De immaculato corpore ΤΟΥ ΑΥΤΟΥ ΚΕΦΑΛΑΙΟΝ Περὶ τοῦ ἀχράντου σώματος, οὗ μεταλαμβάνομεν.

αʹ. Τὸ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν σώματος οὗ μεταλαμβάνομεν, ἀδελφοὶ, αὐτό ἐστι τὸ σῶμα, ὃ ἐκ τῆς ἡμετέρας οὐσίας ἀνέλαβεν, ὃ ἐκ τῆς ἀχράντου καὶ Θεοτόκου προσείληφεν· οὐ γὰρ δύο σώματα δώσωμεν τῷ Χριστῷ· ἓν γάρ ἐστιν αὐτοῦ τὸ σῶμα, καὶ μίαν θυσίαν ὑπὲρ ἡμῶν ἀνήνεγκε τῷ Θεῷ καὶ Πατρί. Εἰ γὰρ καὶ πολλάκις τὴν μυστικὴν ἀναίμακτον θυσίαν ἐπιτελοῦμεν, διὰ τὸ ἐν παντὶ τόπῳ καὶ χρόνῳ πάντα πιστὸν μεταλαμβάνειν τοῦ θείου σώματός τε καὶ αἵματος· ἀλλ' ἡ αὐτὴ θυσία ἐστί· τὸ γὰρ αὐτὸ σῶμα προσφέρομεν, τὸν αὐτὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπεὶ εἰ ἄλλο ἦν ἐκεῖνο, καὶ ἄλλο τοῦτο, πολλαὶ θυσίαι, καὶ οὐ μία, προσηνέχθησαν ὑπὲρ ἡμῶν, ὡς διαφόρως ὁ θεῖος ἀπόστολος εἴρηκεν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.» Καὶ μεθ' ἕτερα· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Καὶ μετ' ὀλίγα· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου.

Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται· καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.» Καὶ αὖθις· «Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνε κὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.»

βʹ. Ὥσπερ οὖν τὸ ἐκ γυναικὸς βρέφος γεννώμενον τέλειός ἐστιν ἄνθρωπος· ἐσθίον δὲ καὶ πίνον αὐξάνει μὲν, καὶ οὐχ ἕτερον προσλαμβάνεται σῶμα, καὶ οὐ δύο ἢ πολλὰ αὐτοῦ λέγομεν σώματα, ἀλλ' ἓν, τὸ γεννώμενον ἐκ μητρὸς, καὶ ἡ φύσις τὴν αὔξησιν διὰ τῆς φυσικῆς οἰκονομίας ἐργάζεται· οὕτω καὶ νῦν ἐπειδὴ κεφαλὴ ἡμῶν ἐστιν ὁ Χριστὸς, καὶ γεγόναμεν αὐτοῦ σύσσωμοι, καὶ σῶμα αὐτοῦ ἐσμεν ἀεὶ αὐξανόμενον. Γεγόναμεν δὲ αὐτοῦ σύσσωμοι τῇ μετοχῇ τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος αὐτοῦ· «Λαβὼν γὰρ ἄρτον καὶ ποτήριον ἐξ οἴνου καὶ ὕδατος, ηὐχαρίστησε καὶ ηὐλόγησε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα.» Καὶ ἀντὶ τῆς φυσικῆς οἰκονομίας, ὁ ἄρτος καὶ ὁ οἶνος σὺν ὕδατι διὰ τοῦ λόγου αὐτοῦ γέγονε σῶμα καὶ αἷμα αὐτοῦ. Ὥσπερ ἦν τὸ σῶμα αὐτοῦ πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως φθαρτὸν, κλώμενον, ἐσθιόμενον καὶ πινόμενον, ἀδιάφθορον μέντοι· ἐπεὶ τίνος ἕνεκεν οὐ μετὰ τὴν ἀνάστασιν τοῦτο πεποίηκεν, ἀλλὰ πρὸ τῆς ἀναστάσεως; Ὅτι τὸ διὰ τῆς ἀναστάσεως ἄφθαρτον σῶμα οὐ κλᾶται, οὔτε ἐσθίεται, οὔτε πίνεται· οὔτε αἷμα τὸ ἄφθαρτον κέκτηται σῶμα, ἀλλ' οὔτε σὰρξ ἂν δικαίως ὀνομάζοιτο, καθώς φησιν ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῷ εἰς βάπτισμα λόγῳ· «Πίστευε Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας κρῖναι ζῶντας καὶ νεκρούς· οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς οἶδεν αὐτὸς λόγους, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος.» Καὶ τοῦτο τοίνυν ὃ μεταλαμβάνομεν σῶμα καὶ αἷμα τοῦ Θεοῦ ἡμῶν φθαρτόν ἐστι, κλώμενον καὶ ἐκχεόμενον, ἐσθιόμενον, καὶ πινόμενον· καὶ ὥσπερ ἡ ἔπαυξις τοῦ ἡμετέρου σώματος, πᾶσαν πληροῖ φυσικὴν οἰκονομίαν τῆς ἐξ ἀρχῆς συστάσεως τοῦ σώματος ἡμῶν· οὕτω καὶ ἡ τελετὴ τῶν ἁγίων μυστηρίων πᾶσαν πληροῖ τὴν πνευματικὴν καὶ ὑπερφυῆ οἰκονομίαν τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως. γʹ. Ἐφ' ἡμῶν γὰρ ἡ σπορὰ τοῦ Πατρὸς ἀρχή τίς ἐστι τῆς τοῦ σώματος τοῦ βρέφους συστάσεως· χορηγεῖται δὲ τροφὴ ἐκ τῶν τῆς μητρὸς αἱμάτων καὶ γίνεται μεταβολὴ τοῦ ὑποκειμένου ὑλικοῦ εἰς ὀργανικὸν σῶμα, κατὰ τὴν δοθεῖσαν τῇ φύσει δύναμιν παρὰ τοῦ ∆ημιουργοῦ τῆς φύσεως ἡμῶν καὶ δυνάμεως, καὶ οὕτω σὰρξ καὶ αἷμα, καὶ ὀστέα, καὶ τὰ λοιπὰ τῶν μελῶν συνίσταται δι' ἑλκτικῆς καὶ καθεκτικῆς καὶ ἀλλοιωτικῆς, ἤτοι θρεπτικῆς δυνάμεως· ὁμοίως καὶ ἡ διὰ τῆς βρώσεως τοῦ σώματος προσθήκη, διὰ τῆς θρεπτικῆς ἤτοι ἑλκτικῆς, καὶ καθεκτικῆς, καὶ ἀλλοιωτικῆς δυνάμεως τὴν αὔξησιν ποιεῖται τοῦ σώματος. Ἔδει οὖν καὶ ἐν τῇ ἐπαυξήσει τοῦ Κυριακοῦ σώματος θεωρῆσαι πᾶσαν τὴν θείαν οἰκονομίαν τῆς αὐτοῦ σαρκώσεως, καὶ σταυρώσεως, καὶ ταφῆς, καὶ ἀναστάσεως, καὶ ἀφθαρσίας. Οὐ γὰρ ἐξ ἀρχῆς τὸ τοῦ Κυρίου σῶμα ἄφθαρτον γέγονεν, ἀλλὰ φθαρτὸν καὶ παθητὸν ἕως τῆς ἀναστάσεως, μετὰ δὲ τὴν ταφὴν γέγονεν ἄφθαρτον, διὰ τῆς θείας δυνάμεως ἀναστῆσαν ἐκ νεκρῶν καὶ συναφθαρτίσαν ἡμᾶς. δʹ. Πῶς οὖν γέγονεν; Ἐκεῖ ἦν ἡ ἁγία Παρθένος ἡ τράπεζα, ἔχουσα τὴν ὕλην τοῦ σώματος· εἶτα κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν Πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ' αὐτήν. Τότε ἡ δύναμις τοῦ Ὑψίστου αὐτῇ ἐπεσκίασεν, ὁ θεῖος Λόγος, ἡ θεία ὑπόστασις, καὶ προσελάβετο ἐξ αὐτῆς σάρκα· καὶ ὧδε κεῖται, ὡς ἐν γαστρὶ τῆς Παρθένου, ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ὕλη ὁ ἄρτος καὶ τὸ ἐξ οἴνου καὶ ὕδατος κρᾶμα. Καὶ γὰρ ἡ μήτηρ ἐκ τούτων ἐτρέφετο, καὶ τῷ βρέφει ἐχορήγει τὴν τοῦ σώματος ὕλην. Φησὶν ὁ ἱερεὺς, ὡς ὁ ἄγγελος, «Ἵνα ἐπιφοιτῆσαν Πνεῦμα τὸ ἅγιον ἁγιάσῃ καὶ ποιήσῃ, τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον Χριστοῦ, καὶ τὸ ποτήριον τοῦτο αἷμα τίμιον Χριστοῦ·» καὶ οὐ διὰ φυσικῆς οἰκονομίας, ἀλλ' ὑπερφυοῦς γίνεται εἰς ἐπαύξησιν τοῦ Κυριακοῦ σώματος καὶ αἵματος ἓν σῶμα, καὶ οὐ δύο. εʹ. Εἶτα ὑψοῦται ἐν ταῖς χερσὶ τοῦ ἱερέως ὡς ἐπὶ σταυροῦ, καὶ διαδίδοται κλώμενον, καὶ οὕτως ἐν ἡμῖν θάπτεται, καὶ συναφθαρτίζει ἡμᾶς. Τοῦτο γάρ ἐστι τὸ πέρας τῆς οἰκονομίας. Οὐ διαφθείρεται ἐν ἡμῖν, ὡς οὐ διεφθάρη τὸ τοῦ Κυρίου σῶμα ἐν τῷ τάφῳ. Ἕως δὲ τῆς ἡμῶν μεταλήψεως πάντα τῆς φθορᾶς ὑπομένει. Καὶ κλᾶται ὑφ' ἡμῶν τιμίως καὶ πιστῶς, καὶ ὑπὸ ἀνόμων χειρῶν πολλάκις ἀτιμάζεταί τε καὶ ῥίπτεται, καὶ ὑπὸ μυῶν καὶ σκωλήκων· ἀλλ' οὐ διαφθείρεται, οὐδὲ χωρεῖ εἰς τὸ μὴ εἶναι. Συνάγεται γὰρ ἀοράτως εἰς ἓν σῶμα. Καὶ γὰρ καὶ ὁ Κύριος περιετμήθη, καὶ ἐπὶ σταυροῦ ἐκ τῶν ποδῶν καὶ χειρῶν καὶ τῆς πλευρᾶς αἷμα ἐξέχεεν, ἀλλ' εἰς ἓν καὶ ταυτὸν συνήχθη· ἀνέστη γὰρ ὅλον τὸ σῶμα ὁλόκληρον. Ἔφη ὁ Χριστός· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε.» Θανάτου δὲ μνήμη φθορά ἐστι. Φθορὰ γὰρ θάνατος, ἀλλ' οὐ διαφθορά .... Εὑρέθη δὲ τοῦτο τὸ κεφάλαιον εἰς χαρτίον παλαιότατον, κατεφθαρμένον, ἐξ ἰδιοχείρου αὐτοῦ ἐσχεδιασμένον γράμμασι κατὰ σίγγλον (εδιτ. κατασιγήλοις)· ὡς ἦν δὲ δυνατὸν, τὰ σωζόμενα ἀνελέγησαν, εἰ καὶ ἀτελῶς, ἵνα μὴ πάντη ἀπόλωνται.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать