Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Περὶ σωφροσύνης.
Ἀεὶ μὲν ἐμοὶ δοκεῖ χρησιμώτατος εἶναι καὶ πρέπων τοῖς τοῦ Χριστοῦ δούλοις ὁ περὶ σωφροσύνης λόγος, μάλιστα δὲ νῦν ἐν καιρῷ τοῦτον ποιησόμεθα πρὸς ὑμᾶς, ὅτε τὸν Χριστὸν ἐνδυσάμενοι τῆς ἐκκλησίας οἱ παῖδες σωφροσύνην μάλιστα κεκτῆσθαι πρὸ τῶν ἄλλων ὀφείλουσιν ἀγαθῶν· ἐπεὶ καὶ ὅστις εἶδεν ἀθλητὰς Ὀλυμπίοις νομισθέντας πρέπειν ἀλειψαμένους ἐπὶ τὸ στάδιον καταβαίνοντας, εἶτα περὶ παλαισμάτων καὶ καρτερίας καὶ νίκης διελέχθη πρὸς αὐτούς, 576 ἐν καιρῷ τοῦτο πεποιηκέναι δικαίως ἂν παρὰ πάντων νομίζοιτο· καὶ δὴ καὶ ἡμεῖς ἑωρακότες τοὺς τοῦ σωτῆρος ἀθλητὰς δύναμιν λαβόντας παρὰ τοῦ πνεύματος διὰ τῶν θείων μυστηρίων εἰκότως ἂν ὑπὲρ σωφροσύνης διαλεχθέντες ἐπὶ τὸν ἀγῶνα τὸν πνευματικὸν παραπέμψοιμεν.
Ἐν μὲν οὖν τοῖς ἀνθρωπίνοις ἀγωνίσμασι μετὰ τὴν νίκην οἱ στέφανοι, ἐν δὲ τοῖς τοῦ Χριστοῦ σταδίοις πρὸ τῆς νίκης οἱ στέφανοι. Τίνος οὖν ἕνεκεν στεφανώσας ἡμᾶς ἐπὶ τὸν ἀγῶνα παρέπεμψεν ὁ Χριστός; Ὁμοῦ μὲν φόβον ἐμβαλεῖν τοῖς ἀντιπάλοις βουλόμενος, ὁμοῦ δὲ καὶ τὰ ἡμέτερα διεγείρων φρονήματα, ἵνα πρὸς τὴν τιμὴν ὁρῶντες τὴν παρὰ τοῦ Χριστοῦ δεδομένην ἀξίως τῆς παρὰ τοῦ δεσπότου τιμῆς ἅπαντα καὶ ποιῶμεν καὶ λέγωμεν. Εἰ γάρ τις βασιλεὺς ἁλουργίδα περιθέμενος, στεφάνῳ τὴν κεφαλὴν κοσμηθείς, εἶτα ἐξενεχθεὶς ὑπὸ τῶν τῆς φύσεως παθημάτων ἀνάξιόν τι τῆς βασιλείας ποιῆσαι, ἅμα τε ἀπέβλεψεν εἰς τὴν τοῦ πράγματος στολὴν καὶ κρείττων ἐγένετο τῶν αἰσχρῶν· σὺ δὲ ὁ τὸν Χριστὸν ἐνδεδυμένος, ὅταν ἴδῃς αἰσχρὰν ἐπιθυμίαν τῇ ψυχῇ διενοχλοῦσαν, ἀπόβλεψον εὐθέως εἰς τὴν θείαν στολὴν καὶ ταχέως κρείττων γενήσῃ τῆς τοῦ πονηροῦ μηχανῆς.
Σωφροσύνην τοίνυν καλὸν μὲν ἐγκωμιάζειν, κάλλιον δὲ κεκτῆσθαι· οἱ δὲ συνεχῶς περὶ ταύτης καὶ ἀκούοντες καὶ λέγοντες οὐ μικρὰν ἐγκρατείας παράκλησιν ἀπὸ τῶν λόγων λαμβάνουσι. ∆ιὰ τοῦτο γὰρ καὶ τὰς ἀρετὰς τῶν ἁγίων περιβοήτους γενέσθαι διὰ τῶν θείων γραφῶν προςέταξεν ὁ θεός, ἵνα πάντας ἀνθρώπους εἰς τὸν ἐκείνων ἐπισπάσηται ζῆλον καὶ πείσῃ σωφροσύνην ἀσκεῖν τοῖς ἴχνεσι τῶν δικαίων ἀκριβῶς ἑπομένους. Εἰ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πολλοὶ πολλάκις τοὺς ἀθλητὰς ἐστεφανωμένους ἰδόντες ταχέως ἀποδυσάμενοι τῶν ἀγώνων ἥψαντο καὶ 577 πολλοὺς ἱδρῶτας καὶ πόνους ὑπέμειναν, ἵνα κλάδοις ἐλαίας ἢ δάφνης στεφανωθῶσι, μετὰ πόσης ἡμᾶς προςήκει προθυμίας τοὺς ὑπὲρ τῆς σωφροσύνης ὑπομένειν ἱδρῶτας, ὅταν ἑτέρους ὑπὸ τοῦ θεοῦ ἐστεφανωμένους ἴδωμεν, ἵνα τοὺς οὐρανίους ἀναδησώμεθα στεφάνους ἐπὶ τοῖς καλοῖς καὶ σωτηρίοις ἀνδραγαθήμασι; Καίτοι πῶς οὐ δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον, εἰ τοὺς μὲν ἀθλητὰς ἐπὶ τὴν νίκην παρακαλεῖ φύλλον ἐλαίας ἢ δάφνης καὶ δόξα κενὴ τῷ βίῳ τούτῳ συνδιαφθείρεσθαι μέλλουσα, ἡμᾶς δὲ μὴ πείθει τὰ δῶρα τοῦ Χριστοῦ πᾶσαν ἡδονὴν ἀπωθεῖσθαι καὶ ταῖς ἐπιθυμίαις ἐφιστάναι τὸν τοῦ θεοῦ φόβον; Οὐ τοίνυν ἐν τοῖς ἀνθρώποις μόνοις ἔστιν ἰδεῖν τῶν ὁμοίων τὸν ζῆλον, ἀλλὰ καὶ περιστεραὶ πολλάκις ἰδοῦσαι μόνην ἀπαρξαμένην τῆς πτήσεως ἀκολουθοῦσιν ὀξέως· καὶ πῶλος γενναῖος ἐν ἵππων ἀγέλῃ σκιρτήσας πᾶσαν ἐπεσπάσατο τὴν ἀγέλην ἐπὶ τὸν δρόμον. Οὐκοῦν ἐπειδὴ πάντες ἡμεῖς ἀγέλη Χριστοῦ, ἔστι δὲ πῶλος ἐν ἡμῖν ἀγαθὸς ὁ σωφρονέστατος Ἰωσὴφ τοῖς οὐρανίοις σκιρτήμασιν ἐπὶ τὸν ζῆλον τὸν ἑαυτοῦ τοὺς ὁμοδούλους παρακαλῶν, συγχορεύσωμεν τῷ καλῷ νεανίσκῳ τὴν πνευματικὴν χορείαν ἐπαινοῦντες αὐτοῦ τὴν σωφροσύνην μὴ λόγοις μόνον, ἀλλὰ καὶ τῇ μιμήσει τῶν ἔργων.
Ἐκεῖνος τοίνυν οὕτως ἦν ἀκριβὴς καὶ βέβαιος τῆς σωφροσύνης φύλαξ, ὥστε ἐξῆν μὲν αὐτῷ μετὰ ἀσελγείας καὶ πλουτεῖν καὶ τρυφᾷν καὶ τῆς δεσποίνης ἄρχειν, ἀλλ' ὅμως καίτοι τοσούτων καὶ τοιούτων μέλλων ἔσεσθαι κύριος εἵλετο μᾶλλον ἀποθανεῖν ἢ προδοῦναι τὴν σωφροσύνην ἐνθυμηθείς, ὅτι πλοῦτος μὲν καὶ δυναστεία καὶ δόξα τῷ βίῳ τούτῳ συναπαρτίζεται καὶ πρόςκαιρον ἔχει τὸ κέρδος, μόνης δὲ ἀρετῆς οὐ πέφυκεν ἅπτεσθαι τελευτή.
∆ιὰ τοῦτο ταῖς μὲν ἡδοναῖς ὥςπερ τινὰ χαλινὸν τὸν τοῦ Χριστοῦ φόβον ἐπέβαλλε, τοῦ δὲ πλούτου καὶ τῆς τρυφῆς καὶ 578 τῶν ὑποσχέσεων τῆς δεσποίνης κατεγέλασε τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν ἡδίω νομίσας τῶν λαμπρῶν οἰκημάτων· καίτοι τοὺς μὲν εἰς ἄκρον εὐμορφίας ἥκοντας χαλεπὸν κρατῆσαι τῆς ἡδονῆς· ὁ δὲ τοσαύτην βάσανον τῆς ἐγκρατείας παρείχετο, ὡς τῷ κάλλει τῆς ψυχῆς ἀποκρύψαι τὴν ὥραν τοῦ σώματος, ἀστέρι μὲν καλῷ τὴν μορφὴν ἐοικώς, ἀγγέλοις δὲ τὴν ψυχήν. Ἡμᾶς δὲ προςήκει μὴ τὴν σωφροσύνην μόνον τοῦ νεανίσκου θαυμάζειν, ἀλλὰ καὶ τοὺς κινδύνους οὓς ὑπὲρ αὐτῆς ὑπέμεινε φοβερώτερον θανάτου κρίνας τὸ δουλεύειν ταῖς ἡδοναῖς. Γνοίη δ' ἄν τις αὐτοῦ τὴν ἀρετὴν ἀκριβῶς, εἰ τοὺς καιροὺς ἐξετάσειε καθ' οὓς ἐφάνη τηρῶν τὴν ψυχὴν καθαράν· πρὶν γὰρ φανῆναι τῇ γῇ τὸν δεσπότην καὶ δημιουργὸν τοῦ παντὸς ἐλευθέραν παρείχετο τὴν ψυχὴν ἐν οἰκίᾳ δυςσεβῶν τρεφόμενος, πολλοὺς ἔχων τοὺς ἐπὶ τὰ χείρω παρακαλοῦντας, οὐδένα σωφροσύνης διδάσκαλον, πάντας ἡδονῇ δουλεύοντας, τῇ γαστρὶ χαριζομένους, οὐδὲν εὐσεβὲς οὐδὲ ὅσιον ποιοῦντας· ἀλλ' ὅμως τοσούτοις καὶ τοιούτοις κακοῖς κεκυκλωμένος καὶ τὴν ἀκόλαστον δέσποιναν ἐπικειμένην ὁρῶν οὐκ ἐγένετο προδότης τῶν οὐρανίων θησαυρῶν, ἀλλ' ἐτήρησεν ἄσυλον τὸν ναὸν τοῦ πνεύματος μᾶλλον ἑλόμενος ἀποθανεῖν ἢ δουλεῦσαι ταῖς ἡδοναῖς. Οὐκ ἤκουσεν οὗτος τοῦ Παύλου λέγοντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν· ἀλλ' ὅμως πρὶν ἀκοῦσαι τῆς θείας φωνῆς οὐκ ἐλάττων ἐφάνη τῶν τιμηθέντων τοῖς οὐρανίοις παραγγέλμασι διδάσκων ἡμᾶς τοὺς συνεχῶς ἐν ταῖς ἐκκλησίαις ἀγωνιζομένους τούτῳ τῷ λόγῳ, ὅπως προςήκει τὴν ψυχὴν ἀδιάφθορον φυλάττειν.
Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν 579 πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης; Τοῦτο τὸ ῥῆμα πᾶσαν δύναται ψυχὴν σωφροσύνῃ τειχίσαι, τοῦτο τὸ ῥῆμα πᾶσαν ἡδονὴν ἐξελαύνει ταχέως, τοῦτο τὸ ῥῆμα φλεγμονὰς ἐπιθυμίας καταψύχει ῥᾳδίως· οὐχ οὕτως ὄμβρος εἰς πῦρ ἐμπεσὼν ῥᾳδίως ἀφανίζει τὴν φλόγα, ὡς ὁ θεῖος οὗτος λόγος εἰς ψυχὴν εἰςελθὼν ἀπομαραίνει ταχέως τὰς πονηρὰς ἐπιθυμίας. Τοὺς αὐτοὺς δύναται λόγους καὶ ὁ μέγας Ἰὼβ ποιεῖσθαι πρὸς ἡμᾶς, ὃς οὐ μόνον ἀκριβὴς ἐφάνη τῆς σωφροσύνης ἀσκητής, ἀλλὰ καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ μὴ βλέπειν εἰς παρθένου πρόςωπον, μή ποτε κάλλος παραφανὲν ἁρπάσῃ τὸν λογισμόν. Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ὁρῶν τὸν ἄνδρα τοῦτον τῷ μὲν διαβόλῳ προςπαλαίοντα γενναίως καὶ πᾶσαν τοῦ πονηροῦ μηχανὴν ἐλέγχοντα, παρθένου δὲ πρόςωπον ὑποφεύγοντα καὶ τοὺς ὀφθαλμοὺς ἀπάγοντα ταχέως ἀπὸ κόρης εὐμόρφου· Τὸν μὲν διάβολον ὁρῶν ἐπερχόμενον οὐκ ἔφευγεν, ἀλλ' ἔμενεν ὥςπερ λέων τῇ δυνάμει θαρρῶν, κόρην δὲ ἰδὼν οὐκ ἔστη οὐδὲ διέτριψε περὶ τὴν θέαν τῆς εὐμορφίας, ἀλλ' ὑπεχώρησε ταχέως, τὸν μὲν πρὸς τοὺς δαίμονας πόλεμον ἀνδρείαν ἀπαιτεῖν νομίζων καὶ θαρσαλέαν ψυχήν, σωφροσύνης δὲ ἄσκησιν οὐκ ἐκ τοῦ κόραις ὁμιλεῖν, ἀλλ' ἐκ τοῦ φεύγειν παρθένους, εὐχερῶς περιγενέσθαι.
Ὅςτις οὖν ἐπαγγέλλεται παρθενίαν, δεχέσθω τὰς συμβουλίας τοῦ σωφρονεστάτου πάντων ἀνθρώπων, ὃς καὶ αὐτὸς πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γεγονὼς οὕτως ἀκριβὴς ἐγένετο τῆς σωφροσύνης φύλαξ. Καί μοι μηδεὶς ἁπλῶς ἀκουέτω τὸ πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ πεφηνέναι τοὺς δικαίους τοσαύτην βάσανον ἐγκρατείας παρεχομένους· οὐ γὰρ τοσαύτην εἶχον ἐπικειμένην σωφροσύνης ἀνάγκην οὐδὲ μεγάλην οὕτω μέμψιν τοῖς ἁγίοις ἔφερεν ἀμελούμενον 580 τῆς σωφροσύνης τὸ κτῆμα. Πῶς; Ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεὸς ὁ ὕψιστος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἡμετέραν ἔλαβε μορφήν, ἵνα τὴν τῶν ἀγγέλων ἁγιαστίαν ἐξ οὐρανοῦ καταγάγῃ.
Ὅταν οὖν φανῶσιν ἄνθρωποι μετὰ τοσαύτην τιμὴν ἡδοναῖς δουλεύοντες, οὐκ ἔστιν εἰπεῖν τῆς τόλμης τὸ μέγεθος, ὅτι τὴν τοῦ δεσπότου φιλανθρωπίαν τό γε κατ' αὐτοὺς ἀποφαίνουσι ματαίαν τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιοῦντες. Ἀκουσάτωσαν δαίμονες καὶ φοβηθήτωσαν, ὅτι θεὸς μὲν οὐκ ἀναίνεται συγκολλᾷν ἑαυτῷ καὶ συνάπτειν ἡμᾶς· τολμῶσι δέ τινες τῶν πιστῶν ἀπορρήξαντες ἑαυτοὺς ἀπὸ τοῦ Χριστοῦ συνάπτεσθαι πόρναις; Οὐ τοσοῦτόν ἐστι κακὸν ἐξ οὐρανοῦ κατενεχθέντα πεσεῖν εἰς βόρβορον, ὅσον ἐστὶ κακόν, μέλος Χριστοῦ γενόμενον ἐκ τῆς θείας τιμῆς ἐκπεσεῖν καὶ γενέσθαι μέλος πόρνης. Ὅταν οὖν ἐπιθυμία πονηρὰ καταφλέγῃ τὴν ψυχήν, ἀναμνήσθητι τοῦ Χριστοῦ ταχέως, νόμιζε παρεστηκέναι σοι τὸν Παῦλον νουθετοῦντα καὶ λέγοντα· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Ἂν τούτων ἀναμνησθῇς τῶν ῥημάτων, ταχέως ὄψῃ τὴν ἡδονὴν δραπετεύουσαν. Εἰ γὰρ θεραπαίνας ἀσχημονούσας δέσποινα φανεῖσα κοσμία καὶ σώφρων βλέμματι μόνον ὀξέως ἐσωφρόνισε, τί θαυμάζεις, εἰ διενοχλοῦσαν ἡδονὴν ἡ τοῦ Χριστοῦ μνήμη κατακοιμίζει ταχέως; Ἀεὶ τὸν σταυρὸν ἔχε πρὸ τῶν ὀφθαλμῶν σου λάμποντα, καὶ καθαρὸς ἁμαρτημάτων διαπεράσεις τὸν χρόνον. Ὥςπερ γὰρ ὁ τῆς νεφέλης στῦλος τύπος ὢν καὶ προφητεία τοῦ σταυροῦ τὸ τῶν Ἑβραίων πλῆθος ἀνέπαυε καὶ οὐκ εἴα πάσχειν οὐδὲν ὑπὸ τῶν Αἰγυπτίων δεινόν, οὕτως ὁ σταυρὸς πρὸ τῶν ὀφθαλμῶν ὁρώμενος πᾶσαν ἀπελαύνει ταχέως πονηρὰν ἡδονὴν καὶ οὐκ ἐᾷ παθεῖν οὐδὲν τῆς εὐσεβείας ἀνάξιον. Τοῦτο σωτηρία ψυχῆς, τοῦτο τῆς αἰσχρᾶς ἐπιθυμίας θαυμαστὸν ἀλεξιφάρμακον· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρωστήματα 581 ταῖς τῶν ἰατρῶν καταπαύεται τέχναις, ψυχὴν δὲ νοσοῦσαν ἰᾶται ταχέως τὰ λόγια τοῦ Χριστοῦ. ∆ιόπερ καὶ τοὺς ἡμαρτηκότας ἤδη καὶ δουλεύοντας ἡδοναῖς ἀξιοῦμεν καὶ ἱκετεύομεν διαναστῆναι καὶ νῆψαι καὶ μὴ πάντα ἡττᾶσθαι τοῦ πάθους μηδὲ ὥσπερ κατὰ ῥοῦν φέρεσθαι μηδὲ δουλώσαντας ταῖς ἡδοναῖς τὸν λογισμὸν πικρὰν ἐν τῇ ψυχῇ τὴν τυραννίδα περιφέρειν, ἀλλ' ἀντιστῆναι καὶ παρατάξασθαι καὶ τῷ φόβῳ τοῦ Χριστοῦ τὸν νοῦν ἐπιρρώσαντας ἐκβαλεῖν ἐκ τῆς ἀκροπόλεως χαλεπὴν δέσποιναν, ἵνα πᾶσαν κηλῖδα ῥίψαντες καὶ τῶν ἡμαρτημένων τὸ πλῆθος ἀπορριψάμενοι μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου τῆς ψυχῆς δυνηθῶμεν προςϊέναι τοῖς θείοις καὶ φοβεροῖς μυστηρίοις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.