VII Οικουμενική Σύνοδος (787)

7 ΟΣ - πραξισ 8

Этот текст доступен на других языках:

Πρᾶξις σὺν θεῷ ὀγδόη

Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν βασιλείας τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν δεσποτῶν Κωνσταντίνου καὶ Εἰρήνης τῆς αὐτοῦ μητρὸς ἔτους ὀγδόου τῆς αὐτῶν ὑπατείας, πρὸ δέκα Καλαν-δῶν Νοεμβρίων ἰνδικτιῶνος ια΄ Ὡς διαπρύσιοι κήρυκές τε καὶ φύλακες τῆς ἀληθείας γεγονότες οἱ τῆς ὀρθοδοξίας συνήγοροι βασιλεῖς θείῳ πόθῳ κινούμενοι οὐ φορητὸν ἡγήσαντο μὴ συνεδρεῦσαι τῇ συνόδῳ. τοὔνεκεν διὰ κελεύσεως αὐτῶν ἐπιστέλλουσι τῷ πατριάρχῃ ἀγαγεῖν ἅπαντας τοὺς θεοφιλεῖς ἐπισκόπους ἐν τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει αὐτῶν νέᾳ Ῥώμῃ. αὐτὸς οὖν δεξάμενος τὰ γράμματα εἰς ἔργον τὴν κέλευσιν τῶν βασι-λέων ἐπλήρου, καὶ τῶν προτεταγμένων ἁπάντων διαλαληθέντων καὶ πέρας αἴσιον δεξαμένων ἅπαντας τοὺς θεοφιλεῖς ἐπισκόπους σὺν αὐτῷ λαβών, εἴχοντο τῆς ὁδοῦ καὶ ἐν τῇ θεοφυλάκτῳ πόλει τὴν ἄφιξιν αὐτῶν ἐποιοῦντο. καὶ παραγενομένων αὐτῶν οἱ βασιλεῖς εὐμενῶς πάντας ἀπεδέξαντο. ἡ δὲ αἰσίως προλάμπουσα θεο-φρούρητος βασίλισσα ἀγαθήν βουλήν βουλευσαμένη τακτὴν ἡμέραν ὁρίσασα συν-οδικῶς μετὰ τῶν ἐπισκόπων προκαθεσθῆναι ἐκέλευσεν· ὃ δὴ καὶ γέγονεν ἐν τῷ παλατίῳ τῷ ἐπιλεγομένῳ Μαγναύρᾳ. καὶ δὴ προτεθέντων τῶν ἁγίων τοῦ θεοῦ εὐαγγελίων, αὐτῆς προκαθισάσης μετὰ τοῦ συμβασιλεύοντος αὐτῇ υἱοῦ ἅμα πάσῃ τῇ συνόδῳ παρ᾿ αὐτῶν τε προτραπεὶς ὁ πατριάρχης τῇ συνόδῳ προσειπεῖν τὰ εἰκότα τὸ κελευσθὲν ἐπλήρου· εἶθ᾽ οὕτως καὶ αὐτοὶ παρὰ θεοῦ ἐνηχηθέντες προσ-ηνεῖ τε καὶ ἐμμελεῖ λόγῳ πάσῃ τῇ συνόδῳ προσεφώνουν. ὥστε σὺν τῷ πατριάρχῃ πάντες οἱ θεοφιλέστατοι ἐπίσκοποι εὐφήμουν αὐτοῖς τὰ δέοντα. Τούτων οὕτως πραχθέντων ἐκέλευσαν οἱ βασιλεῖς ἔτι διαλεχθῆναι τῇ συνόδῳ οὕτως· Ἀναγνωσθήτω ὁ παρ᾽ ὑμῶν ἐκφωνηθεὶς ὅρος εἰς ἐπήκοον ἡμῶν τε καὶ παντὸς τοῦ περιεστῶτος φιλοχρίστου ἡμῶν λαοῦ. Καὶ πᾶσα ἡ σύνοδος ἐπὶ τούτῳ ἐπινεύσασα, λαβών Κοσμᾶς ὁ θεοφιλέστατος διάκο-νος καὶ κουβουκλείσιος τὸν ὅρον ἀνέγνω. Καὶ μετὰ τὴν ἀνάγνωσιν ἐπύθοντο οἱ βασιλεῖς ταῦτα· Λεγέτω ἡ ἁγία καὶ οἰκου-μενική σύνοδος, εἰ κατὰ συναίνεσιν πάντων ὑμῶν ἐξεφωνήθη ὁ ἀναγνωσθεὶς ὅρος.

Οἱ δὲ ἐξεβόησαν· Πάντες οὕτως πιστεύομεν, πάντες οὕτως φρονοῦμεν, πάντες συναινέσαντες ὑπεγράψαμεν. αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε. πιστεύοντες εἰς ἕνα θεὸν ἐν τριάδι ἀνυμνούμενον τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα. οἱ μὴ οὕτως ἔχοντες ἀνάθεμα ἔστωσαν, οἱ μὴ οὕτως φρονοῦντες πόρρω τῆς ἐκκλη-σίας ἐκδιωχθήτωσαν. ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς καθολικῆς ἐκκλησίας ἐπ-ακολουθοῦμεν. ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς καθολικῆς ἐκκλη-σίας ἀναθεματίζομεν. ἡμεῖς τὴν ἐπείσακτον καινοτομίαν τῶν χριστιανοκατηγόρων ἀναθεματίζομεν. ἡμεῖς τὰς σεπτὰς εἰκόνας ἀποδεχόμεθα. ἡμεῖς τοὺς μὴ οὕτως ἔχοντας τῷ ἀναθέματι καθυποβάλλομεν. τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας γραφῆς ῥήσεις τὰς κατὰ τῶν εἰδώλων εἰς τὰς σεπτὰς εἰκόνας ἀνάθεμα. τῷ μὴ ἀσπαζομένῳ τὰς ἁγίας εἰκόνας ἀνάθεμα. τοῖς ἀποκαλοῦσι τὰς ἱερὰς εἰκόνας εἴδω-λα ἀνάθεμα. τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι προσέρχονται ἀνάθεμα. τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἄλλος ἐρρύσατο ἡμᾶς ἐκ τῶν εἰδώλων ἀνάθεμα. τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλά ποτε δεδέχθαι ἀνάθεμα.

Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα. τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων ἀνάθεμα. τῷ δεχομένῳ τὰ δυσσεβῆ τῆς αἱρέσεως αὐτῶν συγγράμματα ἀνάθεμα. Θεοδοσίῳ τῷ ψευδωνύμῳ ἐπισκόπῳ Ἐφέσου ἀνάθεμα. Σισινίῳ τῷ ἐπίκλην Παστιλλᾷ ἀνάθεμα. Βασιλείῳ τῷ κακεμφάτῳ τρικακάβῳ ἀνάθεμα. ἡ τριάς τῶν τριῶν τὸ δόγμα καθεῖλεν. Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ τοῖς κατὰ διαδοχὴν τῷ θρόνῳ Κωνσταντινουπόλεως προεδρεύσασιν ὡς νέῳ Ἀρείῳ, Νεστορίῳ καὶ Διοσκόρῳ ἀνάθεμα. Ἰωάννῃ Νικομηδείας καὶ Κωνσταντίνῳ Νακωλείας τοῖς αἱρεσιάρχαις ἀνάθεμα. ἐξουδένωσαν τὴν εἰκόνα τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ, ἐξουδένωσεν αὐτοὺς κύριος. εἴ τις Χριστὸν τὸν θεὸν ἡμῶν περιγραπτὸν οὐχ ὁμο-λογεῖ κατὰ τὸ ἀνθρώπινον, ἀνάθεμα ἔστω. εἴ τις τὰς εὐαγγελικὰς ἐξηγήσεις τὰς στηλογραφικῶς γινομένας οὐ προσίεται, ἀνάθεμα ἔστω. εἴ τις οὐκ ἀσπάζεται ταύτας ὡς εἰς ὄνομα τοῦ κυρίου οὔσας καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα ἔστω. τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφον ἢ ἄγραφον ἀθετεῖ, ἀνάθεμα ἔστω. εἴ Καὶ τούτων ἐκφωνηθέντων προσφέρει ὁ πατριάρχης τοῖς βασιλεῦσι τὸν ἀναγνω-σθέντα τόμον τοῦ ὅρου καὶ ἐξῄτει μετὰ πάσης τῆς συνόδου ἐπισφραγίσαι καὶ δια- βεβαιῶσαι δι᾽ εὐσεβῶν αὐτῶν ὑπογραφῶν. καὶ λαβοῦσα ἡ αἰσίως προλάμπουσα εὐσεβεστάτη βασίλισσα ὑπέγραψε καὶ ἐδίδου τῷ συμβασιλεύοντι αὐτῇ υἱῷ καὶ αὐτὸν ὑπογράφειν. καὶ τούτων οὕτως τελεσθέντων ἀπέδοντο τὸν ὅρον τῷ πατριάρχῃ διὰ Σταυρακίου τοῦ πανευφήμου πατρικίου καὶ λογοθέτου τοῦ δρόμου. Καὶ ἐκ συμφωνίας πάντες οἱ ἐπίσκοποι εὐφήμουν τοὺς βασιλεῖς τοιάδε· Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Κωνσταντίνου καὶ Εἰρήνης τῆς αὐτοῦ μητρός πολλὰ τὰ ἔτη. ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη. νικητῶν βασιλέων πολλὰ τὰ ἔτη. εἰρηνο-ποιῶν βασιλέων πολλὰ τὰ ἔτη. νέῳ Κωνσταντίνῳ καὶ νέᾳ Ἑλένῃ αἰωνία ἡ μνή-μη. ὁ θεὸς φυλάξει τὸ κράτος αὐτῶν. εἰρηναίαν, κύριε, ζωὴν αὐτοῖς. διαμεί-ναι, κύριε, τὸ βασίλειον αὐτῶν. οὐράνιε βασιλεῦ, τοὺς ἐπιγείους φύλαξον.

Καὶ μετὰ τὴν εὐφήμησιν ἐκέλευσαν οἱ βασιλεῖς πατρικάς χρήσεις ἀναγνωσθῆναι ἐκ τῶν προαναγνωσθέντων ἐν τῇ Νικαέων μητροπόλει καὶ προγραφέντων ἐν τῇ τε-τάρτῃ πράξει, τουτέστιν Ἰωάννου τοῦ Χρυσοστόμου εἰς Μελέτιον ἐπίσκοπον Ἀντι-οχείας, Ἀστερίου ἐπισκόπου Ἀμασείας εἰς Εὐφημίαν τὴν μάρτυρα, Ἰωάννου ἐπισκό-που Θεσσαλονίκης ἐκ τῶν γραφέντων αὐτῷ λόγων κατὰ Ἑλλήνων, τοῦ ὁσίου Συ-μεὼν τοῦ Στυλίτου ἐπιστολὴ πρὸς Ἰουστῖνον τὸν βασιλέα, τοῦ μακαρίου Νείλου ἀσκητοῦ ἐπιστολὴ πρὸς Ὀλυμπιόδωρον ἔπαρχον καὶ ἐκ τῶν κανόνων τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου κεφάλαιον πβ΄.

Ὧν ἀναγνωσθεισῶν εἰς ἐπήκοον αὐτῶν τε καὶ τῶν ἐνδοξοτάτων ἀρχόντων καὶ τοῦ φιλοχρίστου λαοῦ ἅπαντες κατανυγέντες τὴν καρδίαν ἐπείσθησαν τῇ ἀληθείᾳ. καὶ πάλιν τὰ εἰκότα οἱ θεοφιλεῖς ἐπίσκοποι εὐφήμησαν σὺν τῷ πλήθει τοῦ λαοῦ ἐπε-πλήρωτο γὰρ ἡ προρρηθεῖσα βασιλικὴ δίαιτα ἀνδρῶν· πᾶσα γὰρ ἡ πόλις παρῆν μετὰ καὶ τῶν στρατιωτικῶν ταγμάτων καὶ τῆς καθέδρας ἐξανέστησαν. οἳ καὶ τὸν θεὸν ἐδόξαζον καὶ χαίροντες ηὐχαρίστουν τῷ οὕτως εὐδοκήσαντι.

7
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать