ἁπάντων ἀνέχοντες μέτρον, καὶ πολὺ τῶν ὑπὸ χεῖρα λαῶν ὑπερκείμενοι. Ἀλλ' ἐμπέπρησται μὲν Ἱερουσαλὴμ, τουτέστιν, ὁ Λίβανος. Οἱ δὲ ἐν αὐτῇ λαμπροὶ, καὶ περιφανέστατοι, καὶ τὸ ἐν εὐκλείαις ἕχοντες ὕψος, τεθρηνήκασιν ἀλλήλους, πίπτοντές τε καὶ ἀπολλύμενοι, καὶ ὥσπερ τισὶ δρυτόμοις περιπεσόντες εὐσθενεστάτοις τοῖς Ῥωμαίων στρατηγοῖς. Ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι' ὧν ἐκεῖνοι κακοὶ κακῶς ἀπολώλασι, στέλεχος γέγονεν ἀνειμένον. Ἐντρυφᾷ γὰρ ἀεὶ ταῖς ἀκαταλήκτοις εἰς τὸ ἄνω φοραῖς, καὶ ὅλης, ὡς ἔπος εἰπεῖν, τῆς ὑπ' οὐρανὸν κατευρύνεται. Καὶ αὐτὸ δὴ τοῦτο προανεφώνει σαφῶς ὁ Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ οὕτω λέγων· Καὶ λήψομαι ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπὶ ὄρος ὑψηλὸν, καὶ κρεμάσω αὐτὸ ἐν ὄρει μετεώρῳ τοῦ Ἰσραήλ. Καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται. Καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται, καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω. Συνίης οὖν ὅτι τὰ ἐπίλεκτα τῆς κέδρου λαβὼν, καταπεφύτευκεν ἡμῖν τὸ τῆς ζωῆς ξύλον ὁ Θεὸς καὶ Πατὴρ, τουτέστι Χριστόν. Ἐπίλεκτα δὲ τῆς κέδρου φησὶ τὴν Ἰούδα φυλὴν, τὴν κατάρχουσαν ἀεὶ, καὶ τῶν ἄλλων εὐκλεεστέραν· ἐξ ἧς ἀνέφυ καὶ Ἰεσσαὶ, καὶ ∆αβὶδ, καὶ ἡ ἁγία Παρθένος, ἢ τὸν Ἰησοῦν ἐκτέτοκεν. Ὅτι δὲ καὶ ἐπὶ ξύλου κεκρέμασται δι' ἡμᾶς τὸ ἐκ τῆς ἀπολέκτου κέδρου ληφθὲν, καὶ φυτόν ἐστι καλόν τε καὶ εὐανθέστατον, πῶς ἔστιν ἀμφιβάλλειν; Ἀνεβλαστήσαμεν δὲ καὶ ἡμεῖς διὰ βουλῆς τοῦ Πατρὸς, τὰ πάλαι ξηρὰ καὶ καρπὸν οὐκ ἔχοντα ξύλα, ξηρῶν γεγονότων καὶ αὐανθέντων τρόπον τινὰ τῶν ὡς ἐν ὑγρότητι καὶ ζωῇ τοῦ νόμου, τουτέστι, τῶν ἐξ Ἰσραήλ. Καὶ οἱ μὲν ἦσαν ὑψηλοὶ, ταπεινοὶ δὲ ἡμεῖς καὶ κατεῤῥιμμένοι. Ἀλλ' ὑψώθημεν ἐν Χριστῷ διὰ πίστεως. Οἱ δὲ τῆς ἀρχαίας κατώλισθον δόξης, καὶ γεγόνασι ταπεινοί. Θεὸς οὖν ἐστιν ὁ τῶν ὅλων Κύριος, ὁ καὶ ἰδίοις νεύμασι ταπεινῶν τὰ ὑψηλὰ, καὶ ἀνακομίζων ὑψοῦ τὰ ταπεινὰ, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ὅτι γὰρ ἢ ἀκάνθης καὶ τριβόλου διενεγκόντες οὐδὲν, οἱ ἐκ τῆς ἀρχαίας Συναγωγῆς μονονουχὶ καὶ τῆς ἁγίας ἀποκείρονται γῆς, ἀντανέφυ δὲ ὥσπερ ἡ τῶν ἐν πίστει πληθὺς, καὶ τοῖς τῶν δένδρων εὐοσμοτάτοις παρεικάζεται, μαθήσῃ, λέγοντος τοῦ Θεοῦ· Καὶ ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην. Καὶ μεθ' ἕτερα· Καὶ ἔσται ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. ∆ιὰ μὲν γὰρ τῆς κέδρου νοήσεις τὴν εἰς ἀφθαρσίαν ἐλπίδα τῶν πεπιστευκότων· σήπεσθαι γὰρ οὐκ οἶδεν ἡ κέδρος. ∆ιὰ δὲ τῆς πύξου, τὸ μήτε ἐν κουφότητι νοῦ, μήτε μὴν ἐν ἐλαφρίᾳ φρενῶν, τοὺς ἐν Χριστῷ νοεῖσθαι πρέπον. Συνετοὶ γὰρ ἄπαντες, ἐπείτοι νοῦν ἔχουσι τὸν Χριστόν. Ναστὸν δὲ ξύλον τὸ πύξινον, καὶ πολλὴν ἔχον ἐν ἑαυτῷ τὴν πύκνωσιν. ∆ιὰ δὲ τῆς μύρτου, τὸ εὔοσμον ἐν ἁγιασμῷ, καὶ τὸ ἀειθαλὲς ἐν χάριτι. ∆ιὰ δέ γε τῆς κυπαρίσσου, τὸ ὑψηλὸν καὶ εὐῶδες. Ὑψηλὸν δέ φημι κατά γε τὴν ἀρετὴν καὶ τὸ ὡς ἐν δόγμασι περιφανές. ∆ιὰ δὲ τῆς λεύκης, τὸ οἱονεὶ λαμπρόν τε καὶ ἔκλευκον εἰς δικαιοσύνην. Λαμπροὶ γὰρ οἱ ἐν Χριστῷ, τῇ παρ' αὐτοῦ καταγλαϊζόμενοι χάριτι. Στέλεχος δὴ οὖν ἀνειμένον Νεφθαλεὶμ, ἢ αὐτὸς ὁ Χριστὸς, ἢ οἱ Χριστοῦ γνώριμοι. Ἐπειδὴ δέ φησι· Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος· ὑποδηλώσειεν ἂν, ὡς ἐγᾦμαι, τοιοῦτόν τι πάλιν. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ Χριστὸς, ἐν τῷ καθ' ἡμᾶς ὁρώμενος σχήματι, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, οὐκ ἐπιστεύετο. Καὶ γοῦν λιθόλευστον μὲν ποιεῖν οἱ Ἰουδαῖοι ἀπετόλ μων, ἐπίκλημα καὶ γραφὴν ἐπιῤῥιπτοῦντες αὐτῷ τὸ, Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους κατατεθηπότας μὲν ὡς τερατουργὸν, πλὴν οὔπω σαφῶς τὸ περὶ αὐτοῦ συνιέντας μυστήριον. Τοιγάρτοι κατηυνάζετο μὲν ἡ θάλασσα, καὶ πνευμάτων ἀγρίων ἀνεκόπτετο φορὰ, Χριστοῦ γενέσθαι προστάττοντος. Οἱ δὲ, φησὶ, διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα, καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὁρᾷς ὅπως, ὅπερ ἦν κατὰ φύσιν, τουτέστι Θεὸς, καὶ εἰ γέγονε σὰρξ, οὔπω τοῖς κατὰ κόσμον ἐγνωρίζετο, καὶ ἦν ἐν δόξαις ταῖς οὔπω λαμπραῖς; Ἐπειδὴ δὲ πρὸς ἐπίδοσιν ἐν ἡμῖν ἡ περὶ αὐτοῦ κεχώρηκε γνῶσις, ἐπιστεύθη λοιπὸν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ αὐτῷ πᾶν γόνυ κάμψει, προσκυνούσης αὐτὸν τῆς ὑπ' οὐρανόν. Οὐκοῦν προϊούσης εἰς τελειότητα τῆς περὶ αὐτοῦ γνώσεως ἐν ἡμῖν, ὡραῖος ὢν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τότε δὴ, τότε διαγινώσκεται. Εἰ δὲ δὴ καὶ ἐφ' ἡμῶν νοοῖτο τυχὸν τὸ, Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος, οὐκ ἀσυμφανὴς ὁ λόγος. Προκόπτοντες γὰρ ἀεὶ κατὰ ἀρετὴν, καὶ τῶν ἀμεινόνων ἐφικνούμενοι, ἤτοι τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εἰς κάλλος ἀεὶ τὸ περιφανέστερον ἀναθρώσκομεν· κάλλος δέ φημι τὸ πνευματικὸν, ἵνα καὶ ἡμῖν λέγηται λοιπόν· Ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου. Περὶ τοῦ Ἰωσήφ. Υἱὸς ηὐξημένος Ἰωσήφ· υἱὸς ηὐξημένος, ζηλωτὴς υἱός μου νεώτατος, πρός με ἀνάστρεψον. Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλογησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου. Ὑπερίσχυσας ἐπ' εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπ' εὐλογίαις θινῶν αἰωνίων, αἳ ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς, ὧν ἡγήσατο, ἀδελφῶν. Ἐπ' αὐτὸν ἡμῖν πάλιν τὸν Ἐμμανουὴλ ὁ τῆς προφητείας διέρπει λόγος. Εἴη δ' ἂν, οἶμαί που, τὸ δηλούμενον ἐξ αὐτῆς ἕτερον οὐδὲν ἢ ὅπερ ἔφην ἀρτίως, τὸ, Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος. Τὸ γὰρ ηὐξῆσθαι λέγειν αὐτὸν, τὴν εἰς τὸ ἀπ' ἀρχῆς ἐπίδοσιν, καὶ ἐπιδρομὴν τῆς ἐνούσης αὐτῷ εὐκλείας φυσικῶς, διασημαίνει πάντως, κατά γε τὸ ὀρθῶς ἔχειν ὑπειλημμένον. Ἐπειδὴ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὑπάρχων καὶ ἐκ Θεοῦ, κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφὰς, καθεὶς ἐθελοντὴς εἰς ὅπερ οὐκ ἦν, καὶ τὴν ἀδοξοτάτην ταύτην σάρκα ἠμπέσχετο, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ πέφηνε, γεγονὼς ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ μέχρι θανάτου· ταύτῃτοι λοιπὸν ὑπερυψοῦσθαι λέγεται, καὶ ὡς οὐκ ἔχων διὰ τὸ ἀνθρώπινον μονονουχὶ, καὶ ἐν χάριτος μοίρᾳ, λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἀλλ' ἦν τὸ χρῆμα κατὰ τὸ ἀληθὲς, οὐ δόσις ὡς ἐν ἀρχῇ τῶν οὐκ ἐνόντων αὐτῷ φυσικῶς· πολλοῦ γε καὶ δεῖ. Νοοῖτο δ' ἂν μᾶλλον ἀναφοίτησις καὶ ἀναδρομὴ πρὸς τὸ ἐν ἀρχῇ, καὶ οὐσιωδῶς καὶ ἀναποβλήτως ὑπάρχον αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε, τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς ὑποδὺς οἰκονομικῶς· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἀεὶ γὰρ ἦν ἐν δόξῃ θεοπρεπεῖ τῷ ἰδίῳ συνυπάρχων Γεννήτορι πρὸ παντὸς αἰῶνος καὶ χρόνου καὶ τῆς τοῦ κόσμου καταβολῆς. Αὔξην δὴ οὖν νοητέον ἐπὶ Χριστοῦ, τὴν τῆς εὐκλείας ἐπίδοσιν, ἣν ἀεί πως εὐρυτέραν καὶ ἐμφανεστέραν ἔχει Θεός· ὅτι κατὰ φύσιν ἐστὶ παρὰ τῶν ἐν κόσμῳ νοούμενος, καὶ ὡς τῶν ὅλων Κύριος, συνδοξολογούμενός τε καὶ συμπροσκυνούμενος τῷ Θεῷ καὶ Πατρί. Πλὴν αὐτὸς ὑπάρχων τῶν αἰώνων ὁ ποιητὴς, νοοῖτ' ἂν εἰκότως γεγονὼς καὶ νεώτατος. Πέφηνε γὰρ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς μετὰ τὸν τῶν ἁγίων προφητῶν εὐκλεᾶ τε καὶ ἀξιάγαστον χορὸν, καὶ ἁπαξαπλῶς μετὰ πάντας τοὺς πρὸ τῆς ἐπιδημίας ὡς ἐν υἱῶν τάξει λελογισμένους δι' ἀρετήν. Ζηλωτὸς δὲ ὅτι γέγονεν ὁ Ἐμμανουὴλ, πῶς ἔστιν ἀμφιβαλεῖν; Ἀλλὰ ζηλωτὸς μὲν ἁγίοις, οἳ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, καὶ πρὸς τὸ θεῖον αὐτοῦ μορφούμενοι κάλλος, αὐτόν τε ποιούμενοι τῶν πρακτέων ὑπογραμμὸν, τὴν ἀπασῶν ἀρίστην ἀποφέρονται δόξαν. Ζηλωτός γε μὴν καὶ καθ' ἕτερον ἂν νοοῖτο τρόπον τοῖς οὐκ ἀγαπᾷν ᾑρημένοις, φημὶ δὲ τοῖς Ἰουδαίων καθηγηταῖς, ἤτοι τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις, οἳ πικρὸν ὠδίνοντες ἐν ἑαυτοῖς ζῆλον, καὶ βασκανίας ὑπόθεσιν τὴν ἀπαράβλητον αὐτοῦ ποιούμενοι δόξαν, κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. ∆ιανίστη μὲν γὰρ τοὺς νεκροὺς ὁ Χριστὸς ὀδωδότας ἤδη καὶ διεφθαρμένους, καὶ αὐτοῦ τοῦ θανάτου κρείττων ἐφαίνετο. Οἱ δὲ, κατατεθηπέναι δέον καὶ πρὸς τὸ χρῆναι πιστεύειν ἴεσθαι, λοιπὸν οὐδὲν ἐνδοιάζοντας ἔτι, τοῦτο μὲν οὐκ ἔδρων, ἐδάκνοντο δὲ τῷ φθόνῳ, καὶ πικρὰς ἐδέχοντο λύπας εἰς νοῦν. Τὸν ἐκ γενετὴς ἰᾶτο τυφλὸν, καὶ ἁμαρτωλὸν ἀπεκάλουν. ∆αιμονίων ἀκαθάρτων ἠλαύνοντο στίφη, καὶ χορηγὸν αὐτῷ τῆς δυνάμεως τὸν Βεελζεβοὺλ κατεψεύδοντο· λίθοις ἔβαλλον, ἀνοσιώτατα λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε· ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. ∆ιεπρίοντο λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. Ζηλωτὸς οὖν ἄρα καὶ τοῖς μισεῖν ἑλομένοις, πλὴν οὐκ εἰς ἅπαν ἁλώσιμος. Εἰ γὰρ καὶ ἀνέτλη σταυρὸν, ἀλλ' ὡς Θεὸς ἀνεβίω, πατήσας τὸν θάνατον, μονονουχὶ δὲ καὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιφωνοῦντος καὶ λέγοντος· Πρός με ἀνάστρεψον. Ἀναβέβηκε γὰρ εἰς τοὺς οὐρανοὺς, ἵνα καὶ ἀκούσῃ λέγοντος· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὅτι γὰρ ὑποπεπτώκασι, καίτοι πλείστην ὅσην τὴν κατ' αὐτοῦ μανίαν ὠδίνοντες, ἐδίδαξεν εἰπών· Εἰς ὂν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων. Συνέδρια γὰρ συναγείροντες ἐβουλεύοντο πικρὰ τῶν τοξευμάτων οἱ κύριοι, τουτέστιν, οἱ τῶν λαῶν ἡγεμόνες, οἱ ἐπ' αὐτῷ παραθήγοντες τοὺς οἱονεὶ τραυματίζοντας, καὶ ἀκίδων ἐν τάξει μονονουχὶ καὶ ἐμπηγνυμένους, διάτοι τὸ δρᾷν ἃ μὴ θέμις ἀποτολμᾷν, καὶ θηρῶν ἀγρίων ἐπιθρώσκειν δίκην. Πλὴν συνετρίβη τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη νεῦρα βραχιόνων αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακὼβ, τουτέστι, τοῦ Θεοῦ καὶ Πατρὸς, ὅς ἐστι τῶν δυνάμεων Κύριος, ὃς καὶ εὐλογεῖσθαι παρεσκεύασε τὸν Υἱὸν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Γράφει μὲν γὰρ ὁ θεσπέσιος Παῦλος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Φάσκει δέ που καὶ ὁ μέγας ἡμῖν ∆αβίδ· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι. Ταύτην εἶναί φαμεν τὴν ἄνωθεν εὐλογίαν, καὶ τὴν ἐν τῇ γῇ κάτω τὴν πάντα ἔχουσαν, τουτέστιν, ἐν ᾗ διὰ Χριστὸν πᾶσα λοιπὸν ἀρετὴ, καὶ λίαν ἀμφιλαφεῖς οἱ τῆς εἰς Θεὸν εὐσεβείας καρποί. Εἴρηται γάρ που πρὸς τὸν Υἱόν· Ἐπεσκέψω τὴν γῆν, καὶ μεθύσας αὐτὴν ἐπλήθυνας, τοῦ πλουτίσαι αὐτήν. ∆εδόσθαι γε μὴν αὐτῷ τὴν ἄνωθεν εὐλογίαν, καὶ μέντοι τὴν ἀπὸ γῆς, διεβεβαιοῦτο σαφῶς· Εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρὸς καὶ μητρός. ∆ι' οὗ σαφῶς καὶ ἐναργῶς ἥ τε ἐκ Θεοῦ καὶ Πατρὸς γέννησις τοῦ Μονογενοῦς, καὶ ἡ διὰ τῆς ἁγίας Παρθένου σημαίνεται, καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος. Υἱὸς γὰρ ὑπάρχων φυσικῶς τε καὶ ἀληθῶς τοῦ Θεοῦ τε καὶ Πατρὸς, δι' ἡμᾶς ἀνέτλη τὴν διὰ γυναικός τε καὶ μήτρας γέννησιν, καὶ μαστοὺς τεθήλακεν. Οὐ γάρ τοι, κατά τινας, δοκήσει γέγονεν ἄνθρωπος, ἀλλ' ὡς τοῦτο κατὰ ἀλήθειαν πεφηνὼς, ὅπερ ἐσμὲν καὶ ἡμεῖς αὐτὸ[ὶ], τοῖς τῆς φύσεως ἑπόμενος νόμοις, καὶ τροφῆς ἠνέσχετο, καίτοι ζωὴν αὐτὸς τῷ κόσμῳ διδούς. Ταύτῃτοι καὶ ὁ μακάριος Ἡσαΐας μήνυσιν ὥσπερ τινὰ τοῦ κατὰ ἀλήθειαν ἐνανθρωπῆσαι τὸν Κύριον, τὸ δεδεῆσθαι τροφῆς νηπιοπρεποῦς, ἐποιεῖτο λέγων· Βούτυρον καὶ μέλι φάγεται. Ηὐλόγηται τοίνυν ἕνεκε μαστῶν καὶ μήτρας. Ὡς γὰρ ἔφην φθάσας, ἐπεί τοι γέγονεν ἄνθρωπος καὶ ὑπήκοος τῷ Πατρὶ, κεκληρονόμηκεν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ αὐτῷ κάμψει πᾶν γόνυ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, ὁμολογούντων ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Πλὴν εἰ καὶ πέφηνε καθ' ἡμᾶς, ἀλλ' οὖν ὑπερκείσεται παντὸς ἁγίου, καὶ ὑπερανεστήξει θεοπρεπῶς τῶν ἄνωθεν ἔτι καὶ ὀνομαστῶν πατέρων. Ὃ γὰρ ὁ Ψάλλων φησίν· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται αὐτῷ ἐν υἱοῖς Θεοῦ; τοῦτο διδάσκει λέγων ὁ μακάριος Ἰακώβ· Ὅτι ὑπερίσχυσας ἐπ' εὐλογίαις ὀρέων μονίμων καὶ θινῶν αἰωνίων. Ὄρη γὰρ αἰώνιά τε καὶ μονιμώτατα, καὶ μέντοι καὶ θῖνας αἰωνίους, τοὺς ἁγίους φησὶ, διά τοι τὸ ἦρθαι τῆς γῆς, καὶ φρονεῖν μὲν οὐδὲν τῶν κατεῤῥιμμένων, ζητεῖν δὲ τὰ ἄνω, καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα εὖ μάλα διᾴττειν. Κατόπιν οὖν ἄρα τῆς Χριστοῦ δόξης καὶ οἱ τῶν Πατέρων ἐπισημότατοι, καὶ εἰς λῆξιν ἥκοντες ἀρετῆς. Οἱ μὲν γὰρ ἦσαν οἰκέται, κἂν εἰ τετάχαντο λοιπὸν ἐν τέκνοις· ὁ δὲ Κύριος, ὡς Υἱὸς, τὰ δι' ὧν ἐκεῖνοι γεγόνασι λαμπροὶ, κεχορηγηκὼς αὐτοῖς. Τοιγάρτοι καὶ λέγουσιν, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Οὐκοῦν τῆς δόξης ὁ στέφανος ἐπικείσεται μὲν φυσικῶς τῇ τοῦ Σωτῆρος ἡμῶν κεφαλῇ· διαβήσεται δὲ οὐδὲν ἧττον, καὶ δῶρον ἔσται δοτὸν, καὶ ἐπ' αὐτοὺς ἁγίους τοὺς ὑπ' αὐτῷ γεγονότας, οἳ τὸν ἀμάραντον τῆς δόξης περικείσονται στέφανον· καὶ κοινωνοὶ τῶν αὐτοῦ παθημάτων γεγενημένοι, συμμεθέξουσι τῆς εὐκλείας. Ἄραρε γὰρ, ὅτι συμπεπονθότες αὐτῷ, καὶ συμβασιλεύσουσιν. Περὶ τοῦ Βενιαμίν. Βενιαμὶν λύκος ἅρπαξ· τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Προτέτοκε μὲν ἡ Ῥαχὴλ τὸν θεσπέσιον Ἰωσὴφ, ἐπ' αὐτῷ δὲ τὸν Βενιαμίν· ἀλλ' υἱὸς μὲν νεώτατος Ἰωσὴφ πρὸς τοῦ πατρὸς ὠνομάζετο. Οὕτω τε ἔχειν τὸ χρῆμα δώσομεν. Νεώτερον δὲ νεωτάτου φαμὲν γενέσθαι τὸν Βενιαμίν. Ἀλλ' υἱὸς μὲν νεώτατος Βενιαμίν· καὶ δὴ νοοῖτ' ἂν εἰκότως οἷά τις εἰκὼν καὶ τύπος τοῦ νεωτάτου λαοῦ· ὃς καὶ διὰ τῶν ἁγίων κέκληται μαθητῶν, μετά γε τὸ ἐκ νεκρῶν ἀναβιῶναι Χριστὸν, καὶ πρὸς τὸν ἐν οὐρανοῖς ὑπονοστῆσαι Πατέρα καὶ Θεόν. Ἅρπαγι δὲ λύκῳ παρεικάζεται, διά τοι τὸ, οἶμαι, θερμὸν εἰς ὀρέξεις τὰς ἐπί γε τὸ μαθητιᾷν, καὶ ἐπιθρώσκειν ἀεὶ, καὶ μάλα προθύμως, οἷά τισι θήραις ταῖς εἰς πᾶν ὁτιοῦν τῶν τρεφόντων εἰς εὐεξίαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. ∆εινοὶ γὰρ ἰδεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μὴν καὶ ἁρπάσαι τὸ ὠφελοῦν· ὀξεῖς εἰς ἀποδρομὴν τῶν ἀδικεῖν εἰωθότων. Εἰσὶ δὲ λίαν εἰς φόβους οὐκ εὔκολοι, οὐδ' ἂν εἰ κυνῶν αὐτοῖς περιχέοιντο δίκην, οἱ τῶν ἀγαθῶν ἔργων τε καὶ λόγων ἀποσοβεῖν ᾑρημένοι, καταναρκῶσι δὲ τὴν προ[σ]βολήν. Μεμαθήκασι γὰρ, καὶ μάλα νεανικῶς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ἀλλ' οὐδ' ἂν ὅλως αὐτοὺς οἱ ψευδοποιμένες τῆς αὐτοῖς ἀγαπωμένης ἐξώσειαν τρίβου, βάλλοντες εἰς νεφροὺς [τάφρους?] οὐ φειδόμενοι, κατὰ τὸ γεγραμμένον. Τληπαθέστατοι γὰρ οἱ τοιοίδε λίαν, καὶ ζωὴν ἡγούμενοι τὸ παθεῖν· διακεκράγασι γοῦν· Ἐμοὶ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. Οὐκοῦν, κἂν εἰ λύκοις ἅρπαξι παρεικάζοιντο, κατά γε τοὺς ἀρτίως ἡμῖν παραδεδειγμένους τρόπους, οὐδὲν, ὡς ἔοικεν, εἰς τὸ μὴ ἔχειν ὀρθῶς ἀδικηθεῖεν ἂν, ἐπεί τοι καὶ αὐτὸς ὁ Σωτὴρ λέοντά τε καὶ πάρδαλιν, ἤτοι πάνθηρα ἑαυτὸν ὀνομάζει, λέγων· ∆ιότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Καὶ ἐγὼ ἔρχομαι, καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.–Ἀγροῦ δὲ θηρία, καὶ αὐτοὺς ἀποκαλεῖ τοὺς εἰς αὐτὸν πιστεύοντας, οὔτω λέ γων διὰ φωνῆς Ἡσαΐου· Εὐλογήσει μὲ τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν. Ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. Συνίης οὖν, ὅπως τὸ γένος τὸ ἐκλεκτὸν ἀγροῦ θηρία καὶ σειρῆνας ὠνόμασε, τουτέστι, τὰ τῶν στρουθίων εὐστομώτατα. Καὶ θηρία μὲν, διὰ τὸ μὴ ἀνέχεσθαι τάχα που τιθασσεύοντος τοῦ Σατανᾶ, καὶ ὑπὸ χεῖρα ποιεῖσθαι τὴν ἑαυτοῦ σπουδάζοντος, ἐπιθρώσκειν δὲ μᾶλλον αὐτῷ, μονονουχὶ δὲ καὶ κατασίνεσθαι τοὺς ἐφ' ἅπερ οὐ θέμις μετασοβεῖν ᾑρημένους· σειρῆνας δὲ, ὅτι καλλιεποῦσιν ἄγαν τὰ Χριστοῦ κατορθώματα λέγοντες, καὶ τὰς εἰς αὐτὸν ὑμνοῦντες τιμάς. Οὐκοῦν λύκος ὁ Βενιαμὶν ὁ νέος καὶ ἐν πίστει λαὸς, οὗ καὶ τὸ λίαν ἕτοιμον εἰς τὸ δύνασθαι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μέντοι καὶ τὸ ἰσχύσαι καὶ ἑτέρους ὠφελεῖν, ὑποφαίνει λέγων· Τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ τὸ ἑσπέρας διαδώσει τροφήν. Ὁ μανθάνων ἔοικέ πως ἀεὶ τῷ τρεφομένῳ. Εἰσοικίζεται γὰρ εἰς νοῦν τὰ μαθήματα, καθάπερ ἀμέλει κἀκεῖνος εἰς γαστέρα τὸ ἐδώδιμον. Ἀποδεῖ δὲ τοῦ τρέφοντος ὁ διδάσκων οὐδέν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τροφῇ παρεικάζει τῆς διδασκαλίας τὸν τρόπον· ἔφη γὰρ, ὅτι Τελείων ἐστὶν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκοῦν ὁ Βενιαμὶν λύκος ἅρπαξ. Τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Ὅμοιον ὡς εἰ λέγοι· Μαθητιῶν ἔτι καὶ πρὸς τὸ ἀρτίως ἔχειν οὔπω διεληλακὼς, ὠφελήσειεν ἂν ἑτέρους, καὶ ὀλίγος κομιδῇ διαδείξει καιρὸς τοὺς ἄρτι πεπιστευκότας καὶ εἰς τὸ διδάσκειν ἐπιτηδείους. Περὶ μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ἐλέγετο, δι' ἀμαθίαν, οἶμαί που, πολλὴν καὶ τὸ εἰς νοῦν ἔσω πάχος· Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος. Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι. Καὶ πάλιν· Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως. Ἐπιστέλλει δὲ τοῖς ἐν πίστει καὶ ἐν Χριστῷ λέγων ὁ σοφὸς Ἰωάννης· Οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων. Νοῦν γὰρ ἔχουσι Χριστοῦ τοῦ πάντα εἰδότος, καὶ οὐκ ἀνικάνως ἔχουσιν εἰς τὸ διδάσκειν καὶ παρακαλεῖν ἀλλήλους. Εἰ δὲ δὴ προσήκει καὶ ἐπ' αὐτοῦ τοῦ μακαρίου Παύλου τὴν ἐπὶ τῷ Βενιαμὶν προαγόρευσιν ἐκπεπεράνθαι λέγειν, καὶ τῇδε ἂν ἔχοι καλῶς τε καὶ ἀληθῶς. Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, καὶ λύκου δίκην τοῖς ἀγαπῶσι Χριστὸν ἐπιτρέχων, ἐν ὀλίγῳ κομιδῇ πρὸς πᾶν τοὐναντίον μετεποιήθη καιρῷ. Εὐηγγελίσατο γὰρ τὴν πίστιν ἢν ἐπόρθει ποτὲ, καὶ ἀναφέρει τὰ χαριστήρια τεθειμένος εἰς ἀποστολὴν, καίτοι πρότερον ὢν βλάσφημός τε καὶ διώκτης καὶ ὑβριστής. Οὕτω γάρ πού φησιν αὐτός. Γέγονε δὲ καὶ ἐκ φυλῆς Βενιαμίν. Καὶ αὐτὸν δὲ τὸν θεσπέσιόν φημι ∆αβὶδ τῆς κατ' αὐτὸν ἱστορίας διαμεμνῆσθαι σαφῶς, ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ λέγοντα· Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχον τες Νεφθαλείμ. Ἰουδαῖοι γὰρ ὄντες καὶ ἐξ αἵματος Ἰσραὴλ οἱ μακάριοι μαθηταὶ, καθηγηταὶ γεγόνασι τῶν ἐν Χριστῷ διὰ πίστεως δεδικαιωμένων, μεθ' ὧν καὶ αὐτὸς ὁ ἐκ φυλῆς Βενιαμὶν ἐπιστέλλων τε καὶ λέγων· Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Εὐηγγελίζετο γὰρ ἔθνεσί τε καὶ Ἰουδαίοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.

Περὶ γενετῆς Μωσέως.

αʹ. Ἄρτι καὶ μόλις τὸ ἐπὶ τῇ Γενέσει βιβλίον διὰ πολλῆς ἄγαν ἰσχνομυθίας ὡς ἔνι διαπεράναντες, ἐκ δυνάμεως εἰς δύναμιν, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, οὐδ', ὅσον εἰπεῖν, βραχὺ διαπνεύσαντα, τὸν ἀγαθοῖς ἱδρῶσιν ἐντριβῆ μετοίχεσθαι δεῖν ἀναπείθομεν κάλαμον. Ἁπτόμεθα γὰρ, ἐθέλοντός τε καὶ σοφοῦντος Θεοῦ, τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων, ἃ παραλελεῖφθαι δοκεῖ συντεθεικόσιν ἡμῖν τὴν ἠθικὴν παραίνεσιν, ὅτε καὶ μακροὺς ἐδόκει παραιτεῖσθαι λόγους, καταδεικνύειν ἐθέλουσι τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τρόπος. Ἀποδιελόντες γὰρ ἕκαστα τῶν ἐγκειμένων κεφαλαίων τοῖς πέντε Μωσέως βίβλοις, καὶ τῆς ἐν αὐτῷ θεωρίας τὸν σκοπὸν εὖ μάλα προαθρήσαντες, τὰ μὲν ὅσα ταῖς ἠθικαῖς ὑφηγήσεσιν ἀναγκαῖά πως ἧν καὶ ὅτι μάλιστα χρειωδέστατα, συντεθείκαμεν ἐπὶ καιροῦ, καὶ ὡς ἐν τάξει δὴ λέγω τῇ ἑκάστῳ πρεπωδεστάτῃ· τὰ δὲ δι' ὧν ἧν εἰκὸς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον, ὡς ἔνι, προαναφαίνεσθαι, τῇ μετ' ἐκείνην τετηρήκαμεν συγγραφῇ· ἐφ' ᾗ καὶ νῦν ἱδροῦν ἑλομένοις, ἀγαπητὲ Παλλάδιε, συναθλήσεις οἶδ' ὅτι διὰ προσευχῆς. Βάδιμον μὲν ἥκιστά γε τοῖς καθ' ἡμᾶς τὸ χρῆμά ἐστι, γένοιτο δ' ἂν κἂν γοῦν ἐκ μέρους εὐστιβὲς, Χριστοῦ δὴ πάλιν τὴν ἔς γε τουτὶ διευρύνοντος τρίβον. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, καὶ αὐτὸς ἡ θύρα, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ποιησόμεθα δὲ τοῦ βιβλίου συγγραφὴν οὐκ ἀπαραλείπτως καὶ ἐφεξῆς διὰ παντὸς ἐρχόμενοι κεφαλαίου (πλεῖστα γὰρ ὅσα, καθάπερ ἔφην ἀρτίως, ἀπολέγδην εἰσπεποιήμεθα, τῇ ἑτέρᾳ συντάξει περιφανῶς εὐρήσομεν)· ἃ δ' ἂν ὁρῷτο λοιπὸν τῷ προκειμένῳ σκοπῷ χρήσιμα, ταῦτα κατά γε τὸ ἐγχωροῦν βασανίζοντες ἀκριβῶς τε καὶ διεσμιλευμένως, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Ἐπεὶ δὲ ὁ τοῦ βιβλίου σκοπὸς εἰς λύτρωσιν φέρει τὴν διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη προκεκινδυνευκὸς οὐ μετρίως τὸ ἀνθρώπινον ἐπιδεῖξαι γένος, καὶ εἰς λῆξιν ἤδη τῆς ἀνωτάτω ταλαιπωρίας ἐνηνεγμένον. Προήκοι γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως ἐν κόσμῳ τῷ πρέποντι τῆς ἐπικουρίας ὁ λόγος· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. ∆εῖν δὲ οἶμαι καὶ τοῖς ἰατρῶν ἐπιστήμοσι καὶ δοκιμωτάτοις, εἰ δή ποι μέλλοιεν ἐφ' οἷς ἂν εἶεν σοφοὶ θαυμάζεσθαί που, προκεῖσθαι τὸν ἄῤῥωστον, περὶ ὃν ἂν γένοιτο καὶ ἡ τῆς ἐνούσης αὐτοῖς εὐτεχνίας ἐπίδειξις.

βʹ. Οὐκοῦν, ἤδη λέγωμεν, ὅτι λιμοῦ κατωθοῦντος ποτὲ καὶ ἀφορήτως ἐνσκήπτοντος καὶ ἐγκειμένου τοῖς υἱοῖς Ἰσραὴλ, κατῴχοντο μὲν ἐκ γῆς Χαναὰν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντά που καὶ πέντε ψυχαῖς, καθὰ γέγραπται. ∆ιέρποντος δὲ τοῦ καιροῦ λοιπὸν, εἰς πληθὺν τὴν ἀριθμοῦ κρείττονα τὸ γένος αὐτοῖς ἐξετείνετο. Γέγραπται γάρ· Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτοὺς σφόδρα. Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων χώρας ὁ καθηγεῖσθαι λαχὼν, τὴν εἰς πληθὺν ἐπίδοσιν τῶν Ἑβραίων οὐκ ἀνύποπτον εἶχεν, ἐπεβούλευσε, καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Ὁ δὲ δὴ τοῦ κακοῦσθαι τρόπος ἦν ὁ ἐπὶ σκαπάναις ἱδρὼς, πλινθουργία μακρὰ καὶ ἄμισθος, καὶ μὴν καὶ τὸ ἀναδείμασθαι πόλεις ὀχυρὰς τῷ Φαραὼ, τουτέστι, πεπυργωμένας, ἢ οὕτως εὐρείας καὶ μακρὰς, ὡς κομιδῇ [ἀναλώτους] ταῖς ἄλλαις εἶναι δοκεῖν, διὰ πληθὺν δηλονότι τῶν ἐνῳκηκότων. Πειθὼ δὲ ἦσαν καὶ Ῥαμεσσῆ, καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ τῷ τυράννῳ πρὸς τὸ παρ' ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπεροχαῖς τὸ δεῖγμα ἐν μείζοσιν ἦν, καὶ πλείους ἐγένοντο. διὰ τοῦ κακοῦν εἰωθότος ὠφελεῖν ἐθέλοντος τοῦ Θεοῦ τοὺς ἀνοσίως ἐξυβριζομένους. Ὃ δὴ καὶ συνιεὶς ὁ τύραννος, προσετίθει τοῖς πόνοις ἑτέραν ἐπιβουλήν. Ταῖς γὰρ Ἰουδαίων ἐκέλευε μαίαις, εἰ μαιεύο[ι]ντο γυναῖκας τὰς ἐπ' ὠδῖσιν ἤδη καὶ τόκοις, τὸ ἐν ὑποψίαις αὐτῶν καταπνίγειν γένος, τουτέστι, τὸ ἄρσεν, ζωογονεῖν δὲ τὸ θῆλυ. Λόγου γὰρ ἐδόκει μηδενὸς ἀξιοῦν τὸ ἄναλκι καὶ ἀφιλοπόλεμον, καὶ εἰς δειλίας εὔκολον, καὶ νόμῳ φύσεως τεθρυμμένον. Ἀλλ' οὐκ ἔδρων αἱ μαῖαι τὸ δυσσεβὲς, ἤρεσκόν τε διὰ ταῦτα Θεῷ. Τί οὖν ὁ ἀλιτήριος; Ἀπαμφιέννυσι τὴν ὀργὴν, καὶ τοὺς τῆς ἀνοσιότητος τρόπους ἀναισχυντεῖν ἀναπείθει. Συνέταξε γὰρ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν, ὃ ἂν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό.

γʹ· Ἀλλ' ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος. Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν, ἐπεθύμει τε χορτασθῆναι τῶν κερατίων [ὧν ἤσθιον] οἱ χοῖροι. Ταύτῃτοι προσδεδραμήκαμεν τοῖς γεωδεστέροις, ἀφέντες τὸ ἄμεινον καὶ τὸ δεῖν ἐφίεσθαι τῶν λυσιτελεστέρων, δι' ὧν ἦν εἰκὸς εὐμενείας τῆς ἄνωθεν οὐχ ἁμαρτεῖν, καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν πλουτοῦντας ὁρᾶσθαι. ∆ιωλισθηκότες δὴ οὖν παντὸς τοῦ ἀνέχειν ἰσχύοντος εἴς γε τὸ εὖ εἶναι καὶ μετὰ Θεοῦ, ταμίαν μὲν οὐκέτι τῶν καθ' ἡμᾶς ἐποιούμεθα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα ∆εσπότην. Γῆς δὲ ὥσπερ ἀγίας, τῆς φιλοθέου ζωῆς ἐκκεχωρηκότες, καὶ εἰς τὴν αἰσχίω τε καὶ ἀκαλλεστέραν, καὶ ὑπὸ τῷ διαβόλῳ κειμένην μονονουχὶ κατεῤῥυηκότες, ἐν ἴσῳ γεγόναμεν τοῖς ἐκ Χαναὰν κατοιχομένοις εἰς Αἴγυπτον, καὶ ὑπὸ χεῖρα γεγενημένοις τὴν Φαραώ τε καὶ Αἰγυπτίων, οἳ ταῖς τῶν δαιμονίων λατρείαις ἐκτόπως ἐγκείμενοι, καὶ πᾶν εἶδος φαυλότητος οὐκ ἀνεπιτήδευτον ἔχοντες, παραδείξειαν ἂν ὡς ἐν εἰκόνι λοιπὸν ἐν ἑαυτοῖς αὐτόν τε τὸν Σατανᾶν, καὶ τοὺς ὑπ' αὐτῷ, οὓς καὶ θεοὺς ἐνόμιζον, ἐκκεκρουσμένους μὲν τῆς ἀρίστης φρονήσεως, ἀχλύν τε καὶ σκότον τὸν ἐξ ἀμαθείας ἠῤῥωστηκότες. Ἐπειδὴ δὲ ὑπὸ δεινῷ καὶ ἀλιτηρίῳ δεσπότῃ γεγόναμεν, φημὶ δὴ τῷ Σατανᾷ, πηλῷ καὶ πλινθείᾳ κατετρυχόμεθα, φημὶ δὴ τοῖς περὶ γῆν τε καὶ τοῖς ἐν αὐτῇ βδελυρωτάτοις σπουδάσμασιν οὐκ ἀνιδρωτὶ τελουμένοις. Οὐ γὰρ ἀπήλλακται πόνων, κἂν εἰ τὸ εἰκαῖον ἔχοι τυχὸν, ὁ τοῦδε τοῦ βίου περισπασμός. Ἐπιστάτας δὲ ὥσπερ τῶν ἔργων τῶν ὅτι μάλιστα φιλτάτων αὐτῷ κατεχειροτόνησε τῶν ἀδικουμένων ὁ Σατανᾶς τοὺς ἀκαθάρτους δαίμονας, ἤτοι τὰς ὑπ' αὐτῷ δυνάμεις, οἳ ταῖς πολυτρόποις τῶν παθῶν πλεονεξίαις τὸν ἑκάστου τῶν ἐπὶ τῆς γῆς καταφορτίζουσι νοῦν, δεδιότες, οἶμαι, μὴ ἄρα που σχολαῖον τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνέντες πρὸς Θεὸν, τῆς ὑπ' αὐτῷ δουλείας ἐκλύσειαν τὸν αὐχένα· φιλελευθέρα γὰρ λίαν ἡ ἀνθρώπου φύσις. Ὅτι δὲ δόξα καὶ πλοῦτος τοῖς ἀκαθάρτοις δαίμοσι καὶ αὐτῷ τῷ Σατανᾷ λελόγισταί τε καὶ ἔστιν ὁ εἰκαῖος ἡμῶν περισπασμὸς, καὶ οἱ περὶ σάρκα πόνοι, καὶ σπουδὴ βλέπουσα πρὸς τὰ γεωδέστερα, παραδείξειεν ἂν αἰνιγματωδῶς τὸ πόλεις ἐγείρειν τῷ Φαραὼ τοῖς ἐξ Ἰσραὴλ, πηλῷ καὶ πλινθείᾳ τρυχομένοις· κατεστυγμένον τε ὅτι ποιεῖται τὸ ἄρσεν, τουτέστι, τὸ νενευκὸς εἰς ἀνδρείαν, δῆλον δὲ ὅτι τὴν ἐπ' ἀρεταῖς. Μονονουχὶ δὲ καὶ ἀποπνίγει τὸ μάχιμον τοῖς τῶν ἡδονῶν ἐγκαθιεὶς τέλμασιν, προσίεται δὲ τὸ μὴ εὐσθενὲς, καὶ ὡς ἄχρηστον ἀμαχεὶ τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, ἐκδείξειεν οὐκ ἀσυμφανῶς τὸ ῥίπτεσθαι μὲν δεῖν τὸ ἄρσεν ἐν ὕδασι λέγειν, ζωογονεῖσθαι δὲ τὸ θῆλυ. Τύπος γὰρ ἂν γένοιντο τῶν ἀφανεστέρων τὰ ὡς ἐν ὄψει τε καὶ ἐναργείᾳ. Οὐκοῦν ἄνωθέν τε καὶ ἐκ πατέρων ἠῤῥωστηκότες τὴν ἁμαρτίαν, καὶ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ πεπιεσμένοι, τάχα που καὶ ἀβουλήτως οἱ τάλανες τῷ τῆς κακίας ἐξάρχοντι Σατανᾷ κατεζεύγμεθα, καὶ τοῖς τῆς φαυλότητος ἐπιστάταις ὑπενηνέγμεθα, φημὶ δὴ τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἦν ἐν λοίσθῳ τοῦ παντὸς ἤδη κακοῦ τὰ καθ' ἡμᾶς, ἐκλελοιπότος οὐδενὸς τῶν εἰς ἀθλιότητα καὶ ταλαιπωρίαν, πλὴν ἠλέει Θεὸς, ἐξείλετό τε καὶ σέσωκε. Καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς καὶ παρεζευγμένων εἰσόμεθα. Παροίσομεν γὰρ εἰς εἰκόνα καὶ ὑποτύπωσιν τῆς διὰ Χριστοῦ σωτηρίας τὰ ἐπὶ τῷ θεσπεσίῳ Μωσεῖ γεγραμμένα.

δʹ. Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευῒ, ὃς ἔλαβεν ἐκ τῶν θυγατέρων Λευῒ, καὶ ἔσχεν αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν ἄρσεν. Ἰδόντες δὲ αὐτὸ ἀστεῖον, ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς. Ἐπειδὴ δὲ οὐκ ἠδύναντο ἔτι κρύπτειν αὐτὸ, ἔλαβεν ἡ μήτηρ αὐτοῦ θίβην, καὶ κατέχρισεν αὐτὴν ἀσφάλτῳ πίσσῃ, καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν, καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος περὶ τὸν ποταμόν. Καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν, μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ. Κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμὸν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. Καὶ ἰδοῦσα θίβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δὲ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ, καὶ ἔφη· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; Ἡ δὲ εἶπε· Πορεύου. Ἀπελθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ αὐτῇ ἡ θυγάτηρ Φαραώ· ∆ιατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτὸ, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτόν. Ἀνδρυνθέντος δὲ ἤδη τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωσῆς, λέγουσα· Ἐκ τοῦ ὕδατος ἀνειλόμην αὐτόν. Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἠλέει λοιπὸν τὴν ὑπ' οὐρανὸν, ἀνοσίῳ τυράννῳ καὶ ὠμοτάτῳ λῃστῇ θητεύουσαν, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, κατὰ τὸ γεγραμμένον, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἰσότητι τῇ πρὸς αὐτὸν, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ' ἡμᾶς, ὥς φησιν ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης, εἰς τὰ ἴδια ἦλθεν. Ἀπεστάλη γὰρ, ὡς αὐτός πού φησιν, εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ· ἀλλ' οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοιγάρτοι καὶ λίαν ἐπῃτιᾶτο αὐτοὺς διὰ φωνῆς Ἡσαΐου λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοὺς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Προσκεκρουκότων δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην οὐκ ἐπεγνωκότων, εἰσκέκληνται διὰ πίστεως οἱ τῶν εἰδώλων προσκυνηταὶ, καὶ ἡ τῶν ἀθέων ἀνοσία τε καὶ βδελυρωτάτη πληθὺς ἐπέγνω τὸν Λυτρωτήν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν τοῖς ἐξ Ἰσραὴλ προαναφωνούμενον· Καθέστηκα ἐφ' ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσε τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. Ἄκουε, γῆ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. Ἄθρει δὴ οὖν, ἄθρει περιφανῶς τὸ μυστήριον, καὶ ὡς ἔν γε τοῖς κατὰ Μωσέα, καθάπερ ἔφην ἀρτίως. Γέγονε μὲν ὁ θεσπέσιος Μωσῆς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευΐ. Κεχρημάτικε δὲ καὶ αὐτὸς ὁ Ἐμμανουὴλ, ὅσιός τε καὶ ἄκακος, καὶ ἀρχιερεὺς ὅλος ὢν ἱερός· εἰ καὶ ἐκ τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς καὶ βασιλεὺς εἶναι πιστεύηται, καὶ ὅτι μὴ κατὰ σάρκα τὸ ἱερὸν αὐτῷ, καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, ἀλλ' ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. Οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς, ἵν' ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστὸς, ὃς ἀρτιγενὲς νοεῖται παιδίον διά τοι τὴν τῆς θεότητος ἀκακίαν, ἤγουν ὅτι γέγονε νέα κτίσις. Ἀποδυσάμενοι γὰρ τὴν ἐν φθορᾷ παλαίωσιν, εἰς καινότητα ζωῆς μετακεχωρήκαμεν ἐν αὐτῷ. Νέα δὲ ὥσπερ κτίσις τὸ βρέφος. Ὅτι δὲ ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον, ἀταλαίπωρον ἰδεῖν καὶ ἐξ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν τοῦ Σωτῆρος παραδεῖξαι λόγων. Γύναια μὲν γὰρ προσεπόθει ποτὲ, καὶ δὴ καὶ βρέφη προσῆγον, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας, καθὰ γέγραπται. Ὄχλον δὲ νομίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί. Ὁ δὲ πρὸς αὐτούς· Ἄφετε τὰ παιδία, φησὶ, καὶ μὴ κωλύσητε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐπειδὴ δέ ποτε καὶ διαλογισμὸς εἰσῆλθεν ἐν αὐτοῖς, τίς ἄρα μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἔφη γὰρ οὕτως ἡμῖν ὁ σοφὸς εὐαγγελιστής· ἐπιλαβόμενος, φησὶ, παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ τί τὸ στραφῆναι, καὶ τοῖς παιδίοις ἡμᾶς ἐξομοιοῦσθαι φιλεῖν, διεσάφει γράφων ὁ μακάριος Παῦλος· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Ἄραρεν οὖν ὅτι διὰ τὴν τῆς θεότητος ἀκακίαν ὡς ἐν νηπίῳ Χριστὸς σημαίνεται. Σεσίγηται δὲ καὶ ἐν τοῖς ἱεροῖς Γράμμασιν οἰκονομικῶς ὁ Μωσέως πατήρ. Καὶ γὰρ ἐνὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔλαβεν ἐκ τῶν θυγατέρων Λευΐ· τὸ δὲ, Ἦν τις, φησὶν, ὅτι καὶ ἀπάτωρ τὸ κατὰ σάρκα Χριστὸς πλαγίως ὑποδηλῶν, πλὴν ἐν ὑποψίᾳ γέγονε πατήρ· ἐνομίζετο γὰρ υἱὸς εἶναι Ἰωσήφ. Ἀλλ' ἦν ἀστεῖον, φησὶ, τὸ παιδίον. Καὶ γὰρ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὠνόμασταί τε καὶ ἔστι Χριστός. Ἐπεφώνει δὲ αὐτῷ καὶ ἑτέρωθί που πάλιν ὁ θεσπέσιος ∆αβίδ· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Νοητέον δὲ ὅτι τὸ κάλλος τὸ ὡς ἐν δόξῃ τε, φημὶ, καὶ φύσει τῆς ὑπὲρ πάντα θεότητος οὐκ ἂν ἐνδοιάσειέ τις· οὐ γὰρ δή που τὰ σαρκὸς αὐχήματα περιθείη τις αὐτῷ Χριστῷ, καὶ εἰς δόξαν αὐτοῦ καταλογιεῖται, πολλοῦ γε δεῖ. Κένωσις γὰρ αὐτῷ καὶ ταπείνωσις τῆς μετὰ σαρκὸς οἰκονομίας ὅλον ἐστὶ τὸ μυστήριον. Γράφει δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ· Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ οὐ δή πού φαμεν, ὅτι τῶν τῆς θεότητος αὐχημάτων ὁ τοῦ προφήτου καταγορεύει λόγος, ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει νοεῖν, ὅτι τῇ τῆς θεότητος δόξῃ συγκρινόμενα τὰ σαρκὸς, οὐδενὸς ἄξια φανεῖται λόγου. Ἐν εἴδει γὰρ πέφηνεν ὁ Υἱὸς τῷ λίαν ἀκαλλεστάστῳ. Θεὸς γὰρ ὢν κατὰ φύσιν, γέγονε καθ' ἡμᾶς. Ἀμέτρητον δὲ τὸ μεσολαβοῦν, καὶ ἀσυγκρίτοις διαφοραῖς μειονεκτεῖται Θεοῦ τὸ ἀνθρώπινον.

εʹ. Ἄθρει δὲ ὅπως πᾶν ἄρσεν ἐπιβουλεύεσθαι προστεταχότος τοῦ Φαραὼ, κρύπτει μὲν τὸ βρέφος ἡ τεκοῦσα γυνὴ, καθιεῖσα δὲ μετὰ τοῦτο καὶ ἐγκατακλείσασα τῇ θίβῃ, ἤτοι τῇ κλειστῇ, ῥίπτει μὲν αὐτὸ ἐν τοῖς ἕλεσιν, ἀναλαμβάνει δὲ παραχρῆμα παρ' αὐτοῖς εὑροῦσα τοῖς ὕδασιν ἡ τοῦ διώκοντος παῖς, καὶ ἀνοίγει μὲν τὴν θίβην, εἶτα κλαῖον εὑροῦσα τὸ βρέφος. ὅτι τε Ἑβραῖος εἴη συνίησιν ἀκριβῶς, καὶ ἀναδίδωσι τρέφειν τῇ τεκούσῃ, πάλιν μισθὸν τῶν τροφῶν ὑποσχομένη. Τίνα δὴ νοῦν ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε λόγοις; ἢ τί τὸ μυστήριον περιαθρεῖν ἀναγκαῖον; Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ ἦν ἐπὶ τῆς γῆς τὸ ἄρσεν ἀνεπιβούλευτον. Ἄρσεν δὲ νοοῦμεν τὸ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ, καὶ ἧς ἂν εἶεν καρποὶ τὰ ἁνδάνοντα τῷ Θεῷ. Οὐκοῦν ἐν κινδύνῳ τὸ ἄρσεν, μονονουχὶ ταῖς κοσμικαῖς ἡδοναῖς οἷά τε βορβόροις ἢ τέλμασιν ἐγκαθιέντος τοῦ Σατανᾶ, καὶ ἐναποπνίγοντος τοὺς παραιτουμένους τὸ ἄναλκι καὶ θηλυπρεπὲς, τὸ ὡς ἐν ἤθει φημὶ καὶ τρόποις. Τοιγάρτοι καὶ ἔφασκον οἱ Πνευματοφόροι κατατεθηπότες, οἶμαί που, τὴν ἀπάντων ἐκτροπὴν ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς· Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Ἦν γὰρ ἤδη πως καὶ ἀνεπιτήδευτον παντελῶς ἅπασιν ἀνθρώποις τὸ ἀγαθὸν, οὐκ ἀφιέντος ἀνδρίζεσθαι τοῦ τῆς ἁμαρτίας εὑρετοῦ. Ἐπειδὴ δὲ γέγονε μεθ' ἡμῶν, καὶ τοῖς ἐπιβουλευομένοις ἐναρίθμιος ἦν ὁ Ἐμμανουὴλ, τὸ φύσει τε καὶ ἀληθῶς ἄῤῥεν βρέφος, τουτέστι τὸ θρύπτεσθαι μὴ εἰδός· οὐ γὰρ μεμαλάκισται πρὸς ἁμαρτίαν· διέλαθε μὲν ἐν ἀρχαῖς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου· κέκρυπται γὰρ τὸ παιδίον, τουτέστι Μωσῆς· ἐπειδὴ δὲ προῆλθεν εἰς ἡλικίαν, τοῖς τοῦ διαβόλου στρατηγήμασι κατατεθηγμένη πρὸς μιαιφονίαν ἡ τεκοῦσα Συναγωγή· πέφηνε γὰρ ἐξ Ἰουδαίων ὁ κατὰ σάρκα Χριστός· κατέκλεισεν ἐν μνημείῳ. Τύπος δ' ἂν γένοιτο καὶ τοῦδε σαφὴς διὰ χειρὸς ὥσπερ τῆς ἰδίας μητρὸς ἐν τῇ καλουμένῃ θίβῃ καθιέμενος ὁ Μωσῆς, καὶ πρός γε τούτοις ἐκτιθέμενος. Ἠλλοτρίωσε γὰρ ἑαυτῆς τὸν Ἐμμανουὴλ ἡ τῶν Ἰουδαίων Συναγωγή. Ἀλλ' ἥ γε τοῦ Φαραὼ θυγάτηρ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καίτοι πατέρα ποτὲ λαχοῦσα τὸν Σατανᾶν, εὑρίσκει παρ' ὕδασιν, ὧν ἂν νοοῖτο τύπος τὸ ἅγιον βάπτισμα, δι' οὗ καὶ ἐν ᾧ Χριστὸς εὑρίσκεται, καὶ ἀνοίγει τὴν θίβην. Ὅτι γὰρ οὐ μεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον πατήσας τὸν θάνατον, ἔξω τε μνημείου γέγονε, πεπιστεύκασιν ἀληθῶς οἱ διὰ πίστεως εὑρηκότες τὸν δι' ἡμᾶς εἰς θάνατον, ἵνα καὶ ὑπὲρ ἡμῶν εἰς ζωήν. Εὑρίσκει δὲ κλαῖον τὸ παιδίον. Περιτευξόμεθα δὲ καὶ ἡμεῖς τῷ Χριστῷ τὴν τῶν Ἰουδαίων ἀνοσιότητα, καὶ τὰ εἰς αὐτὸν γεγονότα διηγουμένῳ, μονονουχὶ δὲ καὶ κλαίοντι. ∆υσφορητικῶς γάρ φησιν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ μὴν καὶ ἑτέρωθί που· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ὅτι δὲ καὶ ἐξ Ἰουδαίων πέφηνεν ὁ Χριστὸς, ἐπέγνω τε καὶ πεπίστευκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Εἶπε γὰρ, φησὶν, ἡ θυγάτηρ Φαραώ· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Πλὴν ὅτι κατὰ καιροὺς παρὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας δέξεται Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, μυσταγωγούμενοι δηλονότι τὸ ἐπ' αὐτῷ μυστήριον, παραδείξειεν ἂν καὶ λίαν ἀμογητὶ ἐκ τῆς θυγατρὸς Φαραὼ παραδέξασθαι τὸ παιδίον τὴν τεκοῦσαν αὐτό. Ἐκθεμένη γὰρ ὥσπερ τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀποβαλοῦσα ταῖς ἀπειθείαις, ἐν τελευταίοις αὐτὸν καιροῖς παραδέξεται ταῖς τῆς Ἐκκλησίας μυσταγωγουμένη φωναῖς. Καὶ ὅτι μὴ ἀκερδὲς, ἀλλ' ἐν μεγάλαις ἐλπίσι τὸ χρῆμα αὐτὴ λοιπὸν ἀναπεπεισμένη. Θέα γὰρ ὅπως ἡ τοῦ Φαραὼ θυγάτηρ μισθοὺς ἐπηγγέλλετο τῇ Μωσέως μητρὶ, παιδοκομεῖν ἑλομένῃ τὸ ἐξ αὐτῆς. Οὐκοῦν ἡ Μωσέως γένεσις καὶ τὰ ἐπ' αὐτῷ κατασημήνειεν ἂν καὶ μάλα σαφῶς τοῖς ἀρτίφροσι τὸ Χριστοῦ μυστήριον, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν. Ἔτι περὶ Μωσέως. ʹ. Τὴν Μωσέως γένεσιν πολυπραγμονοῦντες, ὡς ἔνι τὸ Χριστοῦ μυστήριον διεδείκνυμεν τῆς τῶν νοημάτων ἰσχνότητος διαγραφούσης αὐτὸν οἰκονομικῶς ἐν ἀρτιγενεῖ νηπίῳ, διά τοι τὴν τῆς θεότητος ἀκακίαν, καὶ τὸ ἀκάκουργον παντελῶς, καὶ τὸ εἰς ἅπαν ἁπλοῦν, ἤγουν ὅτι νέα πέφηνε κτίσις. Ἀλλὰ φέρε δὴ πάλιν καὶ καθ' ἕτερον τρόπον καταθρήσωμεν ἐν αὐτῷ τὸν Ἐμμανουὴλ μορφούμενον. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἐγένετο τοίνυν, φησὶν, ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωσῆς ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντα Ἑβραῖον τῶν ἀδελφῶν ἑαυτοῦ· καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· ∆ιατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἐφοβήθη δὲ Μωσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο; Ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν τὸν Μωσῆν. Ἀνεχώρησε δὲ Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ ἐν τῇ γῇ Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωσῆς ἐῤῥύσατο αὐτὰς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν. Ὁ δὲ εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἐκ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν. Ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· Καὶ ποῦ ἔστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν ὅπως φάγῃ ἄρτον. Κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφωρὰν τὴν θυγατέρα αὐτοῦ Μωσῇ γυναῖκα. Ἐν γαστρὶ δὲ συλλαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε Μωσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ, λέγων, ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ. Ὧδε μὲν οὖν τὰ Μωσέως. Θεωρίας δὲ τῆς ἐσωτάτω συνθήσει πάλιν ἡμῖν ὁ λόγος, ἀπονέμοντες τῇ ἱστορίᾳ ὅτι μάλιστα τὸ πρέπον αὐτῇ· τὸ δὲ ὅσον ἂν φαίνοιτο ταῖς πνευματικαῖς ἀφηγήσεσιν ὑπηρετεῖν εὖ μάλα δυνάμενον, τοῦτο περιτρέπων εἰς οἰκονομίαν τὴν ἐπὶ Χριστῷ.

ζʹ. ∆ιεπύθου δὲ ὅτι μέγας γενόμενος Μωσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ θεσπέσιος γράφων Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον. Τίς δὴ οὖν ἄρα νοοῖτ' ἂν εἰκότως τῆς ἐνθάδε δηλουμένης ἀποστολῆς ὁ τρόπος, ἢ τί τὸ ἐκβεβηκέναι φήσομεν, κατιδεῖν ἀναγκαῖον. Ἢ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον, μονονουχὶ καὶ ἐκβεβηκέναι δώσομεν, ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς ἐροῦμεν εὐκλείας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Καὶ γοῦν ἐκπεπερασμένης ἤδη τῆς οἰκονομίας, ὅτε καὶ ἀναφοιτᾷν ἔμελλε πρὸς τὸν Πατέρα συνεδρεύσων αὐτῷ, καὶ τῶν ὑπερτάτων ἐπιβησόμενος θώκων· Πάτερ, φησὶ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ὁ δὲ οὐρανοῦ καὶ γῆς Κύριος ὡς Θεὸς ἀνημμένος οὐσιωδῶς τῶν ὅλων τὸ κράτος, οὐκ ἂν ἐξοίχοιτό πως τῶν καθ' ἑαυτὸν ἐν τῇ δούλου μορφῇ γεγονώς· ὁ δὲ ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, εἰ μεθ' ἡμῶν ὁρῷτο γυμνὸς καὶ ἐν μνήμασιν, εἰ καὶ ἀνεβίω πάλιν ὡς ζωὴ, οὐκ αὐτῷ δόξειεν ἔξω γενέσθαι βραχὺ τῶν ὅτι μάλιστα πρεπόντων αὐτῷ. Εἶτα πῶς ἐνδοιάσειέ τις; Ἐκβέβηκε τοίνυν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, τουτέστι, τοὺς υἱοὺς Ἰσραήλ. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, αὐτῶν οἱ πατέρες, πρὸς οὓς τὰ ἐπηγγελμένα. Τοιγάρτοι ἔφασκεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἀλλὰ δεινὴν καὶ δύσοιστον ἀληθῶς ὑπομένοντας τὴν πλεονεξίαν (ἐπεπήδα γὰρ ὥσπερ συντρίβων ὁ Σατανᾶς), ἐλευθεροῦν ἐσκέπτετο, καὶ πόνου παντὸς ἀποφαίνειν ἀπηλλαγμένους. Ἀπεκτονὼς δὲ τρόπον τινὰ τὸν ἀδικεῖν ᾑρημένον, κατέκρυψεν εἰς γῆν, τουτέστιν, ἐν τοῖς ὑποχθονίοις ἐτίθει μέρεσι, κατακλείων εἰς ᾅδην. Τοῦτό τοί φημι τὸ ἐν ψάμμῳ κρύπτειν τεθνεῶτα τὸν Αἰγύπτιον. Ὅτι δὲ τὰ τῶν δαιμονίων θεομισῆ καὶ ἀκάθαρτα στίφη τῇ τοῦ Σωτῆρος ἡμῶν ἀῤῥήτῳ δυνάμει συνηλαύνετο εἰς τὸν ᾅδην, κατεδικάζετο δὲ τὴν ἄβυσσον οἰκεῖν, ἀναμάθοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐκ τῶν εὐαγγελικῶν ἀναγνωσμάτων. Παρεκάλουν γὰρ αὐτὸν, φησὶν, οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὡς γὰρ πληθύος ἤδη πολλῆς προαπεσταλμένης, οἱ περιλειφθέντες ἔτι προσιόντες παρεκάλουν ἀνεῖσθαι τέως αὐτοῖς τὸ τοῖς ἑτέροις συγκατακρίνεσθαι. Ὅτι δὲ κατῃκίζοντο τῆς εἰς ἡμᾶς ὠμότητος εἰσπραττόμενοι δίκας, καταθεῷτό τις ἂν, εἰ βούλοιτο, καὶ ἀμογητὶ, ἀνακεκραγότων ἀκούων· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθεςὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Οὐκοῦν ἐπειδήπερ ἐτεθέατο Χριστὸς ἀφορήτως ἐγκείμενον τοῖς ἐπὶ γῆς τὸν Αἰγύπτιον, κατέκρυψεν αὐτὸν εἰς τὸν ᾅδην. Τοῦτό τοι πάλιν ὡς ἐν σκιαῖς καὶ τύποις ἀποτετέλεκεν Ἰησοῦς, ὁ διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ στρατηγήσας μετὰ Μωσέα. Κατέδησε γὰρ ἐν σπηλαίῳ τοὺς πέντε τῶν Ἀμοῤῥαίων βασιλεῖς, πλαγίως ἡμῖν τοῦ τύπου προαναφαίνοντος, ὅτι μετὰ τὴν ἐν νόμῳ πολιτείαν ἀναδειχθεὶς ἐφ' ἡμᾶς ὁ Ἐμμανουὴλ βασιλεὺς, τοὺς τῶν δαιμονίων ἐξάρχοντας, καθάπερ ἐν βαθεῖ κατασφραγιεῖ σπηλαίῳ τοῖς ὑποχθονίοις μυχοῖς. Ἀνῃρημένου δὴ οὖν τοῦ ἐγκειμένου καὶ θλίβοντος, τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, φησὶ, δύο διαπληκτιζομένων Ἑβραίων, βραβευτὴς εἰς μέσον εἴη Μωσῆς, καὶ διαλλακτὴς εἰς εἰρήνην τοῖς ἀφιλαλλήλως διεστηκόσιν. Εἰς ἔχθραν ἐνεφαίνετο, λέγων τῷ καταβιάζεσθαι τὸν ἀδελφὸν ἐθέλοντι· Ἵνα τί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ πρὸς αὐτόν· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες τὸν Αἰγύπτιον χθές; Προκατακλείσας γὰρ ὥσπερ εἰς ᾄδην τὸν Σατανᾶν ὁ Ἐμμανουὴλ, δικαιοσύνης ἐφαίνετο βραβευτὴς τοῖς ἐξ Ἰσραὴλ, καὶ φιλαλληλίας διδάσκαλος, ἀγάπης μὲν τῆς εἰς ἀδελφοὺς μεταποιεῖσθαι κελεύων, εἰρήνης δὲ καὶ ὁμοψυχίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον. Τοιγάρτοι καὶ ἔφασκεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Οἱ δὲ, τὴν εἰσήγησιν ἐπαινέσαι δέον, καὶ θαυμάσαι τὸν διαλλακτὴν, τῆς εἰρήνης τὸν χορηγὸν, καὶ τῆς ἀγάπης τὸν πρύτανιν, τῶν ἀρίστων αὐτοῖς μαθημάτων τὸν ἡγούμενον, δεδυσσεβήκασιν οὐ μετρίως. Οὐ γὰρ ἐποιοῦντο καθηγητήν. Ἀλλὰ καίτοι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς λέγοντι σαφῶς· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, ἁπάσης ἀναισχυντίας ἰόντες ἐπέκεινα, σκληρῶς τε καὶ ἀφιλοθέως ἀντεφέροντο λέγοντες, ποτὲ μὲν, ὅτι Τίς ἔδωκέ́ σοι τὴν ἐξουσίαν ταύτην; ποτὲ δὲ πάλιν· Οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί· καὶ τὰ δι' ὧν ἐσώζοντο καταγράφοντες εἰς κατάῤῥησιν, καὶ τῆς ἐπικουρίας τὸν τρόπον ἀσυνετώτατα διασύροντες. Ἐνεκαλεῖτο μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον, καὶ ἀφορήτοις πλεονεξίαις τὰς τῶν Ἑβραίων ἀγέλας καταφορτίζοντα. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ' ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς διὰ τὸ τῶν ἐχόντων ἐκπέμπειν αὐτά· καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους. Τετολμήκασι γὰρ εἰπεῖν ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Ἐπιτήρει δὲ ὅτι περιβλεψάμενος ὁ Μωσῆς ὧδε καὶ ὧδε, καὶ τεθεαμένος οὐδένα, τεθνεῶτα τὸν Αἰγύπτιον κατέκρυψεν ἐν ψάμμῳ. Εἶτα παρελθὼν, συμβουλεύει τὰ εἰς εἰρήνην τοῖς ἐξ αἵματος ἀδελφοῖς. Πολεμεῖ γὰρ Κύριος ἐπὶ Ἀμαλὴκ, πλὴν ἐν χειρὶ κρυφαίᾳ, καθὰ γέγραπται, καὶ οὐδενὸς ὁρῶντος τῶν ἐπὶ γῆς ᾠκονομεῖτο διὰ Χριστοῦ τὰ τῶν πραγμάτων ἀποῤῥητότερα. Πῶς γὰρ ἢ πότε κατεδικάζοντο τῶν δαιμονίων τὰ στίφη, καὶ τὴν ἄβυσσον οἰκεῖν προσετάττοντο, τίς ἂν εἰδείη τῶν ἐπὶ γῆς; Συνελάσας δὴ οὗν εἰς ἄδου τὸν Σατανᾶν, καὶ προαπαλλάξας τοὺς ἐπὶ γῆς τῆς ἐκείνου πλεονεξίας, ἐκάλει λοιπὸν εἰς εἴδησιν ἀρετῆς. Τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς οὐκ ἀσυμφανῶς πού φησιν· Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ; Προκαταδήσας γὰρ ὥσπερ τὸν ἰσχυρὸν, τουτέστι τὸν Σατανᾶν, μεθίστησι διὰ πίστεως εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τουτέστι τοὺς ὑπ' αὐτῷ πράττοντάς ποτε καὶ ἐν ἀχρείοις σκεύεσι λελογισμένους. Ἀλλ' ἐφ' οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι πρέπειν, ἐπὶ τούτοις αὐτοῖς κατεσκωμμένος ἀνοσίως μεταπεφοίτηκεν ἀναγκαίως τὴν Ἰουδαίαν ἀφεὶς, ἐν ᾗ καὶ γεγέννηται κατά γε τὴν σάρκα· καίτοι κατὰ ἀλήθειαν Ἰουδαῖος οὐκ ὢν ὡς ὁ Λόγος, ἀλλ' ἄνωθεν καὶ ἐξ οὐρανοῦ, καὶ παρὰ Πατρὸς, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωσῆς, ἐτίκτετο μὲν ἐν Αἰγύπτῳ, καὶ ἧν Ἑβραῖος ἐξ Ἑβραίων, ῥίζαν ἔχων εὐγενῆ καὶ ἁγίαν τοῦ πατρός. Ἀλλὰ τῶν ἐξ αἵματος ὀνειδιζόντων αὐτῷ, καὶ ἐν ἐσχάταις ἐχόντων διαβολαῖς τὰ ὑπέρ γε σφῶν αὐτῶν πραττόμενα, μετετέθη λοιπὸν εἰς τὴν Μαδιὰμ, καὶ εἰς τὴν τῶν ἑτερογενῶν μεθωρμίζετο χώραν. Εἶτα προσιζήσας τῷ φρέατι, ταῖς Ἰοθὸρ ἐπήμυνε θυγατράσιν. Αἱ μὲν γὰρ οὖσαι τὸν ἀριθμὸν ἑπτὰ καὶ τὰς τοῦ ἰδίου πατρὸς ἀγέλας διαποιμαίνουσαι, προσεκόμιζον ταῖς ληναῖς δεδιψηκότα τὰ θρέμματα. Ἀρυσαμένας δὲ ἤδη καὶ σὺν ἱδρῶτι πολλῷ, πεπλεονεκτήκασι τῶν αἰπόλων τινές. Ὑπερήθλησε δὲ Μωσῆς, καὶ χερσὶν ἰδίαις ἀνιμώμενος, ἐπότισε τὰ πρόβατα αὐτῶν, καθὰ γέγραπται. Ἐν τάξει δὴ οὖν τοῦ κόσμου τὸν Ἰοθὸρ παραδεξόμεθα, ὃς ἦν ἱερεὺς τῶν Μαδιηναίων, οὐ Θεῷ τῷ φύσει καὶ ἀληθῶς ποιούμενος τὴν λατρείαν, ἀλλὰ τοῖς κτίσμασι παρὰ τὸν κτίσαντα καὶ ποιητὴν, ἢ τοῖς ἐκ λίθων πεποιημένοις, καὶ τοῖς τεκτόνων φιλοτεχνήμασι. Πεπλάνητο δὲ καὶ ὁ κόσμος, δαιμονίοις καὶ οὐ Θεῷ προσκυνῶν. Ἑρμηνεύεται δὲ καὶ Ἰοθὸρ περισσότης, ἢ περιττός. Τοιοῦτος δὲ καὶ ὁ κόσμος, περιττότης ὢν ὅλος· διά τοι τὸ δρᾷν τοὺς τὰ αὐτοῦ φρονεῖν ἑλομένους τῶν ἀναγκαίων οὐδὲν, εἰκαίοις δὲ ὥσπερ καταμεθύειν περισπασμοῖς, καὶ διαῤῥιπτεῖσθαι τρόπον τινὰ πρὸς ἀχρείους ἡδονάς. Εἴη ἂν οὐκ ἀμφίλογον, ὅτι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς περιττὰ τὰ σαρκὸς, καὶ τὸ φρονεῖν τὰ ἐν κόσμῳ, τῆς τοῦ χρησίμου καὶ ἀναγκαίου διημάρτηκε θήρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· καὶ ὁ φρονῶν τὰ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Περιττότης οὗν ἀληθῶς τὸ φρονεῖν ἑλέσθαι τὰ ἐν κόσμῳ, καὶ αὐτὸς δὲ ὁ κόσμος. Ἔφη γάρ που ὁ Χριστός· Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ηʹ. Μετακεχώρηκε τοίνυν ἐκ τῆς Αἰγυπτίων εἰς Μαδιὰμ ὁ Μωσῆς, ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Ἄθρει δὲ ὅτι μία μὲν ἡ Λευῒ θυγάτηρ ἡ τὸν ἱερὸν τεκοῦσα Μωσέα. Πλείους δὲ μὴν καὶ ἑπτὰ τὸν ἀριθμὸν αἱ Ἰοθὸρ τοῦ Μαδιηναίου. Μία μὲν γὰρ καὶ ἡ τῶν Ἰουδαίων πληθὺς, ἐξ ἧς καὶ γεγέννηται κατὰ σάρκα Χριστὸς, ὡς ἐν τύπῳ τῷ κατὰ Μωσέα. Πολλαὶ δὲ λίαν αἱ οἱονεὶ τοῦ κόσμου θυγατέρες, εἴτουν ἀγέλαι τυχὸν ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Ἀφεὶς οὖν ἄρα Χριστὸς τὴν ὅθεν ἐξέφυ κατὰ τὴν σάρκα Συναγωγὴν, ἐπὶ τὰς πολλὰς τῶν ἐθνῶν ἀπονένευκεν ἀγέλας· ἃς πονηροὶ ποιμένες κατεβιάζοντο, τουτέστιν, οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου. ∆ιέσωσε δὴ αὐτός. Ἀλλὰ φέρε λέγωμεν τῆς πλεονεξίας τὸν τρόπον τὸν τῆς ἀρωγῆς προσεπάγοντες. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκῳ παρεικάζειν τὴν ἔμφυτον ἐν ἡμῖν περὶ Θεοῦ γνῶσιν, καὶ καθ' ἣν ἕκαστα τῶν πρακτέων ποδηγούμεθα. Ἀναβρύει γὰρ ὥσπερ ἐν ἡμῖν καθάπερ ἀπὸ πηγῆς τοῦ νοῦ καὶ ἡ παντὸς εἴδησις ἀγαθοῦ, καὶ τῆς περὶ Θεοῦ δόξης ἡ ὡς ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι γνῶσις. Καὶ γοῦν τοὺς τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντας, μετακεκλιμένους δὲ ἀνοσίως ἐπὶ τὸ χρῆναι τοῖς δαίμοσιν ἀνάπτειν τὸ σέβας, κατῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου· Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Λατρεία γὰρ ἡ ψευδώνυμος, λάκκος οἷά τίς ἐστι συντετριμμένος· οὐ γὰρ ἂν ἀρύσαιτό τις ἐκεῖθεν τὸν ζωοποιεῖν ἰσχύοντα λόγον· πηγὴ δὲ ζωῆς ἀληθῶς ἡ ἀμώμητος περὶ Θεοῦ γνῶσις. Οὐκοῦν τῆς ἐμφύτου γνώσεως εἰκὼν ἂν εἴη λοιπὸν ὁ λάκκος ἡμῖν. Ἀλλὰ ἕως μὲν πρὸς εἴδησιν τὴν ἐπὶ Θεῷ ὀρθῷ καὶ ἀκαταβιάστῳ κεχρήμεθα νῷ, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Εἰ δὲ ταῖς τῶν δαιμονίων ἀπάταις πλεονεκτούμενος παρατρέποιτό τις ἐπὶ τὸ αὐτῷ δοκοῦν, τὰς ἰδίας ἐκείνοις δαπανήσει σπουδάς. Τοῦτο, οἶμαι, ἔστιν αἰνιγματωδῶς τὸ ἀρύσαθαι μὲν τὸ ὕδωρ τὰς Ἰοθὸρ θυγατέρας, σὺν βίᾳ δὲ τοῦτο τοὺς πλεονεκτοῦντας ἑλεῖν. Ἐν τοιαύταις εἶναί φαμεν ἀῤῥωστίαις τοὺς πεπλανημένους, παρατρεπομένης αὐτοῖς τῆς ἐμφύτου γνώσεως ἐπὶ τὸ ἀκαλλὲς, τουτέστιν, εἰς πλάνησιν, καὶ εἰς τὸ τοῖς δαιμονίοις χρήσιμον. Ἀλλ' ἐπήμυνεν ὁ Χριστός. Ἀπεσόβησε μὲν γὰρ τοὺς ἀλιτηρίους ψευδοποιμένας, πεπότικε δὲ τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὸ θεῖον αὐτοῦ καὶ οὐράνιον κήρυγμα. Τοιγάρτοι καὶ ἔφασκεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐκοῦν παραληψώμεθα μὲν τὸν Ἰοθὸρ εἰς τὸ τοῦ κόσμου πρόσωπον τοῦ περισσότητος καὶ ἐξιτηλίας μεμεστωμένου. Θυγατέρας δὲ εἶναί φαμεν τὰς ἑπτὰ τὰς ἁπανταχοῦ τῶν ἐθνῶν ἀγέλας, ὡς ἐφ' ἑκάστῃ τῶν θυγατέρων Ἰοθὸρ πληθύος σημαινομένης. Οἱ δέ γε ποιμένες οἱ πονηροί τε καὶ βιαιότατοι νοοῖντ' ἂν εἰκότως τὰ τῶν δαιμονίων στίφη. Ὁ δὲ ἐπαμύνων Χριστὸς, ὁ καὶ θείοις ἡμᾶς ἐκμεθύσκων νάμασιν. Ἐπειδὴ δὲ τὰς τῶν ἀνοσίων ποιμένων πλεονεξίας διέδρων αἱ νεάνιδες, ὑπονοστοῦσι πρὸς Ῥαγουὴλ τὸν ἑαυτῶν πατέρα, φημὶ δὴ τὸν Ἰοθόρ. Ἐρομένου δὲ αὐταῖς τῆς ἀσυνήθους ταχύτητος τὴν αἰτίαν, τὴν Μωσέως ἐπικουρίαν εὐθὺς ἀπαγγέλλουσιν. Ὁ δὲ εἰσοικίζεται παραχρῆμα τὸν ἄνθρωπον, καὶ Σεπφώραν αὐτῷ δίδωσι γαμεῖν τῶν ἑαυτοῦ θυγατέρων τὴν προὔχουσαν καὶ εὐπρεπεστάτην· ἡ δὲ τέτοκε Γηρσάμ. Ἐπειδὴ γὰρ ὠφέλησε Χριστὸς τὰ ἐν κόσμῳ τῶν ἐθνῶν συστήματα, ἐγνωρίζετο μὲν αὐτῷ μυσταγωγούντων αὐτῷ τῶν δι' αὐτοῦ σεσωσμένων, ὅτι καὶ ἐπαμύνειν οἷός τε καὶ μὴν καὶ χειρὸς ἐξελέσθαι ῥᾳδίως τῶν ἀδικεῖν ᾑρημένων. Οὕτω τε λοιπὸν προσιστᾷ μὲν ἀσμένως, καθὰ καὶ Ῥαγουὴλ Μωσέα τὸν ἱερώτατον. Συμβαίνει δὲ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς αὐτὸν νύμφην οἷά τινα περικαλλεστάτην παριστὰς αὐτῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢ διὰ τῆς Σεπφώρας νοεῖται. ∆ιερμηνεύεται γὰρ ἐπίσκεψις ἢ ὡραία, καὶ μέν τοι καὶ χάρις πνοῆς. Ἐπεσκέψατο γὰρ ἀνατολὴ ἐξ ὕψους τὴν ὡς ἀληθῶς ἐκπρεπῆ καὶ ὡραίαν, φημὶ δὴ τὴν Ἐκκλησίαν, καὶ δῶρον αὐτῆς καὶ ξένιον οὐρανοῦ κεχάρισται τῆς ἑαυτοῦ πνοῆς τὴν ἐπίδοσιν, φημὶ δὴ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἡ δὲ τέτοκεν αὐτῷ τὸν Γηρσὰμ, φημὶ δὴ λαὸν τὸν πάροικον ἀληθῶς. Οἱ γάρ τοι τῷ θείῳ κατεσφραγισμένοι Πνεύματι, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ἀξιούμενοι, καὶ εἰς ὡραιότητα διαπεπλασμένοι τὴν ὡς πρὸς Υἱὸν, πάροικοι, κατὰ τὸ ἀληθὲς, εἰσὶν ἐν τῷδε τῷ κόσμῳ. Ἁρμόσειε δ' ἂν αὐτοῖς ὅτι μάλιστα διακεκραγέναι τε καὶ λέγειν· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Περιπατοῦντες γὰρ ἐπὶ γῆς, ἐν οὐρανῷ πολιτεύονται, καὶ γλίχονται μὲν οὐδαμῶς τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων· μεταποιοῦνται δὲ σφόδρα τῶν εἰς αἰῶνα τὸν μέλλοντα. Ἀκολουθεῖν γὰρ ἐγνώκασι διὰ τῆς ὄντως ἀστείας καὶ τετορνευμένης ζωῆς τῷ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ ἐν τῷδε τῷ κόσμῳ παρωκηκότι Χριστῷ. Πεφρόνηκε γὰρ οὐ τὰ τοῦδε τοῦ κόσμου, πολλοῦ γε καὶ δεῖ· τύπος δὲ μᾶλλον ἡμῖν τῆς ὑπερκοσμίου καὶ ἐννομωτάτης πέφηνε ζωῆς. Ἐπιτήρει δὲ ὅπως οἰκονομικῶς δὴ λίαν τὸ Γράμμα τὸ ἱερὸν, τὸν τῶν ἑπτὰ νεανίδων πατέρα, πρὶν μὲν εἰς αὐτὰς γενέσθαι τὴν διὰ Μωσέως ἐπικουρίαν, ὠνόμασεν Ἰοθὸρ, εἶτα μετὰ τοῦτο Ῥαγουήλ· καὶ Ἰοθὸρ μὲν περιττότης, ἤτοι περιττὸς ἑρμηνεύεται, καθάπερ ἤδη προεῖπον, Ῥαγουὴλ δὲ ποιμασία Θεοῦ. Κεχρήσομαι γὰρ τῇ λέξει διὰ τὸ χρήσιμον. Ἐλέγομεν δὲ τὸ τοῦ κόσμου πρόσωπον περιθέντες αὐτῷ, ὅτι περιττὸς καὶ εἰκαῖος ἀληθῶς ὁ ἐν κόσμῳ περισπασμός. Ἀλλ' ἦν μὲν ἐν τούτοις πρὶν ὠφεληθῆναι παρὰ Χριστοῦ τὸν τῶν νεανίδων χορόν. Ἐπειδὴ δὲ πλεονεξίας ἐξῄρηνται, καὶ τῆς τῶν ἀνοσίων ποιμένων ἔξω τέθεινται χειρὸς, τότε δὴ, τότε μετωνόμασται Ῥαγουὴλ, ὅ ἐστι Θεοῦ ποίμνιον, ἤτοι ποιμασία, κατά γε τὴν τῆς ἑρμηνείας δύναμιν. Ὑποδεδράμηκε γὰρ τὴν χεῖρα τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ. Οἱ μακάριοι προφῆται περὶ τῶν καθ' ἡμᾶς οὐ μετρίως πεφροντικότες, ἅτε δὴ πνευματοφόροι καὶ ἀκριβῆ τῶν πραγμάτων ποιούμενοι τὴν κατάσκεψιν, συλλήπτορα καὶ ἐπαρωγὸν ἀναδείκνυσθαι παρεκάλουν τοῖς ἐπὶ τῆς γῆς τὸν τοῦ Θεοῦ Λόγον, αὐτῷ δὲ καὶ μόνῳ τὸ ἀνασώσειν δύνασθαι τοὺς εἰς λῆξιν ἥκοντας κακῶν ἀναθέντες ὡς Θεῷ. Γεγόνασι μὲν γὰρ τῶν ἀρίστων εἰσηγηταὶ, καὶ τὴν τῆς σωτηρίας παραδεικνύντες ὀδὸν σοφοί τε καὶ ἀγχίνοοι. Καὶ τί γὰρ οὐχὶ λαχόντες τῶν ἐπαινουμένων, εἰκότως κατεθαυμάζοντο; Ἀλλ' ἦσαν οὐχ οἷοί́ τε καθ' ἡμῶν τυραννίδος ἀποσοβῆσαι τὸν Σατανᾶν, οὔτε μὴν τὰ βέβηλα τῶν δαιμονίων ἐλάσαι στίφη, οἳ τοὺς ἀθλίους ἡμᾶς πολυτρόπως κατεληΐζοντο, μονονουχὶ καὶ ἐν τάξει τῶν δορυκτήτων ποιούμενοι, καὶ ζυγῷ δουλείας καταφορτίζοντες τὰ αὐτοῖς δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ἀνοσίως ἠνάγκαζον· δασμολόγοι δὲ ὥσπερ δεινοί τε καὶ ἄτεγκτοι προσάγειν ἐκέλευον τὰ τῆς λατρείας αὐτοῖς, καὶ ὡς ἐπὶ ὀφλήματος τάξει, τὸ καταμιαίνεσθαι δεῖν τοῖς περὶ γῆν σπουδάσμασι, καὶ διὰ τοῦτο μόνα φρονεῖν ἑλέσθαι τὰ σαρκικά. Ἧν οὖν ἄρα τῆς ἀῤῥήτου φύσεως ἀποτέλεσμα λαμπρὸν, τὴν ἀλαζόνα καὶ βέβηλον τοῦ διαβόλου κατασεῖσαι πλεονεξίαν, καὶ δουλείας μὲν ἀπαλλάξαι τῆς οὕτω βλαβερωτάτης καὶ μυσαρωτάτης τοὺς ἐπὶ τῆς γῆς, ἀποφῆναι δὲ λοιπὸν τῆς ἀρετῆς ἐργάτας. Ὅτι δὲ τοῦτο οὕτω μέγα καὶ πολύευκτον ἀγαθὸν ὑπάρξειν ἔμελλε κατὰ καιροὺς τοῖς ἐπὶ τῆς γῆς, καθέντος ἑαυτὸν εἰς κένωσίν τε καὶ ἀνθρωπότητα τοῦ Μονογενοῦς, διὰ τῶν ἱερῶν Γραμμάτων οὐδὲν ἧττον εἰσόμεθα. Ἔχει δὲ οὕτως· Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἐβόησαν, καὶ ἀνέβη ἡ φωνὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων, καὶ εἰσήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν, καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Κατεβιάζοντο μὲν γὰρ οἱ Αἰγύπτιοι τοὺς ἐξ Ἰσραὴλ τὸν τῆς ἀναγκαίου θητείας ἐπιῤῥιπτοῦντες ζυγὸν, καὶ πικροὺς αὐτοῖς καὶ ἀφιλοικτείρμονας ἐργοδιώκτας ἐπιστήσαντες, οἳ κατώδυνον αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται. Οἱ δὲ ταῖς ἄγαν πλεονεξίαις πεπιεσμένοι κλαίοντες καὶ κατοιμώζοντες τῆς ἄνωθεν ἡμερότητος ἀξιοῦσθαι, λοιπὸν ἐλιπάρουν οἱ τάλανες. Ἀλλ' ἐπεσκέπτετο Θεὸς, καὶ εἰσεῖδε, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Ὅτε τοίνυν ἐσμὲν ἐν ἀγνοίᾳ Θεοῦ, τότε καὶ τοῖς ἀδικοῦσιν ὑποκεισόμεθα, καὶ τοῖς τῆς ἁμαρτίας βορβόροις ἐνκυλινδούμεθα, πικροὺς καὶ ὠμοὺς τῶν τοιούτων ἔχοντες ἐπιστάτας, τοὺς ἀκαθάρτους δαίμονας. Ἕψεται δὲ καὶ πάντως τοῦ γνῶναι Θεὸν τῆς ἐλευθερίας ἡ χάρις. Ἀλλ' ἐκεῖνα μὲν ἐπράττετο τυπικῶς· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, καθὼς γέγραπται. Καὶ ἐφ' ἑνὸς μὲν ἔθνους τῶν ἐξ αἵματος Ἰσραὴλ ὁ τύπος. ∆ιδάξει δ' εὖ μάλα καὶ σαφῶς ὅτι τοῖς ἀκαθάρτοις πνεύμασι καὶ τῷ διαβόλῳ σκοπὸς, συνωθεῖν ἐπείγεσθαι τοὺς ἐπὶ γῆς εἰκαίοις ἐνιδροῦν σπουδάσμασι, καὶ τὰ σαρκὸς ἔργα πληροῦν· ἴνα μὴ σχολαῖον ἔχοντες νοῦν καὶ ἀναμύοντα πρὸς τὰ ἄνω, τὸν τῶν ὅλων εἰδεῖεν Θεόν· οὕτω τε λοιπὸν καὶ εἰς τὸ αὐτῷ δοκοῦν ἐπευθύνοντο, καὶ τῆς ἐπ' αὐτῷ δουλείας ἀπονεύουσι ζυγόν. Ἐπειδὴ δὲ ἔνεστι τῇ ἀνθρωπείᾳ φύσει τὸ φιλελεύθερον, οὐκ ἐπαινοῦμεν ἔσθ' ὅτε τὰ πάθη· καταμυσαττόμεθα δὲ πολλάκις ἀνανήφοντες βραχὺ, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὸ ἄχαρι, τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ διψῶμεν ἐπικουρίαν, καὶ τῆς ἀβουλήτου δουλείας οὐ μετρίαν ποιούμεθα τὴν καταβοήν. Τοῦτο, οἶμαι, ἔστι τὸ καταστενάξαι πρὸς Θεὸν τοὺς υἱοὺς Ἰσραήλ. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπέστειλεν ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν ἐξ οὐρανοῦ τὸν Υἱὸν, ὃς γέγονε καθ' ἡμᾶς, τουτέστιν ἄνθρωπος. Καὶ τὸ χρῆμα ἡμῖν αἰνιγματωδῶς προανεφώνει πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτως· Καὶ Μωσῆς ἧν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ πενθεροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ· καὶ ἦγε τὰ πρόβατα εἰς τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ Θεοῦ Χορέβ. Καὶ ὤφθη αὐτῷ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος κα τακαίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε. Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Νόμον μὲν γὰρ εἰς βοήθειαν ἔδωκεν ὁ Θεὸς, κατὰ τὴν τοῦ προφήτου φωνὴν (προαπέφηνε γὰρ οἰκονομικῶς Μωσέα παιδαγωγὸν), μονονουχὶ δὲ πρὸς ἀνάδειξιν τῶν τελειοτέρων ἐποιεῖτο τὴν σκιάν· πλὴν ὅτι κατὰ καιροὺς ἀναβλέψειν ἔμελλεν ἡ ἀλήθεια. Καὶ τέλος ἦν τῆς παιδαγωγίας, τὸ Χριστοῦ μυστήριον, ὅπερ διὰ τῆς ὀπτασίας εὖ μάλα κατεπαιδεύετο. Φυτὸν μὲν γὰρ ὁ βάτος ἐστὶ θαμνοειδές τε καὶ ἄκαρπον, καὶ ἀκάνθαις ὀλίγα παραχωροῦν. Πολλὴ δὲ αὐτὸν περιεχεῖτο φλόξ. Ἐν εἴδει γὰρ πυρὸς ἅγιος ἄγγελος ἐπλήρου τὸ χρῆμα· καὶ ἦρτο μὲν, ὑψοῦ δὲ λίαν ἡ φλὸξ, ἠδίκει δὲ ὅλως τὸν ἐν ᾧ πέφηνε βάτον, οὐδέν. Ἀνόσιον ἀληθῶς καὶ πέρα λόγου παντὸς τὸ δρώμενον ἦν. Πῦρ ἀκάνθαις συμβαῖνον καὶ ἡμεροτάτοις αὐτὴν περιθάλπον προσβολαῖς, μονονουχὶ τῆς ἐμφύτου δυνάμεως κατημεληκὸς, καὶ ῥᾴθυμον κομιδῇ τοῖς φθείρεσθαι δυναμένοις ἐνιζηκός. Τοιγάρτοι Μωσῆς ὁ θεσπέσιος κατατεθήπει τὴν ὄψιν. Τίς οὖν ὁ λόγος; Πυρὶ τὴν θείαν παρεικάζει φύσιν τὸ ἰερὸν Γράμμα, διά τοι τὸ παναλκὲς, καὶ τὸ παντὸς δύνασθαι καταθλεῖν εὐκόλως, ξύλοις καὶ πόαις ταῖς ἐν ἀγρῷ τὸν ἀπὸ γῆς ἄνθρωπον. Τοιγάρτοι φησὶ, ποτὲ μέν· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν· ποτὲ δὲ αὖ· Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ἀλλ' ὥσπερ ἐστὶν οὐ φορητὸν ἀκάνθαις τὸ πῦρ, οὕτω καὶ θεότης ἀνθρωπότητι. Πλὴν ἐν Χριστῷ συνέβη καὶ γέγονεν οἰστή. Κατῴκηκε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος. Καὶ ὁ φῶς οἰκῶν ἀπρόσιτον, τουτέστι Θεὸς, τῷ ἐκ παρθένου ναῷ κατηυλίζετο, καθεὶς ἑαυτὸν εἰς ἀξιάγαστον ἡμερότητα, καὶ οἱονεὶ περιστέλλων τὴν ἄκρατον τῆς ἰδίας φύσεως προσβολὴν, ἵνα γένηται χώρητος, καθάπερ ἀμέλει καὶ ἀκάνθας τὸ πῦρ. Ὅτι δὲ τὸ φθείρεσθαι πεφυκὸς, τουτέστι, τὴν σάρκα φθορᾶς ἀπετέλει κρείττονα, διαδείξειεν ἂν αἰνιγματωδῶς τὸ ἐπὶ τῷ βάτῳ πῦρ ἀδιαλώβητον παντελῶς τηρῆσαν τὸ ξύλον. Ὅτι δὴ τὸν ἴδιον ἐζωποίει ναὸν, καὶ ἄφθαρτον ἀπετέλει καὶ θανάτου κρείττονα, ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ ἐκ Θεοῦ Λόγος, πῶς ἂν ἐνδοιάσειέ τις; Ἐφείδετο τοίνυν τῆς ἀκάνθης τὸ πῦρ, καὶ οἰστὴ γέγονεν ἡ φλὸξ σμικρῷ καὶ ἀσθενεστάτῳ ξύλῳ. Κεχώρηκε γὰρ, ὡς ἔφην, θεότης ἀνθρωπότητι. Καὶ τοῦτο γέγονεν ἐν Χριστῷ τὸ μυστήριον. Κατῴκηκε δὲ καὶ ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, οὐ ποινὰς αἰτῶν, οὐ δίκας εἰσπραττόμενος, ἀλλὰ χρησταῖς καὶ ἡμεροτάταις περιαστράπτων προσβολαῖς. Ὡς γὰρ αὐτός πού φησιν, Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Οὐ κατεκαίετο τοίνυν ὁ βάτος περιεχομένης αὐτῷ τῆς φλογός. Οὐ γὰρ ἐξῃτήμεθα δίκας τῶν ἡμαρτημένων, καθάπερ ἔφην ἀρτίως· περιλάμπει δὲ μᾶλλον ἡμᾶς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἔστιν ἐν ἡμῖν δι' αὐτοῦ, καὶ ἐν αὐτῷ κράξομεν, Ἀββᾶ ὁ Πατήρ. Κατατεθηπὼς δὲ τὴν ὄψιν ὁ μακάριος Μωσῆς, προσετίθει λοιπὸν ἐκεῖνο, λέγων· Παρελθὼν ὄψομαι τὸ ὄραμα τοῦτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ὁ βάτος. Ἀλλ' εἴργει λέγων εὐθὺς ὁ μακάριος ἄγγελος ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Μὴ ἐγγίσῃς ὦδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Τὴν ἕρημον τὴν ἄνυδρον, τὴν ἀκανθοτόκον, ἐν ᾗ καὶ ὁ βάτος, γῆν ἁγίαν ἀποκαλεῖ. Χῶρος δὲ ἅπα, ἅγιος ἐν ᾧπερ ἂν εἴη Χριστός. Εὖ δὲ δὴ λίαν καὶ ἐν ἐρήμῳ φαίνεται, τύπον ἐπεχούσῃ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, πρὸς ἢν καὶ ὁ λόγος φησὶν ἱερός· Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Ὑπισχνεῖτο δέ που καὶ ὁ Θεὸς, ποιήσειν τὴν ἔρημον εἰς ἔλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Πεπλεόνακε γὰρ ἐφ' ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους τοῦ Σωτῆρος ἡ χάρις, καὶ ποταμὸς οἷά τις τοῖς ἄνωθεν ἐπικλύζων νάμασι καταμεθύσκει πλουσίως. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν ∆αβίδ· Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ. Ἐν ἐρήμῳ τοίνυν ὁ βάτος, καὶ ἁγία λοιπὸν ἡ τοῦτον ἔχουσα γῆ, καὶ ἱερὰ τῷ Θεῷ. Καὶ προσιὼν ὁ Μωσῆς ἀνακόπτεται, καὶ τοῦ ποδὸς ἀναλύειν προστάττεται τὸ ὑπόδημα. Νεκρότητος δὲ καὶ φθορᾶς τὸ χρῆμα σημεῖον, εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνειῶτος ἤδη καὶ κατεφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ, καὶ τῇ παιδαγωγικῇ λατρείᾳ. Προαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥῦπον. Καὶ ἔστιν ἀμήχανον, αἷμα ταύρων ἀφαιρεῖν ἁμαρτίαν. ∆ικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ. Κατηργημένης δὲ οὔπω τῆς ἁμαρτίας, ἰσχύειν ἀνάγκη τὴν φθορὰν, καὶ κατακρατεῖν τῶν μεμολυσμένων ἔτι τὸν θάνατον. ∆εῖ δὴ οὖν ἄρα τοὺς ἰδεῖν ἐθέλοντας τὸ Χριστοῦ μυστήριον, τὴν ἐν τύποις καὶ σκιαῖς προαποθέσθαι λατρείαν, τὴν μήτε φθορᾶς, μήτε ἁμαρτίας κρείττονα. Συνήσει γὰρ τότε, καὶ εἰς τὴν ἁγίαν εἰσβήσεται γῆν, τουτέστι, τὴν Ἐκκλησίαν. Ὅτι γὰρ οἱ τῆς κατὰ νόμον λατρείας οὐκ ἐξιστάμενοι κεκράτηνται τῇ φθορᾷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τοῦτο δὲ ἦν τὸ μυστήριον, οὐ παρὰ τοῖς ἐν νόμῳ ποθὲν, ἀλλὰ παρὰ τοῖς τὴν πίστιν ἐκδεδεγμένοις, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν ἀμείνω τῆς νομικῆς καταπλουτοῦσι παίδευσιν, φημὶ δὲ τὴν εὐαγγελικήν. Ὑπὸ φθορὰν οὖν ἄρα καὶ οἶον ἐν νόμῳ τὴν τοῦ θανάτου μητέρα, φημὶ δὴ τὴν ἁμαρτίαν, οὔπω διὰ πίστεως ἀποφορτισάμενοι, καὶ μακρὰν οἱ τοιοίδε Χριστοῦ. Εἰ δὲ βουληθεῖεν ἀπολύσασθαι τὸ ὑπόδημα, τουτέστι, τὴν φθορὰν, τὴν δικαιοῦν οὐκ ἰσχύουσαν, καὶ τὴν ζωοποιὸν ἀληθῶς προσιέμενοι χάριν, ἐγγιοῦσι τότε τῷ δικαιοῦντι τὸν ἀσεβῆ, τουτέστι Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΒΙΒΛΙΟΝ Βʹ.

Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ.

αʹ. Ὅτι οὖν [ἐν] Χριστῷ δὴ καὶ μόνῳ τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος, καὶ ὡς ὁ σοφὸς ἡμῖν διαγέγραφε μαθητὴς, Οὐκ ἔστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾦ δεῖ σωθῆναι ἡμᾶς, ἀναμάθοι τις ἂν καὶ καθ' ἑτέρους πολλοὺς, εἴπερ ἕλοιτο, τρόπους. Μυρίαι γὰρ ὅσαι παρά γε τῇ θεοπνεύστῳ Γραφῇ λαμπραὶ καὶ διαφανεῖς εἰκόνες, τὴν τοῦ μυστηρίου δύναμιν ἀπαστράπτουσι. Φέρε δὴ οὖν τὰ εἰς τοῦτο χρήσιμα συναγείροντες, καὶ διὰ τῶν ἐφεξῆς δεικνύωμεν. Παρῆλθον μὲν εἰς μέσον Μωσῆς τε καὶ Ἀαρών· ἀφικόμενοι δὲ πρὸς Φαραὼ διαῤῥήδην ἔφασκον· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραὼ, Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. Καὶ λέγουσιν αὐτῷ· Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευσόμεθα οὖν ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσοι ἡμῖν θάνατος, ἢ φόνος. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· ∆ιὰ τί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; Ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὰ ἔργα αὐτοῦ. ∆ιαβολικῆς γὰρ ὢν ἔμπλεως ἀπονοίας ὁ ἀπόπληκτος Φαραὼ, τίς ὁ Ἑβραίων Θεὸς οὐκ εἰδέναι φησίν. Ἐπειδὴ δὲ συχναῖς καὶ ἀφορήτοις πληγαῖς κατῃκίζετο, καὶ διώλετο κατὰ βραχὺ τῶν Αἰγυπτίων ἡ χώρα, τοῦτο μὲν εἰς αἷμα μεταστοιχειουμένων αὐτοῖς τῶν ὑδάτων, ἀκρίδος τε καὶ χαλάζης ἐπενηνεγμένης τῇ γῇ, σκνιπῶν, καὶ βατράχων κινουμένων, καὶ μέν τοι καὶ τριημέρου καταχεομένου σκότους, ἀνήσειν μὲν μόλις, οὐχ ἑκὼν ἐπηγγέλλετο, ἦν δὲ ἀτεράμων, καὶ μετὰ τοῦτο πάλιν δεινὸς καὶ ἀπεσκληκὼς, καὶ δυσμετακόμιστος κομιδῇ πρὸς τὸ ἑλέσθαι, φημὶ, τῆς οὕτω μακρᾶς δουλείας ἀπαλλάξαι τὸν Ἰσραήλ. Εἶτα Θεὸς ἐσκέπτετο τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις ἐπαφεῖναι τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον μὴ τοῖς ἀνοσίοις γένεσι συναπολέσθαι τοὺς ἐξειλεγμένους, ἀγάπῃ τῇ διὰ τοὺς πατέρας, τὸν ἐπὶ τοῦ Πάσχα νόμον διετύπου Θεός· καὶ τὸ τοῦ Χριστοῦ μυστήριον προαποπεραίνεσθαι τῆς ὀργῆς μάλα προστέταχε. ∆ι' οὗ πάλιν παρέσται νοεῖν, ὡς ἔστιν ἀμήχανον διὰ Μωσέως ἢ νόμου καταργεῖσθαι θάνατον. Ἐξίστησι δὲ τὸν ὀλοθρευτὴν τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, καὶ ἀπαλλάττει φθορᾶς τοὺς ἡγιασμένους. Ζωὴ γάρ ἐστιν ἐκ ζωῆς, καὶ Θεὸς τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ. Ἔφη τοίνυν ὧδε τὸ Γράμμα τὸ ἱερόν· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων; Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν, πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, λήψεται μεθ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Εἶτα χρῆναι λαβεῖν ὁρισάμενος, ἐπιδιατάττει πάλιν ὁποῖον δὴ εἶναι προσήκει τὸ θῦμα, ὁπηνίκα τε καὶ ὅπως ἱερουργεῖσθαι δεήσει. Τέλειον γὰρ, φησὶν, ἄμωμον, ἐνιαύσιον ἔσται ὑμῖν, ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου. Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν· καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ, καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὸ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ, κατακαύσετε πυρί. Ἐπάγει δὲ τούτοις ὁ νομοθέτης τὰ ἐφεξῆς, ὁποῖόν τε εἶναι πρέπει τῶν δαιτυμόνων τὸ σχῆμα διδάσκων, καὶ τίνα τρόπον ἐξηρτισμένους τῆς ἱερωτάτης ἅπτεσθαι κοινῆς ἀκόλουθον αὐτούς. Οὕτω γὰρ φάγεσθε αὐτὸ, φησί· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα γάρ ἐστι Κυρίου. Ὠφελήσει δὲ αὐτοὺς, καὶ κατὰ τίνα τρόπον ἡ τοῦ προβάτου σφαγὴ, καλῶς δὲ λίαν ἀπογυμνῶν· Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου, καὶ πατάξω πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται ὑμῖν ἐν σημείῳ τὸ αἷμα ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἔσεσθε ἐκεῖ. Καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτου. Εἶτα πάλιν μεθ' ἕτερα· Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, φησὶν, ἀπὸ δὲ τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Καὶ τὴν τοῦ παραβαίνοντος τιμωρίαν ὁρισάμενος, ἐπιλέγει πάλιν· Καὶ ἡ ἡμέρα ἡ πρώτη κεκλήσεται ἁγία, καὶ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἀγία ἔσται ὑμῖν. Τὸ μὲν δὴ θεῖον λόγιον οὕτως ἔχει· διελθόντες δὲ πάλιν ἀνὰ μέρος αὐτὸ, τὸν ἑκάστῳ πρέποντα νοῦν ἐφαρμόσαι πειράσομαι [λεγ, πειρασόμεθα], τὴν ἐκ τῶν σημαινομένων δύναμιν πολυτρόπως εἰς αὐτὸν ἀναφέροντες τὸν Χριστόν.

βʹ. Ὁρίζεται τοίνυν ἐν ἀρχῇ τοῦ ἔτους, ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουγίας ὁ καιρός· ἀρχὴ γὰρ πάντων ἐστὶν ὁ Χριστὸς, ἐπεὶ μηδὲ πρόσφατος διά τοι τὴν ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γέννησιν. Ἁγιάζει δὲ αὐτὸς κατὰ πάντα χρόνον, τὰ ἀπ' ἀρχῆς μέχρι τέλους, ἀλλ' ὥσπερ ἐν μηνὶ τῶν νέων ἡ πανήγυρις. Παρῴχετο μὲν γὰρ τὰ ἀρχαῖα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· Ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ ἀνέθαλλεν καὶ ἀνθρώπου φύσις πρὸς τὸ ἐν ἀρχαῖς ἐν Χριστῷ. ∆ούλοις τε οὖσιν ἔτι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράττουσι τὴν τυραννικὴν, εἶχον γὰρ ἔτι τὴν τῶν Αἰγυπτίων, τὰ τοιαῦτα διετάττετο· τοῦ λόγου πάλιν αἰνιγματωδῶς ὑπεμφαίνοντος, μὴ ἂν ἕτερον δύνασθαι τὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἐλευθερίαν μὲν τὴν ἐξ ἁμαρτίας ἀναδραμεῖν, τὴν δὲ τοῦ διαβόλου πλεονεξίαν ἀποφυγεῖν, καὶ εἰς τὴν ἄνω γενέσθαι πόλιν ἀπὸ τῆς ἐν κόσμῳ διατριβῆς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετοχῆς καὶ φιλανθρωπίας, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ πρὸς τοὺς ἀνοήτους Ἰουδαίους· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Καὶ πάλιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ἧς εἰς τύπον νοοῖτο καλῶς τῆς ἐπαγγελίας ἡ γῆ, εἰς ἣν ἐξ Αἰγύπτου μεταχωρεῖν ἠπείγοντο. Λαμβάνεται δὲ τὸ πρόβατον ἀπὸ δεκάτης τοῦ μηνὸς ἡμέρας, καὶ διατηρεῖται μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἵνα σφάττηται πρὸς ἑσπέραν. Καὶ τοῦ δὴ χάριν; ἐρεῖ τις τυχόν· βαθὺς γὰρ ὄντως ὁ λόγος. Τί γὰρ, εἰπέ μοι, διεκώλυεν ἡμέρᾳ πρώτῃ διαλαμβάνεσθαι τοῦ μηνός; Τί δὲ ἄρα νομοθετεῖν ἀνέπεισε τὸν Θεὸν ἐν ἡμέραις πέντε τετηρημένον ἱερουργεῖν οὕτως πρὸς ἑσπέραν τὸ θῦμα; Πέντε γὰρ ἡμερῶν ἀριθμὸν εὑρήσομεν ἀπὸ τῆς δεκάτης ἀρξάμενοι. Τοῦ μὲν οὖν μὴ ἐν ἡμέρᾳ πρώτῃ λαμβάνεσθαι τὸν ἀμνὸν, ἀλλ' ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, σημαίνειν ἔοικεν, ὅτι πολλοὶ προεβάδιζον χρόνοι, καὶ μακροί τινες ἦσαν αἰῶνες οἱ πρὸ ἡμῶν, καθ' ὃν ἦν ἀεὶ καὶ ἔστιν, καὶ ἔσται Θεός. Εἰσβαίνει δὲ γείτων εὐθὺς μετ' ἐκείνους αἰὼν οὗτος ὁ καθ' ἡμᾶς, ὡς διὰ πενθημέρου τῆς ἀρτίως ἡμῖν εἰρημένης ὁδοῦ, εἰς πέντε καιροὺς διαιρούμενος. Σαφηνιεῖ δὲ σφόδρα καλῶς ἡμῖν τὸ ζητούμενον, ἡ τοῦ Σωτῆρος παραβολὴ, τοῦτον ἔχουσα τὸν τρόπον· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου, καὶ ὃ ἂν ᾖ δίκαιον, δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν δὲ περὶ τὴν ἕκτην ὥραν καὶ ἐννάτην ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Ὁρᾷς δὴ οὖν ἐν τούτοις καὶ λίαν ἐναργέστατα καὶ σαφῶς εἰς ὅλους πέντε καιροὺς τὸν καθ' ἡμᾶς αἰῶνα διῃρημένον; Καὶ πρῶτον μὲν εἶναι λογιούμεθα, καθ' ὃν ἦν ἔτι τὰς ἐν παραδείσῳ διατριβὰς ὁ προπάτωρ ἔχων Ἀδάμ· δεύτερον δὲ μετ' ἐκεῖνον καὶ ὡς ὥρᾳ τρίτῃ δηλούμενον, καθ' ὃν Νῶε καὶ οἱ σὺν αὐτῷ· τρίτον δὲ ὡς ἐν ἕκτῃ, καθ' ὃν ἐκάλει τὸν Ἀβραὰμ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ὁ ἐπὶ πάντων Θεός· τὸ τέταρτον δὲ, ὡς ἐν ὥρᾳ πάλιν ἐννάτῃ, τοῦ Μωσέως δηλονότι καὶ τῶν προφητῶν. Περὶ τὴν ἑνδεκάτην, τουτέστιν, ἐν τῷ πέμπτῳ καιρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, καὶ οἱονεὶ καταλύοντος εἰς τέλος ἤδη τοῦ παρόντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς τὴν ἐπίγνωσιν παρ' ἑτέρου μηδαμῶς κατὰ τοὺς ἄνωθεν καὶ παρῳχηκότας καιρούς. ∆ιὸ δὴ παρὰ πάντας οἱ τελευταῖοί φασι τό· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λαμβάνεται τοίνυν τὸ πρόβατον κατὰ τὴν ἡμέραν τῆς πενθημέρου τὴν πρώτην, τουτέστι, τὴν δεκάτην, τύπον ἐπέχουσαν τῆς τοῦ αἰῶνος ἀρχῆς, καὶ διατηρηθὲν ἐν τῷ τελευταίῳ καιρῷ, τουτέστιν, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, σφάζεται πρὸς ἑσπέραν· ἵνα πάλιν ἐννοῇς, ὡς οὔτε νέον ἐστὶν, οὐδὲ πρόσφατον τὸ τοῦ Χριστοῦ μυστήριον· ἀλλ' ἐφυλάττετο μὲν ἐν προγνώσει τοῦ Πατρὸς, καὶ ἐξ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς. Ἀπέθανε δὲ ὑπὲρ ἡμῶν ἐν τοῖς ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὔπω μὲν τοῦ νοητοῦ καὶ θείου φωτὸς καταλάμποντος· τῷ δ' ἐξ ἀγνοίας σκότῳ βεβαπτισμένης ἔτι τῆς γῆς, καὶ τὰς ἁπάντων καρδίας καταμολυνόντων ταῖς πλάναις τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου. ∆ιὰ τοῦτο καὶ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἐπιδημήσας ἔφασκεν ὁ Σωτήρ. Καὶ φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ ἅγιοι χρηματίζουσι· καὶ προσέτι τοῦτο· Καὶ ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, διὰ τὸ δύνασθαι φωτίζειν τοὺς ὄντας ἐν σκότῳ, δικαίως ἀκούουσιν. Ἀποθαυμάσεις δὲ πάλιν καὶ ἑτέραν ἐν τούτῳ μυστικὴν εὑρίσκων οἰκονομίαν. Σφάζεται γὰρ ὁ ἀμνὸς ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ, πλήρη τὴν οἰκείαν ἔχοντος δόξαν τοῦ σεληναίου κύκλου, καὶ νόθῳ μὲν ὥσπερ φωτὶ τὴν οἰκουμένην καταυγάζοντος, ἀρχομένου δ' οὖν ὅμως ἀπολήγειν κατὰ βραχὺ, καὶ ὥσπερ ἐξ ἀνάγκης ἤδη συστέλλοντος τὴν ἐνοικοῦσαν αὐτῷ τιμήν τε καὶ χάριν· ἵνα νοήσῃς ἐντεῦθεν, ὡς ἐξ εἰκόνος τε καὶ σκιᾶς τοῦ παραθέντος πράγματος ἐπὶ τὴν τῶν ἀληθεστέρων κατάληψιν χειραγωγούμενος, ὅτι κατὰ πᾶσαν μὲν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων, τουτέστιν ὁ διάβολος, διὰ τῆς σελήνης ὡς ἐν τύπῳ δηλούμενος (σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς), καὶ ὥσπερ νόθον τι φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν ἐπραγματεύετο. Ἀπέθανε δὲ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ὁ Ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὴν τοῦ διαβόλου κατέλυσε δόξαν. Ἀπολήγειν γὰρ ἀνάγκη αὐτὴν καὶ δαπανᾶσθαι κατὰ βραχὺ, πρὸς τὴν εἰρήνην καὶ ἀγάπην ἤδη τὴν ὡς πρὸς Θεὸν τῆς τῶν ἐθνῶν πληθύος ἀναβαίνειν ἐπειγομένης διὰ τῆς πρὸς αὐτὴν ἀποστροφῆς καὶ πίστεως. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον πάλαι περὶ Χριστοῦ· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Ἀνέτειλε γὰρ ἐν ἡμέραις Χριστοῦ δικαιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καὶ πρὸς τούτοις ἔτι καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῄρηται, τουτέστιν ὁ διάβολος. Ἐπιτήρει δὲ ὅπως οὐκ ἀναιρεθήσεσθαί φησι τὴν σελήνην ἁπλῶς, ἀνταναιρεθήσεσθαι δὲ μᾶλλον· ὡς γὰρ ἤδη προανελὼν, δῆλον δὲ δήπου πάντως, ὅτι τὸν ἄνθρωπον ἀνταναιρεῖται ὁ διάβολος. Λαβέτωσαν τοίνυν, φησὶν, ἕκαστος πρόβατον κατ' οἰκίαν. Τέλειος γὰρ ἐν ἑκάστῳ Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος ἐνοικίζεται, καὶ οὐ μεμέρισται, καθάπερ ὁ Παῦλός φησι. Πλὴν ἐὰν ὦσι, φησὶν, ὀλιγοστοὶ ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήψεται μεθ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Οἱ γὰρ οὐκ ἔχοντες ἐξ ἑαυτῶν τέλειον δύνασθαι συνιέναι μόνοι τὸ Χριστοῦ μυστήριον, ἢ καὶ οὐκ ἀρκοῦντες εἰς κατανόησιν τὴν περὶ αὐτοῦ διὰ τὴν τῆς οἰκείας ἐννοίας ἀσθένειαν, μεθέξουσι πάλιν, αὐτοὺς συνεργάτας ὥσπερ καὶ συλλήπτορας τοὺς ὁμοπίστους δεξάμενοι. ∆ιὰ γὰρ τῆς ἀλλήλων νουθεσίας ἔσθ' ὅτε καὶ εἰς μείζους ἢ καθ' ἡμᾶς θεωρίας ἀναβαίνειν ἰσχύομεν. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ σοφὸς ἐκεῖνος εὐνοῦχος ἀνεπυνθάνετο τοῦ Φιλίππου, τῆς περὶ Χριστοῦ προφητείας ἐπακροώμενος· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; Ὁρᾷς ὅπως τὸν γείτονα συλλαβὼν (ἐγγὺς γὰρ ἀλλήλων οἱ πάντες ἐσμὲν, ὅσοι εἰς τὸν ἕνα καὶ κοινὸν τῆς πίστεως λόγον), μέτοχος ἤδη τοῦ νοητοῦ προβάτου διὰ τῆς ἐρεύνης ἀνεδεικνύετο. Ἠξίου γὰρ εὐθὺς καὶ βεβαπτίσθαι, καὶ δὴ καὶ βεβάπτισται. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον. Πάντα γὰρ ἦν ἐν Χριστῷ τὰ θεοπρεπῆ γνωρίσματα. Ἀλλ' ἔστω καὶ ἄρσεν, ὁ νομοθέτης διήγγειλεν. Αὐτὸς γὰρ ἦν τε καὶ ἔστιν, ὁ πᾶσιν ἡμῖν ἐνιεὶς τῆς θεογνωσίας τὰ σπέρματα, καὶ ὥσπερ τινὰ γῆν θελητήν. Ὥσπερ οὖν καὶ ὁ προφητικὸς ἔχει λόγος, ἐπιτελῶν τῷ Θεῷ καὶ Πατρὶ τὴν ἀνθρωπότητα διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων. Ἀλλὰ πρὸς τούτοις καὶ ἐνιαύσιον ἔστω, ἢ κατὰ τὸν χρόνον, ἵνα μὴ ᾖ ὡς ἀτελὲς, οὔπω πληρωθέντος ἐπ' αὐτῷ τοῦ ἔτους· ἢ ὅτι τὴν ἐπὶ τῷ πάθει θεοπρεπεστάτην ἑορτὴν καθ' ἕκαστον ἔτος ἔμελλον ἐπιτελεῖν, οἱ τὰ ἐκ τοῦ πάθους ἀποκερδαίνοντες ἀγαθά. Ἀπὸ δὲ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λαμβάνεσθαι λέγει. Καὶ ὁ μὲν ἀμνὸς ὡς καθαρόν τε καὶ ἄμωμον θῦμα κατὰ νόμον νοεῖται, τὸ δὲ τῶν ἐρίφων γένος ὑπὲρ τῶν ἁμαρτιῶν ἀεὶ τῷ θυσιαστηρίῳ προσφέρε ται. Εὑρήσεις δὲ τοῦτο καὶ ἐν Χριστῷ. Ἦν γὰρ ὁ αὐτὸς, καὶ ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας ἀναφέρων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἔριφος ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν σφαζόμενος. Μετὰ δέ γε τὴν σφαγὴν, καταχρίειν τῷ αἵματι τοὺς τῶν οἰκημάτων σταθμοὺς καὶ τὴν φλιὰν ἐπιτάττει, οὐχ ἕτερόν τι σημαίνειν ἐθέλων, ὥς γέ μοι δοκεῖ, ἢ ὅτι τῷ σεπτῷ καὶ τιμίῳ αἵματι τοῦ Χριστοῦ, τὴν ἐπίγειον ἑαυτῶν οἰκίαν ἀσφαλιζόμεθα, τουτέστι τὸ σῶμα, τὴν ἐκ παραβάσεως νέκρωσιν διὰ μετοχῆς τῆς ζωῆς ἐξελαύνοντες. Ζωὴ γὰρ καὶ ἁγιασμὸς, ἡ Χριστοῦ μετοχή. Καὶ αὐτὸν δὲ θορυβό[ῦ]ντες τὸν ὀλοθρευτὴν, ὡς ἄγαν ἀποτάτω ποιούμενοι διὰ τῆς χρίσεως τὸν ἐπιβουλεύοντα δαίμονα, τὰ ἐκ σαρκικῶν κινημάτων ἀπονεκρούμεθα πάθη. Θύρας δὲ νοήσεις τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκίας, τὰς ἐν ἡμῖν αἰσθήσεις δηλαδή· δι' ὦν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης, καὶ ἡ τῶν ἐπιθυμιῶν ἀμέτρητος ἐπιχεῖται πληθύς. Θύρας δὲ αὐτὰς καὶ ὁ προφήτης Ἰωὴλ ὀνομάζει λέγων· Ὡς εἰσελεύσονταί τινες κλέπται διὰ τῶν θυρίδων ἡμῶν· οὐ γὰρ ἦσαν κατακεχρισμέναι τῷ αἵματι τοῦ Χριστοῦ. Ἐσθίεσθαι δὲ προστάττει τὰ κρέα ταύτῃ τῇ νυκτὶ, τουτέστι, κατὰ τὸν αἰῶνα τὸν ἐνεστηκότα. Οὕτω γὰρ αὐτὸν καὶ ὁ Παῦλος ἐπεκάλει, λέγων· Ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἡμέραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν αἰῶνα τὸν μέλλοντα, ὃν αὐτὸς φωτίζει Χριστός. Φάγονται τοίνυν τὰ κρέα κατὰ τὸν αἰῶνα τοῦτον, φησίν. Ἕως μὲν γὰρ ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ διὰ τῆς ἁγίας σαρκός τε καὶ τοῦ τιμίου αἵματος, καὶ παχυτέρως ἔτι μεταληψόμεθα τοῦ Χριστοῦ. Εἰς δὲ τὴν ἡμέραν καταντήσαντες τῆς δυνάμεως αὐτοῦ, καθὼς γέγραπται, καὶ εἰς τὴν λαμπρότητα τῶν ἁγίων ἀναβεβηκότες, καθ' ἕτερόν τινα τρόπον ἁγιασθησόμεθα πάλιν, καὶ ὡς οἶδεν ὁ τῶν ἐσομένων ἀγαθῶν διανομεὺς καὶ δοτήρ. Ἄλλως τε καὶ ὁμολογίαν ἔχει τοῦ πάθους, καὶ τοῦ δι' ἡμᾶς οἰκονομικῶς παραδειχθέντος θανάτου τοῦ Χριστοῦ, τῆς ἁγίας αὐτοῦ σαρκὸς ἡ μετάληψις, καὶ ἡ πόσις ὁμοίως ἡ ἐκ τοῦ σωτηρίου αἵματος. Οὕτω γὰρ αὐτός πού φησιν, ὅτε τοῖς ἑαυτοῦ γνωρίμοις τοὺς ἐπὶ τῷ μυστηρίῳ νόμους ἐτίθει· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε. Οὐκοῦν ἐπὶ μὲν τοῦ παρόντος αἰῶνος, διὰ μὲν τῆς μετοχῆς τῶν ἀρτίως ὠνομασμένων, καταγγελοῦμεν εἰκότως τὸν θάνατον αὐτοῦ· ὅταν δὲ λοιπὸν ἐν τῇ δόξῃ παραγένῃ τοῦ Πατρὸς, οὐκ εὐκαίρως ἔτι τὴν ἐπὶ τῷ πάθει προσοίσομεν ὁμολογίαν αὐτῷ, ἀλλ' ἐπιγνωσόμεθα μὲν καθαρῶς ὡς Θεὸν πρόσωπον πρὸς πρόσωπον, ὡς Παῦλός φησι· ∆οξολογήσομεν γὰρ, φησὶν, ὡς ∆εσπότην. Ἅπαξ γὰρ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει, κατὰ τὴν τοῦ Παύλου φωνήν. ∆ιὸ δὴ καὶ ἔφασκεν· Εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Τότε γὰρ οὐκ ἀφ' ὧν ἐστιν ἄνθρωπος, ἀλλ' ἐξ ὧν ἐστι Θεὸς ἀληθινὸς, λαμπρότερον ἐπιγνωσόμεθα, συμπεπερασμένης ἤδη τῆς οἰκονομίας, ἐφ' ᾗ καὶ γέγονε σάρξ. Ἀργήσουσι γὰρ, κατὰ τὸ εἰκὸς, οἱ περὶ σαρκώσεως λόγοι, γνῶσις δὲ ἡ μείζων εἰσβήσεται, καὶ θεία τις ἐν ἡμῖν ἀναλάμψει σύνεσις παρ' αὐτοῦ σωτηρίας τῆς ἐν δόξῃ θεοπρεπεῖ. Πυρὶ δὲ ὀπτῶ[ν]τας ἐσθίεσθαι τοῦ προβάτου κελεύει τὰ κρέα, διά τοι τὸ χρῆναι θερμοὺς εἶναι τῷ πνεύματι τοὺς εἰς κατάληψιν ἀναβαίνοντας τοῦ Χριστοῦ. Ζέειν δὲ αὐτοὺς τῷ πνεύματι, κελεύει καὶ Παῦλος. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φάγονται, φησὶ, δι' αἰνίγματος ὑποφαίνων, ὅτιπερ οἱ μέτοχοι γεγονότες τοῦ Χριστοῦ, ἀζύμοις ὥσπερ καὶ καθαρωτάταις ἐπιθυμίαις τὴν ἑαυτῶν ὀφείλουσιν ἀποτρέφειν ψυχὴν, εἰς ἄδολόν τινα καὶ ἀμιγῆ φαυλότητος προσεθίζοντες πολιτείαν· καὶ μὴ παραιτεῖσθαι διὰ τοῦτο τὰς ἐκ τῶν πειρασμῶν πικρίας, κατὰ τὸ εἰρημένον ὑπό τινος· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον.– Ἀλλὰ καὶ οὐκ ἔδεσθε, φησὶν, ἀπ' αὐτοῦ ὠμόν. Τί οὖν ἄρα καὶ τοῦτό ἐστιν; Ὁ ὠμὸν ἐσθίων, οὐκ εἰς πέψιν ἐσθίει· ἀλλ' οὐδὲ ὑπείκει τοῖς ὀδοῦσιν ὅλως ἡ τοιάδε τροφή. Τοῦτο δὲ ἂν δρῷεν εἰκότως οἱ μὴ δι' ἐρεύνης τὸν ἐπὶ τῷ Χριστῷ καταλεπτύνοντες λόγον, πυροῦντές τε καὶ δοκιμάζοντες, κατὰ τὸ ὑπὸ τοῦ ∆αβὶδ μελῳδούμενον· Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Κωλύει δὲ πάλιν ἐσθίειν ἡψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν, οὐ καλὴν ἔσεσθαι τροφὴν ταῖς τῶν πιστευόντων διανοίαις ὑποδηλῶν. Ὑδαρεστέρα δὲ περὶ αὐτοῦ διάληψις, τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἀλλ' εἰς τὴν τῶν ποιημάτων κατακομίζειν τάξιν· ὃ καὶ δρᾷν ἀμαθῶς οὐ καταναρκῶσί τινες, τὰ οἰκονομικῶς εἰρημένα περὶ αὐτοῦ διὰ τὴν ἐνανθρώπησιν, εἰς τὸ οἰκεῖον περιέλκοντες θέλημα, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἐνούσης αὐτοῖς δυσσεβείας ποιούμενοι. Οὐκ ἔδεσθε τοίνυν, φησὶν, ἡψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρὶ, διὰ τὴν ἤδη προαποδοθεῖσαν αἰτίαν, καὶ ὅτι τὰ λόγια Κυρίου πεπυρωμένα. Θερμοὶ γὰρ πάντες εἰσὶν οἱ περὶ τῆς θεότητος αὐτοῦ λόγοι, καὶ οὐδὲν ἔχοντες ὑδαρὲς ἢ ἀπεψυγμένον, κατὰ τὸν λέγοντα πάλιν ἐν βίβλῳ Ψαλμῶν· Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐπιτάττει φαγεῖν, ὅλην ἐξ ὅλου τοῦ κατ' αὐτοῦ μυστηρίου τὴν γνῶσιν ταῖς τῶν πιστευόντων διανοίαις ἐνοικίζεσθαι θέλων. Χρὴ γὰρ εἰδέναι πρὸ πάντων, ὅτιπερ ἧν [ἐν] ἀρχῇ, Θεὸς ὢν ὁ Λόγος, ἐν Πατρὶ καὶ μετὰ Πατρός· τουτέστιν ἡ κεφαλὴ, ἀρχὴ τοῦ παντὸς ὑπάρχουσα μυστηρίου. ∆εύτερον δὲ ὅτι καὶ Θεὸς ὢν, πάλιν ἐπανήξει, κριτὴς τέλος ἐπιθήσων τῇ καθ' ἡμᾶς οἰκονομίᾳ· τοῦτο γὰρ ἡμῖν σημαίνουσιν οἱ πόδες, τὸ τέλος ὄντες ὅλου τοῦ σώματος. Νοήσεις δὲ τὰ ἐντόσθια τὸν ἀποκεκρυμμένον καὶ οἱονεὶ μέσον τὸν ἐνανθρωπήσεως λόγον. Οὐκοῦν ὁλόκληρος μὲν διὰ τούτων ἡ πίστις· ὅλος δὲ καὶ τέλειος ἐν ἡμῖν διὰ τῆς τοιᾶσδε γνώσεως ὁ Χριστός. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας οἰηθείην ἂν ἔγωγε τὸν Ἰωάννην εἰπεῖν· Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος. Εἶτα πάλιν ὁ νομοθέτης ἐπιτάττει, λέγων· Οὐκ ἀπολείψετε ἀπ' αὐτῶν ἕως πρωΐ, αἰνιγματωδῶς, ὡς ἔοικε, διὰ τούτων ἀποκωλύων τὰς ἐπί γε τὸ βούλεσθαι νοῆσαι τελείως οὐκ ἀγαθὰς ὑπερθέσεις. Μὴ γὰρ πεπέμφθω, φησὶν, εἰς ἀναβολὴν ἡ τελεία τε καὶ ἀληθὴς περὶ αὐτοῦ γνῶσις, μηδὲ φυλαττέτωσάν τινες ἑαυτοῖς εἰς ὑπέρκαιρον χάριν τὸ μετασχεῖν τελείως αὐτοῦ, μετεσχηκότες ἅπαξ καὶ ὅλως ἁψόμενοι. Τοῦτο μέντοι ποιοῦσιν οἱ διὰ μὲν τῆς κατηχήσεως τῶν περὶ Χριστοῦ δογμάτων ἀπογευσάμενοι, φυλάττοντες δὲ τὸ διὰ τοῦ Πνεύματος φωτισμὸν, καὶ τὴν διὰ τοῦ βαπτίσματος χάριν, εἰς μακρὰν καὶ ὑπέρωρον ἀναβολὴν, τὴν ἐπὶ γήρᾳ, φησί. Πολὺ γὰρ δή τε τὸ βλάβος ἐντεῦθεν καὶ ἀδοκήτως συμβαίνει. Μάλιστα μὲν γὰρ εἰ καὶ τῶν οἰκείων ἐπιτεύξεται βουλευμάτων, οὐκ ἀσφαλὴς ἡ ἐλπίς. Ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀποκομίζει τῷ οἰκείῳ δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσασθαι σχολάσας αὐτῷ. Ἀλλὰ καὶ ὀστοῦν οὐ συντρίψεται ἀπ' αὐτοῦ, φησίν. Ἄβρωτα γὰρ τοῖς ἡμετέροις ὀδοῦσιν ἀεὶ τὰ ὀστᾶ. Τοιοῦτος δέ τίς ἐστι ταῖς ἀνθρωπίναις διανοίαις καὶ ὁ λευκὸς, ἵν' οὕτως εἴπω, καὶ κεκρυμμένος τῆς θεότητος αὐτοῦ Λόγος. Ὅτι μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὀρθῶς δὴ σφόδρα νοοῦντες πιστεύομεν, ζητοῦμεν δὲ οὐκέτι, κατὰ τὴν τοῦ ἁγίου φωνήν. Τίς γὰρ οἶδεν εἰπεῖν τὸν τῆς γενέσεως τρόπον; Πῶς δὲ οὐκ ἀληθὴς ὁ προφήτης βοῶν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Οὐκοῦν ἐν τούτοις τὰ ὀστᾶ, τὴν τῶν ὑπὲρ νοῦν δογμάτων στεῤῥότητα λέγει. Ταῦτα συντρίβειν ἡμᾶς ὁ νομοθέτης οὐκ ἐᾷ· συντρίβουσι δὲ ὅλον ἐφ' ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοί. Τὸν γὰρ τῆς θείας καὶ ἀῤῥήτου γεννήσεως περιεργάζονται τρόπον, ἀσύγκριτόν τινα νοσοῦντες ἀβουλίαν, καὶ τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχόμενοι· Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ; Ὅπερ οὖν εἰκότως ἡμεῖς παραιτούμεθα, τὸ συντρίβειν τοῦ ἀμνοῦ τὰ ὀστᾶ σωφρόνως ἀποναρκήσαντες, πίστει δὲ μᾶλλον τὰ ὑπὲρ ἡμᾶς δεχόμενοι. Μεμνῆσθαί γε μὴν ἀναγκαῖον, ὅτι καὶ ἱστορικώτερον περὶ τοῦ Σωτῆρος ἡμῶν ἐλήφθη τὸ γεγραμμένον, οὐ συντριψόντων τῶν τοῦ Πιλάτου στρατιωτῶν τὰ σκέλη αὐτοῦ, καθὰ γέγραπται. Τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ, ἕως πρωῒ δὴ χρῆναι κατακαίεσθαι λέγει. Πρωῒ δὲ πάλιν ὀνομάζων τὸν εἰς αἰῶνα τὸν μέλλοντα φωτισμὸν, ὅτε καὶ πρόσωπον κατὰ πρόσωπον τὸν ἑαυτῶν ὀψόμεθα βασιλέα καὶ Θεὸν, οὐκέτι καθάπερ καὶ νῦν ἐν αἰνίγματι καὶ ἐσόπτρῳ, καὶ σκιᾷ, καὶ ἐκ μέρους, ὡς ὁ Παῦλός φησι. Ὡς οὖν μελλούσης τὸ τηνικάδε διὰ λαμπροτέρας γνώσεως ἀφανισθῆναι τρόπον τινὰ [τῆς] ὡς ἐν αἰνίγματι περὶ αὐτοῦ θεωρίας, ὥσπερ ἐν τύπῳ πάλιν πυρὶ κατακαυθήσεσθαι λέγει τὰ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωΐ. Σχῆμα δὲ τοὺς δαιτυμόνας κελεύει τοιοῦτον ἔχειν· Αἱ ὀσφύες ὑμῶν ἔστωσαν περιεζωσμέναι, φησὶν, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν. Καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίῳ. Τὸ μὲν οὖν ἐζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον, καὶ φρονήματος νεανικοῦ, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν δίκαιον Ἰώβ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ πάλιν περί τινος ἐν προφήταις, Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος εἰς δικαιοσύνην. Σημαίνει δὲ τὸ ὑπόδημα τὴν ἑτοιμότητα τῆς γνώμης πρὸς τὸ βαδίζειν ἀμελ[λ]ητὶ πρὸς ὅπερ ἂν βούληται Θεός. Ἐπεὶ καὶ Παῦλος τοιούτῳ νοῒ γράφει· Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Καὶ προσέτι τούτῳ καὶ ὁ προφήτης Ἱερεμίας, Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεός σου αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; Ῥάβδος δὲ ἡ κατὰ χεῖρας, τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα καὶ ἀνέχουσαν εἰς ὑπομονὴν ὑποφαίνει, κατὰ τὸ ἐν προφήταις κείμενον· Ἐλπίσατε ἐπὶ τῷ Κυρίῳ, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Μετὰ σπουδῆς δὲ πάλιν ἐσθίεσθαι τὸν ἀμνὸν ἐπιτάττει· τὸ μὴ νωθρὸν μηδὲ παρειμένον ἐν ἔργοις ἀγαθοῖς ἀναφαίνεσθαι δεῖν τὸν ἐν μεθέξει γεγονότα Χριστοῦ, σαφῶς δὴ λίαν ὑποτυπῶν, ἀλλ' ἔντονόν τε καὶ ζέουσαν ἐφ' οἷσπερ ἂν οἴηται λυσιτελήσειν αὐτῷ προθυμίαν εἰσφέροντα. Καί μοι πάλιν ἐννόει τὸν μακάριον ἐπιστέλλοντα Παῦλον· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε. Χρῆναι δὲ ὑπολαμβάνων πανταχόθεν ἡμᾶς θηρᾶσθαι τὸ ὠφελοῦν, ἐφ' ἑτέραν ἥξω διάνοιαν. Οὐχ ἁβροδίαιτόν τινα καὶ ἀνειμένον ὁρᾶσθαι βούλεται τὸν ἡγιασμένον διὰ Χριστοῦ, ἀλλὰ σχῆμα τὸ τοῖς ὁδίταις πρέπον περιτίθησιν ὁ νόμος αὐτῷ· δύο ταῦτα, κατὰ τὸ εἰκὸς, ὑπεμφαίνων· ἢ γὰρ ὅτι διαβήσεταί ποτε καὶ δραμεῖται πρὸς ἀλήθειαν τὰ ἐν τύπῳ καὶ σκιᾷ· ἢ ὅτι προσήκοι τὸν ἅπαξ μετεσχηκότα Χριστοῦ, γοργοῖς ὥσπερ καὶ εὐτροχωτάτοις ποσὶ ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις ἀποκεχρημένον, ἐπὶ πᾶσαν ἀρετὴν ἰέναι, τὴν ἐν κόσμῳ βδελυρὰν ἡδονὴν παρατρέχοντα. Ἐπάγει δὲ τὴν αἰτίαν εὐθὺς τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον τὸν ἀρτίως ἡμῖν κατωνομασμένον, Πάσχα, λέγων, ἐστὶ Κυρίου, τουτέστι, διαβατήριον. ∆ιαβαίνομεν γὰρ ἀπὸ τῆς ἐν κόσμῳ ζωῆς, εἰς θεοφιλῆ πολιτείαν. Εἶτα πάλιν εὐθὺς, τίνα καὶ πόσην ἀποκερδαίνουσιν ἐκ τούτου τὴν ὄνησιν, φανερὸν αὐτοῖς καθιστάς· πᾶν μὲν γὰρ πρωτότοκον ἐν γῇ Αἰγύπτῳ πατάξειν ἐπαγγέλλεται· αὐτοῖς δὲ τοῖς τὸν ἀμνὸν βεβρωκόσιν, ἐν σημείῳ γενήσεσθαι τὸ αἷμά φησιν, ὡς ὑπὸ σκέπην ἐντεῦθεν γενέσθαι τὴν παρ' αὐτοῦ, πρὸς τὸ μὴ ἐκτριβῆναι ὅταν παίῃ ἐν γῇ Αἰγύπτῳ. Κολάζει μὲν γὰρ ὁ Θεὸς τὸν ἀπειθῆ καὶ ἀνήκοον, καὶ τῆς ἁγιότητος ἀμέτοχον τῆς παρὰ Χριστοῦ. Γνωρίζει δὲ μόνους, καὶ φροντίδος ἀγαθῆς ἀξιοῖ τοὺς, οἵπερ ἂν φαίνο[ι]ντο κατακεχρισμένοι τῷ αἵματι τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ, καὶ τοῖς ἀσεβέσιν οὐκ ἐπιτρέπει συνδιόλλυσθαι τὸν ἡγιασμένον· ἀλλ' ἐξαίρετον αὐτοῖς ἀπονέμει φιλανθρωπίαν. Ἐφ' ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις προστρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν· καθαρωτάταις ἐπιθυμίαις, ὥς γέ μοι φαίνεται, καὶ ἁπάσης φαυλότητος ἀπῳκισμέναις, καὶ τὴν ἑαυτῶν ἀποτρέφειν ψυχὴν ἀναπείθων τοὺς ἡγιασμένους διὰ Χριστοῦ. Ἁγία δὲ ἡ πρώτη καὶ ἡ ἑβδόμη καλείσθω, φησὶν, ἡμέρα. Ἅγιος γὰρ ἡμῶν ὁ ἐν ἀρχῇ τῆς γενέσεως χρόνος· οὔπω τὸν παράδεισον ἐκβεβηκότος διὰ τὴν παράβασιν τοῦ προπάτορος Ἀδὰμ, ἀλλ' ἐν αὐτῷ μὲν διαιτωμένου, φυλάττοντος δὲ ἔτι τὴν δοθεῖσαν ἐντολήν. Ἅγιος δὲ πάλιν ὁ καὶ ἐν ἐσχάτοις, διὰ Χριστοῦ, δικαιοῦντος ἐν πίστει τοὺς προσιόντας αὐτῷ, καὶ εἰς ἐκεῖνο πάλιν ἀνακομίζοντος, εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. Οὐκοῦν ὅλον ἡμῖν ἐν τούτοις τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανετυποῦτο μυστήριον. ∆ιὸ δὴ καὶ σφόδρα καλῶς πρὸς Ἰουδαίους αὐτὸς ἔλεγε· Εἰ ἐπιστεύετε Μωϋσῇ, φησὶν, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Περὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων.

αʹ. Λελυτρώμεθα μὲν ἐκ τῆς ἀρχαίας ἡμῶν ἀνατροφῆς πατροπαραδότου, κατὰ τὸ γεγραμμένον, Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτου. Ἅτε Θεὸς ὢν φύσει, καὶ ἐν μορφῇ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς, καὶ ἐπεὶ ὠνόμασται καὶ πρωτότοκος ὁ Μονογενὴς, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἔφη γάρ που περὶ ἡμῶν ἐν Ψαλμοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Ἀναλαβὼν γὰρ εἰς ἑαυτὸν τὰ ἀνθρώπινα, καὶ καθεὶς οἰκονομικῶς ἐν τοῖς καθ' ἡμᾶς τὰ καθ' ἑαυτὸν, ἀδελφοὺς ἡμᾶς ἀποκαλεῖν οὐκ αἰσχύνεται, ἐπείτοι κεκλήμεθα πρὸς υἱότητα δι' αὐτοῦ. Καὶ γάρ ἐστιν ἀληθὲς, καὶ ἐξ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων, ὅτι τὸν ἴδιον Υἱὸν τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀντάλλαγμα δέδωκεν ὁ Πατήρ. Οὐκοῦν ὡς ὁ Παῦλός φησι, Τιμῆς ἠγοράσμεθα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν. Ἀλλ' εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν τεθνεῶτι καὶ ἐγηγερμένῳ. Ὅτι τοίνυν ἕκαστος τῶν διὰ Χριστοῦ σεσωσμένων, καὶ οἱονεὶ συμμορφίαν τὴν πρὸς αὐτὸν εὖ μάλα πεπλουτηκότων δι' ἁγιασμοῦ ἐν Πνεύματι, Θεῷ τὴν οἰκείαν ἐπόφλῃ ζωὴν, σαφὲς ἂν γένοιτο προσλαλοῦντος τοῖς ἀρχαιοτέροις τοῦ πανσόφου Μωσέως· Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὂν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν· καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ τῷ Κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι τὰ ἀρσενικὰ, ἁγιάσεις αὐτὰ τῷ Κυρίῳ. Πᾶν διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. Πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. Συναγηγερμένης δὲ τῆς ἐκκλησίας κατὰ καιροὺς ἐν Χωρὴβ, διὰ τῶν ἴσων ἔρχεται λόγων, ἐθεσμοθέτει δὲ πάλιν, λέγων ὡδί· Τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Οὕτω ποιήσεις τὸν μόσχον σου, καὶ τὸ πρόβατόν σου, καὶ τὸ ὑποζύγιόν σου. Ἑπτὰ ἡμέραις ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι.

βʹ. Εὐαφόρμως μὲν οὖν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ὅλων ἀνάθεσιν αἰτεῖ, καὶ αὐτῷ χρῆναι διισχυρίζεται καθιεροῦν ἡμᾶς τὰ ἀῤῥενικά. Ἐπειδὴ γὰρ διολώλασι μὲν τὰ τῶν Αἰγυπτίων πρωτότοκα, σέσωσται δὲ πανοικὶ καὶ διέδρα τὸν ὀλοθρευτὴν ὁ ἠγαπημένος Ἰσραὴλ, τῷ αἵματι τοῦ ἀμνοῦ κατακεχρισμένος ὅσον εἰς τύπον Χριστοῦ τοῦ δι' ἡμᾶς ἐν νεκροῖς, ἵνα καταργήσῃ τὸν θάνατον, ταύτῃτοι δικαίως εἶεν ἂν ἑαυτῶν μὲν οὐκέτι τὰ σεσωσμένα· πρέποι δ' ἂν μᾶλλον αὐτὰ διακεκτῆσθαι λοιπὸν ὡς ἴδια τὸν ὑπὲρ ἑαυτῶν κεκινδυνευκότα. Ὃν γὰρ τρόπον οἱ τοὺς ἤδη γεγονότας ὑποχειρίους βαρβαρικοῖς ἀπαλλάττειν ἰσχύοντες, καὶ τῆς ἀδοκήτως ἐπενεχθείσης δουλείας ἐλευθεροῦν διὰ τοῦ τὴν πρὸς ἐκείνους ἀνατλῆναι μάχην, μονονουχὶ τὴν δεσπότου λοιπὸν ἐπέχουσι τάξιν, αἵματι τῷ ἰδίῳ τοὺς ἁλόντας κατακτώμενοι· κατὰ τὸν ἴσον, οἶμαι, τοῦτον λόγον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ τῶν ἀκαθάρτων δαιμόνων καταδήσας στῖφος, καὶ τὸ ἴδιον αἷμα τεθεικὼς ὑπὲρ ἡμῶν· ἀποστήσας τε οὕτω τὸν θάνατον, καὶ καταλύσας τὴν φθορὰν, ἰδίους ἡμᾶς ποιεῖται λοιπὸν, ὡς τὴν ἑαυτῶν μὲν οὐκέτι, τὴν αὐτοῦ δὲ μᾶλλον διαζῶντας ζωήν. Εἰ μὴ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ ἂν διεσώθημεν· καὶ εἰ μὴ γέγονεν ἐν νεκροῖς, οὐκ ἂν τὸ δυσάντητον τοῦ θανάτου κατεσείσθη κράτος. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος μεμυσταγώγηκε, λέγων, τοὺς διὰ Χριστοῦ σεσωσμένους· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Ὥσπερ οὗν μονονουχὶ τὴν τοῦ σφαγέντος ἀμνοῦ ζωὴν ἔζων οἱ ἐξ Ἰσραὴλ, οὕτω καὶ ἡμεῖς οὐχὶ τὴν ἰδίαν ἔτι ζῶμεν ζωὴν, ἀλλὰ τὴν τοῦ δι' ἡμᾶς ἀποθανόντος Χριστοῦ, εἰ καὶ ἀνεβίω πάλιν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, ὡς Θεός. Χρὴ τοίνυν ἡμῶν ἁγίαν εἶναι τὴν ζωήν· τοιαύτη γὰρ ἡ Χριστοῦ. Ἁγίως δὲ ζῇν ᾑρημένοι, τὴν ἀξιάγαστον αὐτοῦ καταπλουτήσομεν εἰκόνα, σύμμορφοί τε γεγονότες τῷ δι' ἡμᾶς καθ' ἡμᾶς, καὶ Μονογενεῖ μὲν ὡς Θεῷ, πρωτοτόκῳ δὲ διὰ τὸ ἀνθρώπινον, ἱερεῖον ἀνάθεμα καὶ ἀξιόληπτον ἀληθῶς ἐσόμεθα τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεται τοίνυν τὰ πρωτότοκα καὶ ἀρσενικὰ, διά τοι τὸ ἐν εἰκόνι νοεῖσθαι Χριστοῦ. Ὥσπερ γὰρ τὰ βρέφη προσεκόμιζον μὲν αἱ μητέρες· προσίετο δὲ καὶ λίαν ἀσμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τοῖς ἁγίοις προσπεφώνηκε μαθηταῖς· Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· οὕτω κἀνθάδε νοήσεις· ἀγαπᾷ τὸ πρωτότοκον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐν εἰκόνι Χριστοῦ διαπρέπον. Μόνα δὲ ἀπόλεκτα τὰ ἀρσενικὰ τῶν πρωτοτόκων. Ἔδει γὰρ, ἔδει σώζεσθαι τῷ Χριστῷ τὸ αὐτῷ μᾶλλον πρεπωδέστατον κάλλος, καὶ τοῖς κατ' εἰκόνα τὴν πρὸς αὐτὸν ὡς ἐν εἴδει τῶν πρωτοτόκων μεμορφωμένοις. Ἔστι γὰρ ὁμοῦ πρωτότοκός τε καὶ ἄρσην, ὅτι μὴ οἶδε μαλακισμὸν εἰς ἁμαρτίαν· μαλακισμοῦ δὲ τύπος, τὸ θῆλυ. ∆εῖ δὴ οὖν τὴν εἰκόνα φοροῦντας Χριστοῦ, παραιτεῖσθαι μὲν φρόνημα τὸ θη λυπρεπές· ἀποσείεσθαι δὲ λίαν, ὡς ἐπάρατον ἀληθῶς καὶ Θεῷ κατεστυγημένον, τὸ μαλθακόν τε καὶ ἀνειμένον, καὶ ἄναλκι, καὶ σφριγῶδες ἀνέχειν· καὶ ἀνδροπρεπῆ προθυμίαν εἴς γε τὸ δεῖν ἑλέσθαι, φημὶ, κατορθοῦν ἀρετήν. Ἀλλάττεται δὲ προβάτῳ πᾶν διανοῖγον μήτραν ὄνου. Καὶ τίς ὁ λόγος; Ἀνίερον μὲν γὰρ καὶ βέβηλον κατὰ νόμον ἡ ὄνος· ἱερὸν δὲ τὸ πρόβατον· τοιγάρτοι καὶ ὑπὲρ ὄνου προσάγεται. Ὑπαινίττεται δὲ πάλιν ἡμῖν ὁ νόμος ἐν τούτοις, ὅτι καὶ τὸ βέβηλον ἅγιον ἐν Χριστῷ, καὶ τὸ ἀνίερον, καὶ δεκτὸν δι' αὐτοῦ καὶ τὸ ἀπαράδεκτον. Ἐπειδὴ γὰρ ἦμεν ἁμαρτωλοὶ καὶ ἀκάθαρτοι, γέγονεν αὐτὸς ὑπὲρ ἡμῶν ἅγιον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας. Ἀπέθανε γὰρ ὑπὲρ ἁμαρτωλῶν, δίκαιος ὑπὲρ ἀδίκων, ὑπὲρ τῶν ἀκαθάρτων ὁ καθαρὸς, καθὰ καὶ πρόβατον ὑπὲρ ὄνου. Λυτροῦται δὲ τὰ ἀνθρώπων πρωτότοκα δώρων, κατὰ τὸ εἰκὸς, ἤτοι τίμημα τῶν προσδοκιμαζομένων. ∆ιὰ ποίαν αἰτίαν; Ὅτι τὸ ἀνατεθειμένον ὅλως καὶ ἡγιασμένον τῷ Θεῷ καταθύεσθαι που ἐχρῆν πάντως. Παραιτεῖται δὲ τὴν ἀνδροκτονίαν ὁ κτίσας ἐν ἀφθαρσίᾳ Θεὸς τὰ πάντα. Οὐ γὰρ ἐποίησεν θάνατον, οὐδὲ ἐπ' ἀπωλείᾳ ζώντων τέρπεται, κατὰ τὸ γεγραμμένον. Οὔτε μὴν ἐν ἴσῳ τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς καταφθειρομένοις ἐφήδεται· προστάττει δὲ μᾶλλον ὑπὲρ αὐτοῦ καθεῖναι τὸ λύτρον, μονονουχὶ καὶ διαῤῥήδην ὁμολογεῖν ὡς αὐτῷ τὴν οἰκείαν ὀφείλομεν ζωήν. Τοῦτο γὰρ ἐποίσει τὸ καλούμενον δίδραγμον τελεῖσθαι προστάττων. Λύτρον δὲ τὸ ἀληθὲς καὶ ὑπὲρ πάντων, αὐτὸς νοοῖτο Χριστὸς, δι' οὗ, καὶ ἐν ᾧ νενικήκαμεν τὴν φθοράν· δέδωκε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν. Ἑπτὰ δὲ δεῖν ἔφη πληροῦν ἡμέρας ὑπὸ μητρὶ τὸν ἀμνόν· προσκομίζεσθαι δὲ κατὰ τὴν ὀγδόην. Οὐ γάρ τοι τεχθὲν ἐκ μήτρας, εὐθὺς κατεσφάζετο· τῷ δὲ τῆς τεκούσης γάλακτι προανδρισθὲν ἠρέμα, καὶ διισχύσαν βραχὺ, τότε δὴ, τότε καὶ εἰς ὀσμὴν εὐωδίας ἐπιτηδείως ἔχειν αὐτὸ, διετύπου Θεός. Τύπος δ' ἂν εἴη καὶ τόδε μυστικοῦ καὶ ἀναγκαίου πράγματος. ὃ καὶ εἰς δεῦρο τετήρηται παρ' ἡμῖν τοῖς τὰ λογικὰ θρέμματα καθιεροῦν εἰωθόσι τῷ πάντων κρατοῦντι Θεῷ. Οὐ γὰρ ὁμοῦ κεκλημένους, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἐκβεβηκότας, καὶ ἀμυήτους ἔτι προσκομίζομεν τῇ θείᾳ τε καὶ ἀναιμάκτῳ θυσίᾳ· προκατηχοῦντες δὲ μᾶλλον, μονονουχὶ δὲ καὶ ὑπὸ μητρὶ τρέχοντες, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ οἷόν τινι γάλακτι νηπιοπρεπεῖ καὶ τρυφερῷ καταπιαίνοντες λόγῳ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔπω τὴν ἕξιν τελείοις ἐπιστέλλει λέγων· Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Καὶ πάλιν ἐν ἑτέρᾳ Ἐπιστολῇ· Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης. Νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ἀνδρυθέντας δὴ οὖν καὶ τεθραμμένους εὖ μάλα τοῖς εἰς κατήχησιν λόγοις προσάγομεν κατὰ τὴν ὀγδόην, τουτέστι παριππεύσαντος τοῦ καιροῦ καθ' ὃν ἦσαν ἐν νηπιότητι, καὶ λοιπὸν ἑτέρου μετ' ἐκεῖνον εἰσβαίνοντος, καθ' ὃν τὸ τοῦ Χριστοῦ μυστήριον παρα[τε]θείη τις ἂν αὐτοῖς ἐπὶ καιροῦ καὶ πρεπόντως. Κατασημαίνει γὰρ ἡμῖν ἡ ὀγδόη τὸν τῆς ἀναστάσεως καιρὸν, ὅτε τὸν ὑπὲρ ἡμῶν ὑπομείνας θάνατον, ἀνεβίω Χριστὸς, ᾧ συμμορφούμεθα νοητῶς ἀποθνήσκοντες διὰ τοῦ ἁγίου βαπτίσματος, ἵνα καὶ τῆς ἀναστάσεως τύχωμεν. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνατικτόμενοι τοίνυν διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ συμμορφίαν ἤδη πλουτήσαντες τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν δι' ἡμᾶς τε καὶ ἐν ἡμῖν πρωτότοκον· εἶτα λογικόν τε καὶ ἄδολον ἐκπίνοντες γάλα, εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον, τότε δὴ, τότε λοιπὸν ἱεροὶ πάντες ἐσόμεθα, καὶ εἰς ἀνάθημα τῷ Θεῷ· καὶ κόσμῳ μὲν ἀποθνήσκοντες, νοητῶς δὲ Θεῷ ζῶντες ἁγίως. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ παρ' αὐτῷ σφάζεσθαι τῷ θυσιαστηρίῳ τῶν κτηνῶν τὰ πρωτότοκα. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς οὕτω ἡγιασμένοις· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ θάνατος, καί μοί τι τοιοῦτον ὁ μακάριος ∆αβὶδ ἀναβλέψαι δοκεῖ· Τίμιος γὰρ, φησὶν, ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Πρέποι δ' ἂν, καθάπερ ἐγᾦμαι, τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐννοιῶν ὁ τρόπος, οὐχὶ δήπου μόνον τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀλλὰ καὶ ὅτι μάλιστα τοῖς ἐκ νομικῆς κεκλημένοις λατρείας, πρὸς τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ἁγιασμὸν τὸν ἐν Πνεύματι. Ἐτρέφετο μὲν γὰρ ὁ ἀμνὸς, ἤτοι τὸ μοσχάριον ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα· προσήγετο δὲ κατὰ τὴν ὀγδόην, αἰνιγματωδῶς, οἶμαί που, παραδηλοῦντος Θεοῦ (σκιὰ γὰρ ὁ νόμος), ὡς ἦν ἀναγκαῖον προπαιδαγωγεῖσθαι διὰ τύπων, καὶ οἱονεὶ μαθήμασιν τοῖς οὐ λίαν ἀνδροπρεπεστέροις, νηπιοπρεπέσι δὲ μᾶλλον, τοὺς ἱεροὺς ἐσομένους, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομισθήσεσθαι μέλλοντας τῷ Θεῷ. Καιρὸς δὲ ὁ μάλιστα τῇ τοιᾷδε τελειώσει πρέπων τὸ Χριστοῦ μυστήριον, ὃ διὰ τῆς ὀγδόης σημαίνεται. Ἀπρόσιτος οὖν διὰ νομικῆς λατρείας ὁ Θεὸς, προσιτὸς δ' ἂν γένοιτο διὰ μόνου Χριστοῦ. ∆ι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, ὡς μεθ' ἡμέραν ἑβδόμην, τουτέστι, παρεληλακότος ἤδη τοῦ κατὰ νόμον σαββατισμοῦ, ἤτοι καθολικοῦ καὶ γενικωτέρου ὡς ἐκ μέρους, τῆς κατὰ νόμον λατρείας. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν· ἀναφέρει δὲ εἰς τοῦτο Χριστός· ἄρτιοι γὰρ εἰς ἀρετὴν οἱ πεπιστευκότες, καὶ τὸ τέλειον ἔχοντες ἐν γνώσει διὰ Χριστοῦ· νοῦν γὰρ ἔχομεν τὸν αὐτοῦ, καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου τοῦ παραδειχθέντος τῷ μακαρίῳ Μωσῇ.

αʹ. Τῆς τῶν Αἰγυπτίων ἀπαίροντες γῆς οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν δυσαχθῆ τῆς δουλείας ζυγὸν ἀποδυ σάμενοι μόλις, διὰ μέσης θαλάσσης ᾔεσαν ὡς ἐπὶ ξηρᾶς, ἀμογητὶ δὲ καὶ τοῦτο διαπεραίνοντες. Ἐπάγησαν γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα τοῖς θείοις εἴκοντα νεύμασιν. Εἶτα μετὰ τοῦτο πανστρατὶ κεκινδυνευκότα τεθεαμένοι τὸν Φαραὼ, καὶ πεπνιγμένον τοῖς ὕδασιν, οἰκτρῶς τε διολωλότας τοὺς ἀφορήτους ποτὲ καὶ σκληραγωγοῦντας αὐτοὺς ἀφιλοικτιρμόνως, ᾠδὰς ἀνίεσαν τῷ Θεῷ, καὶ ὕμνοις αὐτὸν τοῖς χαριστηρίοις καταγεραίροντες ἔφασκον· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππους καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. Τεθαυματούργηκε γὰρ χρησίμως ὁ τῶν ὅλων Θεός. Καίτοι γὰρ πλεῖστά τε ὅσα καὶ λίαν ἀξιοθαύμαστα παραδείξας αὐτοῖς τὰ ἐν Αἰγύπτῳ σημεῖα, προσέτι φιλοτίμως τὸ καὶ δι' αὐτῆς διᾴττειν θαλάσσης δύνασθαι τοὺς ὑπ' αὐτῷ γεγονότας, ἵν' εὖ βεβηκότα λοιπὸν καὶ ἐρηρεισμένον ἐν αὐτοῖς ἔχοιεν νοῦν, καὶ δὴ καὶ πιστεύοιεν ὡς οὐ καθ' ἕνα τῶν ψευδωνύμων ἐστὶ θεῶν, ἤγουν ἀνθρωπίνης εὑρέματα τέχνης, καὶ τὸ βρέτας ἁπλῶς ἐκ ξύλου καὶ λίθου πεποιημένον· ἀλλ' ὅτι τῶν ὅλων ὑπάρχων Κύριος, ὡς ὑπὸ πόδας κειμένῃ κελεύει τῇ κτίσει, καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν εὐκόλως διαπεραίνεται. Ἵνα δὲ καί τι μειζόνως θαυμάζοντες ὠφελοῖντο, πλουσιώτερον ἀπαίρειν ἐκέλευεν, καὶ εἰς τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἐπείγεσθαι γῆν, στρατηγοῦντος καὶ καθηγουμένου τοῦ πανσόφου Μωσέως. Εἶτα τί τὸ μετὰ τοῦτο, σαφηνιεῖ δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν· Ἐξῆρε γὰρ, φησὶ, Μωσῆς, τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς,καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σοὺρ, καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥὰν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν. ∆ιὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν, λέγοντες, Τί πιόμεθα; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. Ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίματα καὶ κρίσεις. Καὶ ἐκεῖ αὐτὸν ἐπείραζε, καὶ εἶπεν· Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Ἐλείμ· καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων. Παρενέβαλον δὲ ἐκεῖ ἐπὶ τὰ ὕδατα. Ἄθρει δὴ οὖν πῶς οὐκ ἀγυμνάστως αὐτοὺς λελυτρωμένους, οὐδὲ τῷ τῆς εὐθυμίας ἐντρυφῶντας πλάτει, παρακομίζεσθαι πρὸς τὸ ῥᾴθυμον ἐφίησιν οἰκονομικῶς, ἵνα μὴ κατὰ βραχὺ πρὸς λήθην ἰόντες τοῦ διασώζειν ἰσχύοντος, εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν εὐκόλως ὑπονοστήσειαν. Συλλέγουσι γὰρ οἱ πόνοι πρὸς Θεόν. Καὶ γοῦν ὁ προφήτης φησίν· Κύριε, ἐν θλίψει, ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδ[ε]ία σου ἡμῖν. Μακρὰν τοιγαροῦν καὶ διψάδα διιόντες γῆν, ἐν σπάνει γεγόνασι τῶν ἀναγκαίων εἰς ζωήν. Οὐ γὰρ εὕρισκον ὕδωρ ὥστε πιεῖν· παρατεινομένου δὲ τοῦ διψᾷν καὶ εἰς τρίτην ἡμέραν, μόλις αὐτοῖς εὑρίσκεται τὸ ποθούμενον. Ἀλλ' ἦν καὶ τοῦτο ἄχρηστον παντελῶς. Πικρὸν γὰρ τὸ Μεῤῥᾶς ἦν ὕδωρ, καὶ τοῖς διψῶσιν οὐκ ἀσφαλὲς εἴς γε τὸ δύνασθαί, φησιν διαδρᾶναι θάνατον· δυσφοροῦσί τε ἐντεῦθεν, καὶ τοῦ μεσίτου κατακεκράγασιν· ἀλύει δὲ ὁ Μωσῆς. Εἶτα τοῦ πάντα εἰδότος Θεοῦ ξύλον αὐτῷ παραδείξαντος, ἐμβάλλει τοῖς ὕδασι, τὰ δὲ παραδόξως εἰς γλυκύ τε καὶ ποτιμώτατον μεθίστανται νᾶμα. Ἐκπεπωκότες οὖν καὶ ὠφελημένοι, τεθαυμάκασι τὴν θεοσημείαν, παρεμβάλλουσι μετὰ τοῦτο καὶ πηγαῖς ὑδάτων δώδεκα, ἔνθα καὶ ἑβδομήκοντα στελέχη φοινίκων ἦν. Κατηυλίζοντο δὲ τότε τρυφῶντες ἐκεῖ. Ὅτι τοίνυν ἐν πίστει καὶ οὐχ ἑτέρως εὑρεῖν ἦν δύνασθαι τῆς σωτηρίας τὴν ὁδὸν, διὰ σκιᾶς καὶ τύπων ἐπληροφόρει Θεός. Ταύτῃτοι καὶ σφάζειν ἐκέλευσεν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, καὶ πιστεύειν ἤθελον, ὅτι τῷ αἵματι κατακεχρισμένοι, τὸν τοῖς πρωτοτόκοις ἐπεῤῥιμμένον διακρούσονται θάνατον. Ἢ γὰρ οὐχὶ φαίη τις ἂν, καὶ μάλα εἰκότως, ὅτι προγύμνασμα πίστεως τὸ δρώμενον ἦν; Τίνα γὰρ ἂν, εἰπέ μοι, τρόπον κατοῤῥωδήσειεν ὁ θάνατος προβάτου σφαγήν; Ἀλλ' ἦν μυστηρίου τὸ χρῆμα τύπος. Ἐκρύεται γὰρ ὁ Χριστὸς αἵματι τῷ ἰδίῳ τοὺς ἡγιασμένους ἐν πίστει, καὶ θανάτου φθορᾶς ἀποφαίνει κρείττονας. Τί δὲ δὴ πάλιν ἐστὶ τὸ ἐπὶ τῇ Μεῤῥᾷ, φέρε λέγωμεν ὡς ἔνι.

βʹ. Ὕδατι τὸν θεῖον παρεικάζει λόγον ἡ θεόπνευστος Γραφή. Ὥσπερ γάρ ἐστι σωμάτων ζωοποιὸν τὸ ὕδωρ τὸ αἰσθητόν· οὕτω καὶ ὁ θεῖος εἰ καθίκοιτο λόγος εἰς νοῦν, ὀνήσει[εν] ἂν οὐ μετρίως αὐτόν. Τοιγάρτοι καὶ ὁ Χριστὸς ταῖς Ἰουδαίων ἀγέλαις προσλαλῶν ἀνακεκράγει, λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ πρός γε τὴν γυναῖκα ἐκ Σαμαρείας, Καὶ πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἄρτι τοίνυν οἱ ἐξ Ἰσραὴλ τὴν θεομισῆ τῶν Αἰγυπτίων ἀφέντες λατρείαν, μετέθεντο ταῖς γνώμαις εἰς τὸ τελεσφορεῖν ἅπερ ἂν βούλοιτο Θεός. Ἀλλ' οὔπω τοῖς ἄνωθέν τε πεπαιδαγώγηνται νόμοις, οὔπω τῶν νοητῶν ὑδάτων ἀπογευσάμενοι, μονονουχὶ ξηρὸν καὶ δεδιψηκότα τὸν νοῦν εἶχον ἐν ἑαυτοῖς. Εἶτα μόλις περιτυγχάνουσιν τῇ Μεῤῥᾷ· ἀλλ' οὐκ ἠδύναντο πιεῖν ὕδωρ· πικρὸν γὰρ ἦν. Ἔπειτα Μωσέως τὸ ξύλον ἐμβεβληκότος, τῆς ἐμφύτου πικρίας τὸ ὕδωρ ἀπηλλάττετο. Τίς οὖν ἡ Μεῤῥά; Φαίην ἂν ὅτι τὸ Γράμμα τὸ νομικόν. Πικρὸς γὰρ ὁ νόμος, εἴπερ ἐστὶ κολαστής. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος· Ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει. Ὁρᾷς ὅτι πικρὸς ἦν καὶ δύσοιστος καὶ αὐτοῖς τάχα που τοῖς ἐθέλουσι κατορθοῦν; Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἀνάπτουσί τινας εἰς λατρείαν αὖθις τὴν νομικὴν, διαῤῥήδην ἔφασκον· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὕτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι; Καὶ γοῦν ὁ μα κάριος Παῦλος κατακρίσεως διακονίαν ἀποκαλεῖ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἐντολήν. Ἔφη γὰρ οὕτως· Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. Ἔφη δὲ καὶ ἑτέρωθι· Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Γράμμα σαφῶς, οἶμαί που, τὸν νόμον, πνεῦμα δὲ πάλιν, τὴν ἐν πνεύματι λατρείαν ἀποκαλῶν, τουτέστι, τὴν εὐαγγελικήν· πικρὸς γὰρ ὁ νόμος. Ἑρμηνεύεται δὲ πικρὰ καὶ ἡ Μεῤῥά. Ὅτι δὲ ἡ διὰ νόμου παίδευσις αὐτὴ καθ' ἑαυτὴν, καὶ ὅσον ἧκεν εἰς τύπους, ζωοποιεῖν οὐχ οἵα τε, τὸ διατείνεσθαι περιττόν. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, κατὰ τὸ γεγραμμένον. Ἀλλὰ καὶ αὐτὸς ἔσται δὴ τότε ζωοποιὸς ὁ νόμος, ἀπαλλαγήσεται καὶ τῆς κατὰ γράμμα πικρίας, εἰ γένοιτο παραδεκτικὸς μυστηρίου τοῦ κατὰ Χριστόν· τέλος γὰρ νόμου Χριστὸς εἰς σωτηρίαν παντὶ πιστεύοντι, νοούμενος δηλονότι πνευματικῶς· τύπος δ' ἂν εἴη καὶ τοῦδε σαφὴς τὸ ἐπὶ Μεῤῥᾷ συμβεβηκός. ∆ηλοῖ γὰρ τὸ ξύλον, τὸν τοῦ Σωτῆρος σταυρὸν, ἤτοι τὸ ἐπ' αὐτῷ μυστήριον· ὅπερ εἰ γένοιτο τοῖς ἐν νόμῳ παραδεκτὸν, γλυκὺ καὶ τὸ πικρὸν εὑρήσουσιν· οὐ γὰρ τοῖς πιστεύουσιν εἰς Χριστὸν, φιλαίτιός τέ ἐστι καὶ κολαστὴς ὁ νόμος, ἀλλ' ἤδη ζωοποιὸς, μεταπλαττομένης εὖ μάλα τῆς ἱστορίας ἡμῖν πρὸς θεωρίαν πνευματικὴν, καὶ ποδηγούσης ἐπὶ Χριστὸν, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Τότε γὰρ, τότε καὶ νόμος ἡμῖν ὁριεῖ δικαιώματά τε καὶ κρίσεις. Ἀποκομιεῖ γὰρ εὐθὺς ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων καταδείξει τρίβον, ἔξω τε δειμάτων καὶ τοῦ κολάζεσθαι προσδοκᾷν γενέσθαι παρασκευάζει. Πᾶσαν γὰρ, φησὶ, πληγὴν ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. Οὐκοῦν τοῖς ἐν νόμῳ τοῦτο λαβοῦσι μυστήριον, ἐλπὶς ἀγαθὴ τοῦ διαβήσεσθαι κόλασιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὃ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις κατὰ τὸν τῆς ἐπιδημίας καιρόν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς ζωήν. Καὶ πάλιν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται. Παραδεξάμενος τοίνυν τὰ δικαιώματα Χριστοῦ, τότε δὴ, τότε καὶ εἰς Ἐλεὶμ ἥξομεν· ὅ ἐστιν, ἀνάβασις. Ἀναβιβαζόμεθα γὰρ ἐκ τῆς ἀρχαίας ἡμῶν νηπιότητος εἰς ἀρτίως ἔχουσαν φρένα, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καταντήσαντες, ταῖς τῶν νοητῶν ὑδάτων πηγαῖς ἐντρυφήσομεν. ∆υοκαίδεκα δὲ αὗται τὸν τῶν ἁγίων ἀποστόλων ἡμῖν καταγράφουσι χορόν· περιτευξόμεθα δὲ καὶ τοῖς ἑβδομήκοντα στελέχεσι τῶν φοινίκων. Γέγραπται γὰρ, ὅτι μετὰ τοὺς ἁγίους ἀποστόλους ἀνέδειξεν ὁ Κύριος ἑτέρους ἑβδομήκοντα. Ὅτι δὲ πηγαὶ κατὰ τὸ ἀληθὲς οἱ θεσπέσιοι μαθηταὶ, τὸν θεῖον ἡμῖν καὶ σωτήριον καὶ ἀναγκαῖον εἰς ζωὴν ἀναβρύοντες λόγον, παραδείξειεν ἂν εὖ μάλα τοῖς ἐν νόμῳ δεδικαιωμένοις ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Ἁγίου δὲ πέρι παντὸς ὁ θεσπέσιος Με λῳδὸς, ∆ίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει. Καὶ μή τοι θαυμάσῃς. Ἐπεὶ καὶ αὐτὸς ὁ Χριστὸς τῇ τοιᾷδε κλήσει κατονομάζεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ἔφη γάρ που πάλιν ἡ νοητὴ νύμφη, τουτέστι ἡ Ἐκκλησία, περὶ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νυμφίου, φημὶ δὴ Χριστοῦ· Εἶπα· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι· κρατήσω τῶν ὑψῶν αὐτοῦ. Ἀεὶ γάρ ἐστιν εὐθαλὲς τὸ φυτὸν, γλυκύ τε καὶ εὔριζον, καὶ λελευκασμένην ἔχον τὴν καρδίαν. Τοιουτοειδὴς δέ πώς ἐστιν ὁ Χριστὸς νοητῶς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ μάννα, καὶ τῆς ὀρτυγομήτρας.

αʹ. Θαυματουργεῖ δὲ πάλιν ὁ τῶν ὅλων Θεὸς, καὶ μετίησι μὲν ἐκ δυνάμεως εἰς δύναμιν, κατὰ τὸ γεγραμμένον· τοῖς δὲ ἀμηχάνοις εὑρίσκει πόρους, τῆς ἑαυτοῦ δόξης ἁπανταχοῦ προνοῶν, καὶ πολυτρόπως ἀποδεικνὺς, ὅτι δὴ μόνῳ μέτεστιν αὐτῷ τὸ ἀμογητὶ δύνασθαι κατορθοῦν καὶ τὰ πέρα λόγου, καὶ οἷς ἂν εἰκότως ἕποιτο πρὸς ἡμῶν τὸ καταθαυμάζεσθαι δεῖν, ἵνα διὰ πάντων ὁρῷτο Θεὸς, οὐ καθ' ἕνα τῶν ἐκ τέχνης ἀνθρώπων, ἤγουν ἀνοσίως ἐξῃρημένων, ἀλλὰ φύσει τε καὶ ἀληθῶς. Ἀπὸ γὰρ τῶν ἐνδόξως ἀποτελουμένων καταθρήσειέ τις ἂν καὶ ἀταλαιπώρως κομιδῇ τὴν ἀκήρατον φύσιν· ᾗ πρόσεστι μὲν ὡς ἴδιον ἀγαθὸν, τὸ πάναλκές τε καὶ ἄμαχον πρὸς πᾶν ὁτιοῦν ὧν ἂν ἕλοιτο δρᾷν. Πρόσεστι δὲ καὶ μετὰ τούτου τὸ ἀνεξίκακον. Ἴδοι δ' ἂν ὅ φημι, καὶ μάλα σαφῶς, καὶ ἐν τοῖς ἀρτίως ἡμῖν προκειμένοις. Γέγραπται γὰρ, ὅτι Τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ, ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπί τε Μωσῆ καὶ Ἀαρὼν, καὶ εἶπον πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν! Ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ; Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται ἐν τῷ νόμῳ μου. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ, καὶ ἑτοιμάσουσι ὃ ἂν εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἂν συναγάγωσι τὸ καθ' ἡμέραν εἰς ἡμέραν. Τὰ μὲν γὰρ τῶν Αἰγυπτίων, καθάπερ ἤδη προείπαμεν, διολώλασι πρωτότοκα· ἐξεπέμποντο δὲ τῆς χώρας οἱ ἐξ Ἰσραὴλ, οὐδὲ, ὅσον εἰπεῖν, ἐπισιτίσασθαι συγχωρούμενοι. Τὸ γὰρ σταῖς αὐτῶν ἐξήνεγκαν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν. Ἐφοδιασάμενοι δὲ τοῖς παρατυχοῦσιν ἁπλῶς, ἐξῄεσαν ἐν σπουδῇ, καὶ ἐν ἴσῳ τὸ δεῖμα τοῖς διώκουσιν Αἰγυπτίοις καὶ τοῖς τὴν δίωξιν ὑπομένουσιν. Οἱ μὲν γὰρ τοῖς ἤδη ὀλωλόσι προστεθή[σ]γεσθαι προσεδόκουν οὐκ εἰς μακρὰν, εἰ μὴ τοῖς θείοις εἴκοντες νεύμασιν ἐξελάσαιεν τῆς χώρας τὸν Ἰσραήλ· οἱ δὲ, εἰ καταληφθεῖεν μέλλοντες καὶ ἀπολυόμενοι τὴν ἀναδρομὴν, ᾤοντο δὴ πάντως τοὺς ἐπ' αὐτοῖς τοῖς ἐσχάτοις ἀγῶνας εἰσβή σεσθαι, καὶ κινδυνεύσειν ἀφιλοικτιρμόνως. Ἐξῴχοντο τοίνυν, οὐ κομιδῇ τῶν εἰς ἀποδημίαν πεφροντικότες, καὶ τὰ ἐν χερσὶ μόλις ἁρπάσαντες, μονονουχὶ δὲ τῶν οἴκοι κειμένων κεκλοφότες ἀναγκαίως τὰ λίαν εὐπάροιστα, ἃ δὴ καὶ κατεδηδοκότες, εἶτα πόθεν ἂν αὐτοῖς ἐν ἐρήμῳ τὰ ζωαρκῆ προσγένοιντο διηπορηκότες, κατώλισθον εἰς ἐπιθυμίαν τῆς ἐν Αἰγύπτῳ τροφῆς, καὶ ὅτι μὲν τῶν ἐσχάτων ἐξῄροντο πάντων καὶ τῆς ἐν Αἰγύπτῳ δουλείας, ἐπιλανθάνονται, καὶ οἱονεί πως κατακεκράγασι τῆς ἐπικουρίας· καὶ ὅτι λελύτρωνται, χαλεπαίνουσι, καὶ τῆς τριποθήτου καὶ εὐκταιοτάτης ἅπασιν ἀνθρώποις ἐλευθερίας, γαστρὸς ἀκαθάρτου προτάττουσι κόρον. Καὶ θορυβεῖ μὲν τὸ χρῆμα τὸν μεσιτεύοντα, τουτέστι Μωϋσέα. Χορηγήσειν δὲ παραχρῆμα τὴν τῶν ἐδωδίμων ἀφθονίαν αὐτοῖς ἐπαγγέλλεται Θεὸς, καὶ προσκεκρουκόσιν οὐ μετρίως, ἡμέρως ἔτι προσφέρεται. Τὸ μὲν γὰρ παρ' αὐτοῦ τὰ ζωαρκῆ δέχεσθαι θέλειν, μῶμον ἂν ἔχοι παντελῶς οὐδένα· λυπεῖ δὲ λίαν ὁ γογγυσμός. Καὶ γὰρ οὖν αὐτὸς ὁ Σωτὴρ ἐν προσευχαῖς ἡμᾶς ἐδίδαξε λέγειν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἀλλ' εἰ τοῦτο μὲν λέγοιμεν, κατ' οὐδένα δὴ τρόπον αἰτιασόμεθα τὸν ∆εσπότην, ἐξαιτήσομεν δὲ μᾶλλον παρ' αὐτοῦ τὰ εἰς ζωὴν ἐπιτήδεια. Οἱ δέ γε τῶν Ἰουδαίων δῆμοι, δέον αἰτῆσαι τροφὰς, ὅτι λελύτρωνται χαλεπαίνουσι, καὶ τὴν οὕτω σεπτὴν καὶ ἀξιόληπτον χάριν ἀνοή[τό]τατα καθυβρίζουσιν, ὡς τῶν ἡδίστων αὐτοὺς ἐκπέμψασαν, ἄρτου τε, φημὶ, καὶ κρεῶν. Οὐκοῦν γογγύζουσι μὲν, καὶ κατακεκράγασιν ἀνοσίως. Ἀνεξικακεῖ δὲ Θεὸς, καὶ ἀδόκητον αὐτοῖς ἀφθονίαν ἐπαγγέλλεται. Καὶ δὴ καὶ καθίησιν ἀφάτῳ δυνάμει ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν· ἅμα δὲ τῇ ἕῳ, τὸ μάννα. Καὶ ὡς ὁ θεῖος ἔφη ∆αβὶδ, Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Πεπληροφόρηκε δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων, ὅτι δύναται ὁ Θεὸς ἄρτον τε δοῦναι καὶ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰ ἴσα τερατουργῶν, πέντε διακλάσας ἄρτους, ἐκόρεσε μὲν ἐν ἐρήμῳ πολλοὺς, ὅτε συνεκομίσθησαν λειψάνων κόφινοι δώδεκα Ἀπεριέργαστοι δὲ παντελῶς τῆς θαυματουργίας οἱ τρόποι, πίστει δὴ οὖν τιμάσθω τὰ ὑπὲρ νοῦν, καὶ ἀκουέτω Θεὸς παρὰ πάντων τεθαυμακότων· Οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐδέν.

βʹ. Ἀλλ' ἐν τούτοις μὲν ἡμῖν ὁ περὶ τῶν αἰσθητῶν ἔστω λόγος. Τίς δ' ἂν γένοιτο λοιπὸν τῆς πνευματικῆς θεωρίας ὁ νοῦς, ἢ τί τοῦ νόμου τὸ αἴνιγμα πολυπραγμονεῖν ἀναγκαῖον, φιλοθηρεῖν εὖ μάλα διεσπουδακόσιν ἡμῖν τὴν ἀλήθειαν. Εἰσόμεθα τοίνυν καὶ διὰ τούτων, ὡς ἔστιν ἀναμφιλόγως τῆς εὐαγγελικῆς πολιτείας κατόπιν ἡ νομικὴ, καὶ τῶν εἰς φιλοσαρκίαν αἰτιαμάτων οὐκ ἐλευθέρα, ἀπήλλακται δὲ οὐχὶ γεώδους ἐπιθυμίας, ἀλλ' ἥ γε θεία καὶ εὐαγγελικὴ, πνευματική τέ ἐστι καὶ ἄμωμος, καὶ ἀσύγκριτον ἔχει τὸ κάλλος. Ληψόμεθα δὲ τὴν ἐφ' ἑκάστῃ διάδειξιν καὶ πληροφορίαν, τὸν ἐπ' ἀμφοῖν εὖ μάλα βασανίζοντες λόγον ἐκ τῆς θεοπνεύστου Γραφῆς. Ἐγένετο γὰρ, φησὶν, ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν. Τὸ πρωῒ δὲ ἐγένετο, καταπαυομένης τῆς δρόσου κύκλῳ τὴς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτο[ὶ] οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Οὗτος ὁ ἅρτος ὂν ἔδωκεν ὑμῖν ὁ Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. Συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γόμορ, κατὰ κεφαλὴν, κατ' ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξετε. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν, ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλασσον, καὶ ἐμέτρησαν τὸ γόμορ· καὶ οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἕλαττον, οὐκ ἠλαττόνησεν, ἕκαστος εἰς τοὺς καθήκοντας παρ' ἑαυτῷ. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Μηδεὶς καταλ[ε]ιπέτω ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ. Καὶ οὐκ ἤκουσαν Μωϋσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ, καὶ ἐξέζεσε σκώληκας, καὶ ἐπώζεσε. Καὶ ἐπικράνθη ἐπ' αὐτοῖς Μωσῆς. Καὶ μεθ' ἕτερα πάλιν· Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησε Κύριος· Σάββατα ἄγια ἀνάπαυσις τῷ Κυρίῳ αὔριον. Ὅσα ἐὰν πέσσητε, πέσσετε· καὶ ὅσα ἐὰν ἕψητε ἕψετε, καὶ πᾶν τὸ πλεονάζον, καταλίπετε αὐτὸ εἰς ἀποθήκην τῷ πρωΐ. Καὶ κατέλιπον ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ, καθάπερ συνέταξεν αὐτοῖς Μωσῆς, καὶ οὐκ ἐπώζεσε, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. Ἕκαστον μὲν οὖν τὸ ἀρκοῦν αὐτῷ συγκομίζειν ἐκέλευεν. Εἴργει δὲ οὐδαμῶς ἔργῳ, εἴπερ ἕλοιτο τυχὸν καὶ τοῖς ἀποῦσι συλλέγειν, καὶ τῷ τῆς ἀγάπης καταφαιδρύνεσθαι νόμῳ. Ἀποφάσκει δὲ παντελῶς τὸ φυλάττειν εἰς τὸ πρωΐ, καὶ τοῦτο δρᾷν ἔφη πρὸ μόνου τοῦ Σαββάτου, ἵνα καὶ ὁ τῆς ἀργίας μὴ ἀτιμάζοιτο νόμος. Οὐ γὰρ ἦν ὅλως εὑρεῖν ἐν Σαββάτῳ, μηδὲ καθιέντος Θεοῦ, μονονουχὶ δὲ διὰ τοῦδε καὶ ἀναγκάζοντος ἀφιλοεργεῖν ἐν Σαββάτῳ. Ἀλλ' ὀλίγα τῶν θείων χρησμῳδημάτων πεφροντίκασί τινες, καὶ τετηρήκασι πρὸ Σαββάτου, καὶ, ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, Ἐπώζεσε, καὶ ἐξέζεσε σκώληκας. Καὶ ἐπικράνθη Μωσῆς· ἐκδεδραμήκασί τε καὶ ἐν Σαββάτῳ συλλέξοντες, καὶ ἠγανάκτει Θεός. Γέγραπται γὰρ οὕτως· Ἐγένετο δὲ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ, ἐξῆλθόν τινες ἐκ τοῦ λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; Ἴδετε, ὁ Κύριος ἔδωκε τὴν ἡμέραν ταύτην Σάββατα. ∆ιὰ γὰρ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθίσασθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τοῖς εἰρημένοις πρέπων τε καὶ ἁρμοδιώτατος λόγος; Τί δὴ τὸ ἑσπέρᾳ μὲν τὴν ὀρτυγομήτραν ἐλθεῖν, δεδόσθαι δὲ ἐν φωτὶ καὶ ὄρθρῳ τὸ μάννα; Οἶμαι δὲ ἔγωγε πολυπραγμονεῖσθαι πρέπειν· καὶ πρό γε τῶν ἄλλων, τί μὲν ἡ ὀρτυγομήτρα, τί δὲ καὶ τὸ μάννα σκιᾶς.

γʹ. Ὅτι τοίνυν σαρκικῶν ἐπιθυμιῶν οὐκ ἀπηλλαγμένη τῶν Ἰουδαίων ἡ ζωὴ, νοοῖτ' ἂν εἰκότως, καὶ ἐλέγξειε σαφῶς τὸ ἐδώδιμα ποιεῖσθαι ζητεῖν τὰ ἐν Αἰγύπτῳ κρέα, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκνενικημένον, μονονουχὶ δὲ καὶ τυραννούμενον ἔχειν τὸν νοῦν. Ἀλλ' οὐκ ἂν ὁρῷτο τὰ καθ' ἡμᾶς ἐν τούτοις. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐσμὲν ἐπέκεινα σαρκικῆς ἀκαθαρσίας. Ἐπιμαρτυρήσει δὲ γράφων ὁ θεσπέσιος Παῦλος· Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Καὶ τί τὸ, ἐσταύρωσαν; ἀντὶ τοῦ, θανάτῳ παραδεδώκασι, νοητῷ δηλονότι, διά γε τὸ μὴ ἀνέχεσθαι κατὰ σάρκα ζῇν, μήτε μὴν ἑλέσθαι φρονεῖν τὰ πρόσκαιρα, κατανεκροῦν δὲ μᾶλλον τὰ μέλη τὸ ἐπὶ γῆς, πορνείαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ περιπατεῖν μὲν ἐπὶ γῆς, γλίχεσθαι δὲ σφόδρα τῶν ἄνω πολιτευμάτων. ∆ιαμέμνηται γὰρ βοῶντος Γράμματος ἱεροῦ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἀδρανὴς οὖν ἄρα τῶν Ἰουδαίων ὁ νοῦς, καὶ ταῖς τῶν παθῶν προσβολαῖς πολὺ δὴ λίαν εὐκαταγώνιστος· ἐρᾷ γὰρ ἔτι τῶν σαρκικῶν, καὶ ἡττᾶται τῶν γεωδεστέρων. Ταυτὶ δὲ ἡμῖν, ὡς ἔφην, διὰ τῆς ὀρτυγομήτρας σημαίνεται. Ὀρέγει γε μὴν ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίας, οὔπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν· ὅτι μὴ τοῖς ἐν νόμῳ τὸ ἐκπρεπὲς εἰς ζωὴν, καὶ τὸ εἰς ἅπαν ἡγιασμένον, τετήρητο δὲ μᾶλλον τοῖς ἐν πνεύματι. Τοιγάρτοι καὶ διαθήκην καινὴν ἐπηγγείλατο διὰ προφήτου Θεὸς, οὐ κατ' ἐκείνην τὴν πρώτην, ὅτι μὴ ἔχει τὸ ἄμεμπτον· ἑτέραν δὲ καὶ πνευματικὴν, τελειοῦν ἰσχύουσαν κατὰ συνείδησιν τοὺς πιστεύοντας. Θέα δὲ ὥσπερ ἐν ἑσπέρᾳ [ἡ] τῶν ὀρτυγομητρῶν γίνεται πρὸς τὴν Ἰουδαίων Συναγωγὴν πτῆσις. Φησὶ γάρ· Ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα· πλαγίως ἡμῖν τοῦ πράγματος ὑπεμφαίνοντος, ὅτι μηδέ ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστὴς, ἀλλ' ὡς ἐν νυκτὶ καὶ σκότῳ. Καὶ τὸ χρῆμά ἐστιν, οὐ διεψευσμένως· ἀμαθίας γὰρ καὶ πωρώσεως, ἤγουν ἀχλύος τῆς νοητῆς, ὁ τῶν Ἰουδαίων οὐκ ἀπήλλακται νοῦς. Τοιγάρτοι καὶ ὁ Χριστὸς προσεφώνει λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἐν ἀχλύϊ δὴ οὖν καὶ ὡς ἐν σκότῳ λοιπὸν οἱ οὔπω πεπιστευκότες· οὐ γὰρ ἀφίκοντο πρὸς τὸ φῶς. Ἔφη δέ που περί τε τῶν Φαρισαίων καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὁ Χριστός· Ἄφετε αὐτούς· τυφλοὶ γάρ εἰσιν, ὁδηγοὶ τυφλῶν. Ἀφεγγὴς οὖν ἄρα τῶν Ἰουδαίων ὁ νοῦς· τοιγάρτοι νοσοῦσι κατὰ σαρκὸς, καὶ μονονουχὶ καὶ ἐκκρέμανται τῶν γεωδεστέρων. Λογιούμεθα οὖν τὸ μάννα, σκιὰν εἶναι καὶ τύπον τῶν διὰ Χριστοῦ παιδευμάτων τε καὶ χαρισμάτων, ἃ καὶ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει ποθέν· ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς, καὶ ἔστιν ἀληθῶς οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἀγγέλων τροφή. Πεφανέρωκε γὰρ ἡμῖν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον δι' αὐτοῦ πεπιστεύμεθα, καὶ εἰς πᾶσαν τρίβον ἀρετῆς εὖ μάλα πεποδηγήμεθα. Τροφὴ δὲ πνευμάτων, ἡ ἔν γε τούτοις ἐστὶν ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις. Εἴη δ' ἂν ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ τῶν διὰ Χριστοῦ παιδευμάτων ἡ χορηγία. Τοιγάρτοι τὸ μάννα κατεδόθη τοῖς ἀρχαιοτέροις, διαυγαζούσης ἡμέρας. καὶ σκιδναμένου φωτός. ∆ιηύγαζε γὰρ ἐν ἡμῖν τοὶς πιστεύουσιν ἡ ἡμέρα, κατὰ τὸ γεγραμμένον, καὶ φωσφόρος ἀνέτειλεν ἐν ταῖς ἁπάντων καρδίαις, καὶ ὁ τῆς δικαιοσύνης ἀνίσχεν ἥλιος, τουτέστι Χριστὸς, ὁ τοῦ νοητοῦ μάννα δοτήρ. Ὅτι γὰρ ὡς ἐν εἰκόνι μὲν ἐκεῖνο τὸ αἰσθητὸν ἔτι, τὸ δὲ ἀληθὲς αὐτὸς, πληροφορήσει λέγων πρὸς Ἰουδαίους· Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, [καὶ] μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀποτρέφει γὰρ ἡμᾶς εἰς ἀμήρυτον ζωὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῖς εἰς εὐσέβειαν ὑποθήκαις, καὶ δι' εὐλογίας τῆς μυστικῆς. Αὐτὸς οὖν ἄρα καὶ δι' αὐτοῦ τὸ μάννα τὸ θεῖον καὶ ζωοποιὸν ἀληθῶς. Καὶ τοῦτο ὁ κατεδηδοκὼς, ἀμείνων ἐστὶ φθορᾶς, καὶ ὑφαλεῖται θάνατον, οὐχ οἱ φαγόντες τὸ αἰσθητόν. Οὐ γὰρ ἦν ὁ τύπος σωτήριος, ὑπεπλάττετο δὲ τῆς ἀληθείας τὴν μόρφωσιν. Ἐκέλευσε δὲ τὸ μάννα ὁ Θεὸς, ὑετοῦ δίκην ἄνωθεν καθιεὶς, τὸ ἀποχρῶν ἑκάστῳ συλλέγειν, συναγείρειν δὲ, εἴπερ ἕλοιντό τινες, καὶ τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνήν. Ἔκαστος γὰρ, φησὶ, σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε, καὶ οὐ καταλείψετε, φησὶν, ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ. Χρὴ γὰρ ἡμᾶς τῶν θείων τε καὶ εὐαγγελικῶν ἀναπίμπλασθαι μαθημάτων. Ἐν ἴσῳ δὴ μέτρῳ μικροῖς καὶ μεγάλοις διανέμοντος ἡμῖν τοῦ Χριστοῦ τὴν παρ' ἑαυτοῦ χάριν, καὶ ὁμοίως ἅπαντας ἀποτρέφοντος εἰς ζωὴν, συναγείρειν τοῖς ἄλλοις ἐθέλοντος τοὺς εὐσθενεστέρους, καὶ ἱδροῦν ὑπὲρ ἀδελφῶν, καὶ τοὺς ἰδίους αὐτοῖς ἐκδανείζειν πόνους, καὶ τῶν ἄνωθεν χαρισμάτων ποιεῖν τε κοινωνούς. Καὶ τοῦτο εἶναι οἶμαι τὸ πρὸς αὐτοὺς εἰρημένον τοὺς ἁγίους ἀποστόλους· ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μονονουχὶ γὰρ πλεῖστον ἑαυτοῖς τὸ μάννα συλλέγοντες, διανέμειν ἐσπούδαζον τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνὴν, τουτέστι τὴν Ἐκκλησίαν. ∆ιετέλουν γὰρ οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες, εἰσηγούμενοι, πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες τῶν ἐπαινουμένων, καὶ ἀφθόνως ἅπασι παρατιθέντες εἰς μέθεξιν, ἣν αὐτοὶ παρὰ Χριστοῦ πεπλουτήκασι χάριν. Καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει τισίν· Ἐπιθυμῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Εἰ δὲ δὴ νοοῖτο καθ' ἕτερον τρόπον τὸ, Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε, τουτέστι, μὴ χύδην ἅπαντες, μηδὲ ἀναμὶξ, ἀλλὰ κατὰ γένος, ἤτοι κατὰ σκηνὰς, ποιείσθωσαν τὴν συγκομιδὴν, τοιῶσδε νοήσεις. Χρὴ γὰρ ἡμᾶς τοῖς ὁμοπίστοις ὁμοῦ τῶν θείων ἐμφορεῖσθαι λόγων, καὶ ζητεῖν τὸ μάννα τὸ νοητόν· οὐ τοῖς ἑτερόφροσι, μονονουχὶ δὲ καὶ ἀλλογενέσιν ἀσυνέτως συναποφέρεσθαι. Ὃ δὴ καὶ ποιοῦμεν, ἀποσοβοῦντες μὲν Ἐκκλησιῶν τοὺς ἑτεροδόξους καὶ διεστραμμένους, ὁμοῦ δὲ τοῖς κατὰ πίστιν οἰκείοις τὰς ἐξ οὐρανοῦ πλουτοῦντες τροφάς. Εἴρηται δὲ μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ· τοῦ νόμου πάλιν ὑπεμφαίνοντος, ὅτι τὸ κεχρῆσθαι τοῖς τύποις παρῳχηκότος τοῦ χρόνου, καθ' ὃν ἦσαν ἔτι χρήσιμοί τε καὶ ἀναγκαῖοι, πάντη τε καὶ πάντως ὑπὸ κρίσιν ἄγει καὶ κόλασιν· Ἐξέζεσε γὰρ σκώληκας τὸ τετηρημένον. Κολάσεώς τε καὶ φθορᾶς μήνυσις ἂν εἵη καὶ αὕτη σαφής. Ἔσονται γὰρ πάντες ὑπὸ φθορὰν καὶ κόλασιν οἱ τηροῦντες τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. Ὁποῖόν τι πεπονθέναι φαμὲν τοὺς, οἷς ὁ μακάριος γράφει Παῦλος· Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Καὶ πάλιν· Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε· τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Οὐκοῦν ἀποφάσκει φυλάττειν εἰς τὸ πρωΐ· ἵνα διὰ τοῦ πρωΐ, τὸν μετὰ τὸν νόμον νοήσῃς καιρὸν, καθ' ὃν ἡ τοῦ Χριστοῦ πέφηνε παρουσία, καὶ τὸ θεῖον ἡμῖν ἀνέλαμψε φῶς. Ἀλλ' ἐτήρουν εἰς τὸ πρωΐ, σαββατίζειν μέλλοντες οἱ ἐξ Ἰσραὴλ, καὶ τοῦτο Θεοῦ προστάττοντος. Τί δὴ οὖν ἄρα ἐστὶ τὸ φυλάττεσθαι μὲν τὸ τοῦ Σαββάτου προσυλλεχθὲν, μὴ μὴν ἔτι καὶ διαφθείρεσθαι, μηδὲ τοῖς τετηρηκόσιν ἐπιπικραίνεσθαι τὸν Μωσέα; Ἀφιγμένοι γὰρ διὰ πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν τε καὶ κατάληξιν τὴν ἐξ ἁμαρτιῶν, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθεῖσαν ἐν ἡμῖν καὶ οἱονεὶ προαποκειμένην τοῦ νόμου παίδευσιν χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν· παιδαγωγὸς γὰρ ὁ νόμος· ἔχοντες δὲ μᾶλλον αὐτὸν ὁμοῦ τοῖς εὐαγγελικοῖς παιδεύμασιν, οὐκ ἐσόμεθα μακρὰν τοῦ ἐπαινεῖν πρέπειν, καὶ τοῦτο δρῶσι Θεὸς οὐκ ἐπιπικραίνεται. Καὶ γοῦν ὁ Σωτὴρ τοῦτο διδάσκων αὐτὸς λέγει ἡμῖν, ὅτι Πᾶς Γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστι ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἀνέγκλητον οὖν τὸ προσωρευθὲν ἐν ἡμῖν μάννα διὰ τοῦ νόμου, κἂν εἰ ἐν τῷ νοητῷ τηροῖτο σαββατισμῷ. Περιτυγχάνομεν μὲν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς οἱ ἐν Χριστῷ σαββατίζοντες, ἵνα τὴν ἐν αὐταῖς ζητῶμεν ἀλήθειαν. Ἐπάρατον δὲ καὶ ὑπὸ δίκην ἐτίθει τὸ ἐν Σαββάτῳ συλλέγειν, μᾶλλον δὲ οὐ καθίει τὸ μάννα ὁ Θεός. Σαββατίζοντες γὰρ ἐν Χριστῷ νοητῶς, τὰ ἐν τύποις μὲν οὐκέτι συλλέξομεν. Οὐ γὰρ σαρκικῆς ἀνθεξόμεθα περιτομῆς, οὐδὲ βόας ἢ πρόβατα καταθύσομεν, παρωσόμεθα δὲ μᾶλλον τὸ παχὺ τῶν τύπων, αὐτὴν ἔχοντες τὴν ἀλήθειαν, τουτέστι Χριστόν.

δʹ. Ἀποχρῶν μὲν οὗν, καθάπερ ἐγᾦμαι, καὶ σαφὴς ἔν γε τοῖς προκειμένοις ἡμῖν πεποίηται λόγος. Ἐπειδὴ δέ περ ἐν βιβλίῳ τῷ ἐπίκλην Ἀριθμοῖς, καὶ ἑτέραις δὲ διηγημάτων προσθήκαις ἔχοντες εὑρίσκομεν τὸ κεφάλαιον, δεῖν ᾠήθην ἀναγκαίως, οὐκ ἀβασάνιστα παρελθεῖν τὰ ἐν τῇ Ἐξόδῳ σεσιγημένα. Εἴη γὰρ ἂν ὡδὶ τοῖς ἐντευξομένοις ἀμφιλαφεστέρα μᾶλλον ἡ νόησις. Γέγραπται τοίνυν· Ὅτι καὶ ὁ ἐπί μικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν· Τίς ἡμᾶς ψωμιεῖ κρέα; Ἐμνήσθημεν ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόροδα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶτα τούτοις ἐπιφέρει· Καὶ ἤκουσεν Μωσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ. Καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν. Ἄθρει δὴ οὖν ὅπως εὐπαρακόμιστος λίαν ὁ Ἰσραὴλ, καὶ οὐχ ὅπερ (σιξ) ἑτέροις ὠφελεῖν οἷός τε· νοσεῖ δὲ τὸ ἄναλκι καὶ ἐν μόνοις τοῖς καθ' ἑαυτόν. Κατηῤῥώστησε μὲν γὰρ ὁ ἐπίμικτος τὴν ἐκτοπωτάτην οὕτω καὶ βδελυρωτάτην ἐπιθυμίαν· οὓς δὲ ἦν εἰκὸς ἐπιτιμήσειν αὐτοῖς, ἀναπεισθῆναί τε μᾶλλον φρονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, νοσοῦσι χειρόνως. Καὶ ἀλύει μὲν οὐ μετρίως ὁ θεσπέσιος Μωσῆς, ἔφη δὲ ἐναργῶς πρὸς τὸν τῶν ὅλων Θεὸν, ὡς οὐκ ἃν ἰσχύσειε μόνος τὸν οὕτω διαβριθῆ καὶ δύσοιστον ἀνατλῆναι πόνον. Εἰς ἀπόδειξιν δὲ τοῦ πράγματος, καὶ τὸ λίαν ἀμήχανον καὶ δυσπόριστον παρεκόμιζε λέγων· Πόθεν μοι δοῦναι τῷ λαῷ τούτῳ κρέα φαγεῖν; ∆υσθυμίας δὲ εἰς τοῦτο ἤδη καθιγμένος, ὡς ἤδη πως ἀποβιῶναι θέλων, Εἰ γὰρ οὕτω σὺ ποιεῖς μοι, φησὶν, ἀπόκτεινόν με ἐν ἀναιρέσει, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν. Ἀνέχει καὶ ἀπολέκτους ποιῆσαι κελεύει τοὺς συλληψομένους αὐτῷ, καὶ συμμεθέ[ξ]οντας τῆς φροντίδος, ἀπὸ πάσης τῆς συναγωγῆς ἄνδρας τὸν ἀριθμὸν ἑβδομήκοντα. Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, οὓς αὐτὸς οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ, καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ. Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ θήσω ἐπ' αὐτοὺς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ· καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. Οὗ δὴ γεγονότος (παρεστήκει γὰρ εὐθὺς τοὺς τῶν ἄλλων διαπρεπεστέρους), ἁγίου μὲν αὐτοὺς ἐμπίπλησι Πνεύματος ὁ τῶν ὅλων Θεός· εἶτα μετὰ τοῦτο ταῖς τῶν κλαιόντων ἐπιθυμίαις ἐνδιδοὺς, καθίει μὲν αὐτοῖς τὴν ὀρτυγομήτραν. Οἱ δὲ κύκλῳ τῆς παρεμβολῆς σωρηδὸν ὄντες, κειμένην συναγείρουσι μὲν γεγηθότες εὖ μάλα· κατεδηδόκασι δὲ θηριοπρεπῶς, κόρου καὶ αὐταρκείας ἠφειδηκότες. Συνειλεγμένης δὲ αὐτοῖς καὶ ἁληλισμένης πληθύος οὐ μετρητῆς στρουθίων, καὶ παρατεινούσης τῆς κρεοφαγίας εἰς μηνὸς ἡμέρας, τελευταία λοιπὸν ἐπισκήπτει νόσος, καὶ ὡς ὁ προφήτης φησὶν, Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Τὰ κρέα γὰρ, φησὶν, ἦν ἔτι ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἐκλιπεῖν. Καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα, καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνῆμα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν. Ἐνδέοντος γὰρ αὐτοῖς τῶν ἀγαθῶν οὐδενὸς, ἀλλὰ καίτοι μετῆν αὐτοῖς πλουσίως ταῖς τοῦ μάννα χορηγίαις ἀδιαβλήτως ἐντρυφᾷν, κρεῶν ἐρῶσι καὶ πράσων, σικυοὺς καὶ πέπονας ὀνομάζουσι, κρόμμυά τε καὶ σκόροδα. Τοιγάρτοι φαγόντες, οὐκ εἰς μακρὰν διολώλασι. ∆ίδωσι μὲν γὰρ τὴν ὀρτυγομήτραν Θεὸς, οὐκ ἐπαινῶν τὴν ἐπιθυμίαν, πληροφορῶν δὲ μᾶλλον διὰ πραγμάτων, ὡς οὐδὲν ἀμήχανον αὐτῷ. Κολάζει δὲ μετὰ τοῦτο λοιπὸν ἀκολούθως αἰσχραῖς ἐναλόντας ἡδοναῖς. Πεπόνθασί τι κατὰ τὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν οἱ τάλανες Ἰουδαῖοι. Σκιαὶ γὰρ τούτων ἐκεῖνα, καὶ τύποι προανεφαίνοντο τῶν ὑστέρων τὰ πάλαι συμβεβηκότα. Καθιγμένου γὰρ ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τοῦ ἀληθεστέρου μάννα, Χριστοῦ, καὶ ἀποτρέφειν οἵου τε, καὶ ὑπισχνουμένου πρὸς ἀμήρυτον ζωὴν, τῶν ἐπιγείων τὴν χρῆσιν τὴν κατὰ κόσμον ἀληθῶς καὶ ὑδαρεστάτην ἀσυνέτως ἀνθῃρημένοι, προσκεκρούκασιν ἀναγκαίως, καὶ οὐχὶ δὴ μόνῳ τῷ τῶν ὅλων Θεῷ, ἀλλὰ καὶ αὐτῷ δὴ τῷ θεσπεσίῳ Μωσῇ. Γέγραπται γὰρ, ὅτι Καὶ ἐθυμώθη Κύριος ὀργῇ εἰς τὸν λαὸν αὐτοῦ, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν. Ἕπεται γὰρ ἀεὶ ταῖς τοῦ Θεοῦ ψήφοις, τῶν ἁγίων ὁ νοῦς. Ὅτι μὲν οὖν τῶν ἄνωθεν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ σαρκικὰ προετίθει πανταχῆ τῶν Ἰουδαίων ὁ δῆμος, ἀναμάθοι τις ἂν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Οἱ μὲν γὰρ δειπνοκλήτορες συναγείρειν ἤθελον εἰς τοὺς γάμους· οἱ δὲ ἀπῴχοντο, φησὶν, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Καὶ ἦν ἡ παραίτησις, τῷ μὲν, ὅτι Γυναῖκα ἔγημα, τῷ δὲ, ὅτι Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὅτι δὲ καὶ αὐτὸς τῆς τῶν Ἰουδαίων ἀπειθείας κατακέκραγεν ὁ Μωσῆς, πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ [ἐ]πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Καὶ φορτικὸν μὲν λίαν ἡγεῖται Μωσῆς, τὸ ὑπενεγκεῖν ἔτι δύνασθαι τὸν Ἰσραήλ. Ἡγιάζετο δὲ ὁ Θεὸς ἑτέρους τὸν ἀριθμὸν ἑβδομήκοντα, καθάπερ ἤδη προείπομεν. Μόνος γὰρ ἡμᾶς ὁ νόμος, οὗ καὶ τύπος νοοῖτ' ἂν εἰκότως ὁ Μωσῆς, χειραγωγεῖν οὐχ οἷός τε. Ταύτῃτοι καὶ ἕτεροι ἑβδομήκοντα χειροτονοῦνται πολλοὶ, τὸ ἐλλεῖπον ἐκείνῳ πληρώσοντες, καὶ ὡς ἐν τελείῳ πεφήνασιν ἀριθμῷ. Τοῦδε γὰρ ἂν εἴη σημαντικὸν, ὁ ἑβδομήκοντα ἀριθμός. Καὶ τίνες οὗτοι δὴ πάλιν; Οἱ μετὰ Μωσέα διὰ Χριστοῦ πρὸς τὸ καθηγεῖσθαι παρενηνεγμένοι, ὧν καὶ ἀπαρχὴ καὶ πατέρες οἱ θεσπέσιοι μαθηταί. Ἀφελεῖν δὲ λέγεται Θεὸς ἀπὸ τοῦ πνεύματος τοῦ ὄντος ἐπὶ Μωσέα, καὶ ἐνεῖναι τοῖς ἐξειλεγμένοις, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα πιστεύσωμεν ὅτι τῷ ἑνὶ καὶ ἁγίῳ Πνεύματι, τούς τε πρὸ ἡμῶν ἁγίους καὶ ἡμᾶς αὐτοὺς ἁγιάζει Θεός. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ Πατὴρ, εἷς δὲ ὁμοίως καὶ ὁ Υἱὸς, οὕτω καὶ ἒν τὸ Πνεῦμα τὸ ἅγιον, τό τε ἐν προφήταις ἒν καὶ ἐν ἡμῖν. Ἓν δὲ ὑπάρχον, οὐ κατὰ διαίρεσιν ἐν πολλοῖς ἐννοοῖτ' ἂν εἰκότως, ἀλλ' ἔστιν ἀμέριστον καὶ ἐν πολλῇ χαρισμά των διανομῇ, καὶ τελείως ἔχον ἐν πᾶσιν. Ἐπιτηρητέον δὲ, ὅτι τὸν ἀριθμὸν ἑβδομήκοντα τοὺς ἐξειλεγμένους συναγείρειν ἐκέλευεν ὁ τῶν ὅλων Θεός. Ἀθροίζεται δὲ οὐκ εἰς πλῆρες ἀριθμός. Ἐλλελείπασι γὰρ δύο, Μωδὰδ καὶ Ἐλδάδ. Ὑστερίζοντας δὲ καὶ τούτους ἐπίπλη Θεὸς τοῦ Πνεύματος. Προεφήτευσαν γὰρ ἐν τῇ παρεμβολῇ. Καὶ ζηλοῦσι μέν τινες τῶν ἀμφὶ Μωσέα, καὶ δὴ καὶ εἴργεσθαι δεῖν ἔφασκον αὐτούς. Ὁ δὲ τὸ τοῦ Χριστοῦ προαναθρῶν μυστήριον, Τίς δῴη, φησὶ, τῷ λαῷ Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς; Συνήσομεν δὲ καὶ διὰ τούτων, ὅτι σεσαγήνευκεν ὁ νόμος, καὶ προσεκόμιζε τῷ Θεῷ παιδαγωγῆσαι πολλοὺς ἐπὶ τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντας προσκομίζειν οἷός τε ἧν· ὑστερίζοντας καὶ τούτους ἡγίασεν ὁ Χριστός. Κέκληνται μὲν γὰρ οἱ ἐξ ἐθνῶν ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, οὐ διὰ Μωσέως ἢ νόμου, δυνάμει δὲ μᾶλλον τῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποκαλύπτοντος τοῖς ἀγνοοῦσιν αὐτοῦ τὴν ἰδίαν εἰκόνα, τουτέστι τὸν Υἱόν· κεκλημένους δὲ καὶ ἁγίους ἐτίθει καταχρίων τῷ πνεύματι. Καὶ ζηλοῦσι· μὲν οἱ ἐν νόμῳ τοὺς ἐν Χριστῷ καὶ ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι. Πλὴν ἐγεγήθει ὁ Μωσῆς προεγνωκὼς τὸ μυστήριον. Οὐκοῦν οὐ φρονοῦσι τὰ Μωσέως, ζηλοῦντες ἀτόπως τοὺς ἁγίους ἐν Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀναμηρυσάμενοι δὴ οὖν ὥσπερ εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ἐκεῖνό φαμεν· Ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ διεδείκνυτο σαφῶς, ὅτι σαρκικὸς μὲν ἔτι τῶν Ἰουδαίων ὁ δῆμος. Ἕτερος δὲ καὶ ἁγιοπρεπὴς καὶ ἀμείνων ἀληθῶς ὁ τῶν ἐν πίστει καὶ ἐν Χριστῷ, καὶ ὅτι σκιὰν ἐπλήρου καὶ τύπον τῶν διὰ Χριστοῦ χαρισμάτων τὸ μάννα τὸ αἰσθητόν. Ἐδιδασκόμεθα δὲ πρὸς τούτοις, ὅτι ἐὰν τὰς νόμου σκιὰς καὶ μετὰ χρόνον αὐταῖς ἕτοιμον φυλάττωμεν, προσκρούσομεν τῷ Θεῷ, ἐσόμεθα δὲ καὶ αὐτοῖς τοῖς ἀγίοις ἀπηχθημένοι. Κατεπικραίνετο γὰρ ἐπὶ τοῖς τετηρηκόσι τὸ μάννα ὁ Μωσῆς. Ἐν δὲ τοῖς δευτέροις ἔνεστιν ἰδεῖν, ὅτι τὸ μάννα τὸ νοητὸν ἀτιμάζοντες Ἰουδαῖοι, καὶ ἀποσπουδάζοντες μὲν τὰ ἄνωθεν καὶ διὰ Χριστοῦ, προσκεκλιμένοι δὲ ὥσπερ τοῖς γεωδεστέροις, καὶ νενευκότες ἀμέτρως ἐπὶ τὰς δυσώδεις ἡδονὰς, ἐπισήμως διολώλασιν. Ἔδει γὰρ πάντως ἡγεῖσθαι μὲν ἐν ἀμείνοσι τὰ παρὰ Θεοῦ, στεφανοῦσθαι δὲ τῇ πίστει τὸν ἁπάντων ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστόν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.

αʹ. Τὴν μὲν θείαν, ἥτις ποτ' ἐστὶν καταθρῆσαι φύσιν, οὐκ ἂν δύναιτό τις. Ἄποπτος γὰρ παντελῶς, καὶ μὴν καὶ ἐπέκεινα νοῦ παντὸς, καὶ λόγου δύναμιν ὑπερφέρεται· μόνη δὲ ὑπὸ μόνης ἑαυτῆς γινώσκεται. Καὶ πεύσει δὴ τοῦτο βοῶντος Χριστοῦ· Οὐδεὶς γὰρ οἶδε, φησὶ, τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Παρέδειξε τοίνυν ἡμῖν τὸ ἐξαίρετον κάλλος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς, ἑαυτὸν ὥσπερ λαμπρὰν ἀναθεὶς εἰκόνα. Τοιγάρτοι φησίν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Τεθεάμεθα δὲ τὸν Υἱὸν, καὶ τοῖς τῆς καρδίας ὄμμασιν, καὶ τοῖς τῆς σαρκὸς, ὅτε καθεὶς ἑαυτὸν εἰς κένωσιν, καταβέβηκεν ἐν τοῖς καθ' ἡμᾶς· καίτοι καὶ ἐν μορφῇ, καὶ ἐν ἰσότητι, τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Θεὸς, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος. Καὶ μὴν ἔφη μὲν ὁ Βαροὺχ, αὐτὸν, οἶμαί που, τὸν Λόγον καταδεικνύς· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Προανακεκράγει δὲ σαφῶς καὶ ὁ θεῖος ἡμῖν ∆αβίδ· Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Καταβέβηκε γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος Σινᾶ. Ἀλλ' ὅτι τύπος ἦν ἐκεῖνα, καὶ ἕτερον οὐδὲν, πληροφορεῖ Χριστός. Ὤοντο γὰρ οἱ τῶν Ἰουδαίων δῆμοι, τὴν ἀπόῤῥητον ἀληθῶς τεθεᾶσθαι φύσιν, μεσολαβοῦντος Μωσέως, καὶ περιστάντος αὐτοὺς ἐν Χωρὴβ, καὶ συλλέγοντος εἰς ἐκκλησίαν ὑπὸ τὸ ὅρος Σινᾶ. Ἐπειδὴ δὲ καὶ σαλπίγγων ἠχὴ διαπρύσιος εἰς τὸ ἄνω διᾴττουσα κατεπτόει τοὺς ἀκροωμένους, ᾤοντο κατὰ σφᾶς καὶ φωνῆς τῆς θείας γενέσθαι κατήκοοι. Ἀλλ' ὅτι ταυτὶ μειρακιωδῶς ἐσκέπτοντο, πεπληροφόρηκεν ἐναργῶς οὕτω λέγων ὁ Θεός· Φωνὴν αὐτοῦ ἀκηκόατε, οὐδὲ εἶδος αὐτοῦ ἑωράκατε. Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Οὐκοῦν οἱ πιστεύσαντες, τεθεάμεθα ἐν Υἱῷ τὸν Πατέρα, παρεδεξάμεθα δὲ καὶ τὸν Λόγον αὐτοῦ. Ταύτῃτοι καὶ λελυτρώμεθα· σέσωκε γὰρ ἡμᾶς, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ὁ νόμος ὁ διὰ Μωσέως, ἀλλ' αὐτὸς ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ διὰ τῶν γεγραμμένων εἰσόμεθα. Ἔχει δὲ οὕτως· Καὶ εἶπε, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ Πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ. Ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές. Ἐμφανίζει γὰρ ἑαυτὸν ὁ Θεὸς τῶν ὅλων· ἀλλ' ἐμφανῶς καθιστάντος, ἀποστρέφει τὸ πρόσωπον Μωσῆς. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς τοῦ, μηδὲ αὐτοὺς τοὺς υἱοὺς τὴν θεοπρεπῆ τοῦ Υἱοῦ καταθρῆσαι δόξαν, ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος εἰς ἐπίγνωσιν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς Ἡσαΐου· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα· Ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Οὐκοῦν οὐ τεθέανται τὴν δόξαν Χριστοῦ, τοὺς τῆς διανοίας ἀποστρέφοντες ὀφθαλμούς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἐστρέψαντο ἐπ' ἐμὲ νῶτα καὶ πρόσωπον αὐτῶν. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· Ἄχρι τῆς σήμερον ἡμέρας, ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης, τὸ αὐτὸ κάλυμμα μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν· οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ οἱ πιστεύσαντες, οὐκ εὐλαβούμεθα καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ, ἀλλ' ᾗ πάλιν αὐτὸς ὁ θεσπέσιος ἔφη Παῦλος· Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἀποστρέφει τοίνυν τὸ πρόσωπον Μωσῆς. Εἶτα τοῦ Θεοῦ λέγοντος, ὅτι προσήκει βαδίζειν αὐτὸν ὁμοῦ τῇ γερουσίᾳ τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν ἀπόπληκτον Φαραὼ, σαφηνιοῦντα ὅτι προσκέκληται ὁ Θεὸς τοὺς ἐξ Ἰσραὴλ, ἵνα θύσωσιν αὐτῷ κατὰ τὴν ἔρημον· προσθέντος δὲ ὅτι δεήσει σκυλεῦσαι τοὺς Αἰγυπτίους, δεχομένης γυναικὸς παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἱματισμόν· Ἀπεκρίθη, φησὶν, ὁ Μωσῆς καὶ εἶπεν· Ἐὰν δὲ μὴ πιστεύσωσι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς; Εἶπε δὲ αὐτῷ Κύριος· Τί τοῦτο ἐν τῇ χειρί σου· Ὁ δὲ εἶπεν· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωσῆς ἀπ' αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Ἐκτείνας οὖν τὴν χεῖρα, ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι Κύριος ὁ Θεὸς τῶν πατέρων σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. Ἐδεδίει μὲν γὰρ Μωσῆκαὶ [γρ. μὴ] ἄρα τις εἶναι δόξῃ τοῖς υἱοῖς Ἰσραὴλ φιλοψευδής τε καὶ εἰκαιόμυθος, ὀφθῆναι μὲν ἑαυτῷ λέγων τὸν τῶν ὅλων Θεὸν, εἰπεῖν δὲ προστάξαι τῆς Αἰγυπτίων πλεονεξίας ὅτι πρέπει λοιπὸν ἀποφοιτᾷν ἐῤῥωμένως. Ταύτῃτοι θαυματουργεῖν ἐκέλευε, καὶ τὰ ὑπὲρ ἀνθρώπου φύσιν ἐργάζεσθαι, μεταπλάττοντος τοῦ Θεοῦ τὴν ῥάβδον εἰς ὄφιν, ὡς ἂν νοοῖτο οὐκ αὐτομόλης ἀληθῶς, ἀλλὰ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ θεσπισμάτων κομιστής. Τὸ γὰρ ἀληθὲς σημεῖον, ὃ πάντες ἡμεῖς πεπιστεύκαμεν, ἡ τοῦ Λόγου ἐν τοῖς καθ' ἡμᾶς καταφοίτησις, ἣ διὰ τῆς ῥάβδου τῆς εἰς γῆν πεσούσης σημαίνεται. Πῶς δὲ καὶ τίνα τρόπον, ὡς ἔνι δὴ πάλιν εἰπεῖν πειράσομαι.

βʹ. Ῥάβδῳ παρεικάζει τὸν ἐκ Θεοῦ Λόγον φύντα ἡ θεόπνευστος Γραφὴ, διά τοι τὸ πάντα στηρίζεσθαι παρ' αὐτοῦ· Τῷ λόγῳ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Καὶ, Ὑποστηρίζει μὲν τοὺς δικαίους ὁ Κύριος. Ὑπενηνέγμεθα δὴ τῷ Πατρὶ δι' Υἱοῦ, καὶ τοῦτο αὐτὸς ἀληθὲς ὑπάρχον ὑποφαίνει λέγων· Καὶ διάξω αὐτοὺς ὑπὸ τὴν ῥάβδον μου. Ῥάβδος δὲ καὶ ἑτέρως, βασιλείας σύμβολον· βασιλεύει δὲ δι' Υἱοῦ ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ. Αὐτὸν ἡ ῥάβδος Ἀαρὼν ἡ ἐν τοῖς ἁγίοις τῶν ἁγίων καταβλαστήσασα, κατασημήνειεν ἄν· αὐτὸν ἡ ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἡ πάντας ἡμᾶς παρακαλοῦσα πνευματικῶς, καὶ πρός γε τὸ ἐρηρεῖσθαι καλῶς τοὺς πεπιστευκότας ἀνέχουσα, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία, αὗταί με παρεκάλεσαν. Ῥάβδος δὴ οὖν, ὁ Υἱός. Ἀλλ' ἕως μὲν [ἦν] ὡς ἐν χειρὶ τοῦ Πατρὸς καὶ ἐν τοῖς τῆς θεότητος ὑψώμασιν, οὔπω γενόμενος καθ' ἡμᾶς, ἄθεοι μὲν ἐν κόσμῳ διετελοῦμεν οἱ τάλανες· ἐπλανώμεθα δὲ, τῇ κτίσει λατρεύοντες, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμάτων ὑπενηνεγμένοι πλεονεξίαις. Ἐπειδὴ δὲ μονονουχὶ (σωματικώτερον εἰρήσεται διά γε τὸ τῇ θεωρίᾳ χρήσιμον) τῆς ἰδίας δόξης καταλελοιπὼς τὰ ὑψώματα, καὶ οἱονεὶ τὴν τοῦ Πατρὸς χεῖρα, καθίκετο μὲν εἰς γῆν ἐξ οὐρανοῦ, γέγονε καθ' ἡμᾶς, σύμμορφός τε [τοῖς] ἐπὶ τῆς γῆς, οἳ πονηρίας εἰσὶν ἔμπλεοι (πονηροὺς γὰρ αὐτοὺς ἐκάλεσεν ὁ Υἱὸς, οὕτω λέγων· Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτό)· μονονουχὶ καὶ εἰς ὄφιν αὐτὸν μετασκευάσαι φαμὲν, διά τοι μόνον τὴν πρὸς ἡμᾶς ὁμοιότητα καὶ τὸ ἐν ἴσῳ γενέσθαι σχήματι. Πονηρὸς μὲν ὁ ἄνθρωπος, εἰ πρὸς ἡμερότητα τοῦ Θεοῦ συγκρίνοιτο. Μεταβέβηκε τοίνυν εἰς ὄφιν ἡ ῥάβδος. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενὴς, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ κεχρημάτικε μεθ' ἡμῶν πονηρὸς, καίτοι κατὰ φύσιν ὑπάρχων ἀγαθὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν. Ἀλλ' ὅτι γεγονότα καθ' ἡμᾶς τὸν Μονογενῆ παρεδεξάμεθα μὲν ἡμεῖς, οὐκ ἠγάπησαν δὲ οἱ τῶν Ἰουδαίων δῆμοι (ἀποδεδράκασι γὰρ ὥσπερ αὐτοῦ), σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Ἔφυγε γὰρ Μωσῆς ἀπὸ προσώπου αὐτοῦ. Πονηρὸν γὰρ εἶναι νομίσαντες, οὐ τῇ πίστει τετολμήκασιν, ἀπεκτόνασι δὲ μᾶλλον, καὶ συνεσταύρωσαν πονηροῖς. Πλὴν ὅτι κατὰ καιροὺς, ἐπιδράξεται μὲν ἀπὸ τοῦ Χριστοῦ, γινώσκεται δὲ ὅτι πονηρὸς μὲν οὐδαμῶς, στήριγμα δὲ μᾶλλον καὶ ἰσχὺς ἡ πνευματικὴ τῶν πιστευόντων ἐστὶ, δι' αὐτοῦ τοῦ γεγονότος εἰσόμεθα. Φεύγοντα γὰρ Μωσέα Θεὸς ἐπιστρέφει. Ἐπειδὴ δὲ τοῦ ὄφεως ἐπελάβετο, γέγονε ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ. Οὐκοῦν τοῖς μὲν οὐκ εἰδόσι, πονηρὸς εἶναι δοκεῖ, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· εἴ γε μὴν ἐπιλάβοιτό τις αὐτοῦ διὰ πίστεως, ῥάβδον εὑρίσκει καὶ στήριγμα. Ἀξιόχρεως μὲν οὖν ἡ ἐπὶ τῇ ῥάβδῳ θεοσημεία, καὶ ἀναπείθειν οἴα τε τοὺς ἐξ Ἰσραὴλ, ἤγουν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ὡς ἐπέσκεπται ὁ Θεὸς αὐτούς. Ἐπειδὴ δὲ τοῖς ἄγαν ἠῤῥωστηκόσι τὸ δυσήκοον, καὶ τοῖς ἔξω γεγονόσιν ἐλπίδος τοῦ διαδρᾶναι δύνασθαι τῶν σφίσιν ἐπηρτημένων τὸ δυσαχθὲς, καὶ πλειόνων ἔδει θαυμάτων· κέκληνται γὰρ οἱ τοιοῦτοι μόλις εἰς τὸ εὐήνιον.

γʹ. Πάλιν ἔφη Θεὸς πρὸς τὸν ἱερὸν δηλονότι Μωσέα· Εἰσένεγκαι τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡς χιών. Καὶ εἶπε πάλιν· Εἰσένεγκαι τὴν χεῖρα εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ. Θεοπρεπὲς γοῦν ὅτι μάλιστά γε τὸ ἀπαλλάξαι δύνασθαι λέπραν. Τὰ δὲ εἰς τοῦτο λοιπὸν ἀγριότητος ἀφιγμένα τῶν παθῶν, ὡς μηδὲ αὐταῖς εἴκειν ἀνέχεσθαι ταῖς τῶν ἰατρῶν ἐμπειρίαις, δέοιτ' ἂν ἤδη πως ἐν τοῖς καθ' αὑτὰ μόνης τάχα που τῆς ἄνωθεν ἐξουσίας, ᾗ τὸ ἀντιστατοῦν οὐδὲν, πάντα βάσιμα καὶ εὐήνυτα· ἀνίατον δὲ νοσημάτων ἡ λέπρα. Ὅτι τοίνυν τὰ ἐν ἀνθρώποις ἀπεγνωσμένα, καὶ τὰ παρ' ἡμῖν ἀδύνατα, παρ' αὐτῷ δυνατὰ, καὶ οὐδὲν ὅλως τὸ ἄναντες ἐφῆκε νοεῖν ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ τὴν Μωσέως χεῖρα θεραπεῦσαι λελεπρωμένην· ὡς ἂν εἰδεῖεν ἐντεῦθεν οἱ κεκλημένοι, τουτέστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, ὅτι κἂν δυσδιάφυκτον ἔχοιεν τὴν συμφορὰν, ταῖς Αἰγυπτίων μοχθηρίαις ὑπεζευγμένοι, καὶ νόσον ὥσπερ τινὰ παθόντες ἐσχάτην, τὴν ὑπ' ἐκείνοις δουλείαν· ἀλλ' εὐμήχανος ὁ ἰατρὸς, καὶ τὰ πολὺ δυσεξίτητα τῶν παθῶν παρενεγκεῖν εὐκόλως εἰδὼς καὶ δυνάμενος, καὶ τοῦτο ἀμογητὶ καὶ οὐκ ἐν χρόνῳ μακρῷ. Ἅμα γὰρ εἰσήνεγκε ὁ Μωσῆς τὴν χεῖρα ἐν τῷ κόλπῳ, καὶ ἀπήλλακται τοῦ νοσεῖν. Ὑπῃνίττετο δέ τι ἕτερον ἡμῖν, καθάπερ ἐγᾦμαι, τὸ χρῆμα. Μακροὺς γὰρ ἐν Αἰγύπτῳ τρίβοντες χρόνους οἱ ἐξ Ἰσραὴλ, ἐξέθορον μὲν τῆς ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἐντριβοῦς ἐπιεικείας, ἔθεσί τε μᾶλλον τοῖς ἐπιχωρίοις ἐνιζηκότες, καὶ βαθύνοντες λίαν εἰς κάθεσιν, κατὰ τὴν τοῦ προφήτου φωνήν· Λελατρεύκασι μὲν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Κατωλισθήκασι δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας, μονονουχὶ δὲ τεθνεῶτα λοιπὸν καὶ ἀπεψυγμένον ἐσχήκασι νοῦν. Ἀκαθαρσίας γὰρ καὶ νεκρότητος σημεῖον ἡ λέπρα. Μεμυσταγώγηκε δὲ διὰ τοῦ θαύματος, ὡς εἰ παραδέξοιτο Θεὸς αὐτοὺς, μονονουχὶ δὲ καὶ ἐγκολπώσοιτο πάλιν, οὐ δυσαπότρεπτον ἕξουσι τὴν ἀκαθαρσίαν, διακρούσονται δὲ καὶ μάλα ῥᾳδίως τὸν ἐκ τῆς νοητῆς νεκρότητος μολυσμόν. Καὶ οὑτωσὶ μὲν ἡμῖν ὁ ἔν γε τούτῳ λόγος. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον ἐσκιαγραφεῖτο πάλιν ὡς ἐν τῇ Μωσέως χειρὶ λελεπρωμένῃ τε καὶ κεκαθαρμένῃ, διειπεῖν πειράσομαι. Οὐκοῦν, ὅτι Πάντα γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὁ θεσπέσιος ἡμῖν εὐαγγελιστὴς Ἰωάννης εὖ μάλα διαμαρτύρεται. Ἐπειδὴ δὲ πρὸς πᾶν ὁτιοῦν ἐνεργὸς ὁ Πατὴρ δι' αὐτοῦ, ταύτῃτοι καὶ ἡ θεόπνευστος Γραφὴ χεῖρά τε ἡμῖν, βραχίονά τε καὶ δεξιὰν ὀνομάζει τοῦ Πατρὸς τὸν Υἱόν. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, Κύριε, φησὶ, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Μεμενήκασι γὰρ σκληροὶ καὶ ἐξήνιοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπειθὲς οἱ τάλανες Ἰουδαῖοι. Καὶ τῷ μὲν λόγῳ Κυρίου καὶ αὐτοὺς ἔφη τοὺς οὐρανοὺς ἐστερεῶσθαι ∆αβίδ· διά [δέ] γε φωνῆς προφητῶν ὁ Θεὸς καὶ Πατὴρ διισχυρίσατο λέγων· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Προσπεφώνηκε δὲ καὶ ἑτέροις· Ἐγὼ γὰρ ὁ Θεός σου ὃς ἐνίσχυσά σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. Χεῖρα δὴ οὖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸν Υἱὸν ἀποκαλεῖν. Ὅρα τοίνυν τὴν Μωσέως χεῖρα κρυπτομένην ἐν τῷ κόλπῳ αὐτοῦ, εἶτα πρὸς τὸ ἔξω φερομένην, καὶ ὁρωμένην ἐν λέπρᾳ· καὶ πάλιν εἰσφερομένην ἐν τῷ κόλπῳ αὐτοῦ, καὶ παραχρῆμα τοῦ πάθους ἀπηλλαγμένην. Ἐννοοῦντες δὲ τὸ μυστήριον καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ὅπη τε καὶ ὅπως ἂν ἔχῃ καταθρεῖν σπουδάζοντες, τοιοῦτό τι γεγονὸς εὑρήσομεν. Ἦν μὲν γάρ πως ὁ Υἱὸς ἐν τῷ κόλπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δι' αὐτοῦ τὰ πάντα πεποίηκεν ὁ Πατήρ. Αὐτὸς γάρ ἐστιν ὁ βραχίων ὁ ὑψηλὸς, ἡ πάντα ἰσχύουσα χεὶρ, ἡ ἀξιοθαύμαστος δεξιά. Ἐπειδὴ δὲ τρόπον τινὰ εἰς τὸν ἴδιον ἐκβέβηκεν τόπον, γενόμενος ἄνθρωπος, καὶ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐν ὑπολήψει γέγονε καὶ ἀκαθαρσίᾳ. Ἀκάθαρτος γὰρ ἡ ἀνθρώπου φύσις πρὸς Θεὸν, εἴ γε ἀληθὲς ὅ φησιν ὁ προφήτης Ἡσαΐας, ὅτι Πᾶσα ἡ δικαιοσύνη ἡμῶν, ὡς ῥάκος ἀποκαθημένης. Οὐκοῦν, τό γε ἧκον εἰς ἀνθρώπου φύσιν, ἐν δοκήσει γέγονεν ἀκαθαρσίας, ὁ πάναγνός τε καὶ φῶς ἀπρόσιτον οἰκῶν. Πεπλάνηνται γὰρ οὕτω καὶ οἱ τάλανες Ἰουδαῖοι· τοιγάρτοι καὶ μέθυσον καὶ Σαμαρείτην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρὸς τούτοις ἔτι καὶ ἁμαρτωλόν. Ἔφασκον γάρ που τῷ ἐκ γενετῆς τυφλῷ τεθεραπευμένῳ· ∆ὸς δόξαν τῷ Θεῷ. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. Ἀλλ' οὐκ ἂν, οἶμαι, μωρίας εἰς τοῦτο κατῴχοντό ποτε, ὡς εἴπερ ὄντα Θεὸν κατὰ φύσιν ᾔδεσαν, φάναι τὸ τοιοῦτον, καὶ ἀπύλωτον ἐπ' αὐτῷ διανοῖξαι στόμα. Ἀλλ' ὁ ἐν δοκήσει γεγονὼς ἀκαθαρσίας ὡς ἄνθρωπος, ὅτε τὴν καθ' ἡμᾶς εὐτεχνεστάτην οἰκονομίαν διάγων, εἰς πέρας ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ἐν κόλποις γέγονεν αὐτοῦ· τότε δὴ, τότε καὶ αὐτὴν ἀπεκρούσατο τὴν δόκησιν τοῦ γεγενῆσθαι μεθ' ἡμῶν ἐν νεκρότητι καὶ ἀκαθαρσίᾳ. ∆οξολογεῖται δὲ ὡς Θεὸς, δοξολογεῖται παρὰ πάντων ὡς Κύριος, ὡς ἁγίων Ἅγιος, ὡς καταλαμπρύνων τὴν κτίσιν, καὶ τοῖς τῶν ἀνθρώπων πνεύμασι, καὶ μέν τοι τοῖς ἐπὶ γῆς χορηγῶν αὐτὸς τὸ παντὸς δύνασθαι καταθλεῖν τοῦ κατασπιλοῦν ἰσχύοντος. Ὅτι δὲ κατεδέξατο μὲν οἰκονομικῶς δι' ἡμᾶς ὁ Υἱὸς τὰ ἀνθρώπινα, καὶ γέγονε μὲν ὑπὸ νόμον, κατελογίσθη δὲ καὶ ἐν τοῖς ἀνόμοις, ἀναπεφοίτηκε δὲ πάλιν εἰς τὴν ἔμφυτόν τε καὶ ἐν ἀρχαῖς ἐνοῦσαν αὐτῷ τιμήν τε καὶ δόξαν, πληροφορήσει λέγων αὐτὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ὁρᾷς ὅτι τῶν μεταξὺ παρεισβεβηκότων ἀπαλλακτιᾷ, καὶ οὐκ ἀβούλητον μὲν ἐποιήσατο τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἠπείγετο δὲ πρὸς τὸ τῆς θεότητος εὐκλεὲς καὶ τὸ πάντα ὑπερανεστηκὸς ἀξίωμα; ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, Εἴ γε καὶ ἐγνώκαμεν, φησὶν, τὸν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. Ἀνεβίω γὰρ ἐκ νεκρῶν, ἀνέθορέ τε πρὸς τὸν Πατέρα μετὰ σαρκός. Ἀλλ' οὐκέτι, φησὶν, κατὰ σάρκα αὐτὸν γινώσκομεν, τουτέστιν, οὐκ ἔτι ἐν τοῖς πάθεσιν ὄντα τῆς σαρκὸς, πάθεσί τε τοῖς φυσικοῖς καὶ ἀνεγκλήτοις φημί. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, καὶ πεινῆσαι λέγεται, καὶ καμεῖν ἐκ τῆς ὁδοιπορίας, καὶ περίλυπον γενέσθαι· καὶ αὐτὸν δὲ τὸν ἐπὶ ξύλου δι' ἡμᾶς ἀνατλῆναι θάνατον, ἀλλὰ νῦν, οὐκ ἐν τούτοις ὅντα γινώσκομεν. Ἅπαξ γὰρ ἀποθανὼν, οὐκ ἔτι ἀποθνήσκει. Ἄφθαρτος γὰρ ὁ Χριστὸς, ζωὴ κατὰ φύσιν καὶ ζωῆς χορηγὸς, ὅτι καὶ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός.

δʹ. Μετὰ δέ γε τὸ ἐπὶ τῇ λεπρώσῃ χειρὶ παραδόξως τετελεσμένον, καὶ τρίτῳ σημείῳ καθίστησι βεβαιοτέρους. Ἔφη γὰρ πάλιν· Ἐὰν δὲ μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. Ἄθρει δὴ οὗν πάλιν τὴν τῶν Ἰουδαίων ἀπείθειαν προεγνωσμένην. Μελληταὶ γὰρ ἀείπερ καὶ βραδεῖς εἰς σύνεσιν, καὶ δυσμετακόμιστοι πρὸς ἀλήθειαν. Ἠπειθήκασι γὰρ τῷ τῆς ἐνανθρωπήσεως τρόπῳ, καὶ τοῖς διὰ μέσου παραδόξως τετελεσμένοις. Ὀψὲ δὲ καὶ μόλις τῷ τελευταίῳ σημείῳ πεπιστεύκασιν, εἰ καὶ μὴ πάντες τυχὸν, ἀλλ' οὖν τὸ κατάλειμμα τὸ κατ' ἐκλογὴν χάριτος, ὡς μακάριος γράφει Παῦλος. Καὶ τί τὸ τελευταῖον σημεῖον; Ὁ ἐπὶ ξύλου θάνατος, καὶ ἡ τῷ θανάτῳ παρεζευγμένη καὶ γείτων εὐθὺς ἀναβίωσις τοῦ Χριστοῦ. Ὅτι δὲ σημεῖον δέδοται τοῖς υἱοῖς Ἰσραὴλ τοῦ Σωτῆρος ὁ θάνατος, καὶ αὐτὸ τὸ μέγα καὶ ἀξιάγαστον τῆς ἐκ νεκρῶν ἀναστάσεως μυστήριον, σαφὲς ἂν γένοιτο δι' αὐτῶν τοῦ Σωτῆρος ῥημάτων. Προσῄεσαν μὲν γὰρ οἱ Φαρισαῖοί ποτε μετὰ μυρίων ὅσων σημείων ἐπίδειξιν, εἰρωνευόμενοί τε καὶ λέγοντες· ∆ιδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. Ὁ δὲ πρὸς αὐτούς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Κεκέρδακε δὲ ὅτι πολλοὺς ἐξ Ἰουδαίων οὐχὶ δὴ μόνον, ἀλλὰ καὶ ἐξ ἐθνῶν ὁ τοῦ Ἐμμανουὴλ θάνατος, ἀταλαίπωρον ἰδεῖν. Ἔφη γὰρ πάλιν, ποτὲ μὲν, ὅτι Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυτὸν, ποτὲ δὲ αὖ, Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁρᾷς ὅπως δι' ἐναργοῦς παραδείγματος ὑπέδειξεν ἡμῖν τὸν ἐκ τοῦ θανάτου καρπόν; Ἦν οὖν ἄρα τὸ λοῖσθον ἡμῖν σημεῖον, τοῦ Σωτῆρος οἱ λόγοι, ἐφ' ᾧ καὶ ἡ πίστις οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ αὐτῶν, ὡς ἔφην, τῶν ἐκ τῆς ἑτέρας πληθύος, φημὶ δὲ τῆς ἐξ ἐθνῶν. Τίνα οὖν δὴ τρόπον αὐτὸ δὴ τοῦτο κατεσημαίνετο; Λήψῃ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. Ζωῆς μὲν γὰρ τύπος ἤτοι σημεῖον τὸ ὕδωρ· καὶ γάρ ἐστιν ἀληθῶς ἀναγκαῖον εἰς τοῦτο, καὶ χρειωδέστερον τοῖς ἐπὶ γῆς. Οὐκοῦν, οἷάπερ ἐκ ποταμοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα Πατρὸς, ζωὴ αὐτὸς ἐξέφυ κατὰ ἀλήθειαν ὁ Υἱός. Ὥσπερ γάρ ἐστι φῶς ἐκ φωτὸς, οὕτω καὶ ζωὴ ἐκ ζωῆς. Ὅτι δὴ οὐκ ἔξω ὑποστὰς ἀλλ' ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐδιδάσκετο Μωσῆς· οὐδὲν δὲ ἧττον καὶ ἡμεῖς αὐτοί. Λήψῃ γὰρ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ. Εἶτα τοῦτο ἐκχεῖν εἰς γῆν ἐπετάττετο. Τοῦτο δέ ἐστιν, αἰνιγματωδῶς, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον. Ζωὴ γὰρ ὑπάρχων ὁ Μονογενὴς, καὶ ὡς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀποῤῥύτως γεγεννημένος, ἀνεμίχθη τρόπον τινὰ τῇ ἐκ γῆς ἀνθρωπότητι, καθάπερ ἀμέλει τὸ ὕδωρ τῇ γῇ. Κατῴκηκε γὰρ ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· μονονουχὶ δὲ τῇ ἀνθρωπείᾳ συνενήνεκται φύσει, καὶ ὡς οὐκ ἂν δύναιτό τις νοεῖν ἢ φράσαι· πλὴν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ, Ἡ γὰρ κατὰ φύσιν ζωὴ, τουτέστιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καθ' ἕνωσιν οἰκονομικὴν, τὴν ὡς πρὸς σάρκα φημὶ, ἤτοι πρὸς ὁλόκληρον ἀνθρωπότητα καὶ φύσιν τὴν καθ' ἡμᾶς, καὶ ἐν δοκήσει γέγονε τοῦ καὶ αὐτὸν ἀνατλῆναι τὸν θάνατον. Φαμὲν γὰρ ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ εἰς ἰδίαν φύσιν τοῦτο αὐτὸς παθὼν (τεθναίη γὰρ αὐτὸς οὐδαμῶς, ζωὴ ὑπάρχων), ἀλλὰ τὸν τῆς ἰδίας σαρκὸς οἰκειούμενος θάνατον. Ἄθρει γὰρ ὅπως, εἰ μὴ ἐξέχεεν ὁ Μωσῆς τὸ ὕδωρ εἰς τὴν γῆν, οὐ μετεποιήθη εἰς αἷμα· ὅπερ ἐστὶν ἐναργὲς θανάτου σημεῖον. Ἔξω μὲν γὰρ τῆς σαρκὸς νοούμενος ὁ ἐκ Θεοῦ Λόγος, ζωὴ καὶ ζωοποιός ἐστιν. Ἐπειδὴ δὲ κατῴκηκεν ἐν σαρκὶ, τότε δὴ, τότε καὶ τεθνάναι λέγουσι κατὰ τὸ ἀνθρώπινον. Τοῦτο δὴ λοιπὸν τὸ ἐξαίσιόν ἐστι καὶ διαφανὲς σημεῖον, δι' οὗ καὶ σεσαγήνευται μὲν εἰς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, συνεισκέκληται δὲ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. Τίς γὰρ οὐκ ἂν μεταθεῖτο πρὸς εὐπείθειαν, ἀτονήσαντα βλέπων τὸν πάλαι δεινὸν καὶ δυσάντητον τοῖς ἐπὶ γῆς θάνατον, καὶ κατηργημένην τὴν φθορὰν, καὶ εἰς ἐλπίδα ζωῆς τῆς ἀτελευτήτου τὴν ἀνθρώπου φύσιν ἀνηνεγμένην; Ὥσπερ γὰρ συναπεθάνομεν τῷ Ἀδὰμ, οὕτω συνεγηγέρμεθα τῷ Χριστῷ, καὶ μαρτυρήσει γράφων ἡμῖν ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιησόμεθα. Ἐξεπρίατο γὰρ ἡμᾶς τῷ ἰδίῳ αἵματι, καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ζωὴν ἐποιήσατο.

εʹ. Ἀλλὰ καίτοι τῶν οὕτω σεπτῶν τερατουργημάτων ἐκπεπερασμένων, ἀλύει Μωσῆς, ἡττᾶται δειλίας, οὔπω τεθάῤῥηκε τὴν ἀποστολήν. Ἰέναι δὴ ὅτι προσήκει πρὸς Φαραὼ Θεοῦ προστάττοντος, διαγγελοῦντα σαφῶς ἀνεῖναι τὸν Ἰσραὴλ, θύσοντά μοι κατὰ τὴν ἔρημον· καταπέφρικε μὲν τὸ χρῆμα οὐ μετρίως, προσφέρει τε λέγων ἀναφανδὸν, ὡς εἴη μὲν ὁμολογουμένως ὀλίγος εἰς λόγους, καὶ παράσημον ἔχει τὴν γλῶτταν· Οὐ γὰρ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδ' ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Ὅτι δὴ καὶ ἀνικάνως ἔχει πρὸς λύτρωσιν τῶν ὑποδουλείων ζυγῶν, διεβεβαιοῦτο σαφῶς, ἔφασκέ τε· ∆έομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Χαριεῖσθαι δὲ καὶ γλῶτταν αὐτῷ καὶ στόμα κατευρύνειν ὑπισχνουμένου Θεοῦ, καὶ ὡς αὐτὸς εἴη λέγοντος ὁ σοφίας καὶ λόγου δοτὴρ, μακροτέραν ἐποιεῖτο τὴν παραίτησιν, ἕτερον χρῆναι λέγων ἀναδείκνυσθαι τὸν δυνάμενον. Προσκρούει δὴ οὖν ταύτῃ Θεῷ. Καὶ θυμωθεὶς γὰρ, φησὶν, ὀργῇ Κύριος ἐπὶ Μωσῆν εἶπεν· Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; Ἐπίσταμαιὅτι λαλῶν λαλήσει αὐτός σοι. Καὶ πρός γε τοῦτό φησιν, ὅτι Αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν. Ὁρᾷς τὸ βραδύγλωσσον τοῦ λόγου καὶ πάλαι σκιαγραφούμενον ὡς ἔν γε τῷ θεσπεσίῳ Μωσῇ; Οὐ γὰρ ἱκανὸς ὁ νόμος εἰς ἀπαγγελίαν τῶν χρησμῳδημάτων, οὔτε μὴν ἀριστοεπὴς, ἢ εὔγλωττος, εἰς [τὸ] ἀκριβῆ τοῦ συμφέροντος παραθεῖναι τὴν γνῶσιν, καθάπερ ἀμέλει ὁ Χριστὸς, ὁ ἀληθῶς Λευΐτης, οὗ καὶ εἰς τύπον Ἀαρών. Ὁ μὲν γὰρ νόμοςὁ διὰ Μωσέως, εἰς ἀρχὰς ἀποφέρει μόλις τῶν λογίων τοῦ Θεοῦ, καὶ στοιχεῖόν ἐστι τοῖς νηπίοις εἰσηγητὴς, παιδευτὴς ἀφρόνων, διὰ τύπου καὶ σκιᾶς ἀμυδροτάτην ἡμῖν εἰσκομίζων μόλις τῶν πρακτέων τὴν εἴδησιν. Ὁ δὲ ἀληθῶς ἱκανότατος καὶ μέγας ἡμῶν ἱερεὺς καὶ δυνατὸς εἰς ἀποστολὴν, τουτέστι Χριστὸς, κατασκιασμάτων ἀπηλλαγμένην παρέδειξε τὴν ἀλήθειαν. Οὐ γάρ ἐστι βραδὺς ἢ ὀκνηρὸς τὴν γλῶτταν, ἢ βραχὺς τοὺς λόγους κατὰ Μωσέα, πολὺ δὲ λίαν εὐεπὴς, καὶ μάλιστα ὡς σοφίας Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Θέα δὲ, πῶς οὐχ ἱκανὸς μὲν ὁ νόμος εἰς τὸ ἐξελέσθαι δουλείας τοὺς ὑπὸ τῷ νοητῷ πράττοντας Φαραὼ, τουτέστι τῷ Σατανᾷ, οὐδ' ἂν ὠφελῆσαί τι τὴν γῆν ὁ θεσπέσιος Μωσῆς, καίτοι διαφανεστάτην ἐπ' ἀρεταῖς τὴν δόξαν ἑλὼν, μὴ οὐχὶ συνόντος τε αὐτῷ καὶ ἐπαμύνοντος τοῦ Χριστοῦ. Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀψευδῶς εἰρῆσθαι ἀφ' ἡμῶν διὰ τὸ παρεζεῦχθαι τὸν Ἀαρών. Καὶ διαλέγεται μὲν ὁ Μωσῆς, διατρανοῖ δὲ τὸν λόγον Ἀαρών. Εἰ μὴ γὰρ νοηθείη πνευματικῶς ὁ νόμος, ἀποκαλύπτοντος ἡμῖν τὰ ἐν αὐτῷ τοῦ Χριστοῦ, σκοτεινὸν καὶ ἀσυμφανὲς ἔσται τοῖς ἀκροωμένοις τὸ δηλούμενον. Καὶ γοῦν Ἰουδαῖοι τὸν διερμηνεύοντα τὰ Μωσέως οὐκ ἔχοντες, τουτέστι τὸν Χριστὸν, ἀπομεμενήκασιν ἀμαθεῖς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ θεσπέσιος Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ὀρθῶς οὖν ἔφασκεν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα περὶ τοῦ Ἀαρὼν, ὅτι Λαλῶν λαλήσει αὐτός σοι, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ τὰ πρὸς τὸν Θεόν. Καὶ οὐ δήπου φαμὲν ὅτι Θεῷ προσεχέστερον καὶ μᾶλλον ἐγγὺς παρὰ τὸν Ἐμμανουὴλ ὁ Μωσῆς. Ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν, ὁ δὲ μεθ' ἡμῶν ἐν οἰκέταις, κἂν εἰ καλοῖτο γνήσιος. ∆οκεῖ δέ πως γεγενῆσθαι τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Κεχρημάτικε γὰρ ὑπὸ νόμου ὡς ἄνθρωπος ὁ Χριστὸς, καὶ τετήρηκε τὰ Μωσέως. Περιτέτμηται γὰρ ὀκταήμερος, καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν ἐποιήσατο, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν Υἱός. Ἔφαγε δὲ καὶ τὸ πάσχα, καίτοι πάλιν ὁ αὐτὸς ὢν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ταύτῃτοι Μωσῆς μὲν γεγενῆσθαι λέγεται τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Ὅτι δὲ ἔμελλε καὶ αὐταῖς ἀπειθεῖν ὁ Ἰσραὴλ ταῖς διὰ Χριστοῦ θεοσημείαις, παραδείξειεν ἂν ὁ Μωσῆς, οὐδὲ αὐτοῖς τοῖς θαύμασιν ἀπονέμων τὴν πίστιν. Τοιγάρτοι Μωσέως πρόσωπον τοῖς ἐξ Ἰσραὴλ περιθήσομεν, ὅτε κέκληνται δι' αὐτοῦ, καὶ τοῖς δι' αὐτοῦ πεπαιδαγώγηνται νόμοις. Οὐκοῦν ὅτι μὴ ἱκανὸς ὁ νόμος τοῖς εἰς λύτρωσιν, ἀπόχρη δὲ ἡμῖν εἰς τοῦτο τὸ τίμιον αἷμα τοῦ Χριστοῦ (δι' αὐτοῦ γὰρ καὶ μόνου νενίκηται ὁ θάνατος), σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως κἀκ τῶνδε δὴ πάλιν. ʹ. Ἀπαίρει γὰρ τῆς Μαδιηναίων ὁ θεσπέσιος Μωσῆς, ἀναλαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ παιδία, καὶ καθικνεῖτο λοιπὸν εἰς Αἴγυπτον, ἀποπεραίνων εὖ μάλα τὰ προστεταγμένα παρὰ Θεοῦ. Ἐπειδὴ δὲ ἀφεστήκει λοιπὸν τῆς Αἰγυπτίων οὐ μακρὰν, ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ. Καὶ μεθ' ἕτερα· Σὺ δὲ ἐρεῖς Φαραώ· Τάδε λέγει Κύριος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἶπα δέ σοι· Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ. Σὺ δὲ οὐκ ἐβούλου ἐξαποστεῖλαι αὐτούς· ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. Καὶ ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου, καὶ ἐζήτει ἀποκτεῖναι αὐτόν. Καὶ λαβοῦσα Σεπφώρα ψῆφον, περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ εἶπε· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς, διότι εἶπεν· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. Ἄγγελος γὰρ ἐν εἴδει τῷ καθ' ἡμᾶς ἐπέθρωσκέ τε καὶ ἀνελεῖν ἐπεχείρει, δεδυσώπηται δὲ μόλις, περιτεμούσης Σεπφώρας τὸν υἱὸν αὐτῆς, φημὶ δὲ Γηρσὰμ, ὃς ἦν καὶ πρωτότοκος, διερμηνεύεται δὲ καὶ πάροικος. Τίνα οὖν ὁ ὀλοθρευτὴς ἐπεχείρει ἀνελεῖν, σαφῶς οὐ μεμήνυκε Γράμμα τὸ ἱερόν· ἀλλ' ἢ Μωσέα τυχὸν τῇδε τοῦ παιδίου περιτομῇ, καὶ οὐχ ἑκὼν ἀπελήλαται. ∆ιατρανοῖ δὲ πάλιν ὁ τύπος, ὡς καὶ ἐν τῷ αἵματι τοῦ Χριστοῦ νενίκηται θάνατος. Σέσωσται δὲ τῶν πατέρων ἡ ἁγία πληθὺς, μᾶλλον δὲ σύμπαν τὸ ἄνωθέν τε καὶ πρὸ αὐτοῦ γένος. Ἀπέθανε γὰρ ὑπὲρ πάντων, καὶ ὁ πάντων ἐν αὐτῷ λέλυται θάνατος. Οὐ γὰρ ἐν αἵματι προφητῶν, ἀλλ' ἐν τῷ αἵματι τοῦ Χριστοῦ τοῦ νεωτάτου καὶ μετ' αὐτοῦ διαδιδράσκομεν τὸν ὀλοθρευτήν. Εἰς τοῦτο γὰρ, φησὶν, ὁ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Εἰ δὲ μὴ λέγοιτο τῷ Γηρσὰμ ἐπιθρώσκειν ὁ ὀλοθρευτὴς, καὶ οὐχὶ δὴ μᾶλλον τῷ μακαρίῳ Μωσῇ, πάλιν ἐκεῖνο συνήσεις. Οὐ γὰρ διὰ τῆς κατὰ νόμον περιτομῆς, τουτέστι, τῆς κατὰ σάρκα καὶ αἰσθητῆς ἀπελήλαται θάνατος, ἀλλὰ διὰ τῆς ἐν Χριστῷ, διὰ πνεύματος, ἣν ἐνήργηκεν ἐν τῷ πρωτοτόκῳ καὶ νέῳ λαῷ, καὶ τῷ παροίκῳ μὲν ἐπὶ γῆς, ἐπιγραφομένῳ δὲ πάλιν τῆς ἄνω καὶ οὐρανικῆς· ἣν ἡ νοητὴ Σεπφώρα, τουτέστιν ἡ Ἐκκλησία, ἡ ἐκ Μαδιάμ τε καὶ ἐξ ἐθνῶν, περιτέτμηκε ψήφῳ. Τύπος δ' ἂν εἴη καὶ αὕτη τοῦ πνεύματος, διά τοι τὸ παναλκές τε καὶ ἄθραυστον, καὶ μὴν ὅτι καὶ ἐκ πέτρας. Χριστοῦ γὰρ τὸ πνεῦμα· Πέτρα δὲ ὁ Χριστὸς, καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. Ἰστέον δὲ ὅτι καὶ ὁ μετὰ Μωσέα πάλαι γενόμενος Ἰησοῦς, μαχαίραις πετρίναις περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ, τὴν ἀχειροποίητον ἐν Χριστῷ διὰ περιτομὴν αἰνιγματωδῶς ἡμῖν σημαίνων, ὑφ' ἢν καὶ ἡττᾶται θάνατος, ἥπερ ἐστὶν ἡ νοητὴ τῆς κακίας περιτομὴ, φαυλότητός τε καὶ ἡδονῶν ἀπόθεσις. Περὶ γὰρ τῆς κατὰ σάρκα περιτομῆς, ὁ θεῖος ἡμῖν γράφει Παῦλος· Ἡ περιτομὴ οὐδέν ἐστι. Σοφὸς δὲ ἡμῖν καὶ ἱερὸς ἀνακέκραγε λόγος· Περιτμήθητε τῷ Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ

ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΒΙΒΛΙΟΝ Γʹ. Περὶ τῆς παταχθείσης πέτρας.

αʹ. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τοῖς ἑαυτοῦ φίλοις ἐπεφώνει Χριστός· στενὴν μὲν, οἶμαι, πύλην καὶ τεθλιμμένην εἰσβολὴν τὸ τληπαθὲς ὀνομάζων, καὶ τὴν τοῦ λόγου παντὸς ἀξίαν ὑπομονὴν, καθ' ἣν ἂν γένοιτο καὶ μάλα πλουσίως τὸ εὐδοκιμεῖν δύνασθαι τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καταφαιδρύνεσθαί τε γυμνάσμασι τοῖς εἰς εὐψυχίαν καὶ ἀρετήν. Ὥσπερ γὰρ τὸ ἀριστεύειν ἐν μάχαις, τῇ τοῦ ὁπλιτεύοντος εὐανδρίᾳ μαρτυρεῖ· οὕτω τὸν εὐσθενῆ καὶ γενναῖον, εἴς γε τὸ δύνασθαι, φημὶ, τὴν ἁνδάνουσαν τῷ Θεῷ ἀρετὴν κατορθοῦν, λαμπρὸν, καὶ περιφανῆ, καὶ παντὸς ἐπαίνου μεμεστωμένον ἀποφήνειεν ἂν τὸ εὖ μάλα δύνασθαι διενεγκεῖν τοὺς ἐκ τοῦ πειράζεσθαι πόνους. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς, ὅτι πάντη τε καὶ πάντως ὁ τοιοῦτος ἀπόβλεπτος ἔσται, πεπληροφόρηκε λέγων· Μακάριος ἄνθρωπος ὃς ὑπομείνῃ πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς. Οἱ δὲ δὴ πρὸς τοῦτο λοιπὸν εὐσθενείας ἐληλακότες, καὶ τὴν οὔτω περιφανῆ δόξαν ἀράμενοι λέγουσιν, ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, ἐδοκίμασας ἡμᾶς εἰς ἀνάψυξιν. Ἐκτελευτᾷ γὰρ ὁ πόνος εἰς τρυφὴν, καὶ ἀνευρύνουσιν αἱ θλίψεις τοῖς ἀθλοῦσι γενναίως τὴν εὐθεῖαν ὁδόν. Οἶδε μὲν τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὁ τῶν κρυπτῶν γνώστης, τουτέστι Θεός (Γυμνὰ γὰρ αὐτῷ τὰ πάντα καὶ τετραχηλισμένα)· περιμένει δὲ τῶν πραγμάτων τὸ πέρας, καὶ τὸ τῶν πειραζομένων κατὰ καιροὺς εὐσθενές· ἵνα μὲν φαίνοιντο μὴ μόνον αὐτῷ κατὰ πρόγνωσιν ἄξιοι γερῶν, κατακροτοῖεν δὲ μᾶλλον ὡς ἠριστευκότας, καὶ διὰ πραγμάτων αὐτῶν ἐπ' ἀρετῇ μεμαρτυρημένους, ἄγγελοί τε καὶ ἄνθρωποι. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος περὶ αὐτοῦ τε καὶ τῶν ἄλλων ἁγίων φησὶν, ὡς ἠθληκότων εὖ μάλα καὶ νενικηκότων, ὅτι Θέατρον ἐγενήθησαν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ∆οκιμάζεται τοίνυν πολυτρόπως ὁ Ἰσραὴλ, ἵνα κἂν εἰ φαίνοιτο νοσῶν ἔτι τὸ ἄναλκι, θαυμάζοιτο μὲν ἐπὶ πολλῇ λίαν ἡμερότητι Θεὸς, πλημμελοῦντας ἀνεχόμενος· σκιαγραφοῖτο δὲ μᾶλλον ἡμῖν ἐφ' ἑκάστῳ τῶν συμβεβηκότων τὸ μυστήριον. Ἄρτι μὲν οὖν τὸν ἐπί τε τῇ ὀρτυγομήτρᾳ καὶ μέντοι καὶ τῷ μάννα διαπεράσαντες λόγον, οὐ μετρίως κατηῤῥωστηκότα τὸ ἀδρανὲς καὶ φιλήδονον διεδείκνυμεν τὸν Ἰσραήλ. Ἀλλ' ἰδοὺ πάλιν καὶ οὐκ εἰς μακρὰν παροτρύνων ὁρᾶται. Γέγραπται γὰρ οὕτω πάλιν· Καὶ ἀπῆρε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν, κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος Κυρίου, καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν λέγοντες· ∆ὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Καὶ εἶπεν αὐτοῖς Μωσῆς· Τί λοιδορεῖσθέ μοι; καὶ τί πειράζετε Κύριον; Ἐδίψησε δὲ λαὸς ὕδατι ἐκεῖ, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες· Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν τῷ δίψει; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ τούτου. Λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύου. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ ἐξ αὐτῆς, καὶ πίεται ὁ λαός μου. Ἐποίησε δὲ Μωσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸν καὶ λοιδόρησιν, διὰ τὴν λοιδόρησιν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντες· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Καὶ ταυτὶ μὲν ἡμῖν ἐν τῇ Ἐξόδῳ τὸ θεῖον ἔφη χρησμῴδημα· κατακερματιεῖ δὲ ὥσπερ ἐν τοῖς Ἀριθμοῖς εὐρυτέραν ἀφήγησιν, ἣν καὶ ἀναγκαῖον οἶμαι παρενεγκεῖν, ὡς ἂν ἕκαστα βασανίζοντες ὀρθῶς καὶ ἀπεξεσμένως, ἀποχρῶσαν ἔχωμεν τῶν πάλαι γεγονότων τυπικῶς τὴν εἴδησιν, καὶ πρός γε δὴ τούτοις, τῆς πνευματικῆς θεωρίας τὸ κάλλος. Γέγραπται δὴ οὖν· Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, καὶ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδὴς, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ. Καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ συνηθροίσθησαν ἐπὶ Μωσῇ καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Ὄφελον ἀπωλόμεθα ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου! Καὶ ἵνα τί ἤγαγες τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν; Καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ [ἔστι] πιεῖν. Καὶ ἦλθε Μωσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύ ραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Καὶ ἔλαβε Μωσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος, καὶ ἐξεκκλησίασε Μωσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας. Καὶ εἶπε πρὸς αὐτούς· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Καὶ ἐπάρας Μωσῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς· καὶ ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς. Ἤεσαν μὲν γὰρ δι' ἠπείρου ξηρᾶς, καὶ πολλὴν διψάδα παραθέοντες γῆν, εἶτα τοῖς ἐκ τῆς ὁδοιπορίας ἐναλύοντες πόνοις, καὶ εἰ βραχύ τι γένοιτο τῶν εἰωθότων λυπεῖν, δυσφόρητον ἐποιοῦντο κατά τε Μωσέως καὶ Ἀαρὼν τὴν καταβοήν. Πλείστης δὲ ὅσης καὶ ἀξιαγάστου θεοσημίας θεωροὶ γεγονότες, καὶ τῆς θείας δυνάμεως τὴν ὑπεροχὴν διὰ πείρας αὐτῆς ἐκμεμαθηκότες, ἐδεδίεσαν ἔτι μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ χρῆναί φημι διανέμειν τὰ ζωαρκῆ, καὶ πανταχόθεν αὐτοῖς ἐκπορίζειν τὰ ἐδώδιμα, καὶ τὰς τῶν ὑδάτων ποιεῖσθαι χορηγίας· ἀλλ' ἡττῶνται τῆς ὀλιγοψυχίας, μειρακιώδη καὶ ἄνανδρον ἔχοντες νοῦν· καὶ εἰ μικροῦ λάβοιτό τινος τοῦ πεφυκότος ἀνιᾷν, ἐπιπηδῶσιν εὐθὺς τῷ παιδαγωγῷ, καὶ κατακεκράγασιν ἀνοσίως, ὅτι καὶ γέγονεν ὅλως μεσίτης αὐτοῖς, καὶ κέκληνται δι' αὐτοῦ πρὸς ἐλευθερίαν. Μακαρίζουσι δὲ τοὺς ταῖς προλαβούσαις ὀλιγοψυχίαις ὀλωλότας, ὅτι τῶν ἐν Αἰγύπτῳ κρεῶν ἐπιθυμίᾳ ἦσαν ἐνειλημμένοι· εἶτα τὴν ὀλέθριον κατεδηδοκότες ὀρτυγομήτραν, θανάτῳ κατεδικάζοντο. ∆ιὰ τοῦτό φασιν Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν, ἔναντι Κυρίου. Καὶ ἵνα τί ἀνηγάγετε εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; Ὣ τῆς κακανδρίας, ὡς ἀτληπαθὲς τὸ φρόνημα, καὶ πολὺ πρόχειρος εἰς ἀκηδίαν ὁ νοῦς! ∆εδιψηκόσι βραχὺ τὰ ἐν Αἰγύπτῳ δεινὰ τῶν παρὰ Θεοῦ λοιπὸν ἐν ἀμείνοσιν ἦν· καὶ γλυκὺς μὲν ἤδη πως ὁ πάλαι πικρὸς τῆς δουλείας ζυγός· δύσοιστος δὲ οὐκέτι, καίτοι σκληρὸς ὑπάρχων ὁ Φαραώ· οὐκ ἀπηχθημένος ὁ πηλὸς, οὐδὲ ἡ τῶν ἐργοδιωκτῶν ἀγριότης, ἀλλ' ἡδέα πάντα λοιπόν. Καθικέσθαι γὰρ εἰς τοῦτο μωρίας αὐτοὺς τὸ τῆς διανοίας ἀδρανὲς ἀναπείθει. Ἄκουε δὲ, εἰ δοκεῖ, καὶ τὰ τῆς Μωσέως μεσιτείας ἐγκλήματα· Ἵνα τί γὰρ, τοῦτό φασιν, ἐξηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος, οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ ἔστι πιεῖν. Ἄθρει ὤσπερ ὑποφέρεται πρὸς ἀνανδρίαν, καὶ διανένευκε μὲν ἀσχέτως εἰς προσκαίρους ἡδονὰς, μεταποιεῖται δὲ λίαν τέρψεων κοσμικῶν· καὶ γαστρὸς μὲν ἀποδέχεται κόρον. ∆ιαπτύει δὲ τὴν ἐλπίδα. καὶ τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐ κατέχεται γῆς· οὐκ ἐννοῶν ὅτι πάντη τε καὶ πάντως τὰ τῶν χαρισμάτων ἐξαίρετα μεσολαβοῦσι πόνοι. Οὐδὲ γὰρ ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ κάλλιστα τῶν γερῶν. Οὐκ οἶδεν οὖν ὁ Ἰσραὴλ ἀριστεύειν, οὐδὲ ταῖς τῶν παθῶν προσβολαῖς ἀντεξάγειν νεανικῶς. Ἐπεὶ μηδὲ τοῖς ἐν νόμῳ τὸ χρῆμα τετήρητο· προητοίμαστο δὲ μᾶλλον τοῖς ἐν Χριστῷ. Ἀλλ' ἧν μὲν εἰκὸς ἀγανακτοῦντα Θεὸν, μηδὲ τῆς ὑδάτων αὐτοὺς ἀξιῶσαι χορηγίας· ἵνα δὲ καίπερ εἰς τοῦτο καθιγμένοι σκαιότητος, καὶ δι' ἑτέρων εἰς πίστιν ὠφελοῖντο θαυμάτων, προστάττεται Μωσῆς κατακροῦσαι τῇ ῥάβδῳ τὴν πέτραν. Ἀλλ' οὐκ ἠγνόει Θεὸς ὅτι ταῖς τῶν δήμων ἐπαναστάσεσιν ὀλιγοψυχήσας βραχὺ, καὶ αὐτὸς ὀκλάσει περὶ τὴν πίστιν. ∆ιὰ τοῦτό φησιν ἐν μὲν τῇ Ἐξόδῳ· Λαβὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύσῃ. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ, πρὸ τοῦ σὲ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρὴβ, καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πινέτω ὁ λαός μου. Ἐν δὲ τοῖς Ἀριθμοῖς· Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου. Καὶ λάλησον πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτοῖς. Καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγήν. Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν πρὸς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἀποφέρει λέγων· Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν. Ὡς λέγων· Ἡ ῥάβδος μέγαν μεταβάλλουσα ποταμὸν εἰς αἷμα ἀῤῥήτῳ δυνάμει τοῦ τὰ τοιάδε κατορθοῦντος Θεοῦ ἐξοίσει λίαν εὐκόλως καὶ ἐκ τῆς πέτρας τὸ ὕδωρ. Εἶτα καθ' ἕτερον ἐμπεδοῖ τρόπον ὑπενεγκὼν, Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ. Οὐ γὰρ μόνος ἔσῃ, φησὶν, οὐδὲ σὺ τοῦ θαύματος ἀποτελεστὴς εἴης πάλιν· ἀλλ' ἐγὼ τὴν πέτραν μητέρα πολλῶν ἀποδείξω ναμάτων, προευτρεπιῶ τὸ θαῦμα, καὶ περιμενῶ τὴν σὴν ὑπουργίαν. Λάλησον τῇ πέτρᾳ, καὶ τῶν ῥημάτων ἰσχὺς ἔσομαι ἐγώ. Ἀλλὰ καίτοι ταῖς τοιαύταις φωναῖς ἐπιθαρσῆσαι δέον, ἠτόνησεν ὁ Μωσῆς. Ἔφη γάρ· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Εἶτα τύπτει τῇ ῥάβδῳ τὴν ἀκρότομον δίς· ὡς γὰρ ἐσομένου μηδενὸς τῶν προσδοκωμένων, κᾶν εἰ καταπαίοιτο τυχὸν ἡ πέτρα. Πέπληχε δίς· καίτοι τὰ ἐν Αἰγύπτῳ μεταστοιχειώσας εἰς αἷμα, διὰ τοῦ τὴν ῥάβδον ἀποκτεῖναι προσάπαξ. Πλὴν ἐδίδου τὸ νᾶμα Θεὸς, καίτοι διὰ τούτων οὐ μετρίως παρωργισμένος· ἵνα μὴ δόκησις ἀσθενείας αὐτοῦ καταγράφοιτο παρά γε ταῖς τῶν ἀσυνέτων ὑποψίαις. Ἐπιτιμᾶται δὲ, φησὶν, ὁ Μωσῆς· Οὐκ εἰσάξετε γὰρ αὐτοὶ, φησὶν, τὴν συναγωγὴν ταύτην, εἰς τὴν γῆν ταύτην, ἣν ἔδωκα αὐτοῖς, ὅτι οὐκ ἐπιστεύσατε τοῦ ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Ἄγε δὴ οὖν πάλιν εἰς τὸ Χριστοῦ μυστήριον τὸ τῆς ἱστορίας μεταπλάττοντες σχῆμα, τὰ εἰκότα λέγωμεν, τὰς θείας ἰχνηλατοῦντες Γραφὰς, καὶ τῶν ἐννοιῶν τὴν δύναμιν πρὸς τοῖς ἱεροῖς Γράμμασιν εὗ μάλα δοκοῦν ἀπορθοῦν σπουδάζοντες.

βʹ. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαός. Εἶτα Θεοῦ προστάττοντος, καταπαίει τῇ ῥάβδῳ τὴν πέτραν ὁ θεσπέσιος Μωσῆς, παρεστηκότων αὐτῷ καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μέν τοι καὶ Ἀαρών. Καὶ λαλοῦσι μὲν αὐτοὶ πρὸς τὴν πέτραν· ἡ δὲ τὸ νᾶμα πλουσίως ἐκχεῖ, καὶ πεπότικε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν, καθὰ γέγραπται. Τί οὖν ἄρα φαμὲν ὑπαινίττεσθαι πάλιν διὰ τοῦ τεθνάναι τὴν Μαριὰμ, ἢ τίς ἂν ὅλως νοοῖτο, καὶ τί τὸ τελοῦν ἐπ' ἀναγκαίαν δήλωσιν, τῷ ὡς ἐν μηνὶ τῷ πρώτῳ τεθνάναι λέγειν αὐτήν; Παραδεξόμεθα δὴ οὖν, Μωσέα μὲν εἰς τὸν νόμον, εἰς ἱερωσύνην δὲ, τὸν Ἀαρών· τὸ δὲ τῆς Μαριὰμ πρόσωπον, τῇ ἐν νόμῳ λατρείᾳ περιθήσομεν. Καὶ γοῦν ἔφη Θεὸς διὰ φωνῆς ἁγίου πρὸς τὴν ἐξήνιον Ἱερουσαλήμ· Καὶ ἀπέστειλα πρὸ προσώπου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ. Ὁρᾷς ὅπερ τέθειτο μετὰ Μωσέως καὶ Ἀαρὼν εἰς τὸ καθηγεῖσθαι τοῦ Ἰσραήλ; Μεσιτεύοντος γὰρ τοῦ πανσόφου Μωσέως, καὶ προεστηκότος Ἀαρὼν, τουτέστι, τοῦ τῆς ἱερωσύνης ἀξιώματος διὰ τῆς ἐν τύποις λατρείας, ἀποκεκέρδακε τότε τὴν πρὸς Θεὸν λατρείαν ὁ κατὰ σάρκα Ἰσραήλ. Ὅτι δὲ ἀναγκαίως Μωσῇ καὶ Ἀαρὼν, καὶ τὸ τῆς Μαριὰμ συνεισφέρεται πρόσωπον, κἀντεῦθεν ἀπονητὶ συνιέναι ῥᾷον· τοιγάρτοι τῇ Ἐρυθρᾷ θαλάσσῃ τοῖς ἑαυτοῦ δορυφόροις συναπολωλότος τοῦ Φαραὼ καὶ πεπνιγμένου πανστρατιᾷ, ᾖδεν ὁ Μωσῆς τὰ χαριστήρια, καὶ συνετίθει τὸν ὕμνον. Ἐξῄεσαν δὲ αἱ χορεύουσαι καὶ ἔλαβε Μαριὰμ τὸ τύμπανον αὐτῆς, καθὰ γέγραπται, βαρείαν που τάχα καὶ διαπρύσιον ἠχὴν συνανιεῖσα τοῖς μέλεσιν. Ἀλλ' ἦν τὸ ἐν τύποις τῆς ἀληθοῦς θεωρίας αἴνιγμα λεπτόν. Ὅτι γὰρ καὶ αὐτὸς ὁ νόμος, τουτέστι Μωσῆς, καὶ μὴν καὶ σὺν ἐκείνῳ καὶ Μαριὰμ, τουτέστιν, ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, τὴν ὑπερφυᾶ τε καὶ ἀξιάγαστον τοῦ πάντων κρατοῦντος Θεοῦ διακηρύττουσι δύναμιν, ὑπεμφήνειεν ἂν ὁ τῆς ᾠδῆς τρόπος, καὶ ἡ τῶν τυμπάνων ἠχή. Οὐκοῦν περιθείη τις ἂν τὸ τῆς ἐν νόμῳ λατρείας πρόσωπον τῇ Μαριὰμ, καθάπερ ἀμέλει τὸ μὲν τοῦ νόμου, Μωσῇ, τὸ δὲ τῆς ἱερωσύνης Ἀαρών. Τεθνεώσης τοίνυν τῆς Μαριὰμ μηνὶ τῷ πρώτῳ, τουτέστιν, ἐν ἀρχῇ τοῦ ἔτους, κατὰ τοὺς Ἑβραίων νόμους, ὅτε καὶ αὐτὸ τοῦ ἁγίου πάσχα τελεῖται μυστήριον, δεδίψηκεν ὁ λαός. Ἐν γάρ τοι τῷ πρώτῳ μηνὶ τοῦ ἐνιαυτοῦ, ὃς καὶ τῶν νέων ὠνόμασται, μονονουχὶ καὶ τετελεύτηκεν ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, συνεστάλη τε τρόπον τινὰ, καὶ ἐκ μέσου γέγονεν. Πῶς ἢ τίνα τρόπον; Ἐπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐν εἴδει τῷ καθ' ἡμᾶς, ὡς ἐν μηνὶ τῶν νέων. Τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς ὁ λαλῶν· Πάρειμι, ὡς ὧραι ἐπὶ τῶν ὀρέων, καὶ ὡς ἐν μηνὶ τῶν νέων. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐκάλει λέγων· Ἀνάστα, ἐλθὲ, πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν· καιρὸς γὰρ τῆς τομῆς ἔφθασεν. Ἀνεθάλομεν γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, καὶ ὁ τῆς ἐπιδημίας καιρὸς, ἔαρ ὥσπερ ἡμῖν ἀνεδείχθη τὸ νοητὸν, εὐανθῆ τε καὶ ἔγκαρπον τὴν ἀνθρώπου φύσιν ἀποτελοῦν. Τότε γὰρ, τότε τῆς ἐν σκιαῖς συνεσταλμένης, καὶ οἷον τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαὸς, καὶ ἐν σπάνει γέγονεν ὑδάτων νοητῶν. Ἀλλ' ἐκπέπτωκε πλουσίως τὸ νᾶμα Χριστοῦ, φημὶ δὲ δὴ πάλιν, τὰ δι' αὐτοῦ θεσπίσματα, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ μυστικὴν παιδαγωγίαν. Καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος γράφει Παῦλος· Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πάντες οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἧσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς Μωσῆν ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον, καὶ τὸ αὐτὸ πνευματικὸν πόμα ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Πέτρᾳ δὲ παρεικάζεται, διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Τίνα δὴ οὖν τρόπον τὸ ὕδωρ ἐκδέδοται, καταθρεῖν ἀναγκαῖον. Συνεγηγερμένων γὰρ τῶν πρεσβυτέρων τοῦ νόμου, καὶ παρεστηκότος Ἀαρὼν, λόγοι μὲν ἐγίνοντο πρὸς τὴν πέτραν. Καταπαίει δὲ αὐτὴν καὶ δὶς ὁ Μωσῆς. Συνδεδραμηκότων γὰρ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τῶν ἱερέων, οἱ κατὰ νόμον παιδαγωγούμενοι, τουτέστιν, ὁ Ἰσραὴλ ἐν προσώπῳ Μωσέως, κατελάλησαν τοῦ Χριστοῦ, κατηγοροῦντες δὲ ἐπὶ Πιλάτου, καὶ τὸ, αἶρε, αἶρε, σταύρωσον αὐτὸν, ἀνοσίως ἀνακεκράγασαν. Εἶτα καὶ δυσὶ λελυπήκασι πληγαῖς. Ἀπεκτόνασι γὰρ τὸν τῆς ζωῆς ἀρχηγόν. ∆ευτέραν δὲ ὥσπερ τῇ πρώτῃ πληγῇ προσεπάγοντες, ὅτι καὶ μεμένηκεν ἐν νεκροῖς ἀναπείθειν ἤθελον. Ἀνεβίω μὲν γὰρ ὁ Χριστὸς, πατήσας τὸν θάνατον. Ἐπειδὴ δὲ τοῦτο ἧκον οἱ στρατιῶται λέγοντες, οἱ καὶ τετάχαντο παρ' αὐτῶν τοῦ τάφου φρουροὶ, παρήγγελλον λέγειν καὶ τοῦτο ῥιψοκινδύνως, ὅτι κεκλόφασιν αὐτὸν λαθόντες οἱ μαθηταὶ, καὶ αὐτὸ τὸ σεπτὸν τῆς ἀναστάσεως συκοφαντοῦντες μυστήριον. Οὐκοῦν, ἐν διττῷ γέγονεν ἡ πληγή. Ἀλλ' ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καίτοι πεπαρῳνηκότος εἰς αὐτὸν τοῦ Ἰσραὴλ, καὶ πεπότικε πᾶσαν τὴν συναγωγὴν, καὶ ἐπέκλυσε τὴν οἰκουμένην τοῖς ἱεροῖς τε καὶ θείοις νάμασιν. Οὔτω γὰρ ἡμῖν ἑαυτὸν χαριεῖσθαι κατεπηγγέλλετο, διὰ τοῦ προφήτου λέγων· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν. Ψάλλει δέ που καὶ ∆αβίδ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ μέν τοι καὶ πρὸς αὐτὸν τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Ἄθρει δὲ ὅπερ προεισδραμούσης αὐτῶν ἀπιστίας, καταπαίει τὴν πέτραν τῇ ῥάβδῳ Μωσῆς. Πεπαρῴνηκε γὰρ εἰς Χριστὸν ἀπειθήσας ὁ Ἰσ ραήλ· ἐπετιμᾶτο Μωσῆς, σὺν αὐτῷ δὲ καὶ Ἀαρών. Οὐ γὰρ εἰσάξετε, φησὶν, ὑμεῖς τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν ἢν ἔδωκα αὐτοῖς. Εἰσκομιεῖ δὲ ἡμᾶς εἰς τὴν τῶν ἁγίων κλῆρον, καὶ εἰς τὴν ἀληθεστέραν τῆς ἐπαγγελίας γῆν, οὐχὶ νόμος ὁ ἐν τύποις, οὐδὲ τῆς καθ' αὑτὸν ἱερωσύνης, τὸ ἐν σκιαῖς ἀδρανές. Οὐ γὰρ δι' αἱμάτων εὐαρεστήσομεν, οὔτε μὴν ἐν αὐχήμασι τοῖς γεωδεστέροις ἐκπρεπεῖς ἐσόμεθα παρὰ τῷ Θεῷ· βαδιούμεθα δὲ μᾶλλον εἰς τὴν ἄνω πόλιν, καὶ εἰς τὸν τῶν πατέρων ἥξομεν κλῆρον, καθηγητὴν ἔχοντες τὸν Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς ἐν τῷ ὄρει Σινᾷ καθόδου, καὶ τῆς παραστάσεως τοῦ Ἰσραήλ.

αʹ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς Ἰουδαίωνἀγέλαις τὴν διὰ πίστεως λύτρωσιν οὐ προσιεμένοις, περιφρονοῦσι δὲ λίαν τῶν δι' αὐτοῦ θεσπισμάτων τὴν ὄνησιν, οἰομένοις τε αὐτοῖς, ὅτι ὁ νόμος διὰ Μωσέως ἀρκέσει, καὶ μόνος εἰς οἰκείωσιν τὴν ὡς πρὸς Θεὸν, προσεφώνει λέγων· Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Καὶ πάλιν· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα. Ψευδοεπήσει δὲ ταῦτα λέγων οὐδαμῶς, ἐπείπερ ἐστὶν ἀλήθεια. Καὶ προσιτὸς οὐχ ἑτέρως ὁ Θεὸς καὶ Πατὴρ, πλὴν εἰ μὴ διὰ μόνου τοῦ κατὰ φύσιν Υἱοῦ· ὁ γὰρ ἐγνωκὼς αὐτὸν εἴσεταί που πάντως καὶ τὸν ἐξ οὗ πέφηνεν Πατέρα. Τοιγάρτοι καὶ ἔφασκεν τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ, καὶ εἰδέναι λέγουσι τὸν τῶν ὅλων Θεόν· Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Γέγονε μὲν γὰρ τοῖς ἀρχαιοτέροις παιδαγωγὸς ὁ Μωσῆς, μεσίτης καὶ ἡγούμενος, καὶ τῶν παρὰ Θεοῦ νόμων διακομιστὴς, καὶ ἄριστος μὲν ἐν ἁγίοις. Ἀκήκοε γὰρ Θεοῦ λέγοντος ἐναργῶς· Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμέ. Πλὴν ὁ νόμος οὐκ εὐδρανὴς, οὔτε μὴν οἷός τε τὴν πρὸς Θεὸν οἰκείωσιν προξενῆσαι τελείως· διὰ δὲ τῆς Χριστοῦ μεσιτείας καὶ τοῦτο κερδαίνομεν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ ἐν γνώσει τέλειον, καὶ πᾶσα δόσις ἀγαθὴ, καὶ αὐτὸς ἡμᾶς δι' αὐτοῦ μονονουχὶ προσκεκόμικε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκε· Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. Οὐκοῦν μεσίτης μὲν ὁ Μωσῆς, πλὴν ὡς ἐν τύπῳ καὶ σκιαῖς· ὁ δὲ ἀληθὴς μεσίτης Χριστὸς, ᾧ κεκολλήμεθα σχετικῶς, εἴπερ ἐστὶν ἀληθὲς ὅτι καταβέβηκεν ἐν τοῖς καθ' ἡμᾶς, καὶ γέγονεν ἄνθρωπος· ἵνα καὶ ἡμεῖς τῆς θείας αὐτοῦ φύσεως γενώμεθα κοινωνοὶ, τῇ τοῦ ἁγίου Πνεύματος μετοχῇ τε καὶ χάριτι Θεῷ συνδούμενοι. Καὶ ταυτὶ δὴ πάλιν εἰσόμεθα, τοῖς ἱεροῖς Γράμμασι τὸν τῆς ἑαυτῶν διανοίας ἐνερείδοντες ὀφθαλμόν. Εἶπε γὰρ, φησὶ, Κύριος πρὸς Μωσῆν· Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγίασον αὐτοὺς σήμερον καὶ αὔριον. Καὶ πλυνάτωσαν τὰ ἱμάτια, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ, λέγων· Προσέχετε ἑαυτοῖς τοῦ μὴ ἀναβῆναί τινα εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ. Πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει. Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναὶ καὶ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἐκ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Ἐπειδὴ γὰρ ἐν Αἰγύπτῳ θητεύοντες καὶ ταῖς ἐκείνων ψευδολατρείαις ἐνωλισθηκότες οἱ ἐξ Ἰσραὴλ, ἀνθρωπίνοις μὲν προσεκύνουν εὑρήμασι, καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ἑτέρας ὕλης προσεκόμιζον τὰς λατρείας, ἐλεεινὴν νοσοῦντες τὴν πλάνησιν, καὶ, ᾗ φησιν ὁ προφήτης, τῷ ξύλῳ λέγοντες· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με, ταύτῃ λοιπὸν ἀναγκαίως, ἐπειδήπερ αὐτοὺς ἐκ τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου ψευδολατρείας εἰς ἐπίγνωσιν ἀληθείας ἀνακομίζειν ἤθελεν ὁ δημιουργὸς, ἵνα μὴ δοκῇ ἐν τῷ μὴ ὄντι λατρεύειν Θεῷ ταῖς τοῦ Μωσέως φωναῖς πεφενακισμένοι, ταύτῃτοι χρησίμως καὶ τῆς ἐν τύποις αὐτοὺς θεοπτίας ἀξιοῖ. Βεβαιοτέρᾳ γὰρ πίστει τιμᾶσθαι φιλεῖ τὰ ὁρώμενα. Καθικνεῖσθαι δὴ οὖν ἀναφανδὸν ἐπαγγέλλεται, καὶ οὐκ εἰς μακράν. Ἵνα δὲ εἰδεῖεν ὅτι τοῖς εἰς τοῦτο τιμῆς κεκλημένοις, ὡς κατηκόους τε ἅμα καὶ θεωροὺς γενέσθαι τοῦ Θεοῦ, ἤγουν τῆς θείας αὐτοῦ καὶ ἀποῤῥήτου δόξης, ἔδει πάντως καὶ τῆς αὐτῷ φιλαιτάτης ἁγνείας, καὶ σαρκικῆς μὲν ἀκαθαρσίας ἀπαλλάττεσθαι πρέπειν, καὶ πρός γε δὴ τούτῳ τὸ εὐειματεῖν, ἵνα ὀρθῶς τε καὶ καθηκόντως τὸ τῆς ἑορτῆς ὑποπλάττοιτο σχῆμα. Ἑορτὴ γὰρ ὄντως καὶ ἀξιάγαστος τὸ τῆς οὕτω περιφανοῦς ἀξιοῦσθαι θεωρίας. Ἔτι μὲν καὶ ἀποκαθήρασθαι κελεύει, καὶ γυναίων μὲν ὁμιλίας ἀποφοιτᾷν, καὶ εἰς τρίτην αὐτοὺς τὴν ἐγκράτειαν τείνειν ἡμέραν. Ἀποπλύνεσθαι δὲ καὶ αὐτὰ προστέταχε τὰ ἄμφια. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου· Ἐγένετο, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλαι γνοφώδεις ἐπ' ὄρους Σινᾶ. Φωνὴ τῆς σάλπιγγος ἤχει μέγα. Καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. Καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. Τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτὸ ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. Νῷ μὲν γὰρ ὁρᾶται μόλις ἡ ὑπερτάτη καὶ ἀνῳκισμένη φύσις, καὶ ἡ παντὸς ἐπέκεινα γενητοῦ. Ἐπειδὴ δὲ ἐμφανεστέρων αὐτοῖς πραγμάτων, τὰ τῆς θεοπτίας χρειωδῶς ἐξεπράττετο, ταύτῃτοι λοιπὸν ἀναγκαῖος τῆς οἰκονομίας ὁ τρόπος διὰ πολλῶν ἐχώρει δειμάτων. Φωναὶ γὰρ ἦσαν καὶ ἀστραπαὶ συνεκπίπτουσαι, συνηγείρετο δὲ καὶ νεφέλη γνοφώδης· ἵνα καὶ ἡ κτίσις ὑπηρετοῦσα φαίνηται, καὶ τῷ τῶν ὅλων Θεῷ δοῦλον ὑποβάλλουσα τὸν αὐχένα. Καταπεφρικότα τοίνυν τὸν Ἰσραὴλ ἐξεκόμισεν ὁ Μωσῆς καὶ παρίστησιν ἐπὶ τὸ ὄρος· ὅτι δὴ πείσονται τῶν ἀδικούντων οὐδὲν, ἀλλ' ἡμέρῳ καὶ ἀγαθῷ περιτεύξονται τῷ ∆εσπότῃ, προμυσταγωγήσας τάχα πού φησιν. Ἀνακαιομένου δὲ τοῦ ὄρους, καπνοὶ μὲν ἦσαν εὐθὺς εἰς τὸ ἄνω διᾴττοντες, ὀρθία τε σάλπιγγος ἠχή· λεπτὴ μὲν ἐν πρώτοις, δευτέρα δὲ μετὰ τοῦτο καὶ προϊοῦσα μετὰ βραχὺ, πρὸς ἐμβριθῆ τε καὶ ἀδροτέραν ἐκφώνησιν. Εἶτα κάτεισιν ἐν εἴδει πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ ἐκάλεσε Κύριος Μωσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους. Καὶ ἀνέβη Μωσῆς, καὶ εἶπε Κύριος πρὸς Μωσῆν λέγων· Καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος. Καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος. Καὶ εἶπε Μωσῆς πρὸς τὸν Θεόν· Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινᾶ. Σὺ γὰρ διεμαρτύρησας ἡμῖν, λέγων· Ἀφόρισαι τὸ ὄρος, καὶ ἁγίασαι. Εἶπε δὲ αὐτῷ Κύριος· Βάδιζε, κατάβηθι, ἀνάβηθι σὺ, καὶ Ἀαρὼν μετὰ σοῦ. Οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βαδιζέτωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ' αὐτῶν Κύριος. Μόνον μὲν γὰρ εἰς τὸ ὄρος ἀναφοιτᾷν κελεύει τὸν μεσιτεύοντα, φημὶ δὲ Μωσέα· προσίεται δὲ τῶν ἄλλων οὐδένα· καὶ ἀστιβὲς αὐτοῖς ἀποφαίνει τὸ ὄρος. Προσηπείλει δὲ θάνατον, εἰ καταφρονεῖν ἕλοιτό τις. Οὐκ ὠμὸς, οὐδὲ ἀπηνὴς, ἢ δυσπρόσιτος εἶναι ζητῶν ὑπονοεῖσθαι, κομιδῇ γὰρ εὔηθες τὸ ὧδε φρονεῖν, ἀλλ' ἴν' ἔχοιεν εἰδέναι καὶ νοεῖν ὅτι τῶν ἄγαν ἐξῃρημένων ἐστὶ καὶ ἐν ὑπερτάταις ὄντος ὑπεροχαῖς, τιμῆς τε καὶ δόξης τὸ ἐγγὺς εἶναι δύνασθαι Θεοῦ. Ἦν δὲ καὶ ἑτέρως τῶν ἀτοπωτάτων, τοῖς μὲν Αἰγυπτίων ἔθεσιν ἐντεθραμμένους αὐτοὺς, καὶ εἰδότας ὅτι τῶν ἀκαθάρτων δαιμονίων τεμένη βάσιμα μὲν οὐχὶ τοῖς ἐθέλουσιν, ἐφήδετο μόλις τοῖς ἐξηλεγμένοις, περιηγνισμένοις τάχα που, κατά γε τοὺς παρ' αὐτοῖς ὄντας νόμους, ἐν τοῖς ἐσωτάτοις γίνεσθαι πότοις, εἶτα οἴεσθαι τὸ μηδὲν τῷ τῶν ὅλων ἐγγίσαι Θεῷ, καὶ τῶν οὕτω σεπτῶν τε καὶ ἱερῶν καταθρῆσαι χώρων, ἐν οἷς ἡ θεία καὶ ἀπόῤῥητος αὐτοῦ πέφηνε δόξα. Ἄλλως δέ· δεῖν γὰρ ἔγωγέ φημι, διὰ πολλῶν ἡμᾶς τρόπων θηρᾶσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν. Οὐκ ἔδει τοῖς ἴσοις τιμᾶσθαι παρὰ Θεοῦ λαοὺς καὶ ἡγούμενον· τὸν παιδαγωγήσειν μέλλοντα, καὶ τοὺς ὑπ' αὐτῷ· τὸν τοῦ νόμου διάκονον, καὶ ἐφ' ὃν οἱ νόμοι· ἐξῃρημένην δὲ μᾶλλον διαλαχεῖν τὴν δόξαν ἄμεινον ἦν δή που καὶ σοφὸν, καὶ τοῖς ὑπ' αὐτοῦ κεισομένοις χρησιμώτατον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ δι' ἑτέρου συνήσεις. Ἔφη γὰρ ὁ τῶν ὅλων ∆εσπότης πρὸς τὸν ἱεροφάντην Μωσέα· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα. Πάντα δὴ οὖν ἐν κόσμῳ καὶ οἰκονομικῶς ἐξεπράττετο.

βʹ. Ἀλλ' ἦν, ὡς ἔφην, ἐν ἀρχαῖς σκιαγραφία τις ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, μέλλοντος ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἡμέρᾳ τρίτῃ, τῷ λοίσθῳ καιρῷ, καθ' ὃν καὶ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφάς· προκηρύττοντος δὲ τὴν ὑπ' αὐτοῦ τε καὶ δι' αὐτοῦ προκεισομένην κατὰ καιροὺς τοῖς πιστεύσασι κάθαρσιν. ∆ιαμάρτυραι γὰρ, φησὶ, τῷ λαῷ, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται ὁ Κύριος ἐπὶ τῷ ὄρει Σινᾷ. Καὶ τίς ἄρα τοι τῆς ἑτοιμασίας ὁ τρόπος, διασαφεῖ ὁ Μωσῆς οὕτω λέγων· Τρεῖς ἡμέρας, φησὶ, μὴ προσέλθητε γυναικί. Ἀποπλύνεσθαι δὲ δεῖν διεβεβαιοῦτο σαφῶς καὶ αὐτὰ τὰ ἱμάτια. Ἀλλ' ἐν μὲν τῷ χρῆναι λέγειν μὴ συγκατευνάζεσθαι γυναιξὶν, ὁμιλίας δὲ τῆς πρὸς ἐκείνας ἀποφοιτᾷν, τῶν τῆς σαρκὸς ἡδονῶν ἡ νέκρωσις εὖ μάλα κατασημαίνεται. Ἐν δέ γε τῷ δεῖν καὶ αὐτὰ καθήρασθαι τὰ ἄμφια, καταγράφεταί πως ἡμῖν ἡ δι' ὕδατος κάθαρσις, δῆλον δὲ ὅτι καὶ διὰ πνεύματος ἀπαλλάττοντος μολυσμῶν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Οἱ τὰ Χριστοῦ φρονεῖν ᾑρημένοι, καὶ περιπατοῦντες ἐν Πνεύματι τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις· καὶ νεκροῦσι μὲν τὰ μέλη ἐπὶ τῆς γῆς, πορνείας, ἀκαθαρσίας, πάθος, ἐπιθυμίαν κακήν. Ἔσθημα δὲ ποιοῦνται λαμπρὸν, τὴν ἄνωθεν χάριν, ἢ καὶ αὐτὸν τὸν Ἐμμανουήλ. Ἐνδύσασθε γὰρ, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πορνείαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Ἀλλὰ ταυτὶ μὲν ἐκέλευσε δρᾷν τοῖς τὸ τηνικάδε Μωσῆς. Ἀκηκόαμεν δὲ καὶ ἡμεῖς καὶ αὐτοῦ τοῦ νόμου κηρύττοντος αἰνιγματωδῶς τὸ τῷ Χριστῷ δοκοῦν, καὶ δι' ὕδατος κάθαρσιν, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν. Προστέταχε γὰρ ὁ νόμος, ὕδατι μὲν καταῤῥαίνεσθαι τοὺς μεμολυσμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, ἐκπέμπεσθαι δὲ τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν γονοῤῥυᾶ· διασύρων, οἶμαί που, τῆς ἀκρασίας τὸ χρῆμα, καὶ βέβηλον ἀποφαίνων τὴν τῆς σαρκὸς ἡδονήν. Τοιγάρτοι καὶ ἡμεῖς οἱ ἐν Χριστῷ δεδικαιωμένοι καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος, μισεῖν κεκελεύσμεθα καὶ τὸν τῆς σαρκὸς μεμολυσμένον χιτῶνα. Οὐκοῦν προευτρεπιστὴς ὁ νόμος, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων προαναφαίνει τὸ κάλλος, ὡς ἐν παχέσιν ἔτι τοῖς τύποις. Περιαθρῶμεν δὲ, εἰ δοκεῖ, καὶ αὐτὸν τῆς ἐπιφανείας τὸν τρόπον. Ἐγένετο γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλη γνοφώδης ἐπ' ὄρους Σινᾶ. Φωνή τις σάλπιγγος ἤχει μέγα. Ἐπεδήμησε γὰρ, ὡς ἔφην, καὶ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Μονογενὴς, οὐκ ἐν πρώτῳ καιρῷ, οὐδ' ἐν ἀρχαῖς αἰῶνος τούτου· οὔτε μὴν ἐν δευτέρῳ καὶ τῷ διὰ μέσου χρόνῳ, ἀλλ' ὡς τρίτῳ καὶ τελευταίῳ, καὶ ὡς ἐν ὄρθρῳ τε καὶ ἐν ἡμέρας ἀρχῇ, τουτέστιν, ἀπεληλαμένης ἤδη τῆς νοητῆς ἀχλύος, τῆς ἐνούσης ἐν ἡμῖν, καὶ οἱονεὶ παρελαυνούσης νυκτὸς, καὶ ἠφανισμένου τοῦ σκότους. Ὁ μὲν γὰρ ἐξ ἀπάτης καὶ πλεονεξίας ὑπονοηθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, κατεσκότισεν νοητῶς τὴν σύμπασαν γῆν ἀποφέρων εἰς πολύθεον πλάνησιν, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας. Ὁ δὲ τῶν ὅλων Θεὸς καὶ Κύριος, τουτέστιν Χριστὸς, ἐπέφανεν ἡμῖν, καὶ τριπόθητον ἀληθῶς ἐνέδειξεν ἡμέραν· ἧς καὶ ὁ θεσπέσιος ∆αβὶδ ἐμέμνητο λέγων· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦλος, ὅτι μὲν Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ὅτι δὲ αὖ· Οὔκ ἐσμεν νυκτὸς, οὐδὲ σκότους· ἀλλ' υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας. Ὄρθρου δὴ οὖν καὶ ὡς ἐν ἡμέρᾳ τρίτῃ καταβέβηκεν ὁ Μονογενής. Ἀστραπαὶ δὲ ἦσαν ἐπ' ὄρους Σινᾶ, καὶ νεφέλη γνοφώδης. Καὶ ἀστραπὴ μὲν, εἰς τύπον τοῦ θείου φωτὸς, καὶ τῆς νοητῆς αὐγῆς, δηλονότι τοῦ ἐν πνεύματι, διὰ Χριστοῦ καταλαμπούσης τὰ σύμπαντα, καὶ διαθεούσης τὴν ὑπ' οὐρανόν. Οὕτω γάρ που καὶ ὁ προφήτης ἀνεφώνει λέγων πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα Χριστόν· Ἔφανεν ἡ ἀστραπή σου τῇ οἰκουμένῃ. Καὶ οὐ δή πού φαμεν, ὅτι τῆς ἐξ ὑετοῦ γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην· ἀλλ', ὡς ἔφην ἀρτίως, τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ὀνόματι κατασημαίνειν ἤθελεν. Ὅτι δὲ δυσκάτοπτον ἀληθῶς τὸ Χριστοῦ μυστήριον, ὑπεμφήνειεν ἂν ὁ γνόφος. Καὶ γοῦν καὶ αὐτὸς ὁ μακάριος ∆αβὶδ, ὧδέ πη συνιεὶς, καθάπερ ἐγᾦμαι, προανακεκράγει λέγων. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτῷ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ Χριστοῦ μυστήριον, ὡς δεῖσθαι μυσταγωγίας τῆς ἄνωθεν, καὶ ἀποκαλύψεως τῆς παρὰ Θεοῦ. Ἤκουε γοῦν ὁ Πέτρος εὖ μάλα, συνιεὶς τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν Λόγον, καὶ ἀληθῶς Υἱόν· Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Ἐγνωρίσθαι δὲ καὶ ὁ Παῦλος διεβεβαιοῦτο ἑαυτῷ τὸ μυστήριον κατὰ ἀποκάλυψιν Θεοῦ. Οὐκοῦν, τὸ ἀσυμφανὲς τῆς γνώσεως ὁ γνόφος δηλοῖ. Ἀνακέκραγε δὲ καὶ ἡ σάλπιγξ, τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ εὔηχες ἀποφαίνουσα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις· Καθέστηκα ἐφ' ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς σάλπιγγος. Καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ· Ἰδοὺ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. Πεφώνηκε μὲν γὰρ παρ' αὐτοῖς ἡ σάλπιγξ διὰ τῶν παρὰ Θεοῦ σκοπῶν, τουτέστι, τῶν ἁγίων ἀποστόλων. Κεχειροτόνηνται γὰρ ἐφ' ἡμᾶς σκοποί. Ἀλλ' εἶπον· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη. Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους εὑρήσομεν μαθητὰς, τοὺς ἀναφανδὸν εἰρηκότας τοῖς Ἰουδαίων λαοῖς· Ὑμῖν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ὑμᾶς αὐτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκε ἡμῖν ὁ Κύριος. Σάλπιγγι δὲ παρεικάζει διὰ τῶν Χριστοῦ κηρυγμάτων τὴν εὐφωνίαν, καὶ ὁ μακάριος Ἡσαΐας λέγων περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας· Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ. Σάλπιγξ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλ' ἦν ἰσχνόφωνος, καὶ βραδύγλωσσος. ∆ιὰ τοῦτο καὶ Μωσῆς, ὅτι καὶ μόλις εἰς μόνην ἐφώνει τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ γέγονε γνωστὸς ὁ Θεός. Σάλπιγξ δὲ ἡ μεγάλη, Χριστὸς, ἤτοι τὰ δι' αὐτοῦ κηρύγματα, περιηχοῦντα τὴν ὑπ' οὐρανόν. Ἔφη γὰρ, Ὅτι κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτυρίαν πᾶσι τοῖς ἔθνεσιν. Ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, μεμαρτύρηκε αὐτὸ τῶν πραγμάτων τὸ πέρας. Ἀνήκοος γὰρ οὐδεὶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἀπομεμένηκε δόξης. Καὶ ἐξήγαγε, φησὶν, ὁ Μωσῆς εἰς συνάντησιν τὸν λαὸν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστηκεν ἐπὶ τὸ ὄρος Σινᾶ. Ὅρα τὴν Μωσέως παιδαγωγίαν· ἀποφέρει πρὸς Θεόν. Παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ παρίστησι μὲν τοὺς ὑπ' αὐτῷ τέως παιδαγωγουμένους ἐπὶ τὸ ὄρος· οὐκ ἀναβιβάζει γε μὲν ἐν αὐτῷ. Ὄρος δὲ νοήσεις ἐν τούτοις, τὴν ὑπερφυᾶ τε καὶ ὑπεραίρουσαν γνῶσιν τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὑψηλὴ γὰρ λίαν, καὶ ἥκιστα μὲν τοῖς ἐν νόμῳ βατή· πρέπουσα δὲ μᾶλλον ἡμῖν τοῖς ἡγιασμένοις ἐν πνεύματι. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· τούτοις δὲ οὐ δέδοται, φημὶ δὲ τοῖς Ἰουδαίοις. Ποιούμενος δὲ καὶ ὡς ἐν εἴδει προσευχῆς τοὺς πρὸς Πατέρα καὶ Θεὸν ὑπὲρ ἡμῶν λόγους· Ἐξομολογοῦμαί σοι, φησὶ, Πάτερ Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα πάντα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Οὐκοῦν παρίστησι μὲν ἐπὶ τὸ ὄρος ὁ Μωσῆς, οὐκ ἀναβιβάζει δὲ ἐν αὐτῷ· ὡς γὰρ ἔφην ἀρτίως, τὸ τέλειόν τε καὶ ὑψηλὸν ἐν σοφίᾳ καὶ γνώσει κερδαίνομεν διὰ Χριστοῦ μᾶλλον, οὐ διὰ Μωσέως. Ὁ μὲν γὰρ ἦν οἰκέτης, καὶ παιδαγωγός· ὁ δὲ, ὡς τῶν ὅλων Κύριος, γνώσεως ἡμῖν τελείας πέφηνεν δοτήρ. Ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Καθικομένου δὴ οὖν ἐν εἴδει πυρὸς τοῦ Θεοῦ, καπνοὶ μὲν ἦσαν, ὡς ἐκ καμίνου διᾴττοντες, καὶ ὑψοῦ δὴ λίαν ἐξελιττόμενοι, καὶ παντὸς, οἶμαί που, κατασκιδνάμενοι τοῦ λαοῦ. Καταπεφοίτηκε γὰρ ἐξ οὐρανοῦ δι' ἡμᾶς πρὸς ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος ὡς πῦρ χωνευτηρίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Καὶ αὐτὸς ἡμᾶς ἐβάπτιζεν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· πυρὶ δὲ τῷ νοητῷ τὸν ἐν ἡμῖν δαπανῶντι συρφετὸν, καὶ τὸν ἐξ ἁμαρτίας ἐκτήκοντι ῥύπον, καὶ ἀποψύχεσθαι πρὸς ἐκτόπους ἡδονὰς οὐκ ἀφιέντι τὸν νοῦν· ἀποτετελέσμεθα δὲ ταύτῃτοι, τῷ πνεύματι ζέοντες. Καὶ τοῦτο αὐτὸ ἐνήργησεν εἰς ἡμᾶς ὁ Χριστός. Τοιγάρτοι καὶ ἔφασκεν· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Οὐκοῦν ἐν εἴδει πυρὸς οἰκονομικῶς δὴ λίαν τοῖς ἀρχαιοτέροις ἐφαίνετο· πλὴν οὐ δίχα καπνοῦ. Συνήσομεν δὲ καὶ διὰ τούτου πάλιν, ὅτι θρηνεῖν καὶ κατοιμώζειν ἀνάγκη τοὺς ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ τῆς θείας αὐτοῦ δόξης καταφρονεῖν ᾑρημένους. ∆ακρυροεῖν γὰρ ἀνάγκη ἐν καπνῷ. Κατοιχήσονται δὲ ὅτι πρὸς τὸ ἐξώτερον σκότος οἱ θεομισεῖς τε καὶ ἀλιτήριοι, πῶς ἂν ἐνδοιάσειέ τις; Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅτι τοίνυν πικρὸν ἐπὶ ταῖς ῥᾳστώναις καταστάζουσι δάκρυον οἱ περὶ ὧν ὁ λόγος, ὑπέφαινον οἱ καπνοί. Προσετίθει δὲ, ὅτι καὶ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο προβαίνουσαι, ἰσχυρότεραι σφόδρα ὡς ἐν ἀρχαῖς μὲν, ὀλίγους ἀκροᾶσθαι μόλις· ὕστερον δὲ πολλοὺς, μᾶλλον δὲ καὶ ἅπασαν τὴν συναγωγήν. Σάλπιγξ μὲν γὰρ καὶ εὐφωνοτάτη, καὶ ἠχὴν ἰοῦσα τὴν διαπρυσίαν, τὸ εὐαγγελικόν ἐστι κήρυγμα, καθάπερ ἤδη προείπομεν. Ἀλλ' ἠκούετο μὲν, φησὶν, ἐν ἀρχαῖς εἰς μόνην τὴν Ἰουδαίαν· προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ εἰς πᾶσαν ἤδη τὴν ὑπ' οὐρανὸν περιῄεσαν οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἁπανταχόσε κηρύττοντες· ὥστε καὶ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ καὶ μέχρις αὐτῶν ἀφικέσθαι τερμάτων τῆς γῆς· καὶ ἐξ ἠοῦς πρὸς ἑσπέραν, τὴν ἱερὰν ἀπηχῆσαι σάλπιγγα. Τοῦτο, οἶμαι, ἔστι τὸ γίνεσθαι τὰς φωνὰς τῆς σάλπιγγος ἰσχυροτέρας. Εἶτα μετὰ τοῦτο λοιπὸν ἐπισκήπτει Θεὸς τῷ μακαρίῳ Μωσῇ διαμαρτύρασθαι τῷ λαῷ· Μή ποτε, φησὶν, ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος· καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος. Ἄθρει δὴ οὖν, ἄθρει, καὶ ἐκ τῶνδε δὴ πάλιν, ὡς ἔστιν ἀμήχανον διὰ τῆς Μωσέως παιδαγωγίας ἐγγίζειν Θεῷ. Προσίεται γὰρ οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς εὐδοκιμεῖν ἑλομένους· τοιαῦτα γὰρ τὰ Μωσέως· ζητεῖ δὲ μᾶλλον ἐν ἡμῖν τῆς ἀληθείας τὸ κάλλος. Ἀλήθεια δὲ ὁ Χριστὸς, δι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ ἐγγὺς γεγόναμεν τοῦ Πατρὸς, καθάπερ εἰς ὄρος ἀναφοιτήσαντες, τὴν περὶ αὐτοῦ γνῶσιν. Ἐπεγνωκότες γὰρ τὸν Υἱὸν, ἐπέγνωμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Οὐκοῦν δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, οὐ διὰ Μωσέως, τουτέστι, οὐ διὰ νόμου. Ἁγιάζεσθαι δὲ καὶ αὐτοὺς προαναφαίνοντος ἐναργῶς, οὔπω τελείως ἁγίαν τὴν κατὰ νόμον ἱερωσύνην, ὡς γὰρ ἔτι δεομένην ἁγιασμοῦ, ἄλλοθι μὴ προστέταχεν ἁγιάζεσθαι. Ἄμωμος δὲ, καὶ ἁγίων Ἄγιος ἐφ' ἡμᾶς ἀρχιερεὺς, ὁ Χριστὸς, καὶ κρείττονος διαθήκης ἔγγυος, ὡς Παῦλός φησι. Τοιγάρτοι καὶ πέπαυται μὲν ἡ πρώτη. Γέγονε δὲ καὶ αὐτῆς ἱερωσύνης μετάθεσις, οὐκ ἐχούσης τὸ ἄμεμπτον, καὶ τὸ ἄκρως ἅγιον. Τετελείωκε μὲν γὰρ οὐδένα κατὰ συνείδησιν· εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἐφηγήσεις περιῤῥαντηρίων πρὸς τὴν τῆς σαρκὸς καθαρότητα. Καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις. Ὡς οὐκ ἔχουσα τοίνυν τὸ τελείως ἅγιον, ἁγιασθησομένη δὲ κατὰ καιροὺς ἐν Χριστῷ τῶν τύπων μεταπλαττομένων εἰς ἀλήθειαν, προστέταχεν ἁγιάζεσθαι. Προστιθεὶς δὲ ὅτι· Μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος, ἐφῆκε νοεῖν, ὅτι θάνατος ἡ δίκη, τοῖς τὴν ἐν νόμῳ τιμῶσιν ἱερωσύνην, ἀναδειχθείσης ἐν κόσμῳ τῆς διὰ Χριστοῦ· δι' οὗ καὶ λαοὶ καὶ αὐτὸ τὸ πάλαι σεπτόν τε καὶ ἱερὸν ἁγιάζεται γένος· βέβηλον δὲ πάντως, καὶ ἐν ἀκαθαρσίαις, ὃ μὴ ἡγιάσθη παρ' αὐτοῦ. ∆ιὰ τοῦτο ἔφασκε τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Ὅτι δὲ ἔμελλον οἱ ἐξ Ἰσραὴλ ἐξήνιοι γεγονότες ἀποπέμπεσθαι κατὰ καιροὺς, ὑπονοστήσειν δὲ οὐχ ἑτέρως πρὸς Θεὸν, πλὴν ὅτι διὰ Χριστοῦ, καταδείξει ῥᾳδίως Θεοῦ λέγοντος οἰκονομικῶς τῷ παναρίστῳ Μωσῇ· Βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι, σὺ καὶ Ἀαρὼν μετὰ σοῦ. Ὁρᾷς πῶς ἀπεπέμπετο Μωσῆς, εἶτα μόνος οὐκ ἐπιστρέφει, ἄνεισι δὲ πάλιν συνομαρτοῦντος αὐτῷ καὶ συνδιαθέοντος Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ τοῦ μεγάλου ἱερέως; ∆ι' αὐτοῦ γὰρ, ὡς ἔφην, προσιτὸς ὁ Πατήρ. Καὶ ἀπόπεμπτοι γεγονότες κατὰ καιροὺς οἱ ἐν νόμῳ, τουτέστιν ὁ Ἰσραήλ. Ἐπιγνώσονται μὲν ἐν ἐσχάτοις καιροῖς τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, τουτέστιν Χριστόν· προσελεύσονται δὲ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ εἰς ὅρος ἀναθρώσκοντες τὸ σεπτὸν καὶ μέγα τῆς οἰκονομίας μυστήριον, δι' οὗ πάντας ἡμᾶς σέσωκεν ὁ Χριστὸς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ καὶ τῶν ἐβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ.

αʹ. Κέκληνται μὲν διὰ νόμου πρὸς Θεὸν οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε καὶ διακονοῦντος Μωσέως. Ἀλλ' ὡς ὁ θεσπέσιος γράφει Παῦλος, Τετελείωκεν ὁ νόμος οὐδένα. Τελειότης γε μὴν αὐτοῦ καὶ προφητῶν νοεῖται Χριστός. Πᾶσα γὰρ λύτρωσις δι' αὐτοῦ. Ἐπεὶ Μὴ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, καὶ ἐν αὐτῷ πᾶσα τελειότης δι' ἁγιασμοῦ ἐν πνεύματι. ∆ι' αὐτοῦ κεκλήμεθα πρὸς τὸν Πατέρα, καὶ εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα σὺν αὐτῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσα· τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι τόπον ὑμῖν, πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἴνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. Πρωτόλειον μὲν γὰρ καὶ οἷά τις ἀπαρχὴ τῆς ἀνθρωπότητος προσέφρησεν εἰς τὸν οὐρανόν. Ἀνακομίσει δὲ ὅτι καὶ ἡμᾶς αὐτοὺς, οὐκ ἂν ἐνδοιάσειέ τις. Ἐμπεδοῖ γὰρ εἰς τοῦτο ὁ ψεύδεσθαι μὴ εἰδὼς, καὶ τοῖς τοῦ τυχεῖν ἀξίοις τὴν ἐλπίδα προσθείς. Ἐσόμεθα γὰρ οὐρανοῦ πολῖται κατὰ καιροὺς, προαναφοιτήσαντος ἡμῶν, ὡς ἔφην, Χριστοῦ, καὶ ἀληθὲς ὅτι χρῆμά ἐστι πιστώσεται ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς· Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ἦν μὲν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς ὢν φύσει, μετὰ τοῦ ἰδίου Πατρὸς καὶ ἐν ὄψει τοῦ γεγεννηκότος. Ἐμφανίζεται δὲ ὑπὲρ ἡμῶν, ὅτι γέγονεν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς, οἱ τῶν τοῦ Πατρὸς ὀμμάτων ἐξεῤῥιμμένοι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ' ἡμᾶς τυραννήσασαν ἁμαρτίαν, ἐν ὄψει γενώμεθα πάλιν αὐτοῦ, διὰ Χριστοῦ τε καὶ εἰς τὸ ἐν ἀρχαῖς, τῶν μεταξὺ παρεισβεβηκότων, οἰχομένων εἰς τὸ μηδέν. Κεκλήμεθα οὖν δὴ ἐν Χριστῷ, καὶ εἰς τὴν ἄνω πόλιν, καὶ τῆς παρὰ Θεοῦ καὶ Πατρὸς ἐποπτίας ἀξιούμεθα, καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ δεδιδάγμεθα προσκυνεῖν τὸν τῶν ὅλων γενεσιουργόν τε καὶ Πατέρα Θεόν. Προανεφώνει δὲ καὶ τοῦτο πάλιν ἡμῖν ὁ νόμος αἰνιγματωδῶς. Καταβέβηκεν μὲν γὰρ ἐν εἴδει πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὅρος τὸ Σινᾶ· θεσμοθετήσας δὲ τοῖς ἐξ Ἰσραὴλ τὰ δι' ὧν ἦν εἰκὸς εἰς ἀρχὰς ἰέναι δικαιοσύνης. Προεισβολὴ γὰρ ὥσπερ ὁ νόμος τῶν τελειοτέρων, στοιχεῖά τε καὶ προαγόρευσις τῶν διὰ Χριστοῦ παιδευμάτων. Καὶ Μωσῇ, φησὶν, εἶπεν· Ἀνάβηθι πρὸς τὸν Θεὸν, σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν. Αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτῶν. Ἀπηγγελκότος δὲ ταῦτα τοῦ πανσόφου Μωσέως, ἀπεκρίθη πᾶς λαὸς φωνῇ μεγάλῃ λέγοντες· Πάντας τοὺς λόγους οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα. Καὶ τί μετὰ τοῦτο; Καὶ ἔγραψε, φησὶ, Μωσῆς πάντα τὰ ῥήματα Κυρίου. Ὀρθρίσας δὲ Μωσῆς τὸ πρωῒ, ᾠκοδόμησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου Κυρίῳ τῷ Θεῷ, μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς τὸν κρατῆρα· τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν· Πάντα ὅσα ἐλάλησεν ὁ Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. Λαβὼν δὲ Μωσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ, καὶ εἶπεν· Ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων. Ἐκπεπερασμένης δὲ τῆς θυσίας, καὶ κατεῤῥαμένου παντὸς τοῦ λαοῦ τῷ τῆς διαθήκης αἵματι, ἀνέβη δὲ, φησὶν, ὁ Μωσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἐβδομήκοντα τῆς γερουσίας τοῦ λαοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον. Φέρε δὴ οὖν, φέρε ἐφ' ἑκάστῳ τῶν ἀνεγνωσμένων τὰ εἰκότα λέγωμεν, καὶ τῆς τῶν προκειμένων ἐννοίας ἀρχόμενοι κατ' εὐθὺ, τὰ εἰς ἡμᾶς γεγονότα παρὰ Χριστοῦ. Καθάπερ ἐν πίνακι καταγεγραμμένα βλέπωμεν ἐν τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς Ἐκκλησίαν, ἤτοι τὸν οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν ἐπὶ τῆς γῆς καθ' ὁμοιότητα τῆς ἄνω, καὶ βουνὸν, καὶ ὄρος ἀποκαλεῖν, διάτοι τὸ ἐπῃρμένον καὶ ἀνεστηκὸς εἰς τὴν ἀρετὴν τῶν κατοικούντων ἐν αὐταῖς. Οὐ γάρ ἐστι χθαμαλὸς οὐδὲ κατεῤῥιμμένος τῶν ἁγίων ὁ νοῦς· ἀλλὰ φρονήματος μὲν ὑπερφέρεται τοῦ γεωδεστέρου, καὶ σαρκικῶν ἐπιθυμιῶν. Ὑψοῦ δὲ δὴ μᾶλλον ἀναφοιτᾷ· καὶ ἔστιν ἀληθὲς τὸ διὰ φωνῆς τοῦ ∆αβίδ· Ὅτι οἱ θεοὶ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν. Ὅτι δὲ τοῖς ὧδε βιοῦν ᾑρημένοις, καὶ εἰς τὸ λοιπὸν ἀρετῆς ἀναβεβηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ ταῖς ἄνω μοναῖς ἐναυλίζεσθαι δεῖν, πιστώσεται πάλιν ὁ Ψαλμῳδὸς, οὕτω λέγων· Τίς ἀναβήσεται εἰς τὸ ὅρος Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβεν. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.

βʹ. Ὄρος οὖν ἀναβάσιμον τοῖς ἁγίοις, ὁ οὐρανὸς, ἤτοι τῶν πρωτοτόκων ἡ Ἐκκλησία· βεβήλοις δέ γε καὶ ἀνοσίοις, ἀστιβές. Προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἀναφοιτᾷν εἰς τὸ ὄρος Μωσέα τε καὶ Ἀαρὼν, Ναδάβ τε καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ. Ἔφασκέ τε, ὅτι Καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν· αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτῶν. Οἱ μὲν οὖν ἐξ Ἀαρὼν γεγονότες υἱοὶ, τὸ ἱερὸν ἡμῖν σημαίνουσι γένος· οἱ δὲ πρεσβύτεροι, τοὺς ἀριστίνδην ἐξειλεγμένους. Ἀαρὼν δὲ πάλιν αὐτὸν ἡμῖν ὑποπλάττεται τὸν Χριστὸν, τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, δι' οὗ καὶ ἐσχήκαμεν τὴν διὰ Πνεύματός τε καὶ ὕδατος γέννησιν, Ἔκλεκτον γένος, καὶ βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον, χρηματίζομεν. Ἀναβησόμεθα τοίνυν κατὰ καιροὺς καὶ εἰς τὴν ἄνω πόλιν οἱ ἀπόλεκτοί τε καὶ ἱεροὶ, συνόντος ἡμῖν καὶ ἡγουμένου Χριστοῦ τοῦ μεγάλου ἱερέως, τοῦ δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότος, καὶ συμπροσκυνοῦντος ἡμῖν καίτοι Πατέρα ὄντα κατὰ φύσιν τὸν Θεόν. Καὶ ἐγγίζει μὲν ὁ Μωσῆς, σὺν ἡμῖν δὲ τοῖς μακρὰν, ὁ Υἱός. Ὅσον γὰρ ἧκεν εἰς τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον, Θεῷ προσεχέστερος ὁ Μωσῆς, ὡς νόμου μεσίτης καὶ ὁριστής. Ἐπειδὴ δὲ μεθ' ἡμῶν γέγονεν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃτοι τὸ καθ' ἡμᾶς οὐκ ἀτιμάζει μέτρον. Ἀνέχεται δὲ οἰκονομικῶς καὶ αὐτοῦ κατόπιν νοεῖσθαι Μωσέως. Καὶ γοῦν καὶ γέγονε μεθ' ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον, καίτοι νομοθέτης ὢν ὡς Θεός. Ὅτι δὲ γέγονεν ὑπὸ νόμον, ἀταλαίπωρον ἰδεῖν. Περιτέτμηται γὰρ ὀκταήμερος. Συντετέλεκε δὲ καὶ τὸ δίδραχμον, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν ὡς Υἱός. Ἀρκέσει δὲ καὶ αὐτὸ τὸ Γράμμα τὸ ἱερὸν, ὑπὸ νόμον γεγενῆσθαι λέγον τὸν Ἐμμανουήλ. Ὅτι δὲ διὰ τὸ ἀνθρώπινον, καὶ ἐπειδὴ γέγονε καθ' ἡμᾶς ὑπὸ νόμον, καὶ ἐν δευτέροις τεθεῖσθαι Μωσέως νομιεῖται, συνήσεις καὶ δι' ἑτέρων. Προσέταττε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ παναρίστῳ Μωσεῖ τῆς ἀφορήτου δουλείας ἀνεῖναι τὸν Ἰσραὴλ τῷ Φαραὼ λέγοντα· Κύριος ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Ὁ δὲ ὁμολογεῖ τὸ ἀδρανὲς ὁ νόμος εἰς ἀπολύτρωσιν. Εἶτα συνάπτει ἀναδυομένῳ καὶ μέλλοντι τὸν θεσπέσιον Ἀαρὼν εἰς τύπον Χριστοῦ τοῦ πάντα ἰσχύοντος, δι' οὗ πᾶσα ἡ λύτρωσις. Ἔφη γὰρ ὧδε πρὸς Μωσῆν· Ἰδοὺ δέδωκά σε Θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοῦ προφήτης. Σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα ἐντέλλομαί σοι, ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ. Ὁρᾷς ὅτι μεσιτεύει πάλιν Ἀαρὼν τὸ τοῦ νομοθέτου πρόσωπον φοροῦντος Μωσέως. Ταύτῃτοι καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸν ἀνατίθησι τὸν νόμον αὐτῷ, καίτοι λυθέντα παρὰ Θεοῦ. Γράφει γὰρ οὕτως· Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει. Ἄνιμεν τοίνυν καθάπερ εἰς ὄρος τὰς ἄνω μονὰς οἱ ἱεροὶ καὶ ἀπόλεκτοι, τῆς ἑτέρας πληθύος ἀπομενούσης κάτω. Οὐ γὰρ ἀνελεύσεται, φησὶν, ὁ λαὸς σὺν αὐτοῖς· ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Ἄνιμεν δὲ, οὐ δίχα Χριστοῦ. Συνῆν γὰρ τότε τοῖς προσκυνοῦσιν ὁ Ἀαρὼν, καὶ τοῖς ἔτι μακρὰν ἐναρίθμιος ἦν. Οὕτω καὶ ὁ Χριστὸς, μακρὰν μεθ' ἡμῶν δι' ἡμᾶς, ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ τε καὶ δι' αὐτῷ ἐγγὺς τοῦ Πατρός. Πάντα γὰρ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ᾠκονομεῖτο σαφῶς. Ὥσπερ γὰρ γέγονε μεθ' ἡμῶν ἐν νεκροῖς, ἵνα ἡμεῖς εἰς ζωὴν σὺν αὐτῷ τε καὶ δι' αὐτοῦ· ἀνεβίω γὰρ τὸ τοῦ θανάτου πατήσας κράτος, οὕτω γέγονε μεθ' ἡμῶν ἀποτέρω, καίπερ ὣν ἐγγὺς, ἵνα πάλιν ἡμεῖς σὺν αὐτῷ, καὶ δι' αὐτοῦ ἐγγύσωμεν τῷ Πατρί· ὃ δὴ καὶ τετέλεσται. Μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, ἡνώμεθα τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ, εἴπερ ἐσμὲν ἀληθῶς θείας φύσεως κοινωνοὶ, κατὰ τὰς Γραφάς. Ἀλλ' ὑψοῦ μὲν ἰέναι προστέταχε, καὶ συναναθρώσκειν εἰς τὸ ὄρος Μωσεῖ τε καὶ Ἀαρὼν, τοὺς ἱερούς τε καὶ ἐξειλεγμένους ὁ τῶν ὅλων Θεός. Ὅτι δὲ τοὺς εὐκλείας ἥκοντας εἰς τοῦτο λοιπὸν, καὶ ἀναβῆναι ἀληθῶς εἰς τὸ ἄνω προτεθυμένους, ἵνα καὶ ἐγγὺς γένοιντο Θεοῦ, προαφαγνίζεσθαι χρὴ τῷ αἵματι τοῦ Χριστοῦ, ὃς τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν ἐποιήσατο, ἀνατέθεικε δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τὴν ἀναληφθεῖσαν σάρκα. Προσκεκόμικε γὰρ ἑαυτὸν ἱερεῖον ἄμωμον ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ νοητὸν ὁλοκαύτωμα, ὡς προανετύπου πάλιν ἡμῖν ὁ θεσπέσιος Μωσῆς, τῇ τοῦ πνεύματος φωταγωγίᾳ πρὸς τὴν τῶν ἐσομένων προηγούμενος γνῶσιν. Τοῦτο γὰρ, οἶμαι, συνιεὶς, πρὸ τῆς εἰς τὸ ἄνω πορείας αὐτοῦ τε καὶ τῶν κεκλημένων, Ἔγραψε πάντα τὰ ῥήματα τοῦ Κυρίου. Τί δὲ τούτῳ προείργασται πάλιν, ἐροῦμεν εὐθύς. Χρὴ γὰρ, οἶμαι, τοὺς τῆς ὑψοῦ τε καὶ ἄνω πορείας ἐφιεμένους, εἰς νοῦν καὶ καρδίαν ἐγκεχαραγμένον ἔχειν τὸν τοῦ Θεοῦ νόμον, ἀναφωνεῖν τε λοιπὸν καθάπερ ἐκ λύρας πρὸς αὐτὸν, Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Ὥσπερ γάρ ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν, καὶ χρῆμα σωτήριον, τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διὰ παντός· τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλανθάνεσθαι φιλεῖν. Γράφει τοίνυν ὁ μακάριος Μωσῆς πάντα τὰ ῥήματα τοῦ Κυρίου, περὶ ὧν καὶ αὐτὸς ἐπεφώνει τοῖς παιδαγωγουμένοις δι' αὐτοῦ, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς· Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Ὀρθρίσας δὲ τὸ πρωῒ, θυσιαστήριον ἀνεδείματο. Περιΐστησι δὲ αὐτῷ δυωκαίδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἀπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, οἳ καὶ ἀνήνεγκαν, φησὶν, ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια. Τὸ μὲν οὖν θυσιαστήριον, τύπος ἂν εἴη καὶ μάλα σαφῶς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς οἱονεί πως ἐπὶ τὸ ὄρος κειμένης. Ὑψοῦ γὰρ ὥσπερ ἐν ὄρει τὴν ἑτέραν εἰναί φαμεν, τὴν τῶν πρωτοτόκων μητρόπολιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξεικονίζει τοιγαροῦν τὴν Ἐκκλησίαν ἡμῖν τὸ θυσιαστήριον· ᾧ καὶ λίαν οἰκονομικῶς περιΐστησιν ὁ Μωσῆς τοὺς δώδεκα λίθους, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μονονουχὶ καὶ διὰ τοῦτο προπαρεγγυῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι χῶρος αὐτοῖς ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία Χριστοῦ· καὶ τάχα που διακεκραγέναι δεήσει· Κατακυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεως. Ὅτι πρὸς γὰρ αὐτοὺς μάλιστα καὶ πρό γε τῶν ἄλλων Σωτῆρα καὶ Λυτρωτὴν ἀπέστειλε τὸν Υἱὸν ὁ Πατὴρ, σαφηνιεῖ λέγων αὐτός· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐπειδὴ δὲ εἰς ἐκτόπους ἀπονοίας ὠλισθηκότες πεπαρῳνήκασιν εἰς αὐτὸν, μετακεχώρηκεν ἀναγκαίως ἐπὶ τὰ ἔθνη Χριστός. Ὅτι τοίνυν χῶρος ὁ μάλιστα πρέπων ἦν αὐτοῖς, καθάπερ ἔφην ἀρτίως, τὸ τοῦ Χριστοῦ θυσιαστήριον, προκατεσήμαινεν ὁ Μωσῆς, περιστήσας αὐτῷ τοὺς δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅτι δὲ ἔμελλον οἱ ἐπ' ἀνδρείᾳ τεθαυμασμένοι, δῆλον δὲ ὅτι πνευματικῇ καὶ κατὰ Θεὸν, οἱ εὐσθενῆ τε καὶ ἐῤῥωμένον ἔχοντες νοῦν, ἱερουργήσειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καταμάθοι τις ἂν ἀπό γε τοῦ γεγονότος. Ἀπεστέλλοντο μὲν γὰρ οἱ νεανίσκοι, καὶ προσῆγον τὰ ὁλοκαυτώματα. Τοῦτο δεδρακότας τοὺς ἁγίους ἀποστόλους εὑρίσκομεν, οἳ πᾶσαν, ὥσπερ εἰπεῖν, περιεφοίτων τὴν γῆν, ἱερουργοῦντες αὐτῷ καὶ προσάγοντες ὁλοκαυτώματα, τουτέστι, τοὺς ἐν ἀμωμήτῳ πίστει διαπρεπεῖς, καὶ μὴν καὶ σπουδάσμασι τοὺς εἰς ἀρετὴν εὖ μάλα διηρτισμένους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι, διανοίας ἀδρανοῦς τὸ μυσταγωγεῖν δύνασθαι σαφῶς, οὔτε νοῦ νοσοῦντος τὸ ἄναλκι, καὶ καταῤῥεῖν εἰωθότος εἰς ἐπιθυμίας κοσμικάς· ἐσκευασμένου δὲ οὕτω καὶ νεανικῶς ἔχοντος, ὡς καὶ εἰπεῖν δύνασθαι λοιπόν· Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Νεανίας γὰρ ὁ τοιοῦτος, καὶ τῶν ἄγαν ἀλκιμωτάτων. Πρέπει δ' ἂν αὐτῷ, τὸ καθιεροῦν τῷ Θεῷ τὰ ὁλοκαυτώματα, καὶ θυσίας πνευματικὰς, καὶ ἱερουργίας ἅπτεσθαι τῆς νοητῆς, καὶ τὴν τοῦ σωτηρίου θυσίαν ἀποπληροῦν· ἢ καὶ διὰ τῶν προσενηνεγμένων μοσχαρίων εὖ μάλα προανεπλάττετο. Ποτὲ μὲν γὰρ διὰ τὸ λίαν εὐσθενὲς, καὶ ὅτι τῶν ἀβεβήλων ζώων τὸ ὑπέρτατον, μόσχος ἐστὶ, μόσχῳ τελείῳ παρεικάζεται Χριστός· ποτὲ δὲ μικρῷ μοσχαρίῳ, καὶ ἀνθ' ὅτου, πάλιν ὁρᾷς, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ ὑπὸ ζυγὸν δουλείας, εἴπερ ἐστὶν ἀληθὲς ὅτι πέφηνεν ἐν δούλου μορφῇ. Ἀλλ' εἰ καὶ ὅσον εἰπεῖν ἧκεν, εἴς γε τὸ ἐν σαρκὶ μυστήριον, γέγονε μεθ' ἡμῶν ὑπὸ ζυγὸν δουλείας, ἀλλ' ἦν δουλείας ἀπείρατος, ὅτι φύσεως ἦν τῆς ἄνωθεν καὶ ἐλευθέρας. ∆ιὰ τοῦτο μοσχαρίῳ παρεικάζεται, ὅτι καὶ ὑπὸ ζυγὸν, καὶ ἔξω ζυγοῦ. Ἀπείρατον γὰρ ζυγοῦ τὸ μοσχάριον, εἰ καὶ εἶναι πέφυκεν ὑπὸ ζυγὸν τὸ τοιόνδε γένος. Ἄλλως τε, καὶ εἰ γέγονεν ὑπὸ νόμον, ὡς ὑπὸ ζυγὸν, ἀλλ' ἦν ἐλεύθερος· ἦν γὰρ ὑπὲρ νόμον, ὡς ὢν νομοθέτης καὶ Θεός. Καὶ τρίτως δὲ, εἰ δοκεῖ, πεφόρηκε τὴν ἀπὸ γῆς σάρκα, τὴν νοσοῦσαν ἐν ἑαυτῇ διὰ τῆς ἁμαρτίας τὸν νόμον, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ὅσον γὰρ ἧκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, τεθεῖσθαι δοκεῖ καὶ ὑπὸ ζυγὸν ἁμαρτίας, ἀλλ' ἦν ἀπείρατος· Κατέκρινε γὰρ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Μοσχάριον οὖν ὁ Χριστὸς ταύτῃτοι οἰκονομικῶς ὠνόμασται, καὶ ὅτι νέα γέγονε κτίσις· ἀπαρχὴ γὰρ τῶν εἰς τοῦτο κεκλημένων αὐτός. Ὅτι δὲ ἦν ἀναγκαῖον ἁγιάζεσθαι τῷ αἵματι δράττοντας, καὶ ἐγγίζειν Θεῷ γλιχομένους, δέδειχεν ὁ Μωσῆς, καταῤῥαίνων αἵματι πάντα τὸν λαὸν, καὶ αὐτὸ τὸ βιβλίον. Εἰσόμεθα δὲ καὶ διὰ τοῦτο πάλιν, ὅτι αὐτὸς ὁ μόνος ἀτελὴς εἰς ἁγιασμόν. Ἄθρει γὰρ ὅπως τῷ τοῦ αἵματος ῥαντισμῷ καὶ αὐτὸς ἁγιάζεται· ἀποπλύνει γὰρ ἁμαρτίας ἥκιστα μὲν ὁ νόμος, κατορθοῖ δὲ τοῦτο τῶν διὰ Χριστοῦ μυστηρίων ἡ χάρις. Εὖ δὲ λίαν καὶ τὸ ὀρθρίσαντα τὸ πρωῒ τὸν ἱεροφάντην Μωσέα, αὐτό τε τὸ θεῖον ὀρθῶσαι μυστήριον, καὶ περιστῆσαι μὲν αὐτῷ, καθάπερ ἤδη προεῖπον, δυωκαίδεκα λίθους, θῦσαι δὲ καὶ μοσχάρια. Ὄρθρου γὰρ ὥσπερ καὶ πρωΐας ἤδη γενομένης, μονονουχὶ δὲ καὶ Φωσφόρου διαυγάζοντος, καὶ νοητῆς ἡμῖν ἀνισχούσης ἡμέρας, παροιχομένης δὲ ἤδη νυκτὸς, καὶ δαιμονιώδους ἀργήσαντος σκότους, λαμπρὸν ἀνεδείχθη τῆς Ἐκκλησίας τὸ κάλλος τὸ σεπτὸν ἐχούσης θυσιαστήριον, ἐφ' οὗ τὸ Χριστοῦ τελεῖ. ται μυστήριον. Παρέστησαν δὲ αὐτῷ καὶ αἱ φυλαὶ τῆς γῆς, ὡς ἐν παραδείγμασι τοῖς λίθοις. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὴν τοῦ παραδείγματος εἰκόνα παραχαράττων εἰς ἀλήθειαν, ἐπιστέλλει τοῖς ἡγιασμένοις ἐν Χριστῷ· Ἐν ᾧ καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐπῳκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον. Τότε καὶ οἱ νεανίσκοι προσκεκομίκασι τὰ ὁλοκαυτώματα, καὶ ἱερουργοὶ γεγόνασι πνευματικοί. Τότε δὴ, τότε καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρὸς, καὶ παρεστήκαμεν αὐτῷ τὸ τῆς διανοίας εὐδρανὲς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑτοίμως ἔχον, ἐν τάξει ποιούμενοι παραστήματος. Τοῦτό τοι σαφῶς καὶ αὐτὸς ὁ θεῖος ἡμῖν προανεφώνει ∆αβὶδ, ἐκ προσώπου τῶν πεπιστευκότων οὕτω λέγων πρὸς τὸν ὅλων Θεόν· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος. Ἡγιασμένοι δὴ οὖν, καὶ ὡς ἐν τύποις ἔτι καθηγνισμένοι τῷ αἵματι, Ἀνεφοίτων εἰς τὸ ὄρος Μωσῆς τε καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραὴλ, καὶ εἶδον τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον ὡσεὶ πλίνθου σαπφείρου, καὶ ὥσπερ ἔργον στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδείς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον. Ἀκούεις ὅπως τεθέανται τὸν τοῦ Θεοῦ λεγόμενον τόπον, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ. Ἐναυγὴς γὰρ ὁ οὐρανὸς, καὶ σαπφείρῳ ἐοικὸς τὸ ἀνωτάτω καὶ αἰθέριον χρῶμα. Πρέπων δὲ ὅτι μάλιστα χῶρος ὁ οὐρανὸς, καὶ ἐφ' ᾧ ἐπαναπαύεται, καταλύων ἐν ἀγγέλοις. Ἄγιος γὰρ ἐν ἀγίοις κατοικεῖ, καὶ οἱονείπως ἐπανακλίνεται τοῖς τὴν ἄνω τρίβουσι πόλιν, διὰ τὸ λίαν εὐφυὲς, καὶ εἰς ἀρειότητα ζωῆς εὖ μάλα διεξεσμένον. Ἁγίαν γὰρ εἶναι πιστεύομεν τὴν τῶν ἄνω πνευμάτων πληθύν. Ὤφθη δὴ οὖν τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ τοῖς εἰς τὸ ὄρος ἀναβεβηκόσιν, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ τῇ καθαρότητι, φησίν. Ἔδει γὰρ, ἔδει, τοὺς τὴν πολύθεόν ποτε κατηῤῥωστηκότας πλάνησιν, καὶ τῇ κτίσει λελατρευκότας, εἶτα κεκλημένους εἰς ἐπίγνωσιν Θεοῦ, χρησίμως τε καὶ ἀναγκαίως ἰδεῖν ὅτι καὶ αὐτὸν ὑπὸ πόδας ἔχει τὸν οὐρανὸν, καὶ ὅτι τῶν πάντων ἐστὶ ∆εσπότης, ὡς παρενεγκὼν τὰ πάντα πρὸς ὕπαρξιν, ὁ τῆς ἀρχαίας αὐτοὺς ἀπάτης ἀπολυτρούμενος. Ὅτι δὲ καὶ τοῖς εἰς τὴν ἄνω κατὰ καιροὺς εἰσελαύνουσι πόλιν, παρεικάζεται πάλιν τὸ καὶ τῶν θείων χαρισμάτων πλουσίως μετασχεῖν, καὶ τὸ ἐντρυφῆσαι δεῖν τοῖς πνευματικοῖς παρὰ Χριστοῦ ἀγαθοῖς, διαδείξει τὸ, ἐν τόπῳ γενομένους Θεοῦ, φαγεῖν καὶ πιεῖν τοὺς ἀναβεβηκότας. Ἀλλ' ἐν μὲν οἷς ἔναγχος ἔφην, μόνος προσετάττετο Μωσῆς ἐγγίσαι πρὸς τὸν Θεόν· οἵ γε μὴν ἕτεροι προσκυνεῖν μακρόθεν, οἷς καὶ συνῆν Ἀαρών. Ἐλέγομεν δὲ, ὅτι μεθ' ἡμῶν γέγονε τῇ φύσει μακρόθεν ὁ ἐγγὺς τοῦ Θεοῦ καὶ Πατρὸς ὢν Υἱὸς, ὁ ἄκακος ἡμῶν καὶ ἀμίαντος ἀρχιερεύς· ἵνα δι' αὐτοῦ, καὶ σὺν αὐτῷ δὴ πάλιν, εὑρισκώμεθα καὶ ἡμεῖς ἐγγύς. Τοιγάρτοι κέκληται καὶ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενος, Μεθ' ἡμῶν ὁ Θεός. Πλὴν εἰ καὶ γέγονε μεθ' ἡμῶν ὡς ἄνθρωπος, ἀλλ' ἔστιν ἰδεῖν ὡς οὐδὲ αὐτῷ τῷ μακαρίῳ Μωσῇ προσιτὸς γέγονεν ὁ Πατὴρ, δίχα τῆς αὐτοῦ μεσιτείας. Αὐτὸς γάρ ἐστιν ἡ ὀδὸς, αὐτὸς ἡ θύρα, καθάπερ ἤδη προείπομεν. Εἰσόμεθα δὲ καὶ τοῦτο πάλιν ἀπό γε τῶν ἐφεξῆς· Εἶπε γὰρ, φησὶν, ὁ Κύριος πρὸς Μωσῆν· Ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον, καὶ τὰς πλάκας, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ. Ὁρᾷς ὅτιπερ κέκληται μὲν ὁ Μωσῆς τὸν ἐν σκιαῖς ἔτι καὶ γράμμασιν ὑποδεξάμενος νόμον, συνανατρέχει δὲ αὐτῷ μὴ συγκεκλημένος ὁ Ἰησοῦς εἰς τύπον Χριστοῦ· ὃς οὐ καλεῖται παρὰ Πατρὸς, ἴσως τοῖς ἄλλοις· σύνεστι γὰρ ἀεί. Βατὴν δὲ τοῖς καλουμένοις τὴν ὁδὸν ἐργάζεται μεσιτεύων καὶ συνών. Ἔστι γὰρ ἀμήχανον, ὡς ἔφην, ἐντὸς γενέσθαι τοῦ Θεοῦ καὶ Πατρὸς καθ' ἔτερον ἡμᾶς τρόπον, πλὴν ὅτι διὰ μόνης τῆς αὐτοῦ μεσιτείας. Αὐτῷ τοιγαροῦν ἡ δόξα καὶ τὸ κράτος, ὁμοῦ τῶ παναγίῳ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ μοσχοποιίας τοῦ Ἰσραήλ. Οἱ νόμον οὐκ ἔχοντες εἰς ἐπικουρίαν, τυφλαῖς καὶ ἀκατασκέπτοις θελημάτων τροπαῖς πρὸς πᾶν ὁτιοῦν ἀποφέρονται, καὶ λίαν εὐκόλως, τῶν ἀπηχθημένων, καὶ ἐν αἰτίᾳ πολλῇ παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις, κἂν εἰ πολὺ φαίνοιντο νοσοῦντες τὸ ἀμωμήτως ἔχειν· μᾶλλον δὲ κἂν εἴπερ εἴη τι καὶ τῶν ἄγαν ἐκτοπωτάτων, τοῦτο καὶ θαυμάζειν καὶ ἐπαινεῖν ἀξιοῖς, καὶ διακρίνειν οὐκ οἶδεν ὅ τί ποτέ ἐστιν ἀξιόληπτον ἀληθῶς ἢ τὸ ἐναντίον αἰσχρὸν καὶ ὕποπτον. Ὅνπερ γὰρ τρόπον ὀλκάδες αἱ τὴν μεγάλην ταύτην καὶ εὐρύχωρον διαθέουσαι θάλασσαν, εἰ μὲν εὔχειρά τε καὶ ἀριστοτέχνην ἔχοιεν τὸν τοῖς πηδαλίοις ἐφεστηκότα, τὸν ἐπ' εὐθὺ διᾴττουσι δρόμον. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐτεχνεστάτων, διαῤῥιπτοῦνται πανταχῆ, μονονουχὶ προσνεύουσαι τῷ προσωθοῦντι κύματι, ὅποιπερ ἂν δύναιτο περιελαύνειν αὐτάς· οὕτω καὶ ἡ ἀνθρώπου ψυχὴ, νόμον οὐκ ἔχουσα τὸν ἐφεστηκότα, πρὸς πᾶν αὐτῇ δοκοῦν ἀπονεύει ῥᾳδίως, καὶ τοῖς τῶν ἰδίων ἡδονῶν καταμεθύει κύμασι. Τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν. Βεβηκότα γὰρ οὔπω τὸν νοῦν εἰς εὐσέβειαν ἔχων, οὔτε μὴν ἐρηρεισμένην μετὰ Θεοῦ τὴν καρδίαν, ἀνόπιν ὥσπερ ἰὼν κατεφωρᾶτο πάλιν, καὶ τῆς ἐπαράτου καὶ βδελυρᾶς εἰδωλολατρείας ἠγαπηκὼς τὰ ἐγκλήματα. Τοιγάρτοι περὶ αὐτῶν καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει, καὶ, Ὑποστρέψω, φησὶν, εἰς τὸν ἴδιον τόπον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· τότε πορεύεται, καὶ λαμβάνει ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ. Καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων. Εἶτα τούτοις προστιθεὶς, Ἀμὴν, φησὶ, λέγω ὑμῖν, οὕτως ἔσται τῇ πονηρᾷ ταύτῃ γενεᾷ. Ἀπελήλατο μὲν γὰρ ἐν ἀρχαῖς τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε τεθύκασι τὸν ἀμνὸν εἰς τύπον τοῦ Χριστοῦ· κατεχρίσθησαν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἀλλ' ἰδοὺ πάλιν εἰσπέπεκε, καὶ πολὺ χειρόνως ἢ πάλαι, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων περὶ τῶν τὰ τοιάδε νοσεῖν ᾑρημένων· Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καὶ, Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Ἐξ αὐτῶν δὲ τῶν τετολμημένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκυλινδεῖσθαι βορβόροις ἐξ ὑποστροφῆς ἐμελέτων. Γέγραπται γὰρ, ὅτι Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικε Μωσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπ' Ἀαρὼν, καὶ λέγουσιν αὐτῷ· Ἀνάστηθι, καὶ ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν. Ὁ Μωσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ λέγει αὐτοῖς ὁ Ἀαρών· Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ τῶν θυγατέρων, καὶ ἐνέγκατέ μοι. Καὶ περιείλοντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρών. Καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι, καὶ ἐποίησεν αὐτοῖς μόσχον χωνευτόν. Καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ ἰδὼν Ἀαρὼν, ᾠκοδόμησε θυσιαστήριον ἀπέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ἀαρὼν, λέγων· Ἑορτὴ τοῦ Κυρίου αὔριον. Καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα, καὶ προσήνεγκε θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὁ μὲν θεσπέσιος Μωσῆς, τοὺς εὖ μάλα μυσταγωγούμενος νόμους, ἐποιεῖτο τὰς διατρι βὰς ἐν τῷ ὄρει Σινᾷ. Οἱ δὲ πρὸς τὴν μέλλησιν αὐτοῦ ἀσυνέτως ὀλιγωρήσαντες, φρενοβλαβεία[ι]ς εἰς τοῦτο κατωλίσθησαν, ὥστε καὶ ὅτι γεγόνασιν ὑπὸ Θεῷ τῷ πάντα ἰσχύοντι τάχα που λοιπὸν μηδὲ εἰδέναι παντελῶς· καίτοι καὶ ἐν εἴδει πυρὸς ἐπ' ὄρους Σινᾶ τεθεαμένοι, καὶ φωνῆς αὐτήκοοι γεγονότες, καὶ μεσιτεύειν αὐτοῖς λελιπαρηκότες Μωσέα. Ἀλλ', Ὦ τῆς εἰς λῆξιν ἀσυνεσίας ἔμπλεοι, φαίη τις ἂν αὐτοῖς καὶ κεχρόνικεν ὁ Μωσῆς. Εἶτα τί τοῦτο πρὸς τὸν Θεὸν ἀεὶ συνόντα τοῖς ἐπὶ τῆς γῆς, κἂν εἰ μὴ ὁρῷτο τυχόν; Ἀνακεκραγέτω τοίνυν ὁ θεσπέσιος ∆αβίδ· Γενεὰ σκολιὰ καὶ παραπικραίνουσα. Καὶ πρός γε τοῦτο Μωσῆς· Ἐπελάθου Θεοῦ τρέφοντός σε. Ποίων δὲ ἐδεῖτο θεῶν, ὁ παραδόξως οὕτω λελυτρωμένος, δι' ὃν ἡ χάλαζα καὶ ὁ τριήμερος σκότος τῆς τῶν Αἰγυπτίων κατεχεῖτο γῆς, δι' ὃν ἀπολώλασι ἐν νυκτὶ μιᾷ τὰ πάντων πρωτότοκα; ᾧ ἡ ἀγρία καὶ ἀνουθέτητος θάλασσα τὴν τῶν διωκόντων ὠμότητα διαδιδράσκειν ἐδίδου; Ἀλλ' εἴ τις ἕλοιτο τὰ καθ' ἕκαστα· λέγειν, μακρὸν ἐφ' ἅπασι δαπανήσει λόγον. Μέλλοντος δὴ οὖν τοῦ πανσόφου Μωσέως, ἐπεφύοντα τῷ Ἀαρών. Ὁ δὲ ἀφόρητον ἤδη πως τεθεαμένος τὴν ἔφοδον (ἀνακεκράγεισαν γάρ· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν), προσκομίζειν ἐκέλευσε τά τε τῶν γυναικῶν καὶ τῶν θυγατέρων ἐνώτια. Οἱ δὲ προσῆγον εὐθύς· ὅτι πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν, καὶ ταῖς ἀρχαίαις ὠλίσθησαν ἀβουλίαις, δι' αὐτοῦ τοῦ πράγματος κατέδειξεν Ἀαρὼν, ἐν εἴδει τοῦ μόσχου διαπλάσας αὐτοῖς τὸ προσκυνούμενον ἄγαλμα. Μόσχος γὰρ ἦν ἐν Αἰγύπτῳ τὸ σέβας αὐτοῖς τε τοῖς Αἰγυπτίοις, καὶ τοῖς τὴν ἐκείνων ἀπάτην ἠῤῥωστηκόσιν. Ὁρᾷς οὖν ὅπως ὑποφέρονται εἰς τὸ ἐν ἀρχαῖς. Εἰσέφρησε πάλιν τὸ ἀκάθαρτον πνεῦμα· καὶ γέγονεν αὐτοῖς κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, χείρονα τῶν πρώτων, τὰ λοίσθια. Οἶμαι δὲ ὅτι λίαν οἰκονομικῶς ὁ θεσπέσιος Ἀαρὼν ἐζήτησε τὰ ἐνώτια, μονονουχὶ διὰ τούτου σημαίνων, ὅτι τοῦ καθήκοντος κόσμου τὴν ἑαυτῶν σεσυλήκασιν ἀκοήν· ἔχοντες μὲν οὐκέτι τὸ εὐπειθὲς, παρενηνεγμένοι δὲ μᾶλλον εἰς θεομισῆ καὶ βέβηλον ἀπείθειαν. Θεοῦ γὰρ λέγοντος, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, εἶτα τοὺς λόγους κατακροτήσαντες, καὶ τῇ παγκάλῳ ψήφῳ τιμήσαντες, εἰρηκότες τὸ, Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα· θεοὺς ἐζήτουν γλυπτούς. Ὁρᾷς ὅπως ἀποβεβλήκασι τὸ εὐήκοον; Καὶ τοῦτο, οἶμαι, τῶν ὤτων ὁ κόσμος. Θέα δὲ, ὅπως καταμειδιᾷ τῶν ἐγχειρημάτων ὁ Ἀαρών. Ἐπιδείξας γὰρ αὐτοῖς τὸ ἐν εἴδει μόσχου πεποιημένον ἄγαλμα, προσεφώνει λοιπόν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Ἀλλ' οὐκ ἐν μόσχῳ λελύτρωται (πῶς γὰρ ἢ πόθεν), ἀλλ' ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν σημείοις καὶ τέρασιν. Οὐκοῦν ὡς εἰς ἀνάμνησιν τῶν παρὰ Θεοῦ γεγονότων, κατειρωνεύεται λέγων· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ. Προσῆγεν δὲ καὶ θυσίας· ἔφαγον δὲ καὶ πεπώκασιν ὡς ἐν ἑορτῇ, Καὶ ἀνέστησαν παίζειν. Ἕψεται γὰρ ἀποστάσει τῇ παρὰ Θεοῦ τὸ ἐνδεσμεῖσθαι τοῖς σαρκικοῖς, καὶ τρυφὴν ἡγεῖσθαι τὴν ἀκαθαρσίαν, καὶ τέρψιν οἴεσθαι καλὴν καὶ ἡδεῖαν, τὰ ἐφ' οἷς ἦν αὐτοὺς κατοιμώζειν ἄξιον. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, τοῖς σαρκικοῖς ἐγκλήμασιν ἐναρίθμιον ἐτίθει τὴν ἀκάθαρτον εἰδωλολατρείαν· Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία. Προμνήστρια γὰρ καὶ τῶν ἔτι χειρόνων ἡ πλάνησις· καὶ τὸ ἔξω φέρεσθαι Θεοῦ, νοσεῖν ἀναγκάζει τὰ πάντων αἴσχιστα τῶν κακῶν. Οἱ μὲν γὰρ ἐχόρευον, ἀνιέντες, οἶμαί που, τὰς ἐπιδείπνους ᾠδὰς, δρῶντές τε καὶ λέγοντες ἃ τῶν μεθυόντων ἐστὶν ἐγκλήματα. Ἀγνοοῦντι δὲ τὰ τετολμημένα τῷ θεσπεσίῳ Μωσῇ φανερὰ καθίστησι Θεὸς, οὕτω λέγων· Βάδιζε, τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησε γὰρ ὁ λαὸς, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσεκύνησαν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωσῆς ἐναντίον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀκούεις ὅπως ἐλαφρὸν καὶ εὐπαράφορον ὄντα τὸν Ἰσραὴλ, καὶ πολὺ λίαν εὐπετῆ εἰς ἀπόστασιν; Οὐδὲ λαὸν ἴδιον ὀνομάζειν ἀξιοῖ· ἀλλὰ καίτοι διορισάμενος τὸν νόμον αὐτὸς, Μωσεῖ τὸ χρῆμα προσνέμει. Παρέβησαν γὰρ, φησὶ, ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ταύτῃτοι καὶ ὁ Χριστὸς τοῖς τὰ ἴσα πεφρονηκόσι, καὶ τῆς ἀσεβείας τὴν δόκησιν ὑποπλαττομένοις, ἀγαθουργεῖν δὲ κατ' ἀλήθειαν οὐ μεμελετηκόσιν, ἐπὶ τοῦ θείου βήματος ἐρεῖν ἔφη τὸν Κριτήν· Ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς. Οὐκοῦν Θεῷ γνώριμοι, καὶ λαὸς αὐτοῦ κατὰ ἀλήθειαν εἶεν ἂν, οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀδιασπάστως ἐχόμενοι, καὶ τὸ ἐν πίστει γνήσιον ἀποσώζοντες, καὶ ἐρηρεισμένοι πρὸς ἀγαθουργίαν, καὶ τὰ ἐκ τῆς ἐλαφρίας ἐγκλήματα παρωθούμενοι. Πλὴν ἐλιπάρει Μωσῆς, καὶ ἀνακόπτεσθαι τὴν ὀργὴν τὴν κατὰ πάντων ἠξίου. Ἔδει γὰρ, ἔδει τὸν μεσιτεύοντα μιμεῖσθαι Χριστὸν, ὃς τὴν ἄνωθεν ἐφ' ἡμᾶς οὖσαν ὀργὴν διὰ πολλὴν ἁμαρτίαν ἀπεσόβησεν, ὡς Υἱὸς τὴν ἐν πίστει δικαίωσιν τοῖς ἡμαρτηκόσι δωρούμενος. Τύπος οὖν ἄρα τῆς διὰ Χριστοῦ μεσιτείας, καὶ τοῦτο δὴ πάλιν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς ταῖς ἱκεσίαις ἀποστᾷ τὸ ἀπότομον τῆς ὀργῆς· εἶτα κάτεισιν ἐκ τοῦ ὄρους. Ἐπειδὴ δὲ χορευόντων ἐπύθετο, καὶ τὰς τῶν μεθυόντων εἰς οὖς ἐδέχετο φωνὰς, καταῤῥήγνυσι τὰς πλάκας ἐγκεκολαμμένων αὐτοῖς τῶν νόμων, οὐκέτι παιδαγωγίας ἀξιῶν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας, ἢ ὀλιγογνώμονας, καὶ κομιδῇ μὲν εὐπάροιστον ἐφ' ἃ μὴ προσῆκεν ἔχοντας νοῦν, ταχεῖαν δὲ οὕτω τὴν ἀπόστασιν πεποιημένους. Ἐπειδὴ δὲ ἧκεν εἰς τὴν συναγωγὴν, συντρίβει τὸν μόσχον. Εἶτα καθιεὶς εἰς ὕδωρ, πεπότικεν αὐτὸ, φησὶ, τοὺς υἱοὺς Ἰσραήλ· μονονουχὶ διὰ τού του σημαίνων, ὅτι καὶ αὐτῶν ἡπάτων καὶ σπλάγχνων τῶν ἐν αὐτοῖς ἅψεται τὸ δυσσέβημα· οἶμαι δὲ ὅτι κἀκεῖνο τάχα που καταμηνύων αὐτοῖς, ὅτι τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας ἐκμεμεστωμένην ἔχουσι τὴν καρδίαν. Προσκαλεσάμενος δὲ τοὺς ἐξειλεγμένους, ἀναιρεῖν ἐκέλευε τοὺς ὅτι μάλιστα τῶν ἄλλων αἰτιωτάτους, καὶ ἀδελφοῦ, καὶ γείτονος, καὶ γνωρίμων ἠφειδηκότας. Καὶ δὴ καὶ πεπτώκασι χιλιάδες τρεῖς καὶ εἴκοσιν. Ἐπειδὴ δὲ συμμέτρους ἐζήτησε δίκας τοὺς ἀναίδην οὕτω δεδυσσεβηκότας, ὑπονοστεῖ πρὸς Θεὸν, καὶ τὰς ὑπὲρ τῶν ἑτέρων ποιεῖται λιτάς. Τότε δὴ μόλις αὐτῷ κατανεύει Θεὸς, συνέσεσθαι λέγων ἥκιστα μὲν αὐτὸς, συναποστελεῖν δὲ μᾶλλον αὐτοῖς ἄγγελον ἐπιστάτην καὶ καθηγησόμενον τῆς ὁδοῦ. Καὶ πρός γε δὴ τούτῳ κατοιμώζει μὲν ὁ λαός· προσέταττε δὲ Θεὸς, ἀφελέσθαι τὰς στολὰς καὶ πάντα τὸν κόσμον, ἰέναι τε οὕτως ἐν κατηφείᾳ. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, λαβὼν, φησὶ, Μωσῆς τὴν σκηνὴν αὐτοῦ, ἔπηξεν ἔξω τῆς παρεμβολῆς. Καὶ οὕτω μὲν τῆς ἱστορίας ὡς ἐν βραχέσιν ὁ λόγος. Εὐρήσομεν δὲ τοὺς ἐξ Ἰσραὴλ τὰ ἴσα τετολμηκότας, ὅτε καθ' ἡμᾶς γέγονεν ἄνθρωπος ὁ Μονογενής. Ἐκάλει μὲν γὰρ εἰς βασιλείαν οὐρανῶν, καθὰ πάλαι διὰ Μωσέως εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐλευθερώσειν [δὲ] ἐπηγγέλλετο τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἠλευθέρου γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς Αἰγύπτου πλεονεξίας καταδεξαμένους ἐν πίστει τὴν δι' αἵματος σωτηρίαν. Τεθύκασι γὰρ τὸν ἀμνὸν, ὡς ἐν τύποις, ἔτι τοῦ Χριστοῦ πληροῦντος τὸ μυστήριον. Ἀλλ' οἱ νόμον ἔχοντες τὸν παιδαγωγοῦντα καλῶς διὰ σκιᾶς καὶ τύπων ἐπὶ Χριστὸν, ἢ τοὺς τοῦ Μωσέως ἄνω τε καὶ κάτω προϊσχόμενοι λόγους, καὶ αὐτοῦ Μωσέως ἠφειδηκότες (ἐτράποντο γὰρ εἰς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων), τῆς ὑπὸ Θεῷ λατρείας ἀπεσείοντο τὸν ζυγόν. Προσήκαντο γὰρ οὐδαμῶς τὸν δι' οὗ τῶν ὅλων κρατεῖ, τουτέστι Χριστόν. Καὶ τίς ἡ πρόφασις; Ἀπονενεύκασι γὰρ εἰς ἀπάτην κοσμικὴν, καὶ τὰς ἐν τῷδε τῷ βίῳ τέρψεις τῆς προὐργιεστέρας ποιοῦνται σπουδῆς, προσκεκρούκασιν εἰκότως. Κεκλημένοι γὰρ εἰς τοὺς γάμους, οὐκ ἤθελον ἐλθεῖν, γυναίων τε καὶ ἀγρῶν προϊσχόμενοι κτήσεις. Καὶ ἦν μὲν ἤδη καιρὸς, δυσσεβείας εἰς τόδε κατολισθήσαντες, τὴν εἰς ἅπαν ὀργὴν ὑπομεῖναι τὸν Ἰσραήλ. Ἀλλὰ τῶν ἁγίων λιταὶ σεσώκασι τὸ κατάλειμμα· πλὴν εἰς πολλοὺς ἡ δίκη. Πεπτώκασι γὰρ, μαχαίραις καὶ πολέμῳ πικρῷ δαπανώμενοι, ἐγνώκασι μόλις ὅτι ἐν αὐτοῖς ἐκβέβηκε κακοῦ τῆς εἰς Χριστὸν παροινίας τὰ ἐγκλήματα. Ἀποβεβληκότες δὲ ὥσπερ τῆς ἀρχαίας ἐκείνης εὐκλείας τὴν περιστολὴν, καὶ πάντα κόσμον πνευματικὸν, πολὺ νοσοῦσι τὸ ἄχαρι, καὶ γυμνοὶ μὲν ἁπάσης διατελοῦσι δόξης. Ὅτι δὲ καὶ αὐτὸς αὐτῶν ἀποπεφοίτηκεν ὁ Χριστὸς, ὑπέφηνεν ὁ Μωσῆς, μακρὰν τῆς παρεμβολῆς μεθιστὰς τὴν ἑαυτοῦ σκηνὴν καταλελειμ[μ]ένην. Πῶς γὰρ ὁ Χριστὸς τὰς τῶν Ἰουδαίων ἀγέλας, ἤτοι τὰς παρεμβολὰς, καὶ τῆς ἐκείνων πληθύος ἀποδεδραμηκὼς τρόπον τινὰ καὶ ἀποτάτω χωρῶν, σκηνὴν ἀκατάσειστον τὴν ἐξ ἐθνῶν ἀνέδειξεν. Ἐκ κλησίαν· ἢν καὶ ἰδίαν αὐτὸς ἀποφαίνων, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὧδέ πού φησι· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Ἔδει τοίνυν καὶ κόσμου καὶ δόξης ὁρᾶσθαι λοιπὸν ἀπημφιεσμένους, τοὺς οὐκ ἔχοντας τὸν Ἐμμανουὴλ, τὸν τῆς δόξης Κύριον, τὸν τοῖς ἀγαπῶσιν αὐτὸν, τὸν ἐκ πίστεως καὶ ἀρετῶν περιτιθέντα κόσμον· ὡς ἐπὶ τούτῳ δὴ λίαν ἡσθέντας εἰπεῖν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Ἐκπρεπὲς γὰρ δὴ λίαν τὸ κάλλος, δῆλον δὲ ὅτι τὸ ἐν Χριστῷ τὸ νοητόν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μωσέως. Ἆρά γε γινώσκεις ἃν ἀναγινώσκεις; Πρέποι ἂν εἰκότως τοῖς Ἰουδαίων ἐπιφθέγγεσθαι δήμοις, οἳ πρὸς τοῦτο ἥκειν ἀποπληξίας νοηθεῖεν ἂν, ὡς ἀκαρδίους λοιπὸν παρά γε τοῖς ἱεροῖς ὀνομάζεσθαι λόγοις. Ἰδοὺ γὰρ, φησὶ, λαὸς μωρὸς καὶ ἀκάρδιος. Ὀφθαλμὸς αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούονται. Ὅτι δὲ ἀνόνητος παντελῶς καὶ ὁ νόμος αὐτοῖς γέγονεν ὁ διὰ Μωσέως, διὰ τὸ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας μέγεθος καὶ αὐτὸς ἡμῖν ὁ Χριστὸς παρέδειξε λέγων· Ἐρευνᾶτε τὰς Γραφὰς, [καὶ] ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Πώρωσις μὲν γὰρ ἀπὸ μέρους ἐγένετο τῷ Ἰσραὴλ, καὶ διὰ τοῦ πνεύματος φωτισμὸν οὐκ ἔχοντες, ὀκνηροὶ μὲν ἦσαν περὶ τὴν πίστιν, δυσμετακόμιστοι δὲ κομιδῇ πρὸς τὸ δεῖν ἑλέσθαι καὶ φρονεῖν τὰ εἰς σωτηρίαν χρήσιμα. Ἀλλ' οὐκ ἔξω δίκης εἶεν ἂν, ὅτι, μετὰ τὸ ἑλέσθαι τὸ ὠφελοῦν, ἐτράποντο μᾶλλον εἰς ἀνουθέτητον ἀπείθειαν· καὶ τὸ φῶς ἔχοντες τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἠγάπησαν μᾶλλον τὸ ὡς ἐν νυκτὶ βαδίζειν καὶ σκότῳ. Τοῦτο καὶ ὁ προφήτης ὑπεσήμηνεν λέγων περὶ αὐτῶν· Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Μεμενήκασι γὰρ τραχεῖς καὶ ἐξήνιοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὰ λυσιτελῆ, καὶ δι' ὧν εἰκὸς καὶ λίαν ἀμογητὶ διαδρᾶναι τὸ ἀδικοῦν. Ἐπεφώνει μὲν γὰρ ὁ Χριστός· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ, Ἕως οὗ τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ. Οἱ δὲ ἦσαν ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι νοῦν, ἢ φρένας. Τοιγάρτοι καὶ κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ διατελοῦσιν ὡς ἐν νυκτὶ, ἀμέτοχοι παντελῶς τῆς θείας αὐγῆς, καὶ τὸ φῶς τὸ θεῖον οὐκ ἔχοντες· οὐ συνιᾶσι γὰρ παντελῶς τὴν θεόπνευστον Γραφήν. Καὶ διὰ ποίαν αἰτίαν, σαφηνιεῖ λέγων ἡμῖν ὁ θεσπέσιος Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπι στρέψῃ πρὸς Κύριον, παραιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἄθρει δὴ οὖν τὸ μυστήριον ἐν τοῖς ἱεροῖς καὶ ἀρχαιοτέροις προσαναλάμπον γράμμασιν. Ἔχει δὲ οὕτως· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τεθήσομαί σοι διαθήκην καὶ τῷ Ἰσραήλ. Καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιε. Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους. Ὡς δὲ κατέβη Μωσῆς ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωσῆ. Καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωσῆν. Καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ, καὶ ἐφόβ[ήθ]ησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς Συναγωγῆς. Καὶ ἐλάλησε πρὸς αὐτοὺς Μωσῆς, καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων πάντα ὅσα ἐλάλησε πρὸς αὐτὸν Κύριος ἐν τῷ ὄρει Σινᾷ. Καὶ ἐπειδὴ κατέπαυσε λαλεῖν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωσῆς ἐναντίον Κυρίου, λαλεῖν αὐτῷ, περιῄρει τὸ κάλυμμα, ἕως τοῦ ἐκπορεύεσθαι. Καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος. Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωσέως ὅτι δεδόξασται. Καὶ περιέθηκε Μωσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ. Καταγράφει μὲν γὰρ τοῖς ἐκ λίθων πυξίοις τὸν νόμον ὁ τῶν ὅλων Θεός. Ἐπειδὴ δὲ τῇ τοῦ θείου φωτὸς προσβολῇ κατηγλάϊστο λοιπὸν τὸ Μωσέως πρόσωπον, ἐν ἡμέραις τεσσαράκοντα προσεδρεύοντος, καὶ τῶν ἀνθρωπίνων ἠφειδηκότος αὐτῶν, ἀγνοοῦσι πρὸς τὴν θέαν οἱ ἀπόλεκτοι τῶν ἐξ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων Ἀαρών. Ἀποφοιτῶντας δὲ ἤδη καὶ εἰς φυγὴν τραπομένους, ἐπιστρέφει Μωσῆς, προσελάλει τε οὕτω τοῖς υἱοῖς Ἰσραὴλ, προκαθιστὰς τοῦ προσώπου τὸ κάλυμμα, καὶ τοῦ θείου φωτὸς τὴν προσερχομένην ἀκτῖνα τοῖς κατασκιάσμασι μόλις φορητὴν τοῖς ὄχλοις ἀποτελῶν. Ἀλλ' ἡνίκα, φησὶν, εἰσῄει πρὸς τὸν Θεὸν, περιῃρεῖτο τὸ κάλυμμα. Σύνες δὲ οὖν ὅπως ταῖς Ἰουδαίων διανοίαις ἀχώρητόν πώς ἐστι καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς. Εἰ δὲ νοοῖτο πνευματικῶς τὰ ἐν αὐτῷ γεγραμμένα· ἀποστρέψει γὰρ ἕτερον οὐδὲν, ἢ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ταῖς τῶν ἀκροωμένων καρδίαις τὸ θεῖόν τε καὶ διειδέστατον ἐνίησι φῶς. Ἀλλ' οὐκ ἂν τῶν οὕτω σεπτῶν ἀκροᾶσθαι λόγων οἱ ἐξ Ἰσραὴλ, οὐδ' ἂν συνεῖεν ἀμογητὶ τοῦ μυστηρίου τὸ βάθος. Καὶ μὴν ὁ Νικόδημος ὅτε τὴν διὰ πνεύματος ἀναγέννησιν ἠκροᾶτο λέγοντος τοῦ Χριστοῦ, ψυχρῶς τε καὶ ἀδρανῶς ἀναπεφώνηκε, λέγων· Πῶς δύναται ἄνθρωπος ἀναγεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Προσετίθει δὲ τούτοις, ἀναπείθοντος αὐτὸν τοῦ Χριστοῦ τὸ χρῆναι πίστει τιμᾷν τὰ ὑπὲρ νοῦν καὶ λόγον· Πῶς δύναται ταῦτα γενέσθαι; καίτοι τοῦ νόμου διὰ μυρίων ὅσων σχημάτων προαναγράφοντος τὸ μυστήριον. Οὐκοῦν ἀπαράδεκτον Ἰουδαίοις καὶ αὐτὸ τοῦ νόμου φῶς, καὶ οὐχὶ δὴ μόνοις τοῖς ἀδρανέσι καὶ ἀγελαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀπολέκτοις καὶ ἱεροῖς. Ἀκήκοας γὰρ ὅτι τὴν Μωσέως πεφόβηνται δόξαν σὺν τοῖς πρεσβυτέροις Ἀαρών. Ἐτίθει δὴ οὖν ὁ Μωσῆς χρησίμως σφόδρα τὸ κάλυμμα. Κατασκίασμα γὰρ ὁ νόμος ἔχει, τὸ παχὺ τοῦ γράμματος, καὶ τῆς ἱστορίας τὸ οὐ σφόδρα λαμπρόν. Ἀλλ' ἐν ὄψει, φησὶ, Θεοῦ εἰσερχόμενος ὁ Μωσῆς, περιῄρει τὸ κάλυμμα. Τοῦτό τοι καὶ ἐφ' ἡμῶν αὐτῶν ἀληθὲς εὑρήσομεν. Ἐνηνεγμένοι γὰρ ὥσπερ ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, προσκομίζοντος ἡμᾶς τοῦ Χριστοῦ, κατασκιασμάτων δίχα τὴν Μωσέως ὀψόμεθα δόξαν, πνευματικῶς νοοῦντες τὸν νόμον. Μεταμορφούμεθα γὰρ ἀπὸ δόξης εἰς δόξαν, κατὰ τὸ γεγραμμένον. Ὅτι γὰρ ἐν δόξῃ τὸ Χριστοῦ μυστήριον, πῶς ἔστιν ἀμφιβάλλειν, διακεκραγότος ὡδὶ τοῦ μακαρίου Παύλου σαφῶς περί τε τῆς Πρώτης καὶ ∆ευτέρας ∆ιαθήκης· Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ; Κατήργηται μὲν γὰρ ἡ τοῦ νόμου σκιὰ, καίτοι τῇ δόξῃ τετιμημένη τῇ διὰ Μωσέως, ἤγουν τῇ ἐν προσώπῳ Μωσέως. Μένει δὲ ἀσάλευτα τὰ διὰ Χριστοῦ, καὶ πλουτεῖ πάντως τὴν ἀμείνω τῆς ἀρχαιοτέρας δόξαν τε καὶ χάριν. Περιῃρημένων τοιγαροῦν τῶν ἐν νόμῳ κατασκιασμάτων, τὴν δόξαν Θεοῦ κατοπτριζόμεθα, κατὰ τὸ γεγραμμένον. Εἰ ἀκούσωμεν ἐν τύπῳ σφαζόμενον τὸν ἀμνὸν, εὐθέως γινώσκωμεν τὸ μυστήριον, γνωρίζοντες ἀμνὸν, ὃς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀνέθηκεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Κἂν σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζῃ πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πάλιν οὐδὲν ἧττον νοήσωμεν τὴν διὰ Χριστοῦ κάθαρσιν, ἣ δι' ὕδατός τε καὶ πνεύματος, οὐ σαρκικῶν ἡμᾶς ἀπαλλάττουσα ῥύπων, ἀλλὰ τῶν ἐν πνεύματι καὶ ψυχῇ μολυσμῶν τὸν μῶμον ἐκπλύνουσα. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ. Προσεποίσομεν δὲ καὶ τοῦτο χρησίμως. Μέχρι γὰρ τούτου τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων τὴν ἀφήγησιν συμμετρεῖν ἐγνώκαμεν, οὐ πρὸς τὴν τῶν ἐφεξῆς καταναρκήσαντες ἑρμηνείαν, ἀλλ' ὅτι τοὺς Περὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως συντιθέντες λόγους, ταῖς καθηκούσαις ἐρεύναις ὑποβεβλήκαμεν αὐτήν τε τῆς ἁγίας σκηνῆς τὴν κατασκευὴν, καὶ ἕκαστα τῶν ἐν αὐτῇ κειμένων, ἁγιαστηρίου τε, φημὶ, καὶ τῆς κιβωτοὺ, τραπέζης, καὶ λυχνίας, ὡς ἐλλελοιπέναι δοκεῖν τῇ τῶν ἀναγκαίων ἀφηγήσει μηδέν. ∆εδαπανήκαμεν γὰρ εἰς τοῦτόν γε ἔννατον καὶ δέκατον λόγον. Θεῷ δὲ ἡμῶν δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ.

Ὅτι Χριστοῦ τὸ πάθος, σωτήριον.

αʹ. Ὁ μὲν τῶν ὅλων Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἀλλ' ἔκτισε μὲν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου. Καὶ οὐκ ἔστιν ᾅδου βασίλειον ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἔχοι δ' ἂν ἐφ' ἑαυτῷ καὶ μάλα εἰκότως τὸ ἀληθὲς ὁ λόγος. Οὐ γὰρ ἂν οὕτως εὐκλεᾶ καὶ ἀξιοθαύμαστον τοῖς εὐκόλως φθείρεσθαι πεφυκόσιν ἐναπέθηκεν ὁ ∆ημιουργὸς, ἀλλὰ παρεισβέβληκε μὲν ἐξ ὀργῆς ὁ θάνατος, ὅτι τῆς θείας ἀλ[ο]γήσας ἐντολῆς ἀπονένευκεν εἰς τὸ ἀπειθὲς καὶ δυσήνιον ὁ προπάτωρ Ἀδάμ. Ἀνῄρηται δὲ λοιπὸν, καὶ ἐκ μέσου γέγονεν ἐν Χριστῷ δι' ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὰ ἐγκλήματα. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί. Καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ πρὸς θάνατον· ἠλεήμεθα δὲ διὰ Χριστοῦ, καὶ ἀνεκαινίσθημεν εἰς ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τέθεικε τὴν ψυχὴν ὑπὲρ ἡμῶν· Καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὰς Γραφάς. Φαίη δ' ἂν ὅτι καὶ τὴν κατὰ κόσμον ἁμαρτίαν ἀῤῥωστήσαντες ἐν Ἀδὰμ, γεγόναμεν ἐν Χριστῷ θυσία πνευματικὴ καὶ εὐώδης τῷ Θεῷ καὶ Πατρὶ, καλή τε καὶ εὐπαράδεκτος, καὶ τῆς κατὰ νόμον σκιᾶς πολὺ λίαν ἐν ἀμείνοσιν. Ἀπαρχὴ δὲ ἡμῶν, ὁ Χριστὸς, καὶ αὐτὸς ἡμῖν ἀνεκαίνισεν τὴν ὁδόν· οὕτω γάρ τού φησιν ὁ ∆αβὶδ ἐν βίβλῳ Ψαλμῶν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας· σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου, ἠβουλήθην. Καὶ ταυτὶ δὴ πάλιν ἔξεστι καταθρεῖν καὶ ἐκ τῶν γεγραμμένων ἐν τῷ Λευϊτικῷ. Ἔχει δὲ οὕτως· Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεν[ν]ημάτων, καὶ ἐπιχεεῖς ἐπ' αὐτὴν ἔλαιον, καὶ ἐπιθήσεις ἐπ' αὐτὴν λίβανον. Θυσία ἐστί. Καὶ ἀνοίσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς, κάρπωμά ἐστι τῷ Κυρίῳ.

βʹ. Ἐναργὴς οὖν λίαν ὁ τοῦ γράμματος νοῦς, καὶ οὐκ ἂν δέοιτό τινος, καθάπερ ἐγᾦμαι, πόνου πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι λεπτῶς. Πλὴν ἐκεῖνο ἐρῶ· Χίδρα λέγεται τὰ ἐξ ὀσπρίων ἄλευρα. Ἐν δέ γε τοῖς τύποις τὸ Χριστοῦ λαμβάνει μυστήριον. Καὶ ἔστιν αὐτὸς ἡ ὑπὲρ ἡμῶν θυσία, τὸ πρωτογέν[ν]ημα τὸ πνευματικὸν, τουτέστιν, ἡ τῆς ἀνθρωπότητος ἀπαρχὴ, ὁ πρωτότοκος ἐκ νεκρῶν, ὁ πρῶτος εἰς ἀφθαρσίαν, τὸ οἱονεὶ πρωτόλειον τῶν κεκοιμημένων. Ὡς κόκκος μὲν τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν καὶ ἀποθανὼν, ἀστάχυος δὲ δίκην πολλοστὸς ἀναφύς. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀφηγεῖτο λέγων· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Πλὴν ἀπέθανεν, οὐ δι' ἑαυτὸν, ἀλλ' ἡμῖν. Ἀλλ' ἡμῖν ὑπεμφήνειεν ἀστείως τὸ γράμμα τὸ νομικόν. Εἰ γὰρ δή τις ἕλοιτο, φησὶ, δωροφορεῖν θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Θεῷ. Ἄθρει δὴ οὖν, ὅπως ἐκ νέων ἡμᾶς προσάγειν καρπὸν προτρέπει Μωσῆς, ἤτοι τὸ γράμμα τὸ νομικόν. Ἀπαρχὴ γὰρ, ὡς ἔφην, τῆς εἰς καινότητα ζωῆς ἀνανεουμένης φύσεως Χριστὸς, καὶ ἐν αὐτῷ γέγονε τὰ πάντα καινά. Πλὴν, οὐκ [ἐκ] μόνου προσφέρεται σίτου τὰ εἰς θυσίαν, ἀλλὰ καὶ ἐξ ὀσπρίων κατερεικτῶν. Ὅνπερ γὰρ τρόπον ἐκ σίτου σεμίδαλιν, καὶ οὐκ αὐτὸν ὑγιᾶ τὸν κόκκον ὁλοκαυτοῦν διετύπου· οὕτω κἀνθάδε χρῆναι ποιεῖσθαι κατερεικτὰ, τουτέστιν, ἀληλεσμένα τὰ ἐξ ὀσπρίων προστέταχεν, ἵνα δὴ φαίνοιτο τῇ θυσίᾳ προσὸν τὸ οἱονεὶ ἐδώδιμον. Κατειθίσμεθα γὰρ, οὐχ ὑγιᾶ τὸν κόκκον, συντεθραυσμένον δὲ μᾶλλον ποιεῖσθαι τροφήν. Οὐκοῦν πρωτογέν[ν]ημα μὲν, ὁ Χριστὸς, καὶ θυσία τῷ Θεῷ καλὴ καὶ εὐοσμωτάτη, τροφιμωτάτη δὲ λίαν καὶ ἡμῖν αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν τῷ κόσμῳ διδούς· καὶ οἱονείπως ἡμῖν ἔδεσμα τὸν αὐτὸν παραθεὶς, καθάπερ σεμίδαλιν ἢ χίδραν. Ἐπιχέεσθαι δὲ τῇ θυσίᾳ δεῖν ἔφη τὸ ἔλαιον, καταπλάττεσθαι δὲ αὐτὴν καὶ λιβανωτῷ προστέταχε· τοῦ μὲν ἐλαίου τὸ ὡς ἐν πιότητι καὶ ἱλαρότητι συμβολικῶς ὑποφαίνοντος· τοῦ δέ γε λιβάνου, τὸ ἱερὸν καὶ εὐῶδες ἀστείως ἡμῖν ὑποσημαίνοντος. Γέγονε μὲν γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν θυσία ὁ Χριστὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεν[ν]ημάτων πνευ ματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θάνατος ἦν αὐτῷ, ἐπ' ἀναιρέσει δὲ μᾶλλον δακρύων καὶ θρήνων καὶ ἐπ' ἐλπίδι τῇ λίαν ἱλαρωτάτῃ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὐδὲ μεμένηκε ἐν νεκροῖς. ἀλλ' εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλὰ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πῶς ἢ τίνα τρόπον; Ἀνεβίω γὰρ ὁ Χριστὸς, πατήσας τε θάνατον, ἵνα καὶ ἡμᾶς ἀπαλλάξῃ φθορᾶς, καὶ περιστείλας εὖ μάλα τὸν ἐπὶ τούτῳ θρῆνον, χαίροντας ἤδη πως ἀναπείσῃ βοᾷν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Οὐκοῦν ἔχοι ἂν εἰκότως τὸ ἱλαρὸν, ἐν ἐλπίδι, τῆς θυσίας ὁ τρόπος. Νοοῖτο δ' ἂν καὶ ἑτέρως, εἴπερ ἕλοιτό τις. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Ὅτι δὲ οὐκ ἐπί τισιν εὐλόγοις αἰτίαις, ἤτοι πλημμελήμασιν, ὁ Χριστοῦ θάνατος, ἀλλ' εὐσημωτάτη λίαν καὶ ἀμώμητος παντελῶς ὑπὲρ ἡμῶν θυσία (προσκεκόμισται γὰρ, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν, καὶ τὸν ἐξ αὐτῆς τε καὶ δι' αὐτὴν θάνατον), διὰ τοῦ λιβάνου συνήσεις· ὁ μὲν γὰρ προπάτωρ Ἀδὰμ ταῖς ἐν ἀρχῇ παραβάσεσιν εὖ μάλα πρεπωδεστάτην ἐκομίζετο τὴν ἀράν. Ἐπειδὴ δὲ τὴν κάκοσμον ἀληθῶς προηῤῥώστησεν ἁμαρτίαν, ταύτῃτοι καὶ δικαίως κατεδικάζετο. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπ' οὐδενὶ τῶν ἀτόπων κατεγνωσμένος (οὐ γὰρ ἐποίησεν ἁμαρτίας), καλὴ καὶ εὐώδης γέγονεν ὑπὲρ ἡμῶν θυσία, καὶ νέων ὥσπερ καρπῶν ἀπαρχὴ, καὶ ὡς ἐν εἴδει παντὶ, σίτῳ τε, φημὶ, καὶ ὀσπρίοις. Ἀπέθανε γὰρ ὑπὲρ πάντων μικρῶν καὶ μεγάλων, ἐθνῶν τε καὶ Ἰουδαίων. Γεγόναμεν γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ μνημόσυνον τῷ Θεῷ καὶ Πατρί. ∆ιὰ τοῦτό φησι τὸ Γράμμα τὸ νομικόν· Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς. Κάρπωμα γάρ ἐστι τῷ Κυρίῳ. Προ[σ]κεκρουκότες μὲν γὰρ διὰ πολλῶν ἁμαρτιῶν, μονονουχὶ καὶ ἐξ ὀμμάτων γεγενήμεθα τοῦ Πατρός. Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν θυσία Χριστὸς, ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς· Ηὐλόγησε τοὺς φοβουμένους αὐτὸν τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Τοιγάρτοι καὶ δεδιδάγμεθα ψάλλειν καὶ λέγειν· Εὐλογημένοι τῷ Κυρίῳ ἡμεῖς, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ καθ' ἕτερον δὲ τρόπον τὴν Χριστοῦ θυσίαν ἡμῖν ὁ νόμος διασαφεῖ, λέγων· Ἐὰν δὲ θυσία σωτηρίου, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ· ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτῷ προσάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον, τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου, κάρπωμα Κυρίῳ τὰ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. Καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν, οἱ ἱερεῖς, ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ὁλοκαυτώματα, ἐπὶ τὰ ξύλα ἐπὶ τοῦ πυρὸς, κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. Καὶ οὐχὶ δὴ μόνον ἐκ βοῶν, ἀλλ', εἰ δή τις ἕλοιτο, καὶ ἐκ προβάτων ὁλοκαυτοῦν, εἴτ' οὖν ἐξ αἰγῶν τὴν τοῦ σωτηρίου ποιεῖσθαι θυσίαν, διὰ τῶν αὐτῶν ἐπράττετο τρόπων, καὶ εἷς ἐφ' ἅπασιν ἦν τῆς ἱερουργίας ὁ τρόπος. Εἴτε δὴ ἄρσεν εἴη τυχὸν, εἴτε θῆλυ τὸ θῦμα, μώμου δεῖν ἔφη παντὸς ἀπηλλάχθαι παντελῶς. Καὶ τῆς θυσίας ὁ λόγος, ἐπ' αὐτὸν ἂν ἴοι τὸν Ἐμμανουήλ. Αὐτὸς γὰρ ὁ μόσχος ὁ σιτευτὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὡς ἐν εἴδει χιμάρου δι' ἡμᾶς σφαζόμενος· χίμαρος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο. Πλὴν ὅρα πάλιν ἰσχνῶς τῆς θυσίας τὸν τρόπον. Ἀκριβολογεῖται μὲν γὰρ οὐ σφόδρα τὸ Γράμμα τὸ νομικὸν περί τε ἄρσεν καὶ θῆλυ. Νοοῖτο δ' ἂν πάλιν ὡς ἐν ἀμφοῖν ὁ Χριστός. Ἐν ἄρσενι μὲν, ὡς ἡγούμενος ἤτοι καθηγητής. Ἡγεμονικώτερον γὰρ θατέρου τὸ ἄρσεν, ἐν θήλεσι δὲ ὡς γεγονὼς ὑπὸ νόμον καὶ ἡγούμενος. Ὑπεξούσιον γὰρ καὶ ἐν δευτέροις ἀεὶ τὸ θῆλυ τοῦ ἄῤῥενος, εἴπερ ἐστὶν ἀληθῶς ἐν μείοσι καὶ ἐν ὑφιζάνοντι μέτρῳ. Πλὴν ἄμωμον τὸ ἱερουργούμενον. Τοιοῦτος δὲ ὁ Χριστός. Τοιγάρτοι ἔφασκεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ μέντοι πρὸς Ἰουδαίους τὸ εἰσάπαν ἀμώμητον, ἀπόδειξιν ἐποιεῖτο τὴν θείαν αὐτοῦ φύσιν, λέγων· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, τί ὑμεῖς οὐ πιστεύετέ μοι; Ἄμωμον οὖν ταύτῃ τὸ ἱερὸν θῦμά ἐστι. Ἐσφάζετο μὲν ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσκεκομικότος. Εἶτα τοῦ αἵματος τῇ τοῦ θυσιαστηρίου βάσει προσχεομένου, ὁλοκαυτοῦν ἔφη δεῖν τὰ ἐντόσθια. Πέπρακται μὲν γὰρ ἐν ὀφθαλμοῖς ὥσπερ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ τοῦ Υἱοῦ θάνατος, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ τιθέντος ψυχήν. Εἰ γάρ ἐστιν ἀληθὴς ὁ λέγων· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· πῶς οὐκ ἂν αὐτὸν ἀξιώσειε τῆς ἰδίας ἐπισκοπῆς τὸν τοῦ Υἱοῦ θάνατον ὁ Θεὸς καὶ Πατήρ; Τιμᾷ γὰρ πάντως καὶ ἐποπτείας ἀξιοῖ· ἀποστρέφεται δὲ πάλιν τὸ βδελυρὸν καὶ ἀπηχθημένον. Οὐκοῦν ὅτι μὴ ἀκλεὴς ὁ θάνατος, παραδείξειεν ἂν εὐθὺς, τὸ καὶ αὐτὸν αὐτόπτην λαχεῖν τὸν Πατέρα. Παρ' αὐταῖς δὲ ταῖς ἱεραῖς ἐσφάζετο θύραις. Ἀπέθανε γὰρ ὁ Ἐμμανουὴλ, ἀνευρύνων ὥσπερ ἡμῖν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν, καὶ τῆς ἄνω καὶ ἐν οὐρανοῖς Ἐκκλησίας ἀνοιγνὺς τὰς θύρας τοῖς εἰς αὐτὸν πιστεύουσιν. Κερδαίνομεν τοίνυν ἐν θανάτῳ τοῦ Χριστοῦ τὸ καὶ εἰς αὐτὴν ἐλάσαι λοιπὸν τὴν ἁγίων σκηνὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων μητέρα, καὶ ἀγγέλων τροφόν. Ὅτι δὲ ἅγιος ἔσται καὶ ἱερὸς ὁ Χριστοῦ θάνατος, ὑπεμφήνειεν ἂν τὸ, [ἑ]αυτῷ χρῆναι προσχεῖσθαι λέγειν τῷ θυσιαστηρίῳ τὸ αἷμα. Κατασημήνειε δ' ἂν καὶ ἑτέρως, ὅτι τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς Ἐκκλησίας. Τύπος μὲν γὰρ τῆς Ἐκκλησίας τὸ θυσιαστήριον, ψυχῆς δὲ τὸ αἷμα. Ἡ δὲ τῶν ἐνδοσθίων ἀνάθεσις, ἤτοι καθιέρωσις, πιμελῆς δὲ, λέγω, ἥπατός τε καὶ νεφρῶν, ὑποδηλοῖ πάλιν, ὅτι καὶ ἅγια, καὶ ἱερὰ, καὶ εὐώδη πάντα τὰ ἐν Χριστῷ. Ἐν ἥπατι μὲν γὰρ, τὰς ἐφ' ὁτιοῦν ἐπιθυμίας ἤτοι ὀρέξεις γίνεσθαί φασιν οἱ ταῦτα σοφοί. Νεφρὸς δὲ δὴ πάλιν, μόριόν ἐστιν ἐν σώματι, διακριτικὴν ἔχον τὴν ἐνέργειαν. Ἀποκρίνει γὰρ τοῦ χρησίμου τὸ περιττόν. Τοιοῦτον δέ τι καὶ ἐν ἡμῖν αὐτοῖς ὁ νοῦς ἐργάζεται. Κιβδηλεύει μὲν γὰρ, εἴπερ ἐστὶ σοφὸς, τὸ ἀδικεῖν πεφυκός· προσίεται δὲ καὶ λίαν ἀσμένως τὸ τελοῦν εἰς ὄνησιν. Ψάλλει δέ που καὶ ὁ μακάριος ∆αβὶδ, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μού ἐστι. Καὶ πάλιν· Ὅτι σὺ ἐκτήσω νεφρούς μου, Κύριε. Ὅτι δὲ καὶ ἀρετῆς ἀνάμεστος τῆς θεοπρετοῦς ὁ Ἑμμανουὴλ, παραδείξειεν ἂν ὡς ἐν τύπῳ πάλιν ἡ πιμελή. Ὥσπερ γὰρ ἐν τοῖς ἄριστα τεθραμμένοις τῶν ζώων ἡ πιμελὴ γίνεται· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰς νοῦν ἀρετὴ τροφὴν ἔχοντα τὴν ἐξ οὐρανοῦ. Ἅγιος δὴ οὖν καὶ ἀμώμητος ὁ Χριστὸς, καὶ ἀρετῆς ἔμπλεως, ἱερὸς καὶ εὐώδης, ὁλοκαύτωμα νοητὸν, καὶ ὡς ἐν εἴδει παντὶ προσενηνεγμένον, μόσχῳ τε, φημὶ, καὶ κριῷ, καὶ αἰγί. Σωτήριος γὰρ γέγονεν ὑπὲρ ἡμῶν θυσία τε, καὶ δέδωκεν ἑαυτὸν ὑπὲρ πάντων εἷς, ὁ πάντων ἀντάξιος. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅτι τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγονότες, ἅγιοι καὶ ἱεροὶ πάντη καὶ πάντως ἐσόμεθα. Ταμίαι γεγόνασι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων οἱ θεσπέσιοι μαθηταὶ, καὶ οὐχ ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, οὔτε μὴν αὐτόκλητοι παρὰ τοῦτο ἰόντες· προκεχειρισμένοι δὲ μᾶλλον εἰς ἀποστολὴν, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ἱερουργεῖν ἐπιτεταγμένοι τὸ σωτήριον κήρυγμα, τουτέστι, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Λαμπροὺς γὰρ ἐτίθει τοὺς μυσταγωγοὺς, οὕτω λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Εἴκοντες δὴ οὖν, καὶ μάλα προθύμως, τοῖς ∆εσποτικοῖς θεσπίσμασι, φωταγωγοῦσι τὴν οἰκουμένην· παιδευτὴν μὲν λαχόντες αὐτοὶ τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, κοινωνοὺς δὲ τῆς χάριτος ἀποτελοῦντες ἑτέρους. ∆ιεμέμνηντο γὰρ, κατὰ τὸ εἰκὸς, εἰς τοῦτο γνώμης αὐτοὺς ἀποφέροντος τοῦ Χριστοῦ, λέγοντος σαφῶς· ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Γράφει τοίνυν ὁ θεσπέσιος Παῦλος, καὶ τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας διατρανοῖ μυστήριον, ὡδί που λέγων· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Γέγονε γὰρ ὑπὲρ ἡμῶν ἁμαρτία Χριστὸς, καθὼς γέγραπται, καὶ οὐ δήπου πάντως ἁμαρτίας ἔνοχος. Οὐ γὰρ ὧδε ληρεῖν εἰθίσμεθα, ἐπεὶ μὴ εἶδεν ὅλως τὸ πλημμελεῖν, Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς τοῦ Πατρὸς, ἐπειδὴ δὲ γέγονε θῦμα ὑπὲρ ἁμαρτίας. Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ταύτῃτοί φαμεν γενέσθαι καὶ ἁμαρτίαν. Τέθυται γὰρ, ὡς ἔφην, ἴνα τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ' οὐρανόν. Ἠγοράσμεθα γὰρ τιμῆς, κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν γεγονότος ἁμαρτία, ἵνα τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξῃ πλημμελημάτων, καὶ ἁγίους ἀποφήνῃ διὰ μετοχῆς τῆς ἁγίας αὐτοῦ σαρκὸς, δῆλον δὲ ὅτι καὶ αἵματος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν προανεφώνει νόμος· γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ἁμαρτίας. Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ τῆς ἁμαρτίας ἔναντι Κυρίου. Ἅγια ἁγίων ἐστίν. Ἱερεὺς ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτὴν, ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται. Ἐν ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃ ἂν ῥαντισθῇ ἐπ' αὐτὸ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ. Καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ πλύσει ὕδατι. Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά. Ἅγια ἁγίων ἐστὶ τῷ Κυρίῳ. Σύνες δὴ οὖν ὅσπερ καταθύεσθαι κελεύει τὴν ἁμαρτίαν, τουτέστι, τὸ ὑπὲρ ἁμαρτίας. Χίμαρος δὲ ἄρα τοῦτο ἦν εἰς τύπον Χριστοῦ, τοῦ δι' ἡμᾶς, ὡς ἔφην, γεγονότος ἁμαρτία. Λελόγισται γὰρ ἐν ἀνόμοις, καὶ συνεσταυρώθη λῃσταῖς, κεχρημάτικέ τε καὶ ἀρά. Γέγραπται γὰρ, ὅτι Κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἀλλὰ καὶ καθῆκεν ἑαυτὸν ἐν τούτοις δι' ἡμᾶς οἰκονομικῶς· ἀλλ' ἦν τε καὶ ἔστιν ἅγιος, οὐ κατὰ μέθεξιν τὴν ὡς παρ' ἑτέρου καθάπερ ἡμεῖς, φυσικῶς δὲ μᾶλλον αὐτὸς ὡς Θεός. ∆ι' αὐτοῦ γὰρ πιστεύομεν τὴν κτίσιν ἁγιάζεσθαι, κἂν ἀγγέλους ὀνομάσῃς, κἂν τὸ ἔτι προὖχον ἐν δόξῃ, κἂν τὸ ὑπερκείμενόν τε καὶ ἀνωτέρω, Θρόνους τέ φημι καὶ Ἀρχὰς, κἂν αὐτά μοι λέγῃς τὰ Σεραφίμ· ἀλλ' οὐκ ἂν ἑτέρως ἁγιάζοιτο ταυτὶ, πλὴν ὅτι παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Οὐκοῦν κἂν γέγονεν ἁμαρτία, μεμένηκεν ὅπερ ἦν, τουτέστιν, ἅγιος κατὰ φύσιν ὡς Θεὸς, καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα, κατὰ τὴν Ἰωάννου φωνήν. Ὅτι δὲ καὶ ὁ τῆς σαρκὸς αὐτοῦ θάνατος ἐπ' ἀναιρέσει τῆς σαρκὸς γεγονὼς, ἅγιός τε καὶ ἀβέβηλος ἦν, καὶ ὡς ἐν τάξει θυμιαμάτων εὐπαράδεκτος τῷ Θεῷ καὶ Πατρὶ, διαμεμήνυκεν ἐναργῶς ὁ νόμος, εἰπών· Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας ἔναντι Κυρίου. Ὁλοκαύτωσις ὁ Χριστὸς, τουτέστιν ὅλος ἐξ ὅλου, καὶ οὐ μερικῶς, εἰς ὀσμὴν εὐωδίας ἀνακείμενος τῷ Θεῷ καὶ Πατρί. Ταύτῃτοι καὶ ἀληθῶς Ἅγιος ἁγίων ἐστίν. Ἡγιάσμεθα γὰρ ἐν αὐτῷ, καὶ αὐτὸς ἡμῶν ἡ πᾶσα δικαίωσις, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ἄνω πνευμάτων ἁγιασμὸς, καθάπερ ἔφην ἀρτίως. Πλὴν, Ὁ ἰερεὺς, φησὶν, ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν. Ἄθρει δὴ νῦν πάλιν ὅτι πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων, ἱεροῖς καὶ θείοις ἡ Ἐκκλησία διοικεῖται θεσμοῖς. Τοῦ γὰρ προσάγοντος τὴν θυσίαν, τὰ ἐξ αὐτῆς γίνεται. Οἶδε ὅ φημι, πᾶς ὁστισοῦν τοῖς τῆς Ἐκκλησίας ἐντεθραμμένος νόμοις. Ὅτι δὲ τόπος ταῖς θείαις ἱερουργίαις ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία τοῦ Θεοῦ, καὶ ἐν αὐτῇ ἀναγκαίως τὸ Χριστοῦ τελεῖται μυστήριον, ἐνδείξειεν ἂν οὐκ ἀσυμφανῶς, προσεπενεγκὼν οἷς ἔφην· Ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Ἀλλ' ἦν κατ' ἐκεῖνο καιροῦ μία μὲν κατὰ τὴν ἔρημον σκηνὴ, καὶ εἷς μετ' ἐκείνην ὁ ναὸς, ὃν ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομὼν ἐδείματο. Καὶ θάνατος ἦν τοῖς ἔξω θύουσι τῆς σκηνῆς. Ἔφη γὰρ οὕτω τὸ Γράμμα τὸ ἱερόν. Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, αἷμα λογισθήσεται τῷ ἀνθρώπῳ, ὃς ἐκεῖνο αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη [ἐκ] τοῦ λαοῦ. Οὐκοῦν ἀνόμημα καὶ βεβήλωσις, καὶ ὑπὸ δίκην αἵματος τὸ τοῖς ἀνοσίοις αἱρετικοῖς συναυλίζεσθαι φιλεῖν, καὶ τῆς πρὸς ἐκείνους ἀντέχεσθαι κοινωνίας. Ἔξω γὰρ θύουσι τῆς ἁγίας σκηνῆς, τὸ περὶ τῆς ἁμαρτίας, οὐκ ἐν τόποις ἁγίοις τὴν ἱερὰν τελοῦσι θυσίαν. Μία γὰρ ἡ Ἐκκλησία, καθὰ καὶ ὁ πάλαι ναὸς, μία δὲ καὶ ἡ σκηνὴ, τῆς Ἐκκλησίας τὸ κάλλος ὡς ἐν τύποις ἔτι προαναφαίνουσα. Θύσομεν τοίνυν ἡμεῖς τὸ τῆς ἁμαρτίας, ὡς ἐν αὐλῇ ἁγίᾳ, καὶ φαγόμεθα τῶν ἁγίων κρεῶν, τουτέστι, τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγονότες ἁγιασθησόμεθα. Καὶ μαρτυρήσει λέγων ὁ νόμος· Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται. Ἀλλ' ἔστιν ἰσοσθενὴς εἰς μυστικὴν εὐλογίαν καὶ ὁ ῥαντισμὸς τοῦ αἵματος τῆς θυσίας. Ἔφη γὰρ πάλιν· Καὶ ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς, ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθῇ ἐπ' αὐτῷ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ. Καὶ τί τὸ παράδοξον, εἰ τὸ λογικὸν ἁγιάζει ζῶον, φημὶ δὴ τὸν ἄνθρωπον, ὅτε καὶ αὐτὰ τὰ πρὸς ὑπουργίαν τὴν ἱερὰν παρειλημμένα τῶν σκευῶν, ἡγιάζετο κατὰ τὸν αὐτοῖς που πάντως πρέποντα τρόπον; Ταύτῃτοι καὶ εἰς κοινὴν οὐ παραλαμβάνεται χρείαν. ∆ιὰ τοῦτο τὰ μὲν ἐκπλύνεται τῶν σκευῶν, τὰ δὲ συνθραύεται. Τὰ γὰρ τοῖς θείοις λελειτουργηκότα, πῶς ἂν καλοῖτο πρὸς τὰ ἀνθρώπινα; Ὅτι δέ ἐστι τῶν τῆς θυσίας κρεῶν ἁγιοπρεπὴς ἡ μέθεξις, καὶ οὐκ ἂν ἑτέροις ἁρμόσειεν, πλὴν ὅτι δὴ μόνοις τοῖς τῆς ἁμαρτίας καταθλεῖν εἰωθόσι καὶ ἀνδριζομένοις εἰς ἀρετὴν, ὑπεσήμαινε λέγων· Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά. Ἅγια ἁγίων ἐστὶ Κυρίῳ. Ἄρ' οὖν, εἰπέ μοι, τὸ θῆλυ γένος ἀποσοβεῖν ὁ νόμος τῆς εὐλογίας προστέ ταχεν; οὐ τοῦτό φαμεν· ἁγιάζεται γὰρ σὺν ἡμῖν. Ἀλλ' ἐν τύποις μὲν ἐκεῖνα καὶ σκιαῖς. ∆ιὰ δέ γε τοῦ ἀρσενικοῦ καὶ ἱεροῦ γένους, ὑπεσήμαινεν εὐφυῶς τοὺς ἐν Χριστῷ νοητῶς ἀνδρείους τε καὶ ἱερούς. Κεκλήμεθα τοίνυν εἰς μέθεξιν τῆς εὐοσμωτάτης θυσίας, ὡς ἱερὸν καὶ ἀπόδεκτον γένος, ὡς ἔθνος ἅγιον, ὡς βασίλειον ἱεράτευμα, νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὐκ ἄρσεν καὶ θῆλυ, ἀλλ' ἑνὸς πάντες ἐσμὲν, ὡς τοῦ ἑνὸς μὲν ἄρτου μετέχοντες, κατὰ τὸ γεγραμμένον. Καὶ φέρε δὴ λοιπὸν ἀκλείστοις στόμασι καὶ ἀκαταλήκτοις φωναῖς τὸν τῶν ὅλων Βασιλέα καὶ Λυτρωτὴν δοξολογίαις καταγεραίρωμεν, φημὶ δὲ Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ καθαρισμοῦ τῆς λέπρας. Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κατεκράτησεν τῶν ἐπὶ τῆς γῆς, διά τοι τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καὶ ἀχαλίνως ἑλέσθαι παθεῖν τὴν εἰς τὰ χείρονα ῥοπὴν, ποιήσας δὲ παρ' οὐδὲν τῆς ἐπιεικείας τὴν δόξαν. Ὁ δὲ Θεὸς πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὰ γέγραπται, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισε τοῖς ἐπουρανίοις. Πεπλουτήκαμεν γὰρ ἐν Χριστῷ τὴν ἄνωθεν ἡμερότητα, καὶ τὴν ἀκλεᾶ καὶ παμμόχθηρον ἁμαρτίαν ἀπενιψάμεθα, κεκλημένοι διὰ τῆς πίστεως εἰς ἁγιασμόν. Καὶ πρός γε δὴ τούτοις καὶ τῆς εἰς αἰῶνας ζωῆς γεγονότες μέτοχοι, δεκτοί τε ἐσόμεθα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ καὶ Πατρί. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος γράφων, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Ὅτι γὰρ, εἰ καὶ τετυράννηκεν ἡμῶν ἡ ἁμαρτία κατὰ καιροὺς, ἀλλ' ἀπεκρουσάμεθα τὴν κηλίδα, διεσμήγμεθα τὸν ῥύπον κατελήξαμεν ἐν Χριστῷ τῶν ἀρχαίων ἀῤῥωστημάτων, ἱερὸς ἡμᾶς ἀναπείσει λόγος. Γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα, καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καὶ καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τῶν ὀρνιθίων τὸ ἓν, εἰς ἀγγεῖον ὀστράκινον, ἐφ' ὕδατι ζῶντι. Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ ἀλαστὸν κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ, καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ' ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται. Καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον, καὶ πλυνεῖ ὁ κα θαρισθεὶς τὰ ἱμάτια αὐτοῦ. Καὶ ξυρηθήσεται ἀπ' αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρισθήσεται. Καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν πώγωνα, καὶ τὰς ὀφρῦς, καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ἑαυτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐμφανὴς ἂν εἴη λόγος, κἂν εἰ μή τις ἕλοιτο διατρανοῦν, ἔχει δὲ οὐδὲν τὸ τελοῦν εἰς ὄνησιν, εἰ μὴ νοοῖτο πνευματικῶς. Οὐκοῦν φέρε λέγωμεν μεταπλάττοντες εὐφυῶς τὸ τοῦ γράμματος ἀδρανὲς εἰς τὸ τοῦ Χριστοῦ μυστήριον. Ὀλίγα δὲ ἄττα τῶν ἀναγκαίων εἰς διασάφησιν χρησίμως ἡμῖν προειρήσεται. Λέπρα γὰρ ἀβούλητον τὸ πάθος τοῖς τινων ἐπισυμβαίνει σώμασιν. Ἔστι δὲ ὄτι μάλιστα βόρον, καὶ κατευρήσεταί πως ἀεὶ πρὸς τὸ ἐντὸς μᾶλλον ἢ πρὶν τῶν ἐν οἷς ἂν γένοιτο καταδράττεσθαι μέρος. ∆υσδιάφυκτον δὲ κομιδῇ τὸ ἀῤῥώστημα, καὶ ἰατρῶν μὲν ἐπιστήμης, ἤγουν τῆς ὑπό του τῶν ταῦτα σοφῶν ἐπικουρίας οὐκ ἀνεχόμενον, ἀποχωροῦν δὲ δὴ μόλις ὥσπερ ἀντεγειρομένης αὐτῷ τῆς φύσεως, καὶ τὸ βλάβος ἀποκρουομένης ἐπαμύνοντος τοῦ Θεοῦ. Πλὴν ὁ νόμος ὡς ἀκάθαρτον τὸν λεπρὸν ἀποπέμπεσθαι δεῖν ἔφη τῆς παρεμβολῆς. Εἴρηται γάρ που πρὸς τὸν ἱεροφάντην Μωσέα παρὰ τοῦ Θεοῦ προστάξαντος τοῖς υἱοῖς Ἰσραήλ· Καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον τῇ ψυχῇ. Καὶ οὐ δή πού φαμεν ὅτι ταῖς τῶν σωμάτων ἀῤῥωστίαις ὁ νόμος ἐπιτιμᾷ. Κομιδῇ γὰρ εὔηθες τοὺς ἀβουλήτως ἠῤῥωστηκότας, καίτοι μᾶλλον ἐλεεῖσθαι δέον, προστεθεῖσθαι δὲ δίκας. Ἀλλ' ἦν ἐν τύποις τὰ διὰ τοῦ πανσόφου Μωσέως ὠδίνοντα τὴν ἀλήθειαν. Λέπρα μὲν γὰρ νεκροῖ τὴν σάρκα, ἁμαρτία δὲ αὖ ψυχαῖς συμβαίνουσα, καὶ εἰς νοῦν εἴπερ ἴοι τὸν ἀνθρώπινον διὰ νεκρῶν ἔργων· τοῦτον ἀχρεῖόν τε εὐθὺς καὶ ἀπεψυγμένον ἀποτελεῖ. Ἔργα δὲ εἶναί φαμεν τὰ νεκρὰ τῆς σαρκὸς δηλονότι τὰ μυσαρὰ καὶ βέβηλα πάθη, καὶ τὸ φρονεῖν ἑλέσθαι τὰ ἐπὶ τῆς γῆς. Ταύτῃτοι καὶ ἐν ἀρχαῖς ἐλέγομεν, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν, ὁ Θεὸς καὶ Πατὴρ συνεζωοποίησε τῷ Χριστῷ. Οὐκοῦν διὰ πράγματος ἐμφανοῦς, εἰς ἐννοίας ἡμᾶς ὁ λόγος ἀποτορνεύει λεπτάς. Ἐκπέμπει γὰρ τῆς παρεμβολῆς τοὺς λελεπρωμένους· αἰνιγματωδῶς ὑποφαίνων ὅτι τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους, μονονουχὶ δὲ καὶ ποικίλοις πάθεσι κατεστιγμένον ἔχοντας νοῦν, καὶ πολὺ νοσοῦντας ὡς ἔν γε δὴ σφίσιν αὐτοῖς τὸ ἀκαλλὲς, ἀποχωρεῖν ἀνάγκη τῆς τῶν ἁγίων πληθύος, καὶ ἔξω που φέρεσθαι τῶν ἱερῶν καταλόγων. Συναγελασθήσεται γὰρ οὐδαμῶς τοῖς δικαίοις ὁ πονηρὸς, τοῖς βεβήλοις ὁ ῥυπῶν, οὔτε μὴν συνέσται τοῖς ἡγιασμένοις ὁ δυσαπόνιπτον ἔχων τῆς ἁμαρτίας τὸν μολυσμόν. Τίς γὰρ κοινωνία, φησὶ, φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ὅτι δὲ τοῖς ὀρθῶς ἐθέλουσι βιοῦν, ἀναγκαῖον εἰς ὄνησιν τὸ ἀποφοιτᾷν ἐπείγεσθαι πονηρῶν· αὐτὴ πάλιν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ ἀναπείσει. Ἔφη γάρ που ὁ Θεὸς τοῖς ἑαυτοῦ γνωρίμοις· Ἐξέλθετε, ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη τοῦ Κυρίου. Σκεύη δὲ Κυρίου νοηθεῖεν ἂν, αἱ πολυειδεῖς ἀρεταί. Ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος· Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ. Οὐκοῦν ὡς ἐν τύπῳ τῶν λεπρῶν, τὸν ἠῤῥωστηκότα τὴν ἁμαρτίαν καὶ μεμολυσμένον πληθύος τῆς τῶν ἁγίων ἀποσοβεῖ Θεός. Ἀλλ' ἦν δή πού τινα καὶ σφόδρα εἰκὸς τῶν ἠῤῥωστηκότων ἀποκρούεσθαι, τὸ πάθος. Καταλήγομεν γὰρ ἐξ ἁμαρτιῶν ἔσθ' ὅτε μεθιστάντες τὸν νοῦν ἐπὶ τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα. Τί οὖν ὁ νόμος; Ἆρα τοῖς ἐθέλουσι μετανοεῖν, οὐ καταδεικνύει τὴν ὀδόν; οὐκ ἀνοίγνυσι τῆς σωτηρίας τὴν πύλην; Μὴ τοῦτο ὑπολάβῃς. Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ ∆εσπότης. Ἄκουε λέγοντος ἐναργῶς· Ἐπιστράφητε οἱ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Καὶ μὴν καὶ διὰ φωνῆς Ἰεζεχιήλ· Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ποία τοίνυν ἐστὶ τῆς σωτηρίας ἡ ὁδός; Τίς ὁ ἀπαλλάσσων τοὺς ἡμαρτηκότας τοῦ κολάζεσθαι δεῖν; Τίς ὁ λυτρούμενος καὶ ἀνασώζων εὐκόλως; Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ ἁγιάζων ἡμᾶς τῷ ἰδίῳ αἵματι.

βʹ. Ἄθρει δέ μοι πάλιν ὡς ἐν σκιαῖς ἕτι τοῖς ἐν νόμῳ γεγραμμένοις, τὸ μυστήριον. Προσεκομίζετο γὰρ ὁ λεπρὸς ἔξω γεγονότι τῆς πύλης, τῷ κατὰ νόμον ἱερατεύοντι. ∆ιανενευκότος δὲ ὥσπερ ἐπὶ τοῦ πάθους τὸ ἄμεινον, καὶ ὅτι παύσεται λοιπὸν, καὶ καταλήξει ὑπεμφαίνοντος, ἐπληροῦντο τὰ εἰς καθαρισμὸν, κατά γε τὸ νομοθέτῃ δοκοῦν. Ὀρνιθίων μὲν γὰρ καθαρῶν ἐλαμβάνετο δυάς· ξύλον δὲ κέδρινον καὶ κεκλωσμένον κόκκινον, ὡς ἐν εἴδει σπαρτίου, καὶ μὴν καὶ ὕσσωπον, πόας δὲ εἶδος καὶ τοῦτο. Εἶτα τὸ μὲν ἓν τῶν ὀρνιθίων ἐφ' ὕδατι κατεσφάζετο, θάτερόν γε μὴν, ὁμοῦ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, βαπτισθὲν ἐν τῷ ὕδατι, καὶ μέν τοι τοῦ τεθνεῶτος αἵματι, πεπονθὸς οὐδὲν, ἀνεῖτο λοιπόν. Εἶτα τὸν ἠῤῥωστηκότα τὴν λέπραν, ἑπτάκις τῷ ὕδατι ἐπιῤῥαίνων ὁ ἱερεὺς, τῶν ἐκ νόμου κατηγορημάτων ἐλεύθερον ἀπετέλει. Προσεξυρᾶτο δὲ τὴν τρίχα, καὶ εἰσέθει λοιπὸν ἀνεγκλήτως εἰς τὴν παρεμβολὴν, καὶ εἰς τὸν ἴδιον οἶκον, ἡμέρας ἔξω μεμηνὼς ἑπτά. Οἱ γὰρ πάλαι τὴν τῆς ἁμαρτίας περιφέροντες νέκρωσιν, καὶ πολυειδεῖ παθῶν ἀγριότητι κατεσπιλωμένοι, καὶ λέπραν ὥσπερ ἠῤῥωστηκότες τὴν νοητήν· πεπλανήμεθα γὰρ τῇ κτίσει λατρεύσαντες, προσκεκομίσμεθα τῷ Θεῷ ἱερεῖ τῷ μεγάλῳ καὶ ὁσίῳ καὶ ἀκάκῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Προσκεκομίσμεθα δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις προσλαλῶν· Μὴ γογγύζεσθε κατ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Προσκομίζει γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἠῤῥωστηκότας ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ. Παραγέγονε γὰρ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἐὰν λοιπὸν τὸ ἄναλκί τε καὶ ἀδρανὲς εἴς γε τὸ χρῆναι πληροῦν τὰ Θεῷ θυμήρη παραιτούμενοι, φιλεργεστάτην ἔχωμεν τὴν καρδίαν, καὶ τῶν τῆς ἐπιεικείας ἔργων ἀπρὶξ ἡμμένοι, τὴν εὐκλεᾶ καὶ ἀξιοθαύμαστον ἐπιτηδεύσωμεν πολιτείαν, τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην ἐπιγινώσκοντες, οὕτω λέγωμεν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἐπιτήρει δὲ ὅπως ἔξω γεγονότι τῆς πύλης τῷ ἱερεῖ, καὶ ἀποτάτω τῆς παρεμβολῆς, ὁ τὴν λέπραν πεπονθὼς εἰσκομίζεται. Ἐξεῤῥιμμένοις γὰρ ὥσπερ ἡμῖν, καὶ πόλεως τῆς ἁγίας καὶ ἱερᾶς ἔξω που μεμενηκόσι, φημὶ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τὴν καθ' ἡμᾶς ἔχων ὁμοίωσιν ἐπεφοίτησεν ὁ Χριστός. Ἐπισκεψάμενος δὲ, ἀπέφηνε καθαροὺς διὰ τοῦ ἁγίου βαπτίσματός τε καὶ τοῦ σώματος αὐτοῦ. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, καὶ σωτήριον ἡμῖν ἀνεδείχθη φάρμακον, τὸ καὶ αὐτὸν ὑπὲρ ἡμῶν ἀνασχέσθαι παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Τουτὶ γὰρ ἡμῖν ἐν τοῖς ἱεροῖς ἐσκιαγραφεῖτο Γράμμασιν. ∆ύο γὰρ ὀρνίθια καθαρὰ λαμβάνεται. Τύπος δὲ ἦν ἄρα καὶ τοῦτο Χριστοῦ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἀεροπετὲς γὰρ τὸ ὀρνίθιον. Καταβέβηκε δὲ πρὸς ἡμᾶς ἄνωθέν τε καὶ ἐξ οὐρανῶν ὁ Ἐμμανουήλ. Οὕτω γάρ πού φησιν· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ Θεοῦ. Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. Καθαρὰ δὲ τὰ ὀρνίθια. Καὶ γάρ ἐστιν ἀληθῶς καθαρὸς καὶ ἀβέβηλος ὁ Κύριος, οὐκ εἰδὼς ἁμαρτίαν. Καὶ οὔτι πού φαμεν, ὡς δύο νοοῦμεν Χριστοὺς, κἂν εἰ δύο λέγοιντο ὀρνίθια. Σοφὴν δὲ καὶ ἀναγκαίαν ὁ λόγος ἡμῖν εἰσκομίζει τὴν θεωρίαν. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, τὴν τῆς ἁγίας Παρθένου πεφόρηκε σάρκα, καὶ συντίθεται μὲν ὥσπερ ἐκ δυοῖν, φύσεως λέγω τῆς ἀνωτάτω καὶ ἀνθρωπότητος ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν. Πλὴν εἷς Κύριος Ἰησοῦς Χριστός. Θεωρεῖ δ' οὖν ὁ λόγος τὴν ἐκ δυοῖν εἰς ἕν τι συνδρομήν. ∆ύο οὖν ταύτῃτοι τὰ ὀρνίθια σημαίνων πολυτρόπως δὴ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, δεῖν ἔφη παραλαμβάνεσθαι καὶ κέδρινον ξύλον· τύπος δ' ἂν εἴη καὶ τόδε τῆς ἁγίας αὐτοῦ σαρκὸς, οὐκ ἀνεχομένης παθεῖν τὴν καταφθοράν. Ἄσηπτον γὰρ τὸ ξύλον. Ὕσσωπός γε μὴν εἶεν ἂν εἰς τύπον τοῦ ἁγίου Πνεύματος ζέων τὴν ἐνέργειαν, δι' ἧς τῷ πνεύματι ζέοντες ἀποτελούμεθα τὴν ἐν σπλάγχνοις ἀκαθαρσίαν οἱονεί πως ἐκτετηγμένοι. Πόα γὰρ ἡ ὕσσωπος θερμή τε τῇ φύσει, καὶ διασμήχειν οἵα τε τὴν ἐν σπλάγχνοις συνηνεγμένην φλεγματώδη καὶ ψυχρὰν ἀκαθαρσίαν. Ἀπαλλάττει δὲ ἡμᾶς, ὡς ἔφην, τῇ τοῦ πνεύματος ἐνεργείᾳ Χριστὸς, τῶν εἰς νοῦν ἔσω κεκρυμμένων παθῶν. Εὖ δὲ δὴ λίαν ἐφ' ὕδατι ζῶντι καὶ τὸ τῆς πόας εἶδος παραλαμβάνεται. Βεβαπτίσμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, κατὰ τὸ γεγραμμένον. Θερμὴ δὲ, ὡς ἔφην, ἡ πόα, καὶ τῆς τοῦ πνεύματος ἐνεργείας παραδεκτική. Τὸ δὲ κεκλωσμένον κόκκινον, αὐτὸ δὴ πάλιν ἐφ' ἑαυτῷ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὑπεμφαίνει τρόπον. Πέπλεκται γὰρ ὥσπερ σαρκὶ καὶ αἵματι Θεὸς ὣν ὁ Λόγος. Ἐξεικονιεῖ δὲ ὁ κόκκος, αἷμά τε καὶ σάρκα. Τοιουτόχρωος γὰρ ὁρᾶται καὶ ἔσται. Σφάζεται τοίνυν τὸ ὀρνίθιον ἐφ' ὕδατι ζῶντι ἐν ᾧ τὸ περιλειφθὲν, ὁμοῦ τοῖς ἄλλοις βαπτίζεται, καὶ λοιπὸν ἀνεῖται πεπονθὸς οὐδὲν, καθάπερ ἤδη προεῖπον. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· ἀλλ' ἦν ὁ αὐτὸς καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον. Ἐθανατώθη μὲν γὰρ σαρκὶ, κατὰ τὸ γεγραμμένον, ἐζωοποιήθη δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ ἀπειθήσασί ποτε πνεύμασιν πορευθεὶς ἐκήρυξεν. Ἧ μὲν γὰρ νοεῖται καὶ γέγονεν ἄνθρωπος, ὑπέστη τὸν θάνατον· ᾗ δέ ἐστιν ἀληθῶς ζωή τε καὶ ἐκ ζωῆς, θανάτου κρείττων ἐφαίνετο. Οὐκοῦν εἰς τὸν τοῦ τεθνεῶτος θάνατον, τὸ ὀρνίθιον τὸ ζῶν ἐβαπτίζετο. Τοῦ νόμου κατασημαίνοντος αἰνιγματωδῶς, ὅτι καί τοι κατὰ φύσιν ζωὴ καὶ ἐκ ζωῆς ὑπάρχων ὁ Λόγος, τῆς ἰδίας σαρκὸς οἰκειοῦται τὸν θάνατον. Οὐ γὰρ ἦν ἀλλοτρία αὐτοῦ ἡ ἀναληφθεῖσα σὰρξ, ἀλλ' ἰδία αὐτοῦ. Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς ἑπτάκις τῷ ὕδατι τῶν ἐκ τοῦ λεπροῦσθαι λοιπὸν αἰτιαμάτων ἀπηλλάττετο. Καθαροὺς δὲ, ὡς ἔφην, καὶ ἡμᾶς ἀποφαίνει Χριστὸς, διὰ τοῦ ἁγίου βαπτίσματος ἡμᾶς ἁγιάζων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπτάκις. Οὕτω τε συνεὶς ὁ μακάριος ἔφη Παῦλος· Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οὐκοῦν τὸ ἀμφιλαφὲς τῆς χάριτος καὶ τὸ οἱονεί πως τελείως ἔχον εἰς ἀποκάθαρσιν, διὰ τοῦ ἑπτάκις σημαίνεται. Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς, ἐξύρετο τὴν τρίχα. Κεκαθαρμένοι γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος, οἱονεὶ καὶ τὰ σαρκὸς βλαστήματα, τουτέστι, τὰς ἐν ἡμῖν καὶ ἐμφύτους ἡδονὰς ὡς ἐν εἴδει τριχῶν νοουμένας ὁμοῦ τοῖς ἑτέροις πταίσμασιν ἀποτιθέμεθα, καὶ τοῦτο ἡμῖν ἐνεργοῦντος Χριστοῦ. Λόγος γάρ ἐστιν αὐτὸς ζῶν τε καὶ ἐναργὴς καὶ τομώτατος ἀποκείρων ἁμαρτίας, καὶ τῆς ἐκ παθῶν ἀκαθαρσίας ἀπαλλάττων τὸν νοῦν. Ἐξυρημένος δὴ οὖν ὁ λεπρὸς, εἰσέλθει λοιπὸν εἰς τὴν παρεμβολήν· οὔπω γε μὴν καὶ εἰς τὸν ἴδιον οἶκον. Κεκαθαρμένοι γὰρ, ὡς ἔφην, συναπτόμεθα τοῖς ἁγίοις, συνδιαιτώμεθα λοιπὸν τῷ ὁσίῳ καὶ ἱερῷ γένει· εἴσιμέν τε οὕτω καὶ ἐν οἴκῳ Θεοῦ, πλὴν οὔπω εἰς τὰς ἄνω μονάς. Τετήρηται γὰρ εἰς αἰῶνα τὸν μέλλοντα τοῖς ἁγίοις τὸ δῶρον. Ταύτῃτοι καὶ εἰσελάσει εἰς τὴν παρεμβολὴν ὁ κεκαθαρμένος, ἑπτὰ διατρίψας ἡμέρας, καὶ εἰς τὸν ἴδιον οἶκον εἰσέλθει λοιπόν. Μετὰ γάρ τοι τὸν αἰῶνα τὸν ἐνεστηκότα τὴν διὰ Χριστοῦ κάθαρσιν ἔχοντες, καὶ ἐν ταῖς ἄνω μοναῖς καταλύσομεν· ἕκαστός τε τῶν ἡγιασμένων, καθάπερ εἰς ἴδιον οἶκον τὸν ἐκνεμηθησόμενον αὐτῷ καταλύσει κλῆρον. Οὐ καταλύσει γὰρ παραυτίκα τοῖς πεπιστευκόσι τὰ γέρα· ἀλλ' ἐπ' ἐλπίσι μὲν ἀγαθαῖς ἡ κλῆσις, καὶ ὁ τοῦ πνεύματος ἀῤῥαβών. Ἀναλάμψει δὲ ἡ χάρις κατὰ καιρὸν, καὶ τῆς ἐλπίδος τὸ πέρας ἐν Χριστῷ, δι' οὖ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ὄτι συνέβη πεσεῖν αὐτὴν ἐξ ἀπειθείας.

αʹ. Τῆς Ἰουδαίων Συναγωγῆς τὸ κατεσκληκὸς ἄγαν, καὶ μέν τοι τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου, φανερὸν ἐτίθει καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ, οὕτω λέγων, ὅτι Πᾶς ὁ οἶκος Ἰσραὴλ, φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ, ὡς τὸ σώζεσθαι παραιτουμένην, καὶ τὴν ἐνοῦσαν αὐτῇ σκαιότητα κατῃτιᾶτο, λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας· καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος. Ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἀνασώζειν αὐτὴν διὰ μυρίων ὅσων ἤθελε τρόπων. Οἱ δὲ πολλοὶ λίαν ἀπονενευκότες εἰς τὸ ἐξήνιον, καὶ φειδοῦς τῆς ἄνωθεν ἀλογήσαντες, δειναῖς καὶ ἀκατασκέπτοις ἀπεφέροντο τροπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Καὶ τοῦτο νομοθετήσας διὰ Μωσέως τὰ δι' ὧν ἦν δύνασθαι παιδαγωγεῖσθαι καλῶς πρὸς εἴδησιν ἀρετῆς, καὶ τῆς ἀληθείας τὴν γνῶσιν ἀποκερδαίνειν εὖ μάλα, καὶ τὰς τῶν ἁγίων προφητῶν ἀναδείξεις κατὰ καιροὺς ἐποιεῖτο χρησίμως, ἵνα ἔχοιεν καὶ ἑτέρους τῶν καλλίστων εἰσηγητὰς, καταῤῥυθμίζειν εἰδότας εἰς εὐκλεᾶ πολιτείαν εἰς ἐννομωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Ἀλλὰ δέον ἀνάπτειν τὰ χαριστήρια τῷ τῶν ὅλων Θεῷ, καὶ προσίεσθαι μὲν ἀσμένως τοὺς παιδαγωγοὺς, τιμῆς δὲ πάσης αὐτοὺς ἀξιοῦν, μεταπλάττεσθαι δὲ ὥσπερ καὶ μάλα προθύμως πρὸς τὰ ἀμείνω, καὶ φωνῇ ἑλέσθαι τῇ πρεπωδεστέρᾳ· σκληροί τε καὶ ἄτεγκτοι καὶ τὰ ἕτι χείρω νοσοῦντες ἡλίσκοντο. Τοιγάρτοι καὶ διολώλασιν, καὶ ἐπ' αὐτοῖς ὁ προφήτης Ἱερεμίας ὧδέ φησιν· Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ἀναστήσας αὐτόν. Ἄθρει δέ μοι τὸ χρῆμα πάλιν, καὶ διὰ τῶν Μωσέως γραμμάτων αἰνιγματωδῶς φωνούμενον. Ἔχει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κλήρῳ, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν. Καὶ ἥξει τινὸς αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· Ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ. Καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθεῖν τὸν ἱερέα ἰδεῖν τὴν ἁφὴν, καὶ οὐ μὴ ἀκάθαρτα γενέσθαι πάντα ὅσα ἐὰν ᾖ ἐν τῇ οἰκίᾳ. Καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν. Καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας ἢ πυριζούσας, καὶ ὄψις αὐτοῦ ταπεινοτέρα τῶν τοίχων. Καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας. Καὶ πάλιν ἥξει ὁ ἱερεὺς τῇ ἡμέρα τῇ ἑβδόμῃ, καὶ ὄψεται τὴν οἰκίαν· καὶ ἰδοὺ διεχύθη ἡ ἀφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἀφή· καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον. Καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ, καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. Καὶ λήψονται λίθους ἑτέρους ἀπεξυσμένους, καὶ θήσουσιν ἀντὶ τῶν λίθων, καὶ χοῦν ἕτερον λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν. Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἡ ἁφὴ, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον. Εἶτα τὸν ἐν αὐτῇ κοιμώμενον καὶ ἐσθίοντα καὶ ὅλως εἰσβαίνοντα προειρηκὼς ἀκάθαρτον, εἰσάγει πάλιν ἐπισκοποῦντα τὸν ἱερέα. Λέγει γάρ· Ἐὰν δὲ παραγενόμενος ὁ ἱερεὺς εἰσέλθῃ καὶ ἴδῃ, καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή. Καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια καθαρὰ ζῶντα, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον. Καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐν ὕδατι ζῶντι. Καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ' ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου ἐσφαγμένου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. Ὅλον ἡμῖν ἐν τούτοις ἀναφαίνεται σαφῶς τὸ περὶ τῆς Ἰουδαίων Συναγωγῆς μυστήριον, καὶ τὰ ἐξ ἀρχῆς μέχρι τέλους ἐπ' αὐτῆς γεγονότα ἤδη, καὶ ἐσόμενα παρὰ Χριστοῦ. Καὶ φέρε δὴ πάλιν ὡς ἔνι λεπτῶς διεξιόντες ἕκαστα, καὶ τὴν ἐν τῷ γράμματι παχύτητα διαπτύσσοντες, τῆς ἐγκεχωσμένης αὐτῷ θεωρίας τὸ κάλλος ἀπογυμνοῦν σπουδάσωμεν.

βʹ. Λέπρα μὲν οὖν ἡ εἰς σῶμα γινομένη τὸ ἀνθρώπινον, πάθος ἐστὶν, ἰατρῶν μὲν τέχναις ἀποκρούεσθαι μὴ δυνάμενον, μόνῃ δὲ ὑπείκει μετὰ τῶν ἄλλων τῇ μεγάλῃ καὶ πανσθενεῖ δεξιᾷ, καὶ τῇ παντουργῷ δυνάμει τοῦ Θεοῦ νικώμενον. Ἐν δὲ τοῖς ἅπαξ παθοῦσι, φαίνεται καθ' ἑτέραν ὄψιν ἤπερ ἦν ἐν ἀρχαῖς ἡ σάρξ. Ἑτεροχροιὰ γάρ τις ἐπισυμβαίνουσα τὴν φύσιν διαψεύδεται, μεθισταμένης εἰς τὸ παρὰ φύσιν, ὅσον εἰς τὴν θέαν τοῦ σώματος τοιαύτην τινὰ προσῆκεν ὑπολαμβάνειν, καὶ τῆς ἐν ἡμῖν προαιρέσεως τὴν μεταβολὴν, καὶ τὴν ἐκ τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω κατάστασιν. Πολλοὶ γὰρ πολλάκις ἐξ ἀγαθῆς τινος γνώμης εἰς τὴν αἰσχίω μεταχωρήσαντες, καὶ τὸ τῇ φύσει πρέπον ἐκβαίνοντες, πολυτρόπῳ φαυλότητι τὴν ἑαυτῶν ψυχὴν καταστίζουσιν, οἱονεὶ σώζοντες ἑκατέρου τὴν ὄψιν ἑαυτοῖς· οὔτε γὰρ πάντως εἰς παντελῆ τοῦ ἀγαθοῦ ζημίαν ἐκπίπτουσιν, οὔτε μὴν εἰς ὁλόκληρον φαυλότητά τε καὶ ἀτραπίαν ἐκτρέ χουσι. Τῆς τοιαύτης τοιγαροῦν ἐν ἡμῖν γενομένης ἔσθ' ὅτε καταστάσεως, καὶ τῶν ὅσα περὶ τὴν ἀνθρωπίνην ἕξιν τε καὶ προαίρεσιν γενέσθαι φιλεῖ, τὸν λελεπρωμένον εἰκόνα ποιεῖ πολλάκις ἡ θεία Γραφή· καὶ ὅτε μὲν τὸν ἑκάστου τρόπον, καθάπερ ἐν πίνακι καταδείκνυσι, πρόσωπον ἑνὸς αὐτοῦ λαμβάνουσα παρατίθησιν εἰς μέσον. Ὅτε δὲ καὶ κατάστασίν τινα τοιαύτην, ἢ ἔθνους, ἢ πόλεως, ἢ χώρας ὑπεμφαίνειν βούλεται, τότε τῆς οἰκίας παρεισάγουσα σχῆμα, διὰ τὸ εἶναι περιεκτικὸν τῶν οἰκούντων ἐν αὐτῇ, πληθυντικὴν ποιεῖται τὴν δήλωσιν. Νοήσεις τοίνυν οἰκίαν λελεπρωμένην ἀκούων, ὅλην εἰσάπαξ τὴν τῶν Ἰουδαίων Συναγωγὴν τοῖς ἰδίοις δηλονότι κατεφθαρμένην πάθεσι, καὶ τῶν μὲν θεόθεν αὐτῇ κεχρησμῳδημένων οὐ σφόδρα φροντίζουσαν, ἀποκλίνουσαν δέ πως εἰς τὸ καὶ δύνασθαι δρᾷν ἅπερ ἦν αὐτοῖς πρὸς ἡδονὴν μᾶλλον, ἢ ἅπερ ἔμελλον ἀποδείξειν ἀγαθήν. Ἀναγγεῖλαι δέ τι τῷ ἱερεῖ λέγων, ὥσπερ ἁφὴ λέπρας ὁρᾶται ἐν τῇ οἰκίᾳ, καὶ οὐδέ πού φαμεν κατηγορήσαντά τινα τῆς οἰκίας τῆς ἑαυτοῦ ἰέναι πρὸς τὸν ἱερέα τὸν νομοθέτην εἰπεῖν, ὥσπερ δὲ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Ἐπειδὴ δὲ λελεπρῶσθαι δεδώκαμεν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, φέρε τίς ὁ ἀναγγέλλων τὸ πάθος ἐστί; τίς δ' αὖ πάλιν ὁ ἱερεὺς, ὡς ἔνι καλῶς θεωρήσωμεν. Περικείσθω δὴ οὖν τὸ τοῦ ἀναγγέλλοντος πρόσωπον, τῶν ἁγίων προφητῶν ὁ χορὸς, οἳ καὶ ἐξήγγειλον τῷ πάντων ἀρχιερεῖ καὶ προστάτῃ τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστῷ, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῆς Ἰουδαίων ἀπονοίας τὰ πάθη, καὶ τὴν τῶν τρόπων ἀνοσιότητα καὶ καταφθορὰν οὐ μίσει καὶ ἀπεχθείᾳ πρὸς ἐκείνους ποθὲν, ἀλλ' αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην νικώμενοι, καὶ συνομολογοῦντες μὲν οὐκ ἀδακρυτὶ τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δ' οὖν ὅμως παρακαλοῦντες αὐτήν. Καί μοι πάλιν εἰς τοῦτο δέχου τρόπον τινὰ τὴν Ἰουδαίων οἰμώζοντα λέπραν, καὶ ἐπ' αὐτῇ λίαν καταδακνώμενον τὸν μακάριον προφήτην Ἱερεμίαν, δι' ὧν οὕτω φησὶν προσευχόμενος· Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε. Ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματος, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Σοὶ ἡμάρτομεν. Ὑπομονὴ Ἰσραὴλ, Κύριε, καὶ σώσεις ἐν καιρῷ κακῶν. Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα; Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ μὴ δυνάμενος σώζειν; Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς, μὴ ἐπιλάθῃ. Καὶ πάλιν· Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Ἐν γὰρ τοῖς τοιούτοις θρηνήμασι τῶν προφητῶν, τὴν περὶ τοῦ λεπρῶσθαι τὸν Ἰσραὴλ παραγγελίαν παραδεξόμεθα. Προστάττει γε μὴν ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν Φοβερωτάτη μὲν γὰρ ἡ ἐπὶ τοῖς πλημμελήμασι τοῖς ἡμετέροις ἐπισκοπὴ τοῦ Θεοῦ γίνεται. Κολάζεσθαι δὲ ἀνάγκη τοὺς ἐνόχους ὅντας, οἷς ἂν ἤδη κακοῖς διὰ τοῦτο φιλ άνθρωπος ὢν, παραγγέλλει καθαρισμοὺς ἀγαπᾷν καὶ τὴν ἐπισκήψασαν νόσον ἀποσκευάζεσθαι, φθάνειν τε οὕτω τὴν ἐκ τῆς ἐπισκέψεως δίκην, ὡς ἐν τῷ Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς. Ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; Πόνων δὲ διαλογισμοί τινες ἂν νοοῖντ' ἂν εἰκότως, ἢ ἐκεῖνοι δὴ πάντως δι' ὦν εἰς πόνους καὶ τὰς ἐπὶ ταῖς πλημμελείαις δίκας εἰσηλθόμεθα. Ὅρα τοίνυν ἐν τούτοις ἐπιτάττοντα τὸν ἱερέα προαποσκευάζεσθαι τὰς αἰτίας, ἐφ' αἷς ἂν νοοῖτ' ἄν τις εἰκότως ὑποπεσεῖσθαι ταῖς τιμωρίαις.

γʹ. Εἶτά φησι· Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καταμαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται τὴν ἁφὴν, καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις. Καὶ πάλιν· Ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας. Μετὰ γὰρ τὴν ἐξ ἀγαθότητος προσδιαστολὴν, καὶ τὸ ἐπὶ ἑπτὰ δεῖν προκαθῆρται, φαινομένη πάλιν ἡ φαυλότης ἐν σχήματι λέπρας εἰς εὔλογον ἀγανάκτησιν κέκληκεν εἰκότως τὸν ἱερέα, τὸ θεῖον ἐν τούτοις φοροῦντα πρόσωπον. ∆ιὸ δὴ πάλιν ἐποπτεύσας τὴν ἁφὴν, τουτέστι, τὰ τοῦ πάθους σημεῖα καὶ σύμβολα, τὴν οἰκίαν ἀφώρισεν εἰς ὅλας ἡμέρας ἑπτά. Λελυπημένος γὰρ καὶ λίαν εἰκότως ἐπὶ ταῖς εἰς τὸν νόμον παροινίαις τῶν ἐξ Ἰσραὴλ, καί τοι φιλάνθρωπος ὢν ὁ Θεὸς, ἐξέπεμψε πάντας εἰς αἰχμαλωσίαν, παραδοὺς εἰς χεῖρα τῶν Βαβυλωνίων ἐφ' ὅλοις ἔτεσι τὸν ἀριθμὸν ἑβδομήκοντα· ἡμέραν δὲ μίαν εἰς δέκα τεθεικώς. Ἑπτά φησιν εἶναι τὰς ἡμέρας τοῦ ἀφορισμοῦ τῆς οἰκίας, τὴν ἡμέραν εἰς ἐνιαυτοὺς δέκα λογιζόμενος, κατὰ τὸ εἰρημένον τῷ προφήτῃ Ἰεζεχιήλ· Ἡμέραν ἐνιαυτὸν τέθεικά σοι. Ἐπισφραγιεῖ καὶ τὸν λόγον, καὶ ὁ περὶ τῆς Συναγωγῆς εὐχόμενος ἄγγελος ἐν τῷ Ζαχαρίᾳ, λέγων· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος. Εἶτα πάλιν φησὶν, ὅτι Ἐπανήξει ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Τὴν δὲ τοῦ ἱερέως ἐπάνοδον, νοήσεις ἐν τούτοις ἕτερον οὐδὲν, ἢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν εἰς τὸ ἔθνος ἐπιστροφήν· ὡς τῷ διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐπιστρέψω ἐπὶ τὴν Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλήμ. Ἢ καὶ πάλιν, ὡς ἐν ἐκείνῳ· Τίσι διαθῶ Ἐφραῒμ, ὑπερασπιῶ σου, Ἰσραήλ; Ὡς Ἄδαμα θήσομαί σε, καὶ Βοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω σοι κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι Ἐφραΐμ. ∆ιότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος. Ὅταν οὖν φησιν· ἐπανήκοι μὲν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἰδεῖν τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας· καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἁφὴ, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως. Καὶ μεθ' ἕτερα· Καὶ λήψονται λίθους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων ἐκείνων. Μετὰ γὰρ τὸ ἀνεθῆναι τῆς ἐπὶ τοῖς παρῳχηκόσιν αἰτίας, περισκεψάμενος πάλιν τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τὰ πάντα ἐν ἡμῖν ἐτάζων Θεὸς, καὶ πᾶσαν μὲν, κατὰ τὸ εἰκὸς, οὐκ ἔτι λεπρῶσαν, πλὴν οὐκ εἰσάπαν τῆς ἀρχαίας φαυλότητος ἀπηλλαγμένην εὑρὼν, οὐ κατὰ πάντων ἐποιήσατο τὴν ὀργὴν, μόνον δὲ κατὰ ἐκείνων οἵπερ ἦσαν αἴτιοι τοῦ πάσχειν αὐτὴν, καὶ τῆς νόσου γεγόνασιν ἀφορμή· οὓς καὶ λίθους ὀνομάζει, μέρη τινὰ τῆς ὅλης οἰκίας ἤτοι τοῦ ἔθνους ὑποδεικνύς. Οὗτοι δὲ ἦσαν, τινὲς μὲν τῶν κατὰ καιροὺς βασιλέων εἰς ἑτέρας λατρείας περιπλανῶντες τὸν λαόν· τινὲς δὲ τῶν ψευδοπροφητῶν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, καὶ τὴν τῶν ἀκροωμένων εὐλάβειαν παραλύοντες, οὓς καὶ ὑπεξαιρεῖσθαι τῆς οἰκίας κελεύει, σημαίνων τὸν ἐκείνων ἀφορισμὸν, ἤτοι τὴν εἰς ἀφανισμὸν ἐκβολήν. Ὁποῖόν ἐστιν ἐπὶ μὲν τῷ Ἰεχονίᾳ τὸ εἰρημένον παρὰ Θεοῦ· Γῆ, ἄκουε τῶν λόγων Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον. Ἐπὶ δὲ τοῖς ψευδομάντεσι· ∆ιὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. Ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου. Καὶ πάλιν ἐκεῖνο· ∆ιὰ τοῦτο ἡγούμενοι λαοῦ ἀποῤῥιφήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν. Καὶ πάλιν· Ἕνεκεν ἀκαθαρσίας, διεφθάρη φθορᾷ. Τὸ δὲ ἀντὶ τῶν ὑφαιρεθέντων λίθους ἑτέρους ἀντεισάγεσθαι πάλιν, καθαροὺς καὶ ἀπεξυσμένους, δηλοῖ τὸ κατὰ καιρὸν ἀναδείκνυσθαί τινας διὰ τῆς τοῦ Θεοῦ βουλῆς, τοὺς ἀντιστηρίζοντας τὸν οἶκον Ἰσραὴλ, καὶ συνέχοντας εἰς ἀδιάφθορον τόπον, ἢ βασιλέας δηλονότι, ἢ προφήτας, ἢ ἁγίους. Ὡς ἐν τῷ πρὸς τὸν μακάριον Ἡσαΐαν εἰρημένῳ παρὰ Θεοῦ· Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφόριον, πρὸς Ὀμνᾶν τὸν ταμίαν, καὶ εἰπὸν αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγλυψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν. Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ ἐκτρίψαι ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ. Καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα. Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου, καὶ ἐκ τῆς στάσεώς σου. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλειακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλήμ. Ἀλλὰ καὶ χοῦν ἕτερον, φησὶν, λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν· τὸ Ἐξαλείψουσιν, ἀντὶ τοῦ περιαλείψουσι τεθεικώς. Σημαίνει δὲ καὶ τοῦτο τὴν διὰ τῶν ἁγίων προφητῶν γεγενημένην παράκλησιν τῷ Ἰσραὴλ, οἳ καλοῖς τε καὶ ἀγαθοῖς περιαλείφοντες λόγοις τοὺς ἁμαρτάνοντας, ἀνέπειθον ἰέναι προθύμως ἐπὶ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἀποτρίβεσθαι μὲν τὴν ἐκ παθῶν βεβή λωσιν, ζηλοῦν δὲ μᾶλλον καὶ ἐπείγεσθαι ἐφ' οἷς ἂν ὁ νομοθέτης εἰδέναι χρήσιμον τοὺς λατρεύοντας αὐτῷ. Ὁποῖόν ἐστι τὸ δι' ἑνὸς τῶν ἁγίων πρὸς αὐτοὺς εἰρημένον· Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσεσθε, καὶ ἔσται Κύριος ὁ Θεὸς, ὁ παντοκράτωρ οὕτως μεθ' ὑμῶν. Καὶ μετὰ τοῦτό φησιν· Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ τῆς λέπρας, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελθεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι. Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ. Λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ· ἀκάθαρτός ἐστιν. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. Ὅτε γὰρ ἅπας ἐπενοήθη θεραπείας τρόπος τοῖς ἐξ Ἰσραὴλ, καὶ ὠφέλησαν μὲν οὐδὲν ὑπεξαιρεθέντες οἱ ψωριῶντες λίθοι, ἀνόνητος δὲ ἀπεδείχθη λοιπὸν καὶ ἡ διὰ τῶν προφητῶν ἀλοιφὴ, τουτέστι, παράκλησις, εἰσέρχεται πάλιν ἐπισκεψόμενος τὴν λεπρῶσαν ὁ ἱερεύς. Εἰσβέβηκε γὰρ ἐν τῷδε τῷ κόσμῳ μετὰ σώματος ὁ Μονογενής. Ὅτε γέγονεν ἄνθρωπος, πόσην ἢ τίνα μεταβολὴν ἐκ τῆς ἀρχαίας φαυλότητος εἰς πολλὴν ἀγαθὴν πολιτείαν ἐλέγχει Συναγωγὴ περισκεψόμενος ἀκριβῶς. Ἐπειδὴ δὲ πάθεσι τοῖς ἐξ ἀρχῆς ἐνεχομένην ἔτι κατέλαβε, καὶ νοσοῦσαν ἔμμονον τὴν ἀκαθαρσίαν, καθαιρεῖσθαι προστάττει λοιπὸν, ἐκπέμπεσθαι δὲ εἰς τόπον ἀκάθαρτον. Λέλυται γὰρ ὅλη τῶν Ἰουδαίων ἡ διὰ νόμου σύστασις, καὶ τὸ ἔθνος εἰς πάντα διεσκορπίσθη τόπον ἀκάθαρτον, κατὰ τὸ ἐν προφήταις εἰρημένον· Καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα ἄνεμον. Ἢ Λικμιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη. Παραλήψῃ εἰς τοῦτο καλῶς, καὶ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον ἐπὶ τῷ ναῷ τῷ παρ' αὐτοῖς· Βλέπετε ταῦτα πάντα. Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται. Ἐπιλέγει δὲ τούτοις, ὅτι Πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν, πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστὶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ, πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ ἐσθίων ἐν τῇ οἰκίᾳ, πάλιν ὁμοίως· ἐκεῖνο σαφῶς ὑποδηλῶν ὅτι πᾶς ὁ τοῖς Ἰουδαίοις καθ' οἱονοῦν τινα τρόπον, διὰ τοῦ τὰ ἴσα φρονεῖν κολλώμενος, ἕσται δὴ πάντως καὶ τῆς ἐκείνων ἀκαθαρσίας μέτοχος. Εἶτα πάλιν ἐπαθρήσοντα τὴν λεπρῶσαν, καὶ αὖθις εἰσφέρει τὸν ἱερέα· Ἐὰν γὰρ παραγενόμενος εἰσέλθῃ, φησὶν, ὁ ἱερεὺς ἴδῃ. Καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, ὅτι ἰᾶται ἡ ἁφή. Καθῃρέθη μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν παροινίαν ὡς ἀκάθαρτος ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ τῆς Θεοῦ φιλίας ἐξώλισθε. Πλὴν ἐν τούτῳ μακρὸν παρατείνασα χρόνον, ἄχρις ἂν εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐλεηθήσεται παρὰ Χριστοῦ. Ἐπισκεπτομένου δὴ πάλιν αὐτὴν κατὰ τὸ λεληθὼς ὡς Θεοῦ, καὶ πάλιν εἰς δικαιοσύνην ἐπ' ἐσχάτοις ἐπανάγοντος χρόνοις, δικαιοσύνην δὲ πάντως τὴν διὰ πί στεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Παραγενήσεται τοίνυν ἐπισκοπήσων, καὶ εἰσαῦθις αὐτὴν ὁ πάντων ἀρχιερεύς· καὶ βελτιουμένην εὑρὼν, παραχρῆμα καθαριεῖ, καὶ προσδέξεται, κατὰ τὸ εἰρημένον διὰ τῶν ἁγίων προφητῶν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν ἀπωσμένην, καὶ τὴν συντετριμμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλημμα. Καὶ ἐν ἑτέρῳ δὲ πάλιν· ∆ιότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Ὅταν οὖν ἐπισκοπήσῃ τὴν λεπρῶσαν, φησὶν, ὁ ἱερεὺς, καὶ καθαρίσῃ αὐτήν· καὶ λήψονται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον. Καὶ πάλιν· Τὸ ὀρνίθιον τὸ ζῶν βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου ἐσφαγμένου ἐν τῷ ὕδατι ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς πεδίον καθαρὸν, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται δʹ. Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ Σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καθαρισμόν. ∆ύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά· ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ Θεὸν, εἰς δύο μὲν φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον. Λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας, ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ μεριζόμενος. Εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ διὰ τοῦτο ὡς δύο λαμβάνεται τὰ ὀρνίθια, καὶ νοεῖται πάλιν, ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ' ἑαυτὸν ὁ Λόγος, καὶ ὁ ἐκ Παρθένου ναὸς τὸν ζῶντα Λόγον ἔχων ἐν ἑαυτῷ. Ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐκ ἀλλότριον φόρημα. ∆ιάτοι τοῦτο εἷς Κύριος Ἰησοῦς Χριστός. Πρὸς δέ γε τοῖς ὀρνιθίοις, καὶ ξύλον κέδρινον λαμβάνειν κελεύει, ἵνα διὰ τούτου ἄφθαρτον εἶναι τὸ σῶμα νοήσῃς Χριστοῦ. Οὐ γὰρ οἶδε διαφθοράν· παραιτεῖται γὰρ ἡ κέδρος τὸ φθείρεσθαι. ∆ιὰ δὲ τοῦ μὴ κατεφθάρθαι νοεῖν τὸ ἅγιον σῶμα Χριστοῦ, πιθανὸς δὴ λίαν ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος εἰσφέρεται. Τὸ δὲ κεκλωσμένον κόκκινον, τὴν ἐπὶ τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν ὁμολογίαν ὑποσημαίνει. Καὶ γοῦν εἴρηταί που περὶ τῆς Ἐκκλησίας ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· Ὡς σπαρτίον κόκκινον χείλη σου, ἀδελφή μου νύμφη. Ἐπειδὴ γὰρ ἀεὶ τῆς Ἐκκλησίας τὰ χείλη τὴν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σωτηρίαν ἀνακηρύττει, καὶ ἐπ' αὐτῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιεῖσθαι κελεύει τὸν προσερχόμενον, σπαρτίῳ κοκκίνῳ παρεικάζει καλῶς τὰ χείλη αὐτῆς· καὶ αὐτῆς δὲ τῆς μυστικῆς εὐλογίας ἡ μέθεξις καταγγελίαν ἔχει τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ τοῦ Χριστοῦ. Ἃ καὶ πρότερον ὁμολογεῖν ἀναπείθοντες τοὺς πιστεύοντας, προσάγομέν τε τῷ ἁγίῳ βαπτίσματι, καὶ τελειοῦμεν ἐν αἵματι ∆ιαθήκης αἰωνίου, καθὰ γέγραπται. Καὶ γὰρ τὴν ἐπὶ τῷ αἵματι τοῦ Χριστοῦ τῆς πίστεως ὁμολογίαν, διὰ τοῦ κοκκίνου σημαίνει· διὰ δὲ τῆς ὑσσώπου, τὴν τοῦ ἁγίου Πνεύματος ζέσιν. Θερμὴ γὰρ ἡ πόα, καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική. Τοιαύτη δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν ἐνέργειά τε καὶ δύναμις. Λήψεται τοίνυν, φησὶν, ὁ ἁγνίζων τὴν λελεπρωμένην, τὸ ὀρνίθιον τὸ ζῶν, καὶ τὸ κέδρινον ξύλον, καὶ τὸ κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου, ἐφ' ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφανιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ. Οὐ γὰρ ἑτέρως δύνασθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν τὸν ἐξ ἀπειθείας ἀποπλύνασθαι μολυσμὸν, καὶ τὴν ἐκ τῶν ποικίλων πλημμελημάτων ἀποθέσθαι κηλίδα, πάλιν ἡμῖν ὁ νόμος ὑποδηλοῖ, εἰ μὴ διὰ μόνης εὐλογίας τῆς παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως, τελειουμένης δηλονότι καὶ ἁγιαζομένης διὰ τοῦ βαπτίσματος τοῦ ἁγίου. Ἐπιτήρει γὰρ ὅπως διὰ τῶν εἰρημένων ὁλόκληρος ἡμῖν ζωγραφεῖται Χριστὸς, καὶ ἡ ἐν αὐτῷ πίστις τε καὶ ὁμολογία σημαίνεται. ∆ιὰ μὲν γὰρ τοῦ ὀρνιθίου τοῦ ζῶντος, τὸν ἀεὶ ζῶντα, καὶ ζωοποιὸν καὶ οὐράνιον νοήσαις Λόγον, διὰ δὲ τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τοῦ παθόντος ναοῦ. Σαρκὶ γὰρ αὐτὸν πεπονθέναι φαμὲν, πλὴν ὡς ἐν ἰδίῳ σώματι. ∆ιὰ δὲ τοῦ ἀσήπτου ξύλου, τὴν σάρκα τὴν ἀδιάφθορον· διὰ δὲ τῆς ὑσσώπου, τὸ Πνεῦμα· διὰ δὲ τοῦ κοκκίνου, τὴν ἐφ' αἵματι ∆ιαθήκης τὴν ὁμολογίαν· διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, ἣν καὶ ἐν αὐτῷ τῷ πάθει καλῶς ὑπεσήμαινεν ἡ ἁγία τοῦ Σωτῆρος ἡμῶν πλευρὰ, ὕδωρ τῷ αἵματι συνεκπέμπουσα, ᾧ καὶ χρῆναι τὴν οἰκίαν ἐπιῤῥαίνεσθαί φησιν, ἵνα καὶ ἀφαγνίζηται, κατὰ τὸ εἰρημένον Ἰεζεχιὴλ τῷ προφήτῃ· Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω ὑμᾶς ἐκ τῶν χωρῶν, καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε. Περιῤῥαίνεσθαι δὲ καὶ οὐκ εἰσάπαξ αὐτὴν, ἀλλ' ἑπτάκις κελεύει. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Εἶτα τούτοις ἐπάγει πάλιν ὁ νομοθέτης, ὅτι καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. Εἰς τύπον τῆς Ἰουδαίων Συναγωγῆς, ἤτοι παντὸς τοῦ ἔθνους, τὴν ἀρτίως ἡμῖν κατωνομασμένην Οἰκίαν ἐλάβομεν. Πόλιν δὲ εἶναι δώσομεν, τὴν πολλῶν οἰκιῶν περιεκτικήν. Τοιαύτην τινὰ εἶναι νοήσεις τὴν καθ' ἡμᾶς οἰκουμένην, πολλὰ μὲν ἀνθρώπων συνέχουσαν γένη· τείχει δὲ ὥσπερ τινὶ κύκλῳ περιεζωσμένην τῷ στερεώματι· μεθ' ὃ λοιπὸν ἤδη τὸ πλατύ τε καὶ καθαρὸν τῶν ἄνω κόσμων νοεῖται πεδίον. ∆ιδάσκει τοίνυν ὁ νομοθέτης διὰ τοῦ πρὸς τὸ ἔξω τῆς πόλεως πεδίον ἀνίεσθαι τὸ ὀρνίθιον, τήν τε ἀπὸ κόσμου μετάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Γεγονὼς γὰρ οὗτος πρὸς τὸν Πατέρα καὶ Θεὸν, ὑπὲρ ἁπάντων ἡμῶν καὶ τῆς Ἰουδαίων Συναγωγῆς, ἐξιλάσεται, καὶ καθαρισθησόμεθα. Ὥσπερ γὰρ ὁ σοφώτατός φησι μαθητὴς Ἰωάννης· Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καλῶς οὖν ἄρα πρὸς Ἰουδαίους ἔφασκεν· Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. ∆ι' οὗ καὶ μεθ' ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς εἰς τὰ Ἄγια τῶν ἁγίων.

αʹ. Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ Πατρὸς ὁ Μονογενὴς καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, καὶ ἐπὶ γῆς ὤφθη, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Νόμος μὲν γὰρ διὰ Μωσέως τοῖς πάλαι τεθεσπισμένος μεσολαβούντων ἀγγέλων, ἀνθρώπους καθίστησι τοὺς ἱερέας, τὴν κοινὴν τῆς φύσεως νοσοῦντας ἀσθένειαν, καὶ δι' αὐτὴν ὀφείλοντας, καθάπερ ὑπὲρ τῶν τοῦ λαοῦ, οὕτω καὶ ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων, θυσίαν προσφέρειν. Ὁ δὲ λόγος τῆς ὁρκομοσίας τῆς μετὰ νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Ἐξιλάσσεται δὲ ὁ Χριστὸς, ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ. Καὶ ἀληθὴς ὁ λόγος· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ὑπὲρ ἡμῶν δὲ μᾶλλον. Καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ταύτῃτοι καὶ εἰσβεβηκέναι φησὶν αὐτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων ἅπαξ, καὶ αἰωνίαν λύτρωσιν εὑράμενον, καὶ μιᾷ προσφορᾷ τετελειωκότα, καὶ τοῦτο εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Καὶ σεσώσμεθα μὲν ἡμεῖς· αὐτὸς δὲ τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τέθεικε γὰρ τὴν ἰδίαν ψυχὴν ἐθελοντὴς ὑπὲρ ἡμῶν· πλὴν ἀνεβίω. Θεὸς γὰρ ἦν φύσει, καὶ ἔστιν ἐν οὐρανοῖς ἐν δεξιᾷ τοῦ Πατρὸς, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἁγίων, καθάπερ ἔναγχος ἔφην. Καὶ ταυτί μοι πάλιν ὡς ἐκ νομικῆς εἴρηται σκιᾶς, ἣν καὶ ὅπως ἂν ἔχοι σαφῶς ἀφηγήσομαι. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, μὴ εἰσπορευέσθω πᾶσαν ὥραν τῶν ἁγίων τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου. Ἔδει γὰρ, ἔδει τὸν Ἀαρὼν εἰκόνα καὶ τύπον ἀποπληροῦν τεταγμένην τῆς ἱερωσύνης Χριστοῦ μὴ κατὰ πᾶσαν ὥραν, ἤγουν ἐν παντὶ καιρῷ, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων ποιούμενον εἰσδρομὴν, οἱονεὶ παρασημαίνει τοῦ μυστηρίου τὸ κάλλος. Ἅπαξ γὰρ εἰσβέβηκεν ὁ Χριστὸς, αἰωνίαν λύτρωσιν, ὡς ἔφην, εὑράμενος. Πλημμέλημα τοίνυν εἰς αὐτὴν τὴν ἀλήθειαν διὰ τῶν ἐν τύποις, τὸ μὴ κατ' ἔτος καὶ ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνει τὸν Ἀαρὼν, ἀλλὰ κατὰ πᾶσαν ὥραν, καὶ ὡς ἐν παντὶ καιρῷ. ∆ιὰ τοῦτο χρῆναι τηρεῖν προστέταχεν, ἵνα μὴ ἀποθάνῃ. Εἰ δὲ θάνατος ἦν ἡ δίκη τῷ παραλύοντι τὴν σκιὰν, καὶ εἰς τὸν τῆς ἀληθείας ἐμπαροινοῦντα τύπον, τίς ἔσται λοιπὸν ἡ ἐπιτίμησις τοῖς εἰς αὐτὴν πλημμε λοῦσι τὴν ἀλήθειαν, τουτέστι Χριστόν; Ὃ δὴ πεπράχασιν Ἰουδαῖοι τὴν εἰς αὐτὸν πίστιν οὐ προσιέμενοι, καὶ κατὰ μυρίους ὅσους ἀτιμάζοντες τρόπους, καί τοι λέγοντα σαφῶς· Ἐγώ εἰμι ἡ ἀλήθεια, τουτέστι τῶν ἐν νόμῳ τύπων ἡ πλήρωσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Γράφει γὰρ οὕτως ἡμῖν ὁ νομομαθὴς καὶ ἱερώτατος Παῦλος. Εἴργεται τοίνυν ὁ Ἀαρὼν, τοῦ μὴ ποιεῖσθαι διὰ παντὸς τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν, ἵνα τοῦ μυστηρίου τὸ κάλλος ἀδιαλώβητόν τε καὶ ἀκραιφνὲς, καὶ αὐταῖς ἡμῖν ἀναστράπτοι ταῖς σκιαῖς. ∆ι' ἔτους μὲν οὖν καὶ καθ' ἕνα καιρὸν ἡ εἴσοδος. Τίνα δ' ἂν γένοιτο τρόπον, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐνομοθέτει λέγων· Οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον. Ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκάρπωμα, καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνην λινῆν ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται. Ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. Καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. Καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἵκου αὐτοῦ. Καὶ λήψεται τοὺς δύο χιμάρους, καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρον, ἕνα τῷ Κυρίῳ, καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. Καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον, ἐφ' ὃν ἐπῆλθεν ἐπ' αὐτῷ ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας· καὶ τὸν χίμαρον, ἐφ' ὃν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. Τὸν μὲν οὖν τῆς θυσίας ἐν τούτοις ἡμῖν ἐξηγεῖται τρόπον. Εἶτα προσκεκόμικε τὸν μόσχον Ἀαρὼν τὸν περὶ τῆς ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ τοῦ οἴκου ἑαυτοῦ. Τεθυμένου δὲ τοῦ μόσχου, καὶ μὴν τοῦ κριοῦ γεγονότος εἰς ὁλοκαύτωμα, κατὰ τὸν αὐτῷ πρέποντα νόμον· Καὶ λήψεται, φησὶ, τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου ἀπέναντι Κυρίου. Καὶ πληρώσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος, καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται. Καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ τῷ δακτύλῳ τὸ θυσιαστήριον· ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ. Προσεπάγει δὲ τούτοις· Καὶ σφάξει τὸν χίμαρον περὶ τῆς ἁμαρτίας τὸν παρὰ τοῦ λαοῦ ἔναντι τοῦ Κυρίου, καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος· καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου. Καὶ ταυτὶ δὴ ταῦτα προστέταχε γενέσθαι, ὑπὲρ τοῦ ἐξιλάσασθαί φημι ὑπὲρ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ, καὶ περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Κατεχρίετο δὲ τῷ αἵ ματι τοῦ τε μόσχου, καὶ μὴν καὶ τοῦ χιμάρου, οὐχὶ μόνον τὸ ἱλαστήριον, καὶ ἡ ἐσωτέρα σκηνή, τουτέστι, τὰ Ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὸ τῶν καρπωμάτων θυσιαστήριον, ἐν τῇ πρώτῃ σκηνῇ. Ἔφη γὰρ πάλιν· Καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἀπέναντι Κυρίου, καὶ ἐξιλάσεται ἐπ' αὐτοῦ· καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλωθεν. Καὶ ῥανεῖ ἐπ' αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ ἑπτάκις, καὶ καθαρίσει αὐτὸ, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ. Προσεπάγει δὲ πάλιν Καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα, καὶ ἐπιθήσει Ἀαρὼν τὰς δύο χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος. Καὶ ἐξαγορεύσει ἐπ' αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. Καὶ λήψεται ὁ χίμαρος ἐφ' ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς ἔρημον.

βʹ. Ταῦτα μὲν οὖν ἐν τύποις τεθεσπισμένα κατὰ καιρὸν, ὧδέ τε ἔχει, καὶ δὴ καὶ ἐπράττετο. Ἐπειδὴ δὲ παρῴχηκεν ἡ σκιὰ, καὶ ὁ τῆς διορθώσεως ἐνέστη καιρὸς, φέρε δὴ, φέρε λεπταῖς καὶ ἀστειοτάτοις ἐννοίαις χρώμενοι, τὸν τοῦ νόμου σκοπὸν ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον μεταπλάττωμεν. Εἰσῆλθε μὲν γὰρ εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφ' ἄπαξ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, αἰωνίαν λύτρωσιν εὑράμενος. Πλὴν ἐν αἵματι διαθήκης αἰωνίου, καὶ οὐ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος, ἀπαλείφων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τέθυται γὰρ οὐχ ὑπέρ γε τῆς ἑαυτοῦ ποθεν, ἀλλ' ὑπὲρ τῆς ἡμῶν σωτηρίας. Ἑψόμεθα δὴ οὖν καὶ αὐταῖς εὖ μάλα ταῖς τοῦ νόμου σκιαῖς, Ἦν μὲν καὶ σφόδρα εἰκὸς, μᾶλλον δὲ καὶ ἀναγκαῖον, τὸν θεσπέσιον Ἀαρὼν ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων θυσίαν προσφέρειν. Οὐ γὰρ ἂν νοοῖτο γεγονὼς τοῦ πλημμελεῖν ἐν ἀμείνοσιν ἄνθρωπος ὤν. Χριστῷ δὲ οὐκέτι τὸ τοιοῦτον ἁρμόσει· πολλοῦ γε καὶ δεῖ. Καταπεπλούτηκεν γὰρ ἐν ἰδίᾳ φύσει τὸ ἀπλημμελὲς ὡς Θεός. Πλὴν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ, καὶ αὐτῶν τῶν ἡγιασμένων ἡ κάθαρσις, ἱερέων τέ φημι, καὶ μὴν καὶ λαῶν. Θέα γὰρ ὅπως ὁ Ἀαρὼν τὴν ἐν Χριστῷ νοουμένην θυσίαν καὶ νοητὴν εὐοσμίαν ἐν τοῖς ὑπὲρ αὐτοῦ θύμασιν ὑποπλάττεται. Μόσχος γὰρ ἦν καὶ κριὸς εἰς ὁλοκαύτωσιν. Νοεῖται δὲ πάλιν ὡς ἕν γε τῷ μόσχῳ Χριστός. Ἀμφιλαφῆ γὰρ λίαν τὰ ὑπὲρ ἁγίων προσκομιζόμενα τῷ Θεῷ, καὶ πλούσιοι σφόδρα τῶν τοιούτων οἱ τρόποι. Ἱερὸν δὲ ζῶον, καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς θυσίαν ἐπιτηδείων, ὑπερκείμενον τὸ τοῦ μόσχου χρῆμα. Οὐκοῦν τῆς θυσίας τὸ τέλειον ὑπεμφήνοιεν ἂν ἡμῖν ὁ μόσχος. Κριὸς δὲ πάλιν εἰς ὁλοκαύτωσιν, γέγονε γὰρ εἰς ὀσμὴν εὐωδίας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῷ Θεῷ καὶ Πατρί· τὸ οἱονεὶ βδελυρόν τε καὶ κάκοσμον τῆς ἁμαρτίας τοῦ κόσμου παραλύων ἐν ἑαυτῷ. Ἐπιτήρει δὲ ὅπως προστεταγμένος ὁ Ἀαρὼν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν ποιεῖσθαι κατὰ καιροὺς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰς ὑπέρ γε τῶν ἰδίων ἀγνοημάτων θυσίας, οὐκ ἐν τῷ τῆς ἀρχιερωσύνης σχήματι ὁρᾶται κατ' ἐκεῖνο καιροῦ, ἀλλὰ χιτῶνά φησι λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ λινῆν ζώνην ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται· τὰ ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ἐν ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ. Ἀλλ' ἧν ἅπασιν ἱερουργοῖς σύνηθές τε τοῦτο καὶ κατὰ νόμον τὸ σχῆμα. Τίς ἂν οὖν γένοιτο καὶ τούτων ἡμῖν ὁ λόγος πιθανὸς, ὡς οἶμαι, μᾶλλον δὲ καὶ ἀληθής; Οὐ γὰρ ἦν ἀκόλουθον ὑπὲρ ἰδίων θύοντα πλημμελημάτων τὸν Ἀαρὼν, ἐν εἴδει φαίνεσθαι τοῦ Χριστοῦ, τοῦ μὴ εἰδότος τὴν ἁμαρτίαν. Στολισμὸς γὰρ ὁ μάλιστα πρέπων αὐτῷ, καὶ αὐτὸ τῆς ἀρχιερωσύνης τὸ σχῆμα, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τε ὁμοῦ καὶ ἱερωσύνης ἀνετύπου τὸ κάλλος. Ὅτι δέ ἐστιν ἀμήχανον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελάσαι δύνασθαί τινας, καὶ εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, μὴ οὐχὶ τῷ τῆς παλιγγενεσίας ὕδατι προκαθηγνισμένους, ἐδήλου σαφῶς ὁ νόμος, ὕδατι προστάσσων ἀπολούσασθαι τὸν Ἀαρὼν, εἰ μέλλοι ποιεῖσθαι τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομήν. Ἄνθρακας δὲ δεῖν ἀπ' αὐτοῦ λαμβάνειν τοῦ θυσιαστηρίου προστέταχεν εἴσω τε ἀποκομίζειν, τουτέστιν, ἐσώτερον τοῦ καταπετάσματος. Ἐπιτάττει δὲ οὕτως αὐτοῖς πλήρη τὴν δράκα λεπτοῦ θυμιάματος ποιεῖν. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, καλύψει, φησὶν, ἡ ἀτμὴ τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων. Τύπος δὲ ἦν αὐτοῦ ὁ Χριστὸς, ὃς τέθυται μὲν ὡς μόσχος· ὁλοκαυτοῦταί γε μὴν, ὡς κριὸς, καὶ ὅλην ἐμπίπλησι τῆν ἁγίαν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν, τῆς νοητῆς εὐοσμίας ὡς καὶ λέξεται πρὸς ἠμῶν· Μύρον ἐκκενωθὲν ὄνομά σου. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, καὶ εἵλκυσάν σε. Ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦμεν. Ἀλλὰ φέρε, τὸν λόγον ἀναβιβάζωμεν ἐν ἀρχαῖς. Ἥξει γὰρ οὕτως ἡμῶν κατ' εὐθὺ τοῦ πρέποντος ἡ τῶν νοημάτων ἐφήγησις. Μόσχος μὲν οὖν καὶ κριὸς ὑπέρ γε τοῦ Ἀαρὼν, τὰ εἰς θυσίαν ἠγμένα· χίμαροι δὲ δύο παρὰ τοῦ λαοῦ, καὶ μὴν καὶ κριὸς ὁλοκαύτωμα. Γέγραπται γὰρ ὡδί· Κλῆροι δὲ τοῖς χιμάροις· εἷς μὲν τῷ Κυρίῳ, ἔτερός γε μὴν τῷ ἀποπομπαίῳ. Καὶ ποῖον ἂν εἴη τὸ ἐπ' αὐτοῖς μυστήριον, εἰπεῖν ἀναγκαῖον. Τινὲς μὲν οὖν οἴονται τὸν ἕνα τῶν τράγων, ἀποπομπαίῳ τινὶ καὶ ἀκαθάρτῳ δαίμονι δεδόσθαι τε καὶ ἀνίεσθαι κατὰ τὴν ἔρημον, ἡμεῖς δὲ ταύτην τὴν δόξαν ἐκτόπου δεισιδαιμονίας μεμεστωμένην εἶναί φαμεν, καὶ τῶν εἰς Ἑλληνικὴν ἡκόντων πλάνησιν αἰτιαμάτων οὐκ ἀπαλλαξομένην. Μᾶλλον δέ· προσεποίσω γὰρ ὑποστολῆς δίχα, τὸ ἔτι μεῖζον, εἰς ἀνισότητα λογισμῶν τῆς εἰς Θεὸν ἁμαρτίας εἰσηγητὴν τὸν νόμον εὑρήσομεν, καίτοι τῆς πολυθέου πλάνης πολυτρόπως ἐξέλκοντα, καὶ τὸν ἕνα τε καὶ φύσει παραδεικνύντα τῶν ὅλων Κύριον, καὶ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγεῖν εἰωθότα. Φαίη γὰρ ἄν τις εὐθὺς τῶν ὀρθὰ φρονεῖν εἰωθότων· Ἀνθότου προστέταχεν ἀνεῖσθαί τε καὶ ἀπονέμεσθαι καθάπερ τινὰ θυσίαν πονηρᾷ καὶ ἀντικειμένῃ δυνάμει τὸν Θεὸν προσκεκομισμένον, φημὶ δὴ τὸν χίμαρον; Τί δὲ καὶ εὑρήσομεν τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότα τὸν Ἀαρὼν, ὅτε τὰς χεῖρας ἐπιτιθεὶς τῷ τράγῳ, κατηγόρευε τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ; Ἆρα οὐκ ἂν νοοῖτο τῆς ἀνωτάτω λοιπὸν ἐμβροντησίας τὸ χρῆμα μεστὸν, καὶ δυσσεβείας Ἑλληνικῆς, καὶ λογισμῶν σκαιότητος οὐκ ἀπηλλαγμένον; Καὶ τίσιν ἢ πῶς ἀμφίλογον ἔτι τό γε οὕτω κατηῤῥωστηκὸς ἐναργῆ τὴν κατάῤῥησιν; γʹ. Τί οὖν ἄρα τὸ δρώμενον ἦν; ∆ύο μὲν γὰρ παρεκομίζοντο χίμαροι καλοί τε καὶ ἰσομεγέθεις ἀλλήλοις, ἄμφω τε ἰσήλικες, ὁμόχροοί τε καὶ κατ' οὐδένα τρόπον παθόντες τὴν ἐμπηρίαν· κλῆροι δὲ λοιπὸν ἐγράφοντο δύο, τὰ τῶν χιμάρων ὀνόματα, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν εὖ μάλα κατασημαίνοντες. Εἷς μὲν γὰρ ὠνομάζετο Κύριος· ἕτερος δὲ Ἀποπομπαῖος. Ὡς οὖν, τῶν τράγων ὠνομασμένων, τοῦ μὲν ἑνὸς, Κυρίου, τοῦ δὲ ἑτέρου, Ἀποπομπαίου· διά τοι τὸ ἀποπέμπεσθαι· τοὔνομα γὰρ ἐντεῦθεν αὐτῷ, δαίμονα δὲ οὐχὶ τὸν Ἀποπομπαῖον, αὐτὸ δὲ τὸ ζῶον νοήσομεν εἰρῆσθαι. Καὶ ὁ μὲν Κύριος, τοῦτο γὰρ τῶν χιμάρων ἑνὶ ἦν ὄνομα, ὡς ἔφην, ἰσοπρεπῶς ἐσφάζετο. Ἡγίαζε δὲ τῷ αἵματι τὴν ἐσωτάτην σκηνὴν, καὶ μὴν καὶ αὐτὸ τὸ ἔξω τε καὶ τῶν καρπωμάτων θυσιαστήριον, ἐφ' ᾧ καὶ τὰς κατὰ νόμον ἐτέλουν θυσίας. Ὅ γε μὴν ἕτερος, τουτέστιν, ὁ Ἀποπομπαῖος, εἰς τὴν ἄβατον ἐξεπέμπετο, κατηγορευκότος ἐπ' αὐτῷ τοῦ Ἀαρὼν τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ. Σημαίνεται δὲ δι' ἀμφοῖν ὁ Χριστός· ἀποθανὼν μὲν, ὡς ἄνθρωπος, καὶ τεθυμένος ὑπὲρ ἡμῶν, ὡς ἐν εἴδει τράγου. Ἐσφάζετο γὰρ εἰς ἄφεσιν ἁμαρτιῶν ὁ χίμαρος, ἁγιάζων δὲ τὴν Ἐκκλησίαν, ὡς ἐν τύπῳ νοουμένην τῆς ἐσωτάτης σκηνῆς· καὶ μὴν καὶ αὐτοὺς τοὺς ἐν νόμῳ. Ἡγιάζετο γὰρ, ὡς ἔφην, τῷ αἵματι τοῦ χιμάρου καὶ αὐτὸ τὸ κατὰ νόμον θυσιαστήριον. Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Οὐκοῦν ἐν νόμῳ τὸ τέλειον, οὐδ' ἂν ἔχῃ τὸ ἁγιάζειν δύνασθαί τινας ἡ κατὰ νόμον λατρεία. ∆εῖται γὰρ ἀναγκαίως ὡς τελειοῦν ἰσχύοντος, τοῦ Χριστοῦ, καὶ ἁγιάζοντος τῷ ἰδίῳ αἵματι τοὺς τὴν νομικὴν λατρείαν ἐπιτηδεύοντας. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἐκ περιτομῆς κεκλημένων, οὕτω πού φησιν· Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵν' ἔχοιμεν δηλονότι τὴν παρ' αὐτοῦ δικαίωσιν. Οὐκοῦν τέθυται μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ἀνεβίω δὲ αὖ, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀπεδήμησεν χώραν, τουτέστι, τὸν οὐρανὸν, ἀποβαστάζων ὥσπερ τὰς ἁμαρτίας ἡμῶν. Αὐτὸς γὰρ, πού φησιν, τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τοῦτο, οἶμαι, ἔστιν ὁ Ἀποπομπαῖος. Ἀπεπέμπετο μὲν γὰρ, ὥσπερ ἐκ τῶν καθ' ἡμᾶς εἰς τὴν ἄνω πόλιν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ὑμῶν. Καὶ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων ὁ μακάριος Ἰωάννης· Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐὰν δέ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ ὅλου κόσμου. Ἀρεστὸν οὖν, ὅτι διεσμήγμεθα μὲν ἐν Χριστῷ, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Αὐτὸς δέ ἐστι παράκλητος ὑπὲρ ἡμῶν, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀναπεφοίτηκε χώραν, ἧς ἂν εἴη τύπος ἡ ἔρημος. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν, πρόσφατον καὶ ζῶσαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἀποπομπαῖος ἄρα Χριστὸς, ὡς ἐν εἴδει τράγου φέρων ἡμῶν τὰς ἁμαρτίας. Χίμαρος γὰρ, ὡς ἔφην, ὑπὲρ ἁμαρτιῶν ἐσφάζετο. Ἡ δὲ τῶν χιμάρων εἰς τὸ πᾶν ὁτιοῦν ἰσότης τε καὶ ὁμοίωσις τὸν αὐτὸν ὄντα παρέδειξεν αἰνιγματωδῶς. Ἐπειδὰν γὰρ οὐκ ἦν τὸν σφαγέντα χίμαρον ἀναβιῶναι πάλιν, ἔδοξε γὰρ τερατοποιΐα τις εἶναι τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Ἀφιλόκομπον δὲ τὸ Θεῖον ἀεὶ, καίτοι πάντα παραδόξως ἐνεργεῖν ἰσχύον. Ταύτῃτοι καὶ οἰκονομικῶς δύο παρελαμβάνοντο, τὴν πρὸς ἀλλήλους ἐμφέρειαν ἰσοπαλῆ τε καὶ ἀνεπίληπτον ἔχοντες. Καθάπερ ἀμέλει καὶ ἐπὶ καθαρισμοῦ τοῦ λεπροῦ, δύο πάλιν ὀρνίθια παρακομίζεσθαι δεῖν κεχρησμῴδηκεν ὁ νομοθέτης· ὧν τὸ μὲν ἐσφάζετο, θάτερον δὲ ἀνεῖται κατὰ τὴν ἔρημον. ∆ιὰ μυρίων γὰρ ὅσων ἡμᾶς ἐναργεστάτων παραδειγμάτων ἐκπεπαίδευκεν ὁ νόμος τοῦ Χριστοῦ μυστήριον· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ.

Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς. Ἀπηνῆ καὶ ἄγροικον ἐπὶ Χριστὸν τὴν γλῶτταν ἀνέντες οἱ τάλανες Ἰουδαῖοι, κατὰ πολλοὺς ἂν ἁλοῖεν τρόπους. Γέγονε δὲ ὅτι τὸ χρῆμα αὐτοῖς οὐκ ἀζήμιον, εἰδείη τις ἂν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων. Ὁ γὰρ πρωτότοκος Ἰσραὴλ, καὶ δόξαν ἔχων τὴν ἐπὶ τῷδε περιφανῆ, ὁ ἀγαπητὸς καὶ ἀπόλεκτος, ὀπίσω τέθειται τῶν ἐθνῶν, καὶ γέγονεν ἐν ἐσχάτοις, μᾶλλον δὲ ἐν παντὶ κακῷ. Καὶ τοῦτο αὐτοῖς προανεφώνει Κύριος, διὰ Ὠσηὲ λέγων· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεδήμησαν ἀπ' ἐμοῦ. ∆είλαιοί εἰσιν, ὅτι ἠνόμησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ. Οὐδὲν γὰρ αὐτῶν ἐστιν ἀπηχὲς εἰς λόγους, ὃ μὴ τετολμήκασιν εἰπεῖν. ∆εδυσφημήκασι γὰρ, οὐκ ἐννοοῦντες τὸ γεγραμμένον· Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· Οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν, ἀχάλινον εἰς συκοφαντίαν τὴν γλῶσσαν ἀνέντες, καθάπερ ἔφην ἀρτίως· ταύτῃτοι καὶ τῆς εἰς αὐτὸν ἐλπίδος διωλισθήκασι, καὶ δὴ μὴ ἀκουόντων λέγοντος· Οὗτος ὁ κλῆρός σου, καὶ ἡ μερίς σου, τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος. Οὐκοῦν ὅτι γλωσσαλγίας ἐγκλήμασι γεγονότες ἔνοχοι, καὶ τῆς εἰς Χριστὸν παροινίας πικρὰς ἔμελλον ἀποτιννύναι δίκας, καὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς Ἀριθμοῖς εὖ μάλα συνθήσομεν. Ἔχει δὲ οὕτως· Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσῆ, ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. Καὶ εἶπον· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖςοἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπε πρὸς αὐτοὺς Κύριος· Ἀκούσατε τὸν λόγον μου. Ἐὰν γένηται ὑμῖν προφήτης Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ἐνυπνίῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ μου τῷ οἴκῳ πιστός ἐστι. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδε. Καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ. Καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπ' αὐτοῖς, καὶ ἀπῆλθον· καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. Καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριὰμ, καὶ ἰδοὺ λεπρῶσα. Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωσέα; ∆έομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, δι' ὅτι ἠγνοήσαμεν καθ' οὗ ἡμάρτομεν. Μὴ γένηται ἡμῖν ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα πορευόμενον ἐκ μήτρας μητρὸς, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. Καὶ ἐβόησε Μωσῆς πρὸς Κύριον, λέγων· Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; Ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς. Καὶ μετὰ ταῦτα εἰσελεύσεται. Καὶ ἀφ ωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας, καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως οὗ ἐκαθαρίσθη Μαριάμ. Συγγενῆ μὲν οὗν καὶ ταῦτα τοῖς ἤδη προειρημένοις. Τῆς γὰρ ἐν ἐκείνοις θεωρίας οὐ λίαν ἀπῴκισται, ἀδελφὴν δὲ ὥσπερ καὶ συμφυᾶ τὴν διάνοιαν ἔχει. Λαλεῖ γὰρ καὶ αὐτὰ τὸ μυστήριον, καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὴν ἐφ' οἷς εἰς αὐτὸν πεπαρῴνηκεν ἀτιμίας εἰσφέρει. ∆ιαλλάττει δέ πως κατὰ μέρος βραχὺ τῶν πλημμελημάτων ὁ τρόπος. Ἐλεπροῦτο μὲν γὰρ ἐν ἐκείνοις ἡ Συναγωγὴ, καὶ ἀκάθαρτος ἦν, πολλοῖς καὶ διαφόροις πταίσμασιν ἑαυτὴν καταφθείρουσα. Ἐν δὲ τούτοις, μόνης ἡμῖν τῆς εἰς Χριστὸν παροινίας ὁ λόγος ἀναπλάττει τὰ ἐγκλήματα, καὶ τῆς μὲν Ἰουδαίων ἀλαζονείας διαγράφει τὸ φύσημα, καταδεικνύει δὲ τὴν πραότητα τοῦ λέγοντος· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Πρὸς δὲ τούτοις ἔτι καὶ τὴν τοῦ τὰ δίκαια κρίνοντος εἰσκομίζει φιλανθρωπίαν μὴ μέχρι παντὸς, μηδὲ ἀπέραντόν τινα τὴν ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος· ἀλλὰ μοττοῦντος μετὰ τὸ πλῆξαι, σώζοντός τε καὶ ὑγιάζοντος. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ ἐν ὀλίγοις εἰπεῖν ὅλως ἐν τούτοις ὁ τῶν προκειμένων διανένευκε σκοπός. ∆ιαλαβόντες δὴ ἀνὰ μέρος τῶν εἰρημένων ἕκαστον, τὸν ἐν αὐτοῖς λανθάνοντα διαπτύξωμεν νοῦν, θύραν τῷ λόγῳ διανοιγνύντος Θεοῦ τοῦ λέγοντος τοῖς ἐλπίζουσιν ἐπὶ αὐτόν· Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.

βʹ. Κατειρήκασι τοίνυν τοῦ πανσόφου Μωσέως Ἀαρών τε καὶ Μαριὰμ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβε, καὶ εἶπαν· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; ∆ύο ταῦτα τῆς κατὰ Μωσέως φλυαρίας τὰ ἐγκλήματα, πρῶτον μὲν, ὅτι γυναῖκα, φημὶ, τὴν Αἰθιόπισσαν ἔλαβε· πρὸς δὲ τοῦτο δεύτερον, τὸ εἰπεῖν· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος, οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; Ἐν μὲν γὰρ τῷ πρώτῳ παρανομίας ὑπομένει γραφήν· ἐν δὲ τῷ δευτέρῳ, τὸ μὴ ἐν μεγάλοις σφόδρα τεθεῖσθαι λέγεται, μήτε μὴν ἐξαίρετόν τινα παρὰ τοὺς ἄλλους ἐσχηκέναι τὴν χάριν, εἴ γε καὶ ἑτέροις ὁρᾶται λαλήσας Θεός. Ἐροῦμεν δὲ κατὰ τάξιν, τῷ πρώτῳ κατηγορήματι τὸν πρῶτον ἀπονέμοντες λόγον· οὕτω τε πάλιν ἐντεῦθεν τὰ ἐκ τῶν τύπων εἰς αὐτὸν ἤδη μεταληψόμεθα τὸν Χριστόν. Γυναῖκα μὲν τοίνυν ἠγάγετο καὶ πάλαι Μωσῆς, καὶ σύνοικον τὴν Μαδιανίτιδι ἐποιήσατο, τὴν Ἰοθὸρ θυγατέρα φημί· χρόνου δὲ παριππεύσαντος οὐ μικροῦ τὴν Αἰθιόπισσαν ἐπεγάμει, καὶ ἀλλογενῆ καὶ μέλαιναν. Καίτοι τοῦ νομοθέτου σαφῶς διαγγέλλοντος, μὴ χρῆναι τοῖς ἀλλογενέσιν ὅλως ἐπιμίσγεσθαι τοὺς υἱοὺς Ἰσραήλ. Οὕτως γὰρ γέγραπται· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Ἐπὶ τούτοις ὡς παρανομίας ὁ μέγας κρίνεται Μωσῆς, ὑπό τε τοῦ Ἀαρὼν καὶ τῆς Μαριὰμ, οὐ νενοηκότων, κατὰ τὸ εἰκὸς, καὶ δι' αὐτοῦ πάλιν ὡς ἐν τύπῳ τὸ καλῶς οἰκονομηθὲν μυστήριον, ὅπερ ἤδη φανερὸν ὡς ἔνι καταστήσομεν, τὴν τοῦ πράγματος φύσιν εἰς αὐτὸν εὖ μάλα κατασκευάζοντες τὸν Χριστὸν, ᾧ καὶ νῦν τε Μωσέως περιθήσομεν πρόσωπον. Νομοθέτης γὰρ ὁ Χριστὸς, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὥσπερ οὖν ἦν ἀμέλει κἀκεῖνος. Ἐπεὶ καὶ οὗτος ἡμῖν κατεσήμαινε λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Εἰς δέ γε τὸ σχῆμα τῆς Ἰουδαίων ἱερωσύνης Ἀαρὼνληφθήσεται, καὶ ἀναπληρώσει τῆς Συναγωγῆς τὸ πρόσωπον ἡ Μαριάμ. Κατηγόρευσαν τοίνυν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι, καὶ αὐτὴ δὲ μετ' ἐκείνων ἡ Συναγωγὴ, τὴν τῶν θείων ἐνταλμάτων παράβασιν ἐγκαλοῦντες αὐτῷ, διά γε τοῦ λέγειν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. ∆ιεπρίοντο δὲ καὶ καθ' ἕτερον τρόπον, ὅτι τὴν μέλαιναν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐμνηστεύετο, καὶ ἐπεγάμει τρόπον τινὰ τῇ πρώτῃ, τουτέστι τῇ Ἰσραηλίτιδι, ἥτις ἦν πάλιν ἡ Συναγωγή. Ὅτι δὲ διεπρίοντο καταλυομένων αὐτοῖς, τῶν ἐξ εἰκαίας ἐπιτηρήσεως ἐθῶν, ἣ καὶ τῶν ἐν τύποις λαληθέντων διὰ Μωσέως, οὐ χαλεπὸν συνιδεῖν τὸν ἅπαξ τοῖς εὐαγγελικοῖς ὁμιλοῦντα συγγράμμασιν. Ὅτι δὲ πάλιν ἐμνηστεύετο τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, μελαινομένην ἔτι διὰ τὸ ἐν γνώσει καὶ τρόποις σκοτεινόν· οὔπω γὰρ ἦν ἐν αὐτῇ τὸ φῶς τὸ ἀληθινὸν, τὸ καταλαμπρύνειν καὶ καταλευκαίνειν εἰδὸς, συλλέξαιτο μὲν ἄν τις καὶ λίαν εὐκόλως τὴν ἐκ προφητῶν ἀπόδειξιν. Πρεπωδέστερον δέ μοι φαίνεται διὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας ἐπιδεικνύειν αὐτό. Οὐκοῦν ἀλλογενέσι μὲν οὖσι τοῖς Σαμαρείταις ἐκήρυττε, καὶ ἀρχὴν ὥσπερ τινὰ καὶ θεμέλιον τῆς τῶν ἐθνῶν Ἐκκλησίας ἐν ἐκείνοις προκατεβάλλετο. Ὅτι δὲ ἦσαν ἀλλογενεῖς καὶ τῆς ἐξ Ἰσραὴλ ἀγέλης ἐξηυλισμένοι, κατίδοι τις ἂν κἀντεῦθεν ἀπονητί. Τοὺς γὰρ ἑαυτοῦ μαθητὰς καταγγέλλοντας ἐκπέμπων τῶν οὐρανῶν βασιλείας τὸ κήρυγμα· Μὴ ἀπέλθητε, φησὶν, εἰς ὁδὸν ἐθνῶν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα τοῦ οἴκου Ἰσραήλ. Ὁρᾷς ὅπως ἔξωθεν τέθεικεν ἐκείνους τῶν προβάτων τοῦ οἴκου Ἰσραήλ; Οὐκοῦν οὔπω μὲν τῶν τῆς ἰσραηλίτιδος ἀποφοιτήσας γάμων, τουτέστι τῆς Συναγωγῆς ἔτι δέ πως αὐτῇ δοκῶν συνοικεῖν, ἐπεμνηστεύετο τρόπον τινὰ, καὶ ἐπεγάμει τὴν μέλαιναν τὴν ἀλλογενῆ, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. ∆ιὰ τοῦτο καὶ πρὸς Ἰουδαίους διαλεγόμενος ἔφασκε· Καὶ ἄλλα πρόβατα ἔχω, ἂ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. ∆ριμύτερον δέ πως καὶ ἐξελέγχων ὡς ἀπειθεῖς ὅτε διαῤῥήδην ἀπεπυνθάνοντο λέγοντες· Εἰ σὺ εἰ Χριστὸς, εἶπε ἡμῖν παῤῥησίᾳ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἂ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Ἀλλ' οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ἴδια γὰρ ἤδη πρόβατα τοὺς ἐξ ἐθνῶν ἀπεκάλει. Ἐφ' ᾧ καὶ λίαν οἱ Φαρισαῖοι διαπριόμενοί τε καὶ χαλεπαίνοντες, ὡς ἀγαπῶντι μὲν τοὺς ἀλλογενεῖς, παρ' οὐδὲν δὲ τὸ θεῖον ποιουμένῳ, νόμον ἐπισκήπτοντες ἔφασκον· Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρείτης εἰ σὺ, καὶ δαιμόνιον ἔχεις; Εἰ μὴ γάρ φασι τὰ Σαμαρειτῶν, εἰ μὴ φιλέλλην ἦσθα καὶ φιλαλλογενὴς, οὐκ ἂν ὅλως ἀνεμίχθης τοῖς ἐξ ἐθνῶν. Καὶ εἰ μὴ τὸ ἐν Ἕλλησι δαιμόνιον ὑπῆρχεν ἐν σοί· δαιμονιῶντας γὰρ ἐκάλουν τοὺς εἰδωλολάτρας, διὰ τὸν ἐν αὐτοῖς ὅντα διάβολον, οὐκ ἂν ἐν τῷ μηδενὶ, φασὶν, ἐποιήσω λόγῳ τῶν νομικῶν ἐνταλμάτων τὴν παράβασιν. Καὶ ὅτι μάλιστα πλήρωσις μᾶλλόν ἐστι νόμου τὰ διὰ Χριστοῦ, καὶ οὐ παράβασις, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἦν γὰρ μόνου τοῦ γράμματος μετασκευὴ πρὸς ἀλήθειαν. Ὁ μὲν οὖν τῆς ἐπὶ τῇ μελαίνῃ κατηγορίας τρόπος ἐν τούτοις, καὶ ἡ τῆς ἐν Χριστῷ δυστροπίας εἰκὼν, ὡς ἐν τοῖς κατὰ Μωσέα ληφθήσεται, τὴν δὲ τούτῳ καὶ γείτονα καὶ ἀδελφὴν λοιδορίαν εἰσοίσομεν ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ ἀληθὲς μεταστοιχειοῦντες τῶν λεγομένων τὸν νοῦν. Οὐ γὰρ μόνῳ, φησὶ, τῷ Μωσεῖ λελάληκε Κύριος· ἀλλὰ καὶ ἡμῖν ἐλάλησεν. Ἐξ ἀλαζονείας ὁ λόγος, ἐκ διακένου φυσήματος ἡ φωνή. Χρῆναι γὰρ δή που φρονοῦντας ὀρθῶς μὴ πάντως εἰς ἴσον ἀναβαίνειν ἐπείγεσθαι μέτρον τῷ δικαίως ἀκούσαντι· Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοί· ἀνατιθέναι μᾶλλον τὰ ἐφ' οἷς τετίμηνται χαριστήρια, τὴν ἄνωθεν ὡρισμένην οὐχ ὑπερβαίνοντες τάξιν· οὔτε μὴν ἁρπάζοντας ἑαυτοῖς τὴν οὕτω δοθεῖσαν τιμήν. Ὅπερ ἂν νοοῖτο δικαίως τῆς ἐσχάτης ἀλαζονείας οὐκ ἀμοιροῦν. Ἀλλ' ἐννόει πάλιν τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φανερὸν τοῖς Ἰουδαίοις καθιστῶντα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν αὐτῷ καὶ μόνῳ φυσικῶς ἐγνωσμένον σκοπὸν, καὶ λέγοντα· Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. Καὶ πάλιν· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με. Εἶτα πρὸς τοῦτο πάλιν ἀποθρασύνεται μελετῶντας τοὺς ἀνόμους Γραμματεῖς τε καὶ Φαρισαίους, καὶ ἐπὶ τῷ λαλῆσαι πρὸς τοὺς πατέρας αὐτῶν τὸν Θεὸν, οὐ μετρίως ἀπαυθαδειαζομένους, ταύτης ἕνεκα τῆς αἰτίας ἀπειθεῖν ᾑρημένους. Λέγουσι γάρ· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὁρᾷς οὖν ὅπως διὰ τοῦ λέγειν ἐξεπίστασθαι λαλῆσαι τὸν Θεὸν Μωσῇ, μονονουχὶ γὰρ τὸ ἀρχαῖον ἐκεῖνό φασι καὶ σκληροτέροις ῥήμασι· Μὴ Χριστῷ μόνῳ λελάληκεν ὁ Θεὸς καὶ Πατὴρ, καὶ οὐχὶ τοῖς ἡμετέροις πατράσιν; ἐν δὲ τῷ, φασὶ, τῷ Σινᾶ. Καὶ ἥκουσε Κύριος. Καὶ Ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Ἀλαζονείας ὡς ἔοικεν ἀφορμὴν τὴν Μωσέως ἐποιοῦντο πραότητα Μαριάμ τε καὶ Ἀαρών. Ἀλλ' ἐπὶ τούτῳ καὶ δυσωποῦντος ἐκείνου χαλεπαίνει Θεὸς, καὶ αὐτόκλητος ἐπὶ τὸ δικαίως ἀγανακτεῖν κατὰ τῶν ἐξυβρίσαι τετολμηκότων ἔρχεται τὴν ἐπὶ τῷ γνησίῳ λειτουργῷ καταφρόνησιν, εἰς αὐτὸν οἰκειούμενος. Οὕτω νοήσεις καὶ ἐπὶ Χριστοῦ. Ἀπὸ μὲν γὰρ τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ φιλανθρωπίας προαλέστεροί πως εἰς καταφρόνησιν ἦσαν οἱ Φαρισαῖοι. Ἀλλ' ἦν, ὡς ἔοικεν, ἀναμφισβητήτως ὁρᾷν, ὡς οὐ διαφεύξουσι τὴν ἄνωθεν κίνησιν. Ὡς γὰρ ὑβρισμένος ἐν Υἱῷ, δυσφορήσειν ἔμελλεν ὁ Θεὸς καὶ Πατήρ. Εἶχε γὰρ γνῶσιν ἀδιδάκτως, καὶ διὰ θεοπρεποῦς γνώσεως, τοὺς ἐκ τῆς τῶν Φαρισαίων ὑπεροψίας ἀποπτυσθέντας λόγους.

γʹ. Εἶτα τούτοις ἐφεξῆς· Καὶ εἶπε Κύριος παραχρῆμα, φησὶ, πρὸς Μωσῆν καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Ὑπεμφαίνει πάλιν ὁ λόγος, ὅτιπερ ἔσται κριτὴς ὁ Θεὸς τῶν καταλαλούντων τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ κατελεύσεται πάντως ἐκ δίκης εἰς ὀργὴν τοῖς διαλοιδορεῖσθαι τετολμηκόσι καὶ φιλονεικῆσαι πρὸς ἰσοτιμίαν αὐτῷ. ∆ι' Υἱοῦ δὲ πάντως ἡ κρίσις, συνόντος δηλονότι ἀδιαστίκτως τοῦ τεκόντος αὐτῷ, κατὰ τό· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐπειδὴ δὲ τῷ τὰ δίκαια κρίνοντι παρεστῶτες ἐφαίνοντο Μαριάμ τε καὶ Ἀαρών· Ἀκούσατε, φησὶ, τῶν λόγων μου. Ἐὰν γένηται, φησὶ, προφήτης ὑμῖν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων. Καὶ τὴν δόξαν Κυρίου εἶδε. Μωσῆς τὸ ἐξαίρετον, ἐν θεοπτίαις παρὰ τοὺς ἄλλους διὰ τούτου τετήρηται, καὶ τὸ ἐξηλλαγμένως δύνασθαι τῶν θείων παρακροᾶσθαι λόγων, ἐπεμαρτυρήθη καλῶς. Τοῦτο δ' ἂν ἴδοις ἀληθέστερον ἐπὶ Χριστῷ. Οὐ γὰρ ὥσπερ ἐν προφήταις ἐλάλησεν ὁ Θεὸς καὶ Πατὴρ, οὕτω καὶ ἐν Υἱῷ. Ἀλλ' οἱ μὲν οὖν διὰ τοῦ Πνεύματος ἐχορηγοῦντο τὴν γνῶσιν ὧν ἔδει μαθεῖν. Ὁ δὲ οἶδεν οὐ διδακτῶς τὰ ἐν πνεύματι βουλεύματα, ὡς σοφία καὶ βουλὴ τοῦ γεννήσαντος. Καὶ οἱ μὲν μακάριοι προφῆται τὴν δι' αἰνιγμάτων ἐδέχοντο θεωρίαν τῆς δόξης αὐτοῦ. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. Θεωρεῖται δὲ μόνῳ τῷ κατὰ φύσιν Υἱῷ. Καὶ οὕτως ἂν νοοῖτο θεοπρεπῶς. Καὶ τούτου μάρτυς αὐτὸς ἡμῖν Σωτὴρ γενήσεται, λέγων· Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Οὐκοῦν οὐκ εὐλόγως, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς Ἰουδαῖοι τὸ λαλῆσαι τοῖς πατράσιν αὐτῶν τὸν Θεὸν προϊσχόμενοι, παρ' οὐδὲν ἐποιοῦντο λέγοντα τὸν Χριστὸν, ὅπερ ἤκουσε παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλεῖν. Τὰ μὲν γὰρ ἐν τῷ ὄρει τῷ Σινᾶ, σκιαὶ καὶ τύποι εἰσὶ καὶ αἰνίγματα, κεκρυμμένην τινὰ καὶ οὐ σφόδρα συμφανῆ τὴν τοῦ διαστελλομένου γνῶσιν ὠδίνοντα. Χριστὸς δὲ τῶν τοῦ Πατρὸς ῥημάτων αὐτήκοος ἦν, εἰ δέ τι πρέποι διὰ τὴν τοῦ νοήματος ἀπαραίτητον χρείαν, καὶ σωματικώτερον εἰπεῖν. Εἰσφέρει γε μὴν καὶ πολλὴν ὁ λόγος τὴν ἐπὶ Χριστῷ διαφορὰν, ὡς πρὸς ἅπαντας τοὺς ἐτέρους, Ἐν ὅλῳ γὰρ τῷ οἴκῳ μου πιστός ἐστιν. Ἢ οὐχὶ διὰ τούτου μερικὴν μέν τινα καὶ συμμεμετρημένην τὴν οἰκονομίαν ἐπιδεικνύει, τὴν διὰ νόμου καὶ προφητῶν; γενικὴν δὲ καὶ καθόλου τὴν διὰ Χριστοῦ; Ὁ μὲν γὰρ νόμος ἕνα τὸν ἐξ Ἰσραὴλ ἔσωζεν οἶκον· Χριστὸς δὲ οὐχ οὕτως, σύμπαντά τε τὸν κόσμον διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ δι' αἵματος τοῦ ἰδίου ἀγοράζων, κατὰ τὸ γεγραμμένον, τῷ Θεῷ καὶ Πατρί. ∆ιότι τοίνυν φησίν· Οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; Τοιοῦτο γάρ ἐστι τὸ διὰ τοῦ προφήτου πρὸς τοὺς ἀνοσίους Φαρισαίους καὶ πάλαι λαλούμενον διὰ τὰς ἐπὶ Χριστῷ φλυαρίας τε καὶ ἀθυρογλωττίας· Ὑμεῖς δὲ προσάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσετε τὴν γλῶσσαν ὑμῶν; Ὅλως γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας χαλάσαντες οἱ Φαρισαῖοι εὐτροχωτάτην τρόπον τινὰ τὴν δυσφημίαν ἐποιοῦντο τὰ Χριστοῦ, καὶ πρὸς ὑπέρογκον ἀλαζονείαν ἀναφυσσώμενοι, τοὺς ἐξ ἀπονοίας ἐρεύγονται λόγους. Οἷς καὶ λίαν ἐπαλγήσας ὁ Μελῳδός· Εἶπα, φησὶ, τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρεσθε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Παρηνόμουν γὰρ ὄντως ὃν ἥκιστα χρὴ δυσσεβῶς κατακρίνοντες, καὶ εἰς ὕψος τὸ κέρας ἐπαίροντες ἁλοῖεν ἂν, οὐ μόνῳ παραχωροῦντες Χριστῷ, τὸ εἰδέναι τὸ θέλημα τοῦ Πατρὸς, καὶ αὐτοὶ δὲ μᾶλλον ἐπίστασθαι τοῦτο διϊσχυριζόμενοι, διὰ τοῦ λέγειν, καθάπερ ἤδη προείρηται· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, ὡς καὶ ἀπειθεῖν διὰ τοῦτο σπουδάζειν. Καὶ ἀπέστη μὲν τῷ τηνικάδε τῆς τοῦ μαρτυρίου σκηνῆς ἡ νεφέλη. Λεπρῶσα δὲ παραχρῆμα ἐφαίνετο Μαριὰμ, καὶ οὐχ ἀπλῶς, ἀλλ' ὡς χιών. Καὶ γὰρ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ τοῖς ἀνοσίοις τῶν Ἰουδαίων τολμήμασιν ἐπασχάλλουσα, καὶ διατεθεῖσα πικρῶς ἀνέπτη τρόπον τινὰ, καὶ ἀναπεφοίτηκε τῆς Συναγωγῆς, ἡ θεία τε καὶ ἀκήρατος φύσις, κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Καταβεβηκὼς γὰρ ὁ Κύριος ἐν στύλῳ νεφέλης ὡς νεφέλη πάλιν ἀποφοιτᾷ, κατὰ τὸν ἐν γράμματι τύπον. Ἐπειδὴ δὲ τῆς τῶν Ἰουδαίων Συναγωγῆς εἰκότως ἀπενοσφίζετο, ἀκάθαρτος ἀνεδείχθη παραχρῆμα· καὶ ἀκάθαρτος οὐχ ἁπλῶς, ἀλλ' εἰς ἀκρότητα δραμοῦσα τοῦ πάθους. Τὸ γὰρ σφόδρα καταλευκαίνεσθαι τὸν λεπρωθέντα λέγειν, τῆς νόσου τὴν ἐπίτασιν ἔχει. Τί δ' ἂν γένοιτο χιόνος τὸ λευκότερον; Ἦν γὰρ δὴ καὶ εἰκὸς, μᾶλλον δὲ ἀναγκαῖον, καὶ ἀναμφιβόλως ἔχον τὸ ἐν παντὶ γενέσθαι κακῷ τὴν τῶν Ἰουδαίων Συναγωγὴν τῆς τοῦ διασώζοντος ἀποπεσοῦσαν φροντίδος. Ὁ μὲν οὖν ἀτίθασσός τε καὶ φιλοσκώμμων τῶν ἀγελαίων ἐσμὸς, ἀκαθαρσίᾳ τε καὶ ἀτιμίᾳ κολάζεται, κατὰ τὸ ὑπὸ τῶν ἁγίων ὀρθῶς εἰρημένον πρὸς τὸν Θεόν· Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ γνώσωσιν ὅτι ὄνομά σοι, Κύριος. Συγκατηγορήσας δὲ τῇ Μαριὰμ οὐ συλλεπροῦται χρησίμως ὁ Ἀαρὼν, καίτοι τὴν ἴσην ἐποφλήσας τῷ κρίνοντι δίκην. Ἐπειδὴ γὰρ τίμιον καὶ μέγα παρὰ Θεῷ τῆς ἱερωσύνης τὸ χρῆμα, ταύτῃτοι τὸ ἐν λέπρᾳ φαίνεσθαι διαφυγὼν, λύπῃ μᾶλλον τῇ ὑπὲρ τῆς τοῦτο παθούσης ἐκολάζετο, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ· Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστη ρίῳ· εἰσέλθετε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέλιπεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. Πρόσεισι δὲ λέγων τῷ πανσόφῳ Μωσῇ· ∆έομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήκαμεν καθ' οὗ ἡμάρτομεν. Οἱ γὰρ γένει μὲν ὄντες ἐξ Ἰσραὴλ, καὶ τῇ κατὰ σάρκα σχέσει τῆς Ἰουδαίων Συναγωγῆς οὐκ ὄντες ἀλλότριοι, μυστηρίων δὲ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποδεδειγμένοι ταμίαι, τὰ ὑπὲρ τῶν ἐξ ἀγνοίας ἡμαρτηκότων ἀναφέρειν ἔμελλον προσευχάς· καίτοι συμπταίσαντες ἐν ἀρχῇ. Μὴ συνεπιθέσθαι δὲ τῇ τοῦ Πατρὸς ὀργῇ παρακαλοῦσι Χριστὸν, ὅπερ ἐποίει λέγων ὁ Παῦλος· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. Ἀλλ' ἦν τοῦτο λέγων, καὶ οἰκονόμος μυστηρίων Θεοῦ, καὶ ἱερουργὸς τοῦ θείου κηρύγματος· ὅπερ ἦν τότε καὶ ὁ Ἀαρών. Βοῶντος δὲ τοῦ Μωσέως ὑπὲρ τῆς λελεπρωμένης καὶ ἰάσασθαι παρακαλοῦντος αὐτὴν, ὑπερτίθεται τὸ συγγνῶναι Θεός· Ἀφορισθήτω, λέγων, ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται πάλιν.

δʹ. Ἡμῖν ὡς ἐν εἰκόνι διαδεικνύοντος τοῦ λόγου, ὅτι ταχεῖα μὲν εἰς ἐλεεῖν, καὶ τρόπον τινὰ πρὸς τὸ παρακαλεῖν ἑαυτὴν ἡ θεία φύσις ἑτοιμοτάτη, τῷ δὲ πλήθει πολλάκις ἢ τῷ μεγέθει τῶν ἡμετέρων πταισμάτων ἀποτραχύνεται, καὶ τὴν ἐπὶ τοῖς ἐνόχοις φιλανθρωπίαν ἀναδύεται. Σημαίνει δὲ κἀκεῖνο, κατά γε τὸν ἡμέτερον νοῦν, ὅτι πολλὴ μὲν ἁγίων πρεσβεία ἀναβέβηκε πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ· οὐκ ἐνδεχομένου δὲ τοῦ μὴ κολασθήσεσθαι πρέπειν αὐτὸν, οὐκ ἐπὶ τοῖς τυχοῦσι κατεγνωσμένων, δεύτερον ἐτίθει τῆς δίκης τὸν ἔλεον. Ὅτι δὲ πολλάκις διὰ τῶν ἡμετέρων πταισμάτων παραθήγεται Θεὸς, εἰς τὸ καὶ αὐτῆς ἔσθ' ὅτε τῆς ὅτι μάλιστα φιλαιτάτης αὐτῷ γαληνότητος κατοκνεῖν τὴν ἐπίδοσιν, χαλεπὸν οὐδὲν καὶ διὰ τούτων ἰδεῖν. Ἀπεκαλύπτετό τε διὰ τοῦ ἁγίου Πνεύματος Ἱερεμίᾳ τῷ προφήτῃ τὴν ἐσομένην κατὰ καιροὺς ἐν χώρᾳ τῇ τῶν Ἰουδαίων σφαγήν· κατατρεχόντων αὐτὴν πολέμου νόμῳ τῶν Βαβυλωνίων· ἀλλ' ὡς πολλῶν ἤδη πεσόντων τε καὶ ὁρωμένων νεκρῶν, πρὸς ἅγιον προφήτην φησί· Οἴ μοι ὅτι ἐκλείπει ἡ ψυχή μου, ἐπὶ τοῖς ἀνῃρημένοις· περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. Ὁρᾷς ἐν τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις αὐτὸν, καὶ πρόχειρον μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλήμ· εἰργόμενον δέ που ἐφ' ἑαυτοῦ μονονουχὶ, καὶ ἀνασειράζοντα τὴν θεοπρεπῆ γαληνότητα, διὰ τὸ τῆς ἁμαρτίας ὑπέρογκον, ζητοῦντα δ' οὖν ὅμως τοῦ κατοικτείρειν τὰς ἀφορμὰς, καὶ ἐφ' ἑνὶ θέλοντα καταλύειν τὰ ἐκ τῆς ὀργῆς· ἕνα γὰρ ἄνδρα τοὺς θέλοντας ἐπιδεικνύναι πιστὸν ἐν αὐτῇ διεπλάττετο. Ἐκπέμπεται τοίνυν ἡ Μαριὰμ ἐπὶ τῇ λέπρᾳ κάτοχος. Ἀλλ' οὐκ ἐξῇρε, φησὶν, ὁ λαὸς, ἕως ἐκαθαρίσθη Μαριάμ. Περιμενοῦμεν γὰρ καὶ ἡμεῖς οἱ πιστεύοντες εἰς Χριστὸν τὸν τῶν Ἰουδαίων καθαρισμὸν, δῆλον δὲ ὅτι τὸν διὰ πίστεως. Οὕτω τε τὸ λοιπὸν τὰς ἐν τῷδε τῷ βίῳ κα ταλιπόντες σκηνὰς, ἐπὶ τὴν ἄνω πόλιν ἀναζεύξομεν, καὶ εἰς τὴν τῆς ἐπαγγελίας ἀναδραμούμεθα γῆν. Ἀληθεύει δὴ οὖν ὁ Σωτὴρ, ὅταν λέγῃ πρὸς τοὺς Ἰουδαίους· Εἰ πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῶν κατασκεψαμένων τὴν γῆν τῆς ἐπαγγελίας.

αʹ. Ἐξαίρετος μὲν ὁ κλῆρος τοῖς ἀγαπᾷν ᾑρημένοις τὸν ὅλων βασιλέα Θεόν. Ἡτοίμασται δὲ αὐτοῖς τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἡ κτῆσις. Καὶ πιστώσεται λέγων ὁ μακάριος προφήτης Ἡσαΐας· Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Καὶ πάλιν· Καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς· καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ Πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Οὐκοῦν ἀληθὴς ἂν εἴη, καὶ ἐρηρεισμένη πάντη τε καὶ πάντως ἡ ὑπόσχεσις· οὐ γὰρ ἂν ἁμάρτῃ τἀληθοῦς, οὐδ' ἂν διαψεύσαιτό ποτε τὸ τοῦ Θεοῦ στόμα· ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Μελῳδὸς οὕτω πού φησι· Κύριος μερὶς τῆς κληρονομίας μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν ἐμοί. Τίνες οὖν ἄρα οἱ θεραπεύοντες τὸν Κύριον, ἢ καὶ εἰς τίνας οὕτω λαμπρός τε καὶ ἀξιόληπτος καταντήσει κλῆρος; Οἱ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπουδακότες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀμελητὶ διᾴττειν εἰδότες, καὶ παντὸς ἐχθροῦ καταθλεῖν ἀοκνότατα προθέμενοι, καὶ οὐχ ὡς ἰδίαις δυνάμεσι, ἤγουν εὐτεχνίαις ἐπιθαρσήσαντες, ἀλλ' ὅπλον ὥσπερ τι προϊσχόμενοι τὴν ἄνωθεν χάριν, προεστηκότα τε καὶ συνασπίζοντα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ∆ιατεθέντες γὰρ οὕτω, φασίν· Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Τοὺς μὲν ἀγαθοὺς καὶ εὐτολμοτάτους, καὶ εἰς τὸ χρῆναι πιστεύειν ἑτοιμοτέρους, ἐκπρεπεστάτους ἀποτελεῖ, πλουσίᾳ χειρὶ διανέμων τὰ ἀγαθά· τοὺς δέ γε τὰ πάντων αἴσχιστα νοσεῖν ᾑρημένους εἰς τὸ ἀπειθὲς, ἀποβουκολήσει πάντως τῶν ἀπολέκτων ἀγέλης, καὶ παντὸς ἀποσοβήσει πράγματος κατευφραίνειν εἰδότος. Ἐπιφωνήσει δὲ ὡς παρ' ἑκάστῳ μάλιστα δικαίως· Αὕτη ἡ μερίς σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί. Τοιούτοις ὑποπεπτωκότας ἐγκλήμασι τοὺς τῶν Ἰουδαίων δήμους εὑρήσομεν. Τοιγάρτοι διωλισθήκασι τῆς ἐλπίδος, καὶ ἀπόκληροι μεμενήκασι καίτοι τῆς κληρονομίας οὔσης αὐτῶν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἐπειδὴ δὲ ἠπειθήκασι τῷ καλοῦντι πρὸς αὐτὰς, ἀμέτοχοι μεμενήκασι, καὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· Γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Καὶ τοῦτο δὴ πάλιν ἐξ αὐτῶν ἡμῖν τῶν ἀρχαιοτέρων προανεφωνεῖτο Γραμμάτων. Ἔχει δὲ οὕτω· Καὶ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσο ρὼθ, καὶ παρενέβαλεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν· καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν καὶ δήμους πατρίων αὐτῶν ἐξαποστελεῖς αὐτούς· πάντα ἀρχηγὸν αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου, πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραήλ. Οὗτοι οἱ μὲν οὖν ἀπόλεκτοι τῶν φυλῶν ἄνδρες τὸν ἀριθμὸν δυοκαίδεκα τῆς ἄλλης πληθύος ἀπενοσφίζοντο. Καὶ δὴ ἀνῄεσαν εὖ μάλα κατασκεψόμενοι πότερόν ποτε πίων ἢ λεπτόγεως ἡ χώρα, εὔβοτός τε καὶ ἀγαθὴ, καὶ γονιμωτάτη, ἤγουν ξηρά τε καὶ ἄκαρπος· ἢ ξύλων τροφὸς ἡμέρων, ἢ καρπῶν ὡραίων λαχοῦσα γένεσιν, εἰ μὴ ἀμελέτητον ἔχει τὸ λήϊον δύνασθαι κομᾷν· καὶ πρὸς τούτοις ἔτι τίνες ἂν εἶεν οἱ κάτοικοι, πότερόν ποτε δεινοὶ πρὸς ἀλκὴν, καὶ καταγώνιστοι τὰ πολεμικὰ, καὶ οὐ τοῖς τυχοῦσιν εὐάντητοι, ἤγουν τοῖς ἀνδρίζεσθαι μεμελετηκόσιν εὐκόλως ἁλώσιμοι· ὅσαι δὲ δὴ αὖ καὶ τίνες αἱ πόλεις, ἆρα ψιλαὶ καὶ ἀτείχιστοι, ἤγουν ἄριστα πεπυργωμέναι. Προσετίθει δὲ ὁ Μωσῆς ὅτι καὶ αὐτῶν δεήσει τῶν καρπῶν ἀποδρεψαμένους οἱονεὶ πρὸς ἀπόδειξιν, ἐπανήκειν αὐτούς. Ἀναβεβηκότες δὴ οὖν ἀποφαίνειν ἠπείγοντο τὸ κεκελευσμένον. Ἐπιτηδείου δὲ ὄντος καιροῦ κατεσκέπτοντό τε τὴν γῆν, καὶ δὴ καὶ βότρυν ἐπαναθέμενοι, χρῆμά τι παράδοξον καὶ ἀσύνηθες, ἀληθὲς θαῦμά τε καὶ ἅμα παρῆσαν ἀζήμιοι, καὶ ἐπανῆκον ἐπὶ Μωσέα. Πλὴν ἐπεμερίζοντο ταῖς γνώμαις ἔτι. Αἰνεῖν μὲν γὰρ ἠξίουν, καὶ ἀπήγγελλον ἅπαντες, ὡς ἀγαθὴ καὶ πίων ἡ γῆ, καὶ τούτου μάρτυρα ἐπεκόμιζον τὸν ἐξ αὐτῆς ληφθέντα καρπόν· ἀλλ' οἱ μὲν θρασὺ τὸ ἔθνος τὸ ἐπ' αὐτῆς ὠνόμαζον εὐσθενές τε καὶ μαχιμώτατον, καὶ ταῖς τῶν πάντων ὑπεροψίαις ὀλίγα παραχωροῦν. Υἱοὺς γὰρ, φασὶ, γιγάντων ἑωράκαμεν ἐκεῖ· ὑψηλὸν δὲ οὕτω καὶ εὐμέγεθες, ὡς ἀκρίδων, οἶμαί που, διενεγκεῖν τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰ ταῖς ἐκείνων ὑπεροχαῖς συγκρίνοιντο. Χάλεβ δὲ καὶ Ἰησοῦς ἔφασκον ἐναργῶς, ὡς ἀγαθή τε καὶ πίων ἡ γῆ. Καὶ εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς αὐτήν. Περιέσονται δὲ ὅτι τῶν καθηκόντων, Θεοῦ προασπίζοντος, διεβεβαιοῦντο πάλιν. Ἐπειδὴ δὲ τῶν τοιούτων ἠκροῶντο λόγων οἱ ἐξ Ἰσραὴλ, ἡ πολλή τε καὶ ἀγελαία πληθὺς, εὐθὺς εἰς λήθην ὑπενεχθεῖσα Θεοῦ, καὶ τῶν ἐν Αἰγύπτῳ σημείων ἀμνημονήσασα, πολὺ τὸ δεῖμα νοσεῖ, ὀκνεῖ πρὸς τὴν μάχην, ἀπέφηνε τὴν ἀντίστασιν, ἐρᾷ δὲ οὐκέτι τῶν ἐπηγγελμένων· οὐ τὴν τοῦ βοηθοῦντος διενοεῖτο χεῖρα τὴν παναλκῆ τε καὶ ἄμαχον, κατοιμώζει δὲ μειρακιωδῶς, καὶ αὐτίκα δὲ μάλα, γυναίοις τε ὁμοῦ καὶ φιλτάτοις τῶν πολεμίων ξίφεσι δαπανηθήσεσθαι προσδοκᾷ. Καὶ δὴ καὶ φάναι τετολμήκασιν, ὡς ἦν ἀμείνων θητεία αὐτοῖς ἡ ἐν Αἰγύπτῳ, καὶ τὸ τῆς δουλείας ἄχθος εὐφορητότερον. Ὑπονοστῆσαί τε ὅτι δεήσει πρὸς Αἰγυπτίους δακρυῤῥοοῦντες ἔφασκον· παραθήγοντας πρὸς ἀνδρείαν τοὺς ἀμφὶ τὸν Ἰησοῦν καὶ Χάλεβ, καὶ χοῦν καταπαττομένους καταλιθοῦν ἐπ εχείρουν. Ἡκόντων δὲ ἤδη πρὸς τοῦτο λοιπὸν ἀθλιότητος τῶν πραγμάτων, ὤφθη, φησὶ, δόξα Κυρίου ἐν νεφέλῃ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ διολλύναι μὲν ἅπαντας ἀμελητὶ διεσκέπτετο. Προσπίπτοντος δὲ καὶ ἐκλιπαροῦντος Μωσέως, κατανεύει μόλις. Εἶπε γὰρ φησὶ, Κύριος πρὸς Μωσῆν· Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου. Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν τὸ ὄνομά μου. Καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. Ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου, καὶ τὰ σημεῖα ἃ ἐγὼ ἐποίησα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς. Ἢ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ' ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστι μετ' ἐμοῦ ὧδε· ὅσοι οὐκ οἴδασιν ἀγαθὸν ἢ κακόν. Πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν. Πάντες δὲ οἱ παροξύναντές με, οὐκ ὄψονται αὐτήν· ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι· εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθον ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. Ἄθρει δὴ οὖν, ὅτι παγχάλεπα μὲν παρὰ Θεῷ τῆς ἀπειθείας τὰ ἐγκλήματα. ∆ύσοιστον δὲ τὴν ζημίαν ὑπομένειν ἀνάγκη τοὺς ὑπ' αὐτὴν γεγονότας. Τοῦτό τοι παθόντα τὸν Ἰσραὴλ εὑρήσομεν, τοῖς ἀρχαιοτέροις Γράμμασι τὰ νέα συμβάλλοντες, καὶ συμβαίνουσαν ταῖς σκιαῖς ἀποφαίνοντες τὴν ἀλήθειαν. Προτρέπει μὲν γὰρ Μωσῆς ἰέναι κατασκεψομένους εὖ μάλα τῆς ἐπαγγελίας τὴν γῆν τοὺς ἐξηλεγμένους ἐκ πασῶν τῶν φυλῶν. Ἐπειδὴ δὲ ἧκον, καὶ ἤδη παρῆσαν, οἱ μὲν κατηγόρευον τὸν ἀριθμὸν ὄντες δέκα, καὶ ἁπάσῃ τῇ συναγωγῇ δειμάτων τε ὁμοῦ, καὶ θεομισοῦς ἀπιστίας γεγόνασι πρόξενοι, Οἱ δὲ δὴ λειπόμενοι δύο Χάλεβ τε ὁ τοῦ Ἰεφωνῆ, καὶ μέν τοι καὶ Ἰησοῦς προὔτρεπόν τε ἰέναι καταδῃώσαντες, καὶ αὐτὴν δὲ τὴν γῆν ἐπαινεῖν ἠξίουν, πίων ὅτι καὶ εὔκαρπος, καὶ μὴν καὶ ληΐων ἀριστότροφος ἐναργῶς ἀνακεκραγότες. Ἀλλ' οἱ μὲν ἐξέπιπτον τῆς ἐπαγγελίας, οἱ δὲ οὐρανίᾳ ψήφῳ κληρονόμοι τῆς ἄνωθεν τέθεινται, καὶ τετίμηνται παρὰ Θεοῦ.

βʹ. Ποῖος οὖν ἄρα λοιπὸν τῆς ἀληθοῦς καὶ πνευματικῆς θεωρίας ὁ τρόπος εἰπεῖν ἀναγκαῖον. ∆ιὰ τῶν Μωσέως βιβλίων, ἤτοι τῶν ἐν αὐτοῖς ὡς ἐν τύποις ἔτι προαναπεπλασμένων τοῖς ἁγίοις ἀγαθῶν, ἤτοι τῆς γῆς τῆς ἁγίας τῆς τοῖς πατράσιν ἐπηγγελμένης ἐξεπέμπετο τρόπον τινὰ τῶν Ἰουδαίων ὁ νοῦς. Ἔστι γὰρ, ἔστιν ἰδεῖν ἐν τοῖς νομικοῖς συγγράμμασι κατεσκιασμένον τοῖς τύποις τὸ Χριστοῦ μυστήριον· καὶ τὸν δι' αὐτοῦ ἐν πνεύματι ἁγιασμὸν, καὶ τὴν τοῖς ἁγίοις ἐπηγγελμένην ἐλπίδα. Τέθυται μὲν γὰρ ὁ ἀμνὸς ὁ ἐν Αἰγύπτῳ παρὰ τῶν ἐξ Ἰσραήλ· κατεχρίοντό τε τῷ αἵματι, καὶ κατείργηται ὁ ὀλοθρευτής. Ὅτι δὲ ἀτονήσει θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ τοὺς ἐν ἁγίῳ Πνεύματι κατακεχρισμένους παρελάσει λοιπὸν ἡ φθορὰ, προεπήγγειλεν ἡ σκιά. Ὅτι δὲ καὶ τῆς ἐν ἀρχαῖς δοθείσης εὐημερίας ἐπιδραξόμεθα, καὶ ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἀνακομισθήσεται πάλιν ὁ ἄνθρωπος, οὐδὲν ἧττον ἡμῖν ὑπεμφήνειεν ἂν ὁ νόμος. Ἑορτάζειν μὲν γὰρ προστέταχεν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, καὶ κάλυντρά τε φοινίκων λαβόντες εἰς χεῖρας, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου. ∆έχεσθαι δὲ οὐχ ἁπλῶς προστέταχεν, ἀλλ' ἐν πρώτῃ τε ἡμέρᾳ καὶ ἑβδόμῃ· κλητήν τε ἁγίαν τὴν πρώτην ὀνομάζει, καὶ μήν τοι καὶ τὴν ἑβδόμην. Ὑπεδήλου δὲ τὸ χρῆμα πλαγίως, ὅτι δέδοται μὲν ὁ παράδεισος ἐν πρώτῳ καιρῷ τῇ τοῦ γένους ἀρχῇ, φημὶ δὲ τῷ Ἀδάμ· δοθήσεται δὲ καὶ ἐν ἐσχάτῳ, τουτέστι, τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος· οὗ τύπος ἂν εἴη καὶ μάλα σαφὴς, ἡ τελευταία τῆς ἑβδόμης ἡμέρα. Ἁγία δὲ ἡ πρώτη, καὶ ἡ ἑβδόμη. Ἅγιος γὰρ ἡμῶν ὁ καιρὸς, καθ' ὃν ἦν ἔτι τὴν δοθεῖσαν αὐτῷ φυλάττων ἐντολὴν ὁ πρωτοπάτωρ Ἀδάμ· ἅγιος δὲ πάλιν ὁ ἐν ἐσχάτοις. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ, τῶν ἐξ ἁμαρτίας ἐγκλημάτων ἀπηλλαγμένοι, καὶ μέτοχοι γεγονότες τοῦ ἁγίου Πνεύματος. Οὐκοῦν διὰ τύπου καὶ σκιᾶς μονονουχὶ προαποστέλλει Μωσῆς, ἤτοι τῶν νομικῶν γραμμάτων ἡ δύναμις, τοὺς εὐμαθεστέρους καὶ οἱονεί πως ἐξειλεγμένον ἔχοντας τὸν νοῦν, εἰς κατάσκεψιν ἀκριβῆ τῶν ἐπηγγελμένων παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τοῖς ἐθέλουσι τυχεῖν τῶν οὕτω σεπτῶν καὶ εὐκλεεστάτων ἀγαθῶν, οὐ πρὸς αἷμά τε καὶ σάρκα ἡ πάλη· πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, κατὰ τὸ γεγραμμένον· κατοκνοῦσι τὴν μάχην οἱ φρονοῦντες τὰ τῆς σαρκός· οἱ τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα τῆς εἰς αἰῶνα τρυφῆς προτετιμηκότες. Ἄθρει γὰρ ὅτι καὶ οἱ ἐξ Ἰσραὴλ, γυναίων τε πέρι καὶ τέκνων ἄνω τε καὶ κάτω λέγουσι ταῖς τῶν ἀπολέκτων φωναῖς εἰς τοσοῦτο δειλίας τε καὶ ἀθλιότητος κατενηνεγμένοι. Ἐννόει δὲ καὶ τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ταῖς τῶν Ἰουδαίων φωναῖς ζημιουμένους τὴν πίστιν. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς πιστεύουσιν ἐχαρίζετο. Πλὴν ἐκάλει πρὸς εὐτολμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. Καὶ ὅτι προσήκει τῆς τοῦ διαβόλου πλεονεξίας καταθλεῖν εὖ μάλα τοὺς ἐπ' αὐτῷ πεποιθότας διεκελεύετο λέγων· Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἱ δὲ πιστεύειν οὐκ ἤθελον, τῆς εἰς Θεὸν ἀγάπης προτάττοντες τὰ σωματικά. Κεκλημένοι γὰρ εἰς τοὺς γάμους, ἤρξαντο, φησὶν, ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Καὶ ὁ μὲν ἔφασκεν· Ἀγρὸν ἠγόρασα· ὁ δέ· Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὁρᾷς ἀδελφότητα παθῶν; ὁρᾷς συγγένειαν νοσημάτων; Οὐκοῦν οἱ μὲν Γραμματεῖς τε καὶ Φαρισαῖοι καταγορεύουσι τρόπον τινὰ διὰ τοῦ μὴ βούλεσθαι βαδίζειν εἰς αὐτὴν, τῆς ἐπαγγελίας τοῦ Θεοῦ, μήτε μὴν ἑτέρους ἐᾷν. Τοιγάρτοι καὶ ἤκουον· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Αὐτοὶ οὐκ εἰσέλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Ἀπολώλασι γὰρ ταῖς τῶν ἡγουμένων φωναῖς οἱ ὑπὸ χεῖρα λαοί. Οὕτω που διὰ φωνῆς προφήτου φησὶν ὁ Θεὸς, ὅτι Οἱ ποιμένες ἠφρονήσαντο, καὶ τὸν Κύριον οὐκ ἐζή τησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. Τοιγάρτοι καὶ ἡ πολλὴ τῶν Ἰουδαίων πληθὺς ἀπώλισθε μὲν τῆς ἐπαγγελίας, ἀμέτοχος δὲ τῆς διὰ Χριστοῦ χάριτος γέγονε. Πλὴν σέσωσται τὸ κατάλειμμα διὰ Χριστοῦ. Τύπος δ' ἂν εἴη καὶ τοῦδε σαφὴς ὁ Χάλεβ υἱὸς Ἰεφονῆ, καὶ μέν τοι καὶ Ἰησοῦς· οἳ μυρία μὲν ὅσα προσεφώνουν τοῖς ἐξ Ἰσραὴλ, παραθήγοντες εἰς ἀνδρείαν, καλήν τε καὶ ἀξιόληπτον τὴν γῆν ὀνομάζοντες, καὶ ὅτι κρατήσουσι τῶν ἐθνῶν ἀνακεκραγότες· ἀλλὰ μικροῦ διολώλασι. Εἶπε γὰρ, φησὶ, πᾶσα ἡ συναγωγὴ, καταλιθοβολῆσαι αὐτούς. Πλὴν δὲ τέθεινται καὶ κληρονόμοι παρὰ Θεοῦ. Τίς οὖν ἄρα ἐστὶν ὁ Χάλεβ, σαφηνιεῖ τὸ ὄνομα. ∆ιερμηνεύεται γὰρ, πᾶσα καρδία· Ἰεφονῆ δὲ πάλιν, ἡ ἐπιστροφή. Οὐκοῦν οἱ τελείαν ἔχοντες μετὰ Θεοῦ τὴν καρδίαν, υἱοὶ τῆς ἐπιστροφῆς σὺν τοῖς Ἰησοῦ. Εἶεν δ' ἂν οὗτοι πάλιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν ἀπαρχῇ νοούμενοι τοῖς ἁγίοις ἀποστόλοις, οἳ κεκλήκασι τὸν Ἰσραήλ· καὶ ἐν αὐτοῖς ἂν νοοῖτο τὸ κατάλειμμα. Καὶ καλοῦντες κεκινδυνεύκασι. Πλὴν τῆς ἁγίας γῆς τέθεινται κληρονόμοι. Ὅτι γὰρ πᾶσαν ὥσπερ ἤτοι τελείαν ἐσχήκασι μετὰ Θεοῦ τὴν καρδίαν οἱ υἱοὶ τῆς ἐπιστροφῆς, τουτέστιν, οἱ ἐπιστρέψαντες ἐκ τῶν νομικῶν ἐνταλμάτων ἐπὶ τὴν διὰ πίστεως λατρείαν τε καὶ χάριν, ἀναμάθοι τις ἂν Παύλου γράφοντος ἐναργῶς· σκύβαλα μὲν ἡγοῖτο τὰ ἐν νόμῳ, καὶ καταλογίσαιτο ζημίαν διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Θεοῦ· καὶ ἵνα αὐτὸν κερδάνῃ, καὶ τὴν αὐτοῦ δικαίωσιν ἔχῃ. Ὅτι τοίνυν ἀπολισθήσει μὲν τῆς ἐπαγγελίας ὁ Ἰσραὴλ, ἀπολεῖται δὲ οὐκ εἰσάπαν, ἀλλ' ὡς ἐν ὀλίγῃ μοίρᾳ σωθήσεται· τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ κατάλειμμα, συνήσεις εὖ μάλα, καθάπερ ἤδη προεῖπον· εἰσκομιζόμενον βλέπων ἐξ ἐπαγγελίας Θεοῦ τὸν Χάλεβ, συνεζευγμένου τρόπον τινὰ, καὶ παραθέοντος τοῦ σώζοντος· ἑρμηνεύεται γὰρ ὧδε Ἰησοῦς. Καὶ γοῦν ὁ θεσπέσιος ἄγγελος Γαβριὴλ αὐτὸς ἦν ὅτε τῇ ἁγίᾳ Παρθένῳ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς εὐηγγελίζετο τρόπον· Μὴ φοβοῦ, φησὶ, Μαριάμ· εὗρες γὰρ παρὰ Θεῷ χάριν. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Μόνον οὖν ἄρα τῆς Ἰουδαίων Συναγωγῆς τὸ κατάλειμμα κεκληρονόμηκε τὰς ἐπαγγελίας, καὶ εἰς γῆν εἰσέβη τὴν ἱεράν. Ὁ μὲν οὖν πολλοῦ γε καὶ δεῖ. Συνήλασε δὲ ὥσπερ αὐτῷ ὁ νέος τε καὶ ἐν πίστει λαός. Ὑπισχνεῖτο γὰρ ὁ τῶν ὅλων Θεὸς συνεισκομιεῖν τῷ Χάλεβ πᾶν παιδίον νέον. Τοῦτο καὶ ὁ θεῖος ἡμῖν ∆αβὶδ ὑπεσήμαινε λέγων περὶ τῆς τῶν ἁγίων κληρονομίας· Γραφήτω αὐτὴ εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, ἀλλ' εἰς γενεὰν ἑτέραν ὁ κλῆρος τετήρηται. Καὶ τίς ἡ ἑτέρα γενεά; Ὁ νέος, ὡς ἔφην, καὶ ἐν πίστει λαός. Ἐκτίσμεθα γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, ἀποδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Κτίσαι γὰρ λέγεται τοὺς δύο λαοὺς ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἐνὶ πνεύματι πρὸς τὸν Πατέρα. Οὐκοῦν εἰς τύπον ἂν εἶεν τοῦ νέου λαοῦ τὰ καὶ αὐτῷ τῷ Χάλεβ συνεισκομιζόμενα βρέφη. Οἷς καὶ ὁ θεσπέσιος μαθητὴς ἐπέστελλε λέγων· Ὡς ἀρτιγενῆ τὰ βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Ὅτι δὲ καὶ ὁ θεσπέσιος Παῦλος οὕτω συνεὶς τὰ ἐν νόμῳ, μεταπλάττει πρὸς ἀλήθειαν τὸν ἔν γε τοῖς γράμμασι τύπον, μαθήσῃ σαφῶς, ὡς δὴ γεγραφότος Ἑβραίοις, Ὅτι, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, οἷς ὤμοσα, καὶ οὐκ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἵνα δὲ καὶ ἡμεῖς τὴν ἐπάρατον ἀπιστίαν διωθούμενοι, καὶ ὡς ἀποτάτω τῆς ἑαυτῶν ἱέντες ψυχῆς, κληρονόμοι τῆς ἐπαγγελίας εὑρισκώμεθα, προσεφώνει πάλιν· Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐν ὑμῖν ἀπάτῃ τῆς ἁμαρτίας. Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίων κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνεσθε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐχὶ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως. Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσαν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διὰ τὴν ἀπείθειαν. Ὅτι γὰρ τὸ ἐξήνιον, καὶ τὸ μὴ τοῖς θείοις ὑπείκειν νεύμασι, προεξένησεν αὐτοῖς ἐπιτηδεύειν ἐθέλουσι τῆς ἐλπίδος τὴν ἀπεμπολήν· ὀνήσειε δ' ἂν οὐ μετρίως τὸ ἔμπαλιν, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων· Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν ἀνάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι. Ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένος ἐν πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ οἱ πιστεύσαντες τῷ πάντων ἡμῶν Σωτῆρι καὶ Λυτρωτῇ· φημὶ δὲ τῷ Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὅτι γέγονεν ἡμῖν ἄρτος ζωῆς ὁ Χριστός.

αʹ. Ταῖς τῶν Ἰουδαίων φιλομαθείαις ἐπιτιμῶν ὁ θεσπέσιος προφήτης Ἱερεμίας, καὶ μάλα εἰκότως ἔφασκε· Πῶς ἐρεῖτε, ὅτι καὶ μάλα σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰ μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν. Ἠσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ Κυρίου ἀπεδοκίμασαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Καίτοι γὰρ ἐπὶ τῇ τῶν νόμων εἰδήσει πολὺ λίαν ἐξογκούμενοι, καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ τῆς ἀγελαίου πληθύος κατασοβαρευόμενοι, πολὺ νοσοῦντες τὸ εὔηθες, ἄσοφοί τε καὶ ὀλιγογνώμονες ἐξ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Ἀπεδοκίμαζον γὰρ τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ σοφίαν, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Ταύτῃτοι γεγόνασιν ἀδόκιμοι καὶ ἀκάρδιοι, μωροὶ καὶ τυφλοὶ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ἐπειδὴ δὲ τὸν θεῖον παρωθούμενοι λόγον, καὶ τῆς ζωοποιοῦ χάριτος ὡς ἀποτάτω διᾴττοντες, καὶ ταῖς ἄγαν ἀπειθείαις καταλυποῦντες τὸν Θεὸν κατὰ μυρίους ὅσους ἡλίσκοντο τρόπους, λιμῷ διολώλασι. Καὶ τοῦτο ἦν τὸ διὰ φωνῆς προφητῶν παρὰ Θεοῦ λελεγμένον· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ σαλευθήσονται ὕδατα, ἕως θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῆς περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν. Οἷς γὰρ ἐξὸν ἔχειν αὐτὸν καὶ μάλα πλουσίως, ἀνούστατα διωθούμενοι, ψήφῳ λοιπὸν θείᾳ κολάζονται, τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ τὰ δι' ὧν ἦν εἰκὸς καταπλουτεῖν μονονουχὶ δύνασθαι τοῖς ἄνωθεν ἀγαθοῖς· ἀλλ' ἐκείνοις μὲν ἀπειθεῖν ἑλομένοις, καὶ τὴν θείαν τε καὶ ἀξιάγαστον χάριν ἀνοσίως περιυβρίζουσιν, ὁ τῶν θείων μαθημάτων λιμὸς ἐπενήνεκται, καὶ σφόδρα εἰκότως. Ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἄρτος ζωῆς γέγονεν ὁ Ἐμμανουὴλ, Ἄρτος ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ἐν ᾧ καὶ δι' οὗ τὸ θεομισὲς τῆς φθορᾶς ὑπερθέοντος κράτος, καὶ τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ μεταμφιεννύμενοι χάριν, τουτέστι, τὴν ἀφθαρσίαν, προκεκομίσμεθα τῷ Θεῷ καὶ Πατρὶ, λαμπροί τε καὶ ἱεροί. Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων πεπλουτηκότες διατελοῦμεν ἐν κόσμῳ; τοῖς τοιούτοις ἡμᾶς ἐφίστησι λογισμοῖς τὸ γράμμα τὸ νομικόν. Ἔχει δὲ οὕτω· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα, ἀφόρισμα τῷ Κυρίῳ, ἀπαρχὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα ἀφαιριεῖτε αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε αὐτό· ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε ἀφαίρεμα Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. Ὅταν δὲ διαμάρτητε, καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωσῆν, καθὰ συνέταξε Κύριος ὁ Θεὸς ὑμῖν ἐν χειρὶ Μωσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς, καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν· καὶ ἔσται, ἐὰν ἐξ ὀφθαλ μῶν τῆς συναγωγῆς ἀκουσίως γενηθῇ, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα, εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ, κατὰ τὴν σύνταξιν αὐτοῦ, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς, ὅτι ἀκούσιόν ἐστι· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν. Καὶ ἀφεθήσεται πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ προσπορευομένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον. Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαύσιον περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ ἀφεθήσεται αὐτῷ τῷ ἐγχωρίῳ ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς. Νόμος εἷς ἔσται ἐν αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως. Καὶ ταῦτα μὲν ἐν τοῖς Ἀριθμοῖς· ἐν δὲ τῷ Λευϊτικῷ διαμορφοῖ μὲν ἑτέρως τὸ μυστήριον, πλὴν οὐ σφόδρα πρὸς ἀνομοιότητα διεστήκει τὰ θεωρήματα. Φέρε δὴ οὖν κἀκείνων ἐπιμνησθέντες, ἐπεὶ τὸ λίαν εἰσὶν ἀναγκαῖα πρὸς εἴδησιν, μίαν ὥσπερ ἐπ' ἀμφοῖν ἐξυφαίνωμεν τὴν ἀφήγησιν. Γέγραπται δὲ οὕτω πάλιν· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίσητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δραγμάτων ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα. Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκάρπωμα τῷ Κυρίῳ. Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, θυσίαν τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ, τὸ τέταρτον οἴνου καὶ ἄρτου. Καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν.

βʹ. ∆ράγμα μὲν οὖν, ληΐων ἀπαρχὴ, καὶ νέας σύμβολον εὐκαρπίας. Ἄρτος δὲ αὖ σίτου λοιπὸν συναγηγερμένου, καὶ εἰς τὴν ἅλωσιν σεσωρευμένου, καὶ τάχα που καὶ εἰς αὐτὰς ἀποθήκας κεκομισμένου. Ἀνάθημα δὲ τῷ Θεῷ τοῖς ἤδη κατῳκηκόσι τῆς ἐπαγγελίας τὴν γῆν, ταῦτα ποιεῖσθαι προστέταχεν, ἵνα δι' ἀμφοῖν νοοῖτο Χριστός· ἄρτος μὲν ἐξ οὐρανοῦ καὶ ζωοποιὸς, καὶ ἀπαρχὴ φυράματος τῶν εἰς καινότητα ζωῆς ἀνακτιζομένων ἐν αὐτῷ. Τοῦ μὲν γὰρ ἀρχαιοτέρου φυράματος ἀπαρχὴ γέγονεν ὁ Ἀδάμ· ἐπειδὴ δὲ τῆς δοθείσης ἀλογήσας ἐντολῆς παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθὺς, καὶ θανάτῳ καὶ φθορᾷ τὸ ἀνθρώπινον ἐν αὐτῷ κατεδικάζετο γένος. Ἀπαρχὴ δὲ Χριστὸς τοῦ δευτέρου φυράματος, ὃς καὶ διέδρα τὴν ἀρὰν, δι' αὐτὸν δηλονότι τὸν ὑπὲρ ἡμῶν γενόμενον κατάραν. Καὶ τὸ τῆς φθορᾶς παρελαύνει κράτος, δι' αὐτὸν δὴ πάλιν τὸν ἐλεύθερον ἐν νεκροῖς. Ἀνεβίω μὲν γὰρ πατή σας τὸν θάνατον. Μονονουχὶ δὲ καὶ ἀνάθημα λαμπρὸν καὶ δωροφορία, καὶ οἷά τις ἀνθρωπότητος ἀπαρχὴ, κεκαινουργημένος εἰς ἀφθαρσίαν ἀνέβη πρὸς τὸν Πατέρα. Τοιγάρτοι τὸν ἄρτον ἐν τῇ ἁγίᾳ φέρεσθαι σκηνῇ, καὶ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνακεῖσθαι Θεῷ, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, τοῦ Ἐμμανουήλ. Ἀνῆλθε γὰρ οὐκ εἰς χειροποίητά ποθεν, οὔτε μὴν εἰς τὰ ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, καὶ ἄρτος ἐστὶ ζωοποιὸς ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἀπαλλάττει τε πρὸς τούτῳ καὶ ἁμαρτιῶν, καὶ ἀγνοημάτων ἐλευθεροῖ τοὺς ἐπὶ τῆς γῆς, εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ὑπὲρ αὐτῶν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρὶ, συνήσεις εὖ μάλα τοῖς τῆς διανοίας ὄμμασιν ὡς μόσχον ὁλοκαυτούμενον καθορῶν σφαζόμενον, καὶ ὡς χίμαρον ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Παραπτώματα γὰρ τίς συνήσει; κατὰ τὸ γεγραμμένον. Ἄθρει δὴ ὅπως ὁ νομοθέτης τῆς ἐν νόμῳ λατρείας ὑπερκειμένην ἀσυγκρίτως τὴν διὰ Χριστοῦ κάθαρσιν ἐκάλεσεν σαφῶς. Εἰ γὰρ παρέλθητε, φησὶ, τὰ Μωσέως, καὶ τῆς νομικῆς λατρείας ἂν ἀλογήσαντες ἐντολῆς κατεφορῷντό τινες, τότε δὴ, τότε τὴν δι' αἱμάτων ὑμῖν ἀμνησίαν ἐπικυροῦσαν εὑρήσετε, μόσχου καταθυομένου καὶ χιμάρου προσενηνεγμένου. Τοῦτο δὲ ἦν εἰς τύπον Χριστοῦ. Οὐκοῦν καθορίζει μὲν ὁ νόμος τῶν παραβαινόντων τὴν κόλασιν· ἀπαλλάττει δὲ δίκης καὶ τῶν ἐξ ἀγνοίας αἰτιαμάτων ἐλευθεροῖ τὸ τίμιον αἷμα Χριστοῦ. Τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα τοῦ κόσμου καταλύσῃ τὴν ἁμαρτίαν. Οὐκοῦν ὡς ἐν ἄρτῳ νοοῖτο Χριστὸς ὡς ζωὴ, καὶ ζωοποιός· ὡς ἐν μόσχῳ πάλιν ὁλοκαυτούμενος καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί· καὶ ὡς ἐν εἴδει χιμάρου γεγονὼς δι' ἡμᾶς ἁμαρτία, καὶ ὑπὲρ ἁμαρτιῶν σφαζόμενος. ∆ράγμα δὲ αὖ, καθ' ἕτερον νοοῖτο τρόπον. Τίς δὲ καὶ οὗτός ἐστιν, ὡς ἔνι, λελέξεται. Ἀστάχυσι μὲν τοῖς ἐν ἀγρῷ παρεικάσειέ τις ἂν τὸ ἀνθρώπινον γένος, τὸ οἱονεί πως ἀνίσχον ἐκ τῆς γῆς, καὶ τὴν ἑαυτῷ πρέπουσαν περιμένον ἐκπλήρωσιν, καὶ χρόνῳ κειρόμενον ἀμῶντος θανάτου. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς, καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Οὐκοῦν, ὡς ἔφην ἀρτίως, ληΐοις τοῖς ἐν ἀγρῷ παρεικαστέον εὖ μάλα τοὺς ἐπὶ τῆς γῆς. Γέγονε δὲ καθ' ἡμᾶς ὁ Χριστὸς, ἀστάχυος δίκην ἀναφὺς ἐκ τῆς ἁγίας Παρθένου. Ἐπεί τοι καὶ σίτου κόκκον καὶ αὐτὸν ἡμῖν ὠνόμαζε, λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ἀνάθημα δὲ ὥσπερ ὑπὲρ ἡμῶν γέγονε τῷ Πατρὶ, καὶ ἐν τάξει δράγματος, ὡς γῆς ἀπαρχὴ, δι' ὧν ἐκτέτοκε, μαρτυρομένης εἰς εὐκαρπίαν. Ἄσταχύς γε μὴν νοούμενος εἶς, καθὰ καὶ ἡμεῖς αὐτοὶ, οὐκ ἄσταχυς εἷς, ἀλλ' ὡς δράγμα προσάγεται, τουτέστιν, ἐκ πολλῶν ἀσταχύων, δέσμη μία. Καί τι τὸ χρῆμά ἐστιν ἀναγκαῖον εἰς ὄνησιν, καὶ μυστηρίου τύπον ἀποπληροῦν. Εἷς μὲν γάρ ἐστιν Ἰησοῦς ὁ Χριστὸς, πλὴν ὡς ἐν εἴδει δράγματος πολλοστὸς νοεῖται, καὶ ἔστι, διὰ τὸ πάντας ἔχειν ἐν ἑαυτῷ τοὺς πιστεύοντας, καθ' ἕνωσιν δὲ δηλονότι τὴν πνευματικήν. Ἐπεὶ τίνα τρόπον ὁ μακάριος γράφει Παῦλος· Ὡς συνεγηγέρμεθά τε αὐτῷ, καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ δέ ἐστι καθ' ἡμᾶς, σύσσωμοι γεγόναμεν αὐτῷ, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ σώματος πεπλουτήκαμεν. Ταύτῃτοί φαμεν, ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ. Καὶ γοῦν αὐτός πού φησι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θέλω, ὥσπερ ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν. Ὡς ἂν ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. ∆ράγμα τοίνυν ὡς πάντας ἔχων ἐν ἑαυτῷ, καὶ ὑπὲρ πάντων ἀνακείμενος, καὶ ἀνθρωπότητος ἀπαρχὴ τετελειωμένης ἐν πίστει καὶ ὀφειλούσης ἤδη λοιπὸν εἰς τοὺς ἄνω καὶ ἐν οὐρανῷ κομίζεσθαι θησαυρούς. Προσκομίζεσθαι δὲ δεῖν τὸ δράγμα φησὶ τῇ ἐπαύριον τῆς πρώτης, ὅ ἐστι τῇ τρίτῃ. Ἀνεβίω γὰρ ἐκ νεκρῶν κατὰ τὴν τρίτην ἡμέραν, αὐτοῦ τε ἀναπεφοίτηκεν εἰς οὐρανὸν, εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων. Ἀλλ' ὥσπερ ἄρτος νοούμενος κατεσημαίνετο κἀν τῷ μόσχῳ τῷ πρὸς ὁλοκαύτωσιν καὶ εἰς ὀσμὴν εὐωδίας, καὶ μέν τοι καὶ ἐν χιμάρῳ τῶν ἀγνοημάτων παρεστηκότι· οὕτω δὴ πάλιν, καὶ εἰ δράγμα νοοῖτο τυχὸν, ἀλλ' ἔστιν αὐτὸς τὸ ἐνιαύσιον πρόβατον, τουτέστι τὸ τέλειον. Παντέλειος γὰρ καὶ ἀνενδεὴς ὁ Χριστὸς ἰδίᾳ φύσει. Ἔστι δὲ πρὸς τούτῳ καὶ ἄμωμος παντελῶς. Οὐ γὰρ ἔγνωκεν ἁμαρτίαν, οὐδ' ἔστι δόλος ἐν τῷ στόματι αὐτοῦ. Αὐτός τε ἡ σεμίδαλις ἡ λαμπρὰ, καὶ ἐλαιόδευτος, τουτέστιν, ἡ ὡς ἐν πιότητι καὶ ἱλαρότητι ζωή. Ζῶμεν γὰρ χαίροντες ἐν αὐτῷ διὰ τὴν ἀποκειμένην ἐλπίδα, καὶ τῇ τοῦ ἁγίου Πνεύματος καταρδευόμενοι χάριτι, κατὰ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο, φαμέν· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Γεγόναμεν γὰρ ἠλεημένοι, διὰ πίστεως ἐν Χριστῷ, ᾧ τρόπον τινὰ καὶ συνθυμιώμεθα δευτέραν ἔχοντες τάξιν· καθάπερ ἀμέλει τὰ καλούμενα χίδρα πρὸς τὴν ἐκείνου σεμίδαλιν. Χίδρα γὰρ εἶναί φαμεν, τὰ ἐξ ὀσπρίων ἄλευρα. Ὅτι γὰρ καὶ εἰ γέγονε καθ' ἡμᾶς οἰκονομικῶς, ὑπὲρ ἡμᾶς ὁ Χριστὸς νοοῖτ' ἂν εἰκότως, ἐνδοιάσειεν ἂν οὐδείς. Οὐκοῦν τιμιωτέρα μὲν ἀσυγκρίτως ἡ αὐτοῦ ζωή. Ἁγία γὰρ παντελῶς καὶ ἄμωμος. Ἐν μείοσι δὲ καὶ κατόπιν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἐν τάξει χίδρων, ὡς πρός γε, φημὶ, τὴν ἀπὸ σίτου σεμίδαλιν. Ζωῆς δὲ τύπος σεμίδαλις. Πλὴν συναναφέρεται πρὸς τὸ θυσιαστήριον τὰ χίδρα τῇ σεμιδάλει. Συνθυμιώμεθα γὰρ, ὡς ἔφην, Χριστῷ, καὶ αὐτῷ πάντες εὐωδιάζομεν, καὶ ἐσμὲν σὺν αὐτῷ δεκτοὶ τῷ Θεῷ καὶ Πατρί. Καὶ οἱ Χριστὸν οὐκ ἕχοντες, οὐδ' ἄν εἰσιν ὅλως εἰς θυσίαν ἐπιτήδειοι· Χωρὶς γὰρ ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν. Νία δὲ, φησὶν, οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἀναφέρητε τὸ δράγμα. Οὔτε γὰρ ὁ τοῦ νόμου καιρὸς, οὔτε μὴν ὁ τῶν ἁγίων χορὸς προφητῶν τὴν νέαν εἶχε τροφὴν, τουτέστι, τὰ διὰ Χριστοῦ παιδεύματα, οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρωπείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσαγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι Πνεύματος· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαείσης ἔξω τῆς παρεμβολῆς.

αʹ. Ἀλλὰ μέν που καί φησιν ὁ θεσπέσιος ∆αβίδ· Τί ἀποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Πρέποι δ' ἂν μάλιστα καὶ ἡμῖν αὐτοῖς ἡ τοιάδε φωνή. Τί γὰρ ἔσται τὸ παρ' ἡμῖν ἰσοστάσιον τῷ Θεῷ καὶ Πατρί; ∆έδωκε γὰρ ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν, ἵνα πᾶς ὁ πιστεύσας εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· μονονουχὶ καὶ τῆς αὐτῷ πρεπούσης ἀφειδήσας φιλοστοργίας. ∆έδωκε γὰρ ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· οὐχ ἵνα μεθ' ἡμῶν ἐν νεκροῖς ὁρῷτο μεμενηκὼς, ἀλλ' ἵνα σὺν αὐτῷ τε καὶ δι' αὐτὸν εἰς ζωὴν ἀναθέοντες, καὶ παλινδρομοῦντες εἰς ἀφθαρσίαν, χαίροντες λέγωμεν· Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ σου τὸ κέντρον, ᾅδη; Τίς οὖν λοιπὸν εἰς τοῦτο ἀποφέρουσα τρίβος; Ἡ διὰ τοῦ βαπτίσματος χάρις, δι' οὗ πάντα ῥύπον ἀποτριβόμενοι, κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, ἐνοικοῦντος ἡμῖν διὰ τοῦ Πνεύματος τοῦ Χριστοῦ. Τότε γὰρ, τότε ἐῤῥαντισμένοι τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων, ὡς μακάριος γράφει Παῦλος, καὶ τῆς μυστικῆς εὐλογίας γεγονότες μέτοχοι, καὶ τῆς ἄνωθεν χάριτος τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, ζηλωτοὶ καὶ ἀπόβλεπτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὁρώμεθα; Ἴδοις δ' ἂν ἀληθὲς ὅπερ ἔφην, τὰ ἐπὶ τῇ δαμάλει τεθεσπισμένα εἰ συνήσεις. Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν, ἄμωμον, ἥτις οὐκ ἔχεται ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός. Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. Καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα αὐτῆς, καὶ τὰ κρέα, καὶ τὸ αἷμα αὐτῆς σὺν τῷ κόπρῳ κατακαυθήσεται. Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον, καὶ ὕσσωπον, καὶ κόκκινον, καὶ εἰσβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. Καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς εἰς τὴν παρεμβολὴν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. Καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως. Καὶ ἐν τοῖς ἑξῆς· Καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις τοῖς προκειμένοις ἐν μέσῳ ὑμῶν, νόμιμον αἰώνιον. Προσεπάγει δὲ τούτοις ὁ νομοθέτης, ὅτι καταμιαίνει μέν τινας καὶ βεβήλους ἀποφαίνει τὸ τεθνεῶτος ἀποθήγειν. Ἔσται δὲ ἀκάθαρτος ὁ τοῦτο παθὼν ἐφ' ὅλαις ἡμέραις τὸν ἀριθμὸν ἑπτά. Ἁγνηθήσεται δὲ τῇ σποδῷ τῆς δαμάλεως ἀναμὶξ ὕδατι τὸ αἷμα ἐῤῥαμμένος τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ μέν τοι καὶ ἐν ἑβδόμῃ. Εἰ δὲ μὴ τοῦτο δρῴη, φησὶν, ἀναπόνιπτον ἕξει τὴν ἀκαθαρσίαν. Ἀποτιεῖ δὲ καὶ δίκας, ὅτι τὴν σκηνὴν Κυρίου ἐμίανεν. Ἐκτριβήσεται, φησὶν, ἡ ψυχὴ αὐτοῦ ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπ' αὐτόν. Εἰ δὲ καὶ ἐν οἴκῳ γένηται, φησὶν, ἐκτεθνάναι τινὰ, καθοριζέσθω δὴ τότε καὶ αὐτῆς τῆς ἑστίας, καὶ πάντων τῶν ἐν αὐτῇ, σκευῶν δὴ λέγω, τῆς ἀκαθαρσίας τὸ ἔγκλημα. Καὶ εἰ πωμάτων ἔρημα κέοιτό τινα τῶν ἀγγείων, ἔστω καὶ ταῦτα μεμολυσμένα. Βέβηλος δὲ οὐδὲν ἧττον, φησὶν, ὁ ἁψάμενος ἐν πεδίῳ ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος. Τίνι δὴ οὖν ἀποσμήχεσθαι τὰ τοιαῦτα προστέταχεν, ἐροῦμεν ὡς ἔνι τὴν τοῦ Γράμματος ἀσάφειαν τοῖς καθήκουσι λογισμοῖς εὐτέχνως διαπτύσσοντες.

βʹ. ∆άμαλις μὲν οὖν ἡ ἀμώμητος παντελῶς, καὶ ῥύπου παντὸς εἰσάπαν ἀπηλλαγμένη, καὶ οὐκ εἰδυῖα τὸ πλημμελεῖν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἐθάρσησε γὰρ εἰπεῖν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ μέν τοι πρὸς Ἰουδαίους· Τίς ἐξ ὑμῶν ἐλέγξῃ με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Πλὴν ἐκεῖνο ἄθρει δὴ, ποτὲ μὲν μόσχος, ποτὲ δὲ δάμαλις παρά γε τοῖς ἱεροῖς ὠνόμασται λόγοις, ἵνα διὰ μὲν τοῦ ἄῤῥενος, ὡς καθηγητὴς, διὰ δὲ τοῦ θήλεως, ὡς ἐν μείονί τε καὶ ὑποταγῇ σημαίνηται. Καθηγούμενος γὰρ τῶν ὅλων ὁ Θεὸς, καὶ τὸ κατὰ πάντων μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀνημμένον κράτος· γέγονε μὲν γὰρ ἑκὼν ὑπὸ νόμον, τετήρηκε δὲ τὰ Μωσέως, ὡς προὔχοντος, εἰ καὶ ἦν οἰκέτης. Καὶ θαυμαστὸν οὐδὲν, ὅτι καὶ προφήτης ὠνόμασται, καὶ ἐν δούλου πέφηνε μορφῇ, καίτοι προφητῶν ὑπάρχων Κύριος καὶ Θεός. Πυῤῥὰ δὲ ἡ δάμαλις· τετέλεσται γὰρ ἐφ' αἵματι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ἀφῖκται σώζων τὴν ὑπ' οὐρανὸν ἰδίῳ αἵματι. Αἵματος δὲ σημεῖον ἂν γένοιτο καὶ μάλα σαφῶς ἡ πυῤῥότης. Ἀλλ' εἰ καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ, καὶ μεθ' ἡμῶν ὑπὸ νόμον οἰκονομικῶς ὡς ἄνθρωπος, εἰ καὶ δοῦλος ὠνόμασται, τῆς ἀναληφθείσης σαρκὸς οὐκ ἀτιμάσας τὴν σάρκα· ἀλλ' ἦν τε καὶ ἔστι καὶ οὕτως ἐλεύθερος, ὅτι καὶ φύσει Θεὸς, καὶ ζυγῷ δουλείας ἤκιστα μὲν ἐνδούμενος, ἀπείρατος δὲ τοῦτο, οὐδὲ παντελῶς. Ἔρχεται γὰρ ἄνωθεν, καὶ ἐπάνω πάντων ἐστὶν, ἐξ αὐτῆς ἀναφὺς τῆς ἐλευθέρας οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ταύτῃτοι τὴν δάμαλιν παρενεχθῆναι δεῖν ἔφη, πυῤῥάν τε καὶ ἄμωμον, καὶ τῶν ζεύγλῃ πόνων ἀπείρατον. Εἰ γὰρ κεκένωκεν ἑαυτὸν ὁ Μονογενὴς καθίεται δὲ καὶ ἑκὼν ἐν δούλου μορφῇ, πῶς ἂν ἢ πόθεν εἴη ἂν ἀμφίλογον ὡς ἔσται μὲν πάντως ἐξ ὑψωμάτων ἡ ὕφεσις, ἐκ πληρωμάτων δὲ ἡ κένωσις; ἐξ ἐμφύτου δὲ αὖ καὶ πρεσβυτέρας ἐλευθερίας ἡ κάθοδος, ἡ ὡς ἔν γε, φημὶ, τῇ τοῦ δούλου μορφῇ. Ἡ οὗν δάμαλις μὲν διάτοι τὸ ἐν ὑποταγῇ τε καὶ ὑπὸ νόμον ὡς ἡγούμενον· πυῤῥὰ δὲ ὅτι τῆς οἰκονομίας ὁ τρόπος ἐφ' αἵματι γέγονε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν. Ἄμωμος δὲ, διὰ τὸ ἀπλημμελές· οὐ γὰρ οἶδεν ἁμαρτίαν. Ἔργου δὲ καὶ ζεύγλης ἀπείρατος, διὰ τὸ ἐλεύθερον ἐν θεότητι, καὶ τὸ ἄηθες τῆς δουλείας, εἰ καὶ γέγονε καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ. Ἀλλὰ δώσουσι, φησὶ, τὴν δάμαλιν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Τύπος δ' ἂν εἴη τῶν ἱερῶν καὶ ἡγιασμένων, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένων, ὁ ἱερεύς· ἐπείτοι καὶ πρὸς ἡμᾶς τοὺς πεπιστευκότας εἴρηταί που διὰ φωνῆς ἁγίου· Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἡμῖν ἄρα τοῖς ἱεροῖς, τῷ ἀπολέκτῳ γένει, καὶ τῷ ἁγίῳ ἔθνει δέδοται Χριστὸς παρὰ Θεοῦ καὶ Πατρὸς, ἁγιασμὸς καὶ ἀπολύτρωσις, σοφία καὶ δικαιοσύνη, Σωτήρ τε καὶ Λυτρωτὴς, καὶ ὡς θεσπέσιος γράφει Παῦλος, ἔξω τῆς πύλης ἔπαθεν. Ἔνθα καὶ ἡμᾶς ἰέναι δεῖν ἔφη, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντας, τουτέστι, τὸν ἴδιον σταυρόν. Τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅτι δὲ τοῖς ἱεροῖς καὶ ἡγιασμένοις πρεπωδέστατόν τε καὶ οἰκεῖον εἰς ὄνησιν, μονονουχὶ καὶ ἐν ὀφθαλμοῖς ἔχειν τὸν ἀποθανόντα Χριστὸν, ὑπεμφήνειεν ἂν, τὸ ὡς ἐν ὄψει ἱερέως κατασφάττεσθαι δεῖν νομοτεθῆσαι δάμαλιν. Ὅτε δὲ μεμνήμεθα τοῦ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντος Χριστοῦ, τότε δὴ, τότε μειζόνως κατατεθήπαμεν τὸν θεσπέσιον ἡμῖν ὑποφωνοῦντα Παῦλον περὶ αὐτοῦ· Εἶς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πάλιν· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτ' ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐκοῦν προκείσθω τρόπον τινὰ τοῖς τῆς διανοίας ὄμμασι τὴν ὑπὲρ ἡμῶν ὑπομένων σφαγήν. Ζήσομεν γὰρ οὕτως ἑαυτοῖς μὲν οὐκέτι, Θεῷ δὲ μᾶλλον, ὡς ἠγορασμένοι τῷ αἵματι τοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, κατὰ τὰς Γραφάς. Προσέταττέ γε μὴν τῇ τοῦ ἱερέως χειρὶ, καταῤῥαίνεσθαι τῷ αἵματι τὴν ἁγίαν σκηνὴν, καὶ τοῦτο ἑπτάκις· καταπίμπρασθαι δὲ τὴν δάμαλιν, οὐδενὸς τὸ σύμπαν ἐκβεβλημένου τῶν ὅσα ἐστὶν αὐτῆς· ἀλλ' ὁμοῦ τοῖς κρέασι καὶ κόπρῳ, τὸ δέρμα καὶ τὰ λοιπὰ τοῦ σώματος. Ἁγιάζει γὰρ ὁ Χριστὸς τῷ ἰδίῳ αἵματι τὴν ἀληθεστέραν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν· ἁγιάζει δὲ τελείως, τουτέστι, πλουσίως. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ ἑπτάκις τῷ αἵματι καταῤῥαίνεσθαι τὴν σκηνήν. Τελειότητος δὲ σημεῖον, ὁ μέχρις ἑπτὰ προήκων ἀριθμός. Τὸ δέ γε πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγὴν, ὑπεμφαίνειν ἔοικε τὴν μέχρι θανάτου δοκιμασίαν, ἣν ὑπὲρ ἡμῶν ὑπέστη Χριστός. ∆οκιμάζεται γὰρ ἐν πυρὶ τὸ ἀργύριον, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ὅτι δὲ δι' ὑπακοῆς τῆς μέχρι θανάτου δεδοκίμασται τρόπον τινὰ ὁ Χριστὸς, ἐκδείξειεν ἂν οὐκ ἀσυμφανῶς ἐκεῖνο, οἶμαί που. Ἔφη μὲν γάρ που διὰ φωνῆς Ζαχαρίου τοῦ προφήτου, τάχα που πρὸς τοὺς ἐν πίστει δεδικαιωμένους, ἤγουν ὑπὲρ ὧν ἀπέθανε· Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στήσαντες τὸν μισθόν μου, ἢ ἀπείπασθε. Εἶτά φησιν ὁ προφήτης· Καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυρίους. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Οὐκοῦν ὑπεμφήνειεν ἂν, ὡς ἔφην, τὸ μέχρι θανάτου δεδοκιμάσθαι Χριστὸν, τὸ πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγήν. Πλὴν οὐδὲν ἀπόβλητον αὐτῆς. Ὅλος γὰρ ἅγιος ὁ Χριστὸς, καὶ τὰ κρέα, καὶ τὸ δέρμα, τουτέστι, τά τε ἐν κατακαλύψει κεκρυμμένα, καὶ τὰ ἐμφανῆ καὶ πρόχειρα. Θεὸς γὰρ ἦν φύσει, γεγονὼς καθ' ἡμᾶς, πλὴν οὐκ εἰδὼς ἁμαρτίαν. Κέδρινον δὲ ξύλον, καὶ μέν τοι καὶ ὕσσωπος, καὶ κλῶσμα κόκκινον, ἐμβάλλεται τῇ σποδῷ, τοῦ μὲν κεδρίνου, τὴν ἀφθαρσίαν ἀστείως ἡμῖν ὑπεμφαίνοντος· σήψεως γὰρ ἀμείνων ἡ κέδρος· τῆς δὲ ὑσσώπου, τὴν κάθαρσιν· σμηκτικὴ γὰρ ἡ πόα, καὶ τὰς ἐν σπλάγχνοις ἀκαθαρσίας ἐκτήκουσα φυσικῶς· τοῦ δὲ κοκκίνου κλώσματος, τὴν πρὸς σάρκα τοῦ Λόγου συνδρομὴν εὖ μάλα κατασημαίνοντος· ἐνεπλάκη γὰρ ὥσπερ ὁ Λόγος τῇ σαρκὶ καὶ αἵματι, δεδοκίμασται δὲ δι' ἡμᾶς καὶ διὰ πυρὸς καὶ μέχρι θανάτου, καθάπερ ἔφην ἔναγχος. Ἀλλ' ἦν τὸ πάθος αὐτοῦ, καὶ ὁ τῆς ἐνανθρωπήσεως τρόπος, ἀφθαρσίας ἡμῖν καὶ καθαρισμοῦ πρόξενος. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐν ψυχῇ καὶ σπλάγχνοις ἀποτρεψάμενοι μολυσμὸν, εἴπερ ἐστὶν ἀληθῶς τὸ σωτήριον βάπτισμα καὶ ἡ τῆς δυνάμεως, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν· δι' οὗπερ ἂν γένοιτο πλημμελημάτων ἡ ἄφεσις, ἕψεται πάντως ταῖς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις. Ὅτι δὲ τὸ ὑπὲρ ἡμῶν τεθνάναι Χριστὸν, ὁδὸς γέγονεν εἰς ἀφθαρσίαν καὶ ζωὴν, οὐδαμόθεν ἀμφίλογον. Ὁ δὲ κατεμπιπρὰς δάμαλιν, καὶ ἀναμίσγων τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, τήν τε ὕσσωπον, καὶ τὸ κόκκινον, καὶ μέν τοι ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια, καὶ ὑπάρχοντες καθαροί· καταδεικνύντος τάχα που τοῦ νόμου τὸ τῆς ἀνθρωπίνης φύσεως ἀσθενὲς, καὶ ὅτι λεπτῶς τε καὶ ἀκριβῶς εἰ ἐρευνῷτο τὰ καθ' ἡμᾶς, ἀνεπιτίμητος παντελῶς οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν, δῆλον δὲ ὅτι τὴν θείαν τε καὶ ἱερὰν, ἀλλὰ κἄν τις εἴη τυχὸν τῶν εἰς ἄριστα βιοῦν ᾑρημένων, καὶ εἰς ὅσον οἶόν τε καθαρὸς, οὐκ ἀμώμητον ἕξει τὴν λειτουργίαν. Ἄξιος γὰρ οὐδεὶς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἀποθίγειν. Καὶ θαυμαστὸν οὐδέν· ἀναπείσει γὰρ ἡμᾶς ὁ λόγος ὁ ἱερὸς, οὕτω λέγων· Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ. Οὐκοῦν εἰ συγκρίνοιτο τὰ καθ' ἡμᾶς τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτα καὶ μεμολυσμένα, καὶ ὑπὸ δίκησιν ἔσται τὴν θείαν. Θαυμάσειε δ' ἄν τις καὶ σφόδρα εἰκότως τὸν θεῖον λέγοντα Μελῳδόν· Ἐὰν ἀνομίας παρατηρεῖς, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἐπιτιμᾶται δὴ οὖν καὶ ὁ δοκῶν εἶναι καθαρός. Πολὺ γὰρ ἄμεινον, ὡς ἔφην, ἢ κατὰ ἀνθρώπου φύσιν, τὸ ἀπλημμελὲς παντελῶς, καὶ τὸ ἐν ἡμῖν καθαρότητος πλησιάσαι Χριστῷ. Ἔξω δὲ τῆς παρεμβολῆς ἀποχέεσθαι δεῖν ἔφη τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐν αὐτῇ τῇ παρεμβολῇ. Ἔξω γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς ἡ ἐν Χριστῷ κάθαρσις. Ἀπεφοίτησε γὰρ αὐτῆς ἐντελέστατα λέγων· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Μετεῤῥύηκε δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοιπὸν ἡ ἀφαγνίζουσα χάρις· καὶ ὡς ὁ Παῦλός φησιν· Οἱ μακρὰν γεγόνασιν ἐγγύς. Κέκληνται γὰρ διὰ πίστεως, καὶ τὴν ἐν Χριστῷ δικαιοσύνην πεπλουτήκασιν, ἀπειθεῖν ἑλομένων τῶν ἐξ Ἰσραήλ. Ὅτι δὲ πᾶν εἶδος ἀκαθαρσίας διασμήξειεν ἂν καὶ λίαν εὐκόλως τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, διεσάφει λέγων, ὡς Εἴ τις ἅψαιτο νεκροῦ, καταμιανθήσεται μέν· ἀπαλλαχθείη δ' ἂν οὐχ ἑτέρως τοῦ συμβεβηκότος, εἰ μὴ καταῤῥαίνοιτο τῷ ὕδατι τοῦ ἁγνισμοῦ κατὰ τὴν τρίτην καὶ ἑβδόμην ἡμέραν. Καὶ νεκρότης μὲν, σωμάτων φθορὰ, καὶ ἀκαθαρσίας σύμβολον. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, ἀναμεμιγμένης αὐτῷ τῆς σποδοῦ τῆς δαμάλεως καὶ τῶν ἑτέρων, τύπος ἂν εἴη τοῦ ἁγίου βαπτίσματος. Οὐκοῦν ὁ νεκροῖς ἔργοις καὶ τοῖς εἰς φθορὰν μιάσμασιν ἐνεχόμενος· ἔργα δὲ νεκρότητος τὰ σαρκὸς εἶναί φαμεν ἀνόσιά τε καὶ βέβηλα πάθη, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν· οὐχ ἑτέρως ἂν ἔχοι τὸ καθαρὸν, εἰ μὴ ἀφαγνίζοιτό τε καὶ τὸν μολυσμὸν ἀπονίψοι διὰ τοῦ ἁγίου βαπτίσματος, κατά τε τὴν τρίτην καὶ τὴν ἑβδόμην. Καὶ σημαίνει μὲν ἡ τρίτη τὸν τῆς ἀναστάσεως καιρὸν, τὸν ἔσχατόν τε καὶ ὡς ἐν τέλει λοιπὸν, καθ' ὂν γέγονεν ἄνθρωπος ὁ Μονογενής. Εἰ δὲ δὴ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ καὶ σκεῦος ἄπαν καὶ ἀγγεῖον οὐ πεπωπασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ καὶ ταῦτα διακαθαίρεται κατὰ τὸν ἴσον τρόπον, κατὰ τὴν τρίτην καὶ τὴν ἑβδόμην ἡμέραν. Οἶκον δὲ τὸν μεμολυσμένον, σκεύη τε τὰ ἐν αὐτῷ, καὶ ἀγγεῖον οὐ πεπωπασμένον, ὁ νομοθέτης ἡμῖν ἐν τούτοις ὑποδηλοῦν ἔοικεν, τὴν κυριοκτόνον τάχα που τῶν Ἰουδαίων Συναγωγήν· συλλήβδην μὲν, ἁπασῶν ὡς ἐν οἴκῳ νοουμένην· καθέκαστον δὲ, ὥσπερ διὰ τῶν σκευῶν. Σκεῦος γὰρ ἐπὶ γῆς ὁ ἄνθρωπος. Ὅτι δὲ αὐτοῖς οὐκ ἀσφαλὴς ὁ νοῦς, ἕτοιμος δὲ λίαν εἰς μολυσμοὺς, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν εἰσδέξασθαι τῶν ἀδικεῖν εἰωθότων, ὑπαινίττεταί πως διὰ τῶν ἀγγείων τῶν οὐ πεπωπασμένων, εἰς ἃ τοῖς ἐθέλουσι κατολισθεῖν εὔκολον, κἂν εἴτε ἀσκαλαβῶτες, εἴτ' οὖν ἕτερόν τι τῶν ἐνοικιδίων ὑπάρχοι ζώων. Ἀλλ' ὅγε τῶν ἐν πίστει δεδικαιωμένων, οὐχ ὧδε ἔχει νοῦς. Ἀσφαλὴς γὰρ καὶ πεπωπασμένος, καὶ τοῖς ἀδικεῖν εἰωθόσιν οὐχ ἁλώσιμος. Ἀλλὰ κἂν εἴ τις ἅψηται, φησὶν, ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος, καὶ οὕτως ἔστω μεμολυσμένος. Καὶ τραυματίαν εἶναί φαμεν τὸν οὐχ ὑγιᾶ τὴν καρδίαν, τετραυματισμένον δὲ ὥσπερ, ἢ ἐπιθυμίαις κοσμικαῖς, ἢ θελήμασι κοσμικοῖς, εἴτ' οὖν σαρκικοῖς. Νεκροῦ δὲ ὀστέον παραδεξόμεθα ἂν εἰς ἀκαθαρσίας λείψανον· μνῆμα δὲ αὖ, εἰς ἀνάμνησιν τρόπον τινὰ καὶ ἀποθανούσης ἀκαθαρσίας. Πλήττει γὰρ ἔστιν ὅτε τὴν καρδίαν ὁ Σατανᾶς. Ἡττώμενοι δὲ ἀνὰ μέρος τοῖς τῆς σαρκὸς πάθεσι καὶ ἡμεῖς αὐτοὶ νοσοῦμεν οὐκ εἰς ἅπαν τὴν ἐφ' ὁτιοῦν ἁμαρτίαν, ἐν λειψάνοις δὲ αὐτῆς ἔτι στάντες διατελοῦμεν ἐν κόσμῳ. Οἷόν τί φημι· κρατεῖν ἐπείγεταί τις ὀργῆς, ἢ φιλαργυρίας, διαφεύγει δὲ οὐκ εἰσάπαν τὴν ὑπερβολήν. Τοῦτο, οἶμαι, ἔστι τὸ ἐν λειψάνοις εἶναί τινας ἀκαθαρσίας, οὗ σημεῖον ἂν γένοιτο τοῦ νεκροῦ τὸ ὀστοῦν. Ἀλλὰ καὶ πάθους ἤδη νενικημένου πρὸς ἀνάμνησιν καθιέντες τὸν νοῦν, καὶ τεθαμμένης ἡδονῆς ἐγγὺς ἰόντες ἐσθ' ὅτε πλημμελοῦμεν οὐ μικρῶς. Ἀπαλλαττόμεθα δὲ τῶν τοιούτων αἰτιαμάτων, διασμήχοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῷ ἰδίῳ πάθει διακαθαίροντος. Ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ ἔστι παράκλητος πρὸς τὸν Πατέρα περὶ τῶν ἁμαρτιῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου, καθὰ γέγραφέ τισιν ὁ θεσπέσιος Ἰωάννης. Ἐν αὐτῷ δὴ οὖν ἡ πᾶσα κάθαρσις, ἡ πᾶσα δικαίωσις, ὁ ἁγιασμὸς, ἡ λύτρωσις, σὺν αὐτῷ τε καὶ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ ὄφεως τοῦ χαλκοῦ.

αʹ. Ὁ μὲν Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων, κατὰ τὸ γεγραμμένον. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου. Ἐπειδὴ δὲ τοῦ γένους ἡ ἀπαρχὴ, τουτέστιν Ἀδὰμ, κατηῤῥώστησε τὴν παρακοὴν, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, προσκέκρουκε τῷ Θεῷ δημιουργῷ, ταύτῃτοι κατώλισθεν εἰς φθοράν· καὶ ἐπάρατος μὲν ἡ ἀνθρώπου φύσις, καὶ ὑπὸ δίκην τὸ γένος. Ἡμεῖς δὲ οἱ τάλανες καίτοι γεγονότες ἐν ἀφθαρσίᾳ, σκιαῖς ἐν ἴσῳ λοιπὸν καὶ πόαις ταῖς ἐν ἀγρῷ, βραχὺ καὶ μόλις νοστήσαντες, πίπτομεν ἀδοκήτως ὡς ἐπὶ μητέρα τὴν γῆν. Ἐντεῦθεν οἱ ἅγιοι διαφόρως ἀνακεκράγασι τὰ καθ' ἡμᾶς ἀνοιμώζοντες. Ἔστιν οὖν ἀκούειν ἀναφανδὸν βοῶντος τοῦ μὲν μακαρίου ∆αβίδ· Ἄνθρωπος ματαιότητι ὡμοιώθη· Ἡσαΐου δὲ αὖ· Πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Καθικόμεθα γὰρ, ὡς ἔφην, εἰς τοῦτο λοιπὸν ἀθλιότητός τε καὶ ταλαιπωρίας, ὡς ὅτῳπερ ἂν εἰκότως τὰ καθ' ἡμᾶς παρεικάζοντος, μὴ ἂν δύνασθαι λέγειν, καίτοι λίαν ὄντας σοφοὺς τοὺς Πνευματοφόρους. Ἀλλ' ἐν τούτοις γεγονότας, οὐ περιεῖδεν ὁ Ποιητής· ἠξίωσε δὲ μᾶλλον καὶ φειδοῦς καὶ λόγου, καὶ θανάτου καὶ φθορᾶς ἐλευθέρους ἀπέφηνεν ἐν Χριστῷ. Πῶς, ἢ τίνα τρόπον; Πρόδηλον μὲν ἅπασι, κἂν εἰ μή τις λέγοι τυχόν· πλὴν καὶ ἐν αὐτοῖς κατίδοι τις ἂν τοῖς ἀρχαιοτέροις Γράμμασιν, τοῦ μυστηρίου τὴν δύναμιν. Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· Καὶ ἐπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν Ἐρυθρὰν, περιεκύκλωσαν τὴν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχωσεν ὁ λαὸς ἐν τῇ ὁδῷ· καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωσῆ λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ. Ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν. Καὶ ἀπέθανεν ὁ λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωσῆν ἔλεγεν ὅτι, Ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν τοῦ Κυρίου καὶ κατὰ σοῦ. Εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν. Καὶ ηὔξατο Μωσῆς περὶ τοῦ λαοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου. Καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. Καὶ ἐποίησεν ὁ Μωσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου. Καὶ ἐγένετο ὅταν ἔδακνεν ὁ ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη. Ἐθήτευον μὲν γὰρ ἐν Αἰγύπτῳ, καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένοι λελύτρωνται παρὰ Θεοῦ, πολλῶν καὶ ἀξιαγάστων γεγονότων ἐκεῖ σημείων. Μετεστοιχειοῦτο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, βάτραχοί τε καὶ σκνῖπες, καὶ μέν τοι καὶ κυνόμυιαι, καὶ χαλάζης ἐπαγωγαὶ μονονουχὶ τῆς Αἰγυπτίων κατεστράτευον γῆς· ἐκολάζοντο δὲ καὶ σκότῳ, καὶ τῶν πρωτοτόκων ὁ θάνατος ἀφορήτως κατῃκίζετο τοὺς πλεονεκτεῖν ᾑρημένους, Θεοῦ παραδόξως ἀνασώζοντος τοὺς ἐξ Ἰσραήλ. Εἶτα διὰ μέσης θαλάσσης ἰόντες ὡς ἐπὶ ξηρᾶς ἀθλίως ἀπολωλότας ἐθεῶντο τοὺς Αἰγυπτίους. Ἄρτον ἐδέχοντο τὸν ἐξ οὐρανοῦ· καθίει γὰρ αὐτοῖς τὸ μάννα Θεός. Εἵπετο δὲ ὡς ἐν πέτρᾳ νοούμενος Χριστός· καὶ ἀδοκήτως νάμασι δεδιψηκότας ἠλέει. Παναλκὲς γὰρ τὸ Θεῖον, καὶ ἀφθόνως τὰ ζωαρκῆ δωρούμενον τοῖς ἀνακειμένοις αὐτῷ. Ἀλλ' οἱ τῶν οὕτως ἐξαιρέτων ἀπολαύσαντες ἀγαθῶν, ὀλίγοις ἐλέγχονται πόνοις. Ὅτι καὶ ἀμνήμονες τῶν παρὰ Θεοῦ, καὶ ἥκιστα μὲν ἑδραῖοι πρὸς τὸ πιστεύειν αὐτῷ, θρασεῖς δὲ καὶ εὐκατάσειστοι καὶ ἕτοιμοι πρὸς μικροψυχίαν, καὶ τὰ ἐφ' οἷς τετίμηνται παραλόγως ἠγνοηκότες. ∆ιάκενον γὰρ καλοῦσιν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ τὴν τῶν ὑδάτων ἐπῃτιῶντο σπάνιν· καίτοι μεμαθηκότες ὡς ἀνήνυτον οὐδὲν τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἢ καὶ ποταμίων ναμάτων μητέρα τὴν ἀκρότομον αὐτοῖς πέτραν ἐτίθει. Ἀπροφάσιστον δὲ κατὰ Θεοῦ ποιούμενοι τὴν κατάῤῥησιν, τοῖς τῶν ὄφεων δήγμασιν ἐκολάζοντο. Εἶτα τῆς σφῶν αὐτῶν πλημμελείας ἐρχόμενοι πρὸς ἀνάμνησιν, δακρυῤῥοοῦσι λοιπὸν, καὶ ὁμολογοῦσι τὰ ἐγκλήματα, παρακαλοῦσι τὸν μεσιτεύοντα, φημὶ δὴ Μωσέα, φιλοικτείρμονά τε καὶ ἤπιον ἐπ' αὐτοῖς καταστῆσαι Θεόν. Ὁ δὲ προσπίπτων ἐλιπάρει, τοῖς γε μὴν ἄνωθεν εἴκων νεύμασιν, ὄφιν εἰργάζετο χαλκοῦν, ὑψοῦ τε ἐτίθει, καὶ τοῖς πληττομένοις ἐκέλευεν ἀτενίζειν εἰς αὐτόν· ὃ δὴ καὶ δρῶντες ἐσώζοντο.

βʹ. Ἀλλὰ τίς ὁ λόγος, ἀλλὰ τί τὸ μέγα καὶ σοφὸν μυστήριον, πολυπραγμονεῖν ἀκόλουθον. Οὐ γὰρ ἀρκέσει τὸ γράμμα τοῖς νουνεχεστέροις, ἐγκέχωσται δὲ ὥσπερ τοῖς τύποις τὰ μυστήρια. Οὐκοῦν φέρε λέγωμεν, ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώτερον, καὶ ὅπερ ἐστὶν ἀληθὲς μεταπλάττοντες τὸ διήγημα. ∆υσαρεστούμενοι γὰρ τοῖς παρὰ Θεοῦ καὶ ἄνωθεν ἀγαθοῖς, καὶ ἀκατασκέπτως ἰόντες ἐπὶ τὸ ἡδὺ μᾶλλον ἢ τὸ συμφέρον, καὶ τὰ τῆς ἀρετῆς γυμνάσματα παρωθούμενοι, προσκείμενοι δὲ τοῖς αἰσχίστοις, λελυπήκαμεν τὸν εὐεργέτην, προσκεκρούκαμεν οὐ καθ' ἕνα τρόπον τῷ ∆ημιουργῷ. Ταύτῃτοι πεπτώκαμεν ὑπὸ τὰ τῶν ὄφεων δήγματα· ὄφεων δέ φημι τῶν νοητῶν, οἳ διὰ πάσης ἡμᾶς πλήττοντες ἁμαρτίας, τοῖς τοῦ θανάτου δεσμοῖς ὑποφέρουσιν. Ἐξάρχει δὲ ὥσπερ τῆς τῶν ἰοβόλων θηρίων πληθύος ὁ δράκων ὁ ἀποστάτης, τουτέστιν ὁ Σατανᾶς, οὗ τοῖς δήγμασιν ἐν ἀρχαῖς τε καὶ πρώτοις διόλωλεν ὁ ἄνθρωπος, τουτέστιν, ὁ Ἀδάμ. Ἕρπει δὲ καθάπερ ἐκ ῥίζης καὶ εἰς ἡμᾶς τὸ κακὸν, τοὺς ἐξ αὐτῆς γεγονότας. Σεσώσμεθα δέ τινα τρόπον. Τεθεάμεθα γὰρ τὸν ὄφιν, τουτέστι, Χριστόν. Πῶς οὖν ὄφις ὁ ἀγαθὸς κατὰ φύσιν ὁ Θεὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν; Ὅτι γέγονε καθ' ἡμᾶς, τοὺς ἐκ προαιρέσεως πονηροὺς, Γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· καὶ, Ἐν τοῖς ἀδίκοις κατελογίσθη. Ὅτι δὲ ἡμεῖς πονηροὶ, γεγονότες δὲ οὐχ οὕτως παρὰ Θεοῦ, μεταῤῥυηκότες δὲ εἰς τοῦτο φαυλότητος, διά τοι τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν, διατρανοῖ λέγων καὶ αὐτὸς ὁ Χριστός· Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν· πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Ὄφις δὴ οὖν ὁ Χριστὸς, ὃς ἐν ὁμοιώματι πονηρίας, ὅτι γέγονεν ἄνθρωπος. Ἀλλ' εἴ τις αὐτὸν θεάσαιτο νοητῶς, ἀμείνων ἔσται φθορᾶς, καὶ ὑπεραλεῖται θάνατον, καὶ ἀλογήσει δηγμάτων, καὶ τῆς τῶν ἰοβόλων πληθύος οὐ φροντιεῖ. Ὀψόμεθα δὲ Χριστὸν συνιέντες ὀρθῶς τὸ ἐπ' αὐτῷ μυστήριον. Καὶ ἀραρότως πιστεύοντες ὅτι Θεὸς ὢν κατὰ φύσιν, γέγονεν ἄνθρωπος· ἀλλ' εἰ καὶ ἦν ἐν ὁμοιώματι πονηρίας, οὐδὲν ἧττον ἀπομεμένηκεν ἀγαθός. Γέγονε γὰρ καθ' ἡμᾶς, οὐχ ἵνα μεθ' ἡμῶν ὁρῷτο πονηρὸς, ἀλλ' ἵνα ἡμᾶς ἀγαθοὺς ἐργάσηται, τῷ ἁγίῳ μεταστοιχειώσας Πνεύματι πρὸς πᾶν εἶδος ἀρετῆς. Ἐπὶ σημείου γε μὴν ὁ ὄφις. Ὑψώθη γὰρ ὁ Χριστὸς ἐπὶ τοῦ τιμίου σταυροῦ, καὶ τοῦτο αὐτὸς Ἰουδαίοις προσεφώνει λέγων· Ὅταν ὑψώσετε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ὅτι δὲ τύπος εἰς τὸ αὐτοῦ βλέπει μυστήριον, ἀναμάθοις αὐτοῦ λέγοντος ἐναργῶς· Ὥσπερ γὰρ ὁ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ· οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Χαλκοῦς δὲ ὁ ὄφις ἦν, διὰ τὸ εὔηχές τε καὶ εὐφωνότατον τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος. Ἀνήκοος γὰρ οὐδεὶς τῶν διὰ Χριστοῦ θεσπισμάτων, ἀλλ' εἰς ἅπασαν μὲν τὴν ὑπουράνιον. τὸ ἐπ' αὐτοῦ λαλεῖται μυστήριον, καὶ αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ∆ΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ.

Περὶ τῆς νενευροκοπουμένης δαμάλεως ἐν τῇ φάραγγι. αʹ. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ποίησεν. Ἀλλ' οἱ μὲν συνιέντες ὀρθῶς ὅτι Θεὸς ὢν φύσει, καθίκετο μὲν εἰς κένωσιν, ὅτι γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὰς Γραφὰς, τὴν θείαν τε καὶ ἀξιόληπτον ἐκπεπλουτήκασι χάριν. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησίν. Οἱ δὲ τὸν θεῖον καὶ σωτήριον ἀληθῶς διωθούμενοι λόγον διωλισθήκασι τῆς ἐλπίδος, κακοὶ κακῶς ἀπολώλασι· τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες. Εἶεν δ' ἂν καὶ οὗτοι οἱ τάλανες Ἰουδαῖοι, οἷς καὶ αὐτὸς ὁ προφήτης Ἱερεμίας ἐποιμώζει, λέγων· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας καὶ νυκτός; Οἷς γὰρ ἐξὸν εἶναι λαμπροῖς καὶ ἀξιοζηλώτοις, καὶ τῆς ἐνούσης εὐημερίας ἐστερημένοι, πῶς οὐκ ἂν εἶεν ἄξιοι τοῦ καὶ ἐν ἴσῳ λοιπὸν τοῖς τεθνεῶσι καταλογίζεσθαι; Οἷς ἂν εἰκότως ἐπικωκύσειε καὶ τὸ ἐξ ἀγάπης καὶ φιλαλληλίας ἐπιστάξαι δάκρυον. Παντὸς δὴ οὖν ἔρημοι γεγόνασιν ἀγαθοῦ, καὶ ἐξ αὐτῶν ὥσπερ κατεσείσθη βάθρων ὁ ἐξήνιος Ἰσραήλ. Μεταπεφοίτηκε γὰρ ἐπὶ τὰ ἔθνη Χριστός· σώζεται δὲ καὶ μόλις ὡς ἐν ὀλιγοστῇ μοίρᾳ λοιπὸν ὁ δυσμαθὴς Ἰουδαῖος. Καὶ τοῦτό ἐστιν, οἶμαι, τὸ διὰ φωνῆς Ἡσαΐου προφητι κῶς ὑμνούμενον· Καὶ εἰ μὴ Κύριος Σαβαὼς ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Φέρε οὖν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν τῶν Μωσαϊκῶν καταθρήσωμεν λόγων τοῦ μυστηρίου τὴν δύναμιν. Γέγραπται γὰρ οὕτως ἐν τῷ ∆ευτερονομίῳ· Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου. Καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν ἥτις οὐκ εἴργασται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς καὶ οἱ Λευῗται, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος ὁ Θεός σου, παραστῆναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία, καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης, ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο· καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραὴλ, Κύριε, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. Καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ἡμῶν αὐτῶν· ἐὰν δὲ ποιήσῃ τὸ καλὸν καὶ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. βʹ. Τετραυμάτισται μὲν οὖν δι' ἡμᾶς ὁ Ἐμμανουήλ· μεμαλάκισται γὰρ διὰ τὰς ἁμαρτίας ἡμῶν, κατὰ τὰς Γραφάς. Ηὕρηται δὲ τοῦτο παθὼν ἐν τῇ τῶν Ἰουδαίων γῇ, καὶ ἔξω πύλης Ἱερουσαλήμ. Πλὴν οὐκ ᾔδεσαν τὸν πατάξαντα, πῶς ἢ τίνα τρόπον. Τί δὴ ἄρα φησὶν ὁ νόμος, Καίτοι τῆς Ἰουδαίων ἀνοσιότητος ἔργον εἶναί φαμεν τὰ κατὰ Χριστοῦ τολμήματα. Αὐτοὶ γὰρ Πιλάτῳ προσήγαγον· αὐτοὶ διακεκραγότες ἁλοῖεν ἄν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ πάλιν· Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Καὶ οἱ θεσπέσιοι δὲ μαθηταὶ τῆς ἐκείνων δυστροπίας κατηγόρευον ἐναργῶς, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα Θεὸν, ὡδὶ λέγοντες· Ἐπ' ἀληθείας γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν Χριστὸν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. Ἐναργέστατα δὲ καὶ ἀναφανδὸν ὁ μακάριος Πέτρος τοῖς Ἰουδαίων λαοῖς ἐπιπλήττει, λέγων, ποτὲ μὲν ὅτι Τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ποτὲ δὲ αὖ· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν. Τί οὖν ἄρα φησὶν ὁ νόμος, ὅτι οὐκ οἴδασι τὸν πατάξαντα; Μυστικὸς ὁ λόγος, καὶ οὐ πᾶσιν ἁπλῶς ἐγκείμενος· μόνοις δὲ τάχα γνώριμος τοῖς νοοῦσιν ὀρθῶς τὸ μυστήριον τοῦ Χριστοῦ. Ὤοντο γὰρ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ οἱ τοῖς ἀνοσίοις αὐτῶν κοινωνοῦντες σκέμμασιν, ὅτι κεκρατήκασι, καὶ οὐχ ἑκόντος Χριστοῦ καὶ ταῖς ἑαυτῶν δυστροπίαις τὸ χρῆμα προσνέμοντες, ἔχαιρον μὲν ὡς νενικηκότες, καὶ οὐκ ᾔδεισαν ὅτι πέπονθεν ἑκὼν, καὶ τοῖς τοῦ Πατρὸς ἑπόμενος νεύμασιν, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ γοῦν Πιλάτῳ φησὶν ἐναργῶς· Οὐκ εἶχες κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Οὐκοῦν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, καὶ, ἵν' οὕτως εἴπωμεν, αὐτὸς τὸν Ἐμμανουὴλ πατάξαι λέγεται. Καὶ γοῦν ἐν βίβλῳ Ψαλμῶν τὸ Χριστοῦ πρόσωπον εἰσφέρεται, λέγον περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Μὴ μέγα δὴ οὖν φρονείτω λοιπὸν ὁ κυριοκτόνος· οὐ γὰρ αὐτίκα κεκρατήκασιν, ὡς ἀσθενοῦντος Χριστοῦ, μανθανέτωσαν δὲ διὰ Μωσέως τὸ ἀληθές. Οὐ γὰρ ἴσασι τὸν πατάξαντα. Ὅρα τοίνυν τὸν τετραυματισμένον ἐν τῇ τῶν Ἰουδαίων γῇ, τὸν Ἐμμανουήλ. Τὸ δὲ ἐπ' αὐτῷ μυστήριον, παρ' αὐτοῖς μὲν οὐδαμῶς πληρούμενον· αἰνιγματωδῶς δὲ μᾶλλον ἱερουργούμενον ἐν τῇ τῶν ἐθνῶν χώρα τε καὶ γῇ. Εἰ γὰρ μὲν εὑρεθείη, φησὶν, ὁ τραυματίας, λήψονται δάμαλιν ζυγοῦ καὶ πόνων ἀπείρατον· καὶ δὴ καταβιβάσαντες αὐτὴν εἰς τραχεῖαν καὶ ἀνήροτον φάραγγα, νευροκοπείτωσαν διὰ τῶν τεταγμένων εἰς ἱερουργίαν. Ἀπονιψάμενοι δὲ τὰς χεῖρας ἐπ' αὐτῇ, λεγόντων, ὅτι Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. ∆άμαλις μὲν οὖν ὡς ἐν τύπῳ Χριστοῦ, καθάπερ ἤδη προείπομεν. ∆άμαλις μὲν, ἀνθ' ὅτου καὶ ζυγοῦ ἀπείρατος, καὶ ὑπὸ ζυγὸν ὡς ἄνθρωπος, καὶ μὴν ἔξω ζυγοῦ, διά τοι τὸ εἶναι κατὰ φύσιν Θεός. Ἐλεύθερον γὰρ τὸ Θεῖον, καὶ οὐδενὶ τῶν ὄντων ὑπεζευγμένον· κατακρατοῦν δὲ μᾶλλον τῶν ὅλων, καὶ ὑπὸ χεῖρας ἔχον τὴν σύμπασαν κτίσιν. Ἀλλ' ἐλεύθερος ὢν κατὰ φύσιν ὁ Υἱὸς ὡς Θεὸς, γέγονε μεθ' ἡμῶν ὡς ἄνθρωπος, καὶ ὑπὸ ζυγόν. Τοιγάρτοι μεθ' ἡμῶν Θεὸν ἐπεγράφετο τὸν Πατέρα. Ὑπεζεύγμεθα δὲ ἡμεῖς τῇ τῆς θεότητος ἐξουσίᾳ. Οὐκοῦν δάμαλις μὲν ἡ ὑπὸ ζυγὸν ὅσον ἧκον εἰς τὴν φύσιν, ἔξω δὲ ζυγοῦ, διὰ τὴν τῆς θεότητος δόξαν, καὶ τὸ εἰσάπαν ἐλεύθερον. Ἀλλ' ὅρα τὴν δάμαλιν εἰς τραχεῖαν καὶ ἀνήροτον ἀποφερομένην φάραγγα. Μετὰ γάρ τοι τὸν τίμιον σταυρὸν, ὅτε τραυματίας ηὕρηται Χριστὸς, τῆς Ἰουδαίων ἀποπεφοίτηκε γῆς, μεταπεφοίτηκε δὲ λοιπὸν ἐπὶ τὴν τῶν ἐθνῶν χώραν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Πρὸ γάρ τοι τοῦ καὶ αὐτοῖς ἔθνεσιν ἐπιλάμψαι Χριστὸν, διετέλουν ἐν κόσμῳ, γῆ τις ὥσπερ ξηρὰ καὶ ἀνήροτος, καὶ τῆς κατὰ Θεὸν εὐκαρπίας ἐρήμη. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας περὶ αὐτῆς, Εὐφράνθητι, ἔρημος, φησὶν, καὶ αἱ κῶμαι αὐτῆς. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον. Οὐκοῦν τραχείᾳ τινὶ καὶ οὐκ εἰργασμένῃ γῇ, καὶ ἀκάρπῳ παντελῶς τὴν τῶν ἐθνῶν χώραν, ἤτοι πληθὺν, εὖ μάλα παρεικαστέον. Ἐκεῖ ∆ιὰ τῶν θείων ἱερουργῶν νευροκοπεῖσθαι δεῖν ἔφην τὴν δάμαλιν. Τελεῖται γὰρ, ὡς ἔφην, παρ' ἡμῶν τοῖς ἐξ ἐθνῶν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογοῦντες αὐτοῦ τὸ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ταῖς μυστικαῖς προσίεμεν εὐλογίαις. Τοῦτο, οἶμαι, ἔστι τὸ νευροκοπεῖσθαι τὴν δάμαλιν. Καταγγέλλοντες γὰρ, ὡς ἔφην, τὸν θάνατον αὐτοῦ, καὶ μέντοι καὶ τὴν ἀνάστασιν, τὸ σεπτὸν τελοῦμεν μυστήριον. Ἀλλ' ὅσοι τῆς Ἰουδαίων ἀνοσιότητος ἀποφοιτῶσι μακρὰν ἀφέντες τὴν πόλιν, ἐν ᾗ τετραυμάτισταί τε καὶ ηὕρηται πεπονθὼς, ἐπὶ τὴν τραχεῖαν καὶ ἀνήροτον ἥκοντες φάραγγα, ἐκεῖ νίψονται τὰς χεῖρας ἐπ' αὐτῷ τῷ Χριστῷ. Ἀπολούσονται γὰρ εἰς τὸν αὐτοῦ θάνατον βαπτιζόμενοι· τουτὶ γὰρ, οἶμαι, ἔστι, τό· Ἐπ' αὐτῷ νίψονται τὰς χεῖρας. Ὁμολογοῦντες δὲ ὅτι τῆς Ἰουδαίων ἀνοσιότητος γεγόνασι κοινωνοὶ, κομιοῦνται τὴν ἄφεσιν. Ἰουδαῖοι μὲν γὰρ ἐμπαροινήσαντες τῷ Χριστῷ, ταῖς ἑαυτῶν κεφαλαῖς καταγράφουσι τὸ δυσσέβημα, λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ δὲ τῆς παρ' αὐτοῦ γλιχόμενοι χάριτος, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος ζητοῦντες κάθαρσιν, δι' ὧν ἐγνώκασι τιμᾷν, μονονουχὶ καὶ ἀνακεκράγασι, λέγοντες· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἐν Χριστῷ δὴ οὖν ἡ κάθαρσις. Κἂν εἴ τις ἐξ Ἰουδαίων ἕλοιτο φρονεῖν ὀρθά· ὃ δὴ καὶ δεδράκασι καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ δι' αὐτῶν πιστεύσαντες, οἷς ἄν τις εἰκότως καὶ τὸ τῆς γερουσίας περιθείη πρόσωπον· τίμιοι γὰρ καὶ ἀπόλεκτοι, τὴν τοῦ Ἰσραὴλ ἀνοσιότητα παραιτούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς αἰχμαλώτου γυναικὸς, ξυρομένης, καὶ ὀνυχιζομένης. αʹ. Ἐξείλετο μὲν ἐξ οἴκου δουλείας, καὶ ὡς ἐκ καμίνου σιδηρᾶς τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ πεπολεμηκὼς Αἰγυπτίοις ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται· καὶ ταῖς τῶν πλεονεκτούντων ἀπονοίαις ἀντεξάγων τὰ θαύματα. Εἴργασται γὰρ σημεῖα καὶ τέρατα, καὶ προστέταχε μὲν θαλάσσης ἰέναι μέσον ὡς ἐπὶ ξηρᾶς. Ὡς δὲ ὁ θεῖος ἔφη ∆αβίδ· Ἐτροφοφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Πηγὰς ἀνῆκεν ὑδάτων. Καὶ τί γὰρ ἂν οὐχὶ τῶν λίαν τεθαυμασμένων παραδόξως διεπεραίνετο. Οὐκοῦν ὡς θεῖος γράφει Μωσῆς· Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Οἱ δὲ, εἰς τοῦτο καθήκοντο δυσβουλίας καὶ σκαιότητος λογισμῶν, καὶ ἀγρίων ἐπιχειρημάτων, ὡς καὶ παρόντα μετὰ σαρκὸς ἐτέλουν τὸν Λυτρωτὴν ἀπειθοῦντες. Καὶ τί τοῦτο λέγω, τὰ ἔτι χείρω μεθείς; Ἀπεκτείνασι γὰρ θερμῷ καὶ ἀνημέρῳ θράσει πρὸς τὴν ἀνωτάτω λοιπὸν ἀνοσιότητα στρατηγούμενοι. Ταύτῃ τοι δικαίως ἀποπέμπεται μὲν ἡ κυριοκτόνος Ἱερουσαλὴμ, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐρήμη λοιπὸν δεδειγμένη, πρὸς πᾶν ὁτιοῦν μετακεχώρηκε τῶν κακῶν, αὐτόκλητον ὥσπερ τῆς ἰδίας κεφαλῆς κατέχουσα δίκην. Ἧ καὶ αὐτὸς πεφώνηκεν ὁ Ἐμ μανουὴλ, οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυναγαγεῖ ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὅτι γὰρ ἔμελλε τὴν οὕτω δεινὴν καὶ δύσοιστον ἀνατλῆναι δίκην ἡ τῶν Ἰουδαίων Συναγωγὴ κατεστυγημένη παρὰ Χριστοῦ, καὶ αὐτὸς ἡμῖν αἰνιγματωδῶς παραδείξειεν ἂν ὁ νόμος. Ἔχει γὰρ οὕτως· Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν, καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐπιθυμήσῃς αὐτῆς, καὶ λάβῃς αὐτὴν σεαυτῷ γυναῖκα· καὶ εἰσάξῃς αὐτὴν εἰς τὴν οἰκίαν σου ἔνδον, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς, καὶ περιονυχιεῖς αὐτὴν, καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας αὐτῆς ἀπ' αὐτῆς, καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου, καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας. Καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. Καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου, οὐκ ἀθετήσεις αὐτὴν, διότι ἐταπείνωσας αὐτήν. Τὸ μὲν οὖν περιεργάσασθαι τῆς ἱστορίας τὸν λόγον, καὶ τέχνην ποιεῖσθαι θέλειν τῶν ἐν σκιαῖς βάσανον, εἰκαῖον οἶμαί που· δυσέφικτον γὰρ οὐδέν· ψιλὸς δὲ δὴ σφόδρα, καὶ σὺν ἱδρῶτι ληπτὸς τῶν τεθεσπισμένων ὁ νοῦς. Ἰτέον δὴ οὖν εἰς ἔρευναν τῶν πνευματικῶν. βʹ. Τίς γὰρ ὅλως, ἢ πρὸς τίνας νοοῖτ' ἂν γεγονὼς ὁ πόλεμος; καὶ τίς ἡ καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη γυνή; τί δὲ δὴ αὖ τὸ ἀποψιλοῦσθαι μὲν αὐτὴν τῆς κεφαλῆς τὴν τρίχα; ἀπαλλάττεσθαι δὲ καὶ ὀνύχων, καὶ τῶν τῆς αἰχμαλωσίας ἐσθημάτων; Οὐκοῦν, καθάπερ ἤδη προεῖπον, οἷά τις αἰχμάλωτος ἐθήτευσεν Αἰγυπτίοις ἡ τῶν Ἰουδαίων Συναγωγή. Καθίκοντο μὲν γὰρ οἱ πατέρες εἰς Αἴγυπτον, λιμοῦ κατωθήσαντος, ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ μακρὸς διϊππεύσας χρόνος, ἁδροὺς καὶ εὐτολμωτάτους, καὶ ἀριθμοῦ κρείττονας ἐπετέλει λοιπὸν, περιδεεῖς ἦσαν Αἰγύπτιοι, μὴ ἄρα τῷ πλήθει θαρσήσαντες καταστρατεύοιντο μὲν αὐτῶν, ὑπὸ χεῖρα δὲ ποιοῖντο τὴν σφῶν τοὺς πάλαι κεκρατηκότας. Ἐντεῦθεν ὁ Ἰσραὴλ τοῖς εἰς πλινθείαν ἱδρῶσιν οὐ μετρίως κατῃκίζετο. Πλὴν ἠλέει Θεός. Πεπολέμηκεν γὰρ, ὡς ἔφην, πλεονεκτοῦσιν οὐ φορητῶς τοῖς Αἰγυπτίων δεσμοῖς, ἐξείλετο καὶ νενίκηκεν. Εἶδεν ἐν τῇ προνομῇ τὴν δορύληπτον Ἱερουσαλὴμ, ἤτοι τὴν τῶν Ἰουδαίων πληθὺν τῷ τῆς πατρῴας εὐγενείας διαστίλβουσαν κάλλει· καλὴ γὰρ καὶ ἀξιάγαστος διὰ τοὺς πατέρας. Ἐπειδὴ δὲ τεθέαται καὶ ἐπεθύμησεν αὐτῆς, τουτέστιν, ἀξιέραστον ἐποιήσατο, μονονουχὶ δὲ καὶ συνοικῆσαι θελήσας, καὶ ἀγαθῶν σπουδασμάτων αὐτὴν ἀποδεῖξαι μητέρα, εἰσήγαγεν εἰς τὸν ἴδιον οἶκον. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔπηξεν ἐν τῇ ἐρήμῳ τὴν ἁγίαν σκηνὴν, ἵνα ταῖς κατὰ νόμον θυσίαις, καὶ ταῖς ἐν τύπῳ λατρείαις παιδαγωγουμένη, μανθάνῃ κατὰ βραχὺ τὸ Χριστοῦ μυστήριον. Παιδαγωγὸς γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ὡς γοῦν ὁ μακάριος ἔφη Παῦλος. Εἰσοικισάμενος καὶ ἐξύρησε, καὶ ὀνύχων ἀπήλλαξε, καὶ τῶν τῆς αἰχμαλωσίας ἀμφίων. Κεφαλὴν μὲν οὖν, τὸ Γράμμα τὸ ἱερὸν κατείθισταί πως εἰς νοῦ ποιεῖσθαι δήλωσιν· τρίχας δὲ τὰς ἐν αὐτῇ τοῖς εἰς νοῦν παρεικάζει νοήμασιν. Οὐκοῦν ἡ ξύρησις τῶν τριχῶν τὴν ἐννοιῶν ἀπόθεσιν εὖ μάλα παραδηλοῖ· ὃ δὴ καὶ λελυτρωμένος ὁ ἀρχαῖος Ἰσραὴλ πληροῦν ἐπετάττετο, Θεοῦ λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωσέως· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ. Καὶ πάλιν· Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου. Τὰ γὰρ βδελύγματα ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν. Ἐν Αἰγύπτῳ μὲν γὰρ ποιούμενοι τὰς διατριβὰς, ἑτέρας εἶχον ἐννοίας, μυρίους εἶναι νομίζοντες τοὺς θεοὺς, καὶ τῇ κτίσει τὸ σέβας παρὰ τῷ Κτίστῃ ἀνάπτοντες· ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὴν δόξαν. Ἐπειδὴ δὲ κέκληνται διὰ Μωσέως εἰς ἐπίγνωσιν τοῦ Θεοῦ τοῦ κατὰ φύσιν ἀληθοῦς καὶ μόνου, πῶς ἔστιν ἀμφιβάλλειν ὅτι καὶ ἑτέρων αὐτοῖς ἐννοιῶν καινότητα πάντη τε καὶ πάντως εἰσεκόμισεν ὁ καιρός; Τοῦτο καὶ ἡμῖν ἐπείγεσθαι κατορθοῦν ὁ θεσπέσιος Παῦλος προστέταχε λέγων· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ· ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Τὸ μὲν οὖν ψιλοῦσθαι τὴν κεφαλὴν ταυτὶ δή που πάντως ὑπεμφήνειεν ἄν. Τὸ δὲ δὴ καὶ ὀνύχων ἀπαλλάττεσθαι μακρῶν, ῥύπου καὶ ἀκαθαρσίας ἀποβολὴν ἀπαινίττεται. Ῥιπῶσι γὰρ λίαν οἱ τῆς χρείας εὐμηκεστέρους τοὺς ὄνυχας ἔχειν, οὐκ οἶδ' ὅπως ἠγαπηκότες. Ἀποφοιτᾷν ἔδει τὸν Ἰσραὴλ, τῆς πρὸς Θεὸν οἰκειότητος ἠξιωμένον, οὐκ ἂν ἐνδοιάσειέ τις, ἀνακεκραγότος τοῦ νόμου σαφῶς· Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· καὶ ὅσα τούτοις συνήρμοσται. Τὰ δὲ τῆς αἰχμαλωσίας ἱμάτια, φαίην ἂν ἔγωγε τῆς δουλείας τὸ σχῆμα, καὶ τῆς ἐν φαυλότητι πολιτείας ἀναγράφειν τοὺς τύπους. Ὑπενηλλαγμένη μὲν γὰρ τοῖς τοῦ διαβόλου θελήμασι, καὶ ταῖς ἐκείνου πλεονεξίαις ὑποφέρουσα τὸν αὐχένα, ἄμφιον ὥσπερ τι διεῤῥωγὸς καὶ ῥυπῶν τὴν φιλοσαρκίαν ἐδέχετο. Ἐπειδὴ δὲ λελύτρωτο νόμῳ, καὶ τὰ ἀμείνω κατεπαιδεύετο φρονεῖν τε καὶ δρᾷν, τῆς ἀρχαίας φαυλότητος ἀπεδύσατο τὰ ἐγκλήματα, καὶ οἷά τινα χιτῶνα λαμπρὸν τὴν διὰ νόμου παίδευσιν ἑαυτῷ περιθεὶς διετέλει λοιπόν. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὃ δὴ καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει δρᾷν ὁ θεσπέσιος Παῦλος, λέγων οὕτως· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἀπαμφιεννύμεθα δὲ καὶ ἐν τῷ ἁγίῳ βαπτίσματι, μονονουχὶ παραῤῥίπτοντες τῷ Σατανᾷ τὰ τῆς αἰχμαλωσίας ἱμάτια. Οὕτω τε λοιπὸν αὐτὸν ἐνδυσάμενοι τὸν Ἐμμανουὴλ ἀνατίθεμεν τῷ Θεῷ καὶ Πατρὶ τὰ χαριστήρια λέγοντες· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ἔφη δὲ πάλιν νομοθέτης ὣν ὁ Παῦλος· Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Ὁρᾷς ὅπως ἀπαμφιεννύμενοι τὰ σαρκὸς ὡς αἰχμαλωσίας ἱμάτια λαμπρῷ καὶ θείῳ περιβλήματι κεχρήμεθα τῷ Χριστῷ. Αὐτὸς γάρ ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, καὶ τὸ τῆς σωτηρίας ἱμάτιον. Κατεψιλωμένη δὴ οὖν τὴν τρίχα, καὶ περιῃρημένη, φησὶν, ὄνυχάς τε τοὺς ῥυποῦντας καὶ μακροὺς, καὶ τὰ τῆς αἰχμαλωσίας ἐσθήματα, τότε δὴ, τότε τὸ σὸν οἰκήσει δωμάτιον, καὶ εἰσοικισθήσεται μὲν ὡς ἐν τάξει τῆς γεγαμημένης. Πλὴν κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, τουτέστι, τῶν οἴκοι διαμεμνήσεται. Καὶ μετὰ τοῦτο εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ ἔσται σου γυνή. ∆εῖν γὰρ οἶμαι τοὺς εἰς οἰκειότητα κεκλημένους τὴν ὡς πρὸς Θεὸν, ἀτόπων μὲν ἐννοιῶν καὶ εἰκαίων ἐνθυμημάτων τῶν ἐπί γε τῷ πλημμελεῖσθαί φημι καὶ ῥύπου παντὸς τὸν νοῦν ἀπαλλάττοντας, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, προσεδρεύειν ἀπερισπάστως τῷ τετηρηκότι, καὶ εἰς οἰκειότητα τὴν πατρικὴν παραδεξαμένῳ Θεῷ. τὸ γὰρ προσεδρεύειν ἀπερισπάστως παραδηλώσειεν ἂν, οἶμαί που, τὸ καθίσαι ἐν τῇ οἰκίᾳ σου. Καὶ γοῦν ὁ μακάριος ∆αβὶδ, ἄριστόν τε καὶ ὀνησιφόρον ἀληθῶς τὸ χρῆμα εἰδώς· Μίαν ᾐτησάμην, φησὶ, παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκήπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Σημεῖον δ' ἂν γένοιτο καὶ μάλα σαφὲς, τοῦ καὶ ἐρηρεῖσθαι τὸν νοῦν, ἀναπεπλῆσθαί τε καὶ ἀγάπης τῆς εἰς Θεὸν, τὸ δεῖν οἴεσθαι καὶ τοῦτο διὰ παντὸς ταῖς θείαις αὐλαῖς ἐμφιλοχωρεῖν. Πλὴν οὐκ ἠγνόησε τῆς ἀνθρώπου διανοίας τὸ μέτρον ὁ ∆ημιουργός. Πῶς γὰρ ἢ πόθεν; Εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων, ὅτι Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ἀποφοιτῶντες μὲν γὰρ τῆς ἐν κόσμῳ ζωῆς, καὶ τῶν τῆς φιλοσαρκίας παθῶν τὸν νοῦν ὑπεξάγοντες, οὐκ εἰσάπαν ἀνεγκλήτως τοῦτο ποιεῖν εἰθίσμεθα. Ἀσθενοῦμεν δέ πως ἐν ἀρχαῖς, καὶ ὑποφέρεται μὲν ὁ νοῦς ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς. ∆ιολισθήσει δ' ἂν εὐκόλως τῶν ἐν κόσμῳ περισπασμῶν εἰς ἀνάμνησιν· μονονουχὶ δὲ καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πολὺ δὴ λίαν ἀσπάζεται· κἂν εἰ κατάγχοι τυχὸν ὁ νόμος, καὶ ἀνόπιν ὥσπερ ἀνασυράζοι Θεὸς εἰς προφερεστέραν ἡμᾶς καὶ ἀσυγκρίτως ἀμείνω μετακομίζων ζωήν. Ἐπειδὴ γάρ ἐστιν ἀνάντης ἡ ἀρετὴ, λειοτάτη δὲ ὥσπερ ἡ εἰς τὸ φαῦλον ἡμᾶς ἀποφέρουσα τρίβος, ταύτῃ τοι τὸ πονεῖν διωθούμενοι, τὴν ἑτέραν ἴμεν εὐκόλως. Τί τοίνυν φησὶν ὁ νόμος; Κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας· τουτέστιν, οὐκ εὐθὺς ἀσπαστὸν ποιήσεται τὸ τὴν σὴν ἑστίαν οἰκεῖν· διαμέμνηται δὲ τῶν οἴκοι βραχύ. Συμβαίνει δὲ τοῦτο τοῖς ἐμπίπτουσιν εἰς αἰχμαλωσίαν οἳ κἂν εἰ γένοιντο τυχὸν παρὰ τοῖς ἔχουσιν ἐν τιμῇ, κἂν εἰ παρακέοιτό πως αὐτοῖς τὸ τρυφᾷν ἀφθόνως, ἀλλ' οὖν οἴκου καὶ γεγενηκότων πόλεώς τε τῆς σφῶν, ἐφίενται πάλιν καὶ οὐδὲν ἧττόν εἰσι τῶν ἰδίων μνήμονες, καὶ δακρυῤῥοοῦσιν ἔσθ' ὅτε, πόνου καὶ ἀνίας τὸν οἰκεῖον ἀναπιμπλάντος νοῦν, ὅτι τῆς ἐνεγκούσης ἐστέρηνται. Τοῦτο συνέβη παθεῖν ταῖς Ἰουδαίων ἀγέλαις. Λελύτρωνται μὲν γὰρ ἐξ Αἰγύπτου καὶ πικρᾶς δουλείας ἐξῃρημένοι, κέκληνται παρὰ Θεοῦ πρὸς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων ἐλευθερίαν, ἀλλ' ἦσαν καὶ οὕτω τῶν ἐν Αἰγύπτῳ μνήμονες· καὶ ἔκλαιον λέγοντες· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ. Κατεπεφύοντο δὲ καὶ Μωσέως, λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς, ἐν τῇ ἐρήμῳ ταύτῃ; Ὅτι τοίνυν ἀνάγκη τῆς ἐπαράτου φιλοσαρκίας, καὶ τῆς εἰς κόσμον ζωῆς ἀπαλλαττομένους, δυσαποσπάστως ἔχειν ἐν ἀρχαῖς, καὶ ζητεῖν ἔσθ' ὅτε τὰ ἐν αὐτῷ, πλαγίως ἡμῖν ὑπεμφαίνει λέγων ὁ νομοθέτης, ὅτι Κλαύσεται τὸν πατέρα καὶ μητέρα μηνὸς ἡμέρας. Καὶ οὐ δὴ πού φαμεν ὅτι κλαίειν αὐτοὺς προστέταχε· συγχωρεῖ δὲ μᾶλλον, καὶ ἀσθενούντων ἀνέχεται. Καὶ ἀνίεσθαι δεῖν ἔφη τοῖς πεπονθόσι αὐτὸ τὰ ἐγκλήματα, διά τοι τὸ οὔπω κεκτῆσθαι τὸ τληπαθές. Καὶ γοῦν συγκεχώρηκε τοῦ πάθους κατὰ τὴν ἔρημον τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ οὐκ εἰς ἅπαν ὠλόθρευσε τοὺς ἡμαρτηκότας, εἰ καὶ ἠγανάκτει χρησίμως. Ὅτι γὰρ οὐκ ἀεὶ συγκεχώρηκεν ἀῤῥωστεῖν, καὶ τῆς ἀρχαίας ἡμᾶς οἰκειότητος, τῆς ἐν κόσμῳ φημὶ μνήμας εἰσδέχεσθαι, παρέδειξεν ἐναργῶς, χρόνους τῷ κλαίειν ἀπονέμων οὐ μακρούς· μηνὸς γὰρ ἡμέρας, τουτέστι καιροῦ περίοδον βραχεῖάν τινα καὶ συνεσταλμένην. Τοιοῦτόν τινα νοῦν, καὶ θεῖος ἡμῖν Μελῳδὸς εἰσκεκόμικεν εἰπὼν πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ οἴκου τοῦ πατρός σου· ὅτι ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.– Κλαύσασα τοίνυν τὸν πατέρα, φησὶν, καὶ τὴν μητέρα μηνὸς ἡμέρας, ἔσται σου τότε γυνή. Ἀπαλλαττόμενοι γὰρ, ὡς ἔφην, τῆς ἐν κόσμῳ ζωῆς, τότε δὴ, τότε Θεῷ κολλώμεθα, καθ' ἕνωσιν δηλονότι τὴν πνευματικήν. Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἀλλ' ἔσται, φησὶν, Ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου. Ὅτε γὰρ δεδυσσέβηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτῷ τὰς χεῖρας ἐπαφεῖσα Χριστῷ, ὅτι πεπαρῴνηκεν εἰς τὸν ἑαυτῆς ∆εσπότην, τότε μεμίσηται, καὶ γέγονεν ἀνεθέλητος· μονονουχὶ δὲ καὶ τῆς θείας τε καὶ ἱερᾶς ἑστίας ἐξεπέμπετο. Πλὴν εἰς δουλείαν οὐ παραδέδοται, οὐδὲ οἷον πεπραμένη τῷ Σατανᾷ, τοῖς ἐκείνου θελήμασι παντελῶς ὑπενήνεκται· οὐ γὰρ λελάτρευκεν εἰδώλοις, καίτοι τῆς εἰς Χριστὸν οἰκειότητος ἀπολισθήσας ὁ Ἰσραήλ. Ἀπομεμένηκε δὲ τὸν ἕνα καὶ φύσει Θεὸν ὁμολογῶν τε καὶ προσκυνῶν, καὶ ἀγάπην τετήρηκε τὴν εἰς Μωσέα καὶ νόμον· οὐ γὰρ ἠθέτησεν αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι τῆς πρὸς αὐτὸν οἰκειότητος ἠξιώθη ποτέ. Τοῦτο γὰρ ἡμᾶς διδάσκει λέγων· Οὐκ ἀθετήσεις αὐτὴν ὅτι ἐταπείνωσας αὐτήν. Ταπείνωσιν γὰρ ἐνταῦθά φησι τὴν διαπαρθένευσιν, ἤτοι τῆς πνευματικῆς συναφείας τὸν τρόπον, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ, καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ πολεμοῦντος πρὸς τοὺς ἐναντίους. Ἀναλάβετε ὅπλα καὶ ἀσπίδα, προσπεφώνηκέ τισιν ὁ προφήτης Ἡσαΐας. Παῦλός γε μὴν ὁ σοφώτατος· Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ. Οἱ γὰρ Θεῷ γνώριμοι, καὶ ἀρετῆς ἐρασταὶ, καὶ ταῖς παγκάλαις ἐπιεικείαις σύντροφοι, καταστρατεύονται μὲν ὅτι μάλιστα γενικῶς ἁπάσης βεβήλου καὶ σαρκικῆς ἡδονῆς, ἀντεξάγουσι δὲ ὥσπερ ταῖς τοῦ διαβόλου δυστροπίαις, τὸ ἐρηρεισμένον ἐν πίστει, τὸ ἀκατάσειστον εἰς ὑπομονὴν, τὸ εἰς πόνους τληπαθὲς, καὶ τὸ πρόθυμον εἰς φιλεργίαν, τὴν ἐφ' ἄπασι δηλονότι τοῖς τεθαυμασμένοις. Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτό ποτε πνευματικῆς εὐῤῥωστίας ἀφίκοιτο μέτρον, ὡς καὶ τὴν οὕτω περιφανῆ καὶ παντὸς ὑπέκεινα θαύματος δόξαν ἑλεῖν, εἰ μὴ Χριστὸν ἔχοι τὸν προασπίζοντα. Συναθλήσει δὲ πάντως, καὶ συνέσται προθύμως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὴν δι' αὐτοῦ κάθαρσιν ἐκπεπλουτηκόσιν, αὔχημά τε ποιεῖσθαι μεμελητηκόσι τὸν ὀνειδισμὸν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Ψαλμῳδός· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἀμείνους γὰρ ὅτι τῶν πολεμίων ἐσόμεθα, διασώζοντος τοῦ Θεοῦ, πιστὸς ἔσται λέγων αὐτός· Ὅτι ἐπ' ἐμὲ ἦλθε, καὶ ῥύσομαι αὐτόν. Κέκραξέ τε πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν. Ἀλλ' ὅρα τὸ χρῆμα, καὶ δι' αὐτοῦ γραφόμενον τοῦ πανσόφου Μωσέως. Ἔφη γάρ· Ἐὰν δὲ ἐξέλθῃς παραβαλεῖν εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς πονηροῦ ῥήματος· ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔστι καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτὸς, καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς, καὶ οὐκ εἰσελεύσει εἰς τὴν παρεμβολήν. Καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ἐν ὕδατι, καὶ δεδυκότος ἡλίου, εἰσελεύσεται εἰς τὴν παρεμβολήν. Καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς· καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω· καὶ πάσσαλος ἔσται σοι ἐπὶ ζώνης σου. Καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ, καὶ ἀπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἔν σοι ἀσχημοσύνη πράγματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ. Ἀκούεις ὅτι τοὺς κατανεανιεύεσθαι τῶν ἐχθρῶν καὶ εὐδοκιμεῖν ἐθέλοντας, ἀπαλλάττεσθαι χρὴ παντὸς μολυσμοῦ; Ἡ πάλη γὰρ ἡμῶν, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, αἳ τὸν ἀνθρώπινον ἀκριβῶς κατασκέπτονται βίον, καὶ τῆς ἑκάστου ζωῆς πολυπραγμονοῦσι τὸν τρόπον. ∆εῖ δὴ οὖν ἀμώμητόν τε καὶ ἀνεπίληπτον ἡμᾶς ποιεῖσθαι τὴν πολιτείαν, ἵνα μὴ τοῖς παρ' ἐκείνων ἐγκλήμασιν ὑποφέρηται. Καὶ γὰρ καὶ ἐχθρός ἐστι καὶ ἐκδικητὴς ὁ τῆς ἁμαρτίας πατήρ. Οἱ μὲν οὖν ἐν τῷδε τῷ κόσμῳ, νόμῳ πολέμου καὶ μάχης ἀνεγειρόμενοι τοῖς ἐχθροῖς, τὰς εἰς σῶμα πληγὰς ἤτοι δέχονται τυχὸν, ἤγουν ἑτέροις ἐπάγουσιν. Ἡμεῖς δὲ οὐχ οὕτω· Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν οὐδὲ εἰς σάρκα πληττόμεθα, ἀλλ' εἰς νοῦν καὶ καρδίαν εἰσδεχόμενοι τὰς ἐπιθυμίας, καὶ εἰς τὰ τῆς φιλοσαρκίας διαπίπτοντες πάθη. Χρὴ τοίνυν ἡμᾶς παντευχίαις ἐνηρμόσθαι ταῖς πνευματικαῖς, καὶ τῇ ἄνωθεν χάριτι περιφράττεσθαι, καὶ εἰς ὅσον οἷόν τε τὸν νοῦν ἔξω βέλους νοητοῦ ποιεῖσθαι παντός. Περιεσόμεθα γὰρ ὡδὶ τῶν ἀνθεστηκότων, καὶ πέρα παντὸς ἱέντες πάθους, ἀδιαλώβητον τῷ Θεῷ τὸ τῆς ψυχῆς τηρήσομεν κάλλος. Ταύτῃ τοι φησὶν ὁ νόμος· Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ, τουτέστιν, αἰτίας ἁπάσης ἀποτάτω ποίει σαυτὸν, μηδεὶς ἔσται κατὰ σοῦ λόγος ἀληθὴς ἐπ' αἰσχίῳ τε καὶ διαβεβλημένῳ πράγματι, παραιτοῦ τὴν κατάῤῥησιν τὴν ἐφοτῳοῦν καὶ ἀργείτω κατὰ σοῦ πᾶν ῥῆμα πονηρόν. Ὅτι δὲ ἡμᾶς καὶ τῆς σαρκικῆς ἀκαθαρσίας ἀποφορτίζεσθαι χρὴ τὰ ἐγκλήματα, παρέδειξεν αἰνιγματωδῶς, τὸν ἐκ ῥύσεως αὐτοῦ μεμολυσμένον ἔξω μὲν ἰέναι τῆς παρεμβολῆς ἐπιτάττων ἀπολούεσθαι δεῖν ὕδατι πρὸς ἑσπέραν, ὑπονοστεῖν δὲ οὕτως οἴκοι τε λοιπὸν, καὶ εἰς αὐτὴν, εἰ βούλοιτο, τὴν παρεμβολήν. Εἶτα τί τὸ χρῆμα, καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ὁ νοῦς, διειπεῖν πειράσομαι. Εἰ γὰρ γένοιτό τις ἀνθρώπινος μολυσμὸς βραχὺ πρὸς τὸ ἄναγκες τοῦ νοῦ διανενευκότος, καὶ ἀνέντος εἰσβολὴν ταῖς εἰς τὸ φαῦλον ἐπιθυμίαις, ὅσον μὲν ἧκεν εἰς τοῦτο τῆς τῶν ἁγίων πληθύος ἀπονοσφίζεσθαι δεῖν, δεδικαίωκεν ὁ ∆εσπότης, καὶ τοῖς ἀκαθάρτοις τὸν καθαρὸν οὐκ ἐᾷ συναυλίζεσθαι. Ἀφίησι γὰρ οὐδαμῶς ἀνεπίπληκτον ἐν ἡμῖν τὴν καταφθείρουσαν ἁμαρτίαν. Ἀλλ' εὐρήσομεν ἐν Χριστῷ τὴν κάθαρσιν, ὕδατί τε διαγνιζόμενοι, κατά γέ φημι τὸ, Λούσασθε, καθαροὶ γίνεσθε. Τοῦτο δρῶντες τὸ πρὸς ἑσπέραν, τουτέστιν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· ὃ δὴ καὶ πεπερασμένον κατίδοι τις ἂν ἐπὶ ταῖς τῶν ἁγίων ἀγέλαις. Οἱ γὰρ ταῖς ἐκτόποις φιλοσαρκίαις μεμολυσμένοι, οἱ τῆς τῶν ἁγίων πληθύος καὶ παρεμβολῆς ἔξω μένοντές ποτε, οἱ πόῤῥω που τῆς ἱερᾶς ἀγέλης, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πεπλουτηκότες κάθαρσιν, γεγόνασιν ἐγγὺς οἱ μακρὰν, κοινωνοὶ τῶν ἁγίων ἀποδεδειγμένοι, καὶ συμπολῖται λοιπὸν καὶ συμμέτοχοι τῆς ἐλπίδος, ἐν καιρῷ δηλονότι τῆς ἐπιδημίας τῆς οἱονεί πως ἐν ἑσπέρᾳ καὶ πρὸς αὐταῖς γενομένης ταῖς τοῦ παρόντος αἰῶνος δυσμαῖς. ∆εῖν μὲν οὖν ἔφη, τοὺς τὴν ἐν Χριστῷ κάθαρσιν ἐμπορευομένους ἀποκρούεσθαι φιλεῖν τὰ ἐκ τῆς φιλοσαρκίας ἐγκλήματα. Ἀλλ' ἔσται σοι, φησὶν, καὶ τόπος ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω, καὶ πάσσαλος ἔσται ἐπὶ τῆς ζώνης σου. Καὶ ἕσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ· καὶ ἐπαγαγὼν κατακαλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέ σθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος. Παραιτεῖσθαι γὰρ ὅτι μάλιστα πᾶν εἶδος ἀκαθαρσίας πρέποι ἂν, ὡς ἔφην, τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελὲς, συνίησι δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· εἰ δὲ γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἀκαθαρσιῶν μονονουχὶ περιθραύεσθαι, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς· ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, πρῶτον μὲν, μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν τὰ ἐκ τῆς ἀῤῥωστίας παρακείσθω πταίσματα· ἀλλ' οἷον ἔξω καὶ λεληθότως, καὶ ὡς ἀνωτάτω τῆς παρεμβολῆς, εἶτα ταῖς ἐπανορθοσίαις τούτων καλυπτέσθω, φησί· Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες δὲ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τῶν ἤδη προεπταισμένων τὸ ἀκαλλὲς, καὶ τὴν κάκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς τὴν τῶν ἁγίων παρεμβολὴν, τουτέστιν, εἰς τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν. Ἐν Χριστῷ δὲ καὶ τοῦτο διαπεραίνεται. Καὶ τίνα τρόπον; Εἰ λάβοιμεν τὸν ἑαυτῶν σταυρὸν, κατὰ τὴν αὐτοῦ φωνὴν, γοργῷ καὶ εὐζωνοτάτῳ κεχρημένοι φρονήματι. Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ ξύλον, τοῦτο δή που τάχα πλαγίως ἡμῖν ὑπαινίττεται. Πνευματικὸς οὖν ὁ νόμος, καὶ τῶν νοητῶν τὴν ὑποτύπωσιν ποιεῖσθαι φιλεῖ τὰ σωματικά. Οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς τοῦτο πεποιηκότος Θεοῦ, εἰς ἀφεδρῶνας ἱέντες, καὶ περιττωμάτων τῶν ἀπὸ γαστρὸς ἑαυτοὺς ἀπαλλάττοντες. Ἀλλ' ὡς ἔφην ἀρτίως, τύποι καὶ εἰκόνες τῶν νοητῶν εἶεν ἂν καὶ τὰ ἐν αἰσθήσει κείμενα. ∆εῖ δὴ οὖν ἡμᾶς καταχωννύειν τὰς ἀκαθαρσίας· ὅτι Κύριος ὁ Θεὸς περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἐν ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός· κἂν ἄσχημον ἴδῃ πρᾶγμα καὶ ἀκαλλὲς ἐν ἡμῖν, ἐπανίσταται παραχρῆμα, Ἅγιον γὰρ Πνεῦμα σοφίας φεύξεται δόλον, κατὰ τὸ γεγραμμένον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Εἰ δὲ εὑρίσκει καθαροὺς καὶ διεσμηγμένους, καὶ παθῶν ἀμείνους καὶ μολυσμῶν, ἐνοικήσει προθύμως, καὶ ἐκ χειρὸς ἐχθρῶν ἀπαλλάξει. Τοιγάρτοι φησίν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος. Καὶ πάλιν· Ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι, λέγει Κύριος. Ἐκκεκαθαρμένους γὰρ οὕτω προσδέξεται χαίρων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῶν λίθων κεκονιαμένων. αʹ. Σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος παιδαγωγεῖσθαι λέγων τοὺς ἀρχαιοτέρους διὰ τῶν Μωσέως γραμμάτων ἐπὶ τὸ Χριστοῦ μυστήριον. Ἔχει γὰρ ὧδε τὸ χρῆμα, καὶ ἀληθὴς ὁ λόγος. Περιτρέποντες μὲν γὰρ εἰς ἀλήθειαν τὰ διὰ Μωσέως τεθεσπισμένα παγκάλην οὖσαν ἐν αὐτοῖς τὴν θεωρίαν εὑρήσομεν. Καὶ ἀπρὶξ ὥσπερ ἡμμένοι τοῦ γράμματος, καὶ τῶν ἐν τύποις οὐ μεθιέμενοι λοιπὸν, ἀκουσόμεθα τοῦ προφήτου λέγοντος· Λίαν ἐβαθύνατε εἰς κάθισιν. Οὐδὲν γὰρ ἐγηγερμένον καὶ ὀνησιφόρον ἀληθῶς ἔν γε ταῖς σκιαῖς εὑρήσομεν· ἀνέγκλητον δὲ παντελῶς ἀποφανοῦμεν τὴν ἐντολήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος Μωσῆς κάλυμμα ἐτίθει ἐπὶ τὸ πρόσωπον αὐτοῦ, κατασημαίνων, οἶμαί που, τοῖς νουνεχεστέροις, ὅτι διπλοῦς ὁ νόμος· καὶ ἔστι μὲν ἐσωτάτω τὸ ἀληθές· ἐπενήνεκται δὲ προσώπου δίκην ἡ σκιὰ, καὶ περιττὸν ἐπίβλημα τοῖς κεκρυμμένοις ἐστὶ τὰ ἐξωφανῆ. ∆ιδάσκει τοίνυν ἡμᾶς ἐν τῷ ∆ευτερονομίῳ Μωσῆς, ὅτι τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης οἱ μυσταγωγοὶ, λαλήσουσι μὲν κατὰ καιροὺς τὸν δι' αὐτοῦ λόγον, παιδαγωγήσουσι δὲ πρὸς ἀλήθειαν, καὶ φανερωτέραν τοῦ γράμματος ποιήσονται τὴν ἀφήγησιν, πνευματικώτερον ἑρμηνεύοντες. Γέγραπται δὲ οὕτω· Καὶ προσέταξε Μωσῆς καὶ ἡ γερουσία Ἰσραὴλ, λέγων· Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐντέλλομαι ὑμῖν σήμερον· καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην, εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ, καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σου σοί. Καὶ ἔσται ἐὰν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαι σήμερον, ἐν ὄρει Γαιβάλ· καὶ κονιάσεις αὐτοὺς κονίᾳ· καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου· θυσιαστήριον ἐκ λίθων· οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον. Λίθους ὁλοκλήρους οἰκοδομήσεις τὸ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου. Καὶ ἀνοίσεις ἐπ' αὐτοὺς ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου, καὶ θύσεις θυσίαν σωτηρίου, καὶ φάγῃ, καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντα τὸν νόμον τοῦτον. Ἄθρει δή μοι πάλιν ὅτι ποιεῖσθαι προστέταχεν οὐ πάρεργον τοὺς ἐπί γε τοῖς ἐσομένοις παρ' αὐτοῦ λόγους, πλείστης ὅσης ἐπιμελείας αὐτοὺς ἀξιοῦν. Οὗτοι δὲ ἦσαν, οἱ παρὰ τῶν ἁγίων ἀποστόλων. Ἕκαστα δὲ ἂν μέρος ὡς ἔνι διατρανοῦν εὖ μάλα πειράσομαι. βʹ. Εἰ γὰρ γένοιτο, φησὶ, διαβῆναι ἡμᾶς τὸν Ἰορδάνην, εἰσελάσαι δὲ καὶ εἰς τὴν τριπόθητον τῆς ἐπαγγελίας γῆν, τότε δὴ, τότε μεγάλους ἐφ' ὑψηλοῦ θέντες λίθους, κονιάσετε μὲν αὐτοὺς, ἐγγράψετε δὲ πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. Λίθοι μὲν οὖν οἱ μεγάλοι καὶ ὑψοῦ τεθειμένοι, τῶν ἁγίων ἡμῖν ἀποστόλων σημαίνουσι τὸν χορὸν, οἳ μεγάλοι καὶ ὑψηλοὶ καὶ περίοπτοι κατὰ τὸ ἀληθές εἰσιν. Ὅσον γὰρ ἧκεν εἰς ἀρετὴν, καὶ εἰς αὐχήματα πολιτείας τῆς ἐν Χριστῷ, τὸ ἰσοστατοῦν ἐν τούτοις οὐδέν. Εὑρίσκομεν γὰρ ἐν ταῖς ὑπεροχαῖς ἀνεστηκότας τοὺς καθ' ἡμᾶς, καὶ πολὺ δὴ λίαν ὑπερκειμένους. Τίς γὰρ, εἰπέ μοι, νοῦν ἔχων περὶ τῶν ἴσων ἁμιλλήσεται τοῖς ἱεροῖς ἐκείνοις καὶ διαβοήτοις ἀνδράσιν, οὓς καὶ φίλους ἰδίους ὠνόμασεν ὁ Χριστός; Οὐκέτι γὰρ, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε. Φῶς δὲ αὐτοὺς τοῦ κόσμου, καὶ ἅλας τῆς γῆς ὠνόμασε, καὶ τοῖς ἰδίοις καὶ αὐτῷ πρέπουσιν ἀξιώμασι κατηγλαϊσμένους ὁρᾶσθαι προστέταχεν· εὐεργέτας ἐτίθει, καὶ ἰατροὺς ἀπέδειξεν οἰκουμενικοὺς, λέγων· Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μεγάλοι δὴ οὖν οἱ λίθοι, καὶ ὥσπερ ἐν ὄρει κείμενοι. Τὸ γὰρ τῆς δόξης περιφανὲς καὶ τὸ ἐν εὐκλείᾳ περίοπτον, ὑψοῦ δὴ λίαν καὶ ὥσπερ ἐν ὄρει κειμένους φαίνεσθαι ποιεῖ. Ἀλλὰ τίνες ἂν εἶεν οἱ ἱστάντες τοὺς λίθους; Οἱ διαβαίνοντες τὸν Ἰορδάνην. Οἱ εἰς ἅγιον Χριστὸν πιστεύσαντες, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦντες χάριν. Οὗτοι δὴ πάντως ἐφ' ἑαυτοῖς ἀνιστᾶσι διδασκάλους καὶ μυσταγωγοὺς, τοῦ Σωτῆρος ἡμῶν τοὺς μαθητὰς, τοὺς ἁγίους ἀληθῶς καὶ ἀπολέκτους λίθους, περὶ ὧν ἡμῖν λόγιον ἔφη προφητικόν· Ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Μονονουχὶ γὰρ κατεκυλίσθησαν τοῖς ὑπ' οὐρανὸν, οἱ θεσπέσιοι μαθηταὶ, περινοστοῦντες τὴν οἰκουμένην, καὶ τοῖς ἁπανταχῆ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας δεικνύντες τὸ κάλλος, καὶ τὸν ἀληθῆ μαργαρίτην διακηρύττοντες, τὸν ἕνα καὶ πολυτίμητον λίθον, τουτέστι, τὸν Χριστόν. Κεκονιαμένοι δὲ οἱ λίθοι γραφὴν ἔχουσι, τὸν νόμον σαφῶς σφόδρα. Ἐν γὰρ τοῖς ἁγίοις ἀποστόλοις λευκῶς καὶ ἀναφανδὸν τὰς ἐν νόμῳ θεωρίας εὑρήσομεν, οὐκέτι τῷ γράμματι κατεσκιασμένας, οὐδὲ ἀμυδρὸν ἐχούσας ἐπίβλημα τὴν σκιὰν, λαμπρὰς δὲ καὶ καθαράς. Πνευματικὴ γὰρ τῶν ἁγίων ἡ παίδευσις. Λαλοῦσι δὴ οὖν λαμπρῶς τὸν νόμον. Καὶ τοῦτο, οἶμαι, ἔστι, κεκονιαμένοις τοῖς λίθοις ἐγγράφειν αὐτὸν σαφῶς σφόδρα, κατὰ τὸ γεγραμμένον. Ἀνατιθεμένων δὲ τῶν λίθων, ἐφ' οἷς ἦν ὁ νόμος, ἀναδείμασθαι δεῖν ἔφη θυσιαστήριον ἐξ ἑτέρων ὁλοκλήρων λίθων, τουτέστιν, ἀδιατμήτων, καὶ ταῖς ἐκ σιδήρου πληγαῖς οὐκ ἠδικημένων. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε λόγος; Λίθος μὲν γὰρ Ἀκρογωνιαῖος ἔντιμος ὁ Χριστός· τέθειται δὲ καὶ εἰς τὰ θεμέλια Σιών. Ὑπ' αὐτῷ γὰρ ἐρηρείσμεθα, καὶ ὑποβάθραν ὥσπερ τινὰ λαβόντες αὐτὸν ἀσφαλῆ καὶ ἀκράδαντον. Καὶ ἡμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἀλλ' οὐδὲν ἧττόν ἐσμεν καὶ οἱονεί τι θυσιαστήριον, συναγηγερμένοι μὲν καθ' ἕνωσιν τὴν πνευματικὴν, καὶ τὴν ἐν Χριστῷ πίστιν εὐωδιάζοντες, προσκομίζοντες δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἐν τάξει τῶν εὐοσμοτάτων θυμιαμάτων τὰ ἐξ ἀρετῶν αὐχήματα. Καὶ γοῦν ἡμῖν ὁ θεσπέσιος ἐπιστέλλει Παῦλος· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Λίθοι δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ, πλὴν ὁλόκληροι καὶ ἀπλῆγες. Οἱ γὰρ αὐτὸν, ὡς ἔφην, εὐωδιάζοντες τὸν Χριστὸν, ὁλοτελῆ ποιοῦνται τῆς ἑαυτῶν διανοίας τὴν καθιέρωσιν· οὐ μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ, οὔτε μὴν τὰ ἐκ τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἔτι φοροῦντες τραύματα· ἀλλ' ὥσπερ ἐστὶν ἀμέριστος ὁ Χριστὸς, οὕτω καὶ αὐτοὶ μονότροποί τε καὶ ἀληθεῖς· Θεῷ μὲν μόνῳ προσκείμενοι, παραιτούμενοι δὲ μερίζεσθαι δοκεῖν εἰς τὰ σαρκός τε καὶ κόσμου. Οὔτως ἑαυτὸν ἀναθεὶς, ὁ ἱερὸς γράφει Παῦλος· Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς τὸν αὐτὸν ἡμῖν ἐν ἑτέροις κατεχρησμῴδησε νόμον, οὕτω λέγων· Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιήσῃς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητοὺς, τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτὸ, καὶ μεμίανται. Ὁλόκληροι δὴ οὖν καὶ ἀπλῆγες οἱ λίθοι κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Ἀλλὰ φάγῃ, φησὶ, καὶ ἐμπλησθήσῃ ἐκεῖ, καὶ εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. Τοῖς γὰρ εἰς τοῦτο λοιπὸν ἀφιγμένοις εὐκλείας, ὡς εὐωδιάζειν δύνασθαι τὸν Χριστὸν, ἁρμόσειεν καὶ σφόδρα εἰκότως, καὶ τὸ τῆς ἱερᾶς καὶ θείας ἀναπίμπλασθαι τροφῆς, καὶ μὴν καὶ εὐφραίνεσθαι νοητῶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. ∆ιαπεραίνεται δὲ καὶ τοῦτο ταῖς μυστικαῖς εὐλογίαις κεχρημένων ἐν Ἐκκλησίαις τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· δι' οὖ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ ἐκλογῆς τοῦ Ἰησοῦ. αʹ. Ὀρθῶς δὴ σφόδρα συνεὶς ὁ σοφὸς Ἰωάννης, καὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς Μωσέως διακονίας τὸ μέτρον, προσπεφώνηκε λέγων, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἀλλ' ἦν μὲν ὁ νόμος ἕτοιμος εἰς ὀργὴν, καὶ τοῖς παραβαίνουσιν εὐθὺς καὶ ἀμελητὶ πικρὰς ἐπετίθει δίκας· ἁπαξαπλῶς κατηγόρει τῆς φαυλότητος, καὶ τῆς ἁμαρτίας ἐποιεῖτο τὴν κατάῤῥησιν. Ἁμαρτία γὰρ, φησὶν, οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Καὶ πάλιν· Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Πλημμελημάτων δὲ ἡμᾶς ἀνίησιν ὁ Χριστός. ∆ικαιοῖ γὰρ ἐν χάριτι, καὶ ἁγιάζει τοὺς πεπιστευκότας, καὶ τῶν πάλαι τοῖς πατράσιν ἐπηγγελμένων εἰσκομίζει τὸ πέρας. Ὅτι δέ ἐστιν ἐπ' ἀμφοῖν ἀληθῆ, σαφηνιεῖ πάλιν ὁ Παῦλος, ὡδὶ γεγραφώς· Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Γράμμα μὲν γὰρ ὀνομάζει τὴν ἐν νόμῳ σκιάν· πνεῦμα δὲ αὖ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν· ἣν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην κεκαινούργηκεν ὁ Χριστός. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄμεμπτος ἡ πρώτη, ταύτῃ τοι λοιπὸν ἀναγκαίως καὶ ὁ τῆς δευτέρας ἐζητήθη τόπος. Καὶ τὴν μὲν ἐπαλαίου Θεὸς, καινὴν ὑπισχνούμενος. Συνεσταλμένου δὲ ὥσπερ Μωσέως καὶ ἐκ μέσου λοιπὸν γεγονότος, ἀνέφυ τρόπον τινὰ, καὶ καθηγητὴς ἐφ' ἡμῶν ἀνεδείχθη Χριστὸς, δι' οὗ καὶ ἐν ᾧ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσκεκομισμένοι τὴν τοῖς ἀπεράντοις αἰῶσι συντρέχουσαν εὐημερίαν ἀποληψόμεθα, τὴν εὐαγῆ καὶ ὁσίαν, καὶ πάσης αἰτίας ἀπηλλαγμένην διαβιοῦντες ζωήν. Πεπαιδαγώγηκε καὶ πρὸς τοῦτο οὕτως ἡμᾶς διακεῖσθαι καὶ φρονεῖν αὐτὰ τὰ διὰ Μωσέως τοῖς πάλαι τε θεσπισμένα. Γέγραπται γὰρ ὡδί· Καὶ ἐκάλεσε Μωσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς τοῦ Ἰσραήλ· Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Καὶ ἔσται Κύριος ὁ συμπορευόμενός σοι μετὰ σοῦ. Οὐ μὴ ἀνήσει σε, οὐδὲ μὴν ἐγκαταλίπῃ σε. Μὴ φοβοῦ, μηδὲ δειλία. Μέλλοντος ἀπαίρειν πραγμάτων τοῦ παναρίστου Μωσέως καὶ εἰς τὰς ἄνω λοιπὸν μεθαρμόζεσθαι μονὰς, ἀντανίσταται τρόπον τινὰ καὶ διαδέχεται τὴν ἡγεμονίαν ὁ θεσπέσιος Ἰησοῦς. Καταλήγοντος γὰρ ὥσπερ τοῦ παλαιοῦ καὶ ἀρχαίου γράμματος καὶ τῆς ἐν νόμῳ λατρείας, καθάπερ ἤδη προεῖπον, μονονουχὶ καὶ συνεσταλμένης, καταπεφοίτηκε πρὸς ἡμᾶς ἐξ οὐρανῶν ὁ Μονογενὴς, καὶ ἐν εἴδει γέγονε τῷ καθ' ἡμᾶς. Ὁ δὲ τῶν ὅλων κατεξουσιάζων Θεὸς ὡς ὁ πρεσβύτατον ἔχων τὸ ἐπὶ τόδε λαμπρὸν ἀξίωμα, σκήπτεται χρησίμως διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τὸ εἰς ἀρχὰς βασιλείας καλεῖσθαι δοκεῖν. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ· δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Εἴκοντα δὴ οὖν τῇ τοῦ Χριστοῦ δόξῃ Μωσέα, μηδεὶς εἰς μέσον ἀγέτω πάλιν· μὴ κρατείτωσαν οἱ τύποι, μήτε μὴν ἀναμοχλευέσθω πρός τινος ἡ σκιά. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἢ εἴπερ τις ἕλοιτο τοῦτο δρᾷν, ἴστω τὴν θείαν ἀτιμάζων οἰκονομίαν, καὶ τῷ Θεῷ δοκοῦν ἀποβιαζόμενος, καὶ τὸ σεπτὸν καὶ μέγα παραλύων μυστήριον. Ὁ γὰρ τύποις ἔτι προσκείμενος μετὰ τὴν ἀνάδειξιν Ἰησοῦ, καταλόγων μὲν τῶν ἱερῶν ὡς ἀπωτάτω κείσεται· ἀπόκληρος δὲ καὶ ἀμέτοχος παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων ἀποδειχθήσεται. Τοῦτό τοι παθόντας τῶν ἐν Γαλατίᾳ τινὰς ἐλέγχει σαφῶς ὁ θεσπέσιος γράφων Παῦλος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος. Τοῦτο μόνον ἐθέλω μαθεῖν ἀφ' ὑμῶν. Ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Εἶτα τούτοις προσεπάγει πάλιν· Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε. Τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Πιστὸς μὲν γὰρ ἀληθῶς, καὶ τῶν ὅτι μάλιστα διαπρεπεστάτων, ὁ μέγας Μωσῆς. Ἀλλ' ἦν οἰκέτης, καὶ τοῦτο αὐτοῦ μέτρον, μεσίτης καὶ διάκονος τοῦ κατακρίνοντος νόμου. Ἐπεδήμησε δὲ ὁ τούτου ∆εσπότης, καὶ εἰσκεκόμικεν ἡμῖν τὴν δικαιοῦσαν χάριν. Ἠρεμείτω τοίνυν ὁ νόμος, ὁ τῆς ἁμαρτίας κατήγορος, ἡ τῆς κατακρίσεως διακονία, δι' οὗ τὰ πάντα συνέκλεισεν εἰς ἁμαρτίαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, κατὰ τὸ γεγραμμένον. βʹ. Ἀλλὰ τί πρὸς Ἰησοῦν ὁ μέγας ἔφη Μωσῆς; Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἢν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Ὅρα τοίνυν τοῦ νόμου τὴν προαγόρευσιν. Οὐκ ἠγνόησεν ὁ Μωσῆς τοῦ Σωτῆρος τὴν δόξαν, τὴν ἀσύγκριτον, ὑπεροχὴν τὴν κατὰ παντὸς ἁγίου, μᾶλλον δὲ ἁπάσης κτίσεως λογικῆς. Ἔγνω τὴν ἄμαχον χεῖρα, τὴν παναλκῆ καὶ ἀκαταγώνιστον ἐξουσίαν, μονονουχὶ δὲ καὶ κατατεθήπει βλέπων πίπτοντας ἐχθροὺς, ἀτονοῦντα θάνατον, φεύγοντα Σατανᾶν, καὶ τὸν ἀνίκητον πάλαι καὶ δυσκαταγώνιστον θῆρα περιδεῆ καὶ ἡττώμενον, ἐμφραττόμενον τῆς ἁμαρτίας τὸ στόμα, λεπροὺς ἐκκεκαθαρμένους, καταπεφρικότας δαίμονας, καὶ θάλασσαν ἀγριαίνουσαν, ἑνὶ κατευναζομένην ῥήματι. Οὐκ ἠγνόησεν ὅτι δεδικαίωκεν ὁ δι' αὐτοῦ νόμος οὐδένα· καὶ γὰρ ἦν ἀμήχανον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν. Ἀπαλλάξει δὲ τὴν οἰκουμένην ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῶν ἀρχαίων αἰτιαμάτων, καὶ ἐπείπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια, καὶ ὁ κατὰ φύσιν ἅγιος, ἁγιάζει τοὺς πεπιστευκότας τῷ ἰδίῳ αἵματι, καὶ θανάτου μὲν καὶ φθορᾶς ἀμείνους ἀποφαίνει, εἰσκομιεῖ δὲ καὶ εἰς αὐτὴν τὴν τῶν οὐρανῶν βασιλείαν, τὴν ἀξιέραστον ἀληθῶς καὶ ἁγίαν γῆν τῆς ἄνω μονῆς, τὴν ἐν οὐρανῷ καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὅτι δὲ συναθλήσεται καὶ συνεργάσεται πρὸς πᾶν ὁτιοῦν ὁ Θεὸς καὶ Πατὴρ καθ' ἡμᾶς γεγονότι τῷ Υἱῷ, καθίστησιν ἐναργὲς προστεθεικὼς Μωσῆς· Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδ' οὐ μὴ ἐγκαταλίπῃ σε. Παναλκὴς μὲν οὖν ὁ Υἱὸς, καὶ ἄμαχον ἔχει τὴν ἐξουσίαν· ἐπείπερ ἐστὶ κατὰ φύσιν Θεός. Ἐπικουρεῖσθαι δὲ λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον· πρέποντος τοῦ λόγου καὶ αὐτοῦ δὲ τοῦ πράγματος τῷ τῆς δουλείας σχήματι, καὶ αὐτῷ δὲ τῷ τρόπῳ τῆς μετὰ σαρκὸς οἰκονομίας. Καὶ γοῦν ὁ Υἱὸς ἵνα πιστεύηται καθ' ἡμᾶς γεγονὼς, καὶ τῷ ἀνθρώπῳ πρέπον ἀσθενὲς ὑποπλάττεται, λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. γʹ. Ὅτι δὲ καὶ ἡ διὰ νόμου παίδευσις οὐδενὶ μέν που τάχα τῶν πρὸ τῆς ἐπιδημίας κατέστη γνώριμος νοηθεῖσα πνευματικῶς, τεθαύμασται δὲ λοιπὸν ἐπιλάμψαντος τοῦ Χριστοῦ, μονονουχὶ δὲ ἐν ὄψει τέθειται μικροῖς καὶ μεγάλοις, καταφοιτήσαντος ἐφ' ἡμᾶς τοῦ ἁγίου Πνεύματος, δι' οὗ συνίεμεν καὶ τὰ βάθη τοῦ Θεοῦ, σαφὲς κἀκ τῶνδε δὴ πάλιν. Ἔχει γὰρ ὧδε· Καὶ ἔγραψε Μωσῆς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ, τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς πρεσβυτέροις υἱῶν Ἰσραήλ. Καὶ ἐνετείλατο Μωσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Μετὰ ἐπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως, ἐν ἑορτῇ Σκηνοπηγίας, ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ, ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν. Ἐκκλησιάζετε τὸν λαὸν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, καὶ τὰ ἔκγονα, καὶ τὸν προσήλυτόν σου τὸν ἐν ταῖς πόλεσί σου, ἵνα ἀκούσωσι, καὶ ἵνα μάθωσι φο βεῖσθαι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀκούσωνται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου. Ἀκούεις ὅτι γέγραφε μὲν τὸν νόμον· ἐπισκήπτει δὲ καὶ τοῖς ἐξειλεγμένοις ἱερεῦσί τέ φημι, καὶ μέν τοι καὶ πρεσβυτέροις ἑβδόμου παρελάσοντος ἔτους, ἐν καιρῷ τῆς ἀφέσεως, ἐν ἑορτῇ τῆς Σκηνοπηγίας, ἐκκλησιάζειν ἅπαντας νεανίας καὶ πρεσβύτας, γύναιά τε καὶ παῖδας, καὶ τότε συνειλεγμένοις ἀναγινώσκειν αὐτόν. Ὅτι γὰρ ἔμελλον πολλοὶ καὶ οὐκ εὐαρίθμητοι παριππεύσειν χρόνοι, ἄχρις ἂν ἐπιλάμψῃ Χριστὸς, καὶ ὁ τῆς ἐνανθρωπήσεως ἀναδειχθείη καιρὸς, ἀναμάθοι τις ἂν διά γε τοῦ δεῖν δι' ἑπτὰ ἐτῶν ποιεῖν τὴν ἀνάγνωσιν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς πληθύος ἂν εἴη σημαντικὸς παρὰ τῇ θείᾳ Γραφῇ, κατ' ἐκεῖνο δὲ, οἶμαί που, τὸ Στεῖρα δὲ ἔτεκεν ἑπτά. Καὶ πάλιν· Μὴ καταπιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν καρδίᾳ αὐτοῦ. Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Ἐπιτήρει δὲ ὅτι ἐν ἔτεσι τοῖς ἑπτὰ τοῖς πρὸ τῆς ἀφέσεως, τουτέστιν, ἐν χρόνοις τοῖς πρὸ τῆς ἐπιδημίας, ὁ νόμος οὐκ ἀνεγινώσκετο. Ὅμοιον γὰρ τὸ μηδ' ὅλως ἀναγινώσκειν αὐτὸν, τὸ μηδὲν δύνασθαι νοεῖν, κἂν εἴ τις αὐτὸν ἀναγινώσκοι τυχόν. Γνώριμος δὲ, ὡς ἔφην, τότε δὴ γέγονε μικροῖς καὶ μεγάλοις, ὅτε καὶ ὁ τῆς ἀφέσεως ἐνέστη καιρός. Ὁ μὲν γὰρ νόμος τοῖς ἀρχαιοτέροις ἐνετέλλετο, λέγων· ∆ι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτω ποιήσεις αὐτήν. Ἄφες πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον. Καὶ πάλιν· Ἐὰν κτήσεις παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τέλει τῶν αἰώνων, καὶ μονονουχὶ ἑπτὰ ἐτῶν, ἀφῆκε τὰ ὀφειλήματα, καὶ ἀνῆκεν ἡμαρτηκότας, καὶ χρεωφειλέταις οὖσιν, ἐχαρίσατο, κατὰ τὴν εὐαγγελικὴν παραβολὴν, δούλους ὄντας τῆς ἁμαρτίας, καὶ ὑπεζευγμένους τῷ Σατανᾷ, τῷ τῆς ἐλευθερίας πνεύματι λαμπροὺς ἀπέφηνε καὶ ἠγλαϊσμένους. Ἀνεδείχθη δὲ τῆς ἀφέσεως ὁ καιρὸς, ἐν καιρῷ τῆς Σκηνοπηγίας, ἢ τὸ τῆς ἀναστάσεως ὑποδηλοῖ μυστήριον, ὅτε τὸ ἑκάστου τῶν ἐν γῇ κειμένων διαπήγνυται σκῆνος, ἤ τοι τὸ σῶμα. Ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, πατήσας τὸν θάνατον, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε, τότε τῷ ἁγίῳ ἀνακαλλύνων Πνεύματι τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ τῶν ἀνακτιζομένων εἰς ἁγιασμὸν, ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις λέγων· Λάβετε Πνεῦμα ἅγιον. Τότε καὶ ἀνεῴχθησαν οἱ τῆς διανοίας ἡμῶν ὀφθαλμοί. Τότε πεφωτίσμεθα, καὶ τὸν πάλαι κεκρυμμένον, καὶ οὐδενί που τάχα τῶν ἀρχαιοτέρων γνώριμον νενοήκαμεν νόμον. Τότε συνεγηγέρμεθα καὶ ἐκ τῶν περάτων τῆς γῆς, εἰς ὃν ἐξελέξατο τόπον, τουτέστι, τὴν Ἐκκλησίαν, ἐκεῖ γεγονόσιν ἡμῖν τὸν ἐν σκιαῖς καὶ τύποις διερμηνεύουσι νόμον οἱ ἀπόλεκτοί τε καὶ ἱεροὶ μυσταγωγοὶ καὶ διδάσκαλοι. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοὺς τύπους εὖ μάλα μεταστοιχειῶν εἰς πνευματικὴν θεωρίαν, καὶ ἐπιστέλλει, καί φησι· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ; Σφαζόντων δὲ τῶν ἐξ Ἰσραὴλ τὸν ἀμνὸν, καὶ προσεδρευόντων ταῖς σκιαῖς, τὸν τοῦ μυστηρίου τύπον εἰς Χριστὸν ἀναφέρων, ἔφη πάλιν, ὅτι Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός. Ἐπιστέλλει δὲ καὶ ἑτέροις· Λέγετέ μοι, οἱ ὑπὸ νόμου θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι' ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσι δύο ∆ιαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἀγάρ. Τὸ γὰρ Ἀγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ. ∆ουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Μυσταγωγούμενοι τοίνυν πνευματικῶς τὸν νόμον τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεχόμεθα φόβον. Ὅτι δὲ ἔμελλε συσταλήσεσθαι κατὰ καιροὺς τῆς ἐν τύποις καὶ σκιᾷ λατρείας ἡ δύναμις, παρέδειξε πάλιν αἰνιγματωδῶς ὁ Μωσῆς. Γέγραπται γὰρ ὅτι ἡνίκα δὲ συνετέλεσε Μωσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον, ἕως εἰς τέλος, καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς ∆ιαθήκης Κυρίου, λέγων· Λαβόντες τὸ βιβλίον τοῦτο, θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς ∆ιαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν. Σύνες οὖν ὅπως εἰς ἔν τι μέρος τῆς κιβωτοῦ, καὶ οὐκ ἐν αὐτῷ τῷ μέσῳ προστέταχεν ἀποκεῖσθαι τὸν νόμον· ὡς ὅσον οὐδέπω παρεσομένων τῶν νέων καὶ διὰ Χριστοῦ θεσπισμάτων, οἷς ἦν ἀνάγκη παραχωρεῖν τὴν ἀρχαιοτέραν ἐντολήν· μονονουχὶ δὲ καὶ διδόναι τόπον, ἢ καὶ ἐκ μέσου χωρεῖν, ἴνα τὸ τυχὸν ἐπεισφέρηται. Οὐκ ἀποβάλλεται μὲν γὰρ τῆς ἁγίας κιβωτοῦ· δεκτὸς γὰρ ἐν Ἐκκλησίαις ὁ διὰ Μωσέως νόμος, πλὴν, οὐκ ἐν πρώτῳ τέθειται τόπῳ· συνεστάλη δὲ ὥσπερ καὶ μεμένηκεν ἐκ πλαγίου, παραχωρῶν, ὡς ἔφην, τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, τουτέστι, τοῖς θείοις τε καὶ εὐαγγελικοῖς θεσπίσμασι, δι' ὧν ἡμᾶς εἰς θεογνωσίαν, καὶ εἰς πᾶσαν εἴδησιν ἀρετῆς πεπαιδαγώγηκεν ὁ Χριστός· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать