Ταλανισμὸς πρὸς τοὺς φθείροντας τὰς τοῦ Χριστοῦ παρθένους.
Τί δὲ ἡμῖν, ἄθλιοι καὶ ταλαίπωροι, κακῶν ἡδονῶν ὁδηγοί; πῶς βούλεσθε ἐκφυγεῖν χεῖρας Θεοῦ ζῶντος; τί ποιήσετε, ὅταν ἔλθῃ ὁ ταύτην μνηστευσάμενος κρῖναι ζῶντας καὶ νεκρούς; τί δὲ ἀπολογήσεσθε, τοιαῦτα παράνομα εἰς τὰς τοῦ Χριστοῦ νύμφας πράξαντες; οὕτω τοσοῦτον κατεφρονήσατε; οὐκ ἐτρομάξατε; οὐ δεδοίκατε; οὐκ ἐφρίξατε; οὐκ ἐφείσασθε τῶν ἑαυτῶν ψυχῶν; οὐκ οἴδατε, ὅτι τοιαύτη παρανομία ἑτέρα οὐκ ἔστιν ὡς αὕτη; οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ εἰσιν αἱ παρθένοι; οὐκ οἴδατε, ὅτι Πνεῦμα Θεοῦ ἦν οἰκοῦν ἐν αὐταῖς; τὰς καθ' ἡμέραν μετὰ Χριστοῦ περὶ τῶν ἀνεκλείπτων καὶ μενόντων εἰς αἰῶνας προϊκῶν διαλεγομένας, καὶ ἃς Παῦλος παρθένους ἁγνὰς παραστῆσαι τῷ Χριστῷ προσήγαγεν, ὑμεῖς βορβόρῳ καὶ δυσωδίᾳ συνεφύρατε; Ὢ πῶς ἐτολμήσατε Χριστοῦ νύμφας φθεῖραι, κακῆς ἐπιθυμίας πρόξενοι; Κατὰ παιδίσκης συνδούλου ἐὰν τολμήσῃ τις τοιαῦτα διαπράξασθαι, οὐκ ἀτιμώρητος διεξέρχεται· κατὰ δὲ τῆς τοῦ ἀμφοτέρων αὐτῶν τε καὶ ὑμῶν τὰς τοῦ Χριστοῦ νύμφας οὕτως ὁπλίζεσθαι, ἐκφεύξεσθαι ἄρα τῆς δίκης προσδοκᾶτε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου λέγοντος, Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος; Καὶ τί ἄρα τούτου ἀνελεεινότερον; μιᾷ γὰρ μαχαίρα δύο φόνους ἐργάζεσθε, καὶ ἑαυτοὺς καὶ αὐτὰς ἀποκτείνοντες· θάνατος γὰρ τοῦτο παρὰ τοῖς εὐφρονοῦσιν.
Ὢ τίς οὐκ ἂν στενάξειε; τίς οὐκ ἂν πενθήσειε; τίς οὐκ ἂν κόψηται καὶ θρηνήσειε τὸν ἄωρον φόνον; τίς οὐ δακρύσειε τὸν ἀπρόθεσμον θάνατον, τίς οὐκ ἀλγήσειεν ἐπὶ τῇ ἀδίκῳ πληγῇ; Προῒξ καὶ γραμματεία παρὰ τῷ νομίμῳ ἐν ἀφθορίᾳ συναπτομένῳ ἀνδρὶ τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ φυλάττονται· καὶ ἡ παρθενία προδίδοται τῷ μοιχῷ; Ἀλλ' ἐρεῖ τις· Ἀνάγκῃ τῷ Χριστῷ συνεζεύχθην, οὐκ ἤμην προθέσεως αὐτῷ συζευχθῆναι, ἀλλὰ συνδούλῳ. Ὅλως ἐτόλμησας, ἀθλία, καθ' ἑαυτὴν δημηγορῆσαι, ὅτι καὶ μὴ ἐχούσης σου πρόθεσιν εἰς αὐτὸν ἢ ἀγάπην, ὁ ∆εσπότης ἐπόθησέ σε; Ἄκουσον, ὦ τάλαινα, καὶ ἐρῶ σοι, καὶ κἂν ἐκ τῶν τοῦ κόσμου πραγμάτων πληροφορήθητι. Λέγω δὴ τοῖς βιωτικοῖς· Ἐὰν κόρην ἕτερος ἀνθ' ἑτέρου ἁρπάσῃ, τῆς ἰσοτιμίας δοκιμαζομένης, κυρία μὲν ἡ ἁρπαγὴ τῷ ποιήσαντι, καὶ νόμος καὶ βασιλεὺς παραχωρεῖ τῇ ἁρπαγῇ. Οὐ γὰρ ἥρπαζε καὶ ἔλαβεν, ἵνα ἐνυβρίσῃ, ἀλλ' ἵνα τιμήσῃ, καὶ προικῷα καὶ δῶρα ἰσχύει. Εἰ οὖν ἀνθρώποις οὐδεμία μεταβολὴ, ἐπειδὴ τῷ προλαβόντι σκοπῷ ἀκολουθεῖ· τί ἀπολογήσῃ, σὺ ἡ παρ' 60.742 ἐλπίδα ὑπὸ τοῦ ∆εσπότου ἁρπαγεῖσα; Οὔτε γὰρ ἀνάγκην ἐκείνην λέγω, δι' ἣν τοῦ ∆εσπότου συζευχθῆναι ἠξιώθης, ἀλλ' οἰκονομίαν καὶ φιλανθρωπίαν ∆εσπότου· ἵνα τῷ τῆς ἀνάγκης σχήματι σὺ ἡ ἀναξία τὸν ὑπὲρ σὲ ἄφθαρτον γάμον κερδάνῃς.
Μὴ οὖν λέγε, ὅτι Ἀνάγκῃ παρθενεύειν εἱλόμην· μὴ ἀχαρίστει τῷ οὐρανίῳ νυμφίῳ, ὅτι σε ἄπροικον καὶ ἀγενῆ καὶ δούλην λαβεῖν κατηξίωσε· δούλη γὰρ αὐτοῦ εἶ, κἂν μὴ θέλῃς. Ὥστε παρακαλῶ, ὦ παρθένε, ὑπήκοόν σε γενέσθαι χωρὶς πάσης ἀντιλογίας καὶ διαλογισμῶν αἰσχίστων. Καὶ εἰ μὲν οὐκ ἠθέτησας ἔτι τὸν πνευματικὸν γάμον, φύλαξον ἀσφαλῶς τὰς συνθήκας· εἰ δὲ παρέβης καὶ ἔπεσες, ἔγειραι, ἔγειραι, παρακαλῶ. Παρέστηκε γάρ σοι ὁ ἀγαθὸς καὶ φιλάνθρωπος ∆εσπότης ὁ ἀτιμασθεὶς ὑπὸ σοῦ οὐκ ἀποβάλλει σου τὴν συνοίκησιν· ἐπίδος αὐτῷ τὴν χεῖρα. Ἐπειδὴ γὰρ τὴν πρώτην δεξιὰν ἐνύβρισας, κἂν ταύτην μὴ ἀθετήσῃς. Οὐχ ὑπερηφανεῖ σου τὰ τραύματα· ἰᾶται γὰρ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος πληγήν· ἰατρὸς γάρ ἐστιν εὔσπλαγχνος. Ἀποκάλυψον αὐτῷ δι' ἐξομολογήσεως τὸ πάθος, ἵνα ἐπιθήσῃ ἀοράτως τὸ σωτήριον φάρμακον· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Πρὸς σὲ ἦλθε τὴν κειμένην· ἔγειραι οὖν, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, τουτέστιν, εἰς τὸν τῆς μετανοίας λιμένα. Μηκέτι πρόσχῃς μήτε τοῖς σαρκικοῖς ὀφθαλμοῖς, μήτε τοῖς τῆς διανοίας ἐπὶ τὸν μοιχὸν ἐκεῖνον τὸν πρόξενον τῆς γεέννης καὶ τοῦ ἀκοιμήτου σκώληκος. Ἆρον, φησὶν, ἐντεῦθεν ἆρον· οὐ γὰρ βούλομαί σε κεῖσθαι. ∆ιάῤῥηξον τὸ τῆς ἁμαρτίας σύμβολον· λοῦσαι τοῖς δάκρυσιν, οὐκ εἰς τὴν κολυμβήθραν, ἀλλ' εἰς τὴν ἐκκλησίαν· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς χαρίσασθαί σοι τὸ πρῶτον ἀξίωμα. Μὴ διδάξῃς τὸν κεραμέα, πῶς τὸ ἴδιον διορθώσηται πλάσμα. Ἥμαρτες; Ἡσύχασον· μὴ εἴπῃς· Καὶ πῶς οἷόν τε εἰς τὸ πρῶτόν με ἐλθεῖν ἀξίωμα; μὴ λέγε τοῦτο, ὦ παρθένε· Θεὸς γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Ἄκουε τοῦ ∆εσπότου πῶς ὀνειδίζει τὴν ἀπόγνωσιν διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις τῆς θυγατρὸς τοῦ λαοῦ μου;
Ὢ τοῦ συμπαθοῦς ἰατροῦ! οὐκ ἐγκαλεῖ ἐπὶ πταίσματι, ἀλλ' ἐπὶ τῇ ἀμελείᾳ· οὐκ εἶπε, ∆ιὰ τί ἐπλήγης; ἀλλὰ, ∆ιὰ τί οὐκ ἐθεραπεύθης; οὐκ εἶπε, ∆ιὰ τί ἔπεσες; ἀλλὰ ∆ιὰ τί οὐκ ἀνέστης; Ὅτι δέ σε λαμπροτέραν ὁ Κύριος διὰ τῆς μετανοίας παραστῆσαι βούλεται, ἄκουε αὐτοῦ διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρ60.743 τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Οὔτε ἂν ὁ Ἀπόστολος ἄκαιρον ἤλγησε πόνον, εἰ μὴ πρότερον τῆς τοῦ ∆εσπότου ἀγαθότητος τὰς συνθήκας ἐδέξατο· οὐκ ἂν ἔλεγε, Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐπειδὴ γὰρ, φησὶ, τὴν κατ' εἰκόνα Θεοῦ γενομένην ψυχὴν τῷ ψυχοφθόρῳ προέδωκας δαίμονι, πόρνης μέλη τὰ τοῦ Χριστοῦ μέλη ποιήσασα· ἕως τοσούτου οὐ παύομαι πενθῶν καὶ θλιβόμενος, ἕως ἂν πάλιν ἴδω μεμορφωμένον ἐν σοὶ τὸν Χριστὸν, τὸ τῆς σωφροσύνης κάλλος ἐνδεδυμένην. Μὴ ἀποῤῥίψῃς τὸ βραβεῖον τῆς μετανοίας, παρακαλῶ, δέομαι καὶ ἀντιβολῶ· ἄνδρισαι, ἅγνισαι, ἄλειψαι πνευματικῶς· πολυπλασιάζει ὁ Ἀπόστολος τὴν παράκλησιν· ∆ιὰ τὸν Χριστὸν πρεσβεύω, καταλλάγητε τῷ Θεῷ. ∆έεται ὁ Ἀπόστολος, ἵνα τὴν μεμνηστευμένην τῷ Χριστῷ καὶ τὰς συνθήκας λύσασαν πάλιν ἀνακαλέσηται. Ὁ φιλάνθρωπος ∆εσπότης λέγει· Οὐ μνησικακῶ ἐπὶ τῇ ὕβρει τῇ γενομένῃ· ἡ ἐμὴ ἐνύβρισται κοίτη, ἡ ἐμὴ ἠτίμασται συζυγία· ἀλλ' εἰς οὐδὲν τῶν γενομένων ἐγκαλῶ, ὧν ἐποίησας.
∆ιὰ τί δὲ πολεμοῦντος τοῦ ὑπεναντίου μὴ ἀντέστης; πῶς οὐκ ἐτροπώσω τὰ ἰοβόλα αὐτοῦ βέλη τῷ τύπῳ τοῦ σταυροῦ μου; Οὐχὶ ἐγὼ διὰ τοῦτο εἰς παρθενικὴν γαστέρα ἐνῴκησα, ἵνα ἡ ἔκπαλαι διὰ τῆς ἀπάτης ἀτιμασθεῖσα φύσις τιμηθῇ διὰ τῆς παρθενίας; Παρθένον γὰρ τὴν Εὔαν οὖσαν ὁ ἐχθρὸς ᾐχμαλώτευσε, καὶ διὰ παρθενίας πάλιν ταύτην ἐν παραδείσῳ εἰσήγαγον. Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι οὐδείς ἐστιν, ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ οἰκίαν, καὶ ἀπαρνήσηται πάντα τὰ τοῦ βίου, ὃς οὐ μὴ ἑκατονταπλασίονα λήψηται, καὶ ζωὴν αἰώνιον κληρονομήσῃ; οὐκ ἤκουσάς μου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οἱ δουλεύοντές μοι εὐφρανθήσονται; οὐχὶ δι' αὐτοῦ τοῦ δούλου μου Ἡσαΐου ἐπηγγειλάμην τοῖς ἐν ἁγνείᾳ τηροῦσι τὸ σῶμα κληρονομεῖν ἀγαθὰ πολλὰ, καὶ καρποὺς κρείσσονας υἱῶν καὶ θυγατέρων; οὐχὶ διὰ παρθενίας τὴν κορυφήν μου ἐκράτησεν; οὐχὶ Ἰωάννης ὁ υἱὸς Ζεβεδαίου διὰ παρθενίας παρ' ἐμοῦ υἱὸς βροντῆς ἐκλήθη, καὶ υἱὸς τῆς μητρός μου; πῶς οὐκ ἤκουσας τοῦ ἀποστόλου μου Παύλου λέγοντος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε; Ναὶ, φησὶ, Κύριε· ἀλλὰ τὴν δούλην σου τὴν ἀναξίαν οἰκτείρησον, καὶ μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ ἐν ὀργῇ σου παιδεύσῃς με. Ὁ γὰρ ἀρχέκακος καὶ ἀνθρωποκτόνος ἐχθρὸς βέλος ἠκόντισε πρός με ἰοβόλον, καὶ περιέδραμέ μου τὴν καρδίαν καὶ τοὺς νεφροὺς καὶ τὰ λοιπὰ αἰσθητήρια, καὶ ἐπελαθόμην τοῦ φόβου σου, καὶ τῆς δικαίας σου ἀνταποδόσεως· ἠμαύρωσε γάρ μου τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸ ἔνδον ἐπιγινόμενον πῦρ.
Πλὴν ἀναπολόγητός εἰμι, ∆έσποτα, μὴ ἐπικαλεσαμένη σε τότε εἰς τὴν ἐμὴν βοήθειαν· ἀλλ' ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, σὲ ἐγκαταλείψασα, καὶ δουλεύσασα πάθει αἰσχύνης καὶ ἀτιμίας. Τότε καὶ αὐτὸς ἐρεῖ σοι· Καλόν σε ἦν ἐνθυμηθῆναι, μὴ τὸ τάχος ἀποσταλῶσιν οἱ τὴν ψυχήν σου ἀπαιτοῦντες ἀπὸ σοῦ· καὶ ποῦ τότε ἡ ἐξομολόγησις καὶ ἡ μετάνοια; ∆ιὰ τοῦτο γὰρ λέγω, ὅτι Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Πλὴν ἀπάρτι μηκέτι ἁμαρτήσῃς, μηδὲ ἐμὲ καταλιποῦσα, μοιχαλὶς χρηματίσῃς. Καὶ ἡμεῖς οὖν δεόμεθα, Καταλλάγητε τῷ Θεῷ, καὶ εἰπὲ οὕτως, ὦ παρθένε· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, ὅτι τὴν κειμένην ἤγειρας, τὴν τεθανατωμένην ἐζωοποίησας, τὴν ἐῤῥυπωμένην ἐλάμπρυνας, τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ τῷ ἀγκίστρῳ τῆς εὐσεβείας ἀν60.744 έσπασας, τὴν πλανηθεῖσαν ᾠκειώσω, τὴν αἰχμάλωτον ἠγόρασας, τὴν ὑβρίσασαν οὐκ ἠμύνου, τὴν δραπετεύσασαν ἀνεκαλέσω, τὴν αἱμαχθεῖσαν ἀπέπλυνας, τὴν ὑπὸ τῆς ἡδονῆς θηρευθεῖσαν ἀπέσπασας, τὴν ταρτάρων ἀξίαν οὐρανοπολίτιδα ἀπειργάσω, τῆς γεέννης ἠλευθέρωσας, τῆς ῥομφαίας ἐλυτρώσω, τῶν δεσμῶν ἔλυσας, τῆς ἀϊδίου ζωῆς ἠξίωσας, τοῦ κινδύνου ἀφήρπασας, τὸν διάβολον ᾔσχυνας, τὸ χειρόγραφον διέῤῥηξας.
Ὢ δακρύων ἀγαθῶν γεωργὲ, τί τούτων λαμπρότερον τῶν θαυμάτων;
Συνέλθητε οὖν, ὅσαι τῷ τοιούτῳ κινδύνῳ τοῦ ναυαγίου περιεπέσετε, γνῶτε, διδάχθητε, παιδεύθητε, ὅτι ὁ μὲν τῆς ἁμαρτίας καρπός ἐστι θάνατος, ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι ζωὴ καὶ εἰρήνη καὶ ἁγιασμός. Ὅσοι νῦν τε καὶ πάντοτε βούλεσθε ἐκφυγεῖν τὸν θάνατον τοῦτον, τὰ λεγόμενα ἅπαντα ὑπόθεσιν σωτηρίας λάβετε· καὶ τοῦτο ἀεὶ μελετᾶτε πάντες, ἐξαιρέτως δὲ οἱ μονάζοντες, καὶ παρθένοι αἱ τὰ σώματα ὑμῶν ἀφιερώσασαι τῷ Κυρίῳ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ ἐπιθυμία τῆς σαρκὸς τὸν καρπὸν τῆς ἁμαρτίας θάνατον ἐβλάστησεν· ὁ δὲ καρπὸς ὁ πνευματικὸς ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν καὶ ἁγιασμὸν καὶ εἰρήνην ψυχικῶς τε καὶ σωματικῶς. ∆ιὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ' οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ· ἡ γὰρ συγκατάθεσις τῶν λογισμῶν πᾶσαν τὴν πρᾶξιν ἀπετέλεσεν. Ἀψευδὴς γὰρ ὁ εἰπών· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐδὲν δὲ κεχωρισμένον ἐκ τοῦ ἄῤῥενος καὶ τῆς θηλείας· πάντες γὰρ τοῦ αὐτοῦ φυράματος τυγχάνομεν, καθὼς τὸ Εὐαγγέλιόν φησι· τὸ μὲν θέλημα ἀνδρὸς λέγει. τὸ δὲ θέλημα σαρκὸς, ἓν καὶ τὸ αὐτὸ πᾶν εἰρηκώς.
∆ιὸ δεῖ καὶ τὴν τοῦ Χριστοῦ παρθένον ὅλην ἑαυτὴν ἄμωμον τηρεῖν καὶ ἄφθαρτον, καὶ τὴν καρδίαν πρὸς τὸν αὐτῆς νυμφίον καὶ δημιουργὸν Χριστὸν, τοῖς δὲ ὀφθαλμοῖς τῆς διανοίας ὡς βλέπουσαν τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, πάντα λόγον ἀργὸν καὶ μὴ ὄντα πρὸς οἰκοδομὴν ἀποστρέφεσθαι, παντὶ ἄῤῥενι ἀδεῶς μὴ συνδιάζειν, καὶ μάλιστα τῶν ἀτάκτως περιπατούντων. Εἰ δὲ πληροφορία τίς ἐστι περὶ ὠφελείας ψυχῆς, οὐ δεῖ παραιτεῖσθαι ἄνδρας εὐσχημόνως περιπατοῦντας. Μὴ παῤῥησιάζεσθαι δεῖ, μηδὲ χρονίζειν, γυναιξὶν ἀσέμνοις μὴ συγγελοιάζειν· ὅρκος δὲ ὅλως ἐκ στόματος μὴ ἐξερχέσθω· ∆εσποτικὸν γὰρ τὸ παράγγελμα, ὅτι οὐδὲ κατὰ τῆς ἰδίας σου κεφαλῆς ἀνέχεταί σε ὀμόσαι λέγων, ὅτι Πᾶν τὸ πλεῖον τοῦ Ναί καὶ τοῦ Οὔ, ἐκ τοῦ πονηροῦ ἐστι· τοὺς δὲ ῥυπαροὺς καὶ ἀσέμνους λογισμοὺς, καὶ πάντα τὰ τῆς σαρκὸς πειρατήρια τῷ φόβῳ καὶ τῷ πόθῳ τοῦ Χριστοῦ καὶ τῷ τύπῳ τοῦ σταυροῦ αὐτοῦ ἀπελαύνειν. Ἰδοὺ, πατέρες καὶ μητέρες καὶ ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ τέκνα πάντα, τὰ συμφέροντα παρέθηκα ὑμῖν, λέγω δὴ τοῖς μονάζουσι καὶ ταῖς παρθένοις. Ταῦτα φυλάξατε, καὶ οὐ μὴ πταίσητε, ἀλλὰ ἀξιωθήσεσθε καὶ ὑμεῖς κληρονόμοι Χριστοῦ ἀναδειχθῆναι, ὧν πάντων τῶν ἡτοιμασμένων ἀγαθῶν ἀξίους καὶ κληρονόμους ἀναδείξῃ ὑμᾶς ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.