Θεοδώρητος ο Κύρου, 5ος αιώνας

Ὑπόθεσις εἰς τὰ Ψαλμούς 2

Interpretatio in Psalmos 2 / Толкование на Псалтирь 2

ΕΡΜΗΝ. ΤΟΥ ΞΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ψαλμὸς τῷ ∆αβίδ." Ἀλλοίωσίν τινων πραγμάτων ὁ ψαλμὸς προσημαίνει. Εἴρηται μὲν γὰρ εἰς τοὺς εἰς Βαβυλῶνα μετανάστας Ἰουδαίους· καὶ ὡς ἐξ ἐκείνων προσευχομένων, καὶ τὴν ἀπαλλα γὴν αἰτούντων, ἐσχημάτισται. Προθεσπίζει δὲ ὅμως καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν, καὶ ἁπαξαπλῶς τῆς Ἰουδαίας τὴν προτέραν εὐημε ρίαν. Ἔχει δὲ καὶ προφητείαν τῶν δεσποτικῶν [τοῦ Θεοῦ λέγω καὶ Σωτῆρος ἡμῶν] παθημάτων, καὶ τῆς διὰ ταῦτα καταληψομένης Ἰουδαίους παν ωλεθρίας. Ἐπειδὴ γὰρ ἃ παρὰ τῶν δυσμενῶν ὑπ έμειναν, ταῦτα κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος ἐτόλμησαν, ἃ τοῖς ἐχθροῖς ἐπηράσαντο, ταῦτα κατ' αὐτῶν ὁ δίκαιος κριτὴς ἐψηφίσατο.

βʹ. "Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου." Ἡ τῶν εὐσεβεστέρων συμμορία προσ φέρει τὴν ἱκετείαν. Ὕδατα δὲ καλεῖ τῶν συμφορῶν τὸ πλῆθος. Πάντοθεν, φησὶ, τοῖς ἀνιαροῖς περικλύ ζομαι.

γʹ. "Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις." Ὁ δὲ Σύμμαχος· Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στά σις· ἐκ μεταφορᾶς τῶν εἰς τὸν τῆς θαλάσσης ἐμ πιπτόντων βυθὸν, καὶ ἐπιπλεῖστον καταφερομένων, καὶ μόγις τῆς ἕδρας ἐφικνουμένων. ∆ηλοῖ δὲ διὰ τούτων τὸ μέγεθος τῶν συμβεβηκότων τοῖς ἀνδρα ποδισθεῖσι κακῶν. "Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με." Ποικίλ λει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων ἀνιαρῶν.

δʹ. "Ἐκοπίασα κράζων· ἐβραγχίασεν ὁ λάρυγξ μου." ∆ιηνεκῶς, φησὶ, ποτνιώμενος βοῶ, ὡς καὶ αὐτὰ καμεῖν τὰ ὄργανα τῆς φωνῆς. Κραυγὴν δὲ τὴν ἐπίτασιν λέγει τῆς κατὰ διάνοιαν προσευχῆς. "Ἐξέλιπον οἱ ὀφθαλμοί μου, ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου." Ἐκ μεταφορᾶς δὲ αὐτὸ τέθεικε τῶν συνήθη τινὰ καὶ γνώριμον ἐξ ἀποδημίας ἐπανιόντα προσμενόντων, καὶ τὰς ὁδοὺς περισκοπούντων. Ἀπ έκαμον, φησὶν, ἀναμένων τὴν σὴν βοήθειαν. Εἶτα ἃ τροπικῶς ἄνω τέθεικε, διδάσκει σαφέστερον.

εʹ. "Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφα λῆς μου οἱ μισοῦντές με δωρεάν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως." Ἀλλὰ μηδεὶς ὑπολάβοι τῶν φιλομαθεστέρων, εἰρῆσθαι ἐκ προσώπου τοῦ Θεοῦ καὶ Σωτῆρος ταῦτα. Οὐδὲ γὰρ εἴρηται, οὐκ εἴρηται, εἰ μὴ ἐκ προσώπου, ὡς ἀνω τέρω ἡμῖν ἐσχεδίασται, τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ τὴν Βαβυλῶνα. Λέγει δὲ ὅτι Καὶ ἀριθμὸν νικῶσιν οἱ δυσμενεῖς, καὶ δυναστείᾳ περίκεινται, καὶ ἀπεχθάνονται πρός με, αἰτίαν ἐμοῦ τοῦ μίσους οὐ δεδωκότος. "Ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον." Ὧν οὐκ ἠδίκησα, δίκας εἰσ πράττομαι. Οὐ γὰρ ὡς ἅρπαξ, ἢ ἀδικήσας, φησὶν ὁ λαὸς, ταῦτα ἐξηνδραπόδισμαι παρ' αὐτῶν. ʹ. "Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου· καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν." Πάντα, ∆έσποτα, σὺ γινώσκεις, καὶ λέληθέ σε γινο μένων οὐδέν. Οἶδας τοιγαροῦν, ὡς εἰς ἐκείνους μὲν οὐδὲν ἐπλημμέλησα· τοὺς δὲ σοὺς παραβέβηκα νό μους. Τούτῳ ἔοικε τὸ, "Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα." ζʹ. "Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Μηδὲ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ." Μὴ γένωμαι, φησὶ, βλάβης τοῖς ἄλλοις ἀρχέτυπον, προσ μείνας μὲν τὴν παρὰ σοῦ σωτηρίαν, διαμαρτὼν δὲ τῆς ἐλπίδος σου. Ἀλλὰ μαθέτωσαν διὰ τῶν περὶ ἐμὲ γενομένων, οἱ τὴν σὴν ἔχοντες γνῶσιν, ὡς τῶν ἐλπιζόντων εἰς σὲ σωτηρίας, καὶ οὐκ αἰσχύνης ὑπάρ χεις καρπός.

ηʹ. "Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐκά λυψεν ἐντροπὴ τὸ πρόσωπόν μου." Αἰσχύνης ἀνα πίμπλαμαι τὰ σὰ ὀνείδη δεχόμενος· ἐπικερτομοῦσι γάρ με συνεχῶς οἱ πολέμιοι, σὴν ἀσθένειαν τὴν ἐμὴν δουλείαν ἀποκαλοῦντες, θʹ. "Ἀλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου." Ἀπαριθμεῖται τῆς ἀχθηδόνος τὰς ἀφορμὰς, διεγείρων εἰς ἔλεον τὸν φιλάνθρωπον Θεόν. Καὶ πρότερον μὲν τέθεικε τῶν δυσ σεβῶν τὰ ὀνείδη, εἶτα τῶν συγγενῶν καὶ συνήθων τὸν χωρισμόν. Ὡς δωρυάλωτοι γὰρ, καὶ δουλεύειν ἠναγκα σμένοι, κατὰ συγγενείας οὐ συνεχωροῦντο διάγειν.

ιʹ. "Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με· καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἔπεσον ἐπ' ἐμέ." Οὐχ ἥκιστα δέ με ἀνιᾷ καὶ ἀλγύνει τοῦ ἁγίου σου οἴκου ἡ ἐρημία, καὶ τῶν δυσσεβούντων ὁ γέλως. Οὐ γὰρ τῇ ἐμῇ πλημμελείᾳ, τῇ δὲ σῇ ἀσθενείᾳ, τὰ εἰς ἐκεῖνον γεγενημένα λογίζονται. ∆ιόπερ ταῖς κατὰ σοῦ βλασ φημίαις κεντοῦμαι, ὡς τούτων γενόμενος πρόξενος. Τὸ μέν τοι κατέφαγέ με, κατηνάλωσέ με, εἴρηκεν ὁ Σύμμαχος.

ιαʹ, ιβʹ. "Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν." Ἐπὶ τούτοις ἀνιῶμαι, καὶ νη στείᾳ κατατήκω τὸ σῶμα. Ἀλλὰ καὶ τοῦτο πρόφα σις ἐκείνοις ἐγένετο γέλωτος. Τρύχω δὲ ἐμαυτὸν, καὶ τῇ τοῦ σάκκου περιβολῇ τὸ πένθιμον περικείμε νος σχῆμα. Καὶ τοῦτο μέν τοι κωμῳδίας ἔλαβον ἀφορμὴν οἱ παράνομοι." ιγʹ. "Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύ λαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον." Καὶ ἐν συλλόγοις, φησὶ, καὶ ἐν συμποσίοις, τὰ ἐμὰ θρυλλοῦσι καὶ κωμῳδοῦσι κακά. Πάλαι γὰρ παρὰ τὰς πύλας τοῖς συνεδρίοις ἐχρῶντο.

ιδʹ. "Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύ ριε." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ ἡ προσευχή σοι, Κύριε. Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. "Καιρὸς εὐδοκίας, ὁ Θεός." Ὁ δὲ Σύμ μαχος οὕτως, Καιρὸς διαλλαγῆς ὁ Θεός. Ἱκανὴ, φησὶ, ἡ ἐπενεχθεῖσά μοι τιμωρία. Καιρὸς ταύτην λυθῆναι, καὶ τὴν σὴν φιλανθρωπίαν ἀναφανῆναι. Εὐδοκίαν γὰρ τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ κα λεῖ. "Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου· ἐν ἀληθείᾳ τῆς σωτηρίας σου." Μὴ τοῖς ἐμοῖς πλημ μελήμασι μετρήσῃς τὴν τιμωρίαν, ἀλλὰ τῷ ἀμε τρήτῳ τῆς σῆς φιλανθρωπίας ἐλέῳ. Χρῆσαι δὲ τῇ ἀληθῇ καὶ δικαίᾳ σου ψήφῳ κατὰ τῶν εἰς ἐμὲ τοσαῦτα δρώντων κακά. Εἶτα τροπικῶς πάλιν ἀπαριθμεῖται τὰς συμφορὰς, ἀνακινεῖν πειρώμενος τῇ διηγήσει τὸν ἔλεον.

ιεʹ. "Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ." Ἔοικα τοῖς εἰς βόθρον τελματώδη πίπτουσι, καὶ θά νατον ὑπομένουσι· διὸ παρὰ σοῦ τὴν σωτηρίαν αἰτῶ. "Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων." Αἰτῶ δὲ ἀπαλλαγῆναι καὶ τῶν πολεμίων, καὶ τῶν ὑπὸ τούτων ἐναγομένων κακῶν. Βάθος γὰρ ὑδάτων τὰς ὑπ' ἐκείνων ἐπαγο μένας ἐκάλεσε τιμωρίας. ι ʹ. "Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός." Μὴ γένωμαι, φησὶ, τῷ πλήθει καὶ τῷ μεγέθει τῶν κακῶν ὑποβρύχιος. "Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ." Μὴ ἀπ αγορεύσῃς, φησὶ, ∆έσποτα, τὴν ἐμὴν σωτηρίαν· μηδὲ κλείσῃς μοι τῆς φιλανθρωπίας τὴν θύραν. Οἱ γὰρ εἰς φρέαρ ἐμπίπτοντες, ἀνεῳγότος μὲν ἔχουσι τοῦ στόματός τινα μικρὰν ἐλπίδα τῆς ἐκεῖθεν ἀπαλ λαγῆς· ἐμφραγέντος δὲ καὶ τούτου, τὴν σωτηρίαν ἀπαγορεύουσιν.

ιζʹ. "Εἰσάκουσόν μου, Κύριε· ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπί βλεψον ἐπ' ἐμέ." ∆ιὰ τὴν σὴν φιλανθρωπίαν, οὐ διὰ τὴν ἐμὴν ἀξίαν, ὧν ἀφηγησάμην κακῶν τὴν ἀπαλ λαγὴν ἐπάγαγε. Βλέπε με τοίνυν περικλυζόμε νον τοῖς κακοῖς, καὶ λῦσον τὰς συμφοράς. Ἀρκεῖ γάρ σου καὶ μόνον ἡ ἐπιφάνεια, σκεδάσαι τὸ νέφος τῶν λυπηρῶν.

ιηʹ. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου." Τοῦτο γὰρ ἔθος τοῖς ὀργιζομένοις ποιεῖν, ἀποσειομένοις τῶν ἡμαρτηκότων τὰς ἱκε τείας. "Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου." ∆ιὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν ταχεῖαν μοι παρά σχου παραψυχήν.

ιθʹ. "Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐ τήν." Ἀρκεῖς γὰρ καὶ μόνῃ τῇ θέᾳ διαλῦσαι τὰ σκυθρωπά. "Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με." Ὑπερβαίνει μὲν συγγνώμην τὰ ἐμὰ πλημμελήματα· ἀλλὰ δυσσεβεῖς οἱ πολέμιοι, καὶ πονηρίᾳ δουλεύον τες. ∆ιὰ γοῦν τὰ παρ' ἐκείνων ὀνείδη, τῆς σῆς μοι μετάδος, ∆έσποτα, φιλανθρωπίας. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσε.

κʹ, καʹ. "Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου. Ἐναν τίον σου πάντες οἱ θλίβοντές με" Οὐδέν σε λέληθε τῶν γινομένων, ἀλλὰ πάντα ὁρᾷς· καὶ τὰ ἐκείνων ὀνείδη, καὶ τὴν ἐμὴν αἰσχύνην· καταδύομαι γὰρ καὶ ἀνιῶμαι ἅμα παρ' ἐκείνων ὀνειδιζόμενος. "Ὀνει δισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπω ρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε· καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Τοσαύταις γὰρ πανταχόθεν ὀδύναις βαλλόμενος, καὶ ἕτερα δὲ προσ μένων ἀνιαρώτερα, οὐδεμίαν ἔχω παραψυχήν. Ἀλλ' οἱ μὲν ἀνιῶντες νικῶσι τὸν ἀριθμόν· ὁ δὲ ψυχαγω γῶν, καὶ τῇ κοινωνίᾳ τῆς λύπης κουφοτέραν τὴν ἀθυ μίαν ποιῶν, οὐκ ἔστι.

κβʹ. "Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν· καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος." Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν πικρὰν καὶ ἀνιαρὰν κατ εσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ' ὀδύνης ἐσθίουσι καὶ ἡδίστη τροφή.

κγʹ. "Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐ τῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάν δαλον." Καὶ τὴν αὐτῶν τοίνυν εὐφροσύνην εἰς συμφορὰς μετέβαλε, ∆έσποτα· καὶ οἷς ἔδρασαν πε ριπέσοιεν. Τράπεζαν γὰρ τὴν εὐφροσύνην ἐκάλεσε· τὰς δὲ τιμωρίας, παγίδα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα, καὶ εἰς τιμωρίαν, ὥστε συλ ληφθῆναι.

κδʹ. "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν." Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν συμφορῶν. "Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγ καμψον." ∆ουλείαν αὐτῶν καταψήφισαι, ∆έσποτα· ἵνα οἷς ποιοῦσι περιπέσωσιν, εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί.

κεʹ. "Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου· καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς." Πᾶσαν αὐτοῖς, φησὶν, ἐπάφες τὴν τῆς τιμωρίας ὀργὴν, καὶ ταχεῖαν καὶ διαρκῆ ἐπάγαγε συμφοράν. ∆ιὰ γὰρ τοῦ θυμοῦ τὸ ταχὺ δεδήλωκε· τοιοῦτος γὰρ ὁ θυμός· διὰ δὲ τῆς ὀργῆς, τὸ ἐπίμονον· τοιαύτη γὰρ ἡ τῆς ὀργῆς φύσις. Ὁ γὰρ θυμὸς ὀξύς ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ ὀργὴ, βραδυτέρα μὲν, μονιμωτέρα δέ. Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίμονον ἐκάλεσε τιμω ρίαν. κ ʹ. "Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη· καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοι κῶν." ∆ιὰ πάντων δὲ τὴν δικαίαν ψῆφον αἰτεῖ· καὶ οἷς δεδράκασιν ὑποβληθῆναι αὐτοὺς ἱκετεύει. Ἐπειδὴ γὰρ καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὰς ἄλλας τῆς Ἰουδαίας πόλεις πορθήσαντες, ἐρήμους ἀπ έφήναν [οἱ Χαλδαῖοι], ταῦτα παθεῖν καὶ τὴν αὐτῶν ἱκετεύει πατρίδα· καὶ τετύχηκε τῆς αἰτή σεως. Ἔρημος γὰρ καὶ γέγονε καὶ μεμένηκεν ἡ Βαβυλὼν, μέχρι καὶ τήμερον· εἰδέναι μέν τοι προσ ήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ' αὐτῶν κεχρη μένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐερ γέτου καὶ Σωτῆρος λυττήσαντες. Βαβυλώνιοι μὲν γὰρ αὐτοῖς πικρὰν εἰργάσαντο τὴν τροφήν· οὐ τοι αύτην αὐτοῖς δεδωκότες τροφήν· ἀλλὰ τῇ ἐπιπόνῳ δουλείᾳ τὴν ἔμφυτον τῆς τροφῆς ἡδονὴν ἀφελόμενοι. Ἰουδαῖοι δὲ οὐκ ἀδικούμενοι, ἀλλὰ παντοδαπὰς εὐερ γεσίας δεχόμενοι, αὐτῷ τῷ εὐεργέτῃ προσήνεγκαν τὴν χολὴν, καὶ αὐτὸ τὸ ὄξος, οἷόν τις ἀμπελὼν ἐπιζήμιος. Οὗ δὴ χάριν ταῖς αὐταῖς ὑπεβλήθησαν τιμωρίαις, καὶ ἐγένετο ἡ τράπεζα αὐτῶν εἰς παγί δα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Ἀντὶ γὰρ τῆς προτέρας εὐκληρίας δουλείαν κατεψηφίσθη σαν· καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον· καὶ ἡ ἔπαυλις αὐτῶν ἐγένετο ἔρημος, καὶ ἐν τοῖς τῆς Ἱερουσαλὴμ σκηνώμασιν οὐδεὶς αὐτῶν κατοικεῖ. Ταῖς οἰκείαις τοίνυν ἀραῖς ὑπεβλήθησαν· καὶ ἃ τοῖς Βαβυλωνίοις ἐπηράσαντο ἀδικούμενοι, ταῦτα πεπόνθασιν ἀδική σαντες, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενόμε νοι. Τούτου χάριν καὶ οἱ θεῖοι ἀπόστολοι ταῖς ἐντεῦθεν ἐχρήσαντο μαρτυρίαις, τῆς προφητείας τὸ διπλοῦν ἐπιστάμενοι. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν.

κζʹ. "Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν· καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν." Σὺ μὲν γὰρ, φησὶ, δίκας με τῆς παρανομίας εἰσ πραττόμενος, οἷόν τισι δημίοις παρέδωκας τούτοις· οὗτοι δὲ πλείοσί με, ἢ προσέταξας, κακοῖς περι έβαλον· καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατ ηγορεῖ τὴν ὠμότητα, καί φησιν, "Ἐγὼ αὐτοὺς παρ έδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεον· καὶ τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας." κηʹ. "Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ." Τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν ἀνομίαν ἐκά λεσεν· ἀντὶ τοῦ, Ἐπίθες αὐτοῖς ἀνόμως ζῶσι τιμω ρίαν ἀξίαν· καὶ μὴ τύχωσιν ἀγαθῶν ἃ τοῖς δικαίοις εἴωθας ἀπονέμειν.

κθʹ. "Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· καὶ μετὰ δικαίων μὴ γραφήτωσαν." Τούτοις ἔοικε τὸ, "Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων." Τούτων μέν τοι τῶν βίβλων μέμνηται ∆ανιήλ. Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὃ δὲ λέγει τοιοῦ τόν ἐστιν· Ὧν τοῖς ἀνακειμένοις σοι δίδως, μὴ μεταλάχοιεν οὗτοι· μηδὲ τύχοιεν ἀνακλήσεως, ἧς ἡμεῖς, φησὶ, διὰ τὴν σὴν φιλανθρωπίαν τευξόμεθα.

λʹ. "Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία τοῦ προσώπου σου, ὁ Θεὸς, ἀντελάβετό μου." Ἐντεῦθεν λοιπὸν τὴν ἀλλοίωσιν τῶν πραγμάτων προλέγει· καὶ τὴν τῆς δουλείας λύσιν, καὶ τὴν τῶν δορυαλώτων ἐπάνοδον. ∆ιὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται τοῖς ἀλλοιωθησομένοις. ∆ύο γὰρ ἐδέξαντο ἐναντίας μεταβολάς. Μεταμελείᾳ γὰρ ἐν Βαβυλῶνι χρησάμενοι τὴν προτέραν ἐλευθε ρίαν ἀπέλαβον· μετὰ δὲ ταῦτα κατὰ τοῦ ∆εσπό του λυττήσαντες, παντελεῖ δουλείᾳ κατεδικάσθη σαν. Ἀμφότερα τοίνυν προλέγει ὁ παρὼν ψαλ μός· τὸ δὲ "πτωχὸς καὶ ἀλγῶν εἰμι," τοῦτο σημαί νει· Ἐν πτωχείᾳ με, φησὶν, ἰδὼν, καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας· τούτου δὴ χάριν, λαʹ. "Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει." Οὐκ ἔσομαι περὶ τὰς εὐεργεσίας ἀγνώμων· ἀλλ' ἀμείψομαι τοῖς ὕμνοις τὰς χάριτας, τῇ διηγήσει τῶν εὐεργεσιῶν τὸ μέγεθος αὐτοῦ τοῖς ἀγνοοῦσι δεικνύς.

λβʹ. "Καὶ ἀρέσει τῷ Θεῷ μου, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα, καὶ ὁπλάς." Θυμηρεστέρα δὲ αὐτῷ ἔσται τῆς αἰνέσεως ἡ θυσία μόσχου νέου καὶ πίονος, ἄρτι μὲν τὰς χηλὰς, ἄρτι δὲ προβαλλομένου τὰ κέρατα. Θρηνῆσαι ἄξιον τὴν Ἰουδαίων παρα νομίαν συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες· καί τοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων, οὐ θυσίας ἱερατεύειν, ὡς τῆς ὑμνῳδίας θυμηρε στέρας οὔσης Θεῷ. Ἀλλὰ τὴν μὲν τούτων κατ ηγορίαν ἐπὶ τοῦ παρόντος ἐάσωμεν· ἐπὶ δὲ τὴν ἑρμη νείαν βαδίσωμεν.

λγʹ. "Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν." Ἅπαντες, φησὶν, οἱ τοῖς ὁμοίοις κακοῖς περιπίπτον τες, ἐλπίδος ἀγαθῆς παρ' ἡμῶν λαβέτωσαν πρόφα σιν. "Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν." Πρὸς τούτοις παραινεῖ διὰ τῆς εἰς Θεὸν ἐλπίδος καὶ προσευχῆς τὴν σωτηρίαν λαβεῖν.

λδʹ. "Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος· καὶ τοὺς πεπεδημένους αὑτοῦ οὐκ ἐξουδένωσεν." Ἐδέ ξατο γὰρ ἡμῶν τὴν δέησιν, τὴν πενίαν ἰδών· καὶ ἔλυσε τὰ τῆς δουλείας δεσμά. Πεπεδημένους δὲ αὐτοὺς κέκληκεν, ἐπειδὴ αὐτὸς αὐτοὺς εἰς δου λείαν ἐξέδωκεν.

λεʹ. "Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ· θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ." Ἅπα σαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ· οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία γλῶττα τὰς θείας διηγάσασθαι χάριτας. λ ʹ. "Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομη θήσονται αἱ πόλεις τῆς Ἰουδαίας." Τοῦτον δὲ αὐτῷ προσφέρω τὸν ὕμνον, λαμπρὰν ὁρῶν καὶ περιφανῆ τὴν Σιὼν, καὶ τὰς τῆς Ἰουδαίας πόλεις τὰς νῦν ἐρήμους, τὴν προτέραν εὐημερίαν ἀπολαβούσας. Οὕτω τὴν νεουργίαν τῶν πόλεων προθεσπίσας, προαγορεύει καὶ τῶν οἰκητόρων τὸ πλῆθος. "Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν." Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοι κήσουσιν ἐν αὐταῖς· οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι. Τοῦτο γὰρ ἐπ ήγαγε· λζʹ. "Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν." Ἐπειδὴ δὲ τῆς κατὰ τοῦ Σωτῆρος ἕνεκα μανίας τὴν παντελῆ πανωλεθρίαν ἔμελλον ὑπομέ νειν, εἰκότως τὸ ἀκροτελεύτιον τῷ ψαλμῷ τοιοῦτον ἐπιτέθεικε. "Καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ." –"Οὐ γὰρ πάντες [κατὰ τὸν θεῖον Ἀπόστολον] οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ·οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα." Συμφωνεῖ δὲ τούτοις καὶ τὰ προφητικὰ ῥήματα· "Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται." Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Καί οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ." Μετὰ γὰρ τὸν σταυρὸν, καὶ τὴν λύτταν ἐκείνην ἐξηλάθησαν μὲν οἱ κύνες ἐκεῖνοι· οἱ δὲ ἀγαπῶντες αὐτὸν, ἐν τῇ Σιὼν κατεσκήνωσαν, τὴν τῆς αἰνέσεως αὐτῷ θυσίαν προσφέροντες.

ΕΡΜΗΝ. ΤΟΥ ΞΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, τῷ ∆αβὶδ, εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον." Τοῦτο δὲ ἐν ἐνίοις ἀντιγρά φοις εὗρον· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Συμβαίνει δὲ ὅμως τῇ τοῦ ψαλμοῦ διανοίᾳ· σωτηρίαν γὰρ ὁ προφήτης αἰτεῖ, καὶ τῶν πολεμούντων ἀπαλλαγήν. Εἴρηκε δὲ τὸν ψαλμὸν ὁ μακάριος ∆αβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμενος· εἰκότως δὲ καὶ τὸ εἰς ἀνάμνησιν τῇ ἐπιγραφῇ πρόσκειται· ἡ γὰρ μνήμη τῆς ἁμαρτίας αὐτὸν ἐκέντει τῶν πολεμίων σφοδρότερον· διόπερ βοᾷ· βʹ. "Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον." Πολλαῖς, φησὶ, καὶ παντοδαπαῖς περικλύζομαι συμφοραῖς· οὗ δὴ χάριν ταχεῖαν αἰτῶ παρασχεθῆναί μοι τὴν βοήθειαν.

γʹ. "Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου." ∆ιαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. "Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω· καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά." [Ἀντὶ τοῦ, οὐ μόνον τῇ γῇ παραδοθή σονται, ἀλλὰ καὶ μετ' αἰσχύνης τόνδε τὸν βίον ὑπ εξέλθωσιν οἱ κατατυρεύσαντες κατὰ τῶν εὐσεβῶς βιοτευόντων τὰ δεινά· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς λέγει.] δʹ. "Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε." Πρὸς δὲ τούτοις καὶ οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβο λήν· εʹ. "Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός· καὶ λεγέτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου." Τὸ Κύριος οὐ κεῖται ἐν τῷ Ἑξ απλῷ. Θυμηδίας ἁπάσης, φησὶ, τοὺς σοὺς ἔμπλησον ἐραστάς· ἵνα σου τὰς εὐεργεσίας ὑμνοῦντες χορεύ σωσιν. ʹ. "Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι." Ἀντὶ τοῦ, Τῆς τῶν προειρημέ νων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχείᾳ συζῶν τῆς ἀρετῆς οὐκ ἔχω τὸν πλοῦτον." Βοηθός μου καὶ ῥύστης μου εἶ σύ." Τῆς σῆς γὰρ προμη θείας τετύχηκα. "Κύριε, μὴ χρονίσῃς." Ἐπάρκε σον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν. [Περὶ τούτου γὰρ οὐ μόνον ὁ ∆αβὶδ ἀντιβολεῖ, ἀλλὰ καὶ ἅπας ὁ τῶν ἁγίων χορός.]

ΕΡΜΗΝ. ΤΟΥ Οʹ ΨΑΛΜΟΥ.

"Τῷ ∆αβὶδ ψαλμός· τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρῶτον αἰχμαλωτισθέντων· ἀνεπίγραφος παρ' Ἑβραίοις." Ὡμολόγησε καὶ αὐτὸς ὁ τὴν ἐπιγραφὴν ποιησάμενος, μὴ εὑρηκέναι ταύτην παρὰ τῷ Ἑβραίῳ, ἀλλ' αὐτὸς αὐτὴν τεθεικέναι. Ἰστέον μέν τοι, ὡς οὐ τοῦ Ἰωναδὰβ υἱοὶ οἱ πρῶτοι ᾐχμα λωτίσθησαν· ὁ γὰρ μακάριος Ἱερεμίας οἶνον αὐτοῖς προσενέγκαι ὑπὸ τοῦ Θεοῦ προσετάχθη εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Ἐκείνων δὲ πιεῖν μὴ βουληθέντων διὰ τὰς τῶν προγόνων ὑπο θήκας, κατηγόρησε λοιπὸν τῆς Ἰουδαίων ἀπειθείας ὁ προφήτης· ὡς ἐκείνων ἀνθρωπίνας ἐντολὰς φυλαττόντων, τούτων δὲ τὰς θείας παραβαινόντων νομοθεσίας. Εἴρηται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν εἰς Βαβυλῶνα μεταναστάντων, τῆς ἐπανόδου γλιχομένων, καὶ τὴν τῆς δουλείας ποθούντων ἀπαλ λαγήν· γέγραφε δὲ αὐτὸν ὁ μακάριος ∆αβὶδ, τῷ τῶν εὐσεβεστέρων τάγματι προσαρμόσας τοὺς λόγους. [Καὶ μάλιστα τοῖς υἱοῖς τῆς χάριτος προλέγει ἀπαλλαττομένοις τῆς τῶν εἰδώλων μυσαρᾶς δουλείας, Χριστῷ δὲ τῷ Θεῷ πιστεύουσιν καὶ τὴν παρ' αὐτοῦ δεχομένοις προμήθειαν.] αʹ. "Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα." Μὴ διαμάρτω, φησὶ, τῆς ἐλπίδος, τὴν σὴν προσμένων ἐπικουρίαν· μηδὲ ἐπὶ πλεῖστον ἐπονείδιστος γένωμαι. [Ἐκεῖνοι μὲν περὶ τῶν ἀνδραποδισάντων αὐτοὺς, οὗτοι δὲ περὶ τῶν πονη ρῶν δαιμόνων ταύτην τὴν ἱκετείαν προσφέρουσιν.] βʹ. "Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με." Κρῖναί σε παρακαλῶ Βαβυλωνίοις κἀμοὶ, καὶ δικαίως κατ' ἐκείνων τὴν ψῆφον ἐξενεγκεῖν· οὕτω γὰρ κἀγὼ τῆς ἐκείνων δουλείας ἀπαλλαγήσο μαι. "Κλῖνον πρός με τὸ οὖς σου, καὶ σῶσόν με. [γʹ] Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυ ρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ κατα φυγή μου εἶ σύ." Σὲ πρόμαχον ἔχω, καὶ περίβολον ὀχυρὸν, καὶ ἔρυμα ἀσφαλές· εὐμενῶς μου τοίνυν δέξαι τὴν ἱκετείαν. [Καθάπερ δὲ ἀνωτέρω εἰρή καμεν, ἐξ ἀμφοτέρων τῶν ἄλλων εἴρηται ταῦτα, καὶ τῶν ἐφεξῆς μέχρι τοῦ παρόντος καὶ παντὸς τοῦ βίου ἐκκλινόντων ἀπὸ κακοῦ, καὶ τοῖς ἀγαθοῖς κολλωμέ νων· τοῦτο γὰρ θέλει εἰπεῖν διὰ τῶν ἑξῆς.] δʹ. "Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος." Ἱκετεύω σε, ∆έσποτα, τῆς τῶν πονηρίᾳ καὶ δυσσεβείᾳ συζών των ἐλευθερῶσαί με δυναστείας.

εʹ. "Ὅτι σὺ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου." [Ὁ μὲν πρῶτος λαὸς] Νεότητα καλεῖ τὸν ἐπὶ τοῦ μεγάλου Μωσέως χρόνον, ὅτε καὶ τῆς ἐλευθερίας ἀπήλαυσαν, ἐπὶ πλεῖστον Αἰγυπτίοις δεδουλευκότες χρόνον. Ἐξ ἐκεί νου, φησὶν, εἰς σὲ τὰς ἐλπίδας ἔσχον, καὶ τὴν σὴν προσμένω βοήθειαν. [Ὁ δὲ νέος λαὸς νεότητα λέγει ἧς τετύχηκε νεουργίας διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.] ʹ. "Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σὺ εἶ μου σκεπαστής." Γέννη σιν καὶ τόκον καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Τοῦτο δὲ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ θειοτάτου Ἰεζεκιὴλ διδάσκει. ∆ιελέγχων γὰρ τῆς Ἱερουσαλὴμ τὴν ἀσέβειαν, εἶτα εἰρηκώς· "Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία," ἐπήγαγεν· "Ἧ ἡμέρᾳ ἐτέχθης, ὁ ὀμφαλός σου οὐ περιετμήθη, καὶ ἁλὶ οὐχ ἡλίσθης, καὶ ὕδατι οὐκ ἐλούσω εἰς σωτηρίαν." Ἐπειδὴ γὰρ ὁ ὀμφαλὸς οἷόν τις ῥίζα βρέφους ἐστί· δι' ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται· ὁ δὲ Ἰσραὴλ, καὶ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἔμφυτον ἔσχε τὴν Αἰγυπτίων ἀσέβειαν, εἰκότως ἔφη· "Ὁ ὀμφαλός σου οὐ περιετμήθη·" ὅτι, φησὶν, ἐκ τῆς μητρῴας νηδύος τὴν τροφὴν ἕλκεις, καὶ τοῖς προτέροις ἐπι μένεις ἐπιτηδεύμασιν. Ἡ τῶν εὐσεβεστέρων τοίνυν συμμορία τὸν Θεὸν ἱκετεύουσα λέγει· Ὅτι ἄνωθεν, καὶ ἐξ ἀρχῆς, τὴν σὴν ἔσχον ἐλπίδα· "Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός." Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περί βλεπτος.

ζʹ. "Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς." Ἀλλὰ μετ' ἐκείνην τὴν περιφάνειαν, πολλὴν ἐδεξάμην τὴν μεταβολήν· ὡς τέρας τι καὶ σημεῖον τοῖς πολ λοῖς νομισθῆναι τὰ κατ' ἐμέ. "Καὶ σὺ βοηθός μου κραταιός." Ἀλλ' ὅμως ἐγὼ τὴν σὴν προσμένω βοήθειαν.

ηʹ. "Πληρωθήτω τὸ στόμα μου αἰνέσεως· ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγα λοπρέπειάν σου." Μεταβαλὼν τοίνυν τὴν ἐπικει μένην μοι δυσκληρίαν, κίνησον εἰς ὑμνῳδίαν τὴν γλῶτταν· ὅπως ἂν ἀεί σοι τὸν ὕμνον προσφέροιμι. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ' ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκε.

θʹ. "Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου, μὴ ἐγκαταλίπῃς με." Ἧς ἐν νεότητι προνοίας ἀπέλαβον, ἀπολαῦσαι καὶ νῦν ἱκετεύω· καὶ μὴ γυμνωθῆναι τῆς σῆς κηδε μονίας ἐν αὐτῷ τῷ γήρᾳ παρακαλῶ. Ἐπειδὴ γὰρ νεότητα τὴν ἐξ Αἰγύπτου προσηγόρευσεν ἔξοδον, γῆρας ἐκάλεσε τὸν τῆς αἰχμαλωσίας καιρόν· ὡς πλείστου χρόνου διαδραμόντος ἐν μέσῳ.

ιʹ, ιαʹ. "Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου, ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ, λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· κατα διώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος." Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας. Οὗ δὴ χάριν ἀντιβολῶ· ιβʹ. "Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες." Ταχεῖάν μοι τὴν σὴν παράσχου ῥοπήν· καὶ μή με πόῤῥω τῆς σῆς καταστήσῃς κηδεμονίας. Μακρυνθῆναι δὲ αὐτοῦ, οὐ τὴν οὐσίαν λέγει τοῦ Θεοῦ· πανταχοῦ γὰρ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· ἀλλὰ τὴν πρό νοιαν, καὶ τὴν τῆς βοηθείας ἐνέργειαν.

ιγʹ. "Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλ λοντες τὴν ψυχήν μου." Ὁ δὲ Σύμμαχος οὕτως· Καταισχυνθήτωσαν καὶ ἀναλωθήτωσαν οἱ ἀν τικείμενοι τῇ ψυχῇ μου. ∆ιαμάρτοιεν τῶν οἰκείων ἐγχειρημάτων, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώ σαιντο· καὶ φροῦδοι γένοιντο, ἀδίκως τὸν ἐμὸν τε κταίνοντες ὄλεθρον. "Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι." Ἐπονείδιστοι γένοιντο καὶ καταγέλαστοι οἱ παντοδαποῖς με κακοῖς περιβάλλοντες.

ιδʹ. "Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ ἐπὶ σέ." Ταῦτα γὰρ ὁρῶν γινόμενα, τῇ εἰς σὲ ἐλπίδι βεβαιω θήσομαι. "Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου." Καὶ πολλαπλασίαν σοι προσοίσω τὴν ὑμνῳ δίαν.

ιεʹ. "Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου· ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου." Οὐ παύ σομαι τὴν δικαίαν σου ταύτην διηγούμενος ψῆφον, καὶ διδάσκων ἅπαντας, ὅπως ἐμοὶ καὶ τοῖς πολεμίοις δικάσας, τῆς ἐκείνων δουλείας ἀπήλλαξας. "Ὅτι οὐκ ἔγνων γραμματείας, [ι ʹ] εἰσελεύ σομαι ἐν δυναστείᾳ Κυρίου." Ὁ δὲ Σύμμαχος οὕτως· Οὐ γὰρ οἶδα ἐξαριθμῆσαι· ἐλεύσομαι ἐν δυναστείᾳ Κυρίου. Ἐπειδὴ ὑπέσχετο διηγεῖσθαι τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν εἰς αὐτὸν γεγε νημένην σωτηρίαν, μείζων δὲ ἢ κατὰ ἄνθρωπον ὑπόσχεσις, εἰκότως ἐπήγαγεν· "Ὅτι οὐκ οἶδα ἐξ αριθμῆσαι." Τοῦτο καὶ ἐν τῷ λθʹ ψαλμῷ ὁ μα κάριος ἔφη ∆αβίδ. Εἰρηκὼς γάρ· "Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς δια λογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι," ἐπ ήγαγεν· "Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν." Τοῦτο καὶ ἐνταῦθά φησιν· "Ὅτι οὐκ οἶδα ἀριθμῆσαι." Τὰς γὰρ τοιαύτας γραφάς τε καὶ μαθήσεις ἡ ἐμὴ οὐκ ἐδέξατο φύσις· εἰσελεύσο μαι δὲ ὅμως ἐν δυναστείᾳ Κυρίου, καὶ ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει, τὴν ὑμνῳδίαν ποιήσομαι. "Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. [ιζʹ] Ὁ Θεός μου, ἐδίδαξάς με ἐκ νεότητός μου." Ὑμνῶ δέ σε, ∆έσποτα· καὶ τὴν εἰς ἐμὲ γενομένην δικαιοσύνην ὁρῶν, καὶ τῶν σῶν ἐντολῶν μεμνημένος. Ταῦτα γάρ με παιδόθεν ἐδίδαξας. Καὶ ἐντεῦθεν δῆλον ὡς νεότητα τὸν ἐπὶ τοῦ μεγάλου Μωσοῦ χρόνον καλεῖ. ∆ι' ἐκείνου γὰρ ὁ νόμος ἐδόθη. [Ὡς καὶ διὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡ χάρις ἡμῖν τοῖς ἐξ ἐθνῶν ἐπεφοίτησεν.] "Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. [ιηʹ] Καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με." Ἐγὼ μὲν τὰς σὰς θαυμα τουργίας τοὺς ἀγνοοῦντας διδάξω. Σὺ δὲ, ὡς ἄνωθέν μου κληθεὶς Θεὸς, ἀεί με τῆς σῆς ἀξίου κηδεμο νίας. "Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ." Προφητικῶς ὁ ∆αβὶδ τὰ ἐσόμενα προλέγει· καὶ γῆρας καλεῖ τοῦ νόμου τὸ τέλος. Τοῦτο δὲ μετὰ τὴν τοῦ ∆εσπότου Χριστοῦ γέγονε παρουσίαν. Σαφέστερον δὲ ἡμᾶς ὁ μακά ριος διδάσκει Παῦλος, περὶ τῆς Καινῆς διαλεγόμενος ∆ιαθήκης. Φησὶ δὲ οὕτως· "Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γη ράσκον ἐγγὺς ἀφανισμοῦ. Καὶ ἐνταῦθα τοίνυν προ φητικῶς τοὺς ἐν Βαβυλῶνι διδάσκει λέγειν· "Ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με." Εἶτα δεικνὺς ποῖον γῆρας καλεῖ, ἐπήγαγεν· "Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ. Τὴν δυναστείαν σου, [ιθʹ] καὶ τὴν δικαιοσύνην σου, ὁ Θεός." Γενεὰ δὲ ἡ ἐρχο μένη, ἡ μετὰ τὴν ἐνανθρώπησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· μεθ' ἣν ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, ἐξ Ἰουδαίων κήρυκας δεξαμένη τοὺς ἱεροὺς ἀποστόλους. Περὶ ταύτης τῆς γενεᾶς καὶ ἐν τῷ εἰκο στῷ καὶ πρώτῳ ψαλμῷ λέγει· "Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δι καιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος." Ἕτερος τοίνυν λαὸς παρὰ τὸν τῶν Ἰουδαίων λαὸν, ὃν οὐ γεγενῆσθαι, ἀλλὰ τεχθήσεσθαι ὁ προφήτης προείρηκεν. Λέγει τοίνυν καὶ ἐν ταῦθα· "Μή με ἐγκαταλίπῃς, ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου." Ἔοικε δὲ τῇ τοῦ πατριάρχου Ἰακὼβ προηγορίᾳ, "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐ τὸς προσδοκίᾳ ἐθνῶν." –"Ὁ Θεὸς, ἕως τῶν ὑψί στων ἃ ἐποίησάς μοι μεγαλεῖα." Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἕως ὕψους ἃ ἐποίησας μεγαλεῖα, ἀντὶ τοῦ, ὑψηλὰ καὶ μεγάλα τὰ ὑπὸ σοῦ γινόμενα, ∆έσποτα. καὶ ἱκανὰ πεῖσαι πάν τας Ὕψιστον ὀνομάζειν σε. "Ὁ Θεὸς, τίς ὅμοιός σοι;" Οὐδένα γὰρ, φησὶ, συγκρῖναί σοι καὶ πα ραβαλεῖν δυνατόν. Ὑπερβάλλεις γὰρ ἅπαντας, καὶ τῇ φύσει, καὶ τῇ δυνάμει, καὶ πᾶσι τοῖς ἀγαθοῖς· ἐντεῦθεν τὴν ἐπάνοδον προθεσπίζει.

κʹ. "Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· καὶ ἐπιστρέψας ἐζωοποίησάς με." Παρα δούς με, φησὶ, παντοδαπαῖς συμφοραῖς διὰ τὰς ὑπ' ἐμοῦ γεγενημένας παρανομίας, πάλιν με εἰς ζωὴν ἐπανήγαγες. "Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πά λαι ἀνήγαγές με." Ἀναβιώσεως, φησὶ, τινὸς ὑπο λαμβάνω τετυχηκέναι· παρὰ δόξαν ἀνθρωπίνην τοσ ούτων ἀπαλλαγεὶς συμφορῶν. [Εἴποι δ' ἄν τις ταῦτα καὶ ἐκ προσώπου τῆς ἀνθρωπείας εἰρῆ σθαι φύσεως. Ἐκ γὰρ τῶν ἀβύσσων τῆς γῆς ἀν ήγαγε ταύτην ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, τουτέστιν ὁ ἐκ Θεοῦ Θεὸς, ὁ διὰ ταύτην ἑλό μενος καὶ ἄνθρωπος γενέσθαι.] Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὁ Θεὸς ἔφη· "Ὅτι ἀνοίξω τοὺς τάφους ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ Βαβυλῶνος·" τουτέστι, τὴν ἀνθρωπίνην ἀπόγνωσιν λύσω, καὶ παρὰ τὰς τῶν πολεμίων ἐλπίδας τὴν ἐπάνοδον ὑμῖν δωρήσομαι.

καʹ. "Ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλωσύνην σου· καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με." Ὁ δὲ Σύμ μαχος οὕτως· Αὐξήσεις τὴν μεγαλειότητά μου, καὶ παρακυκλώσεις με παραμυθίᾳ. Καὶ τἄλλα δὲ ὁμοίως προείρηκε. Τῇ γὰρ περὶ ἐμὲ κηδεμονίᾳ δειχθήσεταί σου τὸ ἀγαθόν.

κβʹ. "Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε." Οὐ παύσομαι γὰρ τὰς σὰς διηγούμενος δωρεὰς, καὶ τοὺς ἀγνοοῦντας διδάσκων. Ἐπισημή νασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα λαῶν πολλῶν ἐμνημόνευσεν, οἳ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω τῆρος ἡμῶν, διὰ τῶν ἐξ Ἰουδαίων κηρύκων, τῆς σωτηρίας ἀπήλαυσαν. "Ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ." Χρήσομαι δὲ καὶ τοῖς συνήθεσιν ὀρ γάνοις τὴν ὑμνῳδίαν ὑφαίνων.

κγʹ, κδʹ. "Ἀγαλλιάσεται τὰ χείλη μου, ὅτ' ἂν ψαλῶ σοι· καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου· ὅτ' ἂν αἰσχυνθῶσι καὶ ἐντρα πῶσιν οἱ ζητοῦντες τὰ κακά μοι." Προλέγει κατὰ ταυτὸν τῶν Βαβυλωνίων τὸν ὄλεθρον ὑπὸ Κύρου τοῦ Πέρσου γεγενημένον, καὶ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν. Ἐκείνων γὰρ, φησὶ, καταλυθέντων, ἐγὼ τῆς ἐπανόδου τεύξομαι· ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐερ γεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν με λέτην ποιούμενος.

ΕΡΜΗΝ. ΤΟΥ ΟΑʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς Σολομών." Ὅτι τῷ Σολομῶντι οὐδα μῶς ὁ προκείμενος ἁρμόττει ψαλμὸς, οἶμαι καὶ Ἰουδαίους ἂν ὁμολογῆσαι τ' ἀληθῆ λέγειν ἐθέλον τας, ἤπου γε τῆς πίστεως τοὺς τροφίμους. Πρῶτον μὲν γὰρ οὔτε τῶν περάτων τῆς γῆς ἐκράτησε Σολο μών· οὔτε παρὰ τῶν ἑσπερίων καὶ ἑῴων ἐδέξατο φόρον. Ἔπειτα ἄνθρωπος ὢν, τὸν τῇ φύσει σύμμε τρον διαβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο, καὶ τοῦτο οὐκ εὐκλεές. Ὁ δὲ ψαλμὸς ἡλίου καὶ σελήνης ἀρχαιότερον δείκνυσι τὸν προφητευό μενον. Ἀκριβέστερον δὲ ταῦτα ἡ τῶν ῥητῶν ἑρμη νεία διδάξει. Καὶ ἡ ἐπιγραφὴ δὲ, οὐκ ἀνάρμοστος, ἀτεχνῶς δὲ τῷ Σωτῆρι συμβαίνουσα. Σολομὼν γὰρ εἰρηνικὸς ἑρμηνεύεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Φησὶ γὰρ πρὸς τὸν ∆αβὶδ διὰ τοῦ Νάθαν ὁ Θεός· "Ὅτι Σολομὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην δώσω ἐν ταῖς ἡμέραις αὐ τοῦ." Ταύτην δὲ τὴν προσηγορίαν καὶ ὁ ∆εσπότης ἔχει Χριστός. Καὶ βοᾷ Παῦλος, ὁ μέγας κήρυξ τῆς ἀληθείας· "Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιή σας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς ἱεροῖς ἀποστό λοις φησί· "Τὴν ἐμὴν εἰρήνην δίδωμι ὑμῖν, τὴν ἐμὴν εἰρήνην ἀφίημι ὑμῖν." Τὴν αὐτοῦ τοίνυν βασι λείαν, καὶ τὴν ὑπ' αὐτοῦ κατορθωθεῖσαν εἰρήνην, καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν, οὗτος ὁ ψαλμὸς προ θεσπίζει. Καὶ ἐπειδὴ καὶ Θεός ἐστι, καὶ ἄνθρω πος, τὸ μὲν ὢν ἀεὶ, τὸ δὲ δι' ἡμᾶς προσλαβὼν, ἀμφό τερα ἡ προφητεία διδάσκει· καί φησιν, αὐτὸν μὲν ἔχειν, ὡς Θεὸν, ἁπάντων τὴν ἐξουσίαν· λαμβά νειν δὲ ταύτην, καὶ ὡς ἄνθρωπον, παρὰ τοῦ οἰ κείου Πατρός. "Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασι λέως." Καὶ βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως ὁ ∆εσπότης Χριστός. ∆ιὸ καὶ βασιλέα αὐτὸν, καὶ υἱὸν βασιλέως ἡ προφητεία καλεῖ· οὕτω καὶ λέοντα αὐτὸν ὁ πατριάρχης Ἰακὼβ καὶ σκύμνον λέοντος ὀνομάζει· "Σκύμνος γὰρ λέοντος, φησὶν, Ἰούδα, ἐκ βλαστοῦ μου, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;" Οὐ γὰρ μόνον βασιλεύς ἐστιν, ἀλλὰ καὶ βασιλέως υἱός. Καὶ γὰρ ὡς Θεὸς ἐκ τοῦ παμβασιλέως ἐγεννήθη Θεοῦ, καὶ ὡς ἄνθρωπος, πρόγονον ἔχει τὸν βασιλέα ∆αβίδ. Τούτῳ ὁ προφητικὸς λόγος, ὡς ἀνθρώπῳ, δοθῆναι παρὰ τοῦ Θεοῦ τὴν δικαιοσύνην παρακαλεῖ. Εἶτα τὴν αἰτίαν διδάσκει.

βʹ. "Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει." Τοὺς γὰρ πτωχείᾳ τῆς ἁμαρτίας κατεχομένους τῆς τοῦ πονηροῦ τυράν νου δουλείας ἐλευθερώσει· δικαίως αὐτῷ καὶ τοῖς ὑπ' αὐτοῦ κατεχομένοις δικάσας.

γʹ. "Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην." Προσωποποιία ἐστὶ τὴν πάντων δεικνῦσα μεταβολήν. Οὕτω τοῦ λαοῦ τὴν ἔξοδον διηγούμενος ἔφη· "Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Ὁρῶμεν δὲ ὅμως καὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τὴν μεταβολήν· ἀντὶ γὰρ τῆς πάλαι πολιτευσαμένης ἐν αὐτοῖς ἀσε βείας, οἱ τὸν ἀγγελικὸν ἀσπασάμενοι βίον τὴν εὐαγ γελικὴν ἐν αὐτοῖς δικαιοσύνην καρποῦνται· καὶ τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας ποιούμενοι, τὰς θείας καταλλαγὰς πραγματεύονται.

δʹ. "Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάν την." Εἰκότως ὁ διάβολος κέκληται συκοφάντης· τόν τε γὰρ Θεὸν ἐσυκοφάντησε, διὰ φθόνον φήσας κεκωλυκέναι τὴν τοῦ ξύλου μετάληψιν· καὶ κατὰ τοῦ Ἰὼβ ταῖς αὐταῖς ψευδολογίαις ἐχρήσατο, φήσας· "Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Ἅψαι γὰρ, φησὶ, πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐ λογήσει." Τοῦτον ἐν τῷ ὀγδόῳ ψαλμῷ ἐχθρὸν καὶ ἐκδικητὴν ὠνόμασεν, ἐνταῦθα δὲ συκοφάντην. Ἀλλὰ τοῦτον μὲν ὁ ∆εσπότης ἐταπείνωσε καὶ κατέλυσε· τοὺς δὲ ὑπ' αὐτοῦ τυραννουμένους ἐλευθερίας καὶ σωτηρίας ἠξίωσε.

εʹ. "Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν." Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰ πεῖν, οὔτε ζωῆς τέλος ἔχει. Ἐγεννήθη μὲν γὰρ ἐκ τοῦ Πατρὸς πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, του τέστιν, ἀπείροις τισὶ γενεαῖς προϋπάρχων τῆς κτίσεως. Ἀλλὰ καὶ "συμπαραμενεῖ τῷ ἡλίῳ·" ἀντὶ τοῦ, διαρκὲς ἕξει τὸ εἶναι· οὐκ ἐπειδὴ ὁ ἥλιος διαρκὲς ἔχει τὸ εἶναι· ἀλλ' εἰκόνα διαρκεστέ ραν οὐχ εὑρὼν, ἐπίσημον δὲ τοῦτον εἰδὼς, καὶ χρόνων καὶ ἡμερῶν ∆ημιουργὸν, τούτῳ παρέβαλε τὴν ἀπὸ σκότους εἰς φῶς τῶν πραγμάτων μεταβολήν. Ἐπειδὴ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἥλιος δι καιοσύνης ὠνόμασται. ʹ. "Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν." ∆ιὰ τούτων σα φῶς ἡμῖν τὴν ἀνθρωπείαν ὑπέδειξε γέννησιν ἀψοφητὶ γεγενημένην, καὶ λίαν ἡσύχως καὶ μυ στικῶς. Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φε ρόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν· οὕτως ἡ δεσποτικὴ γεγένηται σύλληψις· οὐδὲ τοῦ συνοικοῦντος αἰσθομένου μνηστῆρος. Ὕστερον γὰρ, μετὰ τὴν κύησιν ἀτοπίαν ὑποτοπήσας τινὰ, ἠβου λήθη λάθρα ἀπολῦσαι αὐτήν· ἀλλὰ δι' ἀγγέλου μεμά θηκεν ὡς πνευματικὸς ὁ τόκος, καὶ οὐκ ἀνθρώπινος.

ζʹ. "Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιο σύνη." Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· τῆς γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώ πων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν. Εἰ δὲ καί τινες τῶν πεπιστευκότων κατὰ τοὺς εὐαγγελικοὺς οὐ πολιτεύονται νόμους, ἀλλ' οὖν εἰσι μυριάδες ἀριθ μοῦ κρείττους, καὶ ἐν στρατιώταις, καὶ ἐν ἰδιώ ταις, καὶ ἐν ἀστοῖς, καὶ ἐν χωριτικοῖς, ἀρετῆς πολλὴν φροντίδα ποιούμενοι. "Καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη." Πάλαι μὲν γὰρ αἱ τοπαρχίαι, καὶ αἱ καθ' ἕκαστον ἔθνος διῃρημέναι βασιλεῖαι συχνοῖς πολέμοις ταλαιπωρούμεναι, τοῦ δώρου τῆς εἰρήνης ἀπολαύειν οὐκ εἶχον. ∆ιηνεκῶς γὰρ τὸν ὁπλιτικὸν μετῄεσαν βίον· καὶ τούτους τοὺς πολέμους πολλοὶ καὶ Ῥωμαίων καὶ Ἑλλήνων συνέγραψαν. ∆ιδάσκουσι δὲ ἡμᾶς καὶ αἱ τῶν Βασιλέων, καὶ αἱ τῶν Μακκαβαίων ἱστορίαι, ὅσα προὐξένουν αἱ τοπαρχίαι κακά. Μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν ἐνανθρώπησιν, πέπαυται μὲν ἐκεῖνα, μία δὲ βασιλεία τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖ, δι' ἣν εἰρήνη πολιτευομένη, τῷ θείῳ κηρύγματι δέδωκε τὴν ἰσχύν. Τὸ δὲ, "ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη," ἀντὶ τοῦ, πάντα τοῦ παρόντος βίου τὸν χρόνον. Περιττὸν γὰρ περὶ τοῦ μέλλοντος λέγειν, καθ' ὃν εἰρήνη ἀληθὴς πολιτεύσεται.

ηʹ. "Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσ σης." Ἀντὶ τοῦ, πάντων κρατήσει τῶν τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα ἐστὶ καὶ ἄπλωτα πελάγη, ἅ τινες Ἀτλαντικὰ καλοῦσιν, ἢ ὠκεανὸν ἑσπέριον καὶ ἑῷον, εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλοῦσθαι θα λάσσαις ἐδήλωσε. Καὶ τοῦτο σαφέστερον ὁ μετὰ τοῦ τον πεποίηκε στίχος. "Καὶ ἀπὸ ποταμῶν ἕως πε ράτων τῆς οἰκουμένης." Ποταμὸν λέγει τὸν Ἰορ δάνην, ἐν ᾧ βαπτισθεὶς ὁ ∆εσπότης ὑπὸ τοῦ Πα τρὸς ἐμαρτυρήθη, ὡς αὐτός ἐστιν ὁ ἀγαπητὸς Υἱὸς, ἐν ᾧ ηὐδόκησεν. Ἀπὸ τότε δὲ, φησὶν ὁ εὐαγγελι στὴς, ἤρξατο κηρύττειν καὶ λέγειν, "Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." Οὗ δὴ χάριν καὶ ἡ προφητεία φησὶν, ὅτι "Κρατήσει ἀπὸ τοῦ πο ταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης." Εἶτα καὶ ἑτέρωθεν τοῦτο ποιεῖ φανερόν.

θʹ, ιʹ. "Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαββὰ δῶρα προσάξουσι." Θαρσεῖς τὴν Καρχη δόνα, τὴν τῆς Λιβύης προκαθημένην, καὶ ὁ μακάριος Ἡσαΐας καὶ ὁ θαυμάσιος Ἰεζεκιὴλ ὀνομάζουσι. Σαββὰ δὲ Αἰθιοπικὸν ἔθνος· ἀλλὰ Λίβυες μὲν οἱ καὶ Ἀφροὶ προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκου μένης κατέχουσι τμήματα· Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια· Ἄραβες δὲ τὴν μέσην ἤπειρον· οἱ δὲ νησιῶ ται τῆς θαλάσσης τὰ μέσα. Τούτους δὲ ἔφη προ πεσεῖσθαι ἐνώπιον αὐτοῦ, καὶ προσοίσειν ὡς Θεῷ τὴν προσκύνησιν, καὶ δῶρα προσκομιεῖν ὡς βασιλεῖ· τοὺς δὲ ἐχθροὺς ὑποβληθήσεσθαι ταῖς κατὰ τοῦ ὄφεως γεγενημέναις ἀραῖς· "Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου." Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οἱ παμπόνηροι δαίμονες, καθ' ὧν ἔδωκε τὴν ἐξου σίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἐπειδὴ δὲ τριῶν ἢ τεττάρων ἐθνῶν ἐμνημόνευσε, καὶ αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν ἁπάντων μετα βολὴν παρεδήλωσε, σαφέστερον τὸν λόγον ποιεῖ.

ιαʹ. "Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασι λεῖς τῆς γῆς." Οἱ μὲν κατὰ τὸν παρόντα βίον ἑκόντες· οἱ δὲ μετὰ τὴν ἀνάστασιν ἅπαντες. "Οὐ δέπω γὰρ," ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, "ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα," ἀλλὰ τότε "κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ κα ταχθονίων." –"Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ." Συμβαίνει ταῦτα τῇ τοῦ πατριάρχου Ἰα κὼβ προφητείᾳ, "Ὅτι αὐτὸς προσδοκία ἐθνῶν." Ὁρῶμεν δὲ καὶ τὸ τῆς προῤῥήσεως τέλος· οὐδὲ γάρ ἐστιν ἔθνος τῶν εὐαγγελικῶν κηρυγμάτων ἀνήκοον· ἀλλ' εἰσὶν ἐν ἑκάστῳ οἱ τῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι.

ιβʹ, ιγʹ. "Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός. Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει." Προσ κυνήσουσιν αὐτῷ ἅπαντες, τῆς πικρᾶς τοῦ δια βόλου τυραννίδος ἀπαλλαγέντες. ∆υνάστην γὰρ αὐτὸν ὠνόμασε, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. Ἄλλως τε καὶ τοῖς θείοις αὑτοῦ νόμοις καταστέλλει τοὺς δυνα στεύοντας, καὶ ταῖς τῆς γεέννης ἀπειλαῖς καταπλήτ τει, καὶ παρασκευάζει φειδώ τινα τῶν πενήτων ποιεῖσθαι. Τοῦτο γὰρ καὶ ἐπήγαγεν.

ιδʹ. "Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν." Τόκον δὲ τὴν πλεονεξίαν ἐκάλεσεν· οὕτω γὰρ αὐτὸν καὶ ὁ παλαιὸς προσαγορεύει νόμος, "Τόκον καὶ πλεονασμὸν οὐ λήψῃ·" πείσει τοίνυν, φησὶ, τοὺς ἀδικίᾳ καὶ πλεονεξίᾳ χαίροντας ἐλέῳ καὶ φιλανθρωπίᾳ κεχρῆσθαι. "Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν." Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι, καὶ ἔνδοξος.

ιεʹ. "Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας." Ἀντὶ τῆς Ἀραβίας, Σαββὰτεθείκασιν οἱ λοιποὶ ἑρμηνευταί. Καὶ τοῦτο μέντοι κἀκεῖνο τὰ ἀναθήματα προθεσπίζει τὰ παρὰ πάν των αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομι ζόμενα. Τὸ δὲ ζήσεται, ἀντὶ τοῦ διαμενεῖ τέθει κεν. "Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντὸς, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν." Ὑμνήσουσι δὲ αὐτὸν διηνεκῶς· ὑμνήσουσι δὲ καὶ τὸν αὐτοῦ Πατέρα, δι' αὐτοῦ λαβόντες τῆς ὑμνῳδίας τὰς ἀφορμάς. Τὸ γὰρ, "Προσεύξονται περὶ αὐτοῦ," ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ· "Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν· "∆ι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα." ∆ιὰ τούτου προσεύξονται τοίνυν ἅπαντες τῷ Πα τρὶ, καὶ ὑμνήσουσιν αὐτὸν, ἐπὶ τοῖς παρὰ τοῦ Υἱοῦ εἰς αὐτοὺς γεγενημένοις ἀγαθοῖς. Ὑμνήσουσι δὲ καὶ αὐτὸν, ὡς παρ' αὐτοῦ ταῦτα δεξάμενοι. ι ʹ. "Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρων τῶν ὀρέων." Αὐτὸς, φησὶ, στηρίξει, καὶ ἐρείσει τοὺς εἰς αὐτὸν πεπιστευκότας, καὶ ὑψηλοὺς δείξει καὶ μετεώρους, ὡς ἐν αὐταῖς ἑστῶτας ταῖς τῶν ὀρῶν κορυφαῖς. Τοῦτο δὴ καὶ ὁ Κύριος ἔφη τοῖς ἑαυτοῦ μαθηταῖς· "Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαί νει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ." –"Ὑπεραρθή σεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτῶν." Ἐπειδὴ τῶν ὑψηλῶν ὀρῶν ἐμνημόνευσεν, εἰκότως καὶ τοῦ Λιβάνου τὴν μνήμην παρήγαγεν, ὡς τῶν κατὰ τὴν Παλαιστίνην ὀρῶν ὑψηλοτάτου· καί φησι, τὴν διδασκαλίαν αὐτοῦ, καὶ τοὺς ταύτης ὑποφή τας καὶ κήρυκας, ὑψηλοτέρους καὶ περιφανεστέ ρους τοῦ Λιβάνου γενήσεσθαι. "Καὶ ἐξανθή σουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς." Οἱ μὲν οὖν πεπιστευκότες αὐτῷ τοιοῦτον βλαστήσουσι καρπόν. Οἱ δὲ ἀπιστήσαντες Ἰουδαῖοι χόρτῳ φυομένῳ, καὶ παραυτίκα φθειρομένῳ, ἀπεικασθήσονται.

ιζʹ. "Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ." Τὸ εὐλογημένον παρ' οὐδενὶ κεῖται. οὔτε ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ' Ἑβραίοις. ∆είκνυσιν αὐτὸν διὰ τῆς πρὸ, τοῦ ἡλίου καὶ τῆς σελή νης πρεσβύτερον· οὐ γὰρ ἁπλῶς πρὸ τοῦ ἡλίου διαμένει, ἀλλὰ γενεᾶς γενεῶν. [Τὸ δὲ γενεᾶς γενεῶν] καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης τέθεικεν. Ἥλιος γὰρ καὶ σελήνη ὁμόχρονοι, κατὰ ταυτὸν γὰρ ἐγένοντο. "Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐ ρανοῦ· καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους." Εἰ τοίνυν πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, καὶ πρὸ τοῦ ἡλίου. "Καὶ ἐνευλογηθή σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς." Ἐνταῦθα τῆς περὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ ἐπαγγελίας ἐμνημόνευσε. Τοῖς γὰρ τρισὶ πατριάρχαις ὑπέσχετο ὁ Θεὸς εὐλογηθήσεσθαι, ποτὲ μὲν πάντα τὰ ἔθνη τῆς γῆς, ποτὲ δὲ τὰς φυλὰς τῆς γῆς. ∆ιαφόρως δὲ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ὀνομάζει. Τοῦτο δὲ καὶ ὁ μακάριος Παῦλος ἑρμηνεύων ἔφη· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ." Οὐ λέγει. καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Καὶ μέντοι καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται." Περὶ τούτου καὶ ὁ προκείμενος προθεσπίζει ψαλμὸς, δι' αὐτοῦ λέγων πάσας εὐλογηθήσεσθαι τὰς φυλάς. "Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν." Τὰ μὲν ὡς περὶ ἀν θρώπου, τὰ δὲ ὡς περὶ Θεοῦ, ὁ προφητικὸς δι εξήλυθε λόγος. Εὑρίσκομεν τὸ μακάριος καὶ ἐπὶ τοῦ Θεοῦ κείμενον· "Ὁ μακάριος, φησὶ, καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." Πάντα γὰρ, φησὶ, τὰ ἔθνη μακάριον αὐτὸν, καὶ ὕμνων ἄξιον ὀνομάζει. Εἶτα σαφέστερον ὁ προφήτης τὴν κεκρυμμένην αὐτοῦ διδάσκων θεότητα ἐπήγαγεν· ιηʹ. "Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος." Οὗτος γὰρ, φησὶν, αὐτὸς ὁ προφητευόμενος, καὶ τὰς προειρημένας θαυμα τουργίας ἐπιτελέσων, αὐτός ἐστι καὶ τοῦ Ἰσραὴλ Θεὸς, καὶ τῶν ἁπάντων ∆εσπότης.

ιθʹ. "Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." ∆ιὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα. "Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο." Ἃ πολλάκις διὰ παντὸς προηγόρευσε τοῦ ψαλμοῦ, ταῦτα καὶ πληρώσας τὴν προφητείαν τέ θηκε, βεβαιοτέραν τὴν πρόῤῥησιν ἐργαζόμενος. Λέγει δὲ ὅτι καὶ ἐν πάσῃ τῇ γῇ δῆλος ἔσται, καὶ γνώριμος ὡς Θεός ἐστι καὶ τῶν ὅλων ∆εσπότης, καὶ τὸ παρὰ πάντων δέξεται σέβας, ταῖς τῆς θεο γνωσίας αὐτοῦ καταυγάσας ἀκτῖσιν. Τοῦτο δὲ διὰ τῆς τοῦ Πνεύματος χάριτος ὁ προφήτης μεμα θηκὼς, καὶ πυρσευθεὶς τῷ πόθῳ, ἐπεύχεται γε νέσθαι, καὶ πέρας τὴν προφητείαν λαβεῖν. ∆ιὸ καὶ ἐπιλέγει, Γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν Πεπιστωμένως, [πεπιστωμένως,] ἀντὶ τοῦ, ἀψευδῆ καὶ ἀληθῆ τὰ εἰρημένα, καὶ δέξεται πάντως τὸ τέλος. Ἐξέλιπον οἱ ὕμνοι ∆αβὶδ υἱοῦ Ἰεσαί.

ΕΡΜΗΝ. ΤΟΥ ΟΒʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Καὶ ἤδη προειρήκα μεν, ὅτι καὶ τοῦτόν τινες ψαλμογράφον ἔφασαν, τινὲς δὲ μελοποιὸν, καὶ τῶν ᾀδόντων χοροδιδάσκαλον. Ἄλλοι δὲ τὸν μὲν ∆αβὶδ εἶπον καὶ τοὺς δὲ τοὺς ψαλμοὺς εἰρηκέναι, τὸν δὲ Ἀσὰφ γεγραφέναι. [Ἡμεῖς δὲ, ὡς πολλάκις εἰρήκαμεν, τοὺς πάντας τὸν μακάριον ∆αβὶδ γεγραφέναι νενοήκαμεν· καὶ γὰρ οὕτως ἔχει ὁ τῆς ἀληθείας λόγος.] Ἀλλὰ ταῦτα μὲν ὡς βού λεταί τις δεχέσθω· οὐδὲ μία γὰρ ἐντεῦθεν βλάβη τοῖς οὕτως ἢ ἐκείνως δεχομένοις φυήσεται. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν διάνοιαν τῆς χάριτος φωταγω γούσης ποιησόμεθα δήλην. Ἀπαχθεὶς ὁ λαὸς δορυ άλωτος εἰς Βαβυλῶνα, πολλαῖς καὶ παντοδαπαῖς περιεκλύζετο συμφοραῖς. Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό μενοι. Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέ ρουσα. Ἁρμόττει μὲν οὖν ἅπασιν ἡ τοῦ ψαλμοῦ διδασκαλία τοῖς τὰ τοιαῦτα ἢ λογιζομένοις, ἢ φθεγγομένοις· ἐσχημάτισται δὲ ὅμως, ὡς ἐξ ἐκεί νων ἐπανεληλυθότων μὲν, διηγουμένων δὲ τῆς δια νοίας τὸ πάθος. "Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραήλ. "Τὸ ὡς οὐ παραβολικῶς τέθεικεν, ἀλλὰ τῆς ἀγαθότητος δεικνὺς τὴν ὑπερβολήν. Λέγει δὲ ὅτι πολλὴν καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ ποιεῖται κηδε μονίαν. "Τοῖς εὐθέσι τῇ καρδίᾳ." Ἀλλὰ τοῦτο οὐ πάντες ἴσασιν, ἀλλ' οἱ ὀρθοῖς καὶ ὑγιέσι χρώμενοι λογισμοῖς. Οὕτως ἐκείνους ἐπαινέσας, τῶν οἰκείων λογισμῶν δημοσιεύει τὴν ζάλην.

βʹ. "Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες." Ἐγὼ μέν τοι μικροῦ δεῖν τῆς οἰκείας ἐξετράπην ὁδοῦ. "Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβή ματά μου." Ὁ δὲ Σύμμαχος οὕτως· Παρ' οὐδὲν ἐλύθη τὰ ὑπορθοῦντά με. Τῶν ὑγιαινόντων, φησὶ, καὶ ὑπερειδόντων ἐκπεσεῖν ἐκινδύνευσα λογισμῶν, καὶ ὄλισθον ὑπέμεινα ἂν μέγιστον. Τοῦτο γὰρ τὸ ἐξεχύθη δηλοῖ, ὡς τοῦ ἐκχεομένου, διαλυομένου, καὶ ὑποῤῥέοντος· πόδας δὲ καὶ διαβήματα τοὺς λογισμοὺς καλεῖ τροπικῶς. Εἶτα καὶ τὴν αἰτίαν λέγει.

γʹ. "Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν." Ἐπυρπολούμην γὰρ, βλέπων τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας ἐν εἰρήνῃ καὶ εὐποτμίᾳ πολλῇ. [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόν των.] δʹ. "Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐ τῶν." Ὁ δὲ Ἀκύλας οὕτως· Οὐκ εἰσὶ δυσπάθειαι τῷ θανάτῳ αὐτῶν· ὁ δὲ Σύμμαχος· Οὐκ ἐνεθυμοῦντο περὶ θανάτου αὐτῶν. Οὐδὲ γὰρ, φησὶν, ἐν κιν δύνοις ἐξεταζόμενοι σφᾶς αὐτοὺς ἀπηγόρευον. Καὶ ἡ ἀνάνευσις δὲ τὴν ἀπαγόρευσιν δηλοῖ· ἀπαγορεύειν γάρ τι βουλόμενοι ἀνάνευσιν εἰώθαμεν. "Καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν." Πρὸς ὀλίγον αὐτοῖς, φησὶ, πελάζει τὰ λυπηρά.

εʹ. "Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται." Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως. ʹ. "∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν." Ἐντεῦθεν εἰς ἀλαζονείαν καὶ τύφον ἐπήρθησαν, καὶ δίκας ὑπὲρ τῶν προτέρων μὴ δεδω κότες ἁμαρτημάτων, εἰς πλείονα παρανομίαν ἐξ ώκειλαν. Τὸ γὰρ περιεβάλοντο τὸ πλῆθος τῆς ἀδικίας ἐδήλωσεν, ὡς πανταχόθεν αὐτοὺς κυ κλούσης.

ζʹ. "Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν." Στέαρ· ὡς πολλάκις ἔφαμεν, τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν δηλοῖ. Ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, ὄντες εὐημερίᾳ, μεθ' ἁπάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμησαν. "∆ιήλθοσαν εἰς διάθεσιν καρδίας. [ηʹ, θ.] ∆ιενοή θησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς." Οὐκ ἀπέχρησε δὲ αὐτοῖς ἡ κατὰ τῶν ἀνθρώπων ἀδικία. ἀλλὰ καὶ τὸν οὐρανὸν ἐτόξευσαν καὶ λόγοις καὶ λογισμοῖς. Αἰνίττεται δὲ διὰ τούτων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας, τὰς κατὰ τοῦ λαοῦ λοιδορίας, τὰς κατὰ τοῦ νεὼ τοῦ θείου παροινίας. Τοῦτο δὲ σαφέ στερον εἴρηκεν ἐν τῷ μαʹ ψαλμῷ· "Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;" ιʹ. "∆ιὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς." Ταῦτα ὡς τοῦ Θεοῦ τῶν ὅλων εἰρηκότος, ὁ προφη τικὸς τέθεικε λόγος, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν. Ἐκείνων γὰρ, φησὶ, βλασφημίαις κατὰ τοῦ Θεοῦ χρησαμένων, καὶ κακοπαθείαις ἡμᾶς ὑποβαλόντων, χρηστὰ περὶ ἡμῶν ὁ τῶν ὅλων Θεὸς ἐψηφίσατο, τὴν ἐπάνοδον ὑποσχόμενος, καὶ ζωὴν τὴν ὡρισμένην τῇ φύσει. Καὶ ἐντεῦθεν δῆλον, ὡς τοῖς ἐπανελθοῦσιν ἤδη, καὶ τὰ ἐν Βαβυλῶνι συμβεβηκότα διηγουμένοις, ἁρμόδιος ὁ ψαλμός. Ἔφη γάρ· "∆ιὰ τοῦτο ἐπιστρέ ψει ὁ λαός μου ἐνταῦθα," τουτέστιν εἰς τὴν Ἰου δαίαν. Ἐκεὶ τοίνυν διάγοντες, τὸ ἐνταῦθα λέγουσι. Τοῖς ἐν Βαβυλῶνι γὰρ οὐδαμῶς τοῦτο κατάλληλον. "Ἡμέρας δὲ πλήρεις" τὸ γῆρας ἐκάλεσεν. Ἀντὶ τοῦ, Καὶ ἐπανήξουσι, καὶ μέχρι γήρως βιώσονται. Οὕτω τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείξας, πάλιν εἰς τὴν διήγησιν ἐπανῆλθε τῆς τῶν Βαβυλωνίων βλασφημίας, καὶ τῆς τῶν λογισμῶν ταραχῆς.

ιαʹ. "Καὶ εἶπον· Πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;" Ὁ δὲ Σύμμαχος σαφέστερον· Οἱ δὲ ἔλεγον, Πῶς ἔγνω ὁ Θεός; εἰ ἔστιν ἐπίγνωσις τῷ Ὑψίστῳ; Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ' ἑαυτοῖς ἐλο γίζοντο, μήτε ἐφορᾷν τὸν Θεὸν, μήτε τι τῶν γινο μένων εἰδέναι. Εἶτα δείξας διὰ τούτων τὴν ἐκείνων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς.

ιβʹ. "Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ, καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλοῦτον." Παρανομίᾳ συ ζῶντες ἀφθόνως ἀπολαύουσι τῶν ἀγαθῶν, καὶ ἄτρε πτον ἔχουσι τὴν εὐκληρίαν· τὸ γὰρ εἰς τὸν αἰῶνα κατὰ τὸν παρόντα βίον λέγει· πολλάκις γὰρ καὶ τὴν τοῦ ἀνθρώπου ζωὴν αἰῶνα καλεῖ· "Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου." ιγʹ. "Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου;" Ἐγὼ δὲ ὁρῶν αὐτοὺς εὐωχουμέ νους, καὶ ἐπὶ πλούτῳ βρενθυομένους, ἐνεθυμούμην, Μὴ ἀκερδὴς ἄρα τῆς δικαιοσύνης ἡ κτῆσις; "Καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου." Τοιγαροῦν ἐκέρδανα, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γενόμενος· τὸ γὰρ, "Ἐνιψάμην ἐν ἀθώοις," ἀντὶ τοῦ, Ἀθῶον ἐμαυτὸν ἐφύλαξα, καὶ οὐ κεκοινώνηκα τοῖς κακοῖς.

ιδʹ. "Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας." Ἐπι μεληθεὶς δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι, καὶ παροινοῦμαι καθ' ἑκά στην ἡμέραν.

ιεʹ. "Εἰ ἔλεγον· ∆ιηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκας." Τοὺς ἄλλους, φησὶ, καταλιπὼν λογισμοὺς, τοῦτο παρ' ἐμαυτῷ ἐνεθυμού μην· Μὴ ἄρα τὰς πρὸς ἡμᾶς συνθήκας διέλυσεν ὁ Θεός; τὸ γὰρ ἠσυνθέτηκας, ἀντὶ τοῦ, ἢ παρέβης τὰς συγκειμένας συνθήκας; Υἱοὺς δὲ καλοῦσιν ἑαυτοὺς, ὡς τοῦ Θεοῦ τοῦτο αὐτοὺς ὀνομάσαντος· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ." Καὶ, "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." ι ʹ, ιζʹ. "Καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγια στήριον τοῦ Θεοῦ· καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν." Ἀλλ' ἐκείνους, φησὶ, καταλιπὼν τοὺς λογισμοὺς, ἐσκόπουν, ὅτι κόποις με καὶ ταλαιπω ρίαις συνεκλήρωσεν ὁ Θεὸς, δίκας τῶν πεπλημμελημέ νων εἰσπραττόμενος· ἐπανήξω δὲ ὅμως, καὶ τὸν ἡγιασμένον αὐτοῦ νεὼν ὄψομαι, καὶ τὸ κακὸν τού των θεωρήσω τέλος. Εἶτα διὰ τῆς θείας τοῦτο προδιδάσκεται χάριτος. ιηʹ–κʹ. "Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων." Ταῦτα πάντα ἐπὶ τοῦ Κύρου Βαβυλωνίοις συνέβη· ἐκείνους μὲν γὰρ ἐξανδραπο δίσας κατεδουλώσατο, Ἰουδαίοις δὲ τὴν ἐπάνοδον ἐδωρήσατο. Εἰκότως δὲ αὐτῶν ὀνείρῳ τὴν εὐημερίαν ἀπείκασεν· οὐδὲν γὰρ ἐνυπνίου διενήνοχεν ἡ τοῦ παρόντος βίου σκηνή. Καὶ τοῦτο καὶ ἐξ αὐ τῶν τῶν Βαβυλωνίων ῥᾴδιον κατιδεῖν. Οἱ γὰρ πρὸ βραχέος ἀλαζονευόμενοι, καὶ βρενθυόμενοι, ὡς τῆς οἰκουμένης ἁπάσης κεκρατηκότες, τὴν μὲν δυνα στείαν ἐξαίφνης ἀπέβαλον, εἰς ἐσχάτην δὲ δουλείαν μετέπεσον. "Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις." Ἡ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. Εἰκόνι τοίνυν ἀπεικάζει τῶν Βαβυλω νίων τὴν δυναστείαν, εἰς ὀλίγον ἀρκέσασαν χρό νον· ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας.

καʹ. "Ὅτι ἐξεκαύθη ἡ καρδία μου." Ταῦτα, φησὶν, ἐλογιζόμην, ὑπὸ τῆς ἐκείνων παρανομίας πυρποληθείς· ἀνέλαβε γὰρ τὸ προοίμιον, Ὅτι ἐζή λωσα ἐπὶ τοῖς ἀνόμοις, καὶ ὅπερ ἐκεῖ ζῆλον ἐκά λεσε, τοῦτο ἐνταῦθα καρδίας ἔκκαυσιν. "Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν." Νεφροὺς, ὡς πολλάκις ἔφην, τοὺς λογισμοὺς ὀνομάζει. Εὐσεβεῖς, φησὶν, ἔχων τοὺς λογισμοὺς, μικροῦ δεῖν ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν.

κβʹ. "Κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων." Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἤμην δὲ ἀνεπιστήμων, καὶ μὴ εἰδώς. Τοῦτο τὸ πάθος ἔπαθον ἐξ ἀγνοίας, οὐκ εἰδώς σου τὰ κρίματα. "Κτηνώδης ἐγενήθην παρὰ σοί. [κγʹ] Κἀγὼ διὰ παντὸς μετὰ σοῦ." Ἀλλ' οὐκ ἔτι τοῦτο πείσο μαι, οὐδὲ ζητῆσαί τι ἢ περιεργάσασθαι τῶν ὑπὸ τῆς σῆς σοφίας οἰκονομουμένων ἀνέξομαι· ἀλλὰ κτήνει παραπλησίως, τοῖς σοῖς ἕψομαι νεύμασιν. Οὕτω γὰρ τῆς σῆς προνοίας οὐ χωρισθήσομαι. Καθ άπερ γὰρ τὸ κτῆνος ἀκολουθεῖ τῷ ἄγοντι, μὴ πε ριεργαζόμενον ᾗπερ ἂν ἄγηται, οὕτως ὑπὸ τῆς σῆς κυβερνώμενος χάριτος, ἀκολουθήσω κἀγὼ, μὴ πολυπραγμονῶν σου τὴν πρόνοιαν. "Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. [κδʹ] Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με." Ἐντεῦθεν τὰ κατὰ τὴν ἐπάνοδον λέγει, ὅτι καθάπερ πατὴρ ἤπιος παῖδα πεπλανη μένον εὑρὼν, τῆς τούτου λαβόμενος δεξιᾶς, εἰς τὴν οἰκίαν ἐπανάγει· οὕτω με εἰς τὴν πατρῴαν ἐπαν ήγαγες γῆν, τῆς μὲν δουλείας ἐλευθερώσας, ῥᾳδίαν δέ μοι τὴν διὰ τῶν ἐθνῶν διάβασιν χαρισάμενος, εὐ κλεᾶ τε καὶ ἔνδοξον ἀπέφηνας.

κεʹ. "Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;" Ὁ δὲ Ἀκύλας, σαφέστερον· Τίς μοι ἐν τῷ οὐρανῷ; καὶ μετὰ σοῦ οὐκ ἠβουλήθην ἐν τῇ γῇ. Ἐρωτηματι κῶς τέθεικεν ἀντὶ τοῦ, Ὑπάρχει μοι ἐλπὶς ἐν τῷ οὐρανῷ. Προσεδόκησα, φησὶ, καὶ προσδοκῶ εὐμενῆ σέ μοι γενέσθαι ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἄλλον τινὰ ἔχω Θεὸν καὶ κηδε μόνα πλήν σου, οὔτε μὴν ἐν τῇ γῇ ἕτερόν σοι συντάττω, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ σε οἶδα Θεόν. [Εἴρηται μάλιστα καὶ ταῦτα ἐκ προσ ώπου τῶν ἐξ ἐθνῶν πεπιστευκότων τῷ Σωτῆρι· λέ γει δὲ, ὅτι] Καὶ τὴν σὴν ἀσπάζομαι δεσποτείαν. κ ʹ. "Ἐξέλιπεν ἡ καρδία μου, καὶ ἡ σάρξ μου." Τούτου χάριν σὲ ποθῶ, καὶ διψῶ, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα, καὶ τὴν σὴν προσμένω βοήθειαν. Ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα." Σὲ γὰρ ἔχω καὶ μερίδα καὶ κλῆρον, καὶ ἀπόλαυσιν ἀγαθῶν.

κζʹ. "Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ." Οἱ δὲ πόῤῥω σφᾶς αὐτοὺς τῆς σῆς ποιοῦντες κηδεμονίας, καὶ εἰδώλοις λατρεύειν αἱ ρούμενοι, καρπὸν ἕξουσι τῆς ἀποστάσεως ὄλε θρον. Πορνείαν γὰρ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ. Οὕτω καὶ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· "Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ· καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε." Καὶ πάλιν· "Καὶ ἐμοίχευσε τὸ ξύλον, καὶ τὸν λίθον·" ἀντὶ τοῦ· Ἐμὲ τὸν νυμφίον καταλιποῦσα, ἐλάτρευσε τοῖς μὴ οὖσι θεοῖς. Καὶ ἐνταῦθα τοίνυν πορνείαν τὴν τῶν εἰδώλων λατρείαν ἐκάλεσε. Τοῦτο μέντοι οὐ περὶ Βαβυλωνίων εἴρηκεν, ἀλλὰ περὶ τῶν διὰ τὴν ἀσέβειαν αἰχμαλώτων γεγενημένων. Οὗτοι γὰρ τὸν Θεὸν ἐσχηκότες νυμφίον, ἐξεπόρνευσαν, τῶν δαιμό νων ἀσπασάμενοι τὴν δουλείαν· ἀλλὰ τῇ πείρᾳ σω φρονεῖν διδαχθέντες βοῶσιν· κηʹ. "Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα θόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου." ∆ι' αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, ἀχώριστος ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι. "Τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου, ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών." ∆ιὰ ταύτης γὰρ τῆς ἐλπίδος τῆς ἐπανόδου τετύχηκα, καὶ τὰς σὰς ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι θαυματουργίας. Ταύτην γὰρ ὠνόμασε θυγατέρα Σιών. Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτω θυγατέρα Σιὼν τὴν Σιὼν ὀνο μάζει. ∆ιώνυμος δὲ ἦν ἡ πόλις· ἡ γὰρ αὐτὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὑπὸ τῆς θείας καλεῖται Γραφῆς.

ΕΡΜΗΝ. ΤΟΥ ΟΓʹ ΨΑΛΜΟΥ.

αʹ. "Συνέσεως τῷ Ἀσάφ." Τὴν ἐσομένην τῆς Ἱερουσαλὴμ πανωλεθρίαν ὁ προφητικὸς προθεσπί ζων λόγος, ἐπιστῆναι καὶ συνιέναι κελεύει τοῖς ἐν τυγχάνουσι τοῦ ψαλμοῦ τὴν διάνοιαν. Τινὲς μέντοι τοῖς ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γεγενημένοις προσ-ήρμοσαν τὸν ψαλμὸν, οὔτε τῇ ἱστορίᾳ προσεσχηκό τες, οὔτε τοῦ ψαλμοῦ τὴν προφητείαν ἀκριβῶς νε νοηκότες. Ὁ μὲν γὰρ ψαλμὸς ἐμπρησμὸν λέγει τοῦ θείου νεὼ, καὶ κατάλυσιν οἰκιῶν, καὶ πόρθησιν τῆς πόλεως παντελῆ· ταῦτα δὲ ὑπὸ Ἀντιόχου γεγε νῆσθαι παρὰ τῆς ἱστορίας οὐ μεμαθήκαμεν. Οὔτε μὴν τῇ Βαβυλωνίων ἁρμόττει πολιορκίᾳ· προφήτας γὰρ εἶχον τηνικαῦτα πολλοὺς, τὸν Ἱερεμίαν, Οὐρίαν τὸν Σαμαίου, τὸν Ἰεζεκιὴλ, ∆ανιήλ. Ὁ δὲ ψαλμός φησιν· "Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώ σεται ἔτι." Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδό σιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπ ενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ' ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σω τῆρος ἀσεβείας τίνοντες δίκας. Θαυμάσαι δὲ ἄξιον τὴν ἄῤῥητον ἀγαθότητα τοῦ ∆εσπότου· ὅτι καὶ προειδὼς αὐτῶν ἀκριβῶς τὴν ἀπείθειαν, τῇ προ φητείᾳ τῶν ἐσομένων κακῶν ἀποτρέπειν τῆς ἀσε βείας πειρᾶται. ∆ηλοῖ δὲ ὅμως καὶ αὐτὸ τοῦ Ψαλμοῦ τὸ προοίμιον, ὡς ταύτην ἡ πρόῤῥησις τὴν ὑπόθεσιν ἔχει. "Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;" Οὔτε γὰρ, ὡς ἐπὶ Βαβυλωνίων, τῇ δουλείᾳ τὸν ἑβδομηκον τούτην ὥρισας χρόνον, οὔτε ὡς ἐπὶ Ἀντιόχου, τὰ ἑπτὰ ἥμισυ ἔτη, κατὰ τὴν τοῦ ∆ανιὴλ προφη τείαν, ἀλλ' εἰς τέλος ἀπώσω, καὶ πανωλεθρίαν κατ εψηφίσω. "Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου." Ἐπίμονον ἔσχες τὴν κατὰ τῶν προβάτων τῶν σῶν ἀγανάκτησιν.

βʹ. "Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς." Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἡμέτερος ἐπ εκλήθης Θεὸς, καὶ σὸς ἐχρηματίσαμεν, ∆έσποτα, λαός. "Ἐλυτρώσω ῥάβδον κληρονομίας σου." Τῆς σῆς γὰρ ἀπολαύσαντες βοηθείας, τῆς Αἰγυπτίων ἀπηλ λάγημεν δουλείας· κληρονομίαν δὲ αὐτοὺς καὶ ὁ μακάριος ἐκάλεσε Μωσῆς. "Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρο νομίας αὐτοῦ Ἰσραήλ." Ῥάβδον δὲ τὸ βασιλικὸν ὠνόμασε σκῆπτρον, ἀντὶ τοῦ, Σὴ ἐξ ἀρχῆς ἐγενόμεθα μερὶς, σὸς ὠνομάσθημεν κλῆρος, ὑπὸ τὴν σὴν ἐτε λέσαμεν βασιλείαν. Οὕτω καὶ ἐν τῷ μδʹ ψαλμῷ τὸ βασιλικὸν σκῆπτρον προσηγόρευσε ῥάβδον. Ἔφη γάρ· "Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." –"Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ." Τῆς δὲ Αἰγυπτίων ἡμᾶς δουλείας ἐλευθερώ σας, εἰς τὴν ἐπηγγελμένην τοῖς πατράσιν εἰσήγαγες γῆν, καὶ σαυτῷ τὸ Σιὼν ἀφιέρωσας ὄρος, ἵνα ὡς ἐν βασιλείοις τισὶν οἰκῶν, τὸν σὸν ἰθύνῃς λαόν. Ταῦτα δὲ προελέγετο, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἰκο δομηθέντος νεώ. Μετὰ γὰρ τὸν ∆αβὶδ, καὶ τὸν Ἀσὰφ, ὁ Σολομὼν τοῦτον ἐδείματο.

γʹ. "Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερ ηφανίας αὐτῶν εἰς τέλος." Ἀπαίτησον αὐτοὺς τῆς ἀλαζονείας εὐθύνας· τὸ δὲ "Ἔπαρον τὰς χεῖράς σου," ἐκ μεταφορᾶς τέθεικε τῶν ταῖς χερσὶ τοὺς ἁμαρτάνοντας μαστιγούντων. Τοῦτο δὲ ἡ προφητικὴ εἴρηκε χάρις, εἰδυῖα τοὺς πολεμίους δυσσεβείᾳ συζῶντας· οὐδὲ γὰρ ὑπὲρ τοῦ σταυρωθέντος ζη λώσαντες, ἐκεῖνον τὸν πόλεμον ἀνεδέξαντο, ἀλλὰ τὴν οἰκουμένην δουλούμενοι. Ἐχρῆτο δὲ αὐτοῖς ὅμως ὁ Θεὸς, ὡς δημίοις, δι' αὐτῶν τοὺς ἠσεβηκότας κο λάζων. "Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου." Οὔτε ὁ Ἑβραῖος, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, οὔτε μὲν οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ πληθυντικῶς ἐν τοῖς ἁγίοις τεθείκασιν, ἀλλ' ἑνικῶς, ἐν τῷ ἁγίῳ σου· ὡς εἶναι δῆλον, ὅτι περὶ τοῦ ναοῦ ταῦ τα οἱ λέγοντες λέγουσιν, ὀλοφυρόμενοι καὶ θρηνοῦν τες τὰ ὑπ' ἐκείνων εἰς τοῦτον γεγενημένα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα συμφωνεῖ.

δʹ. "Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου." Ἐν τῇ τοῦ Πάσχα γὰρ ἑορτῇ, παντὸς τοῦ λαοῦ κατὰ τὸν νόμον συναθροισθέντος, τὴν στρατιὰν ὁ Τῖτος παρακαθίσας, ἐπολιόρκησε τὴν ἐκείνων μητρόπολιν. Ἐπειδὴ γὰρ ἐν τῇ τοῦ Πάσχα ἑορτῇ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν, κατὰ τὸν αὐτὸν καιρὸν τίνουσι τῆς ἀσεβείας ποινήν. "Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. [εʹ.] Καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν ἔξοδον ὑπεράνω." Τὰ τρό παια, φησὶν, ἅπερ ἔστι σημεῖα καὶ σύμβολα νίκης, ἤγειραν ἐπάνω τῶν ἡμετέρων πυλῶν, γνώριμον ἅπασι τοῖς μετὰ ταῦτα καθιστῶντες τὴν νίκην· καὶ Πιλάτος δὲ τὰ βασιλικὰ σημεῖα παρὰ τὸν νόμον εἰς τὴν πόλιν εἰσήγαγε, καὶ χοίρου δὲ προτομὴν οἱ Ῥω μαίων βασιλεῖς τοῖς τῆς πύλης ἐνεκόλαψαν λίθοις. ∆ιὰ τούτων δὲ πάντων ἐμάνθανον, ὡς ἔρημοι τῆς θείας κηδεμονίας ἐγένοντο. Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις προεῖπεν· "Ὅτ' ἂν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευ γέτωσαν εἰς τὰ ὄρη." "Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν. [ ʹ.] Τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό· ἐν πελέκει καὶ λα ξευτηρίῳ κατέῤῥαξαν αὐτήν." Ὑλοτομικοῖς καὶ τε κτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρῦν διαφθείροντες.

ζʹ. "Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου." Οὐκ ἀπέχρησεν αὐτοῖς τῶν ἄλλων οἰκιῶν ἡ πόρθησις, ἀλλὰ καὶ κατὰ τοῦ ἀφιερωμένου σοι νεὼ τὴν μανίαν ἐξέτειναν· καὶ τὰ μὲν πυρὶ παρέδοσαν, τὰ δὲ κατέλυσαν ταῖς χερσὶν, ὡς κοινοῖς τοῖς ἁγίοις χρησάμενοι.

ηʹ, θʹ. "Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, αἱ συγ γένειαι αὐτῶν ἐπὶ τὸ αὐτὸ, ∆εῦτε καὶ καταπαύ σωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προ φήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι." Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφωνίας ἕνα σκοπὸν ἔσχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. ∆ιὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς δι ελεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πολλοὺς γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχα ρίαν, τὸν Μαλαχίαν, καὶ οἱ τούτων πρεσβύτεροι προ φῆται, καὶ τῷ λαῷ, καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς κατα δήλους ἐποίουν· καὶ τοῦτο ἐκ τῆς ἱστορίας κατα μαθεῖν εὐπετές.

ιʹ. "Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; παρ οξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;" Μέ χρι πότε ταῖς τούτων ἡμᾶς ἐκδίδως παρανομίαις, καὶ τὰς βλασφήμους αὐτῶν μακροθύμως φέρεις φωνάς; ιαʹ. "Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;" Κόλπος Θεοῦ, ὁ τῶν ἀγαθῶν θησαυρός· χεὶρ δὲ, ἡ ἐνέργεια. Τί δήποτε συνήθως οὐ χορηγεῖς τὰ ἀγαθὰ, ἀλλ' αἴρεις ἀπὸ τοῦ κόλπου τὴν χεῖρα; Τέθεικε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν πεπληρωμένον ἐχόντων τὸν κόλπον, καὶ αἰτουμένων μὲν, δοῦναι δὲ μὴ βουλομένων, ἀλλ' ἐπιστρεφόντων εἰς τοὐπίσω τὴν χεῖρα.

ιβʹ. "Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος." Καίτοι σε ἴσμεν ἄνωθεν καὶ ἐξ ἀρχῆς βασιλέα, καὶ ὡς παρὰ βασιλέως ἀεὶ τῶν δωρεῶν ἀπολαύομεν. "Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς." Ἀμέλει δήλην ἅπασι τὴν περὶ ἡμᾶς γενομένην κηδεμονίαν πεποίηκας. Τὸ γὰρ ἐν μέσῳ τῆς γῆς, ἀντὶ τοῦ, πάντων ὁρώντων.

ιγʹ. "Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν." Φευγόντων γὰρ τοὺς Αἰγυπτίους, καὶ ὑπὸ τῆς θαλάσσης κωλυομένων διαβῆναι, σὺ τὴν παράδοξον ἐκείνην ἐδωρήσω πορείαν, τὴν ῥοώδη φύσιν στεγανὴν ἐργασάμενος, καὶ διὰ τῶν κυμάτων τὰ ἑκατέρωθεν δομησάμενος τείχη. "Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. [ιδʹ.] Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος." ∆ράκοντας μὲν τοὺς Αἰγυπτίους καλεῖ, κεφαλὰς δὲ δρακόντων, τοὺς ἐκείνων στρατηγοὺς, καὶ ταξιάρχας, καὶ λοχαγούς. Τὸν δὲ ἑνικῶς ὀνομα σθέντα δράκοντα, τὸν Φαραὼ λέγει, τὸν πολλοῖς ἄρ χουσιν ἐφεστῶτα. [Λέγει δὲ καὶ τὸν διάβολον, ὃν ἐπέδησε καὶ κατήργησεν ὁ νομοθέτης παρασχεδὸν τῷ ἑκουσίῳ θανάτῳ.] ∆ιὸ καὶ πολλὰς αὐτὸν ἔφησεν ἔχειν κεφαλάς. Τούτους δὲ, φησὶν, ἅπαντας ὑποβρυχίους ἐποίησας, καὶ ἢν ἐφ' ἡμῶν ἐκραταίωσας θάλασσαν, ἐπ' ἐκείνων διέλυσας, καὶ τοῖς ἐκείνης αὐτοὺς ἔχωσας κύμασιν. "Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." Ὅμοροι τῶν Αἰγυπτίων οἱ Αἰθίοπες ὄντες, πόλεμον εἶχον πρὸς ἐκείνους συχνόν· ἀλλὰ τοῦ Φαραὼ σὺν τῇ στρατιᾷ τῇ θαλάσσῃ παραδοθέν τος, εὐχείρωτοι λοιπὸν οἱ Αἰγύπτιοι ἐγένοντο τοῖς Αἰθίοψι· καὶ καθάπερ τὴν τροφὴν ὁ πεινῶν ἀναλί σκει ῥᾳδίως, οὕτως αὐτοὺς εὐπετῶς μάλα κατηγωνί ζοντο. ∆ιό φησιν ὁ προφητικὸς λόγος· "Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν," ἀντὶ τοῦ, εὐ αλώτους αὐτοὺς ἀπέφηνας, εὐμαρῶς ὑπὸ τῶν Αἰθιόπων παρασκευάσας ἀναλίσκεσθαι.

ιεʹ. "Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους." Ὁ δὲ Ἑβραῖος, καὶ οἱ ἄλλοι ἑρμηνευταὶ, πηγὴν εἰρήκασι. Κἄν τε πηγὴν εἴπωμεν, κἄν τε πηγὰς, οὐχ ἁμαρτη σόμεθα τῆς ἀληθείας. Πηγὴν γὰρ τὸ ἀπὸ τῆς πέτρας ῥυὲν ὕδωρ ὁ προφητικὸς λόγος καλεῖ· ἀλλὰ τοῦτο διαι ρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολ λὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος. Εὑρί σκομεν δὲ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς γεγενημένον. Καὶ τὸ μὲν ἡ Ἔξοδος διδάσκει, τὸ δὲ ἡ βίβλος τῶν Ἀριθμῶν. Πηγὴν δὲ εἰκότως ὠνόμασε τὴν ἀναβλύ σασαν πέτραν τὰ τοῦ ὕδατος ῥεύματα. Χειμάῤῥους δὲ πάλιν αὐτὰ προσηγόρευσεν, ὡς μὴ κατὰ φύσιν ῥεύσαντα, ἀλλὰ τότε πρῶτον ἀναδοθέντα. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἔστιν ἀένναος, ἀλλ' ἐκ τῶν ὑετίων ὑδάτων συνίσταται· οὕτω τοῖς θείοις ἐκεῖνο νεύμασιν ἀνεδόθη τὸ ὕδωρ. Σὺ ἐξήρανας ποτα μοὺς Ἠθάμ. Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ ἐξήρανας ποταμοὺς ἀρχαίους. Τοὺς μὲν γὰρ μὴ ὄντας, μήτε ἐξ ἀρχῆς γενομένους, ἀναβλῦσαι ἐν τῇ ἐρή μῳ προσέταξας. Τοὺς δὲ πάλαι γεγονότας, καὶ ἀρ χαίαν ἐσχηκότας πορείαν, τοῦ τρέχειν ἔπαυσας ἐθε λήσας. Τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δί ψαν· γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων, καὶ κατῴκησεν ἐκεῖ πεινῶντας." Τοὺς μὲν γὰρ Σοδόμων καὶ Γομόῤῥων, καὶ τῶν ἄλλων περι οίκων κατεξήρανε ποταμοὺς, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Τῇ δὲ ἀνύδρῳ γῇ τοὺς ἀπὸ τῆς πέτρας ἔδωκεν ὀχετοὺς, τῷ διψῶντι λαῷ προσφέρων τὰ νά ματα. Ῥᾴδιον γὰρ αὐτῷ ὡς βούλεται μετοχετεῦσαι τῶν ὑδάτων τὴν φύσιν. ∆ιὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ, ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρα νομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δὲ ἔθνη, τὰ πάλαι ἔρημα, τοῖς ὑπὸ τῆς πέτρας ἀρδεύσει κρουνοῖς· ἡ δὲ πέτρα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἐστὶν ὁ Χριστός. Καὶ ἅπαντα τάδε τὰ εἰρημένα ἀπὸ τοῦ· "Εἰργάσατο σωτη ρίαν ἐν μέσῳ τῆς γῆς," τῶν ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. Καὶ γὰρ ἐκεῖ δι' ὑδάτων ἡ τῆς δουλείας ἀπαλλαγὴ, καὶ ἐνταῦθα δι' ὑδάτων ἐλευ θερίας ἀρχή. Ἐκεῖ δρακόντων κεφαλαὶ τοῖς ὕδασι συντριβόμεναι, καὶ ἐνταῦθα δυναστεῖαι δαιμόνων καταλυόμεναι τῇ τοῦ βαπτίσματος χάριτι. Ἐκεῖνοι εὐχείρωτοι μετὰ τὴν θάλασσαν ἐγένοντο τοῖς Αἰθίοψι, καὶ οἱ ἡμέτεροι πολέμιοι μετὰ τὴν ἁγίαν κολυμβή θραν εὐκαταγώνιστοι ἐγένοντο τοῖς πάλαι μελαίνας τὰς ψυχὰς ἐσχηκόσι. Καὶ τἄλλα δὲ τούτοις ὁμοίως ῥᾴδιον συνιδεῖν τοῖς προσέχειν ἐθέλουσιν. [Ἐκεῖ ῥάβδος, ἐνταῦθα σταυρός· ἐκεῖ Μωϋσῆς, ἐνταῦθα ἀρ χιερεῖς· ἐκεῖ θάλαττα, ἐνταῦθα κολυμβήθρα· ἐκεῖ δώδεκα πηγαὶ, ἐνταῦθα δώδεκα ἀπόστολοι· ἐκεῖ ἑβδο μήκοντα στέλεχοι, ἐνταῦθα ἑβδομήκοντα βίβλοι.] Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ι ʹ, ιζʹ. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά." Ἀπὸ τῶν ἰδικῶν εὐεργεσιῶν ἐπὶ τὰς κοινὰς τὸν λόγον μετήνεγκε, καὶ κτίστην εἶναι διδάσκει τοῦ παντὸς τὸν τῶν ὅλων Θεὸν, ἡμέ ρας τε καὶ νυκτὸς ποιητὴν, φωτὸς χορηγὸν, καὶ ἡλίου δημιουργὸν, καὶ τοῦ χρόνου πρύτανιν. ∆ιὰ γὰρ τοῦ ἔαρος καὶ τοῦ θέρους, ἐδήλωσε τὰς τροπάς· ἀντὶ δὲ τοῦ, Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐστήλωσας, ὁ δὲ Σύμμαχος ἔστησας εἴρηκε. ∆ηλοῖ δὲ ὁ λόγος, ὡς αὐτὸς αὐτῇ τὸ εἶναι δέδωκε, καὶ τὰ μὲν αὐτῆς εἰς πεδία, τὰ δὲ εἰς ὄρη καὶ νάπας ἀπένειμε· τὰ δὲ ἐκοίλανεν εἰς ὑποδοχὴν λιμναίων καὶ θαλαττίων ὑδάτων.

ιηʹ. "Μνήσθητι ταύτης." Ταῦτα, φησὶν, ἅπαντα πεποιηκὼς, ὁ τῶν τοσούτων καὶ τηλικούτων δημιουρ γὸς, μνήσθητι ταύτης, τουτέστι τῆς Συναγωγῆς, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Πρὸς ἐκεῖνο γὰρ ἀποδέδωκε τοῦτο. "Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου." Μὴ εἰς ἡμᾶς, φησὶν, ἀπίδῃς, ἀλλ' εἰς τὰς τῶν δυσμενῶν βλασφη μίας.

ιθʹ. "Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογου μένην σοι." Οὐχ ἁπλῶς ὁ προφητικὸς πᾶσιν ἐπεύχεται λόγος· ἀλλὰ τοῖς τὸ θεῖον ὁμολογοῦσιν ὄνομα αἰτεῖ τὰ ἀγαθὰ [τοῖς ὁμολογοῦσι τὸν σταυρωθέντα Θεὸν ἐκ Θεοῦ, καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ὁμοούσιον]. Θηρία δὲ καλεῖ, [οὐ μόνον] τὴν τῶν πολεμίων ὠμότητα [ἀλλὰ καὶ τῶν ἀθε τούντων τὸν σταυρωθέντα καὶ μὴ ὁμολογούντων ὡς εἴρηται Θεόν]. "Τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος." Καὶ πένητες δὲ εἶεν ἂν οἱ τὸ φρόνημα ταπεινοί. "Μακάριοι γὰρ [ὡς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ] οἱ πτωχοὶ τῷ πνεύ ματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

κʹ. "Ἐπίβλεψον εἰς τὴν διαθήκην τῶν δούλων σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν." Οἱ γὰρ τῆς σῆς αἴγλης οὐκ ἀπολαύσαντες, ἀλλ' [ἄνθρωπόν σε μετὰ τῶν Ἰου δαίων βλασφημοῦντες, καὶ μὴ ὁμολογοῦντές σε ἥλιον δικαιοσύνης, καὶ] τὸ τῆς ἀγνοίας ἀγαπήσαντες σκότος, ἀνομίας καὶ τῆς ἐντεῦθεν φυείσης τιμωρίας μεστὰς ἔχουσιν οἰκίας, ἀντὶ τοῦ, Παντοδαποῖς κακοῖς παρεδόθησαν, διὸ προείλοντο σκότος.

καʹ. "Μὴ ἀποστραφήτω τεταπεινωμένος κατ ησχυμμένος." Ἱκετεύομεν μὴ διαμαρτεῖν τῆς δεήσεως, μηδὲ μετ' αἰσχύνης ἀποπεμφθῆναι. "Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου." Οἱ δὲ τῆς σῆς δεόμενοι βοηθείας, καὶ ταύτης τυχόν τες, προσφέρειν σοι τὸν ὕμνον εἰώθασιν.

κβʹ. "Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν." Σφόδρα δὲ ἁρμοδίως τὴν ἀντ ωνυμίαν ἐνήλλαξεν· οὐκ εἶπε τὴν δίκην μου, ἀλλὰ τὴν δίκην σου. Ἐγὼ μὲν γὰρ, φησὶν, ἐνδίκως ὑπέμεινα ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας [οἱ μὲν σταυρώσαντες, οἱ δὲ καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ βάπτισμα ἀθετήσαντες].

κγʹ. "Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός." Καὶ ἐνταῦθα τῷ ἑαυτῶν προσώπῳ τὴν τῶν πολε μίων ἀλαζονείαν συνέζευξαν, οὐ δι' ἑαυτοὺς, ἀλλὰ δι' ἐκείνους, φειδοῦς τινος ἀξιωθῆναι παρακα λοῦντες.

ΕΡΜΗΝ. ΤΟΥ Ο∆ʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, μὴ διαφθείρῃς· τῷ Ἀσὰφ ψαλμὸς ᾠδῆς." Ὁ δὲ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τῷ Ἀσάφ. Ἐπειδὴ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῆς δικαίας τοῦ Θεοῦ κρίσεως. καὶ προαγορεύει καὶ τῶν ἐργατῶν τῆς πονηρίας τὸν ὄλεθρον, καὶ τῶν τῆς ἀρετῆς ἐραστῶν τὰς ἀγαθὰς ἀντιδόσεις· εἰκότως διὰ τῆς ἐπιγραφῆς ὁ λόγος παρακελεύεται, μὴ διαφθεῖραι τοὺς εὐσεβεῖς λογι σμοὺς, ἀλλ' ὑγιεῖς αὐτοὺς φυλάξαι, καὶ τὴν ἀφθαρ σίαν κληρονομῆσαι. Εἴρηται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ἐὰν τῆς θείας χάριτος ἀπολαύσωσιν.

βʹ. "Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησό μεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου." Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐδέπω τῆς ἐπανόδου τετυ χηκότες ταῦτα διεξίασιν. Ὑπισχνοῦνται δὲ τὸν Θεὸν ὑμνεῖν, καὶ τῷ σεβασμίῳ αὐτοῦ ὀνόματι λαμπρυν θήσεσθαι. Τὸ γὰρ, Ἐπικαλεσόμεθα τὸ ὄνομά σου τοῦτο δηλοῖ, ὅτι Πάλιν τῷ σῷ ὀνόματι προσαγορευ θησόμεθα, καὶ λαὸς χρηματίσομεν σός. "∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου. [γʹ] Ὅτ' ἂν λάβω καιρόν." Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὅτ' ἂν λάβω τὴν Συναγωγήν. Ὅτ' ἂν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν νεὼν, τότε σὲ καὶ ἐννόμως ὑμνή σομεν, καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Νῦν γὰρ βοῶμεν· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Οὕτως ὁ προφητικὸς λόγος, ἃ ἐχρῆν εἰπεῖν τοὺς ἐν Βαβυλῶνι δορυαλώ τους διδάξας [καὶ τοὺς διὰ μετανοίας ἐπιστρέ φοντας πρὸς τὸν Σωτῆρα τοῦ παντὸς παιδαγωγήσας], ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγ γελίας ἀποκρινόμενον, καὶ λέγοντα· "Ἐγὼ εὐθύ τητας κρινῶ." Ἐνδίκως, φησὶν, ὑμῖν καὶ Βαβυλω νίοις δικάσω.

δʹ. "Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ." Πάσης γάρ εἰμι τῆς οἰκουμένης κριτὴς, καὶ ἅπασι τὰς ἀξίας ἐποίσω τιμωρίας. "Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς." Ἐγκρατὴς δὲ πάντων εἰμὶ, ὡς ἁπάντων ὑπάρχων δημιουργός. Ἐγὼ γὰρ τὴν γῆν πεποίηκά τε καὶ ἥδρασα, οἷον στύλοις τισὶ τοῖς ἐμοῖς αὐτὴν ὅροις ἐρείδων. Πρόσταγμα γὰρ ἐθέμην, καὶ οὐ παρελεύσεται. ∆ιὰ τοῦτο καὶ δικαστὴς ὢν, κολάζειν μὲν οὐ βούλομαι, ἀλλὰ προλέγω τὰς τιμωρίας, ἵνα τῇ ἀπειλῇ σωφρο νεστέρους τοὺς πλημμελοῦντας ἐργάσωμαι· καὶ παραινῶ, καὶ συμβουλεύω, πᾶν μὲν εἶδος ἀνομίας μυσάττεσθαι, ἐπιμελεῖσθαι δὲ τοῦ δικαίου καὶ τοῦ μετρίου φρονήματος· ταῦτα γὰρ διὰ τῶν ἐπαγο μένων ἐδίδαξεν.

εʹ. "Εἶπον τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε· καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας." Τοῦτο γὰρ πάντων χαλεπώτατον πάθος, τὸ μὴ μόνον ἁμαρτάνειν, ἀλλὰ καὶ γαυριᾷν ἐπὶ τούτῳ. ʹ. "Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν." Εἶτα δείκνυσι ποῖον ὕψος καλεῖ. "Καὶ μὴ λα λεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν." Καὶ γὰρ τὰ κερασ φόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγ γυᾷ δὲ αὐτοῖς ὁ λόγος, μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν.

ζʹ, ηʹ. "Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. Ὅτι ὁ Θεὸς κριτής ἐστιν." Ἐξόδους τὰς ἀνατολὰς εἴρηκεν· οὕτω δὲ καὶ ἡ πέμπτη ἔκδοσις· ἔρημα δὲ ὄρη, τὰ βόρεια καὶ τὰ νότια τμήματα. Ταῦτα γὰρ δι' ἄκραν ψυχρότητα καὶ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς. ∆ιδάσκει τοίνυν, ὅτι τῶν ἀδυνάτων ἐστὶ τοῦ Θεοῦ τὴν κρίσιν διαφυγεῖν. Κἂν γὰρ τὰ ἑῷα καταλάβῃ, κἂν τὰ ἑσπέ ρια, κἂν εἰς τὰ νότια, κἂν εἰς τὰ βόρεια πειραθῇ διαδράναι, τῇ θείᾳ ὑπόκειται ψήφῳ. Εἶτα διδάσκει τὰς τοῦ βίου μεταβολὰς, γνώμῃ Θεοῦ γινομένας. "Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. [θʹ] Ὅτι πο τήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο." Περὶ δὲ τοῦ ποτηρίου καὶ ἡ τοῦ θεσπεσίου Ἱερεμίου προφητεία διδάσκει. Κελεύεται γὰρ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ τοῦτο λαβεῖν, καὶ ποτίσαι τὴν Ἱερουσα λὴμ, καὶ τοὺς ἄρχοντας, καὶ τὰ ὅμορα ἔθνη. Οἶνον δὲ τὴν τιμωρίαν καλεῖ, ὡς τῇ μέθῃ παραπλησίως ἀφαιρουμένην τὴν δύναμιν, καὶ τὰς τῶν μορίων διαλύουσαν ἁρμονίας. Λέγει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι ποτὲ μὲν ἡμῖν, ποτὲ δὲ ἐκείνοις ὁ δίκαιος κριτὴς προσφέρει τὴν τιμωρίαν· καὶ νῦν μὲν τοῦ τον ὑψοῖ, ἐκεῖνον δὲ ταπεινοῖ, καὶ πάλιν τὸ ὕψος μετατίθησιν εἰς ἑτέρους, καὶ συμφορὰς ἐναλλάττει, καὶ εὐημερίας μεταβάλλει. Ταῦτα δὲ οὐχ ἁπλῶς οἱ ἐν Βαβυλῶνι δορυάλωτοι ἐδιδάσκοντο λέγειν, ἀλλὰ προπαιδευόμενοι καὶ τὴν Βαβυλωνίων δουλείαν, καὶ τὴν οἰκείαν ἐλευθερίαν. Οὐκ εἰς μακρὰν γὰρ ὁ Κῦρος ἐκείνων μὲν τὴν δύναμιν κατέλυσε, τούτοις δὲ τὴν προτέραν ἐλευθερίαν ἀπέδωκε. "Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς." Τὴν χαλεπωτέραν τιμωρίαν τρυγίαν ἐκάλεσεν. Ἐγὼ μὲν, φησὶ, τὸ διειδέστε ρον ἔπιον, τοῦτ' ἔστιν, ἐλάττοσιν ὑπεβλήθην κακοῖς· αὐτὴν δὲ τὴν ὑποσταθμὴν Βαβυλώνιοι πίονται, ἀντὶ τοῦ, χαλεπώτερα ὧν εἰργάσαντο πείσονται· ἐγὼ μὲν γὰρ ἑβδομήκοντα ἔτη δουλεύσας τῆς ἐπανόδου τετύχηκα, ἐκεῖνοι δὲ διηνεκεῖ δουλείᾳ παραδοθή σονται.

ιʹ. "Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ." Ὥσπερ γὰρ ἡμῶν πιόντων ἐκεῖνοι τοῖς ἡμετέροις κακοῖς ἐπετώθαζον· οὕτως ἡμεῖς τὴν ἐκείνων τιμωρίαν ὁρῶντες, τῷ Θεῷ τὴν ὑμνῳδίαν προσοίσομεν· οὐκ ἐκείνοις ἐπεμβαίνοντες, ἀλλ' εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι.

ιαʹ. "Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συν θλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου." ∆ιὰ τούτων δὲ τῶν λόγων προεδιδάχθησαν, ὡς καὶ τοὺς ἐπιστρατεύσαντας αὐτοῖς μετὰ τὴν ἐπάνοδον καταλύσουσι πολεμίους. ∆ιά τοι τοῦτο καὶ "πάντα εἶπε τὰ κέρατα τῶν ἁμαρτωλῶν," ἐπειδὴ ἐκ διαφόρων συλλεγέντες τῶν ἐθνῶν, τὸν κατ' αὐτῶν ἀνεδέξαντο πόλεμον. Μέμνηται δὲ τούτων καὶ ἡ τοῦ Ἰεζεκιὴλ προφητεία, καὶ μέντοι καὶ ἡ τοῦ Μι χαίου, καὶ ἡ τοῦ Ζαχαρίου· ὧν καταλυθέντων λαμ προὶ ἐγένοντο καὶ περίβλεπτοι, ἅτε δὴ τοιαύτην κατορθώσαντες νίκην. Κέρας δὲ δικαίου τὸ εὐσεβὲς ἐκάλεσε φρόνημα. Εἰ δέ τις τὸν Ζοροβάβελ νοῆσαι βουληθείη, τὸν ἐνταῦθα καλούμενον δίκαιον, ᾧ χρη σάμενος ὁ Θεὸς ὑπουργῷ τὴν νίκην ἐκείνην εἰργά σατο, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται.

ΕΡΜΗΝ. ΤΟΥ ΟΕʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον." Τὴν τοῦ Ἀσσυρίου προσθήκην οὐχ εὗρον ἐν τῷ Ἑξαπλῷ, ἀλλ' ἐν ἐνίοις ἀντιγράφοις. Ταύτην μέντοι ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός· τὰ γὰρ κατὰ τὸν Σενναχηρεὶμ προθεσπίζει, καὶ τὴν ἐπενεχθεῖσαν τῇ στρατιᾷ τι μωρίαν.

βʹ. "Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ." Ἐν μιᾷ γὰρ νυκτὶ τῶν τοσούτων μυριάδων δι' ἀγγέλου τὴν θανατηφόρον δεξαμένων πληγὴν, δῆλος ἐγένετο πᾶσιν ὁ τῶν ὅλων Θεὸς, ἄγαν τοῦ Ἰσραὴλ προμηθούμενος, καὶ ἐν τῇ Ἰουδαίᾳ τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν.

γʹ. "Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών." Τοῦ γὰρ πλήθους ἀναιρεθέντος, οἱ ὑπολειφθέντες διέδρασαν, ἄγγελοι τῆς θείας γεγενημένοι δυνάμεως. Τούτου χάριν σὺν τοῖς ἄλλοις οὐκ ἀνῃρέθησαν. Ἐντεῦθεν ἡ πόλις τῆς εἰρήνης ἀπήλαυσε, καὶ ὑπέλαβον ἅπαν τες, ὡς ἀληθῶς ἐν τῇ Σιὼν κατοικεῖν ηὐδόκησεν ὁ Θεός. Εἶτα διδάσκει, πῶς γνωστός ἐστιν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

δʹ. "Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον." Πρὸ τῶν τῆς πόλεως, φησὶ, περιβόλων, ὁπλίτας κατὰ ταὐτὸν, καὶ τοξότας, καὶ πελταστὰς ἀνελὼν, ἄχρηστα παν τελῶς τὰ τούτων ἀπέφηνεν ὅπλα.

εʹ. "Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰω νίων." Ὁ δὲ Σύμμαχος οὕτως, Ἐπιφανὴς εἶ, ὑπερμεγέθης ἀπὸ ὀρέων θήρας. Ἐν γὰρ τοῖς ἡμε τέροις ὄρεσι τῇ θήρᾳ τοῦ θανάτου τοὺς δυσμενεῖς παραδοὺς, ὑπερμεγέθης καὶ ἐπιφανὴς παρὰ πᾶσιν ἀνεδείχθης. Φωτίζεις γὰρ τῷ θαύματι τοὺς ἀγνοοῦν τας, καὶ διδάσκεις ὅστις ὑπάρχεις. ʹ. "Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν." Μείζονι γὰρ φρονήματι χρησάμενοι κατὰ σοῦ, ἀθρόαν ὑπέμειναν ταραχὴν, διὰ τὴν τῆς ψυ χῆς ἀφροσύνην, καὶ ἀδεῶς καθεύδειν ὑπολαβόντες, τῆς ἐλπίδος ἐψεύσθησαν. Τὸν γὰρ ὕπνον θάνατος διεδέξατο. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι ἀνα στάντες εὗρον ἅπαντα τὰ σώματα νεκρά. "Πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὑτῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι' ἧς τὸν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐ δὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· ζʹ. "Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις." Ἔνευσας, φησὶ, καὶ παραχρῆμα κατέπεσον οἱ τὴν ἱππικὴν εἰδέναι ἀλαζονευόμενοι τέχνην. ∆ιὰ δὲ τοῦ ἐνύστα ξαν τὴν τοῦ θανάτου ἐδήλωσεν εὐκολίαν. Καθάπερ γὰρ ὁ νυστάζων ῥᾳδίως ἐθελήσας καθεύδει, οὕτως ἐκεῖνοι σύντομον ἐδέξαντο τοῦ βίου τὸ πέρας.

ηʹ. "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;" Τίς γὰρ ἱκανὸς ἀντιστῆναί σοι, καὶ διαφυγεῖν τὴν ἐπαγομένην παρὰ σοῦ τιμωρίαν; "Ἀπὸ τότε ἡ ὀργή σου." Εὐθὺς τῆς βλασφημίας ἀκούσας, ἠδύ νασο τοὺς ἀλιτηρίους κολάσαι, ἀλλ' ἐμακροθύμησας προσμένων τὴν μεταβολήν.

θʹ. "Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν." Ἄνωθεν, φησὶν, ἐκφέρεις τὰς ψήφους καθ' ὧν ἐθέλεις. Τὸ μέντοι "ἠκούτισας," ἀκουστὴν ποιήσεις ὁ Σύμμαχος εἴρηκεν. "Γῆ ἐφοβήθη, καὶ ἡσύχασεν, [ιʹ] ἐν τῷ ἀναστῆ ναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς." ∆έους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί λαντας, τῆς σωτηρίας τετυχηκότας.

ιαʹ. "Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι." Τούτων ἀπολαύσαντες τῶν ἀγαθῶν, εἰς ὑμνῳδίαν ἀφιεροῦμεν τοὺς λογισμοὺς, οὐδὲ βραχὺ αὐτῶν μό ριον εἰς ἑτέραν ἀσχολοῦντες φροντίδα.

ιβʹ. "Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν." Ἀλλήλοις ἐγκελεύονται καὶ ὑποσχέσθαι δῶρα, καὶ πληρῶσαι τὰς ὑποσχέσεις. Αἰσχρὸν γὰρ καὶ ἀγνωμοσύνης μεστὸν, τοὺς μὲν ὁμόρους ἅπαν τας τοῦτο δράσαι διὰ τὸ δέος, τοὺς δὲ τῆς εὐεργε σίας τετυχηκότας ἀχαριστίᾳ νοσῆσαι. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. "Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φο βερῷ, [ιγʹ] καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς." Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέν τες θαυμάτων, καὶ διὰ τῶν πραγμάτων μεμαθη κότες, ὡς οὗτος ἀληθῶς ὑπάρχει Θεὸς, ὁ καὶ τοῖς δυναστεύουσι, καὶ τῆς γῆς βασιλεύειν ὑπειληφόσι, θάνατον ἐπάγων.

ΕΡΜΗΝ. ΤΟΥ Ο ʹ ΨΑΛΜΟΥ.

α. "Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Ἀσάφ." Ὁ δὲ Σύμμαχος, διὰ Ἰδιθούμ. Χορὸνδὲ καὶ αὐτὸς ἐπεπίστευτο τὸν Θεὸν ἀνυμνούντων· τοῦτον τοίνυν ὁ Ἀσὰφ, ἢ αὐτὸς εἰρηκὼς, ἢ τῇ τοῦ ∆αβὶδ ὑπουργῶν προφητείᾳ. Ἀποφήνασθαι γὰρ περὶ τῶν ἀμφιβαλλομένων οὐκ ἀκίνδυνον. Προλέγει δὲ τῶν ἐν Βαβυλῶνι δουλεύειν ἠναγκασμένων Ἰσραη λιτῶν, καὶ τὰς τῶν λογισμῶν διχονοίας, καὶ τὰς ἐντεῦθεν φυομένας ὀδύνας. ∆ιδάσκει δὲ καὶ ποίαν αὐτοὺς προσήκει τῷ Θεῷ προσενεγκεῖν προσευχὴν, τὴν τῶν κακῶν αἰτοῦντας ἀπαλλαγήν. Ἐσχημά τισε δὲ τὸν ψαλμὸν, ὡς μετὰ τὴν ἐπάνοδον ταῦτα αὐτὰ διηγουμένων, καὶ τὸν Θεὸν ἀνυμνούντων.

βʹ. "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι." Σπουδαίως, φησὶ, τὴν προσευχὴν προσενήνοχα, καὶ συντόμως τὴν αἴτησιν ἔλαβον. Εἶτα τὸν τούτων διδάσκει καιρόν.

γʹ. "Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα." Ὀδύναις γὰρ βαλλόμενος ἐπιμελῶς τὴν θείαν ἐπι κουρίαν ἐξεζήτησα· τὸ γὰρ ἐξεζήτησα τὴν σπου δαίαν αἰνίττεται προσευχήν. Ἔπειτα δείκνυσι τῆς ἱκετείας τὸν τρόπον. "Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην." Ὁ δὲ Σύμ μαχος οὕτως· Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς. Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξ έτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ δι ήμαρτον τῆς ἐλπίδος. Τοῦτο γὰρ σημαίνει τὸ, "Οὐκ ἠπατήθην," ἀντὶ τοῦ, Οὐ μάτην ἠγρύπνησα, ἀλλ' ἐδρεψάμην τῆς εὐχῆς τὸν καρπόν. "Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. [δʹ.] Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην." Πᾶσαν μὲν ἀπεσεισάμην παραψυχῆς ἀφορμὴν, ψυχαγω γίαν δὲ μόνην εἶχον τοῦ Θεοῦ τὴν μνήμην. "Ἠδο λέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου." Ὁ δὲ Σύμμαχος οὕτως· ∆ιελάλουν ἐμαυτῷ, καὶ ἐλει ποθύμουν. Συνεχῶς ἐμαυτῷ προσδιαλεγόμενος, καὶ τὰ συνέχοντά με κακὰ λογιζόμενος, ἀπηγόρευον τὴν τούτων ἀπαλλαγὴν, καὶ πικρὰς ἐδεχόμην τῆς ἀθυμίας τὰς ἀκίδας.

εʹ. "Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου." Φυλακὰς καλεῖ τὰς τῆς νυκτὸς διαιρέσεις, καθ' ἃς οἱ φύλακες ἀλλήλοις τὴν φυλακὴν ἐγχειρί ζουσι· δηλοῖ δὲ διὰ τούτων τὴν διὰ πάσης τῆς νυκτὸς ἀγρυπνίαν. "Ἐταράχθην, καὶ οὐκ ἐλάλησα." Ταῦτα οἱ αὐτοὶ καὶ ἐν τῷ μαʹ ψαλμῷ· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη." Οὐ γὰρ ἠνεσχόμην ἄλλοις τοὺς ἐμοὺς λογισμοὺς ἐκφῆναι. ʹ, ζʹ. "∆ιελογισάμην ἡμέρας ἀρχαίας· καὶ ἔτη αἰώνια ἐμνήσθην. Καὶ ἐμελέτησα." Τῶν προτέ ρων σου, φησὶν, εὐεργεσιῶν ἀνενεούμην τὴν μνή μην, καὶ ἐνεθυμούμην, ὅσων παρὰ σοῦ τετυχήκα σιν εὐεργεσιῶν οἱ ἡμέτεροι πρόγονοι· ὅπως τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, ὅπως τὴν Ἐρυθρὰν διέβησαν θάλασσαν, ὅπως τὴν ἐπηγγελμένην τοῖς πατράσιν ἀπέλαβον γῆν. "Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου." Τὸ δὲ ἔσκαλλεν, ὁ μὲν Θεοδοτίων, ἐξ ηρεύνησεν, ὁ δὲ Ἀκύλας, ἐσκάλευσεν εἴρηκε. Ταῦτα δὲ, φησὶ, νύκτωρ πρὸς ἐμαυτὸν διαλογιζό μενος, ἀνηρεύνων, τί δήποτε τῶν μὲν ἡμετέρων προγόνων τοσαύτην ἐποιήσατο πρόνοιαν, ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; Ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· ηʹ, θʹ. "Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλεος αὑτοῦ ἀποκόψει;" Ἄρα μὴ παντελῶς τὰ καθ' ἡμᾶς ἀπηγόρευσε, καὶ ἀλλοτρίους ἡμᾶς τῆς οἰκείας κηδεμονίας ἀπέφηνε; "Συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν." Ὁ δὲ Σύμμαχος οὕτως· Συνετέλεσε ῥῆσιν περὶ γενεᾶς ἑκάστης. Ἐδεδίειν δὲ καὶ τοῦτο, φησὶν, ὅτι ἄνωθεν τὰ καθ' ἑκάστην γενεὰν προγινώσκων, τοὺς καθ' ἑκάστην γενεὰν ὅρους ἐκφέρει.

ιʹ. "Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὑτοῦ τοὺς οἰκτιρμοὺς αὑ τοῦ;" Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζό μενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ' ἡμᾶς παραδοῦναι, καὶ καθάπερ τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς.

ιαʹ. "Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίω σις τῆς δεξιᾶς τοῦ Ὑψίστου." Ἐγὼ, φησὶ, πρόξενος ἐγενόμην ἐμαυτῷ τῆς τοιαύτης μεταβολῆς· ἐγὼ διὰ τῆς ἁμαρτίας τὴν τιμωρίαν ἐγέννησα· ἀρχὴν τοί νυν ἔχω τῶν κακῶν. Νῦν ἠρξάμην παιδεύεσθαι ὑπὸ τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἀντὶ τῶν προτέρων εὐεργεσιῶν τὰς εὐωνύμους τιμωρίας ἐπιφερούσης. Ἀλλοίωσιν γὰρ τῆς τοῦ Θεοῦ δεξιᾶς τὴν τιμω ρίαν ἐκάλεσεν, ὡς τῆς δεξιᾶς τοῦ Ὑψίστου εἰωθυίας τὰ ἀγαθὰ χορηγεῖν. Ἀλλ' οὐδὲ τούτοις ἠρκέσθην τοῖς λογισμοῖς. Ἀνέμνησα δὲ ἐμαυτὸν καὶ τῆς ἀγαθό τητος τοῦ ∆εσπότου. Τοῦτο γὰρ λέγει· ιβʹ, ιγʹ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνη σθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπι τηδεύμασί σου ἀδολεσχήσω." Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤ ῥίψω.

ιδʹ. "Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου." Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἐν ἁγιασμῷ ἡ ὁδός σου· ὁ δὲ Ἀκύλας, Ἐν ἡγιασμένῳ. Ἅγιος εἶ,φησὶ, καὶ ἐν ἁγίῳ ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοι κεῖς καὶ ἐμπεριπατεῖς. "Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; [ιεʹ.] Σὺ εἰ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος." Πάντων ὑπερ έχεις, ∆έσποτα· μόνος γὰρ ἅπερ ἐθέλεις θαυμα τουργεῖς. "Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. [ι ʹ.] Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ." Ἅπασιν ἀνθρώποις τὸ σὸνδεδήλωκας κράτος, τῆς Αἰγυπτίων ἐλευθερώσας δου λείας τὸν χρηματίσαντά σου λαόν· οἳ πρόγονον μὲν ἔσχον τὸν Ἰακὼβ, περιφανεῖς δὲ ἐκ τῆς τοῦ Ἰωσὴφ ἀπεφάνθησαν συγγενείας.

ιζʹ, ιηʹ. "Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι. Πλῆ θος ἤχους ὑδάτων." ∆ιὰ πάντων, ∆έσποτα, τὴν σὴν ἔδειξας δύναμιν. Αἰγυπτίους ἐμαστίγωσας, τὸν σὸν λαὸν ἠλευθέρωσας, ἐπεφάνης τῇ θαλάσσῃ, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ῥοώδης ἑκατέρωθεν ἔστη φύσις. "Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. [ιθʹ.] Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ." Ὁ δὲ Σύμμαχος, Ἦχον ἔδωκεν αἰθήρ. Νότου γὰρ, ὡς φησὶν ἡ ἱστορία, βιαίου πνέοντος, διῃρέθη τὸ πέλαγος· τοῦ δὲ ἀέρος συστρεφομένου, καὶ τῶν νεφῶν συνισταμένων, ὁ ἄνεμος τίκτεται. Αἱ δὲ τιμωρίαι σου, φησὶ, δίκην βελῶν κατὰ τῶν πολε μίων ἐχώρουν· τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων ἁρμάτων τροχοὺς συνεπόδισας. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· "Ἐγενήθη γὰρ ἐν τῇ φυ λακῇ τῇ ἑωθινῇ, καὶ εἰσέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων, καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἦγεν αὐτοὺς μετὰ βίας." –"Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκου μένῃ." Τῆς γὰρ θαυματουργίας τὸ φῶς δίκην ἀστρα πῆς εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν. "Ἐσα λεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ." ∆έους ἐπλή σθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν. Τοῦτο καὶ Ῥαὰβ ἡ πόρνη πρὸς τοὺς κατασκόπους ἔφη· "Ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ὑμῶν, ἔπεσεν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ, ὅπως καταδιεῖλε Κύριος ὁ Θεὸς ὑμῶν τὴν Ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν." κʹ. "Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσον ται." Ῥᾴδιόν σοι καὶ θάλασσαν διατεμεῖν, καὶ ἐπὶ ὑδάτων ἐποχεῖσθαι πολλῶν, καὶ μηδὲ ἴχνος καταλιμπάνειν· ἀσώματον γὰρ ἔχεις τὴν φύσιν. Ταῦτα δὲ τοῖς ἄνω προστέθεικεν. Ἀοράτως γὰρ, φησὶν, ἡγούμενος τοῦ λαοῦ, οὐδὲ ἴχνος ἡμῖν τῆς σῆς πορείας ἔδειξας.

καʹ. "Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν χειρὶ Μωσῆ καὶ Ἀαρών." Ἐκείνοις γὰρ χρώμενος ὑπουργοῖς, καὶ δι' ἐκείνων φθεγγόμενος, τὸν σὸν λαὸν ἐποδήγησας, καὶ τὸν σὸν ἐξεπαίδευσας νόμον. Τούτων δὲ ἁπάντων ἐποιήσαντο μνήμην, εἰς ἔλεον τὸν τῶν ὅλων Θεὸν διεγείροντες, καὶ παρακαλοῦντες τῆς αὐτῆς ἀπολαῦσαι κηδεμονίας.

ΕΡΜΗΝ. ΤΟΥ ΟΖʹ ΨΑΛΜΟΥ.

αʹ. "Συνέσεως τῷ Ἀσάφ." Τὸν παλαιὸν δεδω κὼς νόμον ὁ τῶν ὅλων Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ τέκνα διδάσκειν· καὶ μὲν δὴ καὶ τῶν ἑορτῶν τὰς αἰ τίας, τοῖς ἐκγόνοις ὑποδεικνύναι, ὡς ἂν τὰς θείας εὐεργεσίας μανθάνοντες, εὐγνώμονες γένοιντο περὶ τὸν τὰ τοιαῦτα κεχαρισμένον. "∆ιδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, καὶ φυλάξουσι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ, ἵνα εὖ αὐτοῖς γένηται." Τοῦτο πεποίηκεν ἡ προφητικὴ χάρις, καὶ διὰ τοῦ προκειμένου ψαλμοῦ· ἀναμιμνή σκει γὰρ τὸν λαὸν, καὶ τοὺς τούτων ἐκγόνους, τῶν τε ὑπὸ Θεοῦ γεγενημένων, καὶ τῶν παρασχεθέντων ἀγαθῶν, καὶ τῶν ταῦτα δεξαμένων τὴν ἀχάριστον γνώμην. "Προσέχετε, λαός μου, τὸν νόμον μου." Ἐπιμελῶς ὑμᾶς ἀκοῦσαι τῶν λεγομένων παρεγγυῶ· οἷον γάρ τινα νόμον ὑμῖν τὴν προκειμένην προσφέρω παραίνεσιν. "Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου." Προθύμως τῶν παρ' ἐμοῦ λεγο μένων ἀκούσατε.

βʹ. "Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγ ξομαι προβλήματα ἀπ' ἀρχῆς." Ἐπειδὴ γὰρ τὴν τῶν πατέρων ἐποιεῖτο κατηγορίαν εἰς ὠφέλειαν τῶν παίδων, παραβολὴν ἐκάλεσε τὴν τοιαύτην δι ήγησιν, αἰνιγματώδη οὖσαν, καὶ κεκρυμμένην τὴν ὠφέλειαν προσφέρουσαν. Προστέθεικε δὲ, ὅτι καὶ ἀρχαῖα προσφέρει προβλήματα. Καὶ διδάσκων πόθεν ταῦτα μεμάθηκεν, ἐπήγαγεν· γʹ. "Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά." Εἶτα τοὺς τούτων διδασκάλους ὑπέδειξε. "Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. [δʹ.] Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποί ησε." Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμά των αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν παρέπεμψαν. Τοῦτο δὲ, φησὶν, ἐποίουν τῷ θείῳ πειθόμενοι νόμῳ. Τοῦτο γὰρ ἐπήγαγε· εʹ. "Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νό μον ἔθετο ἐν Ἰσραήλ." Μαρτύριον καλεῖ τὴν ἐν τῇ ἐρήμῳ παγεῖσαν σκηνὴν, ὡς ἔχουσαν τὰς πλάκας τοῦ μαρτυρίου. Τὸν γὰρ νόμον, ὡς ἤδη προειρήκαμεν, καὶ ἐντολὰς καλεῖ, καὶ μαρτύρια, καὶ κρίματα, καὶ δικαιώματα· καὶ τοῦτο σαφέστερον ἡμῖν εἴρηται ἐν τῷ ιηʹ ψαλμῷ. "Ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν." Τοῦτο, φησὶ, διὰ τῆς νομοθεσίας ἐκείνης παρεκελεύσατο, ὥστε καθάπερ τινὰ κλῆρον, τὴν τῶν θαυμάτων δι ήγησιν παραπέμψαι τοὺς πατέρας εἰς τοὺς ἐκ γόνους. ʹ. "Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησό μενοι καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν." Οὕτω γὰρ οὗτοι παρὰ τῶν πατέρων ταῦτα μεμαθηκότες, πάλιν τοῖς ἐξ αὐτῶν τὴν αὐτὴν διδασκαλίαν προσέφερον, καὶ ἄληστος ἡ τούτων διεφυλάττετο μνήμη· καὶ τίς ὁ τῆς διδασκαλίας καρπός; ζʹ. "Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὑτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων αὐτοῦ, καὶ τὰς ἐν τολὰς αὐτοῦ ἐκζητήσωσι." Μανθάνοντες γὰρ τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ὅπως αὐτῷ τὰ ἀγαθὰ ποιεῖν ἅπαντα ῥᾴδιον, βεβαίαν κτήσονται τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ τοῖς ὑπ' αὐτοῦ τεθεῖσιν ἀκολουθήσουσι νόμοις.

ηʹ. "Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα." Μανθάνοντες γὰρ τῶν πατέρων τὴν ἀχάριστον γνώμην, καὶ ὅπως τῇ παραβάσει τοῦ νόμου τὸν Θεὸν πολλάκις ἐκίνησαν εἰς ὀργὴν, τὴν ἐκείνων φυλάξονται μίμησιν. "Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὑτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς." Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θε σμοῖς.

θʹ. "Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου." Τῆς τοῦ Ἐφραῒμ φυλῆς διαφερόντως κατηγορεῖ, ὡς περὶ πολ λοῦ ποιησαμένης τῶν εἰδώλων τὴν θεραπείαν· τοῦτο γὰρ καὶ ἡ τῶν Κριτῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ ἡ τρίτη τῶν Βασιλειῶν. Αὐτοὶ γὰρ ἔστησαν τὰς δα μάλεις· καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν τὰς ἐννέα φυλάς· καὶ οὕτω τῆς ἀποστάσεως ἐγένοντο πρόξενοι. Τοῦτο μάλιστα προορῶσα τοῦ Πνεύματος ἡ χάρις, τῆς μηδέπω γεγενημένης ἁμαρτίας κατ ηγορεῖ· τὴν ἁρμόττουσαν αὐτοῖς προσφέρουσα συμ βουλήν· εἰδυῖα μὲν, ὡς οὐ δέξονται τὴν παραίνεσιν, τὴν προσήκουσαν δὲ ὅμως ὠφέλειαν προσφέρουσα. ∆ιδάξασα δὲ αὐτῶν τὴν ῥώμην, καὶ τὴν τοξικὴν ἐπι στήμην, ἐλέγχει καὶ τὴν δειλίαν. Ἐστράφησαν γὰρ ἐν ἡμέρᾳ πολέμου· μεγάλα γὰρ ἐπὶ τῇ πολεμικῇ ἐμπειρίᾳ φρονοῦντες, πολέμου φανέντος ἐτρέποντο εἰς φυγήν.

ιʹ. "Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐβουλήθησαν πορεύεσθαι." Καλῶς ἐνέφηνε τὸ τῆς γνώμης αὐθαίρετον. Οὐκ ἐβου λήθησαν γὰρ, φησὶ, κατὰ νόμον βιῶναι, οὐδὲ τὴν ἔν νομον ἀσπάσασθαι πολιτείαν.

ιαʹ. "Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς." Καὶ δεικνὺς πότε ταῦτα εἰργάσατο, ἐπήγαγεν· ιβʹ. "Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια." Εἶτα τὸν χρόνον καὶ τὸν τόπον διδά σκει· "Ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως." Ταύ τας ἅπαντες τοῦ Θεοῦ τὰς θαυματουργίας, τὰς ἐν Αἰγύπτῳ γεγενημένας, ὧν οἱ πατέρες αὐτῶν αὐτό πται γεγένηνται, τῆς μνήμης ἐξέβαλον.

ιγʹ. "∆ιέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν." Συντόμως ποιεῖ ται τὴν τῶν θαυμάτων διήγησιν, καὶ τὸ μέγιστον τῶν ἄλλων προέταξεν. Ὑπερφυὲς γάρ ἐστι τῆς θα λάσσης τὸ θαῦμα, καὶ ἡ διὰ ταύτης παρασχεθεῖσα πορεία. Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ. Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκρι βῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ θείου λόγου τὴν δύναμιν.

ιδʹ. "Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός." Ἡ γὰρ αὐτὴ νεφέλη μεθ' ἡμέραν μὲν τὸ τῆς ἀκτῖνος λυπηρὸν ἀπεκρούετο, νύκτωρ δὲ τοῦ πυρὸς παρεῖχε τὴν χρείαν.

ιεʹ. "∆ιέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐ τοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ." Οὐ γὰρ βραχεῖαν ἀνεξήγαγε λιβάδα, ἀλλὰ ταῖς πολλαῖς ἐκείναις μυ ριάσιν ἀρκοῦσαν πηγήν. Καὶ τοῦτο σαφέστερον, διὰ τῶν ἐπαγομένων ἐδίδαξε. ι ʹ. "Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατ ήγαγεν ὡς ποταμοὺς ὕδατα." Τὸ γὰρ ἀναβλυσθὲν ὕδωρ εἰς πολλοὺς ὀχετοὺς διῃρέθη, εὐμαρῆ καὶ φιλό τιμον παρέχον τοῖς διψῶσι τὴν χάριν.

ιζʹ, ιηʹ. "Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ. Καὶ ἐξεπεί ρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὑτῶν." Ἀλλ' ὅμως οὐδὲ τοῦτο τῆς γνώμης αὐτῶν τὴν πονηρίαν ἐξέβαλεν, ἀλλ' ἐπ έμειναν τὴν τῆς ἀχαριστίας περικείμενοι νόσον· καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν.

ιθʹ, κʹ. "Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐκεῖ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ;" Εὐπετὲς, φησὶ, τὸ τῶν ὑδάτων, καὶ ῥᾴδιον· τὸ γὰρ ἐν ταῖς λαγόσι κεκρυμμένον τῆς γῆς εἰς τὴν ἐπι φάνειαν ἀνεδόθη. Τὴν δὲ τοῦ ἄρτου τροφὴν, τὴν σπειρομένην, καὶ χρόνῳ φυομένην, πῶς ἂν ἡμῖν ἀθρόως παράσχοι, καὶ τὸν ἐπικείμενον ἐξελάσοι λιμόν; καʹ. "∆ιὰ τοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο· καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ." Οὗ δὴ χάριν ἀγανακτήσας ὁ τῶν ὅλων Κύριος, φησὶν, ἀνεβάλετο μὲν αὐτοῖς δοῦναι τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταῖς δὲ παντοδα παῖς τιμωρίαις ἐξέδωκεν. Οὐκ ἐπήγαγε δὲ αὐτοῖς τὸν ὄλεθρον σύντομον, τοὺς ἐκείνων παῖδας αὐξηθῆναι προσμένων. Μέμνηται δὲ τῆς διὰ τοῦ πυρὸς τιμω ρίας τοῦ μακαρίου Μωσοῦ τὰ συγγράμματα. Ταύ την δὲ, φησὶν, ὑπέμειναν τὴν πληγήν, κβʹ. "Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπι σαν ἐπὶ τὸ σωτήριον αὐτοῦ." Ἀλλ' ὅμως καὶ τοιού τοις οὖσι τὴν ἀγεώργητον παρέσχε τροφήν· τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα.

κγʹ, κδʹ. "Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν." Οὐ γὰρ τὰς συνήθεις ὠδῖνας αἱ νε φέλαι παρέσχον, ἀλλ' ἀντὶ τοῦ ὑετοῦ τοῦ ἄρδειν πε φυκότος τὰ καταβαλλόμενα σπέρματα, τὴν θαυμα σίαν τροφὴν ἀπεκύησαν. Θύρας δὲ οὐρανοῦ ἀνοιγεί σας τὴν ἄνωθεν χορηγίαν ἐκάλεσε. Ἐπειδὴ γὰρ τοῖς ταμιείοις ἐπιτιθέναι θύρας εἰώθαμεν, καὶ ταύ τας ἀνοίγομεν ἐκφέρειν τι βουλόμενοι, δείκνυσιν ὁ προφητικὸς λόγος τὸν τῶν ὅλων Θεὸν, ὥσπερ ἀπό τινων ταμιείων, χορηγοῦντα τὸ μάννα. "Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. [κεʹ.] Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος." Ἄρτον ἀγγέλων καλεῖ, ὡς δι' ἀγγέλων χορηγηθέντα· ἄγγελοι γὰρ, ὡς ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τοῖς θείοις νεύμασιν ὑπουργοῦσι. Λέγει δὲ οὕτως ὁ θεῖος Ἀπό στολος· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη ρονομεῖν σωτηρίαν;" Καὶ πάλιν· "Εἰ γὰρ ὁ δι' ἀγ γέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος," καὶ τὰ ἑξῆς. Ἄρτον δὲ οὐρανοῦ ὡς ἄνωθεν ἐνεχθέντα καλεῖ. Καὶ τοὺς ἀεροπόρους γὰρ ὄρνιθας πετεινὰ οὐρανοῦ ἡ θεία προσαγορεύει Γραφή. "Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς, εἰς πλησμονήν." Εἰς κόρον, φησὶ, ταύτης μετέδωκεν αὐτοῖς τῆς τροφῆς. Εἶτα καὶ τὴν τῶν κρεῶν διέξεισι χορηγίαν. κ ʹ, κζʹ. "Ἀπῆρε νότον ἐξ οὐρανοῦ· καὶ ἐπ ήγαγεν ἐν τῇ δυνάμει αὑτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χνοῦν σάρκας· καὶ ὡσεὶ ἄμμον θαλασσῶν, πετεινὰ πτερωτά." ∆ιὰ γὰρ τῶν ἀνέμων συνελάσας πανταχόθεν τῶν ὀρνίθων ἐκείνων τὸ γένος, καταπτῆναι προσέταξε παρὰ τὰς τούτων σκηνὰς, αὐτόματον αὐτοῖς χαρισάμενος θήραν. κηʹ–λʹ. Καὶ ἔπεσεν εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφα γον καὶ ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς. Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν." Ἀπήλαυσαν, φησὶν, ὧν ὠρέ χθησαν, καὶ τὴν γαστριμαργίαν ἐνέπλησαν· ἀλλ' ὅμως τῆς ἀπληστίας εἰσεπράχθησαν δίκας. "Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, [λαʹ] Καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλε κτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν." Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Ἀλλ' ὅμως, οὐδὲν ἧττον ἐπέμειναν πλημμελοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· λβʹ, λγʹ. "Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλι πον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς." Ἁμαρτάνοντες, φησὶ, καὶ πλημμελοῦντες, καὶ τῶν μὲν ὠφελεῖν δυναμένων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τοῖς δὲ ματαίοις καὶ ἀκερδέσι προστετηκότες ἐπιτηδεύμασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπουδῆς, τὸν βίον ὑπεξ ῆλθον.

λδʹ, λεʹ. "Ὅτ' ἂν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζή τουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι." Οὐ μάτην δὲ αὐτοῖς ὁ φιλάνθρωπος ∆εσπότης τὰς πέδας ἐπήγαγεν· ὠφέλειαν γὰρ ἐντεῦθεν οὐ σμι κρὰν ἐκαρποῦντο. Ἀπολαύοντες μὲν γὰρ τῶν ἀγαθῶν, οὐκ ᾐσθάνοντο· κολαζόμενοι δὲ, τὴν θείαν προσῄεσαν αἰτοῦντες φιλανθρωπίαν. λ ʹ, λζʹ. "Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν· καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ· οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ." Ἀγαπᾷν δὲ αὐτὸν ὑπισχνοῦντο ψευδέσι χρώμενοι λόγοις. Ἀντεφθέγγετο γὰρ τοῖς λόγοις ὁ λογισμὸς, ἐναντία τοῖς θείοις βουλευόμενος νόμοις, καὶ πι στεύειν τοῖς θείοις λογίοις οὐκ ἀνεχόμενος.

ληʹ. "Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. "Ἀλλ' ὅμως αὐτὸς, τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ." Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὑτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὑτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἐπὶ πολὺ ἀπέστρεψε τὴν ὀργὴν αὑτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὑτοῦ. Οὐκ ἀξίαν αὐτοῖς, φησὶ, τῶν πεπλημμελημένων τιμωρίαν ἐπήγαγεν.

λθʹ. "Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευό μενον, καὶ οὐκ ἐπιστρέφον." Ἤδει γὰρ αὐτῶν τῆς φύσεως τὴν ἀσθένειαν· καὶ ὅτι οὐκ εἰς μακρὰν δέξονται τοῦ βίου τὸ πέρας.

μʹ, μαʹ. "Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ· παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ. Καὶ ἐπ έστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν." ∆ιὰ τούτων ἁπάντων τὴν θείαν διδάσκει μακροθυμίαν. Ἀκριβέστερον δὲ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας καταμαθεῖν δυνατόν. Ποτὲ μὲν γὰρ τὸν μόσχον ἐθεοποίησαν· ποτὲ δὲ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ἄλλοτε τὴν κατὰ τοῦ μεγάλου Μωσοῦ ἐμελέτησαν τυραννίδα· τῆς τοῦ μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν· ἀπολα βεῖν τὴν ἐπηγγελμένην κελευσθέντες γῆν, τὸ δέος προὐβάλλοντο· καὶ ἄλλα μυρία πρὸς τούτοις εἰργά σαντο, ἅπερ μηκύνειν οὐκ ἐθέλοντες τὸν λόγον παραλείψομεν.

μβʹ. "Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος," Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐερ γεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι' ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας. Εἶτα διέξεισι τὰς ἐκεῖ γεγενημένας θαυματουργίας.

μγʹ. "Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὑτοῦ, καὶ τὰ τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως." Ἡ Τάνις εἶχε τοῦ Φαραὼ τὰ βασίλεια. Ἐκεῖ δὲ τοῖς Αἰγυπτίοις τὰς τιμωρίας ὁ μέγας ἐπήγαγε Μωσῆς.

μδʹ. "Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν." Πρῶτον μὲν γὰρ οὐ τὰ ποτάμια μόνον ὕδατα, ἀλλὰ καὶ τὰ ἐξ ὑετῶν συνιστάμενα μετέβαλεν εἰς αἵματος φύσιν, τῷ δίψει πιέζων τοὺς ἀντιλέ γοντας.

μεʹ, μ ʹ. "Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθει ρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι." Κυνο μυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησά μενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν. Ἐρυ σίβῃ δὲ καὶ ἀκρίδι τῆς γῆς διέφθειρε τοὺς καρπούς.

μζʹ. "Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐ τῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ." Ἐρυσίβῃ μὲν καὶ ἀκρίδι τὸν καρπὸν κατηνάλωσε, χαλάζῃ δὲ καὶ πάχνῃ καὶ αὐτὰς τὰς ῥίζας τῶν δένδρων ἐνέκρωσε. Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν.

μηʹ. "Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί." Ὁ δὲ Σύμμαχος οὕτως· Τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀθρόαν γὰρ δεξάμενα τελευτὴν, θοίνη τῶν σαρκοβόρων ὀρνί θων ἐγένετο.

μθʹ. "Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν." Θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν· ἀγγέλους δὲ πονηροὺς, τῆς τιμωρίας τοὺς ὑπουργούς· οὔτε φύσεως, οὔτε προαιρέσεως μοχθηρίαν, τὴν πονηρίαν καλῶν, ἀλλὰ τὴν τῆς κολάσεως τιμωρίαν. Οὕτω πονηρὰν ἡμέραν τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος παρεδήλωσεν· ἀντὶ γὰρ ἀγγέλων πονηρῶν, ἀγγέλων κακούντων εἴρηκεν.

νʹ. "Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὑτοῦ." Ἀντὶ τοῦ, οὐκ ἐκώλυσεν ἡ φιλανθρωπία τὴν τιμωρίαν, ἀλλ' ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. "Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. [ναʹ.] Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρ χὴν παντὸς πόνου αὐτῶν. ἐν τοῖς σκηνώμασι Χάμ." Θεασάμενος γὰρ αὐτῶν τὴν ἀντίτυπον γνώμην, ἀφειδῶς αὐτοῖς τὰς τιμωρίας ἐπήγαγε· πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον. Σκηνώ ματα δὲ Χὰμ, τὴν Αἴγυπτον προσηγόρευσεν, ἐπειδὴ τοῦ Χὰμ υἱὸς ὁ Μεσρὲμ, Μεσρὲμ δὲ ἡ Αἴγυ πτος.

νβʹ. "Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὑτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ." Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαόν· ποιμένα μιμούμενος, τῆς ποίμνης ἡγούμενον.

νγʹ. "Καὶ ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν." Πολλὰ γὰρ ἐνέγγυα τῆς οἰκείας δυνάμεως δεδωκὼς, θαῤῥεῖν αὐτῷ, καὶ μὴ δεδιέναι προσέταξε. Τοῦτο δὲ παρὰ μὲν τοῦ Θεοῦ τῶν ὅλων ἐγένετο· ἐκεῖνοι δὲ τῇ δυνάμει τοῦ Θεοῦ θαῤῥεῖν οὐκ ἠβούλοντο. "Καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα." Ἡ γὰρ αὐτὴ θάλασσα τούτοις μὲν παρ έσχεν ὁδὸν, ἐκείνους δὲ τοῖς κύμασιν ἔχωσε.

νδʹ. "Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ." Ἐκεῖ θεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγ γείλατο γῆν· διὰ γὰρ τοῦ Σιὼν ὄρους πᾶσαν τὴν γῆν παρεδήλωσε. "Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας." Τῶν γὰρ παλαιῶν οἰκητόρων τὴν γῆν ἐκείνην ἐλευθερώσας, τούτοις κατὰ τὰς ὑπο σχέσεις τὴν ταύτης δέδωκε δεσποτείαν. Τοῦτο γὰρ δηλοῖ τὸ ἐν σχοινίῳ κληροδοσίας. Τὴν γὰρ οἰκείαν εἰώθασι γῆν οἱ κεκτημένοι μετρεῖν· τοὺς δὲ κλή ρους καὶ τὰς διανεμήσεις ἀκριβέστερον διδάσκει τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἡ συγγραφή.

νεʹ. "Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ." Κατὰ [φυλὰς] γὰρ τὴν γῆν διενείμαντο· οὕτω τὴν μετὰ τὴν ἔρημον αὐτῶν ἀπιστίαν διδάξας, διηγεῖται τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας παρανομίας. ν ʹ. "Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο." Μετὰ τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἐπέμει ναν παρανομοῦντες, καὶ τὰς θείας παραβαίνοντες ἐντολάς.

νζʹ. "Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν." Τὴν τῶν πατέρων ἐμιμή σαντο μοχθηρίαν, καὶ τὴν ἐκείνων θεασάμενοι τιμω ρίαν, οὐδὲν ἐντεῦθεν ἀπώναντο. "Μετεστρά φησαν εἰς τόξον στρεβλόν." Τόξον, κατὰ μὲν τέχνην κατεσκευασμένον, κατὰ σκοποῦ πέμπει τὰ ἀφιέμενα βέλη· διαστροφὴν δέ τινα δεξάμενον, τὰ πεμπόμενα βέλη κατευθύνειν οὐ δύναται. Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς.

νηʹ. "Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐ τῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν." Παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεχόμενοι τὰ ἀγαθὰ, τοῖς ἀψύχοις εἰδώλοις ἐδούλευον.

νθʹ. "Ἤκουσεν ὁ Θεὸς, καὶ ὑπερεῖδε." ∆εομέ νους, φησὶ, τῆς οἰκείας οὐκ ἠξίου προνοίας. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. Παρέ δωκε γὰρ αὐτοὺς, ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε δὲ Μαδιηναίοις, καὶ ἀλλοφύλοις· ποινὴν αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος. "Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ." Τὸν γὰρ πολυθρύλλητον ἐκεῖνον λαὸν, τὸν παραδόξως τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγέντα, ὃν ἡ θάλασσα εἶδε καὶ ἔφυγε, καὶ ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω, τοῦτον οἱ ὅμοροι ῥᾳδίως κατηγωνίζοντο.

ξʹ. "Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις." Ταῦτα δὲ λοιπὸν ἡ ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρα νομίας.

ξαʹ. "Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν· καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθρῶν." Ἰσχὺν αὐτῶν καὶ καλλονὴν τὴν κιβωτὸν λέγει· ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας· τὴν δὲ κιβωτὸν οἱ ἀλλόφυλοι λαβόντες ἀνέθεσαν οἷόν τι ἀκροθίνιον τῷ ∆αγών· εἴδωλον δὲ τοῦτο ἦν, ὑπ' ἐκείνων θεραπευόμενον.

ξβʹ. "Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ ὑπερεῖδε." Παρέδωκε γὰρ αὐτοὺς ταῖς τῶν πολεμίων χερσὶ, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν. Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλεί στης παρ' αὐτοῦ τετυχηκότας ἀεί. Οὕτω δὲ αὐτοὺς καὶ ὁ μέγας προσηγόρευσε Μωσῆς. "Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοί νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." Εἶτα καταλέγει τῆς τιμωρίας τὰ εἴδη.

ξγʹ, ξδʹ. "Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ· καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται." Τοὺς μὲν γὰρ πυρὶ παρέδωκε· τῶν δὲ ὁ συνήθης οὐκ ἐγένετο θρῆνος, ἑκάστου περὶ τὰ οἰκεῖα ἠσχολημένου κακά. Ὀφνὶ δὲ καὶ Φινεὲς οἱ ἱερεῖς, αὐτὴν ἐπιφερόμενοι τὴν κιβωτὸν, ἐδέξαντο τὴν σφαγὴν, δι' αὐτῶν διδασκόμενοι τῶν πραγμάτων, μὴ θαῤῥεῖν παρανομίᾳ συζῶντας τῇ θείᾳ κηδε μονίᾳ.

ξεʹ. "Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος." Ἀλλ' ὅμως ταύταις αὐτοὺς ταῖς τιμωρίαις ὑποβαλὼν, καὶ τοὺς τούτων ἐδίδαξε πολεμίους τὰς τῶν γεγενη μένων αἰτίας. "Ὡς δυνατὸς, καὶ κεκραιπαληκὼς ἐξ οἴνου. [ξ ʹ.] Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς." Οἷον γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τοῖς ἀλλοφύλοις ἐπήνεγκε τὴν πληγὴν, δι' ἣν ἐπ ονείδιστοι παρὰ πᾶσιν ἐγένοντο. Λέγει δὲ τῆς ἕδρας τὸ πάθος, ὅπερ ἡ ἱστορία διδάσκει. Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν· ἔφη γάρ· "Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω·" σεμνότερον τὸ μέρος δηλώσασα τὸ δεξάμενον τὴν πληγήν. Ὕπνον δὲ τὴν μακροθυμίαν ἐκάλεσεν· ἐξ οἴνου δὲ κραιπά λην, τὴν ἀγανάκτησιν. Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη.

ξζʹ. "Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο." Πάλιν τὰς ἄλλας καταλιπὼν φυλὰς, μόνης μέμνηται τῆς Ἐφραΐμ, τὴν ἐσομένην προορῶν τυραννίδα. Ἐκ ταύτης γὰρ Ἱεροβοὰμ ὁρμώμενος, τὰς δέκα φυλὰς ἐκ τῆς ∆αβι τικῆς ἀπέῤῥηξε βασιλείας· Ἰωσὴφ δὲ καὶ Ἐφραῒμ τὴν αὐτὴν λέγει φυλήν· υἱὸς γὰρ τοῦ Ἰωσὴφ ὁ Ἐφραΐμ. Ἀπωσθῆναι δὲ αὐτὴν λέγει, τῷ μὴ διαμεῖναι ἐν τῇ Σηλὼμ τὴν σκηνὴν, ἀλλ' ἐν τῇ Ἱερου σαλὴμ τῆς θείας κιβωτοῦ μεταβῆναι τὴν χάριν, ἐν ᾗ καὶ ὁ Σολομὼν μετὰ ταῦτα τὸν θεῖον νεὼν ἐδεί ματο.

ξηʹ. "Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα· τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν." Ἐξελέξατο μέντοι τὴν φυλὴν Ἰούδα, διὰ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ἀνθήσειν προσδοκωμένην. Ταύτην δὲ τὴν βλάστην καὶ ὁ πατριάρ χης Ἰακὼβ προεθέσπισεν εὐλογῶν τὸν Ἰούδαν· μέμνηται δὲ αὐτῆς καὶ ὁ θεσπέσιος Παῦλος, οὑτωσὶ λέγων· "Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός." Ταύτης οὖν ἕνεκα τὴν Ἰούδα φυλὴν τῶν ἄλλων προείλετο· ἐπειδὴ δὲ τοῦτό πως ἠγνοεῖτο τοῖς πολλοῖς τὸ μυστήριον, μάλα σαφῶς ἐπήγαγε· "Τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν," ἵνα τῶν ἄλλων φυλῶν κατασβέσῃ τὸν φθόνον, μο νονουχὶ λέγων· Μηδεμίαν ἀφορμὴν ζηλοτυπίας εἰσδέξησθε. ∆ιὰ γὰρ τὸ Σιὼν ὄρος ἐξελέξατο τὴν Ἰούδα φυλήν. Ἄλλως τε καὶ σεβάσμιον βούλεται δεῖξαι τὸ ὄρος, διὰ τὸν οἰκοδομηθησόμενον νεὼν ἐν αὐτῷ.

ξθʹ. "Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ." Κέρατι τὸν μονόκερων ἑνὶ καθω πλίσθαι φασίν· ἕνα δὲ προσκυνεῖν Θεὸν καὶ ὁ νόμος ἐδίδαξεν. Εἰκότως τοίνυν ἀπείκασε μονοκέρωτι τὸν ἕνα νεὼν, τὸν τῷ ἑνὶ ἀφιερωμένον Θεῷ. "Ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα." Ὁ δὲ Σύμμαχος οὕτως· Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσας εἰς τὸν αἰῶνα. Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι. Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε.

οʹ. "Καὶ ἐξελέξατο ∆αβὶδ τὸν δοῦλον αὑτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων." Κατὰ ταυτὸν διὰ τούτων ἐδήλωσε, καὶ τοῦ ∆αβὶδ τὴν ἀρετὴν, δοῦλον αὐτὸν ὀνομάσας Θεοῦ, καὶ τοῦ Θεοῦ τὴν φιλοτιμίαν, ὅτι τὸν προβατέα βασιλέα πεποίηκεν.

οαʹ. "Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀκολουθοῦντα ἐγκύμοσιν ἤγαγεν αὐτόν. Ἐπίτασις δὲ τῆς φιλοτιμίας καὶ τοῦτο· οὐδὲ γὰρ ποιμὴν τέλειος ἦν, ἀλλ' ὑπουργὸς ποιμένος, τοῖς τίκτουσι τῶν προβάτων ἑπόμενος. "Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὑτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὑτοῦ· καὶ ἐποίμα νεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὑτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὐτούς." Καὶ τοῦτο δὲ δείκνυσι τὴν τῆς κηδεμονίας ὑπερβο λήν· οὐ γὰρ τοῖς τυχοῦσιν ἀνθρώποις ἐπέστησε τὸν τῶν προβάτων νομέα, ἀλλ' ἁπλότητι σύνεσιν κεράσας, κατὰ τοὺς θείους αὐτοὺς ἐποδήγησε νόμους, Τούτοις ἔοικεν ἡ τοῦ Κυρίου νομοθεσία· "Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστε ραί." Ἑκατέρου γὰρ ἐξορίσας κακίαν, καὶ τοῦ μὲν τὴν κακουργίαν, τῆς δὲ τὴν ἄνοιαν ἐξελὼν, τὴν ἐπαινουμένην ἐκέρασεν ἀρετήν. Ταύτην καὶ ἡμᾶς ἐν ἑαυτοῖς κατορθῶσαι προσήκει, καὶ τῷ μακαρίῳ ∆αβὶδ κληθέντας παραπλησίως, μᾶλλον δὲ ἐπὶ μεί ζοσι· μειζόνων γὰρ πραγμάτων διακονίαν ἐνεχειρί σθημεν· ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθημεν, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου νομοθεσίαν.

ΕΡΜΗΝ. ΤΟΥ ΟΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν κατὰ τοῦ λαοῦ τῶν Ἰουδαίων μανίαν ὁ προφητικὸς προθεσπίζει λόγος. Τὴν δὲ χρησμολο γίαν εἰς εὐχὴν σχηματίζει, ὡς ὑπὸ τῶν εὐσεβῶν τῶν ἐσομένων τηνικαῦτα προσφερομένην, οὐδέπω μὲν νενικηκότων, ἔτι δὲ περικλυζομένων ταῖς συμφο ραῖς. "Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου." Σοφῶς ἡ τοῦ Πνεύματος χάρις τοὺς ταῖς χαλεπαῖς ἐκείναις προσπαλαίοντας συμφοραῖς ἐδίδαξεν ἄρξασθαι τῆς ἱκετείας. Οὐ γὰρ τὰ οἰκεῖα πρότερον διηγήσαντο πάθη· ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμε λήσαντος νόμον. Ἔθνη, φησὶ, δυσσεβείᾳ καὶ παρα νομίᾳ συζῶντα τῆς σῆς κληρονομίας ἐκράτησαν. Ἐπιβῆναι γὰρ τῶν ἀδύτων τοῦ σοῦ νεὼ κατετόλμη σαν. Οὐ βωμοῖς δὲ μόνον, καὶ θυσίαις δαιμόνων, τὰ σὰ κατεμίαναν ἅγια.

βʹ. "Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον." Ἄρδην γὰρ πᾶσαν τὴν πόλιν πορθήσαντες, οὐδὲν σκηνῆς διαφέρειν εἰς ὀπωροφυλάκιον γενομέ νης, τὴν πολυθρύλλητον ἐπέφηναν Ἱερουσαλήμ. "Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς." Τοσαύτῃ θηριωδία καὶ μανίᾳ κατὰ τῶν σῶν θεραπόντων ἐχρήσαντο, ὡς τοῖς θηρίοις καὶ τοῖς τῶν πετεινῶν σαρκοβόροις τὰ τούτων σώματα προθεῖναι θοίνην.

γʹ. "Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων." Μιαιφόνον δὲ κεκτημένοι τὴν γνώμην, ἀναιροῦσι μὲν τοὺς εὐσεβείᾳ συζῶντας· αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦ σθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν.

δʹ. "Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν." Ταῦτα ἡμᾶς ἐπονειδίστους τοῖς ὁμόροις εἰργάσαντο· διὰ ταῦτα ἐπίχαρτοι τοῖς πλησιοχώροις γεγόναμεν. Γείτονας δὲ καλεῖ τοὺς Ἀλλοφύλους, τοὺς Ἰδουμαίους, τοὺς Ἀμμανίτας, τοὺς Μωαβίτας, καὶ τὰ ἄλλα ἔθνη τὰ ὅμορα, ἅπερ αὐτοῖς ἀντίπαλα καὶ πολέμια ἦν ἀεί.

εʹ. "Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;" Νομοθετῶν ὁ Θεὸς αὐτῷ μόνῳ λατρεύειν προσέταξε, καὶ ἕτερον μηδένα καλούμενον προσκυνῆσαι Θεὸν, "Ὅτι ἐγὼ, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ κατ αναλίσκον." [Ἀλλ' ὡς πολλάκις ἡμῖν εἴρηται, μηδεὶς ἀκούων ἕνα Θεὸν μοναρχίαν ὑπολάβοι· τὴν γὰρ ἀπερινόητον καὶ ἀεὶ οὖσαν οὐσίαν τὴν ἐν Πα τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην, Θεὸν ὀνομάζει· ὅτι δὲ νομοθετεῖ ὁ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφι βάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἀνέμνησε λόγος· "Ἐκκαυθή σεται ὡς πῦρ ὁ ζῆλός σου." Μὴ ἐπιπλεῖστον ∆έ σποτα, φησὶν, ὀργισθῇς, μηδὲ πυρὸς δίκην διὰ τὰς ἡμετέρας πλημμελείας τὸν καθ' ἡμῶν ζῆλον ἐξάψῃς. ʹ. "Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη, τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο." Ἐπειδὴ δίκας ἁμαρτημά των τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ' ἐκείνων ἱκε τεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυσ σεβείᾳ δουλεύουσιν.

ζʹ. "Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν." Σαφὲς δὲ καὶ τοῦτο τῆς ἐκείνων παρανομίας τεκμήριον· οὐδὲν γὰρ παρ' ἡμῶν κακὸν ὑπομείναντες, ἡμᾶς μὲν σφαγαῖς κατανάλωσαν, τὴν δὲ χώραν ἐδῄωσαν, καὶ τὰς πόλεις ἐπόρθησαν. Τὸν δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ, Σύμμαχος δὲ καλλονὴν αὐτοῦ, ὁ δὲ Θεοδοτίων, εὐ πρέπειαν αὐτοῦ ἡρμήνευσαν· δι' ὧν μᾶλλον ὁ θεῖος οἶκος δεδήλωται. Καλῶς δὲ τὸν λαὸν Ἰακὼβ προσ ηγόρευσε, τῇ τοῦ προπάτορος μνήμῃ τὸν Θεὸν εἰς ἔλεον διεγείρων.

ηʹ. "Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων." Εὐσε βεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον. Ἀοίδι μος γὰρ ἡ τῶν Μακκαβαίων ἀρετή. Εἰκότως τοίνυν ἀντιβολοῦσι, μὴ τῶν προτέρων ἁμαρτημάτων εὐθύ νας τὸν λαὸν εἰσπραχθῆναι. Ἀλλὰ τοῦτο μὲν τεθεί κασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατ ιδεῖν. Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυ σιν ἀρετήν· τὸ τῶν μὲν προτέρων ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν. "Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. [θʹ] Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν." Ὄρεξον ὅτι τάχιστα τὴν ἄμαχόν σου ῥοπήν· πάσης γὰρ ἔρημοι προνοίας γεγόναμεν· σὲ δὲ μόνον ἐπίκουρον ἔχομεν καὶ σω τῆρα. "Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς· καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου." Οὐδαμοῦ τῆς σφετέ ρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν· ἡμῶν γὰρ, φησὶ, κακοπραγούντων, κατὰ τοῦ σοῦ ὀνόματος ἡ βλασφημία χωρεῖ. Ἀντιβολοῦμεν τοίνυν, παριδεῖν μὲν σὲ τὰ πλημμελήματα· μετα βαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑπο δεῖξαι τοῖς ἀγνοοῦσι.

ιʹ. "Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;" Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενη μένον τοῦτο εἰρήκασιν· Εἰς τί λέγει τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τοῦτό με, φησὶν, ἀνιᾷ, τοῦτό με κεντεῖ πάσης ἀκίδος ὀξύτερον, τὸ ὑπὸ τῶν ἐθνῶν κατὰ σοῦ τὴν βλασφημίαν τολμᾶσθαι, καὶ ἐπιτωθάζοντας λέγειν, Ποῦ ἐστιν ὁ Θεὸς ὑμῶν, ὃν λέγετε μαστιγῶσαι τὴν Αἴγυπτον, διῃρηκέναι τὴν θάλατταν, [ὑμῖν δὲ δωρῆσαι διάβασιν, καὶ τ' ἄλλα πάντα δεδρακέναι] τὰ μεγάλα καὶ πολυθρύλ λητα; "Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου, τοῦ ἐκκεχυμένου." Ἀντιβολοῦμεν τοίνυν, τού τους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν.

ιαʹ. "Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων." Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόν τας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου κατα ψηφίσασθαι γένους· ἀλλὰ τῶν ἀνῃρημένων περισῶ σαι τοὺς παῖδας, καὶ νεολαίαν ἐξ αὐτῶν κατα στῆσαι.

ιβʹ. "Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε." Πολλαπλασίαν τοῖς ὁμόροις τῆς βλασφημίας τὴν τιμωρίαν ἐπάγαγε. Οὐ γὰρ ὡρισμένον ἀριθμὸν διὰ τῶν εἰρημένων ἐδήλωσεν, ἀλλὰ μεγίστην αὐτοῖς ἐπαχθῆναι τιμωρίαν ἐξ ῄτησε. Τοιοῦτο καὶ τὸ, "Στεῖρα ἔτεκεν ἑπτὰ," ἀντὶ τοῦ πολλά. Τὸν δὲ κόλπον εἴρηκεν, ἐκ μεταφορᾶς τῶν ἐν τῷ κόλπῳ τι φερόντων, καὶ ἀσφαλῶς συν εχόντων, ὥστε μηδὲν ἐκπεσεῖν· ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς.

ιγʹ. "Ἡμεῖς δὲ λαός σου, καὶ πρόβατα νομῆς σου· ἀνθομολογησόμεθά σοι, ὁ Θεὸς, εἰς τὸν αἰῶνα· εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου." Ἡμεῖς δὲ οἱ λαὸς σὸς χρηματίσαντες, καὶ ποίμνιον ὀνομαζόμενοι σὸν, ἐνδελεχῶς σοι τοὺς ὕμνους προσοίσομεν· καὶ τὰς ὑπὲρ τῆς εὐεργεσίας ὁμολογήσομεν χάριτας· καὶ ἀναγράπτους ταύτας πεποιηκότες, τοῖς ἐσομένοις ἀνθρώποις προσοίσομεν τὴν τούτων διήγησιν· τὸ μέντοι ἀνθομολογησόμεθα, ἀντὶ τοῦ ἐξομολογησόμεθα εἴρηκε· τὴν εὐχα ριστίαν δὲ τὸ ὄνομα δηλοῖ.

ΕΡΜΗΝ. ΤΟΥ ΟΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις· ὑπὲρ τῶν ἀλλοιω θησομένων. Μαρτύριον τῷ Ἀσάφ. Ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου." Μεταβολήν τινων πραγμάτων ὁ παρὼν προλέγει ψαλμός· ἡ γὰρ ἀλλοίωσις τοῦτο δηλοῖ, καὶ μαρτύρεται· διὰ τοῦτο καὶ μαρτύριον πρόσκειται. Προθεσπίζει δὲ ἡ χάρις τοῦ Πνεύμα τος τὸν τῶν Ἰουδαίων ἀνδραποδισμὸν, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ὁ ψαλμὸς τῷ Θεῷ τῶν ὅλων, ὡς ὑπ' αὐτῶν ἐκείνων προσφερομένην. ∆ιδάσκει γὰρ αὐτοὺς ἡ προφητικὴ χάρις, ὁποίοις δεῖ τὸν Θεὸν ἱλεώσασθαι ῥήμασι, καὶ εἰς ἔλεον διεγεῖραι. Προλέγει δὲ καὶ τὴν ἐσομένην πᾶσιν ἀνθρώποις διὰ τοῦ ∆εσπότου Χριστοῦ σω τηρίαν.

βʹ. "Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες." Σὲ, ∆έσποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. "Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ." Οἷόν τισι λύκοις πε ριπεσόντα τοῖς ἀδελφοῖς, τῶν ἐκείνων ἀπαλλάξας χειρῶν, ἐποδήγησας εἰς Αἴγυπτον, καὶ κρείττονα τῶν ἐπιβουλευσάντων ἀπέφηνας. Οὕτω τὴν εἰς αὐ τοὺς γεγενημένην κηδεμονίαν διεξελθὼν, ἐπὶ τὴν γενικωτέραν ἐξουσίαν μετέβη. "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι." Ἐπειδὴ γὰρ τούτων μό νων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλα στήριον τέθεικε, δι' ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπι καθήμενον ἐπιφανῆναι ἱκέτευσεν.

γʹ. "Ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ." Ἐπιφανῆναί σε, φησὶν, ἱκετεύω τῷ σῷ λαῷ. ∆ιὰ γὰρ τῶν εἰρημένων φυλῶν πάντα δεδήλωκε τὸν λαόν. Τούτων δὲ ἐμνημόνευσεν, ἐπειδὴ καὶ τοῦ Ἰωσὴφ ἐποιήσατο μνήμην. Τοῦ δὲ Ἰωσὴφ ὁ μὲν Ἐφραῒμ καὶ ὁ Μανασσῆς παῖδες· ὁ δὲ Βενιαμὶν ἀδελφὸς ὁμομήτριος. "Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς." Ὡς μακροθυ μοῦντα, καὶ ἡσυχίᾳ χρώμενον, τὸν Θεὸν διανίστη σιν. Ἅπασάν σου τὴν δύναμιν, φησὶ, κίνησον, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν. [Τοῦτο μὲν, ὡς εἴρηταί μοι ἀνωτέρω, ὁ ἀνδραποδισθεὶς τὸ τηνικαῦτα παρὰ τῶν Ἀσσυρίων λαὸς, τοῦτο δὲ τὰ ἔθνη ἀντιβολεῖ, κηδόμενα τὴν παρὰ τοῦ εὐεργέτου σωτηρίαν· τοῦτο γὰρ θέλει εἰπεῖν ὁ προφητικὸς νοῦς καὶ διὰ τῶν ἑξῆς.] δʹ. "Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς." Τῆς δουλείας ἐλευθέρωσον, καὶ τὴν ἐπάνοδον χά ρισαι. [Ὁ μὲν τὴν ἐκ Βαβυλῶνος ἱκετεύων, ὁ δὲ τὴν ἐξ εἰδώλων ἐπιστροφήν.] Εἶτα τοῦ πράγματος διδάσκει τὴν εὐκολίαν. "Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα." Ἀρκεῖς γὰρ φαινόμενος λῦσαι τὰς συμφοράς.

εʹ. "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργί ζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;" Μέχρι πότε, ∆έσποτα, τὰς ἐμὰς παραπέμπῃ λιτὰς, ἐπὶ τοῖς ἐμοῖς πλημμελήμασιν ὀργιζόμενος; ∆οῦλον δὲ αὐτοῦ τὸν λαὸν ὀνομάζει. Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου, ἀντὶ τοῦ, δούλου σου, τεθείκασιν. ʹ. "Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων· καὶ πο τιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ." Ὁ χρόνος ἐν ταῦθα ἐνήλλακται· καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν· "Ἐψώμισας ἡμᾶς ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ." Λέγει δὲ, ὅτι Καὶ τὴν τροφὴν ἡμῶν, καὶ τὸ πόμα δάκρυσι συνεκέρασας· ὀδυρόμενοι γὰρ καὶ στένοντες μετα λαγχάνομεν τῆς ἀναγκαίας τροφῆς. Τοῦτο δὲ πε ποίηκεν ἀντιμετρήσας ταῖς ἁμαρτίαις τὴν τιμω ρίαν. Τοῦτο καὶ ὁ Κύριος· "Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν." Τοῦτο καὶ Ζαχαρίας εἶδεν ὁ προφήτης τὸ μέτρον, τῆς Βαβυλῶνος προ θεσπίζων τὸν ὄλεθρον. ∆ύο γὰρ ἔφησε θεᾶσθαι γυναῖκας, ἔποπος μὲν ἐχούσας πτερὰ, τὸ δὲ μέ τρον φερούσας, καὶ τοῦτο προσταχθείσας εἰς Βαβυ λῶνα κομίσαι. ∆ιὰ τούτων δὲ διδασκόμεθα τῆς θείας ψήφου τὸ δίκαιον.

ζʹ. "Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς." Ἐπονείδιστοι γεγόναμεν καὶ τοῖς γειτονεύουσιν ἔθνεσιν, ἀεὶ τὴν πρὸς ἡμᾶς ἐσχηκόσι δυσμένειαν· [ἀλλ' ὅμως οὐκ ἀπέστημέν σου· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ἔφη].

ηʹ. "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησό μεθα." Τῇ σῇ τοίνυν ἐπιφανείᾳ σκέδασον τὸ ζοφῶδες νέφος τῶν συμφορῶν, καὶ τὴν ἐπάνοδον χάρισαι· [τοῦτο μὲν ὁ λαὸς ἀντιβολῶν· τοῦτο δὲ καὶ τὰ ἔθνη· ἐπιφάνειαν λέγων τὴν ἔνσαρκον παρουσίαν.] ∆υνατὸς γὰρ εἶ, καὶ τῶν δυνάμεων Κύριος. [Τότε μὲν ἀοράτως ἐκείνους ἐκ τῆς αἰχμαλωσίας ἀνακα λούμενος, τὰ δὲ ἔθνη τῇ σῇ οἰκονομίᾳ περιποιησά μενος.] Εἶτα τὰς παλαιὰς εὐεργεσίας διέξεισι, τῆς ὁμοίας ἀπολαῦσαι προμηθείας ἀντιβολῶν.

θʹ, ιʹ. "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμ προσθεν αὐτῆς· καὶ κατεφύτευσας τὰς ῥίζας αὐ τῆς, καὶ ἐπλήρωσε τὴν γῆν." Σὺ, ∆έσποτα, τὴν ἄδικον τῶν Αἰγυπτίων κατέλυσας δυναστείαν· σὺ τὰ τῶν Χαναναίων ἔθνη πανωλεθρίᾳ παρέδωκας, καὶ τὸν σὸν λαὸν καθάπερ ἄμπελον ἐξ Αἰγύπτου μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύ τευσας γῇ.

ιαʹ, ιβʹ. "Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς." Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμεινε τῇ τροπῇ· καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύπτουσαν τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληχότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου ∆αβὶδ, καὶ ἐπὶ τοῦ Σολομῶντος, μεμαθήκαμεν γεγενῆσθαι. Ὁ μὲν γὰρ [μέγας] ∆αβὶδ οὐ μόνον παρὰ τῶν Ἀλλοφύλων, καὶ Ἰδουμαίων, καὶ Ἀμμανιτῶν, καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων, δασμὸν ἐκομίζετο· πρὸς δὲ τὸν Σολομῶντα καὶ ἡ Αἰθιό πων ἔδραμε βασιλίς· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ τῆς ἀμπέλου, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους, τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν ὑποδεξαμένους ἐπίγνωσιν. ∆ιὰ πάντων δὲ τὴν προ τέραν εὐκληρίαν ἐδήλωσε τοῦ λαοῦ.

ιγʹ. "Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;" Τί δήποτε τῆς σῆς αὐτὴν προνοίας ἐγύ μνωσας, καὶ πεποίηκας τοῖς ἀδικεῖν βουλομένοις εὐ χείρωτον; Φραγμὸν δὲ τὴν ἀσφάλειαν κέκληκεν. Ὃ γάρ ἐστιν ἀμπελῶνι φραγμὸς, τοῦτο ἡ τοῦ Θεοῦ πρόνοια τοῖς αὐτῆς ἠξιωμένοις. "Παραπο ρευομένους δὲ ὁδὸν," τοὺς πολεμίους. Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν· οὕτως ὁ τῆς θείας γεγυμνωμένος Κηδεμονίας τοῖς ἀδικεῖν ἐθέλουσιν εὐχείρωτος γίνεται.

ιδʹ. "Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ μο νιὸς ἄγριος κατενεμήσατο αὐτήν." Τὰς διαφόρους τῶν Ἀσσυρίων ἐφόδους διὰ τούτων ἐδήλωσε. Σαλμα νασὰρ γὰρ καὶ Σεναχηρεὶμ τὰς ἄλλας ἐξεπόρθησαν πόλεις· ὁ δὲ Ναβουχοδονόσορ, τὴν Ἱερουσαλὴμ πο λιορκήσας, τοὺς τὸν θάνατον διαφυγόντας ἐξηνδρα ποδίσατο. Καὶ ἐπειδὴ ἄμπελον τὸν Ἰσραὴλ προσηγόρευσεν, εἰκότως ὗν ἄγριον ὠνόμασε τὸν τούτου πολέμιον· διαφερόντως δὲ τόδε τὸ θηρίον ἀμπέλων ἐπίβουλον. Μονιὸν δὲ ἄγριον καλεῖ, τὸν καθ' ἑαυτὸν διάγοντα σῦν, ὃς τῶν ἄλλων ἐστὶν ἀγριώτερος, ἅτε δὴ καὶ τὴν πρὸς αὐτοὺς κοινω νίαν ἀποστρεφόμενος. Ἐπειδὴ τοίνυν καὶ ὁ Ναβου χοδονόσορ τῶν ἄλλων βασιλέων θηριωδέστερος ἦν, εἰκότως αὐτὸν ὠνόμασε μονιὸν ἄγριον.

ιεʹ, ι ʹ. "Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε· καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην. Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου." Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν ∆εσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὐτὴ πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν. ∆εξιὰν δὲ καλεῖ τὴν Πρόνοιαν. "Καὶ ἐπὶ Υἱὸν ἀν θρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ." Ἐνταῦθα τὴν ἐκεῖθεν βλάστησιν τοῦ ∆εσπότου διδάσκει Χριστοῦ. Ἱκετεύει γὰρ ἐπιμελείας ἀξιωθῆναι τὴν ἄμπελον, διὰ τὸν ἐξ αὐτῆς ληφθησόμενον ναὸν, ὃν Υἱὸν ἀν θρώπου σαφῶς προσηγόρευσεν. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καίτοι Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει, ἀπὸ τῆς ὁρωμένης φύσεως τὴν προσηγορίαν τιθείς. ∆ι δάσκει τοίνυν ὁ προφητικὸς λόγος, τοὺς δορυαλώτους γεγενημένους ἱκετεῦσαι τὸν τῶν ὅλων Θεὸν, φειδώ τινα τῆς ἀμπέλου ποιήσασθαι διὰ τὴν ἐκεῖθεν φυο μένην σωτήριον ῥίζαν. Οὕτω γὰρ ἑαυτὸν καὶ ὁ Κύριος ὀνομάζει λέγων· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν." Ὡς γὰρ ἄνθρωπος, ἄμπελός ἐστιν· ὡς δὲ Θεὸς, καὶ γεωργὸς, σπείρων σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὑτοῦ. Ἐπειδὴ γὰρ ἐκ ταύτης ἐβλάστησε τῆς ἀμπέλου, τῆς ἀχρήστου γεγενη μένης, καὶ ἀκάνθας ἀντὶ βοτρύων τῷ γεωργῷ προσ ενεγκούσης, αὐτὸς ἀληθινὴ γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πε πιστευκότων τὸ πλῆθος. Τούτων ἀληθῶς ἡ σκιὰ ἐκάλυψε τὰ ὄρη, καὶ αἱ ἀναδενδράδες τὰς κέδρους. Αὕτη ἀληθῶς ἡ ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. [Οὐδὲ γάρ ἐστι τόπος, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ οὐχ ἵδρυνται τῆς ἀμπέλου ταύτης αἱ θεῖαι ληνοί.] ∆ιὰ ταύτην ἱκετεύουσι κἀκείνην ἀπολαῦσαι φειδοῦς, τὰ παντοδαπὰ αὐτῆς διηγούμενοι πάθη.

ιζʹ. "Ἐμπεπυρισμένη πυρὶ, καὶ ἀνεσκαμμένη." Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυ λώνιον ὁ ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει. Ὁ Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον πυρὶ παραδέδωκεν· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν. "Ἀπὸ ἐπιτιμήσεως τοῦ προσ ώπου σου ἀπολοῦνται." [Ἀλλὰ σοῦ φαινομένου καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιηʹ. "Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ." [̓Απολαύσωμεν τοίνυν τῆς σῆς κηδεμονίας διὰ τὸ οὕτω σε φιλανθρωπίᾳ νικώμενον ἐξ ἡμῶν σαρκοῦ σθαι· Υἱὸν δὲ ἀνθρώπου τὸν Κύριον τῆς δόξης ὀνο μάζει· περὶ οὗ Παῦλος· "Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν."] ιθʹ. "Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ." [Ἀψευ δὴς γὰρ ὑπάρχεις τὰς σὰς πληρῶσαι ὑποσχέσεις.] Ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπι γνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ὑμνή σει. "Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσό μεθα." Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν.

κʹ. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθη σόμεθα." ∆ιὰ ταῦτα τοίνυν ἅπαντα, καὶ τὴν ἐσομένην δι' ἡμῶν ἅπασιν ἀνθρώποις σωτηρίαν, λῦσον μὲν ἡμῖν τὰ σκυθρωπὰ, χάρισαι δὲ τὴν ἐπάνοδον· εἰ γὰρ μόνον φανῇς, τῆς σωτη ρίας τευξόμεθα. ΕΡΜΗΝ. ΤΟΥ Πʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Ἀσάφ." Τὴν Ἰουδαίων οὗτος ὁ ψαλμὸς ἀνάκλησιν προθεσπίζει, καὶ τὴν μετὰ ταῦτα γενομένην ἀλ λοτρίωσιν· μεθ' ἣν ἡ κλῆσις τῶν ἐθνῶν, καὶ ὁ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος. Ἐσχημάτισται δὲ τοῦ ψαλμοῦ τὸ προοίμιον, ὡς ἐπανελθόντων ἤδη τῶν τὴν ἱκετείαν προσενηνοχότων ἐκείνην, καὶ χορευόντων, καὶ ἀλλήλοις παρεγγυώντων ὑμνεῖν τὸν σεσωκότα Θεόν.

βʹ. "Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν." Ὁ δὲ Σύμμαχος, εὐφημεῖτε εἴρηκεν· ὁ δὲ Ἀκύλας, αἰνοποιεῖτε. Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαρι στήριον ὕμνον, τῷ τῆς οἰκείας ἡμῖν μεταδεδωκότι προνοίας. "Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ." Ἐπινίκιος ὁ ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν. Πα ρακελεύονται τοίνυν ἀλλήλοις τῷ τὴν νίκην δωρησα μένῳ Θεῷ τὴν ὑμνῳδίαν ὑφῆναι.

γʹ. "Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον· ψαλτή ριον τερπνὸν μετὰ κιθάρας." ∆ιαφόροις ὀργάνοις κεχρημένοι τὴν θείαν ἀνεκρούοντο μελῳδίαν· καὶ τοῦτο τῶν Παραλειπομένων ἡ ἱστορία διδάσκει. Παρ εγγυᾷ τοίνυν τοῖς χοροῖς ἐκείνοις ὁ λόγος ἀλλήλοις ἀντιδιδόναι τὴν παναρμόνιον τῶν ὀργάνων ἐκεί νων ἠχήν· καὶ τούτους μὲν λύραις, ἐκείνους δὲ τυμπάνοις, ἄλλους δὲ κιθάραις τὸν Θεὸν ἀνυμνῆ σαι. Τὸ δὲ ψαλτήριον ὁ Σύμμαχος λύραν ἐκά λεσεν.

δʹ, εʹ. "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστιν· καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ." Ταῖς σάλπιγξιν ἐκέλευσεν ὁ Θεὸς τοὺς ἱερέας κεχρῆσθαι. Ἀνεμίμνησκον δὲ αὗται τὸν λαὸν τῶν ἐν τῷ ὄρει γενομένων σαλπίγγων. Τοῦ Θεοῦ γὰρ τῶν ὄλων ἐν τῷ Σινᾷ ὄρει διαλεγομένου, φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Ἐκείνης τοίνυν τῆς ἐπιφανείας ἀνεμί μνησκον τὸν λαὸν ταῖς σάλπιγξιν οἱ ἱερεῖς κεχρημέ νοι. Καὶ οὗτοι τοίνυν τοὺς τῆς ἐπανόδου τετυχηκό τας, καὶ τῆς θείας ἐπικουρίας ἀπολαύσαντας, εἰκότως μετὰ τῶν ἄλλων ὀργάνων, καὶ ταῖς σάλ πιγξι παρεκελεύοντο χρήσασθαι. ʹ. "Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου." Ἰωσὴφ ἐν ταῦθα πάντα καλεῖ τὸν λαόν· ἐπειδὴ γὰρ τῆς εἰς Αἴγυπτον εἰσόδου ὁ Ἰωσὴφ αὐτοῖς ἐγένετο πρόξενος, ἐξ αὐτοῦ τὸν λαὸν προσηγόρευσε. Λέγει δὲ ὅτι ταύτην ἔδωκε τῷ λαῷ τὴν νομοθεσίαν, τῆς Αἰγύ πτου τοῦτον ἐλευθερώσας. Εἶτα τὰς γεγενημένας εὐεργεσίας διέξεισιν. "Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν." Φωνῆς γὰρ πώποτε θείας οὐκ ἀπο λαύσας, ταύτης ἐπήκουσεν ἐν τῇ ἐρήμῳ τὸν νόμον δεχόμενος.

ζʹ. "Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν." Τοὺς ἐν Αἰγύπτῳ πόνους, καὶ τὴν πικρὰν δουλείαν, καὶ τὴν πλινθουργίαν διὰ τούτων ἐδήλωσε. Τοῖς ὤμοις γὰρ, ὡς εἰκὸς, φέρειν ἠναγκάζοντο τὸν πηλόν· τὰ δὲ νῶτα διαφερόντως τῶν τοιούτων ἐπαισθάνε ται πόνων. Ἐντεῦθεν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσ άγει διαλεγόμενον. Καὶ πρῶτον μὲν τῶν εὐεργεσιῶν τῶν γεγενημένων ἀναμιμνήσκει, εἶτα παραίνεσιν εἰσφέρει καὶ συμβουλήν· μετὰ ταῦτα προλέγει τὴν ἀπείθειαν, καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν.

ηʹ. "Ἐν θλίψει ἐπεκαλέσω με· καὶ ἐρυσάμην σε." Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπω ρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. "Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν." –"Ἐπ ήκουσά σε ἐν ἀποκρύφῳ καταιγίδος." Ὁ δὲ Σύμ μαχος οὕτως· Ἐπήκουσά σε διὰ κρυφαίας βροντῆς· καὶ οἱ ἄλλοι δὲ τὴν βρόντησιν ὁμοίως τεθείκασι. ∆ηλοῖ δὲ διὰ τούτου ὅτι μὴ φαινόμε νος, ἀλλ' ἀόρατον ἔχων τὴν φύσιν, κατάδηλον πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν πεποίηκα, οἷόν τινα βροντὴν, ταῖς κατὰ τῶν Αἰγυπτίων πληγαῖς σημάνας ἅπασιν ὅσην ποιοῦμαί σου πρόνοιαν. "Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας." Εἰς Μεῤ ῥὰν ἐλθόντες, καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ, καὶ Μωσοῦ κατεβόησαν, καὶ τοῦ Θεοῦ κατελάλησαν. Ἀπὸ τοῦ πράγματος τοίνυν ὁ τόπος τὴν προσηγο ρίαν ἐδέξατο. Λέγει τοίνυν, ὅτι ∆ιήλεγξά σε παρ' ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην· ῥᾳδίως δὲ αὐτοῦ μετέβαλον τὴν ποιότητα, καὶ γλυκεῖαν ἀπέ φηνα τὴν πικράν.

θʹ. "Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σου." Πεῖραν τοίνυν τῆς ἐμῆς δυνάμεως εἰληφὼς, δέξαι προθύμως τὰς παρ' ἐμοῦ σοι προσφερομένας νομοθεσίας. ∆ιαμαρτυρία γάρ ἐστι, προλέγουσά σοι τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπει θείας τὴν ὠφέλειαν. "Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, [ιʹ.] οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλο τρίῳ." [Καὶ σαφέστερον αὐτοῖς ἑαυτὸν φανεροῖ τῷ εἰπεῖν·] ιαʹ. "Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀν αγαγών σε ἐκ γῆς Αἰγύπτου." Ταῦτα καὶ τοῦ νόμου τὸ προοίμιον ἔχει. "Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ." Καὶ ἐνταῦθα τοίνυν παρακελεύεται ἀλλότριον καὶ νέον μὴ προσ κυνῆσαι δεὸν, ἀλλὰ τὸν τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενον. Ταῦτα δὲ καὶ τὴν Ἀρείου καὶ Εὐ νομίου παραπληξίαν ἐλέγχει. Εἰ γὰρ οὐχ ὁμοού σιος ὁ Μονογενὴς, ἀλλότριος ἄρα καλοῖτο ἂν εἰκότως· καὶ εἰ ἦν ὅτε οὐκ ἦν, πρόσφατος καὶ οὐκ ἀΐδιος. Τὸν θεῖον τοίνυν προφανῶς παραβαίνουσι νόμον, [καὶ μάλιστα οἱ τὰ τοῦ δυσσεβοῦς Νεστο ρίου δογματίζοντες,] ἀλλότριον καὶ πρόσφατον προσ κυνοῦντες Θεόν. Ἀλλὰ γὰρ οὐ καιρὸς τὴν ἐκείνων ἐμβροντησίαν διελέγχειν· ἀπόχρη δὲ ὅμως καὶ ταῦτα εἰς ἔλεγχον τῆς αὐτῶν παρανο μίας. "Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό." Εὐπειθῆ, φησὶν, ἑαυτὸν διὰ τῆς εὐπει θείας κατάστησον, καὶ δέξαι τὴν ἀφθονίαν τῶν ἀγαθῶν· ἐντεῦθεν ἐπὶ τὴν κατηγορίαν μεταφέρει τὸν λόγον.

ιβʹ. "Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι." Ἐγὼ μὲν οὖν ταύτην αὐτῷ τὴν συμβουλὴν προσενήνοχα· αὐτὸς δὲ οὔτε ἀκοῦσαι, οὔτε προσέχειν τοῖς ὑπ' ἐμοῦ λε γομένοις ὑπέσχετο.

ιγʹ. "Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτη δεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. "Ὁ δὲ Σύμμαχος οὕτως· Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Οὕτως δὲ καὶ ὁ Ἀκύλας, Καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν σκολιότητι καρδίας αὐτῶν, πορεύσονται ἐν βου λεύμασιν αὐτῶν. Ἀπειθῆ γὰρ αὐτὸν θεασάμενος, τῆς μὲν ἐμαυτοῦ κηδεμονίας αὐτὸν ἐγύμνωσα. Εἴασα δὲ αὐτὸν τοῖς οἰκείοις φέρεσθαι λογισμοῖς, ὡς ἀνερμάτιστον καὶ ἀκυβέρνητον σκάφος· πρό κειται δὲ εἰς θεωρίαν τοῖς βουλομένοις ἡ τῆς προφητείας ἀλήθεια. Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ' ἐλευ θέρων ἐγένοντο. ∆υσσεβείᾳ δὲ πάσῃ συζῶσι, γοη τείαις καὶ δαιμόνων ἐπῳδαῖς κεχρημένοι, τὸν δὲ σεσωκότα Θεὸν προσκυνεῖν οὐκ ἐθέλοντες.

ιδʹ, ιεʹ. "Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχ θροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου." Εἰ δὲ τῶν ἐμῶν ἠνέσχετο παραινέσεων, καὶ ταῖς ἐμαῖς ἠκο λούθησεν ἐντολαῖς, ῥᾳδίως ἂν αὐτῶν κατέλυσα τοὺς ἐχθρούς. Τὸ γὰρ, ἐν τῷ μηδενὶ, τὴν εὐκολίαν δηλοῖ, ἀντὶ τοῦ, Ἀκονητὶ καὶ ἀπόνως, καὶ ἐν ἀκαρεῖ τὸν ἐκείνων ὄλεθρον ἐπενεγκεῖν ἠδυνάμην. ι ʹ. "Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ." Ὁ δὲ Ἀκύλας οὕτως, Μισοποιοῦντες Κύριον ἀρνή σονται. Τῇ γὰρ ἀρνήσει τοῦ ∆εσπότου Χριστοῦ τὸ καθ' ἑαυτῶν κατεσκεύασαν μῖσος, καὶ ἐχθροὺς ἑαυτοὺς τοῦ Κυρίου κατέστησαν ψευσάμενοι αὐτῷ, καὶ τὰς γεγενημένας παραβάντες συνθή κας. Μετὰ γὰρ τὴν νομοθεσίαν ἀπεκρίνατο, φησὶν, ὁ λαός· "Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ποιήσο μεν καὶ ἀκουσόμεθα." Καὶ αἱ μὲν ὑποσχέσεις τοιαῦται, τὰ δὲ ῥήματα ἄντικρυς ἐναντία. Φα νέντα γὰρ τὸν οἰκεῖον ∆εσπότην ἐσταύρωσαν, ἀλλ' ἐδέξαντο τῆς ἀσεβείας ἐπιτίμιον, τὸν αἰώνιον ὄλε θρον. [Οὐκ αὐτοὶ δὲ μόνον, ἀλλὰ καὶ Ἄρειος καὶ Εὐνόμιος καὶ Νεστόριος καὶ οἱ τὰ ἐκείνων θρη σκεύοντες.] Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν. "Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα." Σα φέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· εἰρηκὼς γὰρ, Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ, ἐπήγα γεν, Ἀλλ' ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Καιρὸν δὲ καλεῖ τὰς συμφοράς. Οὕτω γὰρ καὶ οἱ Σύροι, καὶ οἱ Ἑβραῖοι [ταύτας] ὀνομάζειν εἰώθασι· πολλοὶ δὲ καὶ παρ' ἡμῖν οὕτω ταύτας ἀποκα λοῦσι. Λέγει τοίνυν, ὅτι ταύταις Ἰουδαῖοι οὐ κατά τινα ῥητὸν περιπεσοῦνται χρόνον, ἀλλ' εἰς αἰῶνα διατελοῦσι τῆς θείας ἐστερημένοι κηδεμο νίας. Ἔοικε δὲ τοῦτο τοῦ ογʹ ψαλμοῦ τῷ προοιμίῳ, "Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;" Καὶ γὰρ ἐκεῖ τὴν παντελῆ τῶν Ἰουδαίων ἀποβολὴν προηγόρευσεν.

ιζʹ. "Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ· καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς." Πολλὴν δὲ, φησὶν, ἀχαριστίαν νενοσηκότες, οὐκ ἐμνήσθησαν τῶν ἤδη παρασχεθέντων αὐτοῖς ἀγαθῶν. Ἐν μὲν γὰρ τῇ ἐρήμῳ τὸ ἥδιστον αὐτοῖς ἐκ τῆς πέτρας ἐξήγαγεν ὕδωρ, ὃ διψῶσιν αὐτοῖς ἐνομίσθη μιμεῖ σθαι γλυκύτητα μέλιτος· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγε λίας τοὺς ἀπὸ τῆς γῆς αὐτοῖς ἀφθόνως ἐδωρή σατο καρπούς. Ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν παρ εδήλωσε, καὶ διὰ τοῦ σίτου καὶ τῶν ἄλλων καρπῶν τὴν χορηγίαν ἐσήμανεν. ΕΡΜΗΝ. ΤΟΥ ΠΑʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Τὴν ἀποβολὴν εἰπὼν τῶν Ἰουδαίων ἐν τῷ πρὸ τούτου ψαλμῷ, ἐνταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκτίθησι, δι' ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλλετο· διδάσκων πάντως, ὡς εἴγε ἐκείνους μιμησόμεθα, τοῖς αὐτοῖς ἢ χείροσι περιπέ σομεν. "Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ." Τοὺς Ἰουδαίων ἄρχοντας θεοὺς, ὡς τὸ κρίνειν πεπιστευμένους, ὠνόμασεν. Οὕτως αὐτοὺς καὶ ὁ νόμος ἀποκαλεῖ. "Θεοὺς οὐ κακο λογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κα κῶς." Ἐπειδὴ γὰρ ἀληθῶς κριτὴς ὁ Θεός ἐστιν, ἐνε χειρίσθησαν δὲ καὶ οἱ ἄνθρωποι κρίνειν, προσηγο ρεύθησαν οἱ ταῦτα πεπιστευμένοι θεοὶ, ἅτε δὴ Θεὸν ἐν τούτῳ μιμούμενοι. Ἀλλὰ τοὺς οὐκ ἐνδίκως δικάζοντας, οὐδὲ ἀκλινῶς κατέχοντας τὰ τῆς δίκης ζυγὰ, ὁ δίκαιος ἐνταῦθα διελέγχει κριτὴς, καὶ τὴν ἐσομένην ὑπ' αὐτοῦ δικαίαν κρίσιν προαγορεύει.

βʹ. "Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;" Μέχρι τίνος, φησὶν, ἀδέ καστον οὐκ ἐκφέρετε ψῆφον, ἀλλὰ τῶν δυνατῶν καὶ παρανόμων ἐλέγχειν παραιτεῖσθε τὴν ἀδικίαν, καὶ παρορᾶτε τοὺς πενίᾳ συζῶντας ἀπὸ τούτων ἀδικουμένους; γʹ. "Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε." Ἑκάτερος δὲ τούτων ἐν δεὴς βοηθείας.

δʹ. "Ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσασθε αὐτόν." Μὴ γένηται τοῖς ἀδικοῦσιν ὁ πένης εὐχείρωτος ὑμῶν προστατευόντων, καὶ τὸ δικάζειν πεπιστευμένων.

εʹ. "Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει δια πορεύονται." Ἀλλὰ τούτων οὐδὲν ἠθέλησαν συν ιδεῖν, οὐδὲ τῷ τῶν ἐμῶν λόγων καταυγασθῆναι φωτί· διά τοι τοῦτο, ὡς ἐν νυκτὶ καὶ ζόφῳ διάγοντες πολιτεύονται. "Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς." Ταύτης ἕνεκα τῆς ἀληθείας ταραχῆς καὶ ζάλης ὁ βίος ἐμπέπλησται, καὶ τοῖς ἐπαλλήλοις ἡ γῆ κλονεῖται κακοῖς. ʹ. "Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πάντες." Ἐγὼ μὲν οὖν ὑμᾶς τετίμηκα· καὶ τῆς ἐμαυτοῦ προσηγορίας μετέδωκα, καὶ υἱοὺς ἐμοὺς προσηγόρευσα.

ζʹ. "Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε." Ὁ δὲ Σύμμαχος οὕτως· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθανεῖσθε, καὶ ὡς εἷς τῶν ἀρχόντων πεσεῖσθε. Τὴν γὰρ οἰκείαν τιμὴν ἀγνοήσαντες, τᾲ αὐτὰ τῷ διαβόλῳ πεπόνθατε, ὃς ἀρχὴν παρ' ἐμοῦ πιστευθεὶς, καὶ χρήσασθαι τοῖς δοθεῖσιν εἰς δέον οὐκ ἐθελήσας, ἐξέπεσε τῆς τιμῆς· τὸν αὐτὸν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπομένετε θάνατον, εὔκλειαν οὐδεμίαν μετὰ θάνατον ἔχοντες. Οὕτως ὁ προφητικὸς λόγος τῶν ἀδίκων κριτῶν τὸν ἔλεγχον ποιησάμενος, τὸν ἀληθῆ καὶ δίκαιον ἱκετεύει Κριτὴν τῆς οἰκουμένης τὴν κρίσιν ποιή σασθαι.

ηʹ. "Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν." Ταῦτα δὲ ἄντικρυς τοῦ ∆εσπότου Χριστοῦ τὴν κρίσιν δηλοῖ. Πρὸς αὐτὸν γὰρ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν ὁ Πατήρ· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Τοιγάρτοι τοῦτον ὁ προφήτης ἀντιβολεῖ ἐπιφανῆναι ταχέως, καὶ κρῖναι δικαίως, καὶ τοὺς ἀδίκους παῦσαι κριτὰς, καὶ τὴν μὲν Ἰουδαίων κλη ρονομίαν καταλιπεῖν, ἀντιλαβεῖν δὲ τὴν τῶν ἐθνῶν, [μᾶλλον δὲ ταύτην περιηγήσασθαι] καὶ πᾶσιν ἀνθρώποις ὀρέξαι τὴν σωτηρίαν [διὰ τῆς ἀκαταλή πτου αὐτοῦ οἰκονομίας.]

ΕΡΜΗΝ. ΤΟΥ ΠΒʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ." Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν νεουργίαν τοῦ θείου νεὼ, καὶ τὴν τῶν Ἰουδαίων περιφάνειαν οἱ ἀστυγείτονες θεασάμενοι, κατὰ ταυτὸν συναγείρονται, καὶ ἕτερα βάρβαρα συναθροίσαντες ἔθνη, τὸν πρὸς Ἰουδαίους ἐδέξαντο πόλεμον. Καὶ ταῦτα προλέγουσι μὲν οἱ θειότατοι Ἰωὴλ, καὶ Ἐζεκιὴλ, προλέγει δὲ Μιχαίας, καὶ Ζαχαρίας, οἱ θαυμάσιοι προφῆται. Νικῶσι δὲ ὅμως ἅπαντας, στρατηγοῦντος μὲν τοῦ Ζοροβάβελ, ἄνωθεν δὲ τοῦ Θεοῦ συμμαχοῦντος, καὶ τὸ τῶν πολεμίων καταλύοντος θράσος. Ταῦτα οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ἡ προφητεία τοῦ θείου Πνεύματος τοὺς τηνικαῦτα πολεμουμένους διδάσκοντος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι.

βʹ. "Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;" Οὐδὲ πᾶσα, φησὶ, κατὰ ταυτὸν συναθροισθεῖσα τῶν ἀγγέ λων καὶ τῶν ἀνθρώπων ἡ φύσις παραβληθῆναι τῇ σῇ δυνάμει δυνήσεται· ἀσύγκριτον γὰρ ἔχεις τὸ κράτος. Τὸ δὲ τίς, ἀντὶ τοῦ οὐδεὶς τέθεικεν. "Μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός." Ἱκετεύομέν σε, ∆έσποτα, μὴ χρήσασθαι τῇ συνήθει μακροθυμίᾳ. Τὸ γὰρ Μὴ καταπραΰνῃς τοῦτο δηλοῖ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Μὴ ἠρεμήσῃς. Εἶτα διδάσκει τῆς ἐντεύξεως τὴν αἰτίαν.

γʹ. "Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν." ∆ίκην, φησὶ, θαλάτ της ἠχοῦσι, καὶ κυμαίνουσι, καθ' ἡμῶν ἀλαζονείᾳ καὶ θρασύτητι κεχρημένοι, οἱ διὰ τὴν πρός σε δυσμέ νειαν τὸν καθ' ἡμῶν ἀναδεξάμενοι πόλεμον. Πρός σε γὰρ ἀπεχθανόμενοι τὸν ἀνακείμενόν σοι πολιορ κοῦσι λαόν. δʹ "Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐπεβουλεύσαντο κατὰ τῶν ἁγίων σου." Ὁ δὲ Σύμμαχος οὕτως· ἀντὶ τῶν ἁγίων σου, Κατὰ τοῦ ἀποκρύφου σου. Ὁ δὲ Ἀκύλας· Κατὰ τοῦ συγκεκρυμμένου σου. Οὕτω καὶ ὁ Θεοδοτίων. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ ∆εσπότης Χριστὸς, συνελη λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε. Τῆς γὰρ ῥίζης ἐκτε μνομένης, πόθεν ὁ καρπὸς φυήσεται; Τοῦτο δὲ καὶ διὰ Ἡσαΐου δεδήλωκεν ὁ τῶν ὅλων Θεός. "Ὃν τρόπον, φησὶν, ὅτ' ἂν εὑρεθῇ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· διὰ τοῦτον οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ τότε, φησὶ, τοὺς λοιποὺς πανωλεθρίᾳ παραδώσω." ∆ιὰ τὴν ῥῶγα τοίνυν τὴν μίαν ἅπας ὁ βότρυς κηδε μονίας ἀπήλαυσε, μᾶλλον δὲ ἅπας ὁ ἀμπελών· ἐκείνης δὲ ληφθείσης, καὶ μετ' ἐκείνου συλλε γέντος τοῦ ἄλλου καρποῦ, ὁ λοιπὸς ἀμπελὼν παρε δόθη θηρίοις, καὶ λυμαίνεται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανέμεται, καὶ πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν συμπατοῦσιν ὡς βούλον ται. Τοῦτο δὲ καὶ ἐνταῦθα προσευχόμενοι λέγουσιν, ὅτι, Οὐ καθ' ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκε κρυμμένου σου τολμῶσι λυττᾷν. [Τὸ γὰρ, Ἆρον, ἆρον, σταύρωσον, δήλους αὐτοὺς πεποίηκε ὡσανεὶ κυνῶν δίκην λυττῶντας. Τούτοις δὲ σύμφωνα καὶ τὰ ἐπαγόμενα.] εʹ. Εἶπον, ∆εῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους· καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι." Πανωλεθρίαν ἡμῖν ἐπάγειν βούλονται, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα κατα λέγει τοὺς ὁμόρους, ὑφ' ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον. ʹ. "Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο." Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον συμφώνως ἀναδεξάμενοι, εἰσί.

ζʹ. "Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ Ἰσμαηλῖται." Ἰδουμαῖοι ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατῆγον. Ἐδὼμ γὰρ ὁ Ἠσαῦ ὠνομάσθη· Ἰσμαηλῖταιδὲ, τοῦ Ἰσμαὴλ ἀπόγονοι. "Μωὰβ, καὶ οἱ Ἀγαρηνοί." Μωὰβ τοῦ Λὼτ υἱὸς, ἔθνος δὲ καὶ ἐκ τούτου συνέστη Ἀγαρηνοὶ, ἄλλη φυλὴ τοῦ Ἰσμαὴλ, ἀπὸ τῆς Ἄγαρ ὠνομασμένη· μήτηρ δὲ αὕτη τοῦ Ἰσμαήλ.

ηʹ. "Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ." Ὁ δὲἈμαλὴκ, ἔκγονος καὶ αὐτὸς τοῦ Ἠσαῦ· ἔθνος μέντοι καὶ ἀπὸ τούτου συνέστη· Ἀμμὼν τοῦ Λὼτ υἱός· τμῆμα δέ εἰσι καὶ οὗτοι τῆς Ἀραβίας· καὶ Γεβαληνοὶ δὲ τῆς Ἰδουμαίας περίοικοι. "Ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον." Ἀλλοφύλους οἱ ἄλλοι Φιλιστιαίους καλοῦσιν ἑρμηνευταί· οὓς ἡμεῖς ὀνομάζομεν Παλαιστινούς· οὗτοι γὰρ μόνοι καταλειφθέντες ἐκ τοῦ γένους τοῦ Χαναὰν, καὶ παρὰ τὸν Ἰσραὴλ οἰκοῦντες, εἰκότως ἀλλόφυλοι διαφερόν τως ἐκλήθησαν.

θʹ. "Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν." Ἀσσύριοι κατ' ἐκεῖνον οὐκ ἐβασίλευον τὸν καιρόν· αἰνίττεται τοίνυν ὁ λόγος τοὺς Σαμαρείτας, ἀποίκους Ἀσσυρίων ὄντας, μετὰ τὴν αἰχμαλωσίαν τῶν δέκα φυλῶν ἐν ταῖς ἐκείνων οἰκήσαντας πόλεσιν. "Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ." ∆ηλοῖ δὲ ὁ λόγος, Μωαβίτας καὶ Ἀμμανίτας διαφερόντως κατὰ τοῦ λαοῦ θρασυνθέντας, καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη.

ιʹ, ιαʹ. "Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ· ὡς τῷ Ἰαβὶν ἐν τῷ χειμάῤῥῳ Κισσῶν. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ." Τῶν προτέρων εὐεργεσιῶν μνημονεύουσιν εὐγνώμονες, τὴν αὐτὴν αἰτοῦντες ἐπικουρίαν· τούτους μέν τοι τοὺς στρατ ηγοὺς Βαραὰκ καὶ ἡ προφῆτις ∆εβόῤῥα κατέλυ σεν. "Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ." Ἄταφοι γὰρ διαμείναντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν.

ιβʹ, ιγʹ. "Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανᾶν. Πάντας τοὺς ἄρχοντας αὐτῶν." Καὶ τούτων ἡ τῶν Κριτῶν ἱστορία μέμνηται· ἀνεῖλε δὲ αὐτοὺς Γεδεὼν ὑπὸ τῆς θείας χάριτος στρατηγούμενος. Τούτοις παρα πλησίως, καὶ τοὺς σφετέρους πολεμίους ἀντιβολοῦσι καταλυθῆναι, καὶ τὴν αἰτίαν διδάσκουσιν. "Οἵ τινες εἶπον· Κληρονομήσωμεν, ἑαυτοῖς τὸ ἁγια στήριον τοῦ Θεοῦ." Νεανιεύονται γὰρ, καὶ θρα σύνονται καὶ τοῦ ἀνακειμένου σοι κρατήσειν ναοῦ. Ἁγιαστήριον γὰρ τοῦ Θεοῦ τὸν ναὸν προσηγόρευ σεν. Ὁ δὲ Σύμμαχος τὸ ἁγιαστήριον δίαιταν εἴρη κεν. Ἐντεῦθεν δήλη γέγονε πᾶσα τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀνῳκοδόμησαν τὸν νεὼν, πᾶσα δὲ ἡ νομικὴ λατρεία διὰ τούτου ἐπετελεῖτο· τούτου γὰρ δίχα λατρεύειν οὐκ ἦν κατὰ νόμον· διὰ δὲ τὴν κατὰ νόμον πολιτείαν ἀπηχθάνοντο πρὸς Ἰουδαίους οἱ ἀστυγείτονες· κατὰ τοῦ ναοῦ πᾶσαν ἐποιήσαντο τὴν ὁρμὴν, ὥστε σὺν τούτῳ καὶ τὸ ἔθνος, καὶ τὴν κατὰ νόμον καταπαῦσαι λα τρείαν.

ιδʹ. "Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν." Ἀντὶ τοῦ, Ἐν συμφοραῖς αὐτοὺς παντοδαπαῖς περιστρέφεσθαι κέλευσον, καὶ κακοῖς ἐπαλλήλοις περί βαλλε. "Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου." Σκέδασον αὐτοὺς δίκην καλάμης ὑπὸ ἀνέμου ῥιπι ζομένης. ιεʹ ι ʹ. "Ὡς πῦρ, ὃ διαφλέξει δρυμὸν ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σοῦ ταρά ξεις αὐτούς." Ἐν τοῖς δρυμοῖς αὐτομάτως ἐξάπτεται φλὸξ, τῶν δένδρων ὑπὸ σφοδροτέρου πνεύματος κινουμένων, καὶ ἀλλήλοις συντριβομένων, καὶ τῇ τρίψει τὸ θάλπος ἐργαζομένων, καὶ κατὰ μικρὸν δι' ἀλλήλων ἐξαπτομένων. Παραπλησίως τοί νυν καὶ τούτους ἱκετεύουσιν ὑπ' ἀλλήλων ἀναλωθῆ ναι, καὶ ταῖς οἰκείαις ἐκδοθῆναι παρανομίαις, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." ιζʹ. "Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας· καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε." ∆ιαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώ σονταί σου τὴν δύναμιν.

ιηʹ, ιθʹ. "Αἰσχυνθήτωσαν, καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν." Ἀγαθὰ τοῖς ἐχθροῖς αἰτοῦσι καὶ πολεμούμενοι. Ἱκετεύουσι γὰρ αὐτοὺς, ἀντὶ μὲν τῆς θρασύτητος αἰσχύνῃ περι βληθῆναι· διὰ δὲ τῆς αἰσχύνης καρπώσασθαι τὴν θείαν ἐπίγνωσιν· καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ ∆εσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.]

ΕΡΜΗΝ. ΤΟΥ ΠΓʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὑπὲρ τῶν ληνῶν, τοῖς υἱοῖς Κορέ." ∆ιπλῆ τοῦ ψαλμοῦ ἡ προφητεία. Προαγορεύει γὰρ οὐ μόνον τὴν Ἰουδαίων ἀνάκλησιν ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. Ληνοὺς δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς Ἐκκλησίας καλεῖ. Ἐν ταύταις γὰρ καὶ ὁ πνευματικὸς ἀμπελὼν τὸν οἰκεῖον προσφέρει καρπὸν, καὶ τὸν σωτήριον κατασκευάζομεν οἶνον, τὸν ἀληθῶς εὐφραίνοντα τῶν πεπιστευκότων τὰς καρδίας.

βʹ, γʹ. "Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου." Ταῦτα καὶ οἱ ἐν Βαβυ λῶνι διάγοντες ἐδιδάχθησαν λέγειν, ἵνα ποθήσωσι τὴν ἐπάνοδον, καὶ τῆς κατὰ νόμον ὀρεχθῶσιν λα τρείας. Καὶ μέντοι καὶ ἡμεῖς, οἱ τῆς σωτηρίας τετυχηκότες, καὶ ἐκ τῶν θείων σηκῶν τὴν ὠφέ λειαν καρπούμενοι. ∆ιαφερόντως δὲ ἡμῖν ἡ προφητεία προσήκει. Πολλὰ γὰρ ἔσεσθαι προλέγει σκηνώματα, καὶ πολλὰς ὀνομάζει ληνοὺς, καὶ θυσια στηρίων ὡσαύτως μνημονεύει πολλῶν. Ἰουδαῖοι δὲ ἕνα εἶχον νεὼν, καὶ ἓν ὁμοίως θυσιαστήριον. Ἑκάστη μὲν τῶν εἰρημένων λέξις εἰς ἔρωτα θεῖον πυρσεύει τὴν γνώμην. Ἀγαπητὰ μὲν γὰρ λέγει, καὶ ἀξιέραστα τοῦ Θεοῦ τὰ σκηνώματα, οὐχ ἁπλῶς δὲ ποθεῖν, ἀλλὰ καὶ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Σύμφωνα δὲ τούτοις καὶ τὰ μετὰ ταῦτα. "Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιά σαντο ἐπὶ Θεὸν ζῶντα." Οὐχ ἡ ψυχὴ δὲ μόνη γάννυται, καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοι νώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. ∆ιὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλω νίων θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγό νων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσιν. [Αὐτοῦ γάρ ἐστι φωνή· "Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί."] δʹ. "Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς." Ὁ δὲ Ἀκύλας οὕτω· Καί γε ὄρνεον εὗρεν ἑαυτῷ οἶκον, καὶ στρουθίον νοσσιὰν αὐτῷ, οὗ ἔθετο νεοσσοὺς αὐτοῦ. Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰ κείους ἑαυτῶν τρέφουσι νεοττούς· οὕτως ἡμεῖς πάλαι μὲν ἐπλανώμεθα, νῦν δὲ ὑπὸ τῆς σῆς χάριτος προκληθέντες, καὶ τὰς σὰς εὑρόντες σκηνὰς, παρὰ τὰ θυσιαστήριά σου τοὺς οἰκείους ἐκπαιδεύομεν νεοττοὺς, μετὰ τῶν ἡμετέρων σοι προσεδρεύοντες παίδων, καὶ τὴν πνευματικὴν τροφὴν παρὰ σοῦ κομιζόμενοι. "Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου, καὶ ὁ Θεός μου." Ἡμῶν γὰρ καλιὰ, καὶ νοττιὰ, καὶ ἀπόλαυσις ἀγαθῶν, τὰ ἅγιά σου θυσιαστήρια. Παρ' ἐκεῖνα γὰρ, καθάπερ νεοττοὶ κεχηνότες, παρὰ σοῦ κομιζόμεθα τὴν θείαν τροφὴν καὶ σωτήριον.

εʹ. "Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε." Τούτων δὲ ἕκαστον τυπικῶς μὲν τοῖς ἐν Βαβυλῶνι συμβαίνει· ἡμῖν δὲ προσήκει κατ' αὐτὴν τὴν ἀλήθειαν. Καὶ γὰρ ἐκεῖνοι πόῤῥω ὄντες τοῦ θείου νεὼ, μακαρίζουσι τοὺς τῆς ἐκεῖθεν ἀπολαύοντας προμηθείας· καὶ ἡμεῖς γευσάμενοι τῆς θείας γλυ κύτητος, ζηλωτοὺς ἀποκαλοῦμεν τοὺς διηνεκῶς τῷ Θεῷ προσεδρεύοντας, καὶ τοῖς θείοις ἀγαθοῖς ἐντρυφῶντας. ʹ. "Μακάριος ἀνὴρ οὗ ἐστὶν ἀντίληψις αὐτῷ παρά σου, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ." Μα καρίζει ὁ λόγος τὸν τῆς θείας ἀεὶ κηδεμονίας τυγ χάνοντα, καὶ τῇ θείᾳ χάριτι τὸν νοῦν φωτιζόμενον, καὶ ἀεὶ τοὺς εὐσεβεῖς ἐν αὐτῷ στρέφοντα λογι σμούς. Θεοῦ γὰρ ἀναβάσεις εἰς καρδίαν γινομένας, τοὺς εὐσεβεῖς περὶ Θεοῦ λογισμοὺς ὁ προφητικὸς ὠνόμασε λόγος.

ζʹ. ∆ιέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθε τῶν." Ὁ γὰρ τοῦ Θεοῦ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ δεχόμενος, καὶ τοῦ νομοθέτου τὰς εὐλο γίας μεμαθηκὼς, οὐκ εἰς γέλωτα ἑαυτὸν ἐκδίδωσι καὶ τρυφὴν, ἀλλὰ εἰς κλαυθμὸν καὶ δάκρυα, τῆς ἐντεῦθεν ἀπαλλαγῆς ἐφιέμενος. Ἤκουσε γὰρ τοῦ Θεοῦ λέγοντος· "Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται" καὶ, "Μακάριοι οἱ κλαίον τες, ὅτι αὐτοὶ γελάσονται." Ταύτας τοίνυν τὰς συνθήκας ποιησάμενος, προσμένει τοῦ νομοθέτου τὴν εὐλογίαν. Κοιλὰς δὲ κλαυθμῶνος τυπικῶς μὲν ὁ τόπος, ἐν ᾧ φανεὶς ἄγγελος, τὴν τοῦ λαοῦ παρανομίαν διήλεγξε, καὶ εἰς κλαυθμὸν τὸ πλῆθος ἐκίνησεν. Οὕτω γὰρ ἐκεῖνο τὸ χωρίον ἐξ ἐκείνου προσηγορεύθη. Κυρίως δὲ καὶ ἀληθῶς κλαυθμῶνος κοιλὰς ὁ παρὼν βίος, ἐν ᾧ καὶ ὁ ἀδὰμ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίει τὸν ἄρτον, καὶ ἡ Εὖα ἐν λύπαις τίκτει τέκνα· καὶ οὐ μόνον οἱ ἁμαρτά νοντες, ἀλλὰ καὶ οἱ ἅγιοι στένουσι, καὶ ὁ μὲν, φησὶν, ἕως θανάτου λυπεῖται, ὁ δὲ βοᾷ, "Λάβε τὴν ψυχήν μου, καὶ ὅτι καλόν μοι τὸ ἀποθανεῖν, ἢ ζῇν με." Καὶ ὁ μέγας δὲ κῆρυξ τῆς ἀληθείας φησὶ, "Καὶ ἡμεῖς τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἐν αὐτοῖς στενάζομεν." Οὕτως ἔστιν ἰδεῖν καὶ τοὺς ἀγωνιζομένους ἁγίους δάκρυσιν ἐνδελεχῶς κεχρημένους, καὶ τὴν ἐντεῦθεν εὐφροσύνην κομι ζομένους. Ἐν ταύτῃ τοίνυν τῇ κοιλάδι τοῦ κλαυ θμῶνος οἱ τὰς ἀναβάσεις δεξάμενοι, καὶ τὰ δάκρυα προχέουσι, καὶ τὸν ἐπίπονον ἀσπάζονται βίον, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν προσμένουσιν.

ηʹ. "Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν." Αὔξουσι γὰρ ὁσημέραι τὴν ἰσχὺν, καὶ τῇ προσθήκῃ τῆς ἀρετῆς πολλὴν ἐπικτῶνται ῥώμην. Οὕτως οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον, ἀπὸ προσευχῆς εἰς ὑμνῳδίαν βαδίζουσιν· ἀπὸ τῆς ὑμνῳδίας ἐπὶ τὴν ἱκετείαν· ἐξ ἐκείνης ἐπὶ τὴν τῶν θείων λογίων ἀνάγνωσιν· ἐντεῦθεν ἐπὶ τῶν ἀτελεστέρων παρ αίνεσίν τε καὶ συμβουλὴν, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν μεταβαίνοντες καθ' ἑκάστην ἡμέραν τὸν οἰκεῖον αὔξουσι πλοῦτον. "Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών." Ταύτην δὲ, φησὶ, τῶν πραγμάτων εἰργάσατο τὴν μεταβολὴν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ διὰ σαρκὸς τοῖς ἀνθρώποις ἐπιφανεὶς, καὶ πρῶτον ἐν τῇ Σιὼν τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν.

θʹ, ιʹ. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου." Ταῦτα ὁ προφή της ἐπεύχεται, πόῤῥωθεν τῶν ἀνθρώπων τὴν σω τηρίαν ἰδὼν, καὶ ἀντιβολῶν τὸν τῶν ὅλων Θεὸν, τὴν ἱκετείαν δεξάμενον, ἀεὶ τῆς οἰκείας κηδεμονίας τὸν σεσωσμένον ἀξιῶσαι λαόν. Τοῦτον γὰρ ἐπεκάλεσε πρόσωπον τοῦ Χριστοῦ· οὕτω γὰρ αὐτὸν καὶ ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. "Ὑμεῖς γὰρ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους." Καὶ πάλιν, "Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ἡμῶν οὐκ ἔχω." ιαʹ. "Ὅτι κρείσσων ἡ ἡμέρα μία ἐν ταῖς αὐ λαῖς σου, ὑπὲρ χιλιάδας." Τῆς σῆς γὰρ κηδεμονίας ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ· πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τις ἡμέρᾳ δρέψαιτο ἐντεῦθεν, οὐκ ἂν ἑτέρωθεν συναγάγοι πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώ ποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖ θεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν. "Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν." Οὕτω δέ μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἱρεῖσθαι παρὰ τοῦτον ἐπ' ἐδάφους ἐῤῥίφθαι, καὶ πρὸ τῶν τούτου καλινδεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμπραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι. Ὡσαύτως καὶ ταῦτα καὶ τοῖς ἐν Βαβυ λῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκεί νους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος, μὴ παρα βλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα καὶ τοὺς τῷ Θεῷ ἀφιερωμένους οἴκους ποθεῖν ἀεί· [ὅταν μάλιστα ὦσιν οἱ τούτων πρόεδροι ἀνεπίληπτοι καὶ πίστει καὶ βίῳ λαμπροί.] ιβʹ. "Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός." [Οὐδὲν γὰρ οὕτως Θεῷ προσφιλὲς ὡς ἡ ἐλεημοσύνη καὶ ἡ ταύτης σύντροφος ἀλήθεια.] "Χάριν καὶ δόξαν δώσει Κύριος. [ιγʹ] Οὐ στε ρήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ." Οἱ γὰρ ταύτην ἔχοντες περὶ τὸν Θεὸν τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν· καὶ πολλὴ ἐκεῖθεν καὶ ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκα λίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παν αγίου Πνεύματος κρουνῶν ἀρυόμεθα. Καὶ μέντοι καὶ περίβλεπτοι γινόμεθα ἐντεῦθεν, καὶ λίαν περι φανεῖς· καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμενοι, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων· μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ." Κατάλληλον παντὶ τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον. Μακαρίζει γὰρ, καὶ ζηλωτὸν ὀνομάζει, τὸν πάσης βιωτικῆς εὐκληρίας καταφρονοῦντα· μόνῃ δὲ τῇ ἐπὶ τὸν Θεὸν ἐλπίδι θαῤῥοῦντα, καὶ τὴν ἐντεῦθεν φυομένην σω τηρίαν τρυγῶντα.

ΕΡΜΗΝ. ΤΟΥ Π∆ʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, Τοῖς υἱοῖς Κορὲ ψαλμός." Καὶ τὴν σκιὰν κατὰ ταυτὸν καὶ τὴν ἀλήθειαν ὁ ψαλμὸς προθεσπίζει. Ἐσκιαγράφησε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς κατὰ τὸν Ἰσραὴλ πάντων ἀνθρώπων τὴν σωτηρίαν. Καὶ γὰρ ἐκείνους ἠλευθέρωσε, ποτὲ μὲν τῆς Αἰγυπτίων, ποτὲ δὲ τῆς Βαβυλωνίων δουλείας. Καὶ πάντων ἀνθρώπων τὴν φύσιν ἐῤῥύσατο τῆς ἐπικρατούσης διαβόλου τυραννίδος καὶ φθορᾶς. Προλέγει τοίνυν ὁ ψαλμὸς, τήν τε Ἰουδαίων ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν.

βʹ. "Εὐδόκησας, Κύριε, τὴν γῆν σου." Εὐδο κῆσαί ἐστι τὸ ἀγαθόν τι θελῆσαι. Ἐπειδὴ τοίνυν καὶ τῆς Ἰουδαίας διὰ τὴν τῶν οἰκητόρων παρανο μίαν ἐρημίαν κατεψηφίσατο· καὶ τῷ Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν τιμωρίαν ἐπήγαγε τῆς γῆς ἀράν. "Ἀκάνθας γὰρ, ἔφη, καὶ τριβόλουσ[, ἀνατελεῖ σοι·] τὴν τῶν λυπηρῶν ἀποβολὴν διὰ τῆς εὐδο κίας ὁ προφητικὸς παρεδήλωσε λόγος, [καὶ τῆς φύσεως ἁπάσης τὴν ἀνανέωσιν.] "Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. [γʹ] Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." Ἔλυσας τὰ λυπηρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώτοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθε λήσας· ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τὴν ἐλευθερίαν ἐδέξατο, μάρτυς αὐτὸς διὰ Ἡσαΐου βοῶν· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσα σθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν." Ταύ την γὰρ ἐν τῇ Συναγωγῇ τὴν προφητείαν ἀναγνοὺς ὁ ∆εσπότης ἔφη πρὸς Ἰουδαίους· "Σήμερον ἡ γρα φὴ αὕτη ἐπληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν.

δʹ. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου· ἀπ έστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου." Ἔλυσας τὴν καθ' ἡμῶν ἀγανάκτησιν, καὶ τὴν εὐμένειαν ἔδειξας. εʹ "Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς, τῶν σωτηρίων ἡμῶν· καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν." Ἐοίκασι καὶ οὗτοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθερίας δεδέχθαι, μηδέπω δὲ ταύτης τετυχηκέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας. ʹ. "Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἢ δια τενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν." Πρέ πει καὶ τοῖς ἀπαλλαγεῖσι τῶν συμφορῶν τούτοις κεχρῆσθαι τοῖς ῥήμασι, καὶ μὴ θαῤῥεῖν τῇ τῶν ἁμαρτημάτων ἀφέσει, ἀλλὰ δεδιέναι καὶ τὸν κριτὴν ἐκμειλίσσεσθαι. Ἱκετεύουσι τοίνυν καὶ οὗτοι, μὴ ἐπιταθῆναι τὴν αὐτὴν ὀργὴν ὥστε εἰς ἑτέραν γενεὰν διαρκέσαι, ἀλλὰ λυθῆναι ταχέως. ζʹ "Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί." Ἴσμεν σου, ∆έσποτα, τὸ φιλάνθρωπον, καὶ πεποίθαμεν, ὅτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, μετ' εὐφροσύνης σοι τὸν ὕμ νον προσοίσομεν.

ηʹ. "∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου· καὶ τὸ σωτή ριόν σου δῴης ἡμῖν." Κύρου τοῦ Περσῶν βασιλεύ σαντος κατὰ τὴν Ἡσαΐου προφητείαν δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. ∆ιὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, τα χεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν δὲ, ὦ ∆έσποτα, τὴν σὴν ἡμῖν ἀγα θότητα δεῖξον, καὶ τύχωμεν τῆς σωτηρίας, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὁ Προ φήτης ὡς ἐξ ἐκείνων προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν, καὶ φησί· θʹ. "Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ· καὶ ἐπὶ τοὺς ἐπιστρέ φοντας καρδίαν ἐπ' αὐτόν." Ἤκουσε, φησὶ, τῆς ἱκετείας ὁ φιλάνθρωπος ∆εσπότης, καὶ τῆς εἰρήνης τὴν ψῆφον ἐξήνεγκε, καὶ δεδώρηται ταύτην τοῖς μεταμελείᾳ χρησαμένοις, καὶ πρὸς τὸν Θεὸν νεύειν τὸν λογισμὸν ἐκπαιδεύσασιν. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῆς καρδίας ἐπιστροφὴ, τοῦ πταίειν ἀπαλλαγὴ, καὶ τῆς δικαιοσύνης ἀρχή. [Εἴρηται δὲ καὶ ἐκ προσ ώπου τοῦτο μὲν τῶν μακαρίων ἀποστόλων, τοῦτο δὲ καὶ τῶν πιστευόντων δι' αὐτῶν τῷ Σωτῆρι. Καὶ φησίν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ἣν διὰ τῶν ἀποστόλων ἐχαρίσατο τοῖς τροφίμοις τῆς χάριτος. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς· καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας τὴν καρδίαν ἐπ' αὐτόν. Καὶ πότε ταύτην ἐδωρήσατο; Ὅτε ἐκ τοῦ ὄρους τῶν ἐλαιῶν ὁ ἁπανταχοῦ καὶ τοῦ πατρὸς ἀχώριστος ἀνελαμβάνετο, ὅθεν καὶ καταβάς. "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Αὕτη γὰρ τῆς δικαιοσύνης ἡ ἀρχή.] Τούτοις καὶ τὰ ἐπιφερόμενα συμφωνεῖ.

ιʹ. "Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σω τήριον αὐτοῦ· τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν." Πελάζει γὰρ τοῖς τὸν Θεὸν φοβουμένοις ἡ σωτηρία, καὶ ταύτης ἀπολαύουσιν οἱ τοὺς θείους πληροῦν προαιρούμενοι νόμους. Ἡ τοιαύτη μετα βολὴ καὶ ἡμῖν κεχάρισται τὴν ἐπάνοδον, ἣν μετ' εὐ κλείας ποιησόμεθα, καὶ τὴν προτέραν τῆς πα τρίδος ὀψόμεθα περιφάνειαν.

ιαʹ. "Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν." Ἁμαρτάνουσι μὲν, καὶ μεταμελείᾳ χρωμένοις, χορηγοῦσι τὸν ἔλεον οἱ τῆς φιλανθρωπίας κρουνοὶ, τοῖς δὲ τὴν ἀλήθειαν ἀσπαζομένοις ἐπικλύζουσι τοῦ ἐλέου τὰ νάματα. ∆ιὰ τοῦτο ἔφη, "Ἔλεος καὶ ἀλήθεια συνήντησαν." Ἰουδαῖοι μὲν γὰρ, καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, προσενηνόχασι τῷ Θεῷ τὴν τῆς ἀληθείας ἐπίγνω σιν· ἀντέδωκε δὲ τὸν ἔλεον ὁ φιλάνθρωπος. Οὕτω πάλιν τὴν δικαιοσύνην τούτων προσενεγκάντων, τὴν εἰρήνην αὐτοῖς ἐδωρήσατο, καὶ τὰς καταλλαγὰς ἐχα ρίσατο, καὶ κατέλυσε τὴν προτέραν δυσμένειαν. Καὶ προσέδραμεν, ἡ μὲν εἰρήνη τῇ δικαιοσύνῃ, τῇ δὲ ἀληθείᾳ ὁ ἔλεος. [Θεωρεῖτε δὲ τὸ, "Ἔλεος καὶ ἀλή θεια συνήντησαν." Ὁ γὰρ ἐλεήμων ὁ φέρων τὰ πάντα ἐφέρετο ὑπὸ τῆς παρθένου καὶ μητρός· καὶ ὁ δίκαιος Ἰωάννης ἐσκίρτα ἐν τῇ μήτρᾳ τῆς Ἐλισάβετ. Ἥγ' οὖν φέρουσα τὴν δικαιοσύνην, τουτέστι τὸν Ἰωάν νην, κατεφίλει τὴν φέρουσαν τὴν εἰρήνην. "Αὐτὸς γάρ ἐστιν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν."] Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσε.

ιβʹ. "Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε·" [Καὶ μυριάκις ἐστὶ καθαρὰ ἡ Θεοτόκος· ἀλλ' ὅμως ἐκ τοῦ Ἀδὰμ, ἐκ τοῦ Ἀβραὰμ, ἐκ τοῦ ∆αβὶδ, ἐξ αὐτῆς γ' οὖν ἀνέτειλεν ἡ ὄντως ἀλήθεια.] "Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν." [Ἡ δικαία ἐπὶ τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς μαρτυρία· ἡ φάσκουσα, "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδό κησα."] Ἀσπασαμένων γὰρ τὴν ἀλήθειαν τῶν ἀνθρώπων, τούτων δικαίαν ἐποιήσατο πρόνοιαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸν διάβολον τῆς τυραννίδος ἐξ έβαλεν, [καὶ τοῦ θανάτου τὰ κέντρα συνέτριψε. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ιγʹ. "Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα· καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς" Τῇ αὐτῇ πάλιν ἐχρήσατο συζυγίᾳ· ἔφη γὰρ, τὸν μὲν Θεὸν οἴκτῳ καὶ φιλανθρωπίᾳ χρήσασθαι, αὐτοὺς δὲ τῷ Θεῷ τὸν προσφυᾶ προσοίσειν καρπόν. Οὐ γὰρ εὐετηρίαν διὰ τούτων ἐδήλωσεν, ἀλλὰ τὴν καρπογονίαν τῆς ἀρετῆς.

ιδʹ. "∆ικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσε ται." [Ὁ Ἰωάννης δηλαδή. Περὶ γὰρ τούτου Ἀμβακοὺμ ὁ προφήτης φησὶ, "Πρὸ προσώπου αὐτοῦ, λέ γων, πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παι δείαν κατὰ πόδας αὐτοῦ." Ὁμοίως καὶ Ζαχαρίας πρὸς τὸν ἑαυτοῦ παῖδα· "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάζων ὁδοὺς αὐτῷ." Καλῶς οὖν ἔχει ὁ προφητικὸς νοῦς (περὶ τοῦ Ἰωάννου ἔφη, "∆ι καιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ," ἀντὶ τοῦ, Κύριος εἶ ὁ ἐνανθρωπήσας Θεὸς Λόγος) τῶν ἀμφοτέρων τὴν πρόῤῥησιν. Ἰωάννου γάρ ἐστι φωνὴ τὸ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μοῦ ἦν." Καὶ ἵνα συνελὼν εἴπω, "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου."] "Καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ." Τὸ τέλος μάλιστα τοῦ ψαλμοῦ διδάσκει ἡμᾶς σαφῶς, ὡς τὴν κοινὴν πάντων ἀνθρώπων προλέγει σωτηρίαν ἡ προκειμένη προφητεία. Λέγει γὰρ, ὅτι δικαιοσύνῃ χρώμενος ὁ ∆εσπότης, οἷόν τις ξεναγὸς τῆς ἡμετέρας ἡγεῖται πορείας, τρίβων τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τοῖς οἰκείοις ἴχνεσι δήλην ταύτην ἡμῖν ἐργαζόμενος. Βεβαιοῖ δὲ τὸν λόγον αὐτὸς ὁ ∆εσπότης, νῦν μὲν πρὸς τὸν Ἰωάννην, "Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην·" νῦν δὲ πρὸς τοὺς οἰκείους μαθητάς· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνά παυσιν ταῖς ψυχαῖς ὑμῶν." Ἄλλοτε δὲ νίψας αὐτῶν τοὺς πόδας, μεθ' ἕτερα καὶ ταῦτα ἔφη· "Ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθ ὼς ποιῶ, καὶ ὑμεῖς ποιῆτε." Αὐτὸς τοίνυν πρό τερος ὥδευσεν τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ μετ έβαλε τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τὴν τραχεῖαν εἰς ὁδοὺς λείας, καὶ γέγονεν ἡμῖν ὁδὸς, ᾗ φησὶν αὐτὸς ὁ ∆εσπότης· "Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλή θεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ."

ΕΡΜΗΝ. ΤΟΥ ΠΕʹ ΨΑΛΜΟΥ.

"Προσευχὴ τῷ ∆αβίδ." Ὁ μὲν μακάριος ∆αβὶδ, κατὰ τὴν ἐπιγραφὴν, προσενήνοχε τὴν προσευχὴν τῷ ∆εσπότῃ Θεῷ, ἐπικουρίας τινὸς ἀπολαῦσαι δεό μενος. Προθεσπίζει δὲ καὶ τὴν τῶν Ἀσσυρίων τὴν κατὰ τῆς Ἱερουσαλὴμ προσβολὴν, καὶ τοῦ Ἐζεκίου δὲ τὴν πρὸς τὸν Θεὸν ἐλπίδα. Προαγορεύει δὲ καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν, καὶ σωτη ρίαν.

αʹ. "Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ." Ταπεινοῦ φρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, καὶ ὁ θεσπέσιος ∆αβὶδ, καὶ ὁ θαυμάσιος Ἐζεκίας, τοῦ τον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἐπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλουν οἰκτεῖραι ταύ την πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, "Κλῖνον, Κύριε, τὸ οὖς σου," ἐκ μεταφορᾶς τέθεικεν ἀῤ ῥώστου τινὸς ὑπ' ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος.

βʹ. "Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι." Οὐκ ἐναντία ὁ Προφήτης ἐφθέγξατο, πτωχὸν ὁμοῦ καὶ ὅσιον ὀνομάσας· ἀλλ' ἐπειδὴ καὶ οὗτος κἀκεῖ νος πολεμίους εἶχον ἀδίκους καὶ παρανόμους, οὐδὲν μὲν παρ' αὐτῶν ἠδικημένους, ἀδίκου δὲ σφαγῆς ἐφιεμένους. Ὅσιον δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἐζεκίαν ὠνόμασεν, οὐδεμίαν αἰτίαν δεδωκότας τοῖς πολε μίοις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πτωχός εἰμι καὶ πένης κατ' ἐμαυτὸν κρινόμενος, καὶ οὐδεμίαν ἀρε τῆς ἔχω περιουσίαν· τοῖς μέντοι πολεμίοις παρα βαλλόμενος, ὅσιος ἀποφανθήσομαι. Οἱ μὲν γὰρ δυσ σεβεῖς καὶ παράνομοι· ἐγὼ δὲ τὴν σὴν ἐπίγνωσιν ἔχω· καὶ οἱ μὲν ἀδίκως ἐπίασιν· ἐγὼ δὲ τὴν ἄδικον προσδέχομαι προσβολήν. [Ταῦτα δ' ἂν εἴποι καὶ μέχρι τοῦ παρόντος καὶ παντὸς βίου ὁ παρὰ τὸ δο κοῦν αὐτῷ τῷ δικαίῳ πολεμούμενος ὑπὸ τῶν ἀδικεῖν ἐθελόντων. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] "Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ." Ἐγὼ ἤλπισά σοι, ∆έσποτα, σῶσον· δὸς τῇ ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν.

γʹ. "Ἐλέησόν με, Κύριε, ὅτι πρός σε κεκράξομαι ὅλην τὴν ἡμέραν." Τὴν σήν μοι, ∆έσποτα, φιλαν θρωπίαν παράσχου· διηνεκῶς γὰρ τὸν σὸν ἔλεον ἐπαγγέλλω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν Σύμμαχος καθ' ἑκάστην ἡμέραν εἴρηκεν.

δʹ. "Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· [Καὶ τίνος ἕνεκεν λέγει.] "Ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου." Λῦσον τὴν ἀθυμίαν τῷ τὴν σὴν δουλείαν ἀσπαζο μένῳ, καὶ παράσχου θυμηδίαν ψυχῇ πρός σε νευούσῃ [καὶ τὸν σὸν ἔλεον προσμενούσῃ].

εʹ. "Ὅτι σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε." Πέφυκας ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ χορηγεῖς τοῖς δεο μένοις τὰς τοῦ ἐλέου πηγάς. Τὸ δὲ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασι. Καὶ ἡ ἐπιείκεια τοίνυν τὴν μακροθυμίαν αἰνίττεται. ʹ. "Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου· καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου." Τοσαύ τῃ τοίνυν ἀγαθότητι χρώμενος, εὐμενῶς μου δέξαι τὴν δέησιν. [Ὁμοῦ δὲ καὶ τὸν καιρὸν ἐσή μανε διὰ τῶν ἑξῆς, ἐν ᾧ ἠντιβόλει τὴν ἱκετείαν δε κτὴν γενέσθαι].

ζʹ. "Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι ἐπήκουσάς μου." Πεῖραν ἔχων τῆς σῆς ἡμερότητος, προσφέρω τὴν ἱκετείαν· καὶ ἤδη γὰρ ἀντιβολήσαντί μοι τὴν αἴτησιν ἔδωκας.

ηʹ. "Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου." Ἐπειδὴ Ῥαψάκης ὁ δυσσεβὴς τοῖς ἀλαζονικοῖς ἐκείνοις ἐχρήσατο λόγοις· "Μὴ ἠδυ νήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος ῥύσασθαι τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;" διδάσκει τοίνυν Ἐζεκίαν ἡ προφητεία βοᾷν· "Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου." Ἐκεῖνοι μὲν γὰρ πράγματος ἔρημον ἔχουσιν ὄνο μα, καὶ τοῦτο δὲ συλήσαντες ἔλαβον· σὺ δὲ συμβαί νουσαν ἔχεις προσηγορίαν τῷ πράγματι. Μάλα γὰρ προσφυῶς τὰ ἔργα τῇ θείᾳ προσηγορίᾳ συνέζευ ξεν· "Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου." Οἱ μὲν γὰρ ἄψυχοι παντελῶς εἰσιν, οὐδὲ σφίσιν αὐτοῖς ἐπαμῦναι δυνά μενοι· ἡ δὲ σὴ μεγαλοπρέπεια τὰς τῶν ἀνθρώπων γλώττας νικᾷ.

θʹ. "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε." Τοῦτο δὲ ἐπὶ μὲν τοῦ μακαρίου ∆αβὶδ οὐδαμῶς γεγενῆσθαι μεμαθήκαμεν· ἐπὶ δὲ τοῦ Ἐζεκίου εἰκός τινας τὴν τῶν Ἀσσυρίων καταπλαγέντας ἀναίρεσιν τῷ Θεῷ προσ δραμεῖν. Τὴν δὲ τῆς προφητείας ἀλήθειαν ἔδει ξεν ὁ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν καιρός· μετὰ γὰρ τὸ σωτήριον πάθος ἀπ εστάλη μὲν εἰς πᾶσαν τὴν οἰκουμένην ὁ θεῖος τῶν ἀποστόλων χορός. Ἔφη γὰρ πρὸς αὐτοὺς ὁ ∆ε σπότης· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη." Ἐμαθήτευσαν δὲ ὡς προσετάχθησαν· καὶ τὸ τῆς ἀγνοίας ἀποσκεδάσαντες νέφος, ἰδεῖν παρεσκεύασαν [τοὺς πιστεύοντας] τῆς δικαιοσύνης τὸν Ἥλιον, καὶ τὸν σεσωκότα προσκυνῆσαι Θεόν. Τοῦτο καὶ τὰ ἐπιφερόμενα διδάσκει. "Καὶ δοξάσουσι τὸ ὄνομά σου. [ιʹ.] Ὅτι μέγας εἶ σύ· καὶ ποιῶν θαυμάσια σὺ, ὁ Θεὸς μόνος." Προσοίσουσι δέ σοι τὸν ὕμνον, σὲ μόνον μεμαθη κότες εἶναι Θεόν· ἡ γὰρ τῶν σῶν θαυμάτων με γαλουργία ταύτην αὐτοῖς παρέξει τὴν γνῶσιν. [Καὶ ὅρα πῶς σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔθηκεν ἐν τῷ εἰπεῖν·] ιαʹ. "Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου." Προθεσπίσας τοῖς ἔθνεσι τὴν ἐσομένην τῆς πλάνης ἀπαλλαγὴν, ἱκε τεύει καὶ αὐτὸς ταύτης ἀπολαῦσαι τῆς ποδηγίας, καὶ ἐν τῇ τῆς ἀληθείας ὁδῷ τὴν πορείαν ποιήσασθαι. [Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] "Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου." Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπά ζεται πολιτείαν· μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ Προφήτης τῷ φόβῳ τῷ θείῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ἱκέτευσεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· "Εὐφρανθήτω καρδία ζη τούντων τὸν Κύριον." Καὶ πάλιν· "Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην." ιβʹ, ιγʹ. "Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ." Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρω πίας προσενεγκεῖν. "Καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου." Τὸ μέγεθος τῶν κινδύνων διὰ τούτων ἐδήλωσε· καὶ γὰρ ὁ θεῖος ∆αβὶδ τοιούτους πολλάκις ὑπέμεινε, καὶ ὑπὸ τοῦ Σαοὺλ πολεμούμε νος, καὶ ὑπὸ τοῦ Ἀβεσαλὼμ διωκόμενος. Καὶ τῶν Ἀσσυρίων δὲ ἡ προσβολὴ προῦπτος ἦν ὄλεθρος. Οὗ δὴ χάριν θάνατον ἔσχατον, καὶ ᾅδην κατώτατον, τοὺς τοιούτους κινδύνους ὠνόμασεν. [Ἀλλ' ὅτι καὶ ὁ τοῦ παντὸς δημιουργὸς, τουτέστιν ὁ Θεὸς Λόγος σαρκωθεὶς ἐκ Παρθένου καὶ σταυρὸν καὶ θάνατον ἑλό μενος εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατέβη, ἵνα τοὺς ἀπ' αἰώνων κρατηθέντας ὑπὸ τῆς φθορᾶς μὴ μόνον ἐγείρῃ, ἀλλὰ καὶ τῆς ἀθανασίας ἐμπλήσῃ. Εἶτά φησι·] ιδʹ. "Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ· καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου." Καὶ οἱ τοῦ ∆αβὶδ πολέμιοι παρανομίᾳ συνέζων, καὶ οἱ Ἀσσύριοι δυσσεβείας ἦσαν καὶ πονηρίας ἐργάται. [Τοὺς γὰρ ἀμφοτέρους συνάψας συναγωγὴν κρα ταιὰν πρὸς τὴν τότε κρατοῦσαν κατάστασιν ὠνό μασεν.] Καὶ οὗτοι μέντοι κἀκεῖνοι δύναμιν εἶχον τῇ πονηρᾷ γνώμῃ συμπράττουσαν· διπλοῦν δὲ ἐν τεῦθεν τοῖς ἀδικουμένοις τὸ δέος ἐφύετο. ∆ιὸ πρὸς τὸν Θεὸν καταφεύγουσι, καὶ τὴν ἐκεῖθεν αἰτοῦσιν ἐπικου ρίαν. "Καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν." Τὴν σὴν πρόνοιαν οὐκ ἔλαβον εἰς διάνοιαν.

ιεʹ, ι ʹ. "Καὶ σὺ, Κύριε, ὁ Θεός μου οἰκτίρ μων καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." Ἐπειδὴ φιλανθρωπίας ὑπάρχεις πηγὴ, καὶ οἴ κτου, καὶ ἐλέους προχέεις τὰ νάματα, πρόσεστι δέ σοι καὶ ἀλήθεια, καὶ κρίνεις τοὺς πονηρίᾳ συ ζῶντας· τῶν τῆς ἀγαθότητος μετάδος ψεκάδων, καὶ κρείττονα δεῖξον τῶν πολεμούντων. "∆ὸς τὸ κρά τος σου τῷ παιδί σου· καὶ σῶσον τὸν υἱὸν τῆς παι δίσκης σου." ∆οῦλός τε γάρ εἰμι σὸς, καὶ σῆς θερα παίνης υἱός· ἀντὶ τοῦ, ἄνωθεν καὶ ἐκ προγόνων ὑπὸ τὴν σὴν δεσποτείαν τελῶ· διόπερ ὡς δοῦλος παρὰ ∆εσπότου τὴν σωτηρίαν αἰτῶ.

ιζʹ. "Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν." Τῶν σημείων τὰ μέν ἐστι τιμωρίας, ὡς ἐπὶ τῶν Αἰγυπτίων· τὰ δὲ σωτηρίας, ὡς ἐπὶ τῶν Ἑβραίων. ∆ιάτοι τοῦτο καὶ ὁ προφήτης τῷ διορισμῷ προσεχρή σατο, καὶ οὐχ ἁπλῶς σημεῖον, ἀλλ' ἀγαθὸν σημεῖον ἐξῄτησεν· ἀντὶ τοῦ, Ποίησον σημεῖον ἐμοὶ φέρον τὴν σωτηρίαν, καὶ τῇ θαυματουργίᾳ ἐμοὶ πραγματευό μενον τῶν ἀγαθῶν τὴν φοράν. [Λέγει καὶ τίνος ἕνεκεν ἀντιβολεῖ δοθήσεσθαι αὐτῷ τὸ σημεῖον τοῦτο.] "Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με." Τὴν γὰρ εἰς ἐμὲ πρόνοιαν οἱ δυσμενεῖς θεώμενοι, αἰσχύνης ἀναπλησθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. [Κυρίως δὲ σημεῖον ἀγαθὸν τοῖς ἔθνεσιν ὁ ἐκ Θεοῦ Θεὸς τὸν σταυρὸν ἐχαρίσατο, δι' οὗ τὸν κοινὸν ἐχθρὸν ἐτροπώσατο καὶ τρόπαιον κατὰ δαιμόνων καὶ παθῶν ἔπηξεν. Ἀμήν.]

ΕΡΜΗΝ. ΤΟΥ Π ʹ ΨΑΛΜΟΥ.

αʹ. "Τοῖς υἱοῖς Κορὲ, Ψαλμὸς ᾠδῆς." Τῶν ἐθνῶν καὶ οὗτος ὁ ψαλμὸς προαγορεύει τὴν σωτηρίαν, καὶ τὴν εὐσεβῆ πολιτείαν προλέγει, ἣν ὁ ∆εσπότης Χρι στὸς ἐνανθρωπήσας ἐδίδαξεν. "Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις." Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα· Ὄρη δὲ ἅγια, ἐφ' ὧν ταῦτα πέ πηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι. Περὶ τούτων γὰρ ὁ μακάριος ἔφη Παῦλος· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χρι στοῦ." Καὶ πάλιν· "Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι." Καὶ ὁ Κύριος τῷ Πέτρῳ, μετὰ τὴν ἀληθῆ καὶ θείαν ἐκείνην ὁμο λογίαν· "Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Καὶ αὖθις· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη." Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ ∆εσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θε μέλια.

βʹ. "Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ." Τίς δὲ αὕτη ἡ Σιὼν, ὁ θεσπέσιος Παῦλος ἑρμηνευέτω· "Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπ ουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐ ρανοῖς." Καὶ πάλιν· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥ τίς ἐστι μήτηρ ἡμῶν." Καὶ περὶ τοῦ πατριάρχου Ἀβραὰμ ἐν τῇ πρὸς Ἑβραίους διαλεγόμενος, καὶ ταῦτα προστέθεικεν· "Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός." Καὶ αὖθις περὶ τῶν ἄλλων ἁγίων· "Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανί ζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνα κάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπ ουρανίου." ∆ιδασκόμεθα τοίνυν εἶναί τινα πόλιν ἐπ ουράνιον, καὶ Ἱερουσαλὴμ ὀνομαζομένην, οὐ πύρ γους ἔχουσαν, καὶ περιβόλους, οὐδὲ λίθων μαρμαρυ γαῖς ἀποστίλβουσαν, ἀλλὰ χοροῖς ἁγίων λαμπρυνο μένην, καὶ ἀγγελικῇ πολιτείᾳ καλλυνομένην. Ταύτης τῆς πόλεως οὐκ ἄν τις ἁμάρτοι πύλας προσ αγορεύσας τὰς ἐπὶ γῆς Ἐκκλησίας· διὰ τούτων γὰρ εἰσελθεῖν εἰς ἐκείνην δυνατόν. Ἐν ταύταις γὰρ παιδευόμενοι καὶ προγυμναζόμενοι, ἐκείνης τῆς πό λεως διδασκόμεθα πολιτείαν. Ταύτας ἔφη τὰς πύλας ὁ προφητικὸς λόγος ἐπεράστους εἶναι τῷ τῶν ὅλων Θεῷ, καὶ τῶν Ἰουδαικῶν σκηνωμάτων προτετιμῆσθαι.

γʹ. "∆εδοξασμένα ἐλαλήθη περί σου, ἡ πόλις τοῦ Θεοῦ." Θαυμαστά τινα καὶ παράδοξα τὰ περὶ σοῦ θεσπιζόμενα, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνοντα προσδοκίαν· ὅτι δὲ οὐδαμῶς τῇ κάτω Σιὼν ἁρμόττει τὰ εἰρημένα, τὰ ἐπαγόμενα μαρτυρεῖ.

δʹ. "Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ." Ταῦτα, φησὶν, ὦ θεία πόλις, λελάληται περὶ σοῦ· ὥστε τοὺς πάλαι δυσσεβείᾳ συζῶντας, καὶ τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, τῆς ἐν σοὶ κατ οικίας ἀξιωθῆναι, καὶ τῆς σῆς πολιτείας μεταλαχεῖν. ∆ιά τοι τοῦτο τῶν προειρημένων ἐθνῶν ἀνέμνησεν, ὡς παρανομωτάτων, καὶ τῆς ἀσεβείας ἀναδησα μένων τὸ κράτος, ἵνα διὰ τούτων καὶ τοὺς ἄλλους δηλώσῃ. Ῥαὰβ μὲν γὰρ καὶ Χαναναία καὶ πόρνη· Βαβυλὼν δὲ, θηριώδης καὶ δυσσεβής· οἱ δὲ ἀλλό φυλοι ἤ τοι Φυλιστιαῖοι· δεδηλώκαμεν δὲ ἤδη τίνες οὗτοι· καὶ δεισιδαίμονες καὶ παράνομοι. Τῆς δὲ Τύρου καὶ τὴν ἀσέβειαν καὶ τὴν ἀσέλγειαν, ὁ προφήτης Ἰεζεκιὴλ ἐτραγῴδησε· λαὸν δὲ τῶν Αἰθιό πων, οὐ μόνον αὐτοὺς Αἰθίοπας, ὧν αἱ ψυχαὶ τὴν τοῦ σώματος ἐμιμήσαντο χροὰν, ἀλλὰ καὶ πάντας τοὺς μέλανας τῇ ψυχῇ, ὁ προφητικὸς ἐκάλεσε λό γος. Καὶ γὰρ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἡ Νύμφη βοᾷ· "Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε ρουσαλήμ." [Μέλαινα μὲν ἐξηπατημένη, τῇ κνίσῃ τῶν ἀλόγων κατεσπιλωμένη· καλὴ δὲ περι μένουσά σε τὸν ἐξ οὐρανῶν ἥξοντα ∆εσπότην διὰ τὴν ἐμὴν σωτηρίαν.] Καὶ δεδήλωκε κατὰ ταυτὸν τῆς τε δυσσεβείας τὸν ζόφον, καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος ὥραν. Ταῦτα μέντοι τὰ ἔθνη, ἐπὶ μὲν τῶν Ἰουδαίων, εἰς τὴν Ἱερουσαλὴμ οὐ συνῆλθεν, οὐδὲ τὴν νομικὴν πολιτείαν ἠγάπησεν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει. [Ἐκ ποίων γὰρ ἐθνῶν οὐκ ἐπί στευσαν τῷ Σωτῆρι; Τίνες δὲ τούτων οἱ μὴ κατα λαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆ σαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] εʹ. "Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος." Μητέρα δὲ ἕκαστος τὴν Σιὼν ὀνομάσει, καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ὅτι μήτηρ ἡ Σιών. [Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν."] "Καὶ ἄν θρωπος ἐγενήθη ἐν αὐτῇ." Τῷ Ἐρεῖ ἄνθρωπος καὶ τοῦτο συνῆπται. Ὁ γὰρ τὴν Σιὼν ὀνομάζων μητέρα, ὁμολογήσει καὶ τοῦ ἐν αὐτῇ τεχθέντος ἀνθρώπου τὴν γέννησιν· καὶ ἵνα μή τις ἄνθρωπον τοῦτον ὑπο λάβοι ψιλὸν, εὐθὺς ἐπήγαγεν· "Καὶ αὐτὸς ἐθε μελίωσεν αὐτὴν ὁ Ὕψιστος." Οὗτος γὰρ ὁ ἐν αὐτῇ τεχθεὶς ἄνθρωπος, καὶ ποιητής ἐστι, καὶ δημι ουργὸς, ὕψιστος ὢν, καὶ Θεός. ʹ. "Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων γεγενημένων ἐν αὐτῇ." Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Ὁ γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ' αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ κατὰ τὸ ἀνθρώπινον ἐγεννήθη Κύριος ὢν καὶ Θεός. Ταύτην δὲ τὴν ἀρίθμησιν καὶ ὁ Κύριος ἡμῶν ἐδίδαξε πρὸς τοὺς ἱεροὺς εἰρηκὼς ἀποστό λους· "Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμη μέναι εἰσί." Καὶ τὴν ἀναγραφὴν δὲ τοῖς οἰκείοις μαθηταῖς ἐδήλωσε λέγων· "Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς." ζʹ. "Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί." Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφρο σύνην ἔχει, καὶ θυμηδίαν. Ταύτην δὲ οὐ παροικοῦ σιν, ἀλλ' εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι.

ΕΡΜΗΝ. ΤΟΥ ΠΖʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ ψαλμοῦ, Τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ." Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ· καὶ ὁ Αἰμὰν δὲ χοροῦ τινὸς ἐξῆρχεν ᾀδόν των, καὶ τὸν Θεὸν ἀνυμνούντων. Ἡ δὲ ἀπόκρισις αἰνίττεται τὰ ἀντιφθεγγόμενα τάγματα τῶν χορῶν. Ἡ μέντοι προφητεία προθεσπίζει τὰς Ἰουδαίων συμφορὰς, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. ∆ιδάσκει δὲ κατὰ ταυτὸν καὶ πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύσεως τὰς μετὰ τὴν ἁμαρτίαν ὀδύνας. Ἐσχημάτισται δὲ εἰς ἱκετείαν ἡ τοῦ ψαλμοῦ προφητεία, ὑπό τε τούτων, ὑπό τε κοινῇ πάντων προσφερομένη τῷ φιλαν θρώπῳ Θεῷ· ἁρμόττει δὲ τοῖς εὐσεβεστέροις ἡ προσευχή.

βʹ, γʹ. "Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐν ώπιόν σου ἡ προσευχή μου." Σὲ, ∆έσποτα, Κύριον οἶδα τῆς ἐμῆς σωτηρίας· διά τοι τοῦτο νύκτωρ καὶ μεθ' ἡμέραν ἀντιβολῶ τὴν ἐμὴν ἱκετείαν δεχθῆναι. [Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] "Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου." [Καὶ τίνος ἕνεκεν ἀντι βολεῖ διὰ τῶν ἑξῆς καὶ λέγει·] δʹ. "Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν." Τὸ πλῆθος ἀντιβολῶ σε τῶν περιστοιχιζόντων με θεωρήσας κακῶν [ἀπο σόβησον·] παρ' αὐτὸν γάρ εἰμι τὸν θάνατον, καὶ τῆς σῆς δέομαι βοηθείας, [ἧς γεγυμνωμένος δεδού λωμαι τῇ ἁμαρτίᾳ. Τοῦτο γὰρ λέγει·] εʹ. "Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον." Ἀφύκτοις τισὶ περιπέπτωκα συμφοραῖς, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω, ἀλλ' ἔοικα τοῖς εἰς λάκκον ἐμπεπτωκόσι, καὶ ἀναβῆναι μὴ δυνα μένοις. "Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθη τος." Πάσης προνοίας καὶ κηδεμονίας γεγύ μνωμαι. ʹ. "Ἐν νεκροῖς ἐλεύθερος." Καὶ μηδέπω τὴν τελευτὴν ὑπομείνας, μηδὲ τοῦ θανάτου τὴν δουλείαν δεξάμενος, ἐμαυτὸν συναριθμῶ τοῖς ἐν νεκροῖς. "Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθη σαν." Τῷ Ἐγενήθην καὶ ταῦτα συντέτακται. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, καὶ μηδέπω τοῦ θανάτου τὴν δουλείαν δεξάμενος. Ἐγενήθην ὡς τραυματίας ἐν πολέμῳ τετρωμένος, καὶ ταφῇ παραδεδομένος. Τοῦτο γὰρ οὕτως ὁ Σύμμαχος εἴρηκεν· Ὡς οἱ τετρωμένοι οἱ κείμενοι ἐν τάφῳ, ὧν οὐ μνημονεύσῃ οὐκ ἔτι, οἵ τινες ὑπὸ τῆς χεῖρός σου ἐξεκόπησαν. [̓Εκεῖνοι γὰρ, φησὶν, ὑπὸ τῆς προνοίας τῆς σῆς ἐξεκόπησαν· φθάσει δὲ ἡ σὴ ῥοπὴ, ἵνα μὴ τῷ αὐτῷ βόθρῳ κἀγὼ περιπέσω.] ζʹ. "Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκο τεινοῖς, καὶ ἐν σκιᾷ θανάτου." Καὶ ταῦτα τοῖς ἐν Βαβυλῶνι διάγειν ἠναγκασμένοις ἁρμόττει τὰ ῥή ματα, καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει. Ἐκεῖνοί τε γὰρ πονηροῖς ἀνθρώποις δουλεύοντες ὀδυνηρὸν βίον ἔζων· καὶ ἅπαντες ἄνθρωποι παντοδαπαῖς μετὰ τὴν ἁμαρτίαν περιέπεσαν συμφοραῖς. Μετὰ γὰρ τὴν παράβασιν τῆς ἐντολῆς θάνατος, καὶ πένθος, καὶ δάκρυα, οἰμωγαί τε, καὶ ὀλοφύρσεις, χηρεῖαι, καὶ ὀρφανίαι, καὶ πενίαι, καὶ δυσκληρίαι, καὶ τ' ἄλλα μυρία καὶ δυσδιήγητα σκότον καὶ τοῖς ζῶσιν ἐπάγοντα. [Ὁρᾶτε πηλίκον κακὸν ἡ παρακοή· ὥστε μὴ μόνον Θεὸν χωρίσαι, ἀλλὰ καὶ τοσούτων κακῶν περιστοιχίζειν.] ηʹ. "Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοὶ ἐπείσφρησεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσι σου ἐκάκωσάς με. Ἐπιμένεις, φησὶ, τιμωρούμενος, καὶ παντοδαπάς μοι συμφορῶν προσβολὰς ἐπιφέρων. Ἐκ μετα φορᾶς τῶν ναυαγούντων, καὶ πολλὰς μὲν κυμάτων προσβολὰς, πολλὰς δὲ ἀνέμων ἐμβολὰς δεχομένων.

θʹ. "Ἐμάκρυνας τοὺς γνωστούς μου." Ἔρημός εἰμι, καὶ συνήθων, καὶ συγγενῶν· οἱ μὲν γὰρ ἐν Βαβυλῶνι δορυάλωτοι, τῆς δουλείας δεξάμενοι τὸν ζυγὸν, ἐσκεδασμένοι, καὶ τῆς τῶν φίλων συγγενείας καὶ συνουσίας ἐστερημένοι, τὴν ἐντεῦθεν οὐκ εἶχον παραψυχήν. Πάντες δὲ ἄνθρωποι δυσσεβείᾳ συζῶν τες τῆς παρὰ τῶν ἀγγέλων κηδεμονίας οὐ μετελάγ χανον. "Ἔθεντό με βδέλυγμα ἑαυτοῖς·" τουτέστιν οἱ πολέμιοι. "Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην." Τῶν ἐπικειμένων μοι κακῶν ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω.

ιʹ. "Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας." Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως. Εἰς δάκρυα γὰρ τοὺς ὀφθαλμούς μου κατεδαπάνησα, κλαίειν ὑπὸ τῆς ὀδύνης καταναγκαζόμενος. "Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου." Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, ∆έσποτα, προμήθειαν· ἐκ τείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πι κρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος σπουδαιότερόν τις οὕτως ἱκετεύει τὸν δοῦναι δυνάμενον.

ιαʹ. "Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;" Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν· ἀπο θανὼν γὰρ ταύτην οὐκ ὄψομαι. Οὐ γάρ ἐστιν ἰατρὸς ἀπαλλάξαι θανάτου δυνάμενος· ποῖον γὰρ φάρμα κον ταύτην ἔχει τὴν δύναμιν; ιβʹ. "Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου, ἐν τῇ ἀπωλείᾳ;" [τουτ έστιν, οὐδεὶς διηγήσεται οὐδὲ ἐξομολογήσεται μετὰ τὴν ἐνθένδε ἐκδημίαν.] ιγʹ. "Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμά σιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;" Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι; ιδʹ. "Κἀγὼ πρὸς σὲ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε." [Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰ μωγὴ, καὶ κατ' ὄρθρον ἡ προσευχή μου προφθάσει σε.] Ἐπιθυμῶν γὰρ ἐν τῇ ζωῇ τῶν ἐπικειμένων ἀπαλλαγῆναι κακῶν, ὀδυνώμενος ποτνιῶμαι, καὶ φθάνω τῇ δεήσει τὸν ὄρθρον.

ιεʹ. "Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;" Τί δήποτε τοίνυν ἀποπέμπεις με, ∆έσποτα· καὶ τῆς εὐμενείας οὐ μεταδίδως τῆς σῆς; ι ʹ. "Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότη τός μου." Νεότης τοῦ μὲν Ἰσραὴλ, ἡ ἐξ Αἰγύπτου ἔξοδος· πάντων δὲ ἀνθρώπων ἡ μετὰ τὴν παράβα σιν τῆς ἐντολῆς ἔξω τοῦ παραδείσου ζωή. Καὶ οὗτοι δὲ κἀκεῖνοι πάντα τὸν ἐν μέσῳ χρόνον ταλαιπωρού μενοι διετέλεσαν. "Ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην." Οἵ τε γὰρ Ἰουδαῖοι μετὰ τὴν περιφάνειαν περιέπεσον τῇ δουλείᾳ· καὶ τῶν ἀνθρώ πων ἡ φύσις, κατ' εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπι θυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν.

ιζʹ, ιηʹ. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ." Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργὴν, καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύ χιόν με πεποίηκας. "Ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα." Ὑπὸ τούτων καθ' ἑκάστην περικλύζο μαι τὴν ἡμέραν.

ιθʹ. "Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας." Τοσαύ ταις δὲ συμφοραῖς προσπαλαίων οὐδὲ τὴν ἀπὸ τῶν συνήθων ἔχω παραψυχὴν, ἔρημος τῆς τούτων συν ουσίας διὰ τῆς δουλείας ταλαιπωρίαν γενόμενος· ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἥρμοττε λέγειν, οὐδὲ πᾶσιν ἀνθρώποις πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἀλλὰ καὶ νῦν τοῖς τὰ ὅμοια πάσχουσιν ἡ ἱκετεία προσφυὴς καὶ κατάλληλος· "Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, εἰς τὴν ἡμετέραν διδα σκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν."

ΕΡΜΗΝ. ΤΟΥ ΠΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ," Ὁ μακάριος ∆αβὶδ σηκοῖς τετιμημένους ὁρῶν τοὺς ψευδωνύμους θεοὺς, μόνην δὴ τοῦ Θεοῦ τὴν κι βωτὸν ἀγέραστον διαμένουσαν, ὑπέσχετο τὸν θεῖον οἰκοδομήσειν νεών. Ταύτην αὐτοῦ τὴν γνώμην ἀποδεξάμενος ὁ Θεὸς, τὴν καλὴν ἐπαγγελίαν ἀμεί βεται, καὶ ὑπισχνεῖται ἐκ τῆς ὀσφύος αὐτοῦ λογι κὸν ἑαυτῷ κατασκευάσαι νεὼν, καὶ διὰ τούτου τὴν ἁπάντων ἀνθρώπων πραγματεύεσθαι σωτη ρίαν, καὶ ἀτελεύτητον αὐτῷ παρέξειν τὴν βασι λείαν. Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ τοῦ προφήτου Νάθαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ τοῦτο σαφῶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει." Καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Βασιλειῶν Νάθαν πρὸς αὐτὸν ἔφη, "Καὶ ἀπαγγελεῖ σοι, Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ." Μέμνηται δὲ τούτων καὶ ἡ τῶν πράξεων ἱστορία. Ὁ γὰρ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, πρὸς ἄλλοις πολλοῖς καὶ ταῦτα διεξ ελήλυθεν· "Προφήτης οὖν ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατ ελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·" [ὁ δίχα ἁμαρτίας· οὐκ ἔστι δὲ ἐν ἀνθρώποις τις δίχα ἁμαρτίας, εἰ μὴ Ἰησοῦς ὁ ἐκ ∆αβὶδ σαρκωθεὶς Θεὸς Λόγος.] Ταύτας τὰς ὑπο σχέσεις καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἐποιή σατο. Ἔφη γὰρ πρὸς αὐτόν· "Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς." Ἑρμηνεύων δὲ τοῦτο ὁ θεσπέσιος Παῦλος οὕτως ἔφη· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμα σιν ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρ ματί σου, ὅς ἐστιν ὁ Χριστός." Εἰς ταύτας ἀφορῶντες τὰς ἐπαγγελίας οἱ τούτων ἀπόγονοι, καὶ βλέποντες σφᾶς αὐτοὺς αἰχμαλώτους γεγενημένους καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένους, καὶ τὴν μὲν βασιλίδα πόλιν ἔρημον γεγενημένην, ἐσβεσμένην δὲ τὴν βασιλείαν, ἀναμιμνήσκουσι τῶν ὑποσχέ σεων τὸν τῶν ὅλων Θεόν. Καὶ ποτὲ μὲν τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον προφέρουσι, καὶ τὸν υἱὸν τὸν ἐκείνου, καὶ τὸν ἔκγονον, τῶν συνθη κῶν ἀναμιμνήσκοντες τὸν Θεόν· ποτὲ δὲ τὸν μακάριον ∆αβὶδ, καὶ τὰς πρὸς αὐτὸν γεγενημένας ἐπαγγελίας. Οὕτως οἱ μακάριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἰσαὰκ,καὶ τοῦ Ἰσραὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες ἐποιήσαντο μνήμην. Καὶ τοῦτον τοιγαροῦν τὸν ψαλμὸν εἰς τὴν ἐκείνων ὠφέλειαν ἡ προφητικὴ συνέγραψε χάρις· διδάσκουσα πῶς δεῖ τὸν Θεὸν ἐκμειλίξασθαι, καὶ τὴν παρ' αὐτοῦ φιλανθρωπίαν καρπώσασθαι ∆ιὰ τοῦτο καὶ Συνέσεως ἐπιγέγρα πται· ταύτης γὰρ δεῖ τοῖς παιδευομένοις διαφερόν τως, ἵνα μηδὲν ἀπηχὲς εἴπωσι σχετλιάζοντες, ἀλλὰ τὸν θεῖον προσμείνωσιν ἔλεον. Ὁ δὲ Αἰθὰμ χορὸν καὶ αὐτὸς ἐμπεπίστευτο ᾀδόντων ἐν τῷ ναῷ, καὶ τὸν Θεὸν ἀνυμνούντων. [Οὐ γὰρ, ὥς τινες ἔφασαν εἶναι τὸν ψαλμὸν τοῦ Αἰμάν· ἀλλ' ὡς ἔφαμεν, ἐξ ῆρχε χοροῦ τῶν ᾀδόντων καὶ αὐτὸς οὗτος· παραλαμβάνων παρὰ τοῦ θειοτάτου ∆αβὶδ καὶ ᾄδειν μετὰ καὶ τῶν λοιπῶν.] βʹ. "Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου." Τὸν θεῖον αἰτοῦντες ἔλεον, ὑμνοῦσι τὸν ἔλεον, καὶ τῶν πρὸς τὸν ∆αβὶδ ὑπο σχέσεων ποθοῦντες ἰδεῖν τὴν ἀλήθειαν, ἑκάστην γενεὰν ὑπισχνοῦνται διδάξειν.

γʹ. "Ὅτι εἶπας, Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομη θήσεται ἐν τοῖς οὐρανοῖς, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου." Τοῦ Θεοῦ ἐστι λόγος πρὸς τὸν ∆αβὶδ εἰρημέ νος, ὡς φυλάξει τὸν ἔλεον εἰς τὸν αἰῶνα τῷ σπέρ ματι. Τῆς ἐπαγγελίας τοίνυν ἀναμιμνήσκουσι ταύτης. Σὺ, φησὶν, εἶπας αὐξήσειν, ἀλλ' οὐ μειώ σειν τὸν ἔλεον. Τὸ γὰρ οἰκοδομηθήσεται, ἀντὶ τοῦ αὐξηθήσεται [καὶ προσθήκην λήψεται τέθεικεν.] Ἑδρασθήσεται, ὁ Σύμμαχος εἴρηκεν. Ὑπέσχου, φησὶν, ἔργῳ βεβαιοῦν τὴν τῶν λόγων ἀλήθειαν.

δʹ, εʹ. "∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου." [̓Εκ προσώπου Θεοῦ καὶ Πατρὸς εἴρηται ταῦτα, ὁμοῦ δὲ καὶ τὰ ἑξῆς·] "Ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Τῷ εἶπας καὶ ταῦτα συνῆπται· ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθήκας. Ἐκλε κτοὺς δὲ καλεῖ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραήλ. Πρὸς δὲ τούτοις ἔφη ὀμωμοκέναι καὶ τῷ ∆αβὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Οὕτω τοῦ Θεοῦ τὰς ὑποσχέσεις διεξελθόντες, καὶ τῶν πραγμάτων τὸ τέλος οὐ βλέποντες, ἀπηχὲς μὲν οὐδὲν ὑπὸ τῶν συμφορῶν εἰπεῖν ἀναγκάζονται, ὕμνοις δὲ γεραίρουσι τὸν τῶν ὅλων πρύτανιν. ʹ. "Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε· καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων." Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων· [ἀντὶ τοῦ, Τὴν πίστιν σου ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλά ξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι· οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούντων, ἀκριβέστερον τὰ σὰ καθορώντων θαυμάσια, καὶ τῶν ἐπαγγελιῶν ἐπισταμένων τὸ βέβαιον· τῆς ἐπου ρανίου ταύτης ἐκκλησίας καὶ ὁ μακάριος μέμνηται Παῦλος· "Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα νοῖς." ζʹ. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" Ὁ δὲ Σύμμαχος οὕτως· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ, ἐξισάσει τῷ Κυρίῳ ἐν υἱοῖς θεῶν· Υἱοὺς Θεοῦ καλεῖ τοὺς θεοὺς, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀν θρώπους. Καλεῖ δὲ θεοὺς, οὐχ ὡς ὄντας, ἀλλ' ὡς παρὰ τοῖς ἀπίστοις νομιζομένους. Λέγει τοίνυν, ὅτι Καὶ τῶν ἐπουρανίων ὑπέρκεισαι, καὶ πάντων ἀσυγκρίτως ὑπέρτερος εἶ, καὶ οὐδείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσεται. Ἐλέγχεται γὰρ τῶν ὑπὸ τῶν ἀνθρώπων θεοποιουμένων τὸ ψεῦδος· ἡ δὲ σὴ δύναμις διαρκὴς καὶ ἀνώλεθρος. Τοιούτοις καὶ ἀλλαχοῦ κέχρηται λόγοις φάσκων· "Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς." Ταύτην δὲ ποιοῦνται τὴν παρεξέτασιν, οὐκ ἀγνοοῦντες οἱ προφῆται τῆς διαφορᾶς τὴν ὑπερβο λὴν, ἀλλὰ τῇ τῶν ἀπίστων ἀσθενείᾳ σύμμετρον διδα σκαλίαν προσφέροντες.

ηʹ. "Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων· μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περι κύκλῳ αὐτοῦ." Ἐπειδὴ τῶν οὐκ ὄντων θεῶν ἐμνημόνευσεν, ἠγνοεῖτο δὲ παρὰ τοῖς δυσσεβέσιν ὁ ὢν Θεὸς, εἰκότως τοὺς ἁγίους παρήγαγε, παρ' ὧν ὁ ἀληθὴς ὑμνεῖται Θεὸς, οἷς καὶ φοβερός ἐστιν, ἅτε δὴ πελάζουσιν αὐτῷ, καὶ τὴν ἄῤῥητον αὐτοῦ γινώσκουσι δύναμιν. Βουλὴν δὲ ἁγίων ὠνόμασεν ἐνταῦθα τῶν ἁγίων τὸν σύλλογον.

θʹ. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου." Συνεχῶς τῆς ἀληθείας μνημονεύουσι, ποθοῦντες ἰδεῖν τὸ τῶν ὑποσχέσεων ἀψευδές· καί φασι πρὸς αὐτόν, Τίς σοι, ∆έσποτα, τῶν ὄντων δύναται συγκρι θῆναι; Τῶν δυνάμεων εἶ Κύριος καὶ Θεὸς, δύναμιν ἔχεις σύνδρομον τῇ βουλήσει· ἀληθῆ πάντα καὶ βέβαια παρὰ σοί. Εἶτα διέξεισι τῆς δυνάμεως τὰ τεκμήρια.

ιʹ, ιαʹ. "Σὺ δεσπόζεις τὸ κράτος τῆς θαλάσ σης· τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ κατα πραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερή φανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρ πισας τοὺς ἐχθρούς σου." Σὺ εἶ, φησὶ, τῶν ἁπάντων δημιουργὸς καὶ δεσπότης· καὶ ῥᾴδιόν σοι καὶ διεγεῖ ραι τὴν θάλασσαν, καὶ γαλήνην ἐργάσασθαι. Τῆς δὲ θαλάσσης μνημονεύσας, καὶ τῶν ἐν ταύτῃ γεγε νημένων ἀναμιμνήσκει. Ὑπερήφανον γὰρ τὸν Φα ραὼ καλεῖ, καὶ ἐχθροὺς τοὺς Αἰγυπτίους, οὓς τῇ θαλάττῃ παρέδωκε, καὶ διέσωσε τὸν οἰκεῖον λαόν. Προλέγει δὲ κατὰ ταυτὸν καὶ τῶν τῆς ἀλαζονείας διδασκάλων τὸν ὄλεθρον· καὶ τούτους γὰρ σὺν τῇ πονηρᾷ στρατιᾷ ἐν τῷ παναγίῳ καταλύει βαπτί σματι· [καθάπερ ἐκεῖ διὰ Μωϋσοῦ, ἐνταῦθα διὰ τοῦ ἱερέως.] ιβʹ. "Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμε λίωσας." Οὐ γὰρ μόνον τῆς θαλάττης καὶ τῆς γῆς ἁπάσης, ἀλλὰ καὶ τῶν ὑπερκειμένων οὐρανῶν σὺ εἶ ποιητὴς καὶ δημιουργός. Σὸν γὰρ ἔργον οὐ μόνον ὁ ὁρώμενος οὐρανὸς, ἀλλὰ καὶ ὁ τούτου ὑπέρ τερος.

ιγʹ. "Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτι σας." Ὁ δὲ Θεοδοτίων οὕτως· Βοῤῥᾶν καὶ νό τον σὺ ἔκτισας. [Τὸν δὲ νότον θάλασσαν καλεῖ, ἐπειδὴ αὐτὸς μάλιστα τὸ κύτος αὐτῆς συνταράσσει.] Καὶ οἱ ἄνεμοι, φησὶ, καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τμήματα, σοῦ ὑπάρχει δημιουργήματα. Οὐχ ἁπλῶς δὲ τῶν δύο τμημάτων ἐμνημόνευσε τούτων· ἀλλ' ἐπειδὴ τῆς Ἰερουσαλὴμ κατὰ νότον μέν εἰσιν οἱ Αἰγύπτιοι, κατὰ βοῤῥᾶν δὲ οἱ Ἀσσύριοι· καταλύσας δὲ Αἰγυπτίων τὸ θράσος, τὴν ἐλευθερίαν αὐτοῖς ἐδω ρήσατο. Ῥᾴδιόν σοι, φησὶ, καταλῦσαι καὶ τούτους ὡς ἐκείνους. Οὗ γενομένου, "Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται." ∆ιὰ τούτων δὲ πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας παρεδήλωσε. Ταῦτα γὰρ ἐκείνης εἰσὶ τὰ ὄρη τῆς γῆς. Τὸ δὲ ἀγαλλιά σονται ὁ μὲν Ἀκύλας αἰνέσουσιν, ὁ δὲ Σύμμα χος εὐφημήσουσιν εἴρηκεν. Οὐ μὴν τὰ ὄρη τοῦτο δράσειν εἴρηκεν, ἀλλὰ τοὺς τὰ ὄρη, ἢ παρὰ τὰ ὄρη, οἰκοῦντας ἀνθρώπους.

ιδʹ. "Σὸς ὁ βραχίων μετὰ δυναστείας." Ἴδιόν σου τὸ δυνατῶς ἅπαντα ἐνεργεῖν. Τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας, τὴν δὲ δυναστείαν ἐπὶ τῆς δυνά μεως ἔλαβε· καὶ γὰρ ὁ Ἀκύλας ἀντὶ δυναστείας, δύναμιν τέθεικεν. "Κραταιωθήτω ἡ χείρ σου· ὑψω θήτω ἡ δεξιά σου." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου. Πολλάκις εἰρήκαμεν, ὡς διὰ τῆς χειρὸς τὴν ἐνέργειαν δηλοῖ· διὰ δὲ τῆς δεξιᾶς, τὴν ἀγαθὴν ἐνέργειαν· διπλῆς τοί νυν ἐνεργείας δεόμενοι, ἀμφοτέρων ἐμνήσθησαν. Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν. Οὗ δὴ χά ριν ἀήττητον μὲν τὴν χεῖρα, ὑψηλὴν δὲ καλοῦσι τὴν δεξιὰν, ὡς δυναμένην κἀκείνους κολάσαι, καὶ αὐ τοὺς ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερο μένων δηλοῦσι.

ιεʹ. "∆ικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρό νου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου." Αὐτοῖς γὰρ καὶ Βαβυλωνίοις δικά σαι τὸν Θεὸν ἱκετεύοντες, ἀντιβολοῦσι κατ' ἐκείνων μὲν δικαίαν τὴν ψῆφον ἐξενεγκεῖν, αὐτοῖς δὲ τὸν ἔλεον παρασχεῖν, καὶ τῆς ὑποσχέσεως τὴν ἀλήθειαν δεῖξαι. ∆ιά τοι τοῦτο τῇ μὲν δικαιοσύνῃ καὶ τῷ κρί ματι τὸν δικαστικὸν ἔφασαν κεκοσμῆσθαι θρόνον, ἔλεον δὲ καὶ ἀλήθειαν τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομένης. ι ʹ. "Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν." Ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν, νενικηκότων ἐστὶ φωνή. Ἐπειδὴ τοίνυν ἡττηθέντες ἠνδραποδί σθησαν, μακαρίζουσι τοὺς νικήσαντας· προθεσπίζει δὲ ὁ λόγος καὶ τὸν λαὸν, τὸν ἐν πάσῃ γῇ καὶ θα λάττῃ τὸν μυστικὸν ἀλαλαγμὸν προσφέροντα τῷ Θεῷ, καὶ τὸν ἐπινίκιον ὕμνον ᾄδοντα. Ταύτῃ δὲ διανοίᾳ καὶ ἐπαγόμενα συμφωνεῖ. "Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσον ται. [ιζʹ.] Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσον ται." Ἀλαλάζουσι δὲ, καὶ κατὰ τῶν ἐχθρῶν παια νίζουσι, καὶ σοὶ τῷ νικοποιῷ τὸν ἐπινίκιον ὕμνον προσφέρουσι, τῇ σῇ ἐπιφανείᾳ καταυγαζόμενοι, καὶ τὸ παρὰ σοῦ δεχόμενοι φῶς [διὰ τῆς τοῦ λου τροῦ παλιγγενεσίας,] καὶ διηνεκῶς ἀπολαύοντες θυμηδίας, καὶ τὴν νενομοθετημένην κατορθοῦντες δικαιοσύνην, καὶ ὑψηλοὶ καὶ περιφανεῖς ἐντεῦθεν γινόμενοι.

ιηʹ. "Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ." Μέγα, φησὶν, ἐπὶ τῇ σῇ δυνάμει φρονοῦσι· παρὰ σοῦ γὰρ ταύτην ἐδέξαντο. "Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν." Καὶ ἡμεῖς δὲ, φησὶ, ταύτην ἔχομεν τὴν ἐλπίδα, καὶ τὴν σὴν ἐπικου ρίαν προσμένομεν· διὰ ταύτην γὰρ κρείττους τῶν πολεμίων ἐσόμεθα· κέρας γὰρ τὴν ἰσχὺν καὶ τὸ κράτος ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασφόρων ζώων, ἃ τοῖς κέρασι καθωπλισμένα, τούτοις κέ χρηνται κατὰ τῶν ἐπιόντων.

ιθʹ. "Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν." Ταύτῃ δὲ τῇ ἐλπίδι τρεφόμεθά σε βασιλέα ἔχοντες, ὑπὸ τὴν σὴν κηδεμονίαν τελοῦντες.

κʹ. "Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου." Ὁ δὲ Σύμμαχος οὕτως· Τότε ἐλάλησας δι' ὁρά σεως τοῖς υἱοῖς σου. Οἴδαμεν γάρ σου τὰς διὰ τῶν προφητῶν γεγενημένας ἐπαγγελίας. Τούτους γὰρ καὶ ὁρῶντας καὶ βλέποντας ὠνόμαζον. "Καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν·" ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. [καʹ.] Εὗρον ∆αβὶδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν." Σὺ, φησὶ, τῷ θεράποντί σου ∆αβὶδ ἐμαρ τύρησας, καὶ δυνατὸν ἐν τοῖς τῆς ἀρετῆς εὑρὼν κατ ορθώμασι τῆς σῆς βοηθείας ἠξίωσας, καὶ ἐξελέξω, καὶ ἔχρισας, καὶ βασιλέα κεχειροτόνηκας.

κβʹ. "Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν." Εἶπας δὲ αὐτῷ παρέξειν ἰσχὺν, καὶ τῆς σῆς αὐτῷ μεταδώσειν κηδεμονίας.

κγʹ. "Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Ὑπ έσχου δὲ καὶ τὰς τῶν ἐχθρῶν αὐτοῦ ματαίας δείξειν ἐπιβουλὰς, καὶ τῶν λωβᾶσθαι πειρωμένων κρείττονα καταστήσειν κδʹ, κεʹ. "Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσο μαι. Καὶ ἡ ἀλήθειά μου, καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέ ρας αὐτοῦ." Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ κα ταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον. κ ʹ. "Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ· καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ." ∆ώσω δὲ αὐτῷ κατὰ θά λασσαν καὶ κατ' ἤπειρον κράτος· διὰ γὰρ τῶν πο ταμῶν, τὴν ἤπειρον παρεδήλωσεν.

κζʹ. "Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ. Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·" [ἐν τῷ λέγειν τὸν Χριστὸν, "Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο." Καὶ ἐν τῷ λέγειν αὐτὸν πάλιν τοῖς ἀποστόλοις· "Πορεύομαι εἰς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν."] κηʹ. "Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν· ὑψη λὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς." Ταῦτα μέν τοι οὔτε ἐπὶ τοῦ ∆αβὶδ, οὔτε ἐπὶ τοῦ πολυθρυλλήτου Σολομῶντος τετύχηκε πέρατος. Οὔτε γὰρ τῆς θα λάττης ἐκράτησε Σολομὼν, ἢ ∆αβὶδ, οὔτε πρωτότο κος ὠνομάσθη Θεοῦ, οὔτε τῶν βασιλέων ἁπάντων τὴν ἐξουσίαν ἐδέξατο. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμή νευσεν, Ὕψιστον [παρὰ] τοῖς βασιλεῦσι τῆς γῆς· καὶ ὁ Σύμμαχος, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Εἰ δὲ μήτε τῷ ∆αβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ ∆αβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος· τοὺς μὲν ἑκόντας ἔχων προσκυνητὰς, τῶν δὲ ἀντιλέγειν τολμώντων τὴν ἀσθένειαν διελέγχων. Μυρίαις γὰρ χρώμενοι μη χαναῖς, τῶν ὑπ' αὐτῶν τεθέντων περιγενέσθαι νόμων οὐ δύνανται. Πρωτότοκον δὲ αὐτὸν καὶ ὁ μα κάριος ὀνομάζει Παῦλος, "Εἰς τὸ εἶναι [αὐτὸν] πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς." Καὶ, "Πρω τότοκος ἐκ τῶν νεκρῶν·" καὶ, "Πρωτότοκος πάσης κτίσεως." Καὶ αὐτὸς δὲ ὁ ∆εσπότης τῇ Μαρίᾳ μετὰ τὴν ἀνάστασιν ἔφη· "Πορευθεῖσα εἰπὲ τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὥσπερ γὰρ μονογενής ἐστιν ὡς Θεὸς (μόνος γὰρ ἐκ Πατρὸς ἐγεννήθη), πρωτότοκος δὲ ὡς ἄνθρωπος (ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας ὡς ἄνθρωπος)· οὕτω Πατέρα αὑτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεὸς, Θεὸν δὲ αὑ τοῦ ὀνομάζει ὡς ἄνθρωπος. Ἐπ' αὐτοῦ τοίνυν ἡ προφητεία τὸ τέλος ἐδέξατο. Μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ. "Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. [∆ιαθήκην δὲ λέγει ἣν διέθετο τοῖς πατράσιν ὁ Θεὸς Πατὴρ, ἀνα στήσειν, ὥς φαμεν, ἐκ τοῦ σπέρματος αὐτῶν τὸν Κύριον.] λʹ. "Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." [Σπέρμα αὐτοῦ οἱ τῆς χάριτος τρόφιμοι, καὶ ἡ βασιλεία, ἣν αὐτὸς ἐδωρήσατο αὐ τοῖς· περὶ ἧς αὐτὸς ὁ Κύριος πρὸς τοὺς πιστεύοντας εἰς αὐτὸν ἔφη· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι λείαν ἀπὸ καταβολῆς κόσμου."] ∆ειξάτωσαν τοίνυν οἱ Ἰουδαῖοι τὸν βασιλικὸν τοῦ ∆αβὶδ θρόνον μέχρι καὶ τήμερον διαρκέσαντα, ὃν εἰς αἰῶνα φυλάξειν ὁ Θεὸς ἐπηγγείλατο. ∆ειξάτωσαν δὲ καὶ τὸ σπέρμα τὸ ἐκείνου τῇ βασιλείᾳ κοσμούμενον. Εἰ δὲ τούτων οὐδέτερον δύναιντο ἂν ἀποδεῖξαι, καὶ ταῦτα λίαν ἀναισχυντοῦντες· λείπεται δυοῖν θάτερον, ἢ ψευδῆ καλεῖν τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἢ ἀληθῆ τὴν ἐπαγγελίαν ὁμολογοῦντας δέχεσθαι τῶν πραγμά των τὴν μαρτυρίαν. Ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα Χριστὸς, "ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέ λων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;" Περὶ τούτου ὁ μακάριος ∆αβὶδ ἔφη, "Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο δῶν σου. Τοιγαροῦν διὰ τοῦ ∆εσπότου Χριστοῦ τὸ σπέρμα τοῦ ∆αβὶδ εἰς αἰῶνα διέμεινε, καὶ ὁ θρόνος αὐτοῦ ἔχει τὸ διαρκές. Οὕτω γὰρ καὶ ὁ μακάριος ἐθέσπισεν Ἡσαΐας. Εἰρηκὼς γὰρ, ὅτι Παιδίον ἐγεν νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· [ἵνα μή τις ὑπολάβῃ τὸ παιδίον ἄν θρωπον, καὶ οὐ Θεὸν, διὰ τῶν ἑξῆς σαφέστερον ἔδειξε, τῷ εἰπεῖν·] "Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐπήγαγε μετ' ὀλίγον· Ἐπὶ τὸν θρόνον ∆αβὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορ θῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Οὕτω τὰ περὶ τοῦ ∆εσπότου Χριστοῦ προθεσπίσας ὁ λόγος, περὶ τῶν ἐν μέσῳ γενομένων διεξέρχεται βασιλέων. λαʹ–λδʹ. "Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νό μον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν. Ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐν τολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν· καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐ τῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐ τοῦ, οὐδ' οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου." Κἂν μυρία, φησὶ, παράνομα δράσωσιν οἱ ἐκ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντες, αὐτοὺς μὲν ὑποβα λῶ τιμωρίαις, τὴν δὲ πρὸς τὸν ∆αβὶδ ἐπαγγελίαν βεβαίαν διαφυλάξω. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκε δάσω ἀπ' αὐτοῦ, τουτέστι τοῦ ∆αβὶδ, οὐδ' οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Τὸ ἀδικήσω, παραβήσομαι ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύ λας, οὐ ψεύσομαι. [Οὐδ' οὐ μὴ ἀδικήσω, ἀντὶ τοῦ, Οὐ μὴ παραβιβάσω, οὐδ' οὐ μὴ ψεύσομαί μου τὰς ἐπαγγελίας.] λεʹ. "Οὐδ' οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω." Οὐ ψεύσομαί μου τὰς ἐπαγγελίας, οὐ παραβήσομαι τὰς συνθήκας, ἀλλὰ δείξω τῶν ὑπο σχέσεων τὴν ἀλήθειαν. [ὅτε ὁ ἐμὸς υἱὸς ὁ συν άναρχός μοι καὶ συναΐδιος ἐκ ∆αβὶδ σαρκωθῇ· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς]. λ ʹ. "Ἅπαξ ὤμοσα τῷ ἁγίῳ μου, εἰ τῷ ∆α βὶδ ψεύσομαι." Βεβαίαν γὰρ πρὸς αὐτὸν ποιησάμε νος τὴν ὑπόσχεσιν, ἐπιθήσω ταύτῃ τὸ πέρας· τὸ γὰρ ὤμοσα ἐπὶ τοῦ βεβαίου τέθεικεν, ὡς τῶν ἐπαγ γελλομένων ὅρκῳ βεβαιούντων τὰς ὑποσχέσεις.

λζʹ, ληʹ. "Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός." Ἀντὶ τοῦ ὁ μάρτυς, ὁ Σύμμα χος ὁ διαμαρτυράμενος τέθεικε. Καὶ ἐν τῷ ἑβδο μηκοστῷ καὶ πρώτῳ ψαλμῷ ὁ μακάριος ∆αβὶδ πε ρὶ τοῦ ∆εσπότου Χριστοῦ προηγόρευσε· "Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ συμπαρα μενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γε νεῶν." Ἐπειδὴ γὰρ ὁ ἥλιος τὸν χρόνον μετρεῖ σθαι ποιεῖ ἀνίσχων τε καὶ δυόμενος, καὶ ἡμέραν καὶ νύκτα ποιῶν, διὰ τοῦ ἡλίου, τοῦ θρόνου τὸ ἀκα τάλυτον ἠβουλήθη δηλῶσαι, τὸ δὲ σπέρμα εἰς αἰῶ να διαθήσειν ὑπέσχετο. [Σπέρμα δὲ τοῦ Θεοῦ Λόγου οἱ εἰς αὐτὸν πιστεύοντες ἅπαντες.] Ὁ δὲ ταῦτα ὑποσχόμενος, καὶ διαμαρτυράμενος, ἐν οὐρα νῷ τέ ἐστι, καὶ ἀληθέσι καὶ πιστοῖς κέχρηται λό γοις, ὡς μόνος ὑπάρχων ἀψευδής. Οὕτω τὰς πρὸς τὸν ∆αβὶδ γεγενημένας ὑποσχέσεις εἰρηκότες, τὰς συμβάσας αὐτοῖς ὀλοφύρονται συμφοράς.

λθʹ, μʹ. "Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας· ἀν εβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου." Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ δὲ αὐ τὸς ἀπεβάλου καὶ ἀπεδοκίμασας, ἐχολώθης πρὸς τὸν Χριστόν σου, εἰς κατάραν ἔδωκας τὴν συνθήκην τοῦ δούλου σου. Σὺ δὲ αὐτὸς, ὁ ἐκεῖ να παρέξειν ὑποσχόμενος, ἀπώσω μὲν τοὺς τοῦ ∆α βὶδ ἀπογόνους, καὶ εὐτελεῖς ἔδειξας, καὶ εἰς δουλείαν παρέδωκας, κατέλυσας δὲ τὴν τούτου βασιλείαν, καὶ τὰς γεγενημένας πρὸς τὸν σὸν θεράποντα συνθήκας διέλυσας. Χριστὸν γὰρ ἐνταῦθα βασιλείαν κα λεῖ. Αἰχμάλωτοι δὲ ἀπηνέχθησαν οἱ δύο τοῦ ∆αβὶδ ἀπόγονοι, Ἰεχωνίας καὶ Σεδεκίας· εἰς τούτους δὲ κατέληξεν ἡ τοῦ ∆αβὶδ βασιλεία. Ζοροβάβελ γὰρ, ὁ μετὰ τὴν αἰχμαλωσίαν ἡγεμονεύσας, δημαγωγὸς ἦν, οὐ βασιλεύς. "Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγία σμα αὐτοῦ." Ἁγίασμα τὸν ναὸν καλεῖ, ὃν ἠβου λήθη μὲν ὁ ∆αβὶδ οἰκοδομῆσαι, ἐδείματο δὲ Σολομὼν μετὰ τὸν ∆αβίδ· τοῦτον λέγει βεβηλωθῆναι τῇ τῶν Βαβυλωνίων ἐφόδῳ, καὶ γενέσθαι προσόμοιον βο τάνῃ ἀνθούσῃ. Καταλυθεὶς γὰρ εἰς χῶμα κατέπεσε, καὶ χέρσῳ παραπλήσιος ἦν.

μαʹ. "Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ." Πάσης αὐτὸν ἀσφαλείας ἐγύμνωσας. "Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν." Τοῖς γὰρ τῶν πόλεων περιβόλοις πάλαι θαῤῥῶν, ἐξέπεσε τοῦ θάρσους, καὶ δειλίαν περίκειται.

μβʹ. "∆ιήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν." Μωαβῖται, Ἀμμανῖται, Ἀλλόφυλοι, Ἰδουμαῖοι, Σύροι, Ἀσσύριοι, Βαβυλώνιοι. "Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὑτοῦ." Ἐπίχαρτος ἐγένετο καὶ ἐπονείδιστος τοῖς ὁμόροις.

μγʹ. "Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐ τόν." Ἰσχυροτέρους αὐτοῦ τοὺς πολεμίους ἀπ έφηνας. "Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ." Καταγέλαστον αὐτὸν τοῖς δυσμενέσι πεποίη κας.

μδʹ. "Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ." Ἄχρηστα αὐτῷ τὰ ὅπλα γεγένηται, τῆς σῆς γυ μνωθέντι κηδεμονίας.

μεʹ. "Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως, Ἀπέπαυσας τὴν καθαρότητα αὐτοῦ. Οὐ γὰρ δύναται περιῤῥαντηρίοις καθαίρε σθαι αἰχμάλωτος ὢν, καὶ πόῤῥω τοῦ σοῦ διάγων νεώ. "Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας." Πάμ παν αὐτοῦ τὴν βασιλείαν κατέλυσας. μ ʹ. "Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐ τοῦ." Εἰς αἰῶνα φυλάξειν τὴν βασιλείαν ἐπαγγει λάμενος, ὀλίγῳ ταύτην περιώρισας χρόνῳ "Κατ έχεας αὐτῷ αἰσχύνην." Ἐπονείδιστος γεγένη ται, καὶ αἰσχύνης ἐμπίπλαται. Σεδεκίας μὲν γὰρ, ἐκκοπέντων τῶν ὀφθαλμῶν, μύλωνι παρεδόθη πάν τα τὸν λειπόμενον χρόνον. Ἰεχωνίας δὲ καὶ αὐτὸς ἐδού λευσεν. Αἰσχύνης δὲ καὶ ὀνειδισμοῦ ταῦτα μεστά. Οὕτω τὰς συμφορὰς ὁ προφητικὸς διηγησάμενος λό γος, ποτνιᾶσθαι καὶ ἱκετεύειν παρεγγυᾷ.

μζʹ. "Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;" Ὁ δὲ Σύμμα χος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέ λος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου; Μέχρι τί νος, φησὶ, ∆έσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέ ρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμε τέρων ἁμαρτάδων ἐκκαίεις; μηʹ. "Μνήσθητι, τίς μου ἡ ὑπόστασις." Ποιη τὴς εἶ καὶ πλάστης, καὶ τῆς ἐμῆς δυνάμεως τὰ μέ τρα γινώσκεις. "Μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;" Οὐκ εἰκῆ, οὐδὲ μάτην τοὺς ἀνθρώπους διέπλασας, ἀλλ' ἀγαθότης τῆς δη μιουργίας ἡγήσατο. ∆ι' ἀγαθότητα γὰρ μόνην ἡμᾶς ἐδημιούργησας. Μὴ παρίδῃς τοίνυν τοσούτοις συγ κληρωθέντας κακοῖς.

μθʹ. "Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὑτοῦ ἐκ χειρὸς ᾅδου;" Παντὸς ἀνθρώπου τέλος ἡ τελευτή· περιγε νέσθαι γὰρ αὐτοῦ τοῦ θανάτου τῶν ἀδυνάτων· ζῶσι τοίνυν μετάδος φιλανθρωπίας. Εἶτα πάλιν ἀνα μιμνήσκει τῶν ὑποσχέσεων.

νʹ. "Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;" Καλῶς δὲ πανταχοῦ τῆς ἀληθείας προσφέρει τὴν μαρτυ ρίαν, εἰς τὴν βεβαίωσιν τῶν ἐπαγγελιῶν διεγείρων τὸν ὑποσχόμενον· καὶ τὸ προοίμιον δὲ ἀπὸ τοῦ ἐλέου ἐξύφηνε, καὶ ἐν τῷ τέλει τοῦ ἐλέου πάλιν ἀναμιμνή σκει· τοῦτο γὰρ ἐδέοντο μάλιστα.

ναʹ. "Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν." Ὁ δὲ Σύμμαχος οὕτως, Καὶ ἐβάστασα ἐν τῷ κόλ πῳ μου παμπόλλων ἐθνῶν. Μὴ παρίδῃς με, φη σὶν, ὀνειδιζόμενον, οὐχ ὑφ' ἑνὸς ἔθνους, ἀλλ' ὑπὸ μυ ρίων. Οὐ γὰρ μόνον Ἀσσύριοί μοι ἐπικερτομοῦσι, καὶ Βαβυλώνιοι, ἀλλὰ καὶ οἱ πλησιόχωροι πάν τες, οἱ τὴν πρὸς ἐμὲ δυσμένειαν ἐσχηκότες ἀεί. Οὐκ ἐμοὶ δὲ μόνον ἐπιχαίρουσιν, ἀλλὰ καὶ κατὰ σοῦ τὴν γλῶτταν κινοῦσι, καὶ βλασφήμοις κέχρηνται λόγοις, ἀσθένειαν σὴν τὴν ἐμὴν δουλείαν νομίζοντες. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· νβʹ. "Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε· οὗ ὠνεί δισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου." Ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὕτως· Ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου· Ἴχνη δὲ Χριστοῦ προσηγό ρευσε τοὺς κατ' ἐκεῖνον τὸν καιρὸν βασιλέας, δι' ὧν ὥδευσεν ὁ περὶ τῆς Χριστοῦ βασιλείας λό γος. Καὶ οἱ Ἑβδομήκοντα δὲ ἀντάλλαγμα αὐ τοὺς προσηγόρευσαν, ὡς κατὰ σάρκα αὐτοῦ γεγε νημένους προγόνους, καὶ ὡς ἐν σκοτίᾳ τινὶ τὴν βασιλείαν ἰθύνοντας. ∆ιὰ τὸν Χριστόν σου τοίνυν, οὗ ἴχνη οὗτοι τυγχάνουσι, καὶ ἀντάλλαγμα, παῦσον ἡμῶν, ∆έσποτα, τὰ ὀνείδη.

νγʹ. "Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο." Ἀγαθῆς ἐλπίδος ἡ ὑμνῳδία. Πιστεύσαν τες γὰρ αἰτήσεις δέξασθαι, τόνδε τὸν ὕμνον προσ ενηνόχασι τῷ Θεῷ. Ταύτην δὲ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας δείκνυσιν ἀκριβέστερον, τὸ Ἀμὴν Ἀμὴνἑρμηνεύσας· ἔφη γὰρ Πεπιστωμένος καὶ πεπι στευμένος, ἀντὶ τοῦ, Ἀληθὴς εἶ, καὶ λίαν ἀληθής. Εὐλογητὸς τοίνυν εἰς τὸν αἰῶνα· βεβαιοῖς γάρ σου τοῖς ἔργοις τὰς ὑποσχέσεις.

ΕΡΜΗΝ. ΤΟΥ ΠΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Προσευχὴ τῷ Μωσεῖ ἀνθρώπῳ τοῦ Θεοῦ." Τινὲς μὲν τῶν συγγραφέων τὸν μέγαν ἔφασαν Μωσῆν τήνδε ποιῆσαι τὴν προσευχήν· τινὲς δὲ συγ γραφέα αὐτῆς εἶπον τὸν μακάριον ∆αβὶδ εἶναι, προσ αρμόσαι δὲ αὐτὴν Μωσῇ τῷ θεσπεσίῳ· διπλῆν δὲ ὅμως ὁ ψαλμὸς χρησμολογίαν ἔχει. Προθεσπί ζει γὰρ, οὐ μόνας τῶν Ἰουδαίων τὰς συμφορὰς, ἀλλὰ καὶ πάσης τῆς ἀνθρωπείας φύσεως διδάσκει τὸ φθαρτὸν καὶ ἐπίκηρον. Προλέγει δὲ τὴν ἐπὶ τὸ κρεῖττον καὶ τούτων κἀκείνων μεταβολήν. [Ἀκρι βῶς δὲ καὶ ὁ παρὼν ψαλμὸς παρὰ τοῦ μακαρίου ∆α βὶδ ἐγράφη, ὡς καὶ οἱ λοιποὶ ἅπαντες.] Κύριε, κατα φυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ." Ἰου δαίων μὲν γὰρ ἐγένετο καταφυγὴ, οὐκ ἐν Αἰγύπτῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπὶ Γεδεὼν, Βαράκ τε καὶ Ἰεφθάε, καὶ Σαμψὼν, καὶ Σαμουὴλ, καὶ ∆αβίδ· καὶ διὰ τῶν προ φητῶν αὐτοὺς πάσης κηδεμονίας ἠξίωσε, καὶ βα σιλευομένοις πάσης ἐπικουρίας μετέδωκε. Πᾶσα δὲ τῶν ἀνθρώπων ἡ φύσις τούτοις κέχρηται τοῖς λό γοις, τῶν παντοδαπῶν εὐεργεσιῶν ἀναμιμνήσκουσα τὸν Θεὸν, ὅπως τὸν Ἐνὼχ μετέθηκεν, ὅπως ἁπάν των τὸν θηριώδη βίον ἀσπασαμένων, σπινθῆρα τῷ γένει τὸν θεσπέσιον διεφύλαξε Νῶε, ὅπως τὸν πα τριάρχην Ἀβραὰμ ἐκλεξάμενος, πᾶσιν ὑπέσχετο τὴν εὐλογίαν τοῖς ἔθνεσιν. Οὐ γὰρ, ὥς τινες τῶν ἀπί στων τολμῶσι λέγειν, ἐκ μεταμελείας εἰς τὴν τῶν ἐθνῶν ἦλθεν εὐεργεσίαν τῶν ὅλων ὁ Κύριος, ἀλλὰ ἀεὶ πάντων ἀνθρώπων προμηθούμενος διετέλεσε [τῶν ὅλων ὁ Κύριος, καὶ πρὸ τῆς ἀκαταλήπτου αὐτοῦ ἐνανθρωπήσεως]. Καὶ τοῦτο ἡμᾶς ἡ προφη τεία ἐδίδαξε λέγειν· "Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ." Ἀεὶ γὰρ τῆς σῆς ἐλ πίδος ἀπηλαύσαμεν, ∆έσποτα.

βʹ. "Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως αἰῶνος σὺ εἶ." Τῶν γενητῶν γὰρ προ ϋπάρχεις ἁπάντων, καὶ τῶν ὀρῶν, καὶ τῆς γῆς, καὶ τῆς οἰκουμένης ἁπάσης· αἰώνιος γὰρ εἶ, ἄναρχός τε καὶ ἀτελεύτητος, οὐδενὶ περιοριζόμενος πέρατι. Τῷ γὰρ, "Πρὸ τοῦ ὄρη γενηθῆναι," τὸ, Σὺ εἶ, συν απτέον.

γʹ. "Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνω σιν." Ἱκετεύω σε τοίνυν τὸν ἀΐδιον, τὸν αἰώνιον, τὸν ἀεὶ καταφυγὴν ἡμῖν γενόμενον, μὴ παντελῶς ἡμᾶς παριδεῖν τοσούτοις περικλυζομένους κακοῖς. Ἐπειδὴ γὰρ αὐτὸς τοῦ Ἀδὰμ τοὺς ἱδρῶτας καὶ τοὺς πόνους κατεψηφίσατο εἰρηκὼς, "Ἐν ἱδρῶτι τοῦ προσώπου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀπο στρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·" ἁρμοδίως ὁ προφητικὸς λόγος ἱκετεύειν διδάσκει, μὴ ἀποστραφῆναι παντάπασιν εἰς ταπείνωσιν καὶ εἰς τὴν συγκληρωθεῖσαν ταλαι πωρίαν. Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγ κασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδρα ποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι. "Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων." Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ἐρεῖς, Ἐπιστράφητε, υἱοὶ τῶν ἀνθρώπων. Οὐ μάτην, φησὶν, ἀντιβολοῦμεν, ἀλλ' εἰδότες σαφῶς, ὡς δέξῃ τὰς ἡμετέρας ἱκετείας, καὶ μεταβολὴν ἡμῖν τῶν παρόντων ἐργάσῃ κακῶν· παραινῶν ἐπιστρέψαι, καὶ τῆς προτέρας πονηρίας ἀπαλλαγῆναι.

δʹ. "Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε· ὡς ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί." Μεθυπέρβατός ἐστι τῶν ῥημάτων ἡ διάνοια. Τοῦτο γὰρ τῷ προτέρῳ συνήρμοσται, "Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί." ∆ιὰ μέσου δὲ πρόσκειται τὸ, "Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων." Λέγει δὲ, ὅτι Σμικρά τίς ἐστι καὶ ἀλγεινὴ λίαν ἡ τῶν ἀνθρώπων ζωή· σοὶ δὲ τῷ ἀϊδίῳ, καὶ αἰωνίῳ, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρεί κασται, μᾶλλον δὲ σμικρῷ μορίῳ νυκτός. Φυλα κὴν γὰρ νυκτερινὴν, τὸ τέταρτον μόριον ἐκάλεσε τῆς νυκτός· τετραχῆ γὰρ οἱ ταύτην φυλάττειν πε πιστευμένοι διῄρουν· τετάρτῃ δὲ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους ἀφίκετο.

εʹ. "Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται." Ἐπὶ πλεῖστον δὲ αὐτοὺς, φησὶ, ταύτῃ τῇ ταλαιπω ρίᾳ συνέζευξας· σημαίνει δὲ κατὰ ταυτὸν, καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰουδαίων ἀπο βολὴν, καὶ τῆς θείας κηδεμονίας τὴν στέρησιν, οὐκ ἐπ' ὀλίγον χρόνον, ἀλλ' ἐπὶ πλεῖστον ἐσομένην. "Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι. [ ʹ.] Τὸ πρωῒ ἀν θήσαι, καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκλη ρυνθείη, καὶ ξηρανθείη." Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν. Ὥριμον δὲ καρπὸν τῷ γεωργῷ δοῦναι μὴ βουλη θέντες, ἀλλὰ τὴν καρδίαν σκληρύναντες, παντελῶς ἐξηράνθησαν· τῆς γὰρ προτέρας ἀρδείας οὐκ ἔτι μετέλαχον. Πρωῒ δὲ καλεῖ, τὴν ἀρχὴν τῆς Ἰουδαίων ἐπιμελείας· Ἑσπέραν δὲ, τῆς θείας κηδεμονίας τὴν παῦλαν. Ταύτης δὲ μετὰ τὸν σταυρὸν ἐγυμνώ θησαν, [ὅτι τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἀν έστησαν σταυρόν· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ζʹ. "Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν." Καὶ Ἰουδαίοις ταῦτα καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς ὤρυξαν. "Λάκκον γὰρ ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο."] ηʹ. "Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου." Ὁ δὲ Σύμμαχος οὕτως· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαί νεσθαι τῷ προσώπῳ σου. Ταύταις ἡμᾶς ταῖς τιμωρίαις ἐξέδωκας, θεασάμενος ἡμᾶς τῶν μὲν σῶν ἀμελήσαντας νόμων, ἀνομίᾳ δὲ προελομένους συζῇν.

θʹ. "Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν." Ἡ ἁμαρτία, φησὶν, ὀργὴν ἐκίνησε καθ' ἡμῶν, ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν, ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν· ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον.

ιʹ. "Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων." Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει. ∆ίκην ἀράχνης διασπᾶται ῥᾳδίως. "Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος." Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· "Αἱ ἡμέ ραι μου σμικραὶ καὶ πονηραὶ, οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου." Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον, ἀλλ' ἐκεῖνο ἐπ' ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν, καὶ ὡς ἐπὶ πλεῖστον κρατοῦν, ἐνταῦθα διδάσκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω καὶ τῶν σφόδρα γηρώντων τὸ μακρό βιον καταλέλοιπεν. Ἀλλ' ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται· [καθάπερ καὶ τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱε ρουσαλὴμ ὁ τῶν οʹ ἐτῶν χρόνος ὃν ἐδούλευον τοῖς ἀνδραποδίσασιν κατώδυνος καὶ λίαν ὀδυνηρὸς ἐγέ νετο.] "Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα." Ἰδοὺ γὰρ πόσοις περικλυζόμεθα κακοῖς διὰ τὴν σμικρὰν ὀργήν σου. Πραότητα γὰρ ἐπελθοῦσαν αὐτοῖς τὴν μετρίαν τιμωρίαν ἐκάλεσεν.

ιαʹ. "Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;" Ὁ δὲ Σύμμαχος οὕτως· Τίς οἶδε τὴν ἰσχὺν τοῦ θυ μοῦ σου, καὶ κατὰ τὸν φόβον σου τὴν ὀργήν σου; Εἰ ἡ μετρία σου, φησὶν, ἀγανάκτησις τοσαύτην ἡμῖν παιδείαν ἐπήγαγε, τίς ἱκανὸς συνιδεῖν τὴν ἀπὸ τῆς ὀργῆς σου τιμωρίαν προσφερομένην; Αἰνίττεται δὲ ὁ λόγος τὴν αἰώνιον κόλασιν.

ιβʹ. "Ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ." Ἀπολαῦσαι, φησὶ, τῆς σῆς εὐεργεσίας ἀντιβολῶ, καὶ τῆς σῆς δεξιᾶς ἀριθμεῖν καὶ διηγεῖσθαι τὰ δῶρα, καὶ μιμεῖσθαι τοὺς ὑπὸ τῆς σῆς χάριτος σοφισθέντας, οἳ τοὺς ἄλλους πρὸς τὴν σὴν ποδηγοῦσιν ἐπίγνωσιν.

ιγʹ. "Ἐπίστρεψον. Κύριε· ἕως πότε; καὶ παρα κλήθητι ἐπὶ τοὺς δούλους σου." Μὴ ἐπὶ πλεῖστον, ∆έσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε τείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους.

ιδʹ. "Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν." Ὁ χρόνος ἐνήλλακται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γὰρ Ἀκύλας καὶ οἱἄλλοι οὕτως εἰρήκασιν, Ἔμπλησον ἡμᾶς ἐν πρωΐᾳ ἐλέους σου, καὶ αἰνέσομεν, καὶ εὐφραν θησόμεθα ἐν πάσαις ἡμέραις ἡμῶν. Πρωΐαν καὶ ὄρθρον καλοῦσι τῶν συμφορῶν τὴν μεταβο λήν· καὶ ἱκετεύουσιν ἐκεῖνο μὲν σκεδασθῆναι τὸ σκότος, ἀνατεῖλαι δὲ αὐτοῖς φῶς, οὐ διὰ τὴν οἰ κείαν ἀρετὴν, ἀλλὰ διὰ τὸν θεῖον ἔλεον. Τούτου γὰρ, φησὶν, ἐσομένου, πάσης θυμηδίας ἐμφορηθέντες, τὴν προσήκουσαν ὑμνῳδίαν προσοίσομεν.

ιεʹ. "Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπεί νωσας ἡμᾶς· ἐτῶν, ὧν εἴδομεν κακά." Καὶ ἐνταῦθα ὁμοίως ὁ χρόνος ἐνήλλακται. Ὁ Σύμμαχος γὰρ καὶ οἱ λοιποὶ, Εὔφρανον ἡμᾶς, εἰρήκασι. Παράσχου, φησὶν, εὐθυμίαν ἀντὶ τῆς ἀθυμίας, καὶ χάρισαι τῆς ἐπικειμένης ἡμῖν δυσκληρίας μεταβολήν. ι ʹ. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου. Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐχ ὡς γεγενη μένα ταῦτα εἰρήκασιν, ἀλλ' ὡς ἐσόμενα. Οὐ γὰρ εἶπον, "Εἶδες ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου." Σὰ γὰρ, φησὶν, ἡμεῖς ποιήματα, καὶ τῆς σῆς ὑπάρχομεν δεσποτείας οἰκέται· διὸ τῆς σῆς προνοίας ἀντιβολοῦμεν τυχεῖν. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν." Τουτέστι τοὺς δούλους σου· οἵ τε γὰρ ἐν Βαβυλῶνι τὴν ἱκετείαν προσφέ ροντες ἀντιβολοῦσι τὸν Θεὸν τῶν τετελευτηκότων αὐτοῦ δούλων ἐπαναγαγεῖν τοὺς υἱοὺς, καὶ ἡ ἀν θρωπεία φύσις ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν πα ρακαλεῖ τοὺς εὑρισκομένους ἀνθρώπους ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ.

ιζʹ. "Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς." [Λαμπρότητα τὴν ἐνανθρώ πησιν τοῦ Θεοῦ Λόγου καλεῖ· τότε γὰρ] καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς. [Περὶ γὰρ τούτου ὁ τῆς βροντῆς υἱὸς ἔφησε· "Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει."] Καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. "Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύ θυνον ἐφ' ἡμᾶς· καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον." Καλὴ τοῦ, ἐφ' ἡμᾶς, ἡ προσ θήκη. Ἡμέτερον γὰρ τῆς δικαιοσύνης τὸ κέρδος· καὶ ὁ μὲν Θεὸς συνεργεῖ τοῖς τῆς ἀρετῆς ἐρασταῖς, καὶ τὰ ταύτης συγκατορθοῖ, τὸν δὲ τούτων καρπὸν οἱ σπείροντες δρέπονται. Ὁ γὰρ Θεὸς ἀνεν δεής· χαίρει δὲ ὅμως τῇ τῶν ἀνθρώπων εὐκληρίᾳ τε καὶ εὐπραξίᾳ, [ὅτ' ἂν ὅλους ἑαυτοὺς αὐτῷ θυσίαν προσκομίζωσι· καθάπερ Παῦλος ἐκπαιδεύει· "Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἀμήν.]

ΕΡΜΗΝ. ΤΟΥ ςʹ. ΨΑΛΜΟΥ.

"Αἶνος ᾠδῆς τῷ ∆αβὶδ, ἀνεπίγραφος παρ' Ἑβραίοις." Ἀνεπίγραφος μὲν ὁ ψαλμὸς, διδάσκει δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον. Ὁ γὰρ μακάριος ∆αβὶδ πνευματικοῖς ὀφθαλμοῖς τὰ κατὰ τὸν μακάριον Ἐζεκίαν πόῤῥωθεν θεασάμενος, καὶ ἰδὼν ὅπως εἰς Θεὸν ἐλπίσας τὴν Ἀσσυρίων κατέλυσε στρατείαν, τοῦτον εἴρηκε τὸν ψαλμὸν, πάντας διδάσκων ἀνθρώπους, ὅσην ἀγαθῶν ἔχει φορὰν τὸ πεποιθέναι Θεῷ, [ἣν ἕκαστος διὰ ταύ της ποδηγούμενος τῆς ᾠδῆς τὸν ἑαυτοῦ βίον ἀσφα λιζόμενος καὶ τὴν ἑαυτοῦ πεποίθησιν ἔχων πρὸς τὸν Σωτῆρα ἀντιβολεῖ].

αʹ. "Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται." Ὁ τῇ θείᾳ, φησὶ, κηδεμονίᾳ θαῤῥῶν, τῆς παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ φυλακῆς ἀπολαύσεται, καὶ τοῦτον ἕξει περίβολον ὀχυρὸν, καὶ ἀσφάλειαν ἄσυλον. [Ὅτε δὲ φορέσειε τὸν θυρεὸν τοῦτον καὶ ὑπ' αὐτοῦ βοη θούμενος ἄτρωτος φυλαχθείη, τότε ἐρεῖ.] βʹ. "Ἐρεῖ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν." Βεβαίαν γὰρ ἔχων τὴν εἰς αὐτὸν ἐλπίδα, καὶ προστάτην καλέσει, καὶ κηδεμόνα, καὶ περί βολον ἀκατάλυτον.

γʹ. "Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευ τῶν, καὶ ἀπὸ λόγου ταραχώδους." Ἐντεῦθεν λοιπὸν πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει λέγων, ὡς οὐ μόνον προ φανῶν αὐτὸν πολεμίων ἀποφαίνει κρείττονα, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λοχώντων, καὶ λάθρα τυρευόντων τὴν ἐπιβουλήν. ∆ιὰ μὲν γὰρ τῆς παγίδος τὰς λαθραίας ἐπιβουλὰς παρεδή λωσε. Τὸν δὲ ταραχώδη λόγον, ἐπηρείας λόγον ὁ Σύμμαχος εἴρηκε. Τοιοῦτοι δὲ οἱ ψεῦδος καὶ συκο φαντίας ῥάπτοντες. Ἀλλ' ὅμως καὶ τούτων κρείτ τους ἐγένοντο διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος πολλοί. Οὕτως ὁ μέγας Ἰωσὴφ, μοιχείας ὑπομείνας συκοφαντίαν, τοὺς ταύτης παγίδας ἀπέφυγεν· οὕτως ἡ θαυμασία Σουσάννα τῆς ἄνωθεν ἐπικου ρίας ἀπήλαυσεν. [Καὶ οὐ μόνον, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος μυριάδας ἀναριθμήτους καὶ ἠκούσαμεν καὶ ἔγνωμεν σωθείσας.] δʹ. "Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς." Πρόμαχος γάρ σου γενήσεται, καὶ καλύψει σε πο λεμούμενον. Τέθεικε δὲ τοῦτο ἐκ μεταφορᾶς τῶν πρώτων ἐν πολέμοις ἑστώτων, καὶ τοῖς μεταφρένοις καλυπτόντων τοὺς ὄπισθεν. Πτέρυγας δὲ καλεῖ τῆς Προνοίας τὰς ἐνεργείας. Τέθεικε δὲ τοῦτο τῇ τῶν ὀρνίθων εἰκόνι χρησάμενος· καὶ γὰρ ἐκεῖνοι τοῖς πτεροῖς τοὺς νεοττοὺς συγκαλύπτουσιν. Οὕτως ὁ μακάριος Μωσῆς τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐκάλεσε. ∆ιεφύλαξεν αὐτοὺς, φησὶν, ὡς κόρην ὀφθαλμοῦ, ὡς ἀετὸς, σκεπάσαι νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μετα φρένων αὐτοῦ. Τοῦτο καὶ ὁ ∆εσπότης πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· "Ποσάκις ἐθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;" εʹ. "Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ." Ἐπειδὴ λόγου ταραχώδους καὶ ψεύδους ἐμνημό νευσεν ἄνω, εἰκότως ἐνταῦθα ὑπέσχετο πανοπλίαν αὐτοῦ γενέσθαι τὴν ἀλήθειαν. "Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέ λους πετομένου ἡμέρας, [ ʹ] Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ." Οὐ μόνων δὲ τῶν αἰσθη τῶν, ἀλλὰ καὶ τῶν νοητῶν περιγενήσῃ δυσμενῶν διὰ τῆς θείας ἐλπίδος, καὶ διαφεύξῃ καὶ τὰς νύκτωρ ἐπιούσας ἐπιβουλὰς, καὶ τὰς μεθ' ἡμέραν γενο μένας παρὰ τῶν ἐχθρῶν προσβολὰς, καὶ θάρσος ἔχων, ἅτε δὴ ὑπὸ τοῦ Θεοῦ φρουρούμενος, ἐξελάσεις τὸ δέος, καὶ οὔτε μεσούσης ἡμέρας ἀγωνιάσεις, ἀλλὰ τὰς τῶν δαιμόνων ἐπιβουλὰς διαδράσεις, τῆς ἄνωθεν ἐπικουρίας μεταλαγχάνων. ∆αιμόνιον δὲ μεσημβρινὸν κατὰ τὴν παρὰ τοῖς πολλοῖς κατ έχουσαν τέθεικε δόξαν. Εἰκὸς δὲ καὶ τοὺς τῶν ἀν θρώπων ἐπιβούλους, μετὰ τροφὴν καὶ τὸν κόρον, ὡς ἐφ' ἕτοιμον θήραμα τρέχειν, καὶ τοὺς ἐρήμους τῆς ἄνωθεν κηδεμονίας καταδουλοῦσθαι ῥᾳδίως.

ζʹ, ηʹ. "Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς· καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει." Ἀντὶ τοῦ κλίτους σου, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, ἐκ πλαγίου τεθείκασιν. Λέγει δὲ, ὅτι Κἂν ἐκ δεξιῶν σου, κἂν ἐξ εὐωνύμων σου, πλῆθος ἄπειρον ἐξέλθῃ, σοὶ μὲν οὐ δεμία προσγίνεται λώβη, ὄψῃ δὲ ἐκείνους θείᾳ κατα βαλλομένους πληγῇ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γε γένηται· ὀκτωκαίδεκα γὰρ μυριάδες, καὶ πέντε χι λιάδες τῶν Ἀσσυρίων κατηκοντίσθησαν πολεμικῶν ὀργάνων χωρίς. Οὕτως ἐπὶ τοῦ Γεδεὼν, οὕτως ἐπὶ τοῦ Ἰωνάθαν, καὶ μέντοι καὶ ἐπὶ τοῦ Ἰωσαφὰτ, καὶ ἐπὶ τοῦ προφήτου Ἐλισσαίου αὐτὸ τοῦτο γεγέ νηται.

θʹ. "Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου." Ταύτης δὲ, φησὶ, τῆς προ μηθείας ἀπολαύσαις, τῇ εἰς Θεὸν ἐλπίδι χρησά μενος, καὶ τοῦτον καταφυγὴν ποιησάμενος. Ἐλ λείπει γὰρ τῇ συνθήκῃ τοῦ λόγου τὸ εἶπας, σὺ, Κύριε, ἡ ἐλπίς μου. Ἰδίωμα γὰρ τοῦτο τῆς προφητικῆς συγγραφῆς, διαφερόντως δὲ τῶν ψαλμῶν. Ἀλλ' ὅμως ἡ ἀκολουθία δῆλον ποιεῖ τὸ ἀμφίβολον. Ἐπειδὴ γὰρ, φησὶν, ἐλπίζεις εἰς τὸν Θεὸν, καὶ εἰς ἐπικουρίαν αὐτὸν καλεῖς, τῆς παρ' αὐτοῦ κηδεμο νίας τυγχάνεις.

ιʹ. "Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου." Κρείττων ἔσῃ τῶν διαβολικῶν προσβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ. Οὕτως ἡ θεία χάρις τὴν τοῦ Ἰὼβ περιέφρατ τεν οἰκίαν· καὶ μάρτυς ὁ πολέμιος βοῶν· "Οὐ σὺ περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας αὐτοῦ;" Ἐπειδὴ δὲ συνεχώρησε, κἀκεῖνος τὴν οἰκείαν ἔδειξε πονηρίαν, καὶ ὁ δίκαιος κριτὴς τὸν νικηφόρον ἐστεφάνωσεν ἀθλητήν.

ιαʹ. "Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· "Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς." Ἠκούσαμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· "Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν." Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰ κέτην παραθαῤῥύνων ἔφη, "Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν." Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς δι' ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός.

ιβʹ. "Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου." Τῆς παντοδαπῆς παρ' αὐτῶν ἀπολαύσεις προνοίας, ἵνα μηδὲ βραχεῖά σου ποθὲν προσγένηται βλάβη· τὸ σμικρὸν γὰρ τῆς βλάβης, διὰ τοῦ προσπταῖσαι τῷ λίθῳ δεδήλωκε. Τὸ δέ· "Ἐπὶ χειρῶν ἀροῦσί σε," ἀντὶ τοῦ χειραγωγή σουσι, ποδηγήσουσι, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν.

ιγʹ. "Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα." Τῶν δυνατω τάτων καὶ πικροτάτων ἐμνήσθη θηρίων, τὴν κατὰ παντὸς εἴδους πονηρίας ἐπικράτειαν δηλῶσαι θε λήσας. ∆ιὰ μὲν γὰρ τοῦ λέοντος καὶ τοῦ δράκοντος τὴν ἰσχὺν ἐσήμανε· δυνατὰ γὰρ ταῦτα κομιδῆ τὰ θηρία. ∆ιὰ δὲ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου, τὴν ἄκραν πονηρίαν ᾐνίξατο. Ἡ μὲν γὰρ ἐνίησι θανατη φόρον ἰὸν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται. Καὶ αὐτῶν μέντοι τῶν θηρίων κρείττους ἐγένοντο πολ λοὶ πεπιστευκότες Θεῷ. Οὕτως ὁ θαυμάσιος ∆α νιὴλ τὰ τῶν λεόντων ἐπέδησε στόματα· οὕτως ὁ θεσπέσιος Παῦλος τὴν ἀπὸ τῆς ἐχίδνης οὐκ ἐδέξατο βλάβην· [καὶ ἵνα συντόμως εἴπω, ἐπὶ τὰ παλαιὰ ἀναδράμωμεν·] οὕτως, ὁ Νῶε, τοῖς θηρίοις συν διαιτώμενος ἀλύμαντος διεσώθη. Οὕτω μυρίοι τὸν ἐρημικὸν ἀσπασάμενοι βίον, καὶ θηρίοις συμβιο τεύοντες διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος τῆς τού των περιγίνονται λύμης.

ιδʹ, ιεʹ. "Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐ τόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κε κράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ." Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός· Ῥύσομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβού λων, τῇ ἐμῇ ἐλπίδι φραξάμενον· διὰ τοῦτο αὐτὸν φρουρήσω τε καὶ σκεπάσω, καὶ λαλοῦντος ἀκούσο μαι, καὶ τὴν δέησιν δέξομαι. "Μετ' αὐτοῦ εἰμι ἐν θλίψει." Κἄν τινι πειρασμῷ περιπέσῃ, συν έσομαι, καὶ τὴν ἀρκοῦσαν προσοίσω παραψυχήν. "Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν." Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι. ι ʹ. "Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου." Παρέξω δὲ αὐτῷ καὶ τὸ εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ τὴν ἐσομένην αὐτῷ κατὰ τὸν μέλλοντα βίον σωτηρίαν προδείξω. Τούτων καὶ ὁ μακάριος ἀπήλαυσεν Ἐζεκίας. Προσθήκην γὰρ αἰτήσας ζωῆς, πέντε καὶ δέκα ἐτῶν ἔλαβεν ἀριθμόν· πολλὴν δὲ καὶ ἐκ τῆς τῶν Ἀσσυ ρίων ἀπωλείας ἐκτήσατο περιφάνειαν· καὶ λίαν αὐ τῷ ἁρμόττει τό· "Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου." Ἀλλὰ καὶ ἅπαντες οἱ εἰς τὸν Θεὸν ἠλπικότες παντο δαπῶν ἀπολαύσουσιν ἀγαθῶν· ὡς καὶ αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι, καὶ τὰ νῦν ὁρώμενα μαρ τυρεῖ.

ΕΡΜΗΝ. ΤΟΥ Αʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ Σαββά του." Τὸ Σάββατον ἀργίαν ἐνομοθέτει, ἀλλ' οὐ πᾶσαν ἀργίαν· τὴν γὰρ πνευματικὴν ἐργασίαν πολλαπλασίαν ἐποίει· εὐχαῖς γὰρ καὶ ὕμνοις προσεδρεύειν ἐκέλευσε, καὶ τῷ Θεῷ διπλᾶς ἱε ρεύειν θυσίας· τῶν σωματικῶν τοίνυν πόνων παῦ λαν ἔχειν ὁ περὶ τοῦ Σαββάτου διηγόρευσε νόμος. Ἐπεὶ τοίνυν καὶ ὁ μέλλων βίος τῶν τοιούτων ἐστὶ φροντίδων ἐλεύθερος, εἰκότως κατάπαυσις προσηγό ρευται· διάτοι τοῦτο καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐ τοῦ." Καὶ πάλιν· "Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ." Ἐπειδὴ τοίνυν ὁ ψαλμὸς τῶν δικαίων τὴν τιμὴν, καὶ τῶν ἀδίκων προλέγει τὴν τιμωρίαν, ἐν ἐκείνῃ δὲ τῇ καταπαύσει ταῦτα γενήσεται, εἰκότως ταύτην ἐδέξατο τὴν ἐπιγραφήν.

βʹ, γʹ. "Ἀγαθὸν ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα." Ἐπωφελὲς, φησὶ, καὶ κερδαλέον τὸ νύκτωρ καὶ μεθ' ἡμέραν σὲ τὸν εὐεργέτην ὑμνεῖν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, τὴν περὶ ἡμᾶς φιλανθρω πίαν, τὴν κατὰ τῶν ἀδικούντων ἀλήθειαν. Ἐκείνους μὲν γὰρ ἀληθείᾳ χρώμενος κολάζεις ἐνδίκως, ἡμᾶς δὲ τὴν σὴν ἐπίγνωσιν ἔχοντας προμηθείας ἀξιοῖς.

δʹ. "Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κι θάρᾳ." Τοιούτοις ὀργάνοις εἰώθασι τὸν Θεὸν ἀν υμνεῖν· λέγει τοίνυν ὅτι, Καὶ ἐν τοῖς νενομισμένοις ἀνακρουομένους ὀργάνοις, καὶ τῇ τῆς γλώττης με λῳδία χρωμένους, δίκαιόν σοι προσφέρειν τὸν χαριστήριον ὕμνον.

εʹ. "Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσο μαι." Ὁρῶν γάρ σου τὰς δημιουργίας, καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀγάλλομαί τε καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. ʹ. "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ἐβαθύνθησαν οἱ λογισμοί σου." Ὁ δὲ Σύμμαχος οὕτως· Σφόδρα βαθεῖς οἱ διαλογισμοί σου· Ἀκύ λας δὲ καὶ Θεοδοτίων· Ἐβαθύνθησαν. Τὰ μὲν γὰρ ἔργα σου, φησὶ, μεγάλα καὶ θαυμαστά· τὸ γὰρ ὡς ἐπιτατικῶς τέθεικεν· ἡ δὲ σοφία σου ἀνέφικτον ἔχει τὸ βάθος. Ποῖος γὰρ νοῦς ἱκανὸς ἐξετάσαι τῆς σῆς προνοίας τοὺς λόγους; Ἀλλ' ἡμεῖς μὲν τοῦτο καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν. Οἱ δὲ φρενῶν ἐστερη μένοι, καὶ τὸ λογικὸν ἀπολέσαντες, οὔτε συνιδεῖν ἐθέλουσιν, οὔτε μαθεῖν παρ' ἑτέρων ἀνέχονται. Ταῦτα γὰρ ἐπιφέρει.

ζʹ. "Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα." ∆ιαφόρως ταῦτα εἴρηκεν· ὅτι ὁ τὰς φρένας νοσῶν, καὶ συνέσεως ἔρημος, τού των οὐδὲν γινώσκει, οὔτε μὴν ἀκοῦσαι βούλεταί τι περὶ τούτων.

ηʹ. "Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Τὸ διέκυψαν, ἤνθησαν ὁ Ἀκύλας εἴρηκεν· οὕτω δὲ καὶ ὁ Σύμμαχος. Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν παροῦσαν εὐημερίαν κομίσονται. Ζηλωτοὺς δὲ αὐτοὺς, καὶ μακαρίους καλέσαντες ὄψονται συντό μως ἑαυτῶν τὸ τρισάθλιον τέλος.

θʹ, ιʹ. "Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται· καὶ διασκορπισθήσονται πάντες οἱ ἐρ γαζόμενοι τὴν ἀνομίαν." Ἐκεῖνοι μὲν γὰρ χόρτῳ παραπλησίως μαραίνονταί τε καὶ φθείρονται· σὺ δὲ κατὰ πάντων ἔχεις τὸ κράτος, πάντων ὑπέρτε ρος ὢν, καὶ τιμωρίαις ὑποβάλλων τοὺς παραπληξίᾳ κατεχομένους.

ιαʹ. "Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου." Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι γαυριάσομεν ἐπὶ σοὶ καὶ μεγαφρονήσομεν· ἅτε δὴ τῆς πολυ θέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μο νόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέ ρας, οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυ νοῦσι θεότητα. "Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι." Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ παλαίωσίς μου, ὡς ἐλαία εὐθαλής. Ἀνθήσω γὰρ, καὶ τὸ γῆρας ἀποθήσομαι, ἐλαίαν τεθηλυῖαν μιμήσομαι, καὶ, κατὰ τοὺς Ἑβδομήκοντα, οἷόν τινι ἐλαίῳ πιαν θήσομαι τῇ θυμηδίᾳ.

ιβʹ. "Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευο μένοις ἀκούσεται τὸ οὖς μου." Τὸ ἐπεῖδε καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, καὶ αὐτὸς ὁ Ἑβραῖος ἐπόψεται εἴρηκε. Μελλόντων γὰρ προῤῥήσεις τὰ λεγόμενα· ἀλλὰ συνήθως οἱ ἑβδομήκοντα, ὡς γε γενημένα τὰ ἐσόμενα ἡρμήνευσαν· τὸ ἀναντίῤῥητον τῆς προῤῥήσεως καὶ ἐν τούτῳ δηλοῦντες. Ὥσ περ γὰρ ἀδύνατον τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως ἀδύνατον τὴν τοῦ Πνεύματος πρόῤῥησιν ἀπέ ραντον διαμεῖναι· λέγει τοίνυν, ὅτι Οὐ μόνον ὄψομαι τὼν ἀδίκων τὸ ἐπώδυνον τέλος, ἀλλὰ καὶ ἀκούσομαι πάντων τοῦτο διαγγελλόντων, καὶ θαυμαζόντων τῆς τιμωρίας τὸ δίκαιον. Οὕτω μέν τοι διαιρεῖται· "Καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομέ νοις·" ἐνταῦθα δεῖ ὑποστίξαι, εἶτα ἐπαγαγεῖν, "ἀκούσεται τὸ οὖς μου." Τῶν παρανομίᾳ συζών των, καὶ μυρία μοι τυρευόντων κακὰ τὸν ὄλεθρον πολλῶν διηγουμένων ἀκούσομαι.

ιγʹ. "∆ίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται." Οἱ μὲν οὖν ἁμαρ τωλοὶ, χόρτῳ παραπλησίως ἀνθήσαντες, συντόμως ἀπέσβησάν τε καὶ διεφθάρησαν· ὁ δὲ δίκαιος τῆς μὲν κέδρου τὸ δασὺ, καὶ θερμὸν, καὶ θρέψιμον, τοῦ δὲ φοίνικος μιμήσεται τὸ ὑψίκομόν τε καὶ κάρπιμον. ∆ιαρκεῖ δὲ ἀμφότερα καὶ ἐπὶ πλεῖστον διαμένοντα χρόνον, χρόνου δὲ καὶ εἰς αὔξησιν δεῖται. Τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φυτουργία, πόνῳ πολλῷ καὶ χρό νῳ φυομένη, ἀλλ' εἰς ὕψος αἰρομένη, ὥριμόν τε καὶ ἥδιστον φέρουσα τὸν καρπὸν, καὶ σκέπην ἱκανὴν τῷ κεκτημένῳ παρέχουσα. [Ὡς ἐν θείῳ παρα δείσῳ καταφυτεύεται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς σαφέστερον λέγει τῷ εἰπεῖν·] ιδʹ. "Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου· ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν." Οὗτοι δὲ, φη σὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς δένδροις φυτουρ γὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών.

ιεʹ, ι ʹ. "Ἔτι πληθυνθήσονται ἐν γήρει πίο νι, καὶ εὐπαθοῦντες ἔσονται. Τοῦ ἀναγγεῖλαι ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι καρποφορήσουσι γηρῶντες, πίονες καὶ εὐθαλεῖς ἔσονται, ἀπαγγέλλοντες ὅτι ὀρθὸς Κύριος ὁ περιφράσσων με· καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ἐν τῷ μέλλοντι γὰρ βίῳ τὴν ἐπηγγελμένην ἀπο λαμβάνοντες τελειότητα, πλείονά τε καὶ πίονα προσ οίσουσι τῷ Θεῷ τὸν καρπὸν, τὴν δικαίαν αὐτοῦ ψῆφον ὑμνοῦντες. Τὴν γὰρ νῦν κεκρυμμένην οἰκο νομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι. Γῆρας μέντοι τὴν τελειότητα κέκληκε. Τέλειον γὰρ καὶ ἡμεῖς τὸν γεγηρακότα καλοῦμεν, ἀτελῆ δὲ τὸν νέον. ∆ιὰ τοῦ γήρους τοίνυν τὴν μέλλουσαν παρε δήλωσε τελειότητα, ἐν ᾗ φυήσεται πολλαπλάσιος ὁ τῆς δικαιοσύνης καρπὸς, καὶ τοῦ Θεοῦ τὸ δίκαιον δῆλον πᾶσι γενήσεται.

ΕΡΜΗΝ. ΤΟΥ Βʹ ΨΑΛΜΟΥ.

"Αἶνος ᾠδῆς τῷ ∆αβὶδ, ἀνεπίγραφος παρ' Ἑβραίοις." Τὸ Ἀνεπίγραφος παρ' Ἑβραίοις οὐκἔστιν ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ' Εὐσεβίῳ. Τὴν τῶν ἀν θρώπων μεταβολὴν ὁ ψαλμὸς προθεσπίζει. Ὁ Θεὸς γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων. Οὐ γὰρ νῦν μὲν βασιλεύει, νῦν δὲ βασιλείαν οὐκ ἔχει· ἀλλὰ φύσει μέν ἐστιν ἀεὶ βασιλεὺς, οὐκ ἀεὶ δὲ τοῦτο δῆλον τοῖς ἀνθρώποις γεγένηται. Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θε ραπείαν τοῖς εἰδώλοις προσήνεγκαν· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, δί κην φωτὸς εἰς πᾶσαν τὴν οἰκουμένην ἡ θεογνωσία διέδραμεν. [Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό σμον. ∆ιὰ δὴ ταῦτά φησιν ὁ προφητικὸς νοῦς προ θεωρῶν·] αʹ. "Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε δύσατο." Ἐπειδὴ γὰρ τὸ πάθος σκυθρωπὸν ὤφθη τοῖς τὸν ἐντεῦθεν φυόμενον καρπὸν ἐπισταμένοις, ὡς βοᾷν τὸν προφήτην, "Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ, τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·" μετὰ δὲ τὴν [ἐκ Παρθένου γέννησιν καὶ τὸν ἑκού σιον σταυρὸν καὶ τὴν] εἰς οὐρανοὺς ἄνοδον, τὰς θεο πρεπεῖς ἀφῆκεν ἀκτῖνας· εἰκότως ὁ προφήτης βοᾷ, "Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο." Οὐ γὰρ ἃ μὴ εἶχεν ἔλαβεν, ἀλλ' ἅπερ εἶχεν ὑπέδει ξεν. Οὕτω καὶ πρὸς τὸν οἰκεῖον πατέρα φησὶν, "Πάτερ, δόξασόν με ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι. [Οὐκ ἄδοξος μετὰ τὴν ἐνανθρώπησιν· ἀλλ' ἵνα μαρτυρηθῇ τὸ οὗ τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.] "Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο." Ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, σαφῶς ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. Τοιγαροῦν οὐχ ἑτέρωθεν ποθὲν ἐδέξατο δύναμιν, ἣν μὴ πρότερον εἶχεν, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει κατὰ τῶν πολεμίων ἐχρήσατο· σχηματίζει δὲ αὐτὸν ὁ προφητι κὸς λόγος, οἷόν τινα βασιλέα βασιλικὴν πανοπλίαν πε ριβαλλόμενον, καὶ ζώνῃ χρώμενον, καὶ κατὰ τῶν πολεμίων ἀγωνιζόμενον. Εἶτα δείκνυσι τὰ ἐν τεῦθεν γινόμενα κατορθώματα. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἤ τις οὐ σαλευθήσεται." Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ ψεύδους πλάνης ἀπηλλαγμένην. Οὐκέτι γὰρ οἱ ἄνθρω ποι, νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσφέρουσιν.

βʹ. "Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰ ῶνος σὺ εἶ." Οὐ νῦν, φησὶ, τῆς βασιλείας ἐδέξω χειροτονίαν, ἀλλ' ἀΐδιον ἔχεις τὸ κράτος, καὶ τὴν βα σιλείαν αἰώνιον· καὶ περὶ μὲν τῆς βασιλείας, καὶ ἐν τῷ μʹ καὶ δʹ ἔφη ψαλμῷ· "Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Τὸ δὲ ἀναλλοίωτον αὐ τοῦ, καὶ ἄτρεπτον, ἐν τῷ ραʹ ψαλμῷ, πάλιν ἡμᾶς ἐδίδαξε· "Σὺ γὰρ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [Εἰ γὰρ καὶ ἄνθρωπος ἐγέ νου, οὐκ ἐνδεὴς τῆς θεότητος, οὐδὲ τοῦ Πατρὸς ἢ τοῦ παναγίου Πνεύματος ἐχωρίσθης· μία γὰρ οὐσία τῆς ἀχράντου Τριάδος· μία βασιλεία, μία κυριότης.] Ἀμφοτέρας μέντοι τὰς μαρτυρίας ὁ μακάριος Παῦλος προσήρμοσε τῷ ∆εσπότῃ Χριστῷ.

γʹ. "Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ πο ταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρί ψεις αὐτῶν." Ποταμοὺς τοὺς ἱεροὺς ἀποστόλους καλεῖ, καὶ τοὺς μετ' ἐκείνους δεξαμένους τὸ κή ρυγμα. Οὗτοι γὰρ ποταμῶν δίκην ἅπασαν ἀνθρώ ποις τὴν ἀρδείαν προσήνεγκαν. Οὕτως αὐτοὺς καὶ ὁ μακάριος προσηγόρευσεν Ἀββακούμ· "Ποτα μῶν ῥαγήσεται γῆ," τουτέστι διαιρεθήσεται, καὶ τὴν ἀρδείαν δέξεται. Οὕτω καὶ ὁ Κύριος ἔφη· "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Οὗ τοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πο ρείας ποιούμενοι. Τρίψεις γὰρ τὰς τρίβους ἐκάλε σεν. Ἐπειδὴ γὰρ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρί βειν τὴν ὑποκειμένην γῆν, καὶ πορείαν ἐργάζεσθαι, εἰκότως τρίψιν τῶν ποταμῶν τὴν πορείαν ἐκάλεσεν· οἱ γὰρ πρῶτοι πιστευθέντες τὸ κήρυγμα τὴν ὁδὸν δευτέροις ηὐτρέπισαν, καὶ ἄπονον αὐτοῖς καὶ ἀτα λαίπωρον τὴν διδασκαλίαν ἐπραγματεύσαντο.

δʹ. "Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης." Καθάπερ τῶν μεγά λων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπε χόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων· οὕτω καὶ τῆς γλυκείας καὶ ποτίμου τῶν ἀποστόλων διδασκαλίας τῇ ἁλμυρᾷ καὶ πικρᾷ τῆς οἰκουμένης θαλάττῃ προσφερομένης, ζάλη τις ἐγένετο, καὶ κύματα ἐπάλληλα διαν ίστατο. Τοῦτο καὶ ὁ μακάριος προείρηκεν Ἀββα κούμ. Εἰρηκὼς γὰρ, "Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ," σκορπίζων ὕδατα πορείας, ἐπήγαγεν· "Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. Τῆς τοιαύτης ἅπασα πόλις ἐπέπληστο ζάλης· αὐτοῦ γάρ ἐστι τοῦ Κυ ρίου φωνὴ, "Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰ κουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυ γατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς." Ἀλλ' ἡ μὲν ἀρχὴ τοῦ κηρύγμα τος εἶχε τὴν ζάλην· νῦν δὲ ὁ τῆς θαλάττης δεσπό της ἐπετίμησε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, καὶ ἐγένετο γαλήνη με γάλη. "Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος." Ὁ δὲ Ἀκύλας οὕτως· Ὑπερμεγέθης ἐν ὕψει Κύριος. Μάλα δὲ ἀκολούθως τοῦτο τοῖς εἰρημένοις προστέθεικε, τοῦ κατορθοῦντος δεικνὺς τὴν ἰσχύν. Ὑπερμεγέθης γάρ ἐστι, καὶ ὕψιστος, καὶ Κύριος, καὶ δύναμιν ἔχων, οὔτε γλώττῃ μετρητὴν, οὔτε διανοίᾳ καταλη πτήν. [Ὑψηλοὺς δὲ καλεῖ τοὺς μεγάλους πα τριάρχας προφήτας τε καὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς κατ' ἐκείνους ἅπαντας.] εʹ. "Τὰ μαρτύριά σου Κύριε, ἐπιστώθησαν σφόδρα." Ταῦτα δὲ ἅπαντα ἄνωθεν προεθέσπισας, καὶ διὰ τῶν ἁγίων σου προφητῶν προεκήρυξας. Τῇ δὲ μαρτυρίᾳ τῶν πραγμάτων δέδεικται ἀληθῆ· καλὴ δὲ καὶ ἡ τοῦ σφόδρα προσθήκη. Ἀντὶ τοῦ, Οὐδὲ τὸ τυχὸν ἐν ταῖς προῤῥήσεσιν ἔνεστι θεω ρῆσαι ψεῦδος, ἀλλ' ἀκριβῶς ἅπαντα τὰ νῦν ὁρώμενα προεῤῥήθη. "Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν." Τὸ δὲ πάντων μέγιστόν τε καὶ κάλλιστον τῶν ἀγαθῶν, ὅτι οὐ πρόσκαιρος ἡ τῶν δεδωρημένων ἀπόλαυσις, οὐδὲ χρόνοις τισὶ περιωρισμένη, κατὰ τὴν Ἰουδαίων λατρείαν· ἀλλὰ διαρκὴς, καὶ μόνιμος, καὶ αἰώνιος· τῷ νέῳ γάρ σου οἴκῳ ταῦτα πρόσφορά τε καὶ πρέποντα. Οἶκον δὲ τοῦ Θεοῦ τὸν τῶν πιστῶν προσηγόρευσε σύλ λογον ὁ θεσπέσιος Παῦλος, ᾧ τὸν ἁγιασμὸν ἐπιπρέ πειν εἴρηκεν ὁ προφήτης. Προσήκει τοίνυν ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, καθαίρειν μὲν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα τος, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· ἵνα ἄξιον τὸν οἶκον τοῦ Θεοῦ κατασκευάσαντες, τὸν αἰώνιον ἔνοικον εἰσδεξώμεθα.

ΕΡΜΗΝ. ΤΟΥ Γʹ ΨΑΛΜΟΥ.

"Ψαλμὸς τῷ ∆αβίδ· τετράδι Σαββάτου· ἀνεπί γραφος παρ' Ἑβραίοις." ∆ῆλον, ὡς τὴν ἐπιγραφὴν ἄλλοι τινὲς τεθείκασι, καὶ οὔτε ὁ προφήτης, οὔτε οἱ τοῦτον ἐξ ἀρχῆς ἑρμηνεύσαντες. Τοῦ δὲ ψαλμοῦ ἡ ὑπόθεσις αὕτη. Πολλοὶ τῶν Ἰουδαίων, καὶ ἄρχοντες καὶ βασιλεῖς, τὴν παρανομίαν ἠγάπησαν, καὶ δικά ζοντες ἀδίκως ἐξῆγον τὴν ψῆφον, καὶ μιαιφονίας ἐτόλμων, δώροις ἀπεμπολοῦντες τῶν ἀθώων τὸ αἷμα. Τούτων δὲ καὶ ὁ μακάριος κατηγόρησεν Ἡσαΐας, "Ἀκούσατε, λέγων· ἄρχοντες Σοδόμων." Καὶ πάλιν· "Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες." Οὐ μόνον δὲ κατηγόρησεν, ἀλλὰ καὶ παρῄνεσε· "Κρίνατε ὀρ φανῷ, καὶ δικαιώσατε χήραν." Ταύτην καὶ ὁ μακάριος Ἀββακοὺμ τὴν κατηγορίαν ἐποιήσατο, καὶ τῷ Θεῷ προσφέρων τὴν ἔντευξιν ἔλεγε· "Ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡσεὶ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον, καὶ κατα φάγεται ὁ ἀσεβὴς τὸν δίκαιον." Οὕτω καὶ ὁ θαυ μάσιος Ἱερεμίας, καὶ μέντοι καὶ οἱ ἄλλοι προφῆται, τῆς τούτων ἀδικίας διετέλουν κατηγοροῦντες. Ταῦτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ θεῖος ∆αβὶδ, τοῦτον ἔγραψε τὸν ψαλμόν· ἵνα διὰ τῆς μελῳδίας, τῆς ἐν τῷ θείῳ ναῷ γινομένης, τὴν ὠφέλειαν οἱ τηνικαῦτα καρπώσωνται· διδάσκει δὲ τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ τὴν ἐντεῦθεν τιμω ρίαν τῶν πονηρίᾳ συζώντων. Σχηματίζει δὲ τὸν ψαλμὸν ἐκ προσώπου τῶν εὐσεβείᾳ συντεθραμμένων, ταῦτα παρ' ἐκείνων ὑπομενόντων.

αʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο." Ἀντὶ δὲ τοῦ, ἐπαῤῥησιάσατο, ὁ Ἀκύλας ἐπιφάνηθι εἴρηκεν· οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. Σὲ, φησὶν, ἱκετεύω τὸν τῶν ἁπάντων Θεὸν καὶ ∆εσπότην, καὶ τὴν κτίσιν ἰθύνοντα, καὶ τὴν ἀξίαν τιμωρίαν τοῖς ἀδίκοις ἐπάγοντα, ἐπακοῦ σαι, καὶ τὴν ἔντευξιν δέξασθαι.

βʹ. "Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπό δοσιν τοῖς ὑπερηφάνοις." ∆εῖξον ἅπασι τῆς σῆς δεσποτείας τὸ ὑψηλὸν, καὶ κατάλυσον τὴν τῶν ἀλα ζόνων ὀφρὺν, διδάσκων διὰ τῆς πείρας, ὅτι σὺ εἶ τῆς οἰκουμένης κριτής.

γʹ, δʹ. "Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται, καὶ λαλήσου σιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν." Οὐκ ὄλεθρον ὑπομεῖναι τοὺς παρανό μους ἱκετεύει, ἀλλὰ μὴ δυναστεύειν, καὶ τὴν ἐξου σίαν ἐφόδιον ἔχειν εἰς ἀδικίαν.

εʹ, ʹ. "Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν· καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν." Πᾶν εἶ δος ἀδικίας, ∆έσποτα, παρ' αὐτῶν τολμᾶται. Ἐπὶ τῇ δυναστείᾳ βρενθύονται, ἀδίκοις δὲ κέχρηνται λόγοις· τὰ πράγματα τῶν λόγων ἐστὶ χαλεπώτερα. Αἱ τῶν ὁμοζύγων ἐστερημέναι, καὶ οἱ πατέρων ἐρημίαν ὀλοφυρόμενοι πρόκεινται τούτοις, ὡς ἕτοιμον θήρα μα. Οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ τοὺς σοὺς νόμους ποθήσαντες πολιτεύεσθαι, τὴν ἄδικον παρ' αὐτῶν σφαγὴν ὑπομένουσι· Προσηλύτους γὰρ τούτους ὠνόμασε. ζʹ "Καὶ εἶπαν· Οὐκ ὄψεται ἄνθρωπος, οὐδὲ συν ήσει ὁ Θεὸς τοῦ Ἰακώβ." Αὕτη τῆς ἀσεβείας ἐπί τασις. Ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡγούμενοί σε ἐφορᾷν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρωπείων πραγμάτων· οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὁ Θεὸς Ἰακὼβ, ἀλλ' εἰς αὔξησιν τῆς κατηγορίας. Πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ καταμαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ, οὐ δειμαίνουσιν ὡς ἐφορῶντα τὸν τῶν ὅλων Θεόν. Ἐντεῦθεν αὐτοῖς εἰσφέρει συμβου λὴν καὶ παραίνεσιν, [οὐ μόνον δὲ τὸ τηνικαῦτα τοῖς τοιαῦτα νενοσηκόσιν, ἀλλὰ καὶ μέχρι τοῦ νῦν καὶ παντὸς τοῦ βίου κρατοῦσιν.] ηʹ. "Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε." Ὀψέ γ' οὖν ποτε, ὦ ἀνόητοι, συνιδεῖν ἐθελήσατε, καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύσιν· [ὅτι ἀράχνῃ ἔοικεν ἡ τοῦ παρόντος βίου κατάστασις.] θʹ. "Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ," Σφόδρα συλλογιστι κῶς τὴν διδασκαλίαν προσήνεγκεν. Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτι κὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσ αύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται; ιʹ. "Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;" Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξαντο, μήτε προφητικῆς ἀπολαύει διδασκαλίας, ὑποβάλλει παιδείαις, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξει παρανομίαν; "Ὁ διδάσκων ἄνθρωπον γνῶσιν." Καὶ μὴν τῶν ἀνθρώπων τὴν φύ σιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων, καὶ καθ' ἑκάστην γιγνομένων ἡμέραν, πλείονα τὴν γνῶσιν ἐργάζεται.

ιαʹ. "Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀν θρώπων, ὅτι εἰσὶ μάταιοι." Ἀλλὰ γὰρ οὐ μόνον ὁρᾷ καὶ ἀκούει· ἀλλὰ καὶ τοὺς ἡμετέρους ἐπίσταται λο γισμοὺς, τοὺς ψευδῆ περὶ τῆς αὐτοῦ προνοίας το πάζοντας· οὕτως ἐκείνοις τὴν προσφυῆ ποιησάμε νος θεραπείαν, προσφέρει τοῖς ἀδικουμένοις ἀποχρῶ σαν ψυχαγωγίαν· πιθανωτέραν δὲ αὐτὴν ἐργαζόμενος ποιεῖται τοὺς λόγους.

ιβʹ. "Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν." Πολλοὶ μὲν γὰρ ἀθλίους εἰώθασιν ἀποκαλεῖν τοὺς τὴν εὐσέ βειαν ἀσπαζομένους [καὶ ἀδικίαν ὑφισταμένους· ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν.

ιγʹ. "Τοῦ πραΰναι αὐτὸν ἀφ' ἡμερῶν πονη ρῶν." Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον· ἡμέραν γὰρ πονηρὰν, τὴν αἰώνιον ἐκάλεσε κόλα σιν. "Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος." Οἱ γὰρ τὴν παρανομίαν ἀσπαζόμενοι τῇ διηνεκεῖ τιμω ρίᾳ παραδοθήσονται. Ὥσπερ γὰρ τὸν εἰς βαθὺ ἐμπεσόντα βόθρον ἀναβῆναι τῶν ἀδυνάτων, μηδενὸς ἐπαμύνοντος· οὕτω διαφυγεῖν τὴν αἰώνιον ἀδύνατον κόλασιν, μὴ τῆς θείας τοῦτο βουλομένης φιλανθρω πίας.

ιδʹ. "Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ· καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει." [Κληρονομίαν οὐ τὸν Ἰσραὴλ ὠνόμασε μόνον, ἀλλὰ καὶ τὸν ἐξ ἐθνῶν λαόν· καὶ μάλιστα τοῦ τον. Περὶ μὲν γὰρ ἐκείνου ὁ μακάριος ἔφη Μωϋ σῆς· "Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." Περὶ δὲ τοῦ νέου λαοῦ, ὃν ὁ ἐκ Θεοῦ Θεὸς τῷ ἑκου σίῳ θανάτῳ περιεποιήσατο, συγκληρονόμους ὀνο μάζει ὁ θεῖος Ἀπόστολος· αὐτὸς γὰρ τὴν νέαν δια θήκην καὶ ἀληθινὴν μερίδα ὁρίζεται· οὓς διὰ λου τροῦ παλιγγενεσίας ἀνέπλασεν.] Καὶ κατὰ τὸν παρόντα δὲ βίον τῆς προσηκούσης ἀπολαύσεται προμηθείας ὁ θεῖος λαὸς, ἅτε δὴ κληρονομία καὶ λαὸς αὐτοῦ χρηματίσας.

ιεʹ. "Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν;" Ταύτης μέντοι τεύξεται τῆς προνοίας, ἕως ἂν ἡ τοῦ Θεοῦ δικαιοσύνη φανῇ, πάντων ἀνθρώπων ποιουμένη τὴν κρίσιν. Αἰνίττεται δὲ ὁ λόγος τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν τὴν ἐνανθρώπησιν, καὶ τῶν Ἰουδαίων τὴν ἄρνησιν. ∆ικαιοσύνην γὰρ αὐτὸν ἐκάλεσε τὸν ∆εσπότην Χριστόν. Αὐτὸς γὰρ καὶ Ἥλιος δικαιοσύνης ὠνόμασται, καὶ περὶ αὐτοῦ ἔφη ὁ μακάριος Παῦλος· "Ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις." Τῆς τοῦ Θεοῦ τοίνυν μνημονεύσας προνοίας, καὶ εἰρηκὼς, ὅτι "Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει," καὶ τὴν ἐσο μένην αὐτῶν προθεασάμενος ἄρνησιν, εἰκότως ἐπή γαγεν, "Ἕως οὗ ἐπιστρέψῃ δικαιοσύνη εἰς κρίσιν." Ἕως γὰρ ἂν μὴ ἀρνηθῶσι τῆς δικαιοσύνης τὴν ἐπι φάνειαν, τῆς ἄνωθεν τεύξονται προμηθείας. "Καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ" Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Καὶ ὀπίσω αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Τούτῳ γὰρ, φησὶ, τῷ σωτη ρίῳ, ὃ δικαιοσύνην ἐκάλεσεν, ἀκολουθήσουσιν οἱ κα θαρὰν ἀπιστίας διάνοιαν ἔχοντες, καὶ εὐθέσι χρώ μενοι λογισμοῖς. Συμβαίνει δὲ τοῖς εἰρημένοις καὶ τοῦ Κυρίου τὰ ῥήματα. Ἰδὼν γὰρ τὸν Πέτρον καὶ τὸν Ἀνδρέαν βάλλοντας ἀμφίβληστρον εἰς τὴν θά λασσαν, εἶπεν αὐτοῖς· "∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων." Καὶ τῷ εἰρηκότι. "Ἐπί τρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου," εἶπεν ὁ Κύριος. "Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκροὺς, σὺ δὲ ἐλθὼν ἀκολούθει μοι." Ἰουδαίων μὲν οὖν, φησὶ, μέχρι τῆς ἀρνήσεως ποιήσεται πρό νοιαν, τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ ἀκολούθους ἕξει, ἐχομένους αὐτοῦ, καὶ ἀντεχομένους, καὶ κατα λιπεῖν οὐδ' ὅλως ἀνεχομένους. ι ʹ. "Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;" Σαφέστερον δὲ ὁ Σύμμαχος· Τίς ἀναστήσεται ὑπὲρ ἐμοῦ πρὸς κακούργους; τίς ἐνστήσεται ὑπὲρ ἐμοῦ πρὸς ἐργαζομένους ἀδι κίας; Πάσης ἀνθρωπίνης εἰμὶ, φησὶν, ἔρημος βοηθείας, ἀλλ' ἔχω τὸν μέγαν ἐπίκουρον, τὸν σκε δάσαι ῥᾳδίως δυνάμενον τῶν ἐναντίων τὸ στίφος· Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν.

ιζʹ. "Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου." Εἰ μὴ γὰρ τῆς παρ' αὐτοῦ προνοίας ἀπήλαυσα, πάντως ἄν με θα νάτῳ παρέδωκαν.

ιηʹ. "Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι." Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον.

ιθʹ. "Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυ χήν μου." Ἀναλογοῦσαν δὲ ταῖς ὀδύναις τὴν παρὰ τῆς σῆς ἀγαθότητος ἐδεχόμην παραψυχήν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· "Καθὼς περισσεύει τὰ πα θήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν." Καὶ πάλιν Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι." κʹ. "Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα." Σαφέστερον δὲ ὁ Σύμμαχος· Μὴ συναφθήσεταί σοι θρόνος ἐπη ρείας, ὁ πλάσσων ταλαιπωρίαν κατὰ προστάγμα τος; Οὐκ ἀνέξῃ, φησὶ, κοινωνῆσαι τῆς ἀδικίας τοῖς παρανόμως δικάζουσιν· οἳ ἐναντίαν τοῖς ὑπὸ σοῦ προστεταγμένοις τὴν ψῆφον ἐκφέροντες, τὴν ἐντεῦθεν φυομένην ἐπισπῶνται ταλαιπωρίαν. "Θρόνον γὰρ ἐπηρείας καὶ ἀνομίας" τοὺς ἀδίκους ἐκάλεσε δι καστὰς, οἳ κόπον καὶ ταλαιπωρίαν δρέπονται τῆς ἀδικίας καρπόν.

καʹ. "Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται." Ἔργον γὰρ τοῖς παρανό μοις τούτοις δικασταῖς, πάσῃ μηχανῇ κατὰ τῶν δι καίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀναιτίων καταψηφίζεσθαι θάνατον, [καὶ τὰς ἄλλας τιμω ρίας· δημεύσεις λέγω καὶ ἐξορίας, καὶ τὰ ὅμοια τούτοις.] κβʹ. "Καὶ ἐγένετό μοι Κύριος καταφυγή· καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου." Ἐγὼ δὲ τῆς παρὰ τοῦ ∆εσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔσχον περίβολον ἰσχυρόν.

κγʹ. "Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός." Ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρποὺς, καὶ τῆς πονηρίας ἄξια τὰ ἐπίχειρα δέξονται. Ταῦτα οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐγράφη. Πάντων γὰρ ἀνθρώπων ὁ τῶν ὅλων Θεὸς προμηθούμενος, πᾶσι τὴν πρόσφορον προσφέρει θεραπείαν.

ΕΡΜΗΝ. ΤΟΥ ∆ʹ ΨΑΛΜΟΥ.

"Αἶνος ᾠδῆς τῷ ∆αβίδ." Ἀνεπίγραφος παρ' Ἑβραίοις. Ἰωσίας ὁ βασιλεὺς κομιδῇ γέγονεν εὐσεβής. Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι· τῶν δὲ τετελευτηκότων ἱερέων ἀνορύξας τοὺς τά φους, τὰ τούτων ὀστᾶ κατέκαυσεν ἐν αὐτοῖς τοῖς τῶν δαιμόνων βωμοῖς. Εἶτα τὸν λαὸν ἅπαντα συν αθροίσας, μεταμελείᾳ χρήσασθαι παραινεῖ, καὶ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τούτῳ διαφυγεῖν τῷ τρόπῳ τὴν ἠπειλημένην πανωλεθρίαν. Ὀλδὰ γὰρ ἡ προφῆτις δεινὰ καὶ χαλεπὰ παντὶ προεθέσπισε τῷ λαῷ. Ταῦτα τοίνυν πόῤῥωθεν ὁ μακάριος ∆αβὶδ τοῖς προφητικοῖς ὀφθαλμοῖς προϊδὼν, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ εἰς ἐκείνων ὠφέλειαν, καὶ διδασκαλίαν πάντων ἀνθρώπων. Ἐσχημάτισται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τοῦ Ἰωσίου, καὶ τῶν τοῦ Θεοῦ ἱερέων.

αʹ. "∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξω μεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν." Χορευόντων ἐστὶ τὸ προοίμιον, καὶ ἡδομένων ἐπὶ τῇ τῆς ἀσεβείας ἀπαλλαγῇ. Κοινῇ, φησὶ, τῷ Θεῷ τὸν ἐπινίκιον ἀναπέμψωμεν ὕμνον. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων ἐστὶ φωνή. Ἐνίκησε δὲ τῶν εὐσεβῶν ὁ χορὸς τὸ στί φος τῶν δυσσεβῶν. Εἰκότως τοίνυν τὴν ἐπινίκιον ᾠδὴν προσφέρουσι τῷ Θεῷ· [καὶ μάλιστα ὁ τῶν ἀποστόλων καὶ μαρτύρων χορός. Ἄλλως δ' ἂν νοή σειαν καὶ ἅπαντες οἱ κατ' αὐτούς· "∆εῦτε, ἀγαλλια σώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν," τῷ τὴν ἡμετέραν σωτηρίαν διὰ παθημάτων πραγματευσαμένῳ· ἵνα πάντας ἡμᾶς ἀπαθείας ἀξιώσειε· τῷ ἑλομένῳ κατελθεῖν μέχρι τοῦ ᾅδου ἵνα ἡμᾶς εἰς τοὺς οὐρανοὺς ἀναγάγῃ.] βʹ. "Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο λογήσει· καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ." Πρὸ τοῦ καιροῦ τῆς τιμωρίας τῇ μεταμελείᾳ χρησώ μεθα, καὶ πρὶν τὴν καθ' ἡμῶν ἐξενεχθῆναι ψῆφον, τὸν ∆εσπότην ἐκμειλιξώμεθα· προσενέγκωμεν δὲ αὐτῷ καὶ τὴν πρέπουσαν ὑμνῳδίαν. Εἶτα διδάσκει τοῦ Θεοῦ τὴν νίκην, καὶ τῶν εἰδώλων τὴν ἧτταν.

γʹ. "Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν." Ἄῤῥητος γὰρ ἡ τοῦ ἡμετέρου ∆εσπότου δύναμις. Οὗτος Θεὸς ἀληθὴς, οὗτος κατὰ πάντων ἔχει τὸ κράτος, καὶ τὴν ψευδῆ προσηγορίαν ἐλέγχει τῶν καλουμένων θεῶν. Εἶτα ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς θείας δυνάμεως τὰ τεκμήρια δείκνυσιν.

δʹ, εʹ. "Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν." Πάντων ἐστὶ ποιη τὴς, πάντων ∆εσπότης, αὐτὸς τὰ πάντα κυβερνᾷ· ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ· αὐτοῦ εἰσι καὶ τῶν ὀρέων αἱ κορυφαὶ, κἂν μυριάκις οἱ δαίμονες πείθωσι τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἐν τούτοις αὐ τοῖς τὰ τεμένη πηγνύναι. ʹ. "∆εῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ, κλαύσωμεν ἐναντίον [Κυρίου] τοῦ ποιή σαντος ἡμᾶς." Συνδράμωμεν τοίνυν προθύμως, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκωμεν σέβας, καὶ ὀλο φυρόμενοι, καὶ δακρύοντες, τὸν ἔλεον ἐξαιτήσωμεν· αὐτὸς γὰρ ἡμῶν καὶ Ποιητὴς καὶ ∆εσπότης. ∆ιδάσκει δὲ καὶ ἡ ἱστορία καὶ τοῦ Ἰωσίου, καὶ τοῦ λαοῦ τὰ δάκρυα, ἃ μετὰ τὴν ἀνάγνωσιν τοῦ ∆ευτερονομίου προέχεαν.

ζʹ. "Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. "Καὶ φύσει ∆εσπότης ἡμῶν ἐστι, καὶ διαφερόντως ἡμῶν ὑπάρχει Θεός. Λαὸν γὰρ ἡμᾶς οἰκεῖον καλεῖ, καὶ ὡς οἰκείοις προβάτοις προσφέρει τὴν ἐπιμέλειαν. [Λέ γει δὲ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν· "Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει." Καὶ πάλιν· "Ἐγώ εἰμι ὁ ποι μὴν ὁ καλὸς, καὶ τὴν ψυχὴν τίθημι ὑπὲρ τῶν προ βάτων," καὶ τὰ ἑξῆς.] Εἶτα λοιπὸν ἀπειλοῦσι τοῖς μὴ πειθομένοις τὴν τιμωρίαν, καὶ τῇ τῶν πατέρων δεδιττόμενοι μνήμῃ, καὶ διὰ τῆς ἐκείνης κατηγο ρίας τὴν ὠφέλειαν πραγματευόμενοι.

ηʹ, θʹ. "Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Ὡς ἐν τῷ παρα πικρασμῷ." Ἐπειδὴ τὴν προτέραν ὑμῶν ἀσέβειαν διὰ τὴν οἰκείαν φιλανθρωπίαν ὁ ∆εσπότης παρεῖδε, νῦν γοῦν αὐτοῦ παραινοῦντος ἀκούσατε, καὶ τὴν σω τήριον διδασκαλίαν προσφέροντος, καὶ μὴ μιμήση σθε τῶν πατέρων τὴν ἀτέρμονα καὶ ἀντίτυπον γνώμην. Παραπικρασμὸν γὰρ κέκληκε τὴν ἐν τῇ ἐρήμῳ πολλάκις γεγενημένην ἀντιλογίαν. Οὕτω καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀν ύδρῳ." Ἔδειξε δὲ καὶ τὸ τῆς γνώμης αὐθαίρετον. Οὐ γὰρ ἁπλῶς εἶπε· Μὴ σκληρυνθῆτε, ἀλλὰ "Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν," διδάσκων ὡς αὐτοί εἰσι τῆς τοιαύτης καρδίας δημιουργοί· εἶτα σαφέστερον τῆς τῶν πατέρων ἀπειθείας ἀναμιμνή σκει. "Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ. οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. [ιʹ] Τεσσαράκοντα ἔτη." Ἐπειδὴ γὰρ εἰς τὴν ἐπηγγελμένην εἰσελθεῖν οὐκ ἠβουλήθησαν γῆν, [ἀλλ' ἀντεῖπον κελεύοντι τῷ Θεῷ,] δέος ἄλογον προβαλλόμενοι, καὶ δειλίαν φά σκοντες, ὡς αὐτοὶ μὲν ἀναιρεθήσονται, δορυάλωτα δὲ τὰ παιδία γενηθήσεται, τὸν τεσσαρακοντούτην αὐτοὺς ἐν τῇ ἐρήμῳ διαγαγεῖν παρεσκεύασε χρό νον, ἕως αὐτοὶ κατηναλώθησαν. "Προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ." Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ Προσώχθισα, ∆υσηρεστήθην εἰρήκασι· τούτου, φη σὶν, ἕνεκα τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦ φον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών.

ιαʹ. "Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου." Οἱ δὲ ταῖς ὠμοσμέναις ἀπει λαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν. Οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς. Τὴν γῆν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγό ρευσεν, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς ἀνάπαυσιν, Ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ μεταβάσεις ὁδοιποροῦν τες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης, ἐν ᾗ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγ γελίας, καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν. Ὁδοὺς δὲ Θεοῦ τὰς οἰκονομίας ἐκάλεσεν. ΕΡΜΗΝ. ΤΟΥ Εʹ. ΨΑΛΜΟΥ. "Ὠδὴ τῷ ∆αβὶδ, ὅτε ὁ οἶκος ᾠκοδόμηται μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ' Ἑβραίοις." Οὐδὲ ταύτην ὁ μακάριος ∆αβὶδ ἔγραψε τὴν ἐπιγρα φὴν, οὔτε μὴν οἱ ἐξ ἀρχῆς τὴν προφητείαν ἡρμη νευκότες· ἄλλος δέ τις ὡς ἔοικεν τὴν ἐξ ἐπιπολῆς διάνοιαν τοῦ ψαλμοῦ κατιδὼν, ταύτην τέθεικε τὴν ἐπιγραφήν· ἁρμόττει δὲ καὶ τοῖς ἐκ Βαβυλῶνος ἐπανελθοῦσι, καὶ τὸν θεῖον δειμαμένοις νεὼν ἡ τοῦ γράμματος ἐπιφάνεια· ἐπειδήπερ ἐν αὐτοῖς ἐσκια γραφήθη πάντων ἀνθρώπων ἡ σωτηρία. Προθεσπί ζει δὲ ὅμως ἡ προφητεία καὶ τὴν προτέραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν παρασχεθεῖσαν ἤδη τοῖς ἔθνεσι σωτηρίαν. "Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν." Ἐπὶ καινοῖς γὰρ πράγμασι, καινῆς χρεία καὶ τῆς ὑμνῳδίας. "Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ." Πῶς ταῦτα Ἰουδαίοις ἁρμόττει παρὰ πάντων πολεμουμένοις ἀνθρώπων; Οὐ γὰρ ἥσθησαν οἱ τὴν ἐκείνων ἰδόντες ἐλευθερίαν· ἀλλὰ τοὐναντίον ἠχθέσθησαν, καὶ παντοδαποῖς αὐτοὺς κακοῖς περιβαλεῖν ἐπειράθησαν. Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τὴν οἰκουμένην εἰς χορείαν καλεῖ.

βʹ. "Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐ τοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αἰτοῦ." Καθ' ἑκάστην, φησὶν, ἡμέραν ἐξηγεῖσθε τὴν γεγενημένην εὐεργεσίαν. Εἶτα διδάσκει καί τισι χρὴ προσενεγκεῖν τὴν τοιαύτην ὑφήγησιν.

γʹ. "Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· ἐν πᾶσι λαοῖς τὰ θαυμάσια αὐτοῦ." Πᾶν γένος ἀνθρώπων τῆς τοιαύτης διδασκαλίας ἀπολαυέτω, καὶ τὰς θείας μανθανέτω θαυματουργίας.

δʹ. Ὅτι μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα· φο βερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς." Ἄῤῥητον γὰρ ἔχει τὸ μέγεθος τῶν ὅλων ὁ Κύριος, καὶ κατὰ τῶν ψευδωνύμων θεῶν τὴν οἰκείαν ἔδειξε δύναμιν, καὶ τὴν ἐκείνων ἀπάτην ἐξήλεγξε. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν.

εʹ. "Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν." [Περὶ γὰρ αὐτοῦ καὶ ὁ μακάριος Παῦλος φάσκει· "Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν."] Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πο νηροί· ὁ δὲ ἡμέτερος τῶν οὐρανῶν ποιητὴς ἀπ εφάνθη. [Ἐπὶ γὰρ τοῦ ἑκουσίου πάθους οὐ μόνον ἥλιος ἐσκοτίσθη καὶ πέτραι διεῤῥάγησαν, καὶ τὸ τοῦ ναοῦ καταπέτασμα κατεσχίζετο· ἀλλὰ καὶ οἱ τῶν οὐρανῶν δυνάμεις ἐσαλεύοντο, καὶ συντόμως εἰπεῖν τὸ πᾶν ἀνυπαρξίαν ἠπείλει βλέπον τὸν φέροντα τὰ πάντα ἐπὶ σταυροῦ κρεμάμενον.] ʹ. "Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐ τοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ." Καὶ γὰρ ἀνθρωπείαν φύσιν ἀναλαβὼν, καὶ διὰ ταύτης τοῖς ἀνθρώποις ἐπιφανεὶς, τὰς τῆς οἰκείας μεγαλοπρεπείας ἐκπέμπει μαρμαρυγὰς, καὶ πάντας εἰς προσκύνησιν ἕλκει· Ἁγίασμα γὰρ αὐτοῦ τὸν ναὸν προσηγόρευσεν, ὃν ἀνείληφε. Τῆς δὲ ὡραιότητος ἐμνημόνευσεν ἤδη καὶ ἐν τῷ μδʹ ψαλμῷ· "Ὡραῖος γὰρ ἔφη κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." ζʹ, ηʹ. "Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθ νῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ." Προσ δράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι βουλομένῳ ∆εσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προσ ενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώ ματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε. "Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐ λὰς αὐτοῦ. [θʹ] Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·" Θυσίας λέγει τὰς λογικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὸ τῶν ἱερέων προσφερομένας καὶ ἱερουργουμένας. Καὶ τῶν αὐλῶν δὲ τὸ πλῆθος τὰς ἐκκλησίας δηλοῖ. Ἄλλως τε οὐδὲ Ἰουδαίοις τοῦτο προσέταξεν, ἵνα τις τὰς νομικὰς ὑποπτεύσῃ θυ σίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, αἳ τὰς τῆς καινῆς διαθήκης θυσίας ἐν ταῖς ἐκκλησίαις προσ φέρουσι. Περὶ τούτων καὶ δι' ἑτέρου προφήτου προηγόρευσεν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμε νος· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ τὸ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά." –"Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ." ὁ δὲ Ἀκύλας, Ὠδινήσατε ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Οὕτω δὴ καὶ ὁ Σύμμαχος. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθεῖσι, "∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς." Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος παρακελεύεται τοῖς ἔθνεσι δεξαμένοις τὰ σωτήρια σπέρματα, ὠδινῆσαι καὶ τεκεῖν τὴν εὐσέβειαν, καὶ σαλευθῆναι μὲν ἀπὸ τῆς προτέρας στάσεως, ἐν δὲ τοῖς θείοις ἐρεισθῆναί τε καὶ παγῆναι νόμοις.

ιʹ. "Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασί λευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται." Κηρύξατε τοίνυν τοῦ Θεοῦ τῶν ὅλων τὴν βασιλείαν· ἢ τὴν οἰκουμένην πλανωμένην μετέβαλε, καὶ τῇδε κἀκεῖσε φερο μένην βεβαίαν ἀπέφηνεν. Οὕτω δὲ καὶ ὁ Σύμμα χος, Κύριος ἐβασίλευσε, καὶ ἔδρασε τὴν οἰκου μένην ἀπερίτρεπτον. ∆ῆλον μέντοι, ὡς αἰώ νιος ἡ τοῦ Θεοῦ βασιλεία· ἐδείχθη δὲ τηνικαῦτα διὰ τῆς τῶν πραγμάτων μεταβολῆς. "Κρινεῖ λαοὺς εὐ θύτητι." Ἐπειδὴ βασιλέα τὸν Θεὸν ἔδειξεν, εἰκότως καὶ κρίσεως μέμνηται, τὸ εὐθὲς ταύτης ἀνακηρύτ των, καὶ δίκαιον.

ιαʹ. "Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιά σθω ἡ γῆ." Πᾶσα, φησὶν, ἡ κτίσις κοινωνείτω τοῖς ἀνθρώποις τῆς εὐφροσύνης, καὶ τὰ οὐράνια, καὶ τὰ ἐπίγεια θυμηδίας ἐμφορηθήτω. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, μεί ζονα δήπουθεν ἔχουσιν εὐφροσύνην ἐπὶ τῇ πάντων ἀνθρώπων μεταβολῇ. "Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς." Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα σὺν πληρώματι αὐτῆς. Ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος, ὁ τὴν θαλαττίαν μιμούμενος ζάλην, τῶν θείων κη ρυγμάτων δέξεται τὴν ἠχήν. Προλέγει δὲ κατὰ ταυ τὸν, καὶ τὰς γεγενημένας τῶν ἀπίστων ἐπαναστά σεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέ ροις ψαλμοῖς ἀπεδείξαμεν.

ιβʹ. "Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐ τοῖς." Ὁ δὲ Σύμμαχος οὕτως· Γαυριάσει ἀγρὸς, καὶ πάντα τὰ ἐν αὐτῷ Ἑρμηνεύων δὲ καὶ ὁ Κύριος τὴν τῶν ζιζανίων παραβολὴν, ἀγρὸν τὸν κόσμον ὠνόμασε· λέγει τοίνυν, ὅτι ἅπαντα χαρᾶς καὶ θυμηδίας πλησθήσονται. "Τότε ἀγαλλιάσεται πάντα τὰ ξύλα τοῦ δρυμοῦ." Ὁ δὲ Ἀκύλας· Τότε αἰνέσουσι πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Ἐκεῖνα διαφερόντως τῷ Θεῷ προξενήσει τὸν ὕμνον. Ἐξ αὐ τῶν γὰρ τὸ σωτήριον ξύλον, ἐν ᾧ τοῦ Σωτῆρος προσηλώθη τὸ σῶμα, δι' οὗ τοῖς ἀνθρώποις ἀνα βλαστάνει τὰ ἀγαθά. Εἰδέναι μέντοι προσήκει, ὡς προσωποποιΐᾳ ὁ προφητικὸς ἐχρήσατο λόγος. Οὔτε γὰρ οὐρανὸς, οὔτε γῆ, οὔτε θάλασσα, οὔτε πεδία, οὔτε τὰ ξύλα, λογικά τε καὶ ἔμψυχα, ἀλλ' οἱ ἐν τού τοις ὄντες τὴν ὑμνῳδίαν τῷ Θεῷ προσφέρουσι. Τὴν γὰρ θάλασσαν οἰκοῦσιν οἱ νησιῶται, τὴν δὲ γῆν ἠπειρῶται, τὸν δὲ οὐρανὸν ἄγγελοι. Οἱ δὲ τοὺς δρυμοὺς ὁρῶντες τῆς τῶν εἰδώλων θεραπείας ἀπηλ λαγμένους, τῷ Θεῷ τὸν ὕμνον προσφέρουσιν· οὕ τω καὶ τῶν υἱῶν Ἰσραὴλ τὴν ἐξ Αἰγύπτου πορείαν διδάσκων ὁ Προφήτης, τῇ προσωποποιΐᾳ πάλιν ἐχρή σατο· "Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδά νης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Καὶ προσ φέρει τὴν πεῦσιν, καὶ τὴν ἀπόκρισιν δέχεται, τῶν σεσωσμένων τὴν εὐθυμίαν διὰ τούτων δηλῶν.

ιγʹ. "Ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἔρχεται κρῖναι τὴν γῆν." Καλῶς τὰ δύο τέθεικε, "Καὶ ὅτι ἥκει, καὶ ὅτι ἔρχεται·" ἡ πρώτη μὲν γὰρ ἐπιφάνεια δέδωκε τοῖς ἀνθρώποις τὴν θείαν ἐπί γνωσιν· ἡ δὲ δευτέρα ποιήσεται τὴν τῶν πραγμάτων διάκρισιν. "Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὑτοῦ." Τότε γὰρ, φησὶ, τότε τὴν δικαίαν κρίσιν ποιήσεται, οὐκ ἔτι τῇ προ τέρᾳ μακροθυμίᾳ χρώμενος, ἀλλὰ τὴν τῶν πραγμά των ἐξετάζων ἀλήθειαν, καὶ ὀρθὴν ἐκφέρων κατὰ πάντων τὴν ψῆφον.

ΕΡΜΗΝ. ΤΟΥ ςʹ ΨΑΛΜΟΥ.

"Τῷ ∆αβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίστατο. Ἀν επίγραφος παρ' Ἑβραίοις." Ὡμολόγησε καὶ ὁ ταύτην τεθεικὼς τὴν ἐπιγραφὴν, μὴ εὑρηκέναι αὐ τὴν παρ' Ἑβραίοις, ἀλλ' αὐτὸς τεθεικέναι. Οὐκοῦν οὐδὲ αὐτὴ ἡ προφητική· οὐδὲ γὰρ ἁρμόττει τῇ τοῦ ψαλμοῦ διανοίᾳ· ἁπάσης γὰρ τῆς γῆς, ἀλλ' οὐ τῆς Ἰουδαϊκῆς μόνης, τὴν κατάστασιν ὁ προφήτης λέ γει. Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώ πων. Προθεσπίζει δὲ ὅμως ὁ ψαλμὸς καὶ τὴν προτέ ραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν τὴν θεογνωσίαν, καὶ τὸ μέλλον κριτήριον.

αʹ. "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί." ∆ιὰ τούτων τὴν προ τέραν τοῦ Σωτῆρος ἐπιφάνειαν προλέγει. Οὗ δὴ χά ριν, καὶ ἠπειρώτας, καὶ νησιώτας εἰς χορείαν δι ήγειρεν καὶ θυμηδίαν. Καὶ τοῦτοι γὰρ κἀκεῖνοι τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγούμενοι γάννυνται. Βασιλεῦσαι δὲ τὸν Κύριον ἔφη, οὐχ ὡς τὸ τηνι καῦτα τὴν βασιλείαν δεξάμενον, ἀλλ' ὡς τότε τοῖς ἀνθρώποις τὴν οἰκείαν δείξαντα βασιλείαν. Καὶ ἵνα μὴ ταυτολογῶμεν, τοῖς ἤδη παρ' ἡμῶν ἑρμηνευ θεῖσιν ἐντυχεῖν παρακαλοῦμεν τοὺς τοῦτο μαθεῖν ἀκριβέστερον βουλομένους.

βʹ. "Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δικαιο σύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ." ∆ιὰ τοῦ γνόφου, καὶ τῆς νεφέλης, τὸ ἀθέατον τῆς θείας ἐδίδαξε φύσεως· ὥσπερ γὰρ καὶ τὸν νεφέλῃ τινὶ, καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατ ιδεῖν· οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρα τον φύσιν. Ἀναμιμνήσκει δὲ ὅμως, ὡς αὐτός ἐστιν ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν· καὶ διδάσκει, ὅτι εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ' οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεω ρῆσαι. ∆ικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι· ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσεν.

γʹ. "Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλο γιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ." Ταῦτα τῆς δευτέ ρας ἐπιφανείας τὰ θεσπίσματα. Ταῦτα καὶ ὁ θεῖος ἐθεάσατο ∆ανιήλ· "Ὁ θρόνος αὐτοῦ, φησὶ, φλὸξ πυ ρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς ἐκπορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χι λιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρ ειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν." δʹ. "Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ." ∆ύο τοῦ πυρὸς αἱ ἐνέργειαι· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει. Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συ ζήσαντες. Ἀστραπῇ δὲ αὑτοῦ τὴν παρουσίαν καὶ ὁ ∆εσπότης ἀπείκασεν. Ἔφη δὲ οὕτω· "Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαί νεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου." "Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ." Τίς γὰρ οὐ δειμαίνει τὸ φοβερὸν ἐκεῖνο δικαστή ριον; εʹ. "Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς." Οὐ μόνοι γὰρ οἱ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτοὶ οἱ δυνα στεύοντες καὶ βασιλεύοντες, κηροῦ δίκην πυρὶ πε λάζοντος, τῷ φόβῳ διαλυθήσονται. Ὅσῳ γὰρ πλειό νων πραγμάτων οἰκονομίαν ἐνεχειρίσθησαν, τοσού τῳ πλείοσιν εὐθύναις ὑπόκεινται. Ὅσῳ δὲ πλέον τὸ χρέος, τοσούτῳ πλέον τὸ δέος. ʹ. "Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ τοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ." Τοῦτο καὶ γέγονε, καὶ γενήσεται. Ἡνίκα μὲν γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προσ ενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία." Οὐρανοὺς τοίνυν ἐκάλεσε τὰς οὐρανίας δυνάμεις, ὥσπερ αὖ καὶ γῆν πολλάκις τοὺς τὴν γῆν οἰκοῦντας καλεῖ. Εἶδον δὲ καὶ οἱ κατὰ τὴν οἰκου μένην λαοὶ, διὰ τῆς οἰκείας μεταβολῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν δύναμιν· ἡ δευτέρα μέντοι παρ ουσία σαφῶς ἅπαντας ἀνθρώπους διδάξει τοῦ ∆ε σπότου τὴν βασιλείαν· τότε καὶ τῆς ἀγγέλων ὑμνῳ δίας ἀκουσόμεθα πάντες.

ζʹ. "Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐ τῶν." Τοῦ ἀληθινοῦ τοίνυν φωτὸς ἀνατείλαντος, ὑποχωρείτω τὸ σκότος, καὶ καταδυέσθωσαν οἱ τῇ πλάνῃ δουλεύοντες, ἐγκαλυπτέσθωσαν οἱ τοῖς εἰδώ λοις λατρεύοντες. "Προσκυνήσατε αὐτῷ πάντες ἄγ γελοι αὐτοῦ." Καὶ ταύτην ὁ μακάριος Παῦλος τὴν προφητείαν τῷ Σωτῆρι προσήρμοσε. Φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· "Ὅτ' ἂν δὲ πάλινεἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Εἰς καιρὸν δὲ τοῦτο καὶ ἐνταῦθα τέθεικεν ὁ Προφή της. ∆είξας γὰρ αἰσχυνομένους καὶ ἐγκαλυπτομέ νους τοὺς τῶν εἰδώλων προσκυνητὰς, ὑποδείκνυσι τὰς ἀναρίθμους τῶν ἀγγέλων μυριάδας, τὸν ἡμέτερον προσκυνοῦντας Θεόν.

ηʹ. "Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιά σαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κρι μάτων σου, Κύριε." Καὶ ἐνταῦθα Σιὼν τὴν εὐσεβῆ πολιτείαν καλεῖ· θυγατέρας δὲ τῆς Ἰουδαίας, τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας. Ἐξ Ἰουδαίωνγὰρ κατῆραν τὸ γένος οἱ τοῦ Σωτῆρος ἀπόστολοι, οἱ ταύτας φυτεύσαντες καὶ γεννήσαντες. Καὶ μάρ τυς ὁ θεσπέσιος Παῦλος Κορινθίοις ἐπιστέλλων, καὶ διαῤῥήδην λέγων· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐπειδὴ τοίνυν καὶ μία ἡ τοῦ Σωτῆρος Ἐκκλησία· εἰς σῶμα γὰρ ἓν ἅπαντες τελοῦσιν οἱ πιστεύσαντες· καὶ αὖ πά λιν πολλαί· πολλὰ γὰρ τὰ μέλη τοῦ σώματος· διὰ μὲν τῆς Σιὼν τὸ κοινὸν ἐκάλεσε σύστημα τῶν εὐ σεβῶν· διὰ δὲ τῶν θυγατέρων τῆς Ἰουδαίας, τοὺς ἐν πόλεσι καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς τῶν πεπιστευκότων συλλόγους. Λέγει δὲ καὶ τούτους κἀκείνους εὐφροσύνης ἀναπεπλῆσθαι τὰ δίκαια κρίματα τοῦ κριτοῦ.

θʹ. "Ὅτι σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς." Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀλη θοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνω σιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεα σάμενοι. Τῶν μὲν γὰρ ἐλέγχθη τὸ μάταιον, σοῦ δὲ τὸ ὕψος ἐδείχθη. Ἐπειδὴ δὲ οὐ μόνης ἡμῖν δεῖ πί στεως, ἀλλὰ καὶ πράξεως ἀγαθῆς, ἀναγκαίως καὶ ταύτην ὁ προφήτης προσφέρει τὴν συμβου λήν.

ιʹ. "Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε πονηρά." Εἰ τὸ ἀγαθὸν ὑμῖν ἐπέραστον, τὸ ἐναντίον βδελύξα σθε. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" ∆ιὰ μέντοι τῆς πονηρίας ἀπηγόρευσε ἅπαντα τῆς κακίας τὰ εἴδη. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὑ τοῦ, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτούς." Ἀποστρεφόμενοι τὴν πονηρίαν, καὶ τῆς ὀρθῆς καὶ δικαίας ἐπιμελούμενοι πολιτείας, ἕξετε κηδεμόνα, καὶ φύλακα, τῶν ὅλων τὸν Κύριον, καὶ κρείττους τῶν ἐπανισταμένων ὑμῖν γενήσεσθε δυσμενῶν.

ιαʹ. "Φῶς ἀνέτειλε τῷ δικαίῳ· καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη." Οὐ γὰρ πάντες ἠβουλήθησαν ἄνθρωποι τοῦ φωτὸς ἀπολαῦσαι, οὐδὲ πάντες τὴν ἀπὸ τῆς πίστεως εὐφροσύνην ἐδέξαντο. Αὐτὸς γὰρ ὁ τῆς δικαιοσύνης Ἥλιος πᾶσι τῆς σωτηρίας τὰς ἀκτῖνας κατέπεμψεν· ἀλλ' εἰσὶν οἳ τοὺς ὀφθαλ μοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠβουλήθη σαν.

ιβʹ. "Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ· καὶ ἐξ ομολογεῖσθε τὴν μνήμην τῆς ἁγιωσύνης αὐτοῦ." Ἅπαντες τοίνυν οἱ τοῦ φωτὸς ἀπολαύσαντες, καὶ τὸν τῆς ἀρετῆς ἀσπασάμενοι κλῆρον, ἀγαλλιᾶσθε, καὶ τὸν Θεὸν ἀνυμνεῖτε, τὸ τῶν εὐεργεσιῶν ἐξηγού μενοι πλῆθος. Ἐξομολόγησιν γὰρ ἐνταῦθα τὴν εὐ χαριστίαν ἐκάλεσεν.

ΕΡΜΗΝ. ΤΟΥ Ζʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει· ἀλλὰ τὰ πλείονα περὶ τῆς προτέρας διέξεισιν. "Ἄσατε τῷ Κυρίῳ ᾆσμα και νόν." Ἐπειδὴ τῶν παλαιῶν πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινήν τινα πολιτείαν προαγορεύει, εἰκότως καὶ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ. "Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος." Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. "Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων αὐτοῦ ὁ ἅγιος." Πολλάκις εἰρήκαμεν, ὅτι χεῖρα τὴν ἐνέργειαν λέγει, δεξιὰν δὲ τὴν ἀγα θὴν ἐνέργειαν. Λέγει δὲ, ὅτι τῆς αὐτοῦ δυνάμεως ἔργον, τῶν ἀνθρώπων ἡ σωτηρία. Ἀμέτρῳ δὲ φιλ ανθρωπίᾳ χρώμενος, οἰκεῖον ἡγεῖται κέρδος τὴν τῶν ἀνθρώπων ζωήν. ∆ιά τοι τοῦτο οὐκ εἶπεν· Ἔσω σεν αὐτοὺς ἡ δεξιὰ αὐτοῦ, ἀλλ' "Ἔσωσεν αὐτῷ." Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν.

βʹ. "Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ ἐναν τίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ." Πᾶσιν ἀνθρώποις τὰ σωτήρια προσενήνοχε νά ματα, καὶ τὴν δικαίαν αὑτοῦ βασιλείαν τοῖς ἔθνεσιν ἔδειξεν.

γʹ. "Ἐμνήσθη τοῦ ἐλέου αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν." Κομιδῆ ταῦτα ἔοικε τοῖς Ἡσαΐου τοῦ προ φήτου θεσπίσμασι. ∆ι' ἐκείνου γὰρ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν ∆εσπότην ἔφη Χριστόν· "Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Ἐπειδὴ γὰρ καὶ τοῖς θαυμασίοις πατριάρχαις, τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ τῷ θεσπεσίῳ ∆αβὶδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς, ἐκ τοῦ σπέρ ματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι' αὐτοῦ πᾶσιν ἀνθρώποις παρ έξειν. ∆ιαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γεγενημένην ἐπαγγελίαν. Τὴν γὰρ διαθήκην οἱ ἄλ λοι ἑρμηνευταὶ συνθήκην εἰρήκασι. Γένος δὲ αὐ τοῦ, τὸν Ἰσραὴλ κέκληκεν, ἐπειδὴ ἐξ Ἰουδαίων ὁ Χριστὸς κατὰ σάρκα, ᾗ φησιν ὁ Ἀπόστολος. ∆έδωκά σε τοίνυν [ἔφη] εἰς διαθήκην γένους· τουτέστιν ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ' εἰς φῶς, οὐκ ἔτι Ἰουδαίων, ἀλλ' ἐθνῶν. Οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· [ὁμολογήσαντες αὐτὸν καὶ ὁμολογοῦν τες Θεὸν ἐκ Θεοῦ.] Ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπι στίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μακάριος ἔφη ∆αβίδ· "Ἐμνήσθη τοῦ ἐλέους αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραὴλ·" τὰς γὰρ πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσεν. Εἶδον μέντοι πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐ γὰρ Ἰουδαίοις μόνοις ἀνέτειλεν, ἀλλὰ πᾶσιν ἀνθρώποις τῆς ἀληθείας τὸ φῶς.

δʹ. "Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε." Ἐπειδὴ τοίνυν ἅπαν τες τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώ θητε, τὸν ἐπινίκιον ὕμνον τῷ σεσωκότι Θεῷ προσενέγκατε. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων φωνή. ∆ιὸ πληροῦμεν τὸ κελευσθέν. Τοῦτον γὰρ τὸν ὕμνον ἀλαλάζοντες καὶ βοῶντες κατὰ τὸν μυ στικὸν καιρὸν προσφέρειν εἰώθαμεν τῷ Θεῷ, ᾄδοντες, καὶ ψάλλοντες, καὶ μετὰ πάσης εὐθυμίας χορεύοντες.

εʹ. "Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, καὶ φωνῇ ψαλμοῦ." Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν δι ηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελ ωδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα σώματα, καὶ χρώμεθα, ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι, πλήκτρου δὲ παντὸς ὀξύτερον ἡ γλῶττα κινουμένη τὴν ἐναρ μόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν. Κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ' ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν· αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου πρὸς Ἰουδαίους βοῶν· "Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνὴν ὀργά νων σου οὐκ ἀκούσομαι." ʹ. "Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης." Σάλπιγγα πολλάκις τὴν βοὴν ἡ θεία καλεῖ Γραφή. Οὕτως ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· "Ὅτ' ἂν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν· ἀντὶ τοῦ, Μὴ κηρύξῃς, μηδὲ δήλην ἅπασι καταστήσῃς· ἵνα μὴ τῇ κενῇ δόξῃ τὸν τῆς φιλανθρωπίας λυμήνῃ καρπόν. Καὶ ἐνταῦθα τοίνυν σάλπιγγα τὴν διδα σκαλίαν καλεῖ, δι' ἧς καὶ τὰς εἰς ἡμᾶς γεγενημέ νας εὐεργεσίας μανθάνομεν, καὶ τοὺς ὀνησιφόρους παιδευόμεθα νόμους. Ἐλατὰς δὲ σάλπιγγας τὰς χαλκᾶς λέγει· κερατίνας δὲ, τὰς ἐκ κεράτων γε γενημένας. Ταύταις δὲ Ἰουδαίους χρῆσθαι σύν ηθες ἦν. Σκιὰ δὲ τῶν ἡμετέρων παρ' ἐκείνοις ἐπολι τεύετο. Ὥσπερ τοίνυν ἐκεῖνοι τὸν ἄλογον ἔθυον ἀμνὸν, ἡμεῖς δὲ τὸν σωτήριον, [τὸν ἐκ Θεοῦ Θεὸν,] τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτως ἐκεῖνοι ταῖς ἀψύχοις ἐκέχρηντο σάλπιγξιν, ἡμεῖς δὲ ταῖς ἐμψύχοις καὶ λογικαῖς. Σάλπιγγες τοίνυν ἡμῶν οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ θεσπέσιοι προφῆται, καὶ οἱ μετ' ἐκείνους τοῦ διδασκαλικοῦ τετυχηκότες χαρίσμα τος. "Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου." Τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ βασιλεῖ καὶ δεσπότῃ τῶν ὅλων.

ζʹ. "Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐ τῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ." Ὁ δὲ Σύμμαχος οὕτως· Ἠχείτω ἡ θάλασσα σὺν πληρώματι αὐτῆς· ἡ οἰκουμένη, καὶ οἱ κατοικοῦντες αὐτήν. ∆ιαφερόντως δὲ ἐν ταῖς πολυανθρώποις πόλεσιν ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος. Θάλατταν γὰρ κυμαίνουσαν τῶν εὐσεβῶν λαῶν ἐν ταῖς ἐκκλησίαις μιμεῖται τὸ πλῆθος. Τοι αύτη δὲ καὶ ἡ τῶν ψαλλόντων ἠχή. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, τῶν τὴν θάλασσαν καὶ γῆν οἰκούντων ὁ προφητικὸς λόγος τὴν κίνησιν ἐδήλωσε, καὶ με ταβολήν. Σαλεύεται γὰρ τὸ κινούμενον· κινεῖται δὲ τὸ μεταβαλλόμενον.

ηʹ. "Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό." Πάλιν ποταμοὺς τοὺς τῆς διδασκαλικῆς μεταλαγχά νοντας ὠνόμασε χάριτος, καὶ ποταμῶν δίκην τὰ θεῖα προχέοντας νάματα· οὓς κροτεῖν ἔφη, καὶ τὸν Θεὸν ἀνυμνεῖν. Νενικηκότων γὰρ πάλιν ὁ κρότος. "Τὰ ὄρη ἀγαλλιάσονται [θʹ] Ἀπὸ προσ ώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἥκει κρῖναι τὴν γῆν." Ἐνταῦθα ὄρη προσηγόρευσε τοὺς ὑψηλὸν καὶ μετ άρσιον ἔχοντας φρόνημα, ἐφ' ὧν ἡ τοῦ Θεοῦ ᾠκο δόμηται πόλις. "Οὐ δύναται γὰρ, φησὶ πόλις κρυ βῆναι ἐπάνω ὄρους κειμένη." Καί· "Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις." Τούτους ἔφη ἀγάλ λεσθαι καὶ εὐφραίνεσθαι, τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν μανθάνοντας ἐπιφάνειαν. Προσμένοντες γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἀγάλλονται τοῦ κριτοῦ τὸ δίκαιον ἐπιστάμενοι. "Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι." Προτέρα μὲν γὰρ ἐπιφάνεια πολὺν ἔσχε τὸν ἔλεον· ἡ δὲ δευτέρα ἕξει τὸ δίκαιον. "Πάντες γὰρ, φησὶν, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομί σηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν." Τοῦτο δὲ καὶ ὁ προφήτης ἔφη· "Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." ΕΡΜΗΝ. ΤΟΥ Ηʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, ἀνεπίγραφος παρ' Ἑ βραίοις." Οὗτος ὁ ψαλμὸς προθεσπίζει μὲν καὶ τὴν ἀπὸ Βαβυλῶνος Ἰουδαίων ἐπάνοδον, προαγορεύει δὲ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. "Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί." Καὶ Ἰουδαῖοι γὰρ, καὶ Ἕλληνες, μεμήνασι καὶ λυττῶσι τοῦ ∆εσπότου Χριστοῦ τὴν βασιλείαν ἀκούοντες. Καὶ ἡνίκα δὲ τῆς ἐλευθε ρίας ἀπήλαυσαν Ἰουδαῖοι, πάντες οἱ πλησιόχωροι διεπρίοντο, τὴν παράδοξον αὐτῶν ἐπάνοδον θεασά μενοι. Ἐδήλου δὲ τοῦτο τοῦ ὑπ' αὐτῶν προσ κυνουμένου τὴν δύναμιν. "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ." Οὗτος δὲ, φησὶν, ὁ παρ' ἡμῶν κηρυττόμενος, καὶ τῶν ἄνω δυνάμεων Θεὸς ὑπάρχει καὶ Κύριος· τὸ δὲ, καθήμενος, ὡς πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώ ματος φύσις, ἡ ἀπερίληπτος, καὶ ἀπερίγραπτος, κατέχουσα τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦν τας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, ποίας δεῖται καθέδρας; Σχηματίζει δὲ ὅμως τῷ λόγῳ τὸν τῶν ὅλων Θεὸν, βασιλικῶς τοῖς Χερουβὶμ ἐποχούμενον, καταπλήτ τοντα καὶ δεδιττόμενον τοὺς ἀκούοντας.

βʹ. "Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς." Καὶ τῶν Ἰουδαίων ἐπανελ θόντων, καὶ τὸν θεῖον δειμαμένων νεὼν, ἡ τοῦ Θεοῦ δύναμις ἅπασιν ἀπεδείχθη. ∆ιαφερόντως γὰρ ὁ τὸν σταυρὸν ὑπομείνας οἰκουμένης ἁπάσης ἀπ εφάνθη ∆εσπότης, τῶν ἱερῶν ἀποστόλων τὸ σωτή ριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσιν.

γʹ. "Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι." Χρὴ τοίνυν ἅπαντας ἀνυμνεῖν σε, καὶ τὰς σὰς εὐεργεσίας διεξιέ ναι, καὶ τὴν ἄῤῥητόν σου μὴ περιεργάζεσθαι φύ σιν, τῷ δὲ ὀνόματί σου προσφέρειν τὸ σέβας, καὶ φοβερῷ ὄντι, καὶ παναγίῳ. Ἁγιάζει μὲν γὰρ τοὺς πιστεύοντας, ἐκδειματοῖ δὲ τοὺς ἀπιστοῦντας.

δʹ. "Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ." Προσ ήκει δὲ ἡμᾶς δεδιέναι ὡς βασιλέα, καὶ δικαιοσύνῃ χρώμενον· ἴδιον γὰρ τῆς ἀληθοῦς βασιλείας τὸ δι καίως ἰθύνειν τοὺς ὑπηκόους. Τιμὴ γὰρ βασιλέως κρίσιν ἀγαπᾷ, τουτέστι τίμιον ποιεῖ βασιλέα τὸ στέρ γειν τὸ δίκαιον. Τοῦτο δὲ δηλοῖ καὶ τὸ ἐπαγόμενον· "Σὺ ἡτοίμασας εὐθύτητας· κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας." Ὡς γὰρ δίκαιος βασιλεὺς, ὀρθὴν καὶ δικαίαν τὴν ψῆφον ἐξήνεγκας, καὶ τὸν Ἰσραὴλ τῆς τῶν καταδουλωσαμένων ἠλευθέρωσας δυναστείας, [καὶ τὰ ἔθνη τῆς τοῦ διαβόλου δου λείας.] Κατὰ δὲ τὴν ἑτέραν προφητείαν οὕτω νοη τέον· Ἔδειξας τῆς ἐπαγγελίας σου τὴν ἀλήθειαν, τὰς πρὸς τοὺς προγόνους τοῦ Ἰσραὴλ γεγενημένας ὑποσχέσεις πληρώσας, καὶ τὴν διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ δωρησάμενος σωτηρίαν.

εʹ. "Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσ κυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν." Ἀμείψασθε τοίνυν τὸν εὐεργέτην, οἷς δύνα σθε, καὶ τὸ πρόσφορον αὐτῷ προσενέγκατε σέβας· τὸ δὲ ὑψοῦτε, ἀντὶ Τὸ ὑψηλὸν αὐτοῦ κηρύττετε. Ὑποπόδιον δὲ τῶν ποδῶν αὐτοῦ, πάλαι μὲν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐνενόμιστο, νῦν δὲ αἱ κατὰ πᾶ σαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, ἐν αἷς τῷ παν αγίῳ Θεῷ προσφέρομεν τὴν προσκύνησιν. ʹ. "Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐ τοῦ." Οὐχ ἁπλῶς τοὺς ἄλλους προφήτας καταλιπὼν, τούτων ἐμνημόνευσε μόνον, ἀλλὰ τὴν σύντροφον Ἰου δαίων λύτταν καὶ τυραννίδα διδάσκων. Καὶ γὰρ ἐπὶ Μωσοῦ καὶ Ἀαρὼν ἁρπάσαι τὴν ἱερωσύνην ἐπειρά θησαν· καὶ ἐπὶ Σαμουὴλ τὴν θείαν ἀτιμάσαντες βα σιλείαν, τὴν ἀνθρωπείαν ἠγάπησαν. ∆ιδάσκει τοίνυν ὁ λόγος, ὅτι καινὸν οὐδὲν δρῶσι κατὰ τοῦ Σωτῆρος λυττῶντες, καὶ τὴν σωτήριον οὐ δεχόμενοι βασιλείαν· ἄνωθεν γὰρ αὐτοῖς ἡ μανία συνήθης. "Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. [ζʹ] Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς." Καί τοι, φησὶ, πολλὴν εἶχον πρὸς τὸν Θεὸν παῤ ῥησίαν. Οἱ μὲν γὰρ παρεκάλουν, ὁ δὲ ὑπήκουε, καὶ τὰς αἰτήσεις παρεῖχε, καὶ πάντων ὁρώντων τὴν πρὸς αὐτοὺς ἐποιεῖτο διάλεξιν, διὰ τῆς νεφέλης τὴν οἰκείαν δεικνὺς ἐπιφάνειαν. Εἶτα διδάσκει, ὡς οὐκ ἀδίκως ταύτης αὐτοῖς μετεδίδου χάριτος. "Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς." Ἐννόμως γὰρ πολιτευο μένοις, καὶ κατὰ τὰς ἐντολὰς αὐτοῦ βιοτεύουσι, ταύτην ἐδωρεῖτο τὴν χάριν.

ηʹ. "Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς σὺ εὐΐλατος ἐγένου αὐτοῖς." Σὺ εἶ, ∆έσποτα, φησὶν, ὁ ὑφ' ἡμῶν κηρυττόμενος, ὁ τῆς τοσαύτης ἐκείνοις μεταδοὺς παῤῥησίας, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. "Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἔκδικος ἐπὶ ταῖς ἐπηρείαις αὐτῶν. Τοὺς μὲν γὰρ κατὰ τοῦ μεγάλου Μωσοῦ τυραννήσαντας πυρὶ πα ραδέδωκε, καὶ τοὺς τὴν φλόγα διαφυγόντας ζῶν τας τῷ τάφῳ παρέπεμψε, χάναι κελεύσας τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον τῆς τυραννίδος τὸ χωρίον ἀπέφηνε, καὶ τοὺς διὰ θαλάσσης ὁδεύσαντας, καὶ τὸν βυθὸν ἐκεῖνον πεζεύσαντας, πεποίηκεν ὑπο βρυχίους ἐν γῇ, παραδόξοις χρησάμενος κύμασι· τοὺς δὲ κατὰ τοῦ προφήτου Σαμουὴλ στασιάσαντας τῇ τοῦ Σαοὺλ δυναστείᾳ παρέδωκε, καὶ παντοδαπαῖς περιέβαλε συμφοραῖς.

θʹ. "Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσ κυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν." Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀν δρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε. Ὄρος δὲ ἅγιον, πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος. Οὕτω γὰρ καὶ Ἡσαΐας, καὶ Μιχαίας ἐθέσπισαν· "Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου," τουτέστιν, ἡ τοῦ Θεοῦ γνῶσις δήλη πᾶσι γενήσεται. Οἶδε καὶ ὁ θεῖος Ἀπόστολος νοητὸν ὄρος Σιών· "Προσεληλύθατε γὰρ Σιὼν ὄρει καὶ πό λει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Προστε τάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ τοῦ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ τὴν προσκύνησιν, [καὶ Θεὸν ἐκ Θεοῦ ὁμολογεῖν καὶ μονογενῆ τῷ Πατρὶ Υἱὸν, τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα. Ἀμήν.]

ΕΡΜΗΝ. ΤΟΥ Θʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, Εἰς ἐξομολόγησιν· ἀν επίγραφος παρ' Ἑβραίοις." Ὁ προφήτης ἐνταῦθα πάντας ἀνθρώπους εἰς ὑμνῳδίαν καλεῖ, παρεγγυῶν διὰ πάντων θεραπεῦσαι τὸν Σωτῆρα Θεόν.

βʹ. "Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ." Ἅπαντες ἄνθρωποι τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ Θεῷ· γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. "∆ουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ." Οὐ γάρ ἐστι κατὰ τὴν πικρὰν τοῦ διαβόλου τυραννίδα, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, ἀλλ' ἥμερος αὐτοῦ καὶ φιλάνθρωπος ἡ δεσποτεία. Γεγηθότες τοίνυν τῇ δουλείᾳ προσέλθετε. "Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει." Ὁ δὲ Σύμμαχος, μετ' εὐφημίας εἴρη κεν· ὁ δὲ Ἀκύλας, ἐν αἰνέσει, ἀγαλλομένων δὴ καὶ εὐφραινομένων ὁ ὕμνος.

γʹ. "Γνῶτε ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν." [Εἰ γὰρ καὶ ἄνθρωπος εἵλετο ὁ φιλάνθρωπος γε νέσθαι, ἀλλὰ τὸ εἶναι Θεὸς ἔμεινεν ἔχων ἀεί· λέγει δὲ ὅτι] δι' αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ὁ ἡμέτερος ∆εσπότης αὐτός ἐστιν τῶν ὅλων Θεός. Ταῦτα τοῖς ἔθνεσι προσέφερε τὰ παιδεύματα καὶ ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς, ὡς ἡ τῶν πράξεων ἱστορία διδάσκει. "Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς." Οὐ γὰρ ἡμεῖς ἡμῶν αὐτοὶ δημιουργοὶ καθεστήκαμεν, ἀλλ' ὑπ' αὐτοῦ ἐπλάσθημεν. Οὕ τως ὁ μακάριος Παῦλος Ἀθηναίους ἐδίδασκεν· "Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χει ροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώ πων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσ ωπον τῆς γῆς." Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης διδάσκει· "Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς." Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας. "Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ." ∆ιὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐδήλωσεν. Οὐ μόνον γὰρ ἡμῶν ∆εσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγα θὴν ἡμῖν προσφέρων νομήν· ἡμεῖς δὲ αὐτοῦ καὶ λαὸς ὡς βασιλέως, καὶ πρόβατα ὡς ποιμένος.

δʹ. "Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολο γήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις." Πύλας αὐτοῦ, καὶ αὐλὰς αὐτοῦ, τὰς ἐκκλησίας καλεῖ. Αὗται γὰρ ἡμῶν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴσ οδον, ἐν αἷς προσήκει τὰς θείας αὐτοῦ καὶ σωτη ρίους ἐργασίας διεξιέναι, καὶ τὸν χαριστήριον ὕμνον οἷόν τι δῶρον προσφέρειν. "Ἐξομολογεῖσθε αὐτῷ· αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. [εʹ] Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐ τοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ." Πῶς γὰρ οὐ δίκαιον ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρω πίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι τιθέντα τὸ πέρας; Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλή ρωκεν, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδω ρήσατο, [διὰ σταυροῦ καὶ θανάτου τὴν ἡμετέραν σωτηρίαν πραγματευσάμενος. Ἀμήν]. ΕΡΜΗΝ. ΤΟΥ Ρʹ ΨΑΛΜΟΥ.

αʹ. "Τῷ ∆αβὶδ ψαλμός." Ἔνια τῶν ἀντιγρά φων ἔχει· "Τετράδι Σαββάτων." Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ταύτην εὑρήκαμεν τὴν προσθήκην. Ὑπόθεσιν δὲ ὁ ψαλμὸς ταύτην ἔχει· Ἰωσίας ὁ βασιλεὺς ἀνέσπασεν ἅπαντας ἐκ βάθρων τοὺς τῶν εἰδώλων βωμούς· τοὺς δὲ τούτων κατηκόν τισεν ἱερέας· εἰς δὲ τὴν προτέραν εὐσέβειαν ἐποδ ήγησε τὸν λαόν. Οὐ μόνης δὲ τῆς τῶν δογμάτων ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμε λήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κο λάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελού μενος. Ταῦτα πόῤῥωθεν ὁ μακάριος ∆αβὶδ θεασά μενος, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ τὴν ἐκεί νου διεξιὼν ἀρετὴν, καὶ πᾶσιν ἀνθρώποις τελειότη τος προστιθεὶς χαρακτῆρα. "Ἔλεον καὶ κρίσιν ᾄσο μαί σοι, Κύριε." Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατ εψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε.

βʹ. "Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ." Ὁ δὲ Σύμμαχος οὕτως· Μελῳδήσω, ἐννοήσω ὁδὸν ἄμωμον Ἣν διὰ τῆς τοῦ Πνεύματος χάριτος ἐθεασάμην ἄμωμον ὁδὸν, καὶ θυμήρη Θεῷ, ταύ την νῦν διὰ τῆς μελῳδίας προσθήσω. "Πότε ἥξεις πρός με;" τοσαύτην γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας βοῆσαι πρὸς τὸν Θεὸν," Πότε ἥξεις πρός με; Ἀντὶ τοῦ, Εὐ πρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου [τὴν παρουσίαν, ὦ ∆έσποτα· ἱμείρομαί σου] τῆς ἐπιφανείας, ἀλλὰ δὸς τὸ ποθούμενον. "∆ιεπορευό μην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου." Ἁπλότητι συζῶν διετέλεσα· οὐκ ἐχρώμην δι πλόῃ, οὐδὲ ἄλλος μὲν τοῖς ἐκτὸς ἐφαινόμην, ἐν δὲ τῇ οἰκίᾳ τἀναντία δρᾷν ἠνειχόμην, ἀλλὰ συνέβαινε τοῖς φαινομένοις τὰ κεκρυμμένα.

γʹ. "Οὐ προσετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶ γμα παράνομον." Οὐ μόνον τὰς παρανόμους πρά ξεις ἐβδελυττόμην, ἀλλὰ καὶ τὰς περὶ τούτων ἐνθυ μήσεις ἀπεσειόμην, τὸν λογισμὸν πρὸ τῶν ἄλλων ἁπάντων ῥυθμίζων καὶ διευθύνων. "Ποιοῦντας παραβάσεις ἐμίσησα." Ἀπεστρεφόμην δὲ καὶ τοὺς τῶν θείων καταφρονοῦντας θεσμῶν.

δʹ. "Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή." Συν ήθεις δέ μοι ἦσαν οἱ τιμῶντες τὸ δίκαιον· τοὺς δὲ τὰ ἐναντία προαιρουμένους, καὶ τὸν ὀρθὸν λογισμὸν οὐκ ἐθέλοντας ἔχειν, πόῤῥω τῶν ἐμῶν ἐποιούμην συλ λόγων. "Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον." Εἰ δέ τις τῶν συνόντων πονηρίᾳ χρώ μενος ἀποστῆναι τῆς ἐμῆς ἠθέλησε συνουσίας, οὐδὲ χωρισμὸν ὑπελάμβανον τὸν τοιοῦτον χωρισμόν. Οὕ τως εὐκαταφρόνητος ἦν μοι λίαν ὁ τὴν κακίαν αἱ ρούμενος.

εʹ. "Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐ τοῦ, τοῦτον ἐξεδίωκον." Τὰς δὲ λάθρα γινομέ νας κατηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρωμένους ἐξήλαυνον. "Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον." Οὔτε τοὺς ἀλαζονείᾳ [καὶ πλεονεξίᾳ] χρωμένους ἐποιού μην συσσίτους. ʹ. "Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ." Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμού μενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. "Πο ρευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει." Οὐ μόνον δὲ φίλων καὶ συμβούλων, ἀλλὰ καὶ τῶν διακόνων πολλὴν ἐποιούμην φροντίδα. Ὑπηρέταις γὰρ ἐχρώμην ἀρετῆς ἐπιμελομένοις, καὶ κακίας ἀπηλλαγμένοις.

ζʹ. "Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν." Οὐδένα δὲ τῶν ὑπεροψίᾳ χρω μένων σύνοικον ἔχειν ᾑρούμην. "Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου." Εἰ δέ τις συνεβούλευσεν, ἢ ἐξῄτησεν ἄδικα, διαμαρτὼν ἀπελήλυθεν· [σπουδὴ γάρ μοι ἀποκλείειν τὰς ἀκοὰς τοῖς διαβάλλειν ἐθέλουσιν.] ηʹ. "Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν." Τοῦτο σαφῶς παρὰ τῆς ἱστορίας ἐμάθομεν. Ἅπαντας γὰρ τοὺς δυσσεβεῖς ἱερέας τῷ θανάτῳ παρέπεμψε, καὶ τὴν ἱερὰν ἐξεκάθηρε πόλιν. [Πρωΐαν δὲ καλεῖ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας· ὡς ὄρθρος γὰρ αὐ τὸς ἀνέτειλε μετὰ τῆς πρεπούσης καὶ φωτιζούσης δικαιοσύνης.] Ὁ δὲ βουλόμενος τὴν τοῦ ἀνδρὸς ἀρε τὴν καταμαθεῖν ἀκριβέστερον, εὑρήσεται ταύ την ἔκ τε τῆς δευτέρας τῶν Παραλειπομένων, καὶ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν ἱστορίας. [Σπουδα σάτω τοίνυν ἕκαστος μιμητὴς τοῦδε τοῦ ἀνδρὸς γε νέσθαι· ἵνα τῆς ἴσης αὐτῷ κοινωνήσῃ παρὰ Χριστῷ παῤῥησίας. Ἀμήν.]

ΕΡΜΗΝ. ΤΟΥ ΡΑʹ ΨΑΛΜΟΥ.

αʹ. "Προσευχὴ τῷ πτωχῷ· ὅταν ἀκηδιάσῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὑτοῦ." Πρόῤῥη σιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας, καὶ τῆς ἐκεῖθεν ἐπανόδου. Προαγορεύει δὲ κατ' αὐτὸν, καὶ τῶν ἐθνῶν τὴν κλῆ σιν καὶ σωτηρίαν. Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι. Πτωχὸν γὰρ καλεῖ, τὸν θείας ἐνδεῆ προμηθείας.

βʹ. "Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ [ἐλθέτω]. ∆έξαι μου τὴν ἱκε τηρίαν, ὦ ∆έσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοή θειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, οἰμωγὴν ὁ Σύμ μαχος εἴρηκεν.

γʹ. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ." Εὐμενής μοι γενοῦ, καὶ λῦσον τὴν ἀγανάκτησιν. "Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου." ∆ηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων δι ήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ, καὶ περι φανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου ∆α βὶδ βασιλείᾳ· εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κε χρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γέ νοιτο τούτου καιρός.

δʹ. "Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου· καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν." Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη.

εʹ. "Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρ δία μου." Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπ έσβην· καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. "Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. [ ʹ] Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου." Πάσης μὲν γὰρ τρο φῆς ἀπεβαλόμην ὄρεξιν· τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην. Τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθην τὸ σῶμα. Γυμνοῖς δὲ τοῖς ὀστοῖς ἐπίκειμαι τὸ δέρμα. [Ἄρτος οὖν ἡμῶν τῆς ψυ χῆς ὁ τοῦ Θεοῦ λόγος· ὥσπερ γὰρ ὁ ἄποιος ἄρτος τὸ σῶμα τρέφει, οὕτως ὁ ἐξ οὐρανοῦ λόγος τὴν οὐσίαν τῆς ψυχῆς. Καὶ τοῦτον ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις, "Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον." Ὃς ἂν τοίνυν τοῦτον φαγεῖν ἐπιλάθηται, τουτέστιν ἐργάσασθαι· τοῦ γὰρ νοητοῦ ἄρτου βρῶσιν ἐργασία καθέστηκεν· δηλοῖ δὲ οὗ εἶπεν τοῖς ἀποστόλοις ὁ Κύριος, "Ἐργά ζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον·" τούτου ἡ καρδία δί κην χόρτου πληγεῖσα ξηραίνεται. Πῶς δὲ ὁ χόρτος πλήττεται καὶ ξηραίνεται; ὅταν ὑετὸς ἐπ' αὐτὸν ἐπ ανήσῃ. Ὥσπερ καὶ ἡ καρδία, ὅταν ἐνδείᾳ νοσήσῃ τοῦ λόγου, τότε πλήττεται καὶ ξηραίνεται, ἄνθος ἀρετῆς βλαστῆσαι οὐκ ἰσχύουσα.] ζʹ, ηʹ. "Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι." Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι' ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ, καὶ τοῦ κηδε μόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελειμμέναις προστρέχει. Τὰ γὰρ οἰκόπεδα, ἐρείπια ὁ Σύμμαχος εἴρηκεν· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται.

θʹ. "Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον." Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι· καὶ ὁ ποτὲ ζηλωτὸς, καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασιν.

ιʹ, ιαʹ. "Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ἀπὸ προσ ώπου τῆς ὀργῆς σου, καὶ τοῦ θυμοῦ σου." Ταῦτα καὶ ὁ οʹ καὶ θʹ ἔφη ψαλμός. "Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ." Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν. Τούτοις δέ φησι περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, ∆έσποτα, κατ' ἐμοῦ κεκίνηκας τὴν ὀργήν. "Ὅτι ἐπάρας κατέῤῥαξάς με." Ὑψηλὸν γάρ με δείξας, καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ κατέῤῥαξας ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύν των.

ιβʹ. "Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην." Παρ' αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμάς· καὶ ἔοικα σκιᾷ κλινάσῃ, καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μεμίμημαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλουμένου τὰς χεῖρας.

ιγʹ. "Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν." Ἀλλ' ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ, ἀΐδιος ὢν καὶ αἰώνιος, μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· ιδʹ. "Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών· ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός." ∆ὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσιν περιωρισμένης τιμω ρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος ∆ανιὴλ, ἀρι θμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει καὶ τὴν ἱκετηρίαν. Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· "Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει και ρός. [ιεʹ.] Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι." Τρι πόθητος γὰρ ἡμῖν Σιὼν, καὶ λίαν ἔρημος γενομένη· ἀξιέραστοι δὲ καὶ οἱ καταλελυμένοι λίθοι, καὶ τῶν ἐκ τῆς πορθήσεως γεγενημένων χωμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθησιν. ι ʹ. "Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου." Ὁρῶντες γὰρ ἡμῶν τὴν ἐπάνοδον, καὶ τὴν οἰκοδο μίαν τῆς πόλεως, οἱ τὰς προτέρας ἡμῶν θεασάμενοι συμφορὰς, καὶ βασιλεῖς, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, θαυμάσονταί σου τὴν δύναμιν, καὶ δείσαντές σε Θεὸν εἶναι μόνον πιστεύσουσιν. Τοῦτο δὲ κυρίως καὶ ἀληθῶς μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονε. Μετὰ γὰρ τὴν Ἰουδαίων ἀνάκλησιν, ἐθαύ μασαν μὲν τὸ γεγονὸς οἱ περίοικοι· τοσοῦτον δὲ ἀπέσχον τοῦ πιστεῦσαι τῷ τῶν ὅλων Θεῷ, ὅτι τὸν πρὸς αὐτοὺς κατὰ ταυτὸν ἤραντο πόλεμον. Ἐνταῦθα δὲ ὁ λόγος καὶ τῶν ἐθνῶν ἁπάντων, καὶ τῶν βασι λέων μεταβολὴν προθεσπίζει. Ὧν τὰ μὲν ὁρῶμεν γεγενημένα, τὰ δὲ ἐλπίζομεν ἔσεσθαι. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· "Οὔπω γὰρ ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα." Ἀλλ' ὅμως ἐδίδαξεν, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων ιζʹ. "Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὑτοῦ." Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβα νον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως δόξαν ἐκάλεσε τοῦ Θεοῦ, τὴν τῆς πόλεως νεουργίαν· ἀντὶ τοῦ, Πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν.

ιηʹ. "Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπει νῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν." Οὐ κατεφρόνησε γὰρ, ὡς αἰχμαλώτων καὶ δούλων· ἀλλ' ἐδέξατο τὴν ἱκετείαν, καὶ δέδωκε τὴν ἐλευθερίαν.

ιθʹ. "Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Ταύτην δὲ τὴν εὐεργεσίαν ἀνάγραπτον εἰς ἀεὶ ποιήσομεν· ὥστε καὶ τοὺς ἐσομένους τὴν σὴν φιλανθρωπίαν μαθεῖν. Λαὸν δὲ κτιζόμενον τὸν ἐξ ἐθνῶν συλλεγέντα καλεῖ, περὶ οὗ καὶ ὁ μακάριος λέγει Παῦλος· "Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις." Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος ∆αβὶδ ἐν τῷ κʹ καὶ αʹ ἔφη ψαλμῷ· "Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίη σεν ὁ Κύριος." Οὗτος ὁ λαὸς καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος τὸν προσήκοντα ὕμνον ἀναπέμπει τῷ Σωτῆρι Θεῷ. κʹ–κβʹ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὑτοῦ Κύ ριος, ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερου σαλήμ." Πάντα γὰρ ἐφορῶν καὶ πρυτανεύων ὁ τῶν ὅλων Θεὸς τῶν ἐφορωμένων ἐπήκουσε, καὶ τὴν τῆς ἐλευθερίας ἐξενήνοχε ψῆφον, ὥστε τοὺς πεπεδη μένους ἀντὶ τῶν ἀνῃρημένων ἐπανελθεῖν, καὶ τὴν πόλιν τὴν πατρῴαν οἰκοδομῆσαι, καὶ συνήθως ἐν ἐκείνῃ τὴν κατὰ τὸν νόμον λατρείαν προσενεγκεῖν τῷ Θεῷ. κγʹ–κεʹ. "Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς, τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὑτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου." Ὅταν, φησὶ, τῆς ἐπανόδου τύχωμεν, ἀθροίσονται λαοὶ καὶ βασιλεῖς, τὴν σὴν θαυμάζοντες δύναμιν. Τηνικαῦτα τοίνυν τοσαύτην ἕξομεν εὐφροσύνην, ὡς καὶ δεηθῆναί σου τῆς ἀγα θότητος, προσθήκην ἡμῖν ἐτῶν χαρίσασθαι, καὶ μὴ μεσοῦντος ἡμῶν τοῦ χρόνου τῷ θανάτῳ παραδοῦ ναι· ὁδὸν δὲ ἰσχύος καλεῖ τὴν διὰ τὴν ἰσχὺν τοῦ Θεοῦ παρασχεθείσαν ἐπάνοδον. "Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου." Σὺ γὰρ ἀπέραντον ἔχεις τὸ εἶναι, καὶ ῥᾴδιόν σοι καὶ τοὺς ἄλλους μακροβίους ἐργάσα σθαι. κ ʹ, κζʹ. "Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμε λίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις." Τί γὰρ ἀδύ νατον τῷ τῶν ὅλων ∆ημιουργῷ; τῇ γῇ τὸ εἶναι σὺ δέδωκας, τοὺς οὐρανοὺς μὴ ὄντας ἐποίησας, καὶ τούτων μεταβολὴν δεχομένων, σὺ τὸ ἄτρεπτον ἔχεις. Ἀπὸ δὲ τῶν περιεκτικῶν στοιχείων, καὶ τῶν ἄλλων αὐτὸν ἁπάντων ἔδειξε ποιητήν. "Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλί ξεις αὐτοὺς καὶ ἀλλαγήσονται." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθή σονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐ τοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίων μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις, καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεσπέσιος Ἀπόστολος ἔφη· "Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." κηʹ. "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί ψουσιν." Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς ἐθέλεις, ὦ ∆έσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν, καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ' ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ· καὶ τὸ ταυτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται· μίαν γὰρ ἴσμεν τὴν τῆς Τριάδος ἐνέργειαν.

κθʹ. "Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθή σεται." Ὁ δὲ Σύμμαχος διαμενεῖ τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες τὴν Ἱερου σαλὴμ οἰκήσουσι, τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Περὶ τούτου δὲ τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· "Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται." Καὶ, "Τῷ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός·" Τοῦτο τὸ σπέρ μα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεῷ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ Κυρίου φωνήν· "Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα."

ΕΡΜΗΝ. ΤΟΥ ΡΒʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." ∆οκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ προτεταγμένῳ, καὶ κατ' αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ, οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχηκότες ὧν ᾔτησαν ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέ ρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιωθεῖσιν ἐλευθερίας. ∆ηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὐτὴ μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα· "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ." Οἱ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι εἰς ὑμνῳδίαν σφᾶς αὐτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμει βόμενοι. ∆υνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα.

βʹ. "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ." Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Τὰς μέντοι ἀνταποδόσεις, εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι.

γʹ. "Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου." Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ κατὰ ταυτὸν, "Ἀφέωνται αἱ ἁμαρτίαι σου·" καὶ, "Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου." Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες.

δʹ. "Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου." Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δου λείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς. Ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔδωκεν, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. "Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς." –"Χάριτί ἐστε σεσωσμένοι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυ χήσηται." Καὶ πάλιν, "Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακρο θυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον." Χάριτος τοίνυν καὶ φιλαν θρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ἐνέδυσέ με· ὡς νυμφίῳ περιέβαλέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ." Καὶ μετ' ὀλίγα, "Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου." Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην.

εʹ. "Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου." Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ ἐν ἀγαθοῖς προστέ θεικε. Τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ ∆εσπότης πληροῖ· "Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται." –"Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν." – "Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου." Ταύτην πάλιν τὴν νεουργίαν ἡμῖν ὁ ∆εσπότης διὰ τοῦ παν αγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργά σατο. Συνῳδὰ τούτοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· "Οἱ δὲ ὑπομένοντές με, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί." Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφ θείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύ μασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. ∆ιδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρό πον. ʹ. "Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις." –"Οὐ γὰρ διὰ τὰς δικαιοσύ νας, ἃς ἐποιήσαμεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύ ματος ἁγίου." Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀληθείας ἐχθροῦ, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον.

ζʹ. "Ἐγνώρισε τὰς ὁδοὺς αὑτοῦ τῷ Μωσῇ· τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὑτοῦ." Οὐκ ἐκ μεταμε λείας δὲ ταύτην ἡμῶν ἐπραγματεύσατο τὴν σωτη ρίαν· ἀλλ' ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προ εθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωσοῦ τὴν ἡμετέ ραν ἐσκιογράφησε σωτηρίαν. Καὶ τοῦ παναγίου βα πτίσματος ἡ θάλασσα τύπον ἐδέξατο· ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιά· τῆς ἐπουρανίου δὲ τροφῆς εἰκὼν τὸ μάννα. Καὶ τ' ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις ἐσκιογραφημένα.

ηʹ. "Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρό θυμος καὶ πολυέλεος." Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέ τρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος.

θʹ, ιʹ. "Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίη σεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέ δωκεν ἡμῖν." Οὐκ ἠνέσχετο ταῖς ἡμετέραις ἁμαρ τίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ' ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν.

ιαʹ, ιβʹ. "Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὑτοῦ, ἐπὶ τοὺς φοβου μένους αὐτόν. Καθόσον ἀπέχουσιν Ἀνατολαὶ ἀπὸ ∆υσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν." Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας φιλονεικῶν ἀγαθότητος· ἀλλ' οὐχ εὗρεν ὁ ἀν θρώπινος λογισμὸς, οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρό τερον.

ιγʹ. "Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν." ∆ημιουργὸς ὢν καὶ ποιητὴς, ἐμιμήσατο πατρὸς ἀγαθότητα, καὶ τὴν αὐτὴν περὶ τοὺς οἰκέτας, ἣν πατὴρ περὶ τοὺς παῖ δας, φιλοστοργίαν ἐπέδειξεν.

ιδʹ. "Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνή σθη ὅτι χοῦς ἐσμεν." Οἶδε γὰρ ὁ δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν, οἶδε καὶ πόθεν διεπλά σθημεν, καὶ ποῦ πάλιν χωρήσομεν.

ιεʹ. "Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει." Οὐδὲν χόρ του καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἦρι μὲν τέθηλε μετὰ βραχὺ δὲ μαραίνεται καὶ διαῤῥεῖ. ι ʹ. "Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρ ξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὑτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Ὅτι πνεῦμα διέρχεται αὐ τὸν, εἶτα οὐχ ὑπάρχει. –Πνεῦμα τὴν ψυχὴν λέ γει· ἧς παρούσης καὶ ζῇ τὸ σῶμα, καὶ ἐνεργεῖ· ἀπο πτάσης δὲ κατασβέννυται καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ γινώσκεσθαι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον διακύ ψας εἰς τάφον· πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει.

ιζʹ, ιηʹ. "Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. Τοῖς φυ λάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς." Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακρὸν αἰῶνα χαρίζεται βιοῦν, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιο σύνης ἀντίδοσιν. Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τε λείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπε σίῳ ∆αβὶδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπιν θῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλα στηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Καὶ οὐχ ἁπλῶς με μνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμί ζουσι βίον.

ιθʹ. "Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὑτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει" Τοῦτο ἔοικε τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· "Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν." Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τῇ κτίσει, ἅτε δὴ πάν των ὢν δημιουργὸς, καὶ βασιλεὺς, καὶ δεσπό της.

κʹ. "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐ τοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ." Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνεῖν σε τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ αἱ ἅγιαι φύσεις, ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα.

καʹ. "Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐ τοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐ τοῦ." Πολλὰ καὶ διάφορα τῶν οὐρανίων τὰ τάγ ματα· Ἀρχαὶ γὰρ καὶ Ἐξουσίαι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Σεραφὶμ, καὶ Χερουβὶμ, καὶ ἕτερα ἡμῖν ὀνόματα ἄγνωστα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος· ἀλλὰ πάντα διὰ τῶν δύο τούτων ὀνομάτων ὁ προφη τικὸς συμπεριέλαβε λόγος. Ἀγγέλους μὲν γὰρ ἐκάλεσεν, ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγ μασι, καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· ∆υ νάμεις δὲ, ὡς ἱκανὰς τὸ κελευόμενον πράττειν, καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λα βόντας.

κβʹ. "Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ." Οὐδὲ τοῦτο τοῖς Ἰουδαίοις ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀν δραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, "Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;" Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ, ἐν παντὶ τόπῳ προσευχομέ νους αἴρειν ὁσίας χεῖρας. Τοῦτο καὶ ὁ ∆εσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, "Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." –"Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον." Σύμφωνον τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδά σκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστή ριον ὕμνον.

ΕΡΜΗΝ. ΤΟΥ ΡΓʹ ΨΑΛΜΟΥ

αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι δεύει. ∆ιάτοι τοῦτο τόνδε συγγέγραφε τὸν ψαλμὸν, τῷ μακαρίῳ ∆αβὶδ ὑπουργῷ χρησαμένη· ὡς ἂν μά θοιμεν ἅπαντες, τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ, καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον." Ἕκαστον εὐσεβείας τρόφιμον ὑμνεῖν διδάσκει τὸν εὐεργέτην Θεόν. "Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα!" Ἐπιτάσεως καὶ ἐν ταῦθα τὸ ὡς. Τὸ δὲ ἐμεγαλύνθης, οὐκ αὐξή σεως δηλωτικὸν, ἀλλὰ τοῦ· ἀμετρήτου μεγέθους σημαντικόν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Καὶ ὁ Θεός μου μέγας εἶ σφόδρα. Οὐ γὰρ μι κρὸς ὢν ἐμεγαλύνθη, ἀλλὰ φύσει μέγας ὢν τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθη· οὐχ ἅπαν τὸ μέγεθος, ἀλλ' ὅσον ἡ φύσις τῶν ἀνθρώπων ἐχώρει. "Ἐξομολόγη σιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω." Ὁ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγα θῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτί νουσι χρέος.

βʹ. "Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον." Συνῳδὰ τούτοις καὶ ὁ Ἀπόστολος ἔφη· "Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπρο σίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινόν· ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρό σιτον φῶς τοῖς ὁρᾷν μὴ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταυτόν ἐστιν. Οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν. Καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. "Ἐκ τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν." Τὴν τῆς δημιουρ γίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κήτη, λόγῳ μόνῳ χρησάμενος.

γʹ. "Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ." Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωσῆς. Ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι, "Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος," καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδα τος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. "Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὑτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύ γων ἀνέμων." ∆ιὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ, φησὶ, καὶ ἀνέμοις καὶ νέφεσιν· καὶ αὐτὸς ἰθύνει ταῦτα, καὶ κυβερνᾷ· καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. ∆ιδάσκει δὲ κατὰ ταυτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσιν ἐφίπταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύ σις· ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν· οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς ὀξύ τητος εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεόν· καὶ ἐν τῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφά νειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαι νίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ ∆εσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὐτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον νεφέλη φωτεινὴ ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐ τῶν.

δʹ. "Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα· καὶ τοὺς λειτουργοὺς αὑτοῦ πῦρ φλέγον." Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν· τοὺς δὲ αὐτοὺς καὶ πνεύματα, καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι' ἑκα τέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ φύσις, ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ εὐερ γετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. ∆ιὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν κολαστικὴν ση μαίνων ἐνέργειαν.

εʹ. "Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὑτῆς." Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἐπὶ τῆς ἕδρας αὐτῆς. "Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν ἑδράσας, δέδωκεν αὐτῇ τὸ ἀκίνητον, καὶ τοῦτον διαμενεῖ τὸν τρόπον, ἐφ' ὅσον ἂν αὐτὸς ἐθελήσει. Οὕτω καὶ ἀλλαχοῦ φησι, Κρεμνῶν γῆν ἐπ' οὐδενός. ʹ. "Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐ τοῦ." Τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία Γραφή. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωσῆς· "Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου." Ἐπειδὴ τοίνυν παν ταχόθεν ὕδασιν ἡ γῆ περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρμα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα ἄττα πλείονα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. "Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. [ζʹ, ηʹ.] Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται· ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαί νουσι πεδία, εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς." ∆ιὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφ εστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη τοῖς κύμασιν, οὐκ ἐπικλύζει τὴν ἤπειρον· ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον. Τὸ δὲ, "Ἐπὶ τῶν ὁρέων στήσονται ὕδα τα," ἀντὶ τοῦ, Ὡς ὄρος ἕστηκε· τὸ δὲ, "Ἀναβαί-νουσιν ὄρη," ἀντὶ τοῦ, Ὡς ὄρη.

θʹ. "Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται· οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν." Αἰσχύνεται μὲν τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυτ τῶσα, καθάπερ χαλινῷ τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν, καὶ εἰς τοὐπίσω χωρεῖ.

ιʹ. "Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνα μέσον τῶν ὀρέων διελεύσονται ὕδατα." Εἶτα τὴν τούτων ὑποδείκνυσι χρείαν.

ιαʹ, ιβʹ. "Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προσ δέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν." Καὶ τοῦτο τῆς θείας Προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀν θρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων τὴν χρείαν πλη ροῦν. ∆ιὰ τοῦτο ὄρη τέμνων παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο· ὥστε μὴ μόνον ἀνθρώπους ἔχειν ἀφ θόνως τὰ νάματα τῶν πηγῶν· ἀλλὰ καὶ τῶν χερ σαίων, καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, "Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν." ὁ Σύμ μαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν αὑτοῦ.

ιγʹ. "Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ." Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζει, καὶ παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν· ἀλλ' ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Εἶτα τὴν ἐντεῦθεν ὑποδεί κνυσιν ὠφέλειαν.

ιδʹ. "Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς." Φύεται γὰρ ἡ πόα, καὶ διατρέ φει τὰ κτήνη, τὰ εἰς χρείαν ἀνθρώπων γεγενημένα· τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε." Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀν θρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας.

ιεʹ. "Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει." Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· εἰς τὸ ἐκφῦσαι τροφὴν ἀπὸ γῆς, καὶ οἶνον εὐφραίνειν καρδίαν ἀνθρώπου· στίλβειν πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτον καρδίαν ἀνθρώπου στηρίζειν. Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς δι ηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλαστῆσαι καρποὺς, καὶ ἄρτῳ μὲν στηρίξαι καὶ διαθρέψαι τῶν ἀνθρώπων τὴν φύσιν· οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρεστέραν ἐργάσασθαι τὴν ζωήν· ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα. ι ʹ. "Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου." Ὁ δὲ Ἑβραῖος, καὶ οἱ λοιποὶ, τοῦ Κυρίου τεθείκασι. ∆ιεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. ∆ιὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν· ὡς αὐτοφυᾶ, καὶ οὐ χειρό κμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. ∆ιὸ καὶ ἐπήγαγεν· "Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας." Οὔτε γὰρ ἀλσοκόμοι τινὲς τούτων γεγένηντο φυ τουργοί· ἀλλ' ὁ θεῖος Λόγος ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν κορυφὰς εἰργάσατο. Τοῦ μέντοι Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν.

ιζʹ. "Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν." Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶ κος αὐτῷ. Ὁ δὲ Σύμμαχος, Ὅπου στρουθία ἐννοσσεύσει, τῷ ἴκτινι βόρατον οἴκησις. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει· ἀνθρώποις μὲν γὰρ εἰς κατασκευὴν οἰκιῶν ἐπιτήδεια· τῶν δὲ ὀρνέων αὐτὰ δέχεται τὰς οἰκήσεις.

ιηʹ. "Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα κατα φυγὴ τοῖς λαγωοῖς." Οὐ παρορᾷ σου, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκας ἐνδιαίτημα τὰς τῶν ὀρῶν κορυφάς· τοῖς δὲ σμικροτέροις τῶν ζώων, τὰς τῶν πετρῶν καταδύσεις ιθʹ. "Ἐποίησε σελήνην εἰς καιρούς." Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν· αἱ γὰρ αὐτῆς ἀλλοιώ σεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὐτὴ ποιεῖ, ἐν τοσαύταις ἡμέ ραις αὔξουσά τε καὶ φθίνουσα. "Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ." Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώ μενος· ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτως ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυ πτόμενος· καὶ τὸν αὐτὸν δρόμον ἔχει ἀεὶ, καὶ τὰ μέτρα φυλάττει.

κʹ. "Ἔθου σκότος, καὶ ἐγένετο νύξ." Ἀναγκαία καὶ ταύτης ἡ χρεία· τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συνισταμένη· ἀνάπαυσιν δὲ τοῖς ἀνθρώποις παρ εχομένη. "Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. [καʹ.] Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς." Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, "Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς," ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων· ἀλλ' ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρ έχει τροφήν.

κβʹ, κγʹ. "Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξ ελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ· καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας." Ἡλίου δὲ ἀν ίσχοντος, τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν τῆς προτεραίας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐν τοῖς ἔργοις διημε ρεύουσιν.

κδʹ. "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας." Ἕκαστον τῶν εἰρημένων λο γισάμενος ὁ Προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε· θαυμαστὰ, καὶ λίαν ἀξιάγαστα, καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα. Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα· καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια. "Ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου." Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ κτίσεως τεθείκασιν· ἀντὶ τοῦ, Παντο δαπῶν αὐτὴν ἐνέπλησας ἀγαθῶν. Ἀπὸ μέντοι τῆς γῆς, καὶ πρὸς τὴν γείτονα θάλασσαν μεταβαίνει, καί φησιν· κεʹ. "Αὕτη ἡ θάλασσα, ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων." Καὶ τοῦτο δὲ τῆς θείας Κηδεμονίας τεκμήριον· τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαι τᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλί σκεσθαι. κ ʹ. "Ἐκεῖ πλοῖα διαπορεύονται." Χρεία καὶ αὐτὴ τῶν ἀνθρώπων μεγίστη. ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ' ἀλλή λων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον. "∆ράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ." ∆ιὰ τοῦ δρά κοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ τοῖς μεγά λοις πελάγεσιν ἐμφιλοχωρεῖ. Τὸ δὲ, "ἐμπαίζειν αὐτῷ," ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ· ἀῤῥενικῶς γὰρ αὐτὴν ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μύρια τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐ τῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα, διὰ τὸ καὶ ἐν τῷ Ἡσαΐᾳ· "Τὴν μάχαιραν τὴν μεγάλην, καὶ τὴν ἁγίαν, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα χωρεῖν· τὸν ὄφιν τὸν σκολιὸν, τὸν ἐν τῇ θαλάττῃ·" οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑ ρίσκομεν τοῦτο τὸ ζῶον ἀπὸ τῶν θείων ἀγγέλων καταπαιζόμενον. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, πατεῖν ἐπάνω ὄφεων, καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

κζʹ. "Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον." Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφήν· ἀγνοεῖ δὲ τὸν χορηγόν· δέ χεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ.

κηʹ. "∆όντος σου αὐτοῖς, συλλέξουσιν." Σοῦ παρ έχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. "Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ παντα πλησθήσονται χρηστότητος." Τὴν εὐ κολίαν τῆς τῶν ἀγαθῶν χορηγίας διὰ τούτων ἐδή λωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖ ναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν ἁπάντων δωρήσασθαι τὴν φοράν.

κθʹ. "Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, τα ραχθήσονται." Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμη δίας τοὺς τῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σου, τα ραχῆς ἅπαντα καὶ δέους ἐμπίπλαται. "Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι." Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ ὁ τοῦ σώματος γίνεται χωρισμός· μεθ' ὃν τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν.

λʹ. "Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθή σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἡλίας ὁ πάνυ τῆς χήρας τρὶς ἐμφυσήσας τῷ παιδαρίῳ, καὶ διὰ τῆς ἐνοικούσης πνευ ματικῆς χάριτος ἐπαναγαγὼν ζωήν· οὕτω καὶ Ἑλισσαῖος τὸν τῆς Σουμανίτιδος ἐζωοποίησε παῖδα, τῷ πνευματικῷ χρησάμενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ πνεύματι πραγματευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως, καὶ τήνδε τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν.

λαʹ. "Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας." Ἀεὶ, φησὶν, αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι δίκαιον. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ." Τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέντων, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπί γνωσιν, εὐφρανθήσεται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν.

λβʹ. "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνί ζονται." Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς διδάσκων τῆς θείας φύσεως. Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος· ἀλλ' ὡς σώζειν βουλό μενος, τὴν ἀλήθειαν δείκνυσι· καὶ κολάζειν δυνά μενος, οὐκ ἐπιφέρει τὴν κόλασιν· καί τοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον.

λγʹ. "Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω." Καὶ ταῦτα εἰκότως προσ τέθεικεν. "Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημο νεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται αὐτῷ;" Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδοφο ρίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανησά σαις.

λδʹ. "Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου." Τὴν διαλογὴν, διάλεξιν ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύλας, ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. "Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ." Τούτου γὰρ, φησὶν, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι.

λεʹ. "Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς· καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς." Τὸ θεῖον κάλλος, καὶ τὸν ἄῤῥητον πλοῦτον ὡς ἐνῆν ἀνθρω πείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐ τῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβλη θῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥητὰ, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑπο βάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· "Εἴ τις οὐ φιλεῖ τὸν Κύ ριον Ἰησοῦν, ἤτω ἀνάθεμα." Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον." Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγα θῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει ∆ημιουργὸν καὶ Σωτῆρα.

ΕΡΜΗΝ. ΤΟΥ Ρ∆ʹ. ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν· δηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύ ριον ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέ σεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ παρασχεθέν των ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη, τοὺς τοσούτων εὐερ γεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι. ∆ιδάσκει δὲ καὶ κατὰ ταυτὸν, καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς· διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώ πους, ὅσα μὲν αὐτὸν εὐεργέτησε καὶ ἡλίκα, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένην ται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν.

αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ." Τὸ δὲ ἐπικαλεῖσθε, κηρύσσητε ὁ Σύμμαχος εἴρηκε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ δι ηγεῖσθαι τὰς θείας εὐεργεσίας. "Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ." ∆ῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ, καὶ τοῖς ἔθνεσιν ἅπασιν πραγματεύεται.

βʹ. "Ἄσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ." Ὕμνοις αὐτὸν καὶ μελῳδίαις ἀμείβεσθε· καὶ τοὺς ἀγνοοῦντας διδά ξατε τὰ παρ' αὐτοῦ γεγενημένα θαύματα.

γʹ. "Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ." Ὁ δὲ Ἀκύλας καυχᾶσθε ἀντὶ τοῦ ἐπαινεῖσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος, μὴ ἐπὶ πλού τῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀποστόλος· "Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω." Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι, "Μὴ καυχάσθω ὁ σο φὸς ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυ ρὸς ἐν τῇ ἰσχύϊ αὑτοῦ." Καὶ, "Μὴ καυχάσθω ὁ πλού σιος ἐν τῷ πλούτῳ αὑτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύ ριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς." –"Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύ ριον." Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός.

δʹ. "Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε." Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· "Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός." Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέ λειαν καρποῦσθαι. Ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται, καὶ ἀήττητοι. Τοῦτο καὶ ὁ Κύριος νομοθετῶν ὑπηγ γείλατο· "Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται." εʹ. "Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ." Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυ ματουργίας, ἃς τῇ δικαίᾳ ψήφῳ κοσμήσας ὁ ∆εσπό της εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσηγό ρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύ ματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τι μωρίας τὸ δίκαιον. ʹ. "Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ." Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρη ματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν ὡς παρὰ πάντα τὰ ἔθνη λαὸς κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν.

ζʹ. "Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ." Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκου μένης, τούτους ἴδιον λαὸν προσηγόρευσεν.

ηʹ. "Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς." Τὸ διαρ κὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος· ἀλλ' ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρ ματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη. Σπέρμα δὲ αὐτοῦ ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα· ὃς αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χιλίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς καὶ αἰώνιον τῶν γενεῶν τὸ πλῆθος αἰνίτ τεται.

θʹ, ιʹ. "Ὅ τι διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον." Τούτων τῶν ὅρκων καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωσῆς· "Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραὰμ, Κατ' ἐμαυτοῦ ὤμοσα, ἦ μὴν εὐλο γῶν εὐλογήσω, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ εὐλο γηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς." Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνή σκει· βεβαιοῖ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας· καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωσοῦ τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδούς· τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ ∆εσπότου συμπεράνας Χριστοῦ.

ιαʹ. "Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοί νισμα κληρονομίας ὑμῶν." Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον μέτρῳ τὴν γῆν ὑποβάλλειν.

ιβʹ. "Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλι γοστοὺς καὶ παροίκους ἐν αὐτῇ." Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι, καὶ σφόδρα εὐαριθμήτοις· δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνου μένου τὴν δύναμιν· ὅτι καί τοι οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρέχειν ἠδύνατο.

ιγʹ. "Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βα σιλείας εἰς λαὸν ἕτερον." Παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ' ἑνὸς ἱδρύμενοι τόπου· ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ τὰς σκηνὰς μεταφέροντες.

ιδʹ. "Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς." Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικιῶν πειραθέντων ἀπέφηνεν. "Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασι λεῖς." ιεʹ. "Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύσεσθε." Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· "Ὅρα γὰρ, ἔφη, μὴ λαλήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ." Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ' ὡς ἐκλεκτοὺς γενομέ νους. Προφήτην δὲ καὶ αὐτὸς ὁ Θεὸς τὸν Ἀβραὰμ προσηγόρευσεν· "Ἀπόδος γὰρ, ἔφη, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ." ι ʹ. "Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν." Ἡ ἁμαρ τία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ' ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. "Πᾶν στήριγμα ἄρτου συνέτριψεν." Ἀντὶ τοῦ, Πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν· οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς, καὶ ὄσπρια, καὶ τ' ἄλλα δι' ὧν βιοτεύουσιν ἄνθρωποι.

ιζʹ. "Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ." Ἀμφότερα κατὰ ταυτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὑτοῦ σοφίαν· τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκα σεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν τῇ ἐκείνων ἐνδέδωκεν. Αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περι φανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατ έλαμψεν.

ιηʹ. "Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ." Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Τοῦτο μέντοι ὁ Σύμμαχος οὕτως εἴρηκεν, Εἰς σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, Μέ χρι σφαγῆς ἐκινδύνευσεν.

ιθʹ. "Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν." Ταῦτα δὲ ὑπέμεινεν ἅπαντα χρυσοῦ δίκην δοκιμαζόμενος· οὐχ ἵνα τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ' ἵνα τοῖς ἄλλοις ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν δείξῃ, καὶ ἀρχέτυπον ἀληθείας προθῇ.

κʹ, καʹ. "Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ." Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς, ἐπήγαγε· κβʹ. "Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι." Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνοις χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος.

κγʹ. "Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ." Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον, ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπει δὴ ὁ Μεσρὲμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. "Χὰμ γὰρ, φησὶν, ἐγέννησεν τὸν Χοὺς πρωτότοκον, καὶ Μεσρὲμ τὸν ἀδελφὸν αὐτοῦ." Χοὺς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσρὲμ δὲ τὴν Αἴγυπτον, Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν.

κδʹ. "Καὶ ηὔξησε τὸν λαὸν αὑτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ." Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳγάρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγένοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ.

κεʹ. "Μετέστρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μι σῆσαι τὸν λαὸν αὐτοῦ." Οὐκ αὐτὸς μεταβαλὼν τῶν Αἰγυπτίων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παρα χωρῶν· καὶ τὰς μὲν ἐπιβουλὰς μὴ κωλύων, κρείτ τους δὲ τῶν ἐπιβουλευόντων τοὺς ἐπιβουλευομένους δεικνύς. "Τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ." Ποτὲ μὲν ταῖς μαίαις ἐπέταξαν οἱ Αἰγύπτιοι δια φθείρειν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ πο ταμῷ ταῦτα παραπέμπειν ἐκέλευσαν. Ἄλλ' ὅμως καὶ οὕτως τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχα νήματα. κ ʹ, κζʹ. "Ἀπέστειλε Μωσῆν τὸν δοῦλον αὑ τοῦ, καὶ Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο αὐτοῖς τοὺς λόγους τῶν σημείων αὑτοῦ, καὶ τῶν τεράτων αὑτοῦ ἐν γῇ Χάμ." Προβαλλόμενος γὰρ αὐτοὺς τῆς τῶν ὁμοφύλων ἐλευθερίας ὑπουρ γούς τε καὶ διακόνους, τὴν τῆς θαυματουργίας αὐ τοῖς ἐνεχείρισε δύναμιν.

κηʹ. "Ἐξαπέστειλε σκότος, καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ." Οὐκ ἀντεῖ πον γὰρ οἱ μακάριοι θεράποντες τοῖς θείοις προσ τάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μα κροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ καὶ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κε ράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή.

κθʹ. "Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν." Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα, ὥστε ἁπάντων διαφθαρῆ ναι τῶν ἰχθύων τὰ γένη.

λʹ. "Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς τα μείοις τῶν βασιλέων αὐτῶν." Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετ έβαλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε, τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων.

λαʹ. "Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν." Ἠκολούθει γὰρ τοῖς λε γομένοις τὰ ἔργα· καὶ παραυτίκα Θεοῦ μὲν κελεύ οντος, Μωσοῦ δὲ λέγοντος, καὶ κυνόμυια, καὶ σκνί πες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίους ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέ ροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, "Ἐν πᾶσι τοῖς ὁρίοις αὐ τῶν·" ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν.

λβʹ, λγʹ. "Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συν έτριψε πᾶν ξύλον ὁρίου αὐτῶν." Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ ὄμβρων χά λαζαν ἀπεκύησε· κεραυνοὶ δὲ, καὶ πρηστῆρες, μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις ὕδωρ καὶ πῦρ ἀλλήλας οὐκ ἐλυμαίνοντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παι δείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον· ὅτι ἄνθρωποι ὄντες οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὲ χάριν, καὶ αἱ ἄμπελοι, καὶ αἱ συκαῖ αὐτῶν, καὶ τ' ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν δι εφθείρετο.

λδʹ, λεʹ. "Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν [καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν]." ∆ιὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε, διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρού χου, τὰ ἕλη, τοὺς λειμῶνας τὰ λήϊα· οὐ γὰρ μό νον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατ ηνάλωσεν. λ ʹ. "Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν." Ταύ την Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγήν· μεθ' ἢν ἐξελθεῖν τοὺς Ἰουδαίους κατέπειξεν· ἅπασα ἡ οἰκία θρήνων καὶ ὀλοφύρσεων ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκῖσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς.

λζʹ. "Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυ σίῳ." Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰ γύπτιοι τοῖς Ἑβραίοις ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον· οὐ γὰρ ἀδίκως τοῦτο γε νέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦν τας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. "Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν." Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν.

ληʹ. "Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐτούς." Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τι μωρίαις, ὡς καὶ εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν.

λθʹ. "∆ιεπέτασε νεφέλην εἰς σκέπην αὐτῶν, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα." Ἡ γὰρ αὐ τὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγένετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυ ροειδὴς αὐτοῖς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχο ρήγει τὴν χρείαν.

μʹ. "Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρ τον οὐρανοῦ ἐνέπλησεν αὐτούς." Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς καὶ θήραν ὀρνίθων αὐτόματον, καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε τούτους, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ' αὐτὴν δωρησάμενος τὴν τροφήν.

μαʹ. "∆ιέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί." Ἐθερά πευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας. Ἐν ἀνύδρῳ γὰρ γῇ, καὶ νοτίδος ἐστε ρημένῃ, ποταμοὺς ἀναβλῦσαι προσέταξε· ποταμοὺς δὲ καλεῖ τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς.

μβʹ, μγʹ. "Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὑ τοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὑτοῦ. Καὶ ἐξ ήγαγε τὸν λαὸν αὑτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλε κτοὺς αὑτοῦ ἐν εὐφροσύνῃ." Τούτων δὲ πάντων αὐ τοῖς μετέδωκε, τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας ὑπ' αὐτοῦ ἐπαγγελίας πληρῶν.

μδʹ. "Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πό νους λαῶν κατεκληρονόμησαν." Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χανα ναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε· καὶ ἐκείνους κολάσας ἐν δίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρώην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομο θέτησε, φεύγειν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν. ∆ιδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροι κεῖν ἐπὶ πλεῖστον ἐᾷ. "Οὔπω γὰρ, φησὶν, ἀναπε πλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν·" ἀντὶ τοῦ, Οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγα γεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθ μῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ' ἐμοί. ∆ιὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμένω περίοδον. Οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις ἐπαγγελίας ἀπ έδωκεν.

μεʹ. "Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν." ∆έδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας.

ΕΡΜΗΝ. ΤΟΥ ΡΕʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ἐν μὲν τῷ ρʹ καὶ δʹ ψαλμῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τὰς τῶν εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς διαφόρως τιμωρίας διδά σκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβε στέρων, τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων.

αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ ἐπὶ ταῖς προ τέραις εὐεργεσίαις τὸν ∆εσπότην ὑμνήσατε, καὶ τὰς χρηστοτέρας ἐλπίδας προσμείνατε. Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ ∆εσπότης, καὶ ἀεὶ τῷ ἐλέῳ διατελεῖ χρώμενος. Εἶτα διδάσκει ὡς ὑπερβάλλει τῶν ἀν θρώπων τὴν φύσιν ἡ τῶν θείων θαυμάτων διήγη σις.

βʹ. "Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;" Οὐ δεὶς ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ τῶν ὅλων Θεοῦ.

γʹ. "Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦν τες δικαιοσύνην ἐν παντὶ καιρῷ." Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων μακαρί ζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι.

δʹ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου." Ἐν ταῦθα τὸν νέον λαὸν αἰνίττεται, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Συμ φωνεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπιφερόμενα.

εʹ. "Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου." Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι τῆς ἐκείνοις χορηγουμένης χρηστότητος. ʹ. "Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν· ἠνο μήσαμεν, ἠδικήσαμεν." Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον, παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν· πατέρας δὲ καλεῖ, οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ' ἐκείνους γενο μένους. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν.

ζʹ. "Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου." Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐ τοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἐθέλησαν δύναμιν. "Καὶ παρεπίκραναν ἀναβαίνον τες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ." Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπ έχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἐθέλησαν· ἀλλὰ τοῦ μεγάλου Μωσοῦ κατ εβόων, λέγοντες· "Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρή μῳ ταύτῃ." Ἀλλ' ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ ἐπήγαγεν· ηʹ–ιʹ. "Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ. Καὶ ἔσω σεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ." Λόγῳ γὰρ τῆς θαλάσσης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυσ σον ἱππήλατον αὐτοῖς ἀπέφηνεν ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρή μου παραβολῇ.

ιαʹ. "Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη." Πάντας γὰρ τοὺς Αἰγυ πτίους ὑποβρυχίους πεποίηκε· καὶ ἡ αὐτὴ θάλασσα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπήγαγε.

ιβʹ. "Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ." Τῶν γὰρ ἀνδρῶν ὑμ νούντων Μωσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή.

ιγʹ, ιδʹ. "Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ." Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θερα πόντων.

ιεʹ. "Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξ απέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν." Αἴ τημα τὴν ἐπιθυμίαν ἐκάλεσεν· οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν· δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστόν τε καὶ ἄφθονον. ι ʹ. "Καὶ παρώργισαν τὸν Μωσῆν ἐν τῇ παρεμ βολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου." Κορὲ μὲν γὰρ, καὶ ἡ τούτου συμμορία, ἐπειράθησαν τὴν ἱερω σύνην ἁρπάσαι. ∆αθὰν δὲ καὶ Ἀβειρὼν ἑτέραν ἐμελέτησαν τυραννίδα.

ιζʹ, ιηʹ. "Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξ εκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλε ξεν ἁμαρτωλούς." ∆αθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεποντίσθησαν· Κορὲ δὲ, καὶ οἱ σὺν αὐτῷ, θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρο νεῖν ἀναγκάζων· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἐβουλήθησαν· καὶ τοῦτο δηλοῖ ἡ τῶν τετολμημένων ἐξήγησις.

ιθʹ. "Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ." Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσε βείας διδάσκων ὑπερβολήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος· ἐν τούτῳ δείματος αὐτοὺς ἐν έπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτύπων βρονταῖς, καὶ μετὰ τοσ ούτου δέους τὴν νομοθεσίαν προσφέρων. Ἐν τούτῳ τετολμήκασι τὴν ἀσέβειαν. "Καὶ προσεκύνησαν τῷ γλυπτῷ." Ἑτέρας καὶ τοῦτο παραπληξίας κατ ηγορία· ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν.

κʹ. "Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώ ματι μόσχου ἐσθίοντος χόρτον." Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ γὰρ τοῦ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνερ γεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές· τροφὴ καὶ τῷ μόσχῳ, οὐκ ἄρτος, ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώ ποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ. Οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλὰ ὅμως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν.

καʹ, κβʹ. "Καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζον τος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ. Θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς." Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευσαν σωτη ρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος, ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν.

κγʹ. "Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐν ώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς." Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, "Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·" εἶ πεν ὁ μακάριος Μωσῆς, "Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας." "κδʹ, κεʹ. "Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὑτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου." Ἑτέρας ἀπειθείας ἀναμιμνήσκει· τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενοι, ἀντέτεινον προφανῶς, τοὺς μὲν Χαναναίους γενναίους εἶναι λέ γοντες, σφᾶς δὲ αὐτοὺς δύναμιν ἀξιόχρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον· τοὺς γὰρ τοσούτων καὶ τοιού των θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς πάντα δί καιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. κ ʹ, κζʹ. "Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Καὶ τοῦ κατα βαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορ πίσαι αὐτοὺς ἐν ταῖς χώραις." Ἐβουλήθη δὲ τῇ ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταυτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον, ἀλλ' ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος, μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν.

κηʹ, κθʹ. "Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ· καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν." Εἰς ἀκολασίαν ἐξοκεί λαντες πάλιν, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφε γὼρ δέ ἐστιν εἴδωλον παρ' ἐκείνοις τιμώμενον. καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος, Βάαλ δὲ τὸ εἴδωλον. Τοῦτον δέ φασι Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς κα λουμένας παρ' Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσ φέρειν εἰώθασι· καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας. "Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις." Πάλιν γὰρ ἕτερον αὐτοῖς ἐπήγαγε θάνατον.

λʹ, λαʹ. "Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιο σύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος." Τὴν θραῦσιν ὁ Σύμμαχος πληγὴν εἴρηκε. ∆ιδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία· τὸν γὰρ Ζαμβρὴν μιχθῆναι τῇ Μαδιανίτιδί τινι προφανῶς ἀνασχόμενον δόρατι χρησάμενος συνανεῖλε τῇ γυναικί. Τὸν τούτου ζῆ λον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκώλυσεν.

λβʹ, λγʹ. "Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀν τιλογίας, καὶ ἐκακώθη Μωσῆς δι' αὐτούς. Ὅτι παρ επίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ." Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες, μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξ ῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς, οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ θείῳ προστάγματι διηκόνησεν· ἀλλ' ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ "∆ιέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ," ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως λόγοις ἐχρήσατο. Εἶπε γάρ· "Φησὶ Μωσῆς πρὸς αὐ τοὺς, Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;" Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐδ' αὐτῷ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀπέδωκε γῆν· ἀλλὰ τὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέ λος· δι' Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχε σιν. Καὶ δοκεῖ μὲν ταύτην αὐτῷ τιμωρίαν ἐπιτεθει κέναι τῶν ὅλων ὁ πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ, τῶν Ἰου δαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ πᾶ σαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυ μάτων ὑπουργῷ γενομένῳ; ∆ιά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός· πρὸς δὲ τοῦτο, καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπήλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσωσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν ἐλέγχει παρανο μίαν. λδʹ–λ ʹ. "Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύ ριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον." Τὴν γὰρ ἐπι μιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρ πὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προ αναστέλλων. Ἀλλ' ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. λζʹ–λθʹ. "Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν." Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπον· ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείπει τὸ αἵ μασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσ ενεγκεῖν; Τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσ έφερον· τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. "Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν." Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσεν. μʹ–μβʹ. "Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὑτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευ σαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν." Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε δὲ Ἀμαλακίταις, καὶ Μαδιηναίοις, καὶ Ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέλειαν καρπούμενος.

μγʹ. "Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρ επίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὑτῶν, καὶ ἐταπεινώθη σαν ἐν ταῖς ἀνομίαις αὑτῶν." Ἐπάγων γὰρ τὴν παι δείαν πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς ἐναντίοις ἠμείβοντο.

μδʹ. "Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν." Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι· καὶ ὅτι ἐδεήθη σαν τοῦ Θεοῦ ἀπὸ τῆς ἀνάγκης ὠθούμενοι· καὶ ὅτι δεηθέντες ἠκούσθησαν.

μεʹ. "Καὶ ἐμνήσθη τῆς διαθήκης αὑτοῦ, καὶ μετ εμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέου αὑτοῦ." ∆ιὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορή γησε· μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦ λαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πά θος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται· ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπ άγει, καὶ φιλανθρωπίαν ὀρέγει. μ ʹ. "Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς, ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς." Οὕτω τὸν Κύρον κατέθελξεν, καὶ εἰς ἔλεον ἔκαμψε, καὶ δοῦναι τοῖς δορυαλώτοις τὴν ἐλευθερίαν πεποίηκε.

μζʹ. "Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπι συνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰ νέσει σου." Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐ τοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ' αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέ σιος δὲ Ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτηρίαν διὰ Ἠλιοῦ τοῦ Θεσβίτου προηγόρευσεν· "Ἥξει ἐκ Σιὼν, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν." Οὐ μὲν τὴν οἰκοδομίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ, κατὰ τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λα τρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ παν άγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων πα ραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, καὶ πίστιν εἰς τὸν ∆εσπότην Χριστὸν, καὶ τῆς καινῆς διαθήκης τὴν πολιτείαν.

μηʹ. "Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο." Ὑμνητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμε νος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, γένοιτο, Ἀμὴν καὶ ἀμὴν, ὁ Ἑβραῖος καλεῖ. Ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς Ἐκκλησίαις μεμένηκε τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθε σθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέ ρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν.

ΕΡΜΗΝ. ΤΟΥ Ρ ʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Πολλάκις ἀπεδείξαμεν, ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ διαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴδιον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγορεύει. Ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν ἔχει τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενημένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐκγόνοις παρασχεθεισῶν δω ρεῶν. Ὁ δὲ μετὰ ἐκεῖνον, πρὸς ταῖς εὐεργεσίαις, καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιογράφηται τὰ ἡμέ τερα, ὁρῶμεν δὲ καὶ ἐν τῷδε τῷ ψαλμῷ τῆς ἡμετέρας σωτηρίας τὰ θεσπίσματα· μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον.

αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Πάλιν ὑμνεῖν ὁ προ φητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί φησιν.

βʹ. "Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ." Καὶ Ἰουδαίους ὑμνεῖν ἔδει τῆς Βαβυλωνίων ἐλευθερωθέντας δου λείας· καὶ ἡμᾶς ἀεὶ προσήκει τοῦτο ποιεῖν, τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντας.

γʹ. "Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης." Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν. Κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι. Τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλη σίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε· καὶ τοὺς τοιούτους συλλό γους πανταχοῦ γῆς καὶ θαλάττης ἔστιν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται· τινῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ' ἐκείνου τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου, καὶ τῶν πλησιοχώρων ἐθνῶν.

δʹ. "Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ." Καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος· ἔρημος γὰρ ὑπῆρχε τοῦ Θεοῦ· καὶ τῆς πνευματικῆς ἀρδείας, δουλεῦον ἐκείνῃ, ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ὄντες, φησὶν ὁ θεῖος Ἀπόστολος. "Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον." Οὔτε γὰρ Ἰουδαῖοι δια φυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν· οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες, πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολιτείαν· εʹ. "Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν." Θείας διδασκαλίας λιμὸς καὶ τού τους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυ λῶνι δουλεύοντες, καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἠδύναντο. Τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέδεκτο, οὔτε πνευμα τικῆς διδασκαλίας ἀπήλαυε, δι' ὧν αἱ ψυχαὶ πεφύ κασι τρέφεσθαι. Τοῦτον μέν τοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· "Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." ʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς." Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τοῦ ∆ανιὴλ προφητεία διδάσκει. Καὶ αὐτὸς γὰρ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ὑπὲρ πάντων ποτνιώμενοι, τὸν θεῖον ἐζήτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς, καὶ θρήνοις ἀπαραμυθή τοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλ πίδα, οὐ μὲν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησαν. Εἶδε δὲ ὅμως στέ νοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξεν.

ζʹ. "Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου." Ἰουδαίοις μὲν γὰρ διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρή σατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ἐποδήγησεν ἀπο στόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε, τὴν ἐν ὄρεσιν ἁγίοις τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

ηʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ τοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ πων." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὰ τεράστια αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὸν μέν τοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέ ρει, οὔτε μὲν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξι άγαστος καὶ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις. Τούτων δὲ πάν των ὁ θεῖος πρόξενος ἔλεος. "Οὐ γὰρ διὰ τὰς δι καιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως." θʹ, ιʹ. "Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σι δήρῳ." Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συν εζευγμένους, καὶ λιμῷ τηκομένους, τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε· καὶ ἅπασαν ἀνθρώπων τὴν φύ σιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα καὶ διέῤῥηξε τὰ ἰσχυρὰ τῆς ἁμαρτίας δεσμά. "Σει ραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται." Καί· "Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν." ιαʹ, ιβʹ. "Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐτα πεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν." Τούτων δὲ πάντων αἴτιον τῶν ἀλγεινῶν, καὶ Ἰουδαίοις, καὶ μέντοι καὶ πᾶσιν ἀν θρώποις, ἡ ἁμαρτία· κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ· καὶ πάντες ἄν θρωποι, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεβλήθη σαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδὰμ, "Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Τοσαύταις περιστοι χιζόμενοι συμφοραῖς λύσιν οὐδεμίαν εὕροντο τῶν ἐπικειμένων κακῶν, ἀλλ' ὁ ταύταις αὐτοὺς συγκλη ρώσας, αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρή σατο. Φησὶ γάρ· ιγʹ, ιδʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐ τούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν." Οἰ κτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤ ῥηξε τὰ δεσμά.

ιεʹ, ι ʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ πων. Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν." Πύλας χαλκᾶς, καὶ μο χλοὺς σιδηροῦς, τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν· καθάπερ γὰρ τὸν εἴσω τοιούτων καθειργμένον θυρῶν τε καὶ μοχλῶν, διαφεύγειν τῶν ἀδυνάτων· οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων δια δρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκεί νων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνια ρῶν τὴν λύσιν χαρίσασθαι.

ιζʹ. "Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐ τῶν· διὰ γὰρ τὰς ἀνομίας αὑτῶν ἐταπεινώθησαν." Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν. Ἀλλ' ὅμως, καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδου μένους κακοῖς σωτηρίας ἠξίωσεν.

ιηʹ. "Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν· καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου." Ἰουδαῖοι μὲν γὰρ, τῷ πλήθει συνεχόμενοι τῶν κακῶν, καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ, ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· "Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου." Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκα λίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν, οἱ μὲν Σω κράτους κατεψηφίσαντο θάνατον· οἱ δὲ τὸν Ἀνάξ αρχον ξένῃ παρέδοσαν τιμωρίᾳ· οἱ δὲ ἄλλοι τοῦ Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθα νάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε.

ιθʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐ τούς." Εἶτα διδάσκει τῆς σωτηρίας τὸν τρόπον.

κʹ. "Ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐ τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν." Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας, καὶ ἀποσταλεὶς, ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραφος, καὶ παν ταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παν τοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς δια φθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρ τωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρεγ γύησεν· οὕτω τὸν παρειμένον ἐστήριξεν εἰρηκὼς, "Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου." Οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον, οὕτω τοὺς τελώνας διδα σκάλους τῆς οἰκουμένης ἀπέφηνεν, οὕτω τοὺς παν αγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαί ρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων.

καʹ, κβʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει." Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον, τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημήνασθαι μέν τοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρεγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λα τρείαν. Τὴν δὲ τῆς αἰνέσεως θυσίαν ὁ Ἀκύλας θυσίαν εὐχαριστίας προσηγόρευσεν.

κγʹ, κδʹ. "Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Αὐ τοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμασία αὐτοῦ ἐν τῷ βυθῷ." Παραβολικῶς ταῦτα τέθεικεν ὁ προ φήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλε ποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλ πίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύ ναμιν. Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προ τέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γα λήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.

κεʹ, κ ʹ. "Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων." Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος, καὶ τὰ λυπηρὰ γίγνεται, καὶ τὰ θυμήρη προσγίνεται. "Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. [κζʹ] Ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὡς ὁ μεθύων· καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη." Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν· αἰ νίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς φύσεως συμφοράς· ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται, τῇδε κἀ κεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅτ' ἂν ὑπ άρχῃ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. κηʹ–λʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλί βεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράν θησαν, ὅτι ἡσύχασαν." Κἀκείνοις δὲ τοῖς πλέουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει· καὶ παραχρῆμα εἰς αὖραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάτ τεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευθερώθησαν. "Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θε λήματος αὑτοῦ." Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη· καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν, ἢ ἐκείνοις ἁρ μόδιον. Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος αὑτοῦ λιμένα καθώρμισεν, τὴν θείαν αὑτοῦ δωρησάμενος γνῶσιν.

λαʹ, λβʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀν θρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν." Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν. Ἐν πάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών.

λγʹ, λδʹ. "Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξ όδους ὑδάτων εἰς δίψαν. Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ." Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πάλαι πολλοῖς ἀρδόμε νοι προφητικοῖς ποταμοῖς, καὶ καρπὸν ὥριμον προσ φέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μικρᾶς ἀπολαύου σιν, ἀλλ' ἔρημοι πάμπαν διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται.

λεʹ. "Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων." Τὰ δὲ πάλαι ἔρημα ἔθνη, καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα. λ ʹ. "Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συν εστήσαντο πόλεις κατοικεσίας." Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐν δεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν.

λζʹ. "Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπε λῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος." Καὶ ταῦτα ἅπαντα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος παραβολαῖς τοιαύταις ἐχρήσατο· καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ δὲ αὐτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· "Ἐγὼ ἐφύτευσα, Ἀπολλὼςἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε." Καὶ πάλιν· "Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε." Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδεί σους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν· καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν.

ληʹ. "Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν." Ὁ γὰρ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον Ἀπόστολον. Κτήνη δὲ καλεῖ τοὺς ὑπ' αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξη σεν τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· "Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ." Καὶ αὐτὸς δὲ ὁ Κύ ριος πρόβατα καλεῖ τοὺς πιστεύοντας· "Τὰ πρό βατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς." Ἐνταῦθα πάλιν τὰ Ἰουδαίοις συμβησόμενα προθεσπίζει κακά.

λθʹ. "Καὶ ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης." Τοῦτο μὲν οὖν φη σιν· Οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐλογίας καὶ εὐθηνίας πεπιστευκότες ἀπήλαυσαν. Οἱ δὲ πάλαι τῆς τῶν προφητικῶν πο ταμῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερη θέντες διὰ τὴν πονηρίαν τῆς γνώμης, καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς, καὶ εἰς ἅπασαν τὴν οἰκουμέ νην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι.

μʹ. "Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐ τῶν." Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πρά γματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου· ἀλλ' οἱ πάλαι περιφανεῖς καὶ περίβλεπτοι, ἄσημοι παν τελῶς εἰσι, καὶ ὑπ' αὐτῶν ἐκείνων καταφρονούμε νοι. "Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ." Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Ὁ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλ' ἀπαγορεύει τὴν πλάνην· τοὺς δὲ μὴ πειθομέ νους ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀνερμάτιστοι περιφε ρόμενοι τῇδε κἀκεῖσε περιπλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν θείαν γὰρ καταλιπόντες ὁδὸν, τοῖς οἰκείοις ἕπονται λογισμοῖς.

μαʹ. "Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας." Τὰ γὰρ πάλαι πτωχεύσαντα ἔθνη τῆς θείας ἐπικου ρίας ἀπήλαυσαν, καὶ τὸν πνευματικὸν ἐκτήσαντο πλοῦτον. "Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς." Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ὑπερεπαρεῖ πτωχὸν ἐκ πε νίας, καὶ θήσει ὡς ποίμνιον συγγενείας. Ὡς προβάτων γὰρ τῶν ἰδίων ἐπιμελεῖται, καὶ ὡς συγ γενῶν κατὰ σάρκα προμηθεῖται καὶ κήδεται.

μβʹ. "Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῶν." Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν, καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ.

μγʹ. "Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συν ήσει τὰ ἐλέη τοῦ Κυρίου;" Οὔτε γὰρ τὸ συνιέ ναι καὶ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε φυλάξαι τὰς θείας νομοθεσίας παντός· ἀλλὰ τοῦ σοφίᾳ καὶ συνέσει χρωμένου, καὶ βοῶντος πρὸς τὸν ∆εσπότην· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου."

ΕΡΜΗΝ. ΤΟΥ ΡΖʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ ψαλμοῦ τῷ ∆αβίδ." Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς καὶ τὴν Ἰουδαίων ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν· πολλὴν δ' ἔχει τὴν συγγένειαν πρός τε τὸν ν ʹ καὶ πρὸς τὸν νθʹ ψαλμόν.

βʹ. "Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου." Καὶ ἤδη προειρήκαμεν, ὡς δόξαν οἰκείαν ὁ προ φήτης τὴν προφητικὴν χάριν καλεῖ. Τῇ τῆς προ φητείας, φησὶ, χρώμενος μελῳδίᾳ, λέγω σοι τῷ ∆εσπότῃ, ὡς εὐρεῖαν ἔχω τὴν καρδίαν μου, καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος.

γʹ, δʹ. "Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν." Ψαλτήριον καὶ κιθάραν ἑαυτὸν ὁ προ φήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μουσικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀν εκρούετο μελῳδίαν. ∆ιεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ ∆εσπότου, ἀποκρίνεται πάλιν, καὶ ὑπισχνεῖται ὄρθρου τοῦτο ποιήσειν. Ἅτε δὴ τηνι καῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιη σάμενος· ὄρθρον δὲ καλεῖ, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων ἀνθρώπων στόμασιν ὁ μακάριος ᾄδει ∆αβὶδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ.

εʹ. "Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου." Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· παν ταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν, ὡς νεφέλας τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους, καὶ τοὺς διδασκαλικῆς χάρι τος τετυχηκότας καλεῖ. ∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφελῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει· δι' αὐτῶν τὰ ἀληθῆ με μαθήκαμεν δόγματα. ʹ. "Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου." Τοῦτο καὶ ὁ μα κάριος ἔφησεν Ἀββακούμ· "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ." Τοῦτο καὶ ὁ μακάριος ∆αβὶδ ἐν τῷ ὀγδόῳ ἔφη ψαλμῷ· "Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγα λοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν." Τὸ οὖν, ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς, καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ μαθέτω τὴν σὴν δόξαν.

ζʹ. "Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου." ∆είξει δέ σου πᾶσιν ἀνθρώποις τὴν δύναμιν τῶν τῆς σῆς οἰκειώ σεως ἀξιωθέντων ἡ σωτηρία· δέξαι μου τοίνυν τὴν ἱκετείαν, καὶ τὴν σὴν ὄρεξον δεξιάν. ∆εξιὰν δὲ κα λεῖ τὴν ἀγαθὴν ἐνέργειαν.

ηʹ. "Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ." Ἀντὶ τοῦ, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος. "Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω." Οὗπερ ᾔτησεν ὁ προφήτης ἀπήλαυσεν· ἐπειδὴ εἶπεν· "Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς," ἀποκρίνεται λέγων ὁ ∆εσπότης, Ὑψωθήσομαι. Εἶτα δείκνυσι καὶ τὸν τρόπον. "∆ιαμεριῶ Σίκιμα." Πόλις δὲ αὕτη κατ' ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ καὶ τὴν κοιλάδα τὴν ἔρημον γενομένην, καὶ ποιμένων δεξαμέ νην σκηνὰς, ἄνωθεν οἰκητόρων πληρώσω, καὶ διανε μηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω.

θʹ. "Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ σῆς, καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου." Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ, ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν· τὸν μέν τοι Ἰούδαν πασῶν τῶν φυλῶν βασιλεύειν παρασκευάσω, Μετὰ γὰρ τὴν ἐπάν οδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί. Ὁ δὲ Ζο ροβάβελ, καὶ τούτων κἀκείνων ἡγεῖτο. Κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, ἁπάσης βασιλεύει τῆς κτίσεως.

ιʹ. "Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλό φυλοι ὑπετάγησαν." Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρ έξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ νʹ καὶ θʹ ψαλμῷ ἡρμηνεύ σαμεν.

ιαʹ, ιβʹ. "Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;" Ἡδονῆς ἐμπλησθεὶς ὁ προφήτης τῇ τῶν ἀγαθῶν προῤῥήσει, ἱμείρεται ἰδεῖν καὶ τὴν καταλυθεῖσαν πόλιν οἰκοδομηθεῖσαν, καὶ τοὺς Ἰδουμαίους τοῖς Ἰουδαίοις δουλεύοντας. Ταῦτα δὲ, φησὶν, οὐδεὶς ἕτερος παρασχεῖν ἱκανὸς, ἢ σὺ μόνος, ὁ νῦν ἡμᾶς ἀπωσάμενος, καὶ δουλεύειν κελεύσας. "Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνά μεσιν ἡμῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ μὴ προελθὼν, Θεὲ, ἐν τοῖς στρατεύμασιν ἡμῶν. Οὐ γὰρ ἡττήθημεν πώποτε, σοῦ στρατηγοῦντος, καὶ τῆς φάλαγγος ἡγουμένου. "γʹ. "∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου." Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον. Οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρ' ἀνθρώ πων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος.

ιδʹ. "Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν." ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν· διὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα.

ΕΡΜΗΝ. ΤΟΥ ΡΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος· ψαλμὸς τῷ ∆αβίδ." Τὸ σωτή ριον πάθος, καὶ τὴν Ἰουδαίων μανίαν, καὶ τὴν Ἰούδα προδοσίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ποδηγεῖ δὲ ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγο ρῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος. Μηδεὶς δὲ, ἀκούων τοῦ Κυρίου νομοθε τοῦντος εὐλογεῖν τοὺς διώκοντας, ἐναντίαν ἡγείσθω τοῦ νομοθέτου τὴν προφητείαν. Οὐδὲ γὰρ ἐνταῦθα ἐπαρώμενος ὁ προφητικὸς διέξεισι λόγος, ἀλλὰ τὰς ἐσομένας, καὶ Ἰουδαίοις, καὶ τῷ Ἰούδᾳ, τιμωρίας προλέγων. Ἐσχημάτισται δὲ ὡς εὐκτικὸν τὸ προαγορευτικὸν τοῦτο, ὡς ἐπὶ τὸ πολὺ σύνηθες πανταχοῦ τῇ θείᾳ Γραφῇ.

βʹ. "Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη." Ἀνθρωπίνως ὁ ∆εσπότης ταῦτα λέγει Χριστός. Ὡς ἄνθρωπος γὰρ εὔχεται, τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα πληρῶν· ὡς δὲ Θεὸς, τῶν εὐχομένων γνησίως προσδέχεται τὰς εὐχάς. Ὕμνον δὲ τὸ πάθος καλεῖ. Καὶ γὰρ ἐν τοῖς θείοις Εὐαγγε λίοις δόξαν αὐτὸ προσαγορεύει. "Ἐλήλυθε γὰρ, φησὶν, ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου." Στόμα δὲ ἁμαρτωλοῦ, καὶ στόμα δολίου, τὸν Ἰούδαν ὠνόμασεν· οὗτος γὰρ κρύβδην ἐποιήσατο πρὸς Ἰουδαίους τὰς τῆς προδοσίας συνθήκας.

γʹ. "Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με." Ἀπὸ τοῦ Ἰούδα μετήνεγκε τὸν λόγον ἐπὶ ὅλον τὸ τῶν Ἰουδαίων συνέδριον. Οὗτοι γὰρ τῷ φθόνῳ δουλεύοντες τὸν ἄδικον ἐτύρευσαν θάνατον. "Καὶ ἐπολέμησάν με δωρεάν. [δʹ.] Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με." Οὐ γὰρ μόνον κακοῦ τινος οὐκ ἐπειράθησαν παρ' ἐμοῦ, ἀλλὰ καὶ μυρίων ὅσων ἀπήλαυσαν ἀγαθῶν· ὑπὲρ ὧν ἀγαπᾷν ὀφεί λοντες, τὰ δυσμενῶν ἔδρασαν. "Ἐγὼ δὲ προσηυχό μην." Καὶ τούτου μάρτυς τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Τῷ ἰκρίῳ γὰρ σταυροῦ προσηλωμένος ἐβόα· "Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦ σιν." εʹ. "Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ ἀγαπήσεώς μου." Ἐγὼ μὲν οὖν αὐτοὺς εὐεργεσίαις ἐπέκλυσα· αὐτοὶ δέ με τοῖς ἐναντίοις ἠμείψαντο. ʹ. "Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διά βολος στήτω ἐκ δεξιῶν αὐτοῦ." Τὸ κατάστησον, ἀντὶ τοῦ καταστήσεις· καὶ στήτω, ἀντὶ τοῦ στα θήσεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος ἐδίδαξεν εὐαγγελιστής. Ὁ μὲν γὰρ θεσπέσιος ἤρετο Ἰωάννης, τίς εἴη ὁ προδότης· ὁ δὲ Κύριος εἶπεν· "Ὧ ἐὰν ἐμβάψας τὸ ψωμίον ἐπιδώσω, αὐτός ἐστι· καὶ βά ψας, φησὶν, ἀπέδωκεν αὐτὸ Ἰούδᾳ· καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς," εὐτρε πεῖς εὑρὼν τὰς εἰσόδους. Αὐθαίρετος γὰρ πρὸς Ἰουδαίους ἀπελθὼν, τῆς προδοσίας ἐποιήσατο τὰς συνθήκας, καὶ πολλαῖς μετὰ ταῦτα εὐεργεσίαις ἐπικλυσθεὶς ἀγνώμων μεμένηκεν. Ἑκὼν τοιγαρ οῦν σύνοικον ἐδέξατο τὸν πολέμιον.

ζʹ. "Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδι κασμένος [ἀντὶ τοῦ, ἐξελεύσεται]. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν [ἀντὶ τοῦ, γενήσεται]." Πάσης γὰρ ἀπολογίας ἔρημος ὁ προδότης. ∆ιὸ κρι νόμενος κατακρίνεται, καὶ ἡ προσφερομένη ὑπ' αὐτοῦ προσευχὴ* τὴν κατηγορίαν αὔξει. Οὐ γὰρ ἠγνόει τὸν εὐεργέτην, ἀλλὰ καὶ τῶν θείων ἀπήλαυσε λόγων, καὶ θαυμάτων μεγίστων οὐ μόνον αὐτόπτης, ἀλλὰ καὶ αὐτουργὸς ἐγένετο, παρ' αὐτοῦ τὴν ἐξου σίαν λαβών.

ηʹ. "Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος." Καὶ αὕτη ἡ πρόῤῥησις τὸ τέλος ἐδέξατο· αὐτὸς γὰρ παραχρῆμα τὸν διὰ τῆς ἀγχόνης ὑπέμεινε θάνατον, καὶ ὁ Ματθίας ἀντὶ ἐκείνου ταχθεὶς τὸν τῶν ἀποστόλων ἐπλήρωσεν ἀριθμόν.

θʹ. "Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα." Ταῦτα οὐ τῷ Ἰούδᾳ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἀπίστοις συνέβη Ἰουδαίοις. Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἀνάστατον ἅπαν τὸ γένος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδρα ποδίσθησαν. Τοῦτο μὲν καὶ ὁ προφητικὸς ηὔξατο λόγος.

ιʹ. "Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐ τοῦ, καὶ ἐπαιτησάτωσαν, καὶ ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὑτῶν." Ἢ κατὰ τοὺς ἄλλους, ἐκ τῶν ἐρειπίων αὑτῶν. Καυθεισῶν γὰρ τῶν οἰκιῶν, καὶ οἰκοπέδων, ἢ ἐρειπίων γενομένων, οἱ μὲν ἀν ηρέθησαν τῶν οἰκητόρων, οἱ δὲ ἀπηνέχθησαν δορυ άλωτοι.

ιαʹ. "Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Συγκρού σαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πρά κτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς, τὸν ἐπικείμε νον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν ἅπαντα, ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσασθαι. "Καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐ τοῦ. [ιβ.] Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ." Τούτων δὲ γινομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσ ήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσον ται.

ιγʹ. "Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευ σιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ." Τεσσαράκοντα γὰρ οὐ διελθόντων ἐνιαυτῶν, παν ωλεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαὸς, καὶ οὐκ ἔτι καθ' ἑαυτοὺς πολιτεύονται, οὐδὲ οἰκείους ἔχουσι βα σιλεῖς τε καὶ ἄρχοντας, οὐδὲ πολυθρύλλητον ἐκείνην μητρόπολιν, οὐδὲ τὴν κατὰ νόμον ἐπιτελοῦσι λα τρείαν, ἀλλὰ φροῦδα πάντα ἐκεῖνα, καὶ ἡ κιβωτὸς, καὶ αἱ πλάκες, καὶ τὰ τῶν Χερουβὶμ ἐκτυπώματα, καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ τὸ θυσιαστή ριον, καὶ ἡ ἀρχιερατικὴ στολὴ, καὶ τὰ ἄλλα πάντα ὅσα θεόσδοτα παρ' αὐτοῖς καὶ περίβλεπτα.

ιδʹ. "Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη." Πατέρων ἀρετὴ πολλάκις καὶ πλημ μελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ ∆αβὶδ ἡ εὐσέβεια. Πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑ ρίσκεται φειδοῦς ἀφορμή. Τοῦτο τοίνυν καὶ ὁ προ φητικὸς ἔφη λόγος, ὅτι Ἰουδαῖοι τὴν πανωλεθρίαν ὑπομένοντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρώτεροι. Πα τέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσε βείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν Κριτῶν, τοὺς ἐπὶ τῶν Βασιλέων, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάν οδον παρανομίᾳ συζήσαντας· μητέρα δὲ τὴν Ἱερουσαλὴμ ἔφη· ἐν ᾗ τῆς κατὰ τοῦ ∆εσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μύσος. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· "Ὅπως ἂν ἐπέλθῃ ἐπὶ τὴν γενεὰν ταύτην πᾶν αἷμα ἀθῶον ἐκχυνόμε νον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δι καίου, ἕως τοῦ αἵματος Ζαχαρίου, οὗ ἐφόνευσαν με ταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου." Πάντων γὰρ κατὰ ταυτὸν τίσουσι δίκας.

ιεʹ. "Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν." Πάντα γὰρ, φησὶ, τὰ ὑπ' αὐτῶν τολμηθέντα παρά νομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανωλεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων ἠπιστηκότων ταῦτα διῆλθεν. Ἀπὸ γὰρ ἑνικοῦ προσώπου, ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν. Οὐκέτι γὰρ εἶπεν αὐτοῦ, ἀλλ' αὐτῶν. ι ʹ, ιζʹ. "Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι." Ταῦτα δὲ, φησὶ, πείσονται, ἀπηνῶς καὶ θηριωδῶς τῇ μιαι φονίᾳ χρησάμενοι, καὶ τὸν πάσῃ χρησάμενον με τριότητι καὶ πραότητι μέχρι θανάτου διώξαντες. Τούτοις καὶ Ἀπόστολος μαρτυρεῖ λόγοις, καὶ αὐτὸς ὁ ∆εσπότης· ὁ μὲν Ἀπόστολος βοῶν· "Ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω χείᾳ πλουτήσωμεν·" καὶ πάλιν· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·" ὁ δὲ Κύ ριος νῦν μέν φησι· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·" νῦν δέ· "Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ." ιηʹ. "Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐ τοῦ." Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται. "Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον." Ἀντὶ τοῦ, ταύτῃ πανταχόθεν περιεστοίχισται. "Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ." Οὐ γὰρ μόνον ἔξωθεν, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ, καὶ ὑπὸ τούτων δίκην ὕδατος περικλύζονται. Εἶτα ἐπειδὴ τὸ ὕδωρ ἀρδεύει μὲν τὸ σῶμα καὶ βρέχει, οὐκ ἔχει δὲ μόνιμον τὴν ὑγρότητα, ἐπήγαγεν· "Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὑτοῦ." Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι. Ὃ δὲ λέ γει τοιοῦτόν ἐστιν· Ἐπενεχθήσεται φορὰ κακῶν, τοῦ μὲν ὕδατος τὴν σφοδρότητα, τοῦ δὲ ἐλαίου μι μουμένη τὸ μόνιμον.

ιθʹ. "Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλε ται· καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται." Πανταχόθεν, φησὶ, τοῖς προειρημένοις κακοῖς, καὶ ὡς ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέ σθω.

κʹ. "Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου." Οἱ δὲ ἄλλοι, τῶν ἀντικειμένων, ἡρ μήνευσαν. "Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου." Τούτους τρυγήσουσι τοὺς καρποὺς, καὶ οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδειξάμενοι, καὶ ὁ τού τοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· "Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου." καʹ. "Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετὰ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου." Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ ∆εσπότης Χρι στός· πάντα γὰρ τὰ ἀνθρώπεια πλὴν ἁμαρτίας πε πλήρωκεν. Ἐτέχθη γὰρ καὶ κατὰ τὸν νόμον φύ σεως, καὶ ὑπὲρ τὸν νόμον τῆς φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, τὸ ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφὴν, καὶ θυσίας προσ ήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνασεν, ἐδίψησε, καὶ ἐκοπίασεν. Οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα τοίνυν ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν.

κβʹ. "Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου." Τοῦτο καὶ ὑπ' αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένον εὑρίσκομεν. Μέλλων γὰρ προσιέναι τῷ πάθει, εἶπε· "Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην." κγʹ. "Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀνταν ηρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες." ∆ιὰ τούτων τὸν θάνατον παρεδήλωσε. Σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπ' ἀνέμων ῥιπιζο μένων, καὶ τῇδε κἀκεῖσε περιφερομένων, διετέλεσα· οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν· ἀλλὰ ποτὲ μὲν εἰς ταύτην, ποτὲ δὲ εἰς ἐκείνην, ἄλλοτε δὲ εἰς ὄρη μεταβαίνων, καὶ εἰς τὴν ἔρημον τρέχων.

κδʹ. "Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον." Οὐ γὰρ ἀνειμένον καὶ ἁβροδίαιτον ἐβιότευσα βίον, ἀλλ' ἀπέ ριττον, καὶ κατεσκληκότα, καὶ αὐχμηρόν. Καὶ μάρ τυρες οἱ τῆς ἱερᾶς αὐτοῦ μαθητείας ἀξιωθέντες, καὶ οἱ κρίθινοι ἄρτοι, οὓς ἐπεφέροντο, καὶ οἱ τιλλόμενοι στάχυες, καὶ ταῖς χερσὶ τριβόμενοι διὰ πείνην. Τὸ δὲ, "Ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον," Ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Καὶ ἡ σάρξ μου ἠλ λοιώθη ἀπὸ ἀναλειφίας.

κεʹ. "Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν." Καὶ τοῦτο τέλους τετύ χηκεν. Ὁρῶντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ, κινοῦντες τὰς κεφαλὰς, ἔλεγον, "Οὐὰ, ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, κατά βηθι ἀπὸ τοῦ σταυροῦ." Ἄλλοι δὲ ἔλεγον· "Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι." κ ʹ, κζʹ. "Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν." Μαθέτωσαν, φησὶν, ὡς οὐκ ἄκοντά με παρέδοσαν τῷ σταυρῷ, ἀλλὰ τῆς σῆς τοῦτο ἔργον οἰκονομίας. ∆ιὰ γὰρ τοῦ ἐμοῦ πάθους ἐβουλήθης τοῖς ἀνθρώποις τὴν ἀπάθειαν δωρήσασθαι· χεῖρα δὲ καλεῖ τοῦ Θεοῦ τὴν ἐνέργειαν.

κηʹ. "Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις." Μέχρι καὶ τήμερον διέμειναν Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις, ἀλλὰ ἐκείνων βλασ φημούντων περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. "Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται." Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν τὸν ψαλμὸν ἀναγκάζει. Ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι "Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοῶν οὕτως λέγει· "Ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ·" καὶ μετ' ὀλίγα·" Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς." Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτως ἔφη· "Ὥσπερ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν." Ὁ δοῦλος τοίνυν τῆς ληφθείσης φύσεως ὄνομα· οὐκ ἐπειδὴ δουλεύει ἐκείνῃ (πῶς γὰρ ἥγε τῷ Θεῷ συνημμένη Λόγῳ, καὶ τῶν ἁπάντων δεξαμένη τὴν δεσποτείαν;), ἀλλ' ἵνα δειχθῇ τῆς φύσεως αὐτῆς τὸ ἴδιον. Οὐκ ἀξιώματος τοίνυν ἐνταῦθα τὸ, δοῦλος, ἀλλὰ φύσεως δηλωτικόν.

κθʹ. "Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐν τροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὑτῶν." Πάλιν τοὺς ἐνδιαβάλλοντας οἱ λοιποὶ ἀντικειμένους ἡρμήνευσαν. Μαρτυρεῖ δὲ τῇ προ φητείᾳ τὰ πράγματα. Ἐν αἰσχύνῃ γὰρ ἐκεῖνοι δι ηνεκεῖ, καὶ ταύτην ἀμπέχονται καθάπερ τι περιβό λαιον.

λʹ. "Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν." Κεφαλὴ τῆς Ἐκκλησίας ὁ ∆εσπότης καλεῖται Χριστὸς, καὶ σῶμα αὐτοῦ χρηματίζει τῆς Ἐκκλησίας ὁ σύλλογος· οἰκεῖον δὲ ὕμνον τὸν ταύτης ὕμνον καλεῖ.

λαʹ. "Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου." Τοῦτο καὶ ἐν τῷ ιεʹ εἴρηκε ψαλμῷ· "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." Ἀχώριστον γὰρ ἡ θεία φύσις ποιησαμένη τὴν ἕνωσιν, παρῆν μὲν τῇ ἀνθρω πείᾳ φύσει, συνεχώρει δὲ πάσχειν, τῶν ἀνθρώπων πραγματευομένη τὴν σωτηρίαν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ, ἀθάνατον αὐτὴν ἣν ἀνέλαβεν ἀπεργάσασθαι φύσιν. Ἐπειδὴ δὲ σωτηρία ἦν τοῦ κόσμου τὸ πάθος, συνεχώρησε γενέσθαι τὸ πάθος, μετὰ τὸ πάθος τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μετέδωκε. Καὶ βλάβην μὲν αὐτὸς ἐκ τῶν ταύτης παθῶν οὐδεμίαν ἐδέξατο, τῆς δὲ οἰκείας αὐτὴν ἐπλήρωσε δόξης, καὶ σὺν αὐτῇ βασιλεύει, καὶ τῶν ἁπάντων κρατεῖ. Ἡνίκα δὲ φθαρτὴν εἶχεν αὐτὴν τὴν φύσιν, ἀνθρω πίνως ἅπαντα, πλὴν ἁμαρτίας, συνεχώρει καὶ πάσχειν καὶ φθέγγεσθαι. ΕΡΜΗΝ. ΤΟΥ ΡΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Τὸ περὶ τοῦ σωτηρίου πάθους ἐν τῷ προτεταγμένῳ προθεσπίσας ψαλμῷ, προαγορεύει τὴν μετὰ τὸ πάθος ἀνάληψιν τοῦ Σωτῆρος. Μέμνηται δὲ τοῦ προοιμίου τοῦ ψαλμοῦ καὶ ὁ θειότατος Πέτρος ἐν ταῖς Πράξεσι. Λέγει δὲ οὕτως· "Οὐ γὰρ ∆αβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὁρῶν τοὺς Φαρισαίους ἄλλας περὶ Χρι στοῦ δόξας ἔχοντας, πεῦσιν αὐτοῖς τοιάνδε προσήνε γκε· "Τί ὑμῖν δοκεῖ περὶ Χριστοῦ; τίνος ἐστὶν υἱός;" Εἰρηκότων δὲ ἐκείνων, Τοῦ ∆αβὶδ, ἀπεκρίνατο, "Πῶς οὖν ∆αβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου;" Εἶτα ἐπισυλλογίζεται· "Εἰ οὖν ∆αβὶδ καλεῖ αὐτὸν ἐν πνεύματι Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;" Τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ ∆αβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. Τὸ μὲν γὰρ υἱὸν εἶναι τοῦ ∆αβὶδ τὸν Χριστὸν ὡμολόγουν οἱ Φαρισαῖοι· ὅτι δὲ καὶ Κύριος ἦν τοῦ ∆αβὶδ, ἠγνόουν παντάπασι. Τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς ὁ αὐτὸς καὶ υἱὸς αὐτοῦ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. Σαφῶς τοίνυν ὁ μακάριος ∆αβὶδ τὴν τοῦ ∆εσπότου Χριστοῦ κηρύττει θεότητα, καί φησιν· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." Εἰ ∆αβὶδ ὁ βασιλεὺς, καὶ εὐσεβὴς βασιλεὺς ὁ καὶ προφητικῆς χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν ∆εσπότην Χριστόν· οὐκ ἄρα μόνον ἄνθρωπος κατὰ τὴν Ἰουδαίων ἄνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ ∆αβὶδ δημιουργός τε καὶ Κύριος. Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταυτότητα τῆς οὐσίας δηλοῖ. Κύριος γὰρ Κυρίῳ λέγει, καὶ οὐ Κύριος κτίσματι, οὐδὲ Κύριος ποιήματι· "Κάθου ἐκ δεξιῶν μου." Μέγα μὲν οὖν καὶ τοῦτο· καὶ οὐ μόνον ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν τὴν κτί σιν. Πλὴν ἀνθρωπίνως καὶ αὐτὸ εἴρηται. Ὡς γὰρ Θεὸς, ὁ Υἱὸς αἰώνιον ἔχει τὸν θρόνον· "Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὐ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸ πάθος, ταύτης ὡς Θεὸς τιμῆς ἠξιώθη· ἀλλ' ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. Οὐ γὰρ ταπεινὸς ὢν ὑψώθη, ἀλλ' ὕψιστος ὢν, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. ∆ιὸ καὶ ὁ εὐαγγελιστὴς βοᾷ· "Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο." Καὶ αὐτὸς δὲ ὁ Κύριός φησιν· "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Καὶ ἀλλαχοῦ· "∆όξασόν με, σὺ Πάτερ, τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι." Ὡς ἄνθρωπος τοίνυν ἀκούει· Κάθου ἐκ δεξιῶν μου·" ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸ κράτος. "Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Ἐχθροὶ διαφερόντως μὲν ὁ διάβολος, καὶ οἱ τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες. Τὸ δὲ ἕως, οὐ χρόνου σημαντικὸν, ἀλλ' ἰδίωμα τῆς θείας Γραφῆς. Οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεὸς, "Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι." ∆ῆλον δὲ ὅτι οὐ συμπερι ορίζεται τὸ εἶναι τοῦ Θεοῦ τῷ γήρει τῶν ἀνθρώπων. Εἰ γὰρ περὶ οὐρανοῦ καὶ γῆς φησιν ὁ προφήτης, "Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·" καὶ πάλιν· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι·" πολλῷ μᾶλλον, ἀνθρώπων καὶ γηρώντων καὶ τελευ τώντων, διαμένει τῶν ὅλων ὁ ∆εσπότης. Τοῦτο ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ ῥητῷ· "∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ." Οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρις οὗ χρόνου δηλωτικόν· ποῖον γὰρ ἂν ἔχοι λόγον, ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; Καὶ μὲν ∆ανιὴλ ὁ προφήτης, μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν, αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. Πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἢ τίνι συμβασιλεύουσι, τοῦ τὴν βασιλείαν ὑποσχομένου ἀποτιθεμένου τὴν βασιλείαν; Οὐκ οὖν τὸ ἕως οὗ χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς.

βʹ. "Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών." Ἡ μὲν ἐξ Ἰεσσαὶ ῥάβδος ἐκ Βηθλεέμ· "Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα Θεοῦ." Καὶ τὰ ἑξῆς δὲ τοῦ σωτηρίου σταυροῦ τῆς ῥάβδου τὸ κράτος δηλοῖ. ∆ι' ἐκείνου γὰρ πᾶσαν ὑπέταξε τῶν ἀντιπάλων τὴν φάλαγγα· ἐν δὲ τῇ Σιὼν οὗτος ἐπάγη. "Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου." Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγ γελίων οἱ κήρυκες, ἀλλ' ὑπὸ Ἑλλήνων καὶ βαρβά ρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχ μαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον.

γʹ. "Μετὰ σοῦ ἡ ἀρχὴ ἐν τῇ ἡμέρᾳ τῆς δυνά μεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου." Ἀνώλεθρον ἔχεις τὸ κράτος· διαφερόντως δὲ τοῦτο δεικνύσεις ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, καθ' ἣν λαμπροὺς καὶ περιφανεῖς τοὺς ἁγίους ἀποφανεῖς. Ἡμέραν γὰρ δυνάμεως τὴν δευτέραν τοῦ Σωτῆρος ἐκάλεσεν ἐπιφάνειαν, καθ' ἣν ἥξει μετὰ τῶν ἀγγέ λων ἐν τῇ δόξῃ τοῦ Πατρός. Τότε δὲ καὶ οἱ ἅγιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Ἐνταῦθα καὶ τῆς θεότητος αὑτοῦ τὸ μεγαλοπρεπὲς ἀπεκάλυψε. Καὶ ὁ εἰρηκὼς αὐτῷ Κύριος· "Κάθου ἐκ δεξιῶν μου," τὸ ὁμοούσιον ὁμολογεῖ, καὶ τὸ ταυ τὸν κηρύττει τῆς φύσεως. Τὸ μὲν γάρ· "Πρὸ ἑωσφό ρου," τὸ πρὸ χρόνων αὐτὸν καὶ πρὸ αἰώνων εἶναι δηλοῖ. Τὸ δέ· "Ἐκ γαστρὸς," τὸ ταυτὸν τῆς οὐσίας διδάσκει. Οὐ γὰρ ἑτέρωθεν, φησὶν, ἀλλ' ἐκ τῆς ἐμῆς γεγένησαι φύσεως· τῆς γαστρὸς δηλονότι παραβολικῶς νοουμένης. Καθάπερ γὰρ ἐκ γαστρὸς τίκτουσιν ἄνθρωποι, καὶ τὰ τικτόμενα τοῖς γεννή σασι τὴν αὐτὴν ἔχει φύσιν· οὕτως ἐξ ἐμοῦ γεγένη σαι, καὶ τοῦ γεγεννηκότος ἐν σεαυτῷ τὴν οὐσίαν δεικνύεις.

δʹ. "Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ." Ἀκριβῶς ταῦτα ἡρμήνευσεν ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ τὸ τῆς ἀρχιερωσύνης ταύτης ἀπέραντον ἔδειξε, τῷ τὴν μὲν Λευϊ τικὴν ἱερωσύνην οὐ μεθ' ὅρκου τὰς ἐπαγγελίας δεδέχθαι, ταύτην δὲ ὅρκῳ βεβαιωθῆναι. Τούτου δὴ χάριν καὶ τὸ "οὐ μεταμεληθήσεται" προστέθεικεν· ἐπειδὴ πολλὰ πολλάκις οἰκονομήσας ὁ τῶν ὅλων Θεὸς, μεταβολαῖς ταῦτα περιπεσεῖν συνεχώρησεν. Οὕτω τὴν Ἰουδαίων ἱερωσύνην καὶ πεποίηκε, καὶ κατ έπαυσεν. Οὕτω τὴν βασιλείαν ἐκείνην καὶ κατέστησε, καὶ κατέλυσεν· οὕτω τὴν Ἀσσυρίων, καὶ Βαβυλωνίων, καὶ Μακεδόνων βασιλείαν καὶ γενέσθαι συνεχώρησε, καὶ λυθῆναι προσέταξε. Ταύτην μέντοι τὴν ἱερωσύνην αἰώνιον εἶναι βουλόμενος, ὠμωμοκέναι φησὶν, ὡς οὐ μεταμεληθήσεται. Ἀνθρωπίνως δὲ ταῦτα εἴρηκε· τοῦ πάθους γὰρ τὸ Θεῖον ἀμύητον, πάθος δὲ καὶ ἡ μεταμέλεια. Ὁ δὲ Μελχισεδὲκ, οὐκ Ἰουδαίων, ἀλλ' ἐθνῶν ἱερεύς. Οὕτω καὶ ὁ ∆εσπότης Χριστὸς, οὐχ ὑπὲρ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων ἀν θρώπων ἑαυτὸν προσενήνοχε τῷ Θεῷ. Ἄρχεται δὲ τῆς ἱερωσύνης ἐν τῇ νυκτὶ, μεθ' ἣν τὸ πάθος ὑπ έμεινεν· ἡνίκα λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· "Λάβετε, φάγετε ἐξ αὐτοῦ· τοῦτό ἐστι τὸ σῶμά μου." Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας, ἔδωκε τοῖς μαθηταῖς αὑτοῦ λέγων· "Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς και νῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφε σιν ἁμαρτιῶν." Εὑρίσκομεν δὲ τὸν Μελχισεδὲκ, καὶ ἱερέα ὄντα, καὶ βασιλέα· τύπος γὰρ ἦν τοῦ ἀληθινοῦ ἱερέως καὶ βασιλέως· καὶ προσφέροντα τῷ Θεῷ οὐκ ἄλογα θύματα, ἀλλὰ ἄρτους καὶ οἶνον. Ταῦτα γὰρ καὶ τῷ Ἀβραὰμ προσενήνοχε, τὸ τῆς οἰκείας ἀρχιερωσύνης ἀρχέτυπον ἐν τῇ τοῦ πατριάρ χου ὀσφύϊ πνευματικῶς προορῶν. Εἰ τοίνυν ἐκ ∆αβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ δὲ ∆αβὶδ ἐξ Ἰούδα, τὴν δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνην ἔλαβεν ὁ Χριστός· πέπαυται μὲν ἡ Λευϊτικὴ ἱερω σύνη εἰς δὲ τὴν Ἰούδα φυλὴν ἡ τῆς μείζονος ἱερω σύνης εὐλογία μετέβη. Ἱερατεύει δὲ νῦν ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας Χριστὸς, οὐκ αὐτός τι προσ φέρων, ἀλλὰ τῶν προσφερόντων κεφαλὴ χρημα τίζων. Σῶμα γὰρ αὑτοῦ τὴν Ἐκκλησίαν καλεῖ, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος, δέχεται δὲ τὰ προσφερόμενα ὡς Θεός. Προσφέρει δὲ ἡ Ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιά ζουσα.

εʹ. "Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὑτοῦ βασιλεῖς." Τοὺς δὲ νῦν ἀντιτείνοντας, καὶ θρασυνομένους ἄρχοντάς τε καὶ βασιλέας ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ παραδώσει κολάσει. Τὸ δὲ, "Κύριος ἐκ δεξιῶν σου," ἔοικε τῷ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ψαλμῷ, "Προωρώμην γὰρ τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως τοῦτο εἴρηκε, καὶ δεδήλωκε τῆς ἑνωθείσης φύσεως τὸ ἀχώριστον· καὶ ἐνταῦθα κατὰ ταυτὸν καὶ τὰ θεῖα λέ γει, καὶ τὰ ἀνθρώπινα. Τὸ μὲν γὰρ, "Κάθου ἐκ δεξιῶν μου," τῇ ἀνθρωπείᾳ φύσει πρόσφορον· τὸ δὲ, "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε," δηλωτικὸν τῆς θεότητος· τὸ δὲ, "Σὺ εἶ ἱερεὺς εἰς αἰῶνα," πά λιν ὡς πρὸς ἄνθρωπον εἴρηται. Ὡσαύτως δὲ καὶ τὸ, "Κύριος ἐκ δεξιῶν σου," ἀντὶ τοῦ, ἀχώριστον ἔχεις τὴν ἑνωθεῖσαν θεότητα. ʹ. "Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα· συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν." Σαφέστερον ἐνταῦθα τὴν κρίσιν ἐδήλωσε καὶ ὅτι κατ' ἐκείνην τὴν ἡμέραν παντοδαπαῖς παραδώσει τιμωρίαις τοὺς δυσσεβείᾳ συνεζηκότας· καὶ κατὰ τὸν παρόντα μέν τοι βίον, πολλαῖς αὐτοὺς πολλάκις παιδείαις ὑπέβαλε, τὴν οἰκείαν δύναμιν τοὺς ἀγνοοῦντας δι δάσκων.

ζʹ. "Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν." Πολλῇ, φησὶν, ἐνανθρωπήσας εὐ τελείᾳ χρήσεται, ὥστε καὶ τοῖς κατὰ τὴν ὁδὸν εὑρι σκομένοις ὕδασι θεραπεύειν τὸ δίψος. ∆οκεῖ δέ μοι καὶ ἑτέραν βαθυτέραν ἔχειν ἡ προφητεία διάνοιαν. Ποτήριον ἔθος αὐτῷ τὸ πάθος καλεῖν· "Πάτερ γὰρ, ἔφη, εἰ δυνατὸν, παρέλθῃ τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·" χειμάῤῥουν δὲ τοὺς Ἰουδαίους καλεῖ, θείας μὲν χάριτος τετυχηκότας, οὐκ ἀεὶ δὲ ταύτης ἀπο λαύσαντας. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἀένναον ἔχει τὴν τῶν ὑδάτων φορὰν, ἀλλὰ ἐκ τῶν τικτομένων ἐκ τῶν νεφῶν συνίσταται ὑετῶν· οὕτως Ἰουδαῖοι πρόσκαιρον ἔσχον τοῦ νόμου τὴν χάριν, οἷον ἀπό τινων νεφῶν τῶν προφητῶν χορηγουμένην. Μετὰ δὲ ταῦτα τοῦ θέρους φανέντος, κατὰ τὴν τοῦ Κυρίου φωνήν· "Ἐπάρατε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε εἰς τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν·" ἀναγκαίως ὁ χειμάῤῥους τῆς προτέρας εὐπορίας ἔρημος μεμένηκε, καὶ ξηρὸς ὁρᾶται πάσης ἰκμάδος ἐστερημένος. Ἐπειδὴ τοίνυν Ἰουδαῖοι τὸν σταυρὸν ἐτεκτήναντο, ποτήριον δὲ καλεῖ τὸ πάθος ὁ Κύριος, εἰκότως ὁ προφήτης ταῦτα προ θεωρῶν εἴρηκεν· "Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται." Ὁδὸν δὲ τὸν βίον καλεῖ. Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα, "∆ιὰ τοῦτο ὑψώσει κεφαλήν." Τούτῳ δὲ ὅμοιον καὶ ὁ ἀπόστολος εἴρηκε Παῦλος· "Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε." ∆ῆλον δὲ ὡς ἀνθρωπίνως καὶ τοῦτο τέθεικεν. Ὡς γὰρ Θεὸς, οὐ ταπεινὸς ὢν ὑψώθη, ἀλλ' ὕψιστος ὢν ἐταπείνωσεν ἑαυτόν· ὡς δὲ ἄνθρωπος, ὃ μὴ εἶχεν ἔλαβεν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ἀμμανῖται, καὶ Μωαβῖται, καὶ Ἰδουμαῖοι, πλῆθος ὅτι μάλιστα πλεῖστον συναγαγόν τες, ἐπεστράτευσαν πάλαι ποτὲ τῇ Ἰούδα φυλῇ. Ἐβασίλευσε δὲ τηνικαῦτα ταύτης Ἰωσαφὰτ, ἀνὴρ ἐπ' εὐσεβείᾳ μαρτυρούμενος, τῶν ἐκ ∆αβίδ. Οὕτως τῶν πολεμίων τὸ πλῆθος μαθὼν, μετὰ παντὸς τοῦ λαοῦ προσελήλυθε τῷ Θεῷ, τὴν ἄμαχον ἐπικουρίαν αἰτῶν· καὶ δὴ καὶ τὴν αἴτησιν ἔλαβε. Παρηγγύησε γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς καταθαῤῥῆσαι τῶν πο λεμίων, ὡς αὐτοῦ στρατηγοῦντος. Ἡμέρας τοίνυν ἀρχομένης, ἐκινήθησαν κατ' ἀλλήλων οἱ πολέμιοι, καὶ σφᾶς αὐτοὺς ὡς ἐναντίους διέφθειραν, ὥστε μη δένα τὸν ὄλεθρον ἐκεῖνον διαφυγεῖν. Τοῦτο ἔκ τινος σκοπιᾶς θεασαμένη τῶν Ἰουδαίων ἡ στρατεία, ἔδρα μεν ὡς ἐφ' ἕτοιμον θήραν, ἐσκύλευσε δὲ τοὺς πο λεμίους, καὶ μετὰ πολλῆς ἐπανῆλθε τῆς περιου σίας. Καὶ ὡς διδάσκει τῶν Παραλειπομένων ἡ ἱστο ρία, μετὰ μουσικῶν ὀργάνων εἰσῆλθον εἰς τὸν θεῖον νεὼν, τὸν τῆς νίκης χορηγὸν ἀνυμνοῦντες. Ταῦτα προορῶν ὁ προφήτης τόνδε συνέγραψε τὸν ψαλμὸν, οἷόν τινα ὕμνον ὑπὸ τοῦ εὐσεβοῦς Ἰωσαφὰτ προσ φερόμενον· ὕμνου δὲ καὶ ἡ ἐπιγραφή· τὸ γὰρ Ἀλ ληλούϊα, ὡς καὶ ἤδη ἡρμηνεύκαμεν, Αἰνεῖτε τὸν Κύριον, ἐπὶ τῇ Ἑλλάδι φωνῇ. Σημαίνει γὰρ τὸ Ἀλληλοὺ, αἰνεῖτε, τὸ δὲ ἴα, Κύριον, ἢ τὸν ὄντα.

αʹ. "Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου." Ἀπὸ πάσης σοι διανοίας, ∆έσποτα, προσφέρω τὸν χαριστήριον ὕμνον. "Ἐν βουλῇ εὐθέων καὶ συν αγωγῇ." Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐ σεβῶν ὁ σύλλογος. Κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν. Βουλὴν τοίνυν εὐθέων τὸ σύστημα προσαγορεύει τῶν εὐσεβῶν.

βʹ. "Μεγάλα τὰ ἔργα Κυρίου." Τῷ ὄντι γὰρ θαυμαστὰ, καὶ ἀξιάγαστα, τὰ ὑπὸ τῆς αὐτοῦ δυ νάμεως ἐνεργούμενα. "Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ." Ποιεῖ μὲν ὅσα βούλεται, ἕκα στον δὲ τῶν γινομένων σοφίας ὑπάρχει μεστὸν, καὶ παρὰ πάντων τὴν εὐφημίαν ἐφέλκεται.

γʹ. "Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ." Ἅπαντα τὰ ὑπ' αὐτοῦ γινόμενα, καὶ ἡ δη μιουργία, καὶ ἡ οἰκονομία, καὶ μεγαλοφυῆ, καὶ ὑπερ φυῆ, καὶ τῆς παρὰ πάντων ἀνθρώπων ὑμνῳδίας ἄξια. Ἐξομολόγησιν ἐνταῦθα τὴν εὐχαριστίαν καλεῖ. "Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὐδὲν ἄδικον τῶν γινομένων, ἀλλὰ πάντα τῷ δικαίῳ κοσμεῖται· δι' αἰῶνος γὰρ ταύτῃ χρώμενος πρυτανεύει τὰ σύμπαντα.

δʹ. "Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὑτοῦ." Ἐπειδὴ προφανῶς εἰργάσατο τῶν πολεμίων τὸν ὄλε θρον. Ταυτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν προγόνων πε ποίηκε, ποτὲ μὲν τοὺς Αἰγυπτίους συγκαλύψας, ἄλ λοτε δὲ τοὺς Ἀμαληκίτας τῇ ἐκτάσει Μωσέως χειρῶν κατακοντίσας· καὶ Χαναναίους, καὶ Χετ ταίους, καὶ τὰ ἄλλα ἔθνη, δι' Ἰησοῦ τοῦ Ναυῆ κατα λύσας. Ἀνάμνησιν τῶν θαυμασίων ἐκάλεσε τῶν πο λεμίων τὴν τιμωρίαν· ἀντὶ τοῦ· Τὰς πολυθρυλλή τους σου θαυματουργίας, τὰς ψευδεῖς παρὰ τοῖς ἀπίστοις νομιζομένας, ἔδειξας ἀληθεῖς τῇ νέᾳ θαυ ματουργίᾳ, καὶ ἀνέμνησας ἡμᾶς ὧν ἐπὶ τῶν ἡμε τέρων εἰργάσω προγόνων. "Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. [εʹ] Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν." Τὴν τροφὴν, θή ραν οἱ ἄλλοι εἶπον ἑρμηνευταί. Ἀληθῆ δὲ ἀμφό τερα. Καὶ γὰρ ὡς ἐπὶ θήραν ἕτοιμον ἔδραμον ἐπὶ τῶν πολεμίων τὸν πλοῦτον, καὶ τροφὴν ἐκεῖθεν ἱκα νὴν ἐπορίσαντο. "Μνησθήσεται εἰς τὸν αἰῶνα δια θήκης αὑτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Θήραν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, μνημονεύων αἰω νίου συνθήκης αὑτοῦ. Τῶν γὰρ πρὸς τοὺς πατέ ρας γεγενημένων ὑποσχέσεων ἄληστον ἔχει τὴν μνήμην, καὶ δι' ἐκείνην ἡμῖν μεταδίδωσι τῶν ἀγαθῶν. ʹ, ζʹ. "Ἰσχὺν ἔργων αὑτοῦ ἀνήγγειλε τῷ λαῷ αὑτοῦ· τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν." Μᾶλλον ἡμῖν ἐναργῶς τὴν οἰκείαν ἔδειξε δύναμιν, τὸν τῶν ἐχθρῶν ἡμῖν δωρησάμενος πλοῦτον. Οὐ γὰρ μόνον ἡμᾶς τῆς παρ' ἐκείνων ἠλευθέρωσε λώβης, ἀλλὰ καὶ τὴν ἐκείνων περιουσίαν εἰς τὰς ἡμετέρας μετατέθεικεν οἰκίας. "Ἔργα χειρῶν αὐτοῦ ἀλή θεια καὶ κρίσις." Οὐκ ἀδίκως δὲ, ἀλλὰ καὶ λίαν ἐνδίκως ταῦτα εἰργάσατο. Οὐδὲν γὰρ ἡμῖν ἐγκαλεῖν ἔχοντες, καταλῦσαι παντελῶς ἐπειράθησαν. Ἀληθῆ τοίνυν καὶ δικαίαν κατ' αὐτῶν ἐξενήνοχε ψῆφον.

ηʹ. "Πισταὶ αἱ πᾶσαι ἐντολαὶ αὐτοῦ· ἐστηριγμέ ναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀλη θείᾳ καὶ εὐθύτητι." Νομοθετῶν ὁ Θεὸς τὴν οἰκείαν εὐμένειαν τοῖς φυλάττουσι τὸν νόμον ὑπέσχετο. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι ἀψευδεῖς αἱ περὶ τῆς τῶν ἐντολῶν φυλακῆς ὑποσχέσεις, καὶ οἱ ταῦτα πληροῦν προαιρούμενοι τῆς αὐτοῦ προμηθείας δι ηνεκῶς ἀπολαύουσι. Καὶ γὰρ ἡμεῖς γνησίως αὐτὸν ἱκετεύσαντες κρείττους τῶν δυσμενῶν ἀπεφάνθημεν. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε.

θʹ. "Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὑ τοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὑτοῦ." Αἱ γὰρ τοῦ Θεοῦ ὑποσχέσεις οὐ μόνον τὸ ἀψευδὲς, ἀλλὰ καὶ τὸ διαρκὲς ἔχουσιν. "Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ." Τοῖς μὲν γὰρ πιστεύουσιν ἅγιον, καὶ τριπόθητον καὶ πηγάζον τῶν ἀγαθῶν τὴν φοράν· τοὺς δὲ ἀπιστοῦντας, καὶ παρανομίᾳ συζῶντας, κο λάζει καὶ τιμωρεῖται.

ιʹ. "Ἀρχὴ σοφίας φόβος Κυρίου." Ἀναγκαῖον τοίνυν αὐτὸν δεδιέναι καὶ τρέμειν. Τοῦτο γὰρ πρῶ τον τῆς θείας διδασκαλίας στοιχεῖον. Σοφίαν γὰρ οὐ τὴν εὐγλωττίαν λέγει, ἀλλὰ τὴν τῶν θείων ἐπίγνω σιν. Εἰσαγωγικοῖς τοίνυν ὁ φόβος· τῶν δὲ τελείων τῆς ἀγάπης ἡ κτῆσις. "Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν." Οὐκ ἀρκεῖ γὰρ εἰς τελείωσιν ἡ γνῶσις, ἀλλὰ χρῄζει ἡ θεωρία τῆς πράξεως, καὶ προσήκει τὸν τῆς θείας ἠξιωμένον συνέσεως τοῖς ἔργοις τὴν γνῶσιν κοσμεῖν, καὶ διὰ ταύτης θερα πεύειν τὸν τῆς συνέσεως χορηγόν. "Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἀκολούθως καὶ τοῦτο προστέθεικε, διδάσκων ὡς ὁ τῆς ἀρετῆς ἐραστὴς αὐτὸς τὸ ἐντεῦθεν πορίζεται κέρδος. Ὁ γὰρ Θεὸς, κἂν μηδεὶς ὑμνεῖν ἐθέλει, αἰώνιον ἔχει τὸν ὕμνον καὶ διαρκῆ. Τοῦτον μέντοι τὸν ψαλμὸν κατὰ στοιχεῖόν φασιν Ἑβραίοις γεγράφθαι, καὶ κατὰ τὴν τῶν στοιχείων ἀκολουθίαν συγκεῖσθαι. Καὶ ὁ μετ' αὐτὸν δὲ ὁμοίως σύγκειται.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΑʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ὕμνον καλεῖ καὶ τοῦτον τὸν ψαλμὸν ἡ ἐπιγραφή· διδασκαλίαν δὲ εὐσεβείας τοῖς βου λομένοις προσφέρει.

αʹ. "Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα." Ὁ ταύτῃ τῇ εὐλαβείᾳ κοσμούμενος, καὶ τὸ θεῖον περικείμενος δέος, πᾶσαν αὑτοῦ τὴν βουλὴν εἰς τὴν τῶν θείων λο γίων ἐκπλήρωσιν μετατίθησι, καὶ σὺν πάσῃ προθυ μίᾳ πληροῦν ταῦτα ἐπείγεται. Εἶτα δείκνυσι τὸν τῶν τοιούτων σπερμάτων καρπόν.

βʹ. "∆υνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ." Ἐπειδὴ γὰρ τοῦτο ἀξιέραστον ἐδόκει τοῖς τηνικάδε ἀνθρώποις, τοῦτο τοῖς φυλάττουσι τὰς ἐντολὰς δώ σειν ὑπισχνεῖται τὸ δῶρον. Καὶ δὴ καὶ ἔδωκε, διὰ μὲν τὸν Ἀβραὰμ τῷ Ἰσραὴλ, διὰ δὲ τὸν ∆αβὶδ τοῖς ἐξ αὐτοῦ, καὶ διὰ τὸν Ἰσραὴλ τοῖς ἐκγόνοις, καὶ ταῦτα παρανόμοις γεγενημένοις. "Γενεὰ εὐ θέων εὐλογηθήσεται." Οἱ γὰρ ἰσότητος καὶ δικαιο σύνης ἐπιμελούμενοι τῆς θείας εὐλογίας δρέψονται τοὺς καρπούς.

γʹ. "∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ." Καὶ ταύτας ὡς πρὸς ἀτελεῖς ἔτι, καὶ τῶν τελείων ἐπαΐειν οὐ δυναμένους, ποιεῖται τὰς ὑποσχέσεις. Τοὺς γὰρ τελείους ὁ ∆εσπότης Χριστὸς τἀναντία διδάσκει, λέ γων· "Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μὴ ὑποδήματα, μηδὲ ῥάβδον." Καὶ πάλιν· "Ἐὰν μή τις ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ, οὐ δύ ναταί μου εἶναι μαθητής. "Καί· "Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτω χοῖς." Ἀλλ' ὅμως ταῦτα νομοθετῶν, ἐκεῖνα τοῖς ἀτε λέσι καὶ ὑπισχνεῖται, καὶ δίδωσιν. Οὕτω τῷ Σολο μῶντι καὶ πλοῦτον καὶ δόξαν προστέθεικεν. Οὕτω τοῖς υἱοῖς Ἰσραὴλ τὸν τῶν Αἰγυπτίων ἐδωρήσατο πλοῦτον. "Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἄληστον γὰρ ὁ τῶν ὅλων Θεὸς ἔχει τὴν μνήμην, καὶ ἀείμνηστον αὑτοῦ διαφυ λάττει τὸ κλέος.

δʹ. "Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς ἔθνεσιν." Σκότος ποτὲ μὲν τὴν ἄγνοιαν, ποτὲ δὲ τὰς συμ φορὰς ὀνομάζει, καὶ φῶς δὲ ὡσαύτως νῦν μὲν τὴν γνῶσιν, νῦν δὲ τῶν κακῶν τὴν ἀπαλλαγὴν προσαγο ρεύει. Λέγει τοίνυν, ὅτι καὶ ἀγνοοῦσιν ὑποδείξει τὴν ἀλήθειαν, καὶ ἐν τῇ τῶν λυπηρῶν προσβολῇ τὴν οἰκείαν ἐπικουρίαν ὀρέξει. Οὕτω τὸν Ἰωσὴφ ἐκ τῆς τῶν ἀδελφῶν μιαιφονίας ἐξήρπασεν, οὕτως αὐτὸν τῆς συκοφαντίας ἀπέφηνε κρείττονα· οὕτω τῆς Σάῤ ῥας ἁρπαγείσης ὤρεξε τῷ Ἀβραὰμ τὴν οἰκείαν ῥοπήν· οὕτω τὸν Λάβαν ἐξεδειμάτωσε, καὶ τὸν φεύ γοντα τοῦ διώκοντος δυνατώτερον ἔδειξε. Τῆς θείας τοίνυν δυνάμεως καὶ τοῦτο τεκμήριον, τὸ γυμνασίας μὲν εἵνεκα συγχωρεῖν προσβάλλειν τοῖς δικαίοις τὰ λυπηρὰ, διαλύειν δὲ τούτων τὸ νέφος, καὶ καθαρὰν αἰθρίαν χαρίζεσθαι. "Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος." Ταῦτα δὲ πρυτανεύει δι καιοσύνῃ, καὶ ἐλέῳ, καὶ ἀγαθότητι χρώμενος. Κήδε ται μὲν γὰρ ὡς φιλάνθρωπος, στεφανοῦν δὲ τοὺς δι καίους βουλόμενος, συγχωρεῖ τοὺς ἀγῶνας, λύει δὲ τούτους ὅτι τάχιστα διὰ τὴν ἀμέτρητον ἀγα θότητα.

εʹ. "Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν· οἰ κονομήσει τοὺς λόγους αὑτοῦ ἐν κρίσει." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀγαθὸς, χαριστικὸς, καὶ κιχρῶν, οἰκονομῶν τὰ πράγματα αὑτοῦ μετὰ κρί σεως. Ὁ γὰρ τὸν οἰκεῖον δεσπότην μιμούμενος φι λοτίμως θεραπεύει τοὺς ὁμοδούλους· οἰκτείρων μὲν, ὡς τῆς φύσεως κοινωνὸς, κιχρῶν δὲ, ὡς τὴν ἔκτισιν παρὰ τοῦ κοινοῦ προσμένων ∆εσπότου. Οὐ δὲν δὲ ὁ τοιοῦτος ἀδιακρίτως ἐργάζεται, ἀλλ' ὀρ θῶς χρώμενος λογισμῷ, καὶ τοὺς λόγους καὶ τὰ ἔργα κοσμεῖ. ʹ. "Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται." Βεβαίαν γὰρ ὁ τοιοῦτος ἔχει τὴν γνώμην, οὐδεμίαν τροπὴν δεχομένην ἐν ταῖς τῶν καιρῶν δυσκο λίαις.

ζʹ. "Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος." Πολυθρύλλητος δὲ ὁ τοιοῦτος ἔσται, καὶ παρὰ πᾶσιν ἀοίδιμος, καὶ ἀείμνηστον καταλείψει τὸ κλέος. "Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται." Οὔτε δὲ ἀπειλὰς δείσει, οὔτε ἀγγελίας φόβον ἱκανὰς ἐμ ποιῆσαι. "Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κυρίου." Ὁ δὲ Σύμμαχος τὴν ἑτοίμην πάλιν ἑδραίαν ἡρμήνευσεν. Ἑδραίαν ἔχει, φησὶ, καὶ βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ.

ηʹ. "Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὑτοῦ." Οὐ γὰρ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα προσ μένει.

θʹ. "Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύ νη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Τούτων ἕκαστον διδασκαλίαν ἀρετῆς τοῖς βουλομένοις προσ φέρει. Λέγει δὲ, ὅτι ὁ τῇ εὐλαβείᾳ καὶ τῷ θείῳ φόβῳ κοσμούμενος οὐχ ἁπλῶς τοῖς δεομένοις ὀρέγει τὸν ἔλεον, ἀλλὰ μετὰ πολλῆς φιλοτιμίας τοῦτο ποιεῖ, καὶ μιμεῖται τοὺς σπείροντας ἀφειδῶς τὰ σπέρματα, καὶ σκεδαννύντας διὰ τὴν τῶν δραγμάτων ἐλπίδα. Παραπλησίως γὰρ καὶ οὗτος τῆς δικαιοσύνης προσ μένει τὸ κέρδος. "Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ." Κέρας τὴν ἰσχὺν καλεῖ ἐκ μεταφορᾶς τῶν ζώων τῶν καθωπλισμένων τοῖς κέρασι, καὶ τούτοις ἀμυνομένων τοὺς ἐπιόντας. Λέγει τοίνυν ὅτι καὶ δυνατὸς καὶ περίβλεπτος ἔσται ὁ τῆς ἀρετῆς κεκτη μένος τὸν πλοῦτον.

ιʹ. "Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὑτοῦ βρύξει, καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται." Οἱ δὲ κακίᾳ συζῇν προαιρού μενοι, τῶν δικαίων ὁρῶντες τὴν περιφάνειαν, τακή σονται μὲν τῷ φθόνῳ, καὶ τῆς μιαιφονίας τυρεύ σουσι μηχανάς· διαμαρτήσονται δὲ τῶν βουλευμά των, καὶ τῆς ἐπιθυμίας οὐκ ἀπολαύσουσιν. Ἄδικος γὰρ αὕτη καὶ λίαν θεομισής.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΒʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ἕτερος ὕμνος καὶ οὗτος εἰς ὠφέλειαν συγγεγραμμένος, καὶ ἐγείρων τοὺς ἀνθρώπους εἰς ὑμνῳδίαν τοῦ εὐεργέτου.

αʹ. "Αἰνεῖτε, παῖδες, Κύριον." Παῖδας ἐνταῦθα οὐ τοὺς νέους, ὥς τινες ὑπέλαβον, ἀλλὰ τοὺς δού λους καιεῖ. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμα χος, καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· καὶ ὁ Ἑβραῖος Ἀβδὴ λέγει. Οὕτω δὲ καὶ ὁ Σύρος. Καὶ τὸ αἰνεῖτε ὁ Ἑβραῖος Ἀλληλούϊα εἶπεν· ὡς εἶναι δῆλον ὅτι Ἀλληλούϊα, Αἰνεῖτε Κύριον ἑρμη νεύεται. "Αἰνεῖτε τὸ ὄνομα Κυρίου. [βʹ] Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Προσήκει, φησὶν, ὑμᾶς δούλους ὄντας, καὶ ἀπὸ τοῦ Θεοῦ τὸ εἶναι λαβόντας, ὑμνεῖν αὐτοῦ τὸ ὄνομα, κἂν ἀγνοῆτε τὴν φύσιν. Ἔχει μὲν γὰρ τὴν εὐλογίαν καὶ τὴν εὐφημίαν ἄναρχον καὶ ἀήττη τον. Τὸ γὰρ, "ἀφὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος" δηλοῖ τοῦτο. ∆εῖ δὲ ὅμως καὶ ἡμᾶς, οἷα δὴ ποιητῇ, προσφέρειν τὸν χαριστήριον ὕμνον.

γʹ. "Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου." Τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς τοῖς ἔθνεσι παρασχεθεῖσαν θεογνωσίαν ὁ ψαλμὸς προεθέσπισε. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς οὐδὲ παρὰ πάντων Ἰουδαίων ὑμνεῖτο, ἀλλὰ παρ' ὀλίγων τῶν εὐσεβείᾳ συζώντων· μετὰ δὲ τὴν ἐκ Παρ θένου γέννησιν, καὶ τὸ σωτήριον πάθος, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κηρύκων τῆς ἀλη θείας, "καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν," καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Τοῦτο καὶ δι' ἑτέρου προφήτου ὁ τῶν ὅλων ἔφη Θεός· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά." Συνῳδὰ δὲ τούτοις καὶ ἡ πνευματικὴ μελῳδία θεσπίζει.

δʹ. "Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ." Ἅπαντα γὰρ τὰ ἔθνη μεμάθηκεν ὡς αὐτός ἐστιν ὕψιστος, καὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, καὶ ὑπὸ τῶν οὐρανίων ἀγγέλων ἀνυμνούμενος.

εʹ. "Τίς ὡς ὁ Κύριος ὁ Θεὸς ἡμῶν;" Πολλάκις τοῦτο ἡ θεία Γραφὴ λέγει. Καὶ γὰρ ὁ μακάριος Μωϋσῆς τοῦτο λέγει· "Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύ ριε;" Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις; Καὶ ὁ μακάριος ∆αβὶδ, ὅτι "Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" Καὶ πάλιν, ὅτι "Τίς Θεὸς παρὲξ τοῦ Κυ ρίου, ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;" ∆ιὰ πάντων δὲ τούτων τὸ ἀσύγκριτον τοῦ Θεοῦ τῶν ὅλων μαν θάνομεν, καὶ ὅτι οὐδὲν τῶν ὄντων παραβληθῆναι δύναται τῇ τοῦ Θεοῦ φύσει, ἢ δυνάμει, ἢ ἐνερ γείᾳ. "Ὁ ἐν ὑψηλοῖς οἰκῶν, [ ʹ] Καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ." Τοῖς οὐρα νοῖς γὰρ ἐνδιαιτᾶσθαι δοκῶν ἐποπτεύει τὰ σύμ παντα, καὶ οὐδὲν ἀτημέλητον τῶν ὄντων ἐᾷ.

ζʹ, ηʹ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ." Ταῦ τα καὶ ἡ μακαρία εἴρηκεν Ἄννα, τὸν χαρι στήριον ὕμνον ὑφαίνουσα τῷ Θεῷ. Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. Οὕτω τὸν μακάριον ∆αβὶδ ποιμένα ὄντα βασιλέα πεποίηκεν· οὕτω τὸν Ἰωσὴφ εἰς δουλείαν μεταπεσόντα ἐπὶ τὸν βασιλικὸν κεκάθικε θρόνον· οὕτω τὸν Μωϋσέα προβατέα γινόμενον δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ Θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τὰ τῇ πτωχείᾳ τῆς ἀσεβείας δουλεύοντα, καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας ἐπικαθήμενα, τῶν τῷ Ἰσ ραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀν θρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ θανάτου πυθμένα ἀνέλαβε, καὶ ἀνήγαγε, καὶ ἐκάθι σεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότη τος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

θʹ. "Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην." Καὶ τοῦτο ὡσαύτως ἔστιν ἰδεῖν καὶ ἐπ' ἀνθρώπων συμβαῖνον. Καὶ γὰρ καὶ τὴν Σάῤῥαν, καὶ τὴν Ῥεβέκκαν, καὶ τὴν Ῥαχὴλ, καὶ τὴν Ἄνναν, καὶ τοῦ Σαμψὼν τὴν μητέρα, καὶ τὴν Ἐλισάβετ, στερίφας οὔσας, μητέρας παίδων ἀπέφηνεν. Κυριώτερον δὲ τοῦτο καὶ ἀληθέστερον ἐπὶ τῆς Ἐκκλησίας ἔστιν ἰδεῖν· στεῖραν γὰρ ταύ την οὖσαν πάλαι, καὶ ἄπαιδα, μητέρα πεποίη κεν, ἐπὶ τέκνοις ἀναριθμήτοις εὐφραινομένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Εὐφράνθητι, στεῖ ρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχού σης τὸν ἄνδρα."

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΓʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοιςὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργεσίας διεξιὼν, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διηγούμενος, καὶ τῶν εἰ δώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα Θεόν.

αʹ, βʹ. "Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ." Τῆς Αἰγύ πτου, φησὶ, τὸν Ἰσραὴλ ὁ ∆εσπότης ἐλευθερώσας, καὶ τῆς τῶν ἀλλοφώνων ἐκείνων καὶ βαρβάρων ἀπαλλάξας δουλείας, λαὸν μὲν τοῦτον οἰκεῖον ἀπ έφηνεν, ἐν δὲ τῇ Ἰουδαίᾳ τὸν νεὼν τὸν οἰκεῖον ἐδείμα το. Ἁγίασμα γὰρ τοῦτον ἐκάλεσεν.

γʹ, δʹ. "Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Προσωποποιεῖ τὰ εἰρημένα, καὶ τοῖς ἀψύχοις τῷ λόγῳ περιτίθησιν αἴσθησιν, τοῦ Θεοῦ κηρύττων τὴν δύναμιν. Σοῦ γὰρ, φησὶν, ἡγουμένου τοῦ λαοῦ ὑπεχώρησε μὲν ἔνθεν κἀκεῖθεν ἡ θάλασσα δείσασα, τὴν δὲ πορείαν παρέσχεν ἀκώλυτον. Ἀνεχαίτισε δὲ ὁ ποταμὸς, καὶ τῶν οἰκείων ῥευμάτων ἐπέσχε τὴν ῥύμην, καθάπερ τις λογικὸς ἐν τῇ κιβωτῷ τὴν σὴν φανταζόμενος δύναμιν· καὶ οἱ βουνοὶ, καὶ τὰ ὄρη ἐκινήθη, καὶ χορεύειν ἐδόκει, ἅτε δὴ τῶν οὐρανῶν τὸν ∆εσπότην δεξάμενα· λέγει δὲ τὸ Σινᾶ ὄρος, καὶ τὸ Χωρήβ. Ἐν ἐκείνοις γὰρ ὁ Θεὸς τὴν οἰκείαν ἐπι φάνειαν ἐποιήσατο. Εἶτα καὶ πεῦσιν τοῖς προει ρημένοις προσφέρει.

εʹ, ʹ. "Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;" Καὶ ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα, καὶ ἄψυ χα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν.

ζʹ, ηʹ. "Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων." Τούτων ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν ἔχει τῆς γῆς ὁ κλόνος, καὶ ἡ τῆς θαλάττης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν, τὴν πάσης ἰκμά δος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ἀφθόνως ἀναδοθῆναι κελεύσας. Οὐ δὲν οὖν, φησὶ, θαυμαστὸν γεγένηται. Προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ἀκρό τομος ἀνέβλυσε πέτρα, ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν, καὶ τὰ ἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος.

θʹ, ιʹ. "Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;" Ταῦτα τοῖς ἐκ περιτομῆς πάλαι ἥρμοττε λέγειν τὴν θείαν αἰτοῦσιν βοήθειαν, καὶ τῶν προτέρων ἀναμιμνήσκουσι δωρεῶν· Μὴ εἰς ἡμᾶς ἀπίδῃς, ὦ ∆έσποτα, μηδὲ διὰ τὰς πολλὰς ἡμῶν πλημμελείας παρίδῃς· οἱ γὰρ τῆς τιμωρίας ἀγ νοοῦντες τὸ δίκαιον, σὴν ἀσθένειαν ὑπολήψονται τὴν ἡμετέραν δουλείαν, καὶ ἐροῦσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; ιαʹ. "Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν." Καὶ ἐκεῖνοι λέγουσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἡμεῖς δὲ ἴσ μεν ὅτι σὺ εἶ Θεὸς, ποιητὴς πάντων, οὐρανὸν οἰ κητήριον ἔχων, σύμμετρον ἔχων τῇ βουλήσει τὴν δύναμιν. Εἶτα κατὰ παράθεσιν ποιεῖται τῶν εἰ δώλων τὸν ἔλεγχον.

ιβʹ. "Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυ σίον, ἔργα χειρῶν ἀνθρώπων." Σὺ μὲν γὰρ ποιεῖς ὅσα βούλει· τὰ δὲ ὑπὸ τῶν ἐθνῶν προσκυνούμενα εἴ δωλα οὐ δημιουργεῖ, ἀλλὰ δημιουργεῖται, καὶ ἀπὸ μὲν τῆς ὕλης ἔχει τὸ τίμιον· ἐκ χρυσοῦ γὰρ καὶ ἀργύρου κατασκευάζεται καὶ χρωμάτων, ἀπὸ δὲ τῆς τέχνης τὴν εὐμορφίαν κομίζεται. Ἀργυροχόοι γὰρ καὶ χρυσοχόοι ταῦτα κατασκευάζουσι, καὶ ζωγράφοι. Ἀπὸ ὕλης τοίνυν καὶ τέχνης τὴν σύστασιν ἐρανίζονται. Εἶτα διὰ πλεῖον αὐτῶν τραγῳδεῖ τὴν ἀσθένειαν, λέ γων· ιγʹ–ιεʹ. "Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφ θαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφραν θήσονται. Χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πό δας ἔχουσι, καὶ οὐ περιπατήσουσιν." Τῶν αἰσθητη ρίων. φησὶ, τὰς μὲν εἰκόνας περίκεινται, τῆς δὲ ἐν εργείας ἐστέρηνται. Εὐτελέστεροι τοίνυν οὐ μόνον τῶν ποιούντων, ἀλλὰ καὶ τῶν σμικροτάτων ζωϋφίων εἰσί· μυῖαι γὰρ, καὶ κώνωπες, καὶ τὰ τούτων σμικρότε ρα, τῶν αἰσθητηρίων ἔχουσι τὴν ἐνέργειαν· βλέπουσι γὰρ καὶ ἀκούουσι, καὶ πέτανται, καὶ βαδίζουσιν· οἱ δὲ ὡς θεοὶ προσκυνούμενοι, οὐδὲ τὴν τῶν ὀλίγων καὶ σμικρῶν ζώων ἐνέργειαν ἔχουσιν. ι ʹ. "Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν." Ἐπειδὴ γὰρ οἱ δι' αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀν θρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη· "Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν." Ἀκίνητα γὰρ καὶ ἄψυχα εἴδωλα παντελῶς.

ιζʹ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Ἀλλ' ἐκεί νοις μὲν ὁμοιωθεῖεν καὶ οἱ προσκυνοῦντες, καὶ οἱ δημιουργοῦντες. Τοὺς γὰρ λόγῳ τετιμημένους, καὶ εἰς τοσαύτην ἀλογίαν ἐκπεπτωκότας, δίκαιον τῶν ὑπ' αὐτῶν προσκυνουμένων τὴν ἀναισθησίαν λα βεῖν.

ιηʹ, ιθʹ. "Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπι στὴς αὐτῶν ἐστιν." Ἐκεῖνοι μὲν ζημίαν, ἀλλ' οὐ κέρδος ἐκ τῆς τούτων ἐδρέψαντο προσκυνήσεως· ὁ δὲ τοῦ Ἰσραὴλ οἶκος τὴν εἰς τὸν ὄντα Θεὸν ἐλπίδα κτησάμενος, τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύει δι ηνεκῶς. Κατὰ διαίρεσιν δὲ τὴν μνήμην ἐποιήσατο, τὴν ἱερωσύνην ταύτῃ τιμῶν, καὶ διδάσκων τοὺς τηνικαῦτα, πόση πρὸς τοὺς ἄλλους ἡ τῶν ἱερέων διαφορά.

κʹ. "Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύ ριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν." Ἕτε ρον τοῦτο τάγμα παρὰ τὰ πρότερα. ∆ιδάσκει δὲ ὁ λόγος, ὅτι κἂν μὴ τὴν τῆς ἱερωσύνης τις ἀξίαν ἔχει μηδὲ τὴν Ἰσραηλιτικὴν συγγένειαν περίκειται, τῷ δὲ θείῳ φόβῳ κοσμούμενος ἐπιμελεῖται τῆς ἀρετῆς τῆς ἴσης καὶ αὐτὸς παρὰ τοῦ Θεοῦ τῶν ὅλων τεύξε ται προμηθείας. Ἦσαν δὲ καὶ πάλαι παρὰ Ἰουδαίοις τοιοῦτοι πολλοὶ, ἐκ μὲν τῆς Ἀβραμιαίας οὐ βλα στήσαντες ῥίζης, ἐξ ἑτέρων δὲ προσελθόντες ἐθνῶν, προσήλυτοι προσαγορευόμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Καὶ νῦν δὲ τὰ ἔθνη οὐκ ἔχει τοῦ Ἀβραὰμ τὴν κατὰ σάρκα συγγένειαν, τοῦ δὲ Ἀβραὰμ τὴν πίστιν κτησάμενα, τέκνα χρηματί ζει τοῦ Ἀβραάμ.

καʹ, κβʹ. "Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύ ριον." Τὴν αὐτὴν καὶ ἐνταῦθα διαίρεσιν ἐποιήσατο, καὶ τῆς ἐλπίδος ὑπέδειξε τὸν καρπόν· εὐλογίαν γὰρ τῇ ἐλπίδι συνέζευξε, καὶ ταύτης ἔφη μετα δόσθαι οὐ μόνον τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἀαρὼν, ἀλλὰ καὶ τοῖς φοβουμένοις αὐτόν. Εἶτα πάλιν ἡλικιῶν καὶ ἀξιωμάτων ποιεῖται τὴν διαίρεσιν. "Τοὺς μικροὺς μετὰ τῶν μεγάλων." Οὐ γὰρ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γεγηρακότας· οὐ δὲ μόνον τοὺς πλούτῳ κομῶντας, ἀλλὰ καὶ τοὺς πε νίᾳ συζῶντας· οὐδὲ μόνον τοὺς τῇ ἐλευθερίᾳ κο σμουμένους, ἀλλὰ καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν ἕλκειν ἠναγκασμένους.

κγʹ. "Προσθείη Κύριος ἐφ' ὑμᾶς, ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν." Τοῖς τὴν θείαν ἐλπίδα κε κτημένοις τὴν αὔξησιν καὶ τὸ πλῆθος ὁ προφητικὸς ἐπεύχεται λόγος.

κδʹ. "Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." Τεύξεσθε δὲ τούτου πάν τως, φησὶν, ἅτε δὴ παρὰ τοῦ ποιητοῦ τῶν ὅλων τὴν εὐλογίαν δεξάμενοι.

κεʹ. "Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων." Αὐτὸς μὲν γὰρ ἐνδιαίτημα ἔχει τὸν οὐρανὸν, οὐ τὸν ὁρώ μενον τοῦτον, ἀλλὰ τὸν τούτου ὑπέρτερον, ὃν οὗτος ὄροφον ἔχει, καθάπερ τοῦτον ἡμεῖς. Ἐνδιαιτᾶται δὲ τῷ οὐρανῷ τῶν ὅλων ὁ Κύριος, οὐ περιγεγραμμέ νην ἔχων τὴν φύσιν, ἀλλὰ τοῖς ἐκεῖ πολιτευομένοις τῶν ἁγίων ἀγγέλων χαίρων χοροῖς. Τὴν μέντοι γῆν τῷ γένει τῶν ἀνθρώπων ἀπένειμεν. Οὐ τοίνυν Ἰουδαίων προμηθεῖται μόνον, ἀλλὰ καὶ πάντων ἀνθρώπων, οἷς καὶ τὴν γῆν οἰκητήριον δέδωκεν. κ ʹ, κζʹ. "Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾄδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος." Νεκροὺς ἐκάλεσε τοὺς τοῖς ἀψύχοις εἰδώλοις δουλεύοντας· τί γὰρ ἐκείνων ἀναισθητότερον; Ζῶντας δὲ, τοὺς τὸν ζῶντα Θεὸν προσκυνοῦντας, οἷς τὸν θεῖον ἀπεκλήρωσεν ὕμνον. Πρὸς δὲ τούτῳ διδάσκει, ὡς σὺν πάσῃ προθυμίᾳ προσ ήκει τοὺς θεραπεύοντας τὸν Θεὸν ἀνυμνεῖν αὐτὸν ἔτι ζῶντας, ὡς τοῦ θανάτου τοῦτο ποιεῖν κωλύοντος· διὰ τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Ἄσω τῷ Κυ ρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρ χω."

ΕΡΜΗΝ. ΤΟΥ ΡΙ∆ʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Πολλαῖς καὶ παντοδαπαῖς ὁ τοῦ Σελεύκου Ἀντίοχος, ὁ ἐπίκλην Ἐπιφανὴς, Ἰουδαίουπεριέβαλε συμφοραῖς· καὶ τοὺς μὲν ῥᾳστώνῃ συ ζῶντας παραβῆναι τὸν θεῖον παρεσκεύασε νόμον. Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ τοὺς ὑπὲρ ταύτης ἀγῶ νας προθύμως ἀναδεξάμενοι, τῶν καλλινίκων στε φάνων ἀπήλαυσαν. Ταύτην αὐτῶν τὴν ἀνδρείαν ἡ παροῦσα μελῳδία προλέγει. ∆ιηγεῖται δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ τῶν ὅλων ῥοπήν.

αʹ, βʹ. "Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆ, τῆς δεήσεώς μου. Ὅτι ἔκλινε τὸ οὖς αὑτοῦ ἐμοί." Αὐτοὺς ταῦτα λέγειν ἡ προφητεία διδάσκει, ὅτι Πάντων μοι τὰ θεῖα θυμηρέστερα, καὶ ἀξιερα στότερόν μοι τῶν ἄλλων τὸ τὸν Θεὸν θεραπεύειν· δέχεται γάρ μου τὰς δεήσεις, καὶ τῆς οἰκείας ῥο πῆς ἀξιοῖ. "Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσο μαι." Οὗ δὴ χάριν, παρὰ πάντα μου τὸν βίον καὶ ὑμνῶν αὐτὸν διατελέσω, καὶ τὴν παρ' αὐτοῦ συμμα χίαν αἰτήσω. Εἶτα διηγεῖται τὸ πλῆθος τῶν ἀλγει νῶν.

γʹ. "Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με." Κυρίως ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τόκου τῆς τικτούσης ὀδύναι. Τοιγαροῦν ἐκ τῆς μετα φορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται, αἱ αὐ τῷ πελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. Λέγει τοίνυν, ὅτι πολλοῖς καὶ παντοδαποῖς περιστοι χηθεῖσι δεινοῖς, ὡς παρ' αὐτὸν γενέσθαι τὸν θά νατον, καὶ αὐτὰς καταλαβεῖν τοῦ ᾅδου τὰς πύ λας. "Θλίψιν καὶ ὀδύνην εὗρον. [δʹ] Καὶ τὸ ὄνομα Κυ ρίου ἐπεκαλεσάμην." Ἀλλ' οὐκ εἰς ἀνάπαυλαν ἐμαυ τὸν ἐξέδωκα, καὶ ῥᾳστώνην, τούτοις περιπεσὼν, οὔτε εἰς τὰς ἄλλας τοῦ βίου ψυχαγωγίας ἐμαυτὸν προενήνοχα, ἀλλὰ θρήνοις καὶ δάκρυσι κεχρημέ νος, καὶ διηνεκῶς ποτνιώμενος τὴν θείαν ἐξῄτουν βοή θειαν. Τοῦτο δὲ ἀκριβέστερον ἐκ τῆς τῶν Μακκα βαίων ἱστορίας μάθοι τις ἄν. Εἰς γὰρ τὴν ἔρημον ἀποδράσαντες οἱ τρόφιμοι τῆς εὐσεβείας, καὶ λιμῷ, καὶ δίψῃ πιεζόμενοι, τὸν Θεὸν ἠντιβόλησαν, καὶ τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν. "Ὦ Κύριε, ῥῦ σαι τὴν ψυχήν μου." Ταῦτα, φησὶ, ποτνιώμενος ἔλεγον· Ἐπάμυνον, ὦ ∆έσποτα, καὶ τῶν ἐπικειμένων κακῶν τὰς ἡμετέρας ψυχὰς ἐλευθέρωσον. Ἤδειν μέντοι προσευχόμενος, ὅτι τεύξομαι τῆς αἰτήσεως, τὴν πολ λὴν αὐτοῦ φιλανθρωπίαν τῇ πείρᾳ μεμαθηκώς. Τοῦτο γὰρ ἐπήγαγεν· εʹ. "Ἐλεήμων ὁ Κύριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ." Τὰς γὰρ τοῦ ἐλέους πηγὰς τοῖς ἀνθρώ ποις προσχέει· ἔχει δὲ καὶ δικαιοσύνην, τοὺς ἀδικοῦντας κολάζει μεταμελείᾳ χρήσασθαι μὴ βου λομένους. ∆ὶς μέντοι τοῦ ἐλέους μνημονεύσας, ἅπαξ τῆς δικαιοσύνης ἐμνήσθη. Νικᾷ γὰρ ἡ τοῦ Θεοῦ φιλ ανθρωπία τῆς δικαιοσύνης τὴν ψῆφον. ʹ. "Φυλάσσων τὰ νήπια ὁ Κύριος." Τοσαύτην γὰρ πάντων ἀνθρώπων ποιεῖται κηδεμονίαν, ὅτι καὶ τὰ βρέφη πάσης ἀξιοῖ προμηθείας. Καὶ οὐ μόνον τεχθέντων ἐπιμελεῖται, ἀλλὰ καὶ αὐταῖς ταῖς νηδύσι τῶν μητέρων ἐπικρυπτόμενα, καὶ ὕδασι δυσωδέσιν ἐννηχόμενα, καὶ ἐν ζοφώδει, καὶ ἐν στενῷ καθειργ μένα χωρίῳ διατηρεῖ, καὶ σώζει, καὶ τελεσιουργεῖ, καὶ εἰς φῶς ἐξάγει, καὶ τὰς τοῦ γάλακτος ὀρέγει πηγὰς, καὶ τῶν ἐπιβουλευόντων δαιμόνων ἐλευθεροῖ, καὶ συλλήβδην εἰπεῖν, πατρικῆς μεταδίδωσι προμη θείας. Οὐχ ἁπλῶς δὲ τὴν τούτων ὁ προφητικὸς λό γος ἐποιήσατο μνήμην, ἀλλὰ διδάσκων, ὡς οὐκ ἀμεί βεται μόνον ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν δικαίων καρ ποὺς, ἀλλὰ καὶ ἄρχει τῆς εὐεργεσίας, καὶ δημιουρ γεῖ τοὺς οὐκ ὄντας, καὶ διαπλάσας ἐπιμελεῖται, καὶ μετὰ τὴν τελείαν ἡλικίαν ἀναμένει τοὺς τῆς δικαιο σύνης καρποὺς, καὶ πάλιν τότε ταῖς εὐεργεσίαις τοὺς ἀγαθοὺς ἐπικλύζει. "Ἐταπεινώθην, καὶ ἔσωσέ με." Ὁ δὲ Σύμμαχος οὕτως· Ἠτόνησα καὶ ἔσωσέ με. Εἰ γὰρ τὰ νήπια τὰ μηδέπω τὴν αὐτοῦ γνῶ σιν δεξάμενα τοσαύτης παρ' αὐτοῦ τυγχάνει κηδε μονίας, πολλῷ μᾶλλον τοῖς εἰλικρινῶς αὐτὸν ἐπικα λουμένοις μεταδίδωσι σωτηρίας. Αὐτίκα τοίνυν ἡμᾶς ταῖς συμφοραῖς ταπεινωθέντας ἰδὼν τῆς οἰκείας ἐπι κουρίας ἠξίωσεν.

ζʹ. "Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε." Παραθαῤῥύνουσιν ἑαυτοὺς, καὶ παραθήγουσιν εἰς ἀνδρείαν, τῶν θείων εὐεργεσιῶν ὑποδεικνύντες τὸ πλῆθος, καὶ διδά σκουσι σφᾶς αὐτοὺς, ὅτι κἂν τὸν ὑπὲρ εὐσεβείας καταδέξωνται θάνατον, εἰς τὸν θυμήρη καὶ ἄλυπον μετατεθήσονται βίον. Ἀνάπαυσιν γὰρ ἐκεῖνον ἐκά λεσε. ∆ηλοῖ δὲ τοῦτο καὶ τὰ ἐπιφερόμενα.

ηʹ, θʹ. "Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανά του, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πό δας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων." Χώραν δὲ ζώντων, οὐ τὸν παρόντα βίον καλεῖ, ἐν ᾧ θρῆνοι, καὶ ὀδυρμοὶ, καὶ νόσοι, καὶ θάνατοι, καὶ ἁμαρτίαι, καὶ συμφοραὶ, ἀλλὰ τὸν τούτων ἁπάντων ἀπηλλαγμένον βίον, ἐν ᾧ ἀταλαίπωρος τῆς ἀρετῆς ἡ κτῆσις, καὶ δίχα πόνων ὁ τῆς δικαιοσύνης προσγίνεται πλοῦτος. Οἱ γὰρ μετὰ πόνων ἐνταῦθα τοῦτον θελόμενοι συναγεῖραι, πολ λαπλασιάσουσιν αὐτὸν πόνων χωρίς· τὸν χαριστή ριον τοίνυν ὕμνον προσφέρουσιν, ὡς τῶν μὲν ὀφ θαλμῶν τοῦ δακρύειν ἀπαλλαγέντων, τῶν δὲ ποδῶν τὸν ὀλισθηρὸν βίον διαφευγόντων, τῆς δὲ ψυχῆς διαδράναι δυνηθείσης τῆς ἁμαρτίας τὸν θάνατον· καὶ διδάσκουσι σφᾶς αὐτοὺς ἐνεγκεῖν γενναίως τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τοῦ θανάτου καταφρο νῆσαι, ὡς ζωῆς ἀλύπου διαδεχομένης τὸν θάνα τον.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΕʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ἑβραῖος καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μέντοι καὶ ὁ Σύρος, τοῦτον τοῖς προτε ταγμένοις συνάπτουσι· καὶ γὰρ τῆς αὐτῆς ἔχεται διανοίας· καὶ τὸν ἔννατον διχῆ διελόντες, τῇ τῶν δε τῶν ψαλμῶν συναφῇ τὸν ἴσον τῶν ψαλμῶν φυλάτ τουσιν ἀριθμόν. Τὴν αὐτὴν δὲ ὅμως ὑπόθεσιν ἔχει. Οἱ γὰρ τῆς τῶν ζώντων χώρας ἐκεῖ μνημονεύσαντες, καὶ τοῦτο τεθεικότες ἀκροτελεύτιον, ἐνταῦθα ἀρχό μενοι λέγουσιν· αʹ. "Ἐπίστευσα, διὸ ἐλάλησα." Οὐ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐκείνην ἐθεασάμην τὴν χώραν, ἀλλὰ κατάδηλόν μοι ταύτην ἡ πίστις πεποίηκεν. "Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. [βʹ] Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης." Ὁ δὲ Ἀκύλας οὕτως· Ἐγὼ εἶπαἐν τῷ θαμβεῖσθαί με· Πᾶς ἄνθρωπος διά ψευσμα. Ὁ δὲ Θεοδοτίων· Πᾶς ἄνθρωπος ἐκλεί πει. Ὁ δὲ Σύμμαχος· Καὶ εἶπον ἀδημονῶν· Πᾶς ἄνθρωπος διαψεύδεται. Οὐχ ἁπλῶς δὲ πάσας τέ θεικα τὰς ἑρμηνείας, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς τὴν ἀνθρωπίνην εὐημερίαν ψεῦδος καλεῖ, διαῤῥέου σαν ὅτι τάχιστα, καὶ διαρκὲς οὐδὲν ἔχουσαν. Τὴν γὰρ ἀθρόαν ταύτην, φησὶ, μεταβολὴν θεασάμενος, καὶ τῆς προτέρας ἡμῶν ἀναμνησθεὶς εὐκληρίας, καὶ τὰς ἐπαλλήλους ὁρῶν συμφορὰς, εἶπον ἀδημονῶν, Μόνι μον οὐδὲν, οὐδὲ σταθερόν· ἀλλὰ διαψεύδεται, καὶ τῆς ἐλπίδος διαμαρτάνει, τοῖς παροῦσιν ὡς διαρ κέσι θαῤῥῶν. Τοῦτο μὲν ἐν τῷ τριακοστῷ καὶ ὀγ δόῳ ἔφη ψαλμῷ· "Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν." Ταῦτα καὶ ὁ σοφὸς παιδευ θεὶς Σολομὼν, καίτοι διὰ πάσης εὐημερίας ὁδεύσας, τῆς τῶν ἀνθρωπίνων πραγμάτων φυσιολογίας ἁψά μενος, τοῦτο προοίμιον τέθεικε· "Ματαιότης ματαιο τήτων, τὰ πάντα ματαιότης." γʹ. "Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;" Πολλαῖς καὶ διαφόροις εὐερ γεσίαις περικλυζόμενος, οὐκ οἶδα τίσι τὸν εὐεργέ την ἀμείψομαι. Οὐχ ἁπλῶς δὲ τοῦτο τῷ προτέρῳ συν ῆψεν· ἀλλὰ διδάσκει, ὅτι καὶ ἐν ταῖς ποικίλαις τοῦ βίου μεταβολαῖς τὴν οἰκείαν τοῖς ἀνθρώποις ὁ τῶν ὄλων Θεὸς ἐπικουρίαν ὀρέγει, καὶ παντοδαπὴν τοῖς ἀθυμοῦσι προσφέρει παραψυχήν. Τοῦτο καὶ ὁ μακά ριος ἔφη Παῦλος· "Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι παρακα λεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ὅτι καθὼς πε ρισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν." Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Κατὰ τὸ πλῆ θος τῶν ὀδυνῶν μου αἱ παρακλήσεις σου εὔφρα ναν τὴν ψυχήν μου." δʹ. "Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι." Προσήκει τοίνυν θαῤῥα λέως τὸν ὑπὲρ αὐτοῦ καταδέξασθαι θάνατον, καὶ ταύτην δοῦναι τῆς παντοδαπῆς εὐεργεσίας ἀντίδο σιν. Ποτήριον γὰρ σωτηρίου τὸν ὑπὲρ τῆς εὐσε βείας προσηγόρευσε θάνατον. Οὕτω γὰρ αὐτὸν Κύ ριος ὀνομάζει. "Πάτερ γὰρ, φησὶν, εἰ δυνατὸν παρ ελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ." Καὶ τῇ ξυν ωρίδι τῶν ἀποστόλων τὴν κοινωνίαν αἰτησάσῃ τῆς βασιλείας, οὕτως ἔφη· "∆ύνασθε πιεῖν τὸ ποτή ριον, ὃ ἐγὼ μέλλω πιεῖν;" Τοῦτο τοίνυν καὶ ἐνταῦ θα οἱ γενναῖοι καὶ ἄριστοι τῆς εὐσεβείας ἀγωνισταὶ, φησὶν, αὐτοῖς δρᾶσαι παρακελεύονται· ταύτην δὲ πληροῦσι τὴν ὑπόσχεσιν τῶν ὁμοφύλων ὁρώντων, ὅπως ἂν καὶ αὐτοὺς εἰς τὸν ὅμοιον παραθήξωσι ζῆ λον. Εἶτα δεικνύουσι τὸν τούτου θανάτου καρ πόν.

εʹ, ʹ. "Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναν τίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ." Εἰ δὲ Θεῷ τίμιος, τίνι τῶν ὁσίων οὐ σεβάσμιος; ζʹ. "Ὦ Κύριε, ἐγὼ δοῦλος σός· ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου." Ἐὰν μὲν οὖν ἀξι άγαστον ἐκεῖνον ὑπομείνωμεν θάνατον, τῆς παρὰ τοῦ Θεοῦ τιμῆς καὶ δόξης ἀπολαυσόμεθα, καὶ ἀείμνηστον καταλείψομεν κλέος. Εἰ δὲ κρείττους τῶν πολεμίων γινόμενοι, τὴν ἐκείνων σκεδάσωμεν φάλαγγα, τὸν χαριστήριον ὕμνον τῷ ∆εσπότῃ προσοίσομεν, τὴν δουλείαν ὁμολογοῦντες, καὶ ταύτην ἔχειν ἐκ προγό νων αὐχοῦντες. Οἱ μὲν γὰρ ἀνθρώποις δουλεύειν ἠναγκασμένοι ἐλευθέρους ἐσχηκέναι προγόνους ἔστιν ὅτε σεμνύνονται· οἱ δὲ εὖνοι θεραπεύσαντες τοῦ Θεοῦ τὴν ἐκ προγόνων ἔχειν ὁμολογοῦσι δουλείαν, μεγί στην τὴν τοιαύτην δουλείαν εὔκλειαν εἰκότως εἶ ναι πιστεύοντες. "∆ιέῤῥηξας τοὺς δεσμούς μου." Τῶν πολλῶν μου καὶ διαφόρων συμφορῶν ἠλευθέ ρωσας. ηʹ–ιʹ. "Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ." Ἀπαλλαγεὶς δὲ τῶν συμφορῶν, οὐκ ἔσομαι περὶ τὰς εὐερ γεσίας ἀγνώμων, ἀλλὰ τὴν τῆς αἰνέσεως ἀποδώσω σοι θυσίαν, καὶ τὸν χαριστήριον ὕμνον ἐκτίσω, πάντων ὁρώντων τῶν ὁμοφύλων, καὶ τὴν ἐντεῦθεν ὄνησιν καρπουμένων. Προσοίσω δὲ τὴν λογικὴν ταύ την ἱερουγίαν ἐν τῷ καθιερωμένῳ τῷ ὀνόματί σου νεῷ. Ἔστι τοίνυν καὶ ἐντεῦθεν καταμαθεῖν, ὡς καὶ τοῦ νόμου κρατοῦντος, οἱ πνευματικώτερον τῷ νό μῳ προσεσχηκότες τὰς λογικὰς θυσίας τῶν ἀλόγων προετίμων θυμάτων, τὴν καινὴν διαθήκην σκιογρα φοῦντες. Εἰδέναι δὴ προσήκει, ὡς καὶ πᾶσι τοῖς καλλινίκοις μάρτυσιν ἑκάτερος ἁρμόττει ὁ ψαλμός· ὁ γὰρ αὐτὸς καὶ τούτων κἀκείνων σκοπός· κἀκεῖνοι γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξι άγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον κα ταλύσαντος προείλοντο τελευτήν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙ ʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ὕμνος καὶ οὗτος πᾶσιν ἀνθρώποις ἁρμόττων. Παρακελεύεται γὰρ ἡ χάρις τοῦ Πνεύ ματος τοὺς τῆς σωτηρίας τετυχηκότας ὑμνῆσαι τὸν εὐεργέτην.

αʹ. "Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη." Κατὰ ταυτὸν ἅπαντας εἰς χορείαν καλεῖ· ἅπασι γὰρ τοῖς ἔθνεσιν, οὐχ Ἕλλησι μόνοις, καὶ Ῥωμαίοις, ἀλλὰ καὶ πᾶσι βαρβάροις, τὰς τῆς σωτηρίας ἐχορή γησεν ἀφορμὰς, τοῖς ἱεροῖς ἀποστόλοις διακόνοις τῆς εὐεργεσίας χρησάμενος. "Πορευθέντες γὰρ, ἔφη, μα θητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν." Τούτῳ πειθόμενοι τῷ νόμῳ, πᾶσαν γῆν καὶ θάλασσαν ἔδραμον, καὶ ὁ μὲν Ἰν δοὺς, ὁ δὲ Αἰγυπτίους, ὁ δὲ Αἰθίοπας προσήγαγε τῷ Χριστῷ. Ὁ δὲ μακάριος Παῦλος διδάσκει συν τόμως, ὅσοις ἔθνεσι προσενήνοχε τὰ θεῖα κηρύγμα τα, "ὥστε ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ." Οὐ γὰρ εὐθεῖαν ὁδὸν ὁδεύων, ἀλλὰ τὰ ἐν μέσῳ ἔθνη διακείμενα περινοστῶν, τὰ σωτήρια προσέφερε δόγ ματα. "Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπὶ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν." Ὕστερον μέντοι καὶ τῆς Ἰταλίας ἐπέβη, καὶ εἰς τὰς Σπανίας ἀφίκετο, καὶ ταῖς ἐν τῷ πελάγει διακειμέναις νήσοις τὴν ὠφέλειαν προσ ήνεγκε. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ἔφη· "Ἐλπίζω γὰρ διαπορευόμενος εἰς τὰς Σπανίας δι' ὑμῶν διελ θεῖν, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ." Τῷ θαυμασίῳ δὲ Τίτῳ γράφων φησίν· "∆ιὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην." Οὕτως ὁ Ἰωάννης ὁ πάνυ τὴν Ἀσίαν τῆς προτέρας ἠλευθέρωσεν ἀσεβείας· οὕτως ὁ θεσπέσιος Ἀνδρέας τὴν Ἑλλάδα ταῖς τῆς θεογνωσίας ἀκτῖσι κατηύγασεν· οὕτως ὁ θειότατος Φίλιππος Φρυγῶν ἑκατέρων τὴν πλάνην διήλεγξεν οὕτως ὁ μέγας Πέτρος ἀπὸ τῆς Ἱερουσαλὴμ μέχρι τῆς Ῥωμαίας ἔδραμε πόλεως, ἅπασι προσφέρων τὰς τῆς ἀληθείας ἀκτῖνας. Οὕτως ἅπαντες πᾶ σαν τὴν οἰκουμένην περινοστήσαντες, καὶ τὸν τῆς ἀγνοίας ἀπεσκέδασαν γνόφον, καὶ τὸν τῆς δικαιο σύνης ὑπέδειξαν ἥλιον. Εἰκότως τοίνυν ὁ προφητι κὸς λόγος πάντα τὰ ἔθνη τῷ Θεῷ τὸν ὕμνον προσ φέρειν παρεγγυᾷ, ἐπειδὴ πάντα τῆς σωτηρίας ἀπ ήλαυσαν. "Ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί." Εἰς ἅπασαν πάλαι προδιεσπάρησαν Ἰουδαῖοι τὴν οἰκου μένην, τὸν ἕνα σέβειν δεδιδαγμένοι Θεόν. Ἐπειδὴ τοίνυν οὐκ ἔτι μόνην ᾤκουν τὴν Παλαιστίνην, οὐδὲ εἰς ἕνα λαὸν ἐτέλουν ὑφ' ἑνὶ βασιλεῖ τεταγμένοι, ἀλλὰ ἐν τοῖς ἔθνεσι διεσπαρμένοι, τοῖς μὲν ἐκείνων ὑπ ήκουον ἄρχουσι, καθ' ἑαυτοὺς δὲ ἐπολιτεύοντο, τῇ τοῦ νόμου διαγορεύσει πειθόμενοι, εἰκότως οὐ λαὸν αὐ τοὺς, ἀλλὰ λαοὺς ὀνομάζει. Πλεῖστοι γὰρ καὶ ἐκ τούτων τὸ θεῖον ἐδέξαντο κήρυγμα. Ἐν μὲν γὰρ Ἱεροσολύμοις τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπὸ τῶν ἁλιέων ἐσαγηνεύθησαν. Καὶ πολλαὶ δὲ μετὰ ταῦτα μυριάδες ἐγένοντο, ἔφησεν ὁ θεῖος Ἰάκωβος. Καὶ ἐν Συρίᾳ δὲ, καὶ Κιλικίᾳ, καὶ Λυκαονίᾳ, καὶ Πισιδίᾳ, καὶ Ἀσίᾳ, καὶ Παμφυλίᾳ, καὶ ἐν τοῖς λοιποῖς ἅπασιν ἔθνεσιν, προτέροις Ἰουδαίοις προσ έφερον οἱ ἀπόστολοι τὰ θεῖα κηρύγματα. Καὶ οἱ μὲν ἐπίστευον, καὶ τῆς ἀληθείας ἀπήλαυον, οἱ δὲ ταῖς ὀνησιφόροις διδασκαλίαις ἀντέλεγον. Εἰκότως τοίνυν ὁ προφητικὸς λόγος καὶ τούτους ὑμνεῖν τὸν εὐεργέ την παρακελεύεται· τούτους γὰρ ὀνομάζει λαούς.

βʹ. "Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς." Ἐλέῳ γὰρ μόνῳ χρησάμενος, τὴν ἡμετέραν ἐπραγ ματεύσατο σωτηρίαν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη Θεοῦ, οὐ διὰ τὰς δι καιοσύνας ἡμῶν ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενε σίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξ έχεεν ἐφ' ἡμᾶς πλουσίως." Καὶ πάλιν· "Χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον." Καὶ ἑτέρωθι· "Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰη σοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὼ, ἀλλ' ἐλεήθην." Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθα νεν. Εἰκότως τοίνυν ὁ προφητικὸς ἔφη λόγος, ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς. "Καὶ ἡ ἀλή θεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα." Ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο, δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος, "Παῦλος δοῦλος Ἰη σοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προ φητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις." Καὶ πάλιν· "Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγε λίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν." Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέ σεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο, δέδωκε σω τηρίαν, καὶ ἠνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἡμεῖς οἱ ἐξ Ἰουδαίας προσελθόντες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κε ράσαντες τὸν εὐεργέτην ἀμείψασθε.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΖʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστιν ὑπὸ τῶν τῆς σωτηρίας ἀπολελαυκότων τῷ Θεῷ προσφερόμε νος. Ἰουδαῖοι μὲν γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν πλη σιοχώρων ἁπάντων κατὰ ταυτὸν ἀθροισθέντων, φθονούντων αὐτοῖς τῆς προτέρας εὐημερίας, καὶ μέντοι καὶ ἔθνη ἕτερα καὶ βάρβαρα συναγειράντων, εἶτα θεηλάτοις ἀναλωθέντων πληγαῖς κατὰ τὴν Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίου, καὶ Ζαχαρίου προφητείαν, τοῦτον τὸν ὕμνον χαριστήριον προσφέ ρουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ ἐν ἐκείνοις προεγράφετο τὰ ἡμέτερα, μᾶλλον ἁρμόττει τοῖς ἐξ ἐθνῶν πεπι στευκόσιν ἡ ὑμνῳδία· οἳ παρὰ πολλῶν καὶ ἀρχόντων καὶ ἀρχομένων, δήμων καὶ δημαγωγῶν, καὶ βασι λέων καὶ στρατηγῶν, διωχθέντες, καὶ στρεβλω θέντες, καὶ αἰκισθέντες, καὶ μυρία θανάτου ὑπο μείναντες εἴδη, κρείττους τῶν πολεμούντων ἐδεί χθησαν. Καὶ τούτοις μέντοι κἀκείνοις ἡ τοῦ πνεύ ματος χάρις τὴν τῆς ὑμνῳδίας διδασκαλίαν προ τέθεικεν.

αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ὑμνήσατε τὸν ἀγα θὸν, καὶ τῶν ἀγαθῶν τὸν χορηγόν. ∆ιαρκῆ γὰρ ἔχει τὸν ἔλεον, καὶ τοῦτον ἀεὶ χορηγεῖ τοῖς δεομένοις.

βʹ, γʹ. "Εἰπάτω δὲ οἶκος Ἰσραὴλ, ὅτι ἀγα θὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὲ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τούτων κατὰ διαίρεσιν μνημονεύ σας, τῶν ἐξ ἐθνῶν πεπιστευκότων κοινὴν ποιεῖται τὴν μνήμην.

δʹ. "Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἅπαντες, φησὶ, τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνήσατε, καὶ οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, καὶ τὴν προγονικὴν αὐχοῦντες εὐσέβειαν, καὶ οἱ ἐν αὐτοῖς τῆς ἱερωσύνης ἠξιωμένοι, καὶ οἱ ἐκ διαφό ρων μὲν ὄντες ἐθνῶν, τῆς δὲ τῶν προγόνων ἀσεβείας ἀπαλλαγέντες. Εἷς γὰρ ὁ πάντων Θεὸς, καὶ δια φόρους πᾶσιν εὐεργεσίας προσφέρει, καὶ τοῖς αἰτοῦσιν ὀρέγει τὸν ἔλεον. Εἶτα σαφέστερον τοῦ Θεοῦ διδάσκει τὴν πρόνοιαν.

εʹ. "Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν." Οὐ γὰρ ἐκώλυσε τὴν τῶν κακῶν προσβολὴν, ἀλλ' ἔδειξε τοὺς κινδύνους, καὶ παραυτίκα τούτους ἐσκέδασε. Τοῦτο καὶ ἐν τῷ τε τάρτῳ ἔφη ψαλμῷ, Ἐν θλίψει ἐπλάτυνάς μοι, ἀντὶ τοῦ, Μείζονά μοι τῆς ὀδύνης παραψυχὴν προσενήνοχας. ʹ, ζʹ. "Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθή σομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου." Τὸν γὰρ τῶν ὅλων ∆εσπότην ἐπίκουρον ἔχων, οὐ δέδια τῶν πολε μίων τὰς προσβολάς. Ἐλπίζω γὰρ, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύων, τὸν ὄλεθρον τούτων ἰδεῖν ὅτι τάχιστα. Εἶτα τοῖς ἀγαθοῖς λογισμοῖς βεβαιοῖ τὴν γνώμην τὴν εὐσεβῆ.

ηʹ, θʹ. "Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πε ποιθέναι ἐπ' ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύ ριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσι." Ὁ μὲν γὰρ ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ βουλόμενος ἀγαθὰ, καὶ δρᾷν δυνάμενος ὅπερ βούλεται, καὶ τὴν ἐξουσίαν ἔχων ἀνώλεθρον. Οἱ δὲ ἄνθρωποι, καὶ φύσει φθαρτοὶ, καὶ γνώμῃ τρεπτοὶ, καὶ πολλάκις μὲν οὐ βούλονται τὰ ἀγαθά· ἔστι δὲ ὅτε καὶ βουλόμενοι τοῖς ἀδικουμένοις ἐπαμύνειν οὐ δύνανται· κἂν ἄρχουσι δὲ, πρὸς και ρὸν ἔχουσι τὴν ἀρχήν· καὶ ἡ βασιλεία δὲ παρ' ἀν θρώποις ἐπίκηρος, καὶ πρὸς ὀλίγον χρόνον ἄρ χουσα. Ἄμεινον τοίνυν καταλιπεῖν μὲν τὴν τῶν ἀνθρώπων ἐπικουρίαν, τὴν δὲ θείαν αἰτῆσαι βοή θειαν.

ιʹ. "Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνό ματι Κυρίου ἠμυνάμην αὐτούς." Ἡ μὲν Ἐκκλησία τὰς ἁπάντων τῶν ἐθνῶν ἐδέξατο προσβολὰς, ἡ δὲ Ἱερουσαλὴμ, οὐ πάντων, ἀλλ' ἐνίων· ἐπ' ἐκείνων τοίνυν ὑπερβολικῶς ὁ λόγος προσφέρεται, ἐπὶ δὲ τῆς Ἐκκλησίας ἀληθῶς. Οἱ γὰρ ἐν ἑκάστῳ ἔθνει πεπιστευκότες τοὺς παρὰ τῶν ἀπίστων θορύβους καὶ κινδύνους ὑπέμενον· ἀλλ' ὅμως, καὶ αὐτοὶ, κἀ κεῖνοι, τῷ Θεῷ τεθαῤῥηκότες τοὺς ἀντιπάλους ἐνί κησαν.

ιαʹ. "Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνό ματι Κυρίου ἠμυνάμην αὐτούς." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐκύκλωσάν με, καὶ πάλιν περιεκύκλω σάν με, ἀντὶ τοῦ, Ἐπαλλήλοις ἐχρήσαντο προσβο λαῖς, καὶ πολιορκίαις παντοδαπαῖς· ἐγὼ δὲ τῇ τοῦ Θεοῦ ἐπικλήσει φραξάμενος, τὴν ἐκείνων ἐσκέδασα φάλαγγα.

ιβʹ. "Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον." Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν. "Καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις." Ἤλ πισαν δὲ καὶ μάλα ῥᾳδίως μου περιέσεσθαι, καθά περ τὸ πῦρ εὐπετῶς δαπανᾷ τὰς ἀκάνθας. "Καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς." Ταῦτα δὲ προσδοκήσαντες διήμαρτον τῆς ἐλπίδος, τῇ ἐμῇ νι κηθέντες ἐλπίδι· τὸν γὰρ ἐμὸν ∆εσπότην πᾶσιν ἐκείνοις ἀντέταξα, καὶ δι' αὐτοῦ τὴν νίκην ἐκομι σάμην.

ιγʹ. "Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύ ριος ἀντελάβετό μου." Ταῦτα κἀκείνοις ἁρμόττει, καὶ τούτοις. Κἀκεῖνοι γὰρ ὄλεθρον ἂν ὑπέμειναν παντελῆ, εἰ μὴ τῆς θείας ἀπήλαυσαν χάριτος· καὶ οὗτοι ἂν ἐξέπεσαν εἰς ἀσέβειαν, μὴ τῆς θείας αὐ τοὺς ὑπερεισάσης ἀρετῆς.

ιδʹ. "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν." Αὐτὸν τοίνυν ἔχομεν καὶ δύναμιν, καὶ νίκην, καὶ πηγὴν ὑμνῳδίας. Παρ' αὐτοῦ γὰρ τῶν ἀγαθῶν ἀπολαύσαντες μετ' εὐθυμίας τὸν ὕμνον προσφέρομεν.

ιεʹ. "Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων." Μετὰ γὰρ τὴν νίκην, τῶν προτέρων θρή νων ἀπαλλαγέντες, ἐν θυμηδίαις ἦσαν καὶ εὐφη μίαις, τὸν Θεὸν ἀνυμνοῦντες. "∆εξιὰ Κυρίου ἐποίησε δύναμιν. [ι ʹ] ∆εξιὰ Κυρίου ὕψωσέ με." ∆εξιὰν, καθὰ πολλάκις εἰ ρήκαμεν, τὴν ἀγαθὴν ἐνέργειαν λέγει. Εὖ δὲ ποιοῦντες οὐχ ἑαυτοῖς ἐπιγράφουσι τὴν νίκην, οὐδὲ τῇ οἰκείᾳ προθυμίᾳ καὶ δυνάμει θαῤῥοῦσιν, ἀλλ' ὑπὸ τῆς θείας χάριτος ταύτης τετυχηκέναι βοῶσιν. "∆εξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιζʹ] Οὐκ ἀποθα νοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυ ρίου." Τῆς ἄνωθεν τοίνυν ἐπικουρίας ἀπολαύσας, καὶ κρείττων τοῦ θανάτου γενόμενος, τὰς θείας εὐ εργεσίας, καὶ τοὺς ἀγνοοῦντας διδάξω, καὶ τοὺς εἰ δότας ἀναμνήσω, καὶ τῇ μνήμῃ τούτων τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσω.

ιηʹ. "Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με." Συνεχώρησε γὰρ προσ βαλεῖν μοι τὰ λυπηρὰ, πατρικῶς με παιδεύων· τὸ δὲ στυγνὸν τούτων διέλυσε νέφος, καὶ τῆς ἐκεῖθέν με παντελῶς ἠλευθέρωσε λώβης.

ιθʹ. "Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ." Πύλας δι καιοσύνης οὐ τὰς τοῦ ναοῦ πύλας καλεῖ, ἀλλὰ τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας· δι' ἐκείνας γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. Οἷον γάρ τινα ἀπόκρισιν δίδωσι, καί φησιν· κʹ. "Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ σονται ἐν αὐτῇ." Οὕτω καὶ τῷ νεανίσκῳ τῷ τῆς αἰωνίου ζωῆς τὴν ὁδὸν ᾐτηκότι μαθεῖν, ὁ Κύριος ἔφη· "Τὰς ἐντολὰς οἶδας· Οὐ μοιχεύσεις, οὐ κλέ ψεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν;" Ταύτῃ τοι καὶ ὁ ∆εσπότης ἑαυτὸν ὠνόμασε θύραν, ὡς τῆς ἀρετῆς ποδηγὸν καὶ διδάσκαλον· "Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ θύρα τῶν προβάτων· ἐάν τις δι' ἐμοῦ εἰσ έλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑ ρήσει." Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἔφη λό γος· "Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ σονται ἐν αὐτῇ." καʹ. "Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν." Ὑμνῶ σε τοιγαροῦν δεξάμενόν μου τὴν δέησιν, καὶ δεδωκότα τὴν σω τηρίαν.

κβʹ. "Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας." Τοῦτο, κἂν μυριάκις ἀναισχυντῶσιν Ἰουδαῖοι, ἄλλῳ προσαρμό σαι οὐ δύνανται. Εἰ γὰρ τῶν διαιρεθεισῶν πάλαι φυλῶν ἡγεμόνευσε Ζοροβάβελ, ἀλλ' οὐκ ἐπὶ πλεῖστον διήρκεσεν. Ὁ δὲ ∆εσπότης Χριστὸς τοὺς δύο τοί χους, τοὺς ἀπ' ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό τας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρ μοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτου σαν. Τοῦτον μέντοι τὸν λίθον οἰκοδόμοι πάλαι ὄντες, Φαρισαῖοί τε καὶ Σαδδουκαῖοι, ἱερεῖς τε καὶ Γραμ ματεῖς, ἀπεδοκίμασαν, καὶ ἐσταύρωσαν· ἀλλ' "Ἐγέ νετο εἰς κεφαλὴν γωνίας," ἢ, κατὰ τὸν Σύμμα χον, ἀκρογωνιαῖος. Περὶ τούτου δὲ τοῦ λίθου καὶ διὰ Ἡσαΐου τοῦ προφήτου προεθέσπισεν ὁ Θεός· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογω νιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. "Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ." Τοῦτον εἶδε τὸν λίθον καὶ ὁ μακάριος ∆ανιὴλ τμηθέντα ἄνευ χειρῶν, τὸν ἀκοινώνητον τῆς Παρθένου διδασκόμενος τόκον. Τοῦτον εἶδε τὴν εἰκόνα συντρίψαντα, τουτ έστι τοῦ βίου τὴν ματαιότητα, καὶ ὄρος μέγα γενό μενον, καὶ τὴν οἰκουμένην καλύψαντα.

κγʹ. "Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυ μαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν." Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον αὐτοῦ φιλαν θρωπίαν θαυμάζομεν.

κδʹ. "Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλ λιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." Ἡμέραν ὑπὸ τοῦ Θεοῦ πεποιημένην καλεῖ, καθ' ἢν ὁ λίθος οὗτος ἀνέστη μετὰ τὸ πάθος. Εὐθὺς γὰρ μετὰ τὴν ἀνάστασιν, τοῖς ἱεροῖς ἐκέλευσεν ἀποστόλοις, πορευ θῆναι καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. ∆ιαφερόντως δὲ ταύτην ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι τὴν ἡμέραν ἔφη. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ φῶς ἐν αὐτῇ πεποίηκεν ὁ Θεὸς, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν δεξα μένη, τοῦ τῆς δικαιοσύνης ἡλίου τὰς ἀκτῖνας εἰς πᾶ σαν τὴν οἰκουμένην κατέπεμψε. Καὶ τὸ φῶς δὲ δη μιουργήσας, φῶς τὴν ἡμέραν ἐκάλεσεν, ἄλλο δὲ οὐ δὲν κατ' ἐκείνην τὴν ἡμέραν πεποίηκεν. Αὕτη τοίνυν ἡ ἡμέρα μόνη, κατὰ τὴν πρώτην ἡμέραν, τὴν δη μιουργίαν ἐδέξατο τοῦ φωτός. Ἐν μὲν γὰρ τῇ δευ τέρᾳ πεποίηκε τὸ στερέωμα, ἐν δὲ τῇ τρίτῃ τὰ φυτὰ καὶ τὰ σπέρματα, καὶ ἐν ταῖς ἄλλαις ὁμοίως τὰ ἄλλα· ἐν δὲ τῇ πρώτῃ ἡμέρα τὸ φῶς· ἐκάλεσε δὲ τὸ φῶς ἡμέραν. Εἰκότως τοίνυν ἔφη, "Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶ μεν ἐν αὐτῇ," ἅτε δὴ ἐν αὐτῇ τῶν ἀγαθῶν δεξάμενοι τὰς πηγάς.

κεʹ. "Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή." Καὶ εἰς τὸν ἔπειτα χρόνον, ὦ ∆έσποτα, παράσχου τὴν σωτηρίαν, καὶ τὴν πρὸς σὲ φέρουσαν ἡμῖν ὁδὸν ποίησον ῥᾳδίαν καὶ εὔπορον. κ ʹ. "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ ρίου." Ταύτην τῷ ∆εσπότῃ τὴν φωνὴν καὶ οἱ παῖδες προσήνεγκαν εἰς ἔλεγχον τῶν τὰ θεῖα λόγια διδά σκειν ὑπισχνουμένων, καὶ τὴν ἀληθῆ διάνοιαν συν ιδεῖν οὐ βουλομένων. Τῶν γὰρ Γραμματέων καὶ Φα ρισαίων Σαμαρείτην τὸν ∆εσπότην ἀποκαλούντων, οἱ παῖδες αὐτὸν εἶναι τὸν ἐρχόμενον καὶ εὐλογημέ νον ἀπεκάλουν, καὶ τὸ Ὡσαννὰ δὲ ὁμοίως ἐν τῇδε κεῖται τῇ προφητείᾳ· τὸ γὰρ σῶσον δὴ Ὡσαννὰ παρὰ τῷ Ἑβραίῳ κείμενον εὕρομεν. Ἐντεῦθεν δὲ καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς τοὺς οἰκείους πρὸς τὴν ἀλήθειαν ποδηγῶν μαθητὰς, ἤρετο δι' ἐκεί νων τὸν Κύριον· "Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ δοκῶμεν;" Κύριος δὲ ὢν, ἐν ὀνόματι Κυρίου ἐλή λυθεν. Οὕτως δὲ ἔφη πρὸς Ἰουδαίους· "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου [καὶ οὐκ ἐλάβετέ με]· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε." Καὶ εὐλογημένος ὢν, εὐλογημένου ἐστὶν υἱός. Οὕτω καὶ ὁ ἀρχιερεὺς ἤρετο· "Σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ;" –"Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυ ρίου." Ταῦτα λέγουσιν οἱ νενικηκότες τοῖς ἑαυτῶν ἐρασταῖς, ὅτι τοῦ λίθου τούτου τὴν εὐλογίαν ὑμῖν προσφέρομεν, ὃς οἶκος ἐγένετο τοῦ ἐν αὐτῷ Θεοῦ Λόγου· "Ὁ γὰρ Λόγος, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Καὶ ὁ Κύριος πρὸς Ἰουδαίους ἔφη· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν." κζʹ. "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν." Σαφῶς ἐθεολόγησεν ἐνταῦθα τὸν ∆εσπότην Χριστόν. Ὃν γὰρ ἐκάλεσεν ἄνω λίθον, καὶ μετὰ ταῦτα εὐλογημένον, καὶ ἐν ὀνόματι Κυρίου ἐρχόμενον, αὐτὸν ὠνόμασε καὶ Κύριον καὶ Θεὸν, τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν, καὶ τὴν σωτηρίαν τοῖς πιστεύσασι δω ρησάμενον. "Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκά ζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου." Συν αθροίσθητε τοίνυν ἅπαντες, καὶ πανήγυριν μεγί στην ἐπιτελέσατε, τὴν οἰκείαν ἑορτάζοντες σωτη ρίαν, ὡς μέχρις αὐτοῦ φθάσαι τοῦ θυσιαστηρίου τὸ πλῆθος στενοχωρούμενον. Τὸ γὰρ, ἐν τοῖς πυ κάζουσιν, ἀντὶ τοῦ, πεπυκνωμένοι, καὶ τῷ πλή θει στενοχωρούμενοι τέθεικεν. Τὸ γὰρ πεπυκασμέ νον, πεπυκνωμένον καὶ οἱ ἔξω τοῦ καθ' ἡμᾶς λό γου καλοῦσιν.

κηʹ. "Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε." Σὲ οἶδα Θεὸν, σὲ οἶδα ∆εσπότην, σὲ τὸν εὐεργέτην διὰ βίου ὑμνήσω. "Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. [κθʹ] Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Πρώτους ἑαυτοὺς, ἅτε δὴ τῶν ἄλλων προ τεταγμένοι, εἰς τὴν δοξολογίαν κινήσαντες, οὕτω καὶ τοῖς ἄλλοις παρεγγυῶσι τὸν ἀγαθὸν ὑμνῆσαι ∆εσπότην· ἅτε δὴ πᾶσιν ἀφθόνως ὀρέγοντα τοὺς τοῦ ἐλέου κρουνούς. Εἰδέναι μέντοι προσήκει, ὡς καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν ἐκείνων πολιορκουμένοις ἥρ μοττεν, εἰδέναι τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστή σοντα, καὶ πᾶσι τὴν σωτηρίαν παρέξοντα. Οὕτω γὰρ θαῤῥαλεώτεροι κατὰ τῶν ἐπιόντων ἐγίνοντο, τῇ πί στει τῆς ἐν αὐτοῖς κρυπτομένης εὐλογίας ψυχαγω γούμενοι.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΗʹ ΨΑΛΜΟΥ.

Ἀλληλούϊα. Πολλὰς καὶ διαφόρους ὁ θεῖος ∆αβὶδ πραγμάτων ἔσχε μεταβολάς. Καὶ γὰρ ἔφευγε πολεμίους, καὶ ἐδίωξε πολεμίους, καὶ περιέπεσεν ἀθυμίαις, καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωὴν, καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ ἔπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε· καὶ διδάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι τὴν πρακτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας· ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησι. Ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν, καὶ τοὺς τῆς τελείας ἀρε τῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆ σαι τοὺς ἀθυμοῦντας, καὶ ῥυθμῖσαι τοὺς ῥᾳθυ μοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐν θεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθήμασιν.

αʹ. "Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ." Μακαρίζει τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύοντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι διδάσκει· "Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου." Οἱ γὰρ κατὰ τού τους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν. Ὁδὸν γὰρ τὸν βίον καλεῖ. Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι τα φῆς διοδεύομεν ἅπαντες.

βʹ. "Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν." Καὶ τὸν ὄγδοον καὶ δέκατον ψαλμὸν ἑρμηνεύοντες εἰ ρήκαμεν τίνι διαφέρει νόμος, καὶ μαρτύρια, καὶ δι καιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νόμον καλεῖ, τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωσοῦ δεδομένον. Ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα. ∆ικαιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυ νάμενον. Κρίματα δὲ ὡς τὰς θείας ψήφους ὑπο δεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρ τυρόμενον, καὶ δεικνύντα, οἵαις ὑποβληθήσονται τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευ νῶντας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας· οὐ παντὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν αὐτὴν κατ ειληφότος τῆς ἀρετῆς. Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς, Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλὰ ὅλον ἑαυτὸν ἀνατίθησι τῷ Θεῷ.

γʹ. "Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν." Τὴν διαίρεσιν ταύ την πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νύκτας, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρπὸν, ἐπήγαγεν· "Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕ τως." Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώ μους, διδάσκει, ὡς οἱ τῆς ἀνομίας ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσκεύασαν, καὶ τὴν ὑπὸ τοῦ Θεοῦ παγεῖσαν κατέλιπον.

δʹ. "Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξα σθαι σφόδρα." Τοῦτο καὶ διὰ τοῦ νόμου, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ ∆εσπότης παρακελεύεται· καὶ μεστὴ πᾶσα ἡ θεία Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυ λάττειν, ἀλλὰ σφόδρα φυλάττειν παρεγγυᾷ· τού τεστι, σὺν ἀκριβείᾳ πάσῃ.

εʹ. "Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου." ∆ιὰ τοῦτο, φη σὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθῦναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπι φέρει· ʹ. "Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ μὲν ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου." Παρανομίας γὰρ αἰ σχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, "Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπ αισχύνεσθε;" Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν.

ζʹ. "Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου." Ἐξομολόγησιν τὴν εὐχαριστίαν καλεῖ. Τότε, φησὶ, δυνήσομαι ὕμνον καθαρὸν προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατ' αὐτὰ βιώσω.

ηʹ. "Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκατα λίπῃς ἕως σφόδρα." Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μη χανωμένη. Οὕτως ὁ μέγας Ἡλίας καταληφθεὶς τῷ τῆς δειλίας περιέπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάριτος. Οὕτως ὁ θεῖος Πέτρος ἀρνηθεὶς ὠλίσθησεν· ἀλλ' εὐθὺς αὐτὸν ὁ ∆εσπότης ὑπήρεισε. Γυμνὸς δὲ πάμπαν ὁ Ἰούδας τῆς θείας γε νόμενος προμηθείας, ἕτοιμον ἐγένετο θήραμα τοῦ δυσμενοῦς· ἐγκατελείφθη καὶ ὁ μακάριος ∆αβὶδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς· ἀλλὰ πάλιν τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ἔρημος ταύτης γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ πνεύ ματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰ κότως τοίνυν ὁ Προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆ ναι ἕως σφόδρα, τουτέστι, μὴ παντάπασι τῆς προ μηθουμένης χάριτος γυμνωθῆναι.

θʹ. "Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὑτοῦ· Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου." Εὐρί πιστος ἡ νεότης, καὶ πρὸς κακίαν ὀξύῤῥοπος. ∆ια φόροις γὰρ παθημάτων περικλύζεται κύμασι· δεῖται τοίνυν τοῦ ποδηγοῦντος πρὸς τοὺς λιμένας εὐθύ νοντος. Τοῦτο δὲ τῶν θείων λογίων ἴδιον. Ταῦτα γὰρ τῶν ἐναντίων ὁδῶν ἀποτρέποντα, ῥυθμίζειν ἱκανὰ, καὶ πρὸς τὴν θείαν ὁδὸν ποδηγεῖν. Ὅπερ γάρ ἐστιν νέῳ πώλῳ χαλινὸς, καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις ὁ θεῖος γίνεται λόγος.

ιʹ. "Ἐν ὅλῃ καρδίᾳ μου ἐζήτησά σε, μὴ ἀπ ώσῃ με ἀπὸ τῶν ἐντολῶν σου." Ζητοῦσι μὲν πολ λοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην, οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτι κῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους, καὶ φθόνους, καὶ δόλους, καὶ τὰς τῶν πλησίων ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά νοιαν, καὶ τῆς ἐκεῖθεν ἀπαιωρεῖ προνοίας.

ιαʹ. "Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι." Ὁ χρυσὸν κεκτημένος, ἢ ἄργυρον, ἢ λίθους τιμίους, οὐκ ἔξω ταῦτα προτίθη σιν· ἀλλ' ἔνδον ἐν τοῖς ταμιείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας. Οὕτως ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς κρύπτει τοῦτον ἐν τῇ ψυχῇ· ὡς ἂν μὴ διὰ δόξης καινῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. ∆ιδάσκει δὲ καὶ ἕτερον ὁ λόγος· οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· "Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρί τας ὑμῶν ἔμπροσθεν χοίρων." ιβʹ. "Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώ ματά σου." Ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι. Οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνά μενα.

ιγʹ. "Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου." Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνο οῦντας.

ιδʹ. "Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ." Ἐπίπονος μὲν ἡ τῆς ἀρε τῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. ∆ιά τοι τοῦτο καὶ ὁ ∆εσπότης ἔφη Χριστός· "Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι." Τοῦτο καὶ ὁ προφη τικὸς ἔφη λόγος, ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις. Τὸ δὲ, "Ἐπὶ παντὶ πλούτῳ," οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ· πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζε ται πλούσιος, ὁ δὲ ἄργυρον, ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ Προ φήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφη σεν ἀξιέραστα εἶναι αὐτῷ τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη.

ιεʹ. "Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου." Τούτου χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην αὐχήσω, καὶ ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. ι ʹ. "Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου." Ἄληστον τῶν σῶν λο γίων ἐμαυτῷ φυλάξω τὴν μνήμην.

ιζʹ. "Ἀνταπόδος τῷ δούλῳ σου." Οὐ παντός ἐστι ταύτῃ χρήσασθαι τῇ φωνῇ· οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς, σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. "Ζῆσόν με, καὶ φυλάξω τοὺς λόγους σου." Τῆς σῆς γὰρ ἀπο λαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν.

ιηʹ. "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου." Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης. Ὃ δὴ καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ὅτ' ἂν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν." Αὐτὸς μέν τοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰ κότως ἐβόα· "Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος." Ἡμᾶς δὲ προσ ήκει τὸν ∆εσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλμῶν, ἀποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν.

ιθʹ. "Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου." Τὴν γῆν οὐ κατοικοῦ μεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' οἱ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύοντες. Ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσ καιρον. ∆ιὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι.

κʹ. "Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ." Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεί. Νῦν μὲν θείοις ἀρέσκον ται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμα σιν· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον ἔχειν τὸν πόθον διηνεκῶς.

καʹ. "Ἐπετίμησας ὑπερηφάνοις." Οἱ τῶν θείων νόμων καταφρονοῦντες τῇ τῆς ὑπερηφανίας περι πίπτουσι νόσῳ· ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ δέχονται τιμωρίαν. Τοῦτο δὲ πέπονθε Ἀβεσσα λὼμ, τοῦτο Σαοὺλ, τοῦτο Φαραὼ, καὶ Σενναχηρεὶμ, καὶ Ναβουχοδονόσορ, καὶ ἕτεροι μυρίοι. Τοῦτο εἰ δὼς ὁ Προφήτης, ἅτε δὴ προφήτης, ἐπήγαγεν· "Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου." Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβά ταις προσφέρει· "Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς, ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.

κβʹ. "Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα." Ὠνείδισε τὸν Προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν οἱ Γετθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια· οὐχ ἁρμόττει τοί νυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ, καὶ τῶν ἄλλων, πρὸ τῆς ἁμαρτίας.

κγʹ. "Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατελά λουν κατ' ἐμοῦ." Καὶ Σαοὺλ, καὶ Ἀβενὴρ, καὶ Ἀχιτόφελ, καὶ Ἀβεσσαλὼμ, ἐλοιδόρουν τὸν ∆αβίδ. "Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου." Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶ χον τὰ σὰ δικαιώματα.

κδʹ. "Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου." Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος, ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ.

κεʹ. "Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου." Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω καὶ γὰρ ἐν τῷ τεσσαρακοστῷ καὶ τρίτῳ ἔφη ψαλμῷ· "Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν." –"Ζῆσόν με κατὰ τὸν λόγον σου." Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. κ ʹ. "Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου." Πάσας σοι, ∆έσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις· καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἀνεσχόμην. ∆ιά τοι τοῦτο ταῖς ἐμαῖς ἱκεσίαις ἐπίνευσον· ἀντιβολῶ δὲ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα.

κζʹ. "Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου." Θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρε τὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσαι τὸν ἀνθρώπειον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς, μετιέναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ Προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλαχεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν.

κηʹ. "Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου." Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρασκευάζει τὸν ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐργάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται· ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. ∆ιόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ Προφήτης ἀντιβολεῖ. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον·" θάνατον τὴν ἁμαρ τίαν καλῶν.

κθʹ, λʹ. "Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισά μην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην." Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκ τρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖ σθαι πορείαν, καὶ ἄληστον ἐπιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην.

λαʹ. "Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς." Οὐχ ἁπλῶς εἶπεν, ἠκολούθησα, ἀλλ' ἐκολλήθην, τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμόν. Ζητεῖ δὲ τρυγῆσαι τῆς τοσαύτης διαθέσεως καρπὸν, τὸ μηδεμίας πεῖραν αἰσχύνης λαβεῖν.

λβʹ. "Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας καρδίαν μου." Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμηθείας. Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν· οὔτε ἀνθρωπεία φύσις ἀρετὴν δύναται κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ Προφήτης διδάσκει, ὅτι Τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρὰ σοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκά λεσε. Καὶ ἀλλαχοῦ φησιν· "Ἐν θλίψει ἐπλάτυνάς μοι." Καὶ πάλιν· "Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου." λγʹ. "Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δι καιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός." Τὸ νομοθέτησον ὁ Σύμμαχος ὑπόδειξον εἶπεν· Ἀκύλας καὶ Θεοδοτίων, φώτισον· διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας, ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκωλύτως ὁδεύειν.

λδʹ. "Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου· καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου." Καὶ ὁ Κύριος προσέταξεν ἐξερευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕ ρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον.

λεʹ. "Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα." Οὐχ ἁπλῶς αἰτεῖ γενέσθαι πο δηγὸν αὐτοῦ τὸν τῶν ὅλων Θεόν· ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. λ ʹ. "Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν." Ἐπὶ τὸ πρανὲς φέρε σθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις· κἄν τινος ἐπιλά βηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ. Οὕτω τοῦ διαβό λου τὴν ἐπὶ τὴν ἁμαρτίαν ὁδὸν διανοίξαντος τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ Προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ τὸ θά τερον τὴν πεῖραν διαφυγεῖν.

λζʹ. "Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα." Καὶ μάταιόν ἐστι τὸ ἀκερδὲς, καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερ πνά. Οὕτως αὐτὰ καὶ ὁ σοφὸς Σολομῶν ὀνομάζει, "Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης." Καὶ διηγησάμενος ὅπως ᾠκοδόμησεν οἰκίας, καὶ ἐφύ τευσε παραδείσους, καὶ κατεσκεύασε κολυμβήθρας ὑδάτων, ἐπήγαγεν· "Καὶ ἰδοὺ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος." Ἱκετεύει τοίνυν ὁ Προ φήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελ χθῆναι. "Ἐν τῇ ὁδῷ σου ζῆσόν με." Κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους.

ληʹ. "Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου, εἰς τὸν φόβον σου." Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπεριτρέπτως φυλάττων τῷ φόβῳ σου· ἀντὶ τοῦ, Ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου.

λθʹ. "Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά." Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ὑπώπτευσα, ὑπεστάλην εἴρηκεν. Οὕτω δὴ καὶ ὁ Θεοδοτίων. Ὁ δὲ Σύμμαχος, ὃν εὐλαβοῦμαι· ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ, τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο, καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. ∆ιὰ τοῦτο οὐκ ἐπήγαγε συν ήθως, Ὅτι κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα· ἀλλ' "Ὅτι τὰ κρίματά σου χρηστά." Οὐ μόνον γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖς τιμωρίαν, ἀλλὰ καὶ τοῖς με ταμελομένοις ὑπίσχνῃ σωτηρίαν. Κρίματα γὰρ κα λεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους.

μʹ. "Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δι καιοσύνῃ σου ζῆσόν με." Γλιχομένῳ παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν.

μαʹ. "Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε." Πάντες γὰρ ἐνδεεῖς τῆς θείας φιλανθρωπίας, καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυ φὴν, ταύτης δεῖται διηνεκῶς. "Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. [μβʹ] Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον." Ἣν ὑπέσχου, ∆έσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λό γοις παράσχου, ἵνα τοῖς ἐπιτωθάζουσί μοι σὺν παῤ ῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν φέρει τὰ ὀνείδη σιγῶν· ὁ δὲ τὴν θυμήρη βιοτεύων ὁδὸν, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. "Ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου." Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος.

μγʹ. "Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λό γον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα." Ἐρᾷν ἡμᾶς τῆς ἀληθείας ὁ Προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προθυμίᾳ πολλῇ.

μδʹ. "Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὕτω γὰρ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενή σομαι φυλακήν. ∆ιὰ μέν τοι τοῦ· "Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος," ἐδήλωσε τὸν μέλ λοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακή.

μεʹ, μ ʹ. "Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου, ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνό μην." Μετὰ πολλῆς, φησὶν, ὁδεύων εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυναστείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐ τοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ, παῤ ῥησίας δημιουργός. Καὶ τούτου μάρτυς ὁ μέγας ∆α βίδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας, μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥησίας· μετὰ δὲ τὴν ἁμαρ τίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύ πτων εἰς γῆν, καὶ τὴν κεφαλὴν καλύπτων, ἐβάδιζεν. Καὶ Ἡλίας ὁ πάνυ τῇ δικαιοσύνῃ θαῤῥῶν, τοῦ Ἀχαὰβδιήλεγχε τὴν ἀσέβειαν. Οὕτως ὁ θεσπέσιος ∆ανιὴλ τῷ Ναβουχοδονόσωρ ἔλεγεν· "Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύ ναις ἀπόλουσαι, καὶ τὰς ἁμαρτίας σου ἐν οἰκτιρμοῖς πενήτων." Οὕτως ὁ θεσπέσιος Παῦλος πρὸς Ἀγρίπ παν, καὶ τὸν Φῆστον, καὶ τὸν Φήλικα διελέγετο. Οὕ τως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρό νησαν βασιλέων.

μζʹ, μηʹ. "Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα." Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ ὁ ποιήσας, καὶ ὁ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασι λείᾳ τῶν οὐρανῶν. ∆ιά τοι τοῦτο καὶ ὁ θεῖος Προφή της τῇ μελέτῃ τὴν πρᾶξιν προτέθεικεν. Εἰρηκὼς γὰρ, "Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφό δρα," καὶ τὸν θερμὸν ἐπιδείξας πόθον, ἐπήγαγεν· "Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα." Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκό μην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ ποιηταὶ τοῦ νόμου δικαιω θήσονται. "Καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου." Ἐνδελεχῶς γὰρ τὴν τούτων ἐποιούμην μελέτην.

μθʹ. "Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με." Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάτ τουσι τὸν νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοί νυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με· καὶ δει κνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπήγαγεν· νʹ. "Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με." Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς· καὶ ταύτης ὀχούμε νος ὑπερέπλευσα τῶν κυμάτων.

ναʹ. "Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα." Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀπο σταλέντας παρ' αὐτοῦ πεποιηκότα. Ἀλλὰ ἐκεῖνοι μὲν, φησὶ, παράνομον ἠσπάσαντο βίον· ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλ λίνικοι μάρτυρες, ἀπὸ τῶν ἀπανθρώπων καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πε πονθότες.

νβʹ. "Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην." Ἔλαβον γὰρ εἰς νοῦν τὰ κατὰ τὸν Ἄβελ, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ,τὰ κατὰ τὸν Ἰὼβ, τὰ κατὰ τὸν Μωσῆ, ὅπως καὶ ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς αὐτοὺς ὕστερον καὶ περιβλέπτους ἀπέφηνας, ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐπορι σάμην.

νγʹ. "Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου." Ἐγὼ μὲν κα κῶς πάσχων τῇ μνήμῃ τῶν σῶν ἐψυχαγωγούμην κρι μάτων· ἠνιώμην δὲ ὅμως, καὶ διετέλουν ἀσχάλλων, πολλοὺς ὁρῶν ἀδεῶς τοὺς σοὺς παραβαίνοντας νό μους.

νδʹ. "Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου." Παρῴκησεν ὁ μακάριος ∆αβὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος παρὰ τοῖς Ἀλλοφύλοις. Παρ οικίαν δὲ οἶμαι αὐτὸν καλεῖν, οὐκ ἐκεῖνον τὸν χρό νον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλὰ ὡς παροικῶν αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμήνευ σαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· "Ἄσματα ἦν μοι πάν τα τὰ προστάγματά σου, ἐν τόπῳ τῆς παροικίας μου." νεʹ. "Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου." Νύκτωρ μὲν ἀεὶ διαν ιστάμενος ὁ τῶν ἁγίων χορὸς, καὶ προσεύχεται, καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνομάζεσθαι. Ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα, καὶ παραθαῤῥύνουσα, καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. ν ʹ. "Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα." Οὕτω, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προελέσθαι τὴν κτῆσιν.

νζʹ. "Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου." Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. "Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευῒ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελ φῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος." Οὕτω καὶ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, "Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου." Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι Τῶν ἄλλων ἁπάντων ὑπεριδών σε ἔχω μερίδα, καὶ περιουσίαν, καὶ πλοῦ τον. ∆ιὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νό μους.

νηʹ. "Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου." Πανταχοῦ τὸ "ἐν ὅλῃ καρδίᾳ μου" προστί θησι, τῷ νόμῳ καὶ ἐν τούτῳ πειθόμενος. Οὕτω γὰρ καὶ τῶν ὅλων Θεὸς ἐνετείλατο, "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου." –"Ἐλέησόν με κατὰ τὸ λόγιόν σου." Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ· ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ, Ὡς οἶδας θεράπευσον, ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ, Κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος, ὡς καὶ ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσ ήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμε νος οἶδε τοῦ ἐλέου τὸν τρόπον· πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς, καὶ τέμνει, καὶ καίει, τῷ κάμνοντι τὴν ὑγίειαν πραγματευόμε νος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίαν ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπίαν παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται.

νθʹ. "∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου." Ὁ Ἑβραῖος δὲ τὰς ὁδούς μου ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρ μήνευσαν ἑρμηνευταὶ, καὶ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Λέγει δὲ, ὅτι Λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατ εύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φε ρούσης ὁδοῦ.

ξʹ. "Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυ λάξασθαι τὰς ἐντολάς σου." Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς ἀθρόας προσβολῆς οὐχ ὑπέμεινα ζάλην. Οὕτως ὁ θεῖος ∆ανιὴλ, οὕτως οἱ μακάριοι παῖδες, οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι, οὕτως ἅπαντες τοῦ Σωτῆρος οἱ μάρτυρες, τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβο λάς. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεγγυᾷ· "Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται." ξαʹ. "Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην." Τὰς ἐπιβουλὰς, ἤ τοι δαιμόνων, ἤ τοι ἀνθρώπων, σχοινία ἐκάλεσεν· ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ Ἡσαΐας· "Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ!" Τούτων δὲ, φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην. Εἶτα διδάσκει καὶ τῆς μνήμης τὰ αἴτια.

ξβʹ. "Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου." Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδο νῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε δι ετέλουν, τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα [πεποίηκεν· πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ] καὶ τῇ ποδοκάκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγος, τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησαν τὸν καρπόν· τῆς θείας γὰρ φιλοτιμίας ἀπήλαυσαν.

ξγʹ. "Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου." Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ μέτοχος, συνημμένος εἴρηκεν, ὁ δὲ Σύρος, φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντία τοῖς σοῖς νόμοις προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν [σὸν], φόβον περὶ πολλοῦ ποιουμένους, καὶ βιοτεύειν ἐννόμως προαι ρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός." ξδʹ. "Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με." Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐκχέεις τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἀνατέλ λεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέρεις μα κροθύμως τοὺς μὲν γάμους διορύττοντας ἀλλο τρίους, τοὺς δὲ αἵματι μιαινομένους ἀδίκῳ· ἄλλους δὲ σφετεριζομένους τὰ μὴ προσήκοντα· τοὺς δὲ βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ τοὺς ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύτης ἀξίωσον, ∆έσπο τα, τῶν σῶν μοι δικαιωμάτων παρέχων τὴν γνῶσιν.

ξεʹ. "Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου. Κύριε, κατὰ τὸν λόγον σου." Πεῖραν τῆς σῆς ἔλα βον ἀγαθότητος· διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀν τιβολῶ. ξ ʹ. "Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δί δαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα." Οἶδεν ὁ Προφήτης παιδείας τὸ χρήσιμον· καὶ ὅτι φιλανθρω πίᾳ χρώμενος ὁ ∆εσπότης ταύτην ἐπιφέρει τοῖς ἀν θρώποις. Οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρη στότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει, ἡ δὲ παιδεία τὴν γνῶσιν ἐργάζεται. Οὕτω καὶ ὁ προ φήτης Ἱερεμίας ἀντιβολεῖ, "Παίδευσον ἡμᾶς, Κύ ριε· πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγο στοὺς ποιήσῃς ἡμᾶς." Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν, καὶ καυστήρια ἐπιζη τεῖ. Εἶτα διδάσκει πόθεν ἔγνω τῆς παιδείας τὸ χρή σιμον.

ξζʹ. "Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλη σα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα." Ἐγὼ, φησὶν, ἐμαυτῷ τὴν παιδείαν προὐξένησα. Ἀδικίας ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠκο λούθησεν ἡ παιδεία· τῇ παιδείᾳ, τῶν νόμων ἡ φυλα κή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην.

ξηʹ. "Χρηστὸς εἶ σὺ, Κύριε." Τῷ ὄντι [γὰρ] χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος. "Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου." ∆ιὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δι καιωμάτων τὴν γνῶσιν.

ξθʹ. "Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου." Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμενοι πᾶν εἶδος ἐπι βουλῆς καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐ τῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος.

οʹ. "Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα." Ἔοικε τοῦτο τῷ προφη τικῷ ῥητῷ, "Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τού του, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλ μοὺς ἐκάμμυσαν." Ἔοικε δὲ καὶ τοῖς ἐν τῇ Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις, "Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ." Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου σου προστέτηκα.

οαʹ. "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου." Χάριν ὁ Προφήτης ὁμο λογεῖ, τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν.

οβʹ. "Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου." Εἰ γὰρ καὶ τῆς βα σιλείας ἀπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παι δείας τὸν σὸν νόμον ἀνεκτησάμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω.

ογʹ. "Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου." Τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀνα μιμνήσκει τὸν Ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτη νάμενος αὐτὸς λέγεται διαπλᾶσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος· ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμε νος. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν.

οδʹ. "Οἱ φοβούμενοί σε, ὄψονταί με καὶ εὐφρανθή σονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα·" Πρό φασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος.

οεʹ. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με." Ταῦτα διαφε ρόντως λέγει τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. ο ʹ. "Γενηθήτω δὲ τὸ ἔλεός σου, Κύριε, τοῦ παρακαλέσαι με." Ἀλλὰ φιλανθρωπίας λοιπὸν καὶ ψυχαγωγίας καιρός. "Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου." Τῇ γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὐ μένειαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· "Ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθή σῃ." Καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ, "Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς." οζʹ. "Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσο μαι· ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν." Νεκρὸν ἑαυτὸν ἡγεῖται τῆς θείας ἐστερημένον εὐμενείας· οὗ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλαν θρωπίας παρακαλεῖ.

οηʹ. "Αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνό μησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντο λαῖς σου." Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ' ὑπερ εύχεται τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγμα τεύεται· ἧς τοίνυν ἀπήλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ.

οθʹ. "Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου." Ὡς πόῤῥω τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτῶν τῷ Θεῷ παραπλησίως ἀποστρα φέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμ μαχος σαφέστερον παρεδήλωσεν, Ἀναστρεψάτω σάν με οἱ φοβούμενοί σε.

πʹ. "Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δι καιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ." Μώμου παντὸς ἐλευθέραν ἔχειν καρδίαν ἐφίεται. Ἡ τοιαύτη γὰρ αἰσχύνης ἀπήλλακται. ∆ιά τοι τοῦτο καὶ εὐ θὺς ἀρξάμενος τοῦ ψαλμοῦ τοὺς ἀμώμους ἐμα κάρισεν.

παʹ. "Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα." Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλεί πειν φασίν. Οὕτως οἱ ἄγαν διψῶντες, καὶ σπανίζον τες ὕδατος. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδη μίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες. Οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαιόντες, καὶ τὴν θείαν εὐμένειαν προσ μένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλεί πουσιν.

πβʹ. "Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με;" Λόγιον καὶ ὑπόσχεσις ἡ θεία καλεῖται, καὶ ἡ θεόπνευστος Γρα φή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κα κῶν προσδεχόμενος· ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχά νων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν.

πγʹ. "Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δι καιώματά σου οὐκ ἐπελαθόμην." Ὁ ἀσκὸς θερμαι νόμενος χαυνοῦται, καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οὕτω καὶ τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ, καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῆς δὲ ἀσκητικῆς κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν, "Ἀλλ' ὑποπιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλ λοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι." Τοιγάρτοι καὶ ὁ Προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, κρείττων ἦν τῶν παθῶν· εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώ σατο.

πδʹ. "Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;" Ὀλίγος, φησὶν, τῆς ἀνθρωπίνης φύσεως ὁ χρόνος. Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμενῶν ἀπαλλάξεις; πεʹ. "∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε." Τῷ μὲν Προ φήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμε νεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων διδασκαλία χρησιμωτάτη. Προσήκει γὰρ φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους, καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. π ʹ. "Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια." ∆ιὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ. "Ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. [πζʹ] Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατ έλιπον τὰς ἐντολάς σου." Πολλὴ, φησὶν, ἡ ἀδικία, καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με μικροῦ δεῖν ἐστέρησαν τῆς ζωῆς.

πηʹ. "Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου." Ταπεινοφροσύνῃ τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντί δοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λα βεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύρια.

πθʹ. "Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ." Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ ∆ε σπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνη τα φυλάττει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ ὀγδόῳ ἔφη ψαλμῷ· "Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται." Αἰνίττεται δὲ κατὰ ταὐτὸν, ὡς τῶν ἀγγέλων οἱ δῆμοι τὸν οὐρανὸν κατοικοῦντες τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεώς εἰσιν ἁπάσης ἐλεύθεροι. ʹ. "Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου." Ταύ την γὰρ καὶ τῇ τῶν Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ' ἐκείνην γεγενημένῃ· λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν, τὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. "Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. [ αʹ] Τῇ διατάξει σου διαμένει ἡμέρα." Ἔδωκας τῇ γῇ τὸ ἐπιπλεῖστον διαρκὲς, καὶ μεμένηκεν ὡς προσέταξας· διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. "Ὅτι τὰ σύμπαντα δοῦλα σά." Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει· σὺ γὰρ ὁ ∆ημιουργὸς τῶν ὅλων. βʹ. "Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου." Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπεσὼν συμφοραῖς· καὶ Ἰωσὴφ δουλείαν, μοιχείαν, καὶ συκοφαντίαν φυ γών· καὶ ∆ανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα· καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος ∆αβὶδ, ἐξελασθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, Ἀλλοφύλοις δὲ καὶ δυσσεβέσιν ἀνθρώποις συνδιάγειν ἀναγκαζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην.

γʹ. "Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δι καιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με." Τῇ πείρᾳ γὰρ μαθὼν, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει. ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. δʹ. "Σός εἰμι ἐγὼ, σῶσόν με· ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα." Οὐ πάντες ταύτῃ κεχρῆσθαι δυνά μεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὢν ὁ δοῦλος τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων· ᾧ γάρ τις ἥττη ται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλ λαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κε χρῆσθαι δυνάμεθα τῇ φωνῇ. εʹ. "Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα." Τὸ ὑπέμειναν, προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἴρη καν. Ἐκεῖνοι μὲν ἤλπισάν με παραδοῦναι θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις τὴν ἐντεῦθεν ἐκαρπούμην ζωήν. ʹ. "Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα." Ὁ δὲ Σύμμαχος οὕτως· Πά σης κατασκευῆς εἶδον πέρας, εὐρύχωρος ἡ ἐν τολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπεια, καὶ πλοῦτος, καὶ περιουσία, καὶ δυναστεία, καὶ ἡγεμο νίαι, καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι, καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσι προξενεῖ τὸν ἀπέραντον ἐκεῖνον καὶ αἰώνιον βίον, καὶ τὰ ἀγαθὰ μεταβολὴν οὐδεμίαν δεχόμενα. ζʹ. "Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν." Οὐ πᾶς τὸν θεῖον νόμον πληρῶν ἀγαπῶν τοῦτον πληροῖ, ἀλλὰ οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι. Οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρα σταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. ηʹ. "Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμοί ἐστιν." Θερ μῶς τὸν θεῖον ἀγαπᾷν ὁ Προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον· πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας. ∆ιὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύνασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι. Τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. θʹ, ρʹ. "Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συν ῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζή τησα." Βασιλέων ἴδιον τὸ διδάσκειν, τὸ δὲ διδά σκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευσεν ὁ Σαοὺλ, πρεσβύτερος ἦν καὶ τῷ χρόνῳ· ἀλλ' ὅμως οὔτε ἡ ἐξου σία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος, σωφρο νεῖν αὐτὸν παρεσκεύαζεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας ∆αυῖδ, τοῖς ὑπηκόοις ἔτι συν τεταγμένος, καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσο φίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσ χετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι.

ραʹ. "Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πό δας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου." Οὔτε γὰρ δυνατὸν δύο κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀκολα σίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλ λὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γίνεσθαι τῶν θείων φύλακας λόγων.

ρβʹ. "Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με." Σὲ γὰρ τούτων ἐπιστάμε νος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζό μην.

ργʹ. "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου." Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέ λιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λο γίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη. Τούτοις δὲ ἡ ψυχὴ κεχρημένη τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται.

ρδʹ. "Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας." Συνεὶς γὰρ τίσιν ἀρέ σκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη.

ρεʹ. "Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου." Οὐ γὰρ ἐν σκότει βαδίζω, οἷόν τινι λύχνῳ τῷ σῷ φωτιζόμενος νόμῳ· Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται, ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν δικαιοσύνης ἥλιος. Ὁ μὲν γὰρ οἷα δὴ λύχνος μόγις ἓν κατηύγασεν ἔθνος, ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ ∆εσπό της Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα τοῖς Ἰου δαίοις. Ἔπειτα δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀνέτειλεν. Καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, καὶ πάντας ἀνθρώπους φωτίσαντας διὰ τῆς αὑτῶν διδαχῆς. ρ ʹ. "Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου." Τὴν βεβαίαν τῆς ψυχῆς κρίσιν ὅρκον ὠνόμασεν, ἐπειδὴ ὅρκῳ βεβαιοῦ ται τῶν πραγμάτων τὰ πλεῖστα.

ρζʹ. "Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου." Οὐχ ἁπλῶς ἔφη τεταπεινῶ σθαι, ἀλλὰ σφόδρα τεταπεινῶσθαι· καὶ ταῦτα βασι λεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πο λεμίων κρατῶν. Ἀλλ' οὔτε τῇ σοφίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς δὲ θείας ταῦτα χάριτος ὑπελάμβανε δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην.

ρηʹ. "Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με." Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ πλεῖστα μὲν οἱ θεῖοι νόμοι διαγορεύουσιν· ἔνια δὲ καὶ ἡ γνώμη προστί θησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας, καὶ πλημμε λείας, καὶ περὶ ἀγνοίας, ὁ νόμος προσφέρειν ἐκέλευ σεν, καὶ ταῦτα οἷόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ. Τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύ νην, καὶ τὴν δικαιοσύνην, οἱ εὐαγγελικοὶ διαγο ρεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοῦ νόμου ὑπερπηδῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ Προφήτης ἑκού σια προσηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται.

ρθʹ. "Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διὰ παντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην." Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων.

ριʹ. "Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην." Πολλὰς καὶ παντο δαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλάς μοι τυρεύουσιν· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πορείαν προειλόμην ὁδεύειν.

ριαʹ. "Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν." Κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ κτήσει τούτων ἀγάλλομαί τε καὶ εὐφραίνομαι.

ριβʹ. "Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντάμειψιν." Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευτήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὰ ἀμείνω τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ Προφήτης φησίν· "Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντ άμειψιν." Τὸ γὰρ ἐκ τούτων φυόμενον θεασάμενος κέρδος, ἀσπασίως τοὺς ὑπὲρ τούτων ἀνεδεξάμην ἱδρῶτας. Καὶ διδάσκων ὅπως τὰ θεῖα προείλετο, ἐπήγαγε· ριγʹ. "Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα." Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον.

ριδʹ. "Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ, εἰς τοὺς λόγους σου ἐπήλπισα." Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος.

ριεʹ. "Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου." Ταῦτα, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς, καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχειροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβουλήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω· ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. ρι ʹ. "Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου." Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος αἰσχύνης ἀναπλησθῶ· τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, Τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν.

ριζʹ. "Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελε τήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός." Καὶ γὰρ τυχεῖν τῆς σωτηρίας τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει, οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις.

ριηʹ. "Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦν τας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύ μημα αὐτῶν." Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς σχήσω τὴν προθυμίαν, ἐπονειδίστους καὶ καταγε λάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς.

ριθʹ. "Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου." Ἀντὶ τοῦ παραβαίνοντας, ὁ μὲν Θεοδοτίων εἰς οὐδὲν εἴρηκεν· ὁ δὲ Σύμμαχος σκωρίαν. Ὁ δὲ Προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς τῷ Θεῷ παραπλησίως τοὺς παραβάτας, πᾶσαν προθυ μίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσ ήνεγκεν· ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς.

ρκʹ. "Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην." Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον. Ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τού του μέλη, παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ· ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα, τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τοῦτο ἔοικε τῷ ἀποστο λικῷ ἐκείνῳ ῥητῷ, "Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολα τρεία." Καὶ πάλιν, "Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." ρκαʹ. "Ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ πα ραδῷς με τοῖς ἀδικοῦσί με." Τοῖς σοῖς, φησὶν, ἀκο λουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσ μενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτης ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος προσόμοια εἴρηκεν, "Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν.

ρκβʹ. "Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν." Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με εἰς ἀγαθὸν τὸν δοῦλόν σου. Ὁ δὲ Ἀκύλας, καὶ ὁ Θεοδοτίων, ἐγγύησαι· ἀντὶ τοῦ, Ἀληθεύων, οὐ ψεύδομαι, πί στευσον ὑποσχομένῳ τῷ δούλῳ σου αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου πληρῶσαι σπου δάσω τοὺς νόμους. "Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι." Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, καὶ ἕτεροι μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ Προφήτης πεποίηκε, ταύτην αἰτήσας τὴν αἴτησιν. ∆ιαφερόντως γὰρ ἡ τῶν ἀλα ζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα. Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώ βην ἐργάζεται.

ρκγʹ. "Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου." Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπόσχεσιν καλεῖ. ∆ιηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ ἐξέλιπον τέ θεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δηλῶν.

ρκδʹ. "Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με." Ὁ τοσαύ της ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ διὰ τούτου σωτηρίας ἀπολαῦσαι αἰτεῖ. Καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ.

ρκεʹ. "∆οῦλός σού εἰμι ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου." Πάντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ, διαθέσει δὲ οἱ τοῦ Θεοῦ τὴν δεσπο τείαν ἀσπασίως αἱρούμενοι. Ταύτης ὢν τῆς συμμο ρίας ὁ Προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συν έσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. ρκ ʹ. "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδα σαν τὸν νόμον σου." Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀν θρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τιμωρίαν ἐπ άγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι. Καιρὸς διανα στῆναι εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ ∆έσποτα· κομιδῆ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι.

ρκζʹ. "∆ιὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον." Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου. Ἐγὼ δὲ ἀξιεραστοτέρας ἡγοῦ μαι τὰς σὰς ἐντολὰς χρυσίου καὶ λίθων πολυτελῶν. Τῶν γὰρ τιμίων λίθων τοπάζιος· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας. Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τοῦτον προτιμᾶσθαι τῶν ἄλλων.

ρκηʹ. "∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα." Ὁ γὰρ πόθος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον.

ρκθʹ. "Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξ ηρεύνησε ταῦτα ἡ ψυχή μου." Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ, καὶ ἱκανὰ καταθέλξαι, καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πόθεν τούτων κατέμα θες ἀρετήν; ρλʹ. "Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους." Τῷ σῷ, φησὶ, καταυγαζόμε νος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν· καὶ πάντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους, καὶ βρέφεσιν ἐοικότας, ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ.

ρλαʹ. "Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦ μα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν." Στόμα ἐν ταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν. Αὕτη γὰρ ἕλκει τὴν χάριν τοῦ πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· "Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐ τό." Καὶ ὁ θεῖος Ἀπόστολος ἐν ἀνοίξει τοῦ στόμα τος λόγον δοθῆναι παρεκάλεσε. Καὶ αὐτὸς δὲ ὁ Προ φήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ." Τοῦτο καὶ ἐνταῦθα ἔφη, "Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν." Γλιχόμε νόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος τῆς σῆς ἠξίωσας χάριτος.

ρλβʹ. "Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου." Τῆς θείας εὐμενείας ἱκετεύει τυχεῖν, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, "Κατὰ τὸ κρῖμα τῶν ἀγα πώντων τὸ ὄνομά σου·" ἀντὶ τοῦ, Τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ.

ρλγʹ. "Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνο μία." Ἡμῶν γὰρ προεκφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν, καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυνα στεία.

ρλδʹ. "Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου." Καὶ ὁ ∆εσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντιζομέ νους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔξασθαι παρεγγύησε μὴ εἰσελθεῖν εἰς πειρα σμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νόμοις καὶ τοῦ Προφήτου ἡ προσευχή.

ρλεʹ. "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου." Ἀσώμα τον μὲν τὸ Θεῖον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον. Σωματι κώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα τοὺς λόγους. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν, καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. ρλ ʹ. "∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλ μοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου." Ἀπο στολικὸς καὶ οὗτος ὁ νόμος, "Εἰ γὰρ πάσχῃ, φησὶν, ἓν μέλος, συμπάσχει, φησὶ, πάντα τὰ μέλη." Τὴν εὐαγγελικὴν τοίνυν ὁ Προφήτης μετέρχεται τελειό τητα, τὰς τῶν ἄλλων παρανομίας ὀλοφυρόμενος. ∆ιεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, Κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος.

ρλζʹ, ρληʹ. "∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα." ∆ικαίως ἅπαντα διέπεις, ὦ ∆έσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δι καιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγε λίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ Ἀλήθειαν σφόδρα.

ρλθʹ. "Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου." Καὶ τοὺς παρανο μίᾳ συζῶντας ὁ Προφήτης θρηνεῖ, καὶ καταφρονού μενον ὁρῶν τὸν νομοθέτην, ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν. Οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε. Τούτῳ πυρπολούμενος [ὁ καλλίνικος] Στέφανος τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξε. Τοῦτον ἐν ἑαυτῷ περιφέρων ὁ θεσπέσιος Παῦλος ἐβόα λέγων, "Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνείχετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.

ρμʹ. "Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό." ∆όκιμος, φησὶν, ἐστὶ καὶ ἀκίβδηλος ὁ σὸς λόγος, καὶ μώμου παντὸς ἐλεύ θερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλ τρον.

ρμαʹ. "Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην·" Ἡνίκα τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ, καὶ δυνάμει, καὶ κάλλει σώματος κεκο σμημένους ἀπεδοκίμασεν ἅπαντας ἤρετο δὲ τοῦ Ἰεσσαὶ εἰ ἐκλελοίπει τὰ παιδάρια· τοῦ δὲ εἰρη κότος, ὑπολελεῖφθαι μειράκιον σμικρὸν, ὃ ποι μαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον βασιλείᾳ, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρι σεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ Προφήτης ἐμνήσθη, καὶ φησί· Καὶ νέον ὄντα με, καὶ τοῖς γεγεννηκόσιν εὐτελῆ νομισθέντα, σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα πεποίηκας· οὗ δὴ χάριν σὺν πάσῃ προ θυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα.

ρμβʹ. "Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶ να, καὶ ὁ νόμος σου ἀλήθεια." Ὁ τοῖς ἀνθρωπίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς, μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπειοι οὐ πάντως πάντες τὸ δίκαιον ἔχουσι· ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· "Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." ρμγʹ. "Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με." Ταῦτα γὰρ συνέζευκται τοῖς ἐρασταῖς τῆς ἀρετῆς. "Αἱ ἐντολαί σου μελέτη μου." Ἐκ τῆς γὰρ τούτων δι δασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά.

ρμδʹ. "∆ικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶ να." Ἀντὶ τοῦ, Πρόξενα τῶν αἰωνίων ἐστὶν ἀγα θῶν. "Συνέτισόν με, καὶ ζήσομαι." Ὑπὸ σοῦ γὰρ φωτιζόμενος τῆς ἀληθοῦς ζωῆς ἀπολαύσομαι.

ρμεʹ. "Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω." Κραυ γὴν πάλιν τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ· διὰ τοῦτο προστέθεικε τὸ ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωσῆς ἐβόα σιγῶν· καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη, "Τί βοᾷς πρὸς ἐμέ;" ρμ ʹ. "Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου." Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων.

ρμζʹ. "Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα." Βασιλεὺς ὢν ὁ Προφή της, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πο λεμικοὺς πρὸς ταύταις ἀναδεδεγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν· ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀνα μένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Οὕτως ἐπόθει τὸν πεποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν.

ρμηʹ. "Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρ θρον, τοῦ μελετᾷν τὰ λόγιά σου." Οὐ μόνον δὲ κατὰ τὸν τοῦ γλυκέως ὕπνου καιρὸν, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον, τῶν θείων νόμων ἐπεποίητο μελέτην. Ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν κα λινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δο τῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν.

ρμθʹ. "Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με." Ὁ το σούτοις κομῶν ἀγαθοῖς ἐλέου τυχεῖν ἀξιοῖ, καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον· ἀλλὰ κατὰ τὴν ὀνησιφό ρον ψῆφον.

ρνʹ. "Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν." Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τῷ δικαίῳ πειρώμενοι πο λεμεῖν. "Ὁ ἀθετῶν γὰρ ὑμᾶς, φησὶν, οὐχ ὑμᾶς ἀθε τεῖ, ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς." Καί· "Ἐχ θρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀν τικειμένοις σοι." ρναʹ. "Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια." Ὁρᾷς, φησὶν, ἅπαντα, Κύριε· οὐ γὰρ ἀφέστηκας, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· "Θεὸς ἐγ γίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν." Καὶ ὁ μα κάριος Παῦλος, "Ἐν αὐτῷ, φησὶ, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν." ρνβʹ. "Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά." Μαρ τύρια καλεῖ τὸν οὐρανὸν, καὶ τὴν γῆν. "Καταβὰς, φησὶ, διαμάρτυρε αὐτοῖς τὸν οὐρανὸν, καὶ τὴν γῆν." ∆ιὰ τοῦτο καὶ Μωσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· "Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." Ἐν δὲ τούτοις ὁρᾶ ται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκρι βῶς, ὡς ἐγγὺς εἶ σὺ, καὶ παρεῖ τοῖς γινομένοις, καὶ λανθάνει σε τῶν πραγμάτων οὐδέν.

ρνγʹ. "Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην." –"Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται," κατὰ τὴν τοῦ Κυρίου φωνήν. Καί· "Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Ταύτῃ καὶ ὁ θεῖος Προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετάς· καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλει βοή θειαν.

ρνδʹ. "Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζῆσόν με." Τῶν ὑποσχέσεων τὸν ∆εσπότην ἀναμιμνήσκει, καὶ παρ' αὐτοῦ τὴν σωτη ρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀν τιβολεῖ.

ρνεʹ. "Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν." Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας σφᾶς αὐτοὺς ἐστέρησαν οἱ παρα νομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. ρν ʹ. "Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με." Πολὺς τῆς σῆς φιλανθρω πίας ὁ πλοῦτος· δικαία σου ἡ ψῆφος. Τὴν ἀπὸ τού των σωτηρίαν αἰτῶ.

ρνζʹ. "Πολλοὶ οἱ ἐκδιώκοντές με, καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα." Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων ἠνεσχόμην τι παραβῆναι. Καὶ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν εἰρηκότες ἔφαμεν, ὡς πάντα ὁ θεῖος ∆αβὶδ τὰ συμβεβηκότα αὐτῷ ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ· καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγενημένοις αὐτῷ λυπηροῖς· τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσαλώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε. Τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείραστος ἦν.

ρνηʹ. "Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο." Οὕτως ὁ μακά ριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ ∆εσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρή νησεν.

ρνθʹ. "Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με." Συνεχῶς ἐντολῶν, καὶ νόμων, καὶ δικαιωμάτων μνημονεύει, καὶ μαρτυριῶν, τῶν περὶ ταῦτα πόθον δεικνύς.

ρξʹ. "Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶ να πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου." Ἀψευ δεῖς ἔχεις τὰς ὑποσχέσεις· ἀληθείᾳ τὰς σὰς ἐπ αγγελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς τοὺς λόγους. Ἀρ χὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγε λίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος. Ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι αὐτοῦ ηὐλόγησε κατὰ τὰς ἐπαγγελίας πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκὼς, "Εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου." Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώ νιον κράτος. ∆ιὸ καὶ ἀληθείᾳ ἔφη κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρχήν.

ρξαʹ. "Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου." Τοὺς πο λεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην, τοὺς δὲ σοὺς ἔδεισα νόμους. ∆ιὸ καὶ καθεύδοντα τὸν πολέ μιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτολμήθην· καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων, ἔλεγον· "Φείσασθαί μοι τοῦ παιδαρίου." ρξβʹ. "Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλᾶ." Ἐπειδὴ πολεμίων ἐμνημό νευσε διωκόντων, εἰκότως καὶ τῶν σκύλων τὴν μνή μην παρήγαγε. Λέγει δὲ, ὅτι Πάντας εἰ ἀνεῖλον ἐκείνους, καὶ σκυλεύσας πλεῖστα ὅσα συνήγαγον λά φυρα, οὐκ ἂν οὕτως ηὐφράνθην, ὡς τοῖς σοῖς ἐπ αγαλλόμενος νόμοις.

ρξγʹ. "Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην· τὸν δὲ νόμον σου ἠγάπησα." Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος τἀναντία μυ σάττεται.

ρξδʹ. "Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου." Τινὲς τὸ ἑπτάκις, πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ Προφήτου δηλοῖ· τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον.

ρξεʹ. "Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον." Οἱ τῷ θείῳ πυρ πολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάντων ἀνθρώπων πολεμῶνται, θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν, "Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμε νοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπ ολλύμενοι." Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους, ὡς πρόβατα ἐν μέσῳ λύκων, εἰς πᾶσαν ἀποστείλας τὴν οἰκουμένην, ἔφη πρὸς αὐτούς· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." ρξ ʹ. "Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς περι στοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας· ἀλλὰ τὴν σὴν ἀναμένων διετέλεσα σωτηρίαν, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς.

ρξζʹ, ρξηʹ. "Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε." Εἰδὼς γὰρ ὡς ἅπαντα ἐφορᾷς, ὡς ὑπὸ σοὶ θεατῇ πολιτευόμενος, οὐ μόνον ἐπλήρωσά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερμῆς τοῦτο δέδρακα διαθέσεως.

ρξθʹ. "Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύ ριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με." Πᾶσαν τὴν ἱκετείαν προσενεγκὼν, ἀντιβολεῖ δεχθῆναι καὶ μὴ ἀποῤῥιφθῆναι τὴν δέησιν· καὶ παρακαλεῖ σύνεσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λογίων τὴν γνῶσιν.

ροʹ. "Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με." Ἀξίωμα τὴν ἱκετείαν καλεῖ· τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευταῖς, ∆ιαφόροις μέντοι χρώμενος λόγοις, τὸν ∆εσπότην μειλίσσεται.

ροαʹ. "Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου." Κατάλληλος ἡ ἐρυγὴ τῇ τροφῇ· τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώ ματα, σοὶ τῷ τῶν τοιούτων διδασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν.

ροβʹ. "Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη." Εἰς μελέτην τῶν σῶν λογίων τὴν γλῶτταν ἀφιερώσω, εἰδὼς πάσῃ σου δικαιοσύνῃ κεκοσμημένας τὰς ἐντολάς.

ρογʹ. "Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην." Ὁ μὲν Σύμμαχος εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων ἐξελεξάμην εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν.

ροδʹ. "Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί." Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ.

ροεʹ. "Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι." Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν. ρο ʹ. "Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός." Τοῦτο καὶ τῷ Προφήτῃ λέγειν μετὰ τὴν ἁμαρτίαν ἥρμοττεν, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. "Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην." Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ Προφήτης προσενήνοχε τὴν εὐχήν· τετύχηκε δὲ πᾶσα τῶν ἀν θρώπων ἡ φύσις τῆς σωτηρίας. Ἔδραμε γὰρ ὁ καλὸς ποιμὴν ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ περιελθὼν τὰ ὄρη καὶ τοὺς βουνούς· παρὰ ταῦτα γὰρ ἐπλανᾶτο λατρεῦον τοῖς δαίμοσιν· εὗρε, καὶ ἐπὶ τῶν ὤμων ἐπανήγαγεν· καὶ εὐφράνθη ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλα νημένοις. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι, παρακαλοῦμεν τοὺς ἐν τυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνον ταῦτα τῷ Προφήτῃ προσήκειν· ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασιν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΙΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ὁ Θεοδοτίων ᾆσμα τῶν ἀναβάσεων· ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας, εἰς τὰς ἀναβάσεις. ∆ηλοῦσι μέντοι αἱ ἀναβάσεις, ἢ οἱ ἀναβαθμοὶ, τοῦ αἰχμαλωτευθέντος λαοῦ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον. Προειδυῖα γὰρ ἡ χάρις τοῦ Πνεύματος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐσομένην ἐλευθερίαν, καὶ ταῦτα κἀκεῖνα προείρηκε· κἀκεί νων ὠφέλειαν μηχανωμένη, καὶ ἡμῖν τὸ ἐντεῦθεν προσφέρουσα κέρδος. Οὐ τὰ αὐτὰ δὲ ἕκαστος τῶν ἀναβαθμῶν προθεσπίζει, ἀλλὰ ὁ μὲν τὰς ἐν Βαβυλῶνι συμφορὰς, ὁ δὲ τῆς ἐπανόδου τὰ εὐαγγέλια· ὁ δὲ τὴν κατὰ τὴν ὁδὸν εὐφροσύνην· ἄλλος τοὺς μετὰ τὴν ἐπάνοδον γεγενημένους πολέμους· ἕτερος τοῦ ναοῦ τὴν οἰκοδομήν. Καὶ τὸ ποικίλον τῆς προφητείας ἐξελαύ νει τῆς μελῳδίας τὸν κόρον. Ἕκαστος δὲ τούτων ἐσχημάτισται τῶν ψαλμῶν εἰς τὸν τῶν τηνικαῦτα γε γενημένων ἁγίων χορόν. Ἐκείνους γὰρ ὁ προφητικὸς εἰσάγει λόγος τὰ προκείμενα λέγοντας. Ὁ μέντοι πρῶ τος τῶν ἀναβαθμῶν, καὶ τὰς συμφορὰς ἐξηγεῖται, καὶ τὴν θείαν εὐμένειαν. "Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου." Καὶ τὸ μέγεθος τῆς ἀνίας ἐδίδαξε τὸ προοίμιον, καὶ τὴν τῆς θείας φιλανθρωπίας ὑπερβολήν. Ἀνιώμενος γὰρ, φησὶν, ἐδεήθην τοῦ ∆εσπότου, καὶ τῆς εὐμενείας ἀπήλαυσα· εἶτα λέγει καὶ τίσιν ἐχρήσατο λόγοις δεόμενος.

βʹ. "Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας." Ἱκετεύω, φησὶ, τῶν ἀδίκως ἐπιβουλευόντων καὶ δολεραῖς κεχρημέ νων ἀπάταις ἀπαλλαγῆναι. Τοιοῦτοι ἦσαν περὶ τῆς εὐχῆς πάγας τῷ ∆ανιὴλ τεθεικότες, οἱ πικροὶ τῶν κατὰ τὸν Ἀνανίαν κατήγοροι.

γʹ, δʹ. "Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς." Ἡ χάρις τοῦ Πνεύ ματος ἐνταῦθα τοὺς ἀθυμοῦντας ψυχαγωγεῖ, καὶ τὴν δικαίαν ψῆφον ὑποδείκνυσιν ἐκφερομένην κατὰ τῶν κεχρημένων τῷ δόλῳ. ∆υνατὸν μὲν γὰρ καλεῖ τὸν τῶν ὅλων Θεόν· βέλη δὲ δυνατοῦ, τῶν τιμωριῶν τὴν ὀξύτη τα· ἐκ μεταφορᾶς τῶν ἐφιεμένων βελῶν, καὶ ῥᾳδίως τὸν ἀέρα τεμνόντων. Ἄνθρακας δὲ ἐρημικοὺς, τὸ τῆς τιμωρίας σφοδρόν τε, καὶ δαπανητικὸν, καὶ ἐρημο ποιόν. Τοιαύτη γὰρ τοῦ πυρὸς ἡ φύσις· ἀντὶ τοῦ, Μὴ ἀθύμει ὑπὸ τῆς ἀδίκου γλώττης βαλλόμενος· εὐτρεπεῖς γὰρ αἱ παρὰ τοῦ δικαίου κριτοῦ πεμπόμεναι τιμω ρίαι, καὶ βελῶν ὀξύτητα, καὶ ἀνθράκων ἐρημοποιῶν μιμούμεναι τὴν ἐνέργειαν.

εʹ. "Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη." Ταῦτα, φησὶν, ἔλεγον προσευχόμενος, καὶ τούτων ἀκούσας ὁ φιλάνθρωπος ᾤκτειρε, παροικίαν δὲ καλεῖ τὴν ἐν τῇ ἀλλοτρίᾳ διαγωγήν. Ὁ δὲ ἑβδομηκοστὸς χρόνος μακρὸς εἰκότως νενόμισται· τοσαύτην γὰρ τὴν τελείαν τῶν ἀνθρώπων ὁ Προφήτης ἔφη ζωήν· "Αἱ ἡμέραι γὰρ, φησὶ, τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη." – "Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ." Ὁ Κηδὰρ δεύτερος τοῦ Ἰσμαὴλ υἱὸς, οἱ δὲ τούτου ἀπόγονοι οὐ πόῤῥω τῆς Βαβυλῶνος μέχρι τήμερον ἐσκήνωνται. Ἐπειδὴ τοίνυν ἄνωθεν ἐναντίως διετέθησαν πρὸς ἀλλήλους· "Ἔκ βαλε γὰρ, φησὶ, τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ· εἰκότως σφᾶς αὐτοὺς ὀλοφύ ρονται, ὡς τῆς μὲν προτέρας ἐκπεσόντες ἐλευθερίας, ἐγγὺς δὲ τῶν ἡμιδούλων διάγοντες, καὶ δουλεύειν ἠναγκασμένοι. ʹ. "Πολλὰ παρῴκησεν ἡ ψυχή μου." Μακρὸς, φησὶ, τῆς παροικίας ὁ χρόνος. "Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπο λέμουν με δωρεάν." Ἐνταῦθα μὲν Βαβυλωνίων μοχθηρίαν διδάσκει· οὐδὲν γὰρ, φησὶν, ἔχοντες ἐγκα λεῖν ἐπεβούλευον, καὶ τοῖς εἰρήνην ἀσπαζομένοις ὡς πολεμίοις ἐχρήσαντο.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚʹ ΨΑΛΜΟΥ.

"Ὠδὴ τῶν ἀναβαθμῶν." Τοῖς ἐν Βαβυλῶνι ἔτι διάγουσι καὶ οὗτος πρόσφορος ὁ ψαλμός.

αʹ. "Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου." Ὑπὸ πολλῶν καὶ παντοδαπῶν πε ριστοιχιζόμενος ἀλγεινῶν, πάντοθεν περιῆγον τοὺς ὀφθαλμοὺς, ἐπικουρίας τινὸς ἀπολαῦσαι ποθῶν.

βʹ. "Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαν τος τὸν οὐρανὸν καὶ τὴν γῆν." Ἀλλ' οἶδα ὡς ἀν θρωπίνης μὲν οὐδεμιᾶς ῥοπῆς ἀπολαύσω, ἀπόχρη δέ μοι μόνη τοῦ Θεοῦ ἡ εὐμένεια. Καὶ δεικνὺς τῆς βοη θείας τὸ δυνατὸν ἐπήγαγε· "Τοῦ ποιήσαντος τὸν οὐ ρανὸν καὶ τὴν γῆν." Ὁ γὰρ ταῦτα τεκτηνάμενος λόγῳ ἱκανὸς ἐπαρκέσαι κἀμοί. Ἐντεῦθεν αὐτοῖς τὸ πρα κτέον ὁ Προφήτης ἐξηγεῖται.

γʹ. "Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυ στάξῃ ὁ φυλάσσων σε." Εἰ μείνοις, φησὶ, βεβαίαν ἔχων εἰς αὐτὸν τὴν ἐλπίδα, πάσης παρ' αὐτοῦ τεύξῃ κηδεμονίας. Τὸ μέντοι, "Οὐ νυστάξῃ ὁ φυλάσσων σε," ἀνθρωπίνως τέθεικεν, ἐκ μεταφορᾶς τῶν καὶ ποίμνια, καὶ στρατείας, καὶ πόλεις ἐπιμελῶς φυλατ τόντων. Ὅτι γὰρ ἀπαθὴς ἡ θεία φύσις, διὰ τῶν ἐπι φερομένων ἐδήλωσεν.

δʹ. "Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ." Φύσει μὲν ἄγρυπνος ὁ φύλαξ, σοῦ δὲ σαλευομένου, καὶ αὐτὸς οἷόν τινα νυσταγμὸν δέξεται τὴν ἀμέλειαν. Οὐκ ἔτι γάρ σου φροντίσει, ἀλλὰ τοῖς ἐπιβουλεύειν προῃρημένοις προήσεται.

εʹ. "Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου." Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ· "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ." Καὶ ἐνταῦθα τοίνυν, φησὶν, ὅτι παρὰ τὴν δεξιάν σου χεῖρα γε νόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας. ʹ. "Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα." Φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν, ἀλλὰ καὶ θερμὴν εἶναι, καὶ καίειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Λέγει δὲ, ὅτι Καὶ νύκτωρ, καὶ μεθ' ἡμέραν, τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύων, ἀβλαβὴς φυλαχθήσῃ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἡνίκα τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, τῇ νεφέλῃ σκιαζόμενοι, τῆς ἡλιακῆς φλογὸς οὐκ ἐλάμβανον πεῖραν.

ζʹ, ηʹ. "Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Τὴν παντοδαπὴν τοῦ Θεοῦ πρόνοιαν διὰ τῶν εἰρημένων ἐδήλωσεν· ἧς παρού σης, κρείττους τῶν πολεμούντων γινόμεθα δυσμε νῶν, καὶ τὰς τῶν ὁρατῶν καὶ ἀοράτων διαφεύγομεν πάγας.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚΑʹ ΨΑΛΜΟΥ.

"Ὠδὴ τῶν ἀναβαθμῶν." Τοὺς μὲν προει ρημένους τοῖς ἀθυμοῦσιν ὁ προφήτης προσήρμοσε· τοῦτον δὲ τὸν μετὰ χεῖρας, τοῖς ἤδη δεξαμένοις τῆς ἐπανόδου τὰ εὐαγγέλια, καὶ τῆς περιποθήτου πο ρείας ἁψαμένοις. Γεγηθότες γὰρ, καὶ χορεύοντες, πρὸς ἀλλήλους φασίν· αʹ. "Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα." Εὐσεβείας αὕτη φωνή· γάν νυνται γὰρ καὶ χαίρουσιν, οὐχ ὡς τὰς οἰκίας ἀπολη ψόμενοι, ἀλλ' ὡς τὸν θεῖον οἶκον ὀψόμενοι.

βʹ. "Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν, ἐν ταῖς αὐ λαῖς σου, Ἱερουσαλήμ." Ἤδη, φησὶν, ἑστάναι δοκοῦμεν ἐν ταῖς ἱεραῖς ἐκείναις αὐλαῖς; καὶ τὰς θείας λειτουργίας ἐπιτελεῖν.

γʹ. "Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό." Ὁ δὲ Σύμμαχος οὕ τως· Ἱερουσαλὴμ τὴν οἰκοδομουμένην, ὡς πό λιν συνάφειαν ἔχουσαν. Ἡ γὰρ νῦν ἔρημος, καὶ ἐσκεδασμένας ἔχουσα οἰκίας, καὶ πάλιν ἀν θήσει, καὶ πυκνωθήσεται, καὶ τοὺς προτέρους ἀπο λήψεται περιβόλους.

δʹ. "Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυ ρίου· μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσα σθαι τῷ ὀνόματι Κυρίου." Ἐπὶ τοῦ Ῥοβοὰμ διηρέθησαν αἱ φυλαὶ, καὶ τῆς ∆αβιτικῆς αἱ δέκα βασιλείας ἀπεσχοινίσθησαν· μετὰ δὲ τὴν ἐπάνοδον μία γέγονεν ἡγεμονία, καὶ εἰς τὴν Ἱερουσαλὴμ συν έτρεχον ἅπαντες κατὰ τὸν θεῖον νόμον, τῷ Θεῷ τὴν συνήθη λειτουργίαν προσφέροντες. Τοῦτο τοίνυν ὁ προφήτης ἐνταῦθα προθεσπίζει, ὅτι αἱ φυλαὶ τὴν προτέραν ὁμόνοιαν ἀπολήψονται, καὶ εἰς τὴν Ἱερου σαλὴμ συνδραμοῦνται, συνήθως τὸν Θεὸν ἀνυμνοῦν τες. Μαρτύριον δὲ τὸν θεῖον ἐκάλεσε νόμον, τὸν διαῤῥήδην κελεύοντα συντρέχειν τὸν Ἰσραὴλ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός.

εʹ. "Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον ∆αβίδ." Προθεσπίσας τὰ θεῖα, προθεσπί ζει καὶ τὰ ἀνθρώπεια. Ἐπειδὴ γὰρ ἐν Ἱεροσολύμοις οὐ μόνον ὁ θεῖος ᾠκοδομήθη νεὼς, ἀλλὰ καὶ τὰ βασίλεια· καὶ ἐκεῖ συνέτρεχον ἅπαντες τὰ ἀμφισβη τούμενα διαλύοντες, ἀναγκαίως καὶ τοῦτο προηγό ρευσεν ὁ προφήτης· ὅτι οὐκ εἰς τὴν Σαμάρειαν αἱ δέκα φυλαὶ δραμοῦνται· ἀλλ' ὥσπερ ἐπὶ τοῦ ∆αβὶδ ἐκεῖνο εἶχον ἀκλινὲς δικαστήριον, οὕτω καὶ μετὰ τὴν ἐπάνοδον ἐκεῖ ἅπαντες ἀθροισθήσονται. ʹ. "Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀσπάσασθε τὴν Ἱερουσαλὴμ,ἠρεμήσουσιν οἱ ἀγαπῶντές σε, ἀντὶ τοῦ, Εἰρήνης ἀπολαύσαντες βαθείας, ἀσπάσασθε τὴν οἴκησιν τῆς Ἱερουσαλήμ. Ἐν πάσῃ γὰρ θυμηδίᾳ οἱ ταύτην ἀγαπῶντες διατελοῦσι.

ζʹ. "Γενέσθω δὲ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου." Ὁ δὲ Σύμ μαχος οὕτως· Εἴη εἰρήνη ἐν τῷ περιβόλῳ σου, ἡσυχία ἐν τοῖς βασιλείοις σου. Ἐπεύχεται δὲ αὐτῇ ὁ θεῖος ∆αβὶδ τὰ ἀγαθὰ, ὥστε καὶ τοὺς περιβό λους, καὶ τὰ βασίλεια, καὶ τὰς ἐν αὐτῇ οἰκίας, πά σης ἀπολαύειν εἰρήνης.

ηʹ, θʹ. "Ἕνεκα τῶν ἀδελφῶν μου, καὶ τῶν πλη σίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι." Ταῦτα δὲ, φησὶν, ἐπεύχομαί σοι, οὐκ αὐτὸς ἐν σοὶ πολιτευόμενος· πῶς γὰρ ὅ γε πρὸ πολλοῦ χρόνου τοῦ βίου τὸ πέρας δεξάμενος; ἀλλὰ τοὺς ὁμοφύλους ἱμειρόμενος εἰρήνης τυχεῖν, καὶ τὸν οἶ κον τοῦ Θεοῦ μου τὴν προτέραν περιφάνειαν ἀπο λαβεῖν ἐφιέμενος.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚΒʹ ΨΑΛΜΟΥ.

"Ὠδὴ τῶν ἀναβαθμῶν. Καὶ οὗτος ὁ ψαλμὸς τῶν τηνικαῦτα δικαίων δείκνυσι τὴν εὐσέβειαν.

αʹ. "Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατ οικοῦντα ἐν τῷ οὐρανῷ." Πάσης ἀνθρωπίνης βοη θείας καταφρονήσας, τὴν σὴν, ὦ ∆έσποτα, προσμένω ῥοπὴν, καὶ τῆς σῆς προνοίας ἐξήρτημαι· σὲ γὰρ οἶδα ∆εσπότην τῶν οὐρανῶν. Κατοικεῖν δὲ αὐτὸν ἐν οὐρανῷ ἔφη, οὐχ ὡς τόπῳ περιγραφόμενον, ἀλλ' ὡς τὸν ἀοράτοις δυνάμεσι ταῖς τὸν οὐρανὸν οἰκούσαις ἐπευφραινόμενον.

βʹ. "Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν." Καθάπερ γὰρ, φησὶν, οἰ κέται εἰς τὰς τῶν δεσποτῶν ἀποβλέπουσι χεῖρας, ἅτε δὴ τὰς ἀφορμὰς ἐκεῖθεν δρεπόμενοι τοῦ βίου· οὕτω καὶ ἡμεῖς, ∆έσποτα, παρὰ σοῦ προσμένομεν λα βεῖν τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τῆς μέντοι παιδί σκης οὐ ταυτολογῶν ἐμνημόνευσεν, ἀλλὰ τῆς διαθέ σεως δεικνὺς τὴν ἐπίτασιν. Πλέον γὰρ τῶν παίδων αἱ παιδίσκαι, ἅτε δὴ ταῖς δεσποίναις ἐν τοῖς θαλά μοις συνοῦσαι, διηνεκῶς προσέχειν ταύταις εἰώ θασι, καὶ τὴν παρ' αὐτῶν ποθοῦσιν εὐμένειαν. "Ἕως οὗ οἰκτειρήσαι ἡμᾶς." Οὐ ῥητῷ γὰρ χρόνῳ τήνδε τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν φειδοῦς.

γʹ. "Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς." Ὁ διπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως. "Ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. [δʹ] Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν." Αἰτοῦμεν δὲ, φησὶ, τὸν ἔλεον, οὐχ ὡς ἄξιοι τούτου τυχεῖν, ἀλλ' ὡς ἐπονεί διστοι λίαν γενόμενοι. "Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις." Ὁ δὲ Σύμ μαχος οὕτως, Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν ἐπιλα λούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Τῶν γὰρ ἀλαζόνων Βαβυλωνίων ἐπι τωθαζόντων ἡμῖν, καὶ ἐπικερτομούντων, ἡμεῖς ἀνιώ μεθα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· "Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις." Ἀντίστρεψον, φησὶ, τὰ πράγματα, ∆έσποτα, καὶ τοῖς ἀλαζονευομένοις νῦν, δι' ἣν περί κεινται εὐκληρίαν, τὰς ἡμετέρας ἐπάγαγε συμ φοράς.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚΓʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἅπαντες οἱ πλησιόχωροι, δυσ χεράναντες τὴν τῶν Ἰουδαίων ἐλευθερίαν, κοινῇ τὸν πρὸς αὐτοὺς ἀνεδέξαντο πόλεμον, καὶ βάρβαρα ἔθνη συναγαγόντες, κατὰ ταυτὸν αὐτοῖς ἐπεστράτευσαν, ἐλπίσαντες καὶ αὐτὴν αὐτῶν κατασβέσειν τὴν μνή μην. Ἀλλὰ πάλιν ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν οἰκείοις ἐπήρκεσε, τοὺς δὲ πολεμίους κατηκόντισεν ἅπαν τας. Λέγουσι δὲ ταῦτα τῶν προφητῶν οἱ πλείους, καὶ Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίας, καὶ Ζαχαρίας, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ταῦτα καὶ ὁ μακάριος ἐνταῦθα προθεσπίζει ∆αβίδ. "Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσ ραήλ. [βʹ, γʹ.] Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς." Μὴ τῇ σφετέρᾳ, φησὶν, ἐπιγρά ψητε δυνάμει τὴν νίκην, Θεὸς γὰρ ταύτης γεγένηται χορηγός. Εἴπατε τοίνυν πρὸς ἀλλήλους χορεύοντες, Εἰ μὴ τῆς θείας ἐπικουρίας ἐτύχομεν, τοσούτων καθ' ἡμῶν δυσμενῶν συνελθόντων, οὐκ ἂν οὐδὲ τα φῆς ἠξιώθημεν, ἀλλὰ καθάπερ ὑπὸ θηρίων ζῶντες ἂν κατεπόθημεν. "Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ' ἡμᾶς." Τὸν φθόνον, καὶ τὴν δυσμέ νειαν τῶν ἀστυγειτόνων ἐθνῶν διὰ τούτων ἐδήλωσε. ∆ιεπρίοντο γὰρ τὴν Ἰουδαίων ὁρῶντες ἐλευθερίαν.

δʹ, εʹ. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χεί μαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον." Τροπι κῶς ἅπαντα εἴρηκεν. Ἐπειδὴ γὰρ εἶπεν, "Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς," δείκνυσι τὴν τοῦ πλή θους ὑπερβολὴν, χειμάῤῥου δίκην προσβάλλοντος, καὶ συγκαλύψαι ἅπαντας προσδοκήσαντος. Ἁρμο δίως δὲ τοῦ χειμάῤῥου τέθεικε τὴν εἰκόνα. Καθάπερ γὰρ ὁ χειμάῤῥους ἐκ πολλῶν ἀθροιζόμενος ὑετῶν σφοδρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερου σαλὴμ προσβαλόντες ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν· ἀλλὰ κατελύθησαν ψήφῳ δικαίᾳ. Τοῦτο γὰρ ὁ προφήτης διδάσκει. ʹ. "Εὐλογητὸς ὁ Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν." Κατὰ ταυτὸν καὶ τὴν ἐκείνων ὠμότητα, καὶ τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐδήλωσε· τοὺς γὰρ ὀδόντας τέθεικε, δεικνὺς τὴν ἐκείνων ὠμότητα.

ζʹ. "Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων." Εὐγνωμόνως καὶ τὴν οἰκείαν ὁμολογοῦσιν ἀσθένειαν, στρουθῷ σφᾶς αὐ τοὺς ἀπεικάζοντες, καὶ τὴν τοῦ Θεοῦ κηρύττουσι δύναμιν, τῶν πολεμίων δεικνύντες τὸ ἰσχυρόν. Θη ρευτὰς γὰρ ἐκείνους ἀποκαλοῦσιν· διδάσκει δὲ καὶ τῆς σωτηρίας τὸν τρόπον. "Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν." Οὐ γὰρ μόνης ἀπηλαύσαμεν τῆς σωτηρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ὄλεθρον εἴ δομεν ηʹ. "Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν." Τούτου χά ριν, πάσης ἀνθρωπίνης καταφρονοῦμεν δυνάμεως, τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν ἐπίκουρον ἔχοντες, οὗ καὶ ἡ προσηγορία ἡμῖν εἰς σωτηρίαν ἀρκεῖ.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚ∆ʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Οἱ τῆς νίκης ἐκείνης τετυχηκότες τὸν ἐπινίκιον ᾄδουσιν ὕμνον, καὶ τῆς εἰς Θεὸν ἐλπίδος κηρύττουσι τὴν ἰσχύν. "Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών." Ὁ τῇ εἰς τὸν Θεὸν ἐλπίδι φραττόμενος, ὡς τὸ Σιὼν ὄρος ἀτρεμὴς μενεῖ, καὶ ἀκλόνητος, ἐπίσημός τε καὶ περίβλεπτος. "Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ." Τὸν κατοικοῦντα τὴν Ἱερουσαλὴμ κατὰ τοὺς νόμους τῆς Ἱερουσαλὴμ πο-λιτεύεσθαι δεῖ. Τοῖς γὰρ οὕτω κατοικοῦσι, καὶ τῷ σκοπῷ τοῦ νόμου πειθομένοις, τὸ βέβαιον ὁ προφή της ὑπέσχετο.

βʹ. "Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὑτοῦ." Καθάπερ γὰρ τὰ ὄρη τὴν πόλιν κυ κλοῖ, οὕτως ἡ θεία κηδεμονία τὸν εὐσεβῆ περι φράττει λαόν· "Ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Οὐ γὰρ πρόσκαιρος ἡ τοῦ Θεοῦ δύναμις, ἀλλ' αἰώ νιος, καὶ ταύτης ἀξιοῖ τοὺς τὴν θεραπείαν αὐτοῦ περὶ πολλοῦ ποιουμένους.

γʹ. "Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων." Καὶ τοὺς Ἀσσυρίους ῥάβδον θυμοῦ διὰ Ἡσαΐου τοῦ προφήτου προσηγόρευσεν ὁ Θεὸς, "Οὐαὶ γὰρ, φη σὶν, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ τῆς ὀργῆς μου, ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα, καὶ προνομήν." Ἀντὶ τοῦ, Καθάπερ τινὶ ῥάβδῳ τοῖς Ἀσσυρίοις κεχρημένος, τοὺς ἀξίους παιδεύω. Λέγει τοίνυν ὁ προφήτης καὶ ἐνταῦθα, ὅτι δικαίᾳ κεχρημένος ψήφῳ τῶν ὅλων ὁ Κύριος, οὐ συγχωρήσει τῶν παρανόμων τὴν ῥάβδον τῇ τῶν δικαίων ἐπενεχθῆναι συμμορίᾳ. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει. "Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν." Ἵνα μὴ νο μίσαντες, φησὶν, οἱ τοῦ προσήκοντος ἐπιμελού μενοι ἄτακτα εἶναι πάντα καὶ ἀκυβέρνητα, ῥέψωσιν ἐπὶ τὸ χεῖρον, καὶ τὴν ἐντεῦθεν ἑλκύσωσι βλάβην.

δʹ. "Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς, καὶ τοῖς εὐ θέσι τῇ καρδίᾳ." ∆είξας τοῦ Θεοῦ τὸ δίκαιον, δι καίαν ποιεῖται τὴν δέησιν· ἱκετεύει γὰρ τῶν ἴσων τυχεῖν τοὺς ἀγαθοὺς ἀντιδόσεων. Τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη· "Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν." Καί· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται." εʹ. "Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνο μίαν." Τὰς στραγγαλιὰς ὁ μὲν Ἀκύλας διαπλο κὰς ἡρμήνευσε, σκολιότητας δὲ ὁ Σύμμαχος, ὁ δὲ Θεοδοτίων διεστραμμένα. Ἤτησε μέντοι οὐδὲν ἄδικον ὁ Προφήτης· ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἀγαθῶν ἀπο λαῦσαι, τοὺς δὲ τὴν θείαν καταλιπόντας ὁδὸν, καὶ στραγγαλιαῖς καὶ διαπλοκαῖς κεχρημένους, τὸ κατ άλληλον τέλος εὑρεῖν. "Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ." Ἐκείνων δὲ δεξαμένων τὸν ὄλεθρον, οὗτοι τῆς εἰρή νης ἀπήλαυσαν. Προσήκει μέν τοι εἰδέναι, ὡς ταύ της ἀπήλαυσε τῆς προσηγορίας ὁ Ἰακὼβ τῆς θείας ἀξιωθεὶς θεωρίας. Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τοῦ Ἰσραὴλ ἀσπαζόμενοι τὴν εὐσέβειαν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚΕʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ἅπαντας μὲν ὁ Κύρος βασιλεύσας ἐπανελθεῖν Ἰουδαίους προσέταξε, μοχθηρὰν δὲ οἱ πλείους ἔχοντες γνώμην, καὶ εἰς ἅπαντα τοῖς θείοις ἀντιτείνοντες νόμοις, ἐπανελθεῖν οὐκ ἠθέλησαν. Ὅσοι δὲ τῆς προγονικῆς εὐσεβείας ἐπεμελοῦντο, καὶ τῆς κατὰ νόμον λατρείας ἐπεθύ μουν, ἀσπασίως ἐποιήσαντο τὴν ἐπάνοδον. Οὗτοι τοίνυν ἐν τῷδε τῷ Ψαλμῷ τὴν οἰκείαν ἐλευθερίαν ὁρῶντες γεγήθασιν· εὔχονται δὲ ταύτης καὶ τοὺς ὁμοφύλους τυχεῖν. "Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημέ νοι." Τὸ ὡς ἐπιτάσεως ἐνταῦθα σημαντικόν. Πολλῆς, φησὶν, ἀπηλαύσαμεν θυμηδίας, λύσαντος τοῦ Θεοῦ τῆς τιμωρίας τὸν ὅρον, καὶ τὴν ἐλευθερίαν τοῖς αἰχμαλώτοις δωρησαμένου.

βʹ. "Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως." Εὐθὺς γὰρ ὑπὸ τῆς θυμηδίας διαχυθέντες ἐκινήσαμεν εἰς ὑμνῳδίαν τὰς γλώττας. Τὴν γὰρ ἀγαλλίασιν ὁ μὲν Ἀκύλας αἴ νεσιν, ὁ δὲ Σύμμαχος εὐφημίαν, ἡρμήνευσαν. "Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν." Τοῦτο δὲ ἡμᾶς πολυθρυλλή τους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἡμᾶς ἐκείνης δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέν τοι βοῶμεν· γʹ. "Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι." Ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους τὴν εἰς ἡμᾶς γε γενημένην θαυμάζειν φιλανθρωπίαν, ἡμᾶς δὲ τοὺς τῆς εὐεργεσίας τετυχηκότας ἀχαριστίαν νοσεῖν.

δʹ. "Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ." Ὧν ἔτυχον ἀγαθῶν, καὶ τοὺς ἄλλους ὁμοφύλους ἀπολαῦσαι ποθοῦσι, καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολοῦσι μεταδοῦναι τῆς ἐλευθερίας κἀκείνοις, ὥστε χειμάῤῥουν μιμεῖσθαι τῶν ἐπανιόντων τὸ πλῆθος. Νότον δὲ τὴν Ἱερουσα λὴμ καλῶν, ἀπὸ τῆς θέσεως τέθεικε τὴν προσ ηγορίαν· οὕτως αὐτὴν καὶ Ἰεζεκιὴλ, καὶ Ἀββακοὺμ ὀνομάζουσι. ∆ηλοῖ δὲ καὶ ἕτερον ὁ λόγος. Ὁ γὰρ νότος ἄνεμος ὑγρὸς ὢν, νεφῶν τὸν ἀέρα πληροῖ, καὶ ὄμβρους ἐπάγει σφοδρούς· καὶ μέντοι καὶ τὴν χιόνα πεφυκὼς διαλύειν, ἐμπίπλησι τοὺς χειμάῤῥους ὑδά των. Οὕτω τοιγαροῦν, φησὶ, καὶ τοὺς ἡμετέρους ὁμο φύλους πανταχοῦ διεσπαρμένους κέλευσον ἀθροι σθῆναι, καὶ χειμάῤῥου δίκην τὴν πορείαν ποιή σασθαι.

εʹ. "Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι." Οὐ μάτην δὲ τὰς ἱκετείας ποιούμεθα, ἀλλὰ τοὺς τῶν δακρύων εἰδότες καρπούς. Οἱ γὰρ μετὰ τούτων τὰ σπέρματα καταβάλλοντες, δαψιλῆ τὸν ἀμητὸν ὁρῶντες εὐφραίνονται. ʹ. "Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλ λοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν." ∆ια φόρως τὴν αὐτὴν διάνοιαν εἴρηκε, τῇ ποικιλίᾳ τῆς διδασκαλίας πλείονα τὴν ὠφέλειαν πραγματευό μενος.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚ ʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν τοῦ Σολομών." Πά λαι μὲν τὸν θεῖον νεὼν Σολομὼν ᾠκοδόμησε, κα ταλυθέντα δὲ ὑπὸ Βαβυλωνίων Ζοροβάβελ ἀν έστησε. Τοῦτον οἶμαι Σολομῶντα ὀνομάζεσθαι, καὶ ὡς ἐκ Σολομῶντος τὸ γένος κατάγοντα, καὶ ὡς Σο λομῶντος ἀνανεούμενον ἔργον. Οὐδὲ γὰρ τῇ Σολο μῶντος οἰκοδομίᾳ ὁ προφητικὸς ἁρμόττει λόγος, ἀλλὰ τῇ μετὰ τὴν ἐπάνοδον ὑπὸ τοῦ Ζοροβάβελ γε γενημένῃ. Τηνικαῦτα μὲν αὐτοὶ οἰκοδομεῖν ἐπει ρῶντο, διεκώλυον δὲ οἱ γειτονεύοντες, καὶ αὐτοὶ συνεχῶς πολεμοῦντες, καὶ τὴν Περσῶν κατ' αὐ τῶν ἐρεθίζοντες βασιλείαν. Καὶ ταῦτα ἡ τοῦ Ἔσδρα σαφέστερον διδάσκει γραφή· οἱ περὶ τὸν Ζο ροβάβελ τοίνυν, καὶ Ἰησοῦν τὸν τοῦ Σαλαθιὴλ, καὶ οἱ μετ' αὐτῶν εὐσεβείᾳ κοσμούμενοι, τήνδε τὴν εἰσ ήγησιν προσφέρουσι τοῦ ψαλμοῦ· "Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο μοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων." Μηδεὶς μήτε τῶν οἰκο δομούντων, μήτε τῶν φυλαττόντων, τῇ οἰκεία δυνά μει θαῤῥείτω, ἀλλὰ τὴν θείαν ἐπικαλείσθω ῥοπήν. Ταύτης γὰρ συνεργούσης ἑκάτερον ῥᾴδιον· ἀναβαλ λομένου δὲ τοῦ Θεοῦ τὴν βοήθειαν, μάταιος ἡ τῶν ἀνθρώπων σπουδή.

βʹ. "Εἰς μάτην ὑμῖν ἐστι τοῦ ὀρθρίζειν, ἐγεί ρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύ νης." Τὸ ἐγείρεσθε οὐκ ἔστι προστακτικὸν, ἀλλὰ ἀπαρέμφατον. Λέγει δὲ ὅτι πάντα μάταια, τοῦ Θεοῦ τῶν ὅλων μὴ συνεργοῦντος, καὶ τὸ ὀρθρίζειν, καὶ τὸ ἀνίστασθαι, εἴς τε φυλακὴν τῆς πόλεως, καὶ εἰς τὴν προκειμένην οἰκοδομίαν. ∆ιὸ παραινεῖ τοῖς μετ' ὀδύνης τὸν ἄρτον ἐσθίουσι διὰ τὰς τῶν πολεμίων ἐπαναστάσεις, εἰς τὸν Θεὸν τὰς ἐλπίδας ἔχειν. "Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὑτοῦ ὕπνον. [γʹ.] Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, μισθὸς τοῦ καρποῦ τῆς γαστρός." Ὕπνον ἐνταῦθα τροπικῶς τὴν ἀνάπαυσιν προσηγόρευσεν· ἀνάπαυλαν δὲ καὶ ὁ ὕπνος τοῖς ἀνθρώποις παρέχει. Τοῦ Θεοῦ τοίνυν, φησὶ, τῆς οἰκείας ἀξιοῦντος κηδεμονίας, δυνησόμεθα τῶν πολεμούντων περιγενέσθαι, καὶ ἀπόνως οἰκοδο μῆσαι, καὶ διάγειν ἀσφαλῶς, καὶ δίχα φροντίδος καθεύδειν, καὶ πλειόνων παίδων γενέσθαι πατέρες κατὰ τὴν θείαν ὑπόσχεσιν. Ὑπέσχετο γὰρ ποιήσειν ἡμῶν τὸ γένος, ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Τοῦτο καὶ ἐνταῦθα ἔφη· "Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός·" τουτέστιν, ἡ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις ἡμῖν μισθὸς τοῖς εἰς αὐτὸν ἠλπικόσι δεδώρηται.

δʹ. "Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν τετιναγμένων." Ὁ δὲ Θεοδοτίων, Ὡς βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ νεότητος· κατὰ ταύτην δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν. Λέγει δὲ, ὅτι Ἐσόμεθα τῷ Θεῷ πε ποιθότες οὐ μόνον πολλοὶ, ἀλλὰ καὶ δυνατοὶ, οἷόν τινα βέλη παρὰ δυνατοῦ τινος ἐφιέμενα· καὶ οἱ νῦν ἀσθενεῖς, καὶ σφόδρα ταλαιπωρούμενοι (τοῦτο γὰρ δηλοῖ τὸ ἐκτετιναγμένων), ἰσχυροὶ λίαν ἐσόμεθα, τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντες.

εʹ. "Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὑ τοῦ ἐξ αὐτῶν." Τουτέστι τῶν πολεμίων. Οὐ μόνον γὰρ οὐχ ἡττησόμεθα, ἀλλὰ καὶ περιγενησόμεθα τού των, καὶ ζηλωτοὶ παρὰ πᾶσιν ἐσόμεθα. "Οὐ καται σχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτοῦ ἐν πύλαις." Τουτέστιν, ἡνίκα ἂν πρὸ τῶν πυλῶν τοῖς παρὰ τῶν πολεμίων πεμπομένοις πρέσβεσι διαλεξό μεθα. Τοῦτο δὲ εἶπε κατὰ τὸ παλαιὸν ἔθος· οὐδὲ γὰρ ἐδέχοντο εἴσω τῶν πυλῶν τοὺς πεμπομένους πρέσβεις, ἀλλ' ἔξω τὰς ὑποκρίσεις ἐποιοῦντο. ∆ιὰ πάντων δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον ἔδειξεν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚΖʹ ΨΑΛΜΟΥ.

"Ὠδὴ τῶν ἀναβαθμῶν." Ὅσων πρόξενον ἀγαθῶν τὸ πεποιθέναι Θεῷ δείξας ἐν τῷ προτεταγμένῳ ψαλμῷ, ἐνταῦθα μακαρίζει τοὺς μετὰ τῆς ἐλπίδος τὸν θεῖον ἔχοντας φόβον, δι' ὃν καὶ τῆς ἀρετῆς ἡ κτῆσις προσγίνεται. Ἀναγκαῖον δὲ τοῖς τῷ Θεῷ πεπι στευκόσιν ἡ κατὰ Θεὸν πολιτεία· οὗτος γὰρ εὐσε βείας τέλειος ὅρος.

αʹ. "Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον." Οὐ τὸν ἐκ γένους Ἀβραὰμ, οὐδὲ τὸν ἐκ σπέρματος Ἰσραὴλ, ὁ προφητικὸς ἐμακάρισε λόγος, ἀλλὰ τὸν τῷ θείῳ φόβῳ κοσμούμενον. Τοῦτο καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι λέγει· "Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργα ζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν." Ὑπέ δειξε δὲ ὁ προφητικὸς λόγος καὶ τοῦ θείου φόβου τὸν χαρακτῆρα. Ἐπήγαγε γάρ· "Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ." Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα νοῖς." Ἴδιον τοίνυν τῶν φοβουμένων τὸν Κύριον, τὸ μὴ βαίνειν ἔξω τῶν θείων ὁδῶν, ἀλλ' ἐν αὐταῖς ποιεῖσθαι τὴν πορείαν διηνεκῶς.

βʹ. "Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι." Ὁ δὲ Σύμμαχος, Κόπον χειρῶν σου ἐσθίων· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ Ἑβδομήκοντα καρποὺς οὐ τὴν ἐπικαρπίαν ἐκάλεσαν, ἀλλὰ τὸ μόριον τῶν χειρῶν. Λέγει δὲ, ὅτι Τῶν ὑπὸ σοῦ σπειρομένων ἀγαθῶν τοὺς καρποὺς τρυγήσεις. Τοῦτο δὲ καὶ ὁ θεῖος Ἀπό στολος ἔφη, "Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει." – "Μακάριος εἶ σὺ, καὶ καλῶς σοι ἔσται." Οὐ γὰρ λόγῳ μόνῳ ἔσῃ ζηλωτὸς καὶ περί βλεπτος· ἀλλὰ καὶ ἔργῳ ἕξεις τὴν εὐκληρίαν.

γʹ. "Ἡ γυνή σου, ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου." Ἐπειδὴ κατ' ἐκεῖνον τὸν καιρὸν ταύτην εὐπραξίαν ἐνόμιζον, ὑπισχνεῖται αὐ τοῖς ὁ λόγος καὶ γυναικῶν εὐκαρπίαν, ὥστε ἀμπέ λοις παραβάλλεσθαι τεθηλυίαις, καὶ βριθούσαις τοῖς βότρυσιν. "Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου." Καὶ ἐν τῷ πεντηκοστῷ καὶ πρώτῳ ψαλμῷ τὸν δίκαιον ἐλαίᾳ παρέβαλεν· "Ἐγὼ γὰρ, ἔφη, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ." Καὶ ἐνταῦθα τοῦ φοβουμένου τὸν Κύριον τοὺς παῖ δας νεοφύτοις ἐλαιῶν ἀπείκασεν, ὡς τῆς εὐσεβείας τὴν ἀρδείαν, καὶ τὸν καρπὸν τὸν ὥριμον φέροντας, καὶ τὸ φύλλον οὐκ ἀποβάλλοντας, κατὰ τὸν ἐν τῷ πρώτῳ ψαλμῷ μακαριζόμενον ἄνδρα.

δʹ. "Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος, ὁ φο βούμενος τὸν Κύριον." Τρόπου γὰρ ὁ Θεὸς, οὐ γέ νους κριτής. Οὕτω τὸν Ἰὼβ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντα στεφάνων ἠξίωσεν· οὕτω τὸν Ἀβιμέλεχ πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν· οὕτω τὸν εὐνοῦ χον, οὕτω τὸν Κορνήλιον, οὕτω πάντα τὰ ἔθνη.

εʹ. "Εὐλογήσαι σε Κύριος ἐκ Σιών." Κατὰ τὴν τότε κατέχουσαν δόξαν. Ἐκεῖ γὰρ οἰκεῖν ὁ Θεὸς νενόμιστο. "Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πά σας τὰς ἡμέρας τῆς ζωῆς σου." Τοῦτο γὰρ ἰδεῖν ἐπόθουν οἱ ἐκ Βαβυλῶνος ἐπανελθόντες, καὶ τῆς πόλεως τὴν ἐρημίαν ὁρῶντες. ʹ. "Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου." Εὐλογία μεγάλη νενόμιστο εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ παῖδας ἰδεῖν. Συμβαινούσας τοίνυν ταῖς γνώμαις ὁρίζει τὰς εὐλογίας· ὅτι δὲ οὐκ ἐν τούτοις εἶδε τῶν ἀγαθῶν τὴν κτῆσιν, ὁ μακάριος Ἡσαΐας ἐδίδαξε· "Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, ὅτι τάδε λέ γει Κύριος· Τοῖς εὐνούχοις τοῖς φυλαττομένοις τὰ Σάββατά μου, καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου, τόπον ὀνομαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυ γατέρων." –"Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ." Πάλιν ἐπεύ χεται τῷ Ἰσραὴλ εἰρήνην. Ἀληθὴς δὲ εἰρήνη ἡ πρὸς Θεὸν εἰρήνη. ὁ δὲ σαρκικὸς Ἰσραὴλ ἐκείνης ἐκπεσὼν, καὶ τῆς ἄλλης ἐστέρηται.

ΕΡΜΗΝ. ΤΟΥ ΡΚΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Καὶ οὗτος ὁ ψαλμὸς πρόῤῥησιν ἔχει τῶν μετὰ τὴν ἐπάνοδον ἐπαναστάν των Ἰουδαίοις ἐθνῶν· καὶ διδάσκονται λέγειν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· εἰπάτω δὴ Ἰσραήλ. [βʹ.] Πλεονάκις ἐπολέμησάν με ἐκ νεότη τός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι." Νεότητα καλεῖ τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, καὶ τὴν ἐκεῖθεν ἀπαλλαγήν. Καὶ τὸν εὐεργέτην ὑμνῶν, τὰς θείας ἀπαριθμεῖται χάριτας, ὅτι Ἄνωθεν καὶ ἐξ ἀρχῆς πολλοί μοι δυσμενεῖς ἐπανέστησαν, καὶ παντοδαποῖς με περιβαλεῖν κακοῖς ἐπειράθησαν· διὰ δὲ τῆς θείας ἐπικουρίας διέφυγον τὰς ἐκείνων ἐπιβουλάς. Ἀλη θέστερον μέντοι ταῦτα τῷ νέῳ ἁρμόττει λαῷ, πολλὰς μὲν δεξαμένῳ προσβολὰς πολεμίων, πάντων δὲ περι γενομένῳ, καὶ τοὺς πολεμίους προσκυνητὰς ἀποφή ναντι.

γʹ. "Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρ τωλοί." Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἠροτρίασαν ἡρμήνευσαν. ∆ηλοῖ δὲ ὁ λόγος τὰς μάστιγας, καὶ τὰς αἰκίας, τὰς τοῖς νικηφόροις μάρτυσιν ἐπενεχθεί σας ὑπὸ τῶν δυσσεβῶν. Ταῦτα δὲ καὶ οἱ περὶ τὸν μακάριον ὑπέμειναν ∆ανιὴλ, καὶ οἱ θαυμάσιοι Ἀνα νίας, Ἀζαρίας καὶ Μισαὴλ, καὶ ἐπὶ Ἀντιόχου οἱ Μακκαβαῖοι. "Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν." Ὁ δὲ Ἀκύλας ἐμήκυναν, ὁ δὲ Σύμμαχος παρέτεινον κακοῦντες· ἀντὶ τοῦ, Ἐπέμειναν μέχρι πολλοῦ μοι πολεμοῦντες, καὶ τὴν οἰκείαν αὔξοντες ἀνο μίαν.

δʹ. "Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρ τωλῶν." Τοὺς αὐχένας, βρόχους ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν· ὁ δὲ Θεοδοτίων κλοιούς· πάντα δὲ ἀληθῆ. Καὶ γὰρ οὓς κατεσκεύασαν τοῖς ἁγίοις βρόχους, κατέκοψεν ὁ τούτων Θεὸς, καὶ τοὺς περιταθέντας αὐτοῖς κλοιοὺς συνέτριψε, καὶ αὐ τοὺς τῶν ἁμαρτωλῶν τοὺς αὐχένας συνέκοψεν.

εʹ. "Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών." ∆ιαμάρτοιεν, φησὶ, τῶν πονηρῶν ἐγχειρημάτων, καὶ τράποιντο εἰς φυγὴν οἱ τὴν Σιὼν πολεμοῦντες. ʹ, ζʹ. "Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὑτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὑτοῦ ὁ τὰ δράγματα συλλέγων." Ἔνια τῶν ἀντιγράφων οὐκ, ἐξηρανθῆναι, ἔχει, ἀλλὰ, ἐκσπασθῆναι· ὃ καὶ ἐπὶ τῶν ληΐων γινόμενον ὁρῶμεν ἀεί. Οὐδεὶς γὰρ ὑγρὸν ὄντα τὸν ἄσταχυν θερίζειν ἀνέχεται, ἀλλὰ μένει πεπανθῆναι, καὶ διαυανθῆναι, καὶ τότε τὴν δρεπάνην ἐπάγει. Ἡ δὲ ἐπὶ τῶν δωμάτων φυομένη πόα, πρὶν βλαστῆσαι καρπὸν, τῇ τοῦ ἡλίου ξηραί νεται προσβολῇ· τούτοις τῶν πολεμίων τὰς ἐγχει ρήσεις ἀπεικασθῆναι παρακαλεῖ, καὶ ταύταις παρα πλησίως ἄωρον δέξασθαι τέλος.

ηʹ. "Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ἐν ὀνόματι Κυρίου." Οἱ τὰ κομῶντα θεώμενοι λήϊα, θαυμάζειν εἰώθασι τὴν γεωργῶν ἐπιμέλειαν, καὶ εὐλογοῦσι παριόντες τοὺς τὰ τοιαῦτα θερίζοντας· τοῖς δὲ τῶν δωμάτων τὸν χόρτον συλλέγουσιν, οὐδεὶς τοιοῦτο οὐδὲν ἐπ εφθέγξατο πώποτε. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Τῶν δικαίων χορὸς ταύτην τῷ Θεῷ τὴν ἱκετείαν προσφέρει· μαρτυρεῖ δὲ καὶ αὐτὸ τοῦ ψαλμοῦ τὸ προοίμιον. "Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε." Ἀντὶ τοῦ, Κάτωθεν καὶ ἐξ αὐτῆς τῆς καρδίας ἀναπέμπω τὴν ἱκετείαν. Τῶν γὰρ μόνοις κεχρημένων τοῖς χείλεσιν ἡ θεία κατηγο ρεῖ Γραφή. Καὶ νῦν μέν φησιν ὁ προφήτης Ἱερε μίας πρὸς τὸν τῶν ὅλων Θεόν· "Ἐγγὺς εἶ στόμα τος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν·" νῦν δὲ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου Ἰουδαίων κατηγορεῖ λέγων· "Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ." Οἱ δὲ νῦν ἱκε τεύοντες ἀπὸ τοῦ βάθους τῆς καρδίας τὴν εὐχὴν ἀνα πέμπουσι.

βʹ. "Κύριε, εἰσάκουσον τῆς φωνῆς μου, γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου." Καὶ ἀνθρωπίνως τοῖς λόγοις χρησάμενος, οἶδε τὸ θεῖον ἀσώματον· τὴν γὰρ ἀκουστικὴν ἐνέρ γειαν καὶ ὀπτικὴν προσηγόρευσεν. Ἡμῶν γὰρ οἱ ὀφθαλμοὶ τὴν ὀπτικὴν ἔχουσι δύναμιν, τὰ δὲ ὦτα τὴν ἀκουστικὴν ἐνέργειαν ἐπιστεύθη. Ὁ δὲ Θεὸς ἧ ἀκούει, ταύτῃ καὶ βλέπει, καὶ ᾗ βλέπει, ταύτῃ καὶ ἀκούει.

γʹ. "Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε." Ὁ τῶν δικαίων χορὸς ἱκετεύει τὸν Κύριον μὴ ταῖς ἁμαρτίαις μετρῆσαι τὰς τιμωρίας. Οὕτω καὶ οἱ περὶ τὸν μακάριον Ἀνανίαν τοῦ λαοῦ τὰς παρανομίας τῷ προσώπῳ ἑαυτῶν περιέθεσαν. "Κύριε, τίς ὑποστή σεται;" Ἐὰν γὰρ δικαίως τὰ τῆς δίκης κατάσχῃς ζυγὰ, τίς ἱκανὸς τὴν ὑπὸ ταύτης ἐκφερομένην ψῆ φον ὑπενεγκεῖν; ἀνάγκη γὰρ πάντας ὑπομεῖναι τὸν ὄλεθρον.

δʹ. "Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν." Ἔχεις φιλ ανθρωπίαν τῇ δικαιοσύνῃ συνεζευγμένην, καὶ ταύτῃ μᾶλλον πέφυκας, ἢ ἐκείνῃ κεχρῆσθαι. "Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου." Ἀντὶ τοῦ ὀνόματος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φόβον ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος νόμον. ∆ήλη δὲ ὅμως τοῦ ῥητοῦ ἡ διάνοια. Λέγει γὰρ, ὅτι Ταύτην εἰδώς σου τὴν ἀγα θότητα (οἷον γάρ τινι νόμῳ κέχρησαι τῷ ἐλέῳ), τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀπαγορεύω, ἀναμένων τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Λόγον γὰρ ἐνταῦθα τὴν ἀγαθὴν ὑπόσχεσιν κέκληκε· φιλανθρωπίαν δὲ τοῖς μετανοοῦσιν ὑπέσχετο.

εʹ. "Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός." Ἀντὶ τοῦ, διὰ πά σης ἡμέρας· φυλακὴ γὰρ πρωΐα ἡ τελευταία ὥρα τῆς νυκτός· οἱ γὰρ τελευταῖοι φύλακες μέχρι ἐκεί νου φυλάττουσι τοῦ καιροῦ. ʹ. "Ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον." Οὐκ ἀρκοῦνται οἱ δίκαιοι μό νον τῆς εἰς Θεὸν ἐλπίδος ἔχειν τὸν πλοῦτον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὴν ὁμοίαν κτῆσιν προτρέπουσι, καὶ τὸ ἐντεῦθεν φυόμενον δηλοῦσι κέρδος.

ζʹ. "Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις." [Φιλοικτίρμων γὰρ καὶ φιλ άνθρωπος ὁ ∆εσπότης, καὶ τοῖς μεταμελομένοις παρέχει τὴν σωτηρίαν.] ηʹ. "Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ." Πρόῤῥησιν ὁ λόγος ἔχει τὴν κατὰ τὸν ∆εσπότην. Αὐτὸς γάρ ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὕτω καὶ ὁ θεῖος ἔφη Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· "Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν."

ΕΡΜΗΝ. ΤΟΥ ΡΛʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ταπεινοφροσύνην ὁ προφητικὸς ἐκπαιδεύει λόγος, καὶ τῶν ταύτης ἐρα στῶν εἰσάγει τὸ πρόσωπον προσευχομένων, καὶ τὸν Θεὸν λιπαρούντων. "Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου." Τῆς καρδίας τὸ ὕψος οὐ μόνοις τοῖς δυσσε βέσιν, ἀλλὰ καὶ τοῖς ἁγίοις λυμαίνεται. Καὶ διδάσκει τῶν Παραλειπομένων ἡ ἱστορία περὶ τοῦ Ἐζεκίου τοῦ εὐσεβοῦς λέγουσα βασιλέως, "Ὅτι ἐταπεινώθη ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ." ∆ιὰ τοῦτο καὶ ὁ Κύριος τοῖς ἱεροῖς αὑτοῦ παραινεῖ μαθηταῖς λέγων· "Πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυ τὸν ταπεινωθήσεται." –"Οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου." Ἴδιον τῶν ὑπερηφάνων τὰς ὀφρῦς ἐπαίρειν, καὶ τὴν γνάθον φυσᾷν, καὶ πάντων ὑπερ φρονεῖν. Οἱ δὲ τοῦ πάθους ἀπηλλαγμένοι, οὐχ ὡς ἀγνοοῦντα διδάσκουσι τοῦτο τὸν κριτὴν, ἀλλ' ὡς εἰδότα καλοῦσιν εἰς μαρτυρίαν. "Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις." Ὁ δὲ Σύμμαχος, ἐν μεγαλειότησιν· ὁ δὲ Ἀκύλας, ἐν μεγαλωσύναις. "Οὐδὲ ἐν θαυ μασίοις ὑπὲρ ἐμέ." Ὁ δὲ Σύμμαχος, Οὐδὲ ἐν ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Ἀντὶ τοῦ, Ἐμαυτὸν ἐμέτρουν, καὶ τοῖς ὑπερβάλλουσί μου τὴν ἀξίαν οὐκ ἐπεχείρησα.

βʹ. "Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὑτοῦ, ὣς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου." Ὁ δὲ Σύμμαχος, Εἰ μὴ ἐξίσωσα, καὶ ὡμοίω σα τὴν ψυχήν μου ἀπογαλακτισθέντι πρὸς μητέρα αὑτοῦ, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Εἰ μὴ παραπλησίως, φησὶ, βρέφει νῦν ἀπαλ λαγέντι θηλῆς, καὶ τὴν μητέρα δειμαίνοντι, ἔδεισά σε, καὶ ἐμαυτόν σοι ὑπέταξα, ἀλλὰ ὑψηλὴν ἔσχον διάνοιαν, τῆς αὐτῆς ἀντιδόσεως τυχεῖν ἀξιῶ.

γʹ. "Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Ἔδειξεν ὁ προφητικὸς λόγος, τίνος χάριν ἐποιήσατο τὴν τῶν κατορθωμάτων διήγησιν. Οὐ γὰρ ἑαυτοὺς σεμνύνοντες τὴν οἰκείαν διεξίασιν ἀρετὴν, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν ἴσον δι εγείραντες ζῆλον. ∆ιὸ πάντα τὸν Ἰσραὴλ τῆς αὐτῆς ἐλπίδος ἔχεσθαι παρεκάλεσαν, καὶ διηνεκῶς ταύτην ἔχειν, καὶ τοὺς ἐκ ταύτης φυομένους συλλέγειν καρπούς.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΑʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Πολλὴν ὁ ψαλμὸς οὗτος πρὸς τὸν ὀγδοηκοστὸν ὄγδοον ἔχει συγγένειαν. Καὶ γὰρ ἐνταῦθα κἀκεῖ τὸν τῶν ὅλων Θεὸν ἱκετεύου σιν οἱ ἐν Βαβυλῶνι δορυάλωτοι, τὰς πρὸς τὸν μέγαν ∆αβὶδ ὑπ' αὐτοῦ γεγενημένας ὑποσχέσεις ἀνθ' ἱκετη ρίας προσφέροντες, καὶ τυχεῖν ἀξιοῦντες συγγνώμης. Ἔχει δὲ καὶ πρόῤῥησιν τοῦ κατὰ σάρκα βλαστήσαν τος ἐκ γένους ∆αβὶδ τῆς οἰκουμένης Σωτῆρος. "Μνήσθητι, Κύριε, τοῦ ∆αβὶδ, καὶ πάσης τῆς πραό τητος αὐτοῦ." Ἐπειδὴ πολλὰ πεπλημμεληκότες ἡμεῖς πάσης ἐστερήμεθα παῤῥησίας, ἱκετεύομέν σε, ∆έσποτα, τοῦ ∆αβὶδ ἀναμνησθῆναι, καὶ τῆς ἐκείνου πραότητός τε καὶ εὐσεβείας. Ταύτης δὲ καὶ ὁ προτε ταγμένος ψαλμὸς ἐμνημόνευσε, καὶ σαφῶς ἐδίδαξε τὴν τοῦ φρονήματος αὐτοῦ μετριότητα. βʹ–εʹ. "Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν. Καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ." Ταῦτα σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πρῶτον μὲν γὰρ ἱκέτευσεν αὐτὸς τὸν θεῖον οἰκοδομῆσαι νεών. Ἐπειδὴ δὲ διὰ τοῦ προφήτου Νάθαν ἐκώλυσεν ὁ Θεὸς, καὶ τὴν ὑπὸ τοῦ Σολο μῶντος ἐσομένην οἰκοδομίαν προείρηκεν, ἀνεβάλετο μὲν τὴν οἰκοδομίαν, οὐκ ἠσπάσατο δὲ ῥᾳστώνην· ἀλλὰ καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ ξύλα, καὶ λίθους συνήγαγε. Καὶ ταῦτα, ὡς ἔφην, ἅπαντα ἡ βίβλος ἐκείνη διδάσκει τοὺς ἐντυχεῖν βουλομένους. ʹ. "Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις. τοῦ δρυμοῦ." Ἱκέτευεν οἰκοδομῆσαι ναὸν τῷ Θεῷ· ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ νεὼν ἑαυτῷ ἔμψυχόν τε καὶ λογικὸν οἰκοδομήσειν ὑπέσχετο. ∆ιό φησιν ἡ προφητεία· "Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ." Ἐφραθὰ δὲ ἡ νῦν καλουμένη Βηθλεὲμ ὠνομάζετο. Ἐκεῖ γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, ὃς τοῖς Ἰουδαίοις τὸ οἰκεῖον σῶμα ὑποδείξας ἔφησε· "Λύσατε τὸν ναὸν τοῦτον." ∆ρυμοῦ δὲ πεδία καλεῖ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τὸν τόπον, ἔρημον ὄντα, καὶ οἰκοδομίαν οὐκ ἔχοντα. Ἐκεῖ γὰρ τὸν ὀλοθρευτὴν ἄγγελον διὰ τῆς πρὸς Θεὸν ἱκετείας ἐπισχὼν ὁ μέγας ∆αβὶδ, καὶ βωμὸν ἔστησε, καὶ θυσίαν προσήνεγκε, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ νεὼ ἀφιέρωσεν. Ἐπειδὴ δὲ δύο σκηναὶ, ἡ μὲν ἐκ λίθων καὶ ξύλων, ἡ δὲ ἐκ σώματος καὶ ψυχῆς, καὶ ἡ μὲν ἐν Ἱεροσολύμοις ὑπὸ Σολομῶντος ἐγένετο, τὴν δὲ ἐν τῇ Βηθλεὲμ τοῦ παναγίου Πνεύματος ἡ χάρις ἐξύφηνεν· οἱ τηνικαῦτα δὲ εὐσεβεῖς τὴν μὲν ἑώρων, τὴν δὲ προσεδόκων· εἰκότως ὁ προφητικὸς λόγος ἔφη· "Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ," τουτέστιν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου γενησομένην. "Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ," τὴν ὑπὸ τοῦ Σολομῶντος κατὰ τὴν τοῦ Πνεύματος οἰκοδομηθεῖσαν ὑπόσχεσιν.

ζʹ. "Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ." Τὸν χρόνον ἐνήλλαξε. Λέγουσι δὲ, ὅτι Ἐκεῖ εἰσιόντες προσκυνοῦμεν, θείας ἐπιφανείας τὸν νεὼν ἠξιῶσθαι πιστεύοντες. Ταύτην γὰρ ἔχει διάνοιαν τὸ, "Οὗ ἔστησαν οἱ πόδες αὐτοῦ." Οὐκ ἀσώματον γὰρ μόνον, ἀλλὰ καὶ ἀπερίγραφον τὸ Θεῖον εἶναι πιστεύο μεν. Σωματικώτερον δὲ ἡ θεία περὶ αὐτοῦ Γραφὴ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀκοαῖς μετροῦσα τοὺς λόγους.

ηʹ. "Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου." Ἀνάστασιν τοῦ Θεοῦ καλοῦσι τὴν κατὰ νόμον λα τρείαν, οὐ ταύτης δεομένου, [οὐδὲ ταύτῃ ἐπιτερ πομένου,] ἀλλὰ τῶν προσφερόντων τὴν εὐσέβειαν ἀσπαζομένου· καὶ παρακαλοῦσι δὲ αὖθις αὐτοῦ τὴν χάριν ἐπιφανῆναι, καὶ τὴν προτέραν δοῦναι τῷ ναῷ περιφάνειαν. "Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. "Ἐπειδὴ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἡ κιβωτὸς ἔκειτο τὰς πλάκας ἔχουσα τοῦ νόμου, ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, δι' ἐκείνου δὲ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο, εἰκό τως ἐμνημόνευσε τῆς κιβωτοῦ. Ὁ Θεὸς γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Οὕτω δὲ καὶ ὁ σοφὸς προσηύξατο Σολομών· "Εἰ ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι." Τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός· "Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν;" θʹ. "Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται." Τούτου, φησὶ, γινομέ νου, καὶ ᾠκοδομημένου τοῦ οἴκου, καὶ τῆς κιβωτοῦ πάλιν τιθεμένης ἐν τοῖς ἀδύτοις, οἱ μὲν ἱερεῖς τὴν κατὰ νόμον ἐπιτελοῦντες λατρείαν δικαιωθήσονται, οἱ δὲ τῆς μὲν ἱερατικῆς οὐ μετειληφότες ἀξίας, εὐσεβείας δὲ ὅμως πεφροντικότες, πάσης εὐφροσύνης πλησθήσονται.

ιʹ. "Ἕνεκεν ∆αβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου." Χριστὸν ἐνταῦθα τὴν βασιλείαν καλεῖ. Καὶ ἐπειδὴ δυσσεβεῖς οἱ τηνι καῦτα αὐτῶν ἦσαν βασιλεῖς, διὰ τὸν ∆αβὶδ ἀξιοῦσι μὴ ἀποσβῆναι τῆς βασιλείας τὸ γένος. Εἶτα τῶν γεγενημένων ἀναμιμνήσκουσι ὑποσχέσεων.

ιαʹ. "Ὤμοσε Κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν." Ἀψευδὴς, φησὶν, ὁ ὑποσχό μενος, καὶ ἀληθείας ὑπάρχει πηγὴ, καὶ τῶν ἀδυ νάτων μὴ πέρας λαβεῖν τὴν ὑπόσχεσιν. "Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου." Μία μὲν ὑπόσχεσις αὕτη, καὶ τὸ πέρας ἐδέξατο. Οὐ γὰρ μόνος Σολομὼν, ἀλλὰ καὶ οἱ ἐκ Σολομῶντος, τῶν βα σιλικῶν ἠξιώθησαν θρόνων. Τὸ δὲ τέλος τῆς ὑπο σχέσεως ὁ ∆εσπότης Χριστὸς ἐβεβαίωσε, τοῦ ∆αβὶδ κρατύνας τὴν βασιλείαν. Τοῦτο γὰρ καὶ ὁ μακάριος προεθέσπισεν Ἡσαΐας· "Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγε λος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος, ἀμήν." Καὶ μετ' ὀλίγα· "Ἐπὶ τὸν θρόνον ∆αβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον." Ταύτην μὲν, ὡς ἔφην, τὴν ὑπόσχεσιν ὁ ∆εσπότης Χριστὸς ἐβεβαίω σε· τὴν μέντοι ἑτέραν οὐκ ἀόριστον δέδωκεν ὁ Θεός. ἔφη δὲ οὕτως· ιβʹ. "Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου." Ἡ μὲν οὖν τοῦ ∆εσπότου ἐπαγγελία τοιαύτη, ἡ δὲ ἐκείνων παρανομία τῆς βασιλείας τὸν δρόμον διέκοψεν." Εὐθὺς γὰρ ὁ Σολομὼν ἐκπεσὼν εἰς ἀσέβειαν τὴν θείαν ὀργὴν ἐπεσπάσατο. Οὗ δὴ χάριν ὁ θρόνος ἐτυραννήθη, καὶ ἑτέρου αἱ δέκα φυ λαὶ βασιλείαν ἐδέξαντο· χρόνῳ δὲ ὕστερον καὶ αἱ δύο φυλαὶ τῆς ∆αβιτικῆς ἐγυμνώθησαν βασιλείας.

ιγʹ. "Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ." Ἄνωθεν, φησὶν, ὦ ∆έσποτα, ταύτην τῶν ἄλλων προετίμησας πόλεων, καὶ οἰκεῖον ἀπέφηνας οἰκητήριον.

ιδʹ. "Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος." Ταῦτα, φησὶ, σὺ εἶπας, ὦ ∆έσποτα, καὶ ὑπέσχου ἐπ αναπαύεσθαι τῇ Σιὼν ἀεί. Καὶ τοῦτο δὲ τετύχηκε πέρατος. Εἰ γὰρ καὶ ὁ παλαιὸς νεὼς ἔρημος διὰ τὴν Ἰουδαίων μανίαν ἐγένετο, ἀλλ' οὖν ἐκεῖ πάλιν, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία διὰ τῆς θείας ἠξίωτο χάριτος· καὶ ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχουσιν ἅπαντες τὴν ἐν ἐκείνοις ἀναβλύζουσαν εὐλογίαν ἀρύσασθαι. "Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." Καὶ τοῦτο τέλους τετύχηκε, καὶ ἐναλλαγή τις τῶν οἴκων ἐγένετο. Καὶ ὁ προφητικὸς δὲ λόγος τῆς Σιὼν ἐμνη μόνευσεν. Ἐν ἐκείνῃ δὲ καὶ ὁ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως τόπος.

ιεʹ. "Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω." Ὁ δὲ Σύμμαχος, Τὴν σίτησιν αὐτῆς εὐλογῶν εὐλο γήσω. Τουτέστι, τῶν ἀγαθῶν αὐτοῖς ἁπάντων παρ έξω τὴν ἀφθονίαν. "Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων." Παρέξω δὲ καὶ τοῖς δεομένοις τῶν ἀναγ καίων τὴν χρείαν. ι ʹ. "Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν." Ἣν ἄνω δικαιοσύνην ἐκάλεσεν, ἐνταῦθα σωτηρίαν ὠνό μασε. ∆ικαιοσύνης γὰρ σωτηρία καρπός. "Καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται." Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ πάσης γενήσονται θυμηδίας ἀνά πλεοι.

ιζʹ. "Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ." Τὸ μὲν οὖν πρόχειρον νόημα τὸν Ζοροβάβελ δηλοῖ. Ἐπειδὴ δὲ οὔτε εἰς ἐκγόνους, οὔτε μὴν εἰς παῖδας, τὴν ἡγε μονίαν παρέπεμψεν, οὐκ ἄν τις αὐτὸν εἰκότως ὀνο μάσει κέρας, ὀλίγον ἡγεμονεύσαντα χρόνον. Τὸ γὰρ κέρας ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Ἐπειδὴ δὲ τῷ Ζοροβάβελ οὐχ ἁρμόττει ἡ προφητεία, ὁ λόγος τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν προθεσπίζει. Οὕτω δὲ καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· "Προφήτης ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστῆσαι τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθ ίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησεν περὶ τῆς ἀναστάσεως αὐτοῦ." "Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου." Λύχνον πάλιν ὁ προφητικὸς λόγος τὸν ἐκ ∆αβὶδ ὀνομάζει ναὸν, τὸ τῆς θεότητος ὑποδε ξάμενον φῶς.

ιηʹ. "Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου." Τῆς μὲν οὖν αἰσχύνης μάρτυρες Ἰουδαῖοι, τὴν ἔχθραν ἀσπα σάμενοι, καὶ τὴν αἰσχύνην δρεψάμενοι. Τὸ δὲ ἁγία σμα, αἱ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, σῶμα μὲν τοῦ ∆εσπότου Χριστοῦ χρηματίζουσαι, τῆς ἁγιωσύνης τὰς πηγὰς παρ' αὐτοῦ κομιζόμεναι.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΒʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα τῷ Ἱεροβοὰμ ἠκολούθησαν, αἱ δὲ δύο τὴν ∆αβιτικὴν ἠσπάσαντο βασιλείαν. Μετὰ μέντοι τὴν ἀπὸ Βαβυλῶνος ἐπάν οδον, καὶ πάλιν συνῆλθον, καὶ τὴν συμφωνίαν ἠγά πησαν, καὶ μίαν ἔσχον ἡγεμονίαν, καὶ κοινὴν τὴν κατὰ νόμον ἐπετέλουν λατρείαν. Ταῦτα τοίνυν οὗτος ὁ ψαλμὸς προθεσπίζει. "Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;" ∆ι' αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐδὲν τῆς ἀδελφικῆς θυμηρέστερον συμφωνίας. Ἀδελφοὺς δὲ καλεῖ τὰς φυλὰς, ἐπειδὴ καὶ οἱ τού των ἐπώνυμοι φύλαρχοι ἑνὸς ὑπῆρχον παῖδες πα τρός.

βʹ. "Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών." Τὸ ἀρχιερα τικὸν ἔλαιον ἐκ διαφόρων ἡδυσμάτων συνέκειτο· ἀλλ' οὐδὲν ἐκείνων αὐτὸ καθ' ἑαυτὸ τοσαύτην εὐοσ μίαν ἠφίει, ἡ δὲ πάντων μίξις καὶ κρᾶσις πλεί στην ὅσην τὴν εὐωδίαν εἰργάζετο. Τούτῳ τὴν ἀδελ φικὴν εἰκότως συμφωνίαν ἀπείκασεν. Ἡ γὰρ τῶν πλειόνων κατορθωμάτων συνεισφορὰ τῆς τελείας ἀρετῆς τὴν εὐοσμίαν ἐργάζεται. "Τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ." Ἐκείνῳ, φη σὶν, ἔοικε τῷ μύρῳ τῆς ἀγάπης τὸ χάρισμα, ὃ κατεχεῖτο μὲν τῆς τοῦ Ἀαρὼν κεφαλῆς, οὐ μέχρι δὲ μόνου τοῦ γενείου κατῄει, ἀλλ' αὐτοῦ τοῦ χι τῶνος τὸ περὶ τὸ στῆθος ἡγίαζε. Ὦαν γὰρ ἐκάλε σεν, ὃ καλοῦμεν περιτραχήλιον. Τοῦτο δὲ καὶ Ἀκύλας στόμα ἐνδυμάτων εἴρηκε. Καθάπερ τοίνυν ἀπὸ τῆς κεφαλῆς διὰ τοῦ γενείου μέχρι τῆς ἐσθῆ τος τὸ ἱερὸν διατρέχον μύρον τῆς εὐοσμίας τὸν ἱερέα ἐπλήρου, οὕτως ἀπὸ τῆς ἀρχῆς μέχρι τῶν ὑπηκόων ἡ ἀπὸ τῆς συμφωνίας ὠφέλεια χωρεῖ.

γʹ. "Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών." Πάλιν εἰς ἑτέραν εἰκόνα μετέβη, τῆς συμφωνίας διδάσκων τὸ χρήσιμον· καὶ ταύτην ἔφη σεν ἐοικέναι τῇ δρόσῳ, τῇ ἀπὸ τοῦ Ἀερμὼν τῇ Σιὼν ἐπιφερομένῃ. Τοσαύτη δὲ αὕτη, ὡς καὶ στα γόνας τοὺς κεράμους ἐκπέμπειν. Τὸ δὲ Ἀερμὼν· ὄρος ἐστὶ, καὶ αὐτὸ τῆς Παλαιστίνης, τῇ γῇ διαφέ ρων τοῦ Ἰσραήλ. "Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος." Οὐκ ἐν Ἀερμὼν, ἀλλ' ἐν τῇ Σιὼν, ἐν ᾗ καὶ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ἡ ζωοποιὸς κατεπέμφθη δρόσος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΓʹ ΨΑΛΜΟΥ.

αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ἁρμόττει δὲ καὶ οὗτος τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι. Προσφέρει δὲ καὶ πᾶσι τοῖς εὐσεβέσι παραίνεσιν, ὥστε μὴ μό νον μεθ' ἡμέραν, ἀλλὰ καὶ νύκτωρ τὸν Θεὸν ἀν υμνεῖν. "Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ λοι Κυρίου." Οὐ πάντων τὸ ὑμνεῖν, ἀλλὰ τῶν τὴν θείαν δεσποτείαν ἀσπαζομένων, καὶ τοῦ ∆εσπότου τὴν θεραπείαν περὶ πολλοῦ ποιουμένων. Τῶν γὰρ τῆς ἁμαρτίας δεξαμένων τὰ τραύματα ἴδιον τὸ δα κρύειν, καὶ ὀλοφύρεσθαι, καὶ τὴν θείαν φιλανθρω πίαν αἰτεῖν. "Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν." Παρεγγυήσας ὑμνεῖν, ἐδίδαξε καὶ τῆς ὑμνῳδίας τὸν τρόπον. Πανταχοῦ μὲν γὰρ αἴρειν ὁσίους χεῖρας ὁ θεῖος ἐνομοθέτησε Παῦ λος· οὐχ ἥκιστα δὲ ἐν τοῖς ἀφιερωμένοις προσήκει χωρίοις τὴν ὀφειλομένην τῷ Θεῷ προσφέρειν προσκύνησιν.

βʹ. "Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον." ∆ιδάξας τὸν τόπον, διδάσκει καὶ τὸν καιρόν. Ἁρμοδία γὰρ εἰς ὑμνῳδίαν ἡ νὺξ, πολλὴν παρέχουσα τὴν ἡσυχίαν, καὶ τῶν πολλῶν θορύβων ἀπηλλαγμένη. Τὸ δὲ τὰς χεῖρας αἴρειν καὶ τὸ κρατῆσαν ἔθος παρακελεύε ται.

γʹ. "Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν." Ἵνα γὰρ μή τις ὑπολάβῃ τῇ Σιὼν περιγεγράφθαι τὸν τῶν ὅλων Θεὸν, εἰκό τως αὐτὸν ἔδειξε τῶν ὅλων δημιουργόν· διὰ γὰρ οὐ ρανοῦ καὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν περιέλαβε· ἐν οὐρανῷ γὰρ ἄγγελοι, ἐπὶ γῆς δὲ ἄνθρωποι, καὶ τὰ διὰ τούτους γενόμενα. ΕΡΜΗΝ. ΤΟΥ ΡΛ∆ʹ ΨΑΛΜΟΥ.

αʹ. "Ἀλληλούϊα. Ὠδὴ τῶν ἀναβαθμῶν." Αἶ-νος οὗτος ἕτερος, καὶ ὁ αὐτὸς ὑπὸ τῶν τῆς ἐλευθε ρίας τετυχηκότων προσενεχθεὶς τῷ Θεῷ. Τοῦ δὲ Ἀλ ληλούϊα καὶ ἤδη τὴν ἑρμηνείαν εἰρήκαμεν. "Αἰνεῖ τε τὸ ὄνομα Κυρίου· αἰνεῖτε, δοῦλοι, Κύριον." Ἐπειδὴ ἀόρατος ἡ θεία φύσις, ὑμνεῖν δὲ ταύτην παρακελεύε ται, εἰκότως εἶπεν, "Αἰνεῖτε τὸ ὄνομα Κυρίου." Ἀρκέσθητε, φησὶ, τῇ τοῦ Θεοῦ προσηγορίᾳ, καὶ μὴ ζητήσητε ἰδεῖν, ἃ μὴ θέμις ἰδεῖν.

βʹ. "Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν." Βαβυλωνίων, φησὶν, ἀπαλλαγέντες δουλείας, καὶ τῆς τῶν θείων αὐλῶν ἀπολαύοντες εὐπρεπείας, τὸν τούτων χορηγὸν τῶν ἀγαθῶν ἀν υμνήσατε.

γʹ. "Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος." Ἀφορμὴν τῆς ὑμνῳδίας ποιήσατε τοῦ ὑμνουμένου τὴν ἀγαθότητα. "Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι κα λόν." Πολὺ δὲ καὶ ἐντεῦθεν προσγινόμενον ὑμῖν κέρδος. Εἶτα τῶν εἰς αὐτοὺς γεγενημένων εὐεργε σιῶν ποιεῖται τὴν μνήμην.

δʹ. "Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὸν Ἰσραὴλ εἰς ἐξαίρετον ἑαυ τῷ. Πλείονος αὐτὸν, φησὶν, ἐπιμελείας ἠξίωσε, καὶ οἰκεῖον λαὸν ἀπεκάλεσε, καὶ πάντων ἀνθρώπων κη δόμενος, τούτου διαφερόντως πεφρόντικε. Ταῦτα δὲ καὶ ὁ μακάριος ἔφη Μωσῆς· "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενή θη μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κλη ρονομίας αὐτοῦ Ἰσραήλ." εʹ. "Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς." ∆ι' αὐ τῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων τοῦ ἡμε τέρου Θεοῦ τὴν ἰσχὺν, καὶ ὅτι οὐδαμῶς αὐτῷ παρα βληθῆναι δυνήσονται οἱ παρὰ τῶν ἄλλων ἐθνῶν προσ κυνούμενοι Θεοί. Οὐδεὶς γὰρ τῷ ὄντι καὶ ἀεὶ ὄντι συγκρίνει τὸ μηδαμῶς ὄν. Εἶτα ἀπὸ τῆς δημιουρ γίας ὑποδείκνυσι τὸ τοῦ Θεοῦ δυνατόν. ʹ. "Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις." Οὐ τῇ δυνάμει σύμμε τρα τὰ γενόμενα, ἀλλὰ τῇ βουλήσει. Ἠδύνατο μὲν γὰρ καὶ πολλαπλάσια τούτων, καὶ πολλῷ μείζονα δημιουργῆσαι· ἀλλὰ τοσαῦτα καὶ τοιαῦτα ἠθέλησε. Αὐτοῦ δὲ ὅμως πάντα ποιήματα, οὐρανὸς καὶ τὰ οὐ ράνια, γῆ καὶ τὰ ἐπίγεια, θάλασσα καὶ τὰ ἐν αὐτῇ. Ἀβύσσους δὲ καλεῖ τὸ ἄπειρον τῶν ὑδάτων πλῆθος. Πληθυντικῶς δὲ θαλάσσας ἐκάλεσεν, ἐπειδὴ εἰς πε λάγη πολλὰ ἡ μία διῄρηται θάλασσα. Ἀτλαντικὸς γὰρ κόλπος, καὶ Ὠκεανὸς, καὶ Τυῤῥηνικὸς, καὶ Ἰόνιός τε, καὶ Αἰγαῖος, καὶ Ἀραβικὸς, καὶ Ἰνδικὸς, καὶ Εὔξεινος Πόντος, καὶ Προποντὶς, καὶ Ἑλλήσπον τος, καὶ ἕτερα πελάγη πολλαπλάσια τῶν εἰρημέ νων.

ζʹ. "Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς." Τῷ γὰρ θείῳ Λόγῳ ἡ κατωφερὴς τῶν ὑδάτων φύσις ἀνέλκεται, καὶ μετέωρος γίνεται, καὶ ἄρδει τὴν ἤπει ρον. Ἐξ ἐσχάτου δὲ τῆς γῆς ταύτην εἶπεν ἀνάγε σθαι, ἐπειδὴ ἐκ τῶν θαλαττίων ὑδάτων συνίσταται. Τέρματα δὲ τῆς γῆς οἱ θαλάττιοι κόλποι. "Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν." Προμηνύει δὲ τῶν ὑετῶν τὴν χορηγίαν ταῖς ἀστραπαῖς, καὶ δείκνυσι θαῦμα πάντων παραδοξότατον. Ἐν ὕδασι γὰρ τὸ ἀστρα παῖον διατρέχον πῦρ, οὔτε ἐκεῖνα θερμαίνει, οὔτε αὐτὸ κατασβέννυται. "Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυ ρῶν αὑτοῦ." Θησαυροὺς ἀνέμων οὐκ ἀποθήκας εἶναι λέγει τινὰς, ἀλλ' ἐπειδὴ ἀπήνεμον ὄντα τὸν ἀέρα πολλάκις ῥᾳδίως ἐθελήσας κινεῖ τὸ βούλημα τὸ θεῖον, θησαυρὸν ἀνέμων ἐκάλεσεν. Ἅμα τε γὰρ νεύει, καὶ πανταχόθεν προσίασιν. Οὕτω τὴν κοινὴν δημιουρ γίαν καὶ πρόνοιαν ὑποδείξας, τὰς Ἰουδαίων λοιπὸν εὐεργεσίας διέξεισιν.

ηʹ. "Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους." Τὴν τελευταίαν πληγὴν τέθεικε πρώτην, ἐπειδὴ μετὰ ταύτην τὴν ἐλευθε ρίαν ἐδέξαντο.

θʹ. "Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε." Τὰς παντοδαπὰς θαυματουργίας καὶ παιδείας διὰ τούτων ἐδήλωσεν. "Ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ." Οὐ γὰρ ἤρκεσεν ἡ βασιλεία τῶν θεηλάτων αὐτὸν ἀπαλλάξαι μαστίγων, ἀλλὰ τοῖς αὐτοῖς καὶ οἱ βασιλευόμενοι καὶ ὁ βασι λεύων κακοῖς περιέπεσεν. Οὕτω καὶ πρὸς τὸν μέγαν Μωσῆν ἔφη ὁ τῶν ὅλων Θεός· "Ἰδοὺ ἐγὼ πατάσσω πᾶν πρωτότοκον τῆς Αἰγύπτου, ἀπὸ πρωτοτό κου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς παρὰ τὸν μύλον." ιʹ. "Ὃς ἐπάταξεν ἔθνη πολλά." Τὰ τὴν Παλαι στίνην πάλαι οἰκήσαντα. "Καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. [ιαʹ.] Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων· καὶ τὸν Ὢγ βασιλέατῆς Βασάν." Τούτων ὁ θεῖος Μωσῆς τὴν βασιλείαν κατέλυσεν. "Καὶ πάσας τὰς βασιλείας Χαναάν." Τούτους ὁ μακάριος Ἰησοῦς ἐχειρώσατο, καὶ τὰς ὑπ' ἐκείνων κατεχομένας χώρας καὶ πόλεις διένειμε τῷ λαῷ. Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης φησί.

ιβʹ. "Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν· κληρονομίαν Ἰσραὴλ τῷ λαῷ αὑτοῦ." Καθάπερ γάρ τινα κλῆρον πατρῷον, τὴν ὑπ' ἐκείνων τῶν δυσσε βῶν βασιλέων πάλαι κατασχεθεῖσαν γῆν τῷ Ἰσραὴλ δέδωκεν ὁ τούτων Θεός.

ιγʹ. "Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν." Τὸ μὲν γὰρ μέγεθος τῶν ὑπὸ σοῦ γεγενημένων θαυμάτων τὸ σὸν ἅπαντας ἐδίδαξεν ὄνομα· καὶ μέντοι καὶ εἰς τὰς ἐσομένας γενεὰς ἡ τῶν σῶν εὐεργεσιῶν φυλαχθή σεται μνήμη.

ιδʹ. "Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὑτοῦ παρακληθήσεται." Οὐ γὰρ πε ριόψῃ παρὰ τῶν δυσμενῶν ἡμᾶς πολεμουμένους ὁρῶν, οὐδὲ ἀξίας τῶν ἡμετέρων ἁμαρτάδων τιμω ρίας ἐπάξεις, ἀλλ' ἵλεως ἔσῃ καὶ εὐμενής· οὕτω δείξας τοῦ ὄντος Θεοῦ τὴν δύναμιν, κωμῳδεῖ τῶν καλουμένων μὲν, οὐκ ὄντων δὲ θεῶν τὴν ἀσθένειαν· καὶ ἐπειδὴ θεοὺς ὠνόμασεν, ἀνέδειξεν αὐτοὺς μετὰ τοῦ πράγματος καὶ τῆς προσηγορίας ἐρή μους.

ιεʹ. "Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων." Ὁ μὲν ἡμέτερος Θεὸς τῶν ἁπάντων ἐστὶ, φησὶ, ποιητὴς, ἐκεῖνοι δὲ οὐ μόνον δημιουργικὴν οὐκ ἔχουσι δύναμιν, ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος παρὰ τέχνης ἀνθρωπείας ἐδέξαντο. Ἐξ ὕλης γὰρ αὐτοῖς καὶ τέχνης ἡ σύστασις. ι ʹ, ιζʹ. "Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται." Εἰκόνας, φησὶν, αἰσθήσεων ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται. "Οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν." Τούτου δὲ καὶ τῶν ἀλόγων ἡ φύσις μετέλαχεν· ἀναπνεῖ γὰρ τῶν ζώων ἕκαστον. Τὰ δὲ εἴδωλα οὐδὲ τοῖς ἀλόγοις πα ραπλησίως τούτου μετέχει.

ιηʹ. "Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Ταύτης εἰσὶν ἄξιοι τῆς ἀναισθησίας μεταλαχεῖν, καὶ οἱ δη μιουργοῦντες αὐτὰ, καὶ οἱ προσκυνοῦντες. Τοὺς γὰρ λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας.

ιθʹ. "Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον." Ἐκεῖνοι μὲν, φησὶ, τοσαύτην ἀπονέμουσι θεραπείαν τοῖς ἀψύχοις εἰδώλοις· ὑμεῖς δὲ τὸν τῶν ἁπάντων ὑμνήσατε Ποιητήν. "Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύριον." ∆ιέκρινε τοῦ λαοῦ τοὺς ἱερέας. καὶ καθ' ἑαυτοὺς ὑμνεῖν παρηγγύησε, ταύτῃ δεικνὺς τὸ διά φορον.

κʹ. "Οἶκος Λευῒ, εὐλογήσατε τὸν Κύριον." Ἑτέρα πάλιν ἐνταῦθα διαφορά. Οἱ γὰρ Λευῖται τῶν μὲν ἄλλων τιμιώτεροι, τῶν δὲ ἱερέων ὑποδεέστεροι. Ἵνα τοίνυν μὴ καὶ οὗτοι τὴν ἱερατικὴν ἀξίαν ἁρπάσωσιν (ἐτόλμησαν γὰρ καὶ πάλαι τοῦτο τοῦ θεσπεσίου Μω σοῦ περιόντος), ἀναγκαίως καὶ τούτους ἀπὸ τῶν ἱερέων ἀπέκρινεν. "Οἱ φοβούμενοι τὸν Κύριον, εὐ λογήσατε τὸν Κύριον." Ἕτερον καὶ τοῦτο τάγμα, ἐκ μὲν τοῦ Ἰακὼβ οὐ κατάγον τὸ γένος, ἐκείνου δὲ τὴν εὐσέβειαν ἀσπαζόμενον. Οὕτω δὲ καὶ τοὺς εὐσεβεῖς ὠνόμαζον προσηλύτους. Ἱκανὸν δὲ καὶ τοῦτο Ἰουδαίους διδάξαι, ὡς ὁ τῶν ὅλων Θεὸς τῆς σωματικῆς συγγενείας τὴν τῶν τρόπων προκρίνει συγγένειαν.

καʹ. "Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ." Εὐλογούμενος ὁ Θεὸς εὐλογεῖ· ἀλλ' εὐλογεῖ μὲν ἔργῳ, εὐλογεῖται δὲ λόγῳ. Καὶ οἱ μὲν ὑμνοῦντες προσφέρουσι ῥήματα, αὐτὸς δὲ τὴν διὰ πραγμάτων ἀντιδίδωσιν εὐλογίαν. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν ἐκεῖ περι γράφων φύσιν, ἀλλ' ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπι φάνειαν εἰδώς.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΕʹ ΨΑΛΜΟΥ.

αʹ. Ἀλληλούϊα. Καὶ τόνδε τὸν ὕμνον τοῖς αὐ τοῖς ἡ προφητικὴ συνέγραψε χάρις, διὰ πλειόνων αὐ τοῖς παιδευμάτων πραγματευομένη τὴν ὠφέλειαν. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαριστήριον ὕμνον, τῶν ὑπ' αὐτοῦ χορηγη θέντων ἀγαθῶν μεμνημένοι, καὶ τὸν ἀμέτρητον αὐ τοῦ θαυμάζοντες ἔλεον.

βʹ. "Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Θεῶν ἐνταῦθα οὐ τῶν εἰδώλων λέγει· οὐ γὰρ ἂν αὐτὸν ἐκάλεσε τῶν οὐκ ὄντων Θεόν. Οὐ γάρ ἐστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καλεῖ τοίνυν θεοὺς τοὺς ἱερωσύνῃ τετι μημένους, τοὺς υἱοὺς Θεοῦ χρηματίσαντας. Οὕτω καὶ ἐν τῷ νόμῳ φησί· "Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς." Καί· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ." Καὶ διὰ τοῦ Ἡσαΐου· "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." Καὶ ἐν τοῖς ψαλμοῖς· "Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." Τούτους θεοὺς ἐκάλεσεν, ὡς υἱοὺς Θεοῦ χρηματί σαντας.

γʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ βασιλεῖς καὶ ἄρχον τες, παρὰ Θεοῦ λαβόντες τὴν ἐξουσίαν, τῶν ὑπ ηκόων δεσπόζουσιν. Οὕτω καὶ ὁ Κύριος ἔφη· "Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν." Εἰσὶ δὲ καὶ ἄγ γελοί τινες ὀνομαζόμενοι κυριότητες. ∆ιὰ τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Καὶ γὰρ εἴπερ εἰσὶ λεγό μενοι θεοὶ (πολλοὶ λεγόμενοι, οὐκ ὄντες, ὀνόματος μετέχοντες, οὐ πράγματος), εἴτε ἐν τῷ οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ." Τοῦτον ἐκάλεσεν ὁ ψαλμὸς Κύριον τῶν ἀληθῶν κυρίων.

δʹ. "Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Μεγαλουργίαι καὶ αἱ τῶν εὐνῶν αὐτοῦ θεραπόντων. Ἀλλὰ θεῖα καλοῦ μεν καὶ τὰ Μωσοῦ, καὶ τὰ Ἰησοῦ, καὶ τὰ Ἠλίου θαυμάσια· ὡσαύτως δὲ καὶ τὰ ὑπὸ τῶν ἱερῶν ἀπο στόλων γεγενημένα σημεῖα. Εἰκότως τοίνυν αὐτὸν ὁ Προφήτης μόνον ἔφη τῶν μεγάλων θαυμάτων δη μιουργόν. Εἶτα δείκνυσιν αὐτοῦ καὶ τὰ μεγάλα ποιή ματα.

εʹ. "Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Κηρύττει γὰρ καὶ μόνον ὁρώμενος οὐρανὸς τοῦ Θεοῦ τὴν σοφίαν. Πολὺ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, καὶ ἡ ἐπὶ τὸ πλεῖστον διαμονή. ʹ. "Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ τοῦτο δὲ ἀξιάγαστον, καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον διά νοιαν, καὶ πανταχόθεν τὴν γῆν περικλυζομένην τοῖς ὕδασιν ἑστάναι, καὶ ἐπὶ τῆς οἰκείας φύσεως διαμένειν. Εἰκότως δὲ τοῖς ῥητοῖς ἅπασι τὸν αἰώνιον ἔλεον ὁ μεγαλογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδη μιούργησεν ὁ φιλάνθρωπος ἅπαντα.

ζʹ. "Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τῆς θείας μεταλαχόντες Προνοίας οἱ ἄνθρωποι ἐξάπτειν λαμπάδας εἰώθασιν, ἀλλ' ὅλον τὸ περίγειον πῦρ ἑνὸς ἀστέρος οὐ μιμεῖται λαμπρότητα. Πάντων δὲ ἀστέρων καὶ σελήνης αὐτῆς φανώτατος ἥλιος. Κἀκείνους γὰρ φαινόμενος κρύπτει, καὶ αὐτῆς τὰς ἀκτῖνας ἀμβλύνει.

ηʹ, θʹ. "Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὴν σελήνην, καὶ τοὺς ἀστέρας, εἰς ἐξουσίαν τῆς νυκτὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." ∆ιένειμε, φησὶ, τοῖς φωστῆρσι τὸν χρόνον, καὶ ταῖς μὲν ἡλιακαῖς ἀκτῖσι τὴν ἡμέραν ποιεῖ, σελήνῃ δὲ καὶ ἄστροις καταφωτίζει τὴν νύκτα. ∆ιὰ τούτων γινομένων τὴν οἰκείαν δεικνὺς ἀγαθό τητα.

ιʹ. "Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἀλλ' ἴσως ἄν τις ἐπαπορήσειε, πῶς ἐλέῳ τεκταίνεται θάνατος; Σκοπείτω τοίνυν τὴν λύσιν τῶν προκειμένων ῥη τῶν· ὡς ὁ τοὺς ἀδικουμένους οἰκτείρων, τοὺς ἀδι κοῦντας κολάζει. Τοῦτο γὰρ καὶ ἐνταῦθα ὁ Προφή της ἐπήγαγε.

ιαʹ. "Καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ὁ περὶ τοῦτον ἔλεος ἐκείνοις τὴν τιμωρίαν ἐπήγαγε. Κἀκεῖνος δὲ, καὶ αὕτη, δικαιοσύνῃ συγκέκραται. Καὶ τούτους γὰρ δικαίως ἠλέησε, κἀκείνους ἐνδίκως ἐκόλασεν.

ιβʹ. "Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψη λῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Χεῖρα τὴν ἐνέργειαν ἐκάλεσε, βραχίονα δὲ τὴν ἰσχύν. ∆ι' ἀμφοτέρων μέντοι ἐδήλωσεν, ὡς διὰ τῆς γεγε νημένης τοῦ λαοῦ σωτηρίας τὴν οἰκείαν ἀπεκάλυψε δύναμιν.

ιγʹ. "Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τινὲς τοῖς Ἰουδαϊκοῖς ἀκολουθήσαντες μύθοις ἰσαρίθμους ταῖς δυοκαίδεκα φυλαῖς ἔφασαν τῇ Ἐρυθρᾷ θαλάσσῃ γεγενῆσθαι τὰς διαιρέσεις, ἐπειδὴ ὁ Προφήτης οὐ δι αίρεσιν, ἀλλὰ διαιρέσεις εἶπεν. Ἔδει δὲ αὐτοὺς συν ιδεῖν, ὅτι διχῆ τμηθὲν τὸ πέλαγος δύο ἀνθ' ἑνὸς ἐγέ νετο. Τὸ γὰρ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων· οὗ δὴ χάριν διαιρέσεις ἐκάλεσε τὴν εἰς δύο τοῦ πελάγους τομήν.

ιδʹ, ιεʹ. "Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐκτινά ξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθρὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἀμφότερα γὰρ τῆς αὐτοῦ δυνάμεως ἔργα, καὶ τὸ τούτους εὐπετῶς διαβῆναι τὸ πέλαγος, καὶ τὸ ἐκεῖνον ὑπο βρύχιον γενέσθαι τοῖς ὕδασι. ι ʹ. "Καὶ διαγαγόντι τὸν λαὸν αὑτοῦ ἐν τῇ ἐρή μῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ τοῦτο δὲ τῆς θείας ἰσχύος ἀπόδειξις, τοσοῦτον λαὸν ἐπὶ χρόνῳ τοσούτῳ ἐν ἐρήμῳ διαθρέψαι, καὶ τῶν ἀναγκαίων αὐτῷ χορηγῆσαι τὴν ἀφθονίαν. ιζ, ιηʹ. "Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἐν κεφαλαίῳ καὶ τούτων ἤδη τὴν ἑρμηνείαν ἐποιησά μεθα.

ιθʹ, κʹ. "Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Οὐχ ἁπλῶς δὲ, τοὺς ἄλλους παραλιπὼν βασιλέας, τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοσδότου νίκης ἀναμιμνήσκων· ἐπὶ ῥώμῃ γὰρ οὗτοι, καὶ δυ ναστείᾳ, καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὁ δὲ Ὢγ καὶ κλίνῃ ἐκέχρητο σιδηρᾷ, διὰ τὸ τοῦ σώματος μέγεθος ἐννέα μὲν πήχεις τὸ μῆκος, πέντε δὲ τὸ εὖ ρος ἐχούσῃ.

καʹ, κβʹ. "Καὶ δόντι τὴν γῆν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Κληρονομίαν Ἰσραὴλ δούλῳ αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἅπαντας γὰρ ἐκείνους θανάτῳ καταναλώσας, τὸν Ἰσραὴλ δεσπότην τῆς ἐκείνων ἐπέφηνε γῆς.

κγʹ, κδʹ. "Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Μέμνηται τούτων καὶ ὁ μακάριος Μωσῆς· "Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Καὶ αἰχμαλώτους δὲ πάλιν γενο μένους ᾤκτειρε, καὶ εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν." κεʹ. "Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἀπὸ τῆς μερικῆς προνοίας πάλιν ἐπὶ τὴν καθόλου μετέβη, τὴν περὶ πάντας τοῦ Θεοῦ κηρύττων κηδεμονίαν. Οὐ γὰρ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἀλόγοις τὴν κατάλληλον προσφέρει τροφήν. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· "Ἀποβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἃ οὔτε σπείρει, οὔτε συνάγει εἰς ἀποθή κας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά." κ ʹ. "Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Πάντων μὲν Θεὸς ὁ Θεός· πάντων γάρ ἐστι ποιητής· οὐρανοῦ δὲ κυρίως χρη ματίζει Θεὸς, ὑπὸ τῶν ἐν οὐρανῷ διαιτωμένων ἀγγέ λων θεραπευόμενος· ἐκεῖνο γὰρ τὸ χωρίον καθαρὸν ἁμαρτίας.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛ ʹ ΨΑΛΜΟΥ.

Οὗτος ὁ ψαλμὸς ἀνεπίγραφος παρ' Ἑβραίοις· θρασὺ δέ τινες πρᾶγμα τετολμηκότες ἐπέγραψαν, "Τῷ ∆αβὶδ διὰ Ἱερεμίου·" καὶ προσέθεσαν τὸ, "Ἀνεπίγραφος παρ' Ἑβραίοις." Καὶ αὐτὸ δὲ τὸ πλάσμα τῆς ἐπιγραφῆς κηρύττει τῶν ἐπιγεγραφό των τὴν ἄνοιαν. Ἱερεμίας γὰρ οὐκ εἰς Βαβυλῶνα μετὰ τῶν δορυαλώτων ἀπήχθη, ἀλλ' ὀλίγον ἐν τῇ Ἱε ρουσαλὴμ διάγων χρόνον, ὑπὸ τῶν παρανόμων βιασθεὶς Ἰουδαίων, τῆς εἰς Αἴγυπτον αὐτοῖς ὁδοῦ κε κοινώνηκε· πῶς τοίνυν ἁρμόττει τῷ Ἱερεμίᾳ λέγειν, "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν;" Ὅτι μὲν οὐδαμῶς ἐκείνῳ τῷ προφήτῃ προσήκει, δῆλον ἐκ τῶν εἰρημένων. Σα φὴς δὲ ὅμως τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Οἱ γὰρ ἀπ αχθέντες αἰχμάλωτοι, καὶ τῆς ἐπανόδου τετυχηκότες, διηγοῦνται τὰ ἐν Βαβυλῶνι συμβεβηκότα.

αʹ. "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσα μεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών." Οἱ ἀθυμοῦντες εἰώθασι τὰ ἐρημότερα κατα λαμβάνειν χωρία, κἀκεῖ τὰς οἰκείας ὀλοφύρεσθαι συμφοράς. Καὶ οὗτοι τοίνυν ταῖς ὄχθαις τῶν ποταμῶν προσκαθήμενοι, καὶ τῆς μητροπόλεως αὐτῶν λογι ζόμενοι τὴν ἐρημίαν, πολλὰ προέχεον δάκρυα, τῶν ποταμῶν μιμούμενοι ῥεύματα.

βʹ. "Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν." Ἄχρηστα γὰρ αὐτοῖς ἦν παντε λῶς, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ τὴν λειτουργίαν πληροῦν.

γʹ. "Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύ σαντες ἡμᾶς, λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών." Ἐπιτωθάζοντες ἡμῖν, καὶ ταῖς ἡμετέραις ἐπεμβαίνοντες συμφοραῖς, ᾄδειν ἡμῖν ἐκέλευον, καὶ ταῖς ἡμετέ ραις αὐτοὺς καταθέλγειν ᾠδαῖς, οὐχ ἵνα ἐντεῦθέν τινα λάβωσιν ὠφέλειαν, ἀλλ' ἵνα γελάσωσι τὰ ἡμέ τερα.

δʹ. "Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλο τρίας;" Ἡμεῖς δὲ τοῦ προστεταγμένου τὸ παράνο μον εἰδότες, οὐκ εἴξαμεν τοῖς κελεύουσιν· ἔλεγχος δὲ ταῦτα Ἰουδαίων τῶν παρανόμων, πληροῦν σπου δαζόντων τὸν νόμον, καὶ ἔξω τῶν νενομισμένων χω ρίων ἐπιτελούντων τὰ νόμιμα.

εʹ, ʹ. "Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ." Ταῦτα ὑπὸ τοῦ Προφήτου διδάσκονται λέγειν, ἵνα τὴν τῆς ἱερᾶς πό λεως ἄληστον ἔχωσι μνήμην, ἐν ταῖς ἐλπίσι τῆς ἐπ ανόδου ψυχαγωγούμενοι, τῶν ἀνδραποδισάντων μὴ μάθωσι τὴν ἀσέβειαν. Λέγουσι τοίνυν, ὅτι Οὐδὲ πόῤ ῥω σου τυγχάνων, ὦ Ἱερουσαλὴμ, λήθῃ τὴν μνήμην παραδέδωκα· εἰ δὲ τοῦτο ποιήσαιμι, τοῦτο πάθοι μι, καὶ τῆς ἄνωθεν βοηθείας μὴ τύχοιμι. Ταύτην γὰρ καλεῖ δεξιάν. "Ἐὰν μὴ προσανατάξωμαι τὴν Ἱερουσαλὴμ, ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου." Τὸ κεφάλαιον, φησὶ, τῆς εὐφροσύνης τὴν σὴν ἔχω θέαν, καὶ τὴν σὴν νεουργίαν, καὶ τὰς ἐν σοὶ πανηγύ ρεις. ∆ι' ἐκείνων γὰρ καρποῦμαι τὴν ἀληθῆ θυμηδίαν.

ζʹ. "Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς." Ἐκ τοῦ Ἡσαῦ οἱ Ἰδουμαῖοι καταγόμενοι διέμειναν τὴν πατρῴαν δυσμένειαν ἔχοντες. Οὗτοι τῆς Ἱερουσαλὴμ ἐμπιπρα μένης καὶ καταλυομένης, ἔλεγον ἐφηδόμενοι· "Ἐκ κενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς·" ἀντὶ τοῦ, Ἐκ βάθρων αὐτὴν ἀνασπάσατε, ὥστε μηδὲ αὐτὰ μεῖναι τῶν θεμελίων τὰ ἴχνη.

ηʹ. "Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." Οὕτω παραδοὺς τῷ Θεῷ τῶν Ἰουδαίων τὴν κρίσιν, προλέγει καὶ τῇ Βαβυλῶνι τὸν ἐσόμενον ὄλεθρον. Ταλαίπωρον δὲ αὐτὴν, ὡς ἀθλίαν ἐσομένην, καλεῖ. Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ταλαίπωρος, ἡ προνενομευμένη εἴρηκεν. "Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν." Τί δὲ τοῦτό ἐστιν; θʹ. "Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν." Ἐπειδὴ γὰρ καὶ αὐτοὶ τοῖς αὑτῶν νηπίοις ὠμῶς ἐχρήσαντο, τὴν ἴσην αὐ τοῖς τιμωρίαν ὁ Προφήτης προείρηκε. Μακαρίζεται τοίνυν ὁ Κῦρος, ὁ κἀκείνους κολάσας, καὶ τούτους ἐλευθερώσας οὐκ ἐπειδὴ τῆς εἰλικρινοῦς εὐσεβείας τρόφιμος ἦν, ἀλλ' ὅτι τὸν εὐσεβῆ λαὸν τῆς ἐλευθε ρίας ἠξίωσε, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι προσ έταξε. ∆έχεται δὲ Θεὸς καὶ τοὺς ὀλίγους καρποὺς, καὶ τὰς μεγάλας ἀντιδόσεις παρέχει· οὕτω τοὺς δύο τῆς χήρας ὀβολοὺς ἀνεκήρυξεν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΑΖʹ ΨΑΛΜΟΥ.

αʹ. Τῷ ∆αβίδ. Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπ άνοδον, τὰ ἐπαναστάντα αὐτοῖς οἱ Ἰουδαῖοι καταλύ σαντες ἔθνη διὰ τῆς θείας ῥοπῆς, ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ. Ταῦτα τοίνυν ὁ θεῖος προαγο ρεύει ∆αβίδ. "Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου." Οὐκ ἐγένοντο περὶ τὸν εὐεργέτην ἀχά ριστοι. Ἀλλ' ἱκετείαν προσενεγκόντες, καὶ βοηθείας τετυχηκότες, τοῖς δυνατοῖς τὰς εὐεργεσίας ἀμείβον ται, καὶ ὕμνους ὑπὲρ τῆς ἐπικουρίας προσφέρουσιν. "Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι." Μιμησό μεθα, φησὶ, τῶν ἀγγέλων τοὺς δήμους· καὶ καθάπερ ἐν τοῖς οὐρανοῖς ἐκεῖνοι χορεύοντες ὑμνοῦσι τὸν τῶν ὅλων Θεὸν, οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς γῆς τὴν πνευμα τικήν σοι μελῳδίαν προσοίσομεν.

βʹ. "Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομο λογήσομαι τῷ ὀνόματί σου, ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου." Ἔσται δέ μοι ἀντὶ τοῦ οὐρανοῦ ὁ ἀφ ιερωμένος τῷ ὀνόματί σου νεώς. Ἐν ἐκείνῳ προσκυ νήσω σε, καὶ τὴν χαριστήριον δοξολογίαν ποιήσομαι, τὴν εἰς ἐμὲ φιλανθρωπίαν, καὶ τὴν κατὰ τῶν πολε μίων δικαιοσύνην ὁρῶν. Τῶν μὲν γὰρ, ὡς ἀδικούν των, ἀληθείᾳ χρησάμενος κατεψηφίσω τὸν ὄλεθρον· ἐμὲ δὲ τῷ σῷ ἐλέῳ διέσωσας. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου." ∆ιὰ πάντων γὰρ σεπτὸν τὸ ὄνομά σου· καὶ παρὰ πᾶσιν ᾄδεται τοῖς τὴν σὴν θεασαμένοις ἰσχύν.

γʹ. "Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπ άκουσόν μου." Ταύτης τῆς εὐφροσύνης διηνεκῶς ἀπολαύειν ἀντιβολῶ. "Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου." Τουτέστιν, Ἐν τῇ δυνάμει σου τὴν ψυχήν μου πολυωρήσεις, καὶ ψυχαγωγίας καὶ θάρ σους ἐμπλήσεις. Ὁ δὲ Σύμμαχος οὕτως, Συνέστης τῆς ψυχῆς μου δυνάμει. Πολλῆς με, φησὶν, ἐπικου ρίας καὶ προνοίας ἠξίωσας.

δʹ. "Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός μου." Καὶ τηνικαῦτα μὲν ἅπαντες τὴν μεγίστην ἐκείνην μεμαθηκότες νίκην, ἐθαύμασαν τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν. ∆ιαφερόντως δὲ μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ βασιλεῖς καὶ ἄρχοντες τὸν ἁπάντων ὑμνοῦσι Ποιη τήν. Ἐπ' ἐκείνης μέντοι τῆς νίκης, οὐ ῥημάτων ἤκουσαν, ἀλλὰ πρᾶγμα παράδοξον ἐθεάσαντο· νῦν δὲ καὶ ῥημάτων ἤκουσαν, καὶ τῶν εὐαγγελικῶν ἀπο λαύουσι κηρυγμάτων.

εʹ. "Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι με γάλη ἡ δόξα Κυρίου." Εὐκτικῶς τὰ ἐσόμενα λέγει, καὶ τὴν τῶν πραγμάτων προλέγει μεταβολήν· ὅτι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν θαυ μάσουσιν ἅπαντες. Ὁδοὺς γὰρ τὰς οἰκονομίας καλεῖ. ʹ. "Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ." Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν." Λέγει δὲ, ὅτι φύ σει ὑψηλὸς ὢν καὶ ἄῤῥητος, οὐδὲ τῶν σμικρῶν ἀμε λεῖ, ἀλλὰ καὶ τούτους τῆς οἰκείας ἀξιοῖ προμηθείας. "Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει." Γινώσκει γὰρ πάντα πρὶν γενέσεως αὐτῶν· καὶ πόῤῥωθεν τοὺς ἐν δυναστείαις ὁρῶν, ἑκάστῳ φάρμακα προσφέρει κατάλληλα.

ζʹ. "Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με." Πίστεως εἰλικρινοῦς ἡ φωνή. Θαῤῥῶ, φησὶν, ὅτι κἂν πανταχόθεν ὑπὸ συμφορῶν περικλύζωμαι, κρείτ των ἔσομαι τῶν δυσχερῶν, καὶ ζωὴν ἀπὸ τῆς σῆς ἐπικουρίας καρπώσομαι. "Ἐπ' ὀργὴν ἐχθρῶν ἐξ έτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου." Ὀρ γισθεὶς γὰρ κατὰ τῶν ἐμῶν δυσμενῶν, ἐκείνους μὲν τιμωρίᾳ παρέδωκας, ἐμὲ δὲ σωτηρίας ἠξίωσας. Καὶ ἐντεῦθεν δῆλον, ὡς χεῖρα μὲν τὴν ἐνέργειαν καλεῖ, δεξιὰν δὲ τὴν ἀγαθὴν ἐνέργειαν. Τῇ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν τὴν χεῖρα συνέζευξε· τῇ δὲ εἰς αὐτὸν εὐεργεσίᾳ τὴν δεξιάν.

ηʹ. "Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ." Ἐγὼ, φησὶν, ἄνθρωπος ὢν, καὶ ἁμαρτίαις ἐγκαλινδούμε νος, ἀμείψασθαι τὰς εὐεργεσίας οὐ δύναμαι· αὐτὸς δὲ ὁ Κύριος, ὁ τούτων μοι γενόμενος χορηγὸς, ἐναν θρωπήσας, καὶ τὴν ἐμὴν φύσιν ἀνειληφὼς, τὸ ἐμὸν ἐκτίσει χρέος. Συμφωνεῖ τούτοις καὶ ὁ θεῖος Ἀπόστολος, λέγων, τὸν ∆εσπότην Χριστὸν ἐξαλεῖψαι τὸ καθ' ἡμῶν χειρόγραφον. "Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς." Ἐπειδὴ τοίνυν ἀμέτρητός σου ὁ ἔλεος, καὶ τῷ αἰῶνι συνεκτεινόμενος, ταχεῖαν τοῖς σοῖς ποιήμασι παρά σχου τὴν σωτηρίαν. Ταύτην δὲ ὁ Προφήτης προσεν ήνοχεν ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος μεμαθηκὼς χάριτος, ὡς τὸ χρέος τῆς φύσεως ὁ Ποιητὴς ἐκτίσει τῆς φύσεως.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος· Ψαλμὸς τῷ ∆αβίδ." Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται, "Ζαχαρίου εἰς τὴν διασποράν." Τοῦτο οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα, οὔτε παρὰ τοῖς ἄλλοις εὗ ρον ἑρμηνευταῖς· ἀλλά τις ὡς ἠβουλήθη νενοηκὼς τὸν ψαλμὸν, τῆς ἐπιγραφῆς ἐποιήσατο τὴν προσθή κην. Ὁ μέντοι ψαλμὸς τοῦ Ἰωσίου τοῦ βασιλέως πρόῤῥησιν ἔχει. Οὗτος γὰρ ἐκ δυσσεβοῦς βλαστή σας πατρὸς, τοιούτου δὲ καὶ πάππου γενόμενος ἔκ γονος, τὴν μὲν ἐκείνων ἀσέβειαν ἐβδελύξατο, διὰ πά σης δὲ ὥδευσεν ἀρετῆς, καὶ ζήλῳ θείῳ πυρποληθεὶς, τοὺς τῶν εἰδώλων ἱερέας κατηκόντισεν ἅπαντας· τοὺς δὲ τὴν εὐσέβειαν ἀσπαζομένους πάσης θεραπείας ἠξίωσε. Ταῦτα προλέγει ὁ ψαλμός. Εἰσάγει δὲ αὐ τὸν ὁ προφητικὸς λόγος προσευχόμενον, καὶ τὴν περὶ αὐτοῦ πρόγνωσιν ἐκπληττόμενον. "Κύριε, ἐδοκίμα σάς με, καὶ ἔγνως με." Βάσανος ἀρετῆς οὐ μόνον πενία καὶ ἀθυμία, ἀλλὰ καὶ βασιλεία καὶ εὐπραξία. Ὥσπερ γὰρ ἐν τοῖς ἀνιαροῖς δοκιμαζόμεθα, εἰ φέ ρειν γενναίως δυνάμεθα τὰ προσπίπτοντα λυπηρά· οὕτως καὶ ἐν ταῖς εὐημερίαις γυμναζόμεθα, καὶ δει κνύμεθα, εἴτε συνεπαιρόμεθα ταῖς εὐκληρίαις, εἴτε τὴν τούτων ἐπιστάμεθα φύσιν. Βασιλείαν τοίνυν ἐγ χειρισθεὶς ὁ μακάριος Ἰωσίας, καὶ μετ' εὐσεβείας αὐτὴν κυβερνήσας, εἰκότως ἔφη· "Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. [βʹ.] Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου." Πάντα, φησὶ, μεμάθηκας ἀκριβῶς, τίνα εἰργαζόμην καθ ήμενος, τίνα ἔδρων ἀνιστάμενος. ∆ιὰ γὰρ τῆς καθ έδρας καὶ τῆς ἐγέρσεως, πάντα τὸν βίον ἐδήλωσε. Καθαρᾶς δὲ ψυχῆς καὶ συνειδότος ἐῤῥωμένου τὰ ῥή ματα. Καὶ ἐπειδὴ εἶπεν, "Ἐδοκίμασάς με καὶ ἔγνως με," ἵνα μή τις ὑπολάβῃ μετὰ τὸ τέλος τῶν πραγ μάτων μανθάνειν τὸν Θεὸν τὰ γινόμενα, ἁρμοδίως μάλα ἐπήγαγε· γʹ. "Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα κρόθεν." Ἄνωθεν γὰρ, καὶ ἐξ ἀρχῆς, καὶ πρὸ πολ λῶν γενεῶν τῆς ἐμῆς διαπλάσεως, οὐ μόνον τὰς ἐμὰς προεώρακας πράξεις, ἀλλὰ τοὺς ἐσομένους μοι προεώρακας λογισμούς. "Τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας." Ὁ δὲ Θεο δοτίων οὕτως, Τὴν τρίβον μου, καὶ τὴν ὁδόν μου ἐξιχνίασας. Ὁδὸν καὶ τρίβον τὰς πράξεις καλεῖ, σχοῖνον δὲ τὴν τούτων εὐθύτητα· ἐκ μεταφο ρᾶς τῶν οἰκοδομούντων, καὶ σπαρτίῳ τοὺς τοίχους διευθυνόντων. Ἔγνως, φησὶν, ἀκριβῶς μου τὰς πρά ξεις, καὶ οὐδὲν τῶν ἐμῶν τὴν σὴν ἔλαθε γνῶσιν.

δʹ. "Καὶ πάσας τὰς ὁδούς μου προεῖδες, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ γλώσσῃ μου." Οὐ μόνον προ εῖδεν, ἀλλὰ καὶ προείρηκεν ὁ τῶν ὅλων Θεὸς διὰ τῶν προφητῶν, καὶ τῷ Ἱεροβοὰμ θύοντι, καὶ ταῖς δα μάλεσι τὸ θεῖον σέβας προσφέροντι προεθέσπισεν, ὡς ἀναστήσεται υἱὸς τῷ ∆αβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ τοὺς τῶν εἰδώλων ἱερέας παραδώσει θανάτῳ, καὶ τὰ τούτων ὀστᾶ ἐν ἐκείνῳ τῷ βωμῷ κατακαύσει.

εʹ. "Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα." ∆ι' αὐτῶν μεμάθηκα τῶν πραγμά των, ὡς ἅπασαν ἔχεις τὴν γνῶσιν, καὶ τῶν πάλαι γεγενημένων, καὶ τῶν μηδέπω γεγενημένων. "Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου." Πῶς γὰρ οἷόν τε λαθεῖν τι τῶν ἐμῶν τὸν ἐμὸν ποιητὴν, τὸν ἔνδον ἐν τῇ μητρῴᾳ με διαπλάσαντα νηδύϊ, καὶ πάσης ἀξιώσαντα προμηθείας; Τὸ δὲ, "Ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου," ἔοικε τῷ, "Αἱ χεῖρές σου ἐποίη σάν με, καὶ ἔπλασάν με." Σημαίνει δὲ κατὰ ταυτὸν καὶ τὴν μετὰ τὴν διάπλασιν προμηθείαν. ʹ. "Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν." Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων τὴν σὴν ἔγνωκα δύναμιν· καὶ ὑμνῆσαι τὴν σὴν θέλων σοφίαν, εἶτα τῆς ἀξίας διαμαρτάνων, τὴν ἧτταν ὁμολογῶ. Οὕτω καὶ τὴν γνῶσιν, καὶ τὴν πρόγνωσιν τοῦ Θεοῦ τῶν ὅλων θαυ μάσας, καὶ ὅτι οὐδὲν αὐτὸν ἔλαθεν, οὔτε τῶν γεγε νημένων, οὔτε τῶν ἐσομένων, ἐφ' ἕτερον μετα βαίνει ταῦτα διηγούμενος· ζʹ. "Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" Τὸν οὕτω πάντα σαφῶς ἐπιστάμενον πῶς δυνατὸν λαθεῖν δραπε τεύοντα; Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι τὴν αὐτὴν ἐνέργειαν ἔχειν ἐδίδαξε, καὶ τὸν Θεὸν, καὶ τὸ παν άγιον Πνεῦμα· "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύ ματός σου, καὶ ἀπὸ προσώπου σου ποῦ φύγω;" Ὧν δὲ μία ἡ ἐνέργεια, μία πάντως καὶ ἡ δύναμις· ὧν δὲ μία ἡ δύναμις, μία ἡ φύσις· μία ἄρα τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος ἡ φύσις.

ηʹ. "Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει." Ἅπαντα, φησὶ, πληροῖς, καὶ τὰ ἄνω καὶ τὰ κάτω. Τὸ μὲν γὰρ τοῦ ὕψους ἔσχατον, τὸ δὲ τοῦ βάθους. Καλῶς δὲ τῷ μὲν οὐρανῷ τὸ, "Σὺ ἐκεῖ εἶ," συνέζευξε, τῷ δὲ ᾄδῃ τὸ πάρει. Τοῖς γὰρ ἐν οὐρανῷ διαιτωμένοις ἀγγέλοις ἐπαναπαύεται. Πανταχοῦ δὲ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· "καὶ ἐν αὐτῷ ζῶμεν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ κινούμεθα, καὶ ἐσμέν." θʹ, ι. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου." Ὄρθρον τὰς ἀνατολὰς ἐκάλεσε, δυσμὰς δὲ τῆς θαλάττης τὰ ἔσχατα. Τῷ γὰρ ὕψει καὶ τῷ βάθει τὸ μῆκος καὶ τὸ πλάτος προσ έθηκε, διδάσκων τὸ τῆς θείας φύσεως ἀπερίγραφον. Ταύτης δὲ τῆς δυνάμεως τὴν πεῖραν ἔλαβε καὶ Ἰωνᾶς ὁ προφήτης. Φυγεῖν γὰρ τὸν τῶν ὅλων Θεὸν ἐπι χειρήσας, καὶ ἥλω, καὶ τοῖς κύμασιν ἐπεδήθη, καὶ οἷον εἱρκτῇ τινι παρεδόθη τῷ κήτει, καὶ πρὸς ἣν ἀπεστάλη πόλιν ἐποδηγήθη. Ἀληθῆ τοίνυν καὶ ἐν ταῦθα δείκνυται τῆς προφητείας τὰ ῥήματα· ὅτι "Εἰ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δε ξιά σου. [ιαʹ] Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐὰν εἴπω, Ἴσως σκότος περισκεπάσει με, ἀλλὰ καὶ νὺξ φωτεινὴ περὶ ἐμέ. Κἂν πρὸς ἀνίσχοντα, φησὶ, κἂν πρὸς δυόμενον ἥλιον καταφύγω, τὴν σὴν οὐ διαφεύξομαι δύναμιν· κἂν τῷ σκότει τῆς νυκτὸς κατακαλύψασθαι πειραθῶ, οὐδ' οὕτως λήσομαι. Σοὶ γὰρ φῶς ἐστι καὶ τὸ σκότος.

ιβʹ. "Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται." Ὁ δὲ Σύμμαχος οὕ τως· Οὔτε σκότος σκοτεινὸν ἔσται ὑπὲρ σὲ, ἀλλὰ καὶ νὺξ ὡς ἡμέρα φανεῖται. Τὸ σκότος, φησὶν, ἐμοί ἐστι σκότος· ἐγὼ γὰρ ἔχω φωτὸς καὶ σκότους διαφοράν. Σοὶ δὲ τῷ νοερῷ φωτὶ, καὶ νὺξ φανωτάτη, καὶ πάσης μεσημβρίας φωτεινοτέρα. "Ὡς τὸ σκό τος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς." Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή.

ιγʹ. "Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου." Ταῦ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος. Νεφροὺς γὰρ ἐνταῦθα τοὺς λογισμοὺς προσηγόρευσεν. Ἐπειδὴ γὰρ τὸ ἐπιθυμητικὸν ἔγκει ται τοῖς νεφροῖς, οἱ λογισμοὶ δὲ τὴν ταύτης δέχον ται προσβολὴν, λογισμοὺς ἐκάλεσε τοὺς νεφρούς. "Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου." Σύ μου γέγονας καὶ παιδοτρίβης, καὶ κηδεμὼν, καὶ δι δάσκαλος, καὶ εὐθὺς τῆς μήτρας ἐξελθὼν τῆς σῆς προνοίας ἀπήλαυσα.

ιδʹ. "Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμα στώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα." Τούτου δὲ χάριν ὑμνῶν δια τελῶ, ταῖς σαῖς μεγαλουργίαις καταυγαζόμενος, καὶ εἰς τοῦτο διεγειρόμενος.

ιεʹ. "Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίη σας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς." Ἅπαντα, φησὶν, ἀκριβῶς γινώσκεις τὰ κατ' ἐμοῦ. Σὺ γὰρ ἔτι με τῇ νηδύϊ τῇ μητρῴᾳ κρυπτόμενον ἔπλασας, καὶ οἱονεὶ ἐν τῷ ἐσχάτῳ μέρει τῆς γῆς ὄντα, εἰς φῶς ἤγαγες. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Οὐκ ἐπεκαλύφθη ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύ φῳ, ἐποικίλθην ὡς ἐν κατωτάτῳ τῆς γῆς. Οὐ δέν σε, φησὶ, λαθεῖν δυνατὸν ἐν τῷ κρυπτῷ τῆς φύ σεως ἐργαστηρίῳ διαπλάττοντα τῶν ἀνθρώπων τὴν φύσιν. ι ʹ. "Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις οὐκ ἐνδεούσης οὐδεμιᾶς. Οὕτω μὲ, φησὶν, εἶδες πρὶν διαπλασθῆναι καὶ μορφωθῆναι, ὡς τοὺς ἤδη γεννη θέντας, καὶ τελείους γεγενημένους, καὶ οὐδεμιᾶς ἐν δεεῖς ἡμέρας, καὶ ἐν τοῖς σοῖς βιβλίοις ἀναγεγραμμέ νους. Τούτων τῶν βιβλίων καὶ ὁ μακάριος μέμνηται ∆ανιήλ· "Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βί βλοι ἠνεῴχθησαν." Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγ γελίοις, "Ὑμῶν καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί." Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον τοῦ Θεοῦ μνήμην. Οὕτω τὰ θεῖα διηγησάμενος, τὸν οἰ κεῖον ἀποκαλύπτει σκοπὸν, οὐ φιλοτιμίᾳ χρώμε νος, ἀλλ' ὠφελείας ἀρχέτυπον προτιθείς.

ιζʹ. "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν." Τοῦτο σαφῶς καὶ ἡ ἱστορία διδάσκει· πάσης γὰρ τοὺς θείους ἱερέας ἠξίωσε θεραπείας. Ἤκουσαν γὰρ πάντες τῶν ὑποσχέσεων, ἃς πρὸς τὸν Ἀβραὰμ ὁ Θεὸς ἐποιήσατο, "Εὐλογήσω, λέγων, τοὺς εὐλογοῦν τάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι." Τὸ δὲ, "Ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν," ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν, Ἐκραταιώθησαν οἱ πένη τες αὐτῶν. Οἱ γὰρ πάλαι διὰ τὰς τῶν δυσσεβῶν βα σιλέων παρανομίας ἐν εὐτελείᾳ καὶ πενίᾳ διάγοντες πάσης ἀπήλαυσαν παρὰ τῷ Ἰωσίᾳ τιμῆς.

ιηʹ. "Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται." Τῇ γὰρ τοῦ βασιλέως εὐσεβείᾳ, καὶ οἱ πάλαι δυσσεβεῖς, τὴν διάνοιαν φωτισθέντες, παλινῳδίαν ᾖσαν, καὶ τὴν κατὰ νόμον πολιτείαν ἠσπάσαντο, καὶ οἱ πάλαι εὐαρίθμητοι ἀριθμοῦ κρείτ τους ἐγένοντο. Προθεσπίζει δὲ κατὰ ταυτὸν ὁ λό γος, καὶ τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν γεγενημένην τῆς οἰκουμένης μετα βολήν. Νικῶσι γὰρ κατὰ πόλιν ἑκάστην καὶ χώραν τὸν ἀριθμὸν οἱ τῆς τοῦ Θεοῦ θεραπείας ἐπιμελού μενοι. "Ἐξεγέρθην, καὶ ἔτι εἰμι μετὰ σοῦ." Ὁ δὲ Σύμμαχος οὕτως, Ἐξυπνήσω, καὶ ἀεὶ ἔσομαι παρὰ σοί. Ἀεὶ γὰρ ἐμαυτὸν διεγείρων, καὶ τῆς ῥᾳ θυμίας τὸν ὕπνον ἀπώσομαι, καὶ τὴν σὴν μνήμην ἐν τῇ διανοίᾳ φυλάξω. Οὕτω γὰρ τῆς σῆς ἀπολαύσο μαι προμηθείας.

ιθʹ. "Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεὸς, ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς." Ἴδιον τῶν τοὺς ἀγαθοὺς ἀγα πώντων τοὺς ἐναντίους βδελύττεσθαι. ∆ιό φησιν, ὅτι Σοῦ τοῦ φιλανθρώπου τοὺς ἁμαρτωλοὺς ἀναιροῦν τος, πολλῷ μᾶλλον ἐγὼ τὴν τούτων ἀποστραφήσο μαι συνουσίαν, τὴν φιλόνεικον αὐτῶν ἐπιστάμενος γνώμην. Οὐ γὰρ ἀνέχονται τῶν ἀγαθῶν παραινέ σεων, ἀλλὰ τῇ δυσκολίᾳ τῆς γνώμης ἀποσείονται ταύτας.

κʹ. "Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου." Ἀποκτενεῖς δὲ αὐτοὺς, φησὶν, οὐκ ἀδίκως, ἀλλ' ἐπειδὴ μάτην τὰς πόλεις οἰκήσουσιν, ὄνησιν οὐδε μίαν ἐκ τῶν σῶν νόμων καρπούμενοι.

καʹ, κβʹ. "Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖ σος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι." Τῆς σῆς ἐξήρτημαι ἀγάπης, ὦ ∆έσποτα. Ταυτὰ σοὶ βούλομαι καὶ φιλεῖν καὶ μισεῖν. ∆ιά τοι τοῦτο τοὺς μὲν τῆς σῆς ἀντεχομένους θεραπείας καὶ φιλῶ καὶ γεραίρω· τοὺς δὲ μισοῦντάς σε, οὐ μόνον μισῶ, ἀλλὰ καὶ ἀνιώμενος ἐπ' αὐτοῖς, καὶ τηκόμενος διατελῶ. Μισῶ μὲν γὰρ ὡς παρανόμους, οἰκτείρω δὲ ὡς ἀνθρώπους. Καὶ πενθεῖν μὲν αὐτοὺς διὰ τὴν φυσικὴν συμπάθειαν ἀναγκάζομαι· βδελύττομαι δὲ πάλιν αὐτοὺς διὰ τὴν πολλὴν πονηρίαν.

κγʹ, κδʹ. "∆οκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου. Καὶ εἶδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ." Ταῦτα ἐγὼ μὲν οὕτως ἔχειν ὑπολαμβάνω· σὲ δὲ παρακαλῶ, τὸν ἄριστον τῶν ψυχῶν ἰατρὸν, τὸν ἐμὸν βίον καταμαθεῖν ἀκρι βῶς, καὶ τὰ τῆς καρδίας ἐξετάσαι κινήματα· κἄν τι τῶν σῶν νόμων ἐναντίον ἐν τούτοις εὑρεθῇ, ὑπὸ τῆς σῆς εὐθυνθῆναι σοφίας ἀντιβολῶ, καὶ πρὸς τὴν αἰώνιον ὁδηγηθῆναι πορείαν. Ταῦτα ἐῤ ῥέθη μὲν ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, προεῤῥέθη δὲ εἰς Ἰωσίαν τὸν εὐσεβῆ, πρόκειται δὲ πᾶσι τοῖς βου λομένοις ἀφορμὴ σωτηρίας.

ΕΡΜΗΝ. ΤΟΥ ΡΛΘʹ ΨΑΛΜΟΥ.

αʹ. "Εἰς τὸ τέλος, Ψαλμὸς τῷ ∆αβίδ." ∆ιωκό μενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος ∆αβὶδ, εἰς ἐπικου ρίαν καλεῖ τὸν τῶν ὅλων Θεόν.

βʹ. "Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με." Ἄδικος ὁ Σαοὺλ, καὶ περὶ τὸν εὐεργέτην ἀχάριστος. Οὐ γὰρ μόνον οὐδὲν ἠδικηκότα τὸν θεῖον ∆αβὶδ, ἀλλὰ καὶ πολλῶν αὐτῷ γενόμενον πρόξενον ἀγαθῶν, ἐσπούδαζεν ἀνελεῖν.

γʹ. "Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους." Οὐ γὰρ μό νον πονηροῖς ἐχρήσατο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκε τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέ ραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἡρμήνευσεν δʹ. "Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν." ∆όλῳ γὰρ χρησά μενος πολλάκις ἀνελεῖν αὐτὸν ἐπεχείρησε· καὶ πολλάκις ὀμωμοκὼς, καὶ φιλικοῖς χρησάμενος λό γοις, παρέβη τοὺς ὅρκους. Τὴν ὕπουλον τοίνυν γνώ μην, καὶ τὸν κεκρυμμένον δόλον, εἰκότως ἀπείκασε τῷ τῶν ἑρπυστικῶν θηρίων ἰῷ.

εʹ. "Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με." ∆ικαίῳ πρέ πουσα ἡ εὐχή. Οὐ γὰρ τοῖς ἐχθροῖς ὄλεθρον, ἀλλ' ἑαυτῷ σωτηρίαν αἰτεῖ. "Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου." Ἐξελαυνό μενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος ∆αβὶδ πρὸς τοὺς Ἀλλοφύλους κατέφυγε· δυσσεβεῖς δὲ ἐκεῖνοι, καὶ πάσης παρανομίας ἐργάται. Καὶ διὰ τοῦτο τοιγα ροῦν ἀξιάγαστος, ὡς πανταχοῦ φύλαξ τῆς εὐσε βείας γενόμενος, καὶ δουλεῦσαι ταῖς ἀνάγκαις οὐκ ἀνεχόμενος. Ἀλλ' ὁ μὲν, φησὶν, οὗτος ὁ ἐξελαύνων με, μικροῦ δεῖν ὑπεσκέλισέ μου τῆς εὐσεβείας τὰ διαβήματα. ʹ. "Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοι νίοις διέτειναν παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι." Ὑπερήφανον αὐτὸν καλεῖ τὸν Σαούλ. "Παγίδα δὲ, καὶ σχοινία, καὶ σκάνδαλα, τὰς διαφόρους ἐπιβουλὰς, τοὺς λόχους, τὰς ἐνέδρας. Εἴρηκε δὲ ταῦτα τροπικῶς, ἐκ μετα φορᾶς τῶν θηρευόντων καὶ ἁρπεδόνας, καὶ ποδά γρας, καὶ δίκτυα διατεινόντων.

ζʹ. "Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ." Ἐγὼ δὲ, τῶν ἀνθρωπίνων ἁπάντων καταφρονήσας ἐμαυτόν σοι ἀνέθηκα, καὶ σὲ οἶδα Κύριον καὶ Θεὸν, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. "Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. [ηʹ.] Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου." Πιστεύοντος καὶ ποθοῦντος ὁ διπλασιασμός. Ἐν σοὶ, φησὶν, ἔχω τὴν τῆς σωτηρίας ἐλπίδα· σὺ γὰρ μόνος παρέχειν τὴν σωτηρίαν ἰσχύεις. "Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου." Καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Καὶ γὰρ ἡνίκα τὴν πρὸς τὸν Γολιὰθ ἀνεδεξάμην μονομαχίαν, καὶ ὅτε τοῖς Ἀλλοφύλοις παρεταξάμην, καθάπερ ἀσπίδι με τῇ σῇ ῥοπῇ περιέφραξας.

θʹ. "Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων, καὶ ὁ Ἀκύλας. Τῆς ἐμῆς, φησὶν, ἐφιεμένῳ σφαγῆς μὴ δῷς τὴν τῆς ἐπιθυμίας ἀπόλαυσιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον, Μὴ δι' ἐμοῦ ἀπολαύσαι ὧν γλίχεται. Ἐγὼ μὲν γὰρ ἐπιθυμῶ σωθῆναι· ἐκεῖνος δὲ ἐπιθυμεῖ ἀνελεῖν με. Μὴ τοίνυν τὴν ἐμὴν ἐπιθυμίαν ἐκείνῳ παράσχῃς. "∆ιελογίσαντο κατ' ἐμοῦ· μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν." Πάντα λογισμὸν κινοῦσι κατὰ τῆς ἐμῆς σφαγῆς· μὴ τοίνυν με τῆς σῆς γυμνώσῃς προνοίας, ἵνα μὴ πρόφασιν αὐτοῖς ἀλαζονείας παράσχῃς.

ιʹ. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς." Ἐντεῦθεν προλέγει τὰ ἐσόμενα αὐτοῖς κακά. Τοῦτο δὲ σαφέ στερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, καὶ ἃ κατ' ἐμοῦ τεκταίνουσιν ὑπομεί ναιεν, καὶ ἡ κατ' ἐμοῦ τυρευομένη πικρία τοὺς ταύτῃ χρωμένους παντελῶς συγκαλύψαι. Τοῦτο ἔοικε τῷ ἐν τῷ ἑβδόμῳ εἰρημένῳ ψαλμῷ· "Λάκκον ὤρυξε καὶ ἔσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο." ιαʹ. "Πεσοῦνται ἐπὶ αὐτοὺς ἄνθρακες, καὶ ἐν πυρὶ καταβαλεῖς αὐτούς." Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. "Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσιν." Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσονται τούτων. Ταῦτα δὲ συνέβη τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς Ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τοῦ βίου τὸ πέρας.

ιβʹ. "Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς." Τοὺς διαβάλλοντας αὐτὸν συνεχῶς παρὰ τῷ Σαοὺλ διὰ τούτων αἰνίττεται, τὸν ∆ωὴκ, τοὺς Ζιφαίους, τοὺς ἄλλους, οἳ πολλαῖς συκοφαντίαις ἐκέχρηντο. Καὶ διδάσκει ὡς διαμαρτάνουσι τοῦ σκοποῦ οἱ πλούτου χάριν καὶ δυναστείας τῇ ψευδο λογίᾳ χρώμενοι, καὶ οὐ τυγχάνουσιν ὧν ἐφίενται. "Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν." Ταῦτα γὰρ καὶ ὁ Σαοὺλ ὑπέμεινεν· ἥλω γὰρ ἐν τῷ πολέμῳ, καὶ ἐδέξατο τὴν θανατηφόρον πληγήν.

ιγʹ. "Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων." Μεμά θηκα, φησὶ, τῆς θείας ψήφου τὸ δίκαιον, καὶ οἶδα ὅτι τοὺς πάσης ἀνθρωπείας βοηθείας ἐρήμους οὐκ ἐάσει προχείρους τοῖς πολεμοῦσιν εἰς βλάβην, ἀλλὰ πράξεται δίκας τοὺς ἀδίκους ἀξίας.

ιδʹ. "Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου." Τούτου δὴ χάριν ὁ τῶν δικαίων ἀνυμνεῖ σε χορὸς, ταύτης παρὰ σοῦ τῆς κηδεμονίας τυγχάνων. Καὶ τὴν σὴν ἀγαπῶσι προεδρείαν, ἀεί σε φανταζό μενοι, καὶ τὸ σὸν ὁρᾷν ὑπολαμβάνοντες πρόσωπον. Τοιοῦτόν ἐστι τὸ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ εἰρη μένον ψαλμῷ, "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." ΕΡΜΗΝ. ΤΟΥ ΡΜʹ ΨΑΛΜΟΥ.

αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει τῷ προτεταγμένῳ διάνοιαν· διωκό μενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ἀντιβολεῖ τὸν Θεόν. "Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου." Κραυγὴν γὰρ καλεῖ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ Μωσοῦ σιγῶντος ὁ Θεὸς ἔφη, "Τί βοᾷς πρός με;" –"Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ." Εὐμενῶς, φησὶ, ∆έσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν.

βʹ. "Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπε ρινή." Τῇ προσευχῇ συνέζευξε τὴν πρᾶξιν τῆς ἀρετῆς. Ἡ γὰρ ἔπαρσις τῶν χειρῶν ταύτην παρα δηλοῖ· τὴν ἐργασίαν γὰρ αἱ χεῖρες ἐνεχειρίσθησαν. Ἱκετεύει δὲ τῷ τοῦ θυμιάματος ἀτμῷ παραπλη σίως ἀναπεμφθῆναι τὴν προσευχὴν, καὶ τὴν ἐκείνου εὐοσμίαν μιμήσασθαι. Ὡσαύτως δὲ καὶ τῶν χειρῶν τὴν ἔκτασιν ἑσπερινῇ θυσίᾳ φανῆναι παραπλησίαν. Ἑσπερινῆς μέντοι, καὶ οὐχ ἑωθινῆς ἐμνημόνευσεν, ἐπειδὴ ἐν συμφοραῖς ἦν καὶ λύπαις· σκότῳ δὲ ἔοικεν ἡ συμφορὰ καὶ νυκτί.

γʹ. "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου." ∆ύο μὲν ὁ ∆ημιουργὸς ἔδωκε τῇ γλώττῃ τείχεα, τὸ τῶν ὀδόντων, καὶ τὸ τῶν χειλέων, τὰς ἀλόγους αὐτῆς ὑπέχων ὁρμάς. Ἀλλ' ὅμως ὁ Προφήτης καὶ ἑτέ ρας ἀπολαῦσαι παρακαλεῖ φυλακῆς, δεδιὼς μή τι φθέγξηται σχετλιάζων οὐκ εὐπρεπές. Ὅτι γὰρ οὐδ' ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἰπεῖν τι βλάσφημον ἠνέσχετο πώποτε, μαρτυρεῖ ἡ ἱστορία. Ἀλλὰ γὰρ ἀναιρεῖν αὐτὸν πειραθέντων, αὐτὸς Χριστὸν ὠνόμα σε Κυρίου. Καὶ πρὸς αὐτὸν διαλεγόμενος, δοῦλον ἑαυτὸν ἀποκαλεῖ, καὶ τὸν μηνύσαντα τὴν σφαγὴν αὐτοῦ, ταύτην πεποιηκέναι νεανιευσάμενον, ἀνεῖλεν, εἰρηκώς· "Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι σὲ εἶπας ἀνῃρηκέναι τὸν Χριστὸν Κυρίου." δʹ. "Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρ τίαις." Οὐ μόνον γλῶτταν φρουρηθῆναι παρα καλεῖ, ἀλλὰ καὶ αὐτὰ τῆς διανοίας κινήματα, ἵνα μηδὲ ἐν ἐκείνοις ἕτερός τις παρὰ τοὺς θείους νόμους εὑρεθῇ λογισμός. Ἀντὶ τοῦ, "Προφασίζεσθαι προ φάσεις ἐν ἁμαρτίαις," ὁ Σύμμαχος εἴρηκεν, ἐν νοίας παρανόμους. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Ἠδύνατο λογίσασθαι ὁ μακάριος ∆αβὶδ, ὅτι Ἐχθρὸς καὶ πολέμιος ὁ Σαοὺλ, καὶ τῆς σφαγῆς ἐφιέμενος τῆς ἐμῆς· οὐκ ἄδικον τοίνυν ἀνελεῖν τὸν τοιοῦτον, τοῦ νόμου διαγορεύοντος, "Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου." Ἀλλὰ τὴν εὐαγγελικὴν προθεωρῶν πολιτείαν, κατ' ἐκείνην ἤθελε βιοῦν· καὶ εὔχεται μηδεμίαν πρόφασιν εἰς ἁμαρτίαν λαβεῖν. "Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν." Ταῦτα γὰρ, φησὶ, δρῶσιν οἱ τῆς παρανομίας ἐργάται· ἐμοὶ δὲ μὴ εἴη τις πρὸς αὐτοὺς κοινωνία, κἂν τὴν ἄκραν ἔχωσιν εὐκληρίαν. Ἐκλεκτοὺς γὰρ ἐνταῦθα τῶν πονηρῶν τοὺς εὐημεροῦντας καλεῖ.

εʹ. "Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα λήν μου." Αἱρετώτερά μοι, φησὶ, τὰ παρὰ τῶν δικαίων παιδείας χάριν γινόμενα καὶ ὠφε λείας λυπηρὰ, τῶν παρὰ τῶν ἁμαρτωλῶν προσφε ρομένων ἡδέων, κἂν δίκην ἐλαίου λαμπρύναντος κεφαλὴν, θυμηρεστέραν μοι ταῦτα παρέχει ζωήν. Αἱροῦμαι γὰρ παρὰ τῶν δικαίων παιδεύεσθαι, ἢ παρὰ τῶν ἁμαρτωλῶν θεραπεύεσθαι. "Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι δὲ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Τοσοῦτον γὰρ ἀπ έχω τοῦ τὴν ἐκείνων εὐημερίαν ζηλῶσαι, ὅτι καὶ αὐτοὺς εὔχομαι μεταβληθῆναι, ἵνα μεταβληθείσης τῆς εὐπραξίας λάβωσι κακίας μεταβολήν. ʹ. "Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν." Οὐκ εἰς μακρὰν, φησὶ, φροῦδοι γενήσονται, καὶ οἱ τῆς ἄκρας δυναστείας ἐπειλημμένοι, πέ τραις ὑφάλοις ὑπὸ ὑδάτων καλυπτομέναις ὑπο βρύχιοι παραπλησίως ἔσονται, ἀντὶ τοῦ, λήθῃ παρα δοθήσονται. "Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡ δύνθησαν." Τῇ πείρᾳ δὲ μαθόντες τῶν ἐμῶν ῥημά των τὸ ἀληθὲς, καὶ τῆς τούτων ἡδονῆς καὶ ὠφελείας αἰσθήσονται.

ζʹ. "Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην." Πάχος γῆς τὸ συνεχὲς τῆς γῆς καλεῖ, ὃ τῷ ἀρότρῳ τεμνόμενον εἰς βώλους διαιρεῖται. Τούτοις, φησὶ, τοῖς βώλοις παραπλησίως οἱ νῦν ἑστῶτες διαλυ θήσονται τῷ θανάτῳ, καὶ ἐν τοῖς τάφοις τὰ τούτων ὀστᾶ σκεδασθήσονται. Παρὰ τὸν ᾅδην γὰρ τοὺς τά φους ἐκάλεσεν.

ηʹ. "Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου." Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν.

θʹ. "Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνο μίαν." Τῶν παγίδων τούτων καὶ τῶν σκανδάλων ἐμνημόνευσε καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ. Παγίδας δὲ καὶ σκάνδαλα τὰς ἐπιβουλὰς καλεῖ, ὧν ἀπαλλα γῆναι παρακαλεῖ.

ιʹ. "Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρ τωλοί." Τουτέστι, τοῦ Θεοῦ. Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομε νοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν. "Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω." Ἐγὼ δὲ τούτων κεχωρισμένος διατελέσω, ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας.

ΡΜΑʹ ΨΑΛΜΟΥ.

αʹ. "Συνέσεως τῷ ∆αβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχόμενον." ∆ήλη τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. ∆ιωκόμενος γὰρ ὁ θεῖος ∆αβὶδ ὑπὸ τοῦ Σαοὺλ, καταφεύγει μὲν ὑπὸ τὸ σπήλαιον, καὶ ἐν τοῖς ἐνδοτάτοις τούτου κατακρύπτεται χωρίοις. Εἶτα θεασάμενος τὸν Σαοὺλ ἐκεῖ καταχθέντα, τὴν μὲν δειλίαν τῆς διανοίας ἐξήλασε· τὴν δὲ θείαν ἐπικου ρίαν ἐκάλεσε, καὶ ταύτης τετύχηκε.

βʹ. "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην." Καὶ ἐντεῦθεν δῆλον, ὡς κραυγὴν τὴν τῆς διανοίας προθυμίαν καλεῖ. Πῶς γὰρ ἂν ἐκέκραξε φωνῇ χρησάμενος ὁ κρυπτόμενος, καὶ λαθεῖν προθυμούμενος; Λέγει τοίνυν, ὅτι Μετὰ πάσης προθυμίας ἱκέτευσα τὸν Θεόν.

γʹ. "Ἐγχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἐπαγγελῶ." Καὶ τὴν συμφορὰν, φησὶν, αὐτῷ πεποίηκα δήλην, καὶ τὴν ὑπὲρ ταύτης ἱκετείαν ἐπιμελῶς προσενήνοχα· τὸ πολὺ δὲ τῆς δεήσεως διὰ τοῦ ἐκχεῶ παρεδήλωσεν.

δʹ. "Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου." Ταῦτα δὲ ἔδρων τὴν ὑπερβολὴν θεώμενος τῶν κα κῶν· παρ' αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. "Καὶ σὺ ἔγνως τὰς τρίβους μου." Πάντα δῆλά σοι τὰ ἐμὰ, καὶ οὐδὲν τῶν ἐμῶν πράξεων τὸν σὸν ἔλαθεν ὀφθαλμόν. "Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι." Καὶ οἱ θηρεύοντες τῶν θηρίων τὰς ὁδοὺς ἀνιχνεύουσι, καὶ ἐν ἐκείναις ἱστᾶσι τὰ θήρα τρα. Τούτους μιμούμενος ὁ Σαοὺλ, περιεργαζόμενος τὰ κατὰ τὸν ∆αβὶδ διετέλει, καὶ ἔνθα διάγειν αὐτὸν ἐμάνθανεν, ἐκεῖ ταῖς ἐνέδραις ἐκέχρητο. Τοῦτο καὶ ὁ διάβολος δρᾷ· καὶ τῷ μὲν ὁδεύοντι τὴν τῆς σω φροσύνης ὁδὸν, τίθησι τῆς φιληδονίας τὴν πάγην· τῷ δὲ ἐλεημοσύνῃ χαίροντι, τῆς κενοδοξίας τὸ δίκτυον· τῷ ἀφιλοχρημάτῳ, τῆς πλεονεξίας τὰς ἀφορμάς· τῇ παρθενίᾳ τὴν ἀλαζονείαν, καὶ ἁπαξ απλῶς ἑκάστῳ βίῳ τὸν εὐθήρατον λόχον.

εʹ. "Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με." Οὐδένα, φησὶν, οὐδαμόθεν ἑώρων ἐπίκουρον. ∆εξιὰ γὰρ τὸ πρᾶγμα τῶν εὐνουστέρων ἐκάλεσεν. "Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου." Ἀφύκτοις ἕρκεσι περιέπεσα, καὶ πόρον οὐχ εὑρίσκω φυγῆς, οὐδὲ τὸν ἐπαμυνόμενον. ʹ. "Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἡ ἐλ πίς μου." Σὲ τοίνυν ἱκετεύω, οὗ τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. "Μερίς μου εἶ ἐν γῇ ζώντων. [ζʹ.] Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα." Πολλά κις ὁ θεῖος ∆αβὶδ μερίδα οἰκείαν ἐκάλεσε τὸν Θεόν· καὶ νῦν δὲ ὡσαύτως τοῦτο πεποίηκεν. Οὐδεμίαν γὰρ, φησὶν, ἄλλην ἔχω βοήθειαν, ἀλλὰ σὲ μόνον ἐπίκουρον, καὶ διὰ σοῦ τυχεῖν ἀντιβολῶ τῆς ζωῆς. Ταπείνωσιν δὲ τὰς συμφορὰς ἐνταῦθα καλεῖ. Τοῦτο γὰρ καὶ ὁ Σύμμαχος παρεδήλωσεν, Ἀκρόασαι τὰς λαλιάς μου, ὅτι ἠτόνησα σφόδρα. "Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ." Ἰσχυρότεροί μοι γεγένηνται οἱ πολέμιοι· διὰ δὲ τῆς σῆς ῥοπῆς τὰς τούτων διαφεύξομαι χεῖρας.

ηʹ. "Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου." Ὁ δὲ Ἀκύλας οὕτως, Ἐξάγαγε ἐξ ἀποκλεισμοῦ τὴν ψυχήν μου. Ὡς ἐν εἱρκτῇ γάρ τινι καὶ δεσμωτηρίῳ κατ είχετο, τῶν πολεμίων τῇ θύρᾳ τοῦ σπηλαίου προσ καθημένων. Ὑπισχνεῖται δὲ τῆς σωτηρίας τυχὼν ὕμνοις τὰς εὐεργεσίας ἀμείβεσθαι. "Ἐμὲ ὑπο μενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι." Ὁ δὲ Σύμμαχος οὕτως, Τὸ ὄνομά σου στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με· τὴν γὰρ εἰς ἐμὲ γεγενημένην εὐεργεσίαν ἐνέχυρον τῆς εἰς αὐτοὺς λήψονται σωτηρίας, καί σε τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜΒʹ ΨΑΛΜΟΥ.

αʹ. "Τῷ ∆αβὶδ ψαλμὸς, ὁπότε κατεδίωκεν αὐ τὸν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ." Ἐν ἐνίοις ἀντιγράφοις εὗρον, "Ὅτε αὐτὸν ἐδίωκεν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ." Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς ταύτην εὕρηκα τὴν προσ θήκην. Ἔχεται δὲ ὅμως τῆς ἀληθείας. Αὐτὴν γὰρ ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός. "Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀλη θείᾳ σου· εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. ∆ίκας μὲν τίνων ὁ θεῖος ∆αβὶδ ὧν ἐπλημμέλησεν, ἐκείνοις περιέπεσε τοῖς κακοῖς· ἄδικος δὲ ὅμως, καὶ παράνομος, καὶ δυσσεβὴς, καὶ πατραλοίας ὁ Ἀβε σαλὼμ, τῆς τοῦ γεγεννηκότος ἐπιθυμήσας σφαγῆς. ∆ιά τοι τοῦτο τὸν Θεὸν ὁ μακάριος ἱκετεύει ∆αβὶδ ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ τῆς προσευχῆς εἰσακοῦσαι· βʹ. "Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν." Ἐν ἀληθείᾳ, φησὶ, καὶ δικαιοσύνῃ τοῖς ἐμοῖς σε, φησὶν, ἱκέτευσα λόγοις, οὐ τῇ ἐμαυτοῦ δικαιοσύνῃ θαῤῥῶν, ἀλλὰ τὴν τῶν πολεμίων παρανομίαν εἰδώς. Οἶδα γὰρ ὡς ἀδύνατον ἀθῶόν τινα τὸ σὸν δικαστή ριον ἐκφυγεῖν. Εἰ γὰρ τὸν κανόνα τῶν ὑπὸ σοῦ τε θέντων νόμων τῷ τῶν ἀνθρώπων παραθείης βίῳ, οὐδεὶς ὀφθήσεται κατὰ τοῦτον βεβιωκώς· εἰ δὲ καὶ τὰς σὰς εὐεργεσίας εἰς μέσον ἀγάγοις, καὶ ὅσα τοῖς ἀνθρώποις ἐχορήγησας ἀγαθὰ, ποία πάλιν ἀνθρω πίνη δικαιοσύνη ταῖς σαῖς ἐξισωθήσεται δωρεαῖς; γʹ. "Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου." Ἱκετεύω τοί νυν τῆς σῆς ἀληθείας καὶ δικαιοσύνης τυχεῖν, οὐκ ἐμοῦ καὶ σοῦ κρινομένων, ἀλλ' ἐμοῦ καὶ τῶν πολε μίων δικαζομένων. Ἐκβέβλημαι γὰρ ὑπ' ἐκείνων τῆς βασιλείας, ἐλήλαμαι τῆς πατρίδος. Ταύτην αὐ τοῦ τὴν ταπείνωσιν καὶ ἡ ἱστορία διδάσκει. Ἀνυπό δητος γὰρ, καὶ συγκεκαλυμμένος, καὶ δακρύων ἐβά διζεν. "Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶ νος." Οὐδὲν γὰρ διαφέρω νεκροῦ ἐν σκότει καθειρ γμένου, ἐληλαμένος καὶ ἐν ἐρήμοις χωρίοις διάγειν ἠναγκασμένος.

δʹ. "Καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου." Τούτου χάριν ἀθυμίας πολλῆς καὶ ἀχθηδόνος ἐμπέ πλησμαι. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καλεῖ. "Ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου." Πάντες, φησὶν, οἱ λογισμοί μου ταραχῆς καὶ ζάλης ἐπλήσθησαν.

εʹ. "Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων." Ἔλαβον, φησὶν, εἰς διάνοιαν, ὅσων τοὺς ἡμετέρους προγόνους ἠλευθέρωσας συμφορῶν, καὶ εὐχειρώτους γενέσθαι τοῖς πολεμίοις οὐκ εἴασας· καὶ ἀνεμνήσθην τῶν κατὰ τὸν Ἀβραὰμ, τῶν κατὰ τὸν Ἰσαὰκ, τῶν κατὰ τὸν Ἰακὼβ, τῶν κατὰ τὸν Ἰωσὴφ, τῶν κατὰ τὸν Μωσέα· καὶ ψυχαγωγίαν ἐντεῦθεν ἔλαβον. ʹ. "∆ιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου." Ἀντὶ τοῦ, Σὺν πάσῃ προθυμίᾳ τὴν ἱκετείαν ἐποιησάμην. "Ἡ ψυχή μου, ὡς γῆ ἄνυδρός σοι." Οὕτω δέ σου διψῶ τὴν βοήθειαν, καθάπερ ἡ ἄνυδρος γῆ προσ μένει τὸν ὑετόν.

ζʹ. "Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου." Τὴν ὑπερβολὴν ἀθυμίας διὰ τούτων ἐδήλωσε· τῶν γὰρ λίαν ἀσχαλλόντων ἴδιον τόδε τὸ πάθος. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον." Εἰ γὰρ βδελύξαιό μου τὴν ἱκετείαν διὰ τὴν ἁμαρτίαν, παραυτίκα τῷ θανάτῳ παραδοθήσο μαι. Τὸν γὰρ θάνατον λάκκον ἐκάλεσε τροπικῶς. Καθάπερ γὰρ τὸν καθειργμένον ἐν λάκκῳ οὐκ ἔστι δίχα τῶν ἐπικουρούντων διαφυγεῖν, οὕτως ἀναβιῶναι τὸν τεθνηκότα τῶν ἀδυνάτων, μὴ βουλομένου Θεοῦ.

ηʹ. "Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα." Τὴν σήν μοι φιλανθρω πίαν, φησὶ, μήνυσον, καὶ τῆς ἐλπίδος μὴ διαμάρ τοιμι. Πρωῒ γὰρ ἐνταῦθα τὸ ταχέως ἐκάλεσε. "Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου." Γενοῦ μοι, φησὶ, ποδηγὸς, καὶ τὴν εὐθεῖαν πορείαν ὑπόδειξον. Πάν των γὰρ τῶν ἀνθρωπίνων τὴν ἐμὴν ἀποστήσας ψυχὴν, σοὶ ταύτην προσήγαγον, ∆έσποτα.

θʹ. "Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον." Φεύγων τοὺς πολεμίους σὲ κατα φυγῆς τόπον ἔχω, καὶ τῆς ἐκείνων ἐπιβουλῆς ἀπ αλλαγῆναι παρακαλῶ.

ιʹ. "∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου." Ἱκετεύω δὲ καὶ τοῦτο, μὴ μόνον εἰδέναι τί θέλεις, ἀλλὰ καὶ πράττειν ἃ θέλεις· ἐπειδὴ σὲ Θεὸν ἐμαυτοῦ καὶ ∆εσπότην ἐπίσταμαι. "Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ." Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύματος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθὸς, οὕτω καὶ τὸ Πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκέτευσεν, οὕτω καὶ τῆς τοῦ Πνεύ ματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὡς μηδὲν αὐ τῷ φανῆναι πρόσαντες, μηδὲ δυσχερὲς, ἀλλ' εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν, καὶ λείαν, καὶ πλάνης ἀπηλλα γμένην.

ιαʹ. "Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με." Σύ με προεβάλου βασιλέα· τῆς σῆς δὲ ψήφου καὶ χειροτονίας ἀπήλαυσα, καὶ δέδια μὴ παροφθεὶς ὑπὸ σοῦ βλασφημίας πρόξενος τῷ σῷ ὀνόματι γένωμαι. Μὴ εἰς τὴν ἐμὴν τοίνυν ἀποβλέψῃς ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ σοῦ ὀνόματος εὐφημίαν μετάδος μοι τῆς σωτηρίας. "Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλί ψεως τὴν ψυχήν μου." Ἐμοὶ γὰρ καὶ τοῖς πολε μίοις δικάσας, δικαίως τῶν ὑπ' ἐκείνων ἐπαγομένων ἀπαλλάξεις με συμφορῶν.

ιβʹ. "Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι." Τοῦτο καὶ ἐν τῷ ρλεʹ ἔφη ψαλμῷ, "Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ" Καὶ ἐνταῦθα ἔφη, "Ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου." Ὁ γὰρ περὶ τὸν ἀδικούμενον ἔλεος ἐπάγει τῷ ἀδικοῦντι τὸν ὄλεθρον. Οὕτω καὶ γεωργὸς ἄριστος προῤῥίζους μὲν τὰς ἀκάνθας ἐκτέμνει, ἄρδει δὲ καὶ γεωργεῖ τὰ φυτά.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜΓʹ ΨΑΛΜΟΥ

αʹ. Τῷ ∆αβίδ. Ἐν ἐνίοις τῶν ἀντιγράφων τῇ ἐπιγραφῇ προσκείμενον εὗρον, "Πρὸς τὸν Γολιάθ." Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε μὴν παρὰ τοῖς Ἑβδομήκοντα εὗ ρον ἐν τῷ Ἑξαπλῷ. Ἔχει δὲ ὑπόθεσιν ταύτην· Τῶν ἐπαναστάντων Ἰουδαίοις ἐθνῶν, μετὰ τὴν ἀπὸ Βα βυλῶνος ἐπάνοδον, πολλοὶ τῶν προφητῶν ἐμνημό νευσαν· πλατύτερον δὲ τῶν ἄλλων ὁ θεῖος Ἰεζεκιήλ. Λέγει δὲ καὶ ταῦτα μεθ' ἑτέρων πολλῶν· "Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἥξεις εἰς γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένην ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἱερουσαλὴμ, ἣ ἐγένετο ἔρη μος δι' ὅλου. Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικήσουσιν ἐπὶ εἰρήνης πάντες αὐτοί. Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς καταιγὶς, καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν, καὶ πέσῃ σὺ, καὶ πάν τες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ." Εἶτα μετὰ πολλὰ διδάσκει καὶ τοῦ θανάτου τὸν τρόπον. "Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαίρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος. Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται, καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ, καὶ ἐν αἵματι, καὶ ὑετῷ κατα κλύζοντι, καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον βρέξω ἐπὶ αὐτοὺς, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ, καὶ ἐπὶ ἔθνη πολλὰ τὰ μετ' αὐτοῦ." Ἔξεστι δὲ τῷ βουλομένῳ ταῦτα μαθεῖν ἀκριβέστερον ἐντυγχάνοντι τῇ προφητείᾳ. Ταῦτα καὶ οὗτος ὁ ψαλμὸς προθεσπί ζει· "Κλῖνον γὰρ οὐρανοὺς, Κύριε, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς." Σαφέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. "Εὐλογη τὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον." Ἄρτι γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόντες, καὶ ὅπλων καὶ περιβόλων ἐστερημένοι, διὰ τῆς θείας ῥοπῆς τῶν ἐπανελθόντων περιεγένοντο δυσμενῶν. Ἁρμότ τει δὲ καὶ ἡμῖν τὰ εἰρημένα. Τῆς γὰρ τοῦ διαβό λου τυραννίδος ἀπαλλαγέντες, ὑπὸ τοῦ Θεοῦ πολε μεῖν ἐδιδάχθημεν· τὰς χεῖρας μὲν, ἐργαζόμενοι δι καιοσύνην· διὰ δὲ τῶν δακτύλων, τοῖς μετώποις ἐπιτιθέντες τοῦ σταυροῦ τὴν σφραγῖδα.

βʹ. "Ἔλεός μου, καὶ καταφυγή μου, ὑπερασπι στής μου ἀντιλήπτωρ μου καὶ ῥύστης μου, καὶ ἐπ' αὐτοῦ ἤλπισα." Ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας ἐποιήσατο. Σὺ γὰρ, φησὶν, "ἔλεός μου·" παρὰ σοῦ γὰρ ἐδεξάμην τὰς τοῦ ἐλέους πηγάς. Σὺ "καταφυγή μου·" πρὸς σὲ γὰρ καταφυγὼν διεσώ θην. Σὺ "ἀντιλήπτωρ μου·" τῆς γὰρ σῆς ἀπολαύ σας ῥοπῆς, κρείττων ἐγενόμην τῶν πολεμίων. Σὺ "ῥύστης μου καὶ ὑπερασπιστής μου." Σὺ γάρ με καὶ περιέφραξας πολεμούμενον, καὶ ἐῤῥύσω πολιορ κούμενον. Τὴν εἰς σὲ τοίνυν ἐλπίδα σχήσω βεβαίαν. "Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ." Τοῦτο τῷ Ζοροβάβελ ἁρμόττει, καὶ Ἰησοῦ τῷ ἱερεῖ· οὗτοι γὰρ ἡγοῦντο τοῦ λαοῦ τηνικαῦτα.

γʹ. "Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;" Ἀντὶ τοῦ ἐγνώσθης, γνωρίζῃ ὁ Σύμμαχος ἡρμήνευσε. Σφόδρα, φησὶν, ἄγαμαι τὴν ἄμετρόν σου φιλανθρωπίαν· ὅτι Θεὸς ὢν, καὶ τῶν ἁπάντων δημιουργὸς, τοσαύτην τοῦ εὐτελοῦς τούτου ζώου κηδεμονίαν ποιῇ· εἶτα τῆς φύσεως τὸ ἐπίκηρον δεικνύει.

δʹ. "Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν." Ὁ Θεοδοτίων, Ἄνθρωπος, φησὶν, ἀτμίδι ὡμοιώθη· ὁ δὲ Σύμμαχος, ἀτμῷ. Ἀτμοῦ γὰρ δίκην συνισταμένου καὶ δια λυομένου ῥᾳδίως φθείρεται τῶν ἀνθρώπων ἡ φύσις, καὶ σκιᾷ τούτων ὁ βίος παραπλησίως ὁδεύει· ἐπειδὴ οὕτω μέλει σοι τῶν ἐπικήρων ἀνθρώπων.

εʹ. "Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι." Ἀνθρωπίνως τοῖς λόγοις ἐχρήσατο, οὐκ οὐρανῷ πε ριγεγραμμένην τὴν θείαν φύσιν εἰδὼς, ἀλλ' εἰς τιμω ρίαν τῶν πολεμίων καλῶν τὸν ἐπίκουρον. "Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται." Τοῦτο γὰρ καὶ ἐν τῷ Σινᾷ ἐγένετο ὄρει. Τὸ γὰρ ὄρος, φησὶν, ἐκαπνί ζετο. ʹ. "Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς." Εὐκτικῶς μὲν σχηματίζει τοὺς λόγους· προλέγει δὲ τὰ ἐσόμενα, ἃ διὰ τοῦ προφήτου Ἰεζεκιὴλ προείρη κεν ὁ Θεός· οὕτω γὰρ ἐκείνους ἅπαντας κατανάλω σεν.

ζʹ. "Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους." ∆ι δάσκων ὡς ἀρκεῖς νεύων παρασχεῖν τοῖς αἰτοῦσι τὴν σωτηρίαν. Χεῖρα δὲ τὴν ἐνέργειαν ἐκάλεσεν, ὡς πολλάκις εἰρήκαμεν. "Ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν." Πολλὰ ὕδατα τὸ πλῆθος πολε μίων ἐκάλεσεν. Οὕτω καὶ ἐν τῷ ρκγʹ ἔφη ψαλμῷ, "Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον." Καὶ διδάσκων ὅτι τροπικῶς τοὺς ἐχθροὺς ὕδατα ἐκάλεσεν, ἐπήγαγεν· "Ἐκ χειρὸς υἱῶν ἀλλοτρίων." Ἀλλοτρίους δὲ αὐτοὺς, οὐχ ὡς ἀλ λοφύλους, ἀλλ' ὡς δυσσεβεῖς προσηγόρευσεν.

ηʹ. "Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα." Βλασφη μίαις, φησὶ, ∆έσποτα, τῆς σῆς ἐχρήσαντο δόξης. "Καὶ ἡ δεξιὰ αὐτῶν, δεξιὰ ἀδικίας." Τοῖς δὲ λόγοις συμβαίνει τὰ πράγματα. Ὥσπερ γὰρ τοῖς λόγοις βλασφημοῦσιν, οὕτω τοῖς ἔργοις ἀδικοῦσιν. Αὕτη γὰρ αὐτῶν ἡ δεξιὰ οὐδὲν ἐργάζεται δεξιὸν, ἀλλ' ἀδικίας πέφηνεν ὄργανον.

θʹ. "Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι." Οὐκ ἔσομαι γὰρ ἀγνώμων τῆς σωτηρίας τυχὼν, ἀλλὰ τοῖς συνήθεσιν ὀργάνοις χρη σάμενος τὸν χαριστήριον ὕμνον ἐκτίσω.

ιʹ. "Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν." Οὕτω γὰρ, φησὶ, καὶ τοὺς ἡμετέρους προγόνους ὑπὸ σοῦ τὴν βασιλείαν ἐγχειρισθέντας διέσωσας, καὶ τῶν πολεμίων ἐπαναστάντων νικηφόρους ἀπέφηνας, τὸν ∆αβὶδ, τὸν Ἰωσαφὰτ, τὸν Ἐζεκίαν, καὶ εἴ τις ἕτερος τὴν σὴν ἐπικουρίαν ἐξῄτησεν. "Τῷ λυτρου μένῳ ∆αβὶδ τὸν δοῦλον αὐτοῦ." ∆ιὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποιῇ. "Ἐκ ῥομφαίας πονηρᾶς. [ιαʹ] Ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων." Ῥομφαίαν πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς καὶ υἱοὺς ἀλλοτρίους, ὡς δυσσεβεῖς. "Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας." Τῇ ταυτολογίᾳ οὐ μάτην ἐχρήσατο· ἀλλὰ τὴν εὐημερίαν αὐτῶν διηγεῖσθαι μέλλων, τὴν τῆς πονηρίας κατηγορίαν ἀνέλαβεν, εἰς ἐπικουρίαν τὸν Θεὸν διεγείρων. Οἱ γὰρ οὕτως σε, φησὶ, βλασφημοῦν τες, καὶ ἀδικίᾳ καὶ πονηρίᾳ συζῶντες, ἐξ οὐρίων φέρονται, καὶ παρὰ σοῦ δεξάμενοι τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐφόδιον ἔχουσι τῆς ἀδικίας τὴν εὐπρα ξίαν.

ιβʹ. "Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἡδρυμένα ἐν τῇ νεότητι αὐτῶν." Ἀπήλαυσαν, φησὶν, πολυπαιδίας καὶ εὐπαιδίας, καὶ ὑπὸ τῶν υἱῶν κυκλοῦνται, νεοθαλῆ μιμούμενοι φυτά. "Αἱ θυγατέρες αὐτῶν κεκαλλω πισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ." Οὐ μόνον γὰρ αὐτὰς τῆς φύσεως ὡραΐζει τὸ κάλλος, ἀλλὰ καὶ ἐξ ἐπιτεχνήσεως πολὺν περίκεινται κόσμον· ὡς ἀπεικάζεσθαι τοῖς ἐπὶ τιμῇ τῶν εἰδώλων κεκαλ λωπισμένοις ναοῖς. Τοιοῦτον δέ ἐστι τὸ κομμωτικὸν καὶ ἑταιρικόν.

ιγʹ. "Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο." Ὅταν γὰρ ἴδωσιν ὑπὲρ τὴν χρείαν τὰ δοχεῖα πεπληρωμένα, εἰς ἕτερα πάλιν τὰ περιττὰ μεταφέρουσι· κατ' ἐκεῖνον τὸν λέγοντα, "Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο μήσω." "Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. [ιδʹ] Οἱ βόες αὐτῶν παχεῖς." Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. "Οὐκ ἔστι κα τάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν." Ὁ δὲ Σύμμαχος οὕτως, Οὔτε διακοπὴ, οὔτε ἐκφορὰ, οὔτε κωκυτὸς ἐν ταῖς πλατείαις αὐτῶν. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. ∆ιὰ γὰρ πολλὴν τὴν εὐθηνίαν, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐν τρυφῇ καὶ γέλωτι διατελοῦσι, τῶν πο νηρῶν οὐ δεχόμενοι πεῖραν. Ταῦτα καὶ ἐν τῷ ἑβ δομηκοστῷ καὶ δευτέρῳ ἔφη ψαλμῷ, ὅτι "Οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται." Εὑρίσκομεν δὲ καὶ παρὰ τοῖς ἄλλοις προφήταις συνῳδὰ τούτοις πολλά· ἀλλὰ πάντες ἐπιφέρουσι τῶν ἀμφισβητουμέ νων τὴν λύσιν. Τοῦτο δὲ καὶ ἐνταῦθα πεποίηκεν ὁ θεῖος ∆αβίδ. Ἐπήγαγε γάρ· ιεʹ. "Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, μα κάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ." Οἱ γὰρ τῆς ἀληθείας ἀμύητοι οὐκ ἐπίστανται τῶν πραγμάτων διακρίνειν τὴν φύσιν, ἀλλὰ τρυφῇ, καὶ πλούτῳ, καὶ δυναστείᾳ τὴν εὐκληρίαν ὁρίζονται, καὶ τοὺς τούτων ἀπολαύοντας ζηλωτοὺς ἀποκαλοῦσι, καὶ μακαρίους. Οἱ δὲ μύσται τῆς ἀρετῆς τῆς θείας σοφίας μετειλη φότες, τὸν ὑπὸ σοῦ προμηθούμενον λαὸν μακαρί ζουσι, καὶ τοῦ βίου παντὸς τὴν σὴν προτιμῶσι κηδε μονίαν. Τοὺς τοιούτους ἡμᾶς μακαρισμοὺς καὶ ὁ Κύ ριος ἐξεπαίδευσε· "Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακάριοι οἱ πενθοῦντες, καὶ μακά ριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν." Οἱ δὲ τοῦ βίου τὴν ἡδονὴν προαιρούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύσαντες, τὴν μακρὰν ὀδύνην ἐκ τῆς βραχείας τρυγήσουσιν ἡδονῆς.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜ∆ʹ ΨΑΛΜΟΥ.

αʹ. "Αἴνεσις τῷ ∆αβίδ." ∆ηλοῖ καὶ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὸν σκοπόν. Ὑμνεῖν γὰρ παρακελεύεται τὸν τῶν ὅλων Θεὸν, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ με γαλουργίας, καὶ βασιλείας, καὶ μεγαλοπρεπείας μεμνημένους. Πεποίηκε δὲ καὶ ἑτέρους τοιούτους ψαλμοὺς ἡ χάρις τοῦ Πνεύματος, εἰς εὐγνωμοσύνην τὸν λαὸν ἐκεῖνον διεγείρουσα. Ἔχει δὲ καὶ πρόῤ ῥησιν τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ ἐπιγνώσεως. Κατὰ στοιχεῖον δὲ καὶ οὗτος ὁ ὕμνος σύγκειται, καὶ διὰ τῆς ταυτολογίας διδάσκει τοῦ Προφήτου τὸν πό θον. "Ὑψώσω σε, ὁ Θεός μου, βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Φύσει μὲν ὕψιστος ὁ Θεὸς, καὶ οὐκ ἐπείσακτον ἔχει τὸ ὕψος. Κηρύττουσι δὲ τοῦτο τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ τοὺς ἀγνοοῦντας δι δάσκουσι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Χριστοῦ ἐν τοῖς εὐαγγελίοις εἰρημένον· "Πάτερ, ἐδόξασά σου τὸ ὄνομα ἐν τῇ γῇ." Καὶ μετ' ὀλίγα διδάσκει ὡς οὐ δόξαν ἔδωκεν αὐτῷ, ἣν μὴ πρότερον εἶχεν, ἀλλ' ἣν εἶχεν ἐγύμνωσεν. Ἔφη γὰρ, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Οὕτω καὶ ὁ Πατὴρ τῷ Υἱῷ οὐκ ἔδωκε δόξαν, ἣν μὴ πρότερον εἶχεν· ἀλλ' ἣν εἶχε τοὺς ἀγνοοῦντας ἐδίδαξε· "∆όξασόν με γὰρ, φησὶν, σὺ Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ, πρὸ τοῦ τὸν κόσμον γενέσθαι." Οὐ τοίνυν ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ὃ εἶχε δῆλον τοῖς οὐκ εἰδόσιν ἐγένετο. Καὶ ἐνταῦθα τοίνυν ὁ Προφήτης οὐχ ὑψηλὸν ποιεῖν τὸν Θεὸν ἐπαγγέλλε ται, ἀλλὰ τὸ ὕψος αὐτοῦ τοῖς ἀνθρώποις, ὡς οἷόν τε δεικνύναι· καὶ τὸν ἁπάντων Θεὸν, καὶ Θεὸν καὶ βα σιλέα ἴδιον ὀνομάζει, ὑπὸ τοῦ φίλτρου τοῦτο ποιεῖν προαγόμενος.

βʹ. "Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰ νέσω τὸ ὄνομα σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἀεί σε, φησὶν, ὑμνῶν διατελέσω, καὶ οὐδεμίαν ἡμέραν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας.

γʹ. "Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας." Ἐπειδὴ πᾶν μέγεθος αἰσθητὸν μήκει, καὶ πλάτει, καὶ βάθει με τρούμενον δείκνυται μέγα, εἰκότως ἐπήγαγεν, ὅτι "Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας," ἵνα καὶ ἀσώματον δείξῃ, καὶ ἀπερίγραφον τὸν ὑμνούμενον. Μέγαν μὲν γὰρ αὐτὸν, φησὶν, οἶδα, οὐ μὴν ἐφικτὸν, οὔτε μὴν μετρητόν. Οὔτε γὰρ ἀρχὴν, οὔτε τέλος τοῦ μεγέθους εὑρίσκω. Ἄπειρον γὰρ τοῦτο, καὶ πᾶ σαν ὑπερβαῖνον κατάληψιν.

δʹ. "Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι." Ἐντεῦθεν τῶν ἐθνῶν προεκήρυξε τὴν θείαν ἐπίγνωσιν. Οὐ γὰρ μόνον, φησὶν, ἡμεῖς, οἱ ἐξ Ἰσραὴλ, κατὰ τήνδε τὴν γενεάν σε τὸν εὐεργέτην ὑμνήσομεν, ἀλλὰ καὶ ἑτέρα γενεὰ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῶν ἔργων σου τὴν μεγα λουργίαν κηρύξει.

εʹ. "Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιω σύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγή σονται." Νικᾷ τοῦ Προφήτου τὴν δύναμιν τοῦ ὑμνου μένου ἡ φύσις. Ἀξίας γὰρ ἐπιζητῶν καὶ προσφυεῖς προσηγορίας, εἶτα διαμαρτάνων, πολλὰ κατὰ ταυτὸν ἐπιπλέκει ὀνόματα, ἁγιωσύνης δόξαν καὶ μεγαλο πρέπειαν ὀνομάζων. Ταῦτα μέν τοι προλέγει ὑπὸ τῆς ἑτέρας κηρυχθήσεσθαι γενεᾶς. ʹ. "Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται." ∆οκεῖ μὲν ταυτολογίᾳ κεχρῆσθαι, διάφορα δὲ ὅμως ση μαίνει. Θαυμάσια μὲν γὰρ λέγει, τὰ ἐπ' εὐεργεσίαις τινῶν γινόμενα θαύματα· δύναμιν δὲ φοβερῶν, τὰς ἐπὶ τιμωρίᾳ ἑτέρων δειχθείσας μεγαλουργίας· οἷον διὰ τοῦ θεσπεσίου Μωϋσοῦ τῇ Αἰγύπτῳ παντοδαπὰς ἐπήγαγε μάστιγας· ἐκεῖνα νοητέον δύναμιν φοβε ρῶν. Ἐν τῇ ἐρήμῳ μάννα ἐκόμισε τῷ λαῷ, καὶ ὀρ τυγομήτρας ἐπέδησε, καὶ τὴν ἄνυδρον ἐπέκλυσε· ταῦτα εἰς θαῦμα τῶν εὐγνωμόνων τὰς γλώττας ἐκί νησε. Ταύτην καὶ ὁ θεῖος Ἀπόστολος ἐποιήσατο τὴν διαίρεσιν. Ἔφη γὰρ, ὑπὸ τοῦ παναγίου Πνεύματος δεδόσθαι, οὐ μόνον χαρίσματα ἰαμάτων, ἀλλὰ καὶ ἐνεργήματα δυνάμεων. Καὶ καλεῖ μὲν χαρίσματα ἰα μάτων, τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν ἀῤῥώστων τὴν ὑγίειαν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ ὅσα τοιαῦτα. Ἐνεργήματα δὲ δυνάμεων, τὴν τοῦ Ἐλυμᾶ τυφλότητα, τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας τὸν θάνατον, τοὺς τῷ Σατανᾷ παραδοθέντας, ἵνα παι δευθῶσι μὴ βλασφημεῖν.

ζʹ. "Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται." Βούλεται μὲν ὁ Προφήτης τῆς θείας ἀγαθότητός τε καὶ δυνάμεως ὑποδεῖξαι τὸν πλοῦτον· ἀνθρωπίνῃ δὲ χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν. Τοῦτο μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος ὑπομένει, καὶ ἀξίως οὐ δυνάμενος διηγήσασθαι τὰ θεῖα, διὰ πλειό νων ὀνομάτων τοῦτο πειρᾶται. "Τὸν ὑπερβάλλοντα γάρ φησι, πλοῦτον τῆς χάριτος αὐτοῦ." Ἀλλαχοῦ δὲ τὴν ἧτταν ὁμολογεῖ, "Ὡς ἀνεξερεύνητα, λέγων, τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!" ηʹ. "Οἰκτίρμων, καὶ ἐλεήμων ὁ Κύριος, μακρό θυμος, καὶ πολυέλεος." Τὸ αὐτὸ καὶ ἐνταῦθα πάλιν ὁ Προφήτης ὑπέμεινεν. Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ' ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μα κρόθυμον, καὶ πολυέλεον. Ἀμετρήτῳ γὰρ χρώμενος ἀγαθότητι, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ ἠγά πησεν οὕτως τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ δοῦναι ὑπὲρ αὐτοῦ.

θʹ. "Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰ κτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ." Οὐ γὰρ μόνον Ἰουδαίων ἐποιήσατο πρόνοιαν, ἀλλὰ καὶ εἰς πάντας ἀνθρώπους τὴν φιλανθρωπίαν ἐξέχεεν. Οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ἐπιμελεῖ ται, καὶ πᾶσι παρέχει τὰ πρόσφορα.

ιʹ. "Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε." Οὐ τὰ ἄψυχα τὸν Θεὸν ὑμνεῖ, οὐδὲ τὰ ἄλογα φωνὴν ἀφίησι λογικήν· ἀλλὰ καὶ διὰ τούτων οἱ λογικοὶ καὶ φιλόθεοι τὴν ὑμνῳδίαν ὑφαίνουσιν. Εἰς ἕκαστον γὰρ ἀφορῶντες τῶν ὑπ' αὐτοῦ γεγενημένων, καὶ σοφίας τὴν μεγαλουργίαν θεώμενοι, εἰς δοξολογίαν κινοῦσι τὴν γλῶτταν.

ιαʹ, ιβʹ. "∆όξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου." Οὗτοι γὰρ οἱ ὅσιοι, εἴτε προφῆται, εἴτε ἀπόστολοι, καὶ οἱ μετ' ἐκείνους τὴν τοῦ κηρύγματος διακονίαν διαδεξάμε νοι, τὴν αἰώνιον βασιλείαν, καὶ τὴν ἄῤῥητον δύναμιν πάντας ἀνθρώπους διδάξουσιν. Οὐ γὰρ μόνοις Ἰου δαίοις, ἀλλὰ καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει τήνδε τὴν διδασκαλίαν προσοίσουσιν.

ιγʹ. "Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώ νων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ." Ἀπέραντον ἔχεις τὸ κράτος, καὶ ἀΐδιον τὴν βασι λείαν, οὔτε ἀρξαμένην, οὔτε λήξασαν. "Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ." Προλάμπει γὰρ τῶν λόγων ἀλή θεια, βεβαιουμένη τοῖς ἔργοις· καὶ ταῦτα δὲ τῷ δι καίῳ κοσμεῖται.

ιδʹ. "Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπί πτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους." Οὐ γὰρ μόνον τῶν τῆς δικαιοσύνης τροφίμων ἐπι μελεῖται, ἀλλὰ καὶ τῶν ὀλισθαινόντων καταῤῥηγνυ μένων, καὶ τῆς ἁμαρτίας δεχομένων τὰ τραύματα. Τοὺς μὲν γὰρ ἐρείδων, καταπεσεῖν οὐκ ἐᾷ· τοὺς δὲ πεσόντας ἀνίστησιν, ὀρέγων τὴν δεξιάν.

ιεʹ. "Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ." Τὸ ἐλπί ζουσιν ἐνταῦθα οὐκ ἐπὶ διαθέσεως τέθεικεν· οὔτε γὰρ οἱ δυσσεβείᾳ συζῶντες ταύτην ἔχουσι τὴν ἐλπίδα, οὔτε τῶν ἀλόγων τὰ γένη λογικὴν αἴσθησιν ἔχει. ἀλλὰ διδάσκει ὡς ἕκαστον παρ' αὐτοῦ τὴν κατάλλη λον ὑποδέχεται χρείαν. Εἶτα καὶ τὴν εὐκολίαν ὑπο δείκνυσι τῆς χορηγίας. ι ʹ. "Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας." Ἅμα τε γὰρ βούλει, καὶ ἀπο λαύει τῶν σῶν χορηγουμένων ἕκαστον ἀγαθῶν. Καθάπερ γὰρ ἡμῖν ῥᾴδιον τοὺς συνηγμένους ἐκτεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα· οὕτω σοι εὐπε τὲς ἐν ἀκαρεῖ παρασχεῖν τῶν ἀγαθῶν τὴν φοράν.

ιζʹ. ∆ίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ." Ἐν ἁπάσαις δέ σου ταῖς οἰκονομίαις διαλάμπει τὸ δίκαιον. Ὁδοὺς γὰρ τὰς οἰκονομίας ἐκάλεσεν.

ιηʹ. "Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐ τὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ." Τὸ ἐγγὺς οὐ τοπικὸν σημαίνει διάστημα· φύσει γὰρ πανταχοῦ πάρεστιν ὁ Θεός· "Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν," κατὰ τὸν θεῖον Ἀπόστολον· ἀλλὰ τὴν σχέσιν, καὶ τὴν διάθεσιν διὰ τούτων ἐδή λωσε. Καλὴ δὲ καὶ ἡ προσθήκη τῆς ἀληθείας. Οὐ γὰρ τοῖς ἁπλῶς ἐπικαλουμένοις πελάζει, ἀλλὰ τοῖς ἐν ἀληθείᾳ τοῦτο δρᾷν προαιρουμένοις. "Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πα τρός μου τοῦ ἐν οὐρανοῖς." ∆ιὸ ἐπήγαγεν· ιθʹ. "Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐ τούς." Οἱ τὸν θεῖον ἔχοντες φόβον πρότεροι, ποιοῦσι τοῦ Θεοῦ τὸ θέλημα. Ἐπειδὴ τοίνυν συμβαίνει αὐτῶν ὁ σκοπὸς πρὸς τὸ θεῖον θέλημα, ἀναγκαίως αὐτῶν ὁ ∆εσπότης πληροῖ τὰ θελήματα. Οὐδὲν γὰρ ἐναν τίον οἷς βούλεται θέλουσιν.

κʹ. "Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει." Ἔδειξε πῶς δίκαιος ὁ Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἴδιον γὰρ τοῦ δικαίου τὸ πρόσφορον ἀπονέμειν ἑκάστῳ, οὗ δὴ χάριν τοὺς μὲν εὖ περὶ αὐτὸν διακει μένους φρουρεῖ, καὶ φυλάττει, καὶ τῶν ἐπιβούλων ἐλευθεροῖ· τοὺς δὲ τὴν ἐναντίαν ἀσπαζομένους ὁδὸν τιμωρίαις ἐκδίδωσιν.

καʹ. "Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἐγὼ μὲν οὖν, φησὶ, τόνδε τὸν ὕμνον συγγέγραφα. Προσήκει δὲ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ἀεὶ τῇ δοξολογίᾳ γεραίρειν τὸν ποιητὴν, καὶ πρόσφορον σέβας τῷ θείῳ προσφέρειν ὀνόματι. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα οὐκ Ἰουδαίοις τὸν ὕμνον ἀπένειμεν, ἀλλὰ πᾶσαν σάρκα εἰς τὴν ὑμνῳδίαν ἐκάλεσε. ∆ήλη τοίνυν ἡ πρόῤῥησις τῇ ἐκβάσει μαρτυρουμένη. Ἐν ἅπασι γὰρ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι, κατὰ τὴν προ φητείαν, ὁ τῶν ὅλων ὑμνεῖται Θεός.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜΕʹ ΨΑΛΜΟΥ.

αʹ. Ἀλληλούϊα. Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται Ἀγγαίου καὶ Ζαχαρίου. Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευ ταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα εὗρον ἐν τῷ Ἑξαπλῷ. Ὑμνεῖν μὲν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύε ται τὸν τῶν ὅλων Θεόν. Τοῦτο γὰρ καὶ ἡ ἐπιγραφὴ δηλοῖ. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον ἑρ μηνεύεται, ὡς πολλάκις εἰρήκαμεν.

βʹ. "Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον." Ἡ χάρις τοῦ Πνεύματος πᾶσιν ἡμῖν παρεγγυᾷ, εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἡμᾶς αὐτοὺς διεγείρειν. "Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω." Ἐν τῷ ἕκτῳ ἔφη ψαλμῷ, "Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" Τούτου χάριν κατὰ τὸν τῆς ζωῆς χρόνον ὑμνεῖν διδασκόμεθα τὸν Θεὸν, ἕως ἂν τοῦδε τοῦ βίου τὸ πέρας δεξώμεθα. "Μὴ πεποίθατε ἐπὶ ἄρχοντας." Ἀγαθὴ παραίνεσις, Οὔτε γὰρ ἀεὶ οἱ ἄρχοντες ἄρ χουσιν, ἀλλὰ πρόσκαιρον ἔχουσιν ἐξουσίαν, οὔτε πάντες οἱ ἄρχοντες τιμῶσι τὸ δίκαιον. Ἵνα δὲ προσῇ καὶ ἀμφότερα, χρὴ τῆς φύσεως ἰδεῖν τὸ ἐπίκηρον. Τοῦτο γὰρ ἐπιφέρει.

γʹ. "Ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτη ρία." Βλέπε τὴν φύσιν, καὶ μὴ θάῤῥει τῇ ἐξουσίᾳ. "Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη," καὶ "Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ." δʹ. "Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέ ψει εἰς τὴν γῆν αὑτοῦ." Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν καλεῖ. Ταύτης δὲ ἐξιούσης, εἰς τὴν οἰκείαν συγγέ νειαν τὸ σῶμα χωρεῖ, κατὰ τὴν θείαν ἀπόφασιν, "Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." –"Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ." Τῆς γὰρ ψυχῆς ἀποζευχθείσης, καὶ τοῦ σώματος δια λυθέντος εἰς κόνιν, ἐδείχθη ματαία τῶν λογισμῶν ἡ φαντασία. Τοῦτο καὶ διὰ τῆς παραβολῆς ἡμᾶς ὁ Κύ ριος ἐδίδαξεν. Εἰσαγαγὼν γὰρ τὸν πλούσιον, οὗ ηὐ φόρησεν ἡ χώρα, λογιζόμενον καταλῦσαι τὰς ἀποθή κας, καὶ μείζονας οἰκοδομῆσαι, ἐπήγαγεν· "Ἄφρον, ταύτην τὴν νύκτα ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται;" Καὶ τῶν ἄλλων δὲ ἀνθρώπων, οἱ μὲν ἀρχὰς καὶ δυναστείας, οἱ δὲ κτή σεις ἀγρῶν καὶ οἰκοδομίας φαντάζονται· οἱ δὲ τὰς ἐν πολέμοις ὀνειροπολοῦσι νίκας, ἄλλοι δὲ τοῖς ἐχθροῖς τεκταίνουσιν ὄλεθρον· ἀλλ' ἐπιὼν ἐξαπιναίως ὁ θά νατος ἀτέλεστον τῶν λογισμῶν τὴν φαντασίαν ἐᾷ. Οὕτω δείξας τῆς ἐπ' ἀνθρώποις ἐλπίδος τὸ μάταιον, τῆς εἰς τὸν Θεὸν πεποιθήσεως τὸ ὀνησιφόρον ἐπι δείκνυσιν.

εʹ. "Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ." Θεὸν Ἰα κὼβ οὐχ ἁπλῶς ὠνόμασεν, ἀλλ' ἀναμιμνήσκων ἡμᾶς πόσης προμηθείας ἀπήλαυσεν Ἰακὼβ πρὸς τὸν Θεὸν ἐλπίσας, καὶ οἵους καὶ ὅσους ἐδρέψατο τῆς ἐλπίδος καρποὺς, εἰς τὸν τούτου Θεὸν ἐλπίζειν παρεγγυᾷ· καὶ Κύριον αὐτὸν, καὶ Θεὸν ὀνομάζει, καὶ δι' ἀμφο τέρων κηρύττει τὸ δυνατόν. Εἶτα ἐκ τῆς τῶν ποιημά των δημιουργίας διδάσκει αὐτοῦ τὴν ἀγαθότητα καὶ τὴν δύναμιν. ʹ. "Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς." Συντόμως ἅπα σαν τὴν ὁρωμένην καὶ ἀόρατον τῷ λόγῳ περιέλαβε κτίσιν. Οὐ γὰρ μόνον οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσ σης ἐμνήσθη, ἀλλὰ καὶ πάντων τῶν ἐν αὐτοῖς. Ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ τῶν ἀοράτων ἡ φύσις, καὶ ἥλιος, καὶ σελήνη, καὶ τῶν ἀστέρων τὸ πλῆθος. Ἐν γῇ δὲ καὶ θαλάσσῃ ἄνθρωποι, καὶ τῶν ἀλόγων τὰ γένη. Τοσαύτη, φησὶ, τοῦ Ποιητοῦ τῶν ὅλων ἡ δύνα μις. Βλέπεις τοίνυν πόσον ἐστὶ τὸ διάφορον τῶν φθειρομένων ἀρχόντων, καὶ τοῦ δημιουργοῦ τῶν ἁπάντων. Οὕτω δείξας αὐτὸν τῶν ὅλων δημιουργὸν, δείκνυσιν αὐτὸν καὶ προμηθούμενον ὧν ἐποίησεν.

ζʹ. "Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν." Ἀψευδὴς γάρ ἐστιν ὑπισχνούμενος, καὶ φιλαλήθης τὰς ἐπαγγελίας πληροῖ. Ἐπαμύνει δὲ τοῖς ἀδικουμένοις, καὶ κρίνει δικαίως· παρέχει δὲ καὶ πᾶσι τοῖς πεινῶσι τὴν κατάλληλον τροφήν. Ἐντεῦθεν καὶ τὰς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν γεγενημένας εὐεργεσίας προλέγει.

ηʹ. "Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους." Ταῦτα καὶ διὰ Ἡσαΐου προφήτου προηγόρευσεν ὁ τῶν ὅλων Θεός. Εἰρηκὼς γὰρ, "∆έδωκά σε εἰς φῶς ἐθνῶν," ἐπήγαγεν, "Ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθ ημένους ἐν σκότει." Καὶ ἑτέρωθι ἐκ προσώπου ἔφη τοῦ ∆εσπότου τοῦ Χριστοῦ· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνά βλεψιν." Καὶ ἀλλαχοῦ, "Τότε ἀκούσονται κωφοὶ λό γους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμί χλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται. "Κύριος ἀγαπᾷ δικαίους. [θʹ] Κύριος φυλάσσει τοὺς προσηλύτους." Ἑκάστῳ τὰ κατάλληλα προσ φέρει τῶν ὅλων ὁ Κύριος. Καὶ τοὺς μὲν ἀγαπῶντας αὐτὸν δικαίους τοῖς ἴσοις ἀμείβεται, καὶ ἀγάπην αὐ τοῖς καὶ φιλοστοργίαν ἀντιδίδωσι πατρικήν· τοὺς δὲ τὴν πατρῴαν φυγόντας ἀσέβειαν, καὶ μετὰ πίστεως αὐτῷ προσιόντας, πάσης ἀξιοῖ φυλακῆς τε καὶ προ μηθείας. Προσηλύτους γὰρ τοὺς ξένους καλεῖ. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος, ὅτι "Ἦμέν ποτε χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες· ἀλλ' οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενή θημεν." –"Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ." Ἀπὸ τῆς καθόλου Προ νοίας ἐπὶ τὰ μερικὰ τὸν λόγον κατήγαγε, καί φησιν ὡς οὐδενὸς ἀμελεῖ τῶν ὅλων ὁ πρύτανις, ἀλλὰ καὶ τοὺς ἐρήμους ἀνθρωπίνης κηδεμονίας πάσης ἀξιοῖ ἐπιμελείας, καὶ τὰς κατὰ τούτων ἐπιβουλὰς δια λύει.

ιʹ. "Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιὼν εἰς γενεὰν καὶ γενεάν." Αἰώνιον γὰρ ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀΐδιον ὁ νῦν, ὦ Σιὼν, μόνης σου Θεὸς νομιζόμενος.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜ ʹ ΨΑΛΜΟΥ.

αʹ. Ἀλληλούϊα. Ἐνταῦθα σαφῶς ἐδιδάχθημεν τοῦ ἀλληλούϊα τὴν ἑρμηνείαν. Τὸ γὰρ Αἰνεῖτε τὸν Κύριον, Ἀλληλούϊα ὁ Ἑβραῖος λέγει· ὁ δὲ Σύμμαχος καὶ ἀνερμήνευτον αὐτὸ εἴασε· λέγει δὲ οὕτως, Ἀλληλούϊα, ὅτι ἀγαθὸς ψαλμός. Ὁ δὲ Θεοδοτίων, Αἰνεῖτε τὸν Ἰά· αἰνεῖν καὶ οὗτος τοίνυν ὁ ψαλμὸς παρακελεύεται· προθεσπίζει δὲ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν μετὰ ταῦτα γενομένην τῆς Ἱερουσαλὴμ οἰκοδομίαν. Οὐ γὰρ, ὡς Ἰουδαῖοι προσδοκῶσιν, αὖθις Ἱερουσαλὴμ οἰκοδομηθήσεται, ἀλλὰ τὴν ἤδη γεγενημένην ὑπὸ Ζοροβάβελ οἰκοδο μίαν, ὁ προφητικὸς προθεσπίζει λόγος. "Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις." Ὀνήσιμος, φησὶν, ἡ ὑμνῳδία, καὶ πρόξε νος ἀγαθῶν· θυμήρης δὲ τῷ Θεῷ οὐχ ὁ ὕμνος, ἀλλὰ τῶν ὑμνούντων ὁ σκοπός· αὐτὸς δὲ ἀνενδεὴς χαίρει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων.

βʹ. "Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει." Καὶ διὰ τοῦτο, φησὶν, αὐτὸν ὑμνεῖσθαι προσήκει, ὅτι καὶ τὴν κατα λυθεῖσαν Ἱερουσαλὴμ οἰκοδομήσει, καὶ τοὺς δο ρυαλώτους γεγενημένους ἀξιώσει τῆς ἐπανόδου. Εἰ δὲ μὴ πάντες ἐπανῆλθον, οὐχ ὁ θεῖος διεψεύσατο λό γος, ἀλλ' ἡ ἐκείνων ἠλέγχθη πονηρία. Αὐτὸς μὲν γὰρ διὰ τοῦ Κύρου πᾶσιν ἐπανελθεῖν παρεγγύησεν, οἱ δὲ ἀντίτυπον ἐσχηκότες γνώμην, τὴν ἀλλοτρίαν ἀντὶ τῆς πατρίδος προείλοντο.

γʹ. "Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν." Συνῆψε τοῖς σωματικοῖς τὰ πνευματικὰ, καὶ ἔδειξεν αὐτὸν οὐ μό νον τοῖς αἰχμαλώτοις τὴν ἐλευθερίαν δωρούμενον, ἀλλὰ καὶ τοῖς τὰ τῆς ἁμαρτίας τραύματα δεξαμένοις τὴν ἴασιν χαριζόμενον.

δʹ. "Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν." ∆ιὰ πάντων τοῦ Θεοῦ τὴν δύναμιν κηρύττει. Ὁ ἀριθμῶν δὲ ἐνταῦθα τὴν γνῶσιν ἐκάλεσε, καὶ ἄστρων δὲ ὀνόματα τὰς τῶν ἀστέρων διαφορὰς, καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν. Οὐ γὰρ ὀνόμασι κεχρη μένος ὁ τῶν ὅλων Θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα, καὶ λόγου ἐστερημένα. Ἄνθρωποι δὲ, ἀσεβεῖ γνώμῃ χρησάμενοι, ἀπὸ μύθων ὑπ' αὐτῶν πεπλασμένων ἔθεσαν τοῖς ἄστροις ὀνόματα.

εʹ. "Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός." Ἀμέτρητα πάντα, καὶ τὸ μέγεθος, καὶ ἡ ἰσχὺς, καὶ ἡ αἴνεσις. Ὡς χωροῦμεν δὲ ὅμως ὑμνοῦμεν. ʹ. "Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς." Ὁ Σύμμαχος ἀνακτώμε νος εἴρηκεν. Καὶ τοῦτο δὲ τῆς θείας ἴδιον προμηθείας· τοὺς μὲν γὰρ δι' ἐπιείκειαν ὑπό τινων ἐπιβουλευομέ νους κηδεμονίας ἀξιοῖ· τοὺς δὲ ἀδίκως αὐτοῖς ἐπιόν τας παραπέμπει θανάτῳ. Καὶ τοὺς μὲν περιβλέπτους ποιεῖ καὶ περιφανεῖς· τῶν δὲ τὴν μνήμην παραδίδωσι λήθῃ. Οὕτω τῶν ἁγίων ἀποστόλων ἀοίδιμος ὁ χορός· οὕτω πολυθρύλλητοι τῶν μαρτύρων οἱ δῆμοι. Τῶν δὲ τούτοις πεπολεμηκότων ἡ μνήμη παραδέδοται λήθῃ.

ζʹ. "Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ." Ταύτην τοίνυν εἰδότες τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ σοφίαν, καὶ δύναμιν, ἄρχεσθε τῆς ὑμνῳδίας ὀργάνοις τοῖς συν ήθεσι χρώμενοι.

ηʹ. "Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν." Ἀμφότερα καὶ τῆς δυνάμεως, καὶ τῆς ἀγαθότητος δείγματα. Ὡς ἀγα θὸς μὲν γὰρ, καὶ φιλάνθρωπος, προμηθεῖται τῶν ἐπὶ γῆς· ὡς παντοδύναμος δὲ, μετέωρον φέρει τῶν ὑδάτων τὴν φύσιν, καὶ τοῦ οὐρανοῦ συγκαλύπτει τὴν θέαν, ὄροφόν τινα μέσον οὐρανοῦ καὶ γῆς διὰ τῶν νεφῶν τεκταινόμενος, καὶ ταῖς ὠδῖσι τούτων ἄρδων τὴν γῆν. Εἶτα τὴν ἐντεῦθεν φυομένην δείκνυσι χρείαν. "Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων." Οὐ γὰρ μόνον τὴν ὑπ' ἀνθρώπων γεωργουμένην ἄρδει γῆν, ἀλλὰ καὶ τὰ ὄρη, καὶ τοὺς ἐρήμους χώρους, τὸν ἐκ τούτων φυόμενον χιλὸν προσφέρων τοῖς κτήνεσι. Καὶ τοῦτο μὲν διὰ τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ποιεῖ· τοῖς ἀνθρώποις γὰρ ὑπουργεῖν τὰ κτήνη προσέταξεν.

θʹ. Καὶ διδόντι κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν." Οὐ λογικὴ τῶν κοράκων ἡ φύσις, οὐδ' ὅτι λογικῶς ἐπικαλεῖται τὸν ποιητήν· ἀλλ' ἡ διὰ τὴν χρείαν κραυγὴ μιμεῖται τὴν αἴτησιν. Ἐντεῦθεν ἡγοῦμαι καὶ τὸν ∆εσπότην Χριστὸν, τῶν ἄλλων πτη νῶν καταλιπόντα τὴν μνήμην, τῶν κοράκων μνη σθῆναι, καὶ τοῖς μαθηταῖς εἰπεῖν, "Ἀποβλέψατε εἰς τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτούς." ιʹ, ιαʹ. "Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ." Οὐ ῥώμῃ σώματος, φησὶ, καὶ ἱππικῇ τέχνῃ, καὶ ταχύτητι ποδῶν ὁ Θεὸς ἐπιτέρπεται· ἀλλὰ καλαῖς πράξεσιν, ὧν δη μιουργὸς ἡ εὐλάβεια. Οὐ μόνον δὲ τούτων προμη θεῖται σπουδαίως, ἀλλὰ καὶ τῶν περιπεπτωκότων ἁμαρτίαις, μεταμελείᾳ δὲ χρησαμένων, καὶ στηρι χθέντων τῇ τῆς φιλανθρωπίας ἐλπίδι. Οὐ γὰρ μόνον τοῖς τελείοις τῆς ἀρετῆς ἀθληταῖς ἔφη τὸν Θεὸν εὐδοκεῖν, ἀλλὰ καὶ ἐπὶ τοῖς τὸν θεῖον προσμένουσιν ἔλεον. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ ἐνταῦθα παρακελεύεται ὁ προφητικὸς λόγος. Προλέγει δὲ καὶ τὴν μετὰ τὴν ἐπάνοδον γεγενημένην νίκην. Πρὸς δὲ ταύτῃ, καὶ τὰ τῶν ἀποστόλων προθεσπίζει κηρύγ ματα, πᾶσαν ὅτι τάχιστα διαδραμόντα τὴν οἰκου μένην.

ιβʹ, ιγʹ. "Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου." ∆ιὰ τὴν ἄμαχον τοῦ Θεοῦ ῥοπὴν, καὶ τῶν πολεμίων ἀπαλλαγεῖσα, καὶ ἀπολιόρκητος, ὦ Ἱερουσαλὴμ, μείνασα, ὕμνοις ἀμείβου τὸν εὐεργέτην. Ἱερουσαλὴμ δὲ οὐ τὰς οἰκοδομίας καλεῖ, ἀλλὰ τοὺς ταύτης οἰκήτορας. "Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί." Εὐπαιδίας γὰρ καὶ πολυπαιδίας εὐλογίαν λα βοῦσα εἰς πλῆθος ηὐξήθης.

ιδʹ. "Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην." ∆εδώρηταί σοι καὶ πανταχόθεν εἰρήνην. Ἐκδειματωθέντες γὰρ τῷ δέει τῶν ἀναιρεθέντων ἕτεροι πάλιν ἐπανελθεῖν οὐ τολμῶσιν." Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε." Ἐπέκλυσέ τε καὶ τοῖς ἀπὸ γῆς ἀγαθοῖς. Στέαρ γὰρ πυροῦ τῶν καρπῶν τὴν ἀφθονίαν ἐκάλεσεν, ἀπὸ τοῦ μέρους τὸ πᾶν ὀνομάσας. Πυρὸς γάρ ἐστιν ὁ σῖτος, στέαρ δὲ πυροῦ ὁ κάλλιστος ἄρτος. ∆εδήλωκε δὲ διὰ τούτου καὶ τοὺς ἄλλους καρπούς. Ἀλλὰ ταύτης πάλαι τῆς προνοίας ἀπήλαυον Ἰουδαῖοι· κατὰ δὲ τοῦ Σωτῆ ρος λυττήσαντες ἔρημοι πάντων ἐγένοντο τῶν ἀγα θῶν. ∆ιὰ τοῦτο καὶ ὁ προφητικὸς λόγος ταῦτα περὶ ἐκείνων διεξελθὼν, τῶν ἐθνῶν προθεσπίζει τὴν σω τηρίαν.

ιεʹ. "Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ." Λόγον ἐνταῦθα εὐαγγελικὸν ἐκάλεσε κήρυγμα. Τοῦτο δὲ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις ἀπ έστειλε. "Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη." Ἔδειξε δὲ καὶ τὴν ὀξύτητα τοῦ δρό μου. Ἐν ὀλίγῳ γὰρ χρόνῳ πᾶσαν γῆν καὶ θάλασσαν τῆς διδασκαλίας ἐπλήρωσαν. Τοῦτο προορῶν ὁ Προ φήτης ἔφη, "Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ." Καὶ καινὸν οὐδὲν, οὐδὲ παράδοξον. Πάντα γὰρ εἴκει τῷ θείῳ βουλήματι. Αὐτίκα τοίνυν τῶν ὑδάτων τὴν φύσιν μίαν οὖσαν εἰς μυρίας ἰδέας βουληθεὶς μετα βάλλει. ι ʹ, ιζʹ. "∆ιδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμί χλην ὡσεὶ σποδὸν πάσσοντος. Βάλλοντος κρύσταλλον αὑτοῦ ὡσεὶ ψωμούς." Ἐκ γὰρ τῆς μιᾶς τῶν ὑδά των οὐσίας γίνεται μὲν ἀντίτυπος κρύσταλλος· γίνε ται δὲ χιὼν μανή τε καὶ μαλακὴ, καὶ ἐρίου κάταγμα μιμουμένη· γίνεται δὲ καὶ κόνις ὑγρά. Τοιαύτη γὰρ τῆς ὁμίχλης ἡ φύσις. "Κατὰ πρόσωπον τοῦ ψύχους αὐτοῦ τίς ὑποστήσεται;" Καὶ τὸν ἀέρα δὲ μεταβάλ λει ῥᾳδίως, καὶ τὸν ἄρτι φλογώδη μετ' ὀλίγον κρυ μώδη ποιεῖ.

ιηʹ. "Ἐξαποστελεῖ τὸν λόγον αὑτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδα τα." Ἀλλὰ πάλιν βουληθεὶς τὸ παγὲν ὕδωρ διαλύει ῥᾳδίως, καὶ κρουνηδὸν φέρεσθαι τοῦτο ποιεῖ. Τοῦ γὰρ νότου πνέοντος, καὶ χιὼν, καὶ κρύσταλλος λύεται. Οὐχ ἁπλῶς δὲ τούτων ἐποιήσατο τὴν διήγησιν, ἀλλὰ ἕτερα διὰ τούτων σημαίνων. Καθάπερ γὰρ ἡ χιὼν καταφερομένη τὰ ὄρη πληροῖ· τηκομένη δὲ εἰς τοὺς παρακειμένους χωρεῖ ποταμοὺς, καὶ χωρίοις ἑτέροις ἀρδεία προσφέρεται· οὕτω τῶν θεοσδότων ἀγαθῶν ἡ φορὰ πρώτοις μὲν προσηνέχθη τοῖς Ἰουδαίοις· ἐκείνων δὲ παραπεμψαμένων τὴν χάριν, διὰ τῶν ἱε ρῶν ἀποστόλων, ὥσπερ διά τινων ποταμῶν, ἡ τῆς διδασκαλίας ἀρδεία προσηνέχθη τοῖς ἔθνεσιν.

ιθʹ. "Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῷ Ἰακώβ· δικαιώματα καὶ κρίματα αὑτοῦ τῷ Ἰσραήλ." Πάλαι μὲν τὸν νόμον, μετὰ δὲ ταῦτα καὶ τὴν χάριν· ἀλλ' ἀνάξιοι ἑκατέρων ἐδείχθησαν.

κʹ. "Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρί ματα αὑτοῦ οὐκ ἐδήλωσεν." Οὐδενὶ γὰρ τῶν ἐθνῶν τὸν διὰ Μωσοῦ δέδωκε νόμον, οὔτε τὴν διὰ τῶν προ φητῶν προσενήνοχεν ὠφέλειαν. Τούτους δὲ μόνους τῆς τοιαύτης ἀρδείας ἠξίωσεν· ἀλλ' ἀχάριστοι περὶ τὸν εὐεργέτην ἐγένοντο. Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει τὸ σέβας διηνεκῶς.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜΗʹ ΨΑΛΜΟΥ.

αʹ. "Ἀλληλούϊα, ἀλληλούϊα. ∆ιπλῆν ἐποιήσατο τὴν παρακέλευσιν ὁ Προφήτης, εἰς πλείονα προθυμίαν τὰς ψυχὰς παραθήγων. Ὕμνος δὲ καὶ οὗτος ἕτερος τὴν κτίσιν ἅπασαν, νοητήν τε καὶ αἰσθητὴν, λογικήν τε καὶ ἄλογον, ἔμψυχόν τε καὶ ἄψυχον, εἰς μίαν συμ φωνίαν τῆς ὑμνῳδίας διεγείρων. Οὐρανὸν μέντοι καὶ γῆν, καὶ ἀβύσσους, καὶ τοὺς κατ' οὐρανὸν φωστῆ ρας, καὶ ὄρη, καὶ φυτὰ, καὶ τ' ἄλλα ὅσα τοιαῦτα, ὅσα ψυχῆς καὶ λόγου μετέχοντα, προσφέρειν τὸν ὕμνον παρεγγυᾷ. Ἀλλ' εἰς ταῦτα τοῦ λόγου μετ ειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν ἐν τούτοις φαινομένην σοφίαν καταμανθάνοντας τὸν Ποιητὴν ἀνυμνεῖν. "Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις." ∆ύο οὐρανοὺς ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι ὁ μέγας ἡμᾶς ἐδίδαξε Μωσῆς· τόνδε σὺν τῇ γῇ γεγενημένον, καὶ τὸν ὕστερον μέ σον τῶν ὑδάτων προσταχθέντα γενέσθαι, ὃν καὶ στε ρέωμα προσηγόρευσε. ∆ιὰ τοῦτο ἐκ τῶν οὐρανῶν, καὶ ἐκ τῶν ὑψίστων, ὑμνεῖσθαι προσέταξε τὸν Θεόν· ἀντὶ τοῦ, καὶ τοὺς ἐν τούτῳ καὶ τοὺς ἐν ἐκείνῳ δι άγοντας τῶν ἀσωμάτων χορούς. Ἐπειδὴ καὶ ὁ θεῖος Μωσῆς οὐδὲν ἡμᾶς περὶ τῆς τῶν νοερῶν φύ σεων δημιουργίας ἐδίδαξεν, ἀναγκαίως ὁ Προφήτης ἐνταῦθα καὶ τὴν τούτων ἐποιήσατο μνήμην. ∆ιὸ καὶ προσφέρειν τῷ Ποιητῇ τὸν ὕμνον παρεγγυᾷ. Τοῦτο γὰρ αὐτῷ παρὰ τῶν ποιημάτων τὸ χρέος ὀφείλεται, καὶ πᾶν ὑπ' αὐτοῦ γενόμενον, καὶ λόγῳ τετιμημένον, προσήκει τοῦτο διὰ παντὸς ἐκτίνειν τὸ ὄφλημα. Εἰ δὲ τὰ κτιστὴν ἔχοντα φύσιν ὑμνεῖ, οὔτε δὲ ὁ Υἱὸς τοῖς ὑμνοῦσιν, οὔτε τὸ πανάγιον συντέτακται Πνεῦμα, δῆ λον ὅτι τῆς κτιστῆς οὐχ ὑπάρχουσι φύσεως· ἣ γὰρ ἂν, πρὸ τῶν ἄλλων τὸν ποιητὴν ὕμνησαν, ὡς δικαιο σύνης πηγαὶ τιμῶσαι τὸ δίκαιον. Ἀλλ' οὔτε ὁ Υἱὸς ὑμνεῖ, οὔτε τὸ πανάγιον Πνεῦμα· οὐ τοίνυν κτιστῆς ἐστι φύσεως, οὔτε ὁ Υἱὸς, οὔτε τὸ πανάγιον Πνεῦμα Ὑμνεῖται δηλονότι καὶ αὐτὸς, καὶ τὸ πανάγιον Πνεῦ μα· οὗ γάρ ἐστιν ἄλλο τι μέσον τῶν ὑμνούντων καὶ ὑμνουμένων, ἀλλ' ἡ μὲν κτίσις ὑμνεῖ, ὁ δὲ Κτίστης ὑμνεῖται. Εἰ δέ τις τὸν Κτίστην οὐχ ὑμνεῖ, ὡς ἀχάρι στος οὐχ ὑμνεῖ. Ἀλλὰ ταῦτα πλατύτερον ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος διεξήλθομεν λόγοις. Οὐκοῦν ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν.

βʹ. "Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ" Ἀγγέλους καὶ δυνάμεις τὰς νοερὰς φύσεις καλεῖ. Ἀγγέλους μὲν, ὡς τὰ θεῖα διαπορθμεύοντας ῥήματα· δυνά μεις δὲ, ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας, καὶ πληροῦν τὰ κελευόμενα δυναμένας. "∆υνατοὶ γὰρ, φησὶν, ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ." Πᾶσαν μέν τοι τῶν νοερῶν τὴν φύσιν διὰ τούτων περιέλαβε τῶν ὀνομάτων. Μάλα δὲ ἁρμοδίως τοὺς ἐπουρανίους χο ροὺς πρώτους εἰς ὑμνῳδίαν ἐκάλεσε.

γʹ. "Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐ τὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς." Ὁ δὲ Σύμμαχος οὕτως, Ὑμνεῖτε αὐτὸν, πάντες ἀστέρες φωτός· οὕτω δὲ καὶ οἱ ἄλλοι. Κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Τῇ πρώτῃ ἡμέρᾳ τὸ φῶς ἐδημιούργη σεν ὁ Θεὸς, τῇ τετάρτῃ δὲ τοὺς φωστῆρας· καὶ διὰ τοῦτο τοῦ φωτὸς χωρὶς ἐμνημόνευσεν, οὐχ ὡς καθ' ἑαυτὸ ὑφεστῶτος, ἀλλ' ὡς ἐν τοῖς φωστῆρσι διανεμη θέντος. Ταῦτα δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, οὐκ ἔμ ψυχα καὶ λογικὰ συγκαλεῖ· ἀλλ' ἡμᾶς ἀφορᾷν εἰς ταῦτα, καὶ τοῦ Θεοῦ τὴν σοφίαν καταμανθάνειν, καὶ διὰ πάντων αὐτῷ πλέκειν τὴν ὑμνῳδίαν παρ εγγυᾷ.

δʹ. "Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν." Τῷ στερεώματι διεχώρισεν ὁ Θεὸς τῶν ὑδάτων τὴν φύσιν, τῇ ἀῤῥήτῳ σοφίᾳ τὴν ἐπὶ πλεῖστον αὐτοῖς διανομίαν μηχανώ μενος. Καὶ ἐπὶ τῶν πεπηγότων ὑδάτων τὸ ἄπειρον τῶν φωστήρων ὁδεύειν προσέταξε πῦρ· ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἀλλήλοις· ἀλλ' ὅμως οὔτε τοῖς ὕδασι τὸ πῦρ κατασβέννυται, οὔτε τὸ πεπηγὸς ὕδωρ τῷ ἀπείρῳ πυρὶ κατατήκεται. ∆είκνυσι δὲ ταῦτα τοῦ Θεοῦ τὴν ἄῤῥητον δύναμιν. Πληθυντικῶς δὲ τοὺς οὐρανοὺς ὠνόμασεν, οὐ πολλοὺς τούτους εἰδὼς, ἀλλὰ τῇ Ἑβραίων ἀκολουθήσας φωνῇ· πληθυντικῶς γὰρ τούτους ἐκεῖνοι καλοῦσιν, ὡς ἡμεῖς Ἀθήνας, καὶ τὰς Θήβας. Ἀμέλει οὓς ἐνταῦθα οὐρανοὺς οὐρανῶν ἐκάλεσεν, ἑτέρωθι οὐρανὸν οὐρανοῦ προσηγόρευ σεν. "Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυ ρίῳ." εʹ. "Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶ πε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθη σαν." Ἄξιον γὰρ, φησὶν, ὑμνεῖν τὸν λόγῳ πάντα ταῦτα τεκτηνάμενον. ʹ. "Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρ ελεύσεται." Οὐ μόνον δὲ ἐδημιούργησεν, ἀλλὰ καὶ προμηθούμενος αὐτῶν διατελεῖ· ὅθεν καὶ τὸ διαρκὲς ἔχουσιν, ὡς ἂν αὐτὸς ἐθελήσῃ. Οὐδὲ γὰρ τοὺς ὑπ' αὐτοῦ τεθέντας ὅρους παραβῆναι δυνήσεται. Τὰ μὲν οὖν ἄψυχα, καὶ μέντοι καὶ τῶν ἄλλων τὰ γέ νη, τοὺς τεθέντας αἰσχύνεται νόμους· μόνη δὲ τῶν ἀνθρώπων ἡ φύσις, ἡ λόγῳ τετιμημένη, παραβαίνει τοὺς νόμους. Καὶ ἡ μὲν θάλασσα τοὺς ὅρους ἐπίστα ται, καὶ τὴν ψάμμον αἰσχύνεται, καὶ νὺξ καὶ ἡμέρα τὰ τεθέντα φυλάττουσι μέτρα· ἄνθρωποι δὲ τῶν θείων νόμων καταφρονοῦσιν. Οὕτω δὲ καὶ τὰ ἐπ ουράνια καὶ οὐράνια εἰς κοινωνίαν τῆς ὑμνῳδίας κα λέσας, εἰς τὴν γῆν μεταβαίνει τὴν κοινὴν τῶν ἀν θρώπων, καὶ τῶν ἀλόγων μητέρα.

ζʹ. "Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς." Εἶτα κατὰ μέρος, ∆ράκοντες, καὶ πᾶσαι ἄβυσσοι. Μέρος τῆς γῆς ἡ θάλασσα, ἐν δὲ ταύτῃ τὰ κήτη. Ἀξιάγαστος δὲ τοῦ ∆ημιουργοῦ καὶ αὕτη ἡ πρόνοια, ὅτι τὰ ὑπερμε γέθη καὶ ὑπέρογκα ζῶα δημιουργήσας, τοῖς ἀπλώ τοις ἐγκαθεῖρξε πελάγεσι· δείξας μὲν τῇ δημιουργίᾳ, καὶ τῇ τούτων μνήμῃ δεδιττόμενος τοὺς ἀνθρώ πους, τῷ δὲ τὴν ἐντεῦθεν κωλύσαι λώβην κηρύττων τὴν ἀγαθότητα.

ηʹ. "Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα κατ αιγίδος." Καὶ ταῦτα ἐξ ὑδάτων ἔχει τὴν ἀφορ μήν. Ἐν ἀέρι δὲ γίνεται καὶ χάλαζα, καὶ χιὼν, καὶ κρύσταλλος, καὶ τὰ σφοδρὰ πνεύματα. Ταῦτα γὰρ καταιγίδας ἐκάλεσε. Καὶ τὸ πῦρ δὲ ὡσαύτως οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν ἀέρι φαινόμενον ἔστιν ἰδεῖν. Καὶ γὰρ ἀστραπαὶ, καὶ κεραυνοὶ, καὶ πρηστῆρες, ἐξ ἀέρος ἐπιφέρονται. "Τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ." Καὶ ταῦτα δὲ, φησὶ, τοῖς αὐτοῦ νεύμασιν εἴκει, οὐχ ὡς ἔμψυχα καὶ λογικὰ, ἀλλ' ὡς ἑπόμενα τῷ βουλή ματι. Νεύοντος γὰρ τοῦ Θεοῦ τούτων ἕκαστον γί νεται.

θʹ. "Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρπο φόρα, καὶ πᾶσαι κέδροι." Ἱκανὰ καὶ ταῦτα εἰς εὐχαριστίαν κινῆσαι ἡμῶν τὰς γλώττας. Οὐ γὰρ μό νον τὸ τούτων μέγεθος ἀξιάγαστον, ἀλλὰ καὶ ἡ ἐντεῦθεν φυομένη χρεία· πλείστη γὰρ καὶ παντο δαπή.

ιʹ. "Τὰ θηρία, καὶ πάντα τὰ κτήνη." Κατὰ δι αίρεσιν καὶ ταῦτα. Οὐ γὰρ ἁπλῶς εἶπε τὰ τετράπο δα, ἀλλὰ διέκρινε τῶν ἡμέρων τὰ ἄγρια. Καὶ διὰ τούτων μέντοι, καὶ δι' ἐκείνων, κελεύει τὸν Ποιητὴν ἀνυμνεῖν. Οὐδὲν γὰρ περιττὸν καὶ ἀχάριστον, εἰ καὶ τὴν ἡμετέραν διαφεύγει γνῶσιν. "Ἑρπετὰ καὶ πετεινὰ πτερωτά." Τῇ μνήμῃ τῶν ἑρπετῶν καὶ τῶν νηκτῶν ἡ φύσις συνέζευκται· ἕρπει γὰρ ἐν τοῖς ὕδασιν. Οὕτω δὲ αὐτὰ καὶ ὁ Θεὸς προσηγόρευσεν. "Ἐξαγαγέτω γὰρ, ἔφη, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ τὰ πετεινὰ πετόμενα κατὰ τὸ στερέω μα τοῦ οὐρανοῦ." Μετὰ ταῦτα πάντα τὸν διὰ πάν των ὑμνοῦντα καλεῖ· μετὰ πάντα γὰρ τῆς θείας ἠξιώθη δημιουργίας ὁ ἄνθρωπος. Καὶ τοῦτον δὲ κατὰ συμμορίας ἀγείρει· πρῶτον δὲ τὸν τῶν βασιλέων εἰσάγει χορὸν, εἶτα τῶν ὑπηκόων τοὺς δήμους, καί φησιν· ιαʹ. "Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί." Οὐκ ἀποστερεῖ δὲ τῆς ὑμνῳδίας, οὔτε τοὺς δευτέρους ἄρ χοντας, οὔτε τοὺς μετὰ τούτους κριτὰς, ἀλλὰ καὶ τού τους τῆς ἐντεῦθεν μεταδίδωσιν ὠφελείας. "Ἄρχοντες, καὶ πάντες κριταὶ γῆς." Καὶ ἡλικίαν δὲ ἑκάστην, καὶ γένος ἑκάτερον, τό τε ἄρσεν καὶ τὸ θῆλυ, τοῦτο κε λεύει ποιεῖν· καὶ πρώτους μὲν καὶ πρώτας τοὺς τελείαν ἄγοντας τὴν ἡλικίαν.

ιβʹ. "Νεανίσκοι καὶ παρθένοι." Εἶτα ἑκάτερον ἄκρον, "Πρεσβύτεροι μετὰ νεωτέρων αἰνεσάτω σαν τὸ ὄνομα Κυρίου." Καὶ ἡ ἄωρος, φησὶν, καὶ ἔξωρος ἡλικία τὸν Θεὸν ἀνυμνείτω.

ιγʹ. "Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου." Ἔσβεσται γὰρ ἡ μνήμη τῶν ψευδωνύμων θεῶν, καὶ μόνου τοῦ ὄντος Θεοῦ σεπτὸν τὸ ὄνομα πέφηνεν.

ιδʹ. "Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρα νοῦ." Οὐκ ἔτι γὰρ αὐτὸν μόνον ὑμνεῖ τὰ ἐπουρά νια, ἀλλ' "Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον· ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας." –"Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ." Ἄμαχον δὲ, φησὶ, δείξει καὶ περίβλεπτον τὸν οἰκεῖον λαόν. Κέρας γὰρ τὴν ἰσχὺν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασ φόρων ζώων, ἃ τὴν ἰσχὺν ἔχειν ἐν ἐκείνοις σεμνύνε ται. "Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ." Οὐ μόνον γὰρ ἰσχυροὺς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ ἀοιδίμους παρὰ πᾶσι ποιεῖ. "Τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ." Ταύτης δὲ τῆς εὐκλείας καὶ ὁ Ἰσραὴλ ἀπήλαυσεν, ἡνίκα ἐπέλαζε τῷ Θεῷ· μετέβη δὲ νῦν μετὰ τῆς εὐσεβείας ἡ περιφάνεια, καὶ οἱ μὲν ἐγυμνώθησαν ταύτης, τὰ δὲ ἔθνη ταῖς θείαις ἀγάλ λεται δωρεαῖς.

ΕΡΜΗΝ. ΤΟΥ ΡΜΘʹ ΨΑΛΜΟΥ.

αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Τοῦτον προσφέ ρειν τὸν ὕμνον παρακελεύονται οἱ μετὰ τὴν ἐπάν οδον τὰ πολλὰ ἔθνη ἐκεῖνα διὰ τῆς θείας νενικηκότες ῥοπῆς. Ἔχει δὲ πρόῤῥησιν καὶ τῶν ὑπὸ τῶν Μακ καβαίων κατορθωθέντων.

βʹ. "Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων." Οὐ γὰρ τῶν παρανόμων, ἀλλὰ τῶν ὁσίων ἴδιον τὸν Θεὸν ἀνυμνεῖν.

γʹ. "Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐ τὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν." Πάντων μὲν Θεὸς ὁ τῶν ὅλων Θεὸς, ἰδίως δὲ τῶν Ἰσραηλιτῶν ἐχρημάτιζε βασιλεύς. Αὐτίκα τοίνυν τὴν ἀχαριστίαν νενοσηκότων, καὶ ἕτερον αὐ τοῖς αἰτησάντων βασιλέα γενέσθαι, φησὶ πρὸς τὸν Σαμουὴλ ὁ Θεὸς, "Οὐ σὲ ἐξουδενήκασιν, ἀλλ' ἐμὲ, τοῦ μὴ βασιλεύειν αὐτῶν." δʹ. "Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ." ∆ιὰ παντὸς ὀργάνου, φησὶ, κατὰ τὸν νόμον τὸν ἡμέτερον ὑμνήσωμεν τὸν εὐεργέτην.

εʹ. "Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ." Πολ λῆς ἡμᾶς, φησὶ, φιλανθρωπίας ἠξίωσε, καὶ τὴν οἰκείαν ἡμῖν ἔδειξεν ἀγαθότητα. "Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ." Τοὺς δὲ ἐρήμους βοηθείας, καὶ τρόποις ἀγαθοῖς κεχρημένους, ὑψηλοὺς ἀποφανεῖ καὶ περιβλέπτους. ʹ. "Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιά σονται ἐπὶ τῶν κοιτῶν αὑτῶν." Καὶ οἱ τὸ δίκαιον τιμῶντες, ἐν εὐκλείᾳ γενήσονται, πολλῆς ἀπολαύον τες ἀναπαύλης. Κοίτην γὰρ τὴν ἀνάπαυλαν ἐκά λεσεν· ἀναπαύλης γὰρ ἡ κλίνη σημαντική.

ζʹ. "Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν." ∆ιηνεκῶς δὲ τὰς θείας εὐεργεσίας κηρύττουσι, τὸν τούτων αἴτιον ἀνυμνοῦντες. "Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. [ηʹ.] Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς." Οὐκ ἐναντίον τῇ ἀναπαύλῃ τὸ ἐν πολέ μοις νικᾷν. Πάσης γὰρ ἀναπαύλης τὸ νικᾷν θυμηρέ στερον. Προλέγει μέντοι διὰ τούτων τὴν τῶν Μακκα βαίων ἀνδρίαν, ᾗ χρησάμενοι, καὶ τοὺς πλησιοχώρους ἐχειρώσαντο, καὶ τοὺς Μακεδόνας κατηγωνίσαντο.

θʹ. "Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς." Πολλὰ τοιαῦτα ὑπ' ἐκείνων κατορθῶσθαι ἡ ἱστορία διδάσκει, καὶ ῥᾴδιον τοῖς ἐντυχεῖν βουλομένοις τῆς προφητείας καταμαθεῖν τὴν ἀλήθειαν.

ιʹ. "Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον." Ἃ γὰρ εἰς ἐκείνους ἐνδίκως εἰργάσαντο, ἀνάγραπτα γέγονα καὶ μέχρι τήμερον ἀείμνηστον αὐτῶν τὸ κλέος διέμεινε. Τοῦτο γὰρ ἐπήγαγε· "∆όξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ." Μήτηρ γὰρ τῆς εὐκλείας ἡ ὁσιότης, καὶ οἱ ταύτης ἐργάται δι' αὐτὴν ἀοίδιμοι γίνονται.

ΕΡΜΗΝ. ΤΟΥ ΡΝʹ ΨΑΛΜΟΥ.

αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Ἐπινίκιος καὶ οὗτος ὁ ὕμνος· προλέγει δὲ τὴν ἐσομένην πᾶσιν ἀνθρώ ποις θεογνωσίαν. βʹ. "Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ." Ἱκανὴ γὰρ ἀφορμὴ εἰς ὑμνῳδίαν αὕτη." Εἰ γὰρ ἀπὸ φυτῶν, καὶ θηρίων, καὶ ἑρπετῶν, πρόφασιν εἰς εὐ χαριστίαν λαβεῖν προσετάχθημεν, πολλῷ μᾶλλον εἰς τοὺς ἁγίους ἀφορᾷν, καὶ τὸν τούτων Θεὸν ἀνυμνεῖν δικαιότερον. Τίς γὰρ τὰ κατὰ τὸν μακάριον διδα σκόμενος Παῦλον, ἢ τὸν θεσπέσιον Πέτρον, ἢ τὸν θειότατον Ἰωάννην, ἢ τοὺς ἄλλους ἀποστόλους, ἢ τοὺς νικηφόρους μάρτυρας, ἢ τοὺς ἄλλους ἁγίους, ἢ τοὺς νῦν τῆς ἀρετῆς ἀθλητὰς, οὐ κινεῖ τὴν γλῶτταν εἰς ὑμνῳδίαν τοῦ τοσαύτην τοῖς ἀνθρώποις τῶν ἀγα θῶν δωρησαμένου φοράν; "Αἰνεῖτε αὐτὸν ἐν στε ρεώματι δυνάμεως αὐτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῷ ἀκαθαιρέτῳ αὐτοῦ. Μόνος γὰρ στεῤῥὸν, καὶ ἀνώλεθρον, καὶ αἰώνιον ἔχει τὸ κράτος. γʹ. "Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ." Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατ ορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με γαλωσύνης αὐτοῦ. Ἔοικε τοῦτο τοῖς ἤδη παρ' ἡμῶν ἑρμηνευομένοις·" Ὅτι τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας." Ἄπειρον γὰρ αὐτοῦ, φησὶ, τὸ μέγε θος, ἀμέτρητος ἡ δύναμις· διὰ πάντα τοίνυν αὐτὸν ὑμνοῦντες διατελέσατε. δʹ. "Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος." Ἱερατι κὸν ἦν τοῦτο τὸ ὄργανον· οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾷ ὄρει γενομένων σαλπίγ γων ἀναμιμνήσκοντες. "Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. [εʹ, ʹ.] Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐ ήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ." Τού τοις οἱ Λευῖται πάλαι τοῖς ὀργάνοις ἐχρῶντο ἐν τῷ θείῳ νεῷ τὸν Θεὸν ἀνυμνοῦντες· οὐκ ἐπειδὴ Θεὸς ἐτέρπετο τῇ τούτων ἠχῇ, ἀλλ' ἐπειδὴ τῶν γιγνομένων τὸν σκοπὸν ἀπεδέχετο. Ὅτι γὰρ ᾠδαῖς καὶ κρούμασι τὸ Θεῖον οὐκ ἐπιτέρπεται, ἀκούομεν αὐτοῦ λέγοντος Ἰουδαίοις· "Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι." Ταῦτα τοίνυν γίνε σθαι συνεχώρησε, τῆς τῶν εἰδώλων αὐτοὺς πλάνης ἀπαλλάξαι θελήσας. Ἐπειδὴ γὰρ φιλοπαίγμονές τι νες ἦσαν, καὶ φιλογέλωτες, ταῦτα δὲ ἅπαντα ἐν τοῖς εἰδώλων ἐπετελεῖτο ναοῖς, συνεχώρησε ταῦτα, διὰ τούτων αὐτοὺς ἐφελκόμενος, καὶ τῇ ἐλάττονι βλάβῃ κωλύων τὴν μείζονα, καὶ διὰ τῶν ἀτελῶν προπαι δεύων τὰ τέλεια. "Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύ ριον." Οὐκ Ἰουδαῖοι, μόνον, ἀλλὰ πάντες ἄνθρωποι. Οὐ γὰρ Ἰουδαίων Θεὸς μόνον, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀλλὰ καὶ ἐθνῶν. Ἐν μὲν οὖν τῷ ρʹ καὶ μδʹ ἔφη ψαλμῷ· "Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ." Ἐνταῦθα δὲ, "Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον." Οὔτε δὲ ἐκεῖ μόνην τὴν σάρκα, οὔτε ἐνταῦθα μόνην ἐκάλεσε τὴν πνοήν· ἀλλὰ καὶ δι' ἐκείνου καὶ διὰ τούτου, καὶ σώματι καὶ ψυχῇ ὑμνεῖν παρακελεύεται τὸν τῶν ὅλων Θεόν. Ἀξιάγαστον δὲ τῆς ὅλης τῶν ψαλμῶν πραγματείας τὸ τέλος, καὶ τῷ σκοπῷ τῆς προφητείας συμβαῖνον. Καὶ γὰρ ἡ προφητεία τοῖς ἔθνεσι κηρύττει τὴν σωτηρίαν, καὶ τῆς προφητείας τὸ τέλος τοὺς ταύτης τετυχηκότας ὑμνεῖν τὸν εὐεργέτην παρακελεύεται. Ἡμεῖς δὲ οὐ μόνον τῶν ῥημάτων ἀκούομεν, ἀλλὰ καὶ ἐνταῦθα θεωροῦμεν τὰ πράγματα. Ἐν ἑκάστῃ γὰρ καὶ πόλει, καὶ κώμῃ, καὶ ἀγροῖς, καὶ ἐν ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν τῇ ἀοικήτῳ καὶ παντελῶς ἐρήμῳ, ὁ τῶν ὅλων ὑμνεῖται Θεός. Ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ παρα καλῶ, εἰ μὲν εὖ καὶ καλῶς ἑρμηνεύεσθαι δόξειε, τὴν ἐκ τούτων ὠφέλειαν καρπώσασθαι. Εἰ δέ που τῶν κεκρυμμένων τοῦ Πνεύματος οὐκ ἐφικόμεθα μυστηρίων, μὴ σφόδρα ἡμῖν ἐπιμέμψασθαι. Ἃ γὰρ εὑρεῖν ἠδυνήθημεν ἀφθόνως ἅπασι προτεθείκαμεν, καὶ ἃ παρὰ τῶν Πατέρων ἐδιδάχθημεν, τοῖς μεθ' ἡμᾶς προσενεγκεῖν ἐσπουδάσαμεν. Καὶ τὸν μὲν πόνον ἡμεῖς ἠνεσχόμεθα, ἄπονον δὲ ἄλλοις ὠφέλειαν προσφέρομεν. Οὓς ἀξιῶ εὐχαῖς τὸν πόνον ἀμείψασθαι· ἵνα ταύταις ἐρειδόμενοι, προσθῶμεν τοῖς λόγοις τὰ ἔργα, καὶ τὸν ἐξ ἑκατέρων συγκείμενον μα καρισμὸν καρπωσώμεθα. "Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать