Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Γλαφυρὰ εἰς τὸ Πεντάτευχος 1

Glaphyra in Pentateuchum 1 / Глапфира на Пятикнижие 1

Glaphyra in Pentateuchum ARGUMENTA GLAPHYRORUM S. CYRILLI ALEXANDRINI ARCHIEPISCOPI. IN GENESIM. ΛΟΓ. Αʹ.

Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς, τὸ τοῦ Χρι στοῦ μυστήριον αἰνιγματωδῶς σημαίνεται. Περὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ. ΛΟΓ.

Βʹ. Περὶ τοῦ Νῶε, καὶ τῆς κιβωτοῦ. Περὶ τῆς γυμνώσεως τοῦ Νῶε, καὶ Χάμ. Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ. ΛΟΓ.

Γʹ. Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι' αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον. Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ. Περὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. Περὶ τοῦ Ἡσαῦ, καὶ τοῦ Ἰακὼβ, ὅτι εἰς τύπον τέθεινται τῶν δύο λαῶν, τοῦ τε Ἰσραὴλ καὶ τοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ. ΛΟΓ. ∆ʹ. Περὶ τοῦ πατριάρχου Ἰακώβ. Ἔτι περὶ τοῦ αὐτοῦ. ΛΟΓ.

Εʹ. Περὶ τοῦ Ἰακώβ. ................. Ἔτι περὶ τοῦ Ἰακώβ. Ἔτι περὶ τοῦ αὐτοῦ. ΛΟΓ. ϛʹ. Περὶ τοῦ Ἰωσήφ. Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ. Ἔτι περὶ τοῦ Ἰωσήφ. Περὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ καὶ Μανασσῆ. λΟΓ.

Ζʹ. Περὶ τῆς εὐλογίας τῶν ιβʹ πατριαρχῶν. Περὶ τοῦ Ῥουβείμ. Περὶ τοῦ Ἰούδα. Περὶ τοῦ Ἰσάχαρ. Περὶ τοῦ Γάδ. Περὶ τοῦ Νεφθαλείμ. Περὶ τοῦ Βενιαμίν. Περὶ τοῦ Συμεὼν καὶ Λευΐ. Περὶ τοῦ Ζαβουλών. Περὶ τοῦ ∆άν. Περὶ τοῦ Ἀσήρ. Περὶ τοῦ Ἰωσήφ. IN EXODUM. ΛΟΓ.

Αʹ. ................. Ἔτι περὶ Μωσέως. Περὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ. ΛΟΓ.

Βʹ. Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ. Περὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων. Περὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου παραδειχθέντος τῷ μακαρίῳ Μωσῇ. Περὶ τοῦ μάννα καὶ τῆς ὀρτυγομήτρας. Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων. ΛΟΓ.

Γʹ. Περὶ τῆς παταχθείσης πέτρας. Περὶ τῆς ἐν τῷ ὄρει Σινᾶ καθόδου, καὶ τῆς πα ραστάσεως τοῦ Ἰσραήλ. Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ τῶν ἑβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ. Περὶ μοσχοποιίας Ἰσραήλ. Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μω σέως. IN LEVITICUM. Ὅτι Χριστοῦ τὸ πάθος σωτήριον. Ὅτι τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγο νότες, ἅγιοι καὶ ἱεροὶ πάντη καὶ πάντως ἐσό μεθα. Περὶ τοῦ καθαρισμοῦ τῆς λέπρας. Περὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς, ὅτι συνέβη πεσεῖν αὐτὴν ἐξ ἀπειθείας. Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς εἰς τὰ Ἅγια τῶν ἁγίων. IN NUMEROS. Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς Περὶ τῶν κατασκεψαμένων τὴν γῆν τῆς ἐπαγ γελίας. Ὅτι γέγονεν ἡμῖν ἄρτος ζωῆς ὁ Χριστός. Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαεί σης ἔξω τῆς παρεμβολῆς. Περὶ τοῦ ὄφεως τοῦ χαλκοῦ. IN DEUTERONOMIUM. Περὶ τῆς νενευροκοπημένης δαμάλεως ἐν τῇ φάραγγι. Περὶ τῆς αἰχμαλώτου γυναικὸς ξυρομένης καὶ ὀνυχιζομένης. Περὶ τοῦ πολεμοῦντος πρὸς τοὺς ἐναντίους. Περὶ τῶν λίθων κεκονιαμένων. Περὶ ἐκλογῆς τοῦ Ἰησοῦ.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ

Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς, τὸ τοῦ Χριστοῦ μυστήριον αἰνιγματωδῶς σημαίνεται. Ἐρευνᾶτε τὰς Γραφὰς, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκεν ὁ Χριστός· οὐχ ἑτέρως ἂν ἰσχύσαι τῆς αἰωνίας ζωῆς ἐφικέσθαι τινὰς, ἐναργέστατα λέγων, εἰ μὴ καθάπερ τινὰ θησαυρὸν ἀνορύττοντες τὸ γράμμα τὸ νομικὸν, τὸν ἐν αὐτῷ κεκρυμμένον περιεργάζοιντο μαργαρίτην, τουτέστι, Χριστὸν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως οἱ ἀπόκρυφοι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Περὶ τῆς οὕτω σεπτῆς καὶ ἀξιαγάστου σοφίας ἤτοι γνώσεως ἔφη που καὶ Σολομῶν· Ἐὰν ζητήσῃς αὐτὴν ὥσπερ ἀργύριον, καὶ ὡς θησαυροὺς ἀνερευνήσῃς αὐτὴν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσῃς. Γένοιτο δ' ἂν οὐδὲ τοῦ τοιοῦδε τὸ ἰσοστατοῦν, παρά τε τοῖς τὴν ἀμώμητον ἐπαινοῦσι ζωὴν, καὶ κατορθοῦν ᾑρημένοις τὰ πάντων ἄριστα καὶ ἐξαίρετα, καὶ φωτὸς τοῦ θείου τὸν οἰκεῖον ἀναπιμπλᾶσι νοῦν· διά τοι τοῦ δεῖν τοῖς περὶ Θεοῦ λόγοις ἀκαταλήπτως ἐντρυφᾷν, καὶ λύχνον ὥσπερ τινὰ ποιεῖσθαι τὸ Γράμμα τὸ ἱερὸν, κατὰ τὸν ἅγιον Ψαλμῳδὸν διακεκραγότα τε καὶ λέγοντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Οὐκοῦν ἐπειδήπερ σαφῶς καὶ ἀναφανδὸν ζωῆς ἐστι τῆς αἰωνίου πρόξενον, καὶ ἁπάσης ἡμῖν εὐθυμίας ὁδὸς τὸ περιεργάζεσθαι φιλεῖν τὸ Χριστοῦ μυστήριον· φέρε δὴ πάλιν ἱδρῶτα προσθέντες τὸν ὀνησιφόρον, καὶ πρό γε τῶν ἄλλων καὶ ἡμῖν αὐτοῖς, τὰ δι' ὧν ἂν ἡμῖν τὸ Χριστοῦ μυστήριον εὖ μάλα κατασημαίνοιτο, συναγεῖραί τε ἅμα, καὶ ὅπως ἂν ἕκαστον ἐννοιῶν ἔχοι, διειπεῖν σπουδάσωμεν· ὡς ἂν γένοιτο τὰ πρὸς ἡμῶν εἰρημένα λεπτὰς ἔχοντα φαντασίας, ἔσθ' ὅτε τὸ ἀληθέστερον θεωρημάτων, πρόφασις ἀγαθὴ τοῖς εὐμαθεστέροις, καὶ ἀναβασμοὶ τρόπον τινὰ, πρὸς τὴν ἀμείνονά τε καὶ ὑπερτάτω κειμένην ἀνακομίζοντες γνῶσιν. Ἐκθησόμεθα δὲ χρησίμως, πρότερον μὲν, τὰ ἱστορικῶς πεπραγμένα· διασαφήσαντες δὲ τὰ τοιάδε συμμέτρως, καὶ οἷά περ ἐκ τύπου καὶ σκιᾶς μεταπλάττοντες τὸ διήγημα, σαφῆ ποιησόμεθα τὴν ἀφήγησιν, ἀπονενευκότος ἡμῖν τοῦ λόγου πρὸς τὸ Χριστοῦ μυστήριον, καὶ αὐτὸν ἔχοντος πέρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Εἰ δέ πη γένοιτο καὶ ἀφαμαρτεῖν τῶν πρεπωδεστέρων ὡς ἐν ἰσχνότητι νοημάτων καὶ ἀσαφείᾳ πολλῇ, συγγνώμονας εἶναι προσήκει τρὺς ἐντευξομένους. Ἰστέον δὲ δὴ, ὅτι Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας ἑπτακαίδεκα συνθέντες βιβλία, καὶ πολλὴν ἐν ἐκείνοις ἀθροίσαντες νοημάτων πληθὺν, παρήκαμεν οἰκονομικῶς τῇ προκειμένῃ συγγραφῇ τὰ ἐντεταμένα κεφάλαια, καὶ ἀβασάνιστα τετηρήκαμεν· κἂν εἴ που συνέβη μνημονεῦσαί τινος ὡς ἐξ ἀναγκαίου λόγου. Ἀρξόμεθα τοίνυν τῶν ἐπὶ τῇ Γενέσει γλαφυρωτέρων· οὕτω τε λοιπὸν ἐφεξῆς τὰ πέντε Μωσέως δραμόντες βιβλία, περιεργασόμεθα πρὸς αὐτοῖς καὶ τὰ ἐκ τῆς ἑτέρας γραφῆς τῷ προκειμένῳ χρήσιμα σκοπῷ. Περὶ τοῦ Ἀδάμ.

αʹ. Ὁ νομομαθὴς ἀληθῶς καὶ ἱερώτατος Παῦλος, τῆς διὰ Χριστοῦ σωτηρίας ἐννενοηκὼς τὸ μυστήριον, ἀνακεφαλαίωσιν ἐν αὐτῷ γενέσθαι φησὶ τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, ἐν εὐδοκίᾳ τε καὶ θελήσει τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τῶν ὅλων ἐπανόρθωσιν, καὶ τὴν εἰς ὅπερ ἦν ἐν ἀρχῇ ἀναφοίτησιν τῶν κατεφθαρμένων, τῷ τῆς ἀνακεφαλαιώσεως σαφηνίζων ὀνόματι. ∆ιεμέμνητο γάρ που, κατά γε τὸ εἰκὸς, Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. Τοιγάρτοι καὶ αὐτὸς ἅτε καὶ θείοις ἐντεθραμμένος λόγοις, τὴν ἐν τούτοις ἡμῖν προαγόρευσιν ἐκπεπερασμένην ἤδη πως ἐν Χριστῷ παρέδειξε λέγων· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἀνεστοιχειώμεθα γὰρ ἐν Χριστῷ, καὶ γεγόναμεν καινὴ κτίσις. Καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ καινὸν ὄνομα πεπλουτήκαμεν· κεκλήμεθα γὰρ Χριστοῦ. Καὶ γοῦν πάλιν αὐτός πού φησιν ὁ θεσπέσιος Παῦλος περὶ ἡμῶν· Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἁγιοπρεπὴς γὰρ ὁ βίος τοῖς ἐν Χριστῷ, καὶ σαρκικῶν ἐπέκεινα παθῶν, καὶ γεώδους ἀκαθαρσίας. Ὅτι δὲ ἔμελλεν ἥξειν ἐφ' ἡμᾶς τὸ καινὸν ὅνομα τὸ ἐπικληθὲν ἡμῖν ἐν Χριστῷ, σαφὲς ἂν γένοιτο, Θεοῦ διακεκραγότος διὰ φωνῆς ἁγίων· Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα και νὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Οὐκοῦν ἐπειδήπερ οὐκ ἂν ἐνδοιάσειέ τις, ὀρθὰ καὶ εἰκότα φρονεῖν ᾑρημένος, ὅτι καινὰ γέγονεν ἐν Χριστῷ, φέρε, καταθρήσωμεν τὴν παλαίωσιν ἥτις ποτέ ἐστι, καὶ τίνος ἂν λέγοιτο γενέσθαι τυχὸν ἡ πρὸς ἄμεινον ἐπανόρθωσις, ὡς ἀπό γε τοῦ μὴ εἰς ἅπαν ἐῤῥῶσθαι τε καὶ ἀλωβήτως ἔχειν· ἤγουν ἀπὸ τοῦ κατεφθαρμένου, καὶ εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς ἀδοκήτως ὑπενηνεγμένου. Εἰδείη γὰρ ἂν ὦδέ τις, καὶ μάλα ὀρθῶς, τὸ ὅποιπερ ἂν ἡμῖν ὁ τοῦ προτεθέντος λόγου διᾴττει σκοπὸς, καὶ τὸ ἀμωμήτως ἔχον, ἐξοίχοιτο ἂν οὐδαμῶς.

βʹ. Οὐκοῦν ὁ τῶν ὅλων ἀριστοτέχνης Θεὸς, δυνάμει τῇ ἰδίᾳ καὶ παντουργικῇ, τουτέστι, τῷ Υἱῷ, πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων χρώμενος· Γέγονε γὰρ δι' αὐτοῦ τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οὐρανόν τε καὶ γῆν καὶ πρό γε τῶν ἄλλων ἐν ἀρχῇ διετεκτήνατο, καὶ πρὸς γένεσιν ἐκάλει, καίτοι μὴ ὅντα ποτέ. Πῶς δὲ ἄρα, τυχὸν εἴ τις ἔροιτο, καὶ πόθεν, ἀκούσεται πρὸς ἡμῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἄριστον ἀληθῶς· Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Εἰ γὰρ δή τις ἕλοιτο τὰ τοιάδε διαμαθεῖν, ὅτι δεήσει πάντως αὐτῷ καὶ νοῦ καὶ φρενὸς, κατά γε τὴν ἐν Θεῷ νοουμένην, οὐκ ἀμφίλογον. Ἀλλ' ὅτι μικρὰ τὰ ἐν ἡμῖν ἢ καὶ οὐδὲν ὅλως ὡς πρὸς Θεὸν, σαφηνιεῖ δὲ λέγων αὐτός· Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου. Ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ἀνείσθω δὴ οὖν, ὡς περιττὴ καὶ οὐδαμόθεν ἁλώσιμος, ἡ περὶ τούτων βάσανος. ∆ημιουργεῖ γὰρ ὡς οἶδε, καὶ ὅπως ἂν δύναιτο Θεός. Ἐκπεποιημένων δὴ οὖν οὐρανοῦ καὶ γῆς ἐν ἀρχαῖς, εἶτα τῆς τῶν ὑδάτων πληθύος εἰς ἔνα χῶρον συνεσταλμένης· εἴκειν γὰρ ἦν ἀνάγκη τῷ λέγοντι· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν· ἐξεκαλύπτετο μὲν ἡ γῆ, πόαις δὲ ταῖς οὕτω πολυειδέσι πανταχοῦ ἠνθίζετο, καὶ ἦν ἀσυνήθως εὐπρεμνοτάτη ξύλων ἐγκάρπων λαχοῦσα γένεσιν. Ἡλίου δὲ καὶ σελήνης ἐφαίνοντο κύκλοι, καὶ νόμος ἦν ὁ παρὰ τοῦ Θεοῦ βραβεύων ἑκάστῳ τὸ τῆς ἀρχῆς μέτρον. Τετάχατο γὰρ, ὁ μὲν εἰς ἠῶ καὶ αὐγάς· ἡ δὲ εἰς νύκτα καὶ σκότος· καὶ αὐτὸς δὲ τοῖς ἄστροις ὁ σύμπας ἡμῖν οὐρανὸς κατεῤῥαίνετο. Καὶ μὴν καὶ ἐφ' ὅτῳ γεγόνασιν, ἐθεσμοθέτει λέγων· Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων ∆ημιουργὸς, καὶ αὐτὴν τῶν ὑδάτων τὴν φύσιν μητέρα νηκτῶν καὶ τῶν εἰς ἀέρα πτηνῶν εἰργάζετο. Γῆν δὲ δὴ πάλιν ἐκέλευε καὶ κτηνῶν πολύμορφον ἐκδοῦναι φύσιν, καὶ θηρῶν ἀγρίων ἀτίθασσα γένη. Καὶ ἀμελητὶ τὸ δοκοῦν καὶ ὑπὲρ νοῦν ἐξεπράττετε. Ἐφ' ἐκάστῳ τῶν πεποιημένων, Λόγος ἦν ὁ δημιουργὸς, καὶ νεῦμα μόνον ἡ γένεσις. Ἁνδανούσης δὲ καὶ αὐτῷ τῷ τῶν ὅλων τεχνίτῃ τῆς ἐν τοῖς γεγονόσιν εὐκοσμίας, σκέψις εἰσῄει λοιπὸν ἑτέρα τὸν δι' ὃν ἐκεῖνα παρήχθη πρὸς ὕπαρξιν, τελευταῖον εἰσφέρουσα, φημὶ δὲ τὸν ἄνθρωπον. Ἔδει γὰρ, ἔδει τὸν τῶν ὅλων ∆ημιουργὸν ἀγαθὸν ὄντα κατὰ φύσιν, μᾶλλον δὲ αὐτὸ τὸ ἀγαθὸν τοῦθ' ὅπερ ἐστὶ, καὶ πρὸς ἡμῶν γινώσκεσθαι. Ἔδει πλήρη γενέσθαι τὴν γῆν τῶν εἰδότων δοξολογεῖν, καὶ ἀπὸ καλλονῆς κτισμάτων, καθὰ γέγραπται, τὴν τοῦ δεδημιουργηκότος κατασκέπτεσθαι δόξαν. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, Οὐκ εἰς κενὸν ἐποίησας αὐτὴν, δῆλον δὲ ὅτι τὴν γῆν, ἀλλ' εἰς τὸ κατοικεῖσθαι. Ἦν οὖν ἀναγκαῖον, ζῶον ἐν αὐτῇ πλάττεσθαι λογικὸν, προαναδειχθέντων αὐτοῦ τῶν ὅσα ἐστὶ τελοῦντα πρὸς τέρψιν, καὶ πρός γε εὖ πεποιῆσθαι δοκεῖν. Ταύτῃτοι προαναφήνας ἐν κόσμῳ τῷ δέοντι γῆν τε καὶ οὐρανὸν, καὶ τὰ ἐν αὐτοῖς, ἐπὶ τὴν τοῦ ἀνθρώπου κεχώρηκε κατασκευήν· οὗ τῆς γενέσεως πρεσβυτέραν ἐποιεῖτο τὴν σκέψιν· καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάζων ῥήματι, καὶ τῷ ἰδίῳ λόγῳ συνιστὰς ὡς Θεός. Ἐπειδὴ δέ ἐστιν ἄνθρωπος ζῶον ἀληθῶς εὐφυὲς καὶ θεοειδέστατον· ὡς ἂν μὴ δοκῇ τῆς ἀνωτάτω δόξης τὸ μίμημα, τῶν ἴσων εἰς ποίησιν τοῖς οὐχ ὧδε ἔχουσι λαχεῖν, καὶ προβουλίοις ἐτίμα καὶ αὐτουργίᾳ τὸ τέχνημα. Ἄγαλμα δὲ διαπλάσας ἐκ γῆς, ζῶον αὐτὸ λογικὸν ἀποτελεῖ, καὶ ἵνα τοὺς τῆς ἰδίας φύσεως ἀνατρέχοι λόγους, ἄφθαρτον, ζωοποιὸν εὐθὺς ἐνεχάραττε πνεῦμα· γέγραπται γάρ· Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Εἶτα παραδείσου καὶ τρυφῆς ἠξίου, καὶ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς αὐτῷ προσνενέμηκε κράτος· νηκτοῖς ἐπετίθει καὶ πτηνοῖς ἡγούμενον, καὶ ἀγέλας μὲν ἀγρίων αὐτῷ κατεζεύγνυ θηρῶν, ὑπεστρώννυ δὲ καὶ αὐτὰ τοῖς ἄλλοις ὁμοῦ τῶν ἰοβόλων τὰ γένη. Ἐκδεδιέναι δὲ ὅτι προσήκει τὸν ἄνθρωπον, φυσικοῖς ἐκέλευσεν ἀναπείθειν νόμοις. Ἦν οὖν ἄρα τῆς ἀνωτάτω δόξης τὸ ἐκμαγεῖον, καὶ θεοπρεποῦς ἐξουσίας εἰκὼν ἐπὶ γῆς ὁ ἄνθρωπος. Ἐπειδὴ δὲ τὸν εἰς τοῦτο ἥκοντα λοιπὸν εὐκλείας καὶ τρυφῆς διειδέναι δή που πάντως ἐχρῆν, ὅτι Θεὸν ἔχει τὸν ἐφεστηκότα, βασιλέα τε καὶ κύριον· ἵνα μὴ ταῖς ἄγαν εὐημερίαις ἑτοιμότατα διολισθήσῃ εἰς τὸ οἴεσθαι τυχὸν ἀπηλλάχθαι καὶ ἐξουσίας καὶ τῆς τοῦ κρατοῦντος ὑπεροχῆς, νόμον εὐθὺς ἐδίδου, καὶ ταῖς παραβάσεσιν ἐποιεῖτο γείτονα τὴν κολάζουσαν ἀπειλήν. Ἁμαρτίας μὲν γὰρ οὔπω τις ἦν ἐπὶ τῆς γῆς ὁ τρόπος, ἑνὸς ὄντος καὶ μόνου. Ἵνα δὲ γένοιτο καὶ ὑπὸ νόμον, ἐπενοεῖτό τις αὐτῷ καὶ φυλακῆς τρόπος· Ἀπὸ γὰρ παντὸς ξύλου, φησὶ, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἣν δ' ἂν ἡμέραν φάγητε ἀπ' αὐτοῦ, θάνατον ἀποθανεῖσθε. Εἶτα μιᾶς τοῦ Ἀδὰμ παραιρεθείσης πλευρᾶς, τὸ γύναιον δὲ πλάττεται, καὶ πρὸς παίδων γονὴν ὑπηρετῆσον αὐτῷ, καὶ συμβιοτεῦσον ὡς ὁμογενὲς, καὶ δὴ καὶ συνδιαιτώμενον ἐν ἀπλότητι διατελεῖ· Ἐπειδὴ δὲ ταῖς τοῦ διαβόλου παρηνέχθη συκοφαντίαις πρὸς παράβασιν, καὶ τὸ ἀπόῤῥητον τῶν ξύλων ἐδώδιμον ἐποιήσατο· συγκατώλισθε δὲ καὶ αὐτὸς ὁ προπάτωρ Ἀδὰμ, ἡ φύσις εὐθὺς θανάτῳ κατεδικάζετο. Καὶ τῷ μὲν γυναίῳ τὸ, Ἐν λύπαις τέξῃ τέκνα, τῷ δὲ Ἀδὰμ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, προσεφώνει Θεός. Καὶ πρός γε δὴ τούτοις, τῶν πολυεύκτων καὶ ἐν ἀρχαῖς ἐνδιαιτημάτων καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξεπέμποντο. Γυμνοὶ δὲ ὅτι καὶ ἀνείμονες, καὶ ἐν χρείᾳ λοιπὸν ἐσθημάτων ὄντες, τότε δὴ μόλις ἐμάνθανον· καὶ χιτῶνες ἧσαν αὐτοῖς πρὸς τοῦτο δερματινοὶ, Θεοῦ κατοικτείραντος· καὶ γῆν ἐπεγράφοντο μητέρα, καὶ τοῖς τῆς φθορᾶς ὑπεφέροντο λίνοις, ἐλελοίπει δὲ, οἶμαι, παντελῶς οὐδὲν τῶν εἰς ἐσχάτην ταλαιπωρίαν αὐτοῖς.

γʹ. Ἀλλὰ τί δῆτα; φήσειεν ἂν, οἶμαι, τίς· εἰ πρὸς τοσαύτην ἔμελλεν ἀθλιότητα κατοιχήσεσθαι γεγονὼς ὁ ἄνθρωπος, πῶς οὐκ ἄμεινον αὐτῷ παρὰ πολὺ νοοῖτ' ἂν εἰκότως τὸ μὴ ὑπάρχειν αὐτόν; Λαμπρὸν δὲ οὕτως καὶ ἀξιάγαστον ἀποτελεῖ τὸν οὐκ εἰς μακρὰν ἐσόμενον οἰκτρὸν καὶ ἐλεεινὸν, καὶ ἐν ἀρᾷ καὶ δίκῃ. Ἠγνόει μὲν οὖν ἥκιστά γε τὸ μέλλον Θεὸς ὢν κατὰ φύσιν ὁ ∆ημιουργός. Ἐπειδὴ δὲ εἰδὼς εἰργάζετο, πῶς οὐκ ἀδικήσας μᾶλλον ἢ γοῦν ὀνήσας ἁλώσεται, εἴπερ ἐστὶν ἄμεινον ἀληθῶς τοῖς ἐσομένοις ἀθλίως τὸ μηδόλως ἐλθεῖν εἰς γένεσιν, κατά γε τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἣν ἐπὶ τῷ προδότῃ λελάληκε μαθητῇ· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος; Πρὸς δὴ τὰ τοιαῦτα φαίην ἃν, ὅτι σφαλερὸν ἄγαν καὶ τῆς εἰς λῆξιν ἡκούσης ἐμβροντησίας ἐγγὺς, μᾶλλον δὲ εἴσω τε καὶ ἐπέκεινα πολὺ, τὸ τοῖς θείοις σκέμμασιν ὡς οὐκ ὀρθῶς γεγονόσιν ἐπιτιμᾷν· καὶ τὴν ἀνωτάτω φύσιν, ἢ τοῦ πρέποντος ἀλογῆσαι τυχὸν, ἢ γοῦν οἴεσθαι διαμαρτεῖν τοῦ χρησίμου τε καὶ ἐν ἀμείνοσιν ὡς ἔν γε τοῖς καθ' ἡμᾶς. Πρέποι δ' ἂν μᾶλλον ἐν ταῖς βουλαῖς καὶ πράγμασι τὸ ἀμωμήτως ἔχον ἀπονέμοντας αὐτῇ, παραιτεῖσθαι τὸ φρονεῖν ὑπὲρ ἃ δεῖ φρονεῖν, καὶ τὸ περίεργον ἐν τούτοις οὐκ ἀνεπίπληκτον ἐᾷν. Καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο, οἶμαί που, καταλογίζεσθαι χρή· πότερον τοῖς τὸ εἶναι μετὰ τοῦ εὖ εἶναι λαχοῦσιν, ἄμεινον δή που τὸ μὴ ἐλθεῖν εἰς γένεσιν, ἤγουν τὸ ὑπάρξαι, καὶ τῆς τοῦ ∆ημιουργοῦ μεταλαχεῖν ἡμερότητος· ἀλλ' οὐκ ἂν ἐνδοιάσειέ τις, καθάπερ ἐγᾦμαι. Ὥσπερ γὰρ τοῖς ἐσομένοις ἀθλίως, εἰ παρενεχθεῖεν εἰς γένεσιν, τὸ μὴ τούτου τυχεῖν νοοῖτ' ἂν εἰκότως ἄμεινόν τε καὶ αἱρετώτερον· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τοῖς ὡς ἥκιστα διακεισομένοις χρῆμα καλόν τε καὶ ἀξιόληπτον τὸ ἐν ὑπάρξει γενέσθαι καὶ ζῇν. Τί οὖν, εἰπέ μοι; Χρῆναι γὰρ ἔγωγέ φημι τὸν ἐπὶ τόδε λόγον ἀναβιβάζεσθαι πρὸς ἡμῶν καὶ εἰς τὰ πολὺ λίαν τῶν καθ' ἡμᾶς ἐπέκεινα· φημὶ δὲ δὴ πάλιν τοὺς μακαρίους ἀγγέλους. Πεποίηνται δὲ δὴ παρὰ Θεοῦ, καὶ τὴν ἐξ οὐκ ὅντων ἔχουσιν εἰς τὸ εἶναι πάροδον Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, Θρόνοι τε καὶ Ἐξουσίαι, ∆υνάμεις καὶ Ἀρχαὶ, καὶ αὐτὰ δὲ πρὸς τούτοις τὰ ἀνώτατα Σεραφίμ. Ἐτέλει δὲ καὶ αὐτὸς ἐν τοῖς γεγονόσιν ὁ δράκων ὁ ἀποστάτης, καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραὶ, καὶ ἦσαν ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ λογικοῖς κτίσμασι, τὰς ἄνω πληροῦντες μονὰς, διαπρέποντες ἐν δόξῃ, καὶ τῶν καθ' ἡμᾶς πολὺ δὴ λίαν ἐν ἀμείνοσι, καὶ ἀσύγκριτον ἔχοντες τὴν ὑπεροχήν. Καὶ γοῦν εἴρηταί που παρὰ Θεοῦ· Μετὰ τῶν Χερουβὶμ τέθεικά σε. Ἀλλ' ἐρηρεισμένην μὲν ἔχουσι τὴν δόξαν τὰ ἅγια Χερουβὶμ, καὶ σώζει βεβαίως τὴν οἰκείαν ἀρχήν. Καὶ χίλιαί τε χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κατώλισθε δὲ μεθ' ἑτέρων ὁ Σατανᾶς, καὶ τῆς οἰκείας δόξης ἐστέρηται. Ἄρ' οὖν ἐπειδήπερ ἀπολιπεῖν ἔμελλε τὴν οἰκείαν ἀρχὴν ἐθελοντὴς διανεύσας ἐπὶ τὸ προσκρούειν Θεῷ· ὄκνον εἰσδέχεσθαι, τὸν ἐπὶ τῇ ποιήσει φημὶ τῶν ἁγίων ἀγγέλων, τὸν τῶν ὅλων ἐδέησε ∆ημιουργὸν, καὶ τὴν οὕτω λαμπρὰν καὶ ἀξιάγαστον ἀποσείσασθαι κτίσιν. Εἶτα πῶς οὐκ ἂν ἠδικῆσθαι δόξειεν, εἰ μὴ παρήχθη πρὸς γένεσιν ἡ παρεστῶσά τε εἰς δεῦρο καὶ λειτουργοῦσα πληθὺς, καὶ Θεῷ τῷ τεκτηναμένῳ τηροῦσα τὸ γνήσιον, καὶ τὸ εἰς λήθην ἐλθεῖν τῆς ἰδίας ἀρχῆς οὐκ ἀνεχομένη παθεῖν; Τί γὰρ, εἰπέ μοι, τὸ σφόδρα λυποῦν, εἰ διημαρτήκασί τινες ἐξ ὑπεροψίας τοῦ εὖ εἶναι τυχόν; Ἀλλ' οἵγε τούτων ἀμείνους, ἑστᾶσι μετὰ Θεοῦ, καὶ τῆς ἡμερότητος αὐτοῦ πλουσίως ἀναπιμπλάμενοι, μακραῖς καὶ ἀκαταλήκτοις δοξολογίαις καταγεραίρουσι. Καὶ περὶ αὐτῶν, οἶμαί που, φησὶν ὁ μακάριος ∆αβίδ· Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Ἔχοντος δὲ ὧδε τοῦ περὶ τούτων λόγου, φέρε καθέντες τὴν βάσανον καὶ ἐν τοῖς καθ' ἡμᾶς αὐτοὺς, ἐκεῖνο διασκεψώμεθα.

δʹ. Πεποίητο μὲν γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς τῶν ἰδίων θελημάτων τὰς ἡνίας πεπιστευμένος, καὶ τὴν ἐφ' ᾧπερ ἂν ἕλοιτο ῥοπὴν ἀνειμένην ἔχων. Ἐλεύθερον γὰρ τὸ Θεῖον, πρὸς ὃ καὶ μεμόρφωτο. Ὧδε δὲ ἦν, οἶμαι, καὶ οὐχ ἑτέρως κεκτῆσθαι τὸ ἀξιάγαστον, εἰ ἐθελοντὴς ὁρῷτο τῆς ἀρετῆς ἐργάτης, καὶ γνώμης ἔχων καρπὸν, τὸ ἐν ἔργοις εἰλικρινὲς, οὐκ ἀνάγκης ὥσπερ ἀποτέλεσμα φυσικῆς, οὐκ ἐφιείσης ὅλως ἔξω φέρεσθαι τοῦ καλοῦ, κἂν εἰ δρᾷν ἕλοιτο τὸ μὴ οὕτως ἔχον. Οὐκοῦν ἀνῆπτο μὲν ἐν ἀρχαῖς ὁ ἄνθρωπος τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ἀνειμένην τε καὶ ἄφετον τῆς διανοίας ῥοπήν· ἀλλὰ τοῖς τοῦ δράκοντος φενακισμοῖς, ἐφ' ἃ μὴ προσῆκεν, ἀσυνέτως παρεκομίζετο, καὶ δι' οὐδενὸς ἐποιεῖτο λόγου τὴν παράβασιν. Ταύτῃτοι κατεδικάζετο θανάτῳ καὶ φθορᾷ, προαναθροῦντος, οἶμαι, Θεοῦ τὸ ὡς ἔν γε τῷ συμβεβηκότι λυσιτελέστερον. ∆ιανενευκὼς γὰρ ἅπαξ εἰς ἁμαρτίαν ὁ ἄνθρωπος, καὶ ἀῤῥωστούσης αὐτῷ τῆς φύσεως τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἐν ἴσῳ που τάχα τοῖς ἀκαθάρτοις πνεύμασι, διηνεκὲς ἐπὶ γῆς κατεφωρᾶτο κακόν. Ἐπενοεῖτο τοίνυν χρησίμως ὁ τῆς σαρκὸς θάνατος, οὐκ εἰς ὄλεθρον ὁλοτελῆ παραπέμπων τὸ ζῶον· εἰς καινουργίαν δὲ μᾶλλον, καὶ, ἵν' οὕτως εἴπωμεν, εἰς ἀνασκευὴν οἷά τι σκεῦος συντεθλασμένον κατὰ καιροὺς ἐφυλάττετο. Ὅτι μὲν γὰρ συμβήσεται μεταξὺ τῷ ζώῳ τὸ παθεῖν τὴν φθορὰν, οὐκ ἠγνόηκεν ὁ ∆ημιουργὸς, ἀλλ' ἠπίστατο, μετὰ τούτου καὶ τῶν ἀτόπων τὴν λύσιν, καὶ τῆς φθορᾶς τὴν ἀναίρεσιν, καὶ εἰς τὸ ἄμεινον ἀνακομιδὴν, καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν ἀνάληψιν. Ἤδει γὰρ ὅτι πέμψει κατὰ καιροὺς τὸν ἴδιον Υἱὸν ἐν ἀνθρωπείᾳ μορφῇ τεθνηξόμενον ὑπὲρ ἡμῶν, καὶ τοῦ θανάτου καταλύσοντα κράτος, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί γάρ; εἰ μὴ πάντες πεπιστεύκασιν, ἀλλ' ἥγε τῶν σεσωσμένων πληθὺς ἀριθμῶν κρείττων ὑπάρχουσα, τῆς ἐκείνων ἀπωλείας οἱονεὶ κατορχήσεται· καὶ τὸ λυποῦν ἐπ' ἐκείνοις, ἕωλον ἀποφανεῖ, μονονουχὶ λέγουσα· Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. ∆ιασώζεσθαι γὰρ ἐξὸν, εἰ βεβούλοιντο, καὶ διαδρᾶναι μὲν τῶν μεταξὺ παρεισδεδυκότων τὰ βλάβη, τὸν λυτρωτὸν οὐ προσίενται, τουτέστι, Χριστόν. Ἆρα γὰρ εἴ τις, εἰπέ μοι, τὰ εἰς γηπονίαν τεχνίτης, τοῖς τῶν δένδρων εὐφυεστέροις τὸν ἴδιον ἐνεπίμπλη κῆπον· εἶτα μὴ πάντα διαφυγεῖν τὰ ἐκ διαφόρων αἰτιῶν συμβέβηκε βλάβη· οὐκ ἂν οἴοιτό τις μὴ ὀρθῶς ἑλέσθαι πονεῖν τὸν γηπονεῖν ᾑρημένον; Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς καταμωμήσαιτο. Πολλοῦ γε καὶ δεῖ· ὁ μὲν γὰρ τὴν δέουσαν τῶν πεφυτευμένων ἐποιεῖτο φροντίδα, τὰ δὲ ἠῤῥώστησε τὸ παθεῖν. Ἆρ' οὖν ἐροῦμεν ὡς ἦν ἄμεινον τὸ μηδόλως χρῆναί τινας ἰέναι ἐπὶ τὸ γηπονεῖν· μήτε μὴν τοῖς εὐγενεστάτοις ἐντεθηλέναι φυτοῖς τὸν παράδεισον, ἐᾷν δὲ μᾶλλον ἀνελεῖν εἰς ἅπαν τῆς φυτουργίας τοὺς τρόπους, ἵνα μὴ ἀδικοῖντο τῶν πεφυτευμένων τινά; Καὶ πῶς οὖν οὐκ ἀπόπληκτον κομιδῇ τὸ ὀρθῶς ἔχειν οἴεσθαι ταυτί· εʹ. Οὐκ οὖν οὐκ ἐν δίκῃ γραψόμεθα τὸν ∆ημιουργὸν παρενεγκόντα πρὸς ὕπαρξιν, ἑαυτοὺς δὲ μᾶλλον αἰτιασόμεθα τὴν ἐθελούσιον παθόντες βλάβην, εἰ νοῦ καὶ φρενός ἐσμεν ἐν καλῷ. Ὅτι γὰρ παρακομίζων εὐθὺς εἰς τὸ εἶναι τὸν ἄνθρωπον, ἐνενόει μὲν ὅτι πεσεῖται εἰς τὴν φθοράν· οὐκ ἠγνόει δὲ καὶ τοὺς τῆς θεραπείας τρόπους, ἀναπείθει σαφῶς ὁ θεσπέσιος Παῦλος, τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ὡς ἐν προγνώσει πνεύματος ἀρχαιότητα μαρτυρῶν. Ἐπιστέλλει γὰρ οὕτως Τιμοθέῳ τῷ οἰκείῳ μαθητῇ· Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ ἐπ' ἐσχάτων τῶν χρόνων διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἑτέροις δὲ αὖ·Οἴδαμεν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ἀκούεις ὅπως δεδόσθαι φησὶ τὴν ἐν Χριστῷ χάριν πρὸ χρόνων αἰωνίων· προεγνῶσθαι δὲ καὶ προωρίσθαι σαφῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Προέγνωστο γὰρ, ὡς ἔφην, ὁ τῆς ἐνανθρωπήσεως τρόπος· ἐταμιεύετο δὲ καιρῷ τῷ προσήκοντι τῶν ἀῤῥωστημάτων ἡ λύσις, καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος, ὡδὶ ἐγγράψας· Τῷ δὲ δυναμένῳ ἡμᾶς στηρίξαι κατὰ τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος νῦν διά τε Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τὸν αἰῶνα. Ἀμήν. Σεσίγητο μὲν γὰρ τὸ μυστήριον, πεφανέρωτο δὲ νῦν, διά τε νόμου καὶ προφητῶν, κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. Ἀνεστοιχειώμεθα καὶ γὰρ ἐν Χριστῷ πρὸς τὸ ἐν ἀρχαῖς, ἀνατετραμμένων τῶν μεταξὺ παρεισβεβληκότων ἐξ ἀπάτης διαβολικῆς. Ἔφη γὰρ ὧδε πάλιν ὁ Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ. Ἰδοὺ δὴ πάλιν προωρίσμεθα μὲν, κατὰ πρόθεσιν τοῦ Πατρός· πρεσβυτέραν δὲ ὥσπερ καὶ τὴν ἐλπίδα τοῦ εἶναι πεπλουτήκαμεν, Θεοῦ τὸ χρῆμα προεγνωκότος, καὶ ἐν ἰδίαις βουλαῖς τὰ ἐφ' ἡμῖν ἑπόμενα καταγράφοντος. Ἐπειδὴ γὰρ πεφενάκικε τὸν Ἀδὰμ, καὶ τοῖς τῆς ῥᾳστώνης ἐγκλήμασιν ἔνοχον ἀπέφηνεν ἐν ἀρχαῖς ὁ τῆς ἁμαρτίας εὑρετὴς κατακομισθῆναί τε οὕτω συνέβη πρὸς θάνατον, διαβέβηκε δὲ εἰς πάντας ἀνθρώπους ἡ δίκη, καθάπερ ἐκ ῥίζης ἐπὶ τὰ ἐξ αὐτῆς ἰόντος τοῦ πάθους· βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ λοιπὸν ἀναγκαίως προενόησε τῶν ἰδίων κτισμάτων ὁ ∆ημιουργὸς, καὶ ῥίζαν ἡμῖν ὥσπερ τοῦ γένους ἐμηχανᾶτο δευτέραν, εἰς ἀφθαρσίαν ἡμᾶς τὴν προτέραν ἀναβιβάζουσαν, ἵν' ὥσπερ ἡμᾶς ἡ τοῦ πρώτου τε καὶ ἀπὸ τῆς γῆς ἐχάραξεν εἰκὼν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τοῖς τῆς φθορᾶς ἐναλῶναι βρόχοις· οὕτω πάλιν ἡμῖν ἡ δευτέρα καὶ μετ' ἐκεῖνον ἀρχὴ, τουτέστι, Χριστὸς, καὶ ἡ πρὸς αὐτὸν ὁμοίωσις διὰ πνεύματος, τὸ ἀνώλεθρον ἐνσημήνηται· καὶ ὥσπερ ἡμᾶς ἐν ἐκείνῳ τὸ δυσήκοον ταῖς τιμωρίαις ὑπήνεγκεν, οὕτως ἐν τούτῳ τὸ εἰκτικὸν καὶ τὸ εἰς ἅπαν εὐπειθὲς εὐλογίας τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς ἀποφήνῃ μετεσχηκότας. Ἐγένετο γὰρ, φησὶν, ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καὶ πάλιν ἑτέρως ἡμῖν αὐτὸ διεσάφει, λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Καὶ αὖθις· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.–Τεταπείνωκε γὰρ ἑαυτὸν, καθὰ γέγραπται· καθίκετο δὲ καὶ ἐθελοντὴς ἐν τοῖς καθ' ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα μεθ' ἡμῶν βασιλεύηται τῷ θανάτῳ, παραπέμποντος τοῦ Ἀδὰμ καὶ εἰς αὐτὸν τὴν νέκρωσιν· ἐπειδή ἐστιν αὐτὸς ὁ τὰ πάντα ζωογονῶν· ἀλλ' ἵνα τὸ τῇ φθορᾷ κάτοχον εἶδος ἀποφήνας, μεταστοιχειώσῃ πρὸς ζωήν. Ταύτῃτοι γέγονε σάρξ. Οὕτω καὶ ὁ σοφὸς γράφει Παῦλος· Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν, καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἀμαθὲς γὰρ οἴεσθαι, γηγενῆ μὲν ὄντα καὶ ἄνθρωπον τὸν Ἀδὰμ τῆς ἐπ' αὐτῷ γενομένης ἀρᾶς τὴν δύναμιν, καθάπερ τινὰ κλῆρον, διᾴττοντα φυσικῶς, εἰς ὅλον πέμψαι τὸ γένος· ἄνωθεν δὲ ὄντα καὶ ἐξ οὐρανοῦ, καὶ Θεὸν κατὰ φύσιν τὸν Ἐμμανουὴλ, καὶ τὸν πρὸς ἡμᾶς ὁμοίωσιν ἐσχηκότα, καὶ δεύτερον ἡμῖν Ἀδὰμ γεγονότα, μὴ οὐχὶ τῆς οἰκείας ζωῆς πλουσίως μετεσχηκότας ἀποφῆναι πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο τῆς πρὸς αὐτὸν οἰκειότητος ἐν πίστει μεταλαχεῖν. Σύσσωμοι μὲν γὰρ γεγόναμεν αὐτῷ δι' εὐλογίας τῆς μυστικῆς. Ἡνώμεθα δὲ καὶ καθ' ἕτερον τρόπον, ὅτι τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ πνεύματος. Ἐναυλίζεται γὰρ ταῖς τῶν ἁγίων ψυχαῖς, καὶ ὡς ὁ μακάριος Ἰωάννης φησίν· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Οὐκοῦν αὐτός ἐστιν ἡμῶν ἡ ζωὴ, αὐτὸς ἡ δικαίωσις. Γέγραπται δὲ πάλιν· Ἄρ' οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Καὶ πάλιν· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί. Ἔστι τοίνυν οὐκ ἀσυμφανὲς, ὡς καὶ ἐν Ἀδὰμ τῷ πρώτῳ τὸ ἐπὶ Χριστὸν μυστήριον διεμορφοῦτο τότε, οὐ διά γε τὸ ἶσον ἀπαραλλάκτως ἀνατυπούμενον, ἀλλ' ἑτέρως τε ἔχον καὶ ἐν ἀντιστρόφῳ σχήματι. Ὁ μὲν γὰρ ἦν ἀρχὴ τῷ γένει, πρὸς θάνατον, πρὸς ἀρὰν, πρὸς κατάκρισιν· ὁ δὲ πρὸς πᾶν τοὐναντίον, εἰς ζωὴν, εἰς εὐλογίαν, εἰς δικαίωσιν. Καὶ ὁ μὲν εἰς σάρκα μίαν ἐδέχετο τὴν γυναῖκα, καὶ διόλωλε δι' αὐτῆς· Χριστὸς δὲ τὴν Ἐκκλησίαν ἑαυτῷ συνάπτων διὰ τοῦ πνεύματος, ἐκρύεταί τε καὶ ἀνασώζει, καὶ ἀπάτης διαβολικῆς ἀποτελεῖ κρείττονα. Τοιγάρτοι καὶ ἀναπείθει βοᾷν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ ὁ μὲν προπάτωρ Ἀδὰμ, ἁμαρτίας ὀψώνιον καὶ παραβάσεως δίκην ἐδέχετο τὴν φθοράν· ἔγκλημα δὲ ἦν ἡ δικαιοσύνη Χριστῷ, κατά γε τὴν τῶν Ἰουδαίων ἐμβροντησίαν. Τοιγάρτοι διὰ τὸ πάθημα τοῦ θανάτου τιμῇ στεφανοῦται καὶ δόξῃ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Καὶ τῷ μὲν Ἀδὰμ μόνα τε καὶ μόλις τὰ ἐπὶ γῆς ὑπετάττετο· Χριστῷ δὲ τὰ πάντα. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ.

αʹ. Ὑπενήνεκται μὲν ἡ ἀνθρώπου φύσις, ὡς ἐν ἀρχῇ τοῦ γένους ἐν Ἀδὰμ, καθάπερ ἔφην ἀρτίως, θανάτῳ καὶ ἁμαρτίᾳ· λελύτρωται δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ μόνου Χριστοῦ. Ὡς γὰρ ὁ αὐτοῦ γέγραφε μαθητὴς, Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἔδει γὰρ, ἔδει τὸν δι' οὗ τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν, ἀνακαινιστὴν γενέσθαι τῶν κατεφθαρμένων, καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἐξελᾶσθαι πήρωσιν· καταργῆσαι δὲ τὸ λυποῦν, καὶ τὸ εὖ εἶναι πάλιν διανεῖμαι πλουσίως τοῖς δι' αὐτοῦ γεγονόσι. ∆υνάμεως γὰρ τῆς θεοπρεποῦς, καὶ μέντοι καὶ ἐξουσίας, δοίην ἂν ἔγωγε λαμπρὰν γενέσθαι κατόρθωσιν, καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δύνασθαι παρενεγκεῖν, καὶ τὰ τοῦ καλῶς τε καὶ ἀλωβήτως ἔχειν ἡμαρτηκότα μονονουχὶ παλινάγρετα πρὸς τὸ εὖ εἶναι καλεῖν. ∆έδεικται μὲν οὖν ἐν Ἀδὰμ ὁ ἐπὶ τῷδε τύπος. Ἴδοι δ' ἄν τις οὐδὲν ἧττον αὐτὸν καὶ ἐν τοῖς ἐξ αὐτοῦ γεγόνασι γραφόμενον. Ἀνακεφαλαιοῦται γὰρ ἐν Χριστῷ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ὁ Θεὸς καὶ πατήρ. Καὶ τὸ ἐφ' ἃ μὴ προσῆκεν ὀλισθῆσαν, ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς, δι' αὐτοῦ δὴ καὶ μόνου τῶν μεταξὺ παρεισβεβληκότων, οἰχομένων ἤδη πρὸς τὸ μηδὲν, καὶ εἰς καινότητα κτίσεως ἀναστοιχειουμένων τῶν ἐπὶ τῆς γῆς. Καινὴ γὰρ κτίσις ἐν αὐτῷ, καὶ ἀληθὴς ὁ λόγος. Ἄθρει δὴ οὖν, ἄθρει καὶ ἐν Ἄβελ τε καὶ Κάϊν, τὸ Χριστοῦ μυστήριον, δι' οὗ καὶ σεσώσμεθα. Γέγραπται τοίνυν ἐν τῇ Γενέσει· Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἅνθρωπον διὰ τοῦ Θεοῦ, καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων. Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἱνατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἐπιστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Καὶ μετ' ὀλίγα· Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· ∆ιέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, καὶ ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ὅτι ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Καὶ εἰ ἐκβαλεῖς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ.

βʹ. Κάϊν μὲν τοίνυν καὶ μέντοι καὶ Ἄβελ, ἄμφω μὲν ἐγενέσθην ἐξ Ἀδὰμ, κλῶνες δὲ ἦσαν ὥσπερ τρυφεροί τε καὶ εὐανθεῖς, ῥίζης ἀνίσχοντες ἐν ἀρχαῖς τε καὶ πρώτης καὶ ἐπ' αὐτοῖς ἡ ἀνθρώπου φύσις ἐμελέτα τὸ καρπογόνον, καὶ τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι μόλις ἦν ἐν ἀρχῇ τοῦ φαίνεσθαι, καὶ ἐν ἰσχύι λοιπόν. Ἀλλ' ὁ μὲν Κάϊν προεπήδα χρόνῳ τῷ κατὰ γένεσιν. Εἴπετο δὲ καὶ ἦν μετ' αὐτὸν ὁ Ἄβελ· καὶ ἕως μὲν ἤστην ἀπαλοί τε καὶ νέοι, καθάπερ τινὲς νεοττοὶ παρετρέφοντο τοῖς γεγεννηκόσιν. Ἐπειδὴ δὲ εἰς ἤβην οἱ νεανίαι ἦλθον, καὶ λοιπὸν τελοῦντες ἐν ἀνδράσιν ἐφαίνοντο, πρὸς διαφόρους ἐτράποντο φιλεργίας. Καὶ ὁ μὲν Κάϊν, ἡσθεὶς, οἶμαί που, χλοηφορούσῃ τῇ γῇ, καὶ πολὺ δὴ λίαν εὔξυλόν τε καὶ εὐεργεστάτην ὁρῶν, καὶ καρποῖς ὡραίοις πεποικιλμένην, δεῖν ᾠήθη ταῖς ἐπιεικείαις ἀποφαίνειν ἡμεροτέραν τῶν ὁρωμένων τὴν ὄψιν· καὶ τὰ οἴκοθέν τε καὶ φυσικῶς ἀξιέραστα καὶ αὐτομάτως εἰς τοῦτο διήκοντα κάλλους διενοεῖτό που, κατά γε τὸ εἰκὸς ὡς εἰ τύχοιεν ἱδρῶτος γεωπονικοῦ, ῥᾳδίως ἂν εἰς ὄψιν ἐλθεῖν, τὴν ἀσυγκρίτως προφερεστέρον Ἐσκευάζετο δὴ οὖν ἀγροικοπρεπῶς, καὶ παντὶ δὴ σθένει χρώμενος, ἀποπεραίνειν ἤθελε τὸν σκοπόν. Ἐδίδου δὲ αὐτῷ ἴσως ἡ φύσις τὸ εἰδέναι καὶ ταῦτα, καὶ θεῖος εἰς νοῦν καὶ ἀπόῤῥητος νόμος ἐνεχάραττέ που τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. Ἀλλὰ ταυτὶ μὲν ὁ Κάϊν σπουδῆς ἠξιοῦτο, καὶ πόνων· Ἄβελ δὲ ὁ σοφὸς τὸν ἐπὶ ξύλοις ἱδρῶτα, καὶ σκαπάνῃ μεθεὶς, καὶ μὴν καὶ ἅρπης οὐκ ἀνεχόμενος, ἀγέλαις ὀΐων ἐπετρέπετο. Παρεκόμιζον δὲ ἴσως εἰς τοῦτο γνώμης αὐτὸν, ἀρνειοὶ μὲν μητράσιν λεπτὸν ὑπηχοῦντες ἔτι, καὶ μόλις ἀναβληχόμενοι, ἁπαλοῖς δὲ καὶ νεοπαγέσι ποσὶν εὐανθεῖ πόᾳ βραχὺ διασκαίροντες· καὶ μὴν ἐπὶ τοῦτο καὶ αἱ μηκάδες αἶγες τὰ ὑψηλότατα τῶν πετρῶν ἀμογητὶ διαθρώσκουσαι. Ψήφῳ δὲ, οἶμαι, παγκάλῃ τὴν ποιμενικὴν στεφανοῦν ἠξίου σοφὸς ὢν ἄγαν, τῆς ἐπ' ἀνθρώποις ἡγεμονίας προμελέτησιν ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς, ὦδέ τε ἔχειν ἡγούμενος. Λαῶν ποιμένας τοὺς ἐθνῶν ἢ πόλεων, ἢ δήμων προεστηκότας ὀνομάζειν ἔθος καὶ αὐτῇ τῇ Γραφῇ τῇ θεοπνεύστῳ, καὶ τοῖς Ἑλλήνων λογάσιν. Ἀπονενευκότοιν δὴ οὖν τοῖν νεανίαιν, τοῦ μὲν ἐπὶ γηπονίαν, θατέρου γε μὴν ὡς ἐπί τι τῶν ἀμεινόνων, τὴν ποιμενικὴν, προϊὼν, ὁ χρόνος τῷ Κάϊν μὲν δασὺ κομῶντας τοὺς κήπους καὶ καρποῖς ὡραίοις ἐπίθει διαβριθεῖς· τῷ δὲ Ἄβελ προήκουσαν εἰς πληθὺν ὡς πλείστην ὅσην ἀπετέλει τὰ συναγηγερμένα. Εἶτα νόμος ὁ ἐν ἡμῖν τῆς ἐμφύτου θεογνωσίας, ἐκάλει τοὺς ἄνδρας πρὸς τὸ δεῖν ἀνάπτειν τὰ χαριστήρια τῷ πάντων ∆ημιουργῷ, καὶ παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρι Θεῷ. Εἰ γάρ ἐστι κατεφθαρμένος καὶ οὐκ ἀληθὴς ὁρᾶται τυχὸν ἐν τοῖς εἰδώλων προσκυνηταῖς ὁ τοῦ διειδέναι σκοπὸς τίς ὁ τῶν ὅλων ἐστὶ ποιητὴς, ἀλλ' οὖν ἔμφυτός τε καὶ ἀναγκαῖος διανύττει νόμος, καὶ αὐτοκέλευστος ἐγείρει γνῶσις, εἴς γε τὸ χρῆναι νοεῖν τὸ ὑπερτεροῦν, καὶ ἄμεινον ἀσυγκρίτως ἢ καθ' ἡμᾶς, τουτέστι Θεόν. Ἄγει δὴ οὖν ὁ μὲν ἱερός τε καὶ πάνσοφος Ἄβελ τὰ τῆς ἀγέλης ἀπόλεκτα, καὶ ἀριστίνδην ἐγκεκριμένα· Ἤνεγκε γὰρ, φησὶν, ἀπὸ τῶν πρωτοτόκων τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, τουτέστι τὰ προὔχοντα καὶ ἐξαίρετα. Καὶ τὸν τῆς ἱερουργίας οὐκ ἀγνοήσας τρόπον, παρετίθει τὰ στέατα. Κάϊν δὲ οὐχ οὕτως, πολὺ δὲ λίαν ἀτημελῶς· τὰ μὲν γὰρ ὅτι μάλιστα τῶν ὡρίμων ἐκπρεπῆ, ταῖς ἰδίαις ἐχαρίζετο τρυφαῖς, ἐλύπει δὲ τοῖς δευτέροις τὸν ἐπὶ πάντων Θεόν. Οὐκοῦν ἐπὶ μὲν τοῖς τοῦ Ἄβελ δώροις πῦρ καθιὲν οὐρανόθεν, δαπανᾶσθαι παρεσκεύασε τὰ ἱερώματα· Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε, φησίν. Οὐ γὰρ τὸ σύνηθες ἐπηφίει πῦρ τοῖς προσενηνεγμένοις. Ἐντεῦθεν ὁ Κάϊν ἀνιᾶται σφόδρα, καὶ ἀλύει δεινῶς. ∆ιδασκόμενος δὲ τῆς ἀποστροφῆς τὴν αἰτίαν, καὶ ψῆφον ἑλόντος τὴν ἀμείνω τοῦ Ἄβελ, οὐκ ἐτράπετο μᾶλλον πρὸς ἐπανόρθωσιν τῶν διεπταισμένων· εἰς ὀργὰς δὲ ἀκαίρους ἀποταυρούμενος πρῶτος ἐν ἀνθρώποις τὸν ἀτίθασσον ὠδίνει φθόνον· μονονουχὶ δὲ τῆς ἀποστροφῆς ἀμυνόμενος τὸν τῶν ὅλων Θεὸν, δόλῳ μέτεισι τὸν τεθαυμασμένον. Καὶ νόμον ἐπάτει φιλοστοργίας, διαβολικῆς μὲν φαυλότητος καὶ ἀνοσίων σκεμμάτων, ἐκμεμεστωμένον ἔχων τὸν νοῦν· πλαττόμενος δὲ τὸ χρηστὸν εἰς λόγους· ∆ιέλθωμεν γὰρ, φησὶν, εἰς τὸ πεδίον. Ἀκούεις ὅπως ἐκάλει μὲν ἐπ' ἀγροὺς ὡς ἐπόπτης ἔσοιτο τῆς ἐπιεικείας αὐτοῦ, καὶ τῆς τῶν ἀνθέων πολυειδοῦς ἀπολαύσοι θέας; Ἀνοσιεύεται δὲ, καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα, καὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδάσκαλος ἦν. ∆ιαπυνθανομένου δὲ τοῦ Θεοῦ καὶ λέγοντος, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ μὲν ὁ δείλαιος, καὶ ὑπαντιάζει σκληρῶς τὸ, Οὐκ οἶδα, λέγων. Ἐπειδὴ δὲ φονευτὴς ἠλέγχετο, καὶ ὑπενήνεκται ταῖς ἀραῖς, ᾠήθη δὲ πάλιν ὅτι τεθνήξεται καὶ αὐτὸς, καὶ εἰ μὴ βούλοιτο Θεὸς, καὶ λύσις ἔσται τὸ χρῆμα αὐτῷ τῆς ἐκ Θεοῦ ὀργῆς. Ἔφασκε γάρ· Εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Ἀλλ' ὅτι πάντη τε καὶ πάντως ὑποκείσεται ταῖς ἀραῖς καὶ τῶν οἰκείων ἀνοσιουργημάτων ὑφέξει τὰς δίκας τρισάθλιον ἐν γῇ διατρίβων βίον, ἐπληροφορεῖτο σαφῶς Θεοῦ λέγοντος· Οὐχ οὕτως, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Τὸ δὲ ἑπτὰ τίθησιν ἀντὶ τοῦ πολλὰ, ὅμοιον οὖν ὡς εἰ λέγει, πολλῶν καὶ ἀνοσίων πλημμελημάτων χαριεῖται δίκην τῷ ἀδελφοκτόνῳ Κάϊν, ὁ τῆς ἐνσωμάτου ζωῆς ἀνιεὶς αὐτόν. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἑπτὰ τὸν ἀριθμὸν εἶναι λέγειν τὰ ἐκδικούμενα, χαλεπὸν οὐδὲν ἀναμετροῦντα εἰπεῖν, ὅτι πρώτη μὲν ἁμαρτία τῷ Κάϊν, τὸ μὴ διελεῖν ὀρθῶς, μήτε μὴν ἀναθῆναι Θεῷ τὰ πάντων ἐξαίρετα. ∆εύτερον δὲ δὴ τὸ μαθόντα τὴν ἁμαρτίαν μὴ τραπέσθαι πρὸς μετάγνωσιν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τὰ διεπταισμένα, καταθήγεσθαι δὲ πρὸς ὀργὰς, καὶ ταῖς τοῦ πέλας εὐδοκιμήσεσιν ἐποτρύνεσθαι· ὃν ἔδει που πάντως ἑλέσθαι ζηλοῦν, οὐκ ἐχθρὸν ἡγεῖσθαι, καὶ ἀδίκοις ὄμμασιν ὑποβλέπεσθαι. Τρίτη δὲ καὶ προεισβολή τις ὥσπερ τῆς εἰς τὸ χρῆναι φονᾷν ἀγριότητος, ὁ ἀνήμερος φθόνος. Τετάρτη δ' αὐτὸ, ∆ιέλθωμεν εἰς τὸ πεδίον, δόλου καὶ ἀπάτης ἀπόδειξιν ἔχον. Πέμπτη δὲ τῆς ἀνοσίου μιαιφονίας τὰ ἐγκλήματα. Καταλογισθείη δ' ἂν εἰς ἔκτον αὐτῷ πλημμέλημα, τὸ ψευδοεπῆσαι τὸν Θεόν. Εἰς ἕβδομον δὲ, τὸ ἄκοντος τοῦ Θεοῦ, νομίζειν δύνασθαι διαδρᾶναι τὰς δίκας, τῆς ἐν σώματι ζωῆς οὐκ ἀνεθελήτως ἀπηλλαγμένον. Ἀλλὰ δέδωκε, φησὶν, ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀποκτεῖναι αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ. Ὑπέκειτο δὲ παραχρῆμα ταῖς ἀραῖς, καὶ ὁ τῆς ἀποστροφῆς ἠκολούθει τρόπος. Τὸν γάρ τοι πρὸς λῆξιν τοῦ παντὸς ἤδη διελάσαντα κακοῦ ἐποπτεύσειεν ἂν πῶς ἡ πάναγνος καὶ ἁγιωτάτη φύσις; γʹ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν πάχει πραγμάτων καὶ ἱστορικῶς εἰρήσθω τέως. Μεταχρωννύντες δὲ ὤσπερ τῆς εἰκόνος τὴν γραφὴν, καὶ τὴν ἐν τῷ γράμματι σκιὰν μεταχαράττοντες εἰς ἀλήθειαν, φέρε δὴ, φέρε, καὶ λίαν ἰσχνῶς ἕκαστα βασανίζοντες, ἐκεῖνο λέγωμεν, ὅτι τὸ Χριστοῦ μυστήριον καταθρήσαι τις ἂν προανατυπούμενον ἐν ἀρχαῖς ὡς ἐν σκιᾷ τῷ συμβεβηκότι. Ἔδει γὰρ, ἔδει τῆς ἀνθρώπου φύσεως διατεθείσης εἰς ἁμαρτίαν, καὶ τοῖς τοῦ θανάτου βρόχοις ἀδοκήτως ἐνειλημμένης, τὸ τῆς εἰς τὸ ἄμεινον ἀνακομιδῆς προαναφωνεῖσθαι μυστήριον, καὶ τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθνηξόμενον κατὰ καιροὺς μὴ ἀγνοηθῆναι Χριστόν. Πεποίηται τοίνυν ὁ προπάτωρ Ἀδὰμ κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων, κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ. Γεγέννηνται δὲ καὶ προῆλθον ἀπ' αὐτοῦ, πρῶτος μὲν ὁ Κάϊν, δεύτερος δὲ μετ' ἐκεῖνον ὁ Ἄβελ. Ἀλλὰ τῷ μὲν Κάϊν τὸ ἐξ Ἰσραὴλ πρόσωπον περιθήσομεν. Ἐπεί τοι καὶ αὐτὸς ὁ Χριστὸς ἰσοτρόπους ὄντας τῷ Κάϊν τοὺς τῶν Ἰουδαίων δήμους, αὐτὸν προσημαίνειν ἠξίου. Αὐτὸς γὰρ ἔφασκεν· Ἐὰν ὑμεῖς μένητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἔσεσθε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Οἱ δὲ τῆς πατρικῆς ἐλευθερίας οὐ συνιέντες τὸ κάλλος, σαρκικοῖς αὐχήμασιν ἐναγλαΐζεσθαι δεῖν ἐπεχείρουν, λέγοντες· Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις, ὅτι Ἐλεύθεροι ἔσεσθε; Τί οὖν πρὸς ταῦτα Χριστός; Εἰ τέκνα, φησὶν, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε. Πατέρα δὲ αὐτοῖς ἀπονέμει τὸν Σατανᾶν, λέγων· Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν, ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ αὐτοῦ. Καὶ οὐδέπου νομιοῦμεν, νοοῦντες ὀρθῶς, τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δαίμονος διαμεμνῆσθαι Χριστόν· ἐκλελυττηκόσι δὲ τοῖς Ἰουδαίοις, καὶ τὴν ἀνοσίαν κατ' αὐτοῦ μιαιφονίαν ὠδίνουσι, τὸν πρῶτον ἀνθρωποκτόνον καὶ τοῦ ψεύδους ἐπιτηδευτὴν, φημὶ δὴ τὸν Κάϊν, δίδωσι πατέρα, κἀκείνου τὸν Σατανᾶν, τὸν τῆς ἁμαρτίας εὑρετήν. Ἐπιδιδασκόντων τινῶν τίνα πατέρα τῷ διαβόλῳ δώσομεν, ἢ ποῖον εἶναί φαμεν τῆς ἐκείνου δυστροπίας τὸ ἀρχέτυπον, ἀρχετύπῳ δὲ ὥσπερ τῷ Κάϊν καθάπερ εἰκόνα προσνέμει τοὺς τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν νοσεῖν εἰρημένους. Ὅτι γὰρ ἔθος τῷ Σωτῆρι Χριστῷ, Σατανᾶν ἀποκαλεῖν τὸν τοῖς ἐκείνου προσεοικότα τρόποις, καταθρήσωμεν ἂν καὶ λίαν ἀμογητὶ τοῖς ἁγίοις λέγοντα μαθηταῖς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἰδοὺ εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Παρεικαστέον τοίνυν τῷ Κάϊν τὸν Ἰσραὴλ, περὶ οὗ γέγραπται· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Μετὰ δέ γε τὸν πρωτότοκον Ἰσραὴλ, δεύτερος ὥσπερ ἐν χρόνῳ, καὶ νεώτατος ἀνεφάνη Χριστὸς, υἱὸς καὶ αὐτὸς τοῦ Ἀδάμ. Τοιγάρτοι καὶ Υἱὸν ἀνθρώπου σοφῶς τε καὶ οἰκονομικῶς ἑαυτὸν ὠνόμαζε πανταχῆ· ἀλλ' ὁ μὲν Ἰσραὴλ, τιμᾷν ἐδόκει Θεὸν προσφέρων τὰ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὧν οὐ σφόδρα πολὺς ὁ λόγος, καὶ τοῖς περὶ γῆν σπουδάσμασιν, ὅλον ὥσπερ ἐτίθει τὸν νοῦν. Ἐτράπετο γὰρ εἰς γεηπονίαν ὁ Κάϊν, Ἄβελ δὲ ἦν ποιμὴν προβάτων. Καθηγεῖτο γὰρ τῆς λογικῆς ἀγέλης ὁ Ἐμμανουὴλ, καὶ αὐτός ἐστιν ὁ Ποιμὴν ὁ καλὸς ὁ ἐν τόπῳ πίονι, καὶ ἐν νομῇ ἀγαθῇ, καθὰ γέγραπται, τὰς ἄνω τε καὶ ἐπὶ γῆς διαποιμαίνων ἀγέλας. Πρὸς ὃν καὶ ὁ προφητικὸς ἀναπεφώνηκε λόγος· Ποίμαινε τὸν λαόν σου ἐν ῥάβδῳ φυλακῆς σου, πρόβατα κληρονομίας σου. Οὐκοῦν ὁ μὲν Ἰσραὴλ τοῖς γεωδεστέροις ἠξίου τιμᾷν τὸν Θεὸν, καρποφορῶν τὰ ἐν νόμῳ, καὶ τὰς ἀνεθελήτους αὐτῷ θυσίας ἀνατιθείς. Τοιγαροῦν καὶ ἤκουσε διὰ φωνῆς ἁγίων· Ὁλοκαύτωμα τῶν κριῶν σου, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα τράγων καὶ ταύρων, οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρετε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι. Καὶ πάλιν, Ἵνα τί μοι λίβανον ἐκ Σαββᾶ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με. Τοῦτό ἐστιν ἐναργῶς τὸ ἐπὶ ταῖς θυσίαις τοῦ Κάϊν μὴ προσεσχηκέναι Θεόν. Ἄβελ δὲ ὁ δίκαιος, τουτέστι Χριστὸς, ἐδωροφόρει Θεῷ τὰ τῶν λογικῶν ποιμνίων πρωτότοκα, τουτέστι, τοὺς τρυφεροὺς τὴν καρδίαν, καὶ νηπιάζοντας τῇ κακίᾳ, καὶ ἀπολέκτους ἐν ἀρεταῖς, καὶ εἰκόνι τῇ πρὸς αὐτὸν τὴν τοῦ πρωτοτόκου φοροῦντας δόξαν. Ἐκκλησία γὰρ πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, ἡ τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν πληθὺς ὀνομάζεται παρά γε τῷ θεσπεσίῳ Παύλῳ· ταύτης οὖν ἄρα τῆς ἁγίας πληθύος καὶ τῆς τῶν πρωτοτόκων ἀγέλης ἱερουργὸς γέγονεν ὁ Χριστός. ∆ι' αὐτοῦ γὰρ ἐσχήκαμεν τὴν προσαγωγὴν ἐν πνεύματι πρὸς τὸν Θεὸν καὶ Πατέρα. Καὶ θυσία καλὴ γεγόναμεν καὶ εὐπρόσδεκτος, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Ἡ μὲν γὰρ δι' αἱμάτων προσαγωγὴ χθαμαλή τέ ἐστι καὶ γεωδεστέρα, καὶ τὸ εὐῶδες οὐκ ἔχουσα παρὰ Θεῷ. Ἡ δέ γε ἐν πνεύματι καὶ διὰ Χριστοῦ λατρεία πολὺ δὴ λίαν ἐστὶν ἁνδάνουσα τῷ Πατρί. Καὶ γοῦν τοῖς ἐξ Ἰσραὴλ προσκομίζουσι τὰ ἀπὸ γῆς, ἐφώνει Θεός· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς. Ἡμῖν δὲ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν πνεύματι, προσεφώνει λέγων· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Οὐκοῦν ἐν ἀμείνοσι τῶν ἀπὸ τῆς γῆς τὰ πνευματικὰ, καὶ πολὺ προφερεστέρα τῆς κατὰ νόμον θυσίας, ἡ διὰ Χριστοῦ. Προσεκλίνετο δὴ οὖν οὐχὶ ταῖς τοῦ Κάϊν θυσίαις, ἀλλὰ ταῖς τοῦ Ἄβελ, ὁ Θεός. Καὶ διὰ ποίαν αἰτίαν; Ὁ μὲν γὰρ Ἰσραὴλ προσεκόμιζε μὲν ὀρθῶς. Θύειν γὰρ ἔδει Θεῷ. ∆ιεῖλε δὲ οὐκ ὀρθῶς, προσεδρεύων ἀεὶ τοῖς τύποις, καὶ τοῖς ἐν σκιαῖς ἐφήδεσθαι νομίσας Θεόν. Τοιγάρτοι καὶ ἥμαρτε καὶ ἡσυχάζειν ἐκελεύετο, τουτέστι, τῶν ἀρχαίων καὶ κατὰ νόμον καταλήγειν ἐθῶν, καὶ ἡγούμενον ποιεῖσθαι Χριστόν. Εἴρηται γὰρ τῷ Κάϊν· Ἥμαρτες, ἡσύχασον· καὶ πρός γε τὸν Ἄβελ· πρὸς σὲ ἡ ἐπιστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ἀλλ' εἴπερ ἠθέλησεν ὁ Ἰσραὴλ τὴν ἐκ τῶν γεωδεστέρων προσαγωγὴν, καὶ τῆς κατὰ νόμον λατρείας τὸ ἀνωφελὲς παρωθούμενος, ἄρχοντα καὶ καθηγητὴν τῆς εἰς τὸ ἄμεινον ὁδοῦ ποιεῖσθαι Χριστὸν, ἦν ἂν ἐλεύθερος μεθ' ἡμῶν, καὶ ἐν βιβλίῳ τῶν ζώντων, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ ἴσῳ τῷ Κάϊν φθόνου πρόφασιν καὶ μιαιφονίας ἀρχὴν τὴν τοῦ Σωτῆρος ἡμῶν εὐδοκίμησιν ἐποιήσατο, πέπτωκεν εἰς ἀρὰν, καὶ ἑπτὰ γέγονεν ἐκδικουμένων ἔνοχος. Πολλαῖς γὰρ ἔνοχοι γεγόνασι δίκαις καὶ ποιναῖς ἀγρίαις ὑπενηνεγμένοι, στένοντές τε καὶ τρέμοντες διατελοῦσιν οἱ δείλαιοι· πανταχῆ γὰρ ξένοι, καὶ ἐπήλυτοι καὶ περιδεεῖς, καὶ τὴν ὅτι μάλιστα τοῖς ἐλευθέροις πρεπωδεστάτην οὐκ ἔχοντες παῤῥησίαν. Πλὴν ἐδέξατο σημεῖον ὁ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτόν· ἀπόλωλε γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ τοῦτο εἰδὼς προανεφώνει, λέγων· Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Καὶ μέν τοι καὶ πρὸς τῷδε καὶ ὁ θεσπέσιος Μελῳδὸς, μὴ εἰς ἅπαν ἀφανίζεσθαι τὸν Ἰσραὴλ ἐλιπάρει πρὸς τὸν τῶν ὅλων Θεόν· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου. Πλὴν ἐκβέβηκεν ὁ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ. Γέγραπται γὰρ οὕτως· Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ· πεπόνθασι δέ τι τοιοῦτον οἱ ἐξ Ἰσραὴλ, πρὸς οὓς εἴρηται διὰ φωνῆς τοῦ προφήτου· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀπέκτειναν γὰρ τὸν τῶν ὅλων Κύριον, καὶ τετολμήκασιν εἰπεῖν ἐκ πολλῆς ἅγαν ἀνοσιότητος, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ἀλλὰ τὸ μὲν αἷμα τοῦ Ἄβελ μόνον τάχα που κατακεκράγει τοῦ φονευτοῦ· τὸ δέ γε τίμιον αἷμα τοῦ Χριστοῦ κατακέκραγε μὲν καὶ τῆς τῶν Ἰουδαίων ὠμότητος καὶ ἀχαριστίας· ἐξῆρε δὲ τὸν κόσμον τῆς ἁμαρτίας, ὡς κεχυμένον ὑπὲρ αὐτοῦ. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· Προσελθεῖν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους, αἵματος ῥαντισμῷ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Πρέποι δ' ἂν κἀκεῖνο, οἶμαι, τοῖς εἰρημένοις ἐπενεγκεῖν. Μετὰ γάρ τοι τὸ ἐκτεθνάναι, φησὶ, τὸν Ἄβελ, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Εἶτα μεθ' ἕτερα· Ἔζησε δὲ, φησὶν, Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη· καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Ἄθρει δὴ οὖν ὅτι μετὰ τὸν Ἄβελ θάνατον, ἐμφερέστατος τῷ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τουτέστι τῷ Ἀδὰμ, τίκτεται πάλιν υἱὸς Σήθ. Μετὰ γάρ τοι τὸ ἀποθανεῖν κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ἕτερον εὐθὺς ἀνέφυ σπέρμα τῷ Ἀδὰμ, καταπλουτοῦν ἐν ἑαυτῷ τῆς θείας εἰκόνος τὸ ὑπέρτατον κάλλος· Ἀναμορφούμεθα γὰρ εἰς Χριστὸν διὰ πνεύματος οἱ πιστεύοντες. Ὅτι δὲ τούτοις γένους ῥίζα τις ὥσπερ καὶ πρόφασις ὁ Χριστοῦ γέγονε θάνατος, αὐτὸς τοῦτο πιστώσεται λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅτε τοίνυν πέπτωκεν οἷά τις κόκκος εἰς γῆν, ἀστάχυος δίκην, πολλοστὸς ἀνέφυ, τῆς ἀνθρώπου φύσεως ἀναπλαττομένης ἐν αὐτῷ, πρὸς τὴν ἐν ἀρχαῖς εἰκόνα, καθ' ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος.

δʹ. Ἄξιον δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἡμᾶς πολυπραγμονεῖν γένος, τό τε τοῦ Κάϊν φημὶ καὶ τοῦ Σήθ· περιέσται γὰρ δή τι κἀντεῦθεν ἡμῖν τὸ τελοῦν εἰς ὄνησιν· γέγραπται δὲ οὕτως· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνὼς, καὶ ἧν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώς. Ἐγεννήθη δὲ τῷ Ἐνὼς, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαουΐαν. Καὶ Μαουΐας ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ, καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα δὲ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Εἶπε δὲ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ· ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Ἔχεις ἐν τούτοις τῆς ἐκ Κάϊν τεκνολογίας σαφῆ τὴν ἀφήγησιν· ἴδωμεν καὶ τίς ἦν ἡ ἀπὸ Σήθ. Γέγραπται δὲ πάλιν οὕτως· Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη, καὶ ἔτεκε τὸν Ἐνώς· περὶ οὗ τὸ ἱερὸν Γράμμα φησί· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ, δώδεκα καὶ ἐννακόσια ἔτη. καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνάν· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνὰν ἑβδομήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνὰν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰαρὲδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Ἐνώχ· εἶτά φησιν· Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ἄθρει δὴ οὖν, καὶ πρό γε δὴ τῶν ἄλλων, ὡς ὀνομάζονται μὲν οἱ ἐκ Κάϊν, καὶ ὁ τῆς τῶν γενῶν διαδοχῆς ἔρπει λόγος. Οὐ μὴν ὅτι καὶ εἰς πόσον ἐτῶν ἀριθμὸν ὁ τῆς ἑκάστης ζωῆς ἐκτέταται χρόνος προενήνεκται σαφῶς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν γεγονότων ἀπὸ Σήθ. Ἀναγέγραπται γὰρ ἀκριβῶς ὁ ἑκάστου χρόνος, τίνα τε καὶ πόσον ἐβίω, καὶ πρὸ τέκνων γονῆς, καὶ μετὰ τοῦτο, ἔτι λεπτῶς καὶ ἀκριβῶς ἀναμάθοι τις ἂν ἐκ τῶν ἱερῶν Γραμμάτων. Μήνυσις οὖν ἄρα καὶ τοῦτό ἐστι οὐκ ἀσυμφανὴς τοῖς γε ὅλως τὰ τοιάδε φιλοκρινεῖν ᾑρημένοις, ὡς οὐκ ἂν ἀνάσχοιτο Θεὸς τὴν τῶν φιλαμαρτημόνων εἰδέναι ζωήν. Ἀκούσονται γοῦν ἐπὶ τοῦ θείου βήματος λέγοντος τοῦ Χριστοῦ· Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς. ∆ιαπίπτει μὲν γὰρ οὐδὲν τό γε ἧκον εἰς εἴδησιν, λέγω τὸν τῶν ὅλων Θεόν. Εἰδὼς δὲ οὐκ οἶδε τοὺς φιλαμαρτήμονας, διά γε τῆς εἰς αὐτοὺς ἀποστροφῆς τὸ ἄγαν ἐντενές. Οὐκοῦν σεσιώπηται μὲν τοῖς ἐκ Κάϊν, ὁ τῆς ζωῆς χρόνος. Πεπράχασι γὰρ ἀξιάκουστον μὲν οὐδέν· ἂ δὲ ἦν εἰκὸς, καὶ πρὸς ζημίαν ἔσεσθαι τοῖς ἐντευξομένοις τῇ περὶ αὐτῶν συγγραφῇ. Ηὐμοιρήκασι δὴ οὖν, καὶ μάλα δικαίως, καὶ τῆς παρὰ Θεῷ μνήμης. Ποιεῖταί γε μὴν ἐν λόγῳ, τὸ εἰδέναι λεπτῶς τὴν τῶν ἁγίων ζωὴν, καὶ οὐδὲν, οἶμαι, τῶν κατ' αὐτοὺς ἐξοίχοιτο ἂν τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν. Καὶ πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Εἰ δὲ ἐν λόγῳ τέθειται παρὰ Θεῷ καὶ ὁ τῶν τριχῶν ἀριθμὸς, διά τοι τὸ πάντα σαφῶς εἰδέναι τὰ κατ' αὐτοὺς, καὶ ἐν φροντίδι ποιεῖ· κατὰ τίνα δὴ τρόπον, ὁ αὐτῆς τῆς ζωῆς ἀγνοηθείη καιρός; Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους. Καὶ ὁ μὲν δεύτερος εὐθὺς ἀπὸ Κάϊν Ἐνὼς, ἐπώνυμον ἔσχεν ἐν τῇ γῇ πόλιν· καίτοι τῶν ἁγίων ὡς ἐν αὐχήματος τάξει πεποιημένων τὸ χρῆναι φρονεῖν καὶ λέγειν· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν· ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἡγουμένων τε καὶ ὀνομαζόντων παροικίαν τὴν ἐν τῷδε τῷ βίῳ ζωήν. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ· Ἄνες μοι, ὅτι ἐγὼ πάροικός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Περὶ δὲ τῶν τὰ ἐπίγεια φρονούντων, ἐν τῷ μηʹ ψαλμῷ λέγει· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γενῶν αὐτῶν. Ἀνέφυ δὲ ἀπὸ Σὴθ ὁ θεσπέσιος Ἐνὼς, περὶ οὗ γέγραπται· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Τὸ γὰρ ἐν Χριστῷ γένος ἅγιον καὶ ἱερὸν, καὶ ἐν ἐλπίδι δόξης τῆς ὑπὲρ ἄνθρωπον. Εἴπερ ὄντες ἐκ γῆς, κεκλήμεθα πρὸς υἱοθεσίαν τοῦ πάντων ∆εσπότου, καὶ εἰς ἀδελφότητα τοῦ Χριστοῦ, ὃς δι' ἡμᾶς γέγονε καθ' ἡμᾶς, ἵνα καὶ ἡμεῖς δι' αὐτὸν ἐν ἀμείνοσί τε καὶ ὑπὲρ ἄνθρωπον θεοὶ, δηλονότι χάριτι καὶ φιλανθρωπίᾳ, τὴν δόξαν ἀποκερδαίνοντες. Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ἤλπισε τοίνυν Ἐνὼς κληθήσεσθαι παρ' ἑτέρων ἐπ' ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ· τουτέστι, Θεός. Ἐπειδὴ γὰρ ἦν οὐκ ἀθαύμαστος τοῖς τῆς ὁσιότητος ἐμπρέπων αὐχήμασι, Θεὸν ὠνόμαζον αὐτὸν τῶν ἐπιεικεστέρων τάχα πού τινες τῇ ὑπερτάτῃ τιμῇ στεφανοῦν ᾑρημένοι. Ἡκέτω δὴ οὖν ὁ λόγος ἡμῖν ἐπὶ τὸν οἰκεῖον σκοπόν. Ἰουδαῖοι μὲν γὰρ, οἳ καὶ εἰσὶν εἰκόνες τῶν ἀπὸ Κάϊν· ὅτι μέν εἰσι, γινώσκονται παρά γε τοῦ πάντων Θεοῦ· ὅτι δὲ τὴν ἀπογραφὴν ἐν βίβλῳ ζωῆς οὐκ ἔχουσι, σαφὲς ἂν γένοιτο διά γε τοῦ σεσιγῆσθαι τῶν ἀπὸ Κάϊν τὴν ζωήν. Ὅτι γὰρ ἀνάγραπτον τὸ ἐν Χριστῷ γένος, καὶ ἐν μνήμῃ τῇ παρὰ Θεῷ, παραδείξειεν ἂν, οἶμαί που, τὸ ἀναγεγράφθαι σαφῶς, τὴν τῶν δικαίων ζωὴν, φημὶ δὴ τῶν ἀπὸ Σήθ. Καὶ ὁ μὲν Ἐνὼς δεύτερος εὐθὺς ἐκ Κάϊν, πόλιν ἔσχεν ἐπώνυμον. Φρονοῦσι γὰρ μόνα τὰ ἐπὶ γῆς οἱ τάλανες Ἰουδαῖοι, τὴν τῶν πρωτοτόκων οὐκ εἰδότες ἐκκλησίαν, οὔτε μὴν εἰς τὴν ἄνω σπεύδοντες πόλιν. Εὐδοκιμεῖ δὲ λίαν ὁ ἀπὸ Σὴθ, τουτέστι, Ἐνώς. Ὀνομάζεται γὰρ ἤδη καὶ Θεός. Πεπλουτήκαμεν δὲ διὰ πίστεως τὴν ἐπὶ τῷδε δόξαν, οἱ Χριστῷ προσδεδραμηκότες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος, ἀπρὶξ ἡμμένοι. Προσθείην δ' ἂν ἔτι καὶ ἑτέραν, οἷς ἔφην, ἐπιτήρησιν ἀναγκαίαν. Γενεαλογεῖν γὰρ εἴπερ ἕλοιτό τις τούς τε ἀπὸ Κάϊν καὶ Σὴθ, προαναθεὶς ἑκατέρου ῥίζαν ὥσπερ τινὰ τὸν Ἀδὰμ, ἕβδομον μὲν εὑρήσει Λάμεχ διὰ τοῦ Κάϊν ἐρχόμενον· ἕβδομον δὲ αὐτὸν Ἐνὼχ διὰ τοῦ Σὴθ γεγονότα. Ἔχει δὲ οὕτως ἡ ἐπ' ἀμφοῖν τῶν γενητῶν ἀπαρίθμησις· Ἀδὰμ, Κάϊν, Ἐνὼς, Γαϊδὰδ, Μαουΐας, Μαθουσάλα, Λάμεχ. Καὶ πάλιν· Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊὰν, Μαλελεὴλ, Ἰάρεδ, Ἐνώχ. Ἴδωμεν τοίνυν ἐν τίσιν ἑκάτερος.Ὁ μὲν γὰρ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν ἀνεκοινοῦτο, λέγων· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπά μοι, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν· ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά· ὁ δὲ δίκαιος Ἐνὼχ πίστει μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, Καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ἐν ἐσχάτοις γὰρ καιροῖς καθ' οὓς ὁ ἐν Χριστῷ πέφηνε σαββατισμὸς, περιδεὴς μὲν ὁ Ἰσραὴλ, καὶ εἰς τὸν τοῦ κολάζεσθαι φόβον ὁρᾶται πεσὼν, ὡς ἄνδρα ἀπεκτονὼς, καὶ ἐφ' αἵματι λοιπὸν τῷ ἁγίῳ κρινόμενος· πολὺ δὲ μειζόνως ἢ Κάϊν αὐτός. Ὁ μὲν γὰρ εἰς ἕνα τῶν καθ' ἡμᾶς πεπλημμεληκὼς, ἑπτὰ γέγονεν ἐκδικουμένοις ἔνοχος· ὁ δὲ εἰς αὐτὸν δὲ δεδυσσεβηκὼς τὸν Ἐμμανουὴλ, πολὺ δὴ μειζόνως εὐθύνεται. Ἐκδεδίκηται μὲν γὰρ ἐκ Κάϊν ἑπτάκις· ἐκ δὲ τοῦ Ἰσραὴλ ἑβδομηκοντάκις ἑπτά. Ἕψεται γὰρ ἀναλόγως ταῖς δυσσεβείαις ἡ δίκη. Οἱ δὲ ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμήσαντες κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οὐκ ἂν εὑρεθεῖεν ἔτι ζητοῦντος τοῦ Σατανᾶ. Μετατεθήσονται γὰρ παρὰ Θεοῦ πρὸς τὴν ἀσυγκρίτως ἀμείνονα καὶ εὐκλεεστέραν ζωὴν παρὰ Θεοῦ ἐκ θανάτου καὶ φθορᾶς εἰς μακραίονα βίον, ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς, εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἁνδανοῦντα Θεῷ, ἐξ ἀτιμίας εἰς δόξαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.

Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ.

αʹ. Νῶε γέγονεν ἀνὴρ ἀγαθὸς, καὶ φιλοθεΐας μὲν τῆς ἀνωτάτω γνήσιος ἐραστὴς, εὐδοκιμήσεως δὲ τῆς εἰς τοῦτο προτιθεὶς οὐδέν. Ἐπειδὴ δὲ ἦν λαμπρὸς, καὶ περίοπτος, καὶ εὐκλεὴς ἄγαν, καὶ διαβόητος, τοῖς αὐχήμασιν εὖ μάλα κατεστεμμένος, εἰκότως ἐθαυμάζετο. Ἕρπει δὴ οὖν ἐπ' αὐτὸν ὁ λόγος, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας εἰκόνα καὶ τύπον ἀναθεὶς ὥσπερ τινὰ τὴν ἐπ' αὐτῶν γενομένην οἰκονομίαν, ὀνήσειεν ἂν, ὥς γε οἶμαι, καὶ οὐ μετρίως τοὺς ἐντευξομένους. Φέρε δὴ οὖν ἕκαστα τῶν κατ' αὐτὸν ὡς ἔνι διηγησώμεθα, τὸ τῆς ἱστορίας ἀπολεπτύνοντες πάχος, καὶ εἰς θεωρίαν τὴν πνευματικὴν μεταχρωννύντες ἀστείως τὰ ἐμφανῶς γεγονότα.

βʹ. Γεγένηται τοίνυν ἐξ Ἀδὰμ ὁ Σὴθ μετὰ τὴν Ἄβελ σφαγήν. Ἀπὸ δέ γε τοῦ Σὴθ ὁ Ἐνὼς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὅνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Κέκληται γὰρ παρὰ τοῖς τηνικάδε Θεὸς ὁ Ἐνώς. Ἐπειδὴ γὰρ ἐτεθήπεσαν τῆς ἐνούσης αὐτῷ δικαιοσύνης τὸ μέγεθος, Θεὸν ὠνόμαζον εὐθὺς, πρέπειν ὅτι μάλιστά γε τῇ τοῦ ἀνδρὸς ἀρετῇ τὴν ἐπωνυμίαν ἡγούμενοι. Ἀπὸ δὲ τοῦ Ἐνὼς, ἤτοι τοῦ ἐπίκλην Θεοῦ, γεγόνασιν ἕτεροι, μεθ' οὓς καὶ Λάμεχ ὁ Νῶε πατὴρ, ὃς ἐπὶ τῇ τοῦ παιδὸς γενήσει, προφήτης εὐθὺς ἀναδείκνυται· καθάπερ ἀμέλει καὶ Ζαχαρίας ἐπὶ τῷ μακαρίῳ Βαπτιστῇ. Νῶε μὲν γὰρ ὁ Λάμεχ ὠνόμαζε τὸν υἱόν· ὅ ἐστιν ἀνάπαυσις, εἰ γλώσσῃ τῇ καθ' ἡμᾶς ἡ λέξις διερμηνεύοιτο. Ἀποδιδοὺς δὲ ὥσπερ τὴν αἰτίαν τῆς τοιᾶσδε κλήσεως ὁ Λάμεχ, Οὗτος, φησὶ, διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐπὶ λαμπραῖς οὖν οὕτω καὶ λιπαρωτάταις ἐλπίσιν, ἡ Νῶε γένεσις προανεφωνεῖτο τοῖς πάλαι. Καὶ ἦν δέκατος ἐξ Ἀδὰμ διὰ Σὴθ γενεαλογούμενος, μέχρις αὐτοῦ διήκοντος, τοῦ διακεκλῆσθαι δεῖν, πρὸς ἁπάντων Θεοὺς, τοὺς ἐξ Ἐνὼς γεγονότας τοῦ ἐπίκλην Θεοῦ. Ἀλλ' ἦν ὁ Νῶε, φησὶ, πεντακοσίων ἐτῶν, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ὁ μὲν Σὴμ τελειότης, ἤτοι φύτευμα μετονομάζοιτο ἂν ἐξ Ἑβραίων εἰς Ἑλλάδα φωνήν· θερμασία δὲ ὁ Χάμ· πλατυσμὸς δὲ ὁ Ἰάφεθ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· Ἐγένετο δὲ ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτοῦ ρκʹ ἔτη. Οἱ δὲ γίγαντες ἧσαν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ' ἐκεῖνο· Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννησαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἐπειδὴ γὰρ εἰς πολλὴν ἤδη πληθὺν τὸ τῶν ἀνθρώπων ἐξετείνετο γένος, εἰς ἐπιθυμίαν ἐκτοπωτάτην γυναίων ἐκπεπτωκότες οἱ υἱοὶ, φησὶ, τοῦ Θεοῦ, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Οἴδαμεν οὖν ὅτι τῶν ἀντιγράφων τινὰ περιέχει σαφῶς· Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Εἶτα περιτρέπουσί τινες τῆς φιλοσαρκίας τὰ ἐγκλήματα, καὶ τῆς οὕτω μυσαρωτάτης ἐπιθυμίας ἀνάπτουσι τὰς αἰτίας ὠλισθηκόσιν ἀγγέλοις, οἳ τὴν ἰδίαν ἀρχὴν οὐ τετηρήκασι, κατὰ τὸ γεγραμμένον. Ἐγὼ δὲ ὅτι πᾶν ἀῤῥώστημα νοῦ πρέποι ἂν ἐκείνοις, φαίην ἂν καὶ συνθήσομαι· τὸ δέ γε τοῦ εἰκότος λογισμοῦ τὴν ἐπὶ τῷ πράγματι πίστιν ὡς ἀπωτάτω φέρεσθαι συγχωρεῖν, εἴη ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἀτοπωτάτων. Σκοπὸς γὰρ ἡμῖν τὴν ἐφ' ἑκάστῳ τῶν γεγραμμένων ἀλήθειαν κατασκέπτεσθαι φιλεῖν, καὶ οὐχὶ δὴ πάντως τὰ τῆς τῶν δαιμόνων ἀγέλης ἐννοεῖν ἀῤῥωστήματα. Μάλιστα μὲν γὰρ ἀεὶ τὰς ἐπιθυμίας ἑπομένας ὁρῶμεν τοῖς ἐν ἡμῖν αὐτοῖς καὶ ἐμφύτοις κινήμασιν. Ἢ γὰρ τὰ σαρκὸς ἀγαπῶμεν πάθη, ἢ δι' ὧν ἂν γένοιτο τὰ σαρκὸς, ταῦτα περὶ πλείστου ποιεῖν εἰθίσμεθα. Ἔξω δὲ νόμων τῶν φυσικῶν, οὐκ ἀποκομίζουσιν ἡμᾶς ἡδοναὶ, κατά γε τὸ αὐτῷ μοι καλῶς τε καὶ ἀληθῶς ἔχειν δοκοῦν. Οἷον φέρε εἰπεῖν, βρῶσίς τε καὶ πόσις, καὶ ἡ γυναίων τυχὸν ὁμιλία φυσικὴ, σαρκὸς ἂν εἶεν ἔργα τε καὶ πάθη. Πλούτου δὲ αὖ καὶ δόξης ἐπιθυμίαι, ταῖς τῆς σαρκὸς ὑπηρετοῦσιν ἡδοναῖς, καὶ σχεδὸν ἄπαντα διὰ τούτων ἔρχεται τὰ ἐν κόσμῳ πάθη, κατὰ τὸ λεχθὲν τῷ σοφῷ μαθητῇ, ὅτι πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου. Τῶν τοιούτων ἡμᾶς αἱ πικραὶ ἐπιθυμίαι καὶ δειναὶ, σαγηνεύουσιν εὐκόλως ἐπὶ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾷν τὰ τῆς σαρκός· τῶν γε μὴν ἔξω σώματος καὶ παρὰ φύσιν ἐρᾷν, οὐδεὶς ἀναπείσει λόγος. Εἶτα πῶς οὐκ ἂν γένοιτο μωρίας ἐγγὺς τὸ σαρκικῶν ἐρᾶσθαι λέγειν τὰ σαρκὸς ἀνωτέρω καὶ ἐξεστηκότα πνεύματα· ποίαν εἰς τοῦτο κίνησιν ἔχοντα φυσικὴν, ἢ ποίου νόμου κατερεθίζοντος, καθάπερ ἀμέλει, καὶ ἡμᾶς αὐτοὺς εἴς γε τὸ χρῆναι διψᾷν τὰ τοιάδε τῶν παθῶν, ἄλλως τε; Μὴ γὰρ δὴ τυχὸν τῆς ἐπὶ τούτοις αἰτίας ἀπαλλάττομεν τῶν δαιμονίων τὸ στίφος. Ἀνόσιον γὰρ καὶ βέβηλον, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετές. Καὶ νοσείτω μετὰ τῶν ἄλλων, εἰ δοκεῖ, καὶ τὰς παρὰ φύσιν ἡδονάς. Ἀλλ' ὅταν ἡ θεία λέγει Γραφὴ, ὡς συνῄεσαν μὲν τοῖς γυναίοις, τὰ δὲ ἔτεκε τοὺς καλουμένους γίγαντας· τουτέστιν, ἐξαίσια τέρατα, πλὴν ἀνθρώπους λογικούς· τί δὴ ἄρα πρὸς τοῦτο διαλογίζεσθαι χρή; Οὐ γὰρ ἀπό γε πνευμάτων τῶν ἀπωτάτω σαρκὸς γένοιτ' ἂν εἰς γύναιον ἀνθρώπου καταβολή. Εἰκαιομυθοῦσι δέ τινες, καὶ κατασοφίζονται τὸ χρῆμα, πιθανοῖς ὡς οἴονται λογισμοῖς τὸ ἀδύνατον ὑποκλέπτοντες· γεγονότα γὰρ ἐν ἀνδράσι τὰ πονηρά φασι δαιμόνια, δι' αὐτῶν εἰργάζετο τὰς τῶν σπερμάτων καταβολάς. Ἀκαλλῆ δὲ σφόδρα καὶ ἀμαθίας ἔμπλεων τὸν λόγον αὐτοῖς εὑρήσομεν. Ὃ γὰρ οὐκ εἴρηκεν ἡ θεία Γραφὴ, τίνα δὴ τρόπον παραδεξόμεθα, καὶ ἐν τοῖς ἀληθῶς ἔχουσι καταλογιούμεθα; Οὐκοῦν ἀναγνωσόμεθα μᾶλλον· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Ἐμπεδοῖ δὲ μᾶλλον ἡμῖν ὀρθῶς ἔχουσαν τὴν τοιάνδε γραφὴν, καὶ ἡ παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν ἀπόδοσις. Ἀκύλας μὲν γάρ φησιν, Ἰδόντες δὲ οἱ υἱοὶ τῶν θεῶν τὰς θυγατέρας τῶν ἀνθρώπων. Σύμμαχος δὲ αὖ ἀντὶ τοῦ, υἱοὶ τῶν θεῶν, ἐκδέδωκεν οἱ υἱοὶ τῶν δυναστευόντων. Υἱοὺς δὲ θεῶν καὶ μὴν καὶ δυναστευόντων τοὺς ἀπό γε τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς ὠνόμαζον, διά τε τὴν ἐνοῦσαν αὐτοῖς ὁσιότητα καὶ φιλοθεΐαν, καὶ τὸ πάντων δύνασθαι καταθλεῖν τῶν ἀνθεστηκότων· ἐπαμύνοντός που κατὰ τὸ εἰκὸς τοῦ Θεοῦ, καὶ περιφανὲς ἀποφαίνοντος τὸ ἱερώτατόν τε καὶ ἅγιον γένος· ὅπερ ἦν ἄμικτον τῷ ἑτέρῳ, τουτέστι, τοῖς ἀπὸ Κάϊν καὶ μὴν καὶ Λάμεχ· ὃς δὴ καὶ κατ' ἴχνος ἱὼν τοῦ πατρὸς, γέγονε φονευτής· ὡμολόγει γὰρ, Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ἔως μὲν οὗν τὸ ἱερὸν γένος αὐτὸ καθ' ἑαυτὸ καὶ ἀμιγὲς τοῦ χείρονος διετέλει, τῆς εἰς Θεὸν εὐσεβείας τὸ κάλλος ἀκραιφνὲς ἔτι καὶ ἀπαραποίητον ἐναστράπτον ἐν αὐτοῖς ἦν, καὶ ἀξιαγάστους ἐτίθει. Ἐπειδὴ δὲ παρώλισθον εἰς φιλοσαρκίας, καὶ γυναίων ὥραις ἐκσεσοβημένοι πρὸς ἀπόστασιν ἦσαν, Ἔλαβον γὰρ, φησὶν, ἀπὸ πασῶν ὧν ἐξελέξαντο ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων· τουτέστι, τῶν ἀπὸ Κάϊν· καίτοι θεοὶ καὶ θεῶν υἱοὶ, καὶ δυναστευόντων ὀνομαζόμενοι, παρεκομίζοντο λοιπὸν πρὸς τὰ ἐκείνων ἔθη, καὶ εἰς αἰσχράν τε καὶ βέβηλον πολιτείαν καὶ ζωήν. Καὶ ἔτικτον μὲν αἱ γυναῖκες τέρατα. παραχαράττοντος Θεοῦ καὶ αὐτὰ λοιπὸν τῶν ἀνθρωπίνων σωμάτων τὰ κάλλη, διὰ τὸ ἀκρατὲς εἰς ὀρέξεις πορνικὰς τῶν τηνικάδε. Ἦσαν δὲ οἱ τικτόμενοι γίγαντες, τουτέστιν, ἄγριοί τε καὶ εὐσθενεῖς, καὶ πολὺ παθόντες τὸ εἰδεχθὲς, καὶ τοῖς τῶν σωμάτων μεγέθεσι πλεονεκτοῦντες τῶν ἄλλων. Ἰστέον δὲ ὅτι τοὺς ἄγαν εὐρωστάτους, γίγαντας ἀποκαλεῖν κατείθισταί πως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος. Καὶ γοῦν ἔφη περί τε Περσῶν καὶ Μήδων διὰ φωνῆς προφητῶν· Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. Προσκεισόμεθα δὲ οὐδαμῶς ταῖς Ἑλλήνων ψευδοεπίαις. Εἰώθασι γὰρ οἱ παρ' αὐτοῖς λογάδες, ποιηταὶ δὲ μάλιστα, κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, τὰς τῶν πραγμάτων ἀφηγεῖσθαί τε καὶ διαπλάττειν φύσεις· αἴρειν τε ὑψοῦ τὰ μικρὰ καὶ κατεῤῥιμμένα, καὶ ταῖς ἅγαν ψευδομυθίαις κατασεμνύνειν οἴεσθαι δεῖν, κἂν εἰ πολὺ τοῦ πρέποντος ἐξοίχοιτο τὸ διήγημα. Ὧν ὁ μὲν τὴν Σικελίαν ὅλην ὑφ' ἑνὸς τῶν γιγάντων ἀνεῤῥίφθαι φησὶ εἰς τὸν οὐρανὸν, ὁ δὲ καὶ ἔτι μεῖζόν τε καὶ ἀπηχέστερον ἐφ' ἑτέρῳ ψεύδεται. Γεγόνασι μὲν γὰρ, ὡς ἔφην, δεινοὶ μὲν ἰδεῖν, ἄπλετοι δὲ εἰς ἀλκὴν σκληροὶ καὶ δυσάντητοι, καὶ ταῖς τῶν σωμάτων ὑπεροχαῖς, βραχὺ κατὰ τὸ εἰκὸς τῶν ἄλλων ὑπεραιρόμενοι, πλὴν οὐ, καθάπερ οἱ τὰ ἐπ' αὐτοῖς μυθοπλαστεῖν εἰωθότες, καὶ αὐτῶν ἥπτοντο νεφῶν.

γʹ. Μεμιγμένων τοιγαροῦν ἀλλήλοις τῶν γενῶν, καὶ πάντων ἀπονενευκότων εἰς ἀχάλινον ἁμαρτίαν· Εἶδε, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς, ἤτοι μετεμελήθη· καὶ καθ' ἑτέραν δὲ ἔκδοσιν, τὴν Ἀκύλου φημὶ, Ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς· ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ τῶν ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς. Νῶε δὲ εὗρε χάριν ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Συνίης ὅτι κατὰ παντὸς ἀνθρώπου βούλεται τὴν ἀπάλειψιν. Ἐπειδὴ δὲ τοῖς τῆς εὐσεβείας τρόποις ὁ Νῶε κατεκαλλύνετο, δυσωπεῖται μόνον· καὶ οὐ συνδιόλλυσι τοῖς ἑτέροις αὐτὸν, ἀνασώζει δὲ πανοικί. Καὶ δή φησιν πρὸς αὐτόν· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθέν τε καὶ ἔξωθεν, τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν. Καὶ μεθ' ἕτερα πάλιν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, φησὶν, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ, καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάσης σαρκὸς δύο δύο. Ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται ἀπὸ τῶν πετεινῶν πάντων κατὰ γένος· καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, κατὰ γένος αὐτῶν δύο δύο. Ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ μὲν τῶν καθαρῶν, ἑπτὰ ἑπτὰ συλλέξεις, φησί· δύο δὲ αὖ ἐκ τῶν ἀκαθάρτων. Τούτων τοιγαροῦν ἁπάντων ἐκπεπερασμένων, καθάπερ προσέταξεν ὁ τῶν ὅλων Θεὸς, κατεπνίγετο μὲν πᾶσα σάρξ· ὅλην ἐπικλυζόντων τὴν ὑπουράνιον ὑετῶν καὶ χαλάζης, καὶ ῥαγδαιοτάτης ὑδάτων καταφορᾶς τῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ἐπενήχετο δὲ ἡ κιβωτὸς φόρτον ἔχουσα δικαίων ψυχάς. Ἀλλὰ βραχὺ τῶν ὑδάτων ὑφιζηκότων, Ἐκάθισε, φησὶν, ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ· καὶ ἀνοίξας ὁ Νῶε τὴν θύραν τῆς κιβωτοῦ, πέμπει τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς· ὁ δὲ οὐχ ὑπέστρεψεν. Εἶτα μετ' ἐκεῖνον ἠφίει περιστερὰν, καὶ οὐχ εὑροῦσα, φησὶν, ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἐκτείνας Νῶε τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Ἐξεπέμπετο δὲ καὶ δευτέρα μεθ' ἡμέρας ἑπτὰ, καὶ ὑπενόστησε πρὸς ἑσπέραν, κάρφος ἐλαίας ἔχουσα ἐν τῷ στόματι αὐτῆς· καὶ τρίτην ἠφίει πάλιν μεθ' ἡμέρας ἑπτὰ, ἡ δὲ οὐ προσέθετο, φησὶ, τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Συνῆκε δὲ οὕτω λοιπὸν ὡς κατεπόθη μὲν ἅπαν ἐκ τῆς γῆς τὸ ὕδωρ. Ὤφθη δὲ πάλιν ἡ ξηρὰ καὶ τὰ ἐν αὐτῇ. Ἐπειδὴ δὲ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, καὶ ἅπασι τοῖς συνειλεγμένοις ἐξέτορέ τε λοιπὸν καὶ τῶν ὑδάτων ἀπηλλαγμένην τὴν γῆν ἐθεάσατο, θυσιαστήριον εὐθὺς ἀνεδείματο· καὶ ὁλοκαυτοῦν ἐσπούδαζε τὰ καθαρὰ καὶ ἀβέβηλα τῶν κτηνῶν καὶ τῶν πετεινῶν· ἀνατιθεὶς, οἶμαί που, τὰ χαριστήρια τῷ διασώσαντι Θεῷ. Οὗ γεγονότος, Ὠσφράνθη, φησὶ, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ μὴ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διάνοια ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμὸς, ψύχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι. Καὶ πρὸς τούτοις, Ἔτι καὶ εὐλόγησε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα.

δʹ. Ἀφιγμένου δὲ ἤδη πρὸς τοῦτο ἡμῖν τοῦ λόγου, ὡς ἐν ἀφηγήσει λοιπὸν τῇ κατὰ τὸ γράμμα καὶ ἱστορικῶς, ἐνδεῖ, ὥς γε οἶμαι, παντελῶς οὐδέν. Φέρε δὴ οὖν κατ' ἴχνος τῶν εἰρημένων τὴν ἔσω κεκρυμμένην διακομίζοντες θεωρίαν, τὸ Χριστοῦ μυστήριον διαπλάττωμεν, καὶ τῆς δι' αὐτοῦ σωτηρίας εἰκόνα δεικνύωμεν Νῶέ τε αὐτὸν, καὶ τὴν ἐπὶ τῇ κιβωτῷ σοφὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. Γεγέννηται τοίνυν Νῶε διὰ Λάμεχ, οὐχὶ τοῦ προπεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ' ἐξ ὁμωνύμου τοῦ διὰ Σήθ. Ἀνέφυ δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ Ἰσραὴλ, ἁγίου μὲν διὰ τοὺς πατέρας· ἐξ ὁμοτροποῦντος δὲ λαοῦ τοῦ Λάμεχ καὶ ὁμογνωμονοῦντος τῷ φονευτῇ· ὁμωνύμου τε ἤδη καθὸ φονευτῇ. Εἴρηται δέ που πρὸς Ἰουδαίους· Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Καὶ παρὰ Χριστοῦ· Καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ ἑνδέκατος μὲν ἐξ Ἀδὰμ ὁ Νῶε· Χριστὸς δὲ δὴ πάλιν ὡς ἐν ἐσχάτῳ τε καὶ ἑνδεκάτῳ καιρῷ γεγέννηται κατὰ σάρκα, καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας ἄρχεται. Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως ἐρεῖς, ἀπό γε τῶν ἱερῶν Γραμμάτων ἀναπεπεισμένος. Ὁ γάρ τοι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ προσπεφώνηκέ τισιν· οὗτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν, Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; Τῶν δὲ ἀναφανδὸν εἰρηκότων, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· κέκληκε γὰρ οὐδεὶς πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εἰς θεογνωσίαν τὰ ἔθνη· χρηστῶς καὶ φιλοικτιρμόνως, Ὑπάγετε καὶ ὑμεῖς, φησὶν, εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Καὶ ὁ διὰ Μωσέως νόμος τὴν τοῦ προβάτου σφαγὴν ἀναμέσον τῶν ἑσπερινῶν, πρὸς ἑσπέραν τε καὶ ὑπὸ λύχνους ἤδη τελεῖσθαι προστέταχεν. Οἱονεὶ γάρ πως ἐπ' αὐταῖς ἤδη δυσμαῖς ἥκοντος τοῦ καιροῦ, μονονουχὶ δὲ καὶ συστελλομένου λοιπὸν τοῦ παρόντος αἰῶνος, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν ὑπὲρ πάντων ἀνέτλη σφαγὴν, ποινῆς καὶ δίκης ἐλευθερῶν, καὶ παντὸς τοῦ τοιοῦδε δείματος ἀπωτάτω τιθεὶς τοὺς πεπιστευκότας. Αὐτὸς γάρ ἐστιν ὁ κατὰ ἀλήθειαν Νῶε, τουτέστιν, ἡ δικαιοσύνη καὶ ἡ ἀνάπαυσις· ἑρμηνεύεται γὰρ ὧδε τὸ ὄνομα. ∆εδικαιώμεθα γὰρ, κατὰ τὰς Γραφὰς, οὐκ ἐξ ἔργων δικαιοσύνης, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Γέγονε τοίνυν ἡμῖν τοῖς πεπιστευκόσι δικαιοσύνη Χριστὸς, καὶ μὴν καὶ ἀνάπαυσις, εἴπερ ἐστὶν ἀληθὲς. Ὡς μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὴν τοῦ προφήτου φωνήν. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, μακάριοι καὶ ἀξιοζήλωτοι Καὶ τί γάρ; οὐχὶ τῶν τοιῶνδε μετακεκλήμεθα, καὶ τῶν οὐρανίων χαρισμάτων κατατρυφῶμεν, καὶ καταπλουτοῦμεν τὴν μέθεξιν, καὶ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀποβαλόντες φορτίον, ἀνιέμεθα λοιπὸν εἰς εὐημερίαν πνευματικήν; Ἐκάλει γὰρ ἡμᾶς εἰς τοῦτο λέγων αὐτός· ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὅτι γὰρ ἔμελλεν ἀναπαῦσαι ἡμᾶς ὁ Χριστὸς, καὶ ὁ ἀρχάγγελος Γαβριὴλ προανεφώνει τῇ ἁγίᾳ Παρθένῳ λέγων· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ μὴν καὶ οἱ θεσπέσιοι προφῆται τὴν δ' αὐτοῦ γενησομένην ἀνάπαυσιν προαναφωνεῖν ἐσπούδαζον. Ὁ μὲν γὰρ ἔφασκε· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ. Ἡσαΐας δὲ αὖ μονονουχὶ καὶ ἐν ὄψει λοιπὸν ἐποιεῖτο λέγων· Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ὡς ὁ ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Γέγονε τοίνυν ἡμῖν δικαιοσύνη τε καὶ ἀνάπαυσις ὁ Χριστός· σέσωκε δὲ ἡμᾶς καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ταυτὶ γὰρ ἡμῖν ἐπὶ Νῶε προφητεύων ἔφασκεν ὁ Λάμεχ. Ἔστι δὲ οὐκ ἀμφίλογον ὅτι τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, λέλυται πάλιν ἐν Χριστῷ. Γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸ γεγραμμένον, τῆς ἀρχαίας ἀρᾶς ἀπαλλάττων τὴν γῆν. ∆ι' αὐτοῦ γὰρ ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς ἀνακεφαλαιοῦσθαί φαμεν τὸν Πατέρα καὶ Θεόν· Καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴπερ ἐστὶ δεύτερος Ἀδὰμ δι' ὑπακοῆς ἀνατρέπων τὸ τοῦ πρωτοπλάστου κατηγόρημα· φημὶ δὴ τὴν ἐν ἀρχαῖς παραίτησιν γεγενημένην παρακοήν. Ὧδε φρονεῖν ἐδόκει καὶ τῷ θεσπεσίῳ Παύλῳ. Γράφει γὰρ οὕτως· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται πολλοί. Γέγονε δὲ ὁ Χριστὸς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὥσπερ οὖν ἐπάρατος ἦν ἡ γῆ διὰ τὴν ἐν ἀρχαῖς παράβασιν ἐν Ἀδὰμ, οὕτω γέγονεν εὐλογημένη διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἐλυτρώσατο δὲ καὶ ἑτέρως ἡμᾶς ἀπὸ τῆς γῆς ἐπαράτου γεγενημένης. Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ, προσδοκῶμεν, καθὰ καὶ ὁ σοφὸς τοῦ Σωτῆρος εἴρηκε μαθητής. Ἐνεκαίνισε δὲ ἡμῖν καὶ τὴν εἰς τὰ ἄνω τε καὶ εἰς οὐρανοὺς ἀναφοίτησιν· καὶ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὴν ἁγίαν εἰσέφρησε γῆν· ἣν κληρονομήσειν ἔφασκε τοὺς πραεῖς, τουτέστι, τοὺς τοῖς εὐαγγελικοῖς μαθήμασιν εἰς πραότητα παιδαγωγουμένους. Εἴπερ ὁ μὲν νόμος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, τραῦμά τε ἀντὶ τραύματος, ἀντεπάγεσθαι δεῖν τοῖς ἀδικοῦσιν ἐκέλευσεν. Ἡμῖν δὲ Χριστὸς, Τῷ παίοντί σε, φησὶν, εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Νῶε τοίνυν γέγονεν ἑνδέκατος ἐξ Ἀδὰμ διά τε Σὴθ καὶ Ἐνὼς, Ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ, διὰ πλείστην ὁσιότητα καὶ θεοφιλῆ πολιτείαν. Γενεαλογεῖται δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τῶν ἁγίων εὐαγγελιστῶν ἐξ Ἀδὰμ, καὶ μέχρις αὐτοῦ τοῦ Ἰωσὴφ διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, ἁγίου, τοῦ τῆς γενεαλογίας ἥκοντος λόγου.

εʹ. Ἀλλὰ φέρε, λέγωμεν τὸν οἱονεὶ φυρμὸν καὶ τὴν εἰς ἄλληλα γενομένην ἀνάχυσιν τῶν γενεῶν, τοῦ τε ἁγίου φημὶ, καὶ τοῦ μὴ τοιοῦδε, τουτέστι, τοῦ βεβήλου καὶ μυσαρωτάτου. Ὅνπερ γὰρ τρόπον οἱ ἐξ Ἐνὼς γεγονότες τοῦ ἐπίκλην Θεοῦ, ταῖς τῶν ἀνθρώπων ἐπεμαίνοντο θυγατράσιν, οὗ γεγονότος ἑτερότροποί τε ἦσαν εὐθὺς, καὶ τοῖς ἐκείνων ἤθεσί τε καὶ νόμοις διαβιοῦν ᾑρημένοι, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατηῤῥώστουν ἀποφθοράν· οὕτως καὶ οἱ ἐξ αἵματος τοῦ Ἰσραὴλ, ἕως μὲν ἦσαν ἁγιοπρεποῦς πολιτείας ἐργάται, καὶ προγονικῆς εὐσεβείας ἄριστοι μιμηταὶ, πάντα μὲν ἀπεσπούδαζον φαυλότητος τρόπον, ἀπαραποίητά τε παντελῶς ὡς ἔν γε δή σφισιν αὐτοῖς, τῆς εὐκλεοῦς πολιτείας τετηρήκασι τὰ αὐχήματα. Ἐπειδὴ δὲ τοῖς ὁμόροις ἔθνεσιν ἐνεπλέκοντο, καίτοι διαβεβληκότος τὸ χρῆμα τοῦ νόμου ἀναπιμπλάμενοι παραχρῆμα τῆς ἐνούσης αὐτοῖς βδελυρίας, εὐπάροιστοί τε καὶ ἐλαφροὶ λίαν, καὶ τί γὰρ οὐχὶ τῶν ἀνωτάτω κακῶν νοσοῦντες ἡλίσκοντο; Καὶ τόγε παραδοξότερον. Τὰ μὲν γὰρ ἔθνη τῇ κτίσει καίτοι λελατρευκότα παρὰ τὸν κτίστην, καὶ ποιητὴν, καὶ εἰς πολύθεον πλάνην ἀπονενευκότα τῇ πρὸς τοῦτο γνησιότητι, τὰς τῶν δαιμόνων ἀγέλας ἐτίμων. Ὁ δὲ ἄνωθέν τε καὶ ἐκ πατέρων ἅγιος Ἰσραὴλ, ἐν ὀλίγῳ παντελῶς ἐποιεῖτο λόγῳ τὴν ἀπόστασιν. Τοιγάρτοι Θεὸς διὰ φωνῆς ἁγίας φησὶ πρὸς αὐτούς· Ἀπέλθετε εἰς νήσους Χετιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί. Ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτῶν, ἐξ ἧς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ πάλιν· Ὅτι κατὰ ἀριθμὸν πόλεών σου, ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ, ἔθυον τῇ Βάαλ· ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος. Κατῴχοντο γὰρ εἰς τοῦτο σκαιότητος λογισμῶν, μᾶλλον δὲ καὶ ἐγχειρημάτων, ὡς γυναίοις μὲν ἐπιμίσγεσθαι πλανωμένοις ἔτι. Ἐπειδὴ δὲ ἔτικτον, καίτοι δέον εὐθὺς τῆς Ἰου δαίων λατρείας ἐναποσημαίνεσθαι τοῖς βρέφεσι τὰ γνωρίσματα, τὴν ἐν ὀγδόῃ περιτομὴν, καὶ τὰς ἐπὶ τούτων θυσίας, ἀνάθημα τοῖς ἀκαθάρτοις δαίμοσι τὰ ἐκ τῶν ἡγιασμένων ἀπεφέροντο λαῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς. Συναφείᾳ τοιγαροῦν τῇ πρὸς τὸ χεῖρον κατεφθαρμένου λοιπὸν τοῦ ἁγίου γένους, καὶ ὅσον ἧκεν εἰς ποιότητα καὶ διαφορὰν γνώμης τε καὶ τρόπου, καὶ μὴν καὶ ἐθῶν συνενηνεγμένων εἰς ἓν τοῦ τε Ἰσραὴλ, καὶ τῶν ἐθνῶν ὄλεθρον ἁπάντων τῶν ὅντων ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων ∆ημιουργὸς εἰκότως κατεψηφίζετο. Ἡμερότητι δὲ τῇ ἐμφύτῳ νικώμενος, οὐκ ἰσοπαλῆ ταῖς ἁμαρτίαις αὐτῶν ἐποιεῖτο τὴν ὀργήν. Ἵνα δὲ μὴ εἰς ἅπαν καταφθείρηται τὸ ἐπὶ γῆς γένος, τὴν ὡς ἐν πίστει δικαίωσιν, καὶ τὴν δι' ὕδατος ἔφεσιν προανέδειξε διὰ Νῶε. Ταύτῃτοι γέγονεν ἄνθρωπος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὁ Μονογενὴς, κατὰ τὸ γεγραμμένον· ὁ ἀληθέστερος Νῶε· καὶ δὴ καὶ ὡς ἐν τύπῳ τῆς ἐν ἀρχαῖς ἐκείνης καὶ διαβοήτου κιβωτοῦ, μονονουχὶ καὶ ἐπήξατο τὴν Ἐκκλησίαν· εἰς ἣν οἱ εἰσπεπηδηκότες, τὸν ἐπηρτημένον τῷ κόσμῳ διαδιδράσκουσιν ὄλεθρον. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸ ἐπὶ τῇ κιβωτῷ μυστήριον διερμηνεύει λέγων· Πίστει χρηματισθεὶς Νῶε, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Εἰς ἣν, ὥσπερ καὶ Πέτρος φησὶν, ὀλίγαι, τουτέστιν, ὀκτὼ ψυχαὶ, διεσώθησαν δι' ὕδατος. Ὃ καὶ ἀντίτυπον ἡμᾶς νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν. Τίνα δὴ οὖν ἄρα τρόπον ἡ κιβωτὸς διεπήγνυτο; Τριακοσίων πήχεων, φησὶ, ποιήσεις τὸ μῆκος τῆς κιβωτοῦ, καὶ εὖρος πεντήκοντα· ὕψος δὲ τριάκοντα. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον ὑποσημήνειεν ἂν, εἰ καὶ λίαν ἀμυδρῶς, ἡ τοιάδε κατασκευὴ, παντί τῳ σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως, τοῦ θεσπεσίου Παύλου γράφοντος τοῖς ἐν πίστει δεδικαιωμένοις, ὡς ἀδιάλειπτον περὶ αὐτῶν ποιοῖτο τὴν προσευχήν· Ἵνα ἐξισχύσωσι καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. ϛʹ. τίς οὖν ἄρα ἐστὶ τῶν τῆς κιβωτοῦ μέτρων ὁ λόγος; Τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ὀρθὴ καὶ ἀπεξεσμένη δήλωσις, καὶ τῆς μιᾶς Θεότητος τὸ ἀρτίως ἔχον, καὶ τὸ εἰς πᾶν ὁτιοῦν παντέλειον. Τοῦτο γὰρ ἡμῖν ὡς ἔν γε δὴ τοῖς προκειμένοις ἀριθμοῖς ὑποδηλούμενον κατίδοι τις ἂν, ἐκεῖνο διενθυμούμενος· ὡς ἔστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς τὴν ἀνόπιν ἔχοντας ἀνακύκλησιν ἀριθμοὺς, τελειότητος ποιεῖσθαι σύμβολον. Οἷον δὲ δή τί φημι· ἀρχομένη γὰρ ἐκ πρώτης ἡ ἑβδομὰς, ἐν Σαββάτῳ διαπεραίνεται κατὰ τὴν ἑβδόμην. Εἶτα πάλιν ἀριθμοῦμεν τὴν ἐφεξῆς ἀπὸ πρώτης ἀρχόμενοι μέχρι πάλιν ἑβδόμης. Ὁμοίως εἰς ἀριθμὸν ἰόντες τὸν δέκα, πάλιν ἐκ πρώτης τῆς ἐφεξῆς δεκάδος ἀρχόμεθα· κατὰ τὸν ἴσον δὲ τοῦτον τρόπον τε καὶ λόγον, συγκείσεται καὶ ὁ τέλειος ἐκ τελείων ἀριθμὸς, τουτέστι, ὁ ἑκατὸν ἐκ δεκάδων δέκα· καὶ ἀνακύκλησιν ἔχων καὶ ἀναδρομὴν τὴν εἰς μονάδα πάλιν. Ὅπερ οὖν ἔφην, τελειότητος σύμβολον παρά γε τῇ θείᾳ Γραφῇ, πᾶς ἀριθμὸς ἀνόπιν ὥσπερ ἰὼν μετὰ τὸ εἰς πέρας ἥκειν τὸ αὐτῷ πρέπον τε καὶ ὡρισμένον. Ὅρα τοίνυν τῆς ἁγίας Τριάδος τὸ παντέλειον ὡς ἐν τρισὶ πήχεων ἑκατοντάσι. Τοῦτο γὰρ μῆκος τῇ κιβωτῷ. Ὅτι δέ ἐστι, ἵν' οὕτως εἴπωμεν, τελειότης τελειοτήτων ἡ ὡς ἐν μονάδι Θεότης, ὑπεμφήνειεν ἂν τὸ εὖρος, εὖ μάλα ἐπὶ πήχεις ἰὸν πεντήκοντα· τουτέστιν, ὡς ἐν ἑβδομάσιν ἑπτὰ προσενηνεγμένης αὐταῖς καὶ μονάδος, διὰ τὸ μίαν εἶναι Θεότητος φύσιν. Καὶ αὐτὸ δὲ τὸ ὕψος, οὐχ ἑτέραν ἡμῖν ἢ ταύτην ὠδίνει τὴν ἔννοιαν. Ἀποπεραίνεται μὲν γὰρ εἰς πήχεων δεκάδα τρίτην· εἰς ἕνα δὲ δὴ τὸν ὑπερκείμενόν τε καὶ ἀνωτάτω καταλήγει πάλιν. Τριάκοντα γὰρ, φησὶ, πήχεων τὸ ὕψος αὐτῆς· καὶ εἰς ἕνα πῆχυν συντελέσεις αὐτήν. Εὐρυνομένη γὰρ ὥσπερ εἰς τρεῖς ὑποστάσεων καὶ μὴν καὶ προσώπων ἰδικῶν διαφορὰς ἡ ἁγία Τριὰς, εἰς μίαν Θεότητος οἱονεὶ συστέλλεται φύσιν. Ἕλληνες μὲν γὰρ τὴν εἰς πολύθεον πλάνησιν τιμῶσιν ὁδόν. Ἡμεῖς δὲ Πατέρα, καὶ μὴν καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα καταλογιζόμενοί τε καὶ τιθέντες ἀληθῶς ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑνότητι φύσεως στεφανοῦν εἰθίσμεθα. Καὶ τῇ τῆς οὐσίας ταυτότητι συνεγείροντες μονονουχὶ καὶ εἰς ἔνα πῆχυν τὴν μακρὰν καὶ εὐρεῖαν, καὶ μέν τοι καὶ ὑψηλὴν, συντελοῦμεν κιβωτόν. Ἀνασώζει τοιγαροῦν ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ οἷά περ εἰς κιβωτὸν εἰσοικίζεται τὴν Ἐκκλησίαν, ἐν ᾗ γεγονότες ὑπερνηξόμεθα μὲν τοῦ θανάτου τὸ δεῖμα, διαδιδράσκομεν δὲ τὸ συγκατακρίνεσθαι τῷ κόσμῳ. Συνέσται γὰρ ἡμῖν ὁ δίκαιος Νῶε, τουτέστι Χριστός.

ζʹ. Ἄξιον δὲ οἶμαι πολυπραγμονῆσαι λεπτῶς τίνες ἂν νοοῖντο τυχὸν οἱ τῷ Νῶε συνεισθέοντες εἰς τὴν κιβωτὸν, καὶ τὴν διὰ πίστεώς τε καὶ ὕδατος σωτηρίαν ἀποκερδαίνοντες. Γέγραπται τοίνυν, ὅτι Εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ. Συνεισκεκόμικε δὲ τούτοις, καὶ ἀπὸ παντὸς ζώου καὶ τῶν πετεινῶν, ἑπτὰ μὲν τῶν καθαρῶν, ἀνὰ δύο δὲ τῶν ἀκαθάρτων. Ἐδόκει γὰρ ὧδε θεσμοθετεῖν τῷ Θεῷ. Ὀνόματα δὲ τοῖς υἱοῖς αὐτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ·διερμηνεύεται δὲ ὁ μὲν Σὴμ, φύτευμα καὶ τέλειοις· θερμασία δὲ ὁ Χὰμ, καὶ πλατυσμὸς ὁ Ἰάφεθ. Σεσώσμεθα γὰρ ἐν Χριστῷ διὰ πίστεως οἱ ἐξ ἀτελοῦς ὥσπερ πολιτείας τῆς κατὰ νόμον εἰς τὴν τῆς εὐαγγελικῆς παιδεύσεως τελειότητα, καθάπερ τινὰ μόσχια πεφυτευμένοι λεπτά. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ τοῖς μὲν τῶν Ἰουδαίων λαοῖς τὴν ἐν Χριστῷ δικαίωσιν οὐ προσιεμένοις ἐπετίμα, λέγων· Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην· ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. ∆εδυσφημήκασιν γὰρ ἀκαθέκτως εἰς τὸν Υἱόν. ∆ιὰ τοῦτο, φησὶν, ὁ Θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σχηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Περὶ δὲ τῶν ἠγαπηκότων τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ζωήν· Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὅτι δὲ οὐ δίχα τοῦ θείου πυρὸς καὶ νοητοῦ, καὶ οἱονεὶ τῆς διὰ πνεύματος θερμασίας ἐνήργηκεν εἰς ἡμᾶς τὴν παρ' ἑαυτοῦ χάριν ὁ Ἐμμανουὴλ, πιστεύσεται καὶ ὁ θεσπέσιος Παῦλος· Τῷ πνεύματι ζέοντας ὁρᾶσθαι θέλων τοὺς ἐν ἁγιασμῷ κεκλημένους. Οὐδὲν δὲ ἧττον ἡμᾶς ἐμπεδοῖ καὶ ὁ σοφὸς Ἰωάννης λέγων· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀπέψυκται μὲν γὰρ ἡ τῶν Ἰουδαίων ἀγάπη διὰ τὸ Πληθυνθῆναι τὴν ἀνομίαν παρ' αὐτοῖς, καθὰ γέγραπται. Θερμοὶ δὲ δὴ λίαν καὶ πρός γε τοῦτο ἡμεῖς. Τοιγάρτοι φαμέν· Τί ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία; ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Οὐκοῦν τῶν ζεόντων τῷ πνεύματι τύπος ἂν γένοιτο καὶ μάλα σαφὴς ὁ Χὰμ, ὃς νοεῖται θερμασία. Ὅτι δὲ καὶ εἰς πλατυσμὸν καρδίας ἀπενενήγμεθα τῆς ἐν νόμῳ ζωῆς τὴν θλίψιν ἐκβαίνοντες, ὑπεμφήνειεν ἂν ὁ τρίτος ἡμῖν Ἰάφεθ, εἰς πλατυσμὸν μετονομαζόμενος. Ἰουδαίοις μὲν γὰρ προσεφώνει Θεὸς διὰ φωνῆς Ἡσαΐου· Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τοῦ ἐν Ἱερουσαλήμ· Καὶ πάλιν· Μάθετε ἀκούειν στενοχωρούμενοι. Ἐκβεβηκὼς δὲ ὁ Παῦλος τὴν ἐν νόμῳ στένωσιν προσπεφώνηκέ τισι τῶν ἤδη πεπιστευκότων· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Ἡ καρδία ἡμῶν πεπλάτυται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Ἠκολούθουν γὰρ ἔτι τοῖς Ἰουδαίων ἐντάλμασι, καὶ ἀνονήτοις εἰκαιοβουλίαις. Ψάλλει δέ που καὶ ὁ ∆αβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ὡς ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ ἐν Χριστῷ· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Πεπλάτυται γὰρ ἡμῶν ὁ νοῦς εἰς σοφίαν, ἐνηυλισμένου τε καὶ ᾠκηκότος ἐν ταῖς ἁπάντων ψυχαῖς διὰ πνεύματος τοῦ Ἐμμανουήλ. Τοιοίδε μὲν οὖν οἱ ἐν Χριστῷ διὰ πίστεως.

ηʹ. Ὅτι δὲ πλείστη μὲν ἡ τῶν ἐν πίστει δεδικαιωμένων καθαρωτάτη πληθὺς, μείων γε μὴν ἡ ἐξ Ἰουδαίων, ἀναμάθοι τις ἂν ἐντεῦθεν ἀμογητί. Ἑπτὰ μὲν γὰρ ἐν τῇ κιβωτῷ τὰ ἐκ τῶν καθαρῶν εἰσκεκόμικε ζώων, ἀνὰ δύο δὲ αὖ τὰ ἐκ τῶν ἀκαθάρτων· τουτέστι, τῶν κυριοκτόνων Ἰουδαίων. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Πλὴν ὅτι κατὰ καιροὺς ἀπανίστασθαί τε καὶ ἀποφοιτᾷν τῆς πίστεως ἔμελλόν τινες τῶν ἐξ αἵματος Ἰσραὴλ, ὑπετύπου πάλιν. Ἀπέστειλε γὰρ, φησὶν, ἐκ τῆς κιβωτοῦ τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ· ὁ δὲ οὐχ ὑπέστρεψεν. Ἐνεπνίγη δὲ, οἶμαι, τοῖς ὕδασιν, ἔρεισμά τε καὶ στάσιν οὐχ εὑρηκώς. Οὐκοῦν τὸ τῆς πίστεως ἀπολισθῆσαι τοῦ Χριστοῦ καὶ ἀπονοσφίζεσθαι, πάντως πρόξενον ἀπωλείας. Οὔτω καὶ ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἐν νόμῳ τελειουμένοις, ἤγουν οἰηθεῖσιν ἔσεσθαι τελείοις, Κατηργήθητε, φησὶν, ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε· ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Ἄθρει δὲ ὅπως ἐκ τῶν ἀκαθάρτων πτηνῶν ὁ κόραξ ἀποστάτης. Ἦσαν γὰρ ἐξ Ἰουδαίων οἱ μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀνόπιν ἰόντες ἐπὶ τὰς τοῦ νόμου σκιάς. Καὶ περὶ αὐτῶν, οἶμαί που, καὶ ὁ σοφὸς Ἰωάννης γράφει· Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ' ἡμῶν. Λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐναργῶς, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις, ὅρα καὶ τοῦδε σαφῆ τύπον διὰ Νῶε γεγενημένον. Ἀπέστειλε μὲν γὰρ πρώτην τε καὶ δευτέραν περιστερὰν κατασκεψομένας, ὥσπερ εἰ ἐν ὑφιζήσει γέγονεν ὁ κατακλυσμός. Αἱ δὲ ὑπενόστησαν ὡς εἰς καλιὰν εἰς τὴν κιβωτὸν, καί τι κάρφος ἐχούσης μιᾶς ἐν τῷ στόματι αὐτῆς, καθὰ γέγραπται, θαλὸς δὲ τοῦτο ἐλαίας ἦν. Ἀποστέλλονται μὲν γὰρ οἱ ἅγιοι παρὰ Χριστοῦ κατασκεψόμενοί τε τὸν κόσμον, καὶ τοὺς ἐν αὐτῷ. Ὑπονοστοῦσι δὲ ὥσπερ λαλοῦντες εἰρήνην. Τουτὶ γὰρ οἶμαι πλαγίως ὑποδηλοῦν τὸ ἐν στόματι κεῖσθαι τῆς περιστερᾶς τὸν τῆς ἐλαίας θαλόν. Σύμβολον γὰρ εἰρήνης ἀεί πώς ἐστι τὸ φυτόν. Φιλόθεοι μὲν οὖν οἱ πίστει κεκαθαρμένοι, καὶ ὡς ἐν πραότητι πολιτείας εὐαγγελικῆς, ἀπόλεκτοι τῷ Θεῷ. Πλὴν, ὅτι καὶ ἐξ αὐτῶν ἀποστήσονταί τινες ἐν ἐσχάτοις καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἐμφήνειεν ἂν ὁ τύπος. Τρίτη γὰρ καὶ τελευταία πέμπεται περιστερὰ, καὶ οὐκ ἐμελέτα τὴν ὑποστροφήν. Ἀπομεμένηκε γάρ. Ὑπολοφήσαντος δὲ τοῦ κατακλυσμοῦ, κεκάθικεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη Ἀραρὰτ, ἃ διερμηνεύεται μαρτυρία καταβάσεως. Ὑψηλοὶ γὰρ ὥσπερ καὶ οἱονεί πως ἐν ὄρεσι διὰ τὸ τῆς εὐαγγελικῆς πολιτείας ὑπερανεστηκὸς, οἱ ἐν Χριστῷ διὰ πίστεως, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβεβηκότα Θεὸν Λόγον, τοῖς ἁπανταχῆ κηρύττοντες, οἷς καὶ αὐτὸς ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Ἀνωτέρω δὴ οὖν τῆς ἐν κόσμῳ χθαμαλότητος τῶν ἐν Χριστῷ τὰ αὐχήματα.

θʹ. Γέγονε δὲ ὅτι καὶ Ἀρχιερεὺς ἐφ' ἡμᾶς ὁ Ἐμμανουὴλ, δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀνεκαινίσθημεν πρὸς τὸ ἐν ἀρχαῖς, λελυμένης τῆς ἀρᾶς, τῆς ἐπὶ τῷ πρωτοπλάστῳ φημὶ, ὅρα δὴ τοῖς ἐφεξῆς γεγραμμένοις ἐμβαλεῖν. Ἐπειδὴ γὰρ ἐξηράνθη, φησὶν, ἡ γῆ, ἐξῆλθεν ὁ Νῶε τῆς κιβωτοῦ, καὶ πάντες οἱ σὺν αὐτῷ. Καὶ ᾠκοδόμησε, φησὶ, θυσιαστήριον τῷ Θεῷ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ μεθ' ἕτερα πάλιν· Καὶ εὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα. Οὐκοῦν ὅτε γέγονεν ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, καὶ προσεκομίσθημεν δι' αὐτοῦ νοητῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ, τότε καὶ εὐμενείας τῆς παρ' αὐτοῦ πλουσίως ἠξιώμεθα, καὶ βεβαίαν ἐσχήκαμεν τὴν ὑπόθεσιν, τοῦ μηκέτι καθ' ἡμῶν ἰσχῦσαι τὸν θάνατον. Λέλυται καὶ τὰ ἐξ ὀργῆς, οἴχεται δέ ποι καὶ τὰ ἐκ τῆς ἀρχαίας ἀρᾶς ἐκείνης. Ηὐλογήμεθα γὰρ ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς γυμνώσεως τοῦ Νῶε καὶ τοῦ Χάμ.

αʹ. Συμπεπερασμένων ἁπάντων τῶν ἐπὶ τῇ κιβωτῷ, καὶ παρῳχηκότος μὲν τοῦ κατακλυσμοῦ, γηπονοῦντος δὲ ἤδη τοῦ Νῶε, τίνα δὴ ἄρα τὰ ἐν αὐτῷ πεπραγμένα παρὰ τοῦ Χὰμ, πολυπραγμονήσει πάλιν ἡμῖν ὁ λόγος. Ἀναπείσει γὰρ δὴ τοὺς οἵπερ ἂν ἕλοιντο διαβιοῦν ἐννόμως τῆς εἰς τοὺς πατέρας αἰδοῦς οὐδὲν τὸ παράπαν ἡγεῖσθαι ἰσοστατοῦν, καὶ παραιτεῖσθαι σαφῶς ὥς τι τῶν σφαλερωτάτων τὸ κατά τι γοῦν ὅλως ἐπιμειδιᾷν αὐτοῖς, κἂν εἰ τοῦ πρέποντος ἔξω φέροιντο βραχὺ ταῖς τῆς φύσεως ἀσθενείαις ὑπενηνεγμένοι. Ὅτι γὰρ σεπτὸν ἀεί πώς ἐστι τῶν γονέων τὸ χρῆμα, καὶ αὐτὸς ὁ θεῖος ἡμᾶς ἐκπαιδεύει νόμος· προεπιτάξας γὰρ δεῖν ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν ἕνα τε καὶ φύσει Θεὸν ἀγαπᾷν, Τίμα, φησὶ, τὸν πατέρα σου, καὶ μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόβιος ἐπὶ τῆς γῆς. Ἐν εἰκόνι γὰρ ὥσπερ καὶ ἐν μιμήσει Θεοῦ καταλογισθεῖεν ἂν οἱ γεγεννηκότες. Μνήσθητι γὰρ, φησὶν, ὅτι δι' αὐτῶν ἐγεννήθης. Ταύτῃ τοι πάλιν φησὶν, Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητέρος, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων. Ὅτι τοίνυν καὶ ἐν ἀρᾷ καὶ δίκῃ τὸ μὴ δεῖν οἴεσθαι τιμᾷν πατέρας, καὶ μὴν καὶ αἰδοῦς ἁπάσης ἀξιοῦν, καὶ διά γε τοῦ Χὰμ ἀναμάθοι τις ἂν καὶ λίαν εὐκόλως. Ἦσαν γὰρ, φησὶν, οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε. Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πασᾶν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἐπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν, παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Νῶε μὲν γὰρ ἀμπελῶνα πεφυτευκὼς, τῶν οἰκείων ἐνεφορεῖτο πόνων, καὶ κάτοινος μὲν ἀσυνήθως ἦν. Ἀδόκητον δὲ φιλοινίας ἔγκλημα, τὴν ἀνεθέλητον ὑπομείνας γύμνωσιν, οἴκοι τε καὶ ἄποπτος ἦν τοῖς πολλοῖς. Ὁ δὲ τὰς φρένας οὐκ ἀσφαλὴς, φημὶ δὴ τὸν Χὰμ, τῆς θέας τὸ ἀπρεπὲς ἀνοσίου γέλωτος ἐποιεῖτο πρόφασιν· καίτοι καταμφιάσαι δὲ, μονονουχὶ δὲ καὶ ἐπαμῦναι τῷ φύσαντι, μέθῃ πλεονεκτουμένῳ, καὶ τοῖς ἐξ οἴνου πταίσμασιν ὑπενηνεγμένῳ. Ἀλλὰ παρεὶς τὰ τοιάδε, καὶ τῆς εἰς τὸν φύσαντα τιμῆς οὐ μετρίως ὀλιγωρῶν, προξενεῖν ἐπείγεται τοῖς ἄλλοις τὴν θέαν, καὶ σκηνὴν οἷά τινα προσθεὶς τὸν πρεσβύτην, γελᾷν ἀναπείθει τοὺς ἀδελφούς. Οἵδε ἦσαν ἀμείνους τῆς ἐν αὐτῷ δυσβουλίας· κατασοφιζόμενοι δὲ τὸ συμβεβηκὸς, καὶ τῆς θέας τὸ ἀκαλλὲς τοῖς περιβλήμασιν ἀφανίζοντες, ἀνόπιν ἐβάδιζον. Ἐδόκει γὰρ εὐσεβεῖν αὐτοῖς, καὶ μηροὺς αἰδεῖσθαι πατρὸς, δι' ὧν καὶ γεγόνασιν. Ἐπεὶ δὲ διεγηγερμένος ἐν αἰσθήσει τοῦ πράγματος γέγονεν ὁ πατὴρ, ἐπαρᾶται μὲν εὐθὺς τὸν τοῦ πρέποντος, καὶ τῆς εἰς αὐτὸν αἰδοῦς ἠφειδηκότα παραλόγως, καὶ ζυγὸν αὐτῷ τὸν οἰκετικὸν ἐπετίθει δικαίως, Χαναὰν ὀνομάζων διὰ τοὺς ἐξ αὐτοῦ Χαναναίους, οἳ καὶ τῆς δίκης αὐτῷ συμμεθέξειν ἔμελλον. Παγγενῆ γὰρ ἐκολάζετο. Εὐλόγηκε δὲ τοὺς τιμήσαντας.

βʹ. Ἐμφήνειε δ' ἂν αἰνιγματωδῶς καὶ τόδε δὴ πάλιν τὸ ἐπὶ τοῖς Ἰουδαίοις μυστήριον. Τρεῖς μὲν γὰρ οἱ πάντες γεγόνασι λαοὶ, ὅ τε ἐν πρώτῳ καιρῷ καθάπερ καὶ ὁ Σὴμ, καὶ μὴν καὶ ὁ διὰ μέσου κατὰ τὸν ἐπάρατον Χὰμ, καὶ ὁ τρίτος ὁ λοῖσθος νοοῖτο δ' ἂν ὡς ἐν τελευταίοις Ἰάφεθ, ὃς ἑρμηνεύεται πλατυσμός. Ἐπειδὴ δὲ ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἴδιον Υἱὸν, ὃς διὰ μηρῶν σημαίνεται, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ νοητὸν τῆς θεότητος κάλλος, ἀσχήμονά τε καὶ ἀτερπῆ διὰ τὸ ἀνθρώπινον· Οὐδὲ γὰρ εἶχεν εἶδος, οὐδὲ κάλλος, κατὰ τὴν τοῦ προφήτου φωνήν· τότε δὴ τότε, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἐπιμαρτυρήσειεν ἂν ἡ ἔκβασις, ὁ μὲν πρῶτός τε καὶ λοῖσθος λαὸς, τουτέστιν, οἱ ἐν ἀρχῇ καὶ πρῶτοι πιστεύσαντες, καὶ μὴν καὶ ὁ κληθησάμενος ἐν ἐσχάτοις, δεδυσώπηνται τὸν Ἐμμανουήλ. Εὐλόγηνται δὲ δι' αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ὁ δέ γε τοῖν δυοῖν μεταξὺ γεγονὼς, καταμειδιάσας ὥσπερ Χριστοῦ διὰ τὸ τῆς ἀνθρωπότητος ἀκαλλὲς, καὶ τὸν ἐκ Θεοῦ πεφηνότα Υἱὸν κατὰ πολλοὺς ἀτιμάσας τρόπους, ἐν τῷ τῆς δουλείας ἀπομεμένηκε τρόπῳ, καὶ τῆς τῶν πατέρων ἐλευθερίας ἀπώλισθεν. Ὅτι δὲ ἔμελλον οἱ ἐν ἐσχάτοις καιροῖς ἐκ τῶν Ἰουδαίων πιστεύσαντες τῶν πρώτων ἔσεσθαι κοινωνοὶ μονονουχὶ καὶ ὁμέστιοι· ἅτε δὴ καὶ εἰς μίαν συνενεχθέντες πόλιν, ἤγουν αὐλὴν ἢ ἑστίαν, τουτέστι τὴν Ἐκκλησίαν, ὑπέφηνεν εἰπὼν, Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, τουτ έστι, τῷ τρίτῳ καὶ ἐν ἐσχάτοις· τρίτος γὰρ ὁ Ἰάφεθ· καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, τουτέστι, τοῦ πρώτου· καὶ γενηθήτω Χαναὰν παῖς αὐτῶν· τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Χριστὸς τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἀμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε. Καταμειδιάσαντες γὰρ οἱ τάλανες Ἰουδαῖοι τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας, καὶ τὴν ἀποκάλυψιν αὐτοῦ τὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γενομένην οὐ τετιμηκότες, ἐν τῷ τῆς δουλείας μεμενήκασι πνεύματι. Περὶ τοῦ πύργου καὶ τῆς αὐτοῦ κατασκευῆς. Ἐλελοίπει μὲν οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ εὖ εἶναι καὶ εὐημερεῖν. Πλήρη γὰρ αὐτὴν ἀπετέλει καὶ παντὸς ἐπίμεστον ἀγαθοῦ ὁ τῶν ὅλων Ποιητής. Ὑπενήνεκται δὲ πρὸς τὸ μεῖον ἡ πρὶν μεγάλη ζημιουμένη κατὰ βραχὺ, τὰ δι' ὧν ἦν εἰκὸς ὁρᾶσθαι σεπτὴν, καὶ ἀρτίως ἔχουσαν εἰς τὸ λίαν ἐπιπρεπές. Οἷον φέρε εἰπεῖν, ἀπημπόληκε μὲν τὸ ἄφθαρτον ἐν Ἀδάμ. Εἴρηται γὰρ πρὸς αὐτὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἐστέρηται δὲ μετὰ τοῦτο τοῦ πνεύματος. Ἐπειδὴ γὰρ μόνα φρονεῖν ἐθέλοντας τὰ σαρκὸς ἀνόσιά τε καὶ μυσαρώτατα πάθη τοὺς ἐπὶ γῆς ἑώρα Θεὸς, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου, φησὶν, ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἀλλ' ἰδοὺ δή τι καὶ ἕτερον ὑπομένει πάλιν. Ἐπ' ἀνοσίοις γὰρ σκέμμασι καὶ ἀποπλήκτοις εἰκαιοβουλείαις κατεγνωσμένοι τινὲς εἰς ἑτεροίαν αὐτὴν καὶ ἀσύμφωνον ἐκκομίζουσι γλῶσσαν. Ἦν μὲν γὰρ, φησὶ, πᾶσα ἡ γῆ χεῖλος ἒν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ, καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· ∆εῦτε, πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον· καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πιλός. Καὶ εἶπαν, ∆εῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πᾶσαν τὴν γῆν. Εἶτα κάτεισιν ὁ Θεὸς, οὕτω γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερὸν, καὶ συγχεῖ μὲν αὐτῶν τὰς γλώσσας, κατασκεδάννυσι δὲ καὶ εἰς πᾶσαν αὐτοὺς τὴν γῆν. Ἐπετίμα μὲν γὰρ τοῖς ἐπιχειρήμασιν ὁ τῶν ὅλων Θεὸς, οὐ δέδιε δὲ τὸ συμπέρασμα· ὡς δὲ ὑπέροπτόν τι βεβουλευμένους, ἡμερότητι τῇ ἐμφύτῳ χρώμενος, ὑποπαύει τῶν ἐγχειρημάτων τῇ πολυγλωσσίᾳ· σημαίνων ὅτι τὰς ὑπὲρ ἄνθρωπον σκέψεις, καὶ εἰ φέροιντό πως διὰ τῶν ἀμηχάνων, οὐκ ἀνεπιπλήκτους ἐᾷ. Αὐτὰς δὲ συγχεῖ τὰς γλώσσας, τὰ γάρ τοι μόνης τῆς τοῦ ∆ημιουργοῦ δεόμενα τέχνης, καὶ μέν τοι καὶ ἐξουσίας, ἁρμόσειεν ἂν οὐχ ἑτέρῳ τῳ ποθεν, ἀλλ' αὐτῷ δὴ καὶ μόνῳ. Γλώσσης δὲ μεταπλασμὸν, καὶ τὸ ἐξευρύνεσθαι λόγον εἰς ἠχὼ τὴν διάφορον, ἀναθείη τις ἂν εἰκότως τῷ γε ἀληθῶς μόνῳ τε καὶ κατὰ φύσιν ∆ημιουργῷ. Ἀμοιρήσειε δ' ἂν οὔτι που τὸ γεγονὸς, τοῦ σφόδρα εἰκότως διαγελᾶσθαι δεῖν. Ὑπειλήφασι γὰρ, οὐκ οἶδ' ὅπως, πάντη τε καὶ πάντως ἰσχύσειν καὶ ἄχρις ἂν αὐτῶν οὐρανῶν τὸν ἐκ πλίνθου τε καὶ γῆς ἀναδείμασθαι πύργον. Εἶεν δ' ἂν εἰς τύπον, οἶμαί που, καὶ αὐτοὶ δὴ πάλιν τῆς Ἰουδαίων ἀσυνεσίας, εὑρήσειν ὑπειληφότων τὴν πρὸς Θεὸν οἰκειότητα· μονονουχὶ δὲ καὶ αὐτὴν τὴν εἰς τὰ ἄνω πορείαν, οὐ διά γε τοῦ δρᾷν ἑλέσθαι τυχὸν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, οὔτε μὴν διὰ πίστεως τῆς εἰς Χριστὸν, ἀλλ' ὥσπερ τινὰ πύργον ἐξανιστάντων, ἀμαθῶς τὸ ἐπὶ γυμνῇ καὶ μόνῃ τῇ τῶν πατέρων εὐκλείᾳ φρονῆσαι τὰ ὑψηλά. Ἄνω τε γὰρ καὶ κάτω τὸν Ἀβραὰμ ὀνομάζοντες, καὶ γηΐνοις αὐχήμασι τὴν ἰδίαν ὥσπερ οἰκοδομοῦντες δόξαν, ἀεί πως κατεγινώσκοντο. Ἀλλ' ἐπετίμα μὲν τοῖς τὸν πύργον τεκταινομένοις ὁ Θεὸς, καὶ εἰς πολλὰς αὐτοὺς κατεμέριζε γλώσσας. Προαναφώνησιν δὲ ὥσπερ τινὰ γενέσθαι φαμὲν, τὸ ἐπ' ἐκείνοις τότε, τῶν τοῖς Ἰουδαίοις συμβεβηκότων. Φρονοῦντας γὰρ λίαν τὰ ὑψηλὰ, καὶ δι' ὧν ἥκιστα χρὴ τὴν εἰς τὰ ἄνω ζητοῦντας πορείαν, κατεσκέδασεν εἰς πολυγλωσσίαν, τουτέστιν, εἰς πάντα τὰ ἔθνη. ∆ιεσπάρησαν γὰρ χώρας τε τῆς σφῶν καὶ πόλεως, καὶ οἴκων ἀπηλαμένοι, καὶ γεγόνασι πλανῆται ἐν τοῖς ἔθνεσι, κατὰ τὴν Προφήτου φωνήν. Ἀλλ' ἐν Χριστῷ τὸ πολύγλωσσον, σημεῖον ἦν ἀγαθόν. Συνηγμένων γὰρ τῶν μαθητῶν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς οἶκον ἕνα· Ἐγένετο, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἄφνω ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἄπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Τί δὲ δὴ καὶ ἐλάλουν; χορηγοῦντος τοῦ Πνεύματος τὴν εἰς τὰ ἄνω πορείαν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἐν Χριστῷ διὰ πίστεως, τὴν ἁπάντων τῶν κατὰ τὴν οἰκουμένην γλωσσῶν, ἤτοι λαῶν ἢ ἐθνῶν εἰς ἑνότητα συνδρομὴν ἐν Πνεύματι. Ἐξωμολογεῖτο γὰρ ἅπασα γλῶσσα βροτῶν τῷ Χριστῷ, καὶ τὰ αὐτοῦ ἐλάλει μυστήρια. Οὐκοῦν ἐπὶ μὲν τοῦ πύργου σκεδασμοῦ καὶ ἀποδρομῆς τῆς εἰς πάντα τὰ ἔθνη, σημεῖον ἦν ἡ πολυγλωσσία· ἐπὶ δὲ τοῦ Χριστοῦ, τῆς εἰς ἑνότητα διὰ Πνεύματος συνδρομῆς, καὶ τῆς εἰς τὰ ἄνω πορείας. Γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς, πύργος ἰσχύος, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, εἰς τὴν ἄνω διακομίζων πόλιν, καὶ τοῖς τῶν ἁγίων ἀγγέλων συνάπτων χοροῖς τοὺς ἐπὶ τῆς γῆς. Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.

αʹ. Νόμον μὲν εἰς βοήθειαν δέδωκεν ὁ τῶν ὅλων Θεός· γέγραπται γὰρ ὡδί. Πλὴν ὅτι παιδοκομεῖ μὲν ὁ νόμος, τελειοῖ δὲ λοιπὸν τὸ Χριστοῦ μυστήριον, χαλεπὸν οὐδὲν ἐξ αὐτῶν ἡμᾶς καταθρεῖν τῶν ἱερῶν Γραμμάτων, τὴν ἐπὶ τῷδε πίστιν ἐρανιζομένους εὖ μάλα, καὶ τὰ ἀληθῆ συλλέγοντας· ἀπόχρη δὲ, οἶμαι, καὶ ὁ θεσπέσιος λέγων Παῦλος περὶ ταῖν δυοῖν διαθήκαιν· Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Οὐκοῦν ἴοι μέν τις καὶ μάλα ῥᾳδίως εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, οὐ διά γε τῆς πρώτης καὶ Μωσαϊκῆς ἐντολῆς· διὰ τῆς λεγομένης δὲ ἐπεισῆχθαι ἐλπίδος, ἢν ταῖς εἰς τὸ ἄμεινον ψήφοις στεφανοῦν ἐδόκει τῷ μυσταγωγῷ πρὸς ἀλήθειαν βλέποντι. Ἠθετῆσθαι δὲ σαφῶς τὰ ἐν νόμῳ φησὶ, καὶ τῆς προαγούσης ἐντολῆς τὸ μηδὲν δύνασθαι τελειοῦν καθορίζων, ἐπιστέλλει Ἑβραίοις· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτῇ λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἢν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξουσιν ἔκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐπιφέρει δὲ τούτοις εὐθύς· Ἐν δὲ τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Οὐκοῦν ἀσθενὴς ὁ νόμος, καὶ πολὺ τὸ ἀδρανὲς ἔχον ὁρᾶται λοιπὸν πρός γε τὸ δύνασθαί φημι τελειοῦν εἰς ἁγιασμόν. Ὅτι δὲ ἀμείνων ἡ ἐν Χριστῷ δικαίωσις καὶ ἡ λατρεία, Θεοῦ διακεκραγότος ἀκούσῃ σαφῶς διὰ προφητῶν φωνῆς, τοῖς τὴν ἔννομον τετιμηκόσι λατρείαν, καὶ οἱονεί πως ἀπρὶξ ἡμμένοις τῆς παλαιωθείσης ἐντολῆς, ποτὲ μὲν, Λούσασθε, καθαροὶ γένεσθε· ποτὲ δὲ δὴ αὗ, Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐν αὐτῷ τεθεάμεθα νοητῶς τὸν Πατέρα, καὶ τὸν φύσει Θεὸν ἐγνώκαμεν.

βʹ. Εὐπετοῦς δὲ ἄγαν ὄντος μυρία μὲν ὅσα τοῖς εἰρημένοις ἐπισωρεύειν ἔτι, προσεπενεγκεῖν δὲ φωνὰς προφητῶν ἁγίων, δι' ὧν ἄν τις ἴδοι καὶ μάλα σαφῶς ἀπαράδεκτον τῷ Θεῷ τὴν κατὰ νόμον λατρείαν· ἵνα μὴ τοῦ προκειμένου σκοποῦ τὸν λόγον ἐξελκύσωμεν, καὶ οἴχοιτό που μακρὰν τὸ διήγημα, τρίβον ὥσπερ ἐφ' ἑτέραν ἰὸν, ἐπ' αὐτὸν ἤδη βαδιούμεθα τὸν θεσπέσιον Ἀβραάμ. Ὃς ἐπείπερ ἐπύθετο τὸν ἀδελφόπαιδα Λὼτ ἀδοκήτως κεκινδυνευκότα, κατῴκει γὰρ ἐν Σοδόμοις, καὶ ἐν οἰκέταις ἤδη ἦν δορίληπτος ὢν, ἐξοπλίζει μὲν τοὺς οἰκογενεῖς, καὶ ἑτέρους τινὰς τῶν συνωμότων Ἐσχὸλ, Ἀννὰν, καὶ Μαμβρῆ· ἀντεξάγει δὲ τοῖς νενικηκόσιν, οὐκ ἀγεννῶς, καὶ τῆς ἐκείνων πλεονεξίας ἀπαλλάττει τὸν ἄνθρωπον. Καὶ σὺν αὐτῷ πλείστην ὄσην ἀνασώζει πληθὺν, συνηδικημένην καὶ κινδυνεύουσαν. Ὑπονοστοῦντι δὲ οἴκοι, καὶ τῆς κατ' ἐχθρῶν εὐανδρίας σεπτὰ φέροντι τὰ γνωρίσματα, προσυπήντων αὐτῷ ἀναγκαίως οἱ διὰ τῶν αὐτοῦ πόνων ὠφελημένοι. Γέγραπται γὰρ οὕτως· Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς ἀπάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ, καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαυῆ. Τοῦτο δὲ ἧν πεδίον βασιλέως· προσεπάγει δὲ ὅτι Καὶ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου, καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων. Ἄθρει δὴ οὖν τῆς ἐν Χριστῷ τελειώσεως τοὺς τύπους ἐναστράπτοντας ἐναργῶς τῷ Μελχισεδὲκ, καὶ τῆς κατὰ νόμον λατρείας τὸ μέτρον ἐν μείοσιν. Εἴπερ ἐστὶν οὐκ ἐνδοιαστὸν ὅτι πάντη τε καὶ πάντως τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται, κατὰ τὸ γεγραμμένον, Ῥίζα δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, ὁ θεσπέσιος Ἀβραὰμ, καὶ τὸ ἐν αὐτῷ προὖχόν τε καὶ ἐξαίρετον, ὁ Λευῒ, τοῖς τῆς θείας ἱερωσύνης κατεστεμμένος αὐχήμασιν. Ἀλλ' ἦν ἐν ὀσφύϊ κείμενος ἔτι. ∆υνάμει γὰρ ἦν τῶν ἐξ αὐτοῦ κατὰ καιροὺς ἐσομένων πατὴρ ὁ μακάριος Ἀβραάμ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ σοφῶς εἰρημένον περὶ τοῦ Λευΐ. Ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Εὐλόγηται τοίνυν ἡ κατὰ νόμον δικαιοσύνη παρὰ τῆς ἐν Χριστῷ λατρείας, ἧς τύπος ὁ Μελχισεδέκ. Προφερεστέρα δὲ ὅτι καὶ ἀσυγκρίτως ἡ εὐλογία, οἵα τε τῆς οὐχ ὧδε ἐχούσης, πῶς ἂν ἐνδοιάσειε τις; Ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἰσχνῶς καὶ διεσμιλευμένως, οὐκ εἰς μακρὰν θεωρήσομεν.

γʹ. Φιλοπευστήσει δὲ ἴσως καὶ πρό γε τῶν ἄλλων, ὁ χριστομαχεῖν ᾑρημένος, τίς δὴ ἄρα γέγονεν ὁ Μελχισεδέκ. ∆ιαφόροις γὰρ δόξαις ταῖς ἐπ' αὐτῷ καταμεθύουσί τινες, ὕθλοις εἰκαίοις ἀσυνέτως ἐνολισθήσαντες, καὶ τοῖς ἔθεσι τῆς θεοπνεύστου Γραφῆς οὐ σφόδρα προσεσχηκότες. Οἱ μὲν γὰρ ὡς ἐν φάσματι καὶ εἴδει μόνῳ τῷ καθ' ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ὑπαντῆσαι, καὶ μόνον ὀφθῆναί φασι νενικηκότι τῷ Ἀβραάμ. Οἱ δὲ τοῦτο μὲν οὐχί· δεδίασι γὰρ, οἶμαί που, τὸ πολὺ λίαν ἀπονενευκὸς εἰς τὸ ἀκαλλὲς, δύναμιν δὲ εἶναι διϊσχυρίζονται τῆς τῶν ἀγγέλων πληθύος περιφανῆ τε καὶ ἔκκριτον. Παρεκόμισε δὲ αὐτοὺς εἰς τὴν ἐπὶ τούτῳ δόξαν, ἀδρανὴς, ὡς ἔοικε, καὶ ἀσύφηλος νοῦς. Ἐπειδὴ γὰρ, φασὶν, ἑρμηνεύεται Σαλὴμ εἰρήνη· βασιλεὺς δὲ Σαλὴμ ὁ Μελχισεδὲκ κατωνόμασται, μὴ ἄνθρωπος νοείσθω, φασὶν, ἀλλ' ἔστω τὸ Πνεῦμα δηλούμενον. Ἴδιον γὰρ ἡ εἰρήνη Θεοῦ, καὶ αὐτὸς εἰρήνης κατάρξει μόνος. Προσεπάγουσι δὲ τούτοις, Εἰ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχει, τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον ἀνθρώπῳ προσνέμειν, πῶς οὐκ ἂν γένοιτο μωρίας γραφή; Νοείσθω δὴ οὖν τὸ Πνεῦμα πάλιν. Εἰ γὰρ καὶ ἀφ ωμοίωται, φησὶ, τῷ Υἱῷ τοῦ Ὑψίστου, μένει δὲ καὶ ἱερεὺς εἰς τὸ διηνεκὲς, πῶς οὐ διὰ πάντων οἰηθείημεν ἂν οὐκ ἄνθρωπον εἶναι τὸν Μελχισεδέκ; Εἶτα τούτοις ἑτέρους συνεπιπλέκοντες λογισμοὺς ἐμπεδοῦν οἴονται πρὸς ἀλήθειαν τὸν οὐκ οἶδ' ὅθεν αὐτοῖς πορισθέντα λόγον. Ἡμᾶς δὲ ἀνάγκη τὸ εἰς νοῦν ἧκον εἰπεῖν, ταῖς ἐκείνων ὑποψίαις τὸ ὡς ἄριστά τε καὶ ὀρθῶς ἔχειν δοκοῦν ἀνθυπενεγκεῖν ᾑρημένους. Πρῶτον μὲν γὰρ εἰ φρονεῖν ἐγνώκασι τὰ εἰκότα, πόλιν εἶναι καὶ αὐτοὶ συνομολογήσουσι τὴν Σαλὴμ, ἧς οὐ πρῶτός τε καὶ μόνος βεβασίλευκεν ὁ Μελχισεδὲκ, ἀλλ' ἦσάν που πάντως πλεῖστοι, ὅσοι μὲν πρὸ αὐτοῦ, γεγόνασι δὲ καὶ ἕτεροι μετ' αὐτόν. Εἰ δέ τις ἡμᾶς οἴοιτο ψευδοεπεῖν, ἡκέτω καὶ δεικνύτω καὶ εἰς δεῦρο τῆς Σαλὴμ βασιλεύοντα τὸν Μελχισεδέκ· καί τοι πόλεως οὔσης τῶν κατὰ τὴν Ἰουδαίαν μιᾶς, ἣ μετωνόμασται τάχα που Ἱερουσαλήμ. Ὅρασις δὲ εἰρήνης καὶ τοῦτο διερμηνεύεται. Ἀλλ' οὐκ ἂν ἐπιδείξειέ τις. Ἀμαθὲς οὖν ἄρα ταῖς ὀνομάτων ἑρμηνείαις προσεσχηκότας ἀναιρεῖν ἀποτολμᾷν τὰ σαφῆ τε καὶ ὡμολογημένα. Ὅτι δὲ ἀμαθὲς τὸ χρῆμα καὶ ἀσυνεσίας ἔμπλεως ὁ ἐπὶ τῷδε λόγος, ἀκονιτὶ διοψόμεθα κἀκεῖνο εἰς νοῦν δεχόμενοι. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ, καθάπερ ἔφην ἀρτίως, Ὅρασις εἰρήνης, ἢ, Μετέωρος θανάτου. Ἰσραὴλ δὲ αὖ, Νοῦς ὁρῶν τὸν Θεόν. Αἶνος δὲ καὶ ὕμνησις, Ἰούδας. Ἀλλ' ὅσοι γεγόνασι κατὰ καιροὺς ἀνόσιοί τε καὶ βέβηλοι βασιλεῖς τῆς Ἱερουσαλὴμ ἐπί τε τὸν Ἰσραὴλ, καὶ Ἰούδαν, διαβεβόηκεν ἐναργῶς τὸ Γράμμα τὸ ἱερόν. Οὐκοῦν ἐπειδήπερ ὁράσεως εἰρήνης, αἴνου τε καὶ ὑμνήσεως, καὶ νοῦ Θεὸν βλέποντος οὐκ ἂν ἐπίγειος γένοιτο βασιλεύς. Ἀλλ' οὐδ' ἂν ἀνθρώπῳ τὸ χρῆμα πρέποι, φέρε λέγωμεν, ταῖς τῶν ὀνομάτων ἑρμηνείαις προσεσχηκότες, τοὺς κατὰ καιροὺς βεβασιλευκότας σκιὰς εἶναι καὶ εἴδωλα, καὶ οὐδὲ ἀνθρώπους ὅλως· τὸ Πνεῦμα δὲ μᾶλλον, καθὰ καὶ ἐπὶ τοῦ Μελχισεδέκ. Ὅτι δὲ ἡ τῶν ὀνομάτων δύναμις, ἤτοι τῶν ἑρμηνειῶν, κατ' οὐδένα τρόπον τὴν τῶν πραγμάτων εἰς ἑαυτὴν καταβιάσεται φύσιν, κἀντεῦθεν ἂν μάθοις. Ἆρα γὰρ οὐκ οἰήσεταί τις, μᾶλλον δὲ καὶ ἀληθὲς εἶναι πάντη τε καὶ πάντως ἐρεῖ, ὡς εἴπερ ἐστὶν ὅρασις εἰρήνης ἡ Ἱερουσαλὴμ, ἔδει δὴ πάντως αὐτὴν μὴ ἀγνοῆσαι Χριστόν; Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς. Ἀλλ' οὐ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὸν δι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ εἰς ἑνότητα τὴν ἐν πνεύματι κεκολλήμεθα τῷ Πατρὶ, τὸν ποιήσαντα τὰ ἀμφότερα ἓν, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσαντα λαούς. Πῶς οὖν ὅρασις εἰρήνης εἰ μὴ τεθέαται τὸν Χριστόν; καὶ εἴπερ ἐστὶν μετέωρος θανάτου, τουτέστι, θανάτου κρείττων καὶ ἀνωτέρα, πῶς ἡ ἀθλία διόλωλε διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν; προσεφώνει γὰρ λέγων τοῖς Ἰουδαίοις αὐτός· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Καὶ εἰ Νοῦς ὁρῶν Θεὸν, Ἰσραὴλ ἑρμηνεύεται, τί μὴ τεθέαται τὴν δόξαν Χριστοῦ, δι' οὗ καὶ ἐν ᾧ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα; πῶς δὲ κατελήφθησαν ὑπὸ τῆς σκοτίας; ἢ πῶς ἐλέγετο περὶ αὐτῶν, καὶ τῶν ἡγεῖσθαι λαχόντων, Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν; Ποία γὰρ ἂν νοοῖτο τυφλότης εἰς νοῦν ὁρῶντα Θεόν; Οὐκοῦν ἀμαθίας ἔμπλεων τὸ ταῖς ὀνομάτων ποιότησι πάντη τε καὶ πάντως καὶ αὐτῶν τῶν πραγμάτων ἀπονέμειν τὸ κράτος. Ἀπείρξει δὲ, οἶμαι, λοιπὸν παντελῶς οὐδὲν ὀρθῶς καὶ καθηκόντως ὑπονοεῖν ἄνθρωπον ὄντα τὸν Μελχισεδέκ, βεβασιλευκέναι δὲ κατὰ καιροὺς τῆς Σαλὴμ, κἂν ἑρμηνεύοιτο τυχὸν εἰρήνη.

δʹ. Προσεπαθρητέον δὲ τοῖς εἰρημένοις καὶ τόδε· βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ αἰνίγματος τὰ θεῖα μόλις μυστήρια· ὁλοκλήρως δὲ τῶν γεγονότων οὐδὲν ἐξομοιοῦν ἔχοντες τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἐκ μυρίων ὅσων παραδειγμάτων μετρίως ἐρανιζόμεθα τὸ δύνασθαί τι περὶ αὐτῆς ἢ νοεῖν ἢ φράσαι κατά γε τὸ ἐφικτόν. Οὐδὲν δὲ ἧττον ἀσυμφανὲς ἄγαν ἐστὶ τὸ ἐπὶ Χριστοῦ μυστήριον, καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος οὐ τοῖς τυχοῦσιν ἁλώσιμος. Βαθὺς δὲ δὴ λίαν τῆς οἰκονομίας ὁ λόγος. Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Μονογενὴς, γέγονεν ἄνθρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κεχρημάτικε δὲ καὶ Ἀπόστολος καὶ Ἀρχιερεὺς ἡμῶν, καὶ ἀπήλλαξεν ἡμᾶς τοῦ βραδυγλώσσου νόμου, μετατέθεικε δὲ καὶ εἰς εὐφωνίαν μαθημάτων εὐαγγελικῶν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ αἰχμαλώτους ὄντας ἀνῆκεν ἡμᾶς, καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἐξ ᾅδου μυχῶν ἐῤῥύσατο τοὺς κεκοιμημένους, καὶ τεθεμελίωκε μὲν τὴν Ἐκκλησίαν, κεχειροτόνηται δὲ καὶ ἄρχων ἐφ' ἡμᾶς, καὶ διεβίβασε μὲν ἐν πίστει τὸν Ἰορδάνην, δέδωκε δὲ τὴν ἐν πνεύματι περιτομὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν εἰσκεκόμικε βασιλείαν. Ὅτι μὲν οὖν γέγονε καθ' ἡμᾶς, ἀποχρήσειν οἶμαι λέγοντα τὸν θεσπέσιον εὐαγγελιστὴν, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι δὲ κέχρισται καὶ εἰς ἱερέα καὶ ἀπόστολον, ἡ τοῦ Ἀαρὼν ἀνάδειξις ὑπεμφήνειεν ἂν καὶ μάλα σαφῶς. Κατεχρίετο γὰρ ἐλαίῳ τῷ ἡγιασμένῳ, καὶ εἰς ἄρχοντα τέθειται καὶ ἡγούμενον ἱερέων καὶ λαοῦ, καὶ μὴν καὶ μετώποις ἄκροις τὸ ψέλλιον ἐδέχετο τὸ χρυσοῦν, ἤτοι τὸ πέταλον, γραφὴν ἔχον τὸ ὄνομα Κυρίου. Τοῦτο δὲ ἦν ἐναργὲς τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλέως σύμβολον, καὶ οἱονεὶ διάδημα λαμπρὸν καὶ περίοπτον. Ὅτι δὲ ἀμείνων τῆς νομικῆς λατρείας ἡ διὰ Χριστοῦ, κατίδοι τις ἂν ὡς ἐν Ἀαρὼν, καθάπερ ἀμέλει καὶ ἐν τῷ Μελχισεδέκ. ∆εκάτας μὲν γὰρ οἱ Λευῗται παρὰ τῶν υἱῶν Ἰσραὴλ κατὰ νόμους ἐδέχοντο. Πλὴν ἐκέλευσε Θεὸς ἐκ τῆς τῶν Λευϊτῶν δεκάτης ἀπονέμεσθαι δεκάτην ὡς ἡγουμένῳ τῷ Ἀαρὼν, κατά τε τὸν τοῦ δεῖν ἱερᾶσθαι τρόπον ταῖς ἀνωτάτω κομῶντι τιμαῖς. Σύνες οὖν ὅπως καὶ ἐν προσώπῳ τοῦ Ἀαρὼν ὁ δεκάτας λαμβάνων, Λευῒ δεδεκάτωται. Τέθειται γὰρ Ἀαρὼν εἰς πρόσωπον τοῦ Χριστοῦ. Καὶ οἱ μὲν ἄλλοι πάντες Λευῗται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἐπὶ τὴν πρώτην σκηνήν. Μόνος δὲ καὶ ἐκ πάντων ὁ θεσπέσιος Ἀαρὼν, ἅπαξ τοῦ ἐνιαυτοῦ, κατὰ τὸ γεγραμμένον, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει, καὶ οὐ χωρὶς αἵματος, κατὰ τὸν νόμον. Τύπος δ' ἂν εἴη καὶ τόδε Χριστοῦ τοῦ τεθνεῶτος ἅπαξ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, εἰσελαύνοντος δὲ καὶ εἰς τὴν ἄνω τε καὶ ἱερωτάτην σκηνήν. Ταύτην γὰρ ἡμῖν ἐνεκαίνισεν ὁδὸν, ἁγιάζων τε τῷ αἵματι τῷ ἰδίῳ τὴν Ἐκκλησίαν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς, προκεχειρισμένος εἰς ἀποστολὴν, ἐδέετο τοῦ Θεοῦ, λέγων· ∆έομαι, Κύριε, οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος, καὶ βραδύγλωσσος ἐγώ εἰμι. Προσετίθει δὲ τούτοις· Προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστελεῖς. Εἶτα πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Οὔκ· ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης, ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σου. Καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτὸν, καὶ δώσεις τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ λαλήσει αὐτός σοι πρὸς τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα. Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος διὰ κύκλου μόλις μακροῦ, τοῦ κατὰ τὸ Γράμμα φημὶ, μονονουχὶ καὶ ὑποψελλίζων ἡμῖν τὸ Θεῷ δοκοῦν· στόμα δὲ Μωσέως τὸ εὐφωνότατον, ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην τοῖς ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Τοιγάρτοι φησὶν ἐν τεσσαρακοστῷ καὶ ὀγδόῳ Ψαλμῷ· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν Ἀαρὼν ὁ Χριστός. Καὶ τό γε παραδοξότερον. Μὴ γάρ τοι θαυμάσῃς, εἰ ἐν τοῖς ἐγνωκόσιν αὐτὸν καὶ ἐν εἰδήσει τῶν νόμων τῆς ἰδίας ὑπεροχῆς ἐσκιαγράφει τὸ μέγεθος· ὅτε καὶ ὡς ἐν ἀνδρὶ πέφηνεν ἀλλογενεῖ, καὶ αἰχμαλωσίας ἀνιέντι τὸν Ἰσραὴλ, καὶ τὴν ἁγίαν καὶ ἱερὰν θεμελιοῦντι πόλιν, καὶ ἔχοντι ἄμαχον τὴν κατὰ πάντων ἰσχύν. Ποιήσομαι δὲ σαφῆ τὴν ἀφήγησιν, βραχυλογήσας ὡς ἔνι.

εʹ. Ἦκτο μὲν αἰχμάλωτος ἡ Ἰουδαία ποτὲ, καὶ μακροὺς ἐν Βαβυλῶνι κατετρύχοντο χρόνους οἱ ἐξ Ἰσραὴλ, σκληρᾷ καὶ βαρβάρῳ δουλείᾳ κατηχθισμένοι. Ἐπεὶ δὲ ὁ Καμβύσου Κῦρος Μήδων τε ἅμα καὶ μὴν καὶ Περσῶν ἐξηρτημένος τὸ κράτος, πόλεμον αἵρεται πρὸς Ἀσσυρίους ὁμόρους ὄντας καὶ γείτονας, τότε δὴ τότε καὶ αὐτὴν τὴν Βαβυλῶνα κατὰ κράτος ἑλὼν, ἀνῆκε τοὺς Ἰουδαίους τὴν Ἀσσυρίων θρηνοῦντας πλεονεξίαν, καὶ οὐκ ἀδακρυτὶ προσθέοντας· διαβεβαιουμένους τε ὅτι καὶ προείρητο παρὰ Θεοῦ διὰ φωνῆς ἁγίων, ὅτι καὶ ἥξει κατὰ καιροὺς, καὶ περιέσται τῶν ἀνθεστηκότων, καὶ αὐτὸς ἀνήσει δεσμῶν τοὺς ἠδικημένους· καὶ ὅτι τὸν οἶκον ἐγερεῖ πάλιν αὐτὸς τὸν ἐν Ἱεροσολύμοις, ὃν Ἀσσύριοι καταπιμπρῶντες, ἐδυσσέβουν εἰς Θεόν. Καὶ ψευδοεποῦντας ἐν τούτοις τοὺς ἐξ Ἰσραὴλ οὐχ εὑρήσομεν, τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες γραφάς. Ἔφη δὲ οὕτω Θεὸς διὰ φωνῆς Ἡσαΐου· Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Ὁ λέγων Ἱερουσαλὴμ, Κατοικηθήσῃ· καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας, Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ. Ὁ λέγων τῇ ἀβύσσῳ, Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλὴμ, Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι· ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ λαλῶν τὸ ὄνομά σου, ὁ Θεὸς Ἰσραήλ· ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλτοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως ὅτι ἐγὼ Κύριος ὁ Θεός· καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με. Ἀκούεις ὅπως ἐναργῶς τὸ, Οὐκ ᾔδεις με, φησίν· οὐδὲ ἐν τοῖς εἰδόσι Θεὸν τὸν οὕτω περιφανῆ κατατάττειν ἀξιῶν, ὃν αὐτὸς ἐτίθει, καὶ βασιλέων κρείττονα, καὶ μυρίων ὅσων ἐθνῶν δεσπότην. Τύποι γὰρ ἦσαν τὰ ἐπ' αὐτῷ τῶν διὰ Χριστοῦ κατορθωμάτων. Προηγόρευσε μὲν γὰρ ὡς αὐτὸς διασκεδάσει τὰς Βαβυλωνίων ψευδομαντείας, καὶ τὰ τῶν ἐγγαστριμύθων σημεῖα. Τὰς δὲ τῶν ἰδίων προφητῶν, οὓς καὶ ἀγγέλους ὠνόμασε, βουλὰς ἤτοι προαγορεύσεις, οὐ διεψευσμένας ἀποφανεῖ. Προκαταμεμήνυκε δὲ ὅτι καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομήσει πόλεις, καὶ τὴν ἄβυσσον ἐρημώσει, καὶ πάντας αὐτῆς καταξηρανεῖ τοὺς ποταμούς· ἄβυσσον, οἶμαί που, τὴν Βαβυλῶνα λέγων, διά τοι τὸ πλῆθος τῶν κατοικούντων ἐν αὐτῇ· ποταμοὺς δὲ αὐτῆς, τὰ ἔθνη τὰ συῤῥέοντα πανταχόθεν εἰς ἐπικουρίαν. Ἀλλὰ φέρε λέγωμεν τὰ ἐπὶ Κύρῳ σαφῶς, μεταπλάττοντες ἀστείως εἰς τὸ Χριστοῦ μυστήριον, τὰ δι' ἐκείνου κατωρθωμένα. ϛʹ. Γέγονε τοίνυν ὁ Κῦρος, μητρὸς μὲν Μανδάνης τῆς Ἀστυάγου θυγατρὸς τοῦ Μήδων ἐξάρχοντος· πατρὸς δὲ Καμβύσου, Πέρσου μὲν τὸ γένος, ἐπιεικοῦς δὲ λίαν τοὺς τρόπους. Ὅθεν τινὲς τῶν ἀρχαιοτέρων, ἡμίονόν τε καὶ ἑτεροφυᾶ τὸν Κῦρον ὠνόμαζον. ∆ιά γε, οἶμαι, τὸ πατρὸς καὶ μητρὸς ὡς ἐν τῷ γένει διάφορον. Πέρσαι γὰρ δὴ παρὰ Μήδους ἔθνος ἕτερον. Ἴδοις δ' ἄν τι τοιοῦτον καὶ ἐπὶ Χριστοῦ. Μητρὸς μὲν γὰρ γέγονε κατὰ σάρκα τῆς ἁγίας Παρθένου, καθ' ἡμᾶς τε οὔσης καὶ ἀνθρώπου τὴν φύσιν· πατρὸς δὲ τῶν καθ' ἡμᾶς οὐδενός· ἄλλ' ἵν' οὕτως εἴπωμεν, ἑτεροφυοῦς εἰς ἅπαν, καὶ ἀνῳκισμένου τὴν φύσιν, καὶ πᾶν ὑπερθρώσκοντος τὸ τελοῦν ἐν γενητοῖς. Τοιγάρτοι καὶ ἔφασκε πρὸς Ἰουδαίους οἰομένους ὅτι καθ' ἡμᾶς ἐστι, καὶ γέγονε καθ' ἡμᾶς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Καὶ κεκράτηκε μὲν ὁ Κῦρος μυρίων ὅσων ἐθνῶν, καὶ ἅπασα μὲν αὐτὸν ὑπεδέχετο πόλις. Ἔλαβε δὲ καὶ θησαυροὺς σκοτεινοὺς, ἀποκρύ φους, ἀοράτους, καὶ μακρᾶς ἀνῆκε δουλείας τὸν Ἰσραήλ. Βεβασίλευκε δὲ τῆς ὑπ' οὐρανὸν ὁ Ἐμμανουὴλ, καὶ ὡς τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν πᾶσα μὲν αὐτὸν εἰσδέχεται πόλις· ἀνεῖται δὲ ἤδη δουλείας καὶ πλεονεξίας διαβολικῆς πᾶν ὅσον ἐκβεβίαστο, καὶ ὑπ' αὐτῷ πράττειν ἠνάγκαστο γένος. Καταφοιτήσας δὲ καὶ εἰς ᾅδου κεκένωκε θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους. Θύρας χαλκᾶς συνέτριψε, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Τοιγάρτοι καὶ πάλαι πρὸς Ἰὼβ ἔφη τὸν τληπαθέστατον καὶ ἀκαταγώνιστον ἀθλητήν· Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. Ἀναγνώσομεν γὰρ ὡς ἐν ἐρωτήσει ταυτί· καταδεικνύντος τοῦ λόγου τὰ διὰ Χριστοῦ κατορθώματα, καὶ ἐν αὐτοῖς πεπραγμένα τοῖς τοῦ ᾅδου μυχοῖς. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Καὶ Κῦρος μὲν πάλαι χρήματα δοὺς, τὸν ἐν Ἱεροσολύμοις προστέταχεν ἀναδείμασθαι ναόν. Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν τὴν ἁγίαν ὄντως καὶ διαβόητον πόλιν, ὁ Ἐμμανουὴλ, οἷά τινα Βαβυλῶνα κατασείσας εἰσάπαν τὴν ἀλαζόνα καὶ ὑβρίστριαν εἰδωλολατρίαν. Καὶ περὶ μὲν Κύρου Θεὸς, ὅτι Πάντα τὰ θελήματά μου ποιήσει, φησί. Προσπεφώνηκε δέ που καὶ τοῖς Ἰουδαίων λαοῖς ἐξουθενοῦσιν αὐτὸν ὁ πάντων ἡμῶν Σωτήρ· Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε. Καὶ ἑτέρωθί που, Καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Καὶ Κύρῳ μὲν ἔφη Θεός· Ἐκάλεσά σε τῷ ὀνόματί μου. Κύριος δὲ ἀληθῶς ὁ Ἐμμανουὴλ, εἰ καὶ πέφηνεν ἄνθρωπος. Ὅτι δὲ εἰς τύπον Χριστοῦ τῆς δόξης τὰ ἐπὶ Κύρῳ τέθειται, πληροφορήσει σαφῶς τὰ ἑξῆς εἰρημένα διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, καὶ πᾶσι τοῖς ἄστροις ἀνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν κατὰ δικαιοσύνην, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι ἐν χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Ὁ γὰρ ποιήσας τὴν γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ὁ διακοσμήσας τοῖς ἄστροις τὸν οὐρανὸν, ἤγειρεν ἡμῖν δικαιοσύνην τὸν Ἰησοῦν ἐκλυτρούμενον δωρεάν· ∆εδικαιώμεθα γὰρ ἐν πίστει, δεσμῶν ἀνιέντα καὶ αἰχμαλωσίας, οἰκοδομοῦντα πνευματικῶς τὴν νοητὴν Ἱερουσαλὴμ, καὶ θεμελιοῦντα τὴν Ἐκκλησίαν, ὡς καὶ αὐταῖς ἀκατάσειστον εἶναι ταὶς ᾅδου πύλαις, καὶ ἀνάλωτον ἐχθροῖς. Τοῦτον ὄντα Θεὸν κατὰ φύσιν ἐπιγινώσκοντες οἱ πάλαι πλανώμενοι, λέγουσι· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν. Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Τούτῳ προσκυνήσουσι, τούτῳ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τούτῳ τετολμήκασιν ἀντιστῆναί τινες τῶν ἐξ Ἰσραήλ. Κατῃσχύνθησαν δὲ καὶ πεπτώκασι, καὶ ἐν τροπῇ πεπόρευνται κατὰ τὴν τοῦ προφήτου φωνήν. Κῦρος μὲν οὖν ὁ Καμβύσου, τεθεμελίωκε τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱεροσολύμοις, εἰς τύπον Χριστοῦ. Ὅτι δὲαὐτὸς ἔμελλεν ὁ Ἐμμανουὴλ ἀποπεραίνειν τὸ χρῆμα πνευματικῶς τε καὶ νοητῶς, καὶ δι' ἑτέρας εὐθὺς ἀναμάθοι τις ἂν εἰκόνος. Ἐπειδὴ γὰρ τῆς ἐν Βαβυλῶνι δουλείας ἀνῆκεν ὁ Κῦρος τὸν Ἰσραήλ· καθηγηταὶ παραχρῆμα καὶ οἱονεί πως ἐξάρχοντες ἀνεδείκνυντο τοῦ λαοῦ, Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. Οἷς καὶ ἀφιγμένοις εἰς Ἱεροσόλυμα, διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου τῆς εἰς τὸν οἶκον ἔχεσθαι φιλεργίας ἐπισκήπτει Θεός. Γέγραπται γὰρ οὕτω· Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἔκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων, Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ὁ λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. Καὶ ἐγένετο λόγος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων· Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκος Κυρίου ἐξηρήμωται; Καὶ μεθ' ἕτερα πάλιν, Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκτοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ. Καὶ εἰσῆλθον, καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν. Ἄθρει δὴ οὖν ὡς ἐν τύπῳ καὶ εἰκόνι διπλῇ τὸν Ἐμμανουὴλ, βασιλέα μὲν, ὡς ἔν γε τῷ Ζοροβάβελ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα τῆς τότε κρατεῖν λαχούσης ἐν Ἰσραήλ· ἀρχιερέα δὲ αὖ ὡς ἐν ὁμωνύμῳ τῷ Ἰησοῦ τῷ ἀρχιερεῖ τῷ μεγάλῳ· καὶ μὴν καὶ ἐξάρχοντα τῆς ὁδοῦ τῆς εἰς τὴν ἁγίαν πόλιν, ἐκ γῆς ἀλλοφύλων· φημὶ δὴ πάλιν τῆς Βαβυλωνίων. Ἄθρει καὶ τεχνουργὸν ὄντα, καὶ ἐπιμελητὴν τοῦ ἁγίου ναοῦ. Ἑπόμενοι γὰρ διὰ πίστεως καθηγητῇ τῷ Χριστῷ, ὡς βασιλεῖ καὶ ἀρχιερεῖ, ἐκ διαβολικῆς πλεονεξίας, καὶ ὥσπερ ἐκ γῆς ἀλλοφύλων, ἐξ ἀπάτης κοσμικῆς εἰς τὴν ἁγίαν εἴσιμεν πόλιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἣν αὐτὸς ἐγερεῖ Χριστὸς ὡς ἔν γε λίθοις τοῖς νοητοῖς. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις καὶ ἀκολουθεῖν ἑλομένοις τοῖς ἴχνεσι τοῦ Χριστοῦ· Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Χριστοῦ ἐν πνεύματι. Ὅτι δὲ καὶ ἀμείνων ἡ δόξα τῆς Ἐκκλησίας παρὰ τὴν πρώτην καὶ ἐν ἀρχαῖς, τὴν ἐπί γέ φημι τῷ ἐκ λίθων ναῷ, διαμεμήνυκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου πάλιν· Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Καὶ μεθ' ἕτερα πάλιν· Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ, διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην. Καὶ εἰρήνη ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. Καὶ ἀνιδρωτὶ μὲν ἄν τις συλλέξαιτο τὰ δι' ὧν ἡμῖν ὡς ἔν γε τοῖς πάλαι Χριστὸς κατεγράφετο. Ἵνα δὲ μὴ τῷ πλήθει τῶν παραδειγμάτων ἀποκομίζεσθαί ποι τοῦ πρέποντος ὁ λόγος ἡμῖν δοκῇ, παρέντες τέως τὸ καὶ δι' ἑτέρων ἰέναι λοιπὸν, ἐκεῖνο φαμέν· ∆εήσει δὴ πάντως ἡμῖν, δυοῖν ἑλέσθαι θάτερον. Ἢ γὰρ τοὺς δι' ὧν ἐκεῖνα γεγόνασιν εἰσάπαν ἀναιρήσομεν, καθορίζοντες τῶν τύπων τὸ μὴ λίαν ἀπλημμελὲς, εἰ νοοῖντο δι' ἀνθρώπων τῶν καθ' ἡμᾶς γεγονότες, καίτοι πολὺ λίαν ἔχοντες τὸ θεοπρεπές· ἢ τὸ Πνεῦμα λέγοντες ἀεὶ μορφοῦσθαι πρὸς εἶδος τὸ καθ' ἡμᾶς, ἐξ ἀνάγκης ὁμολογήσομεν καὶ εἰς Κῦρον αὐτὸ διαπεπλᾶσθαί ποτε, τὸν οὐκ εἰδότα Θεόν. Εἴρηται γὰρ πρὸς αὐτὸν, Σὺ δὲ οὐκ ᾔδεις με. Ἀναιρουμένων δὲ τῶν ἐν τύποις, σκιὰ μὲν ἴσως ὁ Ἀαρών· Ζοροβάβελ δὲ ὁ τοῦ Σαλαθιὴλ, καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, ἐν ὀνόμασιν εἶεν ἂν ψιλοῖς τε καὶ μόνοις.

ζʹ. Ἀλλ' οἶμαι δὴ μᾶλλον ἐκ λογισμοῦ τοῦ εἰκότος ἀναπεπεισμένους συναινέσειν ὀρθῶς, ὡς ἦν μὲν ἄνθρωπος ὁ Μελχισεδὲκ, πόλεως βασιλεύων τῆς Σαλήμ· τύπον δὲ ἡμῖν αὐτὸν ἐποιεῖτο Χριστοῦ, λεπτόνους εἰς θεωρίας πνευματικὰς ὑπάρχων ὁ Παῦλος· ἐνιστάμενοι δὲ μετὰ τοῦτο, καὶ οὐδὲν ἧττον λέγουσιν ὡς ἄνθρωπος μὲν οὐκ ἦν ὁ Μελχισεδέκ· τὸ Πνεῦμα δὲ μᾶλλον τὸ ἄγιον· ἢ γοῦν ἑτέρα τις δύναμις τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τὴν λειτουργικὴν ἔχουσα τάξιν· δοκεῖ γὰρ ὧδε φρονεῖν ἑτέροις, ἐκεῖνό φαμεν ἀναγκαίως ὅτι πλημμελήσουσι κατὰ δύο τρόπους, καὶ τὴν θείαν καὶ ἄῤῥητον τοῦ Πνεύματος φύσιν εἰς τὸν μὴ πρέποντα τρόπον αὐτῇ κατασύροντες, καὶ τὴν γεννητὴν καὶ πεποιημένην κτίσιν, εἰς δόξαν ὑπερτενῆ φληνάφως ἀνακομίζοντες. Τίνα τρόπον ἐρῶ. Γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς ἦν ἱερεὺς τοῦ Θεοῦ ὑφίστου. Εἰ δὲ δὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ Μελχισεδὲκ, κατεκομίσθη λοιπὸν ἐν ἱερουργοῖς τὸ Πνεῦμα, καὶ λειτουργικὴν ἔχει τὴν ὑπουργίαν. Ὑμνήσει δὴ οὖν καὶ αὐτὸ μενὰ τῶν ἁγίων ἀγγέλων τὸν ἀνωτάτω Θεόν. Γέγραπται γὰρ, ὅτι Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εἴη γὰρ ἂν οὐδαμόθεν ἀσυμφανὲς, ὡς ὃς ἑτέρῳ που πάντως ἱερουργεῖ, καὶ οὐχ ἑαυτῷ τὸ ἱερουργοῦν, ἱερουργεῖ δὲ τῷ Θεῷ, τῷ προὔχοντι. Οὐκοῦν εἴ φαμεν ἱερατεύειν τὸ Πνεῦμα, τὴν θείαν που πάντως ὑποκάθηται φύσιν· τελεῖ δὲ μᾶλλον καὶ ἐν γενητοῖς, καὶ προσκυνήσει μὲν μεθ' ἡμῶν. Ἁγιάσει δὲ πάντως οὐχ ἑαυτὸ, ἐπεί τοι τὸ ἁγιαζόμενον, κρείττονί που πάντως ἢ καθ' ἑαυτὸ τὴν φύσιν ἁγιάζεται. Ἁγιασθήσεται δὲ μεθ' ἡμῶν. Πῶς οὖν ἔτι καὶ Θεὸς κατὰ φύσιν τὸ ἁγιαζό μενον; Ἦ γὰρ οὐ πᾶς ἱερεὺς ἁγιάζεται, εἴσεισί τε οὕτως ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερουργεῖν; Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, καθὰ γέγραπται, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὰ καὶ Ἀαρών. Προστέθεικε δὲ ὁ Παῦλος, ὅτι Καὶ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰδέναι γὰρ ἀναγκαῖον, ὡς οὐδ' ἂν αὐτὸς ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἱερατεύειν λέγοιτο, καὶ ἐν τάξει γενέσθαι τῇ λειτουργικῇ, εἰ μὴ νοοῖτο καθ' ἡμᾶς γεγονὼς, καὶ ὥσπερ κέκληται προφήτης καὶ μὴν καὶ ἀπόστολος διὰ τὸ ἀνθρώπινον, οὕτω καὶ ἱερεύς. Πρέποι γὰρ αὐτῷ τῆς δουλείας σχήματι, τὰ δουλοπρεπῆ· καὶ τοῦτό ἐστιν ἡ κένωσις. Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ᾧ καὶ αὐτὰ τὰ ἄνω παρεστήκασι Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε δὴ τότε τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἀναδειχθῆναι λέγεται. Τότε καὶ ἡγίασται μεθ' ἡμῶν ὁ ὑπὲρ πᾶσαν κτίσιν. Ὅ τε γὰρ ἁγιάζων, φησὶ, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς καλεῖν αὐτοὺς, λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Οὐκοῦν ὁ ἁγιάζων ὡς Θεὸς, ὅτε γέγονεν ἄνθρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ κεχρημάτικεν ἀδελφὸς κατὰ τὸ ἀνθρώπινον, τότε καὶ σὺν ἡμῖν ἁγιάζεσθαι λέγεται. Ἔστι τοίνυν καὶ τὸ δεῖν ἱερατεύειν καὶ τὸ ἁγιάζεσθαι μεθ' ἡμῶν τῆς μετὰ σαρκὸς οἰκονομίας. Καὶ τοῖς τῆς κενώσεως μέτροις, ὀρθῶς τε καὶ ἀμωμήτως φρονεῖν ᾑρημένοι, τὰ τοιάδε προσγράψομεν. Εἰ δὲ δὴ τὸ Πνεῦμα μηδαμοῦ τὴν κένωσιν ὑπομεμενηκὸς ἱερατεύειν λέγομεν, δόξης αὐτὸ τῆς θεοπρεποῦς ἐξοίσομεν, καὶ ἐν τοῖς ὑπὸ Θεὸν λογιούμεθά που, μέτρον αὐτῷ διδόντες τὸ γεννητόν. Ἢ δὴ δεικνύτωσαν ἡμῖν ἐνανθρωπῆσαι τὸ Πνεῦμα, καὶ ὑπόβασιν οἰκονομικὴν ὑπομεῖναν, καθάπερ ἀμέλει καὶ τὸν Υἱόν. Οὐ γὰρ ἐπειδήπερ ἐστὶν ὁμοούσιος ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, ταύτῃτοι καθ' οὗπερ ἂν ἕλοιτό τις προσώπου τὸν τῆς ἐνανθρωπήσεως καθοριεῖ λόγον. Γέγονε γὰρ ἄνθρωπος, οὐκ αὐτὸς ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, μόνος δὲ ὁ Υἱός. Οὕτως ἡμᾶς αἱ θεῖαι μεμυσταγωγήκασι Γραφαί. Τί τοίνυν παραβιάζονται τὴν ἀλήθειαν, καὶ τὸ πρόφασιν οὐκ ἔχον τοῦ κεκενῶσθαι δεῖν, φημὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τοῖς τῆς κενώσεως κατακομίζουσι μέτροις, εἴπερ ἐστὶν ἀληθῶς τοῖς ἱερουργεῖν τεταγμένοις ἐναρίθμιον; Ἱερεὺς μὲν γὰρ ἦν ὁ Μελχισεδέκ. Ἀλλ' εἰς τιμήν φησι τοῦ Υἱοῦ πρὸς τύπον τῆς κατ' αὐτὸν ἐσομένης ἱερωσύνης κατὰ καιροὺς, αὐτὸ δι' ἑαυτοῦ διεμορφοῦτο τὸ Πνεῦμα. Οὐκοῦν, ἐρήσομαι γὰρ, κατημέλησεν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τῆς εἰς τὸν Υἱὸν τιμῆς καὶ ἀγάπης, καὶ ὀλίγα τοῦ πράγματος φροντίζειν ἀξιοῖ· καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ φρονεῖν ἢ λέγειν; ∆οξάζει γὰρ τὸν Υἱὸν ὁ Παράκλητος, τουτέστι τὸ Πνεῦμα. Καὶ περὶ αὐτοῦ φησιν, Ἐκεῖνος ἐμὲ δοξάσει. Τὸ τοίνυν τιμᾷν ᾑρημένον καὶ τοῦτο ἀκαταλήκτως, τί μὴ μᾶλλον αὐτὸ γέγονεν Ἀαρών; αὐτὸ δὴ καὶ Κῦρος ὁ Περσῶν τε καὶ Μήδων κρατήσας; καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ μέν τοι καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, ὁ ἐκ φυλῆς Ἰούδα, ἢ καὶ Μωσῆς, πρὸς ὃν εἴρηταί που τὴν Χριστοῦ μεσιτείαν ἐφ' ἑαυτοῦ δεικνύοντα· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σε, καὶ δώσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ; Τί μὴ γέγονεν αὐτὸ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μωσέα στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκεκόμικε δὲ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἢ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα καὶ περιτετμήμεθα μὲν ἀχειροποιήτῳ περιτομῇ διὰ Πνεύματος, γεγόναμεν δὲ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καίτοι πῶς τοῦτο οὐκ ἐναργές; Οὐκοῦν ἢ τὸ Πνεῦμα δώσομεν ἀεὶ μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὠνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφροντικός· ἐφῆκε γὰρ δὴ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ· ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, οὐχὶ τὸ Πνεῦμα τὸ ἅγιον.

ηʹ. Ὅτι δὲ οὐδ' ἂν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξέ τισι, φέρε δὴ λέγωμεν, τὰ ἐξ εἰκότων συλλέγοντες λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. Ἐκείνοις μὲν γὰρ, τοιόσδε τις καὶ σοφὸς, καθάπερ οὖν οἴονται κατὰ σφᾶς αὐτοὺς, συντέθηται λόγος. Ἐπειδὴ γὰρ, φησὶ, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς ἀπάτωρ τε ἦν, καὶ ἀμήτωρ, καὶ μὴν καὶ ἀγενεαλόγητος· εὐλόγηκε δὲ καίτοι τοσοῦτον ὅντα τὸν Ἀβραάμ· Εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ μείζονος, ἁπάσης ἀντιλογίας δίχα· μὴ νοείσθω, καθ' ἡμᾶς, ἀλλ' ἔστω τὴν φύσιν ἄγγελος, ἤγουν, τῶν ἄνω δυνάμεων καὶ λειτουργικῶν μία τις σεπτὴ καὶ δεδοξασμένη. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα λίαν, εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἀβραὰμ, τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμισε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλισε λογισμῶν. Εἰς ὁμοίωσιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες ἡμῖν τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἢ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι τρόπον· βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρενηνεγμένων τὰς φύσεις. Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τις ἂν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἀβραὰμ, ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κἂν εἰ μὴ νοοῖτο κρείττων αὐτοῦ; Οὐ γὰρ αἱ φύσεις ἐν τούτοις, ἀλλ' ὁ τῶν δρωμένων δοκιμάζεται νοῦς, καὶ τῆς ἀληθείας οἱ λόγοι, τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. Ὅτι γάρ ἐστι τῶν λίαν ἀτοποτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ἐν σκιαῖς, ἐπ' αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. Ἀπόλεκτος ἦν Ἀαρὼν, προεστηκὼς καὶ ἡγούμενος τῆς ἁγίας σκηνῆς, ταῖς ἀνωτάτω τιμαῖς ἐν ἱερωσύνῃ κατεστεμμένος. Πῶς οὖν ἡγιάζετο; ἢ κριὸς ἐσφάζετο, καὶ τῷ αἵματι κατεχρίετο τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ μὴν καὶ χειρὸς καὶ ποδός· ἐτελειοῦτο δὲ οὔτω, πρὸς ἱερουργίαν; ἀλλ', ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, εἰ ταῖς φύσεσι τῶν ἁγιαζόντων καὶ τῶν ἁγιαζομένων προσκεῖσθαι καλόν· καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐκ τύπου καὶ σκιᾶς ἐπ' αὐτὸ τῆς ἀληθείας ἰέναι τὸ κάλλος, πῶς ἔτι τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται; Τί τὸ ἄμεινον ἐν τούτοις, φραζόντων ἐκεῖνοι. Ἆρα καὶ κριοῦ κατόπιν τὸν Ἀαρὼν θήσομεν; ἐν ἀλόγῳ ζώῳ τελειοῦται τὸ λογικόν. Αἵματι προβάτων τὸν ἀπόλεκτον εἰς ἱερωσύνην ἡγιᾶσθαι φήσομεν, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἀγιάζει, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· τί οὖν ἄρα τὸ χρῆμα; τί τῶν νοημάτων τὸ βάθος; Τύποι καὶ εἰκόνες τὰ δρώμενα, καὶ ἵν' οὕτως εἴπωμεν, ἁγιασμοῦ προανάδειξις ἦν τοῦ κατὰ Χριστόν. Ὁ δὲ τύπος ἐν πράγμασιν, οὐκ ἐν τῇ τῶν ἁγιαζόντων, ἤγουν τῶν ἁγιαζομένων καταφωρᾶται φύσει. Ἐπεὶ, καθάπερ ἔφην ἀρτίως, τὸ κρεῖττον ὑπὸ τοῦ ἐλάττονος εὐλογεῖται, εἴπερ ἐστὶν ἐν ἀμείνοσιν ἡ ἀνθρώπου φύσις δαμάλεως καὶ κριοῦ. Μὴ τοίνυν ἐρυθριάτωσαν, κἂν εἰ πολὺ κρείττων ὑπάρχων ὁ Ἀβραὰμ τοῦ Μελχισεδὲκ, εὐλογεῖσθαι λέγηται παρ' αὐτοῦ. Ὁ γὰρ τύπος ἦν ὁ νικῶν, καὶ οὐχὶ δὴ μᾶλλον ἡ τοῦ εὐλογοῦντος φύσις. Θαυμάζω δὲ ὅτι καὶ εἰς ὁμοίωσιν καὶ τύπον διαμορφοῦντες αὐτὸν τοῦ Υἱοῦ, ἀμήτορά τε εἶναι καὶ ἀπάτορά φασιν ὡς ἄγγελον, καίτοι τρόπον τινὰ καὶ ἀμφιθαλοῦς ὄντος Χριστοῦ. Γέγονε γὰρ αὐτῷ μήτηρ μὲν ἐπὶ γῆς, ἡ ἁγία Παρθένος. Ἦν δὲ καὶ ἔστιν ἐν οὐρανῷ Πατὴρ, ὁ Θεός. ∆εῖν δὲ οἶμαι τὰς εἰκόνας γράφεσθαι, πρὸς τὰ ἀρχέτυπα. Ἐπειδὴ δὲ, Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς ἔχειν τέλος τὸν Μελχισεδὲκ ὁ θεσπέσιος ἔφη Παῦλος, ταύτῃτοι καὶ δύναμιν λογικὴν καὶ ἱερουργὸν ὑπάρχειν αὐτὸν, διατείνονταί τε καὶ λέγουσιν· οὐκ ἐννοοῦντες, ὅτι παρατρέχει τι τῶν ἀναγκαίων αὐτούς. Οὐδὲν γὰρ τῶν τελούντων ἐν γενητοῖς, ἄναρχον ἔσται κατὰ τὸν χρόνον. Ἀλλ' εἴτιπερ ὅλως παρῆκται πρὸς ὕπαρξιν, τοῦτο καὶ ἀρχὴν ἔχει ζωῆς καὶ ἡμερῶν. Τίς οὖν ἄρα τῷ μακαρίῳ Παύλῳ γέγονε σκοπὸς τοῦ λόγου; ἢ πῶς εἰς τύπον καὶ ὁμοίωσιν τοῦ Χριστοῦ παρέδειξε τὸν Μελχισεδέκ; Τῶν ἐξ εἰκαιότητος οὖν ἐννοιῶν τὸν νοῦν ἀποστήσαντες, φέρε δὴ φέρε διασκεψώμεθα, καὶ ὡς ἔνι λέγωμεν.

θʹ. Νομομαθὴς ὢν ἄγαν, οὐκ ἐξ ἁπλῶν ἐννοιῶν τὸν πρὸς Ἰουδαίους ποιεῖται λόγον, ἀλλ' ἐκ γραμμάτων Μωσαϊκῶν, οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας παραχωρεῖν τοὺς τῇ ἀληθείᾳ πολεμεῖν ἐγνωκότας. ∆έχεται τοίνυν τὸν Μελχισεδὲκ εἰς ὁμοίωσιν τότε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης. Πρέποι γὰρ ἂν, οἶμαι, ταυτὶ δὴ μόνῳ κατὰ λόγον τὸν μυστικὸν, τῷ Ἐμμανουήλ. ∆ικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδείχθη τοῖς ἐπὶ γῆς. Καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι. Ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, τὴν μεσολαβοῦσάν τε καὶ διιστῶσαν ἡμᾶς τῶν τρόπων ἀκαθαρσίαν ἀπονιψάμενοι, ἑνούμενοί τε ὥσπερ αὐτῷ διὰ πνεύματος· Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, φησὶν, ἓν πνεῦμά ἐστιν. Ἔστι τοίνυν κατά γε τὴν Ἑλλάδα φωνὴν, Μελχὶ μὲν, ὁ βασιλεύς· Σεδὲκ δὲ, δικαιοσύνη. Καὶ ἴδοι τις ἂν τὸν Μελχισεδὲκ, ὡς ἐν ἰδίᾳ κλήσει πεπλουτηκότα, κατά γε τὴν ἐκ τῶν σημαινομένων δύναμιν, τὸ, βασιλεὺς δικαιοσύνης. Ἐν δὲ τῷ βασιλεὺς εἰρῆσθαι Σαλὴμ βασιλεὺς εἰρήνης. Ἥρμοσε δὴ οὖν ὁ θεσπέσιος Παῦλος, ὡς ἐξ ὁμοιώσεως ἤδη σαφοῦς τε καὶ ἐμφανοῦς τοῦ Μελχισεδὲκ, τὰ τοιάδε Χριστῷ. ∆έχεται δὲ τῆς ὑπὲρ νόμον ἰερωσύνης σύμβολον, τὸ κατευλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν. Εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου τε καὶ ἀληθοῦς ἱερέως. Εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ, εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι· πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ, καὶ τὴν εὐκλεᾶ καὶ ἀμάραντον τῶν ἄνωθεν χαρισμάτων διανομήν. Ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ, καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, καθὰ γέγραπται, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἰδίαν κτῆσιν ἑλεῖν, εὐλόγησε τὸν Μελχισεδέκ. Ὁ μὲν γὰρ Σοδομιτῶν ἡγούμενος, ὡς νενικηκότι τῷ Ἀβραὰμ ἔφασκε· ∆ός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ· ὁ δὲ μηδενὸς τῶν ἐκείνου μεταποιεῖσθαι διεγνωκὼς, Ἐκτενῶ, φησὶ, τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς· Ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ. Χαίρειν γὰρ ἁγίοις ἔθος οὐκ ἐπὶ πλούτῳ κοσμικῷ. Κεκρατηκότες τοίνυν ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ οὐδὲν ἀπὸ κόσμου δεχόμενοι, τιμῶντες δὲ μᾶλλον τὸν ἄνωθεν πλοῦτον, εὐλογούμεθα διὰ Χριστοῦ, τοῦ τῆς εἰρήνης βασιλέως. Εὐλογούμεθα δὲ, ξένιον ὥσπερ οὐρανοῦ, καὶ ζωῆς ἐφόδιον δεχόμενοι τὰ μυστικά. Σεσιγήσθω γὰρ τέως, εἰ δοκεῖ· εὐλογούμεθα δὲ παρὰ Χριστοῦ καὶ πρεσβείαις ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα. Ὁ μὲν γὰρ Μελχισεδὲκ εὐλόγει τὸν Ἀβραὰμ, οὕτω λέγων· Εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὂς ἔδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ πάντων ἡμῶν ἱλαστήριον, Πάτερ ἅγιε, φησὶ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Οὐκοῦν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἁρπάζει τὸ χρήσιμον, εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ. Καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον, εἰς παράδειξιν τοῦ πράγματος ἐποιεῖτο σαφῆ. Ἄρτους γὰρ καὶ οἶνον ἐξεκόμιζεν ὁ Μελχισεδέκ. Ὅτι δὲ ἀπάτωρ ἢ ἀμήτωρ ἦν, ἤγουν ἀγενεαλόγητος, ἢ ἀρχὴν ἡμερῶν, ἢ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ διαμεμήνυκε τὸ Γράμμα τὸ ἱερόν. Πεφενάκικεν οὖν ἄρα, φαίη τις ἂν ἴσως, ὁ θεσπέσιος Παῦλος. Οὐ τοῦτό φαμεν, μὴ γένοιτο· λαλεῖ γὰρ ἀλήθειαν· δέχεται δὲ μᾶλλον ὁ μυσταγωγὸς τεχνίτης, ἀνάγων εἰς τύπον τῆς δόξης τοῦ Ἐμμανουὴλ καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀφήγησιν. Ὅτι γὰρ μόνον ἦν ἱερεὺς ὁ Μελχισεδὲκ, ἡ θεόπνευστος ἡμῖν ὑπέφηνε Γραφὴ, γένος οὐκ ὀνομάσασα, ἢ τίνος ἐξέφυ πατρὸς ἢ μητρός· ἀλλ' οὐδὲ εἰς πόσον ἐτῶν κατέληξεν ἀριθμὸν, ἢ ποίας ἔχων εὑρίσκεται τῆς ἱερωσύνης τὰς διαδοχὰς προσθεῖσαν εὑρίσκομεν. Ὑποπλάττεται τοίνυν ἡ τῶν τοσούτων ἡμῖν ἀφήγησις, οἱονεί πως τὸ διηνεκὲς καὶ ἄναρχον τοῦ Χριστοῦ, καθὸ νοεῖται Θεός. Ἄναρχον δέ φημι, τὸ ὡς ἐν ποσότητι, δηλονότι τῇ κατὰ χρόνον. Αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής. Ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ∆ιὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος περὶ τοῦ Μελχισεδὲκ, ὅτι μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει εἰς τὸ διηνεκὲς ἱερεύς. Ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τί δὴ τοῦτό ἐστιν, ὡς ἂν οἷός τε ὦ, διειπεῖν πειράσομαι.

ιʹ. Ἀντέπραττον οἱ Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν σπουδασμάτων μονονουχὶ καταμειδιᾷν ἐτόλμων, δύο ταῦτα προτείνοντες· ἒν μὲν, ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωρισμένην διὰ φωνῆς τοῦ πανσόφου Μωσέως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας, τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης, ἀδοκήτως εἰσκρινομένης· ἕτερον δὲ αὖ· Μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντο τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι, τῆς τοῦ Λευΐ. Ἄνω τε καὶ κάτω τῆς ἐν ἱερῷ λειτουργίας ἀποσοβοῦντος Θεοῦ τοὺς οὐκ ὄντας αὐτῆς, καὶ δίκην εὐθὺς τῷ τοιῷδε τολμήματι καθορίζοντος τὴν ἐσχάτην. Ἀγωνίζεται τοίνυν νομομαθὴς ὢν ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν, ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ὅτι καὶ νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προανεφωνεῖτο μετάθεσις· καὶ προανέλαμψεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. ∆έχεται δὴ οὖν οὐκ ἐκ φυλῆς ὄντα Λευϊτικῆς τὸν Μελχισεδὲκ, εἶτα δείκνυσιν ἱερέα μὲν ὄντα τοῦ ὑψίστου Θεοῦ, προσάγοντα δὲ καὶ ἄρτους καὶ οἶνον, ἔφη τε οὕτω περὶ αὐτοῦ· Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε· χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ἀλλ' οὐκ ἐν τῇ φύσει τὴν ὑπεροχὴν τῷ Μελχισεδὲκ, ἀλλ' ἔν γε τῷ τρόπῳ τῆς ἱερωσύνης ἐνεῖναί φαμεν, οὐκ ἀνανεύοντος τοῦ προπάτορος Ἀβραὰμ, ἀπονέμοντος δὲ ὥσπερ τὸ προὔχειν αὐτῷ, δι' ὧν ἔγνω τιμᾷν, καὶ αὐταῖς ταῖς τῶν δεκατῶν προσαγωγαῖς. Ἀποδεκατοῦσι μὲν γὰρ οἱ ἐξ αἵματος Λευῒ τὸν λαὸν, καίπερ ὄντας ἀδελφούς· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τουτέστιν, ὁ Μελχισεδὲκ (οὐ γὰρ ἦν ἐκ φυλῆς Λευΐ), δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ εὐλόγηκε. Καὶ ὁ μὲν τύπος, ἐν τούτοις. Χριστὸς δὲ δὴ αὖ, ὁ ἐν σκιαῖς γραφόμενος, ἀγενεαλόγητος ὢν, τοῖς κατὰ νόμον ἱερᾶσθαι τεταγμένοις (ἀνατέταλκε γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, εἰς ἣν οὐδὲν περὶ ἱερέων Μωσῆς ἐλάλησε), δεδεκάτωκε τοὺς υἱοὺς Λευῒ, τουτέστι, τὴν κατὰ νόμον ἱερωσύνην. ∆εδεκάτωκε δὲ πάλαι μὲν ἐν Μελχισεδέκ· ὕστερον δὲ καὶ ἐν Ἀαρών. Ἀπεδεκάτου γὰρ καὶ αὐτὸς τοὺς υἱοὺς Λευΐ, τύπον ἐπέχων τῆςἰερωσύνης Χριστοῦ, καθάπερ ἤδη προείπομεν.

ιαʹ. Ἀποδέδεικται τοίνυν ἐν μὲν τῷ Μελχισεδὲκ, ὅτι μεταστήσεταί ποτε τῆς ἱερωσύνης τὸ χρῆμα, τῆς κατὰ νόμον ἱερατευούσης φυλῆς· καὶ μὴν, ὅτι καὶ ἕτερος ἱερουργίας ἀναλάμψει τρόπος τε καὶ νόμος. Ἦν γάρ πως ἀνάγκη συμμεθίστασθαι καὶ ἀποφοιτᾷν ταῖς ἱερουργίαις καὶ αὐτὸν τὸν νόμον. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος φιλοσοφεῖ τὰ τοιάδε, καί φησιν· Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῆς νενομοθέτηται), τίς ἔτι χρεία κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Καὶ πάλιν· Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, Ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς ὅπως τὸ μηδὲν δύνασθαι τελειοῦν τῆς κατὰ νόμον ἱερωσύνης καταψηφίζεται, χρησιμωτάτην ἀποδεικνὺς τῆς κρείττονος ἐντολῆς τὴν ἐπεισφοράν. Εἰ γὰρ ἦν ἐν ἐκείνῃ τὸ ἀναγκαῖον, τί μὴ μᾶλλον, φησὶ, κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεὺς ἕτερος ἀναδείκνυται, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς ἦν ὁμοίωσις καὶ τύπος Χριστοῦ, ἥκιστα μὲν σαρκικῶς ἱερατεύοντος ἔτι, κατὰ δύναμιν δὲ μᾶλλον ἀκαταλύτου ζωῆς; Τρέφει γὰρ ἡμᾶς εἰς ἀμάραντον ζωὴν ταῖς μυστικαῖς ἱερουργίαις, καίτοι σαρκικῶς ἱερατεύοντος Ἀαρών. Βουθυσίαι τε γὰρ δι' αὐτοῦ, καὶ προβάτων ἦσαν σφαγαὶ, καὶ σποδὸς δαμάλεων ῥαντίζουσα τοὺς κεκοινωμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· καὶ ἕτερα ἄττα πρὸς τούτοις, οὐ τελειοῦντα κατὰ συνείδησιν τοὺς λατρεύοντας. Ἀδύνατον γὰρ αἷμα ταύρων, ἀφαιρεῖν ἁμαρτίας. Ὅτε τοίνυν καὶ ἕτερος ἡμῖν εἰσκεκόμισται τρόπος ἱερουργίας ἀφιστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεύς. Καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην ὁ Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ' οὗ πρέποι ἂν καὶ τὸ εἰς αἰῶνα νοεῖσθαι· οὐδεὶς ἂν ἕτερος εἴη παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γʹ.

Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι' αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον.

αʹ. Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Χριστὸν, ὁ θεσπέσιος γράφει Παῦλος· καὶ μὴν, ὅτι τῆς ἀρχαίας καὶ διὰ Μωσέως ἐντολῆς τὴν ἀσυγκρίτως ἀμείνω καὶ προφερεστέραν ἡμῖν εἰσκεκομικὼς, φημὶ δὴ τὴν εὐαγγελικὴν, κρείττονος διαθήκης γέγονεν ἐγγυητὴς, διεβεβαιοῦτο σαφῶς. Καὶ ἀληθὴς ὁ λόγος· εἴπερ ὁ μὲν νόμος ὀργὴν κατεργάζεται, καὶ ἁμαρτίας ἐστὶν παραδεικτικὸς, δικαιοῖ δὲ ἡμᾶς ἡ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἡμερότητος διακονουμένη χάρις. Ὡς γὰρ αὐτός πού φησιν, οὐκ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὅτι τοίνυν, κἂν εἰ μὴ γέγονε τὸ κατὰ σάρκα τυχὸν ἐκ φυλῆς τοῦ Λευῒ, κεχρημάτικέ τε καὶ ἔστιν ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τῆς ἱερωσύνης Μελχισεδὲκ, ἀποχρώντως ἡμῖν ἤδη διέδειξεν ὁ λόγος. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ μυστήριον τῆς ἐν νόμῳ περιτομῆς πρεσβυτέραν ἔχει τὴν προανάῤῥησιν, καὶ ὅτι προκατεγράφετο τοῖς ἐξ Ἰσραὴλ ὁ τύπος τοῦ, μὴ ἂν ἑτέρως δύνασθαι σωθῆναί ποτε, πλὴν ὅτι διὰ μόνου Χριστοῦ τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ἀνιέντος ἐγκλήματα. Καὶ πρός γε δὴ τούτοις, ὅτι Θεοῦ κληρονόμοι, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξονται τέκνοις οἱ ἐκτῆς ἐπαγγελίας, τῆς ἐν Ἰσαὰκ γεγενημένης πρὸς τὸν μακάριον Ἀβραὰμ, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων, καὶ τὰς ἐφ' ἑκάστῳ ποιούμενοι πίστεις λεπτῶς καὶ ἐξητασμενῶς.

βʹ. Γράφει τοίνυν Ῥωμαίοις ὁ ἱερώτατος Παῦλος· Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καθάπερ καὶ ∆αβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην, χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὗν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ' ἐν ἀκροβυστίᾳ. Καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς εἰς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. Καὶ πρὸς δὴ τούτοις, ἰσχνοτέραν ἔτι ποιεῖται τοῦ μυστηρίου τὴν βάσανον. Οὕτω τέ φησιν· Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, ἐκκεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. ∆ιὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν (καθὰ γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ἀκούεις ἄνω τε καὶ κάτω διαβεβαιουμένου καὶ λέγοντος, οὐχ ὑπεσταλμένως, ὡς οὔπω μὲν ἔχοντι τὴν περιτομὴν, ἐν ἀκροβυστίᾳ δὲ μᾶλλον ἔτι τυγχάνοντι δέδοται τῷ Ἀβραὰμ ἡ διὰ πίστεως αὐτὸν δικαιοῦσα χάρις, καὶ μὴν ὅτι κληρονόμοι τέθεινται τῶν παρὰ Θεοῦ χαρισμάτων οἱ ἰχνηλατεῖν ἐθέλοντες τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ προπάτορος Ἀβραὰμ τὴν μίμησιν, καὶ οὔτι που πάντως οἱ μέγα φρονεῖν εἰωθότες ἐπὶ τῇ διὰ Μωσέως διακονουμένῃ σκιᾷ, καὶ σαρκικὸν αὐχοῦντες πατέρα τὸν Ἀβραὰμ, ὃς Πολλῶν ἐθνῶν ὠνόμασται πατὴρ, καίτοι τοῦ Ἰσραὴλ ἑνὸς ἔθνους ὄντος, κἂν εἰ ἐκτείνοιτο τυχὸν εἰς πληθὺν οὐ μεμετρημένην, ὅτι τῶν ἐν πίστει γέγονε πατὴρ, οἳ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, πόλεώς τε καὶ χώρας συνειλεγμένοι, σύσσωμοι γεγόνασιν ἐν Χριστῷ, καὶ εἰς ἀδελφότητα κέκληνται πνευματικήν. Γεγένηνται μὲν γὰρ ἐξ Ἀβραὰμ Ἰουδαῖοι. Πλὴν οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Προσοικειοῖ δὲ μᾶλλον ἡ πίστις αὐτῷ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύσαντας. Πεποίηται γὰρ ἡ ὑπόσχεσις, δέδοται δὲ καὶ ἡ δικαιοῦσα χάρις, οὔπω μὲν ἔχοντι τὴν περιτομὴν τῷ Ἀβραὰμ, ὄντι δὲ μᾶλλον ἐν ἀκροβυστίᾳ, κατά γε τὴν πίστιν τῶν ἱερῶν γʹ. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ δῶρον οὐκ ἐπὶ μόνον ἂν ἴοι τὸν Ἀβραὰμ, εἰ καὶ ἐν αὐτῷ γέγονεν ἡ ὑπόσχεσις, ἐκπεφοίτηκε δὲ ὥσπερ καὶ εἰς πάντας λοιπὸν τοὺς πεπιστευκότας, ἐμπεδοῖ πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος, οἷς ἔναγχος ἔφην προστιθείς· Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ πρὸς δικαιοσύνην, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαιοσύνην ἡμῶν. Οὐκοῦν ξένιον οὐρανοῦ καὶ δῶρον ἡμερότητος τῆς ἄνωθεν, ἡ ἐκ πίστεως ἡμᾶς δικαιοῦσα χάρις· καὶ ἐν τέκνοις Ἀβραὰμ καταλογισθεῖεν ἂν, οὐχὶ δὴ πάντως οἱ ἐξ αὐτοῦ κατὰ σάρκα γεγονότες, ἀλλ' ὅσοι τὴν πρὸς αὐτὸν πεπλουτήκασι συμμορφίαν, καὶ ἀδελφοὶ φρονοῦντες πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὗτοι καὶ τῶν παρὰ Θεοῦ χαρισμάτων ἔσονται κληρονόμοι, παρωθέντος ἐξ ἀπιστίας τοῦ κατὰ σάρκα Ἰσραήλ. ∆ιεπλάττετο δὲ, καὶ μάλα σαφῶς, καὶ τοῦτο ἡμῖν ἐν τῷ κατὰ Ἰσαὰκ μυστηρίῳ. Ἀλλὰ φέρε λέγωμεν ὡς ἔνι δὴ πάλιν, αὐτὰ παραθέντες εἰς εἴδησιν τὰ Μωσέως γράμματα. Ἔχει δὲ οὕτως· Μετὰ δὲ τὰ ῥήματα ταῦτα, φησὶν, ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ ἐν ὁράματι, λέγον· Μὴ φοβοῦ Ἀβραὰμ, ἐγὼ ὑπερασπίσω σου. Ὁ μισθόςσου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβραάμ· ∆έσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος ∆αμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἀβραάμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Συνῆπτο μὲν γὰρ αὐτῷ καὶ συνέστιος ἦν ἡ μακαρία Σάῤῥα (ἣ διερμηνευομένη λέγεται ἄρχουσα), γυνὴ τὴν ὥραν ἐκπρεπεστάτη καὶ λίαν εὐπρόσωπος· μεμαρτύρηκε γὰρ οὕτως τὸ Γράμμα τὸ ἱερόν. Παρείπετο δὲ δευτέροις ὥσπερ καὶ νόθοις ὑπηρετοῦσα γάμοις ἡ οἰκογενὴς, τουτέστιν, ἡ Ἄγαρ (καὶ αὐτὴ δὲ παροίκησις ἑρμηνευομένη). Ἀλλ' ἡ μὲν Σάῤῥα, τέκνων οὔπω γνησίων ὠδῖνα λαβοῦσα, κατεθρήνει τὴν ἀπαιδίαν. Ἡ δὲ Ἄγαρ ἔτικτε τὸν Ἰσμαήλ. Ἐχόντων δὲ ὧδε τῶν ἐν ἱστορίᾳ πραγμάτων, προσελάλει Θεὸς τῷ Ἀβραὰμ λέγων· Ἐγὼ ὑπερασπίσω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Ὁ δὲ, τί πρὸς ταῦτά φησι; ∆έσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος ∆αμασκὸς Ἐλιέζερ. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές. Τί μοι γὰρ δώσεις, φησὶν, ὦ ∆έσποτα; Συνίης ὅπως οὐδενὸς τὸ παράπαν ἔτι δεῖσθαί φησι τῶν ἐπιγείων κτημάτων, ἀλλ' οὐδ' ἂν εἰ γένοιτο καὶ ἔτι πλειόνων δεσπότης, θυμηδίαν ἡγεῖσθαι τὸ χρῆμά φησιν, εἰ μὴ γνήσιον ἔχοι τὸν κληρονόμον ἐξ ἐλευθέρων ἀναφύντα γάμων, τὸν ἀληθῶς υἱόν. Ἄθρει δὲ, ὅτι πρὸς τὸ εἰδέναι σαφῶς τὸ λυσιτελὲς, ἡ φύσις αὐτόμολος καὶ δίχα νόμων γεγραμμένων. Καίτοι γὰρ ὄντος υἱοῦ, φημὶ δὴ τοῦ Ἰσμαὴλ, ἄτεκνον ἑαυτὸν ὠνόμαζεν ὁ θεσπέσιος Ἀβραάμ. Οἶδεν οὖν ἄρα καὶ μάλα σαφῶς ἡ φύσις, ὅτι μηδὲ υἱὸς ὅλως ὀνομάζοιτο ἂν εἰκότως, ὁ ἐκ κιβδήλων τε καὶ νόθων ἀναφὺς νυμφευμάτων. Οὐ γὰρ δώσει ῥίζαν εἰς βάθος, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, κἂν εἰ γένοιτό ποτε τέκνον ἐκ θεραπαίνης τισὶ, ψυχρόν τε καὶ ἕωλον τὸ χρῆμά που πάντως, καὶ οὐκ ἂν ἐλευθέροις καταγράφοιτο θυμηδίας, προσαπέδειξε λέγων· Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος ∆αμασκὸς Ἐλιέζερ. Τουτέστι, Γενήσεταί μοι λοιπὸν ὁ ἐκ τῆς οἰκογενοῦς, αἵματος φίλημα. Τοῦτο γάρ ἐστι τὸ, ∆αμασκός. Καταλογισθήσεται δὲ καὶ εἰς ἀντίληψιν καὶ ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Τοῦτο γὰρ πάλιν τὸ Ἐλιέζερ. Ὅμοιον οὖν ὡς εἰ λέγει σαφῶς· Ἀνθ'αἵματος τοῦ γνησίου καὶ ἀγάπης τῆς? αὐτὸ, αἵματος φίλημα καὶ ἀντίληψις ἡ παρὰ Θεοῦ καθάπερ ἐξ ἀνάγκης ὁ οἰκογενής μου γενήσεται· ἔσται δέ μου καὶ κληρονόμος. Τί οὖν μοι δώσεις; Εἰ μὴ γνήσιον ἔχοιμι τὸν διαδεξόμενον, ὑπὸ μῶμον ἔσται πάντῃ τε καὶ πάντως ὁ σὸς Ἀβραὰμ, ὦ ∆έσποτα. Τέκνων γὰρ ἔρημος ἀπαλλάττεται τῶν ἀληθινῶν καὶ ἐξ ἐλευθέρας. Ἀλλ' οὐ μακρὰ λυπεῖσθαι τὸν δίκαιον ἠφίει Θεός. Σπέρμα γὰρ εὐθὺς ἐπήγγελτο τὸ ἐν Ἰσαὰκ, ὃ καὶ ἰσάριθμον ἔσεσθαί φησι τῇ τῶν ἀστέρων ἀμετρή των πληθύϊ. ∆ιεβεβαιοῦτο δὲ, ὅτι μυρίων ὅσων ἐθνῶν κληθήσεται πατὴρ, καίτοι τοῖς εἰς ἀπαιδίαν ἐπτοημένος δείμασι. Πεπίστευκε δὲ, φησὶν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην, ὁ πίστει τιμῶν τὸν τῶν ὅλων ∆εσπότην. Μεμαρτύρηκε γὰρ διὰ τούτου, τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ· ὁ δὲ ἄπιστός τε καὶ ἀμελητὴς, ἀλαζὼν ἔσται καὶ ὑβριστής. Πεσεῖται δὴ οὖν ταύτῃτοι λοιπὸν καὶ ὑπὸ δίκην καὶ λόγους. Πεπίστευκεν οὖν Ἀβραὰμ τῷ Θεῷ, καὶ δεδικαίωται παρ' αὐτῷ. Προσαπαιτεῖ δὲ σημεῖον εἰς βεβαίωσιν καὶ ἀλήθειαν τῶν, ὡς ἔσονται, προεπηγγελμένων. Εἶτα Θεὸς οἰκονομικῶς σκήπτεται τὸ ἐνώμοτον καταδονεῖσθαί πως πρὸς διψυχίαν οὐκ ἀφιεὶς τὸν πεπιστευκότα. Γέγραπται γὰρ οὕτως· Εἶπε δὲ πρὸς αὐτόν· Ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. Εἶπε δέ· ∆έσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. Ἔλαβε δὲ ἑαυτῷ ταῦτα πάντα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν ἀντιπρόσωπα ἀλλήλοις. Τὰ δὲ ὄρνεα οὐ διεῖλε. Κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἀβραάμ. Περὶ δὲ ἡλίου δυσμὰς, ἔκστασις ἔπεσεν ἐπὶ τὸν Ἀβραὰμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. Καὶ ἐῤῥέθη πρὸς Ἀβραάμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν αὐτοὺς ἕτη τετρακόσια. Τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. Τετάρτῃ δὲ γενεᾷ, ἀποστραφήσονται ὧδε. Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐπειδὴ δὲ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φλὸξ ἐγένετο. Καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομη μάτων τούτων. Ἀλλὰ τί δὴ πάντως ἐστὶ τὸ γεγενημένον, ὁ φιλομαθὴς κατασκέψεται, καὶ τὸν τῆς ὁρκωμοσίας περιεργάσεται τρόπον· τί ἂν βούλοιντο δηλοῦν τὰ διχοτομήματα, λέγων, τί δὲ τῶν ὀρνέων ἡ πτῆσις, καὶ τὰ ἐπ' αὐτὰ συνδρομή· τί δὲ δὴ αὗ καὶ ἡ τοῦ Ἀβραὰμ συγκάθησις, τί δὲ καὶ ἡ φλὸξ ἡ διᾴττουσα μέσον τῶν διχοτομημάτων. Ἀφηγησόμεθα δὴ οὖν.

δʹ. Ἀναγκαίως ὅρκου χρείαν ἐπλήρου Χαλδαίοις τὸ διὰ μέσον ἰέναι τῶν διχοτομηθέντων ζώων, καὶ οἱονείπως ἀναφωνεῖν δι' αὐτοῦ τοῦ δρωμένου οὕτω· Μὴ γενοίμην ὡς τάδε. Χαλδαίῳ δὴ οὖν τὸ γένος ὑπάρχοντι τῷ Ἀβραὰμ, καὶ ἄρτι τῆς ἐνεγκούσης ἐκθέοντι, τὰ συνήθη δρᾷν ἐπὶ τοῖς ὅρκοις ἐκέλευσεν οἰκονομικῶς ὁ τῶν ὅλων ∆εσπότης, ἀναπλέκων ἀστείως ἐν τοῖς τεθυμένοις τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ εἰς γῆν ἐφεξῆς ἡπλοῦτο λοιπὸν τὰ διχοτομήματα, ὡσανεὶ μέλλοντος διὰ μέσον χωρεῖν τοῦ Θεοῦ, Ὄρνεα, φησὶν, ἐπ' αὐτὰ συνέθει πολλὰ, καὶ συνεκάθισεν αὐτοῖς Ἀβραάμ. Τουτέστι, περιζήσας ἐφύλαττεν, ἴνα μή τι γένοιτο βλάβος, καὶ τοῖς ἀκαθάρτοις τῶν ὀρνέων προκέοιντο τροφὴ τὰ εἰς ὅρκου χρείαν παρενηνεγμένα. Περὶ δὲ δυσμὰς ἡλίου, φησὶν, ἔκστασις καὶ φόβος ἐπιπίπτει τῷ Ἀβραάμ. Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ τοῦδε πρόφασις, φράσαιμ' ἂν ὡς ἔνι. Χαλδαίοις ἦν ἔθος καὶ ἐν ὑπολήψει χρηστῇ καὶ ἀδιαβλήτῳ παντελῶς, περιεργάζεσθαι λεπτῶς τῶν ὀρνέων τὰς πτήσεις. Ἠφίει δὴ οὖν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς, ἐξ ὧν ᾔδει καὶ δρᾷν ἦν ἔθος τισὶ, παιδεύεσθαι τὰ ἐσόμενα. Συνενεχθέντων τοίνυν ἐπὶ τὰ διχοτομήματα τῶν πτηνῶν, ἐξεδειματοῦτο λοιπὸν ὁ θεσπέσιος Ἀβραὰμ, ἐννενοηκώς που τάχα, ποῖ δὴ ἄρα καὶ ἐπὶ τίνας τὸ σημεῖον ἐκβήσεται. Φαῦλον γὰρ εἶναι, καὶ οὐχὶ τῶν ἔξω φροντίδος ἐδόκει τὸ ἐπιπτῆναι τοῖς θύμασι τὰ τῶν ὀρνέων βδελυρώτατα. Ἀκάθαρτα γάρ πως ἀεὶ τὰ σαρκοφαγεῖν εἰωθότα. Ἐπειδὰν δὲ περὶ τῆς ἰδίας ἐδεδίει κεφαλῆς, μὴ ἄρα πως καὶ ἐπ' αὐτὴν ἴοι τὸ χρῆμα, τῆς ἐπὶ τούτοις ἀγωνίας αὐτὸν ἀπολύει. Οὐ γὰρ ἥξει, φησὶν, ἐπὶ σὲ τὰ ὑποπτευόμενα. Γινώσκων δὲ γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ. Καὶ πολλοὶ μὲν ἔσονται λίαν οἱ κακοῦν ἐθέλοντες, ὧν ἦσαν εἰς τύπον τὰ τοῖς προκειμένοις θύμασιν ἐπὶ π[τ]άντα ὄρνεα. Πλὴν ὀλίγα λελυπηκότες, ἀποτίσουσι δίκας. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρει καλῷ. Εἶτά φησιν, ὅτι πρὸς αὐταῖς ἤδη δυσμαῖς γεγονότος ἡλίου, φλὸξ πυρὸς καὶ κλίβανος καὶ λαμπάδες διὰ μέσων ᾔεσαν τῶν διχοτομημάτων. Νοεῖται δὲ πάλιν ἐν εἴδει πυρὸς τὸ Θεῖον, κατὰ τὴν τῶν Χαλδαίων συνήθειαν, τὸν ὄρκον ἀποπληροῦν. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος εἰς ὅρκου δύναμιν δέχεται τὸ χρῆμα, καί φησι· Τῷ δὲ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὗτος μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὄρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν, οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.

εʹ. Οἰκονομικώτατα τοίνυν ἐνώμοτον τὴν ἐπαγγελίαν ἐποιεῖτο Θεὸς, καίτοι ψευδοεπεῖν οὐκ εἰδώς· ἵν', ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἰσχυρὰν ἔχωμεν τὴν παράκλησιν, ὅτι πρὸς πέρας ἐκβήσεται πάντη τε καὶ πάντως οὐκ ἐνδοιάζοντες ἔτι. Οὐκοῦν (βραχὺ γὰρ ἀνόπιν ἀνακομίσω τὸν λόγον) ἐν ὠδῖσιν ἔτι τῆς Ἄγαρ ἐχούσης τὸν Ἰσμαὴλ, δεδυσφόρηκεν ἡ Σάῤῥα, τῆς οἰκογενοῦς οὐκ ἐνεγκοῦσα τάχα που τὰ ἐπί γε τῷ κυοφορεῖν αὐχήματα καὶ τὴν οὐ μετρίαν ὀφρύν. Εἶτα τῆς ἑστίας ἐλαύνει, καὶ οὗπερ ἂν ἕλοιτο βαδίζειν ἐκέλευεν, ἐφέντος αὐτῇ τοῦτο δρᾷν τοῦ κατὰ νόμον συνῳκηκότος, φημὶ δὴ τοῦ Ἀβραάμ. Ἀλλ' ὡς τὸ Γράμμα φησὶ τὸ ἱερὸν, Εὗρεν αὐτὴν ἄγγελος Κυρίου τοῦ Θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐν τῇ ὁδῷ Σούρ. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἄγαρ παιδίσκη Σάῤῥας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; Καὶ εἶπεν· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Καὶ ὑπενόστησε μὲν ἡ Ἄγαρ, καὶ τὸν τῆς δουλείας ὑπέδυ ζυγόν. Ἐνομοθέτει δὲ καὶ Θεὸς ἤδη τὴν περιτομὴν τῷ Ἀβραὰμ, λέγων· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκταήμερον περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν. Ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, περιτομῇ περιτμηθήσεται, ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν, εἰς διαθήκην αἰώνιον. Καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοῖς θείοις ὑπείκειν νόμοις. περιετμήθη μὲν ὁ θεσπέσιος Ἀβραὰμ πανοικί. Περιέτεμε δὲ καὶ τοῖς ἄλλοις ὁμοῦ τὸν Ἰσμαήλ. Γεγένηται δὲ λοιπὸν ὁ ἐκ τῆς ἐλευθέρας, τουτέστιν ὁ Ἰσαάκ. Καὶ τί τὸ μετὰ τοῦτο; Οὐ φορητὸς ἦν ἔτι ὁ νόθος ἀθύρων υἱὸς κατὰ τὴν ἑστίαν ὁ Ἰσμαὴλ, καὶ ἐν ἴσῳ που τάχα τῷ Ἰσαὰκ τιμώμενος. Εἶδε γὰρ, φησὶ, Σάῤῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς. Εἶτα πρόσεισι δεδακρυμένη, κατὰ τὸ εἰκὸς, καὶ λέγουσα· Ἔκβαλε τὴν παιδίσκην ταύτην, καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ, φησὶν, ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης. Πάντα ὅσα ἐὰν εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης, εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ὅτι σπέρμα σου ἐστιν. Ἀνέστη δὲ Ἀβραὰμ τὸ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. Ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ Ὅρκου. Ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔῤῥιψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης. Ἀπελθοῦσα δὲ, ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν, ὡσεὶ τόξου βολήν. Εἶπε γάρ· Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου, καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ. Ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν. Εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν. Καὶ ἐκάλεσεν ἄγγελος τοῦ Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ· Τί ἐστιν, Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἔστιν. Ἀνάστηθι καὶ λάβε τὸ παιδίον, καὶ κράτησον τῇ χειρί σου αὐτό. Καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος, καὶ ἐπότισε τὸ παιδίον. Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. Ὁ μὲν γὰρ θεσπέσιος Ἀβραὰμ, τοῖς τῆς φιλοπαιδίας ἡττώμενος νόμοις, μετεποιεῖτο τοῦ Ἰσμαήλ. Ἐπειδὴ δὲ τὸ θεῖον αὐτὸν ἐκάλει χρησμῴδημα πρός γε τὸ χρῆναι μόνῳ προσκεῖσθαι τῷ Ἰσαὰκὡς ἐπ' αὐτῷ γενομένης τῆς ἐπαγγελίας, ἠφίει τὴν Ἄγαρ, καὶ ὁμοῦ τῷ βρέφει τῆς δεσποτικῆς ἑστίας ἀπαίρειν ἐκέλευε, τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν τύπον τοῦ νόμου προαναφαίνοντος. ʹ. Καὶ δὴ καὶ λέγωμεν ἀνακομίζοντες ἀναγκαίως εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον. Εὐσυνοπτότατα γὰρ ὡδὶ καταθεῷτό τις ἂν, ὅτι πρεσβύτερα τῶν ἐν νόμῳ τὰ διὰ Χριστοῦ· καὶ τῆς ἐν σαρκὶ περιτομῆς, ἡ ἐν πίστει δικαίωσις, ἀρχαιοτέραν ἔχει τὴν προανάδειξιν. Σημεῖον γὰρ δέδοται τῷ Ἀβραὰμ ἡ περιτομὴ, τῆς ἐν ἀκροβυστίᾳ πίστεως, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν. ∆εδυσφόρηκε τοίνυν ὁ μακάριος Ἀβραὰμ, ὅτι μὴ τέκνου γέγονεν ἐλευθέρου πατήρ. Καὶ τὸν ἐκ τῆς Αἰγυπτίας ἔχων υἱὸν, φημὶ δὴ τῆς Ἄγαρ, ἀθυμώτατα διετέλει, ἐν ἴσῳ τῆς ἀπαιδίας τιθεὶς σπέρμα τὸ νόθον καὶ οὐκ ἐλεύθερον. Ἐπειδὴ δὲ τὰς ἐπαγγελίας ἐδέχετο τὰς ἐπί γε τῷ γνησίῳ παιδὶ, φημὶ δὴ τῷ Ἰσαὰκ, ἤκουέ τε σαφῶς, ὡς ἔσται πατὴρ ἐν αὐτῷ μυρίων τε ὅσων καὶ ἀναριθμήτων ἐθνῶν, ἐδικαιοῦτο πιστεύων. Ὅτι δὲ καὶ ἐν κατασχέσει γενήσεται τῆς ἐπιδειχθείσης αὐτῷ παρὰ Θεοῦ γῆς, Σοὶ γὰρ, ἔφασκε, δώσω τὴν γῆν ταύτην πληροφορεῖσθαι παρεκάλει λέγων· ∆έσποτα, κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν; Ταύτῃτοι Θεὸς λαμβάνειν ἐκέλευε τὰ διχοτομήματα, δάμαλιν τριετίζουσαν, αἶγά τε ὁμοῦ, καὶ μὴν καὶ κριὸν, τρυγόνα τε καὶ περιστεράν. Καὶ τὰ μὲν τετράποδα τῶν ζώων δεδιχοτόμηκεν Ἀβραὰμ, ἀντιπρόσωπα δὲ ἀλλήλοις, τουτέστι, στοιχηδὸν συνετίθει. Τὰ δὲ ὄρνεα οὐ διεῖλεν. Ἐπεσόβει δὲ καὶ τὰ καταφθείρειν ἐθέλοντα τῶν πτηνῶν. Ἡλίου δὲ ἤδη πρὸς αὐταῖς καταίροντος ταῖς εἰς ἑσπέραν ἐσχατιαῖς, ἐν εἴδει πυρὸς διέθει τὰ διχοτομήματα Θεός. Ποῖον οὖν ἄρα λόγον ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε πνευματικὸν, ἐροῦμεν ὡς ἔνι.

ζʹ. Γέγονε μὲν γὰρ πρῶτος ὥσπερ υἱὸς τῷ τῶν ὅλων Θεῷ ὁ κατὰ σάρκα Ἰσραήλ. Υἱὸς γὰρ, φησὶ, πρωτότοκός μου Ἰσραήλ· πλὴν ὡς ἐκ δούλης καὶ ἐξ Αἰγύπτου λελυτρωμένος. Ἀλλ' ἐν τέκνοις αὐτὸν οὐκ ἠξίου Θεὸς καταλογίζεσθαί ποθεν (ἡ φιλελεύθερος γὰρ καὶ φιλογνησία φύσις)· ἐζήτει δὲ μᾶλλον τὸν ἁνδάνοντα λαὸν, τουτέστι, τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ κατ' ἐπαγγελίαν, ἐν ᾧ καὶ πατέρες γεγόνασι πολλῶν ἐθνῶν, οἱ ἀμφὶ τὸν θεσπέσιον Ἀβραάμ. Κεκληρονομήκασι γὰρ τὴν ἐπὶ τῷδε δόξαν, οὐκ ἐν τῷ κατὰ σάρκα Ἰσραὴλ, ἀλλ' ἐν τοῖς ἐξ ἐθνῶν διὰ πίστεως ἀνασεσωσμένοις. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος. Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Ἐπιγραφόμεθα γὰρ πατέρα τὸν Ἀβραὰμ, οἱ ἐν ἀκροβυστίᾳ πιστεύσαντες, καὶ καθ' ὁμοιότητα τὴν αὐτοῦ παρὰ Θεοῦ δικαιούμενοι. Σαφηνιεῖ δὲ σφόδρα τὸ θεῖον ἡμῖν μυστήριον νομομαθὴς ὢν ὁ Παῦλος. Ἐπιστέλλει γὰρ ὡδὶ μετὰ τὴν ἐν Χριστῷ τελείωσιν, ἀνόπιν ὥσπερ ἰοῦσι Γαλάταις ἐπιτιμῶν· Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι' ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν, ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ γὰρ Σινᾶ, ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Γέγραπται γάρ· Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἡμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, τῇ ἐλευθερίᾳ ᾗ ἡμᾶς Χριστὸς ἠλευθέρωσε. Στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Συνίης οὖν, ὅπως τῶν δύο διαθηκῶν φησιν ἐναργῶς εἰκόνας, Ἄγαρ τε καὶ Σάῤῥαν. Καὶ παρεικάζει μὲν τὸ θεραπαινίδιον τῇ τῶν Ἰουδαίων μητρὶ, τουτέστι, τῇ ἐπὶ γῆς Ἱερουσαλὴμ, ἐπεί τοι δουλείας ὑπέστρωται νόμοις, καὶ οὐκ ἐλευθέρῳ διαπρέπει πνεύματι. Τὴν δέ γε πρώτην καὶ ἐλευθέραν, φημὶ δὴ τὴν Σάῤῥαν, ἣ καὶ ἄρχουσα ταύτῃτοι καὶ ἑρμηνεύεται, τῆς ὑψοῦ τε καὶ ἄνω φησὶν Ἱερουσαλὴμ ἀνῆφθαι τοὺς τύπους, γεγενῆσθαί τε μητέρα διαβεβαιοῦται σαφῶς τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἐξ ἐπαγγελίας Θεοῦ κεκλημένων, εἰς τὸ εἶναι τέκνα τοῦ Ἀβραάμ. Ἡμεῖς γὰρ, φησὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἠλευθερώμεθα γὰρ ἐν Χριστῷ, δι' οὗ καὶ ἐν ᾧ τὸ θεῖον καὶ ἄνωθεν καταπλουτοῦντες πνεῦμα, κατατετάγμεθα μὲν ἐν τέκνοις Θεοῦ, Κράζομεν δὲ, Ἀββᾶ ὁ Πατὴρ, καὶ κληρονόμοι γεγόναμεν τῶν ἐπηγγελμένων τοῖς ἁγίοις ἀγαθῶν, μονονουχὶ καὶ ὀμωμοκότος καθ' ἑαυτοῦ τοῦ Θεοῦ. Παρελήφθη γὰρ ὡς ἐν ὅρκῳ τοῦ Πατρὸς ὁ υἱὸς, ἤτοι τὸ ἐπ' αὐτῷ μυστήριον. Ἔθος γὰρ ὀμνύναι τῷ Πατρὶ ὡς κατὰ ἰδίας δυνάμεως τοῦ Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ ὀμνύναι καθ' ἑαυτοῦ. Ἐπείπερ οὐχ ἕτερος παρ' αὐτὸν ὁ Υἱὸς, κατά γε, φημὶ, τῆς οὐσίας τὸν λόγον, καὶ τὸ ταυτὸν τῆς θεότητος. Καὶ γοῦν ὁ θεσπέσιος Μωσῆς ὅτε δέδειχεν ἡμῖν ὀμνύντα Θεὸν, παρακεκόμικε λέγοντα καὶ μάλα σαφῶς, ὅτι Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου. ∆εξιὰ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, δι' ἧς τῶν ὅλων κατακρατεῖ, καὶ οἱονεὶ τοῦ παντὸς καταδράσσεται, καὶ θεοπρεπῶς ἐργάζεται καλῶν τὰ οὐκ ὄντα πρὸς γένεσιν, καὶ τοῖς ἤδη γεγονόσι, τὸ εὖ εἶναι διανέμων. Οὐκοῦν ὡς ἐν ὅρκου χρείᾳ βεβαιοῦντος εἰς πίστιν τῆς ἐπαγγελίας τοὺς κληρονόμους, τὸ τοῦ Σωτῆρος ἡμῶν παρελήφθη μυστήριον. Καὶ ἀνετυποῦτο δὴ μᾶλλον ὡς ἐν δαμάλει Χριστὸς, καὶ μὴν καὶ αἰγὶ, καὶ κριῷ, καὶ ὡς ἐν δυοῖν στρουθίοιν, τρυγόνι τε, φημὶ, καὶ περιστερᾷ. Καὶ τίς ἂν ὁ τούτου νοοῖτο λόγος, κατὰ τὸ ἐγχωροῦν ἀφηγήσομαι.

ηʹ. Ποτὲ μὲν γὰρ διὰ τὸ ἄγαν εὐσθενὲς καὶ ἀκαταγώνιστον εἰς ἀλκὴν, δῆλον δὲ ὅτι τὴν θεοπρεπῆ, μόσχῳ παρεικάζεται. Ποτὲ δὲ αὖ, διὰ τὸ ἀνθρώπινον, καὶ ἐπεί τοι γέγονεν ὑπὸ νόμον, δάμαλις ὀνομάζεται. Κατόπιν γάρ πως ἀεὶ καὶ ἐν μείοσι τὸ θῆλυ τοῦ ἄῤῥενος ὡς ἡγουμένου καὶ προὔχοντος. Ἁπάσης μὲν γὰρ ἐπέκεινα κτίσεως ὁ Υἱὸς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὴν τῶν γενητῶν ὑπερφέρει φύσιν τε καὶ δόξαν, ῥίζαν ἔχων τὴν ἀνωτάτην, τὸν τῶν ὅλων Πατέρα φημὶ δὴ καὶ Θεόν. Ἐπειδὴ δὲ πέφυκε καθ' ἡμᾶς, κεχρημάτικεν ὑπὸ νόμον ὡς ἡγούμενον. Τοιγάρτοι καὶ ἔφασκεν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἀναθήσομεν δὲ καὶ τοῦτο τοῖς τῆς κενώσεως μέτροις, ὀρθὰ φρονεῖν ᾑρημένοι. ∆ιὰ τοῦτο δάμαλις ὁ Χριστὸς, τὸ τοῦ νόμου πρόσωπον ἀναπληροῦντος Μωσέως, ἤτοι τοῦ κατ' αὐτὸν ὁρισθέντος νόμου. Ἀφομοιοῦται δὲ καὶ αἰγί. ∆ιὰ ποίαν αἰτίαν; Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Χίμαρος δὲ τὸ ὑπὲρ ἁμαρτίας θῦμα κατὰ τὸν νόμον. Παραβάλλεται δὲ καὶ κριῷ, διὰ τὸ τῶν λογικῶν ἡγεῖσθαι ποιμνίων. Εἷς γὰρ ἡμῶν ἐστι καθηγητὴς ὁ Χριστός. Καὶ ἡμεῖς μὲν λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γράφεται μὲν ἐν κριῷ, νοεῖταί γε μὴν ἡγούμενος. Κριοὶ γὰρ ἀεὶ τῆς ἀγέλης οἱ προὔχοντες. Ὁ αὐτὸς οὖν ἄρα καὶ δάμαλις, διά τοι τὸ ὑπὸ νόμον, καὶ μὴν καὶ ὡς αἲξ, σφάγιον ὑπὲρ ἁμαρτίας. Καὶ προσέτι κριὸς, ὡς ἡγούμενος. Οὗ τοῖς ἴχνεσιν ἕπεσθαι δεῖν ᾑρημένοι, καὶ διασπεύδοντες, Ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐσόμεθα, καὶ ἐν αὐλαῖς ἱεραῖς καταλύσομεν. Ἐνοικιεῖ γὰρ ἡμᾶς ταῖς ἄνω μοναῖς, αὐτὸς ὢν καὶ κριὸς καὶ ἀρχιποίμην, καὶ ὡς εἷς ἐξ ἡμῶν ὑπὸ νόμον, καὶ ὑπὲρ νόμον, ὡς Θεὸς αὐτὸς ἡ πᾶσα δικαίωσις, εἰ καὶ Ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ τὴν δι' ἡμᾶς ὑπέμεινε σφαγήν. Μορφοῦται δὲ αὖ καὶ ὡς ἐν τρυγόνι καὶ περιστερᾷ. Αὐτὸς γὰρ ἡ μόνη νοητὴ καὶ λαλιστάτη τρυγὼν, τὸ εὔστομον ἀληθῶς στρουθίον, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ὃς τοῖς εὐαγγελικοῖς κηρύγμασι κατεκήλησε τὴν ὑπ' οὐρανόν· ᾧ καὶ αὐτὴ προσπεφώνηκεν ἡ νύμφη, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· ∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Ὁ αὐτὸς ἡ ἁπλῆ καὶ ἀκάκουργος καὶ δόλον οὐκ ἔχουσα περιστερά. Οὐ γὰρ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Τριετίζουσα δὲ ἡ δάμαλις, καὶ μὴν καὶ τὰ ἕτερα τῶν κτηνῶν. Παντέλειος γὰρ ὁ Κύριος. Τῆς τῶν κτηνῶν ἡλικίας τὸ ὡς ἐν Θεότητι τέλειον τοῦ Μονογενοῦς ὑποφαινούσης ἀστείως. Καὶ διαπτύσσεται μὲν τὰ κτήνη· δεδιχοτόμηνται γάρ. Μεμένηκε δὲ τῶν στρουθίων ἀδιχοτόμητος ἡ δυάς. Καὶ τίς ὁ λόγος; Ἧ μὲν γὰρ γέγονε σὰρξ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οἱονεί πως δεδιχοτόμηται, καὶ εἰς θεωρίαν εὐρύνεται τὴν διπλῆν ὁ ἐπ' αὐτῷ λόγος. Ὁτὲ μὲν γὰρ, τὴν ὡς ἐκ Πατρὸς αὐτοῦ θείαν καὶ ἀπόῤῥητον νοοῦμεν γέννησιν· ὁτὲ δὲ αὖ, τὸ τῆς ἐνανθρωπήσεως λαλοῦμεν μυστήριον, τὸ βαθὺ τῆς οἰκονομίας μονονουχὶ διαπτύσσοντες καὶ ἁπλοῦντες εἰς εἴδησιν τοῖς οὐκ εἰδόσιν αὐτό. Ἀλλ' εἰ καὶ γέγονε διττὸς οἱονεί πως ὁ ἐπ' αὐτῷ λόγος, ἀλλ' εἷς που πάντως καὶ ὁ αὐτὸς, οὐ διαιρούμενος εἰς δύο, μετὰ τὴν πρὸς σάρκα σύνοδον. Οὔτε μὴν εἰς υἱῶν δυάδα τεμνόμενος· εἷς γὰρ καὶ ἀμέριστος ὁ Χριστός. Τύπος δ' ἂν γένοιτο καὶ τοῦδε σαφὴς, τὸ ἀδιάτμητον τῶν στρουθίων· Τὰ γὰρ ὄρνεα, φησὶν, οὐ διεῖλε. Καὶ ἐσημαίνετο μὲν ὡς ἀπὸ τῆς γῆς διὰ τὸ ἀνθρώπινον, ὡς ἔν γε τῷ μόσχῳ, καὶ μὴν καὶ αἰγὶ καὶ κριῷ. Νοεῖται δὲ πάλιν ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, διά τοι τὸ εἶναι ὁ Θεὸς διὰ τῶν στρουθίων. Ὅτι δὲ καίτοι τὴν ὑπὲρ ἡμῶν ἑκούσιον ὑπομείναντος σφαγὴν, Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε, κατὰ τὸ γεγραμμένον, διαφθοράν· καὶ ὅτι κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Παραδείξειεν ἂν καὶ μάλα σαφῶς ὡς ἐν τύπῳ δὴ πάλιν ὁ θεσπέσιος Ἀβραὰμ, τὰ καταφθείρειν ἐθέλοντα τῶν πτηνῶν, ἀφιστὰς τῶν διχοτομημάτων. Προαπαγγελθείσης δὲ τῷ Ἀβραὰμ τῆς ἐσομένης κατὰ καιροὺς ἐν Αἰγύπτῳ πλεονεξίας κατὰ τῶν ἐξ αἵματος αὐτοῦ, τουτέστι, τοῦ Ἰσραὴλ καὶ τῆς παραδόξου λυτρώσεως, Περὶ τὰς ἡλίου, φησὶ, δυσμὰς κλίβανος πυρὸς καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, διὰ μέσων ᾔεσαν τῶν διχοτομημάτων. Προανέτειλε μὸν γὰρ τῶν ἐξ ἐπαγγελίας ὁ διὰ Μωσέως νόμος, δουλείας τε πέρι τῶν ἐξ Ἰσραὴλ, καὶ μὴν καὶ λυτρώσεως, μακρὰ τοῖς ἀκροωμένοις εἰσφέρων τὰ διηγήματα. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἱονεὶ πρὸς ἑσπέραν, Γέγονε σὰρξ ὁ Λόγος. Εἴη γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, τὸ, ὡς ἐν εἴδει πυρὸς τὴν θείαν τε καὶ ἀπόῤῥητον φύσιν, ἐπ' αὐτὰ διᾴττειν τὰ διχοτομήματα. Ἀλλ' Ἦν, φησὶ, φλὸξ πυρὸς, καὶ κλίβανος πυρὸς, καὶ λαμπάδες πυρός. Γέγονε γὰρ ἀληθῶς τὸ σεπτὸν τῆς ἐνανθρωπήσεως μυστήριον, τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις καὶ ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, κλίβανός τε καὶ φλὸξ, καὶ ἡ πασῶν ἀφόρητος καὶ ἐσχάτη δίκη. Καὶ γοῦν περὶ τῶν ἐξ Ἰσραὴλ, οἳ τὸ Χριστοῦ μυστήριον ἀσυνέτως περιυβρίζοντες κακόνοοί τε καὶ ἀλαζόνες ἡλίσκοντο, φησὶν ὁ ∆αβὶδ πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν· Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς, εἰς καιρὸν τοῦ προσώπου σου· Κύριε, ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Καιρὸς δὲ προσώπου τοῦ Πατρὸς, ὁ τῆς ἐνανθρωπήσεως νοοῖτο ἂν εἰκότως· εἴπερ ἐστὶ καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Οὐκοῦν φλὸξ ἀγρία καὶ κλίβανος, τοῖς ἀπωθεῖν ἐθέλουσι τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον. Τοῖς γε μὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καθὰ γέγραπται, Λαμπὰς ἐν σκότῳ φωτίζουσα, καὶ τῆς διαβολικῆς ἀχλύος τὸ πάχος ἀπολεπτύνουσα, καὶ τοῖς διὰ μέσον προσπταίειν σκανδάλοις τὴν τῶν σεβομένων αὐτὸν οὐκ ἐφιεῖσα πληθύν. Οὕτως ἡμῖν ὠνόμαζε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, καὶ διὰ φωνῆς Ἡσαΐου, λέγων· ∆ιὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν μου, ὡς λαμπάδες καυθήσεται. Σωτήριον γὰρ καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γέγονεν ὁ Υἱός· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῷ δικαιούμεθα, καὶ τὸν πάλαι καθ' ἡμῶν τυραννήσαντα νικῶντες θάνατον, παλινδρομοῦμεν εἰς ἀφθαρσίαν, καὶ εἰς ὅπερ ἦν ἐν ἀρχαῖς ἡ φύσις ἀναμορφούμεθα.

θʹ. Ὅτι δὲ ἦν ἀναγκαῖον πεφηνότος ἤδη τοῦ Ἐμμανουὴλ, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου παραδειχθέντος ἐν κόσμῳ, τῆς Μωσαϊκῆς λατρείας τοὺς τύπους τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὑποφέρεσθαι, καὶ ὑπείκειν ὥσπερ ταῖς ἀμείνοσι καὶ τελεωτέραις ἐντολαῖς, ἐσκιαγραφεῖτο πάλιν ὡς ἐν τύπῳ τὸ χρῆμα παχεῖ. Καὶ τίς δὴ οὗτος, ἐρῶ. Ἐπειδὴ γὰρ οὐκ ἔτικτε μὲν ἡ Σάῤῥα, κεκυοφόρηκε δὲ τὸν Ἰσμαὴλ ἡ Ἄγαρ, ὀφρὺν ἀνατείνουσα κατὰ τῆς ἐλευθέρας ἐφωρᾶτο λοιπόν. Σάῤῥα δὲ οὐκ ὀϊστὴν ἐποιεῖτο τὴν ὑπεροψίαν, καὶ δὴ καὶ ἐκάκου τὴν Αἰγυπτίαν. Ἡ δὲ τῆς ἑστίας ἀπέδρα, καὶ ἐπλανᾶτο κατὰ τὴν ἔρημον. Ἤρετο δὲ αὐτὴν ἄγγελος ἐξ οὐρανοῦ, ὅποι τε ἴοι καὶ ὅθεν ἵκοι πάλιν. Ἡ δὲ πρὸς ταῦτά φησιν· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Τί οὖν ὁ θεσπέσιος ἄγγελος; Ἀποστράφηθι, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Προανεδείχθη μὲν γὰρ ὠδίνουσα τὸν Ἰσραὴλ ἡ κατὰ νόμον λατρεία. Οἰκέτις δὲ οὖσα (πνεῦμα γὰρ ἐλεύθερον οὐκ ἦν ἐν αὐτῇ), μονονουχὶ προεκυοφόρησε τῆς νέας καὶ εὐαγγελικῆς παιδεύσεως τὸν ἐξ Αἰγύπτου λαόν. Τοιγάρτοι καὶ πεφρόνηκε μέγα, καὶ ἐδίωκε τοὺς ἐν Χριστῷ, καὶ κατὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ὑψηλὴν αἴρουσα τὴν ὀφρὺν, πολυτρόπως ἡλίσκετο. Ἐπετίμα γὰρ τοῖς ἁγίοις ἀποστόλοις ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διαῤῥήδην λέγουσα· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Ὁρᾷς ὅπως κατεπαίρεται τῆς Σάῤῥας ἡ Αἰγυπτία, καὶ καταθρασύνεται τῆς ἐλευθέρας τὸ θεραπαινίδιον. Ἀλλ' ἐνικᾶτο τῷ χρόνῳ, καὶ ἀποδιδράσκει τρόπον τινὰ τιμῶσα τὸ ἐξήνιον, προστάττεται δὲ δι' ἀγγέλου φωνῆς, μὴ παραιτεῖσθαι τὴν ἐλευθέραν, τουτέστι, τὴν εἰς ἐλεύθερον ἀξίωμα καλοῦσαν παίδευσιν, ταπεινοῦσθαι δὲ μᾶλλον ὑπὸ τὰς χεῖρας αὐτῆς. Ἡ γὰρ διὰ νόμου λατρεία, διὰ σχημάτων ἰοῦσα καὶ τύπων, δουλεύει τρόπον τινὰ τοῖς εὐαγγελικοῖς παιδεύμασιν, ἀμυδρὸν τῆς ἀληθείας τὸ κάλλος ἐφ' ἑαυτῇ δεικνύουσα. ∆ι' ἀγγέλων τοίνυν ὁ πάλαι διὰ Μωσέως ὡρίζετο νόμος, καὶ διὰ φωνῆς ἀγγέλου τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὑποφέρειν ὥσπερ προστάσσεται τὸν αὐχένα, καὶ ὑποκλίνεσθαι τῇ ἐλευθέρᾳ, καὶ οὐχ ἑκοῦσα παραχωρεῖν. Τοῦτο γὰρ, οἶμαι, νοητῶς ἐστι τὸ, ὑπὸ χεῖρα τῆς Σάῤῥας γενέσθαι τὴν Ἄγαρ. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς διαθηκῶν δυάδα τέθεικεν αὐτὰς καὶ ὁ θεσπέσιος Παῦλος, τὴν μὲν εἰς δουλείαν γεννῶσαν, σύστοιχόν τε τῇ νῦν Ἱερουσαλήμ· τὴν δὲ εἰς ἐλευθερίας ἀξίωμα, φημὶ δὴ τὴν Σάῤῥαν. Ὅτι δὲ πεφηνότος ἤδη Χριστοῦ συνανατελεῖ δὴ πάντως τῆς ἐν πνεύματι περιτομῆς ὁ καιρὸς, ἐδιδάσκετο σαφῶς ὁ μακάριος Ἀβραάμ. Ἐθεσμοθέτει γὰρ ὁ Θεὸς, τὸ χρῆναι πληροῦν τὴν περιτομὴν, διὰ σαρκικῶν, οἶμαι, παραδειγμάτων προαναφαίνων τὰ νοητά. Περιτμηθήσεται γάρ σου, φησὶ, πᾶν ἀρσενικόν. Καὶ ταῖς εἰς τοῦτο ῥᾳστώναις ὄλεθρον καὶ ἀπώλειαν ἐπεμέτρει τὴν δίκην· ἔφη γὰρ, ὅτι καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν. Ὁρᾷς ὅτι τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ περιτομῆς τύπος ὥσπερ τις ἐν σαρκὶ προεδείκνυτο. Πράττεται γὰρ τῇ ὀγδόῃ, καθ' ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστός. Καὶ καιρὸς ἦν ἤδη τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, καὶ τὴν ἐν αὐτῷ δέχεσθαι περιτομὴν, οὐ σάρκα λυποῦντος, ἀλλὰ πνεῦμα καθαίροντος· οὐ σωματικῶν ἀπαλλάττοντος ῥύπων, ἀλλὰ ψυχικῶν ἡμᾶς νοσημάτων ἀπολύοντος. Ὅτε γὰρ ἀνεβίω Χριστὸς, καταλύσας τοῦ θανάτου τὸ κράτος, τότε δὴ, τότε καὶ ἀπαρχὴν ὥσπερ τινὰ τοῦ ἁγίου Πνεύματος τοῖς ἁγίοις ἐνέθηκε μαθηταῖς. Ἐνεφύσησε γὰρ, φησὶν, εἰς αὐτοὺς λέγων· Λάβετε Πνεῦμα ἅγιον. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφώτατος Ἰωάννης, λέγων· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. ∆εδόξασται μὲν γὰρ, ἐγηγερμένος ἐκ νεκρῶν, κατὰ τὴν ὀγδόην. Τοιγάρτοι καὶ εἰς ἡμᾶς ἠνέχθη τὸ πνεῦμα, καὶ ἐν αὐτῷ περιτετμήμεθα περιτομῇ ἀχειροποιήτῳ καὶ νοητῇ. Ἁνδάνει γὰρ οὗτος Θεῷ τῆς περιτομῆς ὁ τρόπος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ὧδέ πή φησιν· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.

ιʹ. Ἀπρακτούσης δὲ ὅτι τῆς ἐν νόμῳ λατρείας, καὶ κατακρατούσης ἤδη τῆς νέας καὶ ἐν Χριστῷ, καὶ τῶν ἐν πίστει λαῶν ἀναδεδειγμένων, οἳ καὶ ἐν τοῖς τῆς ἐλευθέρας τέθεινται τέκνοις τὸ δουλοπρεπὲς οὐκ ἔχοντες πνεῦμα (διακεκράγασι γάρ· Ἀββᾶ, ὁ Πατὴρ), καιρὸς ἦν ἤδη, τὴν τῶν Ἰουδαίων ἀποπέμπεσθαι συναυλίαν καὶ Συναγωγὴν, καὶ ἀπόκληρον ὥσπερ τῆς ἐπαγγελίας τὸν ἐξ αὐτῆς γενέσθαι λαόν. Καὶ μὴν ὅτι καὶ ἐπιστρέψει κατὰ καιροὺς, καὶ ἔσται δεκτὴ, τεύξεται δὲ καὶ τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς ἡμερότητος, τὸν τῶν ὄλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγινώσκουσα, σημαίνει δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔπαιζον μὲν γὰρ ἀλλήλοιν ἐπιθρώσκοντα τὰ μειράκια, Ἰσαὰκ δηλονότι, καὶ μέντοι καὶ Ἰσμαήλ. ∆ίωξις δὲ, οἶμαί που, τῆς παιδιᾶς ἦν ὁ τρόπος· καὶ εἴπετο μὲν διώκων ὁ Ἰσμαὴλ, κατεφωρᾶτο δὲ φεύγων ὁ Ἰσαάκ. Ἀλλ'ἠγανάκτει πρὸς τοῦτο τῆς ἐλευθέρας ὁ νοῦς, φημὶ δὴ τῆς Σάῤῥας. Καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν θεσπέσιον Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Καὶ οὐκ ἀτάραχος μὲν ὁ λόγος ἦν ἐν ὠσὶν Ἀβραάμ. Ἤκουσε δὲ παρὰ Θεοῦ, τὸ χρῆναι τοῖς τῆς Σάῤῥας καταπείθεσθαι λόγοις. Καὶ δὴ καὶ ἄρτοις καὶ ὕδασι τὴν Ἄγαρ ἐφοδιάσας, ὁμοῦ τῷ παιδὶ τῆς δεσποτικῆς ἑστίας ἀπελθεῖν ἐκέλευεν. Ἡ δὲ ᾤχετο μὲν ἀλύουσα καὶ δεδακρυμένη· πλὴν ἐπλανᾶτο κατὰ τὴν ἔρημον. Κινδυνεύοντος δὲ τοῦ παιδίου καὶ κατοιμώζοντος, ∆ιήνοιξε, φησὶν, ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἄγαρ, καὶ εἶδε πηγὴν ὕδατος ζῶντος, καὶ ἐπότισεν αὐτό. Ἄθρει δὴ οὖν ὅπως πρὸς τὴν τοῦ μυστηρίου γνῶσιν οὐκ ἀσυντελὲς οὐδὲ αὐτό που τάχα τῶν νηπίων τὸ ἄθυρμα. Ἐδίωκε μὲν γὰρ ὁ Ἰσμαὴλ τὸν Ἰσαάκ.Ἀλλ' ὅτι διώξει κατὰ καιροὺς ὁ ἐκ τῆς θεραπαίνης, τουτέστιν, ὁ Ἰσμαὴλ, τὸν ἐκ τῆς ἐλευθέρας, ἤγουν τὸν ἐν πίστει καὶ ἐν Χριστῷ λαὸν, διεσάφει λέγων ὁ μακάριος Παῦλος, ἐπί τε τοῦ Ἰσμαὴλ καὶ τοῦ Ἰσαὰκ οὕτω λέγων· Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. Ἐπειδὴ δὲ πεπολέμηκε τοῖς ἐξ ἐλευθέρας ὁ Ἰσμαὴλ, ἐκπέμπεται λοιπὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, στυγνὸν καὶ ἀλιπαρὲς ἐφόδιον ἔχουσα, ἄρτον τε καὶ ὕδωρ. Τουτέστιν, ἐπιμετρηθέντα τρόπον τινὰ γνώσεώς τε καὶ εὐσεβείας λόγον, δι' ὧν ἦν εἰκὸς οὐκ εἰσάπαν οἰχήσεσθαι πρὸς τὸ ἐκτεθνάναι δεῖν. Ἔφη γάρ που Θεὸς, λείψανον ὥσπερ τι καὶ σπέρμα βραχὺ τῆς κατὰ νόμον ἐπιεικείας καταλελοιπὼς ἐν τῷ Ἰσραήλ· Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ. Μικρὸν δέ φησιν ἁγίασμα γενήσεσθαι τοῖς ἐξ Ἰσραὴλ, μετά γε τὴν ἐν τοῖς ἔθνεσι διασποράν, διά τοι τὸ μὴ ἄγαν τῶν Ἰουδαίων εὐσθενὲς εἰς τὸ δύνασθαι, φημὶ, κἂν γοῦν τὸν διὰ Μωσέως ἀποπεραίνειν νόμον, ὀλίγιστα δὲ καὶ μόλις ἐπιτηρεῖν, τὴν ἐν σαρκί που τάχα περιτομὴν, καὶ ἀργίαν τὴν ἐν Σαββάτῳ. Ὕδατι τοίνυν καὶ ἄρτοις ἐφοδιάζεται μόλις ἡ εἰς δουλείαν γεννῶσα, τουτέστιν, ἡ τῶν Ἰουδαίων Συναγωγή. Καὶ δεδυσφόρηκε μὲν Ἀβραὰμ ἀποτρεχούσης τῆς Ἄγαρ, ἠφίει δ' οὖν ὅμως Θεοῦ προστάττοντος. Ἐλύπει μὲν γὰρ ὁμολογουμένως τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς ἐκπίπτων ὁ Ἰσραήλ. Πλὴν ἀπενοσφίζοντο καὶ οὐχ ἑκόντες αὐτοῦ, διά τοι τὸ τῷ Θεῷ δοκοῦν καὶ τὴν εἰς Χριστὸν ἀγάπησιν. Καὶ γοῦν ὁ θεσπέσιος γράφει Παῦλος, Ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν τῶν συγγενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ἀπόπεμπτος δὲ γενομένη ἡ τῶν Ἰουδαίων μήτηρ, μακροὺς ἐπλανᾶτο χρόνους· καὶ κεκινδύνευκε μὲν ἀπολέσθαι λοιπὸν εἰς τὸ παντελές. ἀλλ' εἰ κραυγάσειαν ἀναβοῶντες κατὰ καιροὺς πρὸς Θεὸν, πάντη τε καὶ πάντως ἐλεηθήσονται. ∆ιανοίξει γὰρ αὐτῶν τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ ὄψονται καὶ αὐτοὶ τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, τουτέστι, Χριστόν· καὶ δὴ καὶ πιόντες, ἐν αὐτῷ ζήσονται. Λουσάμενοί τε καὶ καθαροὶ γενήσονται, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὅτι δέ ἐστι πηγὴ ζωῆς ὁ Χριστὸς, σαφηνιεῖ λέγων ὁ Ψαλμῳδὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός! οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Οὐχ ἕτερος δὲ παρὰ ταύτην, ἢ ὁ Χριστός. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ καὶ ὁμοουσίῳ αὐτοῦ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς σύμπαντος καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ.

αʹ. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἒν τῶν ὀρέων ὧν ἄν σοι εἴπω. Τοιαῦτα μὲν δὴ τὰ θεόθεν διηγγελμένα. Ἀμελλητὶ οὖν ὁ δίκαιος ἐπισάξας τὴν ὄνον αὐτοῦ, καθὰ γέγραπται, δυοῖν δὲ μόνοιν οἰκέταιν ἕπεσθαι διειπὼν, καὶ τὸν ἀγαπητὸν ἁρπάσας υἱὸν, ἐπὶ τὴν θυσίαν ᾤχετο. Ἐπειδὴ δὲ εἰς τὸν ἱερὸν ἐκεῖνον ἀφῖκτο χῶρον τρίτῃ μόλις ἡμέρᾳ, Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, τοῖς οἰκέταις φησίν· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἐπιφορτίσας δὲ τὸν υἱὸν τοῖς εἰς ὁλοκάρπωσιν ξύλοις, καὶ βαδίζειν οὕτως ἀναπείσας, ἠκολούθει. Ἐπειδὴ δὲ τὸ παιδάριον ἀνεπυνθάνετο τοῦ πατρὸς, λέγον· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἔστι τὸ πρόβατον εἰς ὁλοκάρπωσιν; Ὁ Θεὸς, φησὶν, ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἀναδειμάμενος δὲ τὸ θεῖον ἐκεῖνο θυσιαστήριον, ἐπισωρεύει τὰ ξύλα. Συμποδίσαντα δὲ καὶ τὸ μειράκιον ἐπ' αὐτοῖς, καὶ δὴ καὶ τῆς μαχαίρας ἐπειλημμένον, ἀγγέλου διακωλύει φωνὴ, μὴ δὴ χρῆναι λέγουσα τὸ παιδάριον ἀποσφάττειν αὐτόν. ἐγνωκέναι γὰρ τὸν Θεὸν ἤδη τὴν ἐνυπάρχουσαν αὐτῷ πρόθεσιν ἀγαθήν. Εἶτα κριὸν τῶν κεράτων· ἐξηρτημένον ἐν φυτῷ Σαβὲκ κατιδὼν ὁ δίκαιος, ἀναπληροῖ τὴν θυσίαν, ἀντὶ τοῦ παιδὸς ἀναφέρων αὐτόν. Κάτεισι δὲ οὕτως πρὸς τοὺς οἰκέτας, ὑγιᾶ φέρων αὐτοῖς τὸν υἱόν. Τὸ μὲν οὖν τῆς ἱστορίας ἐπιτεμόντες πλάτος, καὶ ὡς ἐν βραχεῖ συνενεγκόντες λόγῳ τὸ λυσιτελοῦν εἰς ἀπόδειξιν τοῦ, διὰ τούτων τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανατυποῦσθαι μυστήριον, κατὰ δύναμιν πάλιν τὴν ἑαυτῶν λαμβάνοντες, ἐξειπεῖν οὐκ ὀκνήσομεν. Εἰ δὲ δὴ μὴ πάντα ἕποιτο λόγῳ τὰ ἐν ταῖς ἱστορίαις κείμενα, καταιτιάσθω μηδείς. Ἐν γὰρ τῷ περιττῷ τῆς ἱστορίας πολλάκις κρύπτεται τὸ πνευματικόν· ὥσπερ οὖν ἀμέλει καὶ τὰ λίαν εὐοσμότατα τῶν ἐν λειμῶσιν ἀνθέων εἰκαίοις ἔξωθεν φύλλοις περιχλαινίζεται, ἅπερ εἴ τις ἀποτέμοι, γυμνὸν εὑρήσει τὸ ὠφελοῦν τε καὶ χρήσιμον. Εἰσίτω δὴ τοίνυν ἡμῖν τῆς ἀλληγορίας ὁ λόγος.

βʹ. Τὸ μὲν οὖν πειράζεσθαι τὸν μακάριον Ἀβραὰμ, καὶ θύειν ἐπιτάττεσθαι τὸν υἱὸν τὸν ἀγαπητὸν, δυσφοροῦντα μὲν, κατὰ τὸ εἰκὸς, ὡς γεννήτορα, καὶ θερμῷ τῆς φύσεως κέντρῳ πρὸς φιλοστοργίαν νυσσόμενον, προτιμῶντα δ' οὖν ὅμως τὸ ἐκ τοῦ πράγματος ἀγαθὸν, αὐτὸ δὴ πάλιν ἡμῖν καὶ σφόδρα σαφῶς ἐκεῖνο δηλοῖ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον, Οὔτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὡς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχει ζωὴν αἰώνιον. Εἰ γὰρ χρή τι καὶ ἀνθρώπινον εἰπεῖν εἰς ἀπόδειξιν τοῦ νοήματος ἐναργῆ, κατεδάκνετο τρόπον τινὰ πέμπων εἰς θάνατον δι' ἡμᾶς τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, εἰ καὶ ᾔδει πεισόμενον τῶν λυπούντων οὐδὲν, ἐπεὶ καὶ αὐτὸς ἦν ἀπαθὴς ὡς Θεός. Ὅμως δ' οὖν τὸ ἐκ τοῦ θανάτου χρήσιμον ἐννοῶν, τὴν ἁπάντων, φημὶ, σωτηρίαν καὶ ζωὴν, τῆς πατρὶ πρεπούσης φιλοστοργίας ἠμέλει. ∆ιὸ δὴ καὶ Παῦλος αὐτὸν ἀπεθαύμαζε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐπὶ τίνι δ' ἂν γένοιτο δικαίως τὸ θαῦμα τῆς εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ μή τι καὶ τῶν ἀβουλήτων ἔδοξεν ὑπομένειν παραδοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν; Τοιοῦτον γάρ τοι νοεῖν ἡμᾶς ἀναπείθει τὸ, Οὐκ ἐφείσατο, λέγων ὁ Παῦλος. Ὅπερ οὐκ ἂν ἐπὶ τοῖς τυχοῦσι ῥηθείη ποτὲ, ἀλλ' ἐπὶ μόνοις τοῖς μεγάλου τινὸς κατανεανιευομένοις πράγματος, ὡς ἐν τῷ, Πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· ἔτι δὲ, ὅτι Πῆξον, μὴ φείσῃ. Καὶ πάλιν, Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, εἰρήσεται. Οἱ δὲ τῷ πρεσβύτῃ συμπαρομαρτυροῦντες καὶ συμπαραθέοντες οἰκέται δύο καὶ μέχρι τῆς τρίτης ἡμέρας, τύπος ἂν εἶεν τῶν εἰς δουλείαν κεκλημένων διὰ τοῦ νόμου δύο λαῶν, τοῦ τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, φημί. Οἳ καὶ μόνοις χρῆναι τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκολουθεῖν ᾤοντο διατάγμασιν, ὥσπερ ἐκεῖνοι τῷ Ἀβραὰμ, οὔπω τὸν δι' οὗ πάντα νοοῦντες Υἱὸν, οὐδὲ τὸν τοῦ Πατρὸς κληρονόμον ἐπιγινώσκοντες, οὗπερ ἂν εἰσφέροι καλλίστην ἡμῖν τὴν εἰκόνα, μικρὸς καὶ ἐν κόλποις ἔτι τοῦ οἰκείου πατρὸς ὁ Ἰσαὰκ κείμενος, καὶ τὴν δεσπότῃ πρέπουσαν οὔπω φορῶν ἐξουσίαν. Ἦν μὲν γὰρ καὶ ἔστιν ἀεὶ Κύριος καὶ Θεὸς παντέλειος ὁ Υἱός. Τῷ δὲ μὴ πᾶσιν ὑπάρχειν καταφανὴς, καὶ μάλιστα τοῖς ἀνοσίοις Ἰουδαίοις εἰς μόνην ὁρῶσι τὴν σάρκα, μικρός τις εἶναι καὶ ὁ τυχὼν ἐνομίζετο. Συμμετρεῖται δέ πως ἀναλόγως καὶ ταῖς ἁπάντων διανοίαις ἡ περὶ αὐτοῦ γνῶσις. Καὶ μικρὰ μὲν ἐν μικροῖς, μεγάλη δὲ αὖ ἐν μεγάλοις εὑρίσκεται. Καὶ γοῦν οἱ μὲν προφῆταί φασιν, ὅτι Μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ, τουτέστι, τοὺς ἐγγὺς αὐτοῦ γεγονότας διὰ πολλὴν ἄγαν ἀγχίνοιαν. Ὠδίνει δὲ καὶ ὁ Παῦλός τινας, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. Τουτέστιν, ἄχρις ἂν οἱ μεγάλοι καὶ ὑπερφυεῖς τῆς θεότητος αὐτοῦ χαρακτῆρες εἰς τὸν ἐκείνων ἠρέμα διαπλάττοιντο νοῦν. Τὸ δὲ ἀκολουθῆσαι μὲν τοὺς οἰκέτας καὶ μέχρι τρίτης ἡμέρας, μὴ μὴν καὶ ἐπιτετράφθαι πρὸς τὴν γῆν ἀνακομίζεσθαι τὴν ὑψηλήν τε καὶ ἱερὰν, καθίζειν δὲ μᾶλλον αὐτοῖς προστετάχθαι μετὰ τῆς ὄνου, τὴν διὰ νόμου πρὸς Θεὸν ἀκολούθησιν τῶν δύο λαῶν ὑποδηλοῖ, καὶ μέχρι τοῦ τρίτου παρατείνασαν χρόνου, τουτέστι, τοῦ τελευταίου, καθ' ὃν ἡμῖν ἐπεφάνη Χριστός. Τρισὶ γὰρ ὁ σύμπας αἰὼν ἐκμετρεῖται καιροῖς, παρῳχηκότι, φημὶ, καὶ ἐνεστῶτι, καὶ μέλλοντι. Οὐκοῦν ἐν τρίτῳ τὸ τέλος. Ἐπιδημῆσαί γε μὴν τὸν Χριστὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἡ θεία λέγει Γραφή. Κατακολουθήσας τοίνυν ὁ Ἰσραὴλ διὰ νόμου τῷ Θεῷ, καὶ μέχρι τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐκ ἠθέλησε διὰ τῆς πίστεως ἀκολουθῆσαι Χριστῷ, πρὸς τὸν ὑπὲρ πάντων ἀναβαίνοντι θάνατον, μᾶλλον δὲ καὶ κεκώλυται διὰ πολλὰς ἁμαρτίας. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ· ἥτις διὰ τῆς ὄνου σημαίνεται τῆς τοῖς οἰκέταις συνούσης πότε. Ἀλογίας γὰρ ἡ ὄνος τῆς ἐσχάτης εἰκών· ἀλογίας δὲ τέκνον ἡ πώρωσις. Τὸ δὲ, τῶν οἰκετῶν ἀπονοσφίζεσθαι μὲν καὶ ἀναχωρεῖν ἅμα τῷ υἱῷ τὸν πατέρα, ὡς δὲ καὶ εἰς αὖθις ἐπανήξει λέγειν· (Ἐγὼ γὰρ, φησὶ, καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς,) σημαίνει τὴν πρόσκαιρον ἀναχώρησιν τοῦ Θεοῦ τὴν ἐκ τῶν υἱῶν Ἰσραὴλ, καὶ τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐπ' αὐτοὺς ἐσομένην ὑποστροφὴν, διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιτελουμένην. Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τὸ δὲ μὴ λέγειν μὲν ἐναργῶς τὸν μακάριον Ἀβραὰμ, ὅτι θύσων ἄνεισι τὸν υἱὸν, πρόφασιν δὲ ὥσπερ τὸ, Ἕως ὧδε διελευσόμεθα, λαβεῖν, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ μὴ πεπιστεῦθαι τοῖς Ἰουδαίων λαοῖς τὸ Χριστοῦ μυστήριον. Καὶ ἀληθὴς ἡμῖν ὁ περὶ τούτου φανεῖται λόγος, ὅταν ἴδωμεν τὸν Ἰησοῦν προσλαλοῦντα μὲν Ἰουδαίοις ὡς ἐν παραβολαῖς καὶ δι' αἰνιγμάτων, λέγοντα δὲ καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς. Τὸ δέ γε παιδάριον, τουτέστιν, ὁ Ἰσαὰκ, τοῖς τῆς ὁλοκαυτώσεως ξύλοις κατεφορτίζετο διὰ χειρὸς τοῦ πατρὸς, καὶ μέχρι τῶν τῆς θυσίας ἀφικνεῖται τόπων. Ἐπωμάδιον γὰρ τὸν οἰκεῖον φέρων σταυρὸν, ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ παθεῖν, ἀλλ' ἐκ θελήματος οἰκείου, καὶ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ τῷ Ποντίῳ Πιλάτῳ, Οὐκ ἔχεις κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. Ἐπιτεθεὶς δὲ τοῖς ξύλοις ὁ Ἰσαὰκ, καὶ τοῦ θανάτου καὶ τοῦ παθεῖν ὑποκλέπτεται. Κριὸς δὲ εἰς τὴν θυσίαν ἀναβαίνει θεόσδοτος. Καὶ γὰρ ἦν μὲν ὄντως ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος ἐν τῷ ἰδίῳ ναῷ, τῷ ἐκ Παρθένου, φημὶ, καὶ προσηλωθέντι τῷ ξύλῳ. Ὑπάρχων δὲ ὡς Θεὸς ἀπαθὴς καὶ ἀθάνατος, καὶ θανάτου καὶ πάθους ἑαυτὸν ὑπεξάγει. Ἀναβαίνει δὲ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος, ὅπερ αὐτὸς εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον ὡς παρ' αὐτοῦ· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι τὸ θέλημά σου ἠβουλήθην. Ὅτι δὲ τὰ ἐκ τῆς προτεθείσης ἡμῖν ἱστορίας καλῶς δὴ λίαν εἰς Χριστὸν ἀνοισθήσεται, μαρτυρήσει πάλιν αὐτός που λέγων· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Βιβλίον γὰρ πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγγραμμα. Κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς, ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ ταῦτα γέγραπται περὶ Χριστοῦ. Ὄτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς, ἐκεῖνο συνιεὶς, ὅπερ ὁ Παῦλός φησιν· Ὅτιπερ παντὸς ἀνδρὸς ἡ κεφαλὴ, ὁ Χριστός ἐστιν. Κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρ. Κεφαλὴ δὲ Χριστοῦ, ὁ Θεός. Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεγκών. Ἀρχὴ δὲ πάλιν ἐστὶν τῆς γυναικὸς ὁ ἀνὴρ, διὰ τὸ εἰρημένον τε καὶ ἀληθῶς πεπραγμένον· Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῇς ἐλήφθη. Χριστοῦ δὲ ἀρχὴν, αὐτὸν εἶναί φησι τὸν Θεὸν, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρχος ἔχει τὸν γεννήσαντα, μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ.

γʹ. Ἄριστα μὲν οὖν, καθάπερ ἐγᾦμαι, τοῖς τῆς ἱστορίας λόγοις ἐφήρμοσται τὸ μυστήριον. Χρὴ δὲ, οἶμαι, λοιπὸν ἐξαισίῳ θαύματι κατακαλλύνεσθαι πρὸς ἡμῶν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις εὐκλεᾶ τοῖς ἁπανταχοῦ καὶ περίοπτον ἀναδείκνυσθαι. Καὶ πρός γε δὴ τούτῳ περιαθρεῖσθαι σαφῶς τῆς θείας εὐτεχνίας ἡμῖν τὸ βάθος. Ἐπειράζετο γὰρ ὁ θεσπέσιος Ἀβραὰμ, οὐκ ἠγνοηκότος Θεοῦ τὸ ἐσόμενον. Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Τοιγάρτοι καὶ ἔφασκε· Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν; καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν· Ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ. Ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συντετέλεσται. Οὐκοῦν ἀπόπληκτον κομιδῇ, καὶ ἐν τοῖς ἄγαν ἀπηχεστάτοις καταλογιούμεθα φρονοῦντες ὀρθῶς, τὸ ἠγνοηκέναι μὲν οἴεσθαι τὰ ἐσόμενα τὸν τῶν ὅλων Θεὸν, πειράζειν δὲ διὰ τοῦτο τὸν Ἀβραάμ. Ἀλλ' ἦν ἀναγκαῖον, μὴ ἐν εἰδήσει μόνῃ τῇ παρὰ Θεῷ τὴν τοῦ δικαίου καταλαμπρύνεσθαι κεφαλήν· εὐκλεεστάτην δὲ μᾶλλον καταπλουτῆσαι τὴν εὔκλειαν, καὶ ἐν ταῖς ἁπάντων γνώσεσι διὰ πείρας αὐτῆς ἐφ' ἄπασι τοῖς ἀρίστοις μεμαρτυρημένην· Ἔδει καὶ διὰ τῶν ἱερῶν βοᾶσθαι Γραμμάτων, ὅτι πλεῖστον ὅσον ἐν αὐτῷ τὸ εὐήνιον, καὶ τῶν θεσπισμάτων πολὺς ἦν ὁ λόγος, μᾶλλον δὲ τὸ ὑπερτεροῦν οὐδέν. Ἧκε δὲ εἰς τοῦτο γνώμης τε καὶ προθυμίας, ὡς καὶ αὐτῆς ἀλογῆσαι τῆς εἰς τέκνον ἀγάπης, καὶ τὴν τῆς παιδοκτονίας μὴ καταδεῖσαι γραφήν. Καὶ τό γε παραδοξότερον, ἐν αὐτῷ προσεδόκησε πατὴρ ἔσεσθαι πολλῶν ἐθνῶν. Ἀλλ' ᾔδει καὶ ἀψευδοῦντα πρὸς τοῦτο Θεόν. Εἶτα προσεκόμιζεν εἰς θυσίαν τὸ παιδάριον, οὐκ ἐν ἀπογνώσει γεγονὼς τῶν ἐπηγγελμένων, ἀλλὰ ταῖς τοῦ ∆εσπότου δυνάμεσιν ἀναθεὶς, τὸ ὄπως ἂν εἰδείη πληροῦν τὸ ὠμοσμένον. Καὶ οὐκ ἀκερδὲς τὸ χρῆμα αὐτῷ, καίτοι διὰ πείρας ἰόντι τῆς οὕτω πικρᾶς. Ἐδιδάσκετο γὰρ ὡς ἀπό γε τοῦ μέλλοντος συμβαίνειν, τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ λόγου παντὸς πέρα καὶ ἀξιάκουστον θαῦμα, καὶ προσέτι τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, Πίστει, φησὶ, προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Πρὸς ὃν ἐλαλήθη· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὄτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεὸς, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Ἐπειδὴ γὰρ ἔμελλε κατὰ καιροὺς ὁ Θεὸς καὶ Πατὴρ, ῥίζαν ὥσπερ αὐτὸν καὶ γένεσιν μυρίων ὅσων ἀποφαίνειν ἐθνῶν, τεθνεῶτος ὑπὲρ τοῦ κόσμου τοῦ Ἐμμανουήλ. ταύτῃτοι διὰ πείρας αὐτῆς χρησίμως ὁ δίκαιος ἐδιδάσκετο τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ὑπερφυᾶ καὶ ἄφραστον εἰς ἡμᾶς ἀγάπησιν· ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, καθάπερ ἤδη προείπομεν, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν τῶν ἐν πίστει δεδικαιωμένων, καὶ εἰς τέκνα λελογισμένων τοῦ προπάτορος Ἀβραάμ. Εἰ γάρ τι χρὴ καὶ τῶν ἀνθρωπίνων διατεκμήρασθαι, φαίην ἂν ὄτι φορτικόν τε καὶ δύσοιστον τῷ μακαρίῳ, γέγονεν Ἀβραὰμ τὸ προστάξαι Θεὸν καταθύειν τὸν Ἰσαάκ. Πῶς γὰρ οἴει διακεῖσθαι τότε τὸν τοῦτο δρᾷν ἐπιτεταγμένον; Ἀνὴρ εἰς γῆρας ἐληλακὼς βαθὺ, ἕνα καὶ ὀψιγενῆ πλουτήσας υἱὸν, παρῃρημένος τῷ χρόνῳ τὸ καὶ ἑτέρων δύνασθαι γενέσθαι πατὴρ, ἀφηλικεστέραν δὲ καὶ αὐτὴν ἔχων τὴν συνῳκισμένην (ἦν γὰρ καὶ αὐτὴ πρεσβύτις ἡ Σάῤῥα), τὸν οὕτω τριπόθητον ἀποσφάττειν υἱὸν ἀμελλητὶ προσετάττετο, τὸν μονογενῆ καὶ πολύευκτον. Ποίᾳ γὰρ δύνασθαι χειρὶ προσεδόκησεν ὁ πρεσβύτης, κατωθῆσαι μὲν τοῦ μειρακίου τὸ ξίφος, τὴν δὲ οὕτως ἐλεεινὴν κατὰ τοῦ ἰδίου γεννήματος τολμῆσαι σφαγήν; Ἆρ' οὖν οὐκ ἐννοεῖν ἀκόλουθον, ὅτι πικρὸς καὶ δριμὺς ἐννοιῶν ὄχλος τὴν τοῦ δικαίου ψυχὴν ἀφορήτως κατεληΐζετο; Καὶ ποτὲ μὲν ἡ φύσις εἰς φιλοστοργίαν κατεβιάζετο· ποτὲ δὲ τὸ θεῖον ἐδυσώπει χρησμῴδημα, καὶ τάχα που πρὸς ἀβούλητον εὐπείθειαν ὡς ἐξ ἀνάγκης ἐκάλει. Μέγα δὴ οὖν ἀληθῶς τὸ τοῦ δικαίου θαῦμα, καὶ παντὸς ἐπαίνου λοιπὸν τὸ θεοφιλές. Προσεκόμιζε γὰρ τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῇ εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπῃ. Τοιγάρτοι καὶ δεδόξασται, καὶ φίλος ἐκλήθη Θεοῦ. Καὶ εἰς πέρας αὐτῷ τὸ προσδοκηθὲν, τὰ τῆς ἐλπίδος ἐκβέβηκε. Γέγονε γὰρ πολλῶν καὶ ἀναριθμήτων ἐθνῶν πατὴρ ἐν Χριστῷ. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας.

αʹ. Τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐν εὐδοκίᾳ Πατρὸς ἐκπεπλουτηκόσιν, ὁ σοφὸς ἐπιστέλλει Παῦλος· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Κλήτορες γὰρ ὥσπερ καὶ νυμφαγωγοὶ γεγόνασιν οἱ μακάριοι μαθηταὶ, τοὺς ἔτι μακρὰν ποιοῦντες ἐγγὺς, καὶ μονονουχὶ κολλῶντες Χριστῷ, καὶ τῇ τοῦ πνεύματος ἑνώσει συνδέοντες. Καὶ παραστήσει μὲν ἑαυτῷ τὴν Ἐκκλησίαν Χριστός· διανιστάντος αὐτὴν, μονονουχὶ δὲ καὶ προσάγοντος, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τῷ ἰδίῳ κατεγγυῶντος Υἱῷ, πλὴν ὅτι μεσιτευόντων ἁγίων οὐκ ἂν ἐνδοιάσειέ τις. Ὁ μὲν γὰρ θεσπέσιος ∆αβὶδ προαναφωνῶν ἡμῖν τὸ μυστήριον, πρὸς αὐτήν πού φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου· ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. ∆ιωμολόγηκε δὲ καὶ ὁ Παῦλος, καθάπερ ἔφην ἀρτίως, οἷά τινα νύμφην παρασταθῆναι Χριστῷ τοὺς πεπιστευκότας. Ἀλλὰ τὸ οὕτω σεπτὸν καὶ ἀξιάκουστον ἀληθῶς μυστήριον κατίδοι τις ἂν οὐδὲν ἧττον ἡμῶν καὶ τῷδε δὴ πάλιν. Γέγραπται γὰρ, ὅτι καὶ Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ Κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα. Καὶ εἶπεν Ἀβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ' ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς. Ἀλλ' εἰς τὴν γῆν, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου. Καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. Ταῦτα τοιγαροῦν προστεταχότος τοῦ Ἀβραὰμ, διώμνυτο μὲν ὁ οἰκέτης παραχρῆμα, τῷ μηρῷ δεσπότου τὴν χεῖρα ἐπιτιθείς. ∆ι' οὗ παρέσται νοεῖν τὸ μονονουχὶ κατὰ πάσης τῆς ἐσομένης ἐξ αὐτοῦ γονῆς πεποιῆσθαι τὴν ὁρκωμοσίαν. Ἐπαναθέμενος δὲ καμήλοις δέκα πολλὰ τῶν Ἀβραὰμ ἀγαθῶν, ἀφικνεῖται δρομαῖος εἰς τὴν μέσην τῶν ποταμῶν. Καὶ καταίρει μὲν εἰς πόλιν Ναχώρ· ὀκλάζει δὲ τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος, τὸ προσοψὲ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Ἀφικόμενος δὴ οὖν ἐκεῖσε, Θεὸν ἐλιπάρει λοιπὸν ἀνευρῦναι τὴν ὁδὸν, καὶ καταδεῖξαι παρθένον εὐδρανῆ καὶ φιλόξενον, καὶ ὄκνου τοῦ βλέποντος εἰς ἀγάπην κρείττονα. Ἔσται γὰρ, φησὶν, ἡ παρθένος, ᾗ ἐὰν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ. Ἀλλ' ἧκεν οὐκ εἰς μακρὰν ἡ καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη παρθένος, φημὶ δὴ, Ῥεβέκκα. Ἐξαιτοῦντι δὲ πιεῖν, προσῆγεν ἑτοίμως. Ἐπηγγέλλετο δὲ καὶ αὐτὰς ποτιεῖν τὰς καμήλους, καὶ εἰς ἔργον ἤγετο τὰ ἐπηγγελμένα. Συμβάλλει δὴ οὖν ὁ οἰκέτης ἐντεῦθεν, ὡς αὕτη λοιπὸν εἴη, καὶ οὐχ ἑτέρα. Τοιγάρτοι ψέλλιά τε καὶ ἐνώτια λαβὼν, προσεκόμιζε τῇ νεάνιδι. Ἡ δὲ οἴκοι παρελθεῖν, ἕπεσθαί τε αὐτῇ παραχρῆμα προσέταττεν. Οὗ γεγονότος, ξενίζεται μὲν αὐτοῦ, λαμπρὰν δὲ διήγησιν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον ποιεῖται. Προσετίθει δὲ, ὅτι ἕνα καὶ ἀγαπητὸν ἔχων υἱὸν τὸν Ἰσαὰκ, πάντα δέδωκεν αὐτῷ, καὶ δεσπόζει τῶν ὅλων ὁ νεανίας. Ἐπειδὴ δὲ ἀποτρέχειν ἤθελεν ὁμοῦ τῇ νεάνιδι λοιπὸν ὁ νυμφαγωγὸς, διερωτῶσι Ῥεβέκκαν εἰ συμβαδιεῖται τῷ κεκληκότι, καὶ ἀσπαστὴν ποιήσεται τὴν ἀποδρομήν. Ἡ δὲ κατανεύει προθύμως. Ἀφιγμένην δὲ οὕτως, εἰσοικίζεται μὲν ἐθελοντὴς ἤδη ὁ Ἰσαάκ· παρεκλήθη δὲ οὕτως σφόδρα, καίτοι τεθνεώσης αὐτῷ τῆς μητρός. Μακρὸς μὲν οὖν καὶ πολὺς τῆς ἱστορίας ὁ λόγος. Πλὴν ἐπιτεμόντες ὡς ἔνι ταύτην, διαρκῶς εἰρήκαμεν. Ἡκέτω δὲ οὖν τῆς θεωρίας ἡ δύναμις ἐπὶ τὸ λίαν εὐτεχνὲς, καὶ τὸν τοῦ μυστηρίου τύπον ἀναδεικνύτω πάλιν. ὡς ἐν ἀμυδραῖς μὲν ἔτι σκιαῖς, πλὴν ὠδίνοντα τὴν ἀλήθειαν.

βʹ. Οὐκ ἠξίωσεν Ἀβραὰμ ἐκ τῶν θυγατέρων Χαναὰν ἁρμόσαι γυναῖκα τῷ ἠγαπημένῳ, φημὶ δὴ, τῷ Ἰσαάκ· ἀλλ' εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν τὸν γνήσιον ἀποτρέχειν ἐκέλευεν οἰκέτην, φροντιοῦντα γυναικὸς τῆς ὅτι μάλιστα πρεπωδεστάτης αὐτῷ. Οὐ γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῶν Ἰουδαίων Συναγωγὴν συνάψαι Χριστῷ, ὃς ἐν Ἰσαὰκ σημαίνεται. Ὀψιγενὴς γὰρ ὁ Ἰσαὰκ καὶ ἀγαπητός. Πέφηνε δὲ καὶ ἐν ἐσχάτοις καιροῖς ὁ Χριστὸς, καὶ ἔστιν ἠγαπημένος, τέρψις τε καὶ ἀγαλλίασμα· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσαάκ. Ὅτι δὲ Χαναναῖοι τύπος ἂν νοοῖντο τῶν ἐξ Ἰσραὴλ, σαφὲς ἂν γένοιτο, καὶ μάλα ῥᾳδίως, ὡς ἀπό γε τῆς τοῦ ὀνόματος ἑρμηνείας. Χαναναῖοι γὰρ, ἕτοιμοι πρὸς ταπείνωσιν. Τίσι δ' ἂν πρέποι τὸ μέλλειν ἐλθεῖν εἰς ταπείνωσιν, μᾶλλον δὲ ἤδη καὶ ἥκειν, πλὴν ὅτι τοῖς Ἰουδαίοις; Τεταπείνωνται γὰρ, τῆς ἐν Χριστῷ δόξης ὠλισθηκότες, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατεῤῥιμμένοι. Οὐκοῦν οὐκ ἐκ Χαναὰν, ἀλλ' ἐκ μέσης τῶν ποταμῶν Ἰσαὰκ ἡ νύμφη. Ὡς γὰρ ἔφην, οὐκ ἐξ Ἰουδαίων, ἀλλ' ἐξ ἐθνῶν ἡ συνηρμοσμένη τῷ Σωτῆρι Χριστῷ πνευματικῶς Ἐκκλησία. Πλὴν, διὰ βουλῆς τοῦ Πατρὸς, μεσολαβούντων οἰκετῶν τῶν ὅτι μάλιστα πιστῶν καὶ γνησίων, ἵνα νοῶμεν τοὺς μαθητὰς, οἳ καὶ ταμίαι γεγόνασι καὶ οἰκονόμοι τῶν Χριστοῦ τοῦ Θεοῦ μυστηρίων· μονονουχὶ δὲ καὶ ἐν χερσὶν ἔχοντες πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Οὗτοι καταλελοιπότες τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ ὁ τοῦ Ἀβραὰμ οἰκέτης τὴν Χαναναίαν, εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν κατέβαινον, ἀναθέμενοι τρόπον τινὰ τὰ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθὰ, καὶ πλήρη μὲν ἔχοντες τὸν νοῦν σοφίας τῆς ἄνωθεν, ἐπίμεστοι δὲ χαρισμάτων τῶν διὰ τοῦ Πνεύματος. Ἐπιτήρει δὲ ὅτι καὶ ἀνώνυμος ὁ οἰκέτης τοῦ Ἀβραὰμ, ἵνα κατὰ παντὸς φέρηται μαθητοῦ πιστοῦ τε καὶ δεδοκιμασμένου, τῆς διακονίας ὁ τύπος. Καὶ κατέλυσε μὲν ἐκεῖνος πρὸς τῷ φρέατι τοῦ ὕδατος πρὸς ἑσπέραν, παρεκάλει δὲ δι' εὐχῆς Θεὸν γενέσθαι συλλήπτορα, καὶ ἐφ' ὕδατος τὴν παρθένον ἤθελε δοκιμάζειν. Ἐπεφοίτησαν δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν ἐθνῶν χώραις τὸ πρὸς ἑσπέραν, τουτέστιν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ παρ' ὕδασι τὴν νοητὴν ἐδοκίμαζον παρθένον. Ἐπιτηδειοτάτη γὰρ λίαν ἡ Ἐκκλησία, καὶ εὐρώστως ἔχουσα πρός γε τὸ δύνασθαι, φημὶ, τὸν ζωοποιὸν ἀρύσασθαι λόγον, ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, κατὰ τὸ γεγραμμένον. Ἔχει δὲ καὶ οὐκ ἀνικάνως, τό γε ἧκον εἰς νοῦ καὶ φρενὸς ἐπιτηδειότητα πρὸς, τὸ καὶ ἑτέροις δύνασθαι χορηγεῖν τὰ τελοῦντα πρὸς ζωήν. Ἐπότιζε γὰρ ἡ Ῥεβέκκα αὐτόν τε τὸν οἰκέτην καὶ τὰς καμήλους. Καὶ ὁ μὲν οἰκέτης, τύπος ἂν νοοῖτο νυνὶ τῶν ἐξ Ἰσραήλ. Ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδαγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲν ἔτι τὸ Χριστοῦ μυστήριον, πλὴν οὐκ ἀμυσταγώγητοι παντελῶς. Κτηνῶν δὲ ἀλόγων οὐδὲν διαφέροντες οἱ ἐξ ἐθνῶν, οἲ καὶ ταῖς καμήλοις παρεικάζο[ι]ντο ἂν εἰκότως. Ἀνίερον γὰρ κατὰ νόμους τὸ ζῶον. Τοιοίδε πάντως οἱ μήπω Θεὸν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς. Ἱκανωτάτη δὴ οὖν κατάρδειν ἡ Ἐκκλησία τοῖς ἱεροῖς τε καὶ θείοις νάμασι, τούς τε ἐξ Ἰουδαίων ἥκοντας ἐπὶ τὸ δεῖν ἑλέσθαι τὴν εἰς Χριστὸν ἀγάπην· καὶ τοὺς ἐξ ἐθνῶν κεκλημένους. Ἐπειδὴ δὲ τοιαύτην οὖσαν οἱ μαθηταὶ τεθέανται τὴν παρθένον, ψελλίοις τε αὐτὴν κατηγλάϊζον εὐθέως, καὶ μέντοι τὸν ἐν ὠσὶ προσέθεσαν κόσμον· τουτέστι, λαμπρὰν ἀπετέλουν καὶ ἐκπρεπεστάτην τοῖς εἰς εὐηκοΐαν αὐχήμασι. Κεκοσμημένη γὰρ ἀκοὴ, παραδηλώσειεν ἂν τὸ εὐήκοον. Περιφανῆ δὲ ὥσπερ ὁρᾶσθαι παρεσκεύαζον καὶ τοῖς ἐξ ἔργων, ἤτοι χειρῶν κατορθώμασιν Οἶμαι γὰρ τουτὶ, τὸ καὶ αὐταῖς ἐνιέναι χερσὶ τὰ ψέλλια. Καὶ ὁ μὲν οἰκέτης ὁ τοῦ Ἀβραὰμ ἀφηγεῖτο τοῖς ἐν Χαρὰν, τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον, καὶ ὅτι μόνον ἕνα καὶ ἠγαπημένον ἔχει τὸν κληρονόμον. Μεμυσταγωγήκασι δὲ τὰ ἔθνη καὶ οἱ θεσπέσιοι μαθηταὶ, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακηρύττοντες πλοῦτον, τὴν ἐλπίδα, τὴν ζωὴν, τὸν ἁγιασμόν· εἷς δὲ ὅτι καὶ μόνος Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Χριστὸς, ὃς καὶ τῶν ὅλων τέθειται κληρονόμος, ἀπήγγελλον ἐναργῶς. Καὶ ἠρωτᾶτο μὲν ἡ παρθένος, εἰ συμβαδιεῖται τῷ οἰκέτῃ προθύμως· ἡ δὲ κατένευεν εὐθύς. Ἑτοιμοτάτη γὰρ λίαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μονονουχὶ δὲ καὶ θερμὴ πρὸς ἀγάπην τὴν ἐπὶ Χριστῷ. Καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος ∆αβὶδ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης· Τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἐπεὶ δὲ συνήφθη λοιπὸν ὁ Ἰσαὰκ τῇ Ῥεβέκκᾳ,Παρεκλήθη, φησὶ, περὶ τῆς μητρὸς αὐτοῦ. Πάρεστι δὴ οὖν καὶ διὰ τοῦδε νοεῖν, ὅτι λελύπηται μὲν ὁ Χριστὸς μονονουχὶ τεθνεώσης διὰ τῆς ἀπιστίας τῆς Ἰουδαίων Συναγωγῆς, ἐξ ἧς καὶ αὐτὸς κατὰ σάρκα γεγένηται· ἐπειδὴ δὲ γέγονε νυμφίος τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, κατέληξε τρόπον τινὰ τῆς ἐπ' ἐκείνῃ λοιπὸν κατηφείας. Εἴρηται γάρ που διὰ φωνῆς προφητῶν πρὸς τὴν Ἐκκλησίαν· Καὶ ἔσται, ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὅτι εἰς τύπον τέθεινται τῶν δύο λαῶν, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ.

αʹ. Αὗται δὲ αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραὰμ, Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἦν δὲ Ἰσαὰκ ἐτῶτεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν, θυγατέρα Βαθουὴλ τοῦ Σύρου, ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα. Ἐδεῖτο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεὸς, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ. Ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ. Εἶπε δέ· Εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; Ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. Καὶ εἶπε Κύριος αὐτῇ· ∆ύο ἔθνη ἐν τῇ γαστρί σού εἰσι, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται. Καὶ λαὸς λαοῦ ὑπερέξει. Καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. Ἐξῆλθε δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυῤῥάκης ὅλος ὡσεὶ δορὰ δασύς. Ἐπεκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ. Καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα. Ηὐξήθησαν δὲ οἱ νεανίσκοι. Καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος. Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. Ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦβρῶσις αὐτῷ. Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ. Ἥψησεδὲ Ἰακὼβ ἕψημα. Ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίουἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω ἐγώ. ∆ιὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. Εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· Ἀπόδου σήμερον τὰ πρωτοτόκιάσου ἐμοί. Καὶ εἶπεν Ἡσαῦ· Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Ὄμοσόν μοι σήμερον· καὶ ὤμοσεν αὐτῷ. Ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο. Καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια αὐτοῦ. Πατέρα μὲν ἔσεσθαι πολλῶν ἐθνῶν τὸν θεσπέσιον Ἀβραὰμ ψευδοεπεῖν οὐκ εἰδὼς ἐπηγγέλλετο Θεὸς, καὶ ἀριθμοῦ κρείττονα τὴν ἐξ αὐτοῦ φανεῖσθαι πληθὺν ἄνω τε καὶ κάτω διισχυρίζετο. Ὡσεὶ ἄμμος γὰρ ἔσται, φησὶν, ἡ ἀναρίθμητος, καὶ ὡσεὶ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Ἀλλὰ τῆς οὕτω περιφανοῦς εὐκλείας τὸ πέρας ἐκβέβηκεν, οὐκ ἔν γε δὴ μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐθνῶν ἀγέλαις. Εἰσκέκληνται γὰρ διὰ πίστεως, καὶ εἶεν ἂν οἱ τοιοίδε μᾶλλον ἐν Ἰσαὰκ, τουτέστιν, ἐξ ἐπαγγελίας· καὶ μαρτυρήσει γράφων ὁ σοφώτατος Παῦλος· Προϊδοῦσα δὴ ἡ Γραφὴ ὅτι ἐκ πίστεως τὰ ἔθνη δικαιοῖ ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί. Γέγραπται γὰρ, ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεοῦ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς. Ἄραρεν οὗν ὅτι τὰ ἐπηγγελμένα διεπεραίνετο· καὶ οὐχὶ δὴ πάντως διὰ τῶν ἐν νόμῳ παιδαγωγουμένων, ἀλλὰ τῶν ἐν πίστει δεδικαιωμένων. Παρεισέδυ δὲ οἰκονομικῶς ἡ διὰ Μωσέως ἐντολὴ, οὐκ ἠμελημένης τῆς ἐπαγγελίας, ἀλλ' ἵνα παιδαγωγῇ καὶ ἀνακομίζῃ κατὰ βραχὺ πρὸς τὴν διὰ πίστεως κλῆσιν· καὶ τῶν ἤδη προεισβεβηκότων ἐλέγχουσα τὴν ἀσθένειαν, χρειωδεστάτην ἅπασι καὶ ἀναγκαίαν ἤδη πως ἀποδείξῃ λοιπὸν τὴν διὰ πίστεως χάριν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν· Ἔφη δὲ οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου διαθήκην κεκυρωμένην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός. Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω διαθήκην κεκυρωμένην ὑπὸ Θεοῦ. Ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος, οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας, τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Προσεπάγει δὲ τούτοις καὶ τὴν αἰτίαν εὐθὺς τῆς τοῦ νόμου προεισβολῆς, οὕτω λέγων· Τί οὖν ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. Ὁ δὲ Θεὸς εἷς ἐστιν· ὁ οὖν νόμος κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωογονῆσαι, ὄντως ἐκ νόμου ἂν ἡ δικαιοσύνη ἦν. Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι· πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Οὐκοῦν ἥκιστα μὲν ἐνδοιάσειέ τις ἂν, ὡς ἔλεγχος ἧν ὁ νόμος τῆς τῶν παιδαγωγουμένων ἀσθενείας, παραδεικτικὸς δὲ μᾶλλον πταισμάτων καὶ ἁμαρτίας. Οὗ γὰρ, φησὶν, οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν· Τὴν δὲ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου. Καὶ ἐλθούσης τῆς ἐντολῆς, φησὶν, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον. Καὶ πάλιν· Ἄχρι τοῦ νόμου ἦν ἁμαρτία ἐν κόσμῳ· ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Πεπαιδαγώγηκε τοίνυν ὁ νόμος ἐπὶ Χριστὸν, ἐλέγχων τοὺς παραβαίνοντας, καὶ αὐτῇ πείρᾳ διδάσκων τοὺς ἐπὶ τῆς γῆς, ὡς ἔστιν ἀμήχανον τὴν ἐκ νόμου διαδρᾶναι γραφὴν τὸ εἰς ἁμαρτίαν εὔκολον ἠῤῥωστηκότα τὸν ἄνθρωπον δεῖ δὲ πάντως αὐτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τοῦ δικαιοῦντος ἐν πίστει καὶ οἰκτιρμοῖς.

βʹ. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ' ἡμῖν οἰκονομίας ὁ λόγος ἀναγκαιοτάτην ἀπέφηνε τῆς διὰ Μωσέως ἐντολῆς τὴν οἱονεὶ προανάδειξιν τῆς κατόπιν εὐθὺς καὶ ἐν Χριστῷ δραμούσης χάριτος, παρακομιζούσης εἰς μέσον τὸ ἐξ ἐπαγγελίας Θεοῦ προαναφωνούμενον σπέρμα, τουτέστι, τοὺς ἐν Χριστῷ διὰ πίστεως. Γέγονε γὰρ οὕτω πατὴρ ἀναριθμήτων ὁ θεσπέσιος Ἀβραάμ. Ἄθρει δὴ οὖν, ἄθρει τῆς οἰκονομίας τὸ σχῆμα, διαπεπλασμένον ἀστείως ὡς ἐν τύπῳ πάλιν τῆ τῶν ἀδελφῶν ξυνωρίδι τῇ ἐξ Ἰσαὰκ, Ἡσαῦ τε, φημὶ, καὶ μέντοι καὶ Ἰακώβ. Οὐκοῦν εἴρητο παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὅτι Ἐν Ἰσαὰκληθήσεταί σοι σπέρμα. ∆ιερμηνεύων δὲ τὸ χρησμῴδημα, νομομαθὴς ὢν ὁ Παῦλος, Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, φησὶ, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός. Οὐκοῦν ἐν Χριστῷ τὰ ἐπηγγελμένα διεπεραίνετο, καὶ εἰς εἰκόνα καὶ τύπον αὐτοῦ τέθειταί πως ὁ Ἰσαάκ. ∆ιερμηνεύεται δὲ ἡ τοιάδε κλῆσις, χαρὰ καὶ ἀγαλλίαμα. Ἀγαλλίαμα δὲ τὸν Χριστὸν καὶ ὁ θεσπέσιος ∆αβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι' αὐτοῦ σωτηρίαν· Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. ∆ιενηξάμεθα γὰρ ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις· καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ὄφεις, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν οἱ πεπιστευκότες. Ὅτι δὲ ἀγαλλίαμα ὁ Χριστὸς παρὰ ταῖς θείαις Γραφαῖς ὠνόμασται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. Ἔχει γὰρ ὧδε· Καὶ ἀνατελεῖ Κύριος δικαιοσύνη καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν πάντων. Γέγονε γὰρ ὁ Ἐμμανουὴλ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς δικαιοσύνη καὶ ἀγαλλίαμα. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς δυσφημίαν ἀπεκρουσάμεθα. Μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ πλουτήσαντες ἀγαθῶν; Τοιγάρτοι δοξολογεῖν δεδιδάγμεθα, λέγοντες· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Καὶ τίς δὴ οὗτός ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ ἱερώτατος Παῦλος· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ πάλιν· Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Ἀγαλλίαμα τοίνυν ὁ Ἰσαὰκ ὡς ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος. Τούτῳ γέγονε Ῥεβέκκα γυνή. ∆ιερμηνεύοιτο δὲ ἃν καὶ αὕτη, πλείστη τε καὶ ὅση ὑπομονή Ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὸ τῆς Ἐκκλησίας παραληψόμεθα νοοῦντες ὀρθῶς, ἧς τὸ εὐδόκιμον ἐν ὑπομονῇ. Καὶ γοῦν τοῖς ταύτης τέκνοις, τῆς ὡς. ἐν πίστει, φημὶ, καὶ πνεύματι σωτηρίας, ὁδὸς πέφηνεν ἡ ὑπομονή. Ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι, ποτὲ μὲν, ὅτι Ἐντῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· ποτὲ δὲ αὖ· Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ μὲν καὶ μόλις ὠδίνουσαν (στεῖρα γὰρ ἦν), ἀποτεκοῦσαν δ' οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ ἀγαπήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ τὸν πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. ∆ι' ὧν εὗ μάλα πάλιν ἡμῖν ἐξεικονισθεῖεν ἂν οἱ δύο λαοὶ, ὅ τε Ἰσραὴλ, καὶ μέντοι καὶ ἐξ ἐθνῶν. Καὶ ὁ πρωτότοκος μὲν ὁ Ἰσραὴλ, (προεισκέκληται γὰρ διὰ νόμου)· δεύτερος δὲ καὶ μετ' ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ. Ἴδοι δ' ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν, οἶμαί που, τῶν ὀνομάτων ἃ ἦν ἐν ἀμφοῖν, καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας, ἤτοι κατασκευῆς. Ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς, τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής. Εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ τοῦ Θεοῦ Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. Πτερνιστὴς δὲ ὁ Ἰακὼβ, τουτέστι, τεχνίτης, ἤτοι νικᾷν εἰδώς. Πτερνιεῖ γάρ τις ὂν ἂν ἡττήσῃ. Νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ' ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα, καὶ αὐτὸ καταμβλύνων τοῦ θανάτου τὸ κράτος. Καὶ ὁ μὲν Ἡσαῦ πυῤῥάκης ἦν ὅλος· γέγραπται γὰρ ὡδὶ, Καὶ ὡσεὶ δορὰ δασύς· ἀνὴρ δὲ λεῖος ὁ Ἰακώβ. Αἴνιγμα δὴ οὖν ἡ πυῤῥότης, θυμοῦ καὶ ὀργῆς· εἴπερ ἐστὶν ἀληθῶς ὡς ἐρυθρὸν ἀεί πως τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. Θηριοπρεπὲς δὲ ὅτι τὸ λασιότριχον καὶ δασὺ, πῶς ἂν ἐνδοιάσειέ τις; Κατίδοι δ' ἂν, οἶμαι, πᾶς τις ἐν τοῖς τοιούτοις ὄντα τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν ἢ λογισμῷ τῷ καθήκοντι διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. Τοιγάρτοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας, δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. Ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς ἰδέας μήνυσις ἐναργής. Ἤπιος δὲ σφόδρα, καὶ πολὺ δὴ λίαν βλέπων ἐπὶ τὸ ἥμερον, ὁ νέος τε καὶ ἐν πίστει λαός. Ἡ γὰρ τοῦ στόματος ἀστειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τε καὶ ἔσωθεν κάλλους. Καθάπερ ἀμέλει καὶ ἐν Ἡσαῦ, ἀγριότητος εἶναι σημεῖον δεδώκαμεν τὸ δασύ τε καὶ ἐρυθρόν. Πλὴν ἀμφοῖν μήτηρ ἦν μία, τουτέστιν, ἡ Ῥεβέκκα. Παρέστησε δὲ ἑαυτῷ τὴν Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. Ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι κατὰ τὸ γεγραμμένον. Ἀλλ' ἦν ἐξήνιος ὁ Ἰσραὴλ καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ, κατὰ χρόνον ὢν πρωτότοκος. ∆ηλοῖ γὰρ, οἶμαί πού τι καὶ τὸ ἐν αὐτῇ τῇ νηδύϊ ἀνασκιρτᾷν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. Ὅτι δὲ ἀμείνων ὁ νέος ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμανεν εὐθὺς ὁ πάντα εἰδὼς, οὕτω λέγων· Καὶ ὁ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Προεκηρύττετο μὲν γὰρ τὸ ἐπ' ἀμφοῖν μυστήριον καὶ διὰ φωνῆς ἁγίων· καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προεπηγγέλλετο· Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος, προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ, εἵπετο δὲ ὁ Ἰακὼβ, ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδεικνύς.

γʹ. Καὶ ταυτὶ μὲν εἰρήσθω, πρὸς τὸ παρὸν τοῦ λόγου τὰς ἀφορμὰς ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου λαμβάνοντος. Καὶ δι' ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ' ἀμφοῖν. Μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώμης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος. Ἰσήλικες μὲν γὰρ ἀλλήλοιν οἱ νεανίαι, πλὴν οὐκ ἰσογνώμονες, οὐδὲ ἐν βουλαῖς ἀπαραλλάκτοις. Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς καὶ θήραις ἠγάπα διατριβάς· ὁ δὲ ἦν ἀστικὸς, εὐπρόσιτος δηλονότι καὶ κοινωνικὸς, καὶ ἀνὴρ ἄπλαστος οἰκῶν οἰκίαν. Καὶ ὁ μὲν ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικὰς, καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν ἰδίων γερῶν κατόπιν ὥσπερ ἱεὶς, καὶ τὰ ψυχρά τε καὶ εὔωνα τῶν ἀναγκαίων ἀντωνούμενος. Ὁ δὲ τῶν ἀρίστων ἄπληστος ἐραστὴς, καὶ τὰ δι' ὧν ἂν γένοιτο λαμπρὸς πανταχόθεν ἀναζητῶν. Ἐξεπρίατο γὰρ τὰ, πρωτοτόκια παραῤῥιπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ, καὶ τὸν τῆς γαστρὸς κόρον τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. Ταύτῃτοι λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. τουτέστι, γήϊνος, Γηΐνου γὰρ ἀληθῶς καὶ χθαμαλωτάτου φρονήματος ἔλεγχος ἐναργὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γνώσεως πρεσβεῖα παρ' οὐδὲν ποιεῖσθαι παντελῶς, ἀνθελέσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, καὶ τὸ παραυτίκα τερπνὸν ψήφῳ στεφανοῦν τῇ κρείττονι, καὶ εἰ πολλὴν ἔχοι τὴν ζημίαν. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τε καὶ βέβηλον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀπεκάλει. Τύπον ὥσπερ τινὰ τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ, καὶ γοῦν τὸ ἀχάλινον εἰς ἐπιθυμίας, σαρκικὰς δηλονότι καὶ γεωδεστέρας, ἐπίκλημα καὶ γραφὴν ἐποιεῖτο, λέγων· Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκότον, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθερον, τὰ εἰκότα λέγωμεν. Ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικός τε καὶ γεωδεστέραν ἔχων τὴν φρένα, γαῦρός τε καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἀνεπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικόν τε καὶ θηριοκτόνον Ἡσαῦ. Καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐνεκάλει λόγος, ὅτι Παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας. Αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, ὅτι ∆ωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. Πεπόμφασι γὰρ τῶν Φαρισαίων τινὰς μετὰ τῶν καλουμένων Ἡρωδιανῶν (δασμολόγοι δὲ οὗτοι), πειράζοντες καὶ λέγοντες· Εἰ ἔξεστι φόρους δοῦναι Καίσαρι, ἢ οὔ; Θηρευτὴς οὖν ἄρα καὶ ὁ Ἰσραήλ. Ὁ δέ τε νέος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστικὸς καὶ φιλέστιος, πρᾶος καὶ καθεστηκὼς, ἀπλοῦς καὶ ἀκάκουργος, οἰκῶν οἰκίαν, κατὰ τὸ γεγραμμένον. Ἀληθὲς γὰρ εἰπεῖν, ὅτι τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς, πόλιν ὥσπερ τινὰ λαμπρὰν καὶ εὐνομουμένην ἀπεγράψατο τὴν Ἐκκλησίαν, καὶ οἶκον ἐρηρεισμένον, καὶ τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐποιήσατο. Καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας ἁπάσης ἀπηλλαγμένος. Ἀπηχθημένον δὲ σφόδρα ποιοῦνται, τὸ ὡς ἐν γνώμῃ τε καὶ τρόποις πεπλᾶσθαι δοκεῖν. Καὶ περὶ αὐτῶν οἶμαί που τὸν θεσπέσιον φάναι ∆αβίδ· Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Μονότροπος γὰρ ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζεται. Καίτοι τῷ Ἰσραὴλ ἐπιφωνοῦντός τινος τῶν ἁγίων προφητῶν, ὅτι Ταῖς πολυοδίαις σου ἐκοπίασας. Οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν καὶ ζωήν. Αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέφανον ἀναπλέκοντες ἁλοῖεν ἂν, καὶ μὴν καὶ εὐημερίας καταλογιζόμενοι τρόπον. Ταύτῃτοί φασι, ποτὲ μὲν, ὅτι Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσώμεθα· ποτὲ δὲ αὖ, Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω. Καὶ τί τὸ αἴτημα; ποία δὲ καὶ ἡ μία χάρις; Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, φησὶ, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ἀκούεις ὅπως ἐν τάξει χάριτος λαμπρᾶς καὶ ἐξῃρημένης καταλογεῖσθαί φησι τὸ κατοικεῖν ἐν οἴκῳ Θεοῦ, καὶ ἐν αὐλαῖς ταῖς θείαις ποιεῖσθαι τὰς διατριβάς; Ἡ δέ γε οἴκησις οὐ σωματικὴ, νοοῖτο δ' ἂν μᾶλλον ὡς ἐν ἑδραιότητι γνώμης καὶ ἐναρέτου ζωῆς. Ἀλλ', Ἠγάπα, φησὶν, ὁ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ. Ἠξίωτο γὰρ ἀγάπης τῆς ἄνωθεν ὁ πρωτότοκος Ἰσραὴλ, ὅτι τῆς ἐν νόμῳ πολιτείας τὴν κατόρθωσιν, καὶ τοὺς ἐπὶ τῷδε πόνους, τροφὴν ὥσπερ τινὰ προσεκόμιζε τῷ Θεῷ. Γεγόνασι γὰρ ἅγιοι καὶ ἐν Ἰσραὴλ, φιλόθεοί τε καὶ νομοφύλακες. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας ἐταλάνιζε μὲν ὡς πεπορνευμένην τὴν Ἱερουσαλήμ. Ἔφη δὲ ὅτι δικαιοσύνη κατὰ καιροὺς ἐκοιμήθη ἐν αὐτῇ, τουτέστιν, ἀνεπαύσατο, καὶ κατέλυσε, διά τοι τὸ ἐν αὐτῇ γενέσθαι πολλοὺς τῆς ἐν νόμῳ πολιτείας ἀνειλημμένους τὰ αὐχήματα. Ἦν οὖν ἐν δόξῃ τῇ παρὰ Θεῷ πρωτότοκος ὢν ὁ Ἰσραὴλ, πλὴν οὐ μέχρι παντὸς διεσώσατο τὴν τοῖς ἑαυτοῦ πρεσβείοις ἀπονεμηθεῖσαν τιμήν. Παρακεχώρηκε δὲ ὥσπερ τῷ νέῳ καὶ κατόπιν ἰόντι λαῷ, τουτέστι, τοῖς ἐξ ἐθνῶν, τὰ πρωτοτόκια, πολὺ λίαν ἀπονενευκὼς εἰς τὰ σαρκός τε καὶ κόσμου. Καὶ γοῦν ὡς, ἐν ταῖς εὐαγγελικαῖς ἀνεγνώσθη παραβολαῖς, Ἐποίει μὲν γά μους ὁ βασιλεὺς τῷ υἱῷ αὐτοῦ. Εἶτα παρῆσαν οἱ δειπνοκλήτορες, τοῖς δαιτυμόσιν ἀπαγγέλλοντες τὰ παρὰ Θεοῦ, τουτέστιν, Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν, φησίν. Ἀλλ' ἧν ἑκάστῳ παραίτησις τὸ δοκοῦν. Ὁ μὲν γὰρ ἔφασκε· Γυναῖκα ἔγημα, ἔχε με παρῃτημένον. Ὁ δὲ, Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὁρᾷς οὖν ὅπως μεμίμηνται τὸν Ἡσαῦ, τὴν τῶν προσκαίρων καὶ σαρκικῶν ἀπόλαυσιν τῆς παρὰ Θεῷ δόξης προτετιμηκότες, μονονουχὶ δὲ καὶ ἑτέροις τὰ πρωτοτόκια προθέντες ἑλεῖν. Ἀντεισκέκληνται γὰρ εὐθὺς οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ τὴν τῷ Ἰσραὴλ ὀφειλομένην ἀποκεκερδήκασι δόξαν, καὶ μέντοι καὶ εὐλογίαν, διὰ τὸ ἕτοιμον εἰς ὑπακοὴν, καὶ τὸ λίαν εὐσταλὲς καὶ διεγηγερμένον εἴς γε τὸ χρῆναι πληροῦν τὰ ἁνδάνοντα τῷ Θεῷ. Γένοιτο δ' ἂν ἡμῖν καὶ τούτου μάρτυς, ὁ θεσπέσιος ∆αβὶδ, οὔτω λέγων περὶ αὐτῶν· Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἑτοιμότερος γὰρ ἀεί πως εἰς εὐπείθειαν ὁ ἐν πίστει λαὸς, καίτοι τῶν ἐξ Ἰσραὴλ τὴν ἐν νόμῳ παίδευσιν προπεπλουτηκότων. Ἀλλ' εἰ καὶ τῶν θείων μαθημάτων κατηῤῥώστησε τὴν πτωχείαν τῶν ἐθνῶν ἡ πληθύς· ἀλλ' εὐπετεστέρα γέγονεν ἐν πίστει, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὡς ὀξὺ παραθεῖσα τὸ οὖς, ὃ διὰ τῆς αὐτοῦ μεμαρτύρηται φωνῆς. Ἔφη γὰρ ὧδε διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ δέ γε τοῦ Ἰσραὴλ ὡς ἤδη πεσόντος εἰς ἀλλοτρίωσιν, καὶ ὀρθοποδεῖν μὲν οὐκ ἀξιοῦντος ἔτι, πεπηρωμένον δὲ ὥσπερ τῆς διανοίας τὸ σκέλος, φησίν· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, οἱ υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Τρίβοι μὲν γὰρ ὀρθαί τε καὶ ἀπλανεῖς ἐπὶ Χριστὸν ἀποφέρουσαι, καὶ ἡ διὰ νόμου παίδευσις, καὶ προφητῶν ἁγίων προαγόρευσις. Ἐπειδὴ δὲ εἰς τὸ διὰ νόμου καὶ προφητῶν κατηντήκασι τέλος, τουτέστι Χριστὸν, ἐχώλαναν ἐξ ἀσυνεσίας, οὐκ ἐξ ὑγιοῦς διανοίας ἐμπαροινοῦντες αὐτῷ, καὶ θανάτῳ περιβαλεῖν τολμήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς. Ὅτι τοίνυν ὁ νέος τε ἐν πίστει λαὸς τὴν τῷ Ἰσραὴλ ὀφειλομένην εὐλογίαν ἥρπασεν, εὐπετεστέραν ἔχων τὴν γνώμην εἴς γέ τοι τὸ δεῖν τοῖς θείοις ὑπείκειν νεύμασι, κἀντεῦθεν ἡμῖν παρέσται νοεῖν. Γέγραπται γὰρ ὡδί· Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐκ οἶδα τὴν ἡμέραν τῆς τελευτῆς μου· Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. Ταῦτα μὲν οὖν ἔφη πρὸς τὸν Ἡσαῦ ὁ πατήρ. Ὁ δὲ παραχρῆμα τοὺς ἐπὶ τῇ θήρᾳ κατορθώσων πόνους τῆς ἑστίας ἀπαίρει, καὶ νεανικῶς ἐσκευάζετο. Καὶ τί μετὰ τοῦτο; Πείθει Ῥεβέκκα τὸν Ἰακὼβ φθάσαι τε τὸν Ἡσαῦ, καὶ μὴν καὶ ἁρπάσαι τὴν εὐλογίαν. Ὁ δὲ τοῦτο δρᾷν ἐδεδίει μὲν ἐξ ἀρχῆς· παραθηγούσης δὲ τῆς μητρὸς, δύο μὲν ἐξ ἀγρῶν ἐρίφους εἰσφέρει, καλούς τε καὶ ἁπαλοὺς, καὶ ὀψοποιίας ἥπτετο· περιθεὶς δὲ τοῖς ὤμοις τὰ δέρματα, καὶ τῆς δειρῆς τὰ γυμνὰ κατημφιεσμένος, ἀπεμιμεῖτο καλῶς τὴν Ἡσαῦ δασύτητα, καὶ τὸ ἄγαν λασιότριχες, ὡς ἂν διαπαίζῃ τὰς τοῦ πατρὸς χεῖρας, εἰ ἐπαφῷτο τυχόν. Εἶτα τὸ ὄψον εἰς χεῖρας ἑλὼν, εἰσέθει πρὸς τὸν πατέρα, καὶ δὴ καὶ ἔφασκε· Πάτερ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τίς εἶ σὺ, τέκνον. Καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, καθὰ ἐλάλησάς μοι ἐποίησα. Ἀναστὰς κάθισον, καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐπειδὴ δὲ κατεδήδοκεν ὁ πρεσβύτης τὸ προκομισθὲν, ἔφη πρὸς τὸ μειράκιον· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τῆς ὀσμῆς τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλογημένος. Οὐκοῦν προαποκεκέρδηκε μὲν Ἰακὼβ τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν· εἶτα δεύτερον ἐξ ἀγρῶν κατόπιν ἔρχεται τὴν θήραν ἑλὼν ὁ Ἡσαῦ. Προσκομίσας δὲ τῷ πατρὶ, περιττὸς ἦν ἔτι, καὶ τὸ γεγονὸς ἐδιδάσκετο. Ἤκουσε γὰρ εὐθύς· Ἔλθων ὁ ἀδελφός σου, μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. Οὐκ ἀδακρυτὶ δὲ λέγοντος, Μὴ εὐλογία μία ἔσται σοι, πάτερ; εὐλόγησον δὴ κἀμέ· ἔφη πάλιν ὁ Ἰσαάκ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου· καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Τὸ μὲν οὖν τῆς ἱστορίας συνενεγκόντες πλάτος, ὡς ἐν ὀλίγοις κομιδῇ, τοῖς ἐντευξομένοις εὖ μάλα παρατεθείκαμεν. Χρῆναι δὲ ὑπολαμβάνω, τοῖς αἰσθητῶς γεγονόσιν ἐφαρμόσαι τὰ πνευματικά.

δʹ. Φαμὲν οὖν ὅτι καὶ πρό γε τῶν ἄλλων, τῶν ἐν πίστει, φημὶ, καὶ ἐν Χριστῷ κεκλημένων, τῷ Ἰσραὴλ ἐνετέλλετο ὁ τῶν ὅλων ∆εσπότης καὶ Πατήρ, ξένιον ὥσπερ τι λαμπρὸν, καὶ καρποὺς ἐπιεικείας, καὶ οἱονεὶ πόνων ἀγαθῶν εὑρήματα, προσκομίζειν ἐπείγεσθαι τὴν ἁνδάνουσαν αὐτῷ πολιτείαν καὶ ζωὴν, ἣ διὰ τῆς ἐν νόμῳ ζωῆς τοῖς πάλαι προανεγράφετο, μονονουχὶ τοῖς τύποις ἐγκεκρυμμένη, καὶ ὡς ὕλη λανθάνουσα τῷ περιττῷ τοῦ γράμματος, οὐκ ἀνάλωτός γε μὴν τοῖς ἐθέλουσι φιλοθηρᾷν διὰ τῆς ἐν πνεύματι καὶ ἀκριβοῦς θεωρίας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τῆς Ἡσαῦ θήρας ἐπιθυμῆσαι τὸν Ἰσαάκ. Ἀλλὰ προσετάττετο μὲν, καθάπερ ἔφην, ὁ Ἰσραὴλ, καὶ δὴ καὶ ὑπέσχετο κατορθοῦν. Ἔφη γὰρ ἐν Χωρὴβ συνηθροισμένης τῆς ἐκκλησίας, καὶ ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινὰ καταφοιτήσαντος Θεοῦ· Πάντα ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα. Ἀμελητὴς δὲ λίαν κατεφωρᾶτο διὰ τῶν πραγμάτων, καίτοι πρόχειρος ὢν εἰς ἐπαγγελίαν. Ταύτῃτοι καὶ διὰ μέσου χωριεῖ, φθάνει τε οὕτως ὁ πτερνιστὴς, Ἰακὼβ, τουτ έστιν, ὁ νέος τε καὶ ὡς ἐν πίστει λαός. Προσκεκόμικε γὰρ τῷ Θεῷ τὰ ζητούμενα, ἀναδυομένου τε καὶ μέλλοντος τοῦ πρωτοτόκου λαοῦ, προεκαρποφόρησε τὴν πίστιν, ἣν καὶ ἐν τάξει τροφῆς ἡ θεία ποιεῖται φύσις. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις οὕτω τὴν Σαμαρειτῶν ἐπιστροφὴν προκατεμήνυε, λέγων· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. ∆ιατρανῶν δὲ τὸ εἰρημένον, Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Ὅτι δὲ γέγονεν ἀνόνητον μὲν τοῖς ἐξ Ἰσραὴλ τὸ ἕτοιμον εἰς ὑπόσχεσιν, οὐκ ἐξοιχομένου πρὸς πέρας αὐτοῖς τοῦ πράγματος, ἠδίκησε δὲ τὰ ἔθνη παντελῶς οὐδὲν ὁ ἐπί γε τὸ χρῆναι πιστεύειν ὄκνος ἐπεγνωκότα τὸν Λυτρωτὴν, καὶ τετιμηκότα λοιπὸν ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐπειθείαις, διὰ παραβολῆς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός. Ἔφη γὰρ οὕτως· Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ, εἶπε· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγὼ, Κύριε, καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ Πατρός; Ὁ ἀπελθὼν εἰς τὸν ἀμπελῶνα δηλονότι, καὶ εἰ βραχὺ μεταξὺ παρεισέδυ τὸ ἀδρανὲς, ὀκνεῖν ἀναπεῖθον τὸ ὑπεσχημένον. Θέα δὴ οὖν ἐν τούτοις προχειρότατα μὲν ἐπὶ τὴν θήραν ἰόντα τὸν Ἡσαῦ, καὶ τοῦτο δρᾷν ὑπισχνούμενον, φθάνοντα δὲ τὸν Ἰακὼβ, καίτοι τοῦτο δρᾷν ἐν ἀρχαῖς ἀρνούμενον, πλὴν εὐλογηθέντα παρὰ τοῦ πατρός. Οὕτω καὶ ὁ νέος λαὸς ἁρπάζει τὴν εὐλογίαν, μονονουχὶ κατάπλαστον ἔχων τῆς Ἰουδαϊκῆς πολιτείας τὸ σχῆμα. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ τὴν Ἡσαῦ δασύτητα τοῖς τῶν ἐρίφων δέρμασιν ἀπεμιμεῖτο σοφῶς. Ἀλλ' ἤκουε τοῦ πατρὸς εὐθὺς ἀνακεκραγότος· Ἡ μὲν φωνὴ φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ. Τίνα δὴ οὖν ἄρα τρόπον ἐφαρμόσαιμεν ἂν τοῖς ἐν πίστει λαοῖς τὸ καὶ ἐν εἴδει γενέσθαι, καὶ ὡς ἐν μιμήματι τῆς Ἰουδαϊκῆς πολιτείας τε καὶ ἑτέραν ἔχειν παρ' αὐτοὺς τὴν φωνήν; Οὐκοῦν ἐκεῖνό φαμεν, ὡς ἔστιν ἀεὶ παρὰ ταῖς θείαις Γραφαῖς, ἔργου καὶ κατορθωμάτων ἤτοι πρακτικῆς ἐνεργείας σημεῖον χείρ. Ὅσον οὖν ἧκεν εἰς ἐνεργείας ταυτότητα καὶ πιότητα κατορθωμάτων, καὶ αὐτοὶ πληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ νοητῶς τε καὶ πνευματικῶς ἱερουργούμενοι, καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτοὺς προσκομίζοντες τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ὁ Χριστὸς διαῤῥήδην νόμους ἡμῖν τεθεικὼς εὐαγγελικοὺς, Μὴ νομίσητε, φησὶν, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Συνίης οὖν, ἀποπληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ τὴν ἐν πνεύματι περιτομὴν ἀντὶ τῆς σαρκίνης εἰσδεχόμενοι. Εἰσερχόμενοι δὲ καὶ εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, καὶ ἐν Χριστῷ σαββατίζοντες, καὶ τὸν ἐν κρυπτῷ καὶ ἔσω δεικνύοντες Ἰουδαῖον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὰς χεῖρας ἔχειν Ἡσαῦ, πλὴν ἑτέραν παρ' αὐτὸν τὴν φωνήν. Οὐ γάρ τοι ταῖς Ἰουδαίων ἀθυρωγλωττίαις ἀποκεχρήμεθα· οὔτε μὴν τὸν ἀγοράσαντα ἡμᾶς ∆εσπότην ἀρνούμενοι δυσφημεῖν εἰθίσμεθα· συνδοξολογοῦμεν δὲ μᾶλλον τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, καὶ Κύριον, καὶ Σωτῆρα, καὶ Λυτρωτὴν ὀνομάζομεν.

εʹ. Ἄξιον δὲ οἶμαι καὶ τῆς ἐπ' ἀμφοῖν εὐλογίας τὴν δύναμιν πολυπραγμονοῦντας ὡς ἐν τῷ εἰς νοῦν ἧκον εἰπεῖν. Εἴη γὰρ ἂν τοῖς ἐντευξομένοις πρὸς ὠφέλειαν τὸ χρῆμα. Ἔφη τοίνυν ὁ μακάριος Ἰσαὰκ ἐπὶ μὲν τοῦ Ἰακώβ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὂν εὐλόγησε Κύριος. Καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου. Καὶ δουλευσάτωσάν σοι ἕθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλογημένος. Μέμικταί πως ἐν τούτοις τῆς ἱστορίας ὁ λόγος, καὶ διὰ δυοῖν προσώποιν ἔρχεται πρὸς ἕν τι τὸ ἀληθὲς καὶ διὰ πραγμάτων αὐτῶν μεμαρτυρημένον. Ἀποπεραίνεται μὲν γὰρ οὐχὶ δή που πάντως ἐν Ἰακὼβ, ἀλλὰ καὶ ἐν Χριστῷ τὰ τοιάδε, καὶ ἐν τοῖς ἐν πίστει δεδικαιωμένοις, οἳ καὶ τέκνα γεγόνασι κατ' ἐπαγγελίαν ἐν Ἰσαάκ. Ἁρμόσει δὴ οὖν τῆς προφητείας ὁ νοῦς καὶ λαῷ τῷ νέῳ, καὶ αὐτῷ τῷ Χριστῷ, ὅς ἐστιν ἀρχὴ καὶ ἡγούμενος. Λελόγισται δὲ καὶ εἰς δεύτερον Ἀδὰμ, καὶ ῥίζα τις ὥσπερ τῆς ἀνθρωπότητος ἀνέφυ δευτέρα. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, καὶ ἀνεκαινίσθημεν ἐν αὐτῷ πρὸς ἁγιασμόν τε καὶ ἀφθαρσίαν καὶ ζωήν. Σημαίνει δὲ, οἶμαι, τῆς εὐλογίας ὁ λόγος, τὴν ἐν Χριστῷ καὶ πνευματικὴν εὐωδίαν, οἷον ἀγροῦ καὶ λειμῶνος εὐανθεστάτου καλὴν καὶ ἡδεῖαν τὴν ἐξ ἠρινῶν ἀνθέων ἱέντος ὀσμήν. Οὕτω γὰρ ἡμῖν ἑαυτὸν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ὠνόμαζεν ὁ Χριστὸς, λέγων μέν· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Κρίνον γὰρ ἦν καὶ ῥόδον ἐκ γῆς ἀναφὺς, διὰ τὸ ἀνθρώπινον. Πλὴν οὐκ εἰδὼς ἁμαρτίαν, θεοπρεπεστάτην δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὴν ἐκ τῶν κατορθωμάτων εὐωδίαν ἱείς. Ἀγρῷ τοιγαροῦν εὐλογημένῳ παρὰ Θεοῦ, παρεικάζει Χριστόν· καὶ σφόδρα εἰκότως· εἴπερ ὀσμή ἐστι τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ ὧδε πάλιν ὁ θεσπέσιος Παῦλος· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Ἐφανεροῦτο δὲ διὰ τῶν ἁγίων ἀποστόλων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ ἔγνωκέ τις τὸν Υἱὸν, ἔγνω που πάντως καὶ τὸν Πατέρα, διὰ τὸν τῆς φύσεως ταυτὸν, καὶ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχον. Ἁρμόσει μὲν οὖν τὰ τοιάδε Χριστῷ, πρέποι δ' ἂν εἰκότως καὶ λαῷ τῷ νέῳ, τὸ, ∆ῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Ἡ γὰρ οὐρανοῦ μὲν δρόσος, γῆς δὲ πιότης, τοῦτό ἐστι, ὁ ἐκ Θεοῦ Πατρὸς λόγος, ἡμῖν δέδοται κατὰ μέθεξιν δηλονότι τὴν διὰ Πνεύματος, καὶ θείας μὲν φύσεως δι' αὐτοῦ γεγόναμεν κοινωνοί. Ἐσχήκαμεν δὲ πλῆθος σίτου καὶ οἴνου, τουτέστιν, ἰσχύος καὶ μέντοι καὶ εὐφροσύνης. Εἴπερ ἀληθὴς ὁ λόγος ὁ λέγων, Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου, καὶ οἶνος εὐφραίνει. Ἰσχύος οὖν ἄρα τῆς νοητῆς καὶ ἐν πνεύματι σημεῖον ὁ ἄρτος· θατέρου γε μὴν ὁ οἶνος. ∆έδοται δὲ ταῦτα τοῖς ἐν Χριστῷ δι' αὐτοῦ. Πῶς ἢ τίνα τρόπον, ἑδραῖοι γεγόναμεν εἰς εὐσέβειαν καὶ ἀμετακίνητοι τρόπον τινὰ, καὶ ὀρθὰ φρονεῖν εἰδότες, καὶ ἀκατασείστως ἐρηρεισμένοι; Ἐλάβομεν γὰρ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τοῦτο οἶμαι τὸ πλῆθός ἐστι σίτου. Ἀλλὰ καὶ οἴνου πάλιν ἐλάβομεν. Τῇ γὰρ ἐλπίδι χαίρομεν καὶ ἐγενήθημεν εὐφραινόμενοι, κατὰ τὸ γεγραμμένον. Προσδοκῶμεν γὰρ τὰς ἄνω μονὰς, τὴν ἐν ἀφθαρσίᾳ ζωὴν, τὸν μακραίωνα βίον, τὸ αὐτῷ συμβασιλεῦσαι Χριστῷ. Εἰρήσθω δὲ καὶ ἐφ' ἡμῖν τὰ τοιάδε. Καλεῖ γὰρ εἰς τοῦτο εἰκότως ὁ λόγος. Εἶτα μετοιχήσεται τῆς εὐλογίας ἡ δύναμις ἐπ' αὐτὸν αὖθις τὸν Ἐμμανουήλ. ∆ουλευσάτωσαν γάρ σοι ἔθνη, φησὶ, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Κεχρημάτικε μὲν γὰρ πρωτότοκος ὁ Ἐμμανουὴλ, ὅτε γέγονε καθ' ἡμᾶς, καὶ ἐν πολλοῖς ἀδελφοῖς. Ἀλλ' οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπολισθήσειεν ἂν, τοῦ καὶ Θεὸς εἶναι καὶ τῶν ὅλων Κύριος· προσκυνοῦμεν γὰρ ὡς ∆εσπότην, καὶ κεκυρίευκεν ὡς Θεὸς τῶν εἰς ἀδελφότητα κεκλημένων διὰ τῆς χάριτος. Τίς γὰρ ἐν νεφέλαις, φησὶν, ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται αὐτῷ ἐν υἱοῖς Θεοῦ; Κεκυρίευκε τοίνυν ὡς Θεὸς τῶν εἰς ἀδελφότητα παρενηνεγμένων ὁ Ἐμμανουὴλ, καὶ αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ ὁ καταρώμενος μὲν, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν, εὐλογημένος. Καὶ ἐναργὴς ὁ λόγος. Ἐπάρατοι γὰρ καὶ θεομισεῖς οἱ δυσφημοῦντες αὐτόν· ἐπίμεστοι δὲ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων, οἱ εὐλογοῦντες, τουτέστιν, οἱ τὴν θείαν αὐτοῦ δόξαν καταγγέλλοντες. ʹ. Αὕτη μὲν οὖν ἡ Ἰακὼβ εὐλογία, τῆς ἀναφορᾶς τὴν δύναμιν ἐπ' αὐτὸν ἔχουσα τὸν Ἐμμανουὴλ, καὶ τοὺς ἐν πίστει δεδικαιωμένους. Ἴδωμεν δὲ καὶ τὴν ἄλλην, τουτέστι, τὴν ἐπὶ τῷ πρωτοτόκῳ γεγενημένην, δῆλον δὲ ὅτι τῷ Ἰσραὴλ, οὗ καὶ εἰς τύπον ὁ Ἡσαῦ. Ἰδοὺ γὰρ, φησὶν, ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου· δέδοται γὰρ εὐλογία τῷ Ἰσραὴλ, ὁ διὰ Μωσέως νόμος. Χριστοῦ γὰρ ἦν λόγος διακονηθεὶς δι' ἀγγέλων. Ὅτι γὰρ αὐτὸς ἐλάλει τοῖς ἀρχαιοτέροις, πιστώσεται γράφων ὁ σοφώτατος Παῦλος· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Ἰδίους δὲ λόγους τὸν νόμον εἶναι καὶ αὐτὸς ὁ Σωτὴρ κατέδειξε λέγων· Ἀμὴν λέγω ὑμῖν, ἕως ἃν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Εἴπερ οὖν ἐστιν ἀληθὲς ὅτι Χριστοῦ λόγος ἦν, καὶ ὁ δι' ἀγγέλων νόμος, ἐν τάξει γέγονεν εὐλογίας τῷ Ἰσραὴλ, Χριστὸν δὲ εἶναι τὴν οὐρανοῦ δρόσον, καὶ γῆς νοῶμεν πιότητα. Σπαταλᾷ γὰρ ὥσπερ ἡ τῶν ἀγγέλων πληθὺς ταῖς ἄνωθεν καὶ πνευματικαῖς καταρδομένη δρόσοις, οὕτω καὶ πιανοῦσα ἡ γῆ ἐντρυφᾷ τοῖς νοητοῖς ὑετοῖς εἰς καρποφορίαν πνευματικήν. Ἀλλ' ἡμεῖς μὲν οἱ ἐν Χριστῷ διὰ πίστεως ἄρτῳ τε καὶ οἴνῳ πεπλουτίσμεθα. Ἀμέτοχος δὲ τούτων ὁ Ἰσραήλ· οὐ γὰρ ἐπενήνεκται τοῦτο ταῖς εὐλογίαις Ἡσαῦ. Ἀμέτοχοι δὲ καὶ ἑτέρως οἱ τάλανες Ἰουδαῖοι,τῆς μυστικῆς εὐλογίας· ἐπεὶ μηδὲ τοῦτο δέδοται τῇ κατὰ νόμον λατρείᾳ, τετήρηται δὲ μᾶλλον τοῖς ἐν Χριστῷ καὶ ἐν πίστει λαοῖς. Καὶ ἡμεῖς μὲν ἐν εἰρήνῃ διὰ Χριστοῦ, ἐν πολέμοις δὲ ὁ Ἰσραὴλ, καὶ κεκληρονομήκαμεν αἰσθητῶς τῆς ἐπαγγελίας τὴν γῆν, τύπον ἔχουσαν τῆς ἄνω καὶ νοητῆς, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ ἐμέμνητο, λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Καὶ ἡμεῖς ἐν τέκνοις δι' ἐλευθέρου πνεύματος, καὶ ὡς καθ' ἡμᾶς τε καὶ ἀδελφῷ προσίεμεν τῷ Χριστῷ, καλὴν καὶ ἐθελούσιον ποιούμενοι τὴν ὑποταγήν. Ὑπέζευκται δὲ ἄνω πάλιν ὁ Ἰσραὴλ, καὶ τοῖς Μωσέως κατήχθισται νόμοις, θάνατον ὑπομένων τὴν ἐπὶ ταῖς παραβάσεσι δίκην. Ἤκουε γὰρ Ἡσαῦ· Καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· τουτέστιν, ὑποταχθήσῃ, καὶ οὐχ ἑκὼν τῷ κατὰ σὲ τὴν φύσιν. Ἄνθρωπος δὲ καὶ καθ' ἡμᾶς ὁ Μωσῆς, οὐδὲν ἔχων τὸ περισσὸν ὅσον ἧκεν εἰπεῖν, εἰς τὸν τῆς ἀνθρωπότητος λόγον. Καὶ γοῦν ὁ πάντων ∆εσπότης λαὸν ἐκάλει Μωσέως τὸν Ἰσραήλ· μεμοσχοποιήκασι γὰρ κατὰ τὴν ἔρημον. Εἶτα πρὸς Μωσέα Θεός· Βάδιζε, κατάβηθι, φησὶ, τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. Παῦλος μὲν οὖν ὁ θεσπέσιος καὶ αὐτὸν ἀνετίθει τῷ μακαρίῳ Μωσῇ τὸν ἐν γράμματι νόμον. Ἔφη γὰρ οὕτως· Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει. Ὅτι δὲ ἔμελλεν ὁ Ἰσραὴλ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀποθέσθαι ζυγὸν, καλοῦντος αὐτὸν τοῦ Χριστοῦ πρὸς τὴν διὰ πίστεως χάριν, προκαταμεμήνυκεν εἰπών· Ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τραχήλου σου. Ἐξέλυσαν γὰρ τῶν τραχήλων τὸν τοῦ νόμου ζυγὸν δυσφόρητον ὄντα λίαν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες. Κέκληνται γὰρ εἰς ἐλεύθερον ἀξίωμα διὰ τῆς πίστεως ἐν Χριστῷ. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ∆ʹ.

Περὶ τοῦ πατριάρχου Ἰακώβ.

αʹ. Ἀληθὲς ὅτι πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Θηρῶν γὰρ αὐτοῖς ἀγρίων ἐπιθρώσκουσι δίκην, οἱ τῆς ἀνομίας υἱοὶ, τῆς σφῶν δυστροπίας γραφὴν ὥσπερ τινὰ καὶ κατάῤῥησιν τὴν τῶν εὐδοκιμεῖν εἰωθότων λαμπρότητα καταλογιζόμενοι. Ἐλέγχεται γάρ πως ἀεὶ τῇ τῶν ἀμεινόνων παραθέσει τὰ χείρω. Καὶ τὰ ψῆφον ἔχοντα τὴν προφερεστέραν μονονουχὶ τῶν ἡττωμένων καταγράφει τὸ ἀκαλλές. Τί οὖν ἐντεῦθεν; Τὰ ἐκ φθόνου βέλη, καὶ τὸ ἐκ τῆς βασκανίας τοῖς νενικημένοις ἐντύφεται πῦρ, μανίας ἀρχὴ, καὶ ἀνοσιότητος ἀφορμὴ κατὰ τῶν ὡς ἄριστα βιοῦν ᾑρημένων. Οἳ καὶ εἰ γένοιντο τυχὸν ἐν ἀγῶσι καὶ πόνοις, ἀλλ' οὖν οὐκ εἰς ἅπαν εἶεν ἂν τοῖς πολεμοῦσιν ἁλώσιμοι. Περιόψεται γὰρ οὐδαμῶς ὁ τῶν ἁγίων προεστηκὼς τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας. Ἐξελεῖται δὲ μᾶλλον καὶ σφόδρα ῥᾳδίως, καὶ λαμπροτέρους ἀποφανεῖ, τληπαθείας γύμνασμα προθεὶς τὸν ἱδρῶτα αὐτοῖς. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ θεσπέσιος Παῦλος ὡδὶ γεγραφώς· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεὶν. Καὶ αὐτοὶ δὲ διακεκράγασιν ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν οἱ τοῖς ἀγῶσιν ὡμιληκότες, καὶ τοὺς ἐπὶ ταῖς διώξεσι πόνους διενεγκόντες οὐκ ἀγεννῶς· Ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἀκούεις ὅπως ἥκιστα μὲν τὰ ἐφ' οἷς δοκιμάζονται δυσφορεῖν ἐγνώκασι, χαίρουσι δὲ μᾶλλον ὡς ἀμείνους ἀναδεδειγμένοι, καὶ διὰ πείρας αὐτῆς ὅπερ εἰσὶν ἐγνωσμένοι, καὶ ἐπὶ ταῖς εἰς ἄκρον φιλοθεΐαις διὰ τοῦ παθεῖν μεμαρτυρημένοι. ∆ιελθεῖν γὰρ ἔφασαν διὰ πυρός. Ὥσπερ γὰρ, οἶμαι, τὰ δοκιμώτατα τῶν θυμιαμάτων πυρὶ προσωμιληκότα, τῆς ἐνούσης αὐτοῖς εὐοσμίας τότε ποιοῦνται τὴν ἔνδειξιν· οὕτω καὶ ὁσία ψυχὴ πυρουμένη τρόπον τινὰ διὰ τοῦ πειράζεσθαι καὶ πονεῖν, ἐναργεστέραν ποιεῖται τῆς ἐνούσης αὐτῇ πολυειδοῦς ἀρετῆς τὴν ἔκφασιν. Πλὴν περὶ παντὸς ἁγίου ψάλλει μέν που καί φησιν ὁ θεσπέσιος ∆αβὶδ, ὅτι Παραβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Αὐτὸς δὲ πάλιν τῆς ἐπικουρίας ὁ χορηγὸς διαῤῥήδην φησίν· Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Ποῖον οὖν ἄρα ἐστὶ τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρός; Ὁ ἐξ αὐτοῦ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ γεγονὼς οἰκονομικῶς. Οὕτως αὐτὸν ὠνόμαζεν ὁ Πατὴρ καὶ δι' Ἡσαΐου λέγων· Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην μου, καὶ βασιλεῖς τὴν δόξαν μου. Τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Γέγονε γὰρ ἡμῖν δικαιοσύνη καὶ δόξα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, καὶ μὲν καὶ σωτήριον. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνεκομίσθημεν δόξαν. Ὅτι δὲ καὶ σεσώσμεθα τὰ τοῦ θανάτου φυγόντες δεσμὰ, καὶ ἀνατρέχοντες εἰς ἀφθαρσίαν, πῶς ἂν εἴη λοιπὸν, ἢ πόθεν ἀμφίβολον; Ἐπεφάνη γὰρ ἡμῖν ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ λαμπὰς, ὁ Υἱὸς, φῶς τὸ θεῖον ταῖς τῶν πιστευόντων ψυχαῖς ἐνιείς. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὅτι τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Κλῆρον γὰρ ἕξουσι τὸν ἐν οὐρανοῖς, καὶ αὐτὸν ἐπαμύνοντα τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα. Ὄψονται δὲ καὶ αὐτὸ τὸ ἐπὶ Χριστοῦ μυστήριον· καὶ ἐξ αὐτῶν οὐδὲν ἧττον ἀναμάθοι τις ἂν, τῶν κατὰ τὸν μακάριον Ἰακώβ. Παραθεῖναι δὲ οἶμαι πρέπον τὰ ἐπ' αὐτῷ γεγραμμένα, πρὸς ἀκριβεστέραν εἴδησιν τοῖς ἐντευξομένοις. Ἔχει δὲ οὔτω· Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἴνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου. Ἀπηγγέλθη δὲ τῇ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦτοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου. Καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε. Νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν. Καὶ οἴκησον μετ' αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου, καὶ ἐπιλάθηται ἂ πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν μιᾷ ἡμέρᾳ. Εἶτα τῆς ἀποδημίας εὐπρόσωπον ἀφορμὴν ἐπορίζετο τῷ υἱῷ, καὶ δὴ προσελθοῦσα τῷ Ἰσαὰκ, ἔφη· Προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; Ἵνα γὰρ μὴ ἀνεθέλητον τῷ πατρὶ ποιοῖτο τὴν ἀποδρομὴν ὁ μακάριος Ἰακὼβ, λύπης τε καὶ ὀργῆς ἀναδειχθείη πρόξενος, εὐτέχνως τὸ γύναιον ἀναπείθει τὸν πρεσβύτην, ἐπιτρέψαι τῷ υἱῷ τὴν ἀποδημίαν. Προσκαλεσάμενος γὰρ, φησὶν, Ἰσαὰκ τὸν Ἰακὼβ, εὐλόγησεν αὐτὸν, καὶ ἐνετείλατο αὐτῷ λέγων· Οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν. Ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ γυναῖκα ἐκεῖθεν ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου. Ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἢν ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραάμ.

βʹ. Ὅσον μὲν οὖν εἴς γε τὸ γράμμα καὶ τὰ ἐκ τῆς ἱστορίας ὑποδηλούμενα, πρέποι ἂν οὐκ ἐν μικρῷ ποιεῖσθαι θαύματι τήν τε Ῥεβέκκαν αὐτὴν, καὶ τὸν μακάριον Ἰακώβ. Ἡ μὲν γὰρ ὡς προὔχοντι τῷ ἀνδρὶ προσεκόμιζε λιτὴν, τὴν ἐπί γε τῷ υἱῷ, φημί. Ὁ δὲ τὸν τῆς φύσεως νόμον ἐποιεῖτο παραχρῆμα τοῦ πρέποντος βραβευτὴν, καὶ τὸν ἀνεθέλητον τῇ μητρὶ γάμον παραιτεῖσθαι προστέταχε τῷ υἱῷ, κολακεύων τρόπον τινὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ τεθραμμένον εὐσεβῶς, κατ' ἴχνος ἰέναι τῆς πατρῴας ἀρετῆς. Πανταχῆ γὰρ εὑρήσομεν τὸν θεσπέσιον Ἰακὼβ, τοῖς τῶν γεγεννηκότων εἴκοντα νεύμασι, καὶ μήνυσιν ὥσπερ ἐναργῆ τε καὶ οὐκ ἀμφίλογον τῆς εἰς Θεὸν εὐσεβείας τὸ χρῆμα ποιούμενον. Ὅσον δὲ ἧκεν εἰς θεωρίας λόγον, οἶμαι ἰέναι τὴν ἐσωτάτω πορείαν δὴ πάλιν, ἀναμνῆσαι δὲ δεῖν ἐκεῖνο ὑπολαμβάνω. Εἴη γὰρ ἂν ὡδὶ καὶ λίαν ἀπονητὶ καταφανὲς τὸ θεώρημα. Ῥεβέκκα μὲν γὰρ πρὸ ὠδῖνος ἔτι τῆς ἐπὶ τόκῳ φημὶ, τῶν ἐξ αὐτῆς γεγονότων κυοφοροῦσα τὴν ξυνωρίδα, δυσφόρητον κομιδῇ τὴν δυσφημίαν ἐδέχετο, καὶ ἐν αὐτοῖς ἦν ἤδη τοῖς τοῦ θανάτου δείμασιν· οὐκ ἐν μετρίοις ὄντων σκιρτήμασι τῶν ἐμβρύων. Εἶτα τί τὸ χρῆμα διαλανθάνειν ἤθελεν ἐπερωτῶσα Θεὸν καὶ λέγουσα· Εἰ οὕτω μοι μέλλει γενέσθαι, ἵνα τί μοι τοῦτο; Καὶ τί πρὸς ταῦτα ὁ Θεός; ∆ύο ἔθνη καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, φησὶ, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Οὐκοῦν εἰς τύπον παραδεξώμεθα τῶν δύο λαῶν, τοῦ τε ἐξ Ἰσραὴλ, καὶ τοῦ διὰ πίστεως, Ἡσαῦ τε καὶ Ἰακώβ· ἀλλ' Ἐνεκότει, φησὶν, Ἡσαῦ τῷἸακὼβ, ὅτι μὲν τῶν πρεσβείων ἐστέρητο καταπωλήσας τὰ πρωτοτόκια, καὶ παρεὶς ἑτέρῳ τὴν ἑαυτοῦ τιμὴν, καὶ μὲν ὅτι καὶ δεύτερος τὰ ἐκ τῆς θήρας προσαγαγὼν, τῆς εὐλογίας διήμαρτε. Ταύτῃτοι καὶ ἐν ἀγρίοις ἦν ἤδη σκέμμασι, καὶ τὸν τῷ φθόνῳ σύμφρονά τε καὶ ἀδελφὸν ἐμελέτα φόνον. Ἐνεκότει δὲ ὁμοίως, καὶ ἐπεμήνισε δεινῶς ὁ πρωτότοκος Ἰσραὴλ, τοῖς ἐν πίστει καὶ μετ' αὐτὸν, τουτέστι, τῷ νέῳ λαῷ. Ἐπεί τοι γέγονεν ἐν τάξει τῇ πρώτῃ παρὰ Θεῷ, καὶ ἐν πρωτοτόκου μοίρᾳ λελόγισται, καὶ εὐλογίας τῆς ἄνωθεν ἐπίμεστος ἧν, τὴν ἐν Χριστῷ διὰ πνεύματος καταπλουτήσας χάριν. Ἐπεφύετο δὴ οὖν τοῖς ἐν Χριστῷ διὰ πίστεως ὁ Ἰσραήλ· ὅσον δὲ ἧκεν εἰς τὸ αὐτῷ δοκοῦν, καὶ εἰς δύναμιν ἐγχειρημάτων, καὶ πικρὸς γέγονε φονευτὴς, διώξεις ἐπενεγκὼν, καὶ τοῖς ἐκ φόνου καὶ βασκανίας κατατιτρώσκων βέλεσιν. Ἀλλ' ἔπειθεν ἡ Ῥεβέκκα τὸν Ἰακὼβ τὰ οἴκοι μεθέντα παραιτεῖσθαι τὸν ἀδελφόν· ἰέναι τε πρὸς Λάβαν ἄνθρωπον εἰδωλολάτρην. Προὔτρεπε δὲ καὶ αὐτὸς ὁ θεσπέσιος Ἰσαὰκ, ὁ τοῦ Ἰακὼβ πατὴρ παραιτεῖσθαι μὲν γάμον τὸν ἐκ Χαναὰν, ἐφίεσθαι δὲ μᾶλλον τοῦ ποιεῖσθαι σύνοικον ἐκ τῶν θυγατέρων Λάβαν. Κινδυνεύοντι γὰρ καὶ διωκομένῳ τῷ νέῳ λαῷ, τὰς τῶν φονώντων ὀργὰς παραιτεῖσθαι σωφρόνως συμβεβούλευκεν ἡ Ἐκκλησία· ἧς ἂν εἴη τύπος ἡ Ῥεβέκκα. Συνεπινεύει δὲ ὥσπερ καὶ αὐτὸς ὁ τῆς Ῥεβέκκας νυμφίος, τουτέστι Χριστὸς, παρωθεῖσθαι μὲν οἰκειότητα τὴν πνευματικὴν τῶν εἰς ἀνοσίους ἐκκεκαυμένων ὀργὰς, καὶ φονᾷν ἀγρίως μεμελετηκότων. Οἰκειότητος δὲ σημεῖον ὁ γάμος. Ἀνθαιρεῖσθαι δὲ μᾶλλον τὰς ἐκ τοῦ οἴκου Λάβαν, τουτέστι τὰς ἐξ ἐθνῶν. Εὑρήσομεν δὲ τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ τῶν ἐν πίστει καὶ νέων λαῶν γεγόνασιν ἀπαρχὴ, διαπεραίνειν ἐσπουδακότας τὰ ἐντεταλμένα τῷ Ἰακώβ. Ἀπενοσφίζοντο μὲν γὰρ τῆς Ἰουδαίων ἀγέλης, ἅτε δὴ φονώσης κατ' αὐτῶν. Μεταμείβοντες δὲ χώρας καὶ πόλεις, τὰς τῶν διωκόντων ὑποτρέχειν ὀργὰς νουνεχῶς ἐσπούδαζον. ∆ιεμέμνηντο γὰρ ἐπισκήπτοντος τοῦ Χριστοῦ καὶ λέγοντος· Ὅταν διώκωσιν ἡμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Προσελάλουν δὲ καὶ αὐτοῖς τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπειθεῖν ᾑρημένοις καὶ ὑβρίζουσιν ἀφειδῶς· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος. Ἀκούεις ὅπως ὁ τῆς Ἐκκλησίας νυμφίος, τουτέστι Χριστὸς, ἐντέταλται τοῖς ἰδίοις εἰς τὴν τῶν Ἑλλήνων ἀπιέναι πληθὺν, καὶ τεκνογονεῖν ἐκεῖθεν, καὶ πατέρας ὥσπερ ἀναφαίνεσθαι λαῶν. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν δι' αὐτοῦ πιστεύσασιν ἐπιστέλλει λέγων· Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ὅτι δὲ καὶ συνέσται Θεὸς, καὶ εὐλογήσει πλουσίως τοὺς ἐν πίστει λαοὺς, παραδείξειεν ἂν καὶ μάλα ῥᾳδίως ὁ θεσπέσιος Ἰσαὰκ, ἀποτρέχοντα τὸν Ἰακὼβ τῆς πατρῴας ἑστίας ταῖς ἄνωθεν εὐλογίαις στεφανῶν καὶ λέγων· Ὁ δὲ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε, καὶ πληθύναι σε· καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν. Καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου. Ηὐλόγηνται γὰρ οἱ ἐν Χριστῷ, ηὔξηνταί τε λίαν, καὶ εἰς πλῆθος γεγόνασι, καὶ συναγωγὰς ἐθνῶν, καὶ συγκληρονόμοι τέθεινται τῶν ἁγίων πατέρων. Ἀνακλιθήσονται γὰρ μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ ἐν τῇ βασιλείᾳτῶν οὐρανῶν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ηὐλογήμεθα δὲ παρ' αὐτοῦ πάλιν· ἔφη γὰρ ὑπὲρ ἡμῶν· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Εἰ δὲ δὴ νοοῖτο καὶ τοῦ Ἡσαῦ μήτηρ ἡ Ῥεβέκκα, διαλυμανεῖται τοῦτο τοῖς θεωρήμασι παντελῶς οὐδέν. Εἰς τύπον μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ παρεδεξάμεθα τὸν Ἡσαῦ· Ῥεβέκκᾳ γε μὴν τὸ τῆς Ἐκκλησίας δεδώκαμεν πρόσωπον. Ἀλλὰ καὶ αὐτοὶ γεγόνασιν οἱ ἐξ Ἰσραὴλ τῆς Ἐκκλησίας υἱοὶ διὰ πίστεως ἐν Χριστῷ, εἰς λαὸν μὲν οὐκέτι τὸν πάλαι καὶ ἀρχαῖον ἐκεῖνον λελογισμένοι, μεταστοιχειούμενοι δὲ μᾶλλον εἰς νέον τοῖς ἐξ ἐθνῶν ἀναμίξ. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις· ὃς καὶ τοὺς δύο λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, κατὰ τὰς Γραφὰς, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ πνεύ ματι πρὸς τὸν Πατέρα. Λέλυκε γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργηκεν ἐν δόγμασι τὸν τῶν ἐντολῶν νόμον.

γʹ. Ἐφοδιασθέντα δὴ οὖν ταῖς παρὰ πατρὸς εὐλογίαις τὸν Ἰακὼβ, ἀπεκόμιζον οἱ πόδες ἐπὶ τὸν αὐτῷ προτεθέντα τῆς ἀποδημίας σκοπόν. Καὶ ποῖα δὴ πάλιν τὰ μεταξὺ γεγονότα, δι' αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. Ἔχει δὲ οὕτως· Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ. Ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖται εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαὰκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ' ἧς σὺ καθεύδεις, ἐπ' αὐτῆς σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου· καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς θαλάσσης. Καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς. Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ὅτι Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ, καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ. Καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Οἶκος Θεοῦ. Ὄνομα μὲν οὖν πόλεως εἶναί φαμεν τὸ Φρέαρ τοῦ ὅρκου. Γέγραπται γὰρ οὕτω περὶ αὐτοῦ· Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ, ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν, οὐχ εὕρομεν ὕδωρ. Καὶ ἐκάλεσεν αὐτὸν ὅρκον. ∆ιὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει, Φρέαρ ὅρκου, ἕως τῆς σήμερον. Ὅρκου δὲ Φρέαρ εἴ τις ἕλοιτο μαθεῖν, ἀνθ' ὅτου δὴ πάλιν ἐκεῖνό φαμεν. Ἐκεῖ γὰρ ὅρκον εἰρήνης ἔθεντο πρὸς τὸν Ἰσαὰκ οἱ Γεραριτῶν ἡγούμενοι, Ἀβιμέλεχ καὶ οἱ σὺν αὐτῷ. Ἀπαίρει δὴ οὖν ὁ θεσπέσιος Ἰακὼβ τῆς πατρῴας ἑστίας καὶ πόλεως αὐτῆς, καὶ γένους ἀπενοσφίζετο. Ταύτῃτοι δεινῶς καὶ ἀλύειν ἤρχετο. Ἐνενόει γάρ που κατὰ τὸ εἰκὸς ὡς ἀλήτης ἔσται καὶ ξένος, καὶ οἰκήσει μὲν ἐπ' ἀλλοδαπῆς. Ἔσται δ' ἴσως καὶ ὑφ' ἑτέρους, καὶ ἀσυνήθη δουλείας δέξεται ζυγόν. Εἴκειν γὰρ τοῖς κρατοῦσιν ἀνάγκη καὶ τοὺς ἄγαν εὐγενεῖς. Συλλαμβάνεται δὲ καὶ παραχρῆμα Θεὸς ὁ καρδίας εἰδὼς καὶ νεφροὺς, καὶ ταῖς οὕτω πικραῖς δυσφημίαις οὐκ ἐᾷ καταπνίγεσθαι τὴν τοῦ δικαίου ψυχήν. Παρέδειξε γὰρ ὅτι πληθὺς ἀγγέλων, ἄνω τε καὶ κάτω διᾴττουσα, διασώζει ῥᾳδίως τοὺς ἀνακειμένους Θεῷ. Τουτὶ γὰρ, οἶμαι, καὶ ἕτερον οὐδὲν διὰ τῶν ὀνειράτων ἐπαιδεύετο· αἰσθητῶς μὲν γὰρ τὴν εἰς τὸ ἄνω διήκουσαν ἐθεᾶτο κλίμακα. Καθόδου δὲ καὶ ἀνόδου σημεῖον ἦν, εἰ καὶ ἐν παχέσιν ὥσπερ ἐγράφετο τύποις. Ἤκουε δὲ καὶ φωνῆς αὐτοῦ λέγοντος τοῦ τοῖς ἀγγέλοις προστάττοντος, ὅτι τῆς δοθείσης αὐτῷ παρὰ πατρὸς εὐλογίας αὐτὸς ἔσται τὸ πέρας. Ἐκταθήσεται γὰρ τὸ σπέρμα σου, φησὶν, εἰς ἠῶ τε καὶ δύσιν, βοῤῥᾶν τε καὶ νότον. Ἔφασκε δὲ ὅτι καὶ αὐτὸν ἕξει τὸν ἐπαμύνοντα καὶ διασώζοντα πανταχῆ. Ἄφυπνος δὲ γεγονὼς, οὐκ ἐν μετρίοις ἦν θαύμασιν ὁ θεσπέσιος Ἰακὼβ, καὶ δὴ καὶ ἔφασκεν, ὅτι, Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Ἀλλὰ τί ἂν βούλοιτο διὰ τούτου δηλοῦν, πῶς οὐκ ἄξιον ἰδεῖν; Μικρὰς κομιδῆ τὰς δόξας περὶ Θεοῦ ἐν τοῖς ἀρχαιοτέροις εὑρήσομεν. Ὤοντο γὰρ ὅτι τὴν μὲν ἄλλην ἅπασαν γῆν ἠφίει τὸ θεῖον, συνεστέλλετο δὲ ὥσπερ εἰς μόνην ἐκείνην, εἰς ἣν καὶ κέκληνται παρ' αὐτοῦ τὰ οἴκοι μεθέντες, καὶ τῆς Χαλδαίων ἀπαίροντες. Ἐπειδὴ γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ τὴν πολύθεον νοσοῦντες πλάνησιν, ἑκάστῳ τῶν δαιμονίων ἰδικὴν ὥσπερ τινὰ νέμοντες χώραν, καὶ μονονουχὶ τυράννους ἱστάντες τοὺς κατὰ πόλιν προσκυνουμένους, οὐχὶ πάντας δύνασθαι πανταχῆ καὶ τιμᾶσθαι δεῖν ὑπελάμβανον. Τοιγάρτοι καὶ οἱ μακάριοι πατριάρχαι ἄρτι τῶν τῆς εἰδωλολατρείας ἠθῶν, καὶ πολυθέου πλάνης ἀπηλλαγμένοι, καὶ Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἀναπεπεισμένοι προσκυνεῖν, οὐκ ἐν πάσῃ γῇ καὶ ἐν παντὶ τόπῳ, παρεῖναί τέ σφισι καὶ ἐπαμύνειν ᾤοντο, μικρὰ κομιδῇ φρονοῦντες ἔτι. Παιδεύεται τοίνυν ὁ μακάριος Ἰακὼβ καὶ τῆς ἀποδημίας ἐπλούτει καρπὸν, τὸ λεῖπον ἐν πίστει. Ἐμάνθανε γὰρ ὡς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ τὸ θεῖόν ἐστι. Καὶ κατοικεῖ μὲν ἐν οὐρανῷ, περιέπει δὲ τὴν σύμπασαν γῆν, καὶ πεπλήρωκε τὴν οἰκουμένην, καὶ ὑπ' αὐτῷ πάντα ἐστὶ, τὰ ἐν οὐρανῷ πνεύματα, ἃ ἄνω τε καὶ κάτω διαθεῖν προστάττονται, καὶ αὐτὸν ἔχουσι κεφαλὴν καὶ ἐφεστηκότα. ∆ιὰ τοῦτο τεθαύμακε λέγων ὅτι, Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Οἰηθεὶς δὲ τὸν λίθον τῶν ὀνειράτων αὐτῶν γενέσθαι παραίτιον, καὶ αὐτὸν τοῖς ἐνοῦσιν ἐτίμα, καταπιαίνων ἐλαίῳ. Καὶ μὴν Οἶκον ἐκάλει Θεοῦ, καὶ πύλην τοῦ οὐρανοῦ τὸν χῶρον, καὶ ἀνεστήλου τὸν λίθον.

δʹ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν παχυτέραις ἀφηγήσεσιν εἰρήσθω πάλιν. Καταψιλοῦν γὰρ ἔδει, τῆς ἱστορίας τὸ ἄναντες εἶναι δοκοῦν. Μεθιστάντες δὲ ἤδη πρὸς θεωρίαν πνευματικὴν τὸ προκείμενον, πάλιν ἐκεῖνό φαμεν, ὅτι τὰς τῶν φονώντων ὀργὰς, φημὶ δὴ τῶν Ἰουδαίων, ὁ νέος καὶ ἐν πίστει λαὸς, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις νοούμενος, ὑποτρέχειν μὲν ἠπείγετο καὶ παραιτεῖσθαι λίαν. Ἀπαίρων δὲ ὥσπερ ἀπὸ πόλεως εἰς πόλιν, τὰς ἐξ ἐθνῶν ἀγέλας ἐμνηστεύετο, καὶ συλλέγειν ὥσπερ εἰς ἑαυτὸν διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς κοινωνίας, ἐπεθύμει λίαν. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ ἐπὶ τὰς τοῦ Λάβαν ἠπείγετο θυγατέρας, ἐκδειματοῦντος Ἡσαῦ, καὶ φονᾷν ἀγρίως ἐπικεχειρηκότος. Ἐπειδὴ δὲ ὁ ἐν πίστει λαὸς ἐπανεπαύσατο τῷ Χριστῷ, ὅς ἐστι λίθος ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος· τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ ἐφυπνοῦν τῷ λίθῳ· μεμαθήκαμεν, ὅτι μόνοι μὲν εἰς γῆν οὐκ ἔσονται, συλλήπτορας δὲ καὶ ἐπαρωγοὺς τοὺς ἁγίους ἕξουσιν ἀγγέλους, ἄνω τε καὶ κάτω διαθέοντας. Ἔφη γάρ που Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τοῦτο, οἶμαι, ἔστιν ἡ κλίμαξ, ἡ ἄνω τε καὶ κάτω τῶν ἁγίων πνευμάτων διαδρομὴ, πεμπομένων εἰς διακονίαν, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν. Ἐπεστήρικτο δὲ τῇ κλίμακι Χριστὸς, ὡς μέχρις αὐτοῦ φθανόντων τῶν ἁγίων πνευμάτων, καὶ αὐτὸν ἐχόντων τὸν ἐπιστάτην· οὐχ ὡς ὄντα κατ' αὐτὰ, ἀλλ' ὡς Θεὸν καὶ Κύριον. Ἔφη δέ που καὶ ὁ ∆αβὶδ ἀνθρώπῳ παντὶ τῷ κατοικεῖν ἑλομένῳ ἐν βοηθείᾳ τοῦ Ὑψίστου, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Πεπατήκαμεν γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, Χριστοῦ διδόντος τὴν ἐξουσίαν. Ἄξιοι δὴ οὖν καὶ θεοπτίας οἱ ἐν Χριστῷ, καὶ τοῦ διακεῖσθαι τεθαῤῥηκότως ὅτι καὶ συνέσται καὶ ἐπαμυνεῖ, καὶ διασώσει πανταχοῦ, καὶ ἐγκάρπους ἀποφανεῖ. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ' ἡμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ὅτι δὲ καὶ πεπλουτήκασιν οἱ μακάριοι μαθηταὶ, καὶ ἀναριθμήτων ἐθνῶν γεγόνασι πατέρες, ἐν πίστει τῇ ἐν Χριστῷ λέγω, καὶ ὡς ἐν γεννήσει τῇ πνευματικῇ, παντί που δῆλον, Παύλου λέγοντος ἐναργῶς, τοῖς δι' αὐτοῦ πιστεύσασιν· Ὅτι κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Γέγονε τοίνυν αὐτῶν τὸ σπέρμα, ταῖς ἄμμοις ἰσάριθμον. Ἐκτέταται δὲ καὶ εἰς ἀκτῖνας καὶ δύσιν, καὶ δεξιὰ καὶ εὐώνυμα· νότον δὴ λέγω καὶ βοῤῥᾶν. Ἀλλ' ἦν καὶ ὁ λίθος ὡς ἐν τύπῳ Χριστοῦ τιμώμενος καὶ ἀναστηλούμενος, ἐν ἐλαίῳ τε δεδευμένος. Κέχρισται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ. Ἐγήγερται δὲ καὶ ἐκ νεκρῶν, καίτοι καταβεβηκὼς ἐθελοντὴς εἰς θάνατον. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀνεστηλῶσθαι τὸν λίθον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἁγίων ἀποστόλων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς κεχρισμένος παρὰ Πατρὸς ἐν ἁγίῳ Πνεύματι καὶ ἐγηγερμένος ἐκ νεκρῶν. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.

αʹ. Τὸ θείων ἡμᾶς ἐφίεσθαι λόγων, καὶ διψᾷν ὅτι μάλιστα τὸ χρηστόν τι μαθεῖν, ὅτι πάντων ἄριστον, καὶ ταῖς ἀνωτάτω ψήφοις ἐστεφανωμένον παρὰ Θεοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; Ἄξιον δὲ ὅτι τοῦ παντὸς λόγου τὸ χρῆμά ἐστι καὶ πρὸς ἀναγκαῖον ἡμῖν ἐκτελευτήσει πέρας, καὶ αὐτὸς ἡμᾶς πεπληροφόρηκεν ὁ Σωτὴρ οὕτω λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς μαργαρίτας. Ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Ἀναγκαῖον δὴ οὖν προαναζητεῖσθαι παρ' ἡμῶν καλοὺς μαργαρίτας. Εὑρήσομεν γὰρ ὡδὶ τὸν ἕνα καὶ πολύτιμον μαργαρίτην, τουτέστι, Χριστόν. Καὶ τίνες ἂν εἶεν οἱ καλοὶ μαργαρῖται, καὶ ἀξιόληπτον ἔχοντες κτῆσιν ὧν ἡ ζήτησις, εἰς μέσον ἄγει τὸν ἕνα, φαίην ἂν πάντη τε καὶ πάντως οἱ ἅγιοι, περὶ ὧν εἴρηται διὰ προφήτου φωνῆς, ὅτι Λίθοι ἅγιοι κυλιῶνται ἐπὶ τῆς γῆς. Ἐκβασανιστέον δὴ οὖν εὖ μάλα τὰ ἐφ' ἑκάστῳ μάλιστα τῶν ἀρχαιοτέρων εἰρημένα τε καὶ πεπραγμένα. Κατοψόμεθα γὰρ ἐν αὐτοῖς τὸ βαθὺ τῆς εὐσεβείας μυστήριον, τουτέστι, Χριστὸν, ὡς ἐν τύποις ἔτι σοφῶς καὶ ἐντέχνως σκιαγραφούμενον. Εὑρήσομεν δὲ πρὸς τούτῳ, καὶ τὴν ἐν αὐτῷ νοουμένην οἰκονομίαν, ἀσαφείαις μέν τισι κατεσκιασμένην, πλὴν οὐκ εἰς ἅπαν ἀσυμφανῆ τὴν παράδειξιν. Προκείσεται δὲ τῷ λόγῳ καὶ νῦν, τὰ κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ὅπως τε καὶ τίνα τρόπον διεβίω, λελέξεται. Καὶ τὸ σχῆμα τῆς ὅλης οἰκονομίας, φημὶ δὴ τῆς εὐαγγελικῆς, ὡς ἐν αὐτῷ διαδείξομεν, τὰ τῆς ἱστορίας εὐανθέστατα μελιττῶν δίκην περιιπτάμενοι, καὶ τὸ ἐφ' ἑκάστου χρήσιμον, εἰς τὴν τοῦ λόγου διασάφησιν συναγείροντες. Εἰ δὲ δὴ μὴ πάντα ταῖς θεωρίαις εἰσκρίνοιτο τὰ περὶ αὐτοῦ γεγραμμένα, χαλεπαινέτω μηδεὶς, ἐκεῖνο διενθυμούμενος, ὡς τὰ μέν ἐστιν ἴδια τρόπον τινὰ, τῶν ἱστορικῶς γεγονότων, τὰ δὲ καὶ δι' ἐννοιῶν τῶν ἐσωτάτω χωρεῖ, καὶ εἰς τὴν τοῦ μυστηρίου διαμορφοῦται δύναμιν.

βʹ. Γέγραπται τοίνυν ὡδὶ πάλιν, Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας, ἐπορεύθη εἰς γῆν ἀνατολῶν, πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ. Καὶ ὁρᾷ, καὶἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. Καὶ ἦσαν ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ' αὐτοῦ. Ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια. Λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος, εἰς τὸν τόπον αὐτοῦ. Εἶπε δὲ αὐτοῖς Ἰακώβ· Ἀδελφοὶ, πόθεν ἐστὲ ὑμεῖς; Οἱ δὲ εἶπον, ἐκ Χαῤῥάν ἐσμεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; Οἱ δὲ εἶπον· Γινώσκομεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ὑγιαίνει; οἱ δὲ εἶπον· Ὑγιαίνει. Καὶ ἰδοὺ Ῥαχὴλ ἡθυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. Καὶ εἶπεν Ἰακώβ· Ἔτι ἐστὶν ἡμέρα πολλὴ, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη. Ποτίσατε τὰ πρόβατα, καὶ ἀπελθόντες βόσκετε. Οἱ δὲ εἶπον· Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν αὐτά. Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς. Αὕτη γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. Ἐγένετο δὲ ὡς εἶδε Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα Λάβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότισε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. Καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχὴλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ, ἔκλαυσε, καὶ ἀπήγγειλε τῇ Ῥαχὴλ ὅτι ἀδελφιδοῦς τοῦ πατρὸς αὐτῆς, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί. Καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς, κατὰ τὰ ῥήματα ταῦτα. Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν αὐτὸν, ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους, καὶ εἶπεν αὐτῷ Λάβαν· Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῶν σαρκῶν εἶ σύ. Μετὰ τὴν ἐξαίρετον ἐκείνην θεοπτίαν καὶ ἀποκάλυψιν· τεθέαται μὲν γὰρ κλίμακα διήκουσαν εἰς τὸν οὐρανὸν, ἐφεστῶτα δὲ τὸν Κύριον ἐπ' αὐτῆς, καὶ ἄνω τε καὶ κάτω διαθεόντας τοὺς ἀγγέλους, ἤκουσέ τε σαφῶς, ὅτι καὶ συνέσται Θεὸς αὐτῷ, καὶ εἰς πληθὺν ἀμέτρητον ἁπλώσει λαῶν τὸ σπέρμα αὐτοῦ. Μετὰ τὸ ἀναστηλῶσαι τὸν λίθον εἰς τύπον Χριστοῦ, τότε δὴ, τότε τεθαῤῥηκότως, καὶ ἐρηρεισμένην ἔχων ἐπὶ Θεῷ τὴν ἐπὶ τοῖς ἐσομένοις ἐλπίδα, πρὸς τὸν τῆς ἀποδημίας σκοπὸν συντείνεται, καὶ εἰς γῆν ἀφικνεῖται τὴν πρὸς ἠῶ κειμένην. Καὶ γνώριμον εὐθὺς καθίστησιν ἑαυτὸν πολλοῖς μὲν ποιμέσιν, ὡς εἴη τις καὶ αὐτὸς τῶν ἄγαν ἐξησκημένων εἰς ποιμαντικήν. Ἐντριβὲς δὲ ὅτι χρῆμα αὐτῷ φανερὸν καθίστησι λέγων· Ἔτι ἐστὶν ἡμέρα πολλή. Νῦν οὖν ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε. Γνωρίζεται δὲ καὶ τῇ τοῦ Λάβαν θυγατρὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴν τῆς ἐνούσης αὐτῷ καλοκἀγαθίας ἐπιδιδοὺς, τὸ ἀξιῶσαι φροντίδος τὰ ὑπ' αὐτῆς βοσκόμενα καὶ ποτίσαι τὰ πρόβατα. Ἐνενόει γάρ που κατὰ τὸ εἰκὸς ἤθεσι τοῖς ἀρίστοις ἐντεθραμμένος, ὡς ἦν ἀκαλλέστατον κομιδῇ παρθένον οὖσαν τὴν Ῥαχὴλ καὶ ἐν ὥρᾳ γάμου, περιμεῖναι τῶν ποιμένων τὴν ἄθροισιν, ἵνα τοῦ λίθου κεκινημένου ποτίσῃ τὰ πρόβατα, παραχωροῦσα τοῖς ἄλλοις διά τε τὸ ἄναλκες, καὶ τὴν παρθένῳ πρέπουσαν αἰδῶ. Ἄλλως τε καὶ νόμος αὐτὸν ἐκάλει φιλοστοργίας, εἴς γε τὸ χρῆναι λοιπὸν τοῖς ἐξ αἵματος, καὶ ἀγχισπόροις ἀναφαίνεσθαι χρήσιμον. Πεπότικε δὴ οὖν τὰ πρόβατα τῆς Ῥαχὴλ, μόνος τοῦ φρέατος ἀποκυλίσας τὸν λίθον. Ἀναμνῆσαι δὲ ἀναγκαῖον, ὅτι καὶ ὁ θεσπέσιος Μωσῆς τῆς Αἰγυπτίων ἀποδραμὼν, εἰς τὴν τῶν Μαδιηναίων ἀφικνεῖται χώραν. Εἶτα ποιμέσι περιτυχὼν, καὶ τὰς τοῦ Ἰοθὸρ θυγατέρας ἀδικουμένας εὑρὼν, διὰ τῶν ἴσων ἐγνωρίζετο σπουδασμάτων. Ἔχει δὲ οὕτω τὰ ἐπ' αὐτῷ γεγραμμένα· Ἀνεχώρησε δὲ Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμεναι δὲ, ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες, ἐξέβαλον αὐτάς. Ἀναστὰς δὲ Μωσῆς, ἐρύσατο αὐτὰς, καὶ ἐπότισε τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ἰοθὸρ τὸν πατέρα αὐτῶν. Ὁ δὲ εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα. Ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· Καὶ ποῦ ἔστιν; ἵνα τί οὕτω καταλελοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν, ὅπως φάγῃ ἅρτον· κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ. Συνίης οὖν ὅπως ἀδελφὰ τρόπον τινὰ τὰ νοήματα, καὶ συγγενῆ πως ἄγαν τὰ ἐξ αὐτῶν ὑποδηλούμενα. Πλὴν ὁ θεσπέσιος Μωσῆς τὴν τῶν ἑτέρων ποιμένων ἀποστήσας πλεονεξίαν, ἤντλησέ τε καὶ πεπότικε τὰς Ἰοθὸρ ἀγέλας. Καὶ μόνος δὲ τὸν λίθον ἀπεκύλισεν Ἰακὼβ, καίτοι πλείστων ὅσων οὐκ ἀνιδρωτὶ τοῦτο δρᾷν εἰωθότων, καὶ πεπότικεν ὁμοίως τὰ Λάβαν θρέμματα. Καὶ ὥσπερ Μωσῆς εἰς ἀνδρὸς εἰδωλολάτρου κατῆρεν ἑστίαν, οὕτω καὶ ὁ θεσπέσιος Ἰακώβ. Εἰδώλων γὰρ ἔτι προσκυνητὴς ἦν ὁ Λάβαν καὶ θεραπευτής. Ἐπειδὴ δὲ τὸ τῶν ἐν πίστει λαῶν πρόσωπόν τε καὶ σχῆμα περιτέθεικεν ὁ λόγος τῷ Ἰακὼβ, φέρε δὴ λέγωμεν τὰ ἐσωτάτω καὶ κεκρυμμένα, τὸ τῆς ἱστορίας ἀνευρύνοντες πάχος.

γʹ. Λαὸς μὲν οὖν ὁ κτιζόμενος, κατά γε τὴν τοῦ Ψάλλοντος φωνὴν, εἴη ἂν οὐχ ἕτερος οἶμαί που, πλὴν ὁ νέος καὶ ἐν Χριστῷ, τουτέστιν, ὁ διὰ πίστεως εἰς τὴν τοῦ πρωτοτόκου δόξαν παρενηνεγμένος, παρωθέντος τοῦ πρώτου καὶ ὠλισθηκότος τοῦ Ἰσραήλ. Γέγονε γὰρ εἰς οὐρὰν ὁ ὑπάρχων κεφαλὴ, τουτέστι, προὔχων, καὶ ὁ προεγνωσμένος, τῆς ἑτέρων κλήσεως παρακολούθημα λέγεται. Τέθεινται γὰρ εἰς νῶτον, καὶ κατόπιν ἴασι τῶν ἐθνῶν. Πτερνιστὴς οὖν ἄρα λαὸς ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ ὡς ἐν τάξει λελόγισται τῇ κατὰ τὸν θεσπέσιον Ἰακώβ. Νοοῖτο δ' ἂν ὡς ἐν ἀπαρχῇ τοῦ τοιούτου γένους, ὁ τῶν ἁγίων ἀποστόλων χορὸς, οἳ γεγόνασι μὲν ἐξ αἵματός τε καὶ γένους Ἰσραήλ· ἐπειδὴ δὲ τὴν ἐν Χριστῷ πίστιν πεπλουτήκασι, καὶ ὥσπερ τινὰ στέφανον τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἀνεδήσαντο χάριν, προσκεκρούκασι τοῖς ἐκ γένους. Ταύτῃτοι φονῶντας, καὶ μὴν καὶ ἀγρίως ἐκλελυττηκότας, καταλιμπάνουσι, μονονουχὶ δὲ καὶ πατρῴας ἑστίας, καὶ αὐτῆς τῆς ἐνεγκούσης ἀπανιστάμενοι γῆς, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰουδαίων χώρας, τῇ τῶν ἐθνῶν προσβάλλουσι, Χριστὸν ἔχοντες ἀῤῥωγὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν συλλήπτορα, καὶ συμπαραθέοντας τοὺς ἀγγέλους, καὶ ἐλπίσι ταῖς ἄνωθεν ἐρηρεισμένοι, καὶ προσδοκῶντες ἔσεσθαι πατέρες πολλῶν ἐθνῶν, ὡς εἰς ἠῶ τε καὶ δύσιν βοῤῥᾶν τε καὶ νότον, τὸ ἐξ αὐτῶν ἐκτείνεσθαι σπέρμα, τουτέστι, τοὺς διὰ πίστεως ἀναγεννωμένους ἐν πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένους. Οἷς καὶ προσεφώνουν λέγοντες· Ὑμεῖς δὴ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ ἐν Χριστῷ. Ὅτι δὲ πατέρας λαῶν οἱ διδάσκειν αὐτοὺς ἐπιτεταγμένοι παρὰ τῇ θείᾳ κέκληνται Γραφῇ, πῶς ἂν ἐνδοιάσειέ τις; –Ἀπενοσφίζοντο τοίνυν τῆς Ἰουδαίων χώρας, καὶ τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἀφέντες λαὸν, ἐστρέφοντο πρὸς τὰ ἔθνη, κατὰ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐντολὰς, ἀλλ' ὅτι ποιμένες εἰσὶ πνευματικοὶ, καὶ παιδαγωγίας τῆς κατὰ Θεὸν ἐπιστήμονες, παραχρῆμα δεικνύουσιν, ἀπρακτεῖν οὐκ ἀνεχόμενοι περὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. Προσκομίζουσι γὰρ εὐθὺς τῆς ἐν Χριστῷ διδασκαλίας τὸν λόγον, καὶ τὸ πεφυκὸς ὠφελεῖν, ἀναπείθουσι δρᾷν. Καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Ἰακὼβ, τοῖς ἀπὸ Χαῤῥὰν ποιμέσιν, ὅτι καὶ αὐτὸς εἴη ποιμὴν, ἐναργὲς ἐποίει λέγων· Ἔτι ἐστὶν ἡμέρα πολλὴ, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη. Ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε. Ἀκούεις ὅπως κατανέμειν προστέταχε τὰ πρόβατα τοῖς ποιμέσι; Τοῦτό τοι καὶ ὁ σοφώτατος μαθητὴς ἐνετέλλετο δρᾷν τοῖς τοῦ λαοῦ πρεσβυτέροις, ἥγουν, ἐπισκόποις. Πρεσβυτέρους οὖν, φησὶ, τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος, καὶ μάρτυς τῶν Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Χριστοῦ. ∆ιιόντες δὲ κατὰ χώραν τε καὶ πόλιν, μυρίους ὅσους καὶ ἑτέρους ποιμένας ἐφεστάναι προσέταττον τοῖς λαοῖς, καὶ τῶν λογικῶν προβάτων ποιεῖσθαι φροντίδα· καταβόσκειν δὲ, ὥσπερ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, καὶ εἰς πόαν ὥσπερ ἀποκομίζειν εὐανθεστάτην, τὴν θεόπνευστον Γραφήν. Ζωαρκὲς γὰρ ἔδεσμα ψυχῆς, ὁ τοῦ Θεοῦ λόγος. Εἰρήσθω δὴ οὖν ποιμέσι τοῖς πνευματικοῖς, ἐπιμελοῦ τῶν ἐν πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· γεγόνασι δὲ καὶ ἑτέρως παρὰ τοῖς ἔθνεσιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν παρ' ἐκείνοις ποιμένων, τουτέστι, σοφῶν τε καὶ διδασκάλων, καθηγηταὶ διεδείκνυντο, τὴν ἀληθεστέραν τοῖς ἀκροωμένοις παιδαγωγίαν εἰσφέροντες. Καὶ ὅτι πολὺ δὴ λίαν εὐσθενέστερόν τε καὶ ἄμεινον ἢ ἐκεῖνοι, τυχὸν εἰδείη τις ἂν καὶ λίαν εὐκόλως, ἐκεῖνο διενθυμούμενος. ∆υσαχθὴς μὲν γὰρ τῷ φρέατι λίθος ἐπέκειτο, ὃν πλείστη μὲν ὅση ποιμένων ἄθροισις ἀπεσάλευε μόλις. Ἔδρα δὲ τοῦτο καὶ μόνος ὁ Ἰακώβ. Τί τοίνυν τὸ φρέαρ, τί δὲ δὴ αὖ καὶ ὁ λίθος ὑποσημήνειεν ἂν, φέρε λέγωμεν ὡς ἔνι. Εἰσόμεθα γὰρ ὡδὶ, καὶ τῆς τῶν ποιμένων ἰσχύος τὴν διαφορὰν, καὶ τὸ ἐν συνέσει προὖχόν τε καὶ ὑπερκείμενον, τῶν μαθητῶν τοῦ Σωτῆρος.

δʹ. Ὕδατι τοίνυν ἀφομοιοῦν ἔθος τῇ Γραφῇ, τὴν περὶ Θεοῦ γνῶσιν. Ὅτι γὰρ ἦν ζωοποιὸς, μεμαρτύρηκεν ὁ Σωτὴρ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα λέγων· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Προσελάλει δὲ καὶ γυναίῳ τῷ ἐκ τῆς Σαμαρείας φημί ποτε· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Οἶμαί που τὸν παρ' ἑαυτοῦ λόγον καὶ παίδευσιν ὀνομάζων ζωοποιόν. Προσεφώνει δὲ καὶ ὁ ∆εσπότης· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ μὴν καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἐπαιτιᾶταί τινας ἀμαθῶς ἀπονεύσαντας εἰς τὸ δεῖν ἑτέρους προσίεσθαι διδασκάλους μετὰ τὴν ἐν νόμῳ παίδευσιν, καὶ ἐκκεκλικότας εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. Ἔφη δὲ οὕτως· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον, λέγει Κύριος· ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ὕδωρ δὴ οὖν τὸ ζωοποιὸν, ὁ θεῖος ἂν εἴη λόγος. Πλὴν ἐν βάθει κεῖται πολλῷ, καὶ οὐκ ἂν οἶμαί τις αὐτὸν ἀνιδρωτὶ πορίσαιτό ποτε. Οὐ γὰρ ἕτοιμος ἑλεῖν τοῖς ἐθέλουσιν ἁπλῶς. Ἐπωματίζει δὲ ὥσπερ λίθος αὐτῷ βαρὺς καὶ δυσπαρακόμιστος, ἡ περὶ αὐτὸν ἀσάφεια τῆς ἐν ἡμῖν διανοίας νικῶσα τὸ ἀδρανές. Καὶ δὴ δεῖ πόνου καὶ ἱδρῶτος μακροῦ τοῖς τὰ νοητὰ κατανέμουσι θρέμματα πρὸς τὸ ἀπαλλάξαι μὲν τῆς ἀσαφείας τὸν λόγον, ἀρύσασθαί τε οὕτω λοιπὸν καὶ οἱονεί πως ἐκ βάθους εἰς τὸν ἄνω τε καὶ ἐμφανὲς ἐνεγκεῖν, παραθεῖναί τε σαφῶς εἰς ἀπόλαυσιν ζωαρκῆ τοῖς ἐντευξομένοις. Ἀλλ' οἱ μὲν παρ' Ἕλλησι ποιμένες, τουτέστιν, οἱ παρ' αὐτοῖς σοφοὶ καὶ λογάδες πολλοὶ καὶ κατὰ πληθὺν συνθέοντες τῶν περὶ Θεοῦ δογμάτων οἱονεὶ τὸ ἀληθὲς παροχλίζουσι· δοξάζουσι γὰρ οὐκ ὀρθὰ περὶ αὐτοῦ, Θεοῦ μὲν ὁμολογοῦντες φύσιν, διανέμοντες δὲ τὴν τῆς θεότητος δόξαν, οἷς ἂν ἕλοιντο τυχόν. Ἐξαρκεῖ δὲ καὶ μόνος εἷς τῶν ἐν Χριστῷ ποιμένων ἀποκινῆσαι τοῦ φρέατος, καίτοι κομιδῇ δυσδιακόμιστον ὄντα τὸν λίθον· τουτέστι, τὴν ἐπεῤῥιμμένην ταῖς περὶ Θεοῦ δόξαις ἐπικάλυψίν τε καὶ ἀσάφειαν, ὅθεν ἐναργῆ τοῖς ἔθνεσι καθιστῶσι τὴν ἀλήθειαν, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς παραδεικνύντες Θεὸν, οὐ διαλελοίπασι. Καὶ γοῦν ὁ μακάριος Παῦλος Ἀθήνῃσιν ἐλθὼν, τοῖς τῇδε λογάσι τὸ ὕδωρ τὸ ζῶν παρετίθει, λέγων· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ∆ιερχόμενος γὰρ, φησὶ, καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν, ἐν ᾧ ἐπεγράφετο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Βλέπετε γὰρ ὅπως καίτοι λαῶν ὄντες ἡγούμενοι, καὶ τῶν παρά σφισι ποιμένες καὶ καθηγηταὶ, μόλις τοῦ φρέατος βραχὺ παροχλίζουσι, τὸν δυσαχθῆ λίθον, εὐσεβεῖν μὲν οἰόμενοι, διά γε τῆς εἰς τὸ θεῖον αἰδοῦς, πολὺ δὲ τῆς ἀληθείας ἀπεσφαλμένοι. Βωμὸν γὰρ ἀναδειμάμενοι, γραφὴν ἐνεκόλαπτον, Ἀγνώστῳ Θεῷ, τουτέστι, καὶ τῷ μὴ γνωσθέντι δαίμονι. Ἀλλ' ἐκεῖνοι μὲν ἀρίστην ἐνόμιζον ἐπὶ Θεῷ τὴν δόξαν ἑλεῖν. Κατασοφίζεται δὲ τὴν γραφὴν ὁ θεσπέσιος Παῦλος, καὶ πολὺ δὴ λίαν εὐτέχνως ἄγει πρὸς τὸ χρήσιμον, τὸν οὐκ ἐγνωσμένον αὐτοῖς Θεὸν, Χριστὸν εἶναι λέγων. Ὃν γὰρ ὑμεῖς, φησὶν, ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁρᾷς ὅπως ἀπεκάλυψε τὸ φρέαρ, ἀπεκύλισε τὸν λίθον, τὴν ζωοποιὸν αὐτοῖς παρέδειξε γνῶσιν. Ἀσύγκριτος τοίνυν τῆς τῶν ποιμένων ἀγχινοίας ἡ διαφορά. Οἱ μὲν γὰρ, καίτοι λίαν ὄντες πολλοὶ, τῆς ἀληθοῦς περὶ Θεοῦ δόξης κατόπιν ᾔεσαν καὶ τῆς τῶν δογμάτων ἀσαφείας ἡττώμενοι, παρεφέροντο πρὸς τὸ δοκοῦν. Ὁ δὲ καίτοι μόνος ὢν παρετίθει τὴν ἀλήθειαν. Ἀπεκύλισε γὰρ τὸν λίθον μόνος ὁ Ἰακὼβ, καὶ τὰ ὑπὸ τὴν Ῥαχὴλ ποτίζει πρόβατα. Καὶ μέν τοι ἀξιέραστον ἡγεῖτο τὴν κόρην. Ἐφίλησε γὰρ, φησὶ, τὴν Ῥαχὴλ, καὶ ἀνεγνωρίζετο μὲν τῷ Λάβαν εὐθὺς, ὃς δὴ καὶ ἐφέστιον ἐποιεῖτο λοιπὸν ἀγάπης τε καὶ περιπλοκῶν ἠξίου τὸν ἀδελφόπαιδα, καὶ ἐν τοῖς ἀγχισπόροις κατελογίζετο. Ἔφη γάρ· Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ. Ἑρμηνεύεται μὲν ἡ Ῥαχὴλ, Θεοῦ πρόβατον. Περιθείη δ' ἄν τις αὐτῇ, καὶ μάλα εἰκότως, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ σχῆμα. Αὕτη γάρ ἐστι τὸ τοῦ Χριστοῦ πρόβατον, τὸ τοῖς ἀρχαιοτέροις ποιμνίοις ἀναμιχθὲν, καὶ ταῖς τοῦ Σωτῆρος αὐλαῖς ἐνσεσηκασμένον. Τοιγάρτοι καὶ ἔφασκε· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Ἐποίμαινον δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ τὴν Ἐκκλησίαν Χριστοῦ, ἤτοι τὰ ὑπ' αὐτῇ νοούμενα λογικὰ θρέμματα, καὶ δὴ καὶ γεγόνασιν αὐτῆς ἐρασταὶ καὶ νυμφαγωγοὶ, παριστῶντες αὐτὴν τῷ Θεῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἁγίον δὲ μᾶλλον καὶ ἄμωμον.

εʹ. Ὅτι δὲ καὶ τὴν τοῦ γένους ἀρχὴν, καὶ οἱονεὶ τὰς πρώτας τῆς ῥίζης ἐκβολὰς, ἐξ ἐθνῶν ἐσχήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐκ τῶν τοῦ Λάβαν συνήσομεν λόγων. Ἀνὴρ γὰρ εἰδωλολάτρης κατησπάζετο τὸν Ἰακὼβ, καὶ ἐξ ὁμαίμονος αὐτὸν γενέσθαι φησὶ, δῆλον δὲ ὅτι Ῥεβέκκας· σάρκα τε αὐτὸν καὶ ὀστοῦν ἴδιον ἀπεκάλει. Κέκληται γὰρ ὁ θεσπέσιος Ἀβραὰμ ἐν ἀκροβυστίᾳ, τεθραμμένος ἐν γῇ Χαλδαίων ἔθεσί τε καὶ νόμοις τοῖς Ἑλληνικοῖς, καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγῖδα τῆς ἐν ἀκροβυστίᾳ πίστεως, κατὰ τὸ γεγραμμένον. Συγγενὴς οὖν ἄρα τοῖς ἐξ ἐθνῶν καὶ ὁ πρωτότοκος Ἰσραήλ· καίτοι νόμῳ διεσταλμένος, εἴς γε τὸ ἕτερος εἶναι δοκεῖν. Ἀλλ' ἐν Χριστῷ γεγόνασιν ἒν οἱ δύο. Περιεῖλε γὰρ τὸ μεσολαβοῦν, καταργήσας τὸν ἐν γράμμασι νόμον, καὶ τὴν διιστῶσαν περιτομήν. Ἀνεκαινίσθημεν γὰρ εἰς ἕνα καινὸν ἄνθρωπον, σύσσωμά τε καὶ ὁμοψυχοῦντα τὰ ἔθνη τοῖς ἐξ Ἰσραήλ. Μονονουχὶ δὲ καὶ εἰς ταυτότητα συνενηνεγμένα διὰ τῆς ἐν πνεύματι κοινωνίας, ὁρᾶται λοιπόν. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καθάπερ ἔφην ἀρτίως, καὶ θεὶς ἐκ μέσου τὸ διιστῶν, καὶ συνδέων ἡμᾶς οἷον εἰς ἑνότητα διὰ πνεύματος. Σημεῖον οὖν ἄρα, καὶ μάλα σαφὲς, τῆς ἐν πίστει τε καὶ πνευματικῆς ἑνώσεως τῶν δύο λαῶν τὸ περιπλέκεσθαι τῷ Ἰακὼβ τὸν Λάβαν, ὁμολογῆσαί τε ὅτι καὶ ὀστοῦν εἴη καὶ σὰρξ αὐτοῦ. Ὅτι δὴ πρὸς τούτοις ἕτερον, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων. Εἶπε γὰρ, φησὶ, Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν. Ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστι. Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ. Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ,καὶ εἶπε· ∆ουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. Εἶπε δὲ αὐτῷ Λάβαν· Βέλτιον δοῦναί με αὐτὴν σοὶ, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ. Οἴκησον μετ' ἐμοῦ. Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἔτη ἑπτά. Καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· ∆ός μοι τὴν γυναῖκά μου. Πεπλήρωνται γὰρ αἱ ἡμέρα· μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον. Καὶ ἐγένετο ἑσπέρα. Καὶ λαβὼν Λάβαν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγε αὐτὴν πρὸς Ἰακώβ. Καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. Ἔδωκε δὲ Λάβαν Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, Λείᾳ τῇ θυγατρὶ αὐτοῦ παιδίσκην. Ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; Καὶ ἵνα τί παρελογίσω με; Εἶπε δὲ Λάβαν· Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν· συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ' ἐμοὶ ἑπτὰ ἔτη ἕτερα· ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης. Καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. Ἔδωκε δὲ Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν, τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην, καὶ εἰσῆλθε πρὸς Ῥαχήλ. Ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. ʹ. Τὰ μὲν οὖν ἐκ τῆς ἱστορίας, οὐδενὸς ἂν δέοιτο λόγου πρὰς διασάφησιν· ἄναντες γὰρ ἐν αὐτοῖς παντελῶς οὐδέν. Πλὴν εἴ τις ἐκεῖνο λέγοι τῶν τὰ τοιάδε φιλοκρινεῖν εἰωθότων· Οὐ γὰρ τῶν ἄγαν ἀπηχεστάτων λελόγισται παρ' ἡμῖν, τὸ δυοῖν εὐθὺς ὁμιλῆσαι γάμοιν, καὶ δὴ καὶ γυναίων εἰσοικίσασθαι ξυνωρίδα, καὶ τοῦτο ἀδελφῶν· πρὸς τοῦτό φαμεν, ὅτι τοῖς ἀρχαιοτέροις ὅλος ἦν ὁ τοῦ βίου σκοπὸς εἰς πολυπαιδίαν· καὶ δὴ καὶ ἐν μοίρᾳ τῆς ἀνωτάτω πασῶν εὐημερίας τὸ χρῆμα λελόγιστο. Ἀπήλλακτο δὲ καὶ μώμου παντὸς τὸ οὐ μόναις δυσὶν, ἀλλὰ καὶ ἔτι πλείοσι συγκατευνάζεσθαι γυναιξὶν, εἰς πλῆθος ἀμέτρητον τὸ γένος ἐκτείνοντας. Καὶ γοῦν ἐν εὐλογίας τάξει παρὰ Θεοῦ τὴν τεκνογονίαν ἐδέχοντο. Κατεπηγγέλλετο δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης καὶ τοῖς ἄνωθεν καὶ πρὸ Μωσέως ἁγίοις χαριεῖσθαι τὸ δῶρον, καὶ αὐτοῖς δὲ τοῖς λαχοῦσι τὴν διὰ νόμου παιδαγωγίαν. Ἔφη γὰρ, ὅτι Οὐκ ἔσται ἄγονος οὐδὲ χήρα ἐν υἱοῖς Ἰσραήλ. Καὶ οὐκ ἐν τάξει νόμου παραδεξόμεθα τὴν φωνὴν, ἐπαγγελίαν δὲ μᾶλλον εἶναί φαμεν. Τὰ μὲν γὰρ ὅσα ἐστὶν ἐφ' ἡμῖν, θεσμοῖς ὑποφέρεται, καὶ μάλα ὀρθῶς· τὰ δὲ ὅσα τῶν πραγμάτων οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐν τοῖς τῆς φύσεως νόμοις ἔχει τὸ ἀποτέλεσμα, νόμον οὐκ ἔχει τὸν βραβευτήν. Πρόδηλον οὖν ἄρα, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὡς οὐκ ἂν προστέταχεν ὁ ∆ημιουργὸς μὴ εἶναι στεῖραν ἢ ἄγονον ἐν υἱοῖς Ἰσραήλ. Ἀλλ' εἰ γένοιντο τοῦ νόμου φύλακες, καρποφόρους ἀποφαίνειν ὡς Θεὸς ἐπηγγέλλετο. Οὐκοῦν ἐν σπουδῇ μὲν τοῖς ἀρχαιοτέροις καὶ ἐν εὐκλείας τάξει λελόγιστο τῆς πολυπαιδίας τὸ χρῆμα. Μετατιθέμεθα δὲ ἡμεῖς ἐν Χριστῷ, πρὸς τὸ χρῆναι μᾶλλον καρποφορεῖν ἐν πνεύματι· τὸν μὲν γάμον οὐκ ἀτιμάζοντες, αἱρούμενοι δὲ τὸ ὑπὲρ τοῦτο λίαν καὶ ψήφῳ τῇ ὑπερτάτῃ στεφανούμενον παρά τε τῇ θεοπνεύστῳ Γραφῇ, τὸ ἀπερισπάστως, φημὶ, προσεδρεύειν Θεῷ, καὶ μὴ μερίζεσθαί ποι πρὸς τὰ ἐν κόσμῳ. Ὁ γὰρ ἄγαμος, φησὶν ὁ Παῦλος, μεριμνᾷ τὰ τοῦ Κυρίου· ὁ δὲ γεγαμηκὼς μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται. Ζ. Ἄλις δὴ οὖν ἡμῖν τοῦ περὶ τούτων λόγου. Φέρε δὴ θεωρήσωμεν, τοῖς πνευματικοῖς θεωρήμασι τὸν νοῦν ἐνιέντες· ἐκεῖνο διενθυμούμενοι, καὶ μάλα ὀρθῶς, ὡς οὐκ ἄμισθος ἦν τοῖς ἁγίοις ἀποστόλοις ὁ ἐπὶ τοῖς κηρύγμασι πόνος, οὔτε μὴν ἀγέραστος ὁ ἰδρώς. Ἔφη γὰρ ὁ Λάβαν πρὸς Ἰακώβ· Οὐ δουλεύσεις μοι δωρεάν. Ἐποιοῦντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ, λαμπρῶν αὐχημάτων ὑπόθεσιν τὴν τῶν πιστευόντων ἐν ἀρχαῖς πληθύν. Προσεφώνει γοῦν ὁ Παῦλος αὐτοῖς· Χαρὰ καὶ στέφανός μου. Ὑπομνῆσαι δὲ δεῖν ἀναγκαίως ὑπολαμβάνω τῶν ἐν ἀρχαῖς ἡμῖν χρειωδέστατα παρειλημμένων. Ἔφην γὰρ, ὅτι τὸ πρόσωπον Ἰακὼβ ὡς ἐν θεωρίαις πνευματικαῖς ὑποδύεται μὲν ἔσθ' ὅτε τῶν ἁγίων ἀποστόλων ὁ χορὸς, ὡς ἀπαρχὴ γεγονὼς τῶν ἡγιασμένων ἐν πνεύματι, καὶ ἐν πίστει δεδικαιωμένων· ὁτὲ δὲ αὖ καὶ αὐτὸς ὁ Χριστὸς, ὡς τῆς ἀνανεουμένης εἰς ἀφθαρσίαν ἀνθρωπότητος ἀπαρχὴ, ὡς πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὡς δεύτερος Ἀδὰμ, καὶ ῥίζα τοῦ γένους δευτέρα μετὰ τὴν πρώτην. Περιτρέπει τοίνυν ὁ λόγος ἀεὶ τῶν θεωρημάτων τὸν σκοπὸν, ᾗπερ ἂν ἰέναι πρέποι. Τὸ γάρ τοι διαμαρτεῖν λογισμοῦ τοῦ καθήκοντος, ἀκαλλεστέραν ἐργάσεται τῶν θεωρημάτων τὴν ἀπόδοσιν. Φορέσει δὴ οὖν εἴς γε τὸ παρὸν τὸ Ἰακὼβ πρόσωπον ὁ Ἐμμανουὴλ, ὁ ἐξ οὐρανοῦ νυμφίος, ὁ τὰς Λάβαν θυγατέρας οἷον οὐκ ἀνιδρωτὶ λαβών. Ἴδιον μὲν γὰρ τῆς ἀνωτάτω πασῶν οὐσίας, τὸ ἀκονιτὶ κατορθοῦν, ἅπερ ἂν ἕλοιτο δρᾷν. Ἔφη γάρ που περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας· Ὄτι οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Κατ' οὐδένα γὰρ τρόπον ἐπιδεὲς τὸ Θεῖον, ἀλλ' ἔστι παντέλειον ἐν ἑαυτῷ, οὐκ εἰσποιητὸν ἔχον τὸ δυναμοῦσθαι πρός τινος, οὔτε μὴν νόμῳ σωμάτων τροφαῖς ἢ ποτοῖς νευρούμενον· ἀλλ' αὐτὸ, φύσει δύναμις. Τοιγάρτοι καὶ στερεοῖ μὲν οὐρανοὺς, διανέμει δὲ τὸ δύνασθαι μετ' ἐξουσίας, οἷς ἂν ἕλοιτο τυχόν. Ἀλλ' ὥσπερ, καίτοι λυπεῖσθαι μὴ πεφυκὸς, λυπεῖσθαι λέγεται (φησὶ γάρ που πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, δῆλον δὲ ὅτι τὴν Συναγωγήν· Καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις. Γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ κατοικοῦν ἐν ὑμῖν)· οὕτω κἂν εἰ λέγοιτο καμεῖν, οὐχ ὅτι γέγονεν ἐν αἰσθήσει πόνου, τὰ τοιάδε φαμέν· ἀλλ' ὅτι πονεῖν εἴπερ ἦν αὐτῷ ἔθος, πέπονθεν ἂν, τὰ ὑπερμεγέθη τῶν πραγμάτων καὶ ἐξαίρετα κατορθῶν, καὶ αὐτὰ, ἐφ' οἷς ἦν εἰκὸς δεινοὺς καὶ πικροὺς ἀνατλῆναι πόνους, εἰ τῶν καθ' ἡμᾶς τις ἦν. Οὐκοῦν ἐκ τῶν ἀνθρωπίνων ἰόντες εἰς ἐννοίας τὰς ὑπερτάτω, μονονουχὶ πόνῳ καὶ ἱδρῶτι καταμεθύουσαν καταθρήσαιμεν ἂν τὴν ὑπὲρ ἡμῶν φροντίδα τῆς ἀκηράτου φύσεως. Αὐτήν γε μὴν ἀπαλλάξομεν ἀναγκαίως τοῦ πονεῖν· ἐπεί τοι μὴ καθ' ἡμᾶς, μᾶλλον δὲ καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ταῖς ἰδίαις ὑπεροχαῖς ἐμφιλοχωροῦσά τε καὶ ἐρηρεισμένη. Οὐκ ἀμισθὶ τοιγαροῦν, ἀλλ' οὐδὲ ἱδρῶτος δίχα Χριστὸς πρώτην μὲν συνηγάγετο τὴν Ἰουδαίων Συναγωγὴν, ἣν ἐν σχήματι τῷ τῆς Λείας παραληψόμεθα. ∆ιερμηνεύεται γὰρ κοπιῶσα καὶ ἀνανεουμένη. Κεκοπίακε δὲ ταῖς Αἰγυπτίων πλεονεξίαις κατηχθισμένη, καὶ τὸν δυσφόρητον ἔχουσα τῆς δουλείας ζυγόν. Καὶ μὴν καὶ ἀνενεώθη πρὸς τὸ πατρῷον σέβας. Μετεπλάττετο δὲ ὥσπερ ἐκ λατρείας εἰδωλομανοῦς ἐπὶ τὸ εἰδέναι λοιπὸν τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἐπεφώνει γὰρ αὐτοῖς διὰ Μωσέως· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· καὶ τὸ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Ἀλλ' ἐπεθύμει μὲν ὁ Χριστὸς τῆς Ῥαχὴλ ἐν ἀρχαῖς, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Τοιγάρτοι ἔφασκε περὶ τῆς Ἰουδαίων Συναγωγῆς πρὸς τὸν ἱεροφάντην Μωσέα· Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν. Ἔασόν με ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ στερεώματος τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν, καὶ πολὺ μᾶλλον ἢ τοῦτο. Ἀλλ' ἦν ἀνάγκη τοὺς ἐλαφρὸν ἕτι καὶ εὐπαρακόμιστον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχοντας νοῦν, οὐκ εὐθὺς διᾴττειν ἐπὶ τὸ τέλειον, καὶ τὴν ἐπέκεινα νοῦ καὶ τῆς ἐξ αὐτοῦ φρονήσεως παίδευσιν, φημὶ δὴ τὴν εὐαγγελικὴν, προκατηχεῖσθαι δὲ μᾶλλον διὰ τῶν ὑποβεβηκότων, μονονουχὶ καὶ προγύμνασμα τῆς ἐν Χριστῷ ζωῆς ποιεῖσθαι τὴν νομικήν. Οὐκοῦν ἐπεθύμει μὲν τῆς νεωτέρας ἐν ἀρχαῖς, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ὁ ἐξ οὐρανοῦ νυμφίος. Προεισοικίζεται δὲ ὥσπερ τὴν πρεσβυτέραν οἱονεί πως οὐκ ἀμογητί. ∆εδούλευκε γὰρ ὑπὲρ Λείας ὁ Ἰακώβ. Ὅτι δὲ πολλοῖς καὶ μεγάλοις ἐξῄρηται πόνοις τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ, οὐκ ἀσυμφανές. Ὅλη γὰρ αὐτοῖς πεπολέμηκεν ἡ κτίσις. Σημεῖον οὖν ἄρα τοῦ μὴ ἀνιδρωτὶ λελυτρῶσθαι τὸν Ἰσραὴλ, καὶ Θεοῦ γενέσθαι λοιπὸν διὰ τῆς ἐν νόμῳ λατρείας ἡ τοῦ Ἰακὼβ δουλεία, τελουμένη που πάντως οὐκ ἄνευ μόχθου. Συντετελεσμένων δὲ τῶν ἑβδόμων τῆς πρεσβυτέρας, ἠγάγετο τὴν Ῥαχὴλ, τουτέστι, τὴν νεωτέραν, τὴν καὶ ἐν ἀρχαῖς ποθουμένην. Εἰσκέκληται γὰρ δευτέρα μετὰ τὴν πρώτην ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὸ τοῦ Θεοῦ πρόβατον· ἑρμηνεύεται γὰρ οὕτω καὶ Ῥαχὴλ, καθάπερ ἤδη προεῖπον. Ὅτι δὲ κέκμηκε τρόπον τινὰ καὶ ὑπὲρ αὐτῆς ὁ Χριστὸς, παρέδειξε πάλιν ἡμῖν ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἑπταετῆ πόνον καὶ ὑπὲρ Ῥαχὴλ ἀνατλάς. Εἰ γὰρ ἐνεδέχετο καμεῖν, καίτοι Θεὸν ὄντα κατὰ φύσιν, τὸν Υἱὸν, πῶς ἂν οὐ γέγονεν ἐν τούτῳ, τὴν Ἡρώδου δίωξιν ὑπομείνας ἐν ἀρχαῖς, τὰς τῶν Φαρισαίων ἐπιβουλὰς, τὰς τῶν ἡγουμένων συκοφαντίας, τὰ ἐμπτύσματα, τὰ ῥαπίσματα, τὰς κατὰ νώτου πληγὰς, τὴν τῶν στρατιωτῶν παροινίαν, καὶ αὐτὸν ἐν ἐσχάτοις τὸν ἐπὶ ξύλου θάνατον; Λάβαν δὲ θυγατέρες, ἀνδρὸς εἰδωλολατροῦντος ἔτι, Λεία καὶ Ῥαχήλ. Κέκληνται γὰρ ἐξ ἐθνῶν, πρώτη μὲν ἡ τῶν Ἰουδαίων Συναγωγή· ῥίζης γὰρ καὶ γένους Ἑλληνικοῦ γέγονε καὶ αὐτὸς ὁ θεσπέσιος Ἀβραάμ· δευτέρα δὲ καὶ μετὰ τὴν πρώτην ἡ νεωτέρα, τουτέστιν, ἡ Ἐκκλησία. Καὶ οἱ μὲν ὀφθαλμοὶ Λείας παραλελυμένοι καὶ ἀδρανεῖς· Ῥαχὴλ δὲ καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα. Καὶ περὶ μὲν τῶν Ἰουδαίων ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν. Οὐκοῦν τὸ ἄναλκες πρὸς θεοπτ[ε]ίαν τῆς Ἰουδαίων Συναγωγῆς κατασημαίνοιτο ἂν εἰκότως διὰ τῶν τῆς Λείας ὀφθαλμῶν. Τὸ δὲ σοφόν τε καὶ ἔννουν, καὶ τὸ πολὺ λίαν ἐξωραϊσμένον εἰς σύνεσιν τῶν ἐν πίστει ἐν Χριστῷ, καὶ μέντοι, καὶ τὸ ἐν ἔργοις περιφανὲς διὰ τοῦ τῆς Ῥαχὴλ προανεγράφετο κάλλους. Καὶ πρὸς μὲν τὴν τῶν Ἰουδαίων μητέρα, τὸ, Ἰδοὺ οἱ ὀφθαλμοί σου οὐκ εἰσὶν, οὐδὲ ἡ καρδία σου καλὴ, προφητικὸς ἀναβοάτω λόγος· καλείτω δὲ ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ λεγέτω περὶ αὐτῆς· Οἱ ὀφθαλμοί σου περιστερῶν.– Ἐπεθύμησε γὰρ τοῦ κάλλους αὐτῆς, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὐκοῦν ἐποιεῖτο σύνοικον ὁ Χριστὸς πρῶτον μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, νυμφαγωγοῦντος Μωσέως καὶ μεσιτευόντων ἀγγέλων· ἐπ' ἐκείνην δὲ ὥσπερ δευτέραν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οἱονεὶ μεσίτου παρειλημμένου καὶ ἐπ' αὐτῇ τοῦ μακαρίου Βαπτιστοῦ. Τοιγάρτοι καὶ ἔφασκε, τὸν νοητὸν τουτονὶ καὶ θεῖον ἡμῖν κατασημαίνων γάμον· Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ἔλεος δὲ καὶ πίστις τῇ νύμφῃ τὸ ἔδνον. Ἔφη γάρ που διὰ φωνῆς προφητῶν, ὁ ἄνωθεν ἥκων καὶ ἐξ οὐρανοῦ νυμφίος πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς. Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Ἠγάγετο μὲν γὰρ, καθάπερ ἔφην ἀρτίως, πρὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρεσβυτέραν. Ἀλλ' ὁ τῆς μνηστείας τρόπος, καὶ τῆς συναφείας ἡ δύναμις, οὐκ εἰς αἰῶνα γέγονεν. Ἔφη γάρ που πάλιν περὶ αὐτῆς, ὅτι Αὕτη οὐ γυνή μου· καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ πάλιν· Ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς. Ἀποβέβληται γὰρ ὡς πεπορνευμένη, καὶ ἐπὶ τοῖς ἄγαν ἀπηχεστάτοις κατεγνωσμένη. Ἔφη γάρ που περὶ αὐτῆς· Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ' αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνάκαμπτε πρός με, λέγει Κύριος. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημωμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σαυτῇ. Ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας. Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀλλ' ἐν τούτοις μὲν ἡ πρεσβυτέρα· Ῥαχὴλ δὲ τὴν νεωτέραν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἑαυτῷ μνηστεύεται, καὶ τοῦτο διηνεκῶς. Τὸ δὲ ἐμαυτῷ, νοείσθω κατὰ τοιόνδε τρόπον. Ἐμνηστεύσατο μὲν γὰρ τὴν Ἰουδαίων Συναγωγὴν, ἀλλὰ διὰ μεσίτου Μωσέως. Συνήφθη δὲ ὥσπερ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, φωναῖς ἰδίαις αὐτὴν εἰς τοῦτο καλῶν, καὶ καθ' ἕνα τῶν ἐπὶ τῆς γῆς ὁρώμενος ἄνθρωπος. Κατένευε γὰρ τῇ νύμφῃ βοώσῃ· ∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου. Ἤκουον μὲν γὰρ καὶ οἱ πάλαι λαλοῦντος αὐτοῦ, πλὴν διὰ Μωσέως ἢ προφητῶν. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, αὐτὸς ἡμῖν δι' ἑαυτοῦ λελάληκεν ὁ Υἱὸς, καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος.

ηʹ. Ἄξιον δὲ πρὸς τούτοις, καὶ τὴν τῶν ἐξ Ἰακὼβ γεγονότων υἱῶν πολυπραγμονῆσαι γένεσιν· ὁπόσοι τε, καὶ τίνων ἐξέφυσαν ἰδεῖν. Τέτοκε τοίνυν πρώτη μὲν ἡ Λεία τέσσαρας· Ῥουβεὶμ, Συμεὼν, Λευῒ καὶ Ἰούδαν. Ἐπειδὴ δὲ ἦν στεῖρα καὶ ἄτεκνος ἔτι Ῥαχὴλ,ἀλύουσα σφόδρα καὶ ἀπορουμένη, τὸ τῆς ἀπαιδίας κατασοφίζεται χρῆμα. Πείθει γὰρ τὸν Ἰακὼβ λέγουσα· Ἰδοὺ ἡ παιδίσκη μου Βάλλα. Εἴσελθε πρὸς αὐτὴν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς. Οὗ καὶ εἰς πέρας ἐξενηνεγμένου, δύο [ἐ]γενέσθην τῷ Ἰακὼβ υἱοὶ, ∆άν τε καὶ Νεφθαλείμ. Λεία γε μὴν Ζελφὰν τὴν ἑαυτῆς οἰκότριβα παρευνάζουσα δυοῖν ἑτέροιν πατέρα γενέσθαι ποιεῖ, Γὰδ καὶ Ἀσήρ. Καὶ τί μετὰ τοῦτο; Ἐπορεύθη δὲ, φησὶν, Ῥουβεὶμ ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ. Εἶπε δὲ Ῥαχὴλ τῇ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· ∆ός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου· εἶπε δὲ Λεία· Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου, μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Εἶπε δὲ Ῥαχήλ, Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Εἰσῆλθε δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ, καὶ εἶπε· Πρός με εἰσελεύσῃ σήμερον. Μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. Οὗ δὴ γεγονότος, τέτοκε πάλιν Λεία τὸν Ἰσάχαρ, ἐπ' αὐτῷ δὲ καὶ Ζαβουλών. Ἡκόντων δὲ ἤδη πρὸς τοῦτο λοιπὸν ἀριθμοῦ τῶν ἐξ Ἰσραὴλ, Ἐμνήσθη, φησὶν, ὁ Θεὸς τῆς Ῥαχὴλ, καὶ ἐπήκουσεν αὐτῆς Κύριος, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν. Εἶπε δὲ Ῥαχήλ· Ἀφεῖλεν ἀπ' ἐμοῦ ὁ Θεός μου τὸ ὄνειδος· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Τέτοκε δὲ πρὸς τούτῳ Βενιαμίν. Ἔχει δὲ οὕτω πάλιν τὰ ἐπ' αὐτῇ γεγραμμένα· Ἐγένετο δὲ, ἡνίκα ἤγγισε Χαβραθὰ τοῦ ἐλθεῖν εἰς γῆν Ἐφραθᾶ, ἔτικτε Ῥαχήλ, Καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ· ἐγένετο δὲ, ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαία· Θάρσει· καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. Ἐγένετο δὲ, ἐν τῷ ἀφιέναι αὐ τὴν τὴν ψυχὴν (ἀπέθνησκε γὰρ), ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, υἱὸς ὀδύνης μου. Ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμίν. ∆υστοκήσασα τοίνυν ἐπὶ τέλει Ῥαχὴλ, ἐπ' αὐταῖς ὠδῖσι τῶν καθ' ἡμᾶς ἀπηλλάττετο. Ὧδε μὲν οὖν ἔχει τῶν ἐξ Ἰακὼβ ἡ γένεσις· ἀλλὰ τίς ἂν εἴη τῶν γεγραμμένων ὁ ἐσωτάτω νοῦς, εἰδείη μὲν ἃν αὐτὸς ὁ πάντα εἰδὼς, Ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Λεπτοῖς δὲ ἡμεῖς καταθρήσωμεν ὀφθαλμοῖς, καὶ τῆς ἐν αὐτοῖς ἀχλύος τὸ πάχος κατισχνοῦν ὡς ἔνι, πειρώμενοι, τῷ σοφοῦντι τυφλοὺς ἐκεῖνο λέγωμεν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐκοῦν (ἐπανήξω γὰρ εἰς τὸ ἐν ἀρχαῖς καὶ ἀναμνήσω πάλιν ὧν ἔφην), Λείαν μὲν τὴν πρεσβυτέραν, τῇ τῶν Ἰουδαίων Συναγωγῇ παρεικαστέον εὖ μάλα· Ῥαχὴλ δὲ αὐτὴν, τῶν ἐθνῶν Ἐκκλησίαν ὑπάρχειν ὑποληψόμεθα. Κρηπῖδα δὲ ὥσπερ προϋποθέντες τῶν λόγων τὴν ἐπὶ τῷδε πίστιν, τὰ λοιπὰ προσποιήσωμεν.

θʹ. Τέτοκε τοίνυν ἡ Λεία πρώτη τέσσαρας, εἶτα μεταξὺ γεγόνασιν ἐκ δυοῖν θεραπαίναιν Βάλλας τε καὶ Ζελφᾶς, ἕτεροι τέσσαρες. Ἐπειδὴ δὲ τοὺς ἐν ἀγροῖς εὑρημένους παρὰ Ῥουβεὶμ μανδραγόρας διενείμαντο πρὸς ἀλλήλας Λεία τε καὶ Ῥαχὴλ, ἄμφω γεγόνασι μητέρες· καὶ τίκτει μὲν Λεία πρὸς ἐκείνοις τοῖς τέσσαρσι τὸν Ἰσάχαρ, ὅ ἐστι μισθός· εἶτα τὸν Ζαβουλὼν, ὃ σημαίνει πάλιν ἑρμηνευόμενον εὐλογία τε καὶ εὐοδία. Τέτοκε δὲ καὶ Ῥαχὴλ τὸν Ἰωσὴφ, ὅ ἐστι προσθήκη Θεοῦ. Καὶ μετ' αὐτὸν ἐν τέλει τὸν Βενονὶ, ὅ ἐστι υἱὸς ὀδύνης. Πρώτη μὲν γὰρ ἐτέκνωσε τῷ Θεῷ τὴν τῶν Ἰουδαίων πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα, τουτέστιν, ἡ Συναγωγή. Ὅτι δὲ τοὺς ἐξ αὐτῆς γεγονότας, υἱοὺς ἐκάλει Θεὸς, συνήσεις εὖ μάλα, πρὸς Μωσέα μὲν λέγοντος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. ∆ιά γε φωνῆς Ἠσαΐου· Ἄκουε,οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Πλὴν ὅτι γεγέννηνται μὲν ἐξ ἐλευθέρων διὰ τοὺς πατέρας, οἷς οὐκ ἐπέῤῥιπτε τὸν ἐκ νόμου ζυγόν· τὴν γάρ τοι τῶν πατέρων ἐλευθερίαν καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Παῦλος παρέδειξε, λέγων· Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Τὸ, ἐγὼ, τῇ ῥίζῃ τοῦ γένους ἀνατιθεὶς, καὶ ταῖς τῶν πατέρων ἀνάπτων κεφαλαῖς. Ὅτι δὲ ἔμελλον, κἂν εἰ γεγόνασιν ἐξ ἐλευθέρων, τὸν τῆς κατὰ νόμον δουλείας ὑποδραμεῖσθαι ζυγὸν, παραδείξειεν ἂν ἡμῖν αἰνιγματωδῶς ἡ γειτονεύουσα καὶ παρεζευγμένη γένεσις τῶν τεσσάρων, οἳ καὶ γεγόνασιν ἐκ θεραπαινῶν. Ἀλλ' ἔστι τι καὶ ἐν αὐτοῖς μυστήριον. Οἱ μὲν γὰρ ἐκ Βάλλας, ∆άν τε καὶ Νεφθαλεὶμ, ἐπεγράφοντο τῇ Ῥαχήλ· οἱ δέ γε τῆς Ζελφᾶς, Γὰδ καὶ Ἀσὴρ, ἐπεγράφοντο τῇ Λείᾳ, καὶ τῶν ἐκ Βάλλας ἦσαν ὀψιγενέστεροι. Ἀλλ', οἶμαί που, πάντως ἐπαπορήσειεν ἄν τις, καὶ μάλα εἰκότως, πῶς ἂν οἱ ἐκ δούλης, φημὶ τῆς Βάλλας, ἐπιγράφοιντο τῇ Ῥαχήλ· καίτοι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποπληροῦσι τὸν τύπον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ὅτι γεγόνασιν ἐν ἀρχαῖς οἱ μακάριοι προφῆται καταριθμούμενοι μὲν ἐν τέκνοις τῆς δουλευούσης Ἰερουσαλὴμ, υἱοὶ δὲ τρόπον τινὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐφρόνουν γὰρ τὰ αὐτῆς, ἀναδειχθήσεσθαι λέγοντες, καὶ ἀναλάμψειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καὶ διὰ μυρίων ὅσων σχημάτων προανατυποῦντες αὐτὸ, μονονουχὶ δὲ καὶ εἰς ὄψιν ἄγοντες τοῖς ἀρχαιοτέροις. Οἱ δὲ μετ' ἐκείνους ἔτι πάλιν εἰς δουλείαν γεγεννημένοι, Χριστὸν οὐ προσήκαντο, τῆς ἐλευθερίας τὸν χορηγόν· ὅτι δὲ ἀμείνους οἱ πρῶτοι τῶν μετ' αὐτοὺς, ἀταλαίπωρον ἰδεῖν, Θεοῦ λέγοντος διὰ φωνῆς Ἠσαΐου· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Συνίης ὅπως πλήρης μὲν κρίσεως, τουτέστιν, ὀρθότητος, καὶ δικαίων κατάλυμα λέγει γενέσθαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν, ἐκμεμεστῶσθαι δὲ φονευτῶν ἐν ὑστέροις.

ιʹ. Ἴδοι δ' ἄν τις, καὶ μάλα σαφῶς, καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν ὀνομάτων, ὅτι τρόφιμοι μὲν Ἐκκλησίας εἶεν ἂν οἱ διὰ τῆς Βάλλας· ἐχθροὶ δὲ μᾶλλον οἱ ἐκ Ζελφᾶς. Ἑρμηνεύεται μὲν γὰρ ὁ ∆ὰν, κρίσις· Νεφθαλεὶμ δὲ, πλατυσμός. Τοῦτο γέγονε τοῖς προφήταις τὸ κήρυγμα. Ὅτι γὰρ ἔμελλεν ὁ Χριστὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ καταψηφίσασθαι μὲν ὡς πλεονεκτήσαντος καὶ ἀνῃρηκότος ἡμᾶς τοῦ Σατανᾶ· σῶσαι δὲ καὶ ἡμᾶς, καὶ ἐκ πολλῆς ἄγαν στενοχωρίας εἰς πλατεῖαν ὥσπερ μεταστῆσαι καρδίαν, χαλεπὸν οὐδὲν ἐπιδεῖξαι πάλιν. Ὁ μὲν γὰρ μακάριος Ψαλμῳδὸς ἀνακέκραγε λέγων, ὡς ἐκ προσώπου τῶν ἐν Χριστῷ καὶ ἡγιασμένων ἐν πνεύματι· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ὁ δέ γε σοφώτατος Παῦλος ἑτεροζυγεῖν ἐθέλουσι τοῖς ἐκ Κορίνθου πεπιστευκόσιν ἐπιστέλλει, λέγων· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Ὅτι δὲ κρίσις ὀρθὴ καὶ δικαία γέγονε παρὰ Χριστοῦ, σαφηνιεῖ μὲν πάλιν αὐτὸς ὁ μακάριος ∆αβὶδ, τὸ τῶν πλεονεκτηθέντων πρόσωπον ἑαυτῷ περιτιθεὶς, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· Ἐξεγέρθητι, Κύριε, καὶ πρόσσχες τῇ κρίσει μου, ὁ Θεός μου, ὁ Κύριός μου, εἰς τὴν δίκην μου. Αὐτός γε μὴν ὁ Σωτὴρ ἐναργὲς τοῦτο καθίστησι λέγων· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ὁρᾷς ὅτι κρίσιν ἡμῖν ἐσομένην δικαίαν καὶ καρδίας πλατυσμὸν οἱ προφῆται προανεκήρυττον τὸ ἐπὶ Χριστῷ λαλοῦντες μυστήριον; Γεγόνασι τοίνυν ἐκ Βάλλας ∆άν τε καὶ Νεφθαλεὶμ, ὅ ἐστι κρίσις καὶ πλατυσμός· ἀπὸ δέ γε τῆς Ζελφᾶς Γὰδ καὶ Ἀσήρ· καὶ διερμηνεύεται δὲ πειρατήριον ὁ Γὰδ, πλοῦτός γε μὴν ὁ Ἀσήρ. Ἆρ' οὖν οὐχὶ τοιοῦτοιγεγόνασιν οἱ τελευταῖοι μετὰ τοὺς πρώτους τῶν Ἰουδαίων λαοί; Εἶτα πῶς ἀμφίλογον; Ἐξ αὐτῶν γὰρ τοῦτο κατίδοι τις ἂν τῶν κατὰ Χριστὸν γεγονότων. Οἱ μὲν γὰρ ἐπείραζον αὐτὸν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Προσῄεσαν δὲ πειράζοντες, ἵνα παγιδεύσωσιν αὐτόν. Μεμαρτύρηκε γὰρ οὕτως ὁ θεσπέσιος εὐαγγελιστής. Οἱ δὲ λημμάτων ἕνεκα καὶ φιλοκερδίας οὐ παρεδέχοντο τὸν ὑιόν. Ἔφησαν γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν ἡ κληρονομία γένηται. Ὅτι δὲ φιλόπλουτοι καὶ φιλοκερδεῖς ἄγαν οἱ Φαρισαῖοι γεγόνασι, καὶ τὸ τῶν Γραμματέων ἀνόσιον στῖφος, κατίδοι τις ἂν, καὶ λίαν ἑτοίμως, τοῖς περὶ αὐτῶν γεγραμμένοις τὸν νοῦν ἐνιείς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπεμπολῆσαι δεῖν ἔφασκε τὸν ἐπίγειον πλοῦτον τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καὶ διανέμειν τὰ ὄντα πτωχοῖς, ἵνα τὸν ἄνω κερδάνωσι θησαυρόν. Ἀλλ', ὥς φησιν ὁ εὐαγγελιστὴς, ἤκουον ταῦτα οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν. Ὅτι δὲ καὶ μέχρι τῶν ἄγαν εὐτελεστέρων καθικνούμενοι, μετὰ πολλῆς ἀκριβείας λεπτολογίαις ἐσπούδαζον, οὐδὲ τὸ βραχὺ μεθιέντες τοῖς μὴ προσάγουσι κατὰ νόμον τὰς τεταγμένας δεκάτας, καίτοι τοῦ νόμου πεφροντικότες ὀλίγα, παντελῶς αὐτοῖς διεσάφει λέγων ὁ Κύριος· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Οὐκοῦν ὁ μὲν Γὰδ πειρατήριον, πλοῦτος δὲ ὁ Ἀσήρ. Καὶ ἄμφω ἐγενέσθην ἐκ θεραπαίνης τῆς Ζελφᾶς, μετὰ τὸν ∆άν τε καὶ Νεφθαλεὶμ, οἳ ἦσαν ἐκ Βάλλας. Ἀλλ' ἐν τούτοις μὲν, ἡμῖν ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς γεγράφθω· καθ' ὃν ἦν ἔτι στεῖρα Ῥαχὴλ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· ἣ ὅτι τέξεται πολλοὺς, καὶ ἀναριθμήτων ἔσται τροφὸς, προανακέκραγε μὲν Ἡσαΐας λέγων· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ∆ιεσάφει δὲ καὶ αὐτὸς ὁ θεσπέσιος ∆αβὶδ περὶ Θεοῦ λέγων· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ἔφη δέ που πρὸς αὐτὴν καὶ ὁ τῶν ὅλων ∆εσπότης καὶ Θεός· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Καὶ πάλιν· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Φέρε δὴ οὖν, εἰ δοκεῖ, καταθρῶμεν ὁπηνίκα καὶ ὅπως τέτοκεν ἡ στεῖρα. Οὐκοῦν μετ' ἐκείνους οἳ γεγόνασιν ἐκ θεραπαινῶν, τοὺς ἐν ἀγρῷ μανδραγόρας εὑρίσκει Ῥουβεὶμ, ὁ ἐξ Ἰακὼβ πρωτότοκος· προσκομίζει δὲ Λείᾳ τῇ ἰδίᾳ μητρί. Ἡ δὲ τῇ Ῥαχὴλ ζητούσῃ δίδωσι. Καὶ τίκτει μὲν Λεία, λαβοῦσα τοὺς μανδραγόρας, δύο πάλιν υἱοὺς, τόν τε Ἰσάχαρ καὶ μέντοι καὶ τὸν Ζαβουλών. Εἶτα μέμνηται Θεὸς τῆς Ῥαχὴλ, καὶ διανοιχθείσης αὐτῇ τῆς μήτρας, καὶ αὐτὴ τέτοκε τὸν Ἰωσὴφ, καὶ τελευτῶσα τὸν Βενιαμίν. Λεία μὲν οὖν ὅτι τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὑπαινίττεται , Ῥαχὴλ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, προμεμήνυκεν ἡμῖν πλειστάκις ὁ λόγος. Μεθέντες δὴ οὖν ὡς ἀνόνητον ἔτι τὸ ταυτολογεῖν, λοιπὸν ἀφηγώμεθα τίνος ἂν εἶεν εἰς τύπον οἱ μανδραγόραι, διὰ τοῦ πρωτοτόκου Ῥουβεὶμ ηὑρημένοι. Τί δ' ἂν βούλοιτο δηλοῦν ἡ εἰς ἄμφω τε καὶ ἐν ἴσῳ τάχα που διανέμησις· δέδωκε γὰρ ἡ Λεία τῇ Ῥαχήλ· τί δὲ πρὸς τούτοις καὶ αὐτὴ τῶν παίδων ἡ γένεσις, ἐν ταῖς τῶν ὀνομάτων σημασίαις ὠδίνουσα τὸ μυστήριον.

ιαʹ. Μανδραγόραι τοίνυν φύονται μὲν ἐν ἀγροῖς· εἶδος δὲ τὸ μῆλον αὐτοῖς. Ὑπνηλὸν δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ βαθεῖ καταμεθύσκον κάρῳ τοὺς μετεσχηκότας, οὐ μακροῦ δεήσειν οἶμαι πρὸς ἀπόδειξιν λόγου, τὰς τῶν ἀῤῥωστούντων ἀγρυπνίας τῆς ἰατρῶν ἐμπειρίας ἔσθ' ὅτε νικώσης τῇ τῶν μανδραγορῶν φυσικῇ ἐνεργείᾳ. Οἳ καὶ ὑποφήνειαν ἡμῖν αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον, ὑπνοῦντος τρόπον τινὰ δι' ἡμᾶς, καὶ καθιέντος εἰς κένωσιν ἑαυτὸν μέχρι θανάτου, εἰ καὶ ἀνεβίω πάλιν. Θεὸς γὰρ ἦν κατὰ φύσιν, καὶ γέγονε σάρξ. Ὅπου δὲ ὅλως ὁ θάνατος ἐν ὕπνου τάξει παρειλημμένος, ζητητέον ἐκεῖ καὶ τὴν εἰς ζωὴν ἀναβίωσιν. Ὅλον δὲ ὥσπερ ἐν τούτοις τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐλαφρίας κεκινημένοις εἰς ἑτερόφρονα δόξαν, ἐπισκήπτει λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ μεθ' ἕτερα· Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ἐπειδὴ γὰρ πρῶτος ἐν ἀνθρώποις ὕπνον ἔδειξε τὸν θάνατον ὁ Χριστὸς (ζωὴ γὰρ ἦν κατὰ φύσιν), θύρα τις ὥσπερ καὶ ὁδὸς εἰς τὸ χρῆναι λοιπὸν καὶ αὐτοῦ θανάτου κατανεανιεύεσθαι, τῇ ἀνθρώπου γέγονε φύσει. Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος ἄνω τε καὶ κάτω τοὺς τῷ θανάτῳ κατειλημμένους ὀνομάζει κεκοιμημένους· ὡς ὅσον οὐδέπω καὶ ἀναβιωσομένους διὰ Χριστοῦ. Ἔφη γὰρ πάλιν· Εἰ γὰρ πιστεύομεν ὅτι Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς ἐγερεῖ τοὺς κοιμηθέντας σὺν τῷ Ἰησοῦ, καὶ παραστήσει σὺν ἡμῖν. Ὕπνου δὴ οὖν σημεῖον οἱ μανδραγόραι. Καὶ τούτους εὑρίσκει πρωτότοκος ὦν ὁ Ῥουβεὶμ, εἶτα διεκόμισε τῇ μητρί· ἡ δὲ διενείματο πρὸς τὴν ἀδελφήν. Πρῶτοι γὰρ οἱ ἐξ Ἰσραὴλ τοῦ πρωτοτόκου κατὰ τὸν χρόνον νενοήκασί τε καὶ πεπλουτήκασι τὸ ἐπὶ Χριστοῦ μυστήριον· καὶ δὴ καὶ τῇ ἰδίᾳ μητρὶ, φημὶ δὴ τῇ Ἱερουσαλὴμ, εὕρημα λαμπρὸν τῆς ἐνούσης αὐτοῖς ἀγχινοίας προσκεκομικότες, χαίρειν ἀνέπειθον. Πρὸ γάρ τοι τῆς τῶν ἐθνῶν κλήσεως μεμυσταγωγήκασιν οἱ θεσπέσιοι μαθηταὶ τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν. Εἰ γὰρ καὶ μὴ πάντες τυχὸν πεπιστεύκασιν, ἀλλ' οὖν μετὰ τὸν ἐπὶ Χριστῷ προσήκασι λόγον. Σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὰς Γραφάς. Ὅτι δὲ προειλήφασιν ἐν πίστει τοὺς ἐξ ἐθνῶν Ἰουδαῖοι, πρόδηλον δήπου, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανές. Λαβοῦσα τοίνυν ἡ Λεία τοὺς μανδραγόρας, δύο τέτοκε υἱοὺς, Ἰσάχαρ τε καὶ Ζαβουλών. Καὶ μισθὸς μὲν ὁ Ἰσάχαρ ἑρμηνεύεται· ἕτερός γε μὴν, τουτέστιν, ὁ Ζαβουλὼν, εὐοδωμά τε καὶ εὐ λογία, Ὡς γὰρ ἔφην ἤδη, διὰ τῶν ἁγίων ἀποστόλων ὡς παρὰ τέκνων ἰδίων ἡ τῶν Ἰουδαίων Συναγωγὴ παραδεξαμένη λοιπὸν τὸ Χριστοῦ μυστήριον, μήτηρ ἀπεδείχθη τέκνων τῶν ἐπὶ μισθῷ τε καὶ εὐλογίαις κατευοδουμένων παρὰ Θεῷ. Ὅτι γὰρ οὐκ ἄμισθος ἡ πίστις ἡ εἰς Χριστὸν, διδάξειεν ἂν εὐθὺς τῶν πλημμελημάτων ἡ ἄφεσις. Πιστώσεται δὲ πρὸς τοῦτο καὶ αὐτὸς λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον. Οὐδὲν ἧττον καὶ ὁ μακάριος Παῦλος· Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Τίς οὖν ἄρα μείζων τε καὶ ἀξιόληπτός ἐστι μισθὸς τοῦ διασῶσαι ψυχήν; Ὅτι γὰρ τὸ χρῆμα ἐξαίρετον καὶ τοῦ παντὸς ἄξιον λόγου, καὶ αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἀναπείθει λέγων· Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Εὐκλεὴς οὖν ἄρα καὶ σωτήριος τοῖς πιστεύουσιν ὁ μισθός. Ὅτι δὲ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις ἕψεταί που πάντως καὶ τὸ εὐλογεῖσθαι δεῖν, εἴη ἂν οὐκ ἀμφίλογον. Ἡγιάσμεθα γὰρ ἐν πνεύματι. Καί φησιν ὁ μακάριος ∆αβίδ· Εὐλογία Κυρίου ἐφ' ὑμᾶς. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἔφη δέ που Θεὸς καὶ διὰ τῆς τοῦ Ἡσαΐου φωνῆς, πρὸς τὴν τῶν πιστευόντων μητέρα, φημὶ δὴ τὴν Ἐκκλησίαν· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει, λέγων· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, Οἱ δὲ τῆς ἄνωθεν εὐλογίας πλουσίως μετεσχηκότες, πῶς ἂν οὐκ εὐοδωθεῖεν εἰς πᾶν ἔργον ἀγαθόν; Ὁδὸς γὰρ, φησὶν, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου, κρίσις. Περὶ μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἔφη που Θεός· Ἰδοὺ ἐγὼ ἐμφράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ. Ἡμᾶς δὲ εἰσπέμπων ταῖς ἄνω μοναῖς διὰ λείας ὥσπερ καὶ ἐψιλωμένης ὁδοῦ, τοῖς ἁγίοις διακελεύεται λειτουργοῖς· Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην. Καὶ πάλιν· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τῆς ὁδοῦ διαῤῥίψατε· ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίοντες, ὄκνον εἰσδέξοιντο τὸν ἐπ' ἀγαθοῖς σπουδάσμασιν. Οὐκοῦν τοὺς ἐπὶ μισθῷ τε καὶ εὐλογίαις κατευοδουμένους παρὰ Θεῷ, τέτοκε Λεία· Ῥαχὴλ δὲ ὁμοίως λαβοῦσα τοὺς μανδραγόρας, τέτοκε τὸν Ἰωσήφ. Παραδεξαμένη γὰρ ὥσπερ ἡ Ἐκκλησία τὸ Χριστοῦ μυστήριον διὰ τῶν ἀγίων ἀποστόλων, ὡς ἐξ ὁμοίας μὲν ἀδελφῆς τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μήτηρ πέφηνε λαοῦ τοῦ ἐν προσθήκαις ἀεὶ, καὶ εἰς πληθὺν ἰόντος οὐ μεμετρημένην· (διερμηνεύεται γὰρ Ἰωσὴφ, προσθήκη Θεοῦ·) προστέθειται δὲ ταῖς ἐξ Ἰσραὴλ ἀγέλαις ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστός· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Προστέθειται τοίνυν ἡ ἐξ ἐθνῶν ἀγέλη, καθάπερ ἔφην ἀρτίως, τοῖς ἀρχαιοτέροις ποιμνίοις, καὶ ἀκατάληκτον ἔχει τὴν εἰς τὸ ἔτι τε καὶ ἔτι πλουσίαν ἐπίδοσιν· ἄχρις ἂν καὶ αὐτὸς ἐν τελευταίοις ὥσπερ καιροῖς ὁ Βενιαμὶν γεννηθῇ, τουτέστιν, ὁ υἱὸς ὀδύνης λαός.

ιβʹ. Καὶ τίς δὴ οὗτός ἐστιν, ἐφ' ὃν καὶ αὐτὴ λοιπὸν ἡ τεκοῦσα παύσεται, καὶ εἰς ἑτέραν ὥσπερ μετοιχήσεται ζωήν; Τετελεύτηκε γὰρ ἡ Ῥαχὴλ ἐπ' αὐταῖς ὠδῖσι τοῦ Βενιαμίν. Τὸ μὲν οὖν ἄγαν ἠκριβωμένως εἰδέναι ταυτὶ, Θεῷ δὴ πάλιν ἀναθήσομεν, καὶ τοῖς νουνεχέσιν ἢ καθ' ἡμᾶς· λυπεῖ δὲ οὐδὲν, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Οἶμαι δὴ οὖν ὅτι νοοῖτ' ἂν εἰκότως υἱὸς ὀδύνης λαὸς ἡ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν πιστευόντων πληθύς. Κατ' ἐκεῖνο γὰρ ἔσται τοῦ καιροῦ καὶ ὁ τῆς ἀνομίας υἱὸς, Ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα· ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. Οὗτος τοῖ; ἁγίοις ἀντιτάξεται, καὶ ἀτιθάσσων οὐδὲν διοίσει θηρίων. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἔσται τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου, οὐδ' οὐ μὴ γένηται. Ὅτι δὲ οὐχ ἑτέροις μᾶλλον ἀλλ' ἢ τοῖς ἁγίοις ἐγκατασκήψει τὰ τῆς παρ' ἐκείνου σκαιότητος καὶ ἀπανθρωπίας, διαμεμήνυκε πάλιν ἐπενεγκὼν αὐτὸς ὁ Χριστός· Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ∆ιὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ὡς γὰρ διώξεως ἐσομένης κατὰ παντὸς ἀπολέκτου καὶ γνησίου τὴν πίστιν, ὡς δεινῆς καὶ ἀφορήτου πλεονεξίας, καὶ μέντοι καὶ αἰκιῶν ἐποισθησομένων τισίν· ἔσται μου πάντως ἐν συστολαῖς ὁ καιρὸς, συμμετροῦντος, οἶμαι, τοῦ φιλοικτίρμονος Θεοῦ τῇ τῶν καμνόντων ἰσχύϊ τὸν πειρασμόν. Οὕτω φρονεῖν ἀναπείθει καὶ ὁ σοφώτατος Παῦλος· Πιστὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Γεννηθέντος τοίνυν τοῦ Βενιαμὶν, τουτέστι, τοῦ ἐν τέλει τε καὶ ἐν ὀδύναις λαοῦ, πεπαύσεται καὶ Ῥαχήλ. Μετοιχήσεται γὰρ, ὥσπερ ἔφην ἀρτίως, εἰς ἑτέραν ζωὴν ἡ Ἐκκλησία, τουτέστιν ἡμεῖς, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν τὴν διὰ Πνεύματος ἕνωσιν πρὸς Θεὸν πλουτήσαντες. Καὶ μή τοι θαυμάσῃς εἰ θάνατος τὴν Ῥαχὴλ τῶν ἐν τῷδε τῷ κόσμῳ μετέθηκε πραγμάτων. Θορυβήσει γὰρ ἔσθ' ὅτε τὸ χρῆμά τινας, ἐνηνεγμένους εἰς θεωρίαν τοῦ πάλαι συμβεβηκότος· Πεπαύσεται δὴ οὖν ἡ Ἐκκλησία κατὰ καιροὺς, καὶ σβεσθήσεται θανάτῳ τρόπον τινά· καὶ τοῦτό ἐστιν ἡ πρὸς τὰ ἀμείνω μετάστασις; Πρὸς δὴ τὰ τοιάδε φαμέν· Ἐκκλησίαν ὅταν ἀκούσῃς, τὴν τῶν πιστευόντων ἁγίαν πληθὺν ἴσθι τοι λέγειν· ᾗ τὸ ἐκτεθνάναι κατὰ τόπον ζωῆς τῆς ἐν κόσμῳ καὶ σαρκικῆς, ὁδός ἐστι πρὸς ἐπίδοσιν τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς καὶ μεταστάσεως τρόπος εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, ῥαγδαιοτέραν τισὶν ἐπιφέρει τὴν ἐπίπληξιν λέγων· Εἰ ἀπεθάνετε ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ἐν κόσμῳ ζῶντες δογματίζεσθε; Ἐπιστέλλει δὲ πάλιν τοῖς τὴν σαρκικὴν καὶ φιλήδονον ἀποσειομένοις ζωήν· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκροῦν δὲ ἡμᾶς καὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς δεῖν ἔφη σαφῶς, πορνείαν δὴ λέγων καὶ ἀκαθαρσίαν, καὶ τὰ τούτοις ἀδελφά. Οὐκοῦν ὁ τῆς Ῥαχὴλ θάνατος σημαίνει που πάντως τῆς τῶν πιστευόντων ἀγέλης, τουτέστι, τῆς Ἐκκλησίας, τὸν ἐν Χριστῷ νοούμενον θάνατον, εἰς ἑτέραν ὥσπερ ἀποφέροντα ζωήν· εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τὰ καθ' ἡμᾶς μεταστήσεται ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐκ θανάτου πρὸς ζωὴν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀτιμίας εἰς δόξαν, ἐκ μεμετρημένων καιρῶν εἰς μακραίωνα βίον. Οὕτω γὰρ, οὕτω καὶ αὐτῷ διαπαντὸς συνεσόμεθα τῷ Χριστῷ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Εʹ.

Περὶ τοῦ Ἰακώβ.

αʹ. Πολυμερῶς καὶ πολυτρόπως ἡ θεόπνευστος Γραφὴ τῆς διὰ Χριστοῦ σωτηρίας προαναφωνεῖ τοὺς τύπους, οὐ μετρίαν ἐντεῦθεν τοῖς ἐντευξομένοις τιθεῖσα τὴν ὄνησιν. Ὅνπερ γὰρ τρόπον οἱ τὴν ἐν πίναξιν ἐπιστήμην εἰς ἅπαν ἐξησκημένοι, ταῖς τῶν χρωμάτων πολυειδέσι μορφαῖς καταποικίλλουσι, τὰς σκιὰς εἰς ἐμφανεστέραν ἄγοντες ὄψιν, καὶ πολὺ τὸ ἐπίχαρι καταχέοντες τῆς γραφῆς· οὕτω καὶ ἡ τοῦδε τοῦ παντὸς τεχνῖτις σοφία, τουτέστι Θεὸς, διὰ ποικίλων ὅσων αὐχημάτων προαναφαίνει λεπτῶς τοῦ μυστηρίου τὸ κάλλος, ἵνα συνιέντες ὡς ἐν αἰνίγμασι, καὶ μονονουχὶ προκατήχησιν καὶ προεισβολὴν εἰς σύνεσιν τὸ πρᾶγμα ποιούμενοι, πρὸς τὴν τῆς ἀληθείας παραδοχὴν, ἑτοιμότεροί πως εἶεν οἱ μυσταγωγούμενοι. ∆ιατρίβομεν τοίνυν ἐν τῷδε τῷ κόσμῳ, μικρὸν διαφέροντες, ἢ τάχα που καὶ ἡττώμενοι τῶν ἀλόγων ζώων, εἴπερ ἀληθῆ τὴν ἐπίπληξιν ἐποιεῖτο Θεὸς κατὰ τῶν ἐξ Ἰσραὴλ, οὕτω λέγων· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Εἰ δὲ νόμον ἔχοντες τὸν παιδαγωγὸν, ἐπὶ ταῖς οὕτω δειναῖς ἀμαθίαις οἱ τῶν Ἰουδαίων δῆμοι κατεγινώσκοντο, τίς ἂν γένοιτο λοιπὸν λόγος ὁ ζητούμενος περὶ τῶν ἐθνῶν, οἷς τῆς πολυθέου πλάνης ὁ βαθὺς ἐνέσκηψε σκότος; Κάτω γὰρ ὥσπερ διανενευκότες ἀεὶ, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐνειλημ[μ]ένοι, μόνα φρονεῖν ἐσπούδαζον τὰ ἐπὶ τῆς γῆς, οὐδ' ὅσον εἰπεῖν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνατείνειν ἰσχύοντες εἰς τὰ τῆς φιλοθεΐας αὐχήματα. Ἐντεῦθεν ἡμῖν ἐποιμώζοντες καὶ μονονουχὶ κειμένοις ἐπιδακρύοντες οἱ μακάριοι προφῆται, μυρίου; ὅσους δεδαπανήκασι λόγους. Ὁ μὲν γὰρ μακάριος Ἡσαΐας, Ἐπλάτυνε, φησὶν, ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, μὴ διαλιπεῖν. Οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ· ἀφορήτῳ δὲ ὥσπερ πλεονεξίᾳ κατηχθισμένοι τῇ τοῦ καθ' ἡμῶν τυραννήσαντος Σατανᾶ, κατέβαινον μὲν εἰς ᾄδου, κατὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οἱ δείλαιοι, χανδὸν τοῦ θανάτου καταπίνοντος, καὶ καταποιμαίνοντος ὥσπερ ἡμᾶς εἰς τοῦτο τῆς ἁμαρτίας εὑρετοῦ. Καὶ γοῦν οὐκ ἀδακρυτὶ, καθάπερ ἔφην ἀρτίως, τῆς τοιᾶσδε συμφορᾶς διεμέμνητο καὶ αὐτὸς ὁ θεσπέσιος ∆αβίδ. Ἔφη δὲ οὕτω περὶ ἡμῶν, ποτὲ μέν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· ὁτὲ δὲ πόλιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τὰ Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ταύτῃτοι καὶ οὐ μέχρι παντὸς ὑπὸ τῷ θανάτῳ μεμενήκαμεν. Πέπομφε γὰρ ἡμῖν ἐξ οὐρανοῦ ὁ Θεὸς καὶ Πατὴρ ποιμένα τὸν ἀγαθὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· οὐκ εἰς ᾅδου ποιμαίνοντα τοὺς ὑπ' αὐτὸν γενομένους, ἀλλ' εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀποφέροντα. Κατανέμει γὰρ ἐν κρίνοις, καὶ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὸ γεγραμμένον· πόαν ἡμῖν παρατιθεὶς τὴν πνευματικὴν, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταμεθύσκων νάμασι, καὶ ἐγκάρπους ἀποτελῶν, καὶ πρός γε δὴ τούτοις, εἰς πληθὺν ἀμέτρητον κατευρύνει λαῶν. Καί μοι πάλιν ὡς ἐν σκιαῖς κατίδοι τις ἂν, ὅπερ ἔφην, τὸν θεσπέσιον Ἰακὼβ, καὶ τὰ ἐπ' αὐτῷ γεγραμμένα παρατιθέντος τοῦ λόγου, καὶ τῆς ἱστορίας τὸ δοκοῦν εἶναί πως ἀσυμφανὲς ὡς ἔνι καταλευκαίνοντος. Γέγραπται τοίνυν ὡδί· Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου, καὶ εἰς τὴν γῆν μου· ἀπόδος μοι τὰς γυναῖκάς μου, καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω. Σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι· καὶ ὅσα ἦν κτήνη σου μετ' ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος. Καὶ ηὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου. Νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Καὶ εἶπεν αὐτῷ Λάβαν· Τί σοι δώσω; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου σήμερον καὶ φυλάξω. Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον ποικίλον καὶ περκνόν· καὶ πᾶν βόσκημα φαιὸν ἐν τοῖς ἄρνεσι. Καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθὸς, καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἔστιν ὁ μισθός μου ἐνώπιόν σου. Πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν ἢ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνεσι, κεκλεμμένον ἔσται παρ' ἐμοί. Εἶπε δὲ αὐτῷ Λάβαν· Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνεσι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἀπέστησε ὁδὸν τριῶν ἡμερῶν, ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμαινε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. ∆εῖ δὴ πάλιν ἡμᾶς ὡς ἐν βραχέσι συνενεγκεῖν τῆς ἱστορίας τὸ πλάτος· προσεπειπεῖν δὲ οὕτω, τίς ἂν γένοιτο πρέπων ταῖς ἐπ' αὐτῇ θεωρίαις ὁ νοῦς.

βʹ. ∆εδούλευκε τοίνυν ὁ μακάριος Ἰακὼβ τῷ Λάβαν, ὑπὲρ δυοῖν θυγατέραιν, Λείας τε, φημὶ, καὶ Ῥαχήλ. Μακροὺς δὲ εἰς τοῦτο δαπανήσας χρόνους, γεννηθέντος αὐτῷ τοῦ Ἰωσὴφ ἐκ Ῥαχὴλ τῆς ὅτι μάλιστα διαφερόντως ἠγαπημένης, ἀλύει λοιπὸν εἰκότως, οἴκοι δέ τε ἰέναι διασπεύδει πάλιν. Καὶ ὁ τῆς ἀποδημίας λόγος οὐκ ἀπίθανον ἔχει τὴν εὕρεσιν. Εἰ γὰρ μέλλοιμι, φησὶν, ἀμισθί τε καὶ διηνεκῶς κατανέμειν τὰ σὰ, πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; τουτέστι πότε τοῖς ἐμαυτοῦ παιδίοις τὰ ζωαρκῆ συλλέξαιμι, κεκλήσομαι δὲ καὶ αὐτὸς οἴκου δεσπότης; Ἀλλὰ ταυτὶ μὲν Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν ὡς ἀγαθοῦ ποιμένος, ηὐλογεῖσθαί τέ φησιν ἐπὶ τῇ εἰσόδῳ αὐτοῦ. Μεθίησι δὲ οὐδαμῶς· καίτοι τῆς ὑπὲρ τῶν θυγατέρων δουλείας εἰς πέρας ἡκούσης τὸ ὡρισμένον. Ὑπισχνεῖται δὲ τὸν ἁνδάνοντα χορηγήσειν μισθόν. Ὁ δὲ ὅτι μὲν γίνοιτο χρηστὸς καὶ ἐπιεικὴς καὶ τῶν ἄγαν τληπαθεστάτων, καὶ μὴν εὐλογίας αὐτῷ τῆς παρὰ Θεῷ πρόξενος, διεβεβαιοῦτο σαφῶς. Ἔφη γὰρ, ὅτι Εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου, ἀντὶ τῆς εἰσόδου τὸν πόδα τιθείς. Τοῦτο γὰρ ἔφη προλαβὼν ὁ Λάβαν. Αἰτεῖ δὲ μισθὸν, καὶ κατανεμήσειν ἐπαγγέλλεται τὰς Λάβαν ἀγέλας. Ἀπονεμηθέντων αὐτῷ καὶ διεσταλμένων ἰδικῶς τῶν κατεῤῥαντισμένων, ἤτοι διαλεύκων καὶ σποδοειδῶν. Οὗ δὴ γεγονότος ἀποδιίστησι μὲν ὁ Ἰακὼβ ὁμοῦ τοῖς ἰδίοις τέκνοις τὴν ἀποκληρωθεῖσαν αὐτῷ ἀγέλην, καταποιμαίνει δὲ αὐτὸς τὰ Λάβαν ἔτι. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἡμῖν σαφὴς γένοιτο ἂν καὶ εἰς ἰσχνότητα τὴν πνευματικὴν περιεπτισμένος ὁ νοῦς, εἰπεῖν ἀναγκαῖον.

γʹ. Περικείσθω τοίνυν τὸ αὐτοῦ τοῦ Χριστοῦ πρόσωπον Ἰακὼβ, καθάπερ ἀμέλει καὶ φθάσαντες εἴπομεν. Χριστὸς γὰρ ὁ ἀληθὴς πτερνιστής. Πεπάτηκε γὰρ ὁλοτρόπως τὴν ἁμαρτίαν, καὶ καθὸ νοεῖται, καὶ πέφηνεν ἄνθρωπος, νεώτατος ὢν καὶ τῶν πρὸ αὐτοῦ γεγονότων ὀψιγενέστερος, ἁγίων δὴ λέγω προφητῶν, καὶ αὐτοῦ δὲ Μωσέως. Ὅμως ἔχει τὰ πρεσβεῖα, καὶ ἔστι πρωτότοκος διὰ τὸ ἐν πολλοῖς ἀδελφοῖς καθικέσθαι τὸν Μονογενῆ. Αὐτός ἐστιν ὁ εὐλογούμενος παρὰ τοῦ Πατρὸς διὰ πλήθους σίτου καὶ οἴνου. Αὐτῷ δεδουλεύκασιν ἔθνη, καὶ προσκεκυνήκασιν ἄρχοντες. Καὶ ὁ καταρώμενος αὐτὸν ἐπικατάρατος· ὁ δὲ εὐλογῶν εὐλογημένος, κατὰ τὴν εὐλογίαν Ἰσαάκ. Αὐτὸς ὁ καθ' ὁμοιότητα τὴν Ἰακὼβ καθάπερ τινὰ πατρῴαν ἑστίαν μονονουχὶ ἀπολελοιπὼς τὸν οὐρανὸν, καὶ πρὸς Λάβαν ἀφιγμένος, ὃν τῷ κόσμῳ παρεικαστέον, τῷ μὴ εἰδότι ποτὲ τίς ὁ φύσει Θεὸς, κατηῤῥωστηκότι δὲ ὥσπερ ἄγαν τὴν πολύθεον πλάνησιν· εἰδωλολάτρης γὰρ καὶ ὁ Λάβαν. Ἴδιος μὲν οὖν καὶ ὁ κόσμος Χριστοῦ, καθὸ καὶ φύσει νοεῖται Θεὸς, καὶ τῶν ὅλων Κύριος καὶ δημιουργὸς, οὐκ ἴδιος δὲ πάλιν διὰ τὴν ἀπόστασιν, καὶ τὸ ἤδη πως δοκεῖν ἑτέρου γενέσθαι διὰ τὴν ἁμαρτίαν. Ἐπεγράφετο γὰρ βασιλέα τὸν Σατανᾶν. Οὐκοῦν καταβέβηκεν ὁ Λόγος ἐξ οὐρανοῦ, τὴν πατρῴαν ὥσπερ καταλελοιπὼς ἑστίαν. Τοῦτο γὰρ ἔφην ἀρτίως. Καὶ ἦν ὡς ξένος ἐν ἰδίῳ τῷ κόσμῳ. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης· Ἐν τῷκόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἀλλὰ ταυτὶ μὲν ἴσως ἁρμόσειεν ἂν εἰκότως τοῖς τῆς ἐπιδημίας καιροῖς. Ὅτι δὲ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἐν ἰδίοις ἦν ὡς Θεός· ἀγνοούμενος δὲ τῷ κόσμῳ, τῶν καθ' ἡμᾶς ἐποιεῖτο πρόνοιαν, ἐξ ἐμφύτου καλοκἀγαθίας καὶ θεοπρεποῦς ἡμερότητος, παραδείξειεν ἂν εὐθὺς ὁ θεσπέσιος Ἰακὼβ ὡς ἐν τύπῳ τῷ καθ' ἑαυτόν. Ἐποίμαινε γὰρ τὰ πρόβατα Λάβαν, καίτοι μισθὸν ἔχων παρ' αὐτοῦ τὸ σύμπαν οὐδένα· ἐλπίδι δὲ μόνῃ, εἰς τοῦτο ἠγμένος ταῖν δυοῖν αὐτοῦ συνάπτεσθαι θυγατέραιν, καὶ τέκνων γνησίων ἀναδειχθήσεσθαι πατήρ. Λεία δὲ ἤστην καὶ Ῥαχήλ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Υἱὸς, ἐν τῷ κόσμῳ ἦν· τοῦτο γὰρ ὁ Λάβαν. Καὶ κατεποίμαινε δέ τινα τρόπον οἰκονομῶν ὡς Θεὸς τὰ ζωαρκῆ, δωρούμενος τοὺς ἀπὸ γῆς καρποὺς, ἀνιεὶς πηγὰς ὑδάτων, καὶ ποταμῶν νάματα, τὸν ἥλιον αὐτοῦ ἀνατέλλων, κατὰ τὸ γεγραμμένον, ὑετοὺς καθιεὶς, ἐντιθεὶς τῇ ἀνθρώπου φύσει τὴν ἔμφυτον φρόνησιν. Αὐτὸς γάρ ἐστι Τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐπλήρου δὲ ταῦτα διὰ μόνην, ὡς ἔφην, τὴν ἡμερότητα τὴν ἔμφυτον· καὶ μισθὸν μὲν ὥσπερ οὐδένα παρὰ τῶν ἐν κόσμῳ τηνικάδε δεχόμενος, οὐ δοξολογίαν, οὐ προσκύνησιν, οὐ δόξαν ὀρθὴν, καὶ ἀπλανῆ διάληψιν τὴν περὶ αὐτοῦ· προεγνωκὼς δὲ ὅτι δύο γυναῖκας ἕξει κατὰ καιροὺς, αἳ γνησίων αὐτῷ τέκνων ἔσονται μητέρες, τίκτουσαι νοητῶς. Ποῖαι δὲ αὗται, Πρώτη μὲν ἡ πρεσβυτέρα, τουτέστι, Λεία, τῆς Ἰουδαίων Συναγωγῆς τὸν τύπον ἀποπεραίνουσα. ∆ευτέρα δὲ καὶ μετ' οὐ πολὺ καὶ τριπόθητος, ἡ νεωτέρα Ῥαχὴλ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣ καὶ τέτοκε τὸν Ἰωσὴφ, Θεοῦ προσθήκην ἑρμηνευόμενον. Προστέθειται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ἡ ἐξ ἐθνῶν ἀγέλη. Νοεῖται δὲ καὶ ἑτέρως, ταῖς κατὰ καιρὸν τῶν πιστευόντων προσθήκαις εἰς πληθὺν ἀμέτρητον ἰοῦσα. Πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ὀνίνησι γὰρ λίαν τὸ ἀκριβὲς ἐν τούτοις· Γεγέννηκεν ἡ Λεία πρὸ Ῥαχήλ· εἶτα μεταξὺ παιδίσκαι δύο Βάλλα τε καὶ Ζελφά. Ἀλλ' ἠρέμει τέως Ἰακώβ· ἴδιον δὲ οἶκον οὔπω ποιεῖν ἐσκέπτετο. Τέτοκεν ἡ Ῥαχὴλ τὸν Ἰωσὴφ, καὶ οἶκον λοιπὸν ἐρᾷ· Πότε γὰρ, φησὶ, ποιήσω ἐμαυτῷ οἶκον; Τέτοκε μὲν γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς εἰς δουλείαν τὴν ὑπὸ νόμον. Ἀλλ' οὔπω Χριστὸς ἴδιον οἶκον ἔχειν ὡμολόγει σαφῶς. Οὐ γὰρ ἀπεδέχετο λίαν τὸν ἐκ λίθων ναὸν, ὃν Σολομὼν ἀνεδείματο. Καὶ γοῦν Ἰουδαίων ἐξωφρυωμένοις ἄγαν ἐπὶ τῷδέ ποτε μονονουχὶ καὶ ἐπιπλήττει λέγων· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Ἀλλ' οὐδὲ οἶκος Θεοῦ γέγονε νοητὸς ὁ Ἰσραήλ. Οὐ γὰρ κατῴκηκεν ἐν αὐτοῖς. Ἐπειδὴ δὲ τέτοκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὸν νέον τε καὶ ἐν προσθήκαις λαὸν, οἶκον ἴδιον ἑαυτῷ λοιπὸν ὁ Σωτὴρ κατεσκευάζετο. Καὶ τίς δὴ οὗτός ἐστιν; Ἡμεῖς οἱ πιστεύσαντες, περὶ ὧν φησι καὶ διὰ προφήτου φωνῆς· ∆ιδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Κατοικεῖ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, καθάπερ ἀρτίως ἔφην, οὐ κατοικήσας ἐν Ἰσραήλ. Ὅτι γὰρ ἀμέτοχοι τοῦ Πνεύματος, ὡς ἐν τύπῳ λέγω τῷ καθ' ἡμᾶς, οἱ πρὸ τῆς ἐπιδημίας, σαφηνιεῖ λέγων ὁ σοφώτατος Ἰωάννης· Οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, καὶ εἰς εἰκόνα τὴν θείαν τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν, πρώτοις ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων· Λάβετε Πνεῦμα ἅγιον. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος· Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν Πνεῦμα μὲν δουλείας ἦν ἐν Ἰσραήλ· ἐν ἡμῖν δὲ τοῖς ἀπὸ Ῥαχὴλ, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, Πνεῦμα Θεοῦ πρὸς υἱοθεσίαν, οἶκον ἡμᾶς ἀποτελοῦν τὸν πνευματικόν. Ἐλεύθεροι γὰρ οἱ ἀπὸ Ῥαχὴλ, ἧς οἱ ὀφθαλμοὶ καλοὶ καὶ ὡραῖοι, καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Ὁρᾷ γὰρ οὐχ ὑγιῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἀλλ' ἡμεῖς ἅπαντες, ὡς ἔφη πάλιν αὐτὸς, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Συνίης ὅτι καλοῖς ὀφθαλμοῖς καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα; Λαμπροὶ γὰρ οἱ τῆς Ῥαχὴλ ὀφθαλμοὶ, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ τοίνυν ἡ νεωτάτη Ῥαχὴλ τὸν Ἰωσὴφἐκτέτοκεν, οἴκαδε μὲν ἰέναι διασπεύδει λοιπὸν ὁ θεσπέσιος Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν, καὶ εὐλο γεῖσθαί φησιν εἰς πληθὺν ἄρδην τῆς ἀγέλης εὐρυνομένης. ∆εῖται γὰρ λίαν ὁ κόσμος Θεοῦ, κἂν εἰ μὴ λέγει τυχὸν, ἀλλ' οὖν τῷ εἰδέναι καὶ ὁμολογεῖν ὅτι πάντα αὐτῷ τά τε ζωαρκῆ, καὶ τὰ εἰς εὖ εἶναι παρὰ Θεοῦ. Ἐξαιτεῖ δὲ μισθὸν ὁ μακάριος Ἰακὼβ εἰκῆπαρεῖναι μὴ ἐνεχόμενος ἔτι. Καὶ ἦν ὁ μισθὸς οὐκ ἀνεθέλητος αὐτῷ, τὰ κατεῤῥαμμένα τὰ σποδοειδῆ. Κατὰ μὲν οὖν τοὺς ἄνωθεν ἔτι καὶ παρῳχηκότας καιροὺς, καίτοι διοικῶν τὸν κόσμον ἐξ ἡμερότητος τῆς ἐμφύτου καὶ θεοπρεποῦς, ὁ δι' οὗ τὰ πάντα Θεὸς Λόγος, ἠφίει τοὺς ἐν αὐτῷ πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τέτοκεν ἡ Ἐκκλησία, τὸν ἐν προσθήκαις ἀεὶ καὶ νέον λαὸν, τουτέστι, τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν ἀναγέννησιν ἤδη λαχόντας τὴν πνευματικὴν, ἀπαιτεῖ τὸν κόσμον μισθὸν ὥσπερ τινὰ τῆς ὑπὲρ αὐτοῦ προνοίας τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, ὧν ἂν εἰς τύπον τὰ σποδοειδῆ καὶ ῥαντά. Τί δὴ τοῦτό ἐστιν; Ἀεί περ ἐν ταῖς ὀΐων τε καὶ αἰγῶν ἀγέλαις τὰ μονοειδῆ τοῖς τρέφουσιν αἱρετώτερα· τὰ δὲ ῥαντὰ καὶ κατεστιγμένα τάξιν ἔχει δευτέραν, καὶ οὐκ ἐν ἴσῳ λόγῳ τοῖς ἄλλοις. Ἔριον γὰρ ἐν αὐταῖς οὐ μονοειδὲς, ἀλλ' ἐν βραχὺ παραλλὰξ, ἑτερόχρουν δέ ἐστιν καὶ οἱονεὶ περιπεφυρμένον. ∆έχεται τοίνυν ἀπὸ τοῦ κόσμου Χριστὸς, οὐχὶ δή που πάντως τὰ ἐν αὐτῷ τίμια, καὶ ἐν ἀνθρώποις ἀπόλεκτα, ἀλλ' ὅσα μᾶλλον ἐν αὐτοῖς ἐν ὑφέσει τε εἶναι δοκεῖ, καὶ οὐκ ἐν ἴσῃ δόξῃ. Πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων τοῖς πεπιστευκόσι· Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Νοηθείη δ' ἂν καὶ ἑτέρως, εἴπερ βούλοιτό τις ἐξακριβοῦν τὰ τοιάδε, σποδοειδὲς ῥαντόν. Ποικίλον γάρ πως οἱ ἐν Χριστῷ τὸ εὐπρεπὲς ἔχοντες ὡς ἐν ἔργοις τε καὶ λόγοις. Τὸ μὲν γὰρ φαιόν τε καὶ μέλαν καταλογισθείη εἰς αἴνιγμα καὶ σκιὰν τοῦ κατὰ Χριστὸν μυστηρίου, καὶ τὸν ἐπ' αὐτῷ σκοτεινὸν ἀσυμφανῆ τοῖς πολλοῖς καταγράψοι λόγον. Ἔφη γάρ που καὶ ὁ θεσπέσιος ∆αβὶδ ἐν βιβλίῳ Ψαλμῶν, ὅτι Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· τὸ οἱονεὶ δυσκατάληπτον τῶν περὶ Θεοῦ δογμάτων σκηνῇ παρεικάζων, καὶ ὀνομάζων τὸν σκότον, καὶ ὕδωρ σκοτεινὸν ἐν νεφέλαις ἀέρων. Κατεπαγγέλλεται δὲ καὶ ἡ Σοφία τισὶ χαριεῖσθαι πλουσίως τὸ νοεῖν δύνασθαι παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὐκοῦν τὸ βαθὺ καὶ οἱονεὶ μέλαν τῶν ἐπὶ Χριστοῦ δογμάτων, τὸ φαιὸν ἡμῖν ὑπαινίττεται χρῶμα. Τὸ δέ γε λαμπρὸν καὶ οἱονείπερ διαφανὲς, τὸ ὡς ἐν ἔργοις φημὶ τοῖς κατ' εὐσέβειαν παραθήσει τὸ ἕτερον, τουτέστι, τὸ λευκόν. Τοιγάρτοι καὶ ὁ πάντων ∆εσπότης τὴν ἐν Χριστῷ πίστεως κάθαρσιν προκαταμηνύει λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς· Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δ' ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ἀπόλεκτοι τοίνυν καὶ ἐν λόγῳ τῷ προὔχοντι παρά γε τῷ πάντων Σωτῆρι Χριστῷ οἱ δευτέραν μὲν ἔχοντες ἐν τῷ κόσμῳ τάξιν. Τεθειμένοι δὲ ὥσπερ παρ' ἄλλους ἐν μείοσιν, καὶ ἐν δόξῃ πλεονεκτούμενοι, κατεῤῥαμμένοι δὲ ὥσπερ καὶ τὸ ποικίλον ἔχοντες νοητῶς ὡς ἐν βάθει δογμάτων τῶν περὶ Θεοῦ, καὶ τὸν τοῖς ἄλλοις ἀσυμφανῆ καταπλουτοῦντες λόγον, φαιδρότητί τε τῇ κατ' εὐσέβειαν εὖ μάλα διαπρεπεῖς. Μισθὸν μὲν οὖν Ἰακὼβ τὰ κατεῤῥαμμένα. Τίνα δὲ τρόπον κατεσοφίζετο μὲν τὸν Λάβαν, πλεῖστα δὲ ὅσα τὰ αἱρεθέντα ποιεῖ, πολυπραγμονῶμεν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν ἀναμάθωμεν τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὕτως· Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν. Ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. Καὶ ἔτικτον τὰ πρόβατα διάλευκα, καὶ ποικίλα, καὶ σποδοειδῆ ῥαντά. Τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ, καὶ ἔθηκεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς. Καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ' ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα τοῦ Λάβαν. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. Ἡνίκα δὲ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα. Ποιμενικῆς μὲν οὖν ἐπιστήμης τὸ εἰδέναι φαμὲν, ὅτι τοῖς ὁρωμένοις τὰ ἐμφερῆ πάντων τε καὶ πάντως ἀποτέκοιεν ἂν ὄϊες τε καὶ αἶγες, καὶ τοῖς τῶν παραπιπτόντων χρώμασι γένοιτ' ἂν ὁμοειδῆ τὰ ἐξ αὐτῶν, εἰ ἐν τῷ κιττᾷν θεάσαιτο. Ἔοικε δέ πως τοῖς κατὰ φύσιν τὸ χρῆμα κατορθοῦσθαι νόμοις. Ἄῤῥητα δὲ τὰ τοιαῦτα παντελῶς, καὶ ταῖς ἡμετέραις ἐννοίαις ἀστιβῆ. Ἀπόλεκτα δὲ τὰ σποδοειδῆ καὶ κατεῤῥαμμένα κατὰ θείαν ὀμφὴν ἐποιεῖτο πάλιν ὁ θεσπέσιος Ἰακώβ. Ἔφη γάρ που πρὸς Λείαν τε καὶ Ῥαχήλ. Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ. Καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰς αἶγας καὶ τὰ πρόβατα, διάλευκοι καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπα· Τί ἐστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς. Ταυτὶ μὲν οὖν φησι τὸ Γράμμα τὸ ἱερόν. Ἀλλὰ φέρε τῆς ἱστορίας τὸ χθαμαλὸν ὑποτρέχοντες, ἀναβαίνωμεν ἐπὶ τὰ πνευματικά.

δʹ. Ῥάβδος ἡμῖν αἰνιγματωδῶς ἐπιγράφει πάλιν τὸν Ἐμμανουήλ. Ὠνόμασται γὰρ ὡδὶ παρὰ τῇ θεοπνεύ στῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος· Καὶ ἐξελεύσεται ῥάβδος, φησὶν, ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Πρὸς δέ γε τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, τὸ τῶν πιστευόντων πρόσωπον ὑποδὺς ὁ θεσπέσιος ἡμῖν ἀνεφώνησε ∆αβίδ· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Παρακεκλήμεθα γὰρ ἐν Χριστῷ, καὶ αὐτὸν ἔρεισμα πεποιήμεθα. Γέγραπται γὰρ, ὅτι Ὑπερστερίσει τοὺς δικαίους ὁ Κύριος. Ἡμῖν οὖν τράγοις λογικοῖς θρέμμασι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, καὶ ἐν ὅλῳ τῷ κόσμῳ, ῥάβδον ὥσπερ τινὰ παρατίθησι ἑαυτὸν ὁ Χριστός. Ῥάβδον δὲ οὐχ ἁπλῶς, ἀλλὰ στυρακίνην, καὶ καρυΐνην, καὶ ὡς ἐκ πλατάνου. Φυτὸν δὲ καὶ τοῦτο τῶν εἰς ὀρθότητα μεμαρτυρημένων· καὶ θανάτου μὲν ἡ στυρακίνη σημεῖον. Ἀρώμασι γὰρ τὸ τεθνηκὸς θεραπεύεται σῶμα, ἀρωμάτων δὲ ἥδιστον ὁ στύραξ. Ἀπέθανεν δὲ δι' ἡμᾶς ὁ Χριστὸς, καὶ ἐτάφη, κατὰ τὰς Γραφάς· καρυΐνη δὲ, ἐγρηγόρσεώς τε καὶ ἀϋπνίας. Ἐνεργεῖ γὰρ ἐν ἡμῖν τὰ τοιάδε φύσεως. Ἐγήγερται δὲ ὑπὲρ ἡμῶν ὁ Χριστός. Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὔτε μὲν εἰς ἅπαν ἥλω τοῖς τοῦ θανάτου δεσμοῖς. Ἡ ἐκ πλατάνου δὲ πάλιν ὑπεμφαίνειν ἔοικε τὸν εἰς ὕψος τε καὶ πρὸς τὸν ἄνω δρόμον, τουτέστιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Εὐφυὲς γὰρ ξύλον καὶ τῶν ἄγαν εὐμηκεστάτων ἡ πλάτανος. Ὑψώθη δὲ παρὰ τοῦ Πατρὸς ὁ Υἱός. Ἔφη γὰρ ὁ Πέτρος περὶ αὐτοῦ· Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς. Καὶ ὁ Παῦλος, ὑπερυψοῦσθαί φησιν αὐτὸν, καὶ λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὴν παρὰ πάντων προσκύνησιν. Εἰ δέ τις βούλοιτο, καὶ καθ' ἕτερόν τινα νοῦν ἐκλήψεται τὸ φυτόν. Καὶ τίς ὁ τρόπος; Οἱ περὶ τὰς τῶν ὀνομάτων ἐτυμολογίας περιέργως, διὰ τὸ λίαν εὐρύνεσθαι τῷ ξύλῳ τὸ πέταλον, ταύτῃτοι καὶ πλάτανον ὠνομάσθαι φασίν. Πλατυνόμεθα γὰρ καὶ ἡμεῖς διὰ πίστεως καὶ ἀγάπης, μονονουχὶ περιφύντες Χριστῷ. Στενὸς γὰρ ὁ νόμος λίαν καὶ τεθλιμμένος τῶν εἰδωλολατρούντων ὁ νοῦς. Καὶ γοῦν ταῖς μὲν ἐξ ἐθνῶν ἀγέλαις ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· Μάθετε ἀκούειν στενοχωρούμενοι· Κορινθίοις δὲ ὁ Παῦλος ὑπονοστεῖν ἑλομένοις ἐπὶ τὴν ἀρχαίαν πλάνησιν μετὰ τὸ ἐν πίστει πλάτος ἐπιστέλλει λέγων· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; Καὶ μὴν ὁ Ψαλμῳδὸς πρὸς αὐτὸν ἐν πνεύματί πού φησι τὸν Ἐμμανουὴλ, τὴν τοῦ νόμου στενότητα διασύρων· Πλατεῖα ἡ ἐντολή σου σφόδρα. Καὶ πάλιν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Πρὸς τούτῳ ἔτι· Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ὅτι δὲ καὶ ἡ ῥάβδος ἡ καρυΐνη, καθάπερ ἔναγχος ἔφην, ἀϋπνίας ἐστὶν ἐμποιητικὴ φύσις, λέγοντος Θεοῦ πρὸς τὸν προφήτην Ἱερεμίαν· Τί σὺ ὁρᾷς, Ἱερεμία; Καὶ εἶπα, φησὶ, Βακτηρίαν καρυΐνην. Καὶ εἶπεν Κύριος πρός με· Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς· Οὐκοῦν ὡς ἐν εἴδει τῆς ῥάβδου νοούμενος ἑαυτὸν ἡμῖν ὥσπερ παρατίθησιν ὁ Χριστὸς, ὡς τεθνεῶτα, καὶ ἐγηγερμένον, καὶ εἰς οὐρανοὺς ὑψούμενον, κατευρύνοντά τε διὰ τοῦ Πνεύματος νοητῶς τὰς τῶν δεχομένων αὐτὸν καρδίας. Ἀλλὰ ποῦ τὰς ῥάβδους τέθεικεν ὁ Ἰακώβ; Ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων. Νοοῖντο δ' ἂν πάλιν ληνοί τε καὶ ποτιστήρια τῆς λογικῆς ἀγέλης, τουτέστιν ἡμῶν, συγγραφὴ Μωσέως, καὶ τὰ προφητικὰ κηρύγματα, τὸν ἄνωθεν ἡμῖν καὶ παρὰ Θεοῦ μονονουχὶ βρύοντα λόγον. Γέγραπται γὰρ, ὅτι Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Ἐκεῖ τὸν Ἐμμανουὴλ εὑρήσομεν τὴν τῆς δυνάμεως ῥάβδον, καὶ ὡς ἐν θανάτῳ δι' ἡμᾶς, καὶ πρωτότοκον ἐκ νεκρῶν, καὶ ὑψούμενον ἐν δόξῃ, καὶ πλατύνοντα τοὺς πεπιστευκότας, καθάπερ ἔφην ἀρτίως. Σύμπας γὰρ ὥσπερ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ μέν τοι Μωσέως διανένευκεν ἐπὶ τὸ Χριστοῦ μυστήριον. Τοιγάρτοι καὶ ὁ σοφὸς ἔφη Παῦλος, ὅτι Τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Πλὴν ἐλέπισεν Ἰακὼβ τὰς ῥάβδους λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν· ἐκίττων τε οὕτως ἐπ' αὐταῖς τὸ ποικίλον τὰ θρέμματα. Περισύρει γὰρ ὥσπερ ὁ Χριστὸς τὴν τοῦ νόμου σκιὰν, καὶ προφητικῶν συγγραμμάτων τὸ οἱονεὶ κατακάλυμμα, λελευκασμένον δὲ οὕτω καὶ εὐκάτοπτον κομιδῇ τὸν ἐν αὐτοῖς ἡμῖν ἀποφαίνων λόγον, ἐπῳδὴν ἀναφέρει πνευματικήν· μόνον δὲ οὐχὶ καὶ ἀναπείθει κιττᾷν τῷ ἐκποικίλλεσθαι θέλον εἰς ἀρετὴν, διφυᾶ πως αὐτὴν ἐπιτηδεύοντας, ἔργῳ, τε φημὶ, καὶ λόγῳ. Καὶ γοῦν οἱ θεσπέσιοι προφῆται τῶν ἐν πίστει δεδικαιωμένων τὸ πρόσωπον ὑποτρέχοντες ἀνακεκράγασιν ἐναργῶς· ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου. Ἔφη δέ που καὶ πάλιν ἰδίως ὁ αὐτὸς μακάριος Ἡσαΐας· Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει. Καὶ πάλιν· Ἰδοὺ, Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας, ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει, τουτέστι, παράκλησις ἔσται πνευματικὴ τοῖς ἤδη τὸν θεῖον ὠδίνουσι λόγον, ὡς ἐγκάρποις ἐσομένοις, καὶ ὅσον οὐδέπω μέλλουσι τεκεῖν τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα. Καρπὸς γὰρ οὗτος ὁσίας τε καὶ ἀκιβδήλου ψυχῆς. Ἀλλ' ἐποίησε, φησὶ, Ἰακὼβ ἑαυτῷ ποίμνια καταμόνας, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. Ἀσύμβατον γὰρ τῷ ἁγίῳ τὸ βέβηλον· τῷ καθαρῷ τὸ ῥυποῦν. Καταμόνας δὲ οἱ τοῦ Χριστοῦ τὸ συναναφύρεσθαι τοῖς ἐν κόσμῳ παραιτούμενοι, καὶ φιλοσαρκίας ἁπάσης ἀπηλλαγμένοι, καὶ οὐκ ἄσημοι κατὰ τὸν βίον, γνωριμώτατοι δὲ μᾶλλον ἐξ ἀρετῆς. Ἐγένετο γὰρ, φησὶ, τὰ ἄσημα τοῦ Λάβαν· τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ. Πλὴν οὐκ ἀφθόνητος ἦν Ἰακώβ. Ἐπειδὴ δὲ πλουτοῦντά τε καὶ εὐημεροῦντα τεθέανται, κατεδάκνοντο λίαν οἱ τούτου υἱοί. Τοιγάρτοι καὶ ἀποδημεῖν ἐσκέπτετο, καὶ εἰς τὴν πατρῴαν ἑστίαν αὖθις ἀποφοιτᾷν. Γέγραπται γὰρ, ὅτι Καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα. Καὶ ἐγένοντο αὐτῷ κτήνη πολλὰ, καὶ βόες, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ὄνοι, καὶ ἡμίονοι. Ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἧν πρὸς αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰςτὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. Καὶ εἶπεν αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ. Καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνάδων. Εἶτά φησι, ὅτι Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Πεπλούτηκε μὲν γὰρ ἀληθῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς πληθὺν ἀμέτρητον, συναγείρων ἐν κόσμῳ τοὺς ἰδίους προσκυνητάς· οἳ καὶ διανοίας ἀγαθῆς ἀνάθημα λαμπρὸν τῆς ὑπ' αὐτὸν δουλείας ποιοῦνται τὴν ὁμολογίαν, λέγοντες· Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἀλλ' ἠρεμεῖν ἐπὶ τούτοις οὐκ ἀνέχονται τὰ τοῦ κόσμου τέκνα. Συλώμενον δὲ ὥσπερ ὁρῶντες τὸν ἑαυτῶν πατέρα, καὶ τὴν τοῦ ἀγαθοῦ ποιμένος ὑποτρέχοντα χεῖρα τὰ τῶν προβάτων ἐπισημότατα· καὶ ποικιλλομένους ταῖς πολυειδέσιν ἀρεταῖς τοὺς ὑπὸ Χριστῷ γεννωμένους, τονθορύζουσι λέγοντες· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Καὶ ψευδοεποῦσιν οὐδαμῶς. Ἀληθὴς γὰρ ὁ λόγος. Συνεκόμισε γὰρ ἅπαντας εἰς ἑαυτὸν τοὺς ἐν κόσμῳ Χριστὸς, ἐνσηκασάμενός τε ταῖς ἰδίαις αὐλαῖς τὰς τῶν πιστευσάντων ἀγέλας, πλοῦτον ἔχει τὸν θεοπρεπῆ καὶ δόξαν ἐξῃρημένην. Ἔφη γάρ που καὶ αὐτὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Ἴδωμεν δὲ καὶ αὐτὸν τοῦ Ἰακὼβ τὸν μισθόν. Ἐγένοντο δὲ αὐτῷ, φησὶ, κτήνη πολλὰ, καὶ βόες, παῖδές τε καὶ παιδίσκαι, κάμηλοι καὶ ὄνοι. Ὁρᾷς συναγείροντα καὶ τὸν Χριστὸν ἐκ παντὸς γένους, κατὰ τὸ γεγραμμένον· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ. ∆έχεται γὰρ τὸν δοῦλον, ἵνα τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν ἀποφήνῃ λαμπρόν. ∆έχεται τοὺς ὑπὸ νόμον ὡς ἱεροὺς ἤδη καὶ εἰς θυσίαν ἐπιτηδείους τὴν πνευματικὴν, ὡς ἐν οἰὸς τάξει καὶ βοός· ἵνα μεταστήσας εἰς φαιδρότητα πολιτείας εὐαγγελικῆς, ἱερωτέρους ἐργάσηται. ∆έχεται δὲ πρὸς τούτοις καὶ τὸ ἀνίερόν τε καὶ ἀκάθαρτον γένος· ὡς ἐν τάξει καμήλου καὶ μέντοι καὶ ὄνου, ἵνα τῆς πολυθέου πλάνης τὸν ῥύπον ἐκτήξας, καθαρούς τε καὶ ἡγνισμένους τοῖς τῶν ἁγίων συνάψῃ χοροῖς. Κεκινημένων δὴ οὖν εἰς φθόνον τῶν Λάβαν υἱῶν, καὶ αὐτοῦ δὲ τοῦ Λάβαν, ἀμειδῆ τε καὶ σκυθρωπάζουσαν καὶ βασκανίας οὐκ ἐλευθέραν τὴν ὀφρὺν ἀποφαίνοντος· Οὐ γὰρ ἦν τὸ πρόσωπον αὐτοῦ, φησὶ, καθὼς χθὲς καὶ τρίτην ἡμέραν· ἐπανήκειν εἰς τὰ οἰκεῖα τῷ Ἰακὼβ ἐνετέλλετο Θεός. Ὁ δὲ τὰ γύναια μετεπέμπετο, Λείαν τέ φημι καὶ Ῥαχὴλ, καὶ τὴν μὲν τοῦ πατρὸς ἀδικίαν ἀφηγεῖτο σαφῶς. Προσετίθει δὲ, ὅτι Ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Καὶ ἀποκριθεῖσα Ῥαχὴλ καὶ Λεία, εἶπον αὐτῷ· Μὴ ἔστι μερὶς ἡμῖν, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. Πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Καταστυγνάζοντος γὰρ ἐπὶ Χριστῷ τοῦ κόσμου, καὶ τῶν αὐτοῦ τέκνων, παράκλησις ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Πατρὸς, ταῖς τοῦ Σωτῆρος δίδοται νύμφαις, φημὶ δὴ ταῖς Ἐκκλησίαις. Πλὴν ἡ παράκλησις, δι' Υἱοῦ παραπορθμεύοντος ὥσπερ ἡμῖν τοὺς παρὰ Πατρὸς λόγους. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, κατὰ τὴν Ἰωάννου φωνήν. Ἄθρει γὰρ ὅπως προσελάλει μὲν ὁ Θεὸς τῷ Ἰακὼβ, ὁ δὲ ταῖς αὐτοῦ νύμφαις, Λείᾳ τε, φημὶ, καὶ Ῥαχήλ. Ὁ δὲ τῆς παρακλήσεως λόγος ἦν, τὸ δεῖν ἀπαίρειν αὐτὰς ἅμα τῷ ἰδίῳ νυμφίῳ τῆς τοῦ πατρὸς ἑστίας. Οὕτω καὶ ὁ μακάριος Ψαλμῳδὸς ἐν πνεύματι πρὸς τὴν Ἐκκλησίαν φησί· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. Οὐκοῦν τὰ παρὰ Θεοῦ ταῖς αὐτοῦ νύμφαις λελάληκεν ὁ Ἰακώβ. Καὶ τίς ἦν ὁ λόγος; μέμψις κατὰ τοῦ Λάβαν· ὡς εἴη μὲν ἄδικός τε καὶ πονηρὸς, καὶ βραδὺς εἰς ἔκτισιν, ὧν ἂν ἐποφλοίη μισθῶν. Γράφεται δὲ καὶ αὐτὸς ὁ Χριστὸς ἐπὶ πολλῇ λίαν ἀναισθησίᾳ τὸν κόσμον, ἀποτιννύειν οὐκ ἀνεχόμενον ὡς ∆εσπότῃ τὰ χαριστήρια, καὶ ὡς ἐν ὀφλήματος τάξει καὶ μισθοῦ τὰ ὑπὲρ τῆς φροντίδος τῆς εἰς αὐτὸν ξένια πνευματικὰ, πίστιν δὴ λέγω καὶ ἀγάπην, προσκομίζειν οὐκ ἐθέλοντα. Πλὴν ὑπ' αὐτῷ τὰ πάντα γέγονε σαγηνεύοντος τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γάρ που πρὸς αὐτὸν ὁ Υἱός· Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Καὶ τοῦτο ἦν ἄρα τὸ, Ἀφεῖλεν ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Αἱ δὲ σεμναὶ τοῦ Σωτῆρος νύμφαι κατακολουθεῖν μὲν ἑτοίμως ἐπαγγέλλονται· πεπράσθαι δὲ ὥσπερ αὐτῷ παρὰ τοῦ κόσμου φασίν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὰς Ἐκκλησίας ὁ Ἐμμανουὴλ, καὶ ἠλλοτρίωνται τοῦ πάλαι πατρός. Λόγος γὰρ αὐταῖς κοινωνίας ἢ μερίδος οὐδείς ἐστι πρὸς κόσμον, ἐξ οὗ καὶ κέκληνται. Πλοῦτος δὲ μᾶλλον αὐταῖς καὶ τοῖς τέκνοις αὐτῶν ὁ ὑπὲρ νοῦν καὶ λόγον· αὐτὸς ἡ μερὶς καὶ ὁ κλῆρος, δόξα τε καὶ καύχημα, καὶ πᾶν ὁτιοῦν τῶν τελούντων εἰς λαμπρότητα καὶ εὐημερίαν. Σκυθρωπάζει μὲν οὖν ὁ κόσμος ὁμοῦ τοῖς ἰδίοις τέκνοις ἐπὶ Χριστῷ, καὶ τῷ τῆς βασκανίας δαπανᾶται πυρὶ, προήκοντα δόξης εἰς τοῦτο βλέπων ὡς ὅλην ὑφ' ἑαυτῷ ποιήσασθαι τὴν ὑπ' οὐρανὸν, καὶ κατακρατῆσαι τῶν ἐπὶ τῆς γῆς. Ὅτι δὲ τονθορυσμῶν ἐπέκεινα, καὶ λοιδοριῶν τὰ τῆς μανίας αὐτῷ παρατείνεται, καὶ διώκει, καὶ φονᾷ, καὶ ὅσον εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τῇ τοῦ Σωτῆρος ἀναφέρεται δόξῃ, καὶ ταῖς ὑπ' αὐτοῦ Ἐκκλησίαις, καὶ τοῖς αὐτοῦ τέκνοις, τουτέστι, τῇ τῶν πιστευόντων πληθύϊ καταφωρᾶται πολεμιώτατος, ἀταλαίπωρον ἰδεῖν τοῦτο μαθεῖν ἑλομένοις διὰ τῶν ἐφεξῆς· Ἀναστὰς γὰρ, φησὶ, Ἰακὼβ, ἔλαβε τὰς γυναῖκας αὐτοῦ, καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους, καὶ ἐπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, καὶ ἀπῆλθε πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ ἐν γῇ Χαναάν. Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς· ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀπεδίδρασκε. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ. Καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μετ' αὐτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ, καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ' ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Φύλαξαι σεαυτὸν τοῦ μὴ λαλῆσαι πρὸς Ἰακὼβ πονηρά. Καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει. Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. Περιτυγχάνει μὲν οὖν ὁ Λάβαν, ἐπαιτιᾶται δὲ λίαν τὸν θεσπέσιον Ἰακὼβ, ὅτι λεληθότως ἀπέδρα, μονονουχὶ κεκλοφὼς τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς ἐν οἴκῳ θεούς. Ἔφη γὰρ ὡδί· Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας, φησὶ, τοὺς θεούς μου; Ἀλλ' οὐκ ᾔδει, φησὶν, Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴαὐτοῦ ἔκλεψεν αὐτούς. Ἐρευνήσας δὲ Λάβαν τοὺς ἰδίους θεοὺς, οὐχ εὑρίσκει παρὰ τῇ Λείᾳ, ἀλλ' οὐδὲ ἐν τῷ οἴκῳ θεραπαινῶν Βάλλας τε καὶ Ζελφᾶς. Ἐπειδὴ δὲ προσεδόκησεν ἡ Ῥαχὴλ ἐρευνηθήσεσθαι παρὰ τοῦ πατρὸς, οὐκ ἀκόμψως τὸ ῥῆμα κατασοφίζεται. Ἔλαβε γὰρ τὰ εἴδωλα, φησὶ, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βαρέως φέρε, κύριε, οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου. ὅτι κατ' ἐθισμὸν τῶν γυναικῶν μοί ἐστι. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ οὐχ εὗρε τὰ εἴδωλα. Ἠπορηκότος τοίνυν ἤδη πως, ὀλοφυρομένου τε κατὰ τὸ εἰκὸς, τῶν ἰδίων θεῶν τὴν ἀπώλειαν, ἐπῃτιᾶτο λοιπὸν εἰκότως ὁ μακάριος Ἰακὼβ, ὡς εἰκῆ διώκειν αὐτὸν ᾑρημένον, καὶ ἐγκαλεῖν οὐκ ἔχοντα παντελῶς οὐδέν. Εἶτα περὶ συμβάσεως αὐτοῖς κεκίνηνται λόγοι, καὶ σύνεσις παρ' ἀμφοῖν εἰς εἰρήνην ἐπράττετο. Ἀποκριθεὶς γὰρ ὁ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου θυγατέρες μου, καὶ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι, καὶ τῶν θυγατέρων μου. Τί ποιήσω ταύταις σήμερον, καὶ τοῖς τέκνοις αὐτῶν οἷς ἔτεκον; Νῦν οὖν δεῦρο, διαθώμεθα διαθήκην ἐγὼ καὶ σὺ, καὶ ἔσται εἰς μαρτυρίαν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Εἶπε δὲ αὐτῷ· Ἰδοὺ οὐδεὶς μεθ' ἡμῶν ἐστιν, ἰδὲ ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Λαβὼν δὲ Ἰακὼβ λίθον, ἔστησεν αὐτὸν στήλην. Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε λίθους. Καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνὸν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. Καὶ εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον. Καὶ ἐκάλεσεν αὐτὸν Λάβαν, Βουνὸς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν, Βουνὸς μάρτυς.

εʹ. Ἐπιτροχάδην μὲν οὖν ἐν τούτοις καὶ κολοβοῦν ὡς ἔνι σπουδάζοντες τὰ τῆς ἱστορίας ἀφηγήμεθα. Τὰ δὲ εἰς νοῦν ἤδη τὸν ἐσωτάτω διατρανοῦν ἀναγκαῖον. Ὅτι τοίνυν ἐπεμάνισεν ὁ κόσμος πλουτοῦντι Χριστῷ τὰς τῶν πιστευόντων ἀγέλας, καὶ ἐπιθρώσκει λελυττηκὼς, οὐ μακρῶν ἂν δέοιτο λόγων τις εἰς παράδειξιν ἐναργῆ. Θέα γὰρ ὅπως ἀπαίροντος τοῦ Ἰακὼβ διώκει φωνῶν ὁ Λάβαν ὁμοῦ τοῖς ἰδίοις τέκνοις. Ἀπαίρει δὲ ὥσπερ καὶ ἀπὸ κόσμου Χριστὸς ὁμοῦ ταῖς ἑαυτοῦ νύμφαις, τουτέστι ταῖς Ἐκκλησίαις, καὶ οἱονεὶ πανοικὶ μετανίσταται, νοητῶς τοῖς ἰδίοις ἐπιφωνῶν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ὁ δὲ τῆς ἀπάρσεως τρόπος οὐκ αἰσθητῶς, οὔτε μὴν εἰς τόπον ἐκ τόπου σωματικῶς ἐκπράττοιτο ἄν. Κομιδῇ γὰρ ἄηθες τὸ ὧδε φρονεῖν ἢ λέγειν. Ἀλλ' ἐκ τοῦ φρονεῖν τὰ τοῦ κόσμου πρὸς τὸ δρᾷν ἐθέλειν τὰ δοκοῦντα Θεῷ χρησίμως ἀποπεραίνεται. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Γράφει δὲ καὶ ἕτερος τῶν ἁγίων ἀποστόλων· Παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς. Περιπατοῦντες δὲ ἐπὶ τῆς γῆς, ὡς ἐν οὐρανῷ ποιώμεθα τὸ πολίτευμα, διαζῇν σπουδάζοντες σαρκικῶς μὲν οὐκ ἔτι, ἁγιοπρεπῶς δὲ μᾶλλον καὶ πνευματικῶς. ∆ιανίστησι δὲ πρὸς τοῦτο ἡμᾶς ἐπιστέλλων ὁ Παῦλος· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ συμμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. Ἐπειδὴ δὲ οὐ τῷ κόσμῳ συνεσχηματίσμεθα τὴν κοσμικὴν ἀπάτην ἐκβαίνοντες, μιμησόμεθα παρ' αὐτοῦ. Καὶ τοῦτο εἰδὼς οὕτως ἔχον ἔφασκεν ὁ Σωτήρ· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Οὐκοῦν διώκει μισῶν. Φονῶντα δὲ καὶ ἀποταυρούμενον εἰς ἀκαθέκτους ὀργὰς, ἀνασειράζει Θεὸς, οὐδ' ὅσον εἰπεῖν ἀπηνέσι λόγοις καταλυπεῖν ἐφιείς. Ἔφη γὰρ πρὸς τὸν Λάβαν ὁ Θεὸς, φησί· Φύλαξαι σεαυτὸν μή πως λαλήσῃς κατὰ Ἰακὼβ πονηρά. Ἀλλ' ἐπαιτιᾶται μὲν ὁ κόσμος ὡς σεσυλημένος, καὶ ἀπολωλότων αὐτῷ τῶν θεῶν. Ἐκεκλόφει δὲ τούτους ἡ Ῥαχήλ. Πλὴν ὅρα τὴν ἐπιχείρησιν. Ἠρεύνησε παρὰ τῇ Λείᾳ τοὺς θεοὺς ὁ Λάβαν, καὶ μέν τοι καὶ παρὰ ταῖν δύο θεραπαίναιν, καὶ οὐχ εὗρε, φησί. Ἐπεκάθητο δὲ αὐτοῖς ἡ Ῥαχὴλ, προφασιζομένη τὰ κατ' ἐθισμόν. Τί οὖν ὁ λόγος; Οὐ τῆς Ἰουδαίων Συναγωγῆς, ἀλλ' οὐδὲ τῶν εἰς δουλείας γεγενημένων κατόρθωσις ἦν ἡ τῶν εἰδώλων καθαίρεσις· ἀλλὰ τῆς νεώττης Ῥαχὴλ, τουτέστι, τῆς Ἐκκλησίας ἀτιμίᾳ περιβαλούσης τὰ χειροποίητα· μόνον δὲ οὐχὶ καὶ πληρούσης ἐπ' αὐτοῖς τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον· Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡσεὶ ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. Ἐπειδὴ οὐχ εὕρηνται παρὰ τοῦ Λάβαν οἱ αὐτοῦ θεοὶ, τὰς εἰς εἰρήνην συμβιβάσεις ἐποίει τὸ λοιπὸν πρὸς τὸν θεσπέσιον Ἰακώβ. Οὐκ ἔτι γὰρ ἔχων ὁ κόσμος τοὺς ψευδωνύμους θεοὺς, φίλος ἔσται· μᾶλλον δὲ γέγονεν Χριστῷ ἤδη καὶ τῆς εἰρήνης ὁ σύνδεσμος. Αὐτός ἐστι πάλιν ὁ εὐδοκιμώτατος λίθος, ὁ πολυτελὴς, ὁ ἀκρογωνιαῖος, ὁ ἔντιμος, ὁ εἰς κεφαλὴν γωνίας, καὶ εἰς τὰ θεμέλια Σιών. Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην, εἰς τύπον Χριστοῦ. Συσσωρεύονται δὲ καὶ ἕτεροι λίθοι τῶν ἁγίων ἀποστόλων, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἡγιασμένων ἐν πνεύματι, προανατυποῦντες ἀστείως τὴν ἐπὶ Χριστῷ συνδρομήν. Περὶ μὲν γὰρ τῶν ἁγίων ἀποστόλων προφητικὸς ἔφη λόγος· ∆ιότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. ∆ιέδραμον γὰρ τὴν σύμπασαν γῆν οἱ θεσπέσιοι μαθηταὶ, τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι διακομίζοντες κήρυγμα. Πρὸς δὲ τοὺς ἐν πίστει δεδικαιωμένους ὁ σοφὸς ἐπιστέλλει Παῦλος· Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοίκησιν τοῦ Θεοῦ ἐν Πνεύματι ἁγίῳ. Κέκληται τοίνυν ἡ τῶν λίθων ἄθροισις, Βουνὸς μαρτυρίας παρά γε τῷ Λάβαν, ὁ δὲ θεσπέσιος Ἰακὼβ ἐπὶ τὸ ἔτι μεῖζόν τε καὶ ὑπερτεροῦν ἀσυγκρίτως, τουτέστι Χριστὸν, ἀνακομίζει τὸ νόημα, Βουνὸς μάρτυς ὀνομάσας τὸ γεγενημένον. Κεφαλὴ γὰρ τῶν πιστευόντων αὐτὸς ὁ Χριστός. Ὅτι δὲ σώζοντι τοὺς ἰδίους τῷ πάντων Σωτῆρι Χριστῷ, καὶ τῆς ἐν κόσμῳ κακίας ἐξάγοντι, καὶ ἡ τῶν ἀγγέλων παρέσται πληθὺς λειτουργοῦσα, δῆλον δὲ ὅτι καὶ τὴν τεταγμένην αὐτοῖς ἀποπληροῦσα δουλείαν, ἀναμάθοι τις ἂν εὐκόλως καὶ διὰ τῶνδε πάλιν. Ἀποχωροῦντος γὰρ ἤδη τοῦ Λάβαν, οἴκαδέ τε ὑπονοστοῦντος εἰρηνικῶς, Ἀναβλέψας, φησὶν, Ἰακὼβ εἶδε παρεμβολὴν παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδε αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Παρεμβολαί. Γέγραπται δὲ ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Καὶ πάλιν, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Σώζει δὴ ἅπαντας τοὺς ἀγαπῶντας αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἔτι περὶ τοῦ Ἰακώβ.

αʹ. Οὐκ ἀθαύμαστος μὲν τῶν ἁγίων ὁ τρόπος παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις· τὸ δὲ τῆς ἐκείνων πολιτείας εὐκλεὲς παρὰ μὲν παντὸς οἰχήσεται λόγου. Γένοιτο δ' ἂν τοῖς ἐθέλουσι εὐσεβεῖν ὑποτύπωσις ἀγαθὴ, τὸ τίνα χρὴ τρόπον κατ' εὐθὺ φέρεσθαι τοῦ εἰκότος καὶ ἁνδάνοντος Θεῷ, διατρανοῦσα ποικίλως. Χρῆναι γὰρ ἔγωγέ φημι, μᾶλλον δὲ καὶ αὐτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τῶν ἀρχαιοτέρων ἁγίων ἀναθεωροῦντας ὀρθῶς τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθαι τὴν πίστιν· μόνον δὲ οὐχὶ καὶ κατ' ἴχνος ἰέναι τῆς ἐνούσης αὐτοῖς ἀρετῆς. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοὺς μὲν ὅσοι τεχνῶν γεγόνασιν ἐπιστήμονες τῶν βασιλικῶν, καθηγητὰς εἰς τοῦτο ποιεῖσθαι τοὺς πρὸ αὐτῶν, καὶ ζηλοῦν ἐπείγεσθαι τοὺς ὅτι δὴ μάλιστα τὸ ἐπιεικὲς ἐν ταύταις ἠκριβωκότας· ἡμᾶς δὲ αὐτοὺς, οἷς τὸ κατορθοῦν ὁ σκοπὸς τὴν ἀρετὴν, μὴ οὐχὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐνερείδοντας ταῖς τῶν ἀρχαιοτέρων ἐπιεικείαις ἀναμάττεσθαι τρόπον τινὰ παρ' αὐτῶν τὰ δι' ὧν ἂν ἔσοιτό τις παρὰ Θεῷ δοκιμώτατος, καὶ τῆς εὐαγοῦς πολιτείας ἐπιστήμονα τὸν οἰκεῖον αὐτὸς ἀπεργάσοιτο νοῦν. Προκείσθω δὴ οὖν οὐδενὸς ἧττον ἡμῖν ὁ θεσπέσιος Ἰακὼβ, ἀνεπίπληκτον μὲν ὡς ἐνῇ, καὶ τῷ καιρῷ πρέπουσαν τῷ τηνικάδε φημὶ ὁδὸν διαστείχων τὴν ὡς ἔν γε πολιτείᾳ ζωῆς, συλλήπτορα δὲ καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχων Θεὸν, πόνοις μὲν ἔσθ' ὅτε περιτυχεῖν ἐφιέντα χρησίμως· οὐ γὰρ ἂν ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ εἰς ἀρετὴν αὐχήματα· μετὰ δέ γε τὰ γυμνάσματα στεφανοῦντα ταῖς εὐθυμίαις, καὶ οἷά τινα τῶν ἄγαν εὐσθενεστάτων ἀγωνιστῶν τῇ τῶν ἄθλων ἀμφιλαφείᾳ καταπλουτίζοντα. Μὴ γὰρ εἴπῃς κατὰ σαυτόν· Ἀνθ' ὅτου μὴ ἄπονον ἐδωρεῖτο Θεὸς τοῖς ἁγίοις τὸ κατευφραίνειν εἰδός; Τοῦτο γὰρ ἦν ἀγυμνάστους ἐᾷν, καὶ ἥκιστα μὲν μισθὸν ἀρετῆς ἀπονέμειν αὐτοῖς τὸ εὖ εἶναι τυχόν· ἀβασανίστου δὲ μᾶλλον θελημάτων ῥοπῆς ποιεῖσθαι καρπὸν τὸ ἐπ' αὐτοῖς εὐμενὲς, καὶ τὴν λαμπράν τε καὶ ἀξιόληπτον τῶν χαρισμάτων φιλοτιμίαν. Ἔδει δὲ μᾶλλον εὐδοκιμοῦντας ὁρᾶσθαι, καὶ ἔργοις αὐτοῖς ἀξίους προαναφαίνεσθαι τῶν παρὰ Θεοῦ· προκεῖσθαι δὲ ὥσπερ καὶ τοῖς μετ' αὐτοὺς εἰς παράδειγμά τε καὶ ὑποτύπωσιν ἐναργῆ τοῦ δεῖν ἑλέσθαι φιλεργεστάτους εἶναι καὶ νεανικοὺς, ἐννοοῦντας ὅτι τοῖς μὲν ἀταλαίπωρον καὶ κατεγνωσμένον διαβιοῦσι ζωὴν, οὐδεὶς ἂν γένοιτο μισθὸς, ἕψεται δὲ πάντως τὰ πάντων ἐξαίρετα, τοῖς ὅτι μάλιστα φιλοπονωτάτοις, καὶ ἱδρῶτα τὸν ἐπ' ἀγαθοῖς τῶν ἡδίστων τῶν ἐν βίῳ προτετιμηκόσι. Οὕτω τις ἔφασκε τῶν σοφῶν· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον. Τίκτει μὲν γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸ γεγραμμένον. Ἑψόμεθα δὲ δὴ τῷ προκειμένῳ σκοπῷ.

βʹ. Μετὰ τὴν τοῦ Λάβαν τοίνυν ἀποχώρησιν τὴν ἐκ τοῦ ὄρους Γαλαὰδ, εἰς τὴν ἐνεγκοῦσαν ἠπείγετο, καὶ διασπεύδειν ἤθελεν ὁ θεσπέσιος Ἰακώβ. Ἀπηλλαγμένος δὲ μόλις τῆς Λάβαν ἐφόδου, καὶ ἀναπνεύσας βραχὺ, χαλεπωτέροις εὐθὺς περιπίπτει δείμασι. Ἐπειδὴ γὰρ ἔδει τῆς Μεσοποταμίας ἀπαίροντα, καὶ εἰς γῆν Χαναὰν ἀποτρέχοντα, διὰ μέσης ἰέναι τῆς Σηεὶρ, ἐν ᾗ κατῴκησεν Ἡσαῦ, περιδεὴς δὲ ἄγαν ἦν. Οὐ γὰρ ἠγνόει λελυπηκὼς τῆς τε εὐλογίας ἕνεκα, καὶ αὐτῶν δὲ τῶν πρωτοτοκίων. Τίνα δὲ τρόπον τὴν ἐπὶ τούτοις λύπην ἀπεσκευάζετο, καὶ εἰς ἀγάπην καὶ ἡμερότητα καθίστη τὸν ἀδελφὸν, πῶς οὐκ ἄξιον ἐδεῖν, καὶ πρός γε τούτῳ θαυμάσαι; Γέγραπται τοίνυν· Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδὼμ, καὶ ἐνετείλατο αὐτοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν· καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες καὶ παιδίσκαι. Καὶ ἀπέστειλα ἀγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες· Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἔρχεται εἰς συνάντησιν, καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο. Καὶ διεῖλε τὸν λαὸν τὸν μεθ' ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ ἐκκόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. Εἶπε δὲ Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸςτοῦ πατρός μου Ἰσαὰκ, Κύριε, ὁ εἰπών μοι, Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω, ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δὲ εἶπας· Καλῶς σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Συνιεῖς ὅπως ὑποτρέχει θωπικῶς τὸν Ἡσαῦ, μόνον δὲ οὐχὶ περισαίνει λελυπημένον, καὶ ὑποκλέπτειν πειρᾶται διά γε τοῦ χρηστοεπεῖν τὸ ἀκρατὲς τῆς ὀργῆς. Καίτοι γὰρ τὸ ἐν ἀμείνοσι εἶναι λαχὼν διὰ τὴν τοῦ πατρὸς εὐλογίαν, καὶ τῇ τῶν πρωτοτόκων δόξῃ προκεκριμένος, καὶ Θεὸν ἔχων ἐπαρωγὸν καθυφίκοιτο ἁγιοπρεπῶς, ἐκεῖνό που πάντως κατορθοῦν ᾑρημένος· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Λόγος μὲν γὰρ ἔσθ' ὅτε καὶ τραχὸς καὶ ἀνάντης καὶ ὑπεροψίας ἔμπλεως ἀφόρητος ἔσται τισίν. Ὡς δὲ σοφὸς ἔγραφε Παροιμιαστὴς, Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν. Καί μοι βλέπε τοῦ δικαίου τὸ εἰς εὐσέβειαν εὐτεχνές. Ἀποστέλλει μὲν γὰρ ἀγγέλους εἰρήνην αἰτήσοντας, καὶ τρυφερωτάτους πρὸς τὸν Ἡσαῦ διακομίσοντας λόγους· ἄνω τε γὰρ καὶ κάτω προστέταχε λέγειν· Τάδε λέγει ὁ παῖς σου ὁ Ἰακώβ. Τρέπεται δὲ πάλιν αὐτὸς εἰς εὐχὰς, καὶ τὴν ἀεὶ σώζουσαν ἐπικουρίαν αὐτῶν οὐ διαλιμπάνει. Ἐμπεδοῖ δὲ, ὅτι τὴν εἰς τὸ μᾶλλον ἐλπίδα τῶν ἤδη παρῳχηκότων ἡ πεῖρα διεσάφει, λέγων· Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. Ἔφη γὰρ, ὅτι Αὐτὴν μόνην τὴν οἴκοθεν ἔχων ῥάβδον διέβην τὸν Ἰορδάνην, καὶ πολλῶν γέγονα δεσπότης, τὸ σὸν ἔχων εὐμενὲς, ὦ ∆έσποτα. Εἰσόμεθα διὰ τού των τοίνυν καὶ ἡμεῖς, ὅτι πράους εἶναι δεῖ καὶ εἰρηνικοὺς, καὶ διὰ παντὸς θηρᾶσθαι τρόπου τὸ διαζῇν ἀμαχί. ∆οῦλον γὰρ Κυρίου, φησὶν, οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, κατὰ τὸ γεγραμμένον. Ἀποκεχρῆσθαι μὲν γὰρ καὶ ταῖς ἀνθρωπίναις ἡμᾶς εὐτεχνίαις εἰς τὸ ἀγαθὸν, τὸ ἀπεῖργον οὐδὲν, εἴη δ' ἂν, οἶμαι, τῶν λίαν ἐπαινουμένων. Ζητεῖν δὲ ἀνάγκη, κἂν εἰ τοῦτο γένοιτο παρ' ἡμῶν, τὴν παρὰ Θεοῦ φροντίδα, καὶ τὴν ἄνωθεν ἐπικουρίαν, οὐ φρονοῦντας τὰ ὑψηλά· διενθυμουμένους δὲ μᾶλλον τὸ γεγραμμένον· Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν. Οὕτω φρονεῖν τε καὶ δρᾷν ᾑρημένοι τὰ ἐκ τῆς εἰρήνης κερδανοῦμεν ἀγαθὰ, καὶ τοὺς καθ' ἡμῶν ἀγριαίνοντας εἰς ἡμερότητα μεταστρέψομεν. Θῆρες γὰρ ἄγριοι, φησὶν, εἰρηνεύσουσί σοι. Τοῦτο πέπραχεν Ἰακώβ. Οὐ γὰρ μόνοις τὸν ἀδελφὸν αἱμύλοις καὶ ἁπαλοῖς ἐκμειλίσσεται λόγοις, ἀλλὰ καὶ ξενίων καὶ τῶν ὄντων ἐποιεῖτο κοινωνὸν, μερίδα λιπαρωτάτην ἀπονέμων αὐτῷ, πρόβατά τε καὶ βόας, αἶγάς τε καὶ ὄνους, καμήλους καὶ μόσχους. Κρείττων γὰρ εἰρήνη χρημάτων, καὶ προοιχέσθω φιλίας τῆς εἰς ἀδελφοὺς τῶν προσκαίρων ἡ κτῆσις. Καὶ γοῦν ἐδεδίει μὲν, ὡς ἔφην, ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἀδελφὸν Ἡσαῦ, καὶ ὡς αὐτίκα δὴ μάλα τὰ ἐξ ὀργῆς πεισόμενος, ἄθυμος ἦν, καὶ φθόνον πατήσας τὸν ἐν ἀρχαῖς περιέφυ τὸν Ἰακὼβ, καὶ σὺν δακρύοις ἠσπάζετο, καὶ τοῖς φύσεως νόμοις τὸ βραδύνειν δύνασθαι τὰ εἰς ἀγάπην ἐδίδου. Γέγραπται γὰρ, ὅτι Καὶ προσδραμὼν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι. Καὶ ταῦτα δὴ πάντα τὰ πραότητος κατορθώματα, καρπὸς ὑφειμένου καὶ ἀφιλοκόμπου φρονήματος, καὶ ξένιον εὐμενείας Θεοῦ τοῖς ἀγαπῶσι αὐτὸν, καταψιλοῦντος τὸ ἄναντες, καὶ καταλεαίνοντος τὸ τραχὺ, καὶ ταῖς εὐθυμίαις καταπιαίνοντος τοὺς αὐτῷ προσκεῖσθαι σπουδάζοντας. Ἀλλ' οἶμαι δὴ δεῖν εἰς θεωρίαν πνευματικὴν ἡμῖν μεταπλάττεσθαι τὸ διήγημα. Καὶ φέρε δὴ λέγωμεν ἀνόπιν ἰόντες, καὶ εἰς ἀρχὴν ἀνατρέχοντες τοῦ παντὸς λόγου. Σαφὲς γὰρ ἂν γένοιτο τοῖς χρηστομαθεῖν ᾑρημένοις τὸ Χριστοῦ μυστήριον.

γʹ. Φονῶντα τοίνυν τὸν ἀδελφὸν καὶ θηριωδῶς ἀγριαίνοντα δεδειὼς, ὡς εἰκότως, ὁ θεσπέσιος Ἰακὼβ, τὴν εἰς Χαῤῥάν τε καὶ Λάβαν ἀποδημίαν ἐστέλλετο, συναινοῦντος αὐτῷ τὴν ἀποδρομὴν τοῦ πατρὸς, τουτέστι τοῦ Ἰσαάκ. Ἐδόκει γὰρ ὧδε παρακρούσασθαι δεῖν τοῦ λελυπημένου τὴν ἔφοδον. Ἀφιγμένος δὴ οὖν πρὸς Λάβαν, ἐμνηστεύετο μὲν τὰς τοῦ ἀνδρὸς θυγατέρας, Λείαν τε φημὶ καὶ Ῥαχὴλ, καὶ δὴ καὶ τέκνων ἐπλούτει γονὴν, καὶ θρεμμάτων ἀγέλας, καὶ πρὸς τούτοις ἔτι τὴν ἑτέραν οὐσίαν. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο λοιπὸν εὐθυνίας, οἶκον ἴδιον ἔχειν ἐσκέπτετο, καὶ ἀπαίρει μὲν τῆς Χαῤῥὰν καὶ τῆς Λάβαν ἑστίας, ὁμοῦ τοῖς πεπορισμένοις, καὶ μὴν καὶ μέρα γυναικῶν καὶ τέκνων. ∆ιώκοντος δὲ τοῦ Λάβαν, κατελαμβάνετο μὲν, συνετίθει δὲ τὰ πρὸς εἰρήνην, καὶ τῆς ἀγάπης τὸν σύνδεσμον ἐβεβαίου Χριστός. Ἀνεστηλοῦτο γὰρ ὁ λίθος εἰς τύπον αὐτοῦ. Εἶτα μετὰ τοῦτο μεταθέοντος οἶκαδε λοιπὸν καὶ ἀποιχομένου τοῦ Λάβαν, συμβέβηκεν εἰς εἰρήνην καὶ αὐτῷ τῷ πάλαι φονῶντι καὶ ἀγριαίνοντι, τουτέστιν Ἡσαῦ. Κατησπάζοντο γὰρ ἀλλήλους, καταχωννύντες τρόπον τινὰ ταῖς εἰς φιλαλληλίαν συνδρομαῖς, τὴν ἐπὶ τοῖς φθάσασι δυσθυμίαν. Ἐν τούτοις μὲν ὁ σύμπας τῆς ἱστορίας διεπεραίνετο λόγος, μεμνήμεθα δὲ καὶ ἡμεῖς τῷ μὲν Ἰακὼβ τὸ αὐτοῦ τοῦ Χριστοῦ περιθέντες πρόσωπον, εἰς δέ που καὶ τὸ τῶν ἐν πίστει δεδικαιωμένων. Τὸν δέ γε Ἡσαῦ ἀνατυποῦν ἔφαμεν ἐφ' ἑαυτῷ τὸν ἐκ περιτομῆς καὶ ἐν νόμῳ λαόν· μάλισθ' ὅτι καὶ αὐτὸς ὁ πάντων ∆εσπότης Θεὸς ἐν ὠδῖσιν ἔτι τὴν τῶν νεανίσκων ἐχούσῃ δυάδα, τῇ Ῥεβέκκᾳ φησί· ∆ύο ἔθνη καὶ δύο λαοὶ ἐκ κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὃ δὴ καὶ τετέλεσται διὰ Χριστοῦ. Πρῶτοι γὰρ ὄντες ὡς κατὰ χρόνον οἱ ἐξ Ἰσραὴλ, ὠνομασμένοι διὰ τοῦτο πρωτότοκοι, κατόπιν γεγόνασι, καὶ εἰς νῶτον τέθεινται τῶν διὰ πίστεως ἐν Χριστῷ, οἳ καὶ τὴν τοῦ πρωτοτόκου κεκληρονομήκασι δόξαν, διὰ τὸν ἐν αὐτοῖς πρωτότοκον, εἰ καὶ ἔστι μονογενὴς, ᾧ καὶ σύμμορφοι γεγόνασι, τὴν διὰ πνεύματος ἀναγέννησιν ἔχοντες εἰς ἀφθαρσίαν τε καὶ ἁγιασμόν. Φθόνῳ οὖν διακεκαυμένος, Ἡσαῦ, τουτέστιν ὁ Ἰσραὴλ, ἐδίωκε τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Χριστόν. Ἀδιαφορεῖ δὲ, ὡς ἔφην, ἐν τούτοις ἡμῖν ὁ λόγος, τὸ πρέπον ἀεὶ θηρώμενος, καὶ ποτὲ μὲν εἰς Χριστὸν ἀναφέρων τὸν Ἰακὼβ, ποτὲ δὲ εἰς τὸν νέον ἐν πίστει λαόν. ∆εδιωγμένος δὲ τρόπον τινὰ καὶ οὐχ ἑκὼν ὁ Χριστὸς εἰς τὴν τῶν ἐθνῶν ἀπεδήμησε χώραν, διαῤῥήδην ἀνακεκραγώς· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγεννήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Ἀλλὰ καὶ ταῖς ἐν τῷ κήπῳ γυναιξὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐξ ἡμερότητος καὶ φιλανθρωπίας ἑαυτὸν ἐμφανῆ καθίστη, λέγων· Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. Ἀφιγμένος δὴ οὖν εἰς τὴν Γαλιλαίαν, καθὰ καὶ ὁ θεσπέσιος Ἰακὼβ εἰς Χαῤῥὰν, ἐποίμαινε τὰ πρόβατα Λάβαν, τουτέστι τοῦ κόσμου, τοῦ τῇ κτίσει λελατρευκότος, καὶ πεπλανημένου, καθὰ καὶ ὁ Λάβαν. Ἐκεῖ γεγονὼς, οἷά τις νυμφίος εἰσοικίζεται νοητῶς παρθένον ἁγνὴν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τουτέστι Ῥαχὴλ, συνεισάγων αὐτῇ καὶ τὴν ἤδη διὰ νόμου προκατεζευγμένην αὐτῷ, τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἧς τύπος ἡ Λεία. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, εἰ καὶ μὴ πᾶσα τυχὸν ἡ πληθὺς τὴν διὰ πίστεως ἐν Χριστῷ τετίμηκε χάριν. Ἀναδεδειγμένος δὴ οὖν ὁ νυμφίος παρὰ τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ ἀναγεννήσας τῇ χάριτι πλείστους ὅσους εἰς υἱοθεσίαν ἐν πνεύματι, καὶ θρεμμάτων λογικῶν οὐκ εὐαρίθμητον ἀληθῶς ἀθροίσας ἀγέλην, ἐδιώχθη παρὰ τοῦ κόσμου. Πεπολεμήκασι γὰρ τῇ δόξῃ Χριστοῦ τῶν ἐν κόσμῳ τινὲς τὰς ὑπερτάτω τιμὰς ἀνειμένοι, καὶ δυσκατ αγώνιστον ἐπὶ γῆς ἐσχηκότες τὴν δυναστείαν. Ἀλλὰ καὶ τούτου ἡ θεία δεδυσώπηκε χάρις. Συνέβη δὲ καὶ ὁ κόσμος εἰς εἰρήνην Χριστῷ, καθὰ καὶ ὁ Λάβαν τῷ Ἰακώβ. Ἀλλ' ἐν ὑστέροις καιροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸν οἰκειώσεται τὸν πάλαι διώκτην Ἰσραὴλ, καθάπερ ἀμέλει καὶ ὁ Ἰακὼβ τὸν Ἡσαῦ, μετὰ τὴν ἐκ τῆς Χαῤῥὰν ἐπάνοδον ἠσπάζετο. Ὅτι γὰρ εἰσδεχθήσεται μετὰ καιροὺς καὶ αὐτὸς ὁ Ἰσραὴλ εἰς ἀγάπησιν τὴν ἐπὶ Χριστῷ διὰ πίστεως, ἐνδοιάσαιμεν ἂν ἥκιστά γε τοῖς τῆς θεοπνεύστου Γραφῆς εἴκοντες λόγοις. Ἔφη γάρ που δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων ∆εσπότης· ∆ιότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων, καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα ἑαυτῶν, καὶ ἐλπίσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου ἡμερῶν. Συλλέγοντος γὰρ ἔτι τοὺς ἐξ ἐθνῶν πεπιστευκότας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, κατηρέμησέ πως ὁ Ἰσραὴλ, οὐ νόμον ἔχων τῶν πρακτέων τὸν βραβευτὴν, οὐ τῷ θείῳ θυσιαστηρίῳ τὰ νενομισμένα προσφέρων· περιμένων δὲ, ὥσπερ ἐκ τῆς τῶν ἐθνῶν κλήσεως ὑποστρέφοντα Χριστὸν, ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ αὐτὸν διὰ πίστεως εἰσοικίσασθαι, καὶ τῷ τῆς ἀγάπης νόμῳ μονονουχὶ καὶ συνθῆσαι τοῖς ἄλλοις. Ἐπιτήρει γὰρ, ὅτι χαίρων ἐπὶ τέκνων γοναῖς, καὶ πολλαῖς θρεμμάτων ἀγέλαις, ὑποστρέφει μὲν ἐκ Χαῤῥὰν Ἰακὼβ, ἐκδέχεται δὲ οὕτω λοιπὸν καὶ αὐτὸν εἰς ἀγάπησιν τὸν Ἡσαῦ. Ἐπιστρέψει τοίνυν κατὰ καιροὺς μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ὁ Ἰσραὴλ, καὶ αὐτὸν δὲ τὸν ἐν Χριστῷ πλοῦτον θαυμάσει. Ἔνεστι γὰρ εὐκόλως διὰ τῶν ἱστορικῶς πεπραγμένων καὶ τοῦτο αὐτὸ τοῖς ἐθέλουσι καταθρεῖν. Ἀπέστειλεν Ἰακὼβ ξένια τῷ Ἡσαῦ μετατιθεὶς εἰς ἀγάπησιν, καὶ ταῖς τῶν δώρων φιλοτιμίαις. Προσαπέστειλε δὲ καὶ ἀγγέλους εἰρηνικοὺς πρὸς αὐτὸν ἐρῶντας λόγους. Καὶ ὅτι παρέσται, καὶ οὐκ εἰς μακρὰν τὰ εἰς φιλίαν αὐτῶν καταστήσοντα, ἐναργὲς ἀποπεραίνει κατὰ καιροὺς καὶ τοῦτο ὁ Χριστός. Ἔφη γάρ που πρὸς Ἰουδαίους διὰ φωνῆς προφήτου· Καὶ ἰδοὺ, ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Ἐκεῖνος ἐλθὼν ἐντρέψει μου κατὰ τὸ εἰκὸς τὸν δυσάγωγον Ἰσραὴλ, ἀποστήσει τῆς ἀρχαίας ὀργῆς, φίλον κατασκευάσει καὶ εἰρηνικὸν τῷ Χριστῷ, μονονουχὶ καὶ παρόντα δεικνύων τῆς παρ' αὐτοῦ φιλοτιμίας τὰ ξένια, τουτέστι, τὴν τῶν πιστευόντων ἐλπίδα. Οὐ γὰρ εἰς μῆκος ἔτι καιρῶν τὰ τῆς ἐπαγγελίας οἰχήσεται τοῖς τηνικάδε πιστεύουσιν, ἀλλὰ γείτων ἡ δωρεὰ, καὶ κατὰ πόδας ἡ χάρις. Καταργουμένου μὲν εὐθὺς τοῦ τῆς ἁμαρτίας υἱοῦ, καταφοιτῶντος δὲ μετὰ τῶν ἁγίων ἀγγέλων ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἔτι περὶ τοῦ Ἰακώβ.

αʹ. Κατῴχετο μὲν ἡ ἀνθρώπου φύσις διὰ τῆς ἁμαρτίας εἰς θάνατον. Ἐπειδὴ δὲ εἰς ἅπαν τοῦ σώζειν εἰδότος ἀπενοσφίζετο, μονονουχὶ καὶ δορύληπτος ἦν ὁ κατ' εἰκόνα τὴν θείαν τετεχνουργημένος, καὶ τῷ τῆς δουλείας ἄχθει κατεφορτίζετο. Ὑπετίθει γὰρ δὴ καὶ οὐχ ἑκὼν τὴν αὐχένα τῷ πλεονεκτήσαντι Σατανᾷ, ὃς καὶ ἐκ πολλῆς λίαν τῆς ἀγερωχίας (ὑπέροφρυ γὰρ τὸ πνεῦμα τὸ πονηρὸν), ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐπὶ τῆς γῆς κατεθρασύνετο, λέγων· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπει μοι. Βεβασίλευκε γὰρ ἐκ πλεονεξίας, ὡς ἔφην, καὶ ὠνόμασται Θεὸς τοῦ αἰῶνος τούτου. Προσκεκύνηκε γὰρ ὁ κόσμος αὐτῷ, καὶ λελάτρευκε τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐπειδὴ δὲ καὶ εἰς τοῦτο ἐνηνεγμένους ταλαιπωρίας κατηλέει Θεὸς, ἀποστέλλειν ἡμῖν τὸν Υἱὸν ἐξ οὐρανοῦ ἐπηγγέλλετο, τὴν ἀνθρώπου φύσιν ἀνακομίσαντα πάλιν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς. Καινὴ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς Γραφάς. ∆ιακομισταὶ δὲ τῶν εἰς ἡμᾶς ἀγαθῶν λόγων γεγόνασιν οἱ μακάριοι προφῆται, Ὑπὲρ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα καὶ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας, οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά. Γράφει γὰρ οὕτως τοῦ Σωτῆρος ὁ μαθητής. Καὶ πολὺς μὲν ὁ παρ' αὐτοῖς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως λόγος, καὶ ὅτι κατὰ καιροὺς ἀφίξεται λυτρωτής. Πρὸς εὐμάθειαν δὲ τῶν ἐντευξομένων ὀλίγα περ ἐνεγκεῖν τὸ λυποῦν οὐδέν. Ἐπίκλημα δὲ τοῖς Ἰουδαίων δήμοις τὸ χρῆμα ποιεῖσθαι πρέποι ἂν, ὡς ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. Καίτοι γὰρ ἐνὸν ἐκ προφητικῶν τοῦ Σωτῆρος καταθρῆσαι λόγων τὴν ἄφιξιν, μᾶλλον δὲ τάχα που καὶ συνιέντες οἱ τάλανες καὶ ἐξ αὐτῆς τῆς ἐν νόμῳ σκιᾶς, ἀντεφέροντο δυστρόπως τοῖς θεόθεν κεχρησμῳδημένοις, καὶ αὐτῷ τῷ Χριστῷ, ἢ καὶ ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφός· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, μηδὲ συνιῶσι. Καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἔφη τοίνυν, μᾶλλον δὲ καὶ αὐτὸν ἡμῖν εἰσκεκόμικε τὸν Ἐμμανουὴλ ἐν ἰδίαις συγγραφαῖς ὁ θεσπέσιος Ἡσαΐας λέγοντα σαφῶς· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Ταῦτα γὰρ γέγονε τὰ λαμπρὰ τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα. Ὠσηὲ δὲ πάλιν ἔφη που περὶ αὐτοῦ· Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραήλ. Πλεῖστοι μὲν γὰρ ὅσοι κατὰ καιροὺς οἱ παρὰ τοῖς Ἰουδαίοις καθηγηταὶ μόνοις τιμᾷν τοῖς χείλεσι ἀνα πείθοντες τὸν τῶν ὅλων Θεὸν, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων τοὺς ὑπὸ χεῖρα λαούς. Μία δὲ ἡ κατὰ πάντων τε καὶ ἐπὶ πάντας ἀρχὴ τέθειται Χριστὸς, καὶ ἀνέβημεν ἐκ τῆς γῆς, τουτέστι, τὰ ἄνω φρονεῖν δεδιδάγμεθα. Μεγάλη γὰρ ἀληθῶς ἡ ἡμέρα τοῦ Ἰεζραὴλ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι τοῦ Υἱοῦ. Ταύτης δὲ ἡμῖν τῆς ἡμέρας διεμέμνητο λέγων καὶ ὁ θεσπέσιος ∆αβίδ· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Καὶ προσέτι Παῦλος ἡμῖν ὁ σοφώτατος· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡ ἡμέρα σωτηρίας, καθ' ἣν δηλονότι καὶ σεσώσμεθα, Χριστοῦ καλοῦντος εἰς τοῦτο. Ὡς γὰρ ὁ σοφὸς εἴρηκε μαθητής· Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Πεύσῃ δὲ λέγοντος καὶ Ἱερεμίου σαφῶς· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν· βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθότως. Καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδὲκ, ἐν τοῖς προφήταις. Βεβασίλευκε γὰρ ἐφ' ἡμᾶς δίκαιος βασιλεὺς ὁ Χριστὸς, κρῖμα πεποίηκε καὶ δικαιοσύνην, ἀπαλλάξας ἁμαρτιῶν τοὺς ἠπατημένους, καὶ καταδικάσας τὸν ἐχθρὸν τοῦ πλεονεκτήσαντος Σατανᾶ. Τοὔνομα δὲ αὐτῷ Ἰωσεδὲκ, τουτέστι, δικαιοσύνη Θεοῦ. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Θεὸς καὶ Πατήρ· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθήσεται. Ἔλεος γὰρ καὶ δικαιοσύνη γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, ὃν αὐτῷ δὴ τούτῳ τῷ ὀνόματι καὶ ὁ λαμπρὸς τῶν ἁγίων ἀπεκάλει χορός. Ὁ μὲν γὰρ μακάριος Σαμουὴλ, ὁ διαβόητος ἐν προφήταις, προσελάλει τοῖς ἐξ Ἰσραὴλ, λέγων· Καὶ ἰδοὺ, ἐγὼ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. Ἰδοὺ ἐγὼ, ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον Κυρίου, καὶ ἐνώπιον Χριστοῦ αὐτοῦ. Καὶ πάλιν· Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐδέν. Σαφεστέρως δὲ καὶ ὁ μακάριος ∆αβὶδ τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καὶ καταιτιᾶται λέγων· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Κενὰ γὰρ ὄντως τὰ τῆς Ἰουδαίων ἀμαθίας κατὰ Χριστοῦ βουλεύματα. Οὐ γὰρ ἂν ἀπέθανεν ἡ ζωὴ, οὐδ' ἐν ταῖς ᾅδου πύλαις γέγονε κάτοχος, ὁ καὶ τοῖς κάτω πνεύμασιν εἰπών· Ἐξέλθητε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Κατεθρήνει δὲ καὶ τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἱερεμίας, ὡς ἀνοσίαν, ὡς Κυριοκτόνον, ὡς βέβηλον, ὡς ἀχάριστον. Ἔφη γὰρ οὕτω· Πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὖ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. ∆έον γὰρ ἑλέσθαι τὴν διὰ πίστεως χάριν, ὡς ὁδὸν σωτήριον, θεομαχοῦντες ἡλίσκοντο. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Γενεσιουργὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθιεὶς ἑαυτὸν εἰς κένωσιν, κέχρισται παρὰ τοῦ Πατρὸς, καὶ γέγονε καθ' ἡμᾶς. Καὶ ὁ τῆς κενώσεως σκοπὸς, εἰς τὸ διασῶσαι τοὺς ἐπὶ τῆς γῆς. Καὶ γοῦν ὁ προφήτης Σοφονίας εὐηγγελίζετο, λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος Ἰσραὴλ ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι. Οἱ δὲ ἀπειθεῖς καὶ ἄτεγκτοι, καὶ πέρα παντὸς ἰόντες θράσους, πεπαρῳνήκασιν εἰς αὐτὸν τὰ πάντων αἴσχιστα, καὶ δρῶντες εὐκόλως καὶ βουλευόμενοι προαλέστερον. Τοιγάρτοι καὶ ἐκτετίκασι μὲν τῶν πλημμελημάτων τὰς δίκας. Κακοὶ γὰρ κακῶς ἀπολώλασι. Πλὴν οὐκ εἰς ἅπαν. Ἠλένηται γὰρ, καὶ σέσωσται τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν.

βʹ. Ὅτι τοίνυν ταῦτα τοῦτον ἕξει τὸν τρόπον κατὰ καιροὺς, ὁ θεσπέσιος Ἰακὼβ ἐδιδάσκετο, Θεοῦ τὸ χρῆμα διαμορφοῦντος ἀστείως. Καὶ ὅπως, ἐρῶ, ἀνατιθεὶς δὲ ἀναγκαίως τὰ ἐξ ἱερῶν Γραμμάτων· ἔχει δὲ οὕτως· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβὼ[χ], καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ, ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σού ἐστιν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομα σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀπάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν αὐτὸν τὸ εἶδος τοῦ Θεοῦ. Αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ. ∆ιεβίβασε τὸν Ἰαβὼχ, ἤτοι τὸν χειμάῤῥουν, ὁ θεσπέσιος Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ αὐτὸς ἀπομεμένηκε μόνος. Εἶτα τὸ χρῆμα, πῶς οὐκ ἄξιον ἰδεῖν; Φέρε οὖν καταθρήσωμεν τὴν αἰτίαν. Κατ' εὐθὺ γὰρ οὗτος ὁ λόγος ἡμῖν τῶν πνευματικῶν οἰχήσεται.

γʹ. Ἐν Ἐδὼμ καὶ Σηῒρ κατῴκησεν Ἡσαῦ, καὶ κατεκράτει τῆς γῆς, καὶ ἐν δυναστείαις ἦν ταῖς οὐκ ὑπὲρ χεῖρα τὴν Ἰακώβ. Ἐπειδὴ δὲ τῆς τῶν ποταμῶν ἀπαίροντι μέσης καὶ τῆς τοῦ Λάβαν ἑστίας, καὶ εἰς τὴν πατρῴαν ἐλθεῖν διασπεύδοντι γῆν, πᾶσά πως ἦν ἀνάγκη δι' Ἐδὼμ ποιεῖσθαι τὴν ἀποδρομὴν, οἰκονομικωτάτως λίαν τὴν πρὸς τὸν ἀδελφὸν εἰρήνην ἠσπάζετο, καὶ δὴ καὶ ἀγγέλους ξενίας ἅμα λαμπρὰς προβαδίζειν εἶπεν, ὅτι καὶ αὐτὸς ὀψόμενος ἥξει, προσερῶν τε ἅμα προκαταμηνύειν ἐκέλευε δώροις τε καὶ λόγοις τιθάσσων ἀποφαίνει τὸν πάλαι φονῶντα καὶ ἀγριαίνοντα. Ἐπειδὴ δὲ παρῆσαν οἱ προεσταλμένοι, λέγοντες· Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ καὶ ἰδοὺ αὐτὸς ἔρχεταί σοι εἰς συνάντησιν, καὶ υʹ ἄνδρες μετ' αὐτοῦ· περιδεὴς δὲ ἦν ἄγαν ὁ θεσπέσιος Ἰακώβ· οὐ γὰρ ἔχων εἰδέναι σαφῶς ποτέρῳ δὴ φίλῳ καὶ εἰρηνικῷ περιτεύξεται, ἢ ὡς οὐδὲν ἧττον ἀνεπτοημένῳ πρὸς τὸ αὐτῷ σύνηθες θράσος, καὶ τὰ ἐκ φθόνου δρᾷν ᾑρημένῳ· ∆ιεβίβασεν ὁ Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ ἀπομεμένηκε μόνος· ἐκεῖνο, οἶμαί που, πάντως καθ' ἑαυτὸν ἐννενοηκὼς, ὡς εἰ μὲν ὀφθείη χρηστός τε καὶ πρᾶος, χαλεπὸν οὐδὲν παρεῖναί τε καὶ προσειπεῖν, διαβιβασθέντα πάλιν γύναιά τε καὶ τέκνα. Εἰ δὲ ἥκοι σκληρὸς καὶ δύσερις ἔτι, καὶ τοῦ φονᾷν οὐκ ἀμείνων, φείσεται μὲν νηπίων, καὶ τὸ τῶν γυναίων ἐλεήσει δάκρυον· καταλαβὼν δὲ μόνον αὐτὸν, ἐκπλήσει τὰ ἐκ θυμοῦ, καὶ ἀποχρῶν ἔσται πρὸς ἄρκεσιν αὐτῷ τοῦ λελυπηκότος ὁ θάνατος. Πλὴν ὅτι καὶ ἐλπίδος ἐπέκεινα τοῦτο αὐτῷ προβέβηκε δυνάμει Θεοῦ, ὡς φθάσαντες ἤδη προείπομεν. Ἠσπάσαντο γὰρ ἀλλήλους. Ἀπὸ τοίνυν τοῦ συμβεβηκότος, τοῦ μυστηρίου τὴν δυνάμιν ἐπαιδεύετο. Πῶς, ἢ τίνα τρόπον, ἐρῶ δὴ πάλιν, ∆ιεβίβασε μὲν γὰρ πάντα αὐτοῦ τὸν χειμάῤῥουν. Ἐπειδὴ δὲ ἀπομεμένηκε μόνος, ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Τὸν μὲν οὖν προσπαλαίοντά φαμεν ἅγιον ἄγγελον, τύπον Χριστοῦ τοῦ καθ' ἡμᾶς διὰ τὸ ἀνθρώπινον. Ὅτι δὲ μὴ καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάῤῥουν, ἤτοι τὸν Ἰαβὼχ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτοῖς ἡ δοκοῦσα μάχη. Καὶ τίς ἂν νοοῖτο πάλιν ὁ τοῦδε λόγος, ἤτοι νοῦς ὁ ἐσωτάτω; Πρὸς μὲν γὰρ τοὺς διαβαίνοντας τὸν Ἰορδάνην, οὗ καὶ εἰς τύπον ὁ Ἰαβὼχ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἢ ἀντιπάλων ποιεῖται τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. ∆ιασώζει δὲ μᾶλλον καὶ νενικηκότας τὸν κόσμον, ὡς ἐν μάχῃ τῇ, φημὶ, νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. Πάλη δὲ ὄνομα τῷ ποταμῷ. Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ, Στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ὅτι τοίνυν ἔμελλον [οἱ] ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε διαβήσεσθαι τὸν Ἰορδάνην, τουτέστι, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ ἀνοσίως ἀτιμάσαι, καὶ αὐτὸν δὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. Ὅτι γὰρ οἱ μὴ τιμῶντες τῇ πίστει καταλογισθήσονται πάντη τε καὶ πάντως εἰς ἀνθεστηκότας, πληροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ· Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστιν. Ἀλλὰ μετ' αὐτοῦ μὲν εἶεν οἱ πεπιστευκότες. Ἀληθὲς δὲ ὅτι καὶ τὸ ἔμπαλιν, πῶς ἂν ἐνδοιάσειέ τις; Πλὴν Ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ ὁ ἄνθρωπος ἕως πρωΐ, καὶ εἶδεν ὅτι οὐ δύναται πρὸς αὐτόν. Ἀκούεις, ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; Ἠλέγχετο δὲ πίπτων καὶ νικώμενος, ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ᾑρημένος, καὶ περισσεύεσθαι τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη ψάλλων καὶ ὁ θεσπέσιος ∆αβὶδ περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐσκέπτοντο, ἵνα μὴ λέγοιμι Χριστοῦ· ∆ιελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. Ἐμαχαίσατο τοίνυν ὁ Ἰσραὴλ τῷ Χριστῷ, ἐν σκότῳ γεγονὼς, τουτέστι, τὸν θεῖον νοῦν εἰς φωτισμὸν οὐκ ἔχων, οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀνίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστευόντων καρδίαις. ∆ιαμεμένηκε γὰρ ἀπειθὴς, καὶ ὡς ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Ἀλλ' ὅγε θεσπέσιος Παῦλος, τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ Πνεύματος πλουτισμὸν ἐκπεπλουτηκόσιν ἐπιστέλλει, λέγων· Οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας. Ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπεδήλου προστιθείς· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν. Οὐκοῦν, ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες, οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ μάχονται τῷ Χριστῷ. Τοῦτο πεπράχασιν οἱ ἐξ Ἰακὼβ, πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. Ἥψατο γὰρ, φησὶν, ὁ παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα, φέρε λέγωμεν. Ὡς δὲ ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπεμφαίνει μόρια, καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. Περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδογόνα κεῖται μέλη. Καὶ γοῦν ὁ μακάριος Ἀβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην γυναῖκα ληψόμενον τῷ Ἰσαὰκ εἰς τὴν τῶν ποταμῶν ἐξέπεμψε μέσην, ὀμνύειν ἐκέλευεν, οὕτω λέγων· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου· τουτέστι, Ὄμνυθι κατὰ Θεοῦ, καὶ κατὰ τῶν ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. Ὁ μηρὸς οὖν, τοὺς ἐκ μηρῶν σημαίνεται. Ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. Ἐχώλαναν γὰρ οἱ ἐκ τῶν μηρῶν αὐτοῦ γεγονότες, τουτέστιν, οἱ ἐξ Ἰσραήλ. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ διὰ φωνῆς τοῦ ∆αβὶδ, οὕτω λέγων· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Ὅτι δὲ χωλότητα νοητὴν ὑπομεμένηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος. Γράφει γοῦν καὶ αὐτός· ∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ἴασις δὲ τῆς τοιᾶσδε χωλότητος οὐκ ἂν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. Οἱ δὲ τὴν πίστιν οὐ προσηκάμενοι μεμενήκασιν ἐν χωλότητι, καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς, τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ μηρὸν πάθος ἐν τῷ παλαίειν αὐτόν. Πλὴν ὅτι ψευδοεπήσαιμεν ἂν οὔ τί που, διαβεβαιούμενοί τε καὶ λέγοντες, ὅτι τοῖς ἐν νυκτὶ καὶ σκοτεινὸν ἔχουσι νοῦν ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικὴν, ἀναμάθοι τις ἂν οὐδὲν ἧττον εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. Ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Συνίης, ὅπως οὐκ ἀνέχεται παλαίειν διαυγαζούσης ἡμέρας. Οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσι. Οἷς ἂν εἴη πρέπον, τοῖς εἰς τοῦτο λαμπρότατον διεληλυθόσι, καὶ τὸ φάναι λοιπόν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Καὶ πρός γε δὴ τοῦτο, τὸ, Πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψεις με. Ἀνίσχοντος γὰρ κατὰ νοῦν ἡμῖν τοῦ τῆς δικαιοσύνης φωτὸς, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἡμῶν ἱέντος αὐγὴν, τότε δὴ, τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα τε αὐτῷ διὰ τῆς εἰς ἅπαν ἐπιεικείας, καὶ τῆς ἄνωθεν ἐποπτείας ἑαυτοὺς ἀποφανῶμεν ἀξίους· Ὀφθαλμοὶ γὰρ Κυρίου, φησὶν, ἐπὶ δικαίους. Ὄρθρου δὴ οὖν ἀνίσχοντος ἤδη, καταλύει τὴν πάλην. Θέα δὴ ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ἰακὼβ ἀποφοιτᾶν ἐθέλοντα, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. Ὁ γὰρ ὅλως νενικηκὼς, καὶ ἀποστῆναι δυνάμενος, κἂν εἰ μὴ μεθοῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν δὲ ὥσπερ ἐπιδιδοὺς τοῦ, εἴπερ ἕλοιτο, καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, Ἀπόστειλόν με, φησί. Τούτῳ προσεοικὸς εὑρήσομεν τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον. Ἐβούλετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον (μεμοσχοποίηκε γὰρ) ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. Ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωσεῖ, κατακωλύειν, εἰ βούλοιτο, τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, Λελάληκα πρὸς σὲ, φησὶν, ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν· ἔασόν με, ἐξολοθρεύσω αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Ἐπειδὴ δὲ συνῆκεν ὁ Μωσῆς τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καί φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ταύτης ἧς ἔγραψας. Οὐκοῦν κατὰ τοιόνδε τρόπον πρὸς Ἰακὼβ εἴρηται τὸ, Ἀπόστειλόν με, παρὰ τοῦ παλαίοντος πρὸς αὐτόν. Ὁ δὲ τάχυ που συνιεὶς τίς ὁ παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει λοιπὸν τοῦ παντὸς γεγονὼς πράγματος, μεταποιεῖται λίαν, καί φησιν· Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς. Ηὐλόγηται δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ὁ ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμός. Οὐ κληθήσεται γὰρ, φησὶν, ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· [τοῦ μὲν Ἰακὼβ]σημαίνοντος τὸν πτερνίζοντα, τουτέστι, τὸν εὐδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ· τοῦ δὲ Ἰσραὴλ νοῦν ὁρῶντα Θεὸν ἑρμηνευομένου. Τίς οὖν ὁ λόγος, φέρε δὴ λέγωμεν, βραχὺ τὴν ἀφήγησιν ἀνόπιν ἀνασειράζοντες.

δʹ. Παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ παθὼν ἐν σκότῳ τὴν νάρκωσιν, τὴν ἐν μηρῷ δηλονότι, λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικῶς, διαυγάζοντος φωτὸς, καὶ ὄρθρου λοιπὸν ἤδη γεγονότος· ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτὸν, καὶ δὴ καὶ ηὐλόγηται· μετωνόμασται γὰρ Ἰσραήλ. Ἀντεξάγων γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ, τῷ τῆς ἀμαθίας, φημί. Πεπώρωτο γάρ· ἐπέγνω μόλις ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός. Ηὐλόγηταί τε παρὰ Χριστοῦ, εἰ καὶ μὴ ἅπας τυχὸν, ἀλλ' οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. Γέγονε γὰρ λεῖμμα κατ' ἐκλογὴν χάριτος τῷ Ἰσραὴλ, κατὰ τὸ γεγραμμένον, καὶ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν. Καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ ποτὲ μὲν ἦσαν Ἰακὼβ, τὸ ἀδρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, περιπνεύοντές τε γοργῶς, καὶ ὅτι μάλιστα παραιτούμενοι τὸ προσκρούειν Θεῷ. Ἄμεμπτοι γὰρ ἦσαν κατὰ δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραὴλ, τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα Θεὸν λοιπόν. Τὸ γὰρ εἰδέναι Χριστὸν, τίς δὴ ἄρα, καὶ πόθεν γέγονε καθ' ἡμᾶς, ἢ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος· τοῦτο εἶναί φημι, τῆς ἀληθοῦς θεοπτ[ε]ίας τὸ φῶς εἰσδέξασθαι κατὰ νοῦν. Ὅτι δὲ μείζων, καὶ προφερεστέρα, καὶ ἀσυγκρίτως ἀμείνων τῆς ἐν νόμῳ πολιτείας ἡ περὶ Θεοῦ γνῶσις, πληροφορήσει λέγων αὐτὸς δι' ἑνὸς τῶν προφητῶν· Ὅτι ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Καὶ Παῦλος, ὡς γεγένητο μὲν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ, λαμπρός τε καὶ ἄμεμπτος· Ἡγεῖται δὲ τὰ τοιαῦτα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Ὅτι δέ ἐστι καὶ τῆς ἐν ἔργοις φαιδρότητος, ἐν ἀμείνοσιν ἡ ἀκιβδήλευτος γνῶσις περὶ Χριστοῦ, σαφηνιεῖ δὴ πάλιν Τιμοθέῳ γράφων ὁ Παῦλος, γυμνάζεσθαι αὐτὸν πρὸς εὐσέβειαν· Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, Αὔτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Οὐκοῦν κἂν εἴ τις εἴη τυχὸν Ἰακὼβ, τουτέστιν, εἰ πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς πᾶν ὅπερ ἐστὶ παραλύειν εἰδὸς καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύνεσιν ἁγιοπρεπῆ. Κεκλήσεται δὲ καὶ Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Τότε δὴ, τότε καὶ μετὰ ἀνθρώπων ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. Οὐ γὰρ οὖν τὸ ἄναλκι κατηῤῥωστηκότος ἔργον ἂν γένοιτο τὸ εἰδέναι Θεὸν, καὶ τὴν ἐπ' αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν ἐσόπτρῳ βλέποι καὶ αἰνίγματι· ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἐνηνεγμένου, ὡς δι' οὐδενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια· γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διᾴττειν δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν· ὅτι οὗτος ἔσται δυνατὸς ἐν ἀνθρώποις, καὶ ἐνισχύσει μετὰ Θεοῦ. Οὐκοῦν ηὐλόγηται μὲν ὁ θεσπέσιος Ἰακὼβ, προσελιπάρει δὲ λέγων· Ἀνάγγειλόν μοι ὄνομά σου. Καὶ εἶπε, φησίν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Οὐκ ἀπαγγέλλει δὲ τοὔνομα Θεὸς, ὅτι κατὰ φύσιν ἐστὶ, καὶ διὰ τούτου δεικνύς. Ὄνομα μὲν γὰρ ὡς ἀνθρώπῳ τυχὸν ἰδικῶς οὐδὲν ἂν εἴη Θεῷ· πλὴν ἐξ ὧν εἶναι πέφυκε πολλαχῶς ὀνομάζεται. Φῶς γὰρ, καὶ ζωὴ, καὶ δύναμις, καὶ ἀλήθεια, μονογενὴς, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τοῦ γεννήσαντος, ἔλεος, καὶ σοφία, καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις. Συνιεὶς δὲ δὴ πάλιν ὁ μακάριος Ἰακὼβ, ὅτι Θεὸς ἂν εἴη λοιπὸν, ᾧ μηδὲν ὄνομα προσκέοιτο ἂν ἰδικῶς, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, φησὶ, καὶ ἐσώθη ἡ ψυχή μου. Ἄθρει δὴ οὖν ὅπως γέγονεν Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Ἀνθρώπου παλαίοντος, ἑώρα, φησὶ, τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ σεσῶσθαι τὴν ἑαυτοῦ ψυχήν. Ἡ γάρ τοι γνῶσις ἡ ἐπὶ Χριστῷ, χρῆμά ἐστι σωτήριον. Θεὸς οὖν ἄρα καὶ μετὰ σαρκὸς ὁ Λόγος. Θεὸν γὰρ ἑωρακέναι φησὶ πρόσωπον πρὸς πρόσωπον ὁ πατριάρχης Ἰακώβ. Ἀνατείλαντος δὲ τοῦ ἡλίου, Παρῆλθε, φησὶ, τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ. Ὡς γὰρ ἔφην ἤδη, πεφωτισμένων τῶν Ἰουδαίων, πέπαυται μὲν ἡ πάλη. Παρήλασε δὲ καὶ τὸ εἶδος τοῦ Θεοῦ, τουτέστιν, ἀναβέβηκεν εἰς οὐρανοὺς ὁ Χριστός. Οὐκ ἀπήλλακται δὲ χωλότητος ὁ Ἰσραήλ. Σέσωσται γὰρ οὐχ ἅπας. Πάσχει δὲ ὥσπερ διὰ τῶν ἀπειθούντων ἐπὶ τὸ μὴ εἰς ἅπαν ὀρθοποδεῖν. Μετωνόμασται τοίνυν Ἰσραὴλ, καὶ εἰς νοῦν ὁρῶντα Θεὸν ὁ πτερνιστὴς μετεγράφετο. Καὶ τί μετὰ τοῦτο πάλιν; Καὶ Ἰακὼβ ἀπαίρει, φησὶν, εἰς σκηνὰς, καὶ ἐποίησεν ἑαυτῷ οἰκίας, καὶ τοῖς κτήνεσιν ἑαυτοῦ ἐποίησε σκηνάς. ∆ιὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί. Ἀκούεις ὅπως κατῴκησεν ἐν σκηναῖς. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῆς εἰς Ἰσραὴλ διανοίας. Σκηνοποιήσας γὰρ ἤδη, καὶ κατῴκησεν ἐν αὐταῖς. Νοῦ γὰρ ἤδη βλέποντος καὶ θεοπτ[ε]ίας ἠξιωμένου, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εἰς τελειότητα τεθραμμένου τε καὶ ἀναθέοντος, καρπὸς ἂν γένοιτο παρὰ Θεῷ τίμιος, τὸ δι' οὐδενὸς μὲν ἔτι ποιεῖσθαι λόγου τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, παροικίαν δὲ μᾶλλον οἴεσθαι τὴν ἐν σώματι ζωήν. Νοῦς γὰρ οὗτος ἁγιοπρεπὴς καὶ πολιτείας ἐξαιρέτου καὶ ἀνῳκισμένης μήνυσις ἀκριβής. Πείθοιο δ' ἂν εἰς τοῦτο λοιπὸν ὑπεροχῆς ἀφιγμένου καὶ ψάλλοντος τοῦ μακαρίου ∆αβίδ· Ἄνες μοι, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Γράφει δὲ καὶ ὁ Παῦλος τοῖς εἰς μέτρον ἡλικίας ἥκουσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς ἄνδρα τέλειον ἀφιγμένοις· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τὸ ἐν σκηναῖς οὖν ἄρα κατοικεῖν ἑλέσθαι τὸν θεσπέσιον Ἰακὼβ, ἤτοι τὸν Ἰσραὴλ, σημεῖον ἂν γένοιτο, καὶ οὐδενί που τάχα τῶν εὐφρονούντων ἀσυμφανὲς, τὸ παροικίαν ἡγεῖσθαι πρέπειν τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, τοὺς ἀναμύοντας ἤδη πρὸς Θεὸν, καὶ τὸν νοῦν ἔχοντας ἐκλελαμπρυσμένον. Εἶτα μέτεισι εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν· οὗ δὴ πάλιν ὁ δίκαιος ἐγυμνάζετο, τὰ ἐπὶ ∆ίνᾳ τῇ θυγατρὶ πεπονθὼς ἀδικήματα. Ἡ μὲν γὰρ οἷά τε νεᾶνις καὶ παρθένος ἔτι κουρίζουσα, τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ἐποπτεύουσα θυγατέρας. Ἀνεπτόηται γὰρ ἀεὶ τὸ θῆλυ γένος εἰς τὸ ἀγαπᾷν ἐπείγεσθαι τὸν ἰσήλικα. Οὐκοῦν ἐξέθει μὲν ἡ νεᾶνις· Ἐμμὼρ δὲ αὐτὴν ὁ Σιχὲμ οὐκ ἐν κόσμῳ κατεβιάζετο. ∆ιεπαρθένευσε γὰρ, καὶ ἀσχέτως ἤδη πως ἐπιθυμίας ἐναλοὺς, καὶ σύνοικον ἠξίου ποιεῖσθαι τὴν κόρην. Τότε δὴ, τότε Συμεὼν καὶ Λευῒ, οἱ τῆς νεάνιδος ἀδελφοὶ, παρεθήγοντο πρὸς ὀργὰς, καὶ ἀφόρητον ἐποιοῦντο τὴν ὕβριν, ἀνόσιά τε λοιπὸν καὶ κατὰ τῶν ἠδικηκότων ἐσκέπτοντο δρᾷν. Ἀναπείθουσι μὲν γὰρ τοὺς ἀπὸ Σικίμων, τὴν πατρῴαν αὐτοῖς καὶ νενομισμένην συνελέσθαι περιτομήν. Ἀπεκτόνασι δὲ παντὸς ἐλέους καὶ οἰκτιρμῶν εἰς ἅπαν ἐξῃρημένων. Ἀλλ' ἠγανάκτει πρὸς τοῦτο λίαν ὁ θεσπέσιος Ἰακὼβ, ἐπετίμα τε λέγων· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν. Οὐ γὰρ μεμέτρηται τοῖς ἀπεκτονόσι τὰ ἐξ ὀργῆς, οὔτε μὴν ὡς ὑπὸ πατρὶ τεθραμμένοι δικαίῳ πεφρονήκασί τι τῶν οὐκ εἰς ἅπαν ἐκτετραμμένων. Πεπορθήκασι γὰρ, ἀπεκτόνασι δὲ τοὺς συνελομένους τὰ ἴσα φρονεῖν αὐτοῖς, καὶ πίστει τεθαῤῥηκότας. Τίς οὖν ἐντεῦθεν γένοιτο ἂν εἰς ἡμᾶς ἡ ὄνησις (εἰκαιόμυθος γὰρ οὐδαμῶς ἡ θεόπνευστος Γραφὴ), φέρε δὴ λέγωμεν ὡς ἔνι.

εʹ. Γέννησιν μὲν γὰρ γεγεννήμεθα πνευματικὴν, καὶ ἐν τέκνοις Θεοῦ τετάγμεθα διὰ Χριστοῦ. Οὐκοῦν εἰ γένοιτο ψυχὴν ἀναγεννηθεῖσαν ἤδη διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ εἰς θυγατέρα Θεοῦ τεθειμένην, καταφθαρῆναι τυχὸν ὑπὸ τῶν τοῦτο δρᾷν εἰωθότων, ἢ εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ παρενηνεγμένην, ἢ ὡς εἰς ἐκ τόπου διεστραμμένας ἐννοίας τὰς περὶ Θεοῦ (τοιαῦτα γὰρ ἀληθῶς τὰ τῶν ἀνοσίων αἱρετικῶν δοξάρια)· οἱ τῆς ἠδικημένης κατὰ πίστιν ἀδελφοὶ, κἂν εἰ τάξιν ἔχοιεν τὴν ἱερουργὸν, καθάπερ ἀμέλει καὶ ὁ Λευῒ, κἂν εἴτε Συμεὼν νοοῖντο τυχὸν, τουτέστιν, οἱ ἐν τάξει τῶν ὑπηκόων κείμενοι (ἑρμηνεύεται μὲν γὰρ ὑπακοὴ Συμεὼν), ἀγανακτούντων μὲν, ὅτι πεπλεόνεκταί τις τῶν κατὰ πίστιν οἰκείων αὐτοῖς· μὴ μὴν καὶ εἰς αἷμα χωρούντων ἔτι, μήτε μὴν ἀγρίας τοὺς κατεφθαρκότας ἐξαιτούντων δίκας, ἵνα μὴ ἀκούσειαν Χριστοῦ λέγοντος αὐτοῖς· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν. Μεμνῆσθαι γὰρ ἀναγκαῖον, ὅτι καὶ αὐτὸς ὁ Σωτὴρ γυμνοῦντι τὴν μάχαιραν ἐπετίμα ποτὲ τῷ θεσπεσίῳ Πέτρῳ, λέγων· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Οὐ γάρ τοι μαχαίραις ἐξοπλίζεσθαι κατ' ἐχθρῶν πρέποι ἂν ἡμᾶς, τοὺς τῆς εἰς Θεὸν εὐσεβείας ὑπεραθλεῖν ᾑρημένους· ἀλλ' εἶναι μὲν τληπαθεῖς, καὶ εἰ διώκειν ἕλοιντό τινες, εὐλογεῖν δὲ λοιδορουμένους, πάσχοντας μὴ ἀπηχεῖν, παραδιδόναι δὲ μᾶλλον τῷ κρίνοντι δικαίως. Παραφυλακτέον δὲ τοῖς παραιτουμένοις τὴν καταφθορὰν, τὸ μὴ ἐξοιχήσεσθαί ποι τῆς πατρῴας σκηνῆς, τουτέστι, τοῦ οἴκου τοῦ Θεοῦ, μηδὲ ταῖς τῶν ἀλλοφύλων, ἤτοι ταῖς τῶν ἑτεροφρόνων, προσβάλλειν ἀγέλαις. Ἐξελθοῦσα γὰρ ∆ίνα τῆς πατρῴας σκηνῆς, εἰς οἶκον ἀπηνέχθη Σιχέμ. Ἀλλ' οὐκ ἂν ὑβρίσθη ποτὲ τοῖς τοῦ πατρὸς δωματίοις ἐμφιλοχωροῦσα, καὶ σκηναῖς ἁγίων ἐνδιαιτωμένη. Ὅτι γὰρ τὸ χρῆμα καλὸν, καὶ εἰς ὄνησιν οὐκ ἀσυντελὲς, ἀναπείσει ψάλλων ὁ μακάριος ∆αβίδ· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Περιδεᾶ τοίνυν καὶ ἄθυμον γεγονότα κομιδῇ τὸν Ἰακὼβ, ἀπαίρειν ἐκέλευσε Θεός. Ἔχει δὲ οὕτως· Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ' αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὀδῷ ᾗ ἐπορεύθην. Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. Προσεκάλει μὲν δὴ τὸν δίκαιον εἰς Βαιθὴλ ἀπὸ Σικίμων ὁ τῶν ὅλων Θεός. Ὁ δὲ ἦν οὐκ ἀπειθής. Εἶτα γεγονὼς ἐν Λουζὰ διὰ μέσου, καὶ θεοπτ[ε]ίας ἠξιωμένος, καὶ ὅτι πολλῶν ἔσται πατὴρ ἐθνῶν ταῖς ἐπαγγελίαις ἐμπεδούμενος, Ἄνεισιν εἰς Βαιθὴλ, καὶ ἔστησεν ἐκεῖ, φησὶν, Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησε μετ' αὐτοῦ ὁ Θεὸς, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησε μετ' αὐτοῦ ὁ Θεὸς, Βαιθήλ. Πολλὰ κατὰ ταυτὸν εἰς ἀπόδειξιν οὐκ ἀσυμφανῆ τοῦ μετατετραφέναι τὸν Ἰακὼβ εἰς γῆν Ἰσραὴλ, καὶ εἰς τὸ ἄμεινον ἀσυγκρίτως μεταφοίτησιν ἑλεῖν. Κατῴκησε μὲν γὰρ ἐν σκηναῖς, ὁ τὸ πάροικον ἐν κόσμῳ τῶν ἁγίων τὸ γένος μονονουχὶ διὰ τοῦδε καταδεικνύς. Εἶτα μεταξὺ τὰ ἐπὶ τῇ θυγατρὶ συμβεβηκότα παθὼν, καὶ λελυπημένος οὐ μετρίως τοῖς ἀγεννῶς ἡττωμένοις ὑπὸ θυμοῦ, Συμεών τε, φημὶ, καὶ Λευῒ, ἐπετίμα δεινῶς, ἁγιοπρεπὲς ὅτι [τὸ] ἀν εξίκακον καὶ τὸ τληπαθὲς ἐν τοῖς πειρασμοῖς, διὰ πραγμάτων ἡμῖν ἀποφαίνων. Ἐπειδὴ δὲ κέκληται παρὰ Θεοῦ, καὶ ἀναβέβηκεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ (διερμηνεύεται γὰρ ὧδε Βαιθήλ)· ἱερουργεῖ τῷ Θεῷ, καὶ μυσταγωγὸς ἀποδείκνυται. Τίνα γὰρ τρόπον εἰς οἶκον ἰέναι προσήκει Θεοῦ, καθίστησι ἐναργὲς τοῖς ἑπομένοις αὐτῷ. Ἀποβαλεῖν γὰρ ἐκέλευσε συρφετὸν ὥσπερ τινὰ καὶ ἀκαθαρσίαν τοὺς ἀλλοτρίους θεοὺς, καὶ ἀλλάξαι τὰς στολάς. Ὃ δὴ καὶ δρᾷν ἔθος εἰς ὄψιν ἡμᾶς καλουμένους Θεοῦ, καὶ εἰς τὸν θεῖον αὐτοῦ ναὸν εἰσελαύνοντας, κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος. ∆εῖ γὰρ ἡμᾶς ποιεῖσθαι μὲν ὥσπερ ἐκ μέσου τοὺς ἀλλοτρίους θεοὺς, καὶ τῆς τοιᾶσδε πλάνης ἀποφοιτῶντας λέγειν· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου. ∆εῖ δὴ πάντας ἡμᾶς ἀλλάξαι καὶ τὴν στολὴν, ἀποδυομένους μὲν ὥσπερ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· μεταμφιεννυμένους δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἀποβεβλήκασι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν αἱ μετὰ τοῦ Ἰακὼβ γυναῖκες. Εἰσελθοῦσαι γὰρ καὶ γυναῖκες εἰς οἶκον Θεοῦ, κόσμημα μὲν οὐδὲν ἔχουσαι σαρκικὸν, ἀπολύουσαι δὲ καὶ αὐτὰς τὰς τρίχας, ἐγκλημάτων τάχα που τῶν ἐξ ἐμπλοκῆς τὰς ἑαυτῶν ἀπαλλάττουσι κεφαλάς. Τοῦτο εἶναί φημι τὸ περιελεῖν τὰς γυναῖκας τὸν ἐν τοῖς ὠσὶ κόσμον. Ὅταν τοίνυν ἀναβῶμεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ, ἐκεῖ τὸν λίθον ἐπιγνωσόμεθα, λίθον τὸν ἐκλεκτὸν, τὸν εἰς κεφαλὴν γεγόνοτα γωνίας, τουτέστι Χριστόν. Ὀψόμεθα δὲ χριόμενον παρὰ τοῦ Πατρὸς εἰς εὐφροσύνην καὶ ἀγαλλίαμα πάσῃ τῇ ὑπ' οὐρανόν. Κέχρισται γὰρ, ὡς ἔφην, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, Ἡ πάντων ἡμῶν εὐφροσύνη, τὸ οἰκουμενικὸν ἀγαλλίαμα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἴδοις δ' ἂν καὶ τοῦτο προανατυπούμενον ἐν τοῖς ἀρτίως ἡμῖν εἰρημένοις. Ἀνεστήλου γὰρ Ἰακὼβ τὸν λίθον, ἐλαίῳ τε καὶ οἴνῳ καταρδεύων αὐτόν. Τύπος δὲ ἄρα τὸ δρώμενον ἦν μυστηρίου τοῦ κατὰ Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ς ʹ.

Περὶ τοῦ Ἰωσήφ.

αʹ. Μέγα μὲν ὁμολογουμένως τὸ τῆς εὐσεβείας μυστήριον, τουτέστι Χριστὸς, βαθὺς δὲ δὴ λίαν ὁ ἐπ' αὐτῷ λόγος, καὶ ὁ τῆς μετὰ σαρκὸς οἰκονομίας σκοπός. Ἀλλ' εἴη μὲν ἂν ἥκιστά γε τοῖς ἐθέλουσιν ἀπλῶς, γένοιτο δ' ἂν τοῖς ἀρτίφροσιν οὐκ ἀνιδρωτὶ συμφανής· ἐπεί τοι τῇ θείᾳ καταλαμπόμενοι χάριτι, σοφοὶ καὶ ἀγχίνοοι, νομικῶν τε καὶ προφητικῶν συγγραμμάτων εἰσὶν ἐπιστήμονες. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος, ὁ προὔχων ἐν μαθηταῖς, καὶ τῶν ἄλλων ὑπερκείμενος, ὡμολόγει μὲν τὴν πίστιν ὀρθῶς· ἤκουε δὲ παρὰ Χριστοῦ· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Μυσταγωγεῖ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐφ' Υἱῷ λόγον· ἀνασώζει τε οὕτω λοιπὸν ὡς Σωτῆρι καὶ Λυτρωτῇ προσκομίζων αὐτῷ. Οὐδεὶς γὰρ ἔρχεται πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Ἵνα τοίνυν διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς ἁγίας Γραφῆς τὸν ἐπ' αὐτῷ συνιέντες λόγον, καὶ ἀπλανῆ τὴν πίστιν συλλέγοντες, μὴ ταῖς ἐπαράτοις διψυχίαις σειομένην ὥσπερ καὶ καταμεθύουσαν ἔχωμεν τὴν καρδίαν· μηδὲ τοῖς ἐξ ἀμαθίας περιπίπτοντες κλόνοις· λοιπὸν ἀκούωμεν λέγοντος Θεοῦ διὰ φωνῆς προφητῶν· Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ ηὐδόκησεν ἐν αὐτοῖς. Ταύτῃτοι διὰ μυρίων ὅσων εἰκόνων ἡμᾶς ἐμπεδοῖ πρὸς τὴν ἀλήθειαν, καὶ τὴν ἐπ' αὐτῷ πίστιν χρησίμως προκατεβάλετο τὰ κατὰ καιρὸν συμβαίνοντα, λαμπρὰς ὥσπερ ἀνατιθεὶς τῆς ἐπ' αὐτῷ γνώσεως εἰκόνας. Ἴδωμεν τοίνυν καὶ ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἰωσὴφ, εἰ μὴ, ὅπερ ἔφην, ἀληθὲς ἂν εἴη πάλιν. Ἔχει δὲ οὕτως τὰ ἐπ' αὐτῷ· Αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν γεγονὼς, ποιμαίνων ἧν μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα, νέος ὢν, μετὰ τῶν υἱῶν Βάλλας, καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ. Κατήνεγκε δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ. Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν.

βʹ. Πεποίηται μὲν γὰρ ὁ τοῦ βιβλίου συγγραφεὺς, τῶν ἐξ Ἡσαῦ γεγονότων ἀπαρίθμησιν ἀκριβῆ. Τίνες γὰρ τίνων ἐξέφυσαν, καὶ ὅποι ποτὲ γῆς ἕκαστοι αὐτῶν κατῳκήκασι, καὶ τὴν κατὰ τίνων διέλαχον ἀρχὴν, τὸ ἱερὸν ἡμᾶς ἐδίδαξε Γράμμα· γενναῖόν γε μὴν οὐδὲν, ἀλλ' οὐδὲ μνήμης ἄξιον πεπραχότος τινός. Μονονουχὶ δὲ παρανήχεται τοὺς ὠνομασμένους ὁ λόγος, καταίρει δὲ ὥσπερ ἐπὶ τὸν θεσπέσιον Ἰωσήφ· καὶ τοὺς ἐξ αἵματος Ἰακὼβ λαμπρὸν ποιεῖται διήγημα. Νεώτατος μὲν οὖν τῶν ἄλλων ὁ Ἰωσὴφ (ἑπτακαίδεκα γὰρ ἦν ἐτῶν), ἱδρῶτός γε μὴν οὐκ ἠμέλει ποιμενικοῦ· τοῖς δὲ ἄλλοις ἀδελφοῖς ἀναμὶξ τῶν ἴσων ἥπτετο σπουδασμάτων, οὐ τὴν τοῖς ἐν ἥβῃ θυμηρεστάτην καὶ ἀεί πως προσφιλῆ ῥᾳστώνην τετιμηκώς· οὐ τὴν πρόωρον τοῦ βίου φροντίδα παραιτούμενος, οὐδὲ τὸ ἀνεῖσθαι μᾶλλον ἠγαπηκὼς, ἅτε δὴ καὶ ἐν μειρακίοις ἔτι τελῶν· ἀλλ' οἷα πρεσβύτης, ἐν εὐδίᾳ μὲν ἤδη λογισμῶν γεγονὼς, καὶ τὸν νοῦν ἔχων εὖ βεβηκότα· πολιῷ τε τῷ λόγῳ χρώμενος, καὶ τῆς ἐσομένης λαμπρότητος προαναφαίνων τὸ κάλλος, ἐθαυ μάζετο μὲν εἰκότως παρά γε τῷ μακαρίῳ καὶ φιλοστόργῳ πατρὶ, ἀγάπης τε καὶ φειδοῦς διαφερόντως ἠξιοῦτο. Ἧν γὰρ αὐτῷ, φησὶ, καὶ γήρως υἱός. Καὶ τί τοῦτό ἐστι; Τὰς ἐν ἡμῖν διαθέσεις ὁ λόγος ἡμῖν πολυπραγμονεῖ. Αἱ μὲν γὰρ ἐπὶ παισὶ τῶν γεγεννηκότων φιλοστοργίαι, ἴσαι τε εἰς ἅπαν παρά γέ τισι, καὶ κατ' οὐδένα τρόπον ἐν μείοσι. Πλεονεκτεῖ δὲ πολλάκις καὶ καταβιάζεται τὸν νοῦν ἡ φύσις, ἀπονεῖμαί τι βραχὺ παρὰ τοὺς ἄλλους συμπείθουσα τοῖς καταδεεστέροις, ἅτε δὴ καὶ ὑπάρχουσιν ἐν χρεία φειδοῦς τῆς προὐργιαιτέρας. Ἄλλως τε πολλῶν ἔσθ' ὅτε γεγεννημένων, καταλήγει πως, καὶ τῷ τελευταίῳ λοιπὸν ἐνορμίζεται τῆς ἀγάπης τὸ περιττὸν, τὴν ἐπὶ τοῖς προλαβοῦσι φιλοστοργίαν, τοῦ μετ' αὐτοὺς εἰς ἑαυτόν πως ἁρπάζοντος. Φιλόκαινος γὰρ ὁ ἀνθρώπινος νοῦς, καὶ τῶν μὲν ἤδη προγεγονότων τὸν κόρον οὐκ ἀποσείεται· τῶν δὲ οὔπω παρόντων, ἢ καὶ ἀρτίως πεπορισμένων μεταποιεῖται λίαν, καὶ ἀκμαιοτέραν ἐπ' αὐτοῖς τὴν ἐπιθυμίαν εἰσδέχεται. Ἠγάπα τοίνυν παρὰ τοὺς ἄλλους τὸν Ἰωσὴφ ὁ θεσπέσιος Ἰακὼβ, Ὅτι γήρως υἱὸς ἦν αὐτῷ. Ἰστέον δὲὅτι, καίτοι τὴν Λείαν προεισοικισάμενος ἐν Χαῤῥὰν, ἠγάπησε τὴν Ῥαχὴλ, ἢ τὸν Ἰωσὴφ ἐκτέτοκε, καὶ τελευτῶσα τὸν Βενιαμίν. Πρὸς δὴ τοῦτό φαμεν, ὅτι ἄμφω μὲν ἤστην γήρως υἱώ. Τὸ δέ γε τοῦ Ἰωσὴφ πρὸς πᾶν ὁτιοῦν εὐφυὲς οὐκ ἴσον ἐφ' ἅπασιν· ἑτεροκλινῆ δὲ ὥσπερ καὶ ἐπ' αὐτὸν νενευκότα παρέδειξε τὸν πρεσβύτην. ∆ιελογίζετο γάρ που, κατὰ τὸ εἰκὸς, ὡς ἔσται λαμπρὸς καὶ ἀοίδιμος. Καὶ ὁ τῶν τῆς νεότητος σκιρτημάτων οὐ πεφροντικὼς, εἰς ἄνδρα ἤδη τελῶν, πῶς οὐκ ἂν γένοιτο τῶν τεθαυμασμένων; Κεκαινούργηκε δέ τι παρὰ τοὺς ἄλλους ἐπ' αὐτῷ καὶ ὁ μακάριος Ἰακώβ· χιτῶνά τε γὰρ ἐξυφαίνει ποικίλον, καὶ ἐσθήμασιν ἐτίμα τοῖς ἐκπρεπεστάτοις. Τί οὖν ἐντεῦθεν; Κατεθήγοντο πρὸς ὀργὰς οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, συναπεκομίζοντο δὲ τούτοις εἰς λύπην ἐκτοπωτάτην, καὶ τὸν ἐπὶ τῷ μειρακίῳ λοιπὸν εἰσεδέχοντο φθόνον, οἱ ἐκ τῆς ἐλευθέρας, φημὶ δὴ τῆς Λείας. Ἠδίκει μὲν γὰρ αὐτοὺς ὁ νεανίας οὐδέν· ἡ δὲ τοῦ πατρὸς ἀγάπησις καὶ τὸ τοῦ παιδὸς εὐφυὲς, τῆς ἀδίκου βασκανίας αὐτοῖς ἐνετίθει τὸ πῦρ· καὶ τοῖς ἀπὸ γλώττης κατηκόντιζον τέως, διαλοιδορούμενοί πως καὶ διασύροντες, ἐφ' οἷς ἦν εἰκὸς τὸν ἔφηβον ἤδη κατονειδίζεσθαι παρ' ἐχθρῶν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Οὐκοῦν ἀκροβολισμοὶ μὲν ὥσπερ τῶν ἀνοσίων σκεμμάτων γεγόνασιν ἀπαρχαὶ, φιλοψογίαι τε καὶ σκώμματα τὰ ἀπὸ γλώττης ἀχαλινώτου καὶ φθόνῳ λοιπὸν ὑπηρετεῖν τεταγμένης. Ἀνεκαίετο δὲ τὰ πρὸς ἔχθραν αὐτοῖς ἐντονωτέραν, ἐκ τοιᾶσδέ τινος αἰτίας· τῷ μὲν γὰρ νεανίᾳ προαναφαίνει Θεὸς, ὡς ἔσται κατὰ καιροὺς λαμπρὸς καὶ ἀπόβλεπτος, καὶ τῶν ἀδελφῶν ἐν ἀμείνοσι, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις κατεστεμμένος. Πρόκλησις δὲ, οἶμαι, τὸ δρώμενον ἦν, ἀκονῶσα τὸ μειράκιον εἰς ἔφεσιν ἀρετῆς. Ὅνπερ γὰρ τρόπον οἱ παιδοτρίβαι τοὺς νέους ἀλείφοντες, παραθήγουσι μὲν εἰς εὐτολμότατα τολμήματα, καὶ τὸ τληπαθὲς ἑλέσθαι τιμᾷν ἀναπείθουσι, τὰ γέρα προαγορεύοντες, ἃ τῇ τοῦ νικᾷν συνθέουσι δόξῃ αἱ τῶν ἀγωνοθετούντων φιλοτιμίαι, τὰς παρὰ τῶν θεωμένων εὐφημίας, τοὺς ἐπαίνους, τοὺς κρότους· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς, ὅταν ἴδῃ ψυχὴν εὐφυᾶ, δοκίμῳ τε καὶ ἀκιβδήλῳ διαπρέπουσαν νῷ, καὶ πρὸς πᾶν τῶν ἀρίστων ἔχουσαν ἐπιτηδείως, καλεῖ δὴ τότε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ ἀγαθόν· προαναδεικνὺς τὰ ἐσόμενα, καὶ διανιστὰς οἰκονομικῶς εἰς προθυμίαν, δῆλον δὲ ὅτι τὴν ἐπ' ἀρεταῖς. Ὅραμα τοίνυν καὶ ὀμφή τις ἄνωθεν ἐπεφοίτησέ ποτε τῷ νέῳ, φημὶ δὴ τῷ Ἰωσήφ· ὁ δὲ, οἶμαί που, θαυμάσας ἀνεκοινοῦτο τοῖς ἀδελφοῖς, οὕτω λέγων· Ἀκούσατε τοῦ ἐνυπνίου τούτου οὗ ἐνυπνιάσθην· Ὤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν, προσεκύνησαν τῷ ἐμῷ δράγματι. Εἶπον δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύσεις ἐφ' ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν, ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ, καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ. Ἄθρει δὴ οὖν, ὅτι πρὸς ἐπίδοσιν αὐτοῖς τὰ τῆς βασκανίας οἴχεται, καὶ τροφὴν ὥσπερ τινὰ ποιοῦνται τῷ φθόνῳ τὰ ἐκ τῶν ἐνυπνίων ὑποδηλούμενα. Οἱ γὰρ ὅλως τὴν ἀρχὴν οὐ μετρίως ἀσχάλλοντες, διαφερόντως ὅτι τετίμητο, πῶς ἂν οἰστὸν ἐποιήσαντο τὸ ἑλέσθαι καὶ προσκυνεῖν, καὶ τάξιν αὐτῷ τηρῆσαι τὴν ὧδε σεπτὴν καὶ πολὺ λίαν ὑπερηρμένην; Πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, πῶς ἀεὶ ὁ φθόνος ἀνοσίαν ἔχει τὴν ἔφοδον, καὶ διὰ τῶν ἴσων ἔρχεται κακῶν. Εὑρήσομεν δὲ τυφλόν τε καὶ θεομάχον ὅτι μάλιστα τὸ θηρίον. Ἐπιτήρει γὰρ, ὅπως Θεοῦ προαγγέλλοντος τῷ Ἰωσὴφ τὴν τῆς ἐσομένης εὐκλείας λαμπρότητα, δέον ἐκεῖνο διενθυμεῖσθαι σαφῶς, ὡς οὐκ ἂν ὁ τὰ δίκαια κρίνων Θεὸς ἐποίσειεν ἂν τοῖς οὐχ ἑλεῖν ἀξίοις τὰς ἀνωτάτω τιμὰς, εἶτα χαίρειν ἐπ' ἀδελφῷ διαφανεστάτην ἔχοντι τὴν ἐλπίδα καὶ θείᾳ ψήφῳ τετιμημένῳ· τοῦτο μὲν οὐ δεδράκασιν, ἁδρότερον δὲ τοῦ φθόνου διανιστῶσι τὸ κέντρον, καὶ θηρῶν δίκην ἐπιμεμανήκασι, μονονουχὶ καὶ ἐπιτιμῶντες Θεῷ τῷ τὴν δόξαν ὑπισχνουμένῳ, καὶ ὅτι περίοπτος ἔσται προαναφαίνοντι. Τοῦτο γεγονὸς εὑρήσομεν ἐπί τε Κάϊν καὶ Ἄβελ. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν Ἄβελ θυσίαν ἐπαίνων ἠξίου, καὶ πῦρ καθιεὶς οὐρανόθεν, ἐδέχετο τὴν δωροφορίαν, τῇ τοῦ Καῒν οὐ προσεσχηκώς· τὸν μιαιφόνον εὐθὺς εἰσεδέχετο φθόνον, καὶ ταῖς ἄνωθεν ψήφοις τὴν οἰκείαν ὥσπερ ἀντεξάγων ὀργὴν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, καὶ δὴ καὶ διόλλυσι. Καταλήγει γάρ πως ἐν τούτοις ὁ φθόνος ἀεί. Ἀλλὰ τίς ἂν γένοιτο τῶν ὁραμάτων ὁ νοῦς; ∆ράγμα δὲ γὰρ εἰς καιροῦ σημεῖον παραδεξόμεθα. Τό γε μὴν ἐν δόξῃ περιφανὲς ἡ τοῦ ἑνὸς ἔγερσις ὑπεμφήνειεν ἄν. Ὅτι τοίνυν ἥξει καιρὸς, καθ' ὃν ἔσται μὲν εὐκλεὴς ὁ θεσπέσιος Ἰωσὴφ, ὑποπεσεῖται δὲ ὥσπερ αὐτῷ καὶ ὑπενεχθήσεται καὶ αὐτὴ τῶν ἀδελφῶν ἡ πληθὺς, προϋπέδειξεν αἰνιγματωδῶς τὸ αὐτοῦ δράγμα παρὰ τῶν ἑτέρων προσκυνούμενον. Ἀλλ' οὐ μέχρι τούτων τῷ Ἰωσὴφ τὰ ἐνύπνια· ἀλλά τι καὶ ἕτερον ἐπὶ τῷδε τεθεαμένος, ἀφηγεῖται πάλιν αὐτοῦ πέρι τῷ μακαρίῳ πατρὶ καὶ τοῖς ἀδελφοῖς. Εἶδε γὰρ, φησὶν, ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρει τὸ ῥῆμα. Εὐτεχνὴς ὁ πρεσβύτης, καὶ ταῖς ἀνωτάτω διαπρεπὴς ἀγχινοίαις. Συνίησι μὲν γὰρ τῶν ὁραμάτων τὴν δύναμιν· ἐπετίμα δὲ τῷ παιδὶ, λέγων· Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Καὶ τίς ἂν νοοῖτο; σοφὸς δὲ ὅπως καὶ ἀναγκαῖος ὁ τῆς ἐπιτιμήσεως τρόπος. Ἀνακόπτει μὲν γὰρ εὐφυῶς τῶν ἀκροωμένων τὸν φθόνον, καὶ θράσει ἀφορήτῳ τὸν νεανίσκον καταχεόμενον τιθασσεύει λοιπὸν τρόπον τινὰ, καὶ καλεῖ πρὸς τὸ ἥμερον· οὐκ ἐᾷ δὲ τὸ μειράκιον τῇ τῶν ἐνυπνίων ἐλπίδι καταλαζονεύεσθαι τῶν ἀδελφῶν, ἀλλ' οὐδὲ τῆς εἰς πατέρα τιμῆς ἀβούλως ὀλιγωρεῖν, μονονουχὶ καὶ πρόωρον τῆς ἐσομένης λαμπρότητος τὴν ὑπεροχὴν ἁρπάζειν ἐν ἑαυτῷ. Ὅρα γὰρ ὅπως περιίστησιν εὐφυῶς εἰς ἔκβασιν οὐκ ἐνδεχομένην τῶν ὁραμάτων τὴν δύναμιν. Τεθνεώσης γὰρ ἤδη τῆς Ῥαχὴλ, ἣ τὸν Ἰωσὴφ ἐκτέτοκε, Μὴ ἐγὼ, φησὶ, καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι; Ἔδρα δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, καὶ τῆς τοῦ νεανίσκου φρενὸς κατασύρων τὸν ὄγκον, καὶ τῶν ἀδελφῶν τὸν ἐγηγερμένον ἐπ' αὐτὸν κατευνάζων φθόνον. Ἔσεσθαί γε μὴν προσδοκᾷ τὸ χρῆμα αὐτός. Ἀκήκοε γὰρ οὐ παρέργως, ἀλλ' οὐδὲ λήθης ἀξίους ποιεῖται τοὺς λόγους, εἰ καὶ τὸ εἰκαῖον αὐτῶν κατέγραφε. Τετήρηκε γὰρ αὐτοὺς, ὅτι καὶ εἰς πέρας ἐκβήσονται τάχα που τεθαῤῥηκώς. Μετὰ δέ γε τὴν τῶν ἐνυπνίων ἀφήγησιν, Ἀπῴχοντο μὲν οἱ ἀδελφοὶ τοῖς αἰπολίοις ὁμοῦ κατανέμειν ἐν Σιχέμ. Εἶτα μικροῦ διὰ μέσου παραθέοντος χρόνου, προτρέπει τὸ μειράκιον ὁ πατὴρ ἐπισκεψόμενον ἰέναι τοὺς ἀδελφούς. Οὐχὶ γὰρ, φησὶν, οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Σιχέμ; ∆εῦρο ἀποστελῶ σε πρὸς αὐτούς. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγώ. Εἶπε δὲ αὐτῷ Ἰσραήλ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. Προθυμότατα μὲν οὖν ἰέναι κατεπαγγέλλεται, καὶ δὴ καὶ ἀπαίρει, καὶ ἀποκεχώρηκεν ἐκ τῆς κοιλάδος Χεβρών. Ἐκπεριθέοντι δὲ τὴν ἔρημον, ἔφη τις περιτυχὼν ἐφ' ὅτῳ τε ἥκοι, καὶ ὅποι ποτὲ, καὶ ἐπὶ τίνας ἴεται. Ὁ δὲ πρὸς ταῦτα εὐθύς· Τοὺς ἀδελφούς μου ζητῶ, ἀπάγγειλόν μοι ποῦ βόσκουσιν. Εἶπε δὲ αὐτῷ, φησὶν, ὁ ἄνθρωπος, ἀπήρκασιν ἐντεῦθεν. Ἥκουσα γὰρ αὐτῶν λεγόντων· Πορευθῶμεν εἰς ∆οθαΐμ. Οὗ καὶ ἀφιγμένος, ἀδοκήτως ἐπεβουλεύετο. Ἐπὶ καιροῦ γὰρ ὥσπερ ὁ φθόνος τὸ πάλαι δοκοῦν εἰργάζετο. ∆ιαχρήσασθαι μὲν οὖν εἰς ἅπαν ἐπεθύμουν αὐτὸν οἱ ἀπὸ Βάλλας τε καὶ Ζελφᾶς τῶν θεραπαινῶν· ἔφασκον γάρ· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. Νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν ἐφ' ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Ἀκούσας δὲ Ῥουβεὶμ, ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, λέγων Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν. Εἶπε δὲ αὐτοῖς Ῥουβείμ· Μὴ ἐκχέητε αἷμα, ἐμβά[λ]λετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ. Εἶπε δὲ οὕτως, ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. Τὸν χιτῶνα δὴ οὖν ἀφελόμενοι τὸν ποικίλον. καθίεσαν εἰς λάκκον οὐ τεθνεῶτα τὸν Ἰωσὴφ, πλὴν ὡς τεθνηξόμενον καὶ οὐκ εἰς μακράν. Ἐπειδὴ δὲ Ἰσμαηλῖταί τινες, ἀρωμάτων ἔμποροι, πρὸς τὴν Αἰγυπτίων ἠπείγοντο, συμβουλεύοντος Ἰούδα (μὴ γὰρ δὴ χρῆναι διολλύναι τὸν ἀδελφὸν ἀνεκεκράγει σαφῶς), ἀπημπολήκασι τὸ μειράκιον καταθεμένοις ὑπὲρ αὐτοῦ τοῖς ἐκπρίασθαι βουληθεῖσιν, εἴκοσι χρυσοῦς. Καὶ ἀπεκομίσθη μὲν εἰς Αἴγυπτον Ἰωσήφ. Ῥουβεὶμ δὲ πάλιν τὸ γεγονὸς οὐκ εἰδὼς, ἀφίκετο μὲν ἐπὶ τὸν λάκκον. Ἐπειδὴ δὲ τὸ παιδάριον οὐ τεθέαται, κεκινδυνευκέναι νομίσας, περιῤῥήγνυσι μὲν τὸ ἱμάτιον, ἐπίκλημα δὲ τοῖς ἄλλοις ἐποιεῖτο τὸν Ἰωσὴφ, οὕτω λέγων· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Μονονουχὶ γάρ φησι· Πῶς ἂν ὑποστρέψαιμι πρὸς τὸν πατέρα, ἢ πῶς ἂν ὅλως προσδέξαιτο τὸν ἠγαπημένον οὐκ ἔχοντας; τί δὲ δὴ καὶ ἐροῦμεν ἀπαιτοῦντι τῷ πατρὶ τὸ παιδάριον; Οἱ δὲ τὸν χιτῶνα τὸν ποικίλον αἰγὸς αἵματι καταδεύσαντες, προσεκόμιζον τῷ πατρὶ, δόλῳ καὶ ἀπάτῃ μεθύοντας συνθέντες λόγους. Τοῦτον γὰρ εὕρομεν, φασίν; ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ. Κατοιμώζει δὲ ὁ πατὴρ, καὶ τάχα που τῆς τῶν υἱῶν βασκανίας, καὶ ἀνοσίων σκεμμάτων κατεκεκράγει, λέγων· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ. ∆υσεύναστόν τε καὶ ἀνουθέτητον παντελῶς, καὶ ἐπὶ τῇ τοῦ παιδὸς συμφορᾷ τὴν δυσθυμίαν ἐδέχετο. Οὐ γὰρ ἤθελε, φησὶ, παρακληθῆναι λέγων, ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. Ἐκβεβηκότος δὴ οὖν εἰς πέρας τοῦ τῆς ἱστορίας λόγου, μετοιχήσεται πάλιν ὁ νοῦς τῶν ἐσωτάτω πρὸς ἔρευναν. Καὶ οἷά τισι σκιαῖς τοῖς αἰσθητῶς γεγονόσιν ἐπιχρωματίζων τὴν ἀλήθειαν, εὐπρεπὲς ὡς ἔνι τὸ τῆς θεωρίας ἀπεργάζεται κάλλος.

γʹ. Τέτοκε τοίνυν τὸν Ἰωσὴφ ἡ νεωτέρα Ῥαχὴλ, ἡ καλὴ τῷ εἴδει, καὶ λαμπραῖς ὀμμάτων βολαῖς ἀποστίλβουσα τὸ ἐπίχαρι· καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Πόθεν; Γέγραπται γὰρ, ὅτι οἱ μὲν Ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. Ἀλλὰ Λείαν μὲν ἐλέγομεν τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι, τὴν Συναγωγήν· τὰς ἐπὶ τούτῳ πίστεις συλλέγοντες ἀπό τε τῶν ὀφθαλμῶν καὶ τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἀκαλλὴς γὰρ ὄντως καὶ πολὺ νοσοῦσα τὸ ἄῤῥωστον, ἡ ἔσω τε καὶ εἰς νοῦν ὅρασις τῆς Ἰουδαίων Συναγωγῆς. Ὀφθαλμοὶ γὰρ αὐτοῖς, καὶ οὐ βλέπουσι, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ ἐγνώκασι τὰ Μωσέως, οὔτε μὴν γεγόνασιν οἷοί τε καταθρεῖν τὰ ἐν αὐτῷ μυστήρια, δι' ὧν πολυτρόπως ὁ Ἐμμανουὴλ κατεγράφετο. Ἑρμηνεύεται δὲ Λεία, κοπιῶσα, καθὰ καὶ ἐν ἑτέροις εἰρήκαμεν. Κεκοπίακε γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, βραδὺ καὶ δύσοιστον ἄχθος τὸν διὰ Μωσέως ἔχουσα νόμον. Τοιγάρτοι καὶ ὁ Χριστὸς ὡς κοπιῶντας αὐτοὺς καὶ κατηχθισμένους, εἰς τὴν διὰ πίστεως ἄνεσιν ἐκάλει λέγων· ∆εῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀλλὰ Λεία μὲν ἐν τούτοις. Καθαροὶ δὲ ἄγαν οἱ τῆς Ῥαχὴλ ὀφθαλμοί. Τεθέαται γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὴν δόξαν Χριστοῦ, καὶ ἐν αὐτῷ τὸν Πατέρα· κέκληται δὲ πρὸς οἰκείωσιν τοῦ νοητοῦ νυμφίου, τουτέστι Χριστοῦ, μετὰ τὴν πρώτην. Αὕτη γὰρ ἡ νεωτάτη ῥυτίδα μὴ ἔχουσα, καίτοι παλαιωθείσης τῆς πρώτης, καὶ ἐπεί τοι γεγήρακεν, ἐγγὺς γενομένης ἀφανισμοῦ. Ἑρμηνεύεται δὲ καὶ ἡ Ῥαχὴλ, Θεοῦ ποίμνιον. Ποίμνιον γὰρ τοῦ Σωτῆρος ἡ Ἐκκλησία· ὃς Ἰουδαίοις μὲν ἔφασκε δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς. Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα· κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Ἡμῶν δὲ δὴ πέρι, Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον. Ἔστι μὲν οὖν ποιμὴν ἀγαθὸς, καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύων. Κεχρημάτικε δὲ καὶ πρόβατον, ἐπεί τοι γέγονε καθ' ἡμᾶς. Καὶ γοῦν ὁ σοφὸς Ἰωάννης τοῖς Ἰουδαίων δήμοις αὐτὸν παρέδειξε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Μυρίοι μὲν γὰρ ἐσφάττοντο, κατὰ τὸν τοῦ νόμου τύπον, ἀλλ' οὐδεὶς ἀπήλειψε τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν. Ἀνῄρηκε δὲ τοῦ κόσμου τὴν ἁμαρτίαν ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ ἀληθινὸς, τὸ ἄμωμον ἱερεῖον. Οὐκοῦν καὶ ὡς πρόβατον λελόγισται μεθ' ἡμῶν. Καλοῖτο δ' ἂν διὰ τοῦτο καὶ τῆς Ἐκκλησίας υἱὸς ὡς πρωτότοκος ἐν ἀδελφοῖς. Ἰστέον δὲ ὅτι καὶ Ἰωσὴφ ἑρμηνεύεται προσθήκη καὶ αὔξησις Θεοῦ. Ἀεὶ γὰρ εἰς αὔξησιν τῶν τῆς Ἐκκλησίας τέκνων ἡ ἁγία πληθὺς ἐπιδίδοται. Τοιγάρτοι καὶ εἴρηται πρὸς αὐτήν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, Σιὼν, καὶ ἰδὲ πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Καὶ πάλιν· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ τῆς Περσῶν. Γέγραπται δὲ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· πῆ μὲν, ὅτι ὁ μὲν Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν ἐπὶ ταυτό· πῆ δὲ δὴ αὖ· Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν. Ταύτῃτοι, καθάπερ ἤδη προεῖπον, νοοῖτ' ἂν εἰκότως ὁ νοητὸς Ἰωσὴφ, τουτέστιν, οἱ ἐν Χριστῷ, προσθήκη Θεοῦ. Ἴοι δ' ἂν ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ὡσανεὶ καὶ αὑτὸν οἰκονομικῶς ὀνομάζων. Ἔστι γὰρ, αὐτὸς μὲν ἡ κεφαλή· σῶμα δὲ καὶ μέλη, ἐκ μέρους ἡμεῖς. Καὶ αὐτὸς μὲν ἡ ἄμπελος· ἐμπεφύκαμεν δὲ κλημάτων δίκην ἡμεῖς, ἑνώσει τῇ κατὰ πνεῦμα δι' ἁγιασμοῦ συνδούμενοι. Ἀλλ' Ἦν, φησὶν, Ἰωσὴφ δέκακαὶ ἑπτὰ ἐτῶν. Καὶ ὅτι μὲν νέος κομιδῇ, παραδείξειεν ἂν, οἶμαί που, καὶ διὰ τούτων ἡμῖν ἡ Γραφή. Νεώτατον δὲ τῶν ἄλλων καὶ αὐτὸν εἶναί φαμεν τὸν Ἐμμανουὴλ, τὸ ἐν χρόνῳ πρεσβύτερον τοῖς πρὸ αὐ τοῦ γεγονόσιν ἀνάπτοντες, οἷον Μωσῇ καὶ προφήταις· ἐκβασανίζοντες δὲ τῶν γεγραμμένων τὴν δύναμιν, οἰησόμεθά τι καὶ ἕτερον διὰ τούτου κατασημαίνεσθαι. Καταγράψει γάρ πως ἡμῖν καὶ αὐτὸ τάχα που τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βαθὺ μυστήριον, καὶ ὁ τῶν ἐτῶν ἀριθμός. Καὶ τίνα δὴ τρόπον, διατρανοῦν ὡς ἔνι πειράσομαι· ὡς γὰρ ἔφην ἤδη καὶ ἐν ἑτέροις· μεμνήσομαι γάρ.

δʹ. Ἔθος τῇ θείᾳ Γραφῇ, τοὺς ἀνόπιν ἰόντας τῶν ἀριθμῶν, μετὰ τὴν αὐτοῖς τεταγμένην ἐκπλήρωσιν, τελειότητος ποιεῖσθαι σύμβολα. Οἷόν τί φημι· Τὸν δέκα εἴπερ τις ἀναμετρήσαιτο καὶ ὑπερτρέχειν ἕλοιτο, πάλιν ἐκ μονάδος ἄρξεται, καθάπερ εἰς τέλος καταίρων αὐτόν. Ὁμοίως ἐπὶ τῆς ἑβδομάδος. Ἀρξάμενος γὰρ ἐκ πρώτης, ἄνεισι μὲν ἐφεξῆς ἐπὶ τὴν ἑβδόμην· εἶτα κατακλείσας εἰς τέλος τὸν τῶν ἡμερῶν ἀριθμὸν, ἐπανήξει πάλιν ἐπὶ τὴν πρώτην. Τελειότητος οὖν ἄρα ταύτῃτοι ποιεῖται σημεῖα τοὺς ὧδε ἔχοντας τῶν ἀριθμῶν ὁ ἱερὸς ἡμῖν λόγος. Καὶ γοῦν τῇ τῶν ταλάντων διανομῇ, τὸν εἰς λῆξιν ἥκοντα φιλεργίας τῆς κατὰ Θεὸν, δέκα φησὶν εἰληφέναι τάλαντα καὶ μὴν καὶ ἐπάνω τεθεῖσθαι πόλεων δέκα· ὅτι τῶν εὐδοκιμήσεων τελειότητι πάντη τε καὶ πάντως ἰσομοιρήσει τὰ γέρα, διὰ τούτου καταδεικνὺς ὁ τούτων διανομεὺς, τουτέστι Χριστός· Στεῖραν δέ γε τεκεῖν ἐπτὰ, τῶν ἁγίων τις ἔφη, τὸ ἑπτά που τιθεὶς ἀντὶ τοῦ πολλὰ, καὶ ὅσα τυχὸν εἰς τέλειον ἀριθμὸν καταλογισθεῖεν ἂν ὑπό του τῶν ἀ[να]μετρεῖν ᾑρημένων. Ὅταν τοίνυν λέγηται περὶ τοῦ Ἰωσὴφ, ὅτι ἦν ἐτῶν δέκα καὶ ἑπτὰ, συντεθεῖσθαι δώσομεν τὸν Ἐμμανουὴλ εἰς ἕνα Χριστὸν καὶ Υἱὸν ἐκ δυοῖν τελείοιν, θεότητός τε καὶ ἀνθρωπότητος. Οὐ γάρ τοι παραδεξόμεθα τό τισι δοκοῦν, οἰομένοις ὅτι ψυχῆς λογικῆς ὁ θεῖος ἐκεῖνος κεκένωτο ναὸς, ὃν ἐκ τῆς ἁγίας Παρθένου πεφόρηκεν ὁ Θεὸς Λόγος. Ἀλλ' ὥσπερ ἦν τέλειος ἐν θεότητι, οὕτω καὶ ἐν ἀνθρωπότητι, πλὴν εἰς ἕνα συγκείμενος ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν. Οὐκοῦν σημαίνει μὲν τὸ τέλειον ἐν θεότητι καὶ ὑπαινίττεταί πως ἡμῖν ὁ δέκα ἀριθμός. Τὸ δὲ οὕτως ἔχον, ἐν ἀνθρωπότητι πάλιν ὑπεμφήνειεν ἂν ὁ ἑπτὰ, μειονεκτούμενος μὲν ὡς ἐν Τριάδι τοῦ δέκα, ἐπενηνεγμένος δὲ αὐτῷ καὶ οἱονεὶ προσκείμενος. Μετὰ γάρ τοι τὸν δέκα ἀριθμὸν συμβέβηκεν ὁ ἑπτά. Ἐν ὑπεροχῇ δὲ Τριάδος, τουτέστι Θεότητος, ὁ ἐκ Πατρὸς Θεὸς Λόγος· ἐν ὑφιζήσει δὲ τὸ ἀνθρώπινον, καὶ Θεοῦ δόξης ἐν μείοσι. Καὶ ὁ μὲν Θεὸς Λόγος νοεῖται προὼν, προσγέγονε δὲ αὐτῷ τὸ ἀνθρώπινον. Οὐκοῦν ἀναγκαίως προτέτακται μὲν ὁ δέκα ἀριθμὸς, ἐπενήνεκταί γε μὴν ὁ ἑπτά. Ἰωσὴφ γὰρ, φησὶν, δέκα καὶ ἑπτὰ ἦν ἐτῶν. Ἄθρει δή μοι πρὸς τούτῳ τὸ πρόσκαιρόν τε καὶ ἄναρχον, ὡς ἔν γε δὴ χρόνῳ, φημὶ, τοῦ Ἐμμανουήλ. Γέγονε μὲν γὰρ ἐτῶν ἀπαρίθμησις ὡς ἐν εἰκόνι τῷ Ἰωσήφ· ἀλλ' ἐπενήνεκται τὸ ἦν. Κέκληται μὲν γὰρ εἰς γένεσιν τὴν καθ' ἡμᾶς νοουμένην, καὶ εἰς ἐτῶν ἀριθμὸν διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἀλλ' ἕψεται πάντως τὸ ἦν αὐτῷ. Νοεῖται γὰρ καὶ ἔστιν ἀληθῶς τῷ Θεῷ καὶ Πατρὶ συναΐδιος, καὶ, ὡς ὁ θεσπέσιός φησιν Ἰωάννης, Ἐν ἀρχῇ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐκοῦν ἐρῶ εἰσαῦθις· ∆έκα μὲν καὶ ἑπτὰ ἐτῶν ἦν Ἰωσὴφ ὁ θεσπέσιος, τὰς δὲ τοῦ πατρὸς ἀγέλας συνεποίμαινε τοῖς ἀδελφοῖς, τοῖς ἀπὸ Ζελφᾶς, φημὶ, καὶ Βάλλας, τουτέστι, τοῖς ἐκ θεραπαινῶν. Γεγονὼς γὰρ ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω περιέθει χώραν, συναγείρων ὥσπερ εἰς ἀγάπησιν τὴν πρὸς Θεὸν καὶ Πατέρα ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων. Ἐποίμαινε τοίνυν τοῖς εἰς δουλείαν γεγεννημένοις ὁ Ἐμμανουὴλ, καὶ τοῖς οἱονεί πως ἐκ δύο παιδισκῶν, νόθην, καὶ οὐκ ἐλευθέραν λαχοῦσι τὴν γένεσιν. Μετὰ γάρ τοι τὴν τοῦ Ἱεροβοὰμ βασιλείαν, ἀπήρκασι μὲν τῆς Ἱερουσαλὴμ αἱ δέκα φυλαὶ, κατῴχοντο δὲ καὶ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ, παραφέροντος εἰς τοῦτο τοῦ Ἱεροβοάμ. Πεπλάνηνται δὲ καὶ προσκεκυνήκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐκεῖ. Ὅθεν καὶ διὰ φωνῆς Ἰεζεκιὴλ, ὡς δύο γυναῖκας ἐκπεπορνευμένας κατῃτιᾶτο Θεὸς, οὕτω λέγων· Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν τῇ Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον οἱ μαστοὶ αὐτῶν. Ἐκεῖ διεπαρθενεύθησαν. Τὰ δὲ ὀνόματα αὐτῶν, Ὀόλλα ἡ πρεσβυτέρα, καὶ Ὀολίβα ἡ ἀδελφὴ αὐτῆς. Καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἡ Ὀόλλα, καὶ Ἱερουσαλὴμ ἡ Ὀολίβα. Συνεποίμαινε τοίνυν καθ' ἡμᾶς γεγονὼς ὁ Υἱὸς τοῖς ἐκ δουλείας ἅμα καὶ ἐκ πορνείας γεγεννημένοις. Καθηγοῦνται γὰρ ἔτι τῶν ἐξ Ἰσραὴλ οἱ κατὰ νόμον προεστηκότες, καίτοι διδάσκοντος ἤδη καὶ μυσταγωγοῦντος Χριστοῦ τοὺς προσιόντας αὐτῷ, καὶ εἰς τὴν τῆς ἀληθείας ἀποκομίζοντος τρίβον. Αὕτη δὲ ἦν αὐτός. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγώ εἰμι ἡ ὁδός. Ἀλλ' οἱ μὲν Γραμματεῖς καὶ Φαρισαῖοι καὶ τὴν τῆς νομοθεσίας ἔχοντες δόξαν, κατέβοσκον εἰς τριβόλους, εἰς ἀκάνθας, εἰς πλάνησιν, εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων· ὁ δὲ εἰς νομὴν ἀγαθὴν, καὶ εἰς πόαν ὥσπερ εὐανθεστάτην, τῶν εὐαγγελικῶν παιδευμάτων τὴν εὐφυᾶ καὶ ἀξιάγαστον γνῶσιν. Καὶ οἱ μὲν ἦσαν ποιμένες ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ πρός γε τούτοις, λημμάτων ἡττώμενοι, καὶ φιλοκέρδειαν νοσοῦντες ἐσχάτην· τὸ γάλα κατεσθίοντες, τὰ ἔρια περιβαλλόμενοι, καὶ τὸ παχὺ σφάζοντες, κατὰ τὴν τοῦ προφήτου φωνήν· μισθωτοὶ καὶ ἀγέρωχοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ χρῆναι πονεῖν ὑπὲρ τῶν προβάτων. Ἀλλ' ὥσπερ οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, ψόγον πονηρὸν κατήγαγον ἐπὶ τὸν Ἰωσὴφ, οὕτω καὶ τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ· Σαμαρείτην, καὶ οἰνοπότην, καὶ δαιμονῶντα πρὸς τούτοις, καὶ ταῖς τοῦ Βεελζεβοὺλ ἐνεργείαις ἐπικουρούμενον εἴς γε τὸ δύνασθαι, φημὶ, τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ φωνῆς προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. ∆είλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν ψευδῆ κατ' ἐμοῦ. Καὶ πάλιν· Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν, δι' ἀπαιδευσίαν γλώττης αὐτῶν. Πεφλυάρηκε τοίνυν κατὰ Χριστοῦ τῶν Φαρισαίων τὸ στῖφος, τὸ θρασύ τε καὶ ἀνελεύθερον. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατενεγκεῖν τοὺς ἀδελφοὺς ψόγον πονηρὸν κατὰ Ἰωσήφ. Ἀλλ' ἠγαπᾶτο, φησὶν, παρὰ τοῦ πατρὸς, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Γεγόνασι μὲν γὰρ καὶ ἕτεροι ποιμένες, καλοί τε καὶ ἀγαθοὶ, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως τῆς ἐν κόσμῳ καὶ μετὰ σαρκός· καὶ πρό γε τῶν ἄλλων Μωσῆς ὁ θεσπέσιος, καὶ οἱ καθεξῆς τὰς λογικὰς ἀγέλας διαποιμαίνοντες. Πλὴν διαφερόντως ἠγάπησε τὸν Υἱὸν ὁ Πατήρ, καίτοι τελευταῖον ὄντα μετὰ τοὺς ἄλλους, καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος γεγονότα καιροῖς. Ἁρμόσει μὲν οὖν τῷ Ἰακὼβ υἱὸν γήρως ἔχειν τὸν Ἰωσήφ. Θεὸς δὲ ἀγήρως, ἄναρχός τε καὶ ἀναυξὴς, καὶ ἀεὶ παντέλειος. Ταύτῃτοι σοφῶς τῆς τοῦ πρέποντος θήρας ἀφαμαρτεῖν οὐκ ἐφιέντες τὸν λόγον, γήρως ὥσπερ υἱὸν γεγεννῆσθαί φαμεν τῷ Θεῷ καὶ Πατρὶ τὸν Ἐμμανουὴλ, ὡς ἐν χρόνοις γεγονότα τοῖς τελευταίοις τοῦ αἰῶνος, δηλονότι τοῦ ἐνεστῶτος, καὶ ἐπεί τοι μετ' αὐτὸν ἕτερος οὐδείς. Οὐ γὰρ ἐν ἑτέρῳ σώζεσθαι προσδοκῶμεν. Ἀρκέσει δὴ μόνος, ὅτι μηδὲ ἐν ἄλλῳ κεῖσθαί φαμεν τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωήν. Αὐτὸς οὖν ἡμᾶς εἰς αἰῶνας ποιμανεῖ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ ὑπ' αὐτῷ κεισόμεθα τῷ ἀγαπητῷ, πεφηνότι μὲν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καθάπερ ἔφην ἀρτίως, μετὰ σαρκὸς, προϋφεστηκότι δὲ ὡς Θεῷ. Φαμὲν γὰρ εἶναι τῷ Πατρὶ συναΐδιον. Οὐκοῦν ἠγαπᾶτο μὲν παρὰ τοῦ πατρὸς διαφερόντως ὁ Ἰωσήφ· χιτῶνα δὲ αὐτῷ ποικίλον ἐδίδου, γέρας ὥσπερ ἐξαίρετον, καὶ τῆς ἐνούσης φιλοστοργίας μήνυσιν ἐναργῆ τὸ χρῆμα τιθείς. Ἀλλ' ἦν καὶ τοῦτο τοῖς ἀδελφοῖς βασκανίας ἐρέθισμα, καὶ φθόνου πρόφασις· καθὼς καὶ αὐτὸ τῶν πραγμάτων διδάξει τὸ πέρας. Ἐπεμαίνοντο δὲ καὶ οἱ Φαρισαῖοι τῷ ἠγαπημένῳ, τουτέστι Χριστῷ, διά τοι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ποικιλότροπόν τινα κατημφιέσθαι δόξαν. Τεθαύμαστο γὰρ κατὰ πολλοὺς, οἶμαι, τρόπους· τοῦτο μὲν ὡς ζωοποιὸς, τοῦτο δὲ ὡς φῶς καὶ καταφωτίζειν οἷός τε τοὺς ἐν σκότῳ, ὡς λεπροὺς καθαρίζων, καὶ νεκροὺς κἂν ἤδη δυσωδοῦντας ῥᾷστα ἐγείρων, ὡς θαλάσσαις ἐπιτιμῶν, καὶ αὐτοῖς ἐπ' ἐξουσίας ἐποχούμενος κύμασι. Καὶ γοῦν ἤδη πως Ἰουδαῖοι διηπορηκότες, καὶ τῷ τῆς βασκανίας πυρὶ λοιπὸν ἀφορήτως κατατρυχόμενοι, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ. Αἴνιγμα δὴ οὖν ὁ παμποίκιλος ἡμῖν χιτών ἐστι τῆς πολυειδοῦς εὐκλείας, ἢν ὁ Θεὸς καὶ Πατὴρ περιθεῖναι λέγεται τῷ Υἱῷ καθ' ἡμᾶς γενομένῳ διὰ τὸ ἀνθρώπινον. Ἐπεὶ τό γε ἧκον εἰς ἰδίαν φύσιν, αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος· κἂν εἰ λέγοι τυχὸν οἰκονομικῶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Παρεθήγοντο δὴ οὖν εἰς λύπας οἱ ἐκ θεραπαινῶν, ἐφ' οἷς ἔφην ἀρτίως. Καὶ πρός γε δὴ τούτοις, ὕποπτοι γεγόνασι διὰ τὴν τῶν ἐνυπνίων ἀφήγησιν. Προαναμανθάνοντες γὰρ, ὡς αὐτοὶ μὲν ἔσονται κατὰ καιροὺς ὑπὸ πόδας, καὶ προσκυνηταί· ὁ δὲ λίαν δὴ ὑπερκείσεται, καὶ εἰς τοῦτο δόξης ἀναδραμεῖται λοιπὸν, ὡς καὶ αὐτοῖς γενέσθαι προσκυνητὸν τοῖς γεγεννηκόσιν· ἐπέτριζον ἤδη τοὺς ὀδόντας αὐτῶν, καὶ τὰς ἐπὶ τὸ χρῆναι φονᾷν εἰσεδέχοντο γνώμας. Παρωξύνοντο δὲ καὶ οἱ Ἰουδαῖοι, καὶ λελύπηντο οὐ μικρῶς, μανθάνοντες ὅτι καὶ αὐτοὺς ὑπερκείσεται τοὺς ἁγίους Πατέρας ὁ Ἐμμανουὴλ, καὶ προσκυνητὸς ἔσται παντὶ τῷ λαῷ, μᾶλλον δὲ ἁπάσῃ τῇ γῇ. Καὶ τοῦτο συνιέντες ἔφασκον· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ· καίτοι τοῦ μακαρίου ∆αβὶδ ἀναφανδὸν λέγοντος ἐνηνθρωπηκότι τῷ Μονογενεῖ· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε· ἄλλοτε δ' αὖ καὶ αὐτῶν τῶν ἐξ Ἰσραὴλ τὸν ἐπὶ Χριστῷ φθόνον καὶ τὴν ἀνοσίαν ὀργὴν καταφανῆ τιθέντος καὶ λέγοντος· Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Ἀποχρώντως δὴ οὖν τὸν ἀπηνῆ καὶ ἀτίθασσον τῶν Ἰουδαίων καταδείξαντες φθόνον, ἐπὶ καιροῦ λέγωμεν τὰ δύσοιστά τε καὶ μιαιφόνα τολμήματα, πανταχῆ τὸν τῆς ἱστορίας παραθλίβοντες λόγον, καὶ εἰς αὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀναθέοντες τὸν σκοπόν. Ἀνακομίζει γὰρ αὖθις εἰς τοῦτο ἡμᾶς ὁ λόγος.

εʹ. Ἰέναι μὲν γὰρ ἐν Σιχὲμ τὸν θεσπέσιον Ἰωσὴφ τὸ τοῦ πατρὸς ἀναπείθει πρόσταγμα, εἴπερ εἰσὶν ἐν εὐρωστίαις, καὶ ὅποι ποτὲ καὶ τίνα δὴ τρόπον διαποιμαίνουσιν ἐποπτεύσηται τοὺς ἀδελφούς. Ὁ δὲ ἄπεισι μὲν, εὑρίσκει δὲ μόλις, ἥκιστα μὲν ἐν Σιχὲμ, κατοιχομένους δὲ μᾶλλον εἰς ∆οθαΐμ. Ὡς δὲ δὴ προσιόντα τεθέανται, πικρὸν καὶ ἀπηχθημένον μειδιῶσι, λέγοντες· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. ∆ιαχρήσασθαι δὲ βουλομένους ἀπείργει μὲν ὁ Ῥουβείμ· καθίεσαν δ' οὖν εἰς ἕνα τῶν λάκκων, καὶ τῆς τοῦ Ῥουβεὶμ συμβουλῆς ἀλογήσαντες. Μετ' οὐ πολὺ δὲ τοῦ λάκκου τὸν νεανίαν ἀνιμησάμενοι, τοῖς Ἰσμαηλίταις ἀπέδοντο καταβαίνουσιν εἰς τὴν Αἰγυπτίων. Ὑπονοστήσας γε μὴν ἐπὶ τὸν λάκκον ὁ Ῥουβεὶμ, εἶτα τὸ μειράκιον οὐχ εὑρὼν, ἐκτεθνάναι δὲ ἤδη νομίσας, ἔργον τε γενέσθαι τῆς τῶν φονώντων ἀνοσιότητος, δεδυσφόρηκεν οὐ μικρόν. Καὶ ἀπεκομίσθη μὲν Ἰωσὴφ εἰς Αἴγυπτον· τεθρήνηκε δὲ ὁ πατὴρ, καὶ μέχρι πολλοῦ κατοιμώζων διετέλει. Ἀπεστάλη δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπισκεψόμενος τοὺς ἐξ Ἰσραὴλ, εἰ διατελοῦσιν ἐν εὐρωστίαις, δῆλον δὲ ὅτι ταῖς νοηταῖς, καὶ εἰ μεμένηκεν ἐν καλῷ τὰ ὑπ' αὐτοὺς θρέμματα, τῆς τῶν ποιμένων ἐπιεικείας οὐκ ἀπομοιρήσαντα. Ἀλλ' εὕρηνται μὲν οὐκ ἐν Σιχὲμ, ἀλλ' ἐν ∆οθαΐμ. Ἡ Σιχὲμ ὦμος ἑρμηνεύεται. Σημεῖον δ' ἂν γένοιτο φιλεργίας τὸ μέλος. Κατείθισται γάρ πως ἡ θεόπνευστος Γραφὴ, ποτὲ μὲν ἰσχὺν, ποτὲ δὲ εἰς ἔργου τύπον ποιεῖσθαι τὸν ὦμον. Οἶον ἐκεῖνό φαμεν τὸ, ∆ὸς καρδίαν σου εἰς τοὺς ὤμους, τουτέστιν, εἰς φιλεργίαν. ∆οθαῒμ δὲ πάλιν, ἔκλειψις ἱκανή. Κατελήφθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, οὐκ ἐν φιλεργίαις ὄντες ταῖς εἰς ἀρετὴν, οὔτε μὴν ἐν εὐδοκιμήσεσι ταῖς κατὰ τὸν νόμον, ἀλλ' ἐν ἐκλείψει πολλῇ, δικαιοσύνης δηλονότι καὶ ἁπάσης ἐπιεικείας. Οὐ γὰρ ἦν δίκαιος οὐδὲ εἷς, οὐκ ἦν ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός· ἀλλ', ὡς Θεός πού φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, μόνην αὐτῷ προσῆγον τὴν ἀπὸ γλώττης τιμὴν, τὸν νοῦν ἑτέρωθι μεταστήσαντες, καὶ τοῦ χρῆναι πληροῦν τὰ νενομισμένα διὰ Μωσέως, πόῤῥω που μετοικισάμενοι τὴν καρδίαν. Προσέκειντο γὰρ μόναις διδασκαλίαις, καὶ ἐντάλμασιν ἀνθρώπων. Ἀλλ' ἐπέγνωσαν μὲν παρόντα μετὰ σαρκὸς τὸν ἠγαπημένον, τὸν νοητὸν Ἰωσήφ. Ἔφη γὰρ ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης, ὅπως μέν τοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν. Ἐπιγνόντες τοίνυν πεπαρῳνήκασιν εἰς αὐτόν. Ἀπεκτόνασι γὰρ, καὶ ὥσπερ εἴς τινα λάκκον καθῆκαν οἱ δείλαιοι, τὸ βαθὺ καὶ σκοτεινὸν τοῦ θανάτου βάραθρον, τουτέστι τὸν ᾅδην. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος ∆αβὶδ κατεσήμαινε λέγων ὡς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὡς ἐκ προσώπου Χριστοῦ· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἄθρει δέ μοι τῶν ἱερῶν Γραμμάτων τὴν ἰσχὺν, καὶ τὸ πολὺ λίαν ἀπεξεσμένον εἰς τὸ ἀκριβές· Ὁ λάκκος, φησὶ, κενὸς, ὕδωρ οὐκ εἶχεν, ἵνα σαφῶς καὶ ἐναργῶς ὁ ᾅδης ἡμῖν διὰ τούτου κατασημαίνηται. Καὶ τίνα τρόπον, ἐρῶ· ὕδωρ μὲν γὰρ σύμβολον ἂν εἴη ζωῆς, ὡς ζωοποιόν. Ὕδωρ δὲ οὐκ εἶναί φησιν ἐν τῷ λάκκῳ. Τῶν γὰρ ζωῆς ἐστερημένων νοοῖτ' ἂν εἰκότως ὁ ᾅδης οἶκός τε καὶ ἐνδιαίτημα. Πλὴν ἀνεβιβάσθη τὸ παιδάριον. Ἀνεβίω δὲ καὶ ὁ Χριστὸς ἐκ νεκρῶν. Οὐ γὰρ γέγονε τῷ λάκκῳ κάτοχος. Οὐδὲ μεμένηκεν ὁ Χριστὸς εἰς ᾅδου, κεκένωκε δὲ μᾶλλον αὐτόν. Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε. Ἐπειδὴ δὲ ἀνεβιβάσθη, καὶ οὐκ εἰς μακρὰν ὁ θεσπέσιος Ἰωσὴφ ἀπῆλθεν εἰς τὴν Αἰγυπτίων, ἐκπριαμένων αὐτὸν τῶν Ἰσμαηλιτῶν· ἦσαν δὲ ἀρωμάτων ἔμποροι. Ἀνεβίω μὲν γὰρ καὶ ὁ Χριστὸς, καὶ ἀναβέβηκεν ἐκ τοῦ λάκκου. Μεταπεφοίτηκε δὲ τὴν Ἰουδαίαν ἀφεὶς εἰς τὴν τῶν ἐθνῶν χώραν· περιφερόντων αὐτὸν τῶν νοητῶν Ἰσμαηλιτῶν, τουτέστι, τῶν ἐν ὑπακοῇ Θεοῦ· ἑρμηνεύεται γὰρ οὕτως ἡ λέξις. Τίνες δ' ἂν εἶεν οἱ τοιοίδε; Πάλιν οἱ μακάριοι μαθηταὶ, τὸ οὖς ὑποθέντες τοῖς διὰ Χριστοῦ παιδεύμασι, καὶ ἀπαρχὴ γεγονότες τῶν εὐδοκιμούντων ἐν ὑπακοῇ καὶ πίστει, καὶ τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Οἱ γὰρ τοιοίδε νοοῖντ' ἂν εἰκότως καὶ ἀρωμάτων ἔμποροι, τὸ Χριστοῦ μυστήριον εὐωδιάζοντες, καὶ ἁπάσης ἀρετῆς ἰδέαν ἐν ἰδίαις ψυχαῖς ἀναματτόμενοι γενικῶς. Οὗτοι τὸν Ἰησοῦν ἐξεπρίαντο τρόπον τινὰ, πάντα μὲν ἀφέντες τὰ ἐν νόμῳ λαμπρὰ, τὸν ἕνα δὲ καὶ πολύτιμον ἐμπορευσάμενοι μαργαρίτην, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος παραβολήν. Οὗτοι τοῖς ἔθνεσι διεκόμισαν τὸν Χριστὸν, ἱερουργοῦντες τὸ Εὐαγγέλιον, καὶ ἀνὰ πᾶ σαν τὴν ὑφ' ἥλιον κηρύττοντες ὡς Θεὸν καὶ Κύριον, καὶ ὡς λίθον ἐκλεκτὸν, ἀποδοκιμασθέντα μὲν παρὰ τῶν ἐν νόμῳ καὶ νοητῶν οἰκοδόμων, ἐκλεκτὸν δὲ καὶ ἔντιμον παρὰ Θεῷ, καὶ εἰς κεφαλὴν γωνίας κείμενον. Πλὴν ὅτι κεκώλυκεν ὁ Ῥουβεὶμ φονῶντας τοὺς ἀδελφούς· δεδυσφόρηκε δὲ καὶ Ἰούδας. Καὶ ἦν μὲν Ῥουβεὶμ πρωτότοκος· Ἰούδας γε μὴν ἐκ τῆς εἰς βασιλείαν κεκλημένης φυλῆς. Οὐκοῦν ὅσοι τὴν τοῦ πρωτοτόκου συμμορφίαν πεπλουτήκασι, εἴπερ ἧσαν ἐξ Ἰουδαίων, καὶ ὅσοι κέκληνται πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸ διὰ Χριστοῦ προσηκάμενοι κήρυγμα, δεδυσφορήκασιν οὐ μικρῶς ἐπὶ τοῖς κατ' αὐτοῦ τολμήμασιν. Ἦσαν γὰρ, ἦσαν οὐκ εὐαρίθμητοι κατ' ἐκεῖνο καιροῦ, κατά τε τὴν Ἱερουσαλὴμ καὶ τὴν ἑτέραν τῶν Ἰουδαίων χώραν, οἱ λελυπημένοι καὶ συναλγήσαντες Χριστῷ ἠτιμασμένῳ. Τεθρήνηκε δὲ ὁ πατὴρ τὸν Ἰωσήφ· Οὐ γὰρ ἤθελε παρακληθῆναι, φησίν. Πάρεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν ὅτι λελύπηκεν οὐ μετρίως τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν ἡ εἰς Χριστὸν παροινία καὶ τὰ μιαιφόνα τῶν Ἰουδαίων ἐγχειρήματα. Προσκεκρούκασι δὲ οὕτω δεινῶς, ὡς παραιτεῖσθαι παράκλησιν, μονονουχὶ δὲ καὶ ἀνέχεσθαι μηδενὸς εἴπερ ἕλοιτό τις τὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι λιτάς. Ἐλιπάρουν μὲν γὰρ οἱ προφῆται πολλάκις, καὶ σώζεσθαι παρεκάλουν τὸν Ἰσραήλ· καίτοι δεδρακότα τὰ ἐπέκεινα λόγου παντὸς κατὰ τῶν προφητῶν. Κατενόησε δὲ τὴν ἡμερότητα πολλάκις Θεός· οἰκέται γὰρ ἦσαν οἱ κινδυνεύσαντες Ἐπεὶ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν τὸν Χριστὸν, ἀπαράκλητος ὁ Πατὴρ, δυσανάτρεπτος ὁ θυμός. Ὕβρισται γὰρ οὐκ ἔτι τις προφήτης, ἀλλ' ὁ τῶν ὅλων Σωτὴρ, ὁ ∆εσπότης τῶν προφητῶν, τουτέστι Χριστὸς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ.

αʹ. Σκοπὸς τῇ θεοπνεύστῳ Γραφῇ, τὸ Χριστοῦ μυστήριον διὰ μυρίων ὅσων ἡμῖν κατασημῆναι πραγμάτων. Παρεικάσαι δ' ἄν τις αὐτὴν λαμπρᾷ καὶ ἀξιαγάστῳ πόλει, καὶ οὐ μίαν ἐχούσῃ τὴν βασιλέως εἰκόνα, πλείστας δὲ ὅσας, καὶ ἐν τόπῳ παντὶ ἀνατεθειμένας περιφανῶς. Ἄθρει γὰρ ὅπως τῶν εἰς τοῦτο τελούντων διηγημάτων οὐδὲν μὲν παρίησιν, ἔρχεται δὲ διὰ πάντων. Κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστορίας ὁ λόγος, δι' οὐδενὸς ποιεῖται τὰ τοιάδε τυχὸν, ἔς τ' ἂν αὐτῇ τὸ προκείμενον ἐξυφαίνηται καλῶς· Ποιεῖσθαι γὰρ κατάῤῥησιν τῆς τῶν ἁγίων ζωῆς οὐ σκοπὸς αὐτῇ· πολλοῦ γε καὶ δεῖ· διαμορφοῦν δὲ μᾶλλον ἡμῖν τοῦ μυστηρίου τὴν γνῶσιν, δι' ὧν ἂν γένοιτο σαφής τε καὶ ἀληθὴς ὁ ἐπ' αὐτῷ λόγος· καὶ οὐδαμόθεν ἔχων τὸ ἐπιτιμᾶσθαι δεῖν, ὡς τῆς ἀληθείας ἡμαρτηκώς. Γράφεται τοίνυν ἡμῖν ὡς ἐν τῷ Ἰούδᾳ πάλιν, καὶ μέντοι καὶ τῇ Θάμαρ, τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ μυστήριον. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο πρὸς ἄνδρα τινὰ Ὀδολαμίτην, ᾧ ὄνομα Ἵρας. Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαβά. Καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἥρ. Καὶ συλλαβοῦσα πάλιν, ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνᾶν. Καὶ προσθεῖσα, ἔτι ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. Παῖδες μὲν οὖν οὖτοι γεγόνασι τῷ Ἰούδᾳ τρεῖς. Ἐπειδὴ δὲ εἰς ἥβην ἧκον οἱ νεανίαι, δέχεται τὴν Θάμαρ, καὶ τῷ πρωτοτόκῳ συγκαθείργνυσι, τουτέστι, τῷ Ἥρ. Ἐπειδὴ δὲ ἦν πονηρὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πρὸ παίδων γονῆς τῶν καθ' ἡμᾶς ἀπηλλάττετο. Ἀπέκτεινε γὰρ, φησὶν, αὐτὸν ὁ Θεός. Εἶτα προτρέπει τὸν Αὐνᾶν ὁ πατὴρ, τῇ τοῦ ἀδελφοῦ συγκατευνάζεσθαι γυναικὶ, καὶ ἀναστῆσαι σπέρμα τῷ κατοιχομένῳ. Ὁ δὲ, ἐπείπερ οὐκ αὐτοῦ φησιν ἔμελλεν ἔσεσθαι τὸ γεννώμενον, τὸν συνόδου νόμον ἠδίκει, καταχέων εἰς γῆν, καὶ οὐχὶ μᾶλλον ἐδίδου τὴν σποράν. ∆ιόλλυται δὲ καὶ οὗτος εὐθὺς ἐκ θείας ὀργῆς. Οὗ γεγονότος, ἐδεδίει λοιπὸν ὁ Ἰούδας τὸν τρίτον αὐτῇ συγκατοικίζειν υἱὸν, φημὶ δὴ τὸν Σηλώμ. Καὶ τῶν εἰς τοῦτο δειμάτων ἡ πρόφασις ἦν, Μὴ ἄρα πως καὶ αὐτὸς ἀπόλοιτο, φησίν. Ἐποιεῖτο δὲ σκῆψιν τοῦ μὴ χρῆναι πληροῦν τὸν γάμον, τὸ τῆς τοῦ παιδὸς ἡλικίας κομιδῇ βραχύ. Εἶπε γὰρ, φησὶ, τῇ νύμφῃ αὐτοῦ· Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. Εἶπε γάρ· Μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο, ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. Εἶτα καιροῦ διαγεγονότος, δεδυσφόρηκεν ἡ Θάμαρ ἐπὶ τῷ μελλησμῷ τοῦ γάμου. Συνίησι δὲ ἤδη πως, ὡς οὐκ ἂν οἴσει πρὸς πέρας αὐτῇ τὸ ἐπηγγελμένον ὁ κηδεστής. Σκήπτεται δὲ μᾶλλον ἀνατιθεὶς εἰς ὑπέρθεσιν καὶ εἰς ἐλπίδας οὐκ ἐσομένας τὸ προσδοκηθέν. Καὶ τί δὴ ἄρα πρὸς τοῦτο μηχανᾶται λοιπόν; Ἀπηγγέλη, φησὶ, τῇ Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες· Ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ' ἑαυτῆς, περιεβάλ[λ]ετο θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθητο πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. Εἶδε γὰρ ὅτι μέγας γέγονεν ὁ υἱὸς αὐτοῦ Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. Καὶ ἰδὼν αὐτὴν ὁ Ἰούδας, ἔδοξεν αὐτὴν πόρνην εἶναι. Κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν. Εἶτα συνηρπάζετο πρὸς ἐπιθυμίαν· αἰτοῦντι δὲ τῷ γυναίῳ μισθώματα, πέμψειν ἔριφον ἐπηγγέλλετο, ὅμηρά τε τῆς ἐπαγγελίας αἰτούσῃ, δίδωσι τὴν ῥάβδον, καὶ τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον· τουτέστι κόσμημά τι τῶν περὶ τὴν δέριν (οἰηθείη δ' ἄν τις, καὶ μάλα εἰκότως, ἅτε δὴ Χαλδαῖον ὄντα τὸν Ἰούδαν, μὴ ἐν ῥᾳθυμίᾳ γενέσθαι τοῦ κατακλίνεσθαι φιλεῖν)· φιλόκοσμοι γὰρ οἱ Χαλδαῖοι, χρυσῷ δὲ καὶ χεῖρας καὶ δέριν καταλαμπρύνουσι, καὶ αὐτὴν δὲ τρίχα στεφανοῦσιν ἔσθ' ὅτε. Νενόμισται δὲ καὶ τοῦτο παρ' αὐτοῖς καὶ ἀνδροπρεπὲς, γνώρισμά τε τῆς ἀνωτάτω λοιπὸν εὐγενείας καὶ τῶν εἰς ἀνδρείαν ἐπαίνων οὐκ ἀμοιροῦν. Τούτων δὲ ὧδε τετελεσμένων, ᾤχετο μὲν ὁ Ἰούδας οἷπερ ἦν ἐν ἀρχαῖς ὁ σκοπὸς αὐτῷ. Ἡ δὲ πρὸς τὴν τοῦ πατρὸς ἑστίαν ἀνεκομίζετο, καὶ δὴ καὶ ἐν καλῷ τῆς ἐλπίδος ἦν κυοφοροῦσα λοιπόν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ἰούδας, τεθνάναι δεῖν ἔφη τὸ γύναιον ὡς πεπορνευμένον. Ὡς δὲ ἦν ἐν ἐσχάτοις, παρέδειξεν αὐτῷ τὴν ῥάβδον καὶ τὰ λοιπὰ, λέγουσα· Ἐκ τοῦ ἀνθρώπου οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. Καὶ εἶπεν· Ἐπίγνωθι τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος αὕτη. Ἐπέγνω δὲ Ἰούδας καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ. Οὗ ἕνεκα οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου; Καὶ οὐ προσέθετο ἔτι γνῶναι αὐτήν. Ἐγένετο δὲ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα αὐτοῦ. Λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα· Οὗτος ἐξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Ἡ δὲ εἶπε· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. Μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ' ὧν ἦν ἐν τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαρᾶ. Καὶ ταυτὶ μὲν ἔφην ἀπό γε τοῦ γράμματος. Κεκρυμμένος δὲ πάλιν τῶν ἀναγκαίων ὁ νοῦς. Ὃν καὶ ὅπως ἂν ἔχοι, διασκεψόμεθα, καὶ οὐκ εἰς μακράν.

βʹ. Χρῆναι δὲ οἶμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὅτι κἂν εἰ γένοιντό πως ἐν τοῖς οὐ σφόδρα σεμνοῖς οἱ δόξαν ἔχοντες τὴν διαφανῆ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, Θεοῦ τι τῶν ἀναγκαίων εἰς ὄνησιν εὖ μάλα διοικουμένου, διωσόμεθά ποι μακρὰν τὸ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβος· εἰ ἐν λόγῳ ποιούμεθα τὸ εἶναι σοφοὶ καὶ ἀγχίνοοι, καὶ τῶν οἰκονομικῶς χρειωδέστατα δρωμένων οὐκ ἀνεπιστήμονες. Ἐννοῶμεν γὰρ, ὅτι καὶ ὁ μακάριος προφήτης Ὠσηὲ γυναῖκα μὲν πόρνην ἑαυτῷ κατεμισθοῦτό ποτε, καὶ τὸν οὕτω διαβεβλημένον οὐ παρῃτεῖτο γάμον, καὶ τέκνων ἀπηχθημένων κεχρημάτικε πατήρ· οἷς ἦν ὀνόματα· Οὐ λαός μου, καὶ, Οὐκ ἠλεημένη. Καὶ τί τὸ χρῆμα καὶ ἐπὶ τίσιν ἐπράττετο, διειπεῖν οὐκ ὀκνήσομεν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν κηρύγμασιν ἀντεφέροντο τῶν ἐξ Ἰσραὴλ οἱ δοκοῦντες εἶναι περιφανέστατοι, καὶ ἀπαράδεκτος αὐτοῖς ὁ θεῖος ἦν λόγος· ἐπράττετο διὰ τῶν ἁγίων ἐκεῖνα κατὰ καιροὺς, ἵνα κἂν γοῦν ἐν αὐτοῖς τοῖς δρωμένοις τὰ ἐσόμενα βλέποντες καθάπερ ἐν πίνακι λαμπρῶς καὶ ἀναφανδὸν γεγραμμένα, πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν καταθεῖεν τὸν νοῦν, καὶ πρός γε τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν αὐτοί τε μεταφοιτήσειαν, ἀναπείθοιεν δὲ καὶ ἑτέρους. Ἐμάνθανον γὰρ, ὅτι καὶ οὐ λαὸς ἔσονται κατὰ καιροὺς, καὶ ἐν τοῖς οὐκ ἠλεημένοις κατατετάξονται, σκληροί τε καὶ ἀφιλήκοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠῤῥωστηκότες καὶ μέχρι παντὸς ἐξεληλεγμένοι; Τὸ δέ γε τῇ πόρνῃ συγκατηυλίσθαι τυχὸν τὸν προφήτην, τύπος ἦν ἄρα Θεοῦ, καθάπερ τινὶ πόρνῃ καὶ μυσαρωτάτῃ γυναικὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ συνῳκηκότος τρόπον τινὰ, καὶ παίδων γένεσιν τὴν ἀπηχθημένην ἀπ' αὐτῆς ἑλομένου. Ἐννοοῦντες οὖν ἄρα τῆς κατὰ καιροὺς οἰκονομίας τοὺς τρόπους, ψόγου καὶ καταβοῆς τῆς ἐπί γε τῷ πορνεῦσαι, φημὶ, αὐτήν τε τὴν Θάμαρ καὶ μέντοι καὶ τὸν Ἰούδαν εἰκότως ἀπαλλάξομεν· σύνοδον δὲ μᾶλλον οἰκονομικὴν γενέσθαι φαμέν. Ἡ μὲν γὰρ ἐπεθύμει γονῆς ἐλευθέρας, τοῦ κατὰ νόμον συνῳκηκότος ἐστερημένη· ὁ δὲ ἦν ἤδη πως οὐκ ἐν αἰτίᾳ πολλῇ τοῦ καὶ, εἴπερ ἕλοιτο, συνελθεῖν ἑτέρᾳ, τεθνεώσης αὐτῷ τῆς πρώτης. Κοινωνίας δὲ τῆς πνευματικῆς καὶ μὴν καὶ τόκου τοῦ νοητοῦ σύνοδός ποι πάντως ἡμῖν καὶ ἀπότεξις σωματικὴ καταγράψειεν ἂν ἐφ' ἑαυτῆς τοὺς τύπους. Χειραγωγηθείη γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἂν μᾶλλον ἐπὶ τὸ ἀληθὲς ὁ ἀνθρώπινος νοῦς.

γʹ. Καταβέβηκε τοίνυν Ἰούδας, καὶ ἀφίκετο πρὸς ἄνθρωπον, ᾧ ὄνομα Ἵρας. Αἰπόλος δὲ οὗτος καὶ τεχνίτης τὰ ποιμενικά. Καὶ τὴν Σαβᾶν ἐκεῖσε θεασάμενος, ἐποιεῖτο μὲν σύνοικον, μητέρα δὲ καὶ τριῶν ἀπέδειξε τέκνων· Ἣρ δὴ λέγω καὶ Αὐνᾶν, καὶ μέντοι καὶ Σηλώμ. Καὶ ὁ μὲν Ἣρ δερμάτινος, τουτέστι σάρκινος, ἑρμηνεύεται· πεπληγὼς δὲ καρδίαν Αὐνᾶν· ἐκσπασμὸς δὲ ὁ τρίτος, ἤγουν ὑπόλυσις καὶ εἰρήνευσις. Καταβέβηκε δὲ καὶ ἐξ οὐρανῶν, καθάπερ ἔκ τινος ἁγίας γῆς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἀληθῶς ὑμνούμενος, καὶ τῆς βασιλείας τὴν δόξαν φυσικῶς ἀνημμένος. Τουτὶ γὰρ ἡμῖν τὸ Ἰούδα πρόσωπον ὑπεμφήνειεν ἄν· αἴνεσιν μὲν γὰρ ἡ τοῦ ὀνόματος σημασία δηλοῖ. Βασιλικωτάτη δὲ τῶν ἄλλων, καὶ ἐν ταῖς εἰς ἄκρον ὑπεροχαῖς ἡ Ἰούδα τέθειται φυλή. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰακὼβ, τὴν ἐπ' αὐτῷ ποιούμενος εὐλογίαν, Ἰούδα φησὶ, Σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου. Μεμαρτύρηκε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὡς ἐκ τῆς Ἰούδα φυλῆς ἀνέφυ Χριστὸς, ὁ παρὰ πάσης κτίσεως ὑμνούμενος. Καταβέβηκε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐπεφοίτησε μὲν τῇ ἐρήμῳ Μαδιὰμ διαποιμαίνοντι τότε τῷ μακαρίῳ Μωσεῖ. Ὤφθη γὰρ αὐτῷ ἐν εἴδει πυρὸς ἐν τῇ βάτῳ, καὶ συνήφθη τρόπον τινὰ δι' αὐτοῦ, καθάπερ ἀλλοφύλῳ Χαναναίᾳ γυναικὶ, τῇ κατ' Αἴγυπτον Συναγωγῇ τῶν υἱῶν Ἰσραήλ· καθάπερ ἀμέλει καὶ ὁ Ἰούδας διὰ τοῦ ποιμαίνοντος τῇ Σαβᾷ, ἢ διερμηνεύεται ὕψωσίς τε καὶ ἔπαρσις. Κεκλημένη γὰρ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, χθαμαλὴ μὲν ἦν οὐκέτι καὶ πεπατημένη, καὶ τὸ τῆς δουλείας ἔχουσα σμικροπρεπὲς, ὑψηλὴ δὲ γέγονε καὶ διαφανής. Λελύτρωται γὰρ ὡς ἐκ καμίνου σιδηρᾶς, καὶ ἐξ οἴκου δουλείας, κατὰ τὸ γεγραμμένον. Εἶτα τῆς ἐν Αἰγύπτῳ Συναγωγῆς τῆς ὡς ἀλλοφύλου τε καὶ εἰδωλολατρούσης ποτὲ τρεῖς γεγόνασι λαοὶ, τὴν υἱῶν τάξιν ἀποπληροῦντες Θεῷ, καὶ μιᾶς μὲν ὥσπερ ἐκπεφυκότες μητρὸς, μερισάμενοι δὲ τὴν ἐν χρόνῳ γένεσιν. Καὶ τίνα δὴ τρόπον, ἐροῦμεν οὐκ εἰς μακράν. Εἶτα τὴν Θάμαρ πρώτῳ μὲν τῷ Ἣρ, ὃς ἦν πρωτότοκος, συνῆψεν Ἰούδας. Ἐπεὶ δὲπονηρὸν ὄντα διώλεσε Θεὸς, διαδέχεται τὸν γάμον εὐθὺς ὁ Αὐνᾶν, ὃς ἦν καὶ γενέσει καὶ χρόνῳ δεύτερος. Ὁ δὲ ἐπείπερ οὐκ ἤθελεν ἐγεῖραι σπέρμα τῷ ἀδελφῷ, συνδιόλλυται τῷ πρώτῳ, θείας καὶ αὐτὸν εἰς τοῦτο ὑπενεγκούσης ὀργῆς. Εἶτα τὸν τρίτον, τουτέστι, τὸν Σηλὼμ, οὐκ ἐφίησιν ὁ πατὴρ μεταποιεῖσθαι τοῦ γάμου, μὴ ἄρα τοῖς πρώτοις συναπόληται δεδιώς. Καὶ τί δὴ τὸ χρῆμα, διειπεῖν πειράσομαι σοφοῦντος Θεοῦ. Τὴν γάρ τοι πρώτην τε καὶ ἐν Αἰγύπτῳ Συναγωγὴν, ἣν ἀλλόφυλον εἶναι δεδώκαμεν, διά τοι τὸ λίαν ἀπηγριῶσθαι τότε τρόποις τε καὶ ἔθεσιν Ἑλληνικοῖς, μεταῤῥυθμίσας Θεὸς, διὰ πολιτείας ἐκ νόμου, νέαν ὥσπερ ἀπέδειξε Συναγωγὴν, καὶ οἱονεί πως ἑτέραν παρὰ τὴν πρώτην. Καὶ τοῦτό ἐστιν ἡ Θάμαρ. Ἄθρει δὲ, ὅπως καὶ ἐν ταῖς τῶν ὀνομάτων ἑρμηνείαις εὑρίσκεται τὸ μυστήριον. ∆ιερμηνεύεται γὰρ ἡ Θάμαρ, ἔκλειψις, ἢ σαλευομένη. Σεσάλευται δὲ καὶ ἐκλέλοιπεν ἀληθῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Πῶς ἢ τίνα τρόπον; Οὐ γὰρ μεμένηκεν ἀκατάσειστος εἰς τὸ παντελὲς ἡ κατὰ νόμον λατρεία, παρακεχώρηκε δὲ τῇ ἐν πνεύματι. Καὶ εἰσεκομίσθη λοιπὸν ἡ διὰ Χριστοῦ, κατηγοροῦσα τῆς πρώτης, ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον. Ἡρμόσατο δὲ καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν καθάπερ τινὰ παρθένον ἁγνὴν, τὴν ἀρχαίαν ἐκείνην καὶ πρώτην ἀφείς. Ἔκλειψις δὴ οὖν καὶ σαλευομένη ταύτῃτοι δικαίως ἡ τῶν Ἰουδαίων νοεῖται Συναγωγή. Ὅτι δὲ οὐδεὶς ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, οὔτε μὴν ἐν τῇ τῶν Ἰουδαίων Συναγωγῇ τῆς τοῦ Θεοῦ γαληνότητος ἡ μέθεξις ἦν (Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, κατὰ τὸ γεγραμμένον), ὑποφήνειεν ἂν αἰνιγματωδῶς τῶν Ἰούδα παίδων ἡ γένεσις, συνῳκηκότων τῇ Θάμαρ. Ἣρ μὲν γὰρ ὁ πρωτότοκός ἐστι δερμάτινος, ἤτοι γήϊνος. Ἐπείπερ δὲ ἦν πονηρὸς, θανάτῳ κατεδικάζετο. Πονηρὸς δὲ κατὰ τὸ ἀληθὲς ὁ πρῶτος ὤφθη λαὸς, καταγογγύζων Θεοῦ καὶ λέγων· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι; Ἀλλὰ καὶ ὅτε τὴν γῆν τῆς ἐπαγγελίας κατασκεψάμενοι παρῆσαν οἱ ἀπεσταλμένοι, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι μειρακιωδῶς ὠλοφύροντο, τὸν πάντα ἰσχύοντα Θεὸν ταῖς ἀπειθείαις περιυβρίζοντες. Τοιγάρτοι καὶ διολώλασι, καὶ εἰσβέβηκε μὲν οὐδεὶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, πέπτωκε δὲ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν ὁ πρωτότοκος Ἣρ, τουτέστιν, ὁ πονηρός τε καὶ σαρκικὸς, διόλωλε πρῶτος, καρπὸν οὐδένα ἔχων εὐσεβείας. Τουτὶ γὰρ ὑπεμφήνειεν ἂν ἡμῖν ὡς ἐν τύπῳ πάλιν ἡ ἀπαιδία· εἰκόνες γὰρ ὥσπερ τῶν ἐν νοήσει τὰ αἰσθητά. Εἶτα μετ' ἐκεῖνον δεύτερος ὥσπερ τις υἱὸς τοῦ λυτρωσαμένου Θεοῦ, καὶ ἐξ οἴκου δουλείας ἐξαγαγόντος, ὁ μετ' ἐκείνους λαός· ὃς διεκομίσθη μὲν τὸν Ἰορδάνην, στρατηγοῦντος Ἰησοῦ, κεκληρονόμηκε δὲ τὴν γῆν τῆς ἐπαγγελίας. Γέγονε δὲ μετὰ τοῦτο καὶ ὑπὸ κριτὰς, ἀλλ' ὑποπέπτωκε καὶ αὐτὸς ἀγανακτήσει τῇ ἄνωθεν. Ἦν γὰρ ἀληθῶς Αὐνᾶν, τουτέστι πεπληγὼς καρδίαν. Ἐτράπετο γὰρ ἐκτόπως εἰς πολυθεΐαν, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς καταλελοιπώς. Οὐκοῦν καὶ ἀπώλετο καὶ δεδούλευκεν ἀλλοφύλοις. Ταυτὶ γὰρ ἡμᾶς ἡ τῶν καλουμένων Κριτῶν ἐδίδαξε βίβλος. Τέθνηκε τοίνυν ἐν ἀπαιδίᾳ καὶ οὗτος, καθὼς καὶ ὁ Ἣρ, σπείρων εἰς οὐδὲν, τουτέστιν εἰς γῆν. Ὅθεν ἦν εἰκὸς οὐδένα πάντως ἀποκερδάναι καρπὸν, ἢ καὶ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Κατώκνησε δὶ καὶ ὁ μέσος τε καὶ ὡς ἐν χρόνῳ δεύτερος λαὸς, διὰ τῆς κατὰ νόμον ἐπιεικείας ἀντὶ τῶν ἀπειθησάντων ἑαυτὸν ὥσπερ ἀναστῆσαι Θεῷ, καὶ νέον ἤδη πως ἀνταναφύντα λαὸν ἐπιδεῖξαι διὰ πραγμάτων. Τοῦτο γάρ ἐστιν, οἶμαι, αἰνιγματωδῶς τὸ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἀνῃρημένοιν δὴ οὖν τοῖν δυοῖν ὡς ἐπ' αἰτίαις εὐλόγοις (ὁ μὲν γὰρ ἦν πονηρὸς, ὁ δὲ πεπληγὼς καρδίαν), ἐξείργει τὸν τρίτον τῆς πρὸς Θάμαρ ὁμιλίας, δεδιὼς δὴ ὁ πατὴρ μὴ ἄρα πως τοῖς ἤδη διολωλόσι καὶ αὐτὸς καταφθείροιτο. Τὸν γάρ τοι τρίτον λαὸν τὸν οἱονεὶ καὶ νεώτατον, τὸν ὡς ἐν λοίσθῳ καιρῷ τῶν ἁγίων προφητῶν (μεθ' ὧν καὶ γείτων εὐθὺς ὁ θεσπέσιος Βαπτιστὴς, τὸν δὴ παρόντα δεικνύων τὸν ἐξ οὐρανοῦ, τουτέστι Χριστὸν), οὐκ ἐφῆκε Θεὸς οἱονεί πως ἐνέχεσθαι ταῖς ἀγκάλαις τῶν Ἰουδαίων Συναγωγῆς, οὔτε μὴν ἐθέλει τὸν ἀπ' αὐτῆς ἔχειν καρπὸν, μὴ ἄρα πως ἀπόλοιτο καὶ αὐτός. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, δικαιοῦται δὲ ἐν αὐτῷ παντελῶς οὐδείς. Ἄθρει δὲ, ὅπως τοῦ λοίσθου τε καὶ ὡς ἐν πίστει λαοῦ διαδείξειεν ἂν ἐφ' ἑαυτῷ τὸν τύπον εὖ μάλα Σηλώμ. Ἑρμηνεύεται γὰρ ἐκσπασμὸς, ἢ ἀπόλυσις. ∆απανώσης γὰρ ὥσπερ τῆς θείας ὀργῆς τοὺς ἐξ αἵματος Ἰσραὴλ, διά τοι τὰ εἰς Χριστὸν ἀνοσιουργήματα καὶ οὐ φορητὴν παροινίαν, ἐξεσπάσθησαν ὡς ἀπὸ θηρὸς οἱ πεπιστευκότες, καὶ ἀνεῖνται τρόπον τινὰ τῶν εἰς τὸ κολάζεσθαι δεῖν κατειληφότων δεσμῶν. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὰς Γραφάς. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς προφήτου· Ὃν τρόπον ὄταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραήλ. Ἐκσπασμὸς οὖν Σηλὼμ, ταύτῃτοι καὶ ὀνομάζεται. Παραιτοῦνται δὲ ὅτι τῆς Θάμαρ τὴν ὁμιλίαν, τουτέστι, τὸ ἐν νόμῳ καρποφορεῖν, οἱ πεπιστευκότες, καὶ ἐξεσπασμένοι τῆς τῶν ἀπωλολότων πληθύος, ἀναμάθοις ἂν ἀμογητὶ, λέγοντος τοῦ μακαρίου Παύλου περὶ αὐχημάτων τῶν κατὰ τὸν νόμον· Ἀλλ' εἴ τινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἐπεθύμει γὰρ δικαιοσύνην μὲν ἰδίαν οὐκ ἔχειν, φημὶ δὲ δὴ τὴν ἐν νόμῳ πάλιν, ἀλλὰ δικαιοσύνην τὴν ἐκ πίστεως τῆς ἐν Χριστῷ Ἱησοῦ. Ἀσυναφὴς οὖν τῇ Θάμαρ Σηλὼμ ὁ νεώτατος. ∆ιὰ δὲ τοῦτο χήρα μεμένηκε, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Οὐ γὰρ ἐφέντος Θεοῦ καρποφορεῖν ἔτι τὴν Ἰουδαίων Συναγωγὴν, χήρα τις ὥσπερ καὶ ἠτεκνωμένη καὶ ἀνδρὸς ἐρήμη, τοῦ νοητοῦ νυμφίου, κεχρημάτικέ τε καὶ γέγονεν ἀληθῶς. Ἔφη γάρ που Χριστὸς, ὅτι Αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Ἆρ' οὖν οὐδεὶς τὸ παράπαν αὐτῆς μετὰ τοῦτο γέγονε λόγος; οὐ φροντίδος ἠξίωται τῆς παρὰ Θεοῦ; Μὴ τοῦτο ὑπολάβῃς. Καίτοι γὰρ ἐπὶ ταῖς ἁπασῶν ἐσχάταις δυσσεβείαις κατεγνωσμένην, δι' ἔμφυτον ἡμερότητα κατελεήσει Θεὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· καρποφορήσει δὲ καὶ αὐτὴ τὰ Χριστοῦ γνωρίσματα. Κατόπιν δὲ ὅτι βαδιεῖται τῶν ἐθνῶν, δι' αὐτῶν οὐδὲν ἧττον τῶν γεγραμμένων εἰσόμεθα. Ἀναβεβηκὼς γὰρ Ἰούδας κεῖραι τὰ πρόβατα αὐτοῦ, ὀδοῦ πάρεργον τὴν πρὸς αὐτὴν ἐποιεῖτο σύνοδον· ῥάβδον δὲ, καὶ δακτύλιον, καὶ ὁρμίσκον αὐτὴν ἐφίησιν ἔχειν, ἀποστέλλειν καὶ ἔριφον ὑπισχνούμενος. Ἱδίαν γὰρ ὥσπερ καὶ ἀναγκαιοτάτην ἔχων φροντίδα Χριστὸς τὸ δέχεσθαι τοὺς καρποὺς τῆς λογικῆς ἀγέλης, δῆλον δὲ ὅτι τῶν πεπιστευκότων καὶ ἡγιασμένων ἐν πνεύματι, παροδικὴν ὥσπερ τινὰ καὶ οὐχὶ πάντως ἐσπουδασμένην ποιήσεται κατὰ καιροὺς τὴν πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ἐν πνεύματι κοινωνίαν· ἔγκαρπον δὲ ὥσπερ ἀποφανεῖ, τὴν παρ' αὐτοῦ σοφίαν ὠδίνουσαν. Παραθήσεται δὲ ὥσπερ ἑαυτὸν αὐτῇ, καθάπερ καὶ ἡμῖν αὐτοῖς, ὡς ῥάβδον δυνάμεως, ὡς εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ καὶ Πατρὸς (τοῦτο γὰρ ὁ δακτύλιος), ὡς ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ὁρμίσκον. Σκεῦος γὰρ ἅπαν τὸ τελοῦν εἰς κόσμημα, κάλλους ἂν νοοῖτο σημεῖον. Ἀποστέλλει δὲ αὐτῇ καὶ τὸν ἔριφον, τουτέστι, τῶν ἡμαρτημένων χαριεῖται τὴν ἄφεσιν. Ἔριφος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο, καὶ πλημμελημάτων ἄφεσιν ὑπαινίττεται. Σώζεται δὲ ἡ Θάμαρ, καίτοι ψῆφον λαβοῦσα θανάτου, καὶ ποιναῖς ταῖς ἐσχάταις ὑπενηνεγμένη λοιπόν. Καταδεδίκαστο γὰρ ἡ Θάμαρ ὡς πεπορνευμένη. Σώζεται δὲ ὅμως· ὑπέδειξε γὰρ τὴν ῥάβδον, τὸν δακτύλιόν τε καὶ τὸν ὁρμίσκον. ∆ιωμολόγηκέ τε σαφῶς ὡς κεκυοφόρηκεν ἐξ Ἰούδα, καὶ τὸν αὐτοῦ καρπὸν ἔχοι. Ἀπαλλάξει δὲ καὶ αὐτὴν τοῦ κολάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν κατὰ καιροὺς ὁ Χριστὸς, τῆς πρὸς αὐτὸν κοινωνίας τὰ σύμβολα φέρουσαν, καὶ ὅτι κεκυοφόρηκε τὰ αὐτοῦ δεικνύουσαν ἐναργῶς. Οὕτω γάρ που καὶ αὐτοί φασιν, οἱ διὰ τῆς εἰς Χριστὸν πίστεως εὐδοκιμεῖν ᾑρημένοι· ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς. Θάμαρ δὲ ξυνωρίδα βρεφῶν ὠδίνουσα, πρὸς αὐτῷ γέγονε τῷ τόκῳ λοιπόν. Εἶτα καθίησι μὲν ὁ πρωτότοκος τὴν χεῖρα· συνενεγκόντος δὲ αὖ πρὸς τὸ ἀνόπιν αὐτὴν, καίτοι σπαρτίον ἤδη λαβοῦσαν τὸ κόκκινον, προεκθρώσκει τὸ δεύτερον, οἷά τινος φραγμοῦ διακεκομμένου, εἶτα κάτεισιν ὁ πρῶτος, λοῖσθος. Γένοιτο δ' ἂν καὶ τοῦτο σημεῖον οὐκ ἀσυμφανὲς ἡμῖν τοῦ προκεκλῆσθαι τὰ ἔθνη τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ἑλεῖν τοὺς ἐν ὑστέροις καιροῖς ἐκτετιμημένους. Ἕψεται δὲ ὅτι καὶ αὐτὸς, οὐκ ἀμφίλογον, τὴν Χριστοῦ θυσίαν καταδεξάμενος· αἵματος γὰρ τοῦ ἁγίου τύπος ἂν εἴη τὸ κόκκινον. Τίς οὖν ἄρα ἐστὶν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ ἐν τάξει μὲν πρωτοτόκου κεκληκὼς τὸν δεύτερον, κατόπιν δὲ θεὶς τὸν πρῶτον; Ἢ δῆλον ὅτι Χριστός· δι' οὗ καὶ μεθ' οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἔτι περὶ τοῦ Ἰωσήφ. Ἐπὶ τὰ λοιπὰ τῶν λόγων ἰτέον, ὧν ἤδη φθάσαντες πεποιήμεθα, περὶ τοῦ Ἰωσήφ· εἰς τέλος ἡμῖν ἡκούσης τὸ αὐτῇ πρέπον ἤδη τῆς μεταξὺ παρεισκεκριμένης ἱστορίας. τῆς περὶ τοῦ Ἰούδα, φημὶ, καὶ μέντοι καὶ τῆς Θάμαρ. Μεταβαλόντες γὰρ εἰς τὸ Χριστοῦ πρόσωπον τὸν θεσπέσιον Ἰωσὴφ, ἐμβεβλῆσθαι μὲν ἐν τῷ λάκκῳ παρὰ τῶν ἀδελφῶν ἐλέγομεν· ἀνακεκομίσθαι δὲ αὖ καὶ καταπεπράσθαι τοῖς Ἰσμαηλίταις, οἳ καὶ ἀρωμάτων τῶν εὐοσμοτάτων ἔμποροί τε ἦσαν καὶ τοῖς οὐκ ἔχουσι διακομισταί. Ἀπενηνέχθαι τε δι' ἐκείνων αὐτὸν εἰς τὴν Αἰγυπτίων, προσθέντες εἰρήκαμεν. Ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενὴς, καὶ ἐν τοῖς καθ' ἡμᾶς γεγονώς· κεχρῃματικὼς καὶ ἀδελφὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, θάνατον ὑπέμεινε, καὶ ἀνέτλη σταυρὸν, καταβέβηκέ τε εἰς ᾄδου, οὗ καὶ εἰς τύπον ὁ λάκκος. Πλὴν ἀνεβίω πάλιν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἀπενοσφίζετο. ∆έδοται δὲ ὥσπερ τοῖς τῶν νοητῶν ἀρωμάτων ἐμπόροις, τουτέστι, τοῖς ἁγίοις ἀποστόλοις, οἳ τὸ αὐτοῦ μῦρον εὐωδιάζοντες, εἰς τὴν τῶν ἐθνῶν ἀφίκοντο χώραν, διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς οὐκ εἰδόσιν αὐτὸν ἀποφέροντες, τὴν τοῦ δούλου μορφὴν περικείμενον. Κηρύσσεται γὰρ δι' ἡμᾶς ἐν σαρκὶ γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀπενεχθῆναι τὸν Ἰωσὴφ διὰ τῶν Ἰσμαηλιτῶν εἰς Αἴγυπτον. Τί οὖν ἄρα συνέβη παθεῖν ἐκεῖ γεγονότα, τί δὲ ἔδει πρὸς τοῦτο δράσαι, καταθρῶμεν, εἰ δοκεῖ. Ἔτι μὲν γὰρ νέος ὢν καὶ ἐν ἐφήβοις τελῶν, ἐνίκα τῆς Αἰγυπτίας τὸ ἀσελγὲς, μονονουχὶ καὶ σὺν βίᾳ πολλῇ κατωθούμενος εἴς γε τὸ θελῆσαι δρᾷν ἃ μὴ θέμις. Ἡ μὲν γὰρ ἐξῆπτο τῶν ἱματίων ἀπρίξ τε καὶ ἀναιδῶς, καὶ εἰς ἀνεθέλητον ἁμαρτίαν οὐ μετρίως κατεβιάζετο. Ὁ δὲ καὶ αὐτὸ τὸ ἱμάτιον ἀφεὶς, μαχλώσης ἀγρίας ἀπηλλάττετο, καὶ ἀνάλωτος ἦν τῷ πάθει. Σεσυκοφάντηται δὲ μετὰ τοῦτο, περιτρέποντος εἰς αὐτὸν τοῦ γυναίου τὰ ἐγκλήματα, ἐν αἰτίαις αἰσχρότητος ὁ σώφρων τε καὶ φιλελεύθερος ἦν. Πλὴν ἐκράτει τοῦ δεσμωτηρίου, φησί. Γέγονε δὲ καὶ ἐν τοῖς ἔθνεσιν ὁ Χριστὸς, ὡς ἐν προσώπῳ, φημὶ, τῶν ἁγίων ἀποστόλων, οἳ καὶ τὰ στίγματα αὐτοῦ περιφέρειν ἔφασκον ἐν ἰδίῳ σώματι. Παρῃτοῦντο μὲν γὰρ συσχηματίζεσθαι τοῖς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένοις, ἀπωτάτω δὲ ἦσαν σαρκικῶν ἐπιθυμιῶν. Τοιουτοσὶ γὰρ ἀεὶ ὁ τῶν ἁγίων βίος. Ἀλλ' ἐπεβουλεύοντο διὰ τοῦτο, καὶ δὴ καὶ συκοφαντούμενοι παρὰ τῶν εἰωθότων ἡγεῖσθαι φορτικοὺς τοὺς ἐν Χριστῷ ζῇν ἐθέλοντας, πειρασμοῖς περιπεπτώκασι, δεσμῶται γεγόνασι. Πλὴν ἐμέμνηντο Χριστοῦ λέγοντος· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος· καθάπερ ἀμέλει καὶ τὸν Ἰωσὴφ ἡ μαχλῶσα γυνή. Πλὴν καὶ ἐν αὐτοῖς ἐπλατύνοντο τοῖς πόνοις, τῆς τοῦ Θεοῦ χάριτος ἐξημερούσης αὐτοὺς, οὓς ἦν μάλιστα διαπονήσειν εἰκός. Ἐπεγάννυτο γὰρ, ὡς ἔφην, ὁ δεσμοφύλαξ τῷ Ἰωσήφ. Εἶτα τῶν εὐνούχων τοῦ Φαραὼ, τοῦ τε οἰνοχόου, φημὶ, καὶ προσέτι τοῦ σιτοποιοῦ, δεδεμένων, διεσάφει τὰ ὀνείρατα. Καὶ διὰ τοῦτο, φησὶ, ὁ θεσπέσιος Ἰωσὴφ οὐ μετρίως ἐθαυμάζετο· ἐνυπνιασθέντος δὲ καὶ αὐτοῦ τοῦ Φαραὼ τήν τε ἐσομένην οὐκ εἰς μακρὰν εὐκαρπίαν καὶ τὸν ἐκ τοῦ λιμοῦ πόνον, ὡς ἐν βουσὶ μὲν πρότερον πίοσί τε καὶ ἰσχναῖς, ὡς ἐν ἀστάχυσι δὲ μετὰ τοῦτο τεθεαμένου· τῶν τε ἐν Αἰγύπτῳ σοφῶν οὐδὲν ἐχόντων εἰπεῖν, ἀπειρηκότων δὲ παντελῶς πρὸς τὸ δύνασθαι διατρανοῦν τὰ ἐκ τῶν ὁραμάτων ὑποδηλούμενα· μεμαρτύρηται μὲν αὐτὸς ὡς οἷός τε τοῦτο δρᾷν· παρελθὼν δὲ διεσάφει. Καὶ δὴ καὶ θαυμάσας ὁ Φαραὼ, ταμίαν αὐτὸν καὶ ἡγούμενον ἐπὶ τὴν ἑαυτοῦ καθίστησιν ἀρχήν. Ἐδιώκετο μὲρ γὰρ ὁ Χριστὸς, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν προσώπῳ τῶν ἁγίων ἀποστόλων. Ἀλλ' ἐν αὐτοῖς ὄντες τοῖς πόνοις οἱ περὶ ὧν ὁ λόγος, ὡς σοφοὶ λίαν καὶ τὰ πολλοῖς ἀπόῤῥητα διατρανοῦν οἷοί τε, φανεροὶ μὲν ἦσαν ἐν ἀρχαῖς τῶν ἐν κόσμῳ τισὶν, εἶτα καὶ αὐτοῖς τοῖς κρατοῦσι τῆς γῆς, οἳ καὶ πιστεύσαντες ὅτι καὶ αὐτὴν ἔχουσι τῶν ἐσομένων τὴν γνῶσιν, ἐξ ἀποκαλύψεως Θεοῦ ἐν Πνεύματι, οἰκονόμους καὶ ἄρχοντας ἐθνῶν γίνεσθαι συγκεχωρήκασι, διανέμειν τε τοῖς ἐν λιμῷ μαθημάτων, ἃ καὶ εἰς ζωὴν συνέχει τὴν ἀκήρατον, τουτέστι τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζουσαν παίδευσιν. Οὗτοι καὶ κατεκτήσαντο, μᾶλλον δὲ δι' αὐτῶν ὁ Χριστὸς, τῷ Θεῷ καὶ Πατρὶ τὴν τῶν ἐθνῶν χώραν, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ τὴν τῶν Αἰγυπτίων ὁ Ἰωσὴφ, ᾧ καὶ γεγόνασιν υἱοὶ δύο, Μανασσῆς καὶ Ἐφραῒμ, ἐκ μητρὸς Ἀσενὲθ τῆς Πετεφρῆ θυγατρὸς, ὃς ἦν ἱερεύς. Καὶ ἑρμηνεύεται μὲν ὁ Μανασσῆς, λήθη κακῶν τῶν συμβεβηκότων· εἰς αὔξην τε καὶ ἐπίδοσιν τὴν εἴς γε τὸ ἄμεινον, ὁ Ἐφραΐμ. Ἐξ ἱερᾶς γὰρ ὥσπερ μητρὸς, φημὶ δὲ τῆς Ἐκκλησίας, καρποὶ γεγόνασι, καὶ ἐν υἱοῖς Θεοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ καταλογισθεῖεν ἂν οἱ ἐξ ἐθνῶν κεκλημένοι, οἳ καὶ εἰς λήθην ἐνεχθήσονται τῶν πόνων. Ἐπιλήσονται γὰρ, φησὶ, τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. Ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Ἥξουσι δὴ οὖν κατὰ καιρὸν εἰς λήθην κακῶν, βαδιοῦνται δὲ καὶ εἰς αὔξην, ἐπὶ τὸ τῆς ἐλπίδος γλυκὺ διατρέχοντες πέρας. Μετοιχήσονται γὰρ ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια, ἀπὸ τῶν ἐν χρόνῳ μεμετρημένων εἰς τὰ ἐπέκεινα χρόνου· ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, εἰς δόξαν ἐξ ἀτιμίας, ἐξ ἀσθενείας εἰς δύναμιν. Ἐγκειμένου δὲ ἔτι καὶ παρατείνοντος τοῦ λιμοῦ, κατέβησαν οἱ ἐξ Ἰακὼβ εἰς Αἴγυπτον πρίασθαι τροφάς. Εἶτα μικροῦ μεταξὺ παρεισθέοντος λόγου, μονονουχὶ δὲ καὶ ἐναθύροντος αὐτοῖς τοῦ Ἰωσὴφ (ἔφασκε γὰρ ὡς ἤκιστα μὲν σιτίων ἔνεκα, κατασκεψόμενοι δὲ μᾶλλον ἥκουσι τὴν γῆν), προσαπαιτοῦντος δὲ τὸν Βενιαμὶν, ὃς ἦν ἀδελφὸς αὐτῷ καὶ νεώτατος, ἐνισταμένου δὲ ὅτι οὐκ ἂν τῆς Αἰγυπτίων ἀζήμιοι ἀπαλλάξειαν, εἰ μὴ παροίσειαν τὸ μειράκιον· ἄγεται μόλις ἐφέντος αὐτοῖς τοῦ πατρός. Ἐπειδὴ δὲ ἧκον ὁμοῦ τῷ παιδὶ, λοιπὸν ἐπὶ τὴν ἑστίαν ἐκάλει, ὕδατι δὲ διανενιμμένους ἄρτοις τε καὶ οἴνῳ κατεκορέννυ λοιπόν. Τεθλιμμένοι γὰρ ὥσπερ καὶ ἀφορήτῳ λιμῷ ἐκπεπιεσμένοι, δῆλον δὲ ὅτι τῷ νοητῷ, κατὰ καιροὺς Ἰουδαῖοι, τὴν ὀφρὺν ἀφέντες τὴν ὑψηλὴν καὶ ἀγέρωχον, ἥξουσιν ἐπὶ Χριστὸν, τῆς παρ' αὐτοῦ γλιχο μένοι τροφῆς, ἁγίας τε καὶ πνευματικῆς, φημὶ, καὶ ζωοποιοῦ. Ὁ δὲ οὐ προσδέξεται μὲν, πλὴν οὐ δίχα τοῦ νέου λαοῦ, οὗ καὶ εἰς τύπον εἴη ἂν ὁ Βενιαμίν. Ἐλθόντες δὲ ὥσπερ ἐν ὁμοψυχίᾳ καὶ ὡς ἐν γνώμῃ μιᾷ, προσδέξεται μὲν ἱλαρῶς, εἰσοίσει δὲ ὥσπερ εἰς ἴδιον οἶκον, τουτέστι, τὴν Ἐκκλησίαν. Εἶτα διανίψων ὕδατι καθαρῷ, τῷ τῆς παλιγγενεσίας λουτρῷ, ἄρτῳ τε καὶ οἴνῳ διαθρέψει, Μυστικῶς ὁ λόγος. Πλὴν κἀκεῖνο πρὸς τούτῳ λέγωμεν· ἀνεγνωρίζετο μὲν γὰρ τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ ἄμα τῷ Βενιαμὶν ἀφιγμένοις, καὶ δὴ καὶ τραπέζης αὐτοὺς ἠξίου, καθάπερ ἔναγχος ἔφην. Κλῆρον δὲ οὐδένα δοὺς, ὅλως ἀποτρέχειν ἐκέλευε κατακομιοῦντας πρὸς αὐτὸν τὸν πατέρα, φημὶ δὴ τὸν Ἰακώβ. Ἐπειδὴ δὲ καταβέβηκε, καὶ ἤδη παρόντα τεθέαται τοῖς τέκνοις ὁμοῦ, τότε δὴ, τότε τὴν ἁπασῶν ἀρίστην ἀπένειμε γῆν. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς, ὅτι δέξεται μὲν ὁ Χριστὸς τοὺς ἐξ Ἰσραὴλ ἐπιστρέφοντας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, συνόντος αὐτοῖς δηλονότι κατὰ τρόπον ὁμοψυχίας καὶ τοῦ νέου λαοῦ. Τοῦτο γὰρ, ὡς ἔφην, ὁ Βενιαμίν. Πλὴν οὐ δίχα τῶν ἁγίων Πατέρων ὁ ἐν ἐλπίσιν ἡμῖν ἀποδοθήσεται κλῆρος. Ὥσπερ γὰρ αὐτοὶ, καίτοι κατὰ πίστιν ἀποθανόντες, ὡς γοῦν ὁ σοφὸς ἔφη Παῦλος, Οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οὕτω καὶ ἡμεῖς περιμενοῦμεν τοὺς Πατέρας, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶμεν. Ὁμοῦ τοιγαροῦν τοῖς ἁγίοις Πατράσιν, οἱ πρῶτοί τε καὶ μέσοι καὶ τελευταῖοι λαοὶ, τὸν ἄριστόν τε καὶ ἀνεκποίητον τῆς τῶν οὐρανῶν βασιλείας ἀποληψόμεθα κλῆρον ἐν Χριστῷ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Περὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ καὶ Μανασσῆ. α. Πᾶσα μὲν δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων. Οὐδὲν δὲ εἶναί φημι τῶν οὕτω σεπτῶν καὶ ἐξῃρημένων ἀγαθῶν, ὂ μὴ διὰ Χριστοῦ κερδαίνομεν. Γέγονε γὰρ, φησὶ, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. Τοιγάρτοι καὶ ἔφασκεν· Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ἐν αὐτῷ δὲ καὶ δι' αὐτοῦ πᾶν πλήρωμα χάριτος καὶ κληροδοσία λαμπρά. Πλούσιος γὰρ ὢν ὁ Θεὸς, ἐπτώχευσε δι' ἡμᾶς, ἴνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ἀναφοιτῶντες δόξαν, καὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπωδεστάτης ἐλπίδος μεταλαχεῖν ἰσχύσωμεν. Θέα δὲ ἀληθῆ τὸν ἐπὶ τούτοις λόγον, τοῖς ἱεροῖς Γράμμασιν ἐνιεὶς τὸν τῆς διανοίας ὀφθαλμόν. Ἔχει γὰρ ὧδε πάλιν· Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ Ἰωσὴφ, ὅτι ὁ πατὴρ αὐτοῦ ἐνοχλεῖται. Καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν Μανασσῆ καὶ τὸν Ἐφραῒμ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγ γέλη δὲ τῷ Ἰακὼβ, λέγοντες· Ἰδοὺ ὁ υἱός σου Ἰωσὴφἔρχεται πρὸς σέ· καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· Ὁ Θεόςμου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξήσω σε καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Νῦν οὖν οἱ δύο σου υἱοὶ, οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι. Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἐγὼ δὴ ἡνίκα ἠρχόμην ἐκ τῆς Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναὰν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθᾶ τῆς γῆς τοῦ ἐλθεῖν εἰς γῆν Ἐφραθᾶ, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου. Αὕτη ἐστὶ Βηθλεέμ. Ἐτέθραπτο μὲν γὰρ ὁ μακάριος Ἰακὼβ ἐν γήρει καλῷ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τῶν καθ' ἡμᾶς ἀπεδήμει πραγμάτων, εὐλογεῖν ἐσκέπτετο τοὺς ἐξ Ἰωσήφ· οἳ ἐπείπερ ἦσαν ἐκ μητρὸς ἀλλογενοῦς, τῆς Ἀσενὲθ θυγατρὸς ἱερέως τοῦ Πετεφρῆ, ἵνα μήτις αὐτοὺς καταμυσάττοιτο τῶν ἐξ Ἰσραὴλ, ἔκφυλόν τε καὶ ὀθνεῖον ἡγοῖτο τὸ γένος, σοφῶς τε καὶ οἰκονομικῶς ὁ θεσπέσιος Ἰακὼβ αὐτόν τε τὸν Ἰωσὴφ καὶ ἑτέρους υἱοὺς εἰσπειρᾶται διδάσκειν, ὅτι ταῖς θείαις ἑπόμενος ψήφοις, πάντας οἰκειοῦται τοὺς ἐξ αὐτῶν γεγονότας. Ὤφθη γάρ μοι, φησὶν, ὁ Θεὸς ἐν γῇ Χαναὰν, καὶ ὅτι πλείστων μὲν ὅσων ἔσομαι λαῶν πατὴρ, κατευρυνθήσομαι δὲ καὶ εἰς ἔθνη καὶ συναγωγὰς ἐθνῶν, ἀναφανδὸν ἐπηγγέλλετο Ἐν ταυτῷ δὴ οὖν, καὶ Θεὸν ἀναπείθει τιμᾷν ταῖς εἰς ἀλήθειαν δόξαις. Καὶ οἰκείους ἡγεῖσθαι διδάσκει τοὺς ἀγχιστεύοντας, μᾶλλον δὲ τοὺς ἐξ αὐτῶν ἀναφύντας, κἂν εἰ γεγόνασι τυχὸν ἐκ μητρὸς ἀλλογενοῦς.

βʹ. Βραχὺ δὲ τῆς ἱστορίας τὸ πάχος ἐκβαίνοντες, ἐκεῖνό φαμεν· Οὕτω καὶ ἡμεῖς οἱ ἐν πίστει δεδικαιωμένοι γεγόναμεν ἐν Χριστῷ, Θεοῦ μὲν υἱοὶ, τῶν δὲ ἁγίων οἰκεῖοι, μεσιτεύοντος αὐτοῦ, καὶ δι' ἑαυτοῦ συνδέοντος αὑτῷ τε καὶ τῷ Πατρὶ καὶ τοῖς τῶν ἁγίων χοροῖς· καθάπερ ἀμέλει καὶ Ἰωσὴφ, οἱονεὶ μεταξὺ κείμενος, υἱοὺς μὲν ἐποίει τοῦ ἰδίου πατρὸς τὸν Ἐφραῒμ καὶ Μανασσῆ, ἐγγράφεσθαι δὲ καὶ αὐτῷ τῷ καταλόγῳ τῶν πατριαρχῶν. Νῦν γὰρ, φησὶν, οἱ δύο σου υἱοὶ οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονται ἐμοί. Τουτέστιν, ἐν πρωτοτόκοις ἔσονται, συντετάξονται δὲ καὶ τοῖς ἐν ὑπακοῇ. Ἦν μὲν γὰρ πρωτότοκος Ῥουβείμ. Ὑπακοὴ δὲ πάλιν ὁ Συμεὼν ἑρμηνεύεται. Γεγόναμεν δὲ διὰ πίστεως οἱ ἔσχατοι πρῶτοι, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ὁ ἐξ ἐθνῶν ἐκληρώσατο λαός. Τετίμηνται δὲ δι' ὑπακοὴν καὶ εὐπείθειαν. Αὐτὸς γὰρ αὐτοῖς μεμαρτύρηκεν ὁ Χριστὸς, οὕτω λέγων· Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Εἰ γὰρ καὶ γεγόναμεν ἐκ μητρὸς ὥσπερ ἑτερογενοῦς διὰ τὸ ἐξ ἐθνῶν κεκλῆσθαι τὴν Ἐκκλησίαν, ἀλλ' ἐξαρκέσει μεσολαβὼν ὁ Ἐμμανουὴλ, καὶ εἰς τὸ συνάψαι δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ τοῖς τῶν ἁγίων ἐγγράψαι κλήροις, καὶ εἰς τὴν ἐκείνοις πρέπουσαν δόξαν ἀνενεγκεῖν, καὶ ἱερὸν ἡμᾶς ἀποφῆναι γένος. Ἄθρει δὲ ὅπως ἐξ ἀγάπης τῆς περὶ τὸν μακάριον Ἰωσὴφ εἰς ἰδίους υἱοὺς κατατάττει τοὺς ἐξ αὐτοῦ. Ἠγαπήμεθα γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ ἐπείπερ δι' αὐτοῦ ἐν πνεύματι γέννησιν γεγεννήμεθα τὴν πνευματικὴν, ἀξιόληπτοι γεγόναμεν τῷ Πατρὶ, καθάπερ ἔφην ἀρτίως· καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις συντετάγμεθα. Πλὴν εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Θεοῦ καὶ Πατρὸς, ὑπὸ χεῖρα πάλιν ἐσόμεθα τοῦ προσάγοντος ἡμᾶς καὶ συνενοῦντος αὐτῷ, τουτέστι Χριστῷ. Θέα γὰρ ὅπως ὁ μακάριος Ἰακὼβ μετὰ τὸ τοῖς ἰδίοις ἐγγράψαι τέκνοις τόν τε Ἐφραῒμ καὶ Μανασσῆ, Τὰ δὲ ἔκγονα, φησὶν, ἃ ἐὰν γένηταί σοι, σοὶ ἔσονται. Συνίης οὖν ὅτι κἂν υἱοὶ τοῦ Θεοῦ καὶ Πατρὸς χρηματίζωμεν, οὐδὲν ἧττον ἐσόμεθα τοῦ Χριστοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη πρὸς τὸν Πατέρα· Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ δεδόξασμαι ἐν αὐτοῖς. Κατορωρύχθαι γε μὴν τὴν Ῥαχὴλ ἐν Βηθλεὲμ ἔφασκεν Ἰακώβ. Μεμνήμεθα δὲ πολλάκις εἰς εἰκόνα καὶ τύπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν Ῥαχὴλ ὀνομάσαντες. Γένοιτο δ' ἂν, οἶμαι, τὶς οὐ ψευδοεπὴς εἰ βούλοιτο λέγειν, ὅτι πρὸς ἑτέραν τινὰ ζωὴν, τὴν ἀμείνω δηλονότι καὶ τῆς ἐγκοσμίου προφερεστέραν, μεταπεφοίτηκεν ἡ Ἐκκλησία· κόσμῳ μὲν ἀποθανοῦσα διὰ τὸ μὴ ἀνέχεσθαι φρονεῖν τὰ αὐτοῦ, Θεῷ δὲ ζῶσα πνευματικῶς ἐν Χριστῷ διὰ πολιτείας εὐαγγελικῆς. Εἰ γὰρ καὶ ἔστιν ἐν κόσμῳ διὰ τὴν ἐν σαρκὶ ζωὴν, ἀλλ' οἱονεὶ κρύπτεται τὸ ἐν κόσμῳ λαμπρὸν οὐκ ἔχουσα, μονονουχὶ δὲ καὶ συνετάφη Χριστῷ· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφώτατος· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Σύνες γὰρ ὅτι τεθαμμένης τῆς Ῥαχὴλ ἐν Βηθλεὲμ, καὶ οὐχ ὁρωμένης ἔτι, μονονουχὶ συνεκρύπτετο καὶ αὐτὸς ὁ Ἐμμανουήλ. Γεγέννητο γὰρ οὔπω διὰ τῆς ἁγίας Παρθένου. Ἐπαινέσωμεν δὴ οὖν τὸν τοιοῦτον τῆς Ἐκκλησίας θάνατον εἰς ἀρχὰς ἀναφέροντα ζωῆς τῆς ἁγίας τε καὶ ἐν Χριστῷ. Κἀκεῖνο δὲ οἶμαι προσειπεῖν ἀναγκαῖον. Εἰσδεξάμενος εἰς τέκνα τοὺς ἐξ Ἰωσὴφ ὁ πατὴρ τεθνεώσης αὐτῶν τῆς μητρὸς, ἐντέλλεται καὶ περὶ αὐτῆς. Τοιγάρτοι τὸν ἐν ᾧ τέθαπται κατασημῆναι χῶρον εἴη ἂν ἕτερον οὐδὲν ἀναπείθοντος ἢ ὅτι προσήκει τὴν δέουσαν ἐπ' αὐτῇ ποιεῖσθαι φροντίδα. Ἐνετέλλετο δὲ καὶ ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ περὶ τῆς Ἐκκλησίας, καὶ φροντίδος αὐτὴν ἀξιοῦν ἀναπείθει, νενικημένην θανάτῳ διὰ τὴν ἀρχαίαν ἀράν. Τοιγάρτοι καὶ ἀνακέκραγεν ὁ θεῖος ἡμῖν ∆αβὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Μονονουχὶ γὰρ καὶ παραδεικνὺς τὸ τῷ θανάτῳ κάτοχον σῶμα, διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, τοῦ Υἱοῦ ἀπαλλάττεσθαι μὲν ἐλιπάρει τῆς φθορᾶς· ἀναφοιτῆσαι δὲ αὖθις εἰς τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς τὴν ἐν Χριστῷ μακαρίαν καὶ ἀκήρατον ζωήν.

γʹ. Ὅτι δὲ πρωτότοκος ὢν, καὶ τοῖς εἰς τοῦτο πρεσβείοις τετιμημένος ὁ Ἰσραὴλ, ἀπώλισθε μὲν τῆς ἐνούσης δόξης αὐτῷ, μεταπεφοίτηκε δὲ τῆς οὕτω λαμπρᾶς εὐκλείας ἡ χάρις ἐπὶ τὸν νέον τε καὶ ἐξ ἐθνῶν ἥκοντα λαὸν, καὶ διὰ τῶν ἐφεξῆς οὐδὲν ἧττον εἰσόμεθα. Ἰδὼν γὰρ, φησὶν, Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; Εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· Υἱοί μου εἰσὶν οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. Εἶπε δὲ Ἰακώβ· Προσάγαγέ μοι αὐτοὺς, ἵνα εὐλογήσω αὐτούς. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύναντο βλέπειν. Καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτὸν, καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτοὺς, καὶ εἶπεν Ἰσραὴλ πρὸς τὸν Ἰωσήφ· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Καὶ ἐξήγαγεν αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. Λαβὼν δὲ Ἰωσὴφ τοὺς υἱοὺς αὐτοῦ, τόν τε Ἐφραῒμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ· τὸν Μανασσῆ δὲ ἐν τῇ ἀριστερᾷ, ἐκ δεξιῶν δὲ Ἰσραήλ· ἤγγισεν αὐτοὺς αὐτῷ. Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ· οὗτος δὲ ἦν ὁ νεώτερος· καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλάξας τὰς χεῖρας. Καὶ εὐλόγησεν αὐτοὺς, καὶ εἶπεν· Ὁ Θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ· ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα. Παρειστήκει μὲν γὰρ τὰ μειράκια. ∆ιεπυνθάνετο δὲ ὁ πρεσβύτης, τίνος εἶεν. Ἄρα καὶ πρός γε δὴ ταῦτά φησιν ὁ Ἰωσήφ· Οἱ δύο υἱοί μου. Εἶτα προσενηνεγμένους καὶ γεγονότας ἐγγὺς, φιλημάτων τε αὐτοὺς καὶ περιπλοκῶν ἠξίου. Σύνες οὖν ὅπως οἱονεί πως οὐ γινωσκόμενοι τῷ Θεῷ καὶ Πατρὶ, γνώριμοί τε γεγόναμεν, καὶ ἐγγὺς ἐν Χριστῷ. Προσίεται δὲ καὶ λίαν ἀσμένως, ἐπιμαρτυροῦντος ἡμῖν τὴν πρὸς ἑαυτὸν οἰκειότητα τοῦ Υἱοῦ, ἀγάπης τε οὕτως ἡμᾶς ἀξιοῖ, καλεῖ πρὸς ἕνωσιν, δῆλον δὲ ὅτι τὴν νοητὴν καὶ ἐν πνεύματι. Τύπος δ' ἂν γένοιτο καὶ μάλα σαφὴς, φίλημα μὲν ἀγάπης, ἑνώσεως δὲ περίληψις ἤτοι περιπλοκή. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁτὲ μὲν, ὅτι Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς, προσκομίζοντος δηλονότι τοῦ Χριστοῦ, ὁτὲ δὲ αὖ, Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ. Ἐποπτείας γὰρ ἀξιοῖ, καὶ ἐπιγινώσκει μόνους ὁ Θεὸς καὶ Πατὴρ τοὺς πνευματικὴν ἔχοντας οἰκειότητα πρὸς τὸν Υἱὸν, καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν ὑπ' αὐτῷ τε καὶ δι' αὐτοῦ πλουτήσαντας. Καθάπερ ἀμέλει καὶ ἐν Αἰγύπτῳ τοὺς τῷ αἵματι τοῦ ἀμνοῦ καταχριομένους, γνωρίμους ἐποιεῖτο λέγων· Καὶ ὅψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι ὑμᾶς, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ. Εὔθυμος δὲ λίαν γεγονὼς ὁ Ἰακὼβ πρὸς τὸν υἱὸν, τουτέστι, τὸν Ἰωσὴφ, ἔφη· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Ὅσον μὲν γὰρ ἧκεν εἰς Ἰουδαίους, ὁ Πατὴρ ἐστέρηται τοῦ Υἱοῦ. Οἰηθέντες γὰρ ὅτι κάτοχος ἔσται ταῖς τοῦ ᾅδου πύλαις, καὶ τοῖς ἄλλοις ὁμοῦ κείσεται νεκρὸς, θανάτῳ περιβεβλήκασιν. Ἀλλ' οὐκ ἐνεδέχετο θανάτῳ περιβεβλῆσθαι τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀνεβίω, καὶ πάλιν αὐτὸν ὁ Πατὴρ τεθέαται, καὶ τὸ ἐξ αὐτοῦ δὲ καὶ ἐν αὐτῷ γένος, δῆλον δὲ ὅτι τοὺς πιστεύσαντας, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, τὸν εἰς περιποίησιν λαόν. Οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐπιγάννυται, λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ προσεκόμιζε μὲν Ἰωσὴφ τῷ πατρί· οἱ δὲ προσεκύνουν. Εἶτα τοῦ μὲν Μανασσῆ, ὃς ἦν πρωτότοκος, ἑστῶτος εἰς δεξιὸν, τοῦ δὲ νεωτάτου Ἐφραῒμ εἰς εὐώνυμον· παραλλάξας αὐτοῖς τὰς χεῖρας ἔθηκεν ὁ Ἰακὼβ, καὶ τὸν μὲν Ἐφραῒμ τῇ τῆς δεξιᾶς τετίμηκεν ἐπιθέσει, δευτερείων δὲ ἤδη ὥσπερ ἠξίου τὸν Μανασσῆ, χεῖρα δοὺς αὐτῷ τὴν εὐώνυμον, οὕτω τε τῆς εἰς αὐτοὺς εὐλογίας ἄρχεται. Εἰσδεδέγμεθα γὰρ εἰς προσκυνητὰς οἵ τε πρῶτοι, καὶ μετ' ἐκείνους λαοὶ, προσκομιζόντων ἡμᾶς οὐ Μωσέως οὐ προφητῶν· ἀργότερος γὰρ εἰς σωτηρίαν ὁ νόμος· ἀλλ' αὐτοῦ τοῦ Υἱοῦ· ∆ι' αὐτοῦ γὰρ, ὡς ἔφην, τὴν προσαγωγὴν ἐσχήκαμεν. Καὶ ἦν μὲν αὐτῷ σκοπὸς τῆς ἐξ ἐθνῶν ἀγέλης προτάξαι τὸν Ἰσραήλ. Εἰς δεξιὸν γὰρ ἔστη τὸν Μανασσῆ τοῦ πατρὸς ὁ Ἰωσήφ. Ἐπειδὴ δὲ πέρα λόγου δεδυσσεβήκασιν εἰς αὐτὸν, προτετίμηκεν ὁ Πατὴρ τοὺς ἐν χρόνῳ δευτέρους, τουτέστι τὰ ἔθνη, Καὶ γεγόνασι μὲν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Ηὐλόγηκε δὲ Ἰακὼβ τὰ μειράκια, Θεὸν ὀνομάζων τὸν τρέφοντα καὶ ἄγγελον τὸν ῥυόμενον αὐτὸν, τῷ Θεῷ καὶ Πατρὶ συνάπτων εἰς ἅπαν τὸν Υἱὸν, ὃς καὶ διὰ φωνῆς προφητῶν μεγάλης βουλῆς Ἄγγελος ὀνομάζεται. Οὐκοῦν πᾶσα χάρις, καὶ ἁπάσης εἰς ἡμᾶς εὐλογίας καὶ ἐπικουρίας τρόπος, γένοιτ' ἂν οὐχ ἑτέρως, πλὴν ὅτι δι' Υἱοῦ παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ καὶ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἀσχάλλει γε μὴν ὁ θεσπέσιος Ἰωσὴφ κατόπιν ὥσπερ τοῦ νέου τεθειμένον ἰδὼν τὸν πρωτότοκον. Εἶτα τοῦ μυστηρίου τὴν δύναμιν διεσάφησεν ὁ πατὴρ λέγων· Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Εἶτα μεθ' ἕτερα, Καὶ ἔθηκε, φησὶ, τὸν Ἐφραῒμ ἔμπροσθε τοῦ Μανασσῆ. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ δοκοῦν τῷ Χριστῷ, οὐκ ἂν ἀπώλισθε τῆς οἰκείας δόξης ὁ Ἰσραήλ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐπειδὴ δὲ πεπώρωται, κατὰ τὸ γεγραμμένον, καὶ τὴν τοῦ καλοῦντος εἰς σωτηρίαν κλῆσιν περιυβρίζων μεμένηκεν ἀπειθὴς, τέθειται πρὸς εὐώνυμον, τὸ μεῖον ἔχων ἐν δόξῃ. Καὶ εὐλογεῖται μὲν καὶ ὑψοῦται καὶ αὐτὸς, ὡς ἔν γε τῷ σεσωσμένῳ μέρει· καὶ τοῦτό ἐστι τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν· ὑπέρκειται δὲ λίαν ὁ ἐξ ἐθνῶν, καὶ εἰς συναγωγὰς λαῶν κατευρύνεται, καὶ μείζων ἐστὶ τοῦ Ἰσραὴλ τῇ τῶν πιστευσάντων ἀμέτρῳ πληθύϊ ποιούμενος τὴν ὑπεροχήν· μιᾷ γὰρ καὶ ἴσῃ χάριτι κατεστέμμεθα πρὸς ἁγιασμὸν οἵ τε ἐξ Ἰσραὴλ καὶ μέν τοι καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ ἐν Χριστῷ δεδικαιωμένοι· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать