ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου.
αʹ. Ἐπειδὴ γὰρ σφοδρὸν κατέτεινε λόγον κατὰ τῶν σκανδαλιζόντων, καὶ πανταχόθεν αὐτοὺς ἐφόβησεν, ἵνα μὴ ταύτῃ γένωνται πάλιν ὕπτιοι οἱ σκανδαλιζόμενοι, μηδὲ τὸ πᾶν νομίζοντες ἐφ' ἑτέρους ἐῤῥῖφθαι, εἰς ἑτέραν κακίαν ἐξέλθωσι, θρυπτόμενοι καὶ πάντα θεραπεύεσθαι θέλοντες, καὶ εἰς ἀπόνοιαν ἐξοκείλωσιν, ὅρα πῶς καὶ αὐτοὺς συστέλλει πάλιν, καὶ κελεύει τὸν ἔλεγχον μεταξὺ τῶν δύο γίνεσθαι μόνων· ἵνα μὴ τῇ τῶν πλειόνων μαρτυρίᾳ βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν, καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος δυσδιόρθωτος μείνῃ ∆ιό φησι· Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Κἂν ἀκούσῃ, ἐκέρδανας τὸν ἀδελφόν σου. Τί ἐστιν, Ἐὰν ἀκούσῃ; Ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν Ἐκέρδανας τὸν ἀδελφόν σου. Οὐκ εἶπεν, Ἔχεις ἱκανὴν τιμωρίαν, ἀλλ', Ἐκέρδανας τὸν ἀδελφόν σου, δεικνὺς ὅτι κοινὴ ζημία ἀπὸ τῆς ἔχθρας. Οὐ γὰρ εἶπεν, Ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ καὶ Σὺ αὐτὸν ἐκέρδανας· δι' ὧν ἔδειξεν ὅτι καὶ αὐτὸς κἀκεῖνος ἐζημιοῦντο πρὸ τούτου, ὁ μὲν τὸν ἀδελφὸν, ὁ δὲ τὴν οἰκείαν σωτηρίαν. Τοῦτο καὶ ἡνίκα ἐπὶ τοῦ ὅρους ἐκάθητο, παρῄνει· ποτὲ μὲν τὸν λελυπηκότα πρὸς τὸν λυπηθέντα ἄγων καὶ λέγων· Ἐὰν τῷ θυσιαστηρίῳ παρεστὼς, ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου· ποτὲ δὲ τὸν ἠδικημένον κελεύων ἀφεῖναι τῷ πλησίον. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, λέγειν ἐδίδαξεν. Ἐνταῦθα δὲ καὶ ἕτερον ἐπινοεῖ τρόπον. Οὐ γὰρ τὸν λελυπηκότα, ἀλλὰ τὸν λυπηθέντα ἄγει πρὸς τοῦτον. Ἐπειδὴ γὰρ ἐκεῖνος ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἂν ἔλθοι πρὸς ἀπολογίαν αἰσχυνόμενος καὶ ἐρυθριῶν, τοῦτον πρὸς ἐκεῖνον ἕλκει· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὥστε καὶ διορθῶσαι τὸ γεγενημένον. Καὶ οὐ λέγει, Κατηγόρησον, οὐδὲ, Ἐπιτίμησον, οὐδὲ, ∆ίκας ἀπαίτησον καὶ εὐθύνας, ἀλλὰ, Ἔλεγξον, φησίν. Αὐτὸς μὲν γὰρ καθάπερ τινὶ κάρῳ τῷ θυμῷ καὶ τῇ αἰσχύνῃ κατέχεται μεθύων· δεῖ δὲ σὲ τὸν ὑγιαίνοντα πρὸς ἐκεῖνον τὸν νοσοῦντα ἀπελθεῖν, καὶ ἀδημοσίευτον ποιῆσαι τὸ δικαστήριον, καὶ εὐπαράδεκτον τὴν ἰατρείαν. Τὸ γὰρ εἰπεῖν. Ἔλεγξον, οὐχ ἕτερόν τί ἐστιν ἢ, Ἀνάμνησον τοῦ ἁμαρτήματος, εἰπὲ πρὸς αὐτὸν ἅπερ ἔπαθες παρ' αὐτοῦ· ὅπερ καὶ αὐτὸ, ἐὰν ὡς χρὴ γίνηται, μέρος ἐστὶν ἀπολογουμένου, καὶ σφόδρα ἐφελκομένου πρὸς καταλλαγήν. Τί οὖν, ἐὰν ἀπειθῇ καὶ σκληρῶς διακέηται; Παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Ὅσῳ γὰρ ἂν ἀναιδέστερος ᾖ καὶ ἰταμώτερος, τοσούτῳ, μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρὴ, οὐκ ἐπὶ τὴν ὀργὴν καὶ τὴν ἀγανάκτησιν. Καὶ γὰρ ἰατρὸς, ὅταν ἴδῃ τὸ πάθος δυσένδοτον, οὐκ ἀφίσταται, οὐδὲ δυσχεραίνει, ἀλλὰ τότε μᾶλλον παρασκευάζεται· ὃ καὶ ἐνταῦθα ποιεῖν κελεύει. Ἐπειδὴ γὰρ ἀσθενέστερος μόνος ὢν ἐφάνης, γενοῦ δυνατώτερος τῇ προσθήκῃ. Καὶ γὰρ ἱκανοὶ οἱ δύο τὸν ἡμαρτηκότα ἐλέγξαι. Ὁρᾷς ὡς οὐ τὸ τοῦ λελυπημένου ζητεῖ μόνον, ἀλλὰ καὶ τὸ τοῦ λελυπηκότος; Ὁ γὰρ ἠδικημένος οὗτός ἐστιν, ὁ ἁλοὺς ὑπὸ τοῦ πάθους· αὐτὸς ὁ νοσῶν καὶ ἀσθενῶν καὶ κάμνων. ∆ιὰ τοῦτο πολλάκις ἐκεῖνον πρὸς τοῦτον ἄγει, νῦν μὲν μόνον, νῦν δὲ μεθ' ἑτέρων· εἰ δὲ ἐπιμένοι, καὶ μετὰ τῆς Ἐκκλησίας. Εἰπὲ γὰρ, φησὶ, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ τὸ τούτου μόνον ἐζήτει, οὐκ ἂν ἐκέλευσεν ἑβδομηκοντάκις ἑπτὰ μετανοοῦντι συγχωρεῖν· οὐκ ἂν τοσαυτάκις καὶ τοσούτους ἐπέστησεν αὐτῷ διορθωτὰς τοῦ πάθους· ἀλλ' ἐκ πρώτης αὐτὸν ἀδιόρθωτον μείναντα συντυχίας εἴασεν ἄν· νῦν δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν θεραπεῦσαι κελεύει, καὶ νῦν μὲν μόνον, νῦν δὲ μετὰ δύο, νῦν δὲ μετὰ πλειόνων. ∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἔξωθεν οὐδὲν τοιοῦτον λέγει, ἀλλ', Ἐάν τίς σε ῥαπίσῃ, φησὶν, εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· ἐνταῦθα δὲ οὐχ οὕτως. Ὅπερ γὰρ ὁ Παῦλός φησι λέγων· Τί μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς δὲ ἀδελφοὺς καὶ ἐλέγχειν καὶ ἀποστρέφεσθαι κελεύει, καὶ ἀποτέμνειν μὴ πειθομένους, ἵνα ἐντραπῶσι· τοῦτο καὶ ἐνταῦθα αὐτὸς ποιεῖ, περὶ τῶν ἀδελφῶν ταῦτα νομοθετῶν· καὶ τρεῖς ἐφίστησιν αὐτῷ διδασκάλους καὶ δικαστὰς, διδάσκοντας τὰ κατὰ τὸν καιρὸν τῆς μέθης γινόμενα. Εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ φθεγξάμενος καὶ ποιήσας πάντα ἐκεῖνα τὰ ἄτοπα, ἀλλ' ὅμως ἑτέρων δεῖται τῶν διδαξόντων, καθάπερ οὖν καὶ ὁ μεθύων. Καὶ γὰρ πάσης μέθης θυμὸς καὶ ἁμαρτία ἐκστατικώτερον, καὶ ἐν μείζονι τὴν ψυχὴν καθίστησι παραφροσύνῃ. Τίς γοῦν τοῦ ∆αυῒδ συνετώτερος ἦν; Ἀλλ' ὅμως ἁμαρτὼν οὐκ ᾔσθετο, τῆς ἐπιθυμίας τοὺς λογισμοὺς ἅπαντας κατεχούσης, καὶ ὥσπερ τινὸς καπνοῦ πληρούσης αὐτοῦ τὴν ψυχήν. ∆ιὰ τοῦτο ἐδεήθη λύχνου παρὰ τοῦ προφήτου, καὶ ῥημάτων ἀναμιμνησκόντων αὐτὸν ὧν ἔπραξε. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἄγει τούτους πρὸς τὸν ἡμαρτηκότα, διαλεξομένους αὐτῷ περὶ ὧν ἔπραξε.
βʹ. ∆ιατί δὲ τούτῳ κελεύει ἐλέγξαι, καὶ οὐχ ἑτέρῳ, Ὅτι τοῦτον ἐπιεικέστερον ἂν ἤνεγκε, τὸν ἠδικημένον, τὸν λελυπημένον, τὸν ἐπηρεασμένον. Οὐ γὰρ ὁμοίως τις παρ' ἑτέρου περὶ τοῦ ὑβρισθέντος ἐλεγχόμενος φέρει, καὶ παρ' αὐτοῦ τοῦ ὑβρισμένου, μάλιστα ὅταν μόνος ᾖ διελέγχων αὐτόν. Ὅταν γὰρ ὁ δίκην αὐτὸν ἀπαιτεῖν ὀφείλων, οὗτος καὶ τῆς σωτηρίας φαίνηται ἐπιμελούμενος τῆς αὐτοῦ, μάλιστα πάντων αὐτὸν δυσωπῆσαι δυνήσεται. Ὁρᾷς πῶς οὐ δίκης ἕνεκεν τοῦτο γίνεται, ἀλλὰ διορθώσεως; ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως τοὺς δύο κελεύει λαβεῖν, ἀλλ' ὅταν αὐτὸς ἀτονήσῃ· καὶ οὐδὲ τότε ἐπαφίησιν αὐτῷ πλῆθος, ἀλλὰ μέχρι δύο ποιεῖται τὴν προσθήκην, ἢ καὶ ἑνός· ὅταν δὲ καὶ τούτων καταφρονήσῃ, τότε αὐτὸν ἐπὶ τὴν Ἐκκλησίαν ἐξάγει. Οὕτω πολλὴν ποιεῖται σπουδὴν μὴ ἐκπομπεύεσθαι τὰ τῶν πλησίον ἁμαρτήματα. Καίτοιγε ἠδύνατο ἐξ ἀρχῆς τοῦτο κελεῦσαι· ἀλλ' ἵνα μὴ τοῦτο γίνηται, οὐκ ἐκέλευσεν, ἀλλὰ μετὰ μίαν καὶ δευτέραν παραίνεσιν τοῦτο νομοθετεῖ. Τί δέ ἐστιν, Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα; Ἔχεις μαρτυρίαν ἱκανὴν, φησὶν, ὅτι τὸ σαυτοῦ ἅπαν ἐποίησας, ὅτι οὐδὲν ἐνέλιπες τῶν εἰς σὲ ἡκόντων. Ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· τουτέστι, τοῖς προεδρεύουσιν. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Λοιπὸν γὰρ ἀνίατα ὁ τοιοῦτος νοσεῖ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς μεγίστης τίθησι κακίας. Καὶ γὰρ ἀνωτέρω φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; καὶ προϊὼν πάλιν· Καὶ τελῶναι καὶ πόρναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τουτέστιν, οἱ σφόδρα κατεγνωσμένοι καὶ καταδεδικασμένοι. Ἀκουέτωσαν οἱ κέρδεσιν ἐπιπηδῶντες ἀδίκοις, οἱ τοὺς τόκους ἐπὶ τόκοις ἀριθμοῦντες. ∆ιατί δὲ αὐτὸν μετ' ἐκεῖνον ἔταξε; Παραμυθούμενος τὸν ἠδικημένον, καὶ φοβῶν αὐτόν. Τοῦτο οὖν ἡ κόλασις μόνον; Οὐχί· ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς. Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Καὶ οὐκ εἶπε τῷ προέδρῳ τῆς Ἐκκλησίας, ∆ῆσον τὸν τοιοῦτον, ἀλλὰ, Ἐὰν δήσῃς, αὐτῷ τῷ λελυπημένῳ τὸ πᾶν ἐπιτρέπων· καὶ ἄλυτα μένει τὰ δεσμά. Οὐκοῦν τὰ ἔσχατα πείσεται δεινά· ἀλλ' οὐχὶ ὁ ἀγαγὼν αἴτιος, ἀλλ' ὁ μὴ θελήσας πεισθῆναι. Εἶδες πῶς αὐτὸν διπλαῖς κατέδησεν ἀνάγκαις, καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῇ ἐκεῖ κολάσει; Ταῦτα δὲ ἠπείλησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος καὶ τὴν ἀπὸ τῆς Ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, καὶ τὸ ἐν οὐρανοῖς δεδέσθαι, ἡμερώτερος γένηται. Καὶ ταῦτα εἰδὼς, εἰ καὶ μὴ ἐκ προοιμίων, ἐν γοῦν τῷ πλήθει τῶν δικαστηρίων ἐκλύσει τὴν ὀργήν. ∆ιά τοι τοῦτο καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐπέστησε κριτήριον, καὶ οὐκ εὐθέως ἐξέκοψεν, ἵνα κἂν τοῦ πρώτου παρακούσῃ, τῷ δευτέρῳ εἴξῃ· κἂν ἐκεῖνο διαπτύσῃ, τὸ τρίτον φοβηθῇ· κἂν τούτου μηδένα ποιῆται λόγον, τὴν μέλλουσαν καταπλαγῇ τιμωρίαν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ψῆφόν τε καὶ δίκην. Πάλιν δὲ λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Οὗ γὰρ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὁρᾷς πῶς καὶ ἑτέρωθεν παραλύει τὰς ἔχθρας, καὶ τὰς μικροψυχίας ἀναιρεῖ, καὶ πρὸς ἀλλήλους συνάγει, καὶ οὐκ ἀπὸ τῆς κολάσεως μόνης τῆς εἰρημένης, ἀλλὰ καὶ ἀπὸ τῶν ἀγαθῶν τῶν ἐκ τῆς ἀγάπης; Καὶ γὰρ ἀπειλήσας ἐκεῖνα τῇ φιλονεικίᾳ, τὰ μεγάλα ἐνταῦθα τῆς συμφωνίας τίθησιν ἔπαθλα, εἴγε καὶ τὸν Πατέρα πείθουσιν οἱ συμφωνοῦντες, ὑπὲρ ὧν αἰτοῦσι, καὶ τὸν Χριστὸν ἔχουσιν εἰς τὸ μέσον. Ἆρ' οὖν οὐδαμοῦ εἰσι δύο συμφωνοῦντες; Καὶ πολλαχοῦ μὲν οὖν, τάχα δὲ καὶ πανταχοῦ. Πῶς οὖν οὐ πάντα ἐπιτυγχάνουσιν; Ὅτι πολλαὶ αἱ αἰτίαι τοῦ ἀποτυγχάνειν. Ἢ γὰρ ἀσύμφορα πολλάκις αἰτοῦσι. Καὶ τί θαυμάζεις, εἰ ἕτεροί τινες, ὅπου γε καὶ Παῦλος τοῦτο ἔπαθεν, ἡνίκα ἤκουσεν, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται; Ἢ ἀνάξιοι τῶν ταῦτα ἀκηκοότων εἰσὶ, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέρουσιν· αὐτὸς δὲ τοὺς κατ' ἐκείνους ἐπιζητεῖ· διὰ τοῦτό φησιν, Ἐξ ὑμῶν, τῶν ἐναρέτων, τῶν ἀγγελικὴν ἐπιδεικνυμένων πολιτείαν. Ἢ κατὰ τῶν λελυπηκότων εὔχονται, ἐκδικίαν καὶ τιμωρίαν ἐπιζητοῦντες, ὅπερ ἐστὶ κεκωλυμένον· Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Ἢ ἀμετανόητα ἁμαρτάνοντες αἰτοῦσιν ἔλεον, ὅπερ ἐστὶν ἀδύνατον λαβεῖν, οὐ μόνον ἂν αὐτοὶ αἰτῶσιν, ἀλλὰ κἂν ἕτεροι πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἔχοντες ὑπὲρ αὐτῶν παρακαλῶσι· καθάπερ καὶ Ἱερεμίας εὐχόμενος ὑπὲρ Ἰουδαίων ἤκουσε· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Ἂν δὲ πάντα παρῇ, καὶ τὰ συμφέροντα αἰτῇς, καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέρῃς, καὶ βίον παρέχῃς ἀποστολικὸν, καὶ ὁμόνοιαν καὶ ἀγάπην πρὸς τὸν πλησίον ἔχῃς, ἐπιτεύξῃ παρακαλῶν· φιλάνθρωπος γὰρ ὁ ∆εσπότης.
γʹ. Εἶτα ἐπειδὴ εἶπε, Παρὰ τοῦ Πατρός μου, ἵνα δείξῃ ἑαυτὸν ὄντα τὸν παρέχοντα, καὶ οὐ τὸν γεγεννηκότα μόνον, ἐπήγαγεν· Οὗ γὰρ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Τί οὖν; οὐκ εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ; Εἰσὶ μὲν, σπανίως δέ. Οὐ γὰρ ἁπλῶς τὴν σύνοδον λέγει, οὐδὲ τοῦτο ἐπιζητεῖ μόνον, ἀλλὰ μάλιστα μὲν, ὅπερ καὶ ἔμπροσθεν εἶπον, καὶ τὴν ἄλλην ἀρετὴν μετὰ τούτου· ἔπειτα δὲ καὶ τοῦτο αὐτὸ μετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τις ἐμὲ τῆς πρὸς τὸν πλησίον φιλίας ὑπόθεσιν προηγουμένην ἔχει, μετ' αὐτοῦ ἔσομαι, ἂν καὶ τὰ ἄλλα ἐνάρετος ᾖ. Νυνὶ δὲ τοὺς πλείονας ὁρῶμεν, ἑτέρας ἔχοντας φιλίας ἀφορμάς. Ὁ μὲν γὰρ ὅτι φιλεῖται, φιλεῖ· ὁ δὲ, ὅτι ἐτιμήθη· ὁ δὲ, ὅτι ἐν ἑτέρῳ τινὶ βιωτικῷ πράγματι γέγονεν αὐτῷ χρήσιμος ὁ δεῖνα· ὁ δὲ, δι' ἕτερόν τι τοιοῦτον· διὰ δὲ τὸν Χριστὸν δύσκολόν ἐστιν εὑρεῖν τινα γνησίως καὶ ὡς ἐχρῆν φιλεῖν τὸν πλησίον φιλοῦντα. Οἱ γὰρ πλείους ἀπὸ τῶν βιωτικῶν εἰσι συνδεδεμένοι πραγμάτων ἀλλήλοις. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως ἐφίλει, ἀλλὰ διὰ τὸν Χριστόν· διὸ καὶ μὴ φιλούμενος οὕτως ὥσπερ ἐφίλει, οὐ κατέλυσε τὴν ἀγάπην, ἐπειδὴ ῥίζαν ἰσχυρὰν κατεβάλετο τοῦ φίλτρου. Ἀλλ' οὐχὶ τὰ νῦν· ἀλλὰ πάντα ἐξετάζοντες εὑρήσομεν παρὰ τοῖς πολλοῖς φιλίας ποιητικὰ μᾶλλον ἢ τοῦτο. Καὶ εἴ τίς μοι πα ρέσχεν ἐξουσίαν ἐν τοσούτῳ πλήθει τὴν ἐξέτασιν ποιήσασθαι ταύτην, ἔδειξα ἂν τοὺς πλείονας ἀπὸ τῶν βιωτικῶν προφάσεων ἀλλήλοις συνδεδεμένους. Καὶ δῆλον τοῦτο ἀπὸ τῶν αἰτιῶν τῶν τὴν ἔχθραν ἐργαζομένων. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἐπικήρων τούτων εἰσὶν ἀλλήλοις συνημμένοι, διὰ τοῦτο οὔτε θερμοὶ πρὸς ἀλλήλους εἰσὶν, οὔτε διηνεκεῖς· ἀλλὰ καὶ ὕβρις, καὶ χρημάτων ζημία, καὶ φθόνος, καὶ κενοδοξίας ἔρως, καὶ πᾶν τοιοῦτον ἐπελθὸν διακόπτει τὸ φίλτρον. Οὐ γὰρ εὑρίσκει τὴν ῥίζαν πνευματικήν. Ὡς εἴγε τοιαύτη ἦν, οὐδὲν ἂν τῶν βιωτικῶν τὰ πνευματικὰ διέλυσεν. Ἡ γὰρ διὰ τὸν Χριστὸν ἀγάπη βεβαία καὶ ἀῤῥαγὴς καὶ ἀνάλωτος, καὶ οὐδὲν αὐτὴν διασπάσαι δυνήσεται· οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐ θάνατος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ μυρία πάθῃ ὁ οὕτω φιλῶν, πρὸς τὴν ὑπόθεσιν τῆς ἀγάπης ὁρῶν οὐκ ἀποστήσεται. Ὁ μὲν γὰρ διὰ τὸ φιλεῖσθαι φιλῶν, κἂν ἀηδές τι πάθῃ, διαλύει τὴν ἀγάπην· ὁ δὲ ἐκεῖθεν συνδεδεμένος οὐδέποτε ἀποστήσεται. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι τιμώμενος ὑβρίζει; ὅτι εὐεργετούμενος σφάξαι ἠβουλήθη; Ἀλλὰ καὶ τοῦτό σε μᾶλλον φιλεῖν παρασκευάζει, ἂν διὰ τὸν Χριστὸν φιλῇς. Ἃ γάρ ἐστιν ἐπὶ τῶν ἄλλων ἀνατρεπτικὰ ἀγάπης, ταῦτα ἐνταῦθα κατασκευαστικὰ γίνεται. Πῶς; Πρῶτον μὲν, ὅτι σοι μισθῶν αἴτιος ὁ τοιοῦτός ἐστι· δεύτερον, ὅτι πλείονος δεῖται βοηθείας ὁ διακείμενος οὕτω, καὶ θεραπείας πολλῆς. ∆ιά τοι τοῦτο ὁ οὕτω φιλῶν οὐ γένος ἐξετάζει, οὐ πατρίδα, οὐ πλοῦτον, οὐ τὴν πρὸς αὐτὸν ἀγάπην, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ κἂν μισῆται, κἂν ὑβρίζηται, κἂν ἀναιρῆται, μένει φιλῶν ἱκανὴν ἔχων ὑπόθεσιν τοῦ φιλεῖν, τὸν Χριστόν· ὅθεν καὶ ἵσταται πεπηγὼς, βέβαιος, ἀπερίτρεπτος, πρὸς ἐκεῖνον ὁρῶν. Καὶ γὰρ ὁ Χριστὸς οὕτως ἐφίλησε τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς ὑβριστὰς, τοὺς βλασφήμους, τοὺς μισοῦντας, τοὺς οὐδὲ ἰδεῖν αὐτὸν θέλοντας, τοὺς ξύλα καὶ λίθους προτιμῶντας αὐτοῦ ἀγαπήσας, καὶ ἀγάπην τὴν ἀνωτάτω, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Καὶ τοὺς σταυρώσαντας δὲ αὐτὸν, καὶ τοσαῦτα εἰς αὐτὸν ἐμπαροινήσαντας, ὅρα πῶς μένει θεραπεύων. Καὶ γὰρ τῷ Πατρὶ περὶ αὐτῶν διαλέγεται λέγων· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ τοὺς μαθητὰς δὲ μετὰ ταῦτα πρὸς αὐτοὺς ἀπέστειλε. Ταύτην τοίνυν καὶ ἡμεῖς τὴν ἀγάπην ζηλώσωμεν, πρὸς ταύτην ἀπίδωμεν, ἵνα μιμηταὶ γενόμενοι τοῦ Χριστοῦ, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΑʹ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.
Ἐνόμισε μέγα τι λέγειν ὁ Πέτρος· διὸ καὶ ὡς φιλοτιμούμενος ἐπήγαγεν, Ἕως ἑπτάκις; Τοῦτο γὰρ, φησὶν, ὃ ἐκέλευσας ποιεῖν, ποσάκις ποιήσω; Ἂν γὰρ ἀεὶ μὲν ἁμαρτάνῃ, ἀεὶ δὲ ἐλεγχόμενος μετανοῇ, ποσάκις τούτου ἀνέχεσθαι κελεύεις ἡμᾶς; Ἐκείνῳ μὲν γὰρ τῷ μὴ μετανοοῦντι, μηδὲ καταγινώσκοντι ἑαυτοῦ, πέρας ἐπέθηκας εἰπὼν, Ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τούτῳ δὲ οὐκέτι, ἀλλ' ἐκέλευσας αὐτὸν προσίεσθαι. Πο σάκις οὖν αὐτὸν ὀφείλω φέρειν ἐλεγχόμενον καὶ μετανοοῦντα; ἀρκεῖ ἑπτάκις; Τί οὖν ὁ Χριστὸς, ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεός; Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκὲς καὶ ἀεί. Ὥσπερ γὰρ τὸ μυριάκις τὸ πολλάκις δηλοῖ, οὕτω καὶ ἐνταῦθα. Καὶ γὰρ τὸ, Στεῖρα ἔτεκεν ἑπτὰ, τὰ πολλά φησιν ἡ Γραφή. Ὥστε οὐκ ἀριθμῷ συνέκλεισε τὴν ἄφεσιν, ἀλλὰ τὸ διηνεκὲς ἐδήλωσε καὶ ἀεί. Τοῦτο γοῦν καὶ διὰ τῆς παραβολῆς τῆς ἐφεξῆς κειμένης ἔδειξεν. Ἵνα γὰρ μὴ δόξῃ τισὶ μεγάλα καὶ φορτικὰ ἐπιτάττειν εἰπὼν, Ἑβδομηκοντάκις ἑπτὰ, προσέθηκε τὴν παραβολὴν ταύτην, ὁμοῦ τε ἐνάγων εἰς ὅπερ εἴρηκε, καὶ τὸν μέγα φρονοῦντα ἐπὶ τούτῳ καταστέλλων, καὶ δεικνὺς οὐ βαρὺ τὸ πρᾶγμα ὂν, ἀλλὰ καὶ σφόδρα εὔκολον. ∆ιά τοι τοῦτο τὴν αὐτοῦ φιλανθρωπίαν εἰς μέσον ἤγαγεν, ἵνα τῇ παραθέσει, φησὶ, μάθῃς, ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς, κἂν πάντα ἁπλῶς τὰ ἁμαρτήματα διηνεκῶς συγχωρῇς τῷ πλησίον, ὅσον σταγὼν ὕδατος πρὸς πέλαγος ἄπειρον, τοσοῦτον, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει σου ἡ φιλανθρωπία πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ καθέστηκας δικάζεσθαι μέλλων καὶ εὐθύνας παρέχειν. ∆ιὸ καὶ ἐπήγαγε λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσε πραθῆναι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν. Εἶτα ἐπειδὴ φιλανθρωπίας ἀπήλαυσεν οὗτος, ἐξελθὼν, ὀφείλοντα αὐτῷ σύνδουλον ἑκατὸν δηνάρια ἔπνιγε· καὶ τούτοις κινήσας τὸν δεσπότην, παρεσκεύασεν εἰς δεσμωτήριον πάλιν αὐτὸν ἐμβαλεῖν, ἂν ἀποτίσῃ τὸ πᾶν. Εἶδες ὅσον τὸ μέσον τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων; Ὅσον τὸ μέσον μυρίων ταλάντων καὶ ἑκατὸν δηναρίων· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Γίνεται δὲ τοῦτο καὶ ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων, καὶ ἀπὸ τῆς συνεχείας τῶν ἁμαρτημάτων. Ἀνθρώπου μὲν γὰρ ὁρῶντος, καὶ ἀφιστάμεθα, καὶ ὀκνοῦμεν ἁμαρτάνειν· Θεοῦ δὲ καθ' ἑκάστην βλέποντος τὴν ἡμέραν, οὐκ ἀπεχόμεθα, ἀλλὰ καὶ πράττομεν ἀδεῶς ἅπαντα, καὶ φθεγγόμεθα. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας, καὶ ἀπὸ τῆς τιμῆς ἧς ἀπηλαύσαμεν, χαλεπώτερα γίνεται τὰ ἁμαρτήματα. Καὶ εἰ βούλεσθε μαθεῖν, πῶς ἐστι μυρία τάλαντα, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τὰ εἰς αὐτὸν ἁμαρτήματα, δεῖξαι πειράσομαι διὰ βραχέων. Ἀλλὰ φοβοῦμαι μὴ τοῖς πρὸς κακίαν ῥέπουσι καὶ διηνεκῶς ἁμαρτάνειν φιλοῦσι πλείονα παράσχω τὴν ἄδειαν, ἢ τοὺς ἐπιεικεστέρους εἰς ἀπόγνωσιν ἐμβάλω, καὶ τὸ τῶν μαθητῶν εἴπωσι· Τίς δύναται σωθῆναι; Πλὴν ἀλλὰ καὶ οὕτως ἐρῶ, ἵνα τοὺς προσέχοντας ἀσφαλεστέρους ἐργάσωμαι καὶ ἐπιεικεστέρους. Οἵ τε γὰρ ἀνίατα νοσοῦντες καὶ ἀνάλγητοι, καὶ τούτων χωρὶς τῶν λόγων, οὐκ ἀφίστανται τῆς οἰκείας ῥᾳθυμίας τε καὶ πονηρίας· εἰ δὲ καὶ ἐντεῦθεν πλείονα λαμβάνοιεν ἀφορμὴν ὀλιγωρίας, οὐ τῶν λεγομένων ἡ αἰτία, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας· ὡς τά γε λεγόμενα καὶ συστεῖλαι δυνήσεται καὶ κατανύξαι τοὺς προσέχοντας μᾶλλον· οἵ τε ἐπιεικέστεροι, ὅταν ἴδωσι μὲν τὸν ὄγκον τῶν ἁμαρτη μάτων, μάθωσι δὲ καὶ τὴν δύναμιν τῆς μετανοίας, μᾶλλον αὐτῆς ἀνθέξονται· διόπερ ἀναγκαῖον εἰπεῖν. Ἐρῶ τοίνυν, καὶ θήσω τὰ ἁμαρτήματα, ὅσα τε εἰς Θεὸν πλημμελοῦμεν, καὶ ὅσα εἰς ἀνθρώπους· καὶ θήσω οὐ τὰ ἴδια, ἀλλὰ τὰ κοινά· τὰ δὲ ἴδια ἕκαστος συναπτέτω λοιπὸν ἀπὸ τοῦ συνειδότος. Ποιήσω δὲ τοῦτο, πρότερον τὰς εὐεργεσίας θεὶς τοῦ Θεοῦ. Τίνες οὖν αἱ εὐεργεσίαι; Ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι' ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα, οὐρανὸν, θάλατταν, γῆν, ἀέρα, τὰ ἐν αὐτοῖς πάντα, ζῶα, φυτὰ, σπέρματα· δεῖ γὰρ ἐπιτεμεῖν διὰ τὸ πέλαγος τῶν ἔργων τὸ ἄπειρον. Ψυχὴν ζῶσαν ἡμῖν ἐνέπνευσε μόνοις τοιαύτην τῶν ἐπὶ γῆς, παράδεισον ἐφύτευσε, βοηθὸν ἔδωκε, πᾶσι τοῖς ἀλόγοις ἐπέστησε, δόξῃ καὶ τιμῇ ἐστεφάνωσε. Μετὰ ταῦτα γενόμενον ἀγνώμονα περὶ τὸν εὐεργέτην μείζονος ἠξίωσε δωρεᾶς.
βʹ. Μὴ γὰρ τοῦτο ἴδῃς μόνον, ὅτι ἐξέβαλε παραδείσου, ἀλλὰ καὶ τὸ κέρδος σκόπει τὸ ἐκ τούτου γενόμενον. Μετὰ γὰρ τὸ ἐκβαλεῖν παραδείσου, καὶ τὰ μυρία ἐκεῖνα ἐργάσασθαι ἀγαθὰ, καὶ τὰς ποικίλας οἰκονομίας ἐπιτελέσαι, καὶ τὸν υἱὸν ἔπεμψε τὸν ἑαυτοῦ ὑπὲρ τῶν εὐεργετηθέντων καὶ μισούντων, καὶ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε καὶ τὸν παράδεισον αὐτὸν ἀνεπέτασε, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας. ∆ιὸ καὶ εὔκαιρον νῦν εἰπεῖν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο κατορθοῦσιν ἀγαθὰ, καὶ χεῖρα ὤρεξε, καὶ πνεῦμα ἐξέχεεν εἰς τὰς καρδίας ἡμῶν. Τί οὖν; μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν; ἆρα εἰ καὶ καθ' ἑκάστην ἀπεθνήσκομεν τὴν ἡμέραν ὑπὲρ τοῦ οὕτως ἡμᾶς φιλοῦντος, ἐξετίννυμεν ἂν τὴν ἀξίαν, μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατετίθεμεν; Οὐδαμῶς· καὶ γὰρ καὶ τοῦτο πάλιν εἰς τὸ κέρδος τὸ ἡμέτερον περιίστατο. Πῶς οὖν διακείμεθα οἱ οὕτω διακεῖσθαι ὀφείλοντες; Καθ' ἑκάστην ἡμέραν εἰς τοὺς νόμους ἐνυβρίζομεν τοὺς αὐτοῦ. Ἀλλὰ μὴ ἀγανακτήσητε, ἂν ἐπαφῶ τὴν γλῶτταν τοῖς ἁμαρτάνουσιν· οὐ γὰρ ὑμῶν κατηγορήσω μόνον, ἀλλὰ καὶ ἐμαυτοῦ. Πόθεν οὖν βούλεσθε ἄρξομαι; ἀπὸ τῶν δούλων; ἀπὸ τῶν ἐλευθέρων; ἀπὸ τῶν στρατευομένων; ἀπὸ τῶν ἰδιωτῶν; ἀπὸ τῶν ἀρχόντων; ἀπὸ τῶν ἀρχομένων; ἀπὸ τῶν γυναικῶν; ἀπὸ τῶν ἀνδρῶν; ἀπὸ τῶν γερόντων; ἀπὸ τῶν νέων; ἀπὸ ποίας ἡλικίας; ἀπὸ ποίου γένους; ἀπὸ ποίου ἀξιώματος; ἀπὸ ποίου ἐπιτηδεύματος; Βούλεσθε ἀπὸ τῶν στρατευομένων ποιήσομαι τὴν ἀρχήν; Τί τοίνυν οὐχ ἁμαρτάνουσιν οὗτοι καθ' ἑκάστην ἡμέραν ὑβρίζοντες, λοιδορούμενοι, μαινόμενοι, τὰς ἀλλοτρίας πραγματευόμενοι συμφορὰς, λύκοις ἐοικότες, πλημμελημάτων οὐδέποτε καθαρεύοντες, πλὴν εἰ μὴ καὶ τὴν θάλατταν εἴποι τις κυμάτων εἶναι ἐκτός; Ποῖον γὰρ αὐτοῖς πάθος οὐκ ἐνοχλεῖ; ποῖον δὲ νόσημα οὐ πολιορκεῖ αὐτῶν τὴν ψυχήν; Πρὸς μὲν γὰρ τοὺς ὁμοτίμους ζηλοτύπως διάκεινται, καὶ φθονοῦσι καὶ κενοδοξοῦσι· πρὸς δὲ τοὺς ὑποτεταγμένους, πλεονεκτικῶς· πρὸς δὲ τοὺς δίκας ἔχοντας, καὶ ὡς εἰς λιμένα κατατρέχοντας, πολεμίως καὶ ἐπιόρκως. Πόσαι παρ' αὐτοῖς ἁρπαγαί! πόσαι πλεονεξίαι! πόσαι συκοφαντίαι καὶ καπηλεῖαι! πόσαι κολακεῖαι δουλοπρεπεῖς! Φέρε οὖν, καθ' ἕκαστον ἁρμόσωμεν τὸν τοῦ Χριστοῦ νόμον. Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ἐὰν μή τις ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὗτοι δὲ καὶ ἐπιτηδεύουσι τῦφον, κατὰ τῶν ὑπηκόων καὶ παραδεδομένων καὶ τρεμόντων αὐτοὺς καὶ δεδοικότων θηρίου γινόμενοι χαλεπώτεροι· διὰ μὲν τὸν Χριστὸν οὐδὲν ποιοῦντες, πάντα δὲ διὰ τὴν γαστέρα, διὰ τὰ χρήματα, διὰ τὴν κενοδοξίαν. Ἆρα ἔνι ἀριθμῆσαι διὰ ῥημάτων τὴν τῶν πραγμάτων πλημμέλειαν; Τί ἄν τις εἴποι τὰς χλευασίας αὐτῶν, τὸν γέλωτα, τὰς ἀκαίρους διαλέξεις, τὰς αἰσχρολογίας; Περὶ δὲ πλεονεξίας οὐδὲ εἰπεῖν ἔνι. Καθάπερ γὰρ οἱ ἐν τοῖς ὄρεσι μοναχοὶ οὐδὲ τί ποτέ ἐστιν ἡ πλεονεξία ἴσασιν, οὕτως οὐδὲ οὗτοι· ἀλλ' ἀπεναντίας ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόῤῥω τοῦ νοσήματος εἶναι ἀγνοοῦσι τὸ πάθος· οὗτοι δὲ διὰ τὸ σφόδρα ἐν αὐτῷ μεθύειν οὐδὲ αἰσθάνονται ὅσον ἐστὶ τὸ κακόν. Οὕτω γὰρ παρώσατο τὴν ἀρετὴν ἡ κακία αὕτη καὶ τυραννεῖ, ὡς μηδὲ ἔγκλημα βαρὺ εἶναι νομίζεσθαι αὐτὴν παρὰ τοῖς μαινομένοις ἐκείνοις. Ἀλλὰ βούλεσθε τούτους ἀφέντες, ἐφ' ἑτέρους ἔλθωμεν ἐπιεικεστέρους; Φέρε οὖν, τὸ τῶν δημιουργῶν γένος καὶ χειροτεχνῶν ἐξετάσωμεν. Οὗτοι γὰρ μάλιστα δοκοῦσιν ἐκ δικαίων διαζῇν πόνων, καὶ τῶν ἱδρώτων τῶν ἑαυτῶν. Ἀλλὰ καὶ οὗτοι ὅταν μὴ προσέχωσιν ἑαυτοῖς, πολλὰ ἐντεῦθεν συνάγουσιν ἑαυτοῖς κακά. Τὴν γὰρ ἀπὸ τῆς πράσεως καὶ ἀγορασίας ἀδικίαν ἐπεισάγουσι τῇ τῶν δικαίων πόνων ἐργασίᾳ, καὶ ὅρκους καὶ ἐπιορκίας καὶ ψευδολογίας προστιθέασι τῇ πλεονεξίᾳ πολλάκις, καὶ τῶν βιωτικῶν μόνων εἰσὶ πραγμάτων, καὶ τῇ γῇ προσηλωμένοι διατελοῦσι· καὶ ὅπως μὲν χρηματίσωνται, πάντα πράττουσιν· ὅπως δὲ μεταδοῖεν τοῖς δεομένοις, οὐ πολλὴν τίθενται τὴν σπουδὴν, ἀεὶ τὰ ὄντα αὔξειν βουλόμενοι. Τί ἄν τις εἴποι τὰς λοιδορίας τὰς ὑπὲρ τῶν τοιούτων, τὰς ὕβρεις, τὰ δανείσματα, τοὺς τόκους, τὰ συναλλάγματα τὰ πολλῆς γέμοντα καπηλείας, τὰς ἐμπορίας τὰς ἀναισχύντους; γʹ. Ἀλλὰ βούλεσθε καὶ τούτους ἀφέντες, ἐφ' ἑτέρους ἔλθωμεν, τοὺς δὴ δοκοῦντας εἶναι δικαιοτέρους; Τίνες οὖν εἰσιν οὗτοι; Οἱ τοὺς ἀγροὺς κεκτημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς δρεπόμενοι πλοῦτον. Καὶ τί τούτων γένοιτ' ἂν ἀδικώτερον; Εἰ γάρ τις ἐξετάσειε πῶς τοῖς ἀθλίοις καὶ ταλαιπώροις κέχρηνται γεωργοῖς, βαρβάρων αὐτοὺς ὠμοτέρους ὄψεται. Τοῖς γὰρ ἐν λιμῷ τηκομένοις, καὶ δι' ὅλης πονουμένοις τῆς ζωῆς, καὶ τελέσματα διηνεκῆ καὶ ἀφόρητα ἐπιτιθέασι, καὶ διακονίας ἐπιπόνους ἐπιτάττουσι, καὶ ὡς ὄνοις καὶ ἡμιόνοις, μᾶλλον δὲ ὡς λίθοις τοῖς ἐκείνων κέχρηνται σώμασιν, οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦντες, καὶ παρεχούσης τῆς γῆς, καὶ μὴ παρεχούσης, ὁμοίως αὐτοὺς κατατείνουσι, καὶ οὐδεμιᾶς αὐτοῖς συγγνώμης μεταδιδόασιν· οὗ τί γένοιτ' ἂν ἐλεεινότερον, ὅταν δι' ὁλοκλήρου τοῦ χειμῶνος πονέσαντες, καὶ κρυμῷ καὶ ὄμβρῳ καὶ ἀγρυπνίαις δαπανηθέντες, κεναῖς ἀναχωρήσωσι ταῖς χερσὶν, ἔτι καὶ προσοφείλοντες, καὶ τοῦ λιμοῦ τούτου καὶ τοῦ ναυαγίου τὰς τῶν ἐπιτρόπων βασάνους καὶ τοὺς ἑλκυσμοὺς καὶ τὰς ἀπαιτήσεις καὶ τὰς ἀπαγωγὰς καὶ τὰς ἀπαραιτήτους λειτουργίας μᾶλλον δεδοικότες καὶ φρίττοντες; Τί ἄν τις εἴποι τὰς ἐμπορίας, ἃς αὐτοὺς ἐμπορεύονται, τὰς καπηλείας, ἃς αὐτοὺς καπηλεύου σιν, ἀπὸ μὲν τῶν πόνων αὐτῶν καὶ τῶν ἱδρώτων ληνοὺς καὶ ὑπολήνια πληροῦντες, αὐτοῖς δὲ οἴκαδε οὐδὲ ὀλίγον εἰσαγαγεῖν ἐπιτρέποντες μέτρον, ἀλλ' ὁλόκληρον τὸν καρπὸν εἰς τοὺς τῆς παρανομίας αὐτῶν ἀντλοῦντες πίθους, καὶ ὀλίγον αὐτοῖς ὑπὲρ τούτου προσριπτοῦντες ἀργύριον; Καινὰ δὲ καὶ γένη τόκων ἐπινοοῦσι, καὶ οὐδὲ τοῖς Ἑλλήνων νόμοις νενομισμένα, καὶ δανεισμάτων γραμματεῖα πολλῆς γέμοντα τῆς ἀρᾶς συντιθέασιν. Οὐδὲ γὰρ ἑκατοστὴν τοῦ παντὸς, ἀλλὰ τὸ ἥμισυ τοῦ παντὸς ἀπαιτεῖν βιάζονται· καὶ ταῦτα τοῦ ἀπαιτουμένου καὶ γυναῖκα ἔχοντος, καὶ παιδία τρέφοντος, καὶ ἀνθρώπου ὄντος, καὶ τοῖς οἰκείοις πόνοις καὶ τὴν ἄλω καὶ τὴν ληνὸν πληροῦντος. Ἀλλ' οὐδὲν τούτων ἐννοοῦσι. ∆ιὸ δὴ τὸν προφήτην εὔκαιρον παραστησάμενον εἰπεῖν· Ἔκστηθι, οὐρανὲ, καὶ φρῖξον, γῆ· εἰς ὅσην θηριωδίαν τὸ τῶν ἀνθρώπων γένος ἐξεβακχεύθη. Ταῦτα δὲ λέγω, οὐ τέχνας, οὐδὲ γεωργίαν, οὐδὲ στρατείαν, οὐδὲ ἀγροὺς διαβάλλων, ἀλλ' ἡμᾶς αὐτούς. Ἐπεὶ καὶ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ ὁ Παῦλος σκυτοτόμος, καὶ μετὰ τὸ κήρυγμα τῇ τέχνῃ ἐκέχρητο· καὶ ὁ ∆αυῒδ βασιλεὺς ἦν· καὶ ὁ Ἰὼβ χωρίων ἀπήλαυε καὶ πολλῶν προσόδων· καὶ οὐδὲν ἦν ἐντεῦθεν κώλυμα οὐδενὶ τούτων πρὸς ἀρετήν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα ἀναλογιζόμενοι, κἂν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφιέναι τοῖς πλησίον τὰ ὀλίγα ἐκεῖνα καὶ εὐτελῆ. Καὶ γὰρ λόγος ἡμῖν γίνεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐκ ἔχομεν πάντα καταβαλεῖν, οὐδ' ἂν ὁτιοῦν ποιήσωμεν. ∆ιὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ Θεὸς πρὸς ἔκτισιν εὔκολόν τε καὶ ῥᾳδίαν ὁδὸν, καὶ πάντα δυναμένην διαλύσασθαι ἐκεῖνα, τὸ μὴ μνησικακεῖν λέγω. Ἵν' οὖν τοῦτο μάθωμεν καλῶς, ἀκούσωμεν ὁδῷ προϊόντες τῆς παραβολῆς ἁπάσης. Προσηνέχθη γὰρ αὐτῷ, φησὶν, εἷς ὀφειλέτης μυρίων ταλάντων. Οὐκ ἔχοντος δὲ αὐτοῦ ἀποτῖσαι, ἐκέλευσεν αὐτὸν πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ παιδία. Τίνος ἕνεκεν; εἰπέ μοι. Οὐκ ἐξ ὠμότητος, οὐδὲ ἀπανθρωπίας· καὶ γὰρ εἰς αὐτὸν ἡ ζημία περιίστατο πάλιν· δούλη γὰρ ἦν κἀκείνη· ἀλλ' ἐξ ἀφάτου κηδεμονίας. Βούλεται γὰρ αὐτὸν πτοῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ. Εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἂν ἐπένευσεν αὐτοῦ τῇ αἰτήσει, οὐδ' ἂν τὴν χάριν ἔδωκε. ∆ιατί οὖν πρὸ τοῦ λογοθεσίου τοῦτο οὐκ ἐποίησεν, οὐδὲ ἀφῆκε τὸ ὄφλημα; ∆ιδάξαι βουλόμενος πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῖ, ἵνα κἂν ταύτῃ ἡμερώτερος περὶ τὸν σύνδουλον γένηται. Εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον· εἰ μὴ τοσούτοις αὐτὸν προεπαίδευσε φαρμάκοις, ποῦ οὐκ ἂν ἐξῆλθεν ὠμότητος; Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω, φησίν· Ὁ δὲ κύριος αὐτοῦ σπλαγχνισθεὶς, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες πάλιν φιλανθρωπίας ὑπερβολήν; Ἀναβολὴν ἐζήτησε μόνον καιροῦ καὶ ὑπέρθεσιν ὁ οἰκέτης· ὁ δὲ μεῖζον ἢ ᾔτησεν ἔδωκεν, ἄφεσιν ὁλοκλήρου τοῦ δανείσματος καὶ συγχώρησιν. Ἐβούλετο μὲν γὰρ καὶ ἐξ ἀρχῆς δοῦναι, ἀλλ' οὐκ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς τούτου ἱκετηρίας, ἵνα μὴ ἀστεφάνωτος ἀπέλθῃ. Ὅτι γὰρ αὐτοῦ τὸ πᾶν ἦν, εἰ καὶ προσέπεσεν οὗτος καὶ ἐδεήθη, ἡ αἰτία τῆς συγχωρήσεως ἐδήλωσε· Σπλαγχνισθεὶς γὰρ ἀφ ῆκεν αὐτῷ. Ἀλλ' ὅμως καὶ οὕτως ἐβούλετο κἀκεῖνόν τι δοκεῖν συνεισφέρειν, ἵνα μὴ σφόδρα ᾖ κατῃσχυμμένος· καὶ ἵνα παιδευθεὶς ἐν ταῖς οἰκείαις συμφοραῖς συγγνωμονικὸς γένηται τῷ συνδούλῳ.
δʹ. Μέχρι μὲν οὖν τούτου καλὸς οὗτος καὶ εὐάρεστος· καὶ γὰρ ὡμολόγησε, καὶ ἐπηγγείλατο ἀποδώσειν τὸ ὄφλημα, καὶ προσέπεσε, καὶ παρεκάλεσε, καὶ κατέγνω τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἔγνω τὸ μέγεθος τοῦ ὀφλήματος. Ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων. Ἐξελθὼν γὰρ εὐθέως, οὐδὲ μετὰ χρόνον πολὺν, ἀλλ' εὐθέως, ἔναυλον ἔχων τὴν εὐεργεσίαν, εἰς κακίαν ἀπεχρήσατο τῇ δωρεᾷ, καὶ τῇ ἐλευθερίᾳ τῇ παρὰ τοῦ δεσπότου αὐτῷ παρασχεθείσῃ. Εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὀφείλοντα αὐτῷ ἑκατὸν δηνάρια, ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Εἶδες δεσπότου φιλανθρωπίαν; εἶδες δούλου ὠμότητα; Ἀκούσατε, οἱ ὑπὲρ χρημάτων ταῦτα ποιοῦντες. Εἰ γὰρ ὑπὲρ ἁμαρτημάτων οὐ χρὴ, πολλῷ μᾶλλον ὑπὲρ χρημάτων. Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐδὲ τὰ ῥήματα ᾐδέσθη, δι' ὧν ἐσώθη (καὶ γὰρ αὐτὸς ταῦτα εἰπὼν, ἀπηλλάγη τῶν μυρίων ταλάντων)· καὶ οὐδὲ τὸν λιμένα ἐπέγνω, δι' οὗ τὸ ναυάγιον διέφυγεν· οὐ τὸ σχῆμα τῆς ἱκετηρίας ἀνέμνησεν αὐτὸν τῆς τοῦ δεσπότου φιλανθρωπίας· ἀλλὰ πάντα ἐκεῖνα ὑπὸ τῆς πλεονεξίας καὶ τῆς ὠμότητος καὶ τῆς μνησικακίας ἐκβαλὼν, θηρίου παντὸς χαλεπώτερος ἦν, ἄγχων τὸν σύνδουλον. Τί ποιεῖς, ἄνθρωπε; σεαυτὸν ἀπαιτῶν· οὐκ αἰσθάνῃ κατὰ σεαυτοῦ τὸ ξίφος ὠθῶν, καὶ τὴν ἀπόφασιν καὶ τὴν δωρεὰν ἀνακαλούμενος; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, οὐδὲ ἐμνήσθη τῶν αὐτοῦ, οὐδὲ ἐνέδωκε· καίτοιγε οὐχ ὑπὲρ τῶν ἴσων ἡ ἱκετηρία. Ὁ μὲν γὰρ ὑπὲρ μυρίων ταλάντων, ὁ δὲ ὑπὲρ ἑκατὸν δηναρίων παρεκάλει· καὶ ὁ μὲν τὸν σύνδουλον, ὁ δὲ τὸν δεσπότην· καὶ ὁ μὲν τελείαν συγχώρησιν ἔλαβεν, ὁ δὲ ἀναβολὴν ᾔτει. Καὶ οὐδὲ ταύτην αὐτὸς ἐδίδου· Ἔβαλε γὰρ αὐτὸν εἰς φυλακήν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, κατηγόρησαν αὐτοῦ πρὸς τὸν δεσπότην. Οὐδὲ ἀνθρώποις τοῦτο ἀρεστὸν ἦν, μήτιγε Θεῷ. Συνήλγησαν οὖν οἱ μὴ ὀφείλοντες. Τί οὖν ὁ δεσπότης; Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ὅρα πάλιν τὴν ἡμερότητα τοῦ δεσπότου. Κρίνεται πρὸς αὐτὸν καὶ ἀπολογεῖται, μέλλων ἀνατρέπειν αὐτοῦ τὴν δωρεάν· μᾶλλον δὲ οὐκ αὐτὸς ἀνέτρεψεν, ἀλλ' ὁ λαβών. ∆ιό φησι· Πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου; Εἰ γὰρ καὶ βαρύ σοι τὸ πρᾶγμα εἶναι δοκεῖ, ἀλλ' ἔδει καὶ πρὸς τὸ κέρδος ἰδεῖν, τὸ γεγενημένον, τὸ ἐσόμενον. Εἰ καὶ ἐπαχθὲς τὸ ἐπίταγμα, τὸ ἔπαθλον ἐννοῆσαι ἔδει· μηδὲ ὅτι λελύπηκεν ἐκεῖνος, ἀλλ' ὅτι σὺ Θεὸν παρώξυνας, ὃν ἀπὸ ψιλῆς ἱκετηρίας κατήλλαξας. Εἰ δὲ καὶ οὕτω σοι φορτικὸν τὸ φίλον γενέσθαι τῷ λελυπηκότι, πολλῷ βαρύτερον τὸ εἰς γέενναν ἐμπεσεῖν· καὶ εἰ τοῦτο ἀντέθηκας ἐκείνῳ, τότε ἂν ἔγνως, ὅτι πολλῷ τοῦτο κουφότερον. Καὶ ὅτε μὲν μυρία τάλαντα ὤφειλεν, οὐκ ἐκάλεσε πονηρὸν, οὐδὲ ὕβρισεν, ἀλλ' ἠλέησεν· ὅτε δὲ περὶ τὸν σύνδουλον ἀγνώμων ἐγένετο, τότε λέγει, Πονηρὲ δοῦλε. Ἀκούσωμεν, οἱ πλεονέκται· καὶ γὰρ πρὸς ἡμᾶς ὁ λόγος. Ἀκούσωμεν, καὶ οἱ ἀνηλεεῖς καὶ ὠμοί· ὅτι οὐχ ἑτέροις ἐσμὲν ὠμοὶ, ἀλλ' ἑαυτοῖς. Ὅταν οὖν βούλῃ μνησικακεῖν, ἐννόησον ὅτι σαυτῷ μνησικακεῖς, οὐχ ἑτέρῳ, ὅτι τὰ σαυτοῦ καταδεσμεῖς ἁμαρτήματα, οὐ τὰ τοῦ πλησίον. Σὺ μὲν γὰρ, ὅπερ ἂν ἐργάσῃ τούτῳ, ὡς ἅνθρωπος ἐργάζῃ καὶ ἐν τῷ παρόντι βίῳ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μειζόνως σε τιμωρήσεται, καὶ τιμωρίαν τὴν ἐκεῖ. Παρέδωκε γὰρ αὐτὸν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον· τουτέστι, διηνεκῶς· οὔτε γὰρ ἀποδώσει ποτέ. Ἐπειδὴ γὰρ οὐκ ἐγένου τῇ εὐεργεσίᾳ βελτίων, λείπεται τῇ τιμωρίᾳ σε διορθοῦσθαι. Καίτοιγε ἀμεταμέλητα τὰ χαρίσματα καὶ αἱ δωρεαί· ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία, ὡς καὶ τοῦτον λῦσαι τὸν νόμον. Τί τοίνυν τοῦ μνησικακεῖν χαλεπώτερον, ὅταν δωρεὰν θείαν τοσαύτην καὶ τηλικαύτην ἀνατρέπον φαίνηται; Καὶ οὐδὲ ἁπλῶς αὐτὸν παρέδωκεν, ἀλλὰ ὀργισθείς. Ὅτε μὲν γὰρ ἐκέλευσε πραθῆναι, οὐκ ἦν ὀργῆς τὰ ῥήματα· οὐκοῦν οὐδὲ ἐποίησεν· ἀλλ' ἀφορμὴ φιλανθρωπίας μεγίστη· νυνὶ δὲ ἀγανακτήσεως πολλῆς ἡ ψῆφος, καὶ τιμωρίας, καὶ κολάσεως. Τί οὖν ἡ παραβολὴ βούλεται; Οὕτω ποιήσει καὶ ὑμῖν, φησὶν, ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῆς καρδίας ὑμῶν τὰ παραπτώματα αὐτῶν. Οὐ λέγει, Ὁ Πατὴρ ὑμῶν· ἀλλ', Ὁ Πατήρ μου. Οὐ γὰρ ἄξιον τοῦ τοιούτου καλεῖσθαι Πατέρα τὸν Θεὸν, τοῦ οὕτω πονηροῦ καὶ μισανθρώπου.
εʹ. ∆ύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώσκειν ἡμᾶς τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ ἐκεῖνο διὰ τοῦτο, ἵνα εὐκολώτερον τοῦτο γένηται (ὁ γὰρ τὰ ἑαυτοῦ ἐννοῶν, συγγνωμονικώτερος ἔσται τῷ συνδούλῳ)· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ' ἀπὸ καρδίας. Μὴ δὴ καθ' ἑαυτῶν τὸ ξίφος ὠθῶμεν μνησικακοῦντες. Τί γάρ σε καὶ τοιοῦτον ἐλύπησεν ὁ λελυπηκὼς, οἷον σὺ σαυτὸν ἐργάσῃ τῆς ὀργῆς μεμνημένος, καὶ ἐπισπώμενος κατὰ σαυτοῦ τὴν καταδικάζουσάν σε παρὰ Θεοῦ ψῆφον; Ἂν μὲν γὰρ νήφῃς καὶ φιλοσοφῇς, εἰς τὴν ἐκείνου κεφαλὴν περιστήσεται τὸ δεινὸν, κἀκεῖνος ἔσται ὁ πάσχων κακῶς· ἂν δὲ μένῃς ἀγανακτῶν καὶ δυσχεραίνων, τότε αὐτὸς ὑποστήσῃ τὴν βλάβην, οὐ παρ' ἐκείνου, ἀλλὰ παρὰ σαυτοῦ. Μὴ τοίνυν λέγε, ὅτι ὕβρισε καὶ διέβαλε καὶ μυρία εἰργάσατο κακά· ὅσα γὰρ ἂν εἴπῃς, τοσούτῳ μᾶλλον δεικνύεις αὐτὸν εὐεργέτην. Ἔδωκε γὰρ ἀφορμὴν ἀπολούσασθαι τὰ ἁμαρτήματα· ὥστε ὅσῳ ἂν μείζονα ἠδικηκὼς ᾖ, τοσούτῳ μείζονος ἁμαρτημάτων ἀφέσεως αἴτιός σοι καθίσταται. Ἂν γὰρ ἐθέλωμεν, οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται· ἀλλὰ καὶ οἱ ἐχθροὶ τὰ μέγιστα ὠφελήσουσιν ἡμᾶς. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Τοῦ γὰρ διαβόλου τί γένοιτ' ἂν πονηρότερον; ἀλλ' ὅμως καὶ ἐκεῖθεν πολλὴν ἀφορμὴν εὐδοκιμήσεως ἔχομεν, καὶ δείκνυσιν ὁ Ἰώβ. Εἰ δὲ ὁ διάβολος ἀφορμὴ γέγονε στεφάνων, τί δέδοικας ἄνθρωπον ἐχθρόν; Ὅρα οὖν ὅσα κερδαίνεις, πράως τὰς τῶν ἐχθρῶν φέρων ἐπηρείας. Πρῶτον μὲν καὶ μέγιστον, ἁμαρτημάτων ἀπαλλαγήν· δεύτερον, καρτερίαν καὶ ὑπομονήν· τρίτον, ἡμερότητα καὶ φιλανθρωπίαν. Ὁ γὰρ τοῖς λυποῦσιν οὐκ εἰδὼς ὀργίζεσθαι, πολλῷ μᾶλλον τοῖς φιλοῦσιν αὐτὸν ἐπιτήδειος ἔσται. Τέταρτον, τὸ καθαρεύειν ὀργῆς διηνεκῶς· ᾧ οὐδὲν γένοιτ' ἂν ἴσον. Ὁ γὰρ ὀργῆς καθαρεύων, εὔδηλον ὅτι καὶ τῆς ἐντεῦθεν ἀθυμίας ἀπήλλακται, καὶ οὐκ ἀνα λώσει τὸν βίον εἰς ματαιοπονίας καὶ ὀδύνας. Ὁ γὰρ οὐκ εἰδὼς ἀπεχθάνεσθαι, οὐδὲ λυπεῖσθαι οἶδεν, ἀλλὰ τρυφῆς ἀπολαύσεται καὶ μυρίων ἀγαθῶν. Ὥστε ἑαυτοὺς τιμωρούμεθα μισοῦντες ἑτέρους· ὥσπερ οὖν καὶ ἑαυτοὺς εὐεργετοῦμεν ἀγαπῶντες. Πρὸς τούτοις ἅπασιν αἰδέσιμος ἔσῃ καὶ αὐτοῖς τοῖς ἐχθροῖς, κἂν δαίμονες ὦσι· μᾶλλον δὲ οὐδὲ ἕξεις λοιπὸν ἐχθρὸν διακείμενος οὕτω. Τὸ δὲ πάντων μεῖζον καὶ πρῶτον, τὴν τοῦ Θεοῦ κερδαίνεις φιλανθρωπίαν· κἂν ἡμαρτηκὼς ᾖς, τεύξῃ συγγνώμης· κἂν κατωρθωκὼς ᾖς, πλείονα προσλήψῃ παῤῥησίαν. Ἀνύσωμεν τοίνυν τὸ μηδένα μισεῖν, ἵνα καὶ ὁ Θεὸς ἡμᾶς φιλήσῃ· ἵνα κἂν μυρίων ταλάντων ὦμεν ὑπεύθυνοι, σπλαγχνισθῇ καὶ ἐλεήσῃ. Ἀλλ' ἠδίκησαι παρ' αὐτοῦ; Οὐκοῦν ἐλέησον αὐτὸν, μὴ μισήσῃς· δάκρυσον καὶ θρήνησον, μὴ ἀποστραφῇς. Οὐ γὰρ σὺ εἶ ὁ προσκεκρουκὼς τῷ Θεῷ, ἀλλ' ἐκεῖνος· σὺ δὲ καὶ εὐδοκίμησας, ἐὰν ἐνέγκῃς. Ἐννόησον, ὅτι σταυροῦσθαι μέλλων ὁ Χριστὸς, ὑπὲρ ἑαυτοῦ μὲν ἔχαιρεν, ὑπὲρ δὲ τῶν σταυρούντων ἐδάκρυεν. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρή· καὶ ὅσῳ ἂν ἀδικώμεθα, τοσούτῳ μᾶλλον θρηνεῖν τοὺς ἀδικοῦντας. Ἡμῖν μὲν γὰρ πολλὰ ἐντεῦθεν τὰ ἀγαθά· ἐκείνοις δὲ τὰ ἐναντία. Ἀλλ' ἐπὶ πάντων ὕβρισε καὶ ἐτύπτησεν; Οὐκοῦν ἐπὶ πάντων ἑαυτὸν ᾔσχυνε καὶ ἠτίμασε, καὶ μυρίων κατηγόρων ἤνοιξε στόματα, καὶ σοὶ πλείονας τοὺς στεφάνους ὕφηνε, καὶ πολλούς σοι τῆς μακροθυμίας συνήγαγε κήρυκας. Ἀλλὰ πρὸς ἑτέρους διέβαλε; Καὶ τί τοῦτο, τοῦ Θεοῦ ὄντος τοῦ μέλλοντος ἀπαιτεῖν τὰς εὐθύνας, ἀλλ' οὐκ ἐκείνων τῶν ἀκουσάντων; Ἑαυτῷ γὰρ προσέθηκε κολάσεως ὑπόθεσιν, ἵνα μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ ὧν περὶ σοῦ διελέχθη, παράσχῃ λόγον. Καὶ σὲ μὲν πρὸς ἀνθρώπους διέβαλεν, αὐτὸς δὲ πρὸς Θεὸν διεβλήθη. Εἰ δὲ οὐκ ἀρκεῖ σοι ταῦτα, ἐννόησον ὅτι καὶ ὁ ∆εσπότης σου διεβλήθη, καὶ ὑπὸ τοῦ Σατανᾶ, καὶ ὑπὸ τῶν ἀνθρώπων, καὶ πρὸς τοὺς μάλιστα φιλουμένους· καὶ ὁ τούτου Μονογενὴς πάλιν τὰ αὐτά. ∆ιὸ ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. Καὶ οὐ διέβαλεν αὐτὸν μόνον ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἀλλὰ καὶ ἐπιστεύθη· καὶ διέβαλεν, οὐ τὰ τυχόντα, ἀλλὰ τὰ μέγιστα ὀνείδη καὶ ἐγκλήματα. Καὶ γὰρ δαιμονῶντα αὐτὸν ἔφησε, καὶ πλάνον εἶναι καὶ ἀντίθεον. Ἀλλὰ καὶ εὐεργετήσας ἔπαθες κακῶς; Καὶ διὰ τοῦτο μάλιστα ὑπὲρ μὲν τοῦ ποιήσαντος θρήνει καὶ ἄλγει, ὑπὲρ δὲ σεαυτοῦ καὶ χαῖρε, ὅτι Θεῷ γέγονας ὅμοιος, τῷ τὸν ἥλιον ἀνατέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰ δὲ καὶ ὑπερβαίνει σε τὸ τὸν Θεὸν μιμεῖσθαι· καίτοιγε τῷ νήφοντι οὐδὲ τοῦτο δύσκολον· ἀλλ' ὅμως εἴ σου μεῖζον εἶναι τοῦτό σοι δοκεῖ, φέρε σε πρὸς τοὺς συνδούλους ἀγάγωμεν· πρὸς τὸν Ἰωσὴφ, τὸν μυρία παθόντα καὶ εὐεργετήσαντα τοὺς ἀδελφούς· πρὸς τὸν Μωϋσέα, τὸν μετὰ μυρίας ἐπιβουλὰς ὑπὲρ αὐτῶν δεηθέντα· πρὸς τὸν μακάριον Παῦλον, τὸν οὐδὲ ἀριθμῆσαι ἔχοντα ἅπερ ἔπαθε παρ' αὐτῶν, καὶ ἀξιοῦντα ἀνάθεμα εἶναι ὑπὲρ αὐτῶν· πρὸς τὸν Στέφανον, τὸν λιθαζόμενον καὶ παρακαλοῦντα λυθῆναι αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα πάντα ἐννοήσας, ἔκβαλε πᾶσαν ὀργὴν, ἵνα καὶ ἡμῖν ὁ Θεὸς ἀφῇ πάντα τὰ παραπτώματα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
αʹ. Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ' εἰς τὰ ὅρια τῆς Ἰουδαίας. Καὶ ἐλθόντι ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ Ἐθεράπευσεν αὐτούς. Οὔτε τῇ τῶν λόγων διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ, ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἑπομένων, ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος, ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος. Τοῦτο δὲ ἦν τὸ πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγῆσαι. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ὁλοκλήρους δήμους παρατρέχουσιν ἑνὶ ῥήματι οἱ μαθηταὶ, οὐ κατὰ ὄνομα ἕκαστον ἀπαγγέλλοντες τῶν θεραπευομένων. Οὐ γὰρ εἶπον, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα· ἀλλ' ὅτι Πολλοὶ, τὸ ἀκόμπαστον παιδεύοντες. Ἐθεράπευε δὲ ὁ Χριστὸς, ἐκείνους τε εὐεργετῶν, καὶ δι' ἐκείνων πολλοὺς ἑτέρους. Ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγίνετο. Ἀλλ' οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται· καὶ προσέρχονται αὐτῷ πειράζοντες. Ἐπειδὴ γὰρ τῶν γινομένων ἐπιλαβέσθαι οὐκ εἶχον, προβλήματα αὐτῷ προβάλλουσι. Προσελθόντες γὰρ αὐτῷ καὶ πειράζοντες ἔλεγον· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὢ τῆς ἀνοίας! Ὤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες αὐτοῦ τεκμήριον τῆς δυνάμεως ταύτης. Ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον, ὅτι Βλασφημεῖ, ὅτε εἶπον, ὅτι ∆αιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ ἀποῤῥάψας αὐτῶν τὰ στόματα, καὶ τὴν ἀναίσχυντον ἐμφράξας γλῶτταν, οὕτω παρέπεμψεν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ἡ πονηρία, τοιοῦτον ἡ βασκανία, ἀναίσχυντον καὶ ἰταμόν· κἂν μυριάκις ἐπιστομισθῇ, μυριάκις ἐφίσταται πάλιν. Σὺ δέ μοι σκόπει καὶ τὴν ἐκ τοῦ τρόπου τῆς ἐρωτήσεως κακουργίαν. Οὐδὲ γὰρ εἶπον αὐτῷ· Ἐκέλευσας μὴ ἀφιέναι γυναῖκα· καὶ γὰρ ἤδη ἦν περὶ τοῦ νόμου τούτου διαλεχθείς· ἀλλ' ὅμως οὐκ ἐμνημόνευσαν ἐκείνων τῶν ῥημάτων, ἀλλ' ὡρμήθησαν μὲν ἐκεῖθεν, οἰόμενοι δὲ μείζονα ποιεῖν τὴν ἐνέδραν, καὶ βουλόμενοι εἰς ἀντινομίας ἀνάγκην αὐτὸν ἐμβαλεῖν, οὐ λέγουσι, ∆ιατί ἐνομοθέτησας τὸ καὶ τό; ἀλλ' ὡς οὐδενὸς εἰρημένου, ἐρωτῶσιν, Εἰ ἔξεστι, προσδοκῶντες ὅτι ἐπιλέλησται εἰρηκώς· καὶ ὄντες ἕτοιμοι, εἰ μὲν εἴποι, ὅτι ἔξεστιν ἀφεῖναι, ἀντιθεῖναι αὐτῷ τὰ παρ' αὐτοῦ εἰρημένα, καὶ εἰπεῖν· Πῶς οὖν εἴρηκας τὰ ἐναντία; εἰ δὲ τὰ αὐτὰ πάλιν ἅπερ καὶ ἔμπροσθεν, ἀντιθεῖναι τὸ Μωϋσέως. Τί οὖν αὐτός; Οὐκ εἶπε, Τί με πειράζετε, ὑποκριταί; καίτοιγε μετὰ ταῦτα λέγει· ἀλλ' ἐνταῦθα οὔ φησι τοῦτο. Τί δήποτε; Ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ καὶ τὴν ἡμερότητα ἐπιδείξηται. Οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν. Πῶς οὖν αὐτοῖς ἀποκρίνεται; Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὅρα σοφίαν διδασκάλου. Ἐρωτηθεὶς γὰρ, Εἰ ἔξεστιν, οὐκ εὐθέως εἶπεν, Οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν· ἀλλὰ πρὸ τῆς ἀποφάσεως διὰ τῆς κατασκευῆς κατέστησε δῆλον τοῦτο, δεικνὺς ὅτι καὶ αὐτὸ τοῦ Πατρὸς αὐτοῦ ἐστι τὸ πρόσταγμα, καὶ ὅτι οὐκ ἐναντιούμενος Μωϋσεῖ ταῦτα ἐπέταξεν, ἀλλὰ καὶ σφόδρα συμβαίνων. Σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας ἰσχυριζόμενον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προστάγματος αὐτοῦ. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα μόνον· ἀλλ' ὅτι καὶ τοῦτο ἐκέλευσεν, ὥστε τὸν ἕνα τῇ μιᾷ συνάπτεσθαι. Εἰ δὲ ἐβούλετο ταύτην μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἂν ἔπλασε γυναῖκας. Νῦν δὲ καὶ τῷ τρόπῳ τῆς δημιουργίας καὶ τῷ τρόπῳ τῆς νομοθεσίας ἔδειξεν, ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαῤῥήγνυσθαι. Καὶ ὅρα πῶς φησιν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησε· τουτέστιν, Ἐκ μιᾶς ῥίζης ἐγένοντο· καὶ εἰς ἓν σῶμα συνῆλθον· Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν. Εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν τῆς νομοθεσίας, καὶ πηγνὺς τὸν νόμον, οὐκ εἶπε, Μὴ διασπᾶτε τοίνυν, μηδὲ χωρίζετε· ἀλλ' ὅτι Ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ δὲ Μωϋσέα προβάλλῃ, ἐγώ σοι λέγω τὸν Μωϋσέως δεσπότην, καὶ μετὰ τούτου καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. Ὁ γὰρ Θεὸς ἐξ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ πρεσβύτερος οὗτος ὁ νόμος, εἰ καὶ δοκεῖ παρ' ἐμοῦ νῦν εἰσάγεσθαι, καὶ μετὰ πολλῆς κείμενος τῆς σπουδῆς. Οὐδὲ γὰρ ἁπλῶς προσήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ μητέρα ἀφεῖναι ἐκέλευσε καὶ πατέρα. Καὶ οὐδὲ ἐλθεῖν πρὸς τὴν γυναῖκα ἁπλῶς ἐνομοθέτησεν, ἀλλὰ καὶ κολληθῆναι, τῷ τρόπῳ τῆς λέξεως τὸ ἀδιάσπαστον ἐμφαίνων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν μείζονα συνάφειαν ἐπεζήτησεν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.
βʹ. Εἶτα ἐπειδὴ τὸν παλαιὸν ἀνέγνω νόμον, τὸν καὶ διὰ πραγμάτων καὶ διὰ ῥημάτων εἰσενεχθέντα, καὶ ἀξιόπιστον ἀπὸ τοῦ δεδωκότος ἀπέφηνε, μετ' ἐξουσίας λοιπὸν καὶ αὐτὸς ἑρμηνεύει καὶ νομοθετεῖ λέγων· Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥσπερ οὖν σάρκα τεμεῖν ἐναγὲς, οὕτω καὶ γυναῖκα διαστῆσαι παράνομον. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὸν Θεὸν ἐπήγαγε λέγων· Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· δεικνὺς ὅτι καὶ παρὰ φύσιν καὶ παρὰ νόμον τὸ γινόμενον· παρὰ φύσιν μὲν, ὅτι μία διατέμνεται σάρξ· παρὰ νόμον δὲ, ὅτι τοῦ Θεοῦ συνάψαντος καὶ κελεύσαντος μὴ διαχωρίζεσθαι, αὐτοὶ συνεπιτίθεσθε τοῦτο δρᾷν. Τί οὖν μετὰ ταῦτα ἐχρῆν; οὐχ ἡσυχάσαι, καὶ ἐπαινέσαι τὸ εἰρημένον; οὐχὶ θαυμάσαι τὴν σοφίαν; οὐκ ἐκπλαγῆναι τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα; Ἀλλ' οὐδὲν τούτων ποιοῦσιν, ἀλλ' ὡς δῆθεν ἐπαγωνιζόμενοί φασι· Πῶς οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν; Καίτοιγε τοῦτο λοιπὸν οὐκ αὐτοὺς ἔδει προβαλεῖν, ἀλλ' αὐτὸν αὐτοῖς· ἀλλ' ὅμως οὐκ ἐπεμβαίνει, οὐδὲ λέγει τοῦτο αὐτοῖς, ὅτι Τοῦδε οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγώ· ἀλλὰ καὶ τοῦτο διαλύεται. Καὶ μὴν εἰ ἀλλότριος ἦν τῆς παλαιᾶς, οὐκ ἂν ἠγωνίσατο ὑπὲρ Μωϋσέως· οὐκ ἂν ἀπὸ τῶν ἅπαξ ἐν ἀρχῇ γενομένων ἰσχυρίσατο· οὐκ ἂν ἐσπούδασε τὰ αὐτοῦ δεῖξαι συμβαίνοντα τοῖς παλαιοῖς. Καίτοιγε πολλὰ καὶ ἄλλα Μωϋσῆς ἐκέλευσε, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββάτου· τίνος οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται, ὡς ἐνταῦθα; Βουλόμενοι τὸ πλῆθος τῶν ἀνδρῶν ἐπιστρατεῦσαι αὐτῷ. Καὶ γὰρ ἀδιάφορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτό γε ἔπραττον. ∆ιὰ δὴ τοῦτο τοσούτων ἐν τῷ ὄρει λεχθέντων, ταύτης ἐμέμνηντο μόνης τῆς ἐντολῆς νῦν. Ἀλλ' ὅμως ἡ ἀπόῤῥητος σοφία καὶ ὑπὲρ τούτων ἀπολογεῖται, καί φησι· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν οὕτως ἐνομοθέτησε. Καὶ οὐδὲ ἐκεῖνον ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν νόμον αὐτὸς ἦν αὐτῷ δεδωκώς· ἀλλ' ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλήματος, καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπει κεφαλήν· ὃ πανταχοῦ ποιεῖ. Καὶ γὰρ ὅτε τοὺς μαθητὰς τίλλοντας τοὺς στάχυας ᾐτιῶντο, δείκνυσιν αὐτοὺς ὄντας ὑπευθύνους· καὶ ὅτε παράβασιν ἐνεκάλουν περὶ τοῦ μὴ νίπτεσθαι τὰς χεῖρας, δείκνυσιν αὐτοὺς ὄντας τοὺς παραβάτας· καὶ ἐπὶ τοῦ σαββάτου δὲ, καὶ πανταχοῦ, καὶ ἐνταῦθα ὁμοίως. Εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς τὴν διαβολὴν, ταχέως πάλιν ἐπὶ τὸν ἀρχαῖον ἀνάγει νόμον τὸν λόγον, λέγων ὅπερ καὶ ἔμπροσθεν εἶπεν· Ἀπ' ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτω· τουτέστιν, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. Ἵνα γὰρ μὴ λέγωσι, Πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο εἶπε Μωϋσῆς; ἐκεῖθεν πάλιν αὐτοὺς ἐπιστομίζει. Εἰ γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμφέρων, οὐκ ἂν ἐκεῖνος ἐξ ἀρχῆς ἐδόθη· οὐκ ἂν οὕτω πλάττων ἔπλασεν ὁ Θεός· οὐκ ἂν τοιαῦτα εἶπε· Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Ἐπειδὴ γὰρ αὐτοὺς ἐπεστόμισε, μετὰ αὐθεντίας νομοθετεῖ λοιπὸν, ὥσπερ ἐπὶ τῶν βρωμάτων, ὥσπερ ἐπὶ τοῦ σαββάτου. Καὶ γὰρ ἐπὶ τῶν βρωμάτων τρεψάμενος αὐτοὺς, τότε διελέχθη τοῖς ὄχλοις, ὅτι Οὐ τὸ εἰσερχόμενον κοινοῖ τὸν ἄνθρωπον· καὶ ἐπὶ τοῦ σαββάτου ἐπιστομίσας αὐτούς φησιν· Ὥστε ἔξεστιν ἐν σαββάτῳ καλῶς ποιεῖν· καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο. Ἀλλ' ὅπερ ἐκεῖ συνέβη, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ τῶν Ἰουδαίων ἐπιστομισθέντων οἱ μαθηταὶ ἐθορυβήθησαν, καὶ προσελθόντες αὐτῷ μετὰ Πέτρου ἔλεγον· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην· οὕτω καὶ νῦν θορυβηθέντες ἔλεγον· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, συμφέρει μὴ γαμῆσαι. Καὶ γὰρ νῦν ἐνόησαν μᾶλλον ἢ πρότερον τὸ λεχθέν. ∆ιὰ τοῦτο τότε μὲν ἐσίγησαν, νῦν δὲ, ἐπειδὴ ἀντίῤῥησις καὶ ἀπόκρισις γέγονε, καὶ ἐρώτησις καὶ πεῦσις, καὶ σαφέστερος ὁ νόμος ἐφάνη, ἐρωτῶσιν αὐτόν. Καὶ φανερῶς μὲν ἀντειπεῖν οὐ τολμῶσι· τὸ δὲ ἐξ αὐτοῦ βαρὺ δοκοῦν εἶναι καὶ φορτικὸν εἰς μέσον προάγουσι, λέγοντες· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Καὶ γὰρ σφόδρα ἐπαχθὲς ἐδόκει εἶναι τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διαπαντὸς ἔνδον συγκεκλεισμένου.
γʹ. Καὶ ἵνα μάθῃς, ὅτι σφόδρα τοῦτο αὐτοὺς ἐθορύβει, ὁ Μάρκος αὐτὸ δηλῶν ἔλεγεν, ὅτι κατ' ἰδίαν εἶπον αὐτῷ. Τί δέ ἐστιν, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός; Τουτέστιν, εἰ διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἢ ἐκεῖνο, Εἰ αἰτίαν λήψεται ἐπὶ τούτοις ὁ ἀνὴρ, καὶ πανταχοῦ παρανομεῖ ἐκβάλλων, κουφότερον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως καὶ πρὸς ἑαυτὸν, ἢ πρὸς γυναῖκα πονηράν. Τί οὖν ὁ Χριστός; Οὐκ εἶπεν, ὅτι Ναὶ, κουφότερον, καὶ ποίει τοῦτο· ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμά ἐστιν· ἀλλ' ἐπήγαγεν· Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται· ἐπαίρων τὸ πρᾶγμα, καὶ δεικνὺς μέγα ὂν, καὶ ταύτῃ ἐφελκόμενος καὶ προτρέπων. Ἀλλ' ὅρα ἐνταῦθα ἐναντιολογίαν. Αὐτὸς μὲν γὰρ μέγα φησὶ τοῦτο· ἐκεῖνοι δὲ κουφότερον. Καὶ γὰρ ἀμφότερα ἔδει γενέσθαι, καὶ παρ' αὐτοῦ μέγα ὁμολογηθῆναι, ἵνα προθυμοτέρους ἐργάσηται, καὶ ἐκ τῶν εἰρημένων παρ' αὐτοῖς κουφότερον δειχθῆναι, ἵνα καὶ ταύτῃ μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν. Ἐπειδὴ γὰρ τὸ περὶ παρθενίας εἰπεῖν ἐπαχθὲς εἶναι ἐδόκει, ἐκ τῆς ἀνάγκης τοῦ νόμου τούτου εἰς τὴν ἐπιθυμίαν αὐτοὺς ἐκείνην ἐνέβαλεν. Εἶτα τὸ δυνατὸν δεικνύς φησιν· Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὰ τούτων λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὴν τοῦ πράγματος αἵρεσιν, καὶ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης κατασκευάζων, καὶ μόνον οὐχὶ λέγων, ὅτι Ἐννόησον, εἰ ἐκ φύσεως τοιοῦτος ἦς, ἢ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων τὸ αὐτὸ τοῦτο ὑπέμεινας, τί ἂν ἐποίησας, τῆς ἀπολαύσεως μὲν ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ νῦν, ὅτι μετὰ μισθοῦ καὶ στεφάνων τοῦτο ὑπομένεις, ὃ χωρὶς στεφάνων ἐκεῖνοι· μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ πολλῷ κουφότερον, τῇ τε ἐλπίδι διορθούμενος, καὶ τῷ συνειδότι τοῦ κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων. Οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς, τὰ τοιαῦτα οἶδε καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνος. ∆ιὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν, ἵνα τούτους ἀλείψῃ ἐπεὶ εἰ μὴ τοῦτο κατεσκεύαζε, τί βούλεται ὁ περὶ τῶν ἄλλων εὐνούχων λόγος αὐτῷ; Ὅταν δὲ λέγῃ, ὅτι Εὐνούχισαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομήν· ἄπαγε· ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν. Ὡς ὅ γε τὸ μέλος ἐκτεμὼν, καὶ ἀρᾷ ἐστιν ὑπεύθυνος, καθὼς ὁ Παῦλός φησιν· Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Καὶ μάλα εἰκότως. Καὶ γὰρ τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμὴν, καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα, καὶ τοῖς παρ' Ἕλλησιν ἀκρωτηριαζομένοις τὰ αὐτὰ παρανομεῖ. Τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας καὶ σατανικῆς ἐπιβουλῆς ἐξ ἀρχῆς γέγονεν ἔργον· ἵνα τοῦ Θεοῦ τὸ ἔργον διαβάλλωσιν· ἵνα τὸ ζῶον τοῦτο λυμήνωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες· καὶ διπλῇ παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τῷ τὰ μέλη πηροῦν, καὶ τῷ τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν κωλύειν. Ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησε, πρὸς τοῖς εἰρημένοις καὶ ἕτερον πονηρὸν δόγμα εἰσάγων, καὶ τῷ περὶ εἱμαρμένης καὶ ἀνάγκης καὶ ἐντεῦθεν προοδοποιῶν λόγῳ, καὶ πανταχοῦ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἐλευθερίαν λυμαινόμενος, καὶ πείθων φυσικὰ εἶναι τὰ κακὰ, καὶ πολλὰ ἕτερα ἐντεῦθεν ὑποσπείρων δόγματα πονηρὰ, εἰ καὶ μὴ προφανῶς. Τοιαῦτα γὰρ τοῦ διαβόλου τὰ δηλητήρια. ∆ιὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν. Μετὰ γὰρ τῶν εἰρημένων οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερώτερα ἐντεῦθεν, ἀλλὰ καὶ χαλεπώτερα γίνεται. Ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει. Καὶ οἱ μὲν ἀπὸ ἐγκεφάλου, οἱ δὲ ἀπὸ ὀσφύος τὸν οἶστρον ἐκεῖνον φύεσθαι λέγουσιν· ἐγὼ δὲ οὐδαμόθεν ἄλλοθεν εἴποιμι ἂν, ἀλλ' ἢ ἀπὸ γνώμης ἀκολάστου καὶ διανοίας ἠμελημένης, κἂν αὐτὴ σωφρονῇ, τῶν φυσικῶν κινημάτων βλάβος οὐδέν. Εἰπὼν τοίνυν τοὺς εὐνούχους, τοὺς εἰκῆ καὶ μάτην εὐνούχους, εἰ μὴ τῷ λογισμῷ καὶ αὐτοὶ σωφρονοῖεν, καὶ τοὺς ὑπὲρ τῶν οὐρανῶν παρθενεύοντας, πάλιν ἐπάγει λέγων· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· προθυμοτέρους τε ποιῶν τῷ δεῖξαι ὑπέρογκον ὂν τὸ κατόρθωμα, καὶ οὐκ ἀφιεὶς εἰς ἀνάγκην νόμου τὸ πρᾶγμα κατακλεισθῆναι, διὰ τὴν ἄφατον αὐτοῦ ἡμερότητα. Καὶ τοῦτο εἶπεν, ὅτε σφόδρα ἔδειξε δυνατὸν ὂν, ἵνα πλείων τῆς προαιρέσεως ἡ φιλοτιμία γένηται.
δʹ. Καὶ εἰ προαιρέσεώς ἐστι, φησὶ, πῶς ἀρχόμενος ἔλεγεν, Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται; Ἵνα μάθῃς ὅτι μέγας ὁ ἆθλος, οὐχ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσῃς. ∆έδοται γὰρ ἐκείνοις, τοῖς βουλομένοις. Εἶπε δὲ οὕτω, δεικνὺς ὅτι πολλῆς δεῖ τῆς ἄνωθεν ῥοπῆς τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. Ἔθος γὰρ αὐτῷ ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅταν μέγα τὸ κατορθούμενον ᾖ, ὡς ὅταν λέγῃ· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον καὶ ἐκ τοῦ παρόντος. Εἰ γὰρ τῆς ἄνωθεν δόσεως μόνης ἐστὶ, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. Σὺ δέ μοι σκόπει, πῶς ἐξ ὧν ἕτεροι πονηρεύονται, κερδαίνουσιν ἕτεροι. Οἱ μὲν γὰρ Ἰουδαῖοι μηδὲν μαθόντες ἀπῆλθον· οὐδὲ γὰρ ἵνα μάθωσιν ἠρώτων· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον. Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· καὶ ἐπετίμησαν οἱ μαθηταὶ αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία; Ἀξιώματος ἕνεκεν. Τί οὖν αὐτός; ∆ιδάσκων αὐτοὺς μετριάζειν, καὶ τύφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ ἐναγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται· ὅπερ καὶ ἔμπροσθεν εἴρηκεν. Καὶ ἡμεῖς τοίνυν, εἰ βουλοίμεθα κλη ρονόμοι γενέσθαι τῶν οὐρανῶν, τὴν ἀρετὴν ταύτην μετὰ πολλῆς κτησώμεθα τῆς ἐπιμελείας. Οὗτος γὰρ φιλοσοφίας ὅρος, μετὰ συνέσεως ἄπλαστον εἶναι· τοῦτο βίος ἀγγελικός. Καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου. Τοῖς λελυπηκόσιν οὐ μνησικακεῖ, ἀλλ' ὡς φίλοις προσέρχεται, ὡς οὐδενὸς γενομένου. Καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ, ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ. Κἂν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης, ἀλλ' ἕλοιτο ἂν μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἢ τὴν βασιλίδα μετὰ κόσμου. Τὸ γὰρ οἰκεῖον καὶ ἀλλότριον οὐ πενίᾳ καὶ πλούτῳ, ἀλλὰ φιλίᾳ διαγινώσκειν οἶδε. Καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ' ὅσον ἐμπλησθῆναι τοῦ μαστοῦ, καὶ ἀφίσταται τῆς θηλῆς. Τὸ παιδίον οὐ λυπεῖται ἐφ' οἷς ἡμεῖς· οἷον ἐπὶ ζημίᾳ χρημάτων, καὶ τοῖς τοιούτοις· καὶ οὐ χαίρει πάλιν ἐφ' οἷς ἡμεῖς, τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται πρὸς κάλλη σωμάτων. ∆ιὰ τοῦτο ἔλεγε· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει. Ἐπειδὴ γὰρ οἱ Φαρισαῖοι οὐδαμόθεν ἄλλοθεν, ὡς ἀπὸ κακουργίας καὶ ἀπονοίας ἔπραττον ἃ ἔπραττον, διὰ τοῦτο ἄνω καὶ κάτω τοὺς μαθητὰς ἀφελεῖς εἶναι κελεύει, ἐκείνους τε αἰνιττόμενος, καὶ τούτους παιδεύων. Καὶ γὰρ οὐδὲν οὕτως εἰς ἀλαζονείαν ἐπαίρει, ὡς ἀρχὴ καὶ προεδρία. Ἐπεὶ οὖν ἔμελλον οἱ μαθηταὶ ἀπολαύειν τιμῆς πολλῆς κατὰ τὴν οἰκουμένην ἅπασαν, προκαταλαμβάνει αὐτῶν τὴν διάνοιαν, οὐκ ἀφιεὶς ἀνθρωπινόν τι παθεῖν, οὐδὲ τιμὰς ἀπαιτεῖν παρὰ τοῦ πλήθους, οὐδὲ τὸ σοβεῖν πρὸ αὐτῶν. Εἰ γὰρ καὶ μικρὰ ταῦτα εἶναι δοκεῖ, ἀλλὰ μεγάλων κακῶν ἐστιν αἴτια. Οὕτω γοῦν οἱ Φαρισαῖοι παιδοτριβούμενοι εἰς τὴν κορωνίδα τῶν κακῶν ἐξέπεσον, τοὺς ἀσπασμοὺς, τὰς προεδρίας τοὺς μεσασμοὺς ἐπιζητοῦντες· ἀπὸ γὰρ τούτων εἰς δοξομανίαν, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν ἐξώκειλαν. ∆ιὰ δὴ τοῦτο ἐκεῖνοι μὲν ἀρὰν ἐπισπασάμενοι διὰ τοῦ πειράζειν, ἀπῆλθον· τὰ παιδία δὲ εὐλογίαν, ἅτε τούτων ἁπάντων ἠλευθερωμένα. Γενώμεθα δὴ καὶ ἡμεῖς κατὰ τὰ παιδία, καὶ τῇ κακίᾳ νηπιάζωμεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἑτέρως ἰδεῖν τὸν οὐρανόν· ἀλλ' ἀνάγκη πάντως εἰς γέενναν ἐμπεσεῖν τὸν ὕπουλον καὶ πονηρόν. Καὶ πρὸ τῆς γεέννης δὲ ἐνταῦθα τὰ ἔσχατα πεισόμεθα. Ἐὰν γὰρ κακὸς γένῃ, φησὶ, μόνος ἀντλήσεις τὰ κακὰ ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τῷ πλησίον. Σκόπει γοῦν, ὡς τοῦτο καὶ ἐπὶ τῶν προτέρων συνέβη. Οὔτε γὰρ πονηρότερόν τι τοῦ Σαοὺλ γέγονεν, οὔτε ἁπλούστερον καὶ ἀφελέστερον τοῦ ∆αυΐδ. Τίς οὖν ὁ ἰσχυρότερος ἦν; Οὐ δεύτερον αὐτὸν εἰς χεῖρας ἔλαβεν ὁ ∆αυῒδ, καὶ κύριος τοῦ ἀνελεῖν γενόμενος, ἀπέστη; οὐχ ὡς ἐν σαγήνῃ καὶ δεσμωτηρίῳ συνειλημμένον εἶχε, καὶ ἐφείσατο; Καὶ ταῦτα καὶ ἑτέρων παροξυνόντων, καὶ αὐτὸς μυρία ἐγκαλεῖν ἔχων ἐγκλήματα· ἀλλ' ὅμως ἀφῆκε σῶον ἀπελθεῖν. Καίτοι ὁ μὲν μετὰ
πάσης αὐτὸν τῆς στρατιᾶς ἐδίωκεν, ὁ δὲ μετὰ ὀλίγων φυγάδων ἀπεγνωσμένων ἦν, ἀλώμενος καὶ τόπους ἐκ τόπων ἀμείβων· ἀλλ' ὅμως ὁ φυγὰς τοῦ βασιλέως περιεγένετο· ἐπειδὴ ὁ μὲν μετὰ ἁπλότητος, ὁ δὲ μετὰ πονηρίας παρετάττετο. Τί γὰρ ἂν γένοιτο πονηρότερον ἐκείνου, ὃς τὸν αὐτῷ στρατηγοῦντα, καὶ τοὺς πολέμους ἅπαντας κατορθοῦντα, καὶ τῆς νίκης καὶ τῶν τροπαίων τοὺς μὲν πόνους ὑπομένοντα, τοὺς δὲ στεφάνους ἐκείνῳ κομίζοντα ἀνελεῖν ἐπεχείρει; εʹ. Τοιοῦτον γὰρ ἡ βασκανία· ἀεὶ τοῖς οἰκείοις ἐπιβουλεύει καλοῖς, καὶ τὸν ἔχοντα αὐτὴν τήκει, καὶ μυρίαις περιβάλλει συμφοραῖς. Καὶ ὁ δείλαιος γοῦν ἐκεῖνος, ἕως ὅτε ὁ ∆αυῒδ ἀπέστη, οὐκ ἔῤῥηξε τὴν φωνὴν ἐκείνην τὴν ἐλεεινὴν, ὀλοφυρόμενος καὶ λέγων· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ Κύριος ἀπέστη ἀπ' ἐμοῦ. Ἕως ὅτε ἐχωρίσθη τοῦ ∆αυῒδ, οὐκ ἔπεσεν ἐν πολέμῳ, ἀλλὰ καὶ ἐν ἀσφαλείᾳ καὶ ἐν δόξῃ ἦν· καὶ γὰρ εἰς τὸν βασιλέα τοῦ στρατηγοῦ διέβαινεν ἡ δόξα. Οὐδὲ γὰρ τυραννικὸς ἦν ὁ ἀνὴρ, οὐδὲ θρόνου ἐκβαλεῖν ἐπεχείρει, ἀλλ' αὐτῷ πάντα κατώρθου, καὶ σφόδρα περὶ αὐτὸν διέκειτο· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον. Ὅτε μὲν γὰρ ὑπ' αὐτῷ ταττόμενος ἦν, ἴσως τῷ νόμῳ τῆς ὑποταγῆς ταῦτα ἄν τις λογίσαιτο τῶν οὐκ ἀκριβῶς ἐξεταζόντων· ἐπειδὴ δὲ ἐξήγαγεν ἑαυτὸν τῆς βασιλείας ἐκείνου, τί λοιπὸν ἦν τὸ κατέχον αὐτὸν, καὶ πεῖθον τοῦ πρὸς ἐκεῖνον ἀπέχεσθαι πολέμου; μᾶλλον δὲ, τί οὐκ ἦν παροξῦνον ἐπὶ τὴν σφαγήν; Οὐ πονηρὸς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις περὶ αὐτὸν γέγονεν; οὐχὶ παθὼν εὖ; οὐχὶ μηδὲν ἔχων ἐγκαλεῖν; οὐκ ἐπικίνδυνος αὐτῷ καὶ ἐπισφαλὴς ἡ βασιλεία αὐτοῦ καὶ ἡ σωτηρία ἦν; οὐ πλανᾶσθαι ἔδει διηνεκῶς καὶ φεύγειν, καὶ περὶ τῶν ἐσχάτων τρέμειν, ζῶντος ἐκείνου καὶ κρατοῦντος; Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν ἠνάγκασεν αἱμάξαι τὸ ξίφος· ἀλλὰ καὶ καθεύδοντα ὁρῶν, καὶ δεδεμένον, καὶ μόνον, καὶ ἐν μέσοις αὐτοῖς, καὶ τῆς κεφαλῆς ἁψάμενος, καὶ πολλῶν ὄντων τῶν διεγειρόντων, καὶ Θεοῦ ψῆφον εἶναι λεγόντων τὴν τοιαύτην εὐκαιρίαν, ἐκεῖνος καὶ ἐπετίμησε τοῖς παρορμῶσι, καὶ ἀπέσχετο τοῦ φόνου, καὶ σῶον ἐξέπεμψε καὶ ὑγιῆ· καὶ ὥσπερ σωματοφύλαξ ὢν αὐτοῦ μᾶλλον, καὶ ὑπασπιστὴς, οὐ πολέμιος, οὕτως ἐνεκάλει τῷ στρατοπέδῳ τὴν εἰς τὸν βασιλέα προδοσίαν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; τί τῆς ἡμερότητος ἐκείνης; Τοῦτο γὰρ δυνατὸν μὲν καὶ ἐκ τῶν εἰρημένων συνιδεῖν· πολλῷ δὲ πλέον καὶ ἐκ τῶν νυνὶ γενομένων. Ὅταν γὰρ τὴν ἡμετέραν καταμάθωμεν φαυλότητα, τότε ἀκριβέστερον εἰσόμεθα τῶν ἁγίων ἐκείνων τὴν ἀρετήν. ∆ιὸ παρακαλῶ πρὸς τὸν ζῆλον ἐκείνων τρέχειν. Καὶ γὰρ εἰ δόξης ἐρᾷς, καὶ διὰ τοῦτο ἐπιβουλεύεις τῷ πλησίον, τότε αὐτῆς ἀπολαύσῃ μειζόνως, ὅταν αὐτὴν διαπτύσας ἀπόσχῃ τῆς ἐπιβουλῆς. Ὥσπερ γὰρ τὸ χρηματίζεσθαι φιλαργυρίας ἐναντίον· οὕτω πρὸς τὸ δόξης ἐπιτυχεῖν, τὸ δόξης ἐρᾷν. Καὶ εἰ βούλεσθε, καθ' ἕκαστον ἐξετάσωμεν. Ἐπειδὴ γὰρ τῆς γεέννης ἡμῖν φόβος οὐδεὶς, οὐδὲ τῆς βασιλείας λόγος πολὺς, φέρε κἂν ἀπὸ τῶν παρόντων ὑμᾶς ἐναγάγωμεν. Τίνες γάρ εἰσιν οἱ καταγέλαστοι; εἰπέ μοι· οὐχὶ οἱ διὰ δόξαν τι ποιοῦντες τὴν τῶν πολλῶν; Τίνες δὲ ἐπαινετοί; οὐχὶ οἱ τὸν παρὰ τῶν πολλῶν διαπτύοντες ἔπαινον; Οὐκοῦν εἰ τὸ κενῆς δόξης ἐρᾷν ἐπονείδιστον, ὁ δὲ κενόδοξος οὐ δύναται λαθεῖν ἐρῶν αὐτῆς, ἐπονείδιστος ἔσται πάντως, καὶ γέγονεν αὐτῷ τὸ δόξης ἐρᾷν ἀτιμίας αἴτιον. Οὐ ταύτῃ δὲ μόνον καταισχύνεται, ἀλλὰ καὶ τὸ πολλὰ ἀναγκάζεσθαι ποιεῖν αἰσχρὰ, καὶ δουλοπρεπείας τῆς ἐσχάτης γέμοντα. Καὶ ὥσπερ εἰς τὸ κερδαίνειν βλάπτεσθαι μάλιστα ἀπὸ τοῦ νοσήματος τῆς φιλοκερδείας εἰώθασιν οἱ ἄνθρωποι· (πολλὰς γοῦν ἀπάτας ὑφίστανται, καὶ τὰ μικρὰ κέρδη μεγάλας ποιεῖ ζημίας· διὸ καὶ εἰς παροιμίαν ὁ λόγος οὗτος ἐξενίκησεν·) οὕτω καὶ τῷ λάγνῳ κώλυμα πρὸς τὸ ἡδονῆς ἀπολαύειν τὸ πάθος γίνεται. Τοὺς γοῦν σφόδρα καταφερεῖς καὶ γυναικοδούλους, τούτους μάλιστα ὡς ἀνδράποδα περιφέρουσιν αἱ γυναῖκες, καὶ οὐκ ἄν ποτε καταξιώσαιεν ἐκεῖναι ὡς ἀνδράσιν αὐτοῖς κεχρῆσθαι, ῥαπίζουσαι, διαπτύουσαι, ἄγουσαι καὶ περιάγουσαι πανταχοῦ, καὶ θρυπτόμεναι, καὶ πάντα ἐπιτάττουσαι μόνον. Οὕτω καὶ τοῦ ἀπονενοημένου καὶ δοξομανοῦντος καὶ δοκοῦντος εἶναι ὑψηλοῦ, οὐδὲν ταπεινότερον καὶ ἀτιμότερον. Καὶ γὰρ φιλόνεικον τὸ τῶν ἀνθρώπων γένος, καὶ πρὸς οὐδὲν ἕτερον ἀντικαθίσταται, ὡς πρὸς ἀλαζόνα καὶ ὑπερόπτην καὶ δόξης δοῦλον. Καὶ αὐτὸς δὲ ἐκεῖνος, ὥστε διατηρῆσαι τὸ σχῆμα τῆς ἀπονοίας, τὰ τῶν ἀνδραπόδων πρὸς τοὺς πλείονας ἐπιδείκνυται, κολακεύων, θεραπεύων, παντὸς ἀργυρωνήτου δουλείαν δουλεύων χαλεπωτέραν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καταθώμεθα ταῦτα τὰ πάθη, ἵνα μὴ καὶ ἐνταῦθα δίκην δῶμεν, καὶ ἐκεῖ κολασθῶμεν ἀπέραντα. Γενώμεθα τῆς ἀρετῆς ἐρασταί. Οὕτω γὰρ καὶ πρὸ τῆς βασιλείας τὰ μέγιστα ἐνταῦθα καρπωσόμεθα καλὰ, καὶ ἀπελθόντες ἐκεῖ τῶν αἰωνίων μεθέξομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΓʹ. Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· ∆ιδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
αʹ. Τινὲς μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων ἐλάττονα οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γάρ φησιν, ὅτι Προσδραμὼν καὶ γονυπετῶν παρεκάλει αὐτόν· καὶ, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὕτη λυμαίνεται τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ῥίζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, φησί. ∆ιατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· καὶ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ὅταν οὖν εἴπῃ, Οὐδεὶς ἀγαθὸς, οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει· ἄπαγε· οὐ γὰρ εἶπε, Τί με λέγεις ἀγαθόν; Οὐκ εἰμὶ ἀγαθός· ἀλλ', Οὐδεὶς ἀγαθός· τουτέστιν, οὐδεὶς ἀνθρώπων. Καὶ αὐτὸ δὲ τοῦτο ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. ∆ιὸ καὶ ἐπήγαγεν, Εἰ μὴ εἷς, ὁ Θεός. Καὶ οὐκ εἶπεν, Εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. Οὕτω καὶ ἀνωτέρω πονηροὺς ἐκάλει τοὺς ἀνθρώπους, λέγων· Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν. Καὶ γὰρ καὶ ἐκεῖ πονηροὺς ἐκάλεσεν, οὐ τῆς φύσεως ἁπάσης πονηρίαν καταγινώσκων· (τὸ γὰρ, ὑμεῖς, οὐχ ὑμεῖς οἱ ἄνθρωποί φησιν·) ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων, οὕτως ὠνόμασε· διὰ τοῦτο καὶ ἐπήγαγε, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τί τὸ κατεπεῖγον ἦν, φησὶν, ἢ τί τὸ χρήσιμον, ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι; Ἀνάγει αὐτὸν κατὰ μικρὸν, καὶ παιδεύει κολακείας ἀπηλλάχθαι πάσης, τῶν ἐπὶ τῆς γῆς ἀπάγων, καὶ τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα ζητεῖν, καὶ εἰδέναι τὸ ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Ἐπεὶ καὶ ὅταν λέγῃ, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησιν, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή. Οὐδὲ γὰρ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως, εἰς ἔρωτα τοιοῦτον ἐμπεσὼν, καὶ τῶν ἄλλων, τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἢ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. Καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγε. Σκόπει γοῦν πῶς ἐστι παρεσκευασμένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. Τί γὰρ ποιήσας φησὶ, ζωὴν αἰώνιον κληρονομήσω; Οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν καὶ τοῦτο ὁ εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, ὡς ἐπὶ τοῦ νομικοῦ. Εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν, ὁ Χριστὸς αὐτὸν οὐκ ἂν εἴασε λαθεῖν, ἀλλ' ἤλεγξεν ἂν σαφῶς, ἢ καὶ ᾐνίξατο, ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν, καὶ ταύτῃ βλαβῆναι. Εἰ πειράζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε λυπούμενος ἐφ' οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδείς ποτε ἔπαθε τῶν Φαρισαίων, ἀλλ' ἠγριαίνοντο ἐπιστομιζόμενοι. Ἀλλ' οὐχ οὗτος· ἀλλ' ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον ἦν τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ' ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Εἰπόντος τοίνυν τοῦ Χριστοῦ· Εἰ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς· λέγει, Ποίας; οὐχὶ πειράζων, μὴ γένοιτο· ἀλλὰ νομίζων ἑτέρας τινὰς παρὰ τὰς νομικὰς εἶναι τὰς τῆς ζωῆς προξένους αὐτῷ γενησομένας· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν. Εἶτα, ἐπειδὴ εἶπεν ὁ Ἰησοῦς τὰς ἀπὸ τοῦ νόμου, φησί· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ, Τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ. Οὐ μικρὸν δὲ καὶ τὸ νομίζειν αὐτὸν ὑστερεῖν, μηδὲ ἡγεῖσθαι ἀρκεῖν τὰ εἰρημένα εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἔμελλε μέγα τι ἐπιτάττειν, προτίθησι τὰ ἔπαθλα, καί φησιν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι.
βʹ. Εἶδες πόσα βραβεῖα, πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ; Εἰ δὲ ἐπείραζεν, οὐκ ἂν αὐτῷ ταῦτα εἶπε. Νυνὶ δὲ καὶ λέγει, καὶ ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα, καὶ τῇ γνώμῃ αὐτοῦ τὸ πᾶν ἐπιτρέπει, διὰ πάντων συσκιάζων τὸ δοκοῦν εἶναι βαρὺ τῆς παραινέσεως. ∆ιὸ καὶ πρὶν εἰπεῖν τὸν ἀγῶνα καὶ τὸν πόνον, τὸ βραβεῖον αὐτῷ δείκνυσι, λέγων· Εἰ θέλεις τέλειος εἶναι· καὶ τότε φησὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, Ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ γὰρ τὸ ἀκολουθεῖν αὐτῷ, μεγάλη ἀντίδοσις. Καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνωθῆναι παρῄνει, δεικνὺς ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι, καὶ πλείονα ὧν ἐκέλευσε παρασχεῖν ἔδωκεν· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσούτῳ μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἔτι πλέον. Θησαυρὸν δὲ εἶπε, τὸ δαψιλὲς τῆς ἀντιδόσεως, τὸ μόνιμον δηλῶν, τὸ ἄσυλον, ὡς ἐνεχώρει διὰ τῶν ἀνθρωπίνων αἰνίξασθαι τῷ ἀκούοντι. Οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν, ἀλλὰ δεῖ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι, πάντα τὰ παρ' αὐτοῦ κελευόμενα ποιεῖν, πρὸς σφαγὰς εἶναι ἕτοιμον, καὶ θάνατον καθημερινόν. Εἴ τις γὰρ θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὥστε τοῦ ῥῖψαι τὰ χρήματα πολλῷ μεῖζον τοῦτο τὸ ἐπίταγμα, τὸ καὶ αὐτὸ τὸ αἷμα ἐκχεῖν· οὐ μικρὸν δὲ εἰς τοῦτο τὸ χρημάτων ἀπηλλάχθαι συμβάλλεται. Ἀκούσας δὲ ὁ νεανίσκος, ἀπῆλθε λυπούμενος. Εἶτα, ὥσπερ δεικνὺς ὁ εὐαγγελιστὴς, ὅτι οὐκ ἀπεικός τι πέπονθε, φησίν· Ἦν γὰρ ἔχων χρήματα πολλά. Οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ τότε ὁ ἔρως γίνεται. Ὅπερ ἀεὶ λέγων οὐ παύομαι, ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους, εἴ γε ἐν πλείονι καθίστησιν αὐτοὺς ἐπιθυμίᾳ, καὶ μᾶλλον αἰσθάνεσθαι τῆς ἐνδείας ποιεῖ. Σκόπει γοῦν καὶ ἐνταῦθα οἵαν ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος. Τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥῖψαι τὰ χρήματα, οὕτω κατέχωσε καὶ ἐβάρησεν, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι, ἀλλὰ σιγήσαντα καὶ κατηφῆ καὶ στυγνὸν γενόμενον ἀπελθεῖν. Τί οὖν ὁ Χριστός; Πῶς δυσκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ' αὐτῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης. Εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ, πρὸς βασιλείαν ἐμπόδιον, τὸ καὶ τὰ ἑτέρων λαβεῖν ἐννόησον πόσον σωρεύει τὸ πῦρ. Τί δήποτε δὲ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται, πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις; Παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τὴν πενίαν, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. Εἰπὼν δὲ δύσκολον, προϊὼν δείκνυσιν ὅτι καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ μετ' ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσε, τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην. Εὐκοπώτερον, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυ χὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. ∆ιὸ καὶ Θεοῦ ἔργον ἔφησεν εἶναι αὐτὸ, ἵνα δείξῃ, ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. Τῶν γοῦν μαθητῶν ταραχθέντων ἔλεγε· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον, παρὰ δὲ Θεῷ πάντα δυνατά. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται, πένητες ὄντες, καὶ σφόδρα πένητες; τίνος οὖν ἕνεκεν θορυβοῦνται; Ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες, καὶ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχοντες, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα ἀναλαβόντες. Οὕτω γοῦν ἔτρεμον καὶ ἐδεδοίκεισαν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἀπὸ τῆς ἀποφάσεως ταύτης, ὥστε πολλῆς δεηθῆναι τῆς παρακλήσεως. ∆ιὰ τοῦτο πρότερον ἐμβλέψας αὐτοῖς εἶπε· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, καὶ τὴν ἀγωνίαν καταλύσας (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ἐμβλέψας), τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἀνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαῤῥεῖν. Εἰ δὲ βούλει καὶ τὸν τρόπον μαθεῖν, καὶ πῶς ἂν τὸ ἀδύνατον γένοιτο δυνατὸν, ἄκουε. Οὐδὲ γὰρ διὰ τοῦτο εἶπε, Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, ἵνα ἀναπέσῃς, καὶ ὡς ἀδυνάτων ἀπόσχῃ· ἀλλ' ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσῃς ῥᾳδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς.
γʹ. Πῶς οὖν ἂν γένοιτο τοῦτο δυνατόν; Ἂν ῥίψῃς τὰ ὄντα, ἂν κενώσῃς τὰ χρήματα, ἂν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς. Ὅτι γὰρ οὐ τῷ Θεῷ μόνον αὐτὸ λογίζεται, ἀλλὰ διὰ τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν ὄγκον τοῦ κατορθώματος, ἄκουσον τῶν μετὰ ταῦτα. Πέτρου γὰρ εἰπόντος, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, καὶ ἐρωτήσαντος, Τί ἄρα ἔσται ἡμῖν; τὸν μισθὸν ὁρίσας ἐκείνοις, ἐπήγαγε· Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀγροὺς, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὕτω τὸ ἀδύνατον γίνεται δυνατόν. Ἀλλὰ πῶς αὐτὸ τοῦτο γένοιτ' ἂν, φησὶ, τὸ ἀφεῖναι; πῶς δυνατὸν τὸν βαπτισθέντα ἅπαξ ἐπιθυμίᾳ τοιαύτῃ χρημάτων ἀνενεγκεῖν; Ἂν ἄρξηται ἐκ τῶν ὄντων κενοῦν, καὶ τὰ περιττὰ περικόπτειν. Οὕτω γὰρ καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται. Μὴ τοίνυν ὑφ' ἓν τὸ πᾶν ζητήσῃς, ἀλλ' ἡρέμα καὶ κατὰ μικρὸν ἀνάβαινε τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανόν σε ἀνάγουσαν, εἰ δυσχερές σοι τὸ ἀθρόον φαίνεται. Καθάπερ γὰρ οἱ πυρέττοντες, δριμεῖαν χολὴν ἔνδον ἔχοντες πλεονάζουσαν, ὅταν ἐπεμβάλωσι σῖτα καὶ ποτὰ, οὐ μόνον οὐ κατασβεννύουσι τὸ δίψος, ἀλλὰ καὶ ἀνάπτουσι τὴν φλόγα· οὕτω καὶ οἱ φιλοχρήματοι, ὅταν τῇ πονηρᾷ ταύτῃ ἐπιθυμίᾳ καὶ τῆς χολῆς ἐκείνης δριμυτέρᾳ τὰ χρήματα ἐπεμβάλωσι, μᾶλλον αὐτὴν ἐκκαίουσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως ἵστησιν, ὡς τὸ ἀποστῆναι τέως τῆς τοῦ κερδαίνειν ἐπιθυμίας, ὥσπερ οὖν τὴν δριμεῖαν χολὴν ὀλιγοσιτία καὶ κένωσις. Τοῦτο δὲ αὐτὸ πόθεν ἔσται; φησίν. Ἂν ἐννοήσῃς, ὅτι πλουτῶν μὲν οὐδέποτε παύσῃ διψῶν, καὶ τηκόμενος τῇ τοῦ πλείονος ἐπιθυμίᾳ· ἀπαλλαγεὶς δὲ τῶν ὄντων, καὶ τὸ νόσημα δυνήσῃ στῆσαι τοῦτο. Μὴ τοίνυν περιβάλλου πλείονα, ἵνα μὴ ἀκίχητα διώκῃς, καὶ ἀνίατα νοσῇς, καὶ ἐλεεινότερος ᾖς τοιαῦτα λυττῶν. Ἀπόκριναι γάρ μοι, τίνα ἂν φαίημεν βασανίζεσθαι καὶ ὀδυνᾶσθαι, τὸν ἐπιθυμοῦντα σιτίων καὶ πότων πολυτελῶν, καὶ οὐκ ἔχοντα ἀπολαῦσαι ὡς βούλεται· ἢ τὸν οὐκ ἔχοντα ἐπιθυμίαν τοιαύτην; Εὔδηλον ὅτι τὸν ἐπιθυμοῦντα μὲν, οὐ δυνάμενον δὲ μετασχεῖν ὧν ἐπιθυμεῖ. Οὕτω γάρ ἐστι τοῦτο ὀδυνηρὸν, τὸ ἐπιθυμοῦντα μὴ ἀπολαύειν, καὶ διψῶντα μὴ πίνειν, ὡς καὶ τὴν γέενναν βουλόμενον ἡμῖν ὑπογράψαι τὸν Χριστὸν, τοῦτον αὐτὴν ὑπογράψαι τὸν τρόπον, καὶ τὸν πλούσιον οὕτως εἰσαγαγεῖν ἀποτηγανιζόμενον· ἐπιθυμῶν γὰρ σταγόνος ὕδατος, καὶ μὴ ἀπολαύων, οὕτως ἐκολάζετο. Οὐκοῦν ὁ μὲν χρημάτων καταφρονῶν ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος, καὶ περιβάλλεσθαι πλείω, ἀνῆψε μᾶλλον, καὶ οὐδέπω ἵσταται· ἀλλὰ κἂν μυρία λάβῃ τάλαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊὼν, καὶ τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλατταν, καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσὸν, καινήν τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε οὕτω σβεσθῆναι δυναμένην. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τῇ προσθήκῃ, ἀλλὰ τῇ ἀφαιρέσει τοῦτο ἵσταται τὸ κακόν· εἴ σοι γέγονεν ἐπιθυμία ποτὲ ἄτοπος πτῆναι καὶ δι' ἀέρος ἐνεχθῆναι, πῶς ἂν τὴν ἄτοπον ταύτην ἔσβεσας ἐπιθυμίαν; τῷ πτερὰ διαπλάττειν, καὶ ἕτερα ὄργανα κατασκευάζειν; ἢ τῷ πεῖσαι τὸν λογισμὸν, ὅτι ἀδυνάτων ἐπιθυμεῖ, καὶ οὐδενὶ τούτων ἐπιχειρεῖν δεῖ; Εὔδηλον ὅτι τῷ πεῖσαι τὸν λογισμόν. Ἀλλ' ἐκεῖνο, φησὶν, ἀδύνατον. Ἀλλὰ καὶ τοῦτο ἀδυνατώτερον, τὸ τῆς ἐπιθυμίας ταύτης ὅρον εὑρεῖν. Καὶ γὰρ εὐκολώτερον ἀνθρώπους ὄντας πτῆναι, ἢ τῇ προσθήκῃ τοῦ πλείονος παῦσαι τὸν ἔρωτα. Ὅταν μὲν γὰρ ᾖ δυνατὰ τὰ ἐπιθυμητὰ, τῇ ἀπολαύσει παραμυθεῖσθαι δυνατόν· ὅταν δὲ ἀδύνατα, ἓν δεῖ σπουδάζειν μόνον, τὸ τῆς ἐπιθυμίας ἡμᾶς αὐτοὺς ἀπαγαγεῖν, ὡς ἑτέρως γε οὐκ ἐνὸν ἀνακτήσασθαι τὴν ψυχήν. Ἵν' οὖν μὴ περιττὰ ὀδυνώμεθα, τὸν διηνεκῶς λυποῦντα ἔρωτα τῶν χρημάτων καὶ οὐδέποτε σιγῆσαι ἀνεχόμενον ἀφέντες, ἐφ' ἕτερον μεθορμισώμεθα, τὸν καὶ μακαρίους ἡμᾶς ποιοῦντα, καὶ πολλὴν ἔχοντα τὴν εὐκολίαν, καὶ τῶν ἄνω θησαυρῶν ἐπιθυμήσωμεν. Οὔτε γὰρ πόνος ἐνταῦθα τοσοῦτος, καὶ τὸ κέρδος ἄφατον, καὶ ἀποτυχεῖν οὐκ ἔνι τὸν καὶ ὁπωσοῦν ἀγρυπνοῦντα καὶ νήφοντα καὶ τῶν παρόντων ὑπερορῶντα· ὥσπερ οὖν τὸν δουλεύοντα αὐτοῖς καὶ ἐκδεδομένον εἰσάπαξ ἀνάγκη πᾶσα ἐκπεσεῖν ἐκείνων.
δʹ. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος, τὴν πονηρὰν ἐπιθυμίαν ἔκβαλε τῶν χρημάτων. Οὐδὲ γὰρ τοῦτο ἔχοις ἂν εἰπεῖν, ὅτι τὰ μὲν παρόντα δίδωσι, τῶν δὲ μελλόντων ἀποστερεῖ· καίτοι καὶ εἰ τοῦτο ἦν, ἐσχάτη τοῦτο κόλασις καὶ τιμωρία. Νῦν δὲ οὐδὲ τοῦτο ἔνι. Μετὰ γὰρ τῆς γεέννης καὶ πρὸ τῆς γεέννης ἐκείνης, καὶ ἐνταῦθα εἰς χαλεπωτέραν σε ἐμβάλλει κόλασιν. Καὶ γὰρ οἰκίας πολλὰς ἡ ἐπιθυμία αὕτη ἀνέτρεψε, καὶ χαλεποὺς πολέμους ἀνεῤῥίπισε, καὶ βιαίῳ θανάτῳ καταλῦσαι τὸν βίον κατηνάγκασε· καὶ πρὸ τῶν κινδύνων δὲ τούτων τῆς ψυχῆς λυμαίνεται τὴν εὐγένειαν· καὶ δειλὸν, καὶ ἄνανδρον, καὶ θρασὺν, καὶ ψεύστην, καὶ συκοφάντην, καὶ ἅρπαγα, καὶ πλεονέκτην, καὶ τὰ ἔσχατα πάντα τὸν ἔχοντα πολλάκις εἰργάσατο. Ἀλλ' ἴσως τὴν λαμπηδόνα τοῦ ἀργυρίου, καὶ τῶν οἰκετῶν τὸ πλῆ θος, καὶ τῶν οἰκοδομημάτων τὸ κάλλος, καὶ τὴν θεραπείαν τὴν ἐπ' ἀγορᾶς ὁρῶν καταγοητεύῃ; Τίς οὖν ἂν γένοιτο θεραπεία τῷ πονηρῷ τραύματι τούτῳ; Ἂν ἐννοήσῃς, πῶς σοι ταῦτα τὴν ψυχὴν διατίθησι· πῶς σκοτεινὴν καὶ ἔρημον καὶ αἰσχρὰν αὐτὴν κατασκευάζει καὶ δυσειδῆ· ἂν λογίσῃ μεθ' ὅσων ταῦτα ἐκτήθη κακῶν, μεθ' ὅσων φυλάττεται πόνων, μεθ' ὅσων κινδύνων· μᾶλλον δὲ οὐδὲ φυλάττεται μέχρι τέλους, ἀλλ' ὅταν ἁπάντων διαφύγῃ τὰς λαβὰς, ὁ θάνατος ἐπελθὼν ταῦτα μὲν εἰς τὰς τῶν σῶν ἐχθρῶν πολλάκις ἐξήγαγε χεῖρας, σὲ δὲ ἔρημον λαβὼν ἄπεισιν, οὐδὲν τούτων ἐπισυρόμενον, ἀλλ' ἢ τὰ τραύματα καὶ τὰ ἕλκη μόνον, ἅπερ ἐκ τούτων λαβοῦσα ἄπεισιν ἡ ψυχή. Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν ἀράχνην ἔνδον, καὶ πολλὴν τὴν κόνιν ὄψει. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν· μᾶλλον δὲ αὐτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι. Ἐκείνου ζηλωτὴς γενοῦ, καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας ἐκ τούτων σκοτωθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν· καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσόν· οὐδὲν γὰρ ἴσον ὄψει τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Καὶ σὺ μὲν πλέθρων γῆς τόσων καὶ τόσων μέμνησαι, καὶ οἰκιῶν δέκα καὶ εἴκοσιν, ἢ καὶ πλειόνων, καὶ βαλανείων τοσούτων, καὶ ἀνδραπόδων χιλίων, ἢ δὶς τοσούτων, καὶ ὀχημάτων ἀργυρενδέτων καὶ χρυσοπάστων· ἐγὼ δὲ ἐκεῖνό φημι· Εἰ τῶν πλουτούντων ὑμῶν ἕκαστος, τὴν πενίαν ταύτην ἀφεὶς (πενία γὰρ ταῦτα πρὸς ὃ μέλλω λέγειν), ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάττης, καὶ οἰκουμένην ἕκαστος, καὶ γῆν καὶ θάλατταν, καὶ πανταχοῦ οἰκοδομήματα, καὶ πόλεις καὶ ἔθνη, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέμενοι, ὅταν μὴ ἐπιτύχωσι, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Οὐκ ἔστιν οὐδέν. Μὴ τοίνυν μοι λέγε τὴν τῶν χρημάτων περιουσίαν. ἀλλ' ἐννόει τὴν ζημίαν ὅσην ἐκ ταύτης οἱ ταύτης ὑπομένουσιν ἐρασταὶ, ἀντὶ τούτων τοὺς οὐρανοὺς ἀπολλύντες, καὶ ταὐτὸν πάσχοντες, οἷον ἂν εἴ τις τῆς ἐν βασιλείοις μεγίστης τιμῆς ἐκπεσὼν, κόπρου θημωνίαν ἔχων, μέγα ἐπὶ ταύτῃ φρονοίη. Οὐδὲν γὰρ ἐκείνης ἡ τῶν χρημάτων διαφέρει σωρεία· μᾶλλον δὲ καὶ βελτίων ἐκείνη. Ἡ μὲν γὰρ καὶ πρὸς γεωργίαν ἐπιτήδειος, καὶ πρὸς βαλανείου ἔκκαυσιν, καὶ πρὸς ἄλλα τοιαῦτα· ὁ δὲ κατορωρυγμένος χρυσὸς πρὸς οὐδὲν τούτων. Καὶ εἴθε μόνον ἄχρηστος ἦν· νυνὶ δὲ καὶ πολλὰς ἀνάπτει τῷ ἔχοντι τὰς καμίνους, εἰ μὴ εἰς δέον αὐτῷ χρήσαιτο· τὰ γοῦν μυρία κακὰ ἐντεῦθεν φύεται. ∆ιὰ τοῦτο οἱ μὲν ἔξωθεν ἀκρόπολιν κακῶν τὴν φιλαργυρίαν ἐκάλουν· ὁ δὲ μακάριος Παῦλος πολλῷ βέλτιον καὶ ἐμφαντικώτερον, ῥίζαν αὐτὴν τῶν κακῶν ἁπάντων εἰπών. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, μάθωμεν ζηλοῦν τὰ ἄξια ζήλου, μὴ τὰς λαμπρὰς οἰκοδομὰς, μηδὲ τοὺς πολυτελεῖς ἀγρούς· ἀλλὰ τοὺς πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντας ἄνδρας, τοὺς ἐν οὐρανῷ πλουτοῦντας, τοὺς τῶν θησαυρῶν ἐκείνων κυρίους, τοὺς ὄντως πλουσίους, τοὺς διὰ Χριστὸν πένητας· ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ξ∆ʹ. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν
αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; αʹ. Ποῖα πάντα, ὦ μακάριε Πέτρε; τὸν κάλαμον; τὸ δίκτυον; τὸ πλοῖον; τὴν τέχνην; Ταῦτά μοι πάντα λέγεις; Ναὶ, φησίν. Ἀλλ' οὐ διὰ φιλοτιμίαν ταῦτα λέγω, ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων εἰσαγάγω δῆμον. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· ἵνα μὴ λέγῃ τις τῶν πενήτων· Τί οὖν; ἐὰν μὴ ἔχω ὑπάρχοντα, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος, ἵνα σὺ μάθῃς, ὁ πένης, ὅτι οὐδὲν ἐντεῦθεν ἠλάττωσαι· ἐρωτᾷ Πέτρος, ἵνα μὴ παρὰ Πέτρου μαθὼν ἀμφιβάλλῃς (καὶ γὰρ ἀτελὴς ἦν ἔτι, καὶ Πνεύματος ἔρημος), ἀλλὰ παρὰ τοῦ τοῦ Πέτρου διδασκάλου δεξάμενος τὴν ἀπόφασιν θαῤῥῇς. Καθάπερ γὰρ ἡμεῖς ποιοῦμεν· οἰκειούμεθα πράγματα πολλάκις ὑπὲρ ἀλλοτρίων διαλεγόμενοι· οὕτω καὶ ὁ ἀπόστολος ἐποίησεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης τὴν πεῦσιν αὐτῷ ταύτην προσαγαγών. Ἐπεὶ ὅτι γε τὰ ἑαυτοῦ ᾔδει σαφῶς, δῆλον ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων· ὁ γὰρ τὰς κλεῖς τῶν οὐρανῶν ἐντεῦθεν ἤδη δεξάμενος, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἐκεῖ θαῤῥεῖν εἶχε. Σκόπει δὲ καὶ πῶς ἀκριβῶς ἀποκρίνεται, ὡς ὁ Χριστὸς ἐπεζήτησε. Καὶ γὰρ αὐτὸς παρὰ τοῦ πλουσίου δύο ταῦτα ᾔτησε· δοῦναι πτωχοῖς τὰ ὑπάρχοντα, καὶ ἀκολουθεῖν. ∆ιὰ τοῦτο καὶ αὐτὸς τὰ δύο ταῦτα τίθησι, τὸ ἀφεῖναι καὶ ἀκολουθῆσαι· Ἰδοὺ γὰρ ἡμεῖς ἀφήκαμεν πάντα, φησὶ, καὶ ἠκολουθήσαμέν σοι. Τό τε γὰρ ἀφεῖναι διὰ τὸ ἀκολουθῆσαι γέγονεν, ἥ τε ἀκολούθησις ἐκ τοῦ ἀφεῖναι εὐκολωτέρα κατέστη, καὶ ὑπὲρ τοῦ ἀφεῖναι θαῤῥεῖν καὶ χαίρειν αὐτοὺς παρεσκεύαζε. Τί οὖν αὐτός; Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Τί οὖν; καὶ Ἰούδας, φησὶ, καθεδεῖται; Οὐδαμῶς. Πῶς οὖν φησιν, Ὑμεῖς ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε; πῶς τὰ τῆς ὑποσχέσεως πληρωθήσεται; Ἄκουσον πῶς καὶ τίνι λόγῳ. Νόμος ἐστὶ παρὰ τοῦ Θεοῦ κείμενος, διὰ Ἱερεμίου τοῦ προφήτου τοῖς Ἰουδαίοις ἀναγνωσθεὶς, καὶ ταῦτα λέγων· Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἐξαίρειν καὶ ἀπολλύειν· καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, μετανοήσω κἀγὼ ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖν καὶ καταφυτεύειν· καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν ἐνώπιόν μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω κἀγὼ περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα ποιῆσαι αὐτοῖς. Τὸ αὐτὸ γὰρ τοῦτο καὶ ἐπὶ τῶν χρηστῶν διαφυλάττω ἔθος, φησί. Κἂν γὰρ εἴπω τοῦ ἀνοικοδομεῖν, ἀναξίους δὲ ἑαυτοὺς παράσχωσι τῆς ὑποσχέσεως, οὐκέτι ποιήσω. Ὅπερ γέγονεν ἐπὶ τοῦ ἀνθρώπου πλασθέντος. Ὁ τρόμος γὰρ ὑμῶν, φησὶ, καὶ ὁ φόβος ἔσται ἐπὶ τὰ θηρία· καὶ οὐκ ἐγένετο· ἀνάξιον γὰρ ἑαυτὸν τῆς ἀρχῆς ἀπέφηνεν· ὥσπερ οὖν καὶ Ἰούδας. Ἵνα γὰρ μήτε ταῖς ἀποφάσεσι τῆς κολάσεως ἀπογνόντες τινὲς σκληρότεροι γένωνται, μήτε ταῖς τῶν χρηστῶν ὑποσχέσεσιν ἁπλῶς ῥᾳθυμότεροι καταστῶσιν, ἀμφότερα ταῦτα ἰᾶται διὰ τοῦ προειρημένου, ταυτὶ λέγων· Κἂν ἀπειλήσω, μὴ ἀπογνῷς· δύνασαι γὰρ μετανοῆσαι, καὶ λῦσαί μου τὴν ἀπόφασιν, ὡς Νινευῖται· κἂν ὑπόσχωμαί τι χρηστὸν, μὴ ἀναπέσῃς διὰ τὴν ὑπόσχεσιν. Ἂν γὰρ ἀνάξιος φανῇς, οὐδέν σε ὠφελήσει τὸ ὑποσχέσθαι με, ἀλλὰ μᾶλλον καὶ τιμωρήσεται· ἐγὼ γὰρ ἀξίῳ ὄντι ὑπισχνοῦμαι. ∆ιὰ τοῦτο καὶ τότε διαλεγόμενος τοῖς μαθηταῖς, οὐχ ἁπλῶς ἐπηγγείλατο· οὐδὲ γὰρ εἶπεν, Ὑμεῖς, μόνον, ἀλλὰ προσέθηκεν, οἱ ἀκολουθήσαντές μοι, ἵνα καὶ τὸν Ἰούδαν ἐκβάλῃ, καὶ τοὺς μετὰ ταῦτα ἐφελκύσηται. Οὔτε γὰρ πρὸς ἐκείνους εἴρηται μόνους, οὔτε πρὸς Ἰούδαν λοιπὸν ἀνάξιον γεγενημένον. Τοῖς μὲν οὖν μαθηταῖς τὰ μέλλοντα ἐπηγγείλατο, λέγων· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους· ἦσαν γὰρ ὑψηλότεροι λοιπὸν, καὶ οὐδὲν τῶν παρόντων ἐζήτουν· τοῖς δὲ ἄλλοις καὶ τὰ ἐνταῦθα ὑπισχνεῖται. Καὶ πᾶς γὰρ, φησὶν, ὅστις ἀφῆκεν ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἵνα γὰρ μή τινες ἀκούσαντες τὸ, ὑμεῖς, ἐξαίρετον τῶν μαθητῶν τοῦτο εἶναι νομίσωσι (λέγω δὴ τὸ τῶν μεγίστων καὶ πρωτείων ἐν τοῖς μέλλουσιν ἀπολαύειν), ἐξέτεινε τὸν λόγον, καὶ ἥπλωσε τὴν ὑπόσχεσιν ἐπὶ τὴν γῆν ἅπασαν, καὶ ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστοῦται. Καὶ τοῖς μαθηταῖς δὲ ἐν προοιμίοις, ὅτε ἀτελέστερον διέκειντο, ἀπὸ τῶν παρόντων διελέγετο. Ὅτε γὰρ εἵλκυσεν αὐτοὺς ἀπὸ τῆς θαλάσσης, καὶ τῆς τέχνης ἀπέστησε, καὶ ἀφεῖναι τὸ πλοῖον ἐκέλευσεν, οὐκ οὐρανῶν, οὐ θρόνων ἐμνημόνευσεν, ἀλλὰ τῶν ἐνταῦθα πραγμάτων, εἰπών· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ἐπειδὴ δὲ ὑψηλοτέρους εἰργάσατο, τότε λοιπὸν καὶ περὶ τῶν ἐκεῖ διαλέγεται.
βʹ. Τί δέ ἐστι, Κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ; Τουτέστι, κατακρίνοντες. Οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθεδεῖσθαι· ἀλλ' ὥσπερ τὴν βασίλισσαν τοῦ νότου κατακρινεῖν τὴν γενεὰν ἐκείνην ἔφησε, καὶ οἱ Νινευῖται δὲ κατακρινοῦσιν αὐτούς· οὕτω δὴ καὶ οὗτοι. ∆ιὰ τοῦτο οὐκ εἶπε, Τὰ ἔθνη καὶ τὴν οἰκουμένην, ἀλλὰ, Τὰς φυλὰς τοῦ Ἰσραήλ. Ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς ἦσαν τεθραμμένοι καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ οἵ τε Ἰουδαῖοι καὶ οἱ ἀπόστολοι, ὅταν λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ∆ιὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυσε τὰ παραγγέλματα αὐτοῦ δέχεσθαι, τούτους εἰς μέσον παραγαγὼν, τοὺς τὸν αὐτὸν δεξαμένους νόμον καὶ πιστεύσαντας, κατακρινεῖ πάντας ἐκείνους· ὅπερ καὶ ἤδη ἔλεγε, ∆ιὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. Καὶ τί μέγα αὐτοῖς ἐπηγγείλατο, φησὶν, εἰ ὅπερ ἔχουσιν οἱ Νινευῖται καὶ ἡ βασίλισσα τοῦ νότου, τοῦτο καὶ οὗτοι ἕξουσι; Μάλιστα μὲν καὶ ἄλλα ἔμπροσθεν αὐτοῖς πολλὰ ἐπηγγείλατο, καὶ μετὰ ταῦτα ὑπισχνεῖται· καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἔπαθλον. Ἄλλως δὲ καὶ ἐν τούτῳ παρῃνίξατό τι πλέον ἐκείνων. Περὶ μὲν γὰρ ἐκείνων ἁπλῶς εἶπεν· Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· καὶ, Βασίλισσα νότου κατακρινεῖ· περὶ δὲ τούτων, οὐχ ἁπλῶς οὕτως· ἀλλὰ πῶς; Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους, φησί· δηλῶν, ὅτι καὶ συμβασιλεύσουσι καὶ κοινωνήσουσι τῆς δόξης ἐκείνης. Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν. Οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσι· μόνος γὰρ αὐτός ἐστιν ὁ καθεδούμενος καὶ κρίνων· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσε διὰ τῶν θρόνων. Τούτοις μὲν οὖν ταῦτα εἶπε· τοῖς δὲ λοιποῖς πᾶσι ζωὴν αἰώνιον, καὶ ἑκατονταπλασίονα ἐντεῦθεν. Εἰ δὲ τοῖς λοιποῖς, πολλῷ μᾶλλον καὶ τούτοις, καὶ ταῦτα καὶ τὰ ἐν τῷ αἰῶνι τούτῳ. Καὶ τοῦτο γοῦν ἐξέβη. Κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων οὐσίας μετ' ἐξουσίας εἶχον, τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων, καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων. Καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο, ὡς καὶ Παῦλος πολλοῖς μαρτυρεῖ, ὅταν λέγῃ· Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ὅταν δὲ λέγῃ, ὅτι πᾶς ὅστις ἀφῆκε γυναῖκα, οὐ τοῦτό φησιν, ὥστε ἁπλῶς διασπᾶσθαι τοὺς γάμους· ἀλλ' ὃ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· οὐχ ἵνα ἀναιρῶμεν ἑαυτούς· οὐδ' ἵνα ἐντεῦθεν ἤδη χωρίζωμεν αὐτὴν ἀπὸ τοῦ σώματος, ἀλλ' ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο καὶ ἐπὶ γυναικὸς καὶ ἀδελφῶν φησι. ∆οκεῖ δέ μοι καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεσθαι. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν καὶ πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας· Ὅταν ταῦτα κελεύωσι, φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἀναστήσας τοίνυν πάντων τὰ φρονήματα, καὶ πείσας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης θαῤῥεῖν, προσέθηκεν, ὅτι Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ εἰ καὶ ἀδιορίστως καὶ περὶ πολλῶν καὶ ἑτέρων εἴρηται, εἴρηται καὶ περὶ τούτων, καὶ περὶ Φαρισαίων τῶν ἀπειθούντων· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι Πολλοὶ ἥγουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται. Εἶτα ἐπάγει καὶ παραβολὴν, εἰς πολλὴν προθυμίαν ἀλείφων τοὺς ὑστερηκότας. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας μετ' αὐτῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα. Καὶ τῇ τρίτῃ ὥρᾳ εἶδεν ἄλλους ἑστῶτας ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Καὶ περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἀργοὺς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα μου, καὶ ὃ ἐὰν ᾖ δίκαιον, λήψεσθε. Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ δὸς αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνὰ δηνάριον. Καὶ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Καὶ λαβόντες ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα; Ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ καὶ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Ἢ οὐκ ἔξεστί μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.
γʹ. Τί βούλεται ἡμῖν ἡ παραβολὴ αὕτη; Οὐ γὰρ συνᾴδει τῷ πρὸς τῷ τέλει λεχθέντι τὸ ἐξ ἀρχῆς, ἀλλὰ τοὐναντίον ἅπαν ἐμφαίνει. Ἐν ταύτῃ μὲν γὰρ δείκνυσιν ἅπαντας τῶν αὐτῶν ἀπολαύοντας, καὶ οὐ τοὺς μὲν ἐκβαλλομένους, τοὺς δὲ εἰσαγομένους· αὐτὸς δὲ καὶ πρὸ τῆς παραβολῆς καὶ μετὰ τὴν παραβολὴν τοὐναντίον εἶπεν, ὅτι Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι· τουτέστιν, ὅτι καὶ αὐτῶν τῶν πρώτων πρῶτοι, οὐχὶ πρώτων μενόντων, ἀλλ' ἐσχάτων ἐκείνων γενομένων. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· ὥστε διπλῇ κἀκείνους δακεῖν, καὶ τούτους παραμυθήσασθαι καὶ προτρέψαι. Ἡ δὲ παραβολὴ οὐ τοῦτό φησιν· ἀλλ' ὅτι τῶν εὐδοκίμων καὶ πολλὰ πεπονηκότων ἔσονται ἴσοι. Ἴσους γὰρ αὐτοὺς ἡμῖν ἐποίησας, φησὶ, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα. Τί οὖν ἐστιν ὅ φησιν ἡ παραβολή; Ἀναγκαῖον γὰρ τοῦτο πρῶτον ποιῆσαι σαφὲς, καὶ τότε ἐκεῖνο διαλύσομεν. Ἀμπελῶνα μὲν, τὰ ἐπιτάγματα τοῦ Θεοῦ φησιν εἶναι, καὶ τὰς ἐντολάς· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ, τοὺς διαφόρως καλουμένους ἐπὶ τὰ προστάγματα· πρωῒ δὲ καὶ περὶ τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας καὶ εὐδοκιμήσαντας. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστιν, εἰ λαμπρῶς εὐδοκιμηκότες οἱ πρῶτοι, καὶ ἀρέσαντες τῷ Θεῷ, καὶ δι' ὅλης ἡμέρας λάμψαντες ἀπὸ τῶν πόνων, τῷ ἐσχάτῳ τῆς κακίας κατέχονται πάθει, βασκανίᾳ καὶ φθόνῳ. Ἰδόντες γὰρ αὐτοὺς τῶν αὐτῶν ἀπολελαυκότας, φασίν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα; Καὶ ταῦτα μηδὲν μέλλοντες ζημιοῦσθαι, μηδὲ εἰς τὸν ἑαυτῶν ἐλαττοῦσθαι μισθὸν, ἐδυσχέραινον καὶ ἠγανάκτουν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς· ὃ φθόνου καὶ βασκανίας ἦν. Καὶ τὸ ἔτι πλέον, ὅτι καὶ ὁ οἰκοδεσπότης ὑπὲρ αὐτῶν δικαιολογούμενος, καὶ πρὸς τὸν εἰρηκότα ταῦτα ἀπολογούμενος, πονηρίας αὐτὸν κρίνει καὶ βασκανίας ἐσχάτης, λέγων· Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον ἐκ τούτων; Καὶ γὰρ καὶ ἐφ' ἑτέρων παραβολῶν τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ υἱὸς ὁ εὐδόκιμος αὐτὸ τοῦτο εἰσάγεται πεπονθὼς, ὅτε εἶδε τὸν ἄσωτον ἀδελφὸν πολλῆς ἀπολαύσαντα τιμῆς, καὶ πλείονος ἢ αὐτός. Ὥσπερ γὰρ οὗτοι πλείονος ἀπέλαυσαν τῷ πρῶτοι λαβεῖν, οὕτω καὶ ἐκεῖνος μειζόνως τῇ περιουσίᾳ τῶν δεδομένων ἐτιμᾶτο· καὶ ταῦτα αὐτὸς μαρτυρεῖ ὁ εὐδόκιμος. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἔστιν οὐδεὶς τοιαῦτα δικαιολογούμενος ἢ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρόν. Εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι καὶ τὰς ψυχὰς ἑαυτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τούτων ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν εἶναι ἀγαθά. Τίνος οὖν ἕνεκεν οὕτως ἐσχημάτισε τὸν λόγον; Παραβολὴ τὸ λεγόμενον ἦν· διόπερ οὐδὲ χρὴ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι, ἀλλὰ τὸν σκοπὸν μαθόντας, δι' ὃν συνετέθη, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυπραγμονεῖν περαιτέρω. Τίνος οὖν ἕνεκεν οὕτω συνετέθη αὕτη ἡ παραβολὴ, καὶ τί κατασκευάσαι βούλεται; Προθυμοτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους καὶ γινομένους βελτίονας, μηδὲ ἀφεῖναι νομίζειν ἔλαττον ἔχειν. ∆ιὰ δὴ τοῦτο εἰσάγει καὶ δυσχεραίνοντας ἑτέρους ἐπὶ τοῖς τούτων ἀγαθοῖς, οὐχ ἵνα δείξῃ τηκομένους καὶ δακνομένους ἐκείνους· ἄπαγε· ἀλλ' ἵνα διδάξῃ τούτους τοσαύτης ἀπολαύσαντας τιμῆς, ἣ καὶ φθόνον ἑτέροις τεκεῖν ἠδύνατο. Ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν λέγοντες, ὅτι Ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε ἐγκληθέντες, οὔτε ἐκεῖνον διαβαλεῖν θέλοντες, ἀλλὰ τούτῳ δεῖξαι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν. Ἀλλὰ τί δήποτε οὐ πάντας εὐθέως ἐμισθώσατο; Τὸ εἰς αὐτὸν ἧκον, ἅπαντας· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκε. ∆ιὰ τοῦτο οἱ μὲν πρωῒ, οἱ δὲ τρίτῃ, οἱ δὲ ἕκτῃ, οἱ δὲ ἐνάτῃ ὥρᾳ καλοῦνται, οἱ δὲ ἑνδεκάτῃ, ὅτε ἔμελλον ὑπακούσεσθαι. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου. Πότε δὲ εὐδόκησεν; Ὅτε ἔμελλεν ὑπακούσεσθαι. Αὐτὸς μὲν γὰρ ἐβούλετο, καὶ ἐκ προοιμίων· ἐπειδὴ δὲ αὐτὸς οὐκ ἂν εἶξε, τότε εὐδόκησεν, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι. Οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσε, καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ' ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν. Εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐκ ἂν ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής. Εἰ δὲ οὗτοι λέγουσιν, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· μάλιστα μὲν, ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· ἐνταῦθα δὲ οὐδὲ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ' ἐκεῖνοι· αὐτὸς δὲ αὐτοὺς οὐκ ἐλέγχει, ἵνα μὴ διαπορήσῃ, ἀλλ' ἐπισπάσηται. Ὅτι γὰρ πάντας, τό γε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλει, ἐδήλωσε καὶ ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρωῒ ἐξῆλθε μισθώσασθαι.
δʹ. Πάντοθεν οὖν δῆλον ἡμῖν, ὅτι πρὸς τοὺς ἐκ πρώτης ἡλικίας, καὶ τοὺς ἐν γήρᾳ καὶ βράδιον ἀρετῆς ἐπειλημμένους εἴρηται ἡ παραβολή· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοῖς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν, ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι. Ἐπειδὴ γὰρ περὶ σφοδρότητος διελέγετο, καὶ τοῦ χρήματα ῥῖψαι, καὶ κατα φρονῆσαι τῶν ὄντων ἁπάντων, πολλοῦ δὲ τοῦτο ἐδεῖτο τοῦ τόνου καὶ νεανικῆς προθυμίας, ἀνάπτων ἐν αὐτοῖς φλόγα ἀγάπης, καὶ εὔτονον ποιῶν τὴν γνώμην, δείκνυσιν ὅτι δυνατὸν καὶ ὕστερον ἐλθόντας τῆς πάσης λαβεῖν ἡμέρας τὸν μισθόν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πάλιν αὐτοὺς ἀπονοήσῃ· δείκνυσι δὲ ὅτι τῆς αὐτοῦ φιλανθρωπίας ἐστὶ τὸ πᾶν, καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦνται, ἀλλ' ἀπολαύσονται καὶ αὐτοὶ τῶν ἀποῤῥήτων ἀγαθῶν. Καὶ τοῦτο μάλιστά ἐστιν ὃ βούλεται διὰ τῆς παραβολῆς κατασκευάσαι ταύτης. Εἰ δὲ ἐπάγει, ὅτι Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μὴ θαυμάσῃς. Οὐ γὰρ ὡς. ἐκ τῆς παραβολῆς τοῦτο συναγαγών φησιν, ἀλλὰ τοῦτο λέγει, ὅτι ὥσπερ τοῦτο συνέβη, οὕτω κἀκεῖνο συμβήσεται. Ἐνταῦθα μὲν γὰρ οὐκ ἐγένοντο οἱ πρῶτοι ἔσχατοι, ἀλλὰ τῶν αὐτῶν πάντες ἀπήλαυσαν παρ' ἐλπίδα καὶ παρὰ προσδοκίαν. Ὥσπερ δὲ τοῦτο παρ' ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω καὶ τὸ τούτου πλέον συμβήσεται καὶ παραδοξότερον, τὸ καὶ ἔμπροσθεν γενέσθαι τῶν πρώτων τοὺς ἐσχάτους, καὶ μετὰ τούτους τοὺς πρώτους. Ὥστε ἕτερον ἐκεῖνο, καὶ ἕτερον τοῦτο. ∆οκεῖ δέ μοι ταῦτα λέγειν Ἰουδαίους αἰνιττόμενος, καὶ τῶν πιστῶν τοὺς ἐξ ἀρχῆς λάμψαντας, ὕστερον δὲ ἀμελήσαντας ἀρετῆς, καὶ εἰς τοὐπίσω κατενεχθέντας· κἀκείνους πάλιν τοὺς ἀπὸ κακίας ἀνενεγκόντας, καὶ πολλοὺς ὑπερακοντίσαντας. Ὁρῶμεν γὰρ τὰς τοιαύτας μεταβολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας. ∆ιὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς ὀρθῆς, καὶ βίον ἐπιδείκνυσθαι ἄριστον. Ἂν γὰρ μὴ καὶ βίον προσθῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσομεν δίκην. Καὶ τοῦτο ἔδειξε μὲν καὶ ἀπὸ τῶν ἄνωθεν χρόνων ὁ μακάριος Παῦλος, ὅτε ἔλεγεν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· καὶ προσθεὶς, ὅτι οὐκ ἐσώθησαν· Κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ἔδειξε δὲ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν ὁ Χριστὸς, ὅτε εἰσήγαγέ τινας δαίμονας ἐκβαλόντας καὶ προφητεύσαντας, καὶ εἰς κόλασιν ἀπαγομένους. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ παραβολαὶ, οἷον ἡ τῶν παρθένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρπὸν, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσι. Περὶ μὲν γὰρ δογμάτων ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου πολλάκις, μᾶλλον δὲ πανταχοῦ· διηνεκὴς γὰρ ὁ πρὸς τοῦτο πόλεμος, διὸ καὶ ὁ πόνος. Καὶ τί λέγω πολιτείαν ὁλόκληρον; Καὶ γὰρ μέρος αὐτῆς παροφθὲν μεγάλα ἐπάγει κακά· οἷον ἐλεημοσύνη παροφθεῖσα εἰς γέενναν ἐμβάλλει τοὺς ὑστερηκότας· καίτοι οὐχ ὁλόκληρος τοῦτο ἀρετὴ, ἀλλὰ μέρος αὐτῆς. Ἀλλ' ὅμως καὶ αἱ παρθένοι διὰ τὸ μὴ ταύτην ἔχειν ἐκολάσθησαν· καὶ ὁ πλούσιος διὰ τοῦτο ἀπετηγανίζετο· καὶ οἱ πεινῶντα μὴ θρέψαντες ἐντεῦθεν μετὰ τοῦ διαβόλου καταδικάζονται. Πάλιν τὸ μὴ λοιδορεῖν μέρος αὐτῆς ἐστιν ἐλάχιστον· ἀλλ' ὅμως καὶ τοῦτο ἐκβάλλει τοὺς μὴ κατωρθωκότας. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Πάλιν ἡ σωφροσύνη καὶ αὐτὴ μέρος ἐστίν· ἀλλ' ὅμως χωρὶς ταύτης οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἡ ταπεινοφροσύνη δὲ ὁμοίως μόριόν ἐστιν ἀρετῆς· ἀλλ' ὅμως κἂν ἕτερά τις ἐπιτελέσῃ καλὰ, ταύτην δὲ μὴ κατορθώσῃ, ἀκάθαρτος. παρὰ τῷ Θεῷ. Καὶ δῆλον ἐκ τοῦ Φαρισαίου, ὃς μυρίοις κομῶν ἀγαθοῖς, ἐντεῦθεν πάντα ἀπώλεσεν. Ἐγὼ δέ τι καὶ τούτων πλέον εἰπεῖν ἔχω πάλιν. Οὐ γὰρ δὴ μόνον ἕν τι αὐτῶν παροφθὲν ἀποκλείει τὸν οὐρανὸν ἡμῖν, ἀλλὰ κἂν γένηται μὲν, μὴ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ ὑπερβολῆς, τὸ αὐτὸ τοῦτο πάλιν ποιεῖ. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, φησὶν, πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥστε κἂν ἐλεημοσύνην δῷς, μὴ πλείονα. δὲ ἐκείνων, οὐκ εἰσελεύσῃ. Καὶ πόσην ἐκεῖνοι παρεῖχον ἐλεημοσύνην; φησί. Τοῦτο γὰρ αὐτὸ εἰπεῖν βούλομαι νῦν, ἵνα οἱ μὲν μὴ διδόντες διαναστῶσι πρὸς τὸ δοῦναι, οἱ δὲ διδόντες μὴ μέγα φρονῶσιν, ἀλλὰ προσθήκην ἐργάζωνται Τί οὖν ἐδίδοσαν ἐκεῖνοι; Τῶν ὄντων ἁπάντων δεκάτην, καὶ πάλιν ἑτέραν δεκάτην, καὶ μετὰ ταύτην, τρίτην· ὥστε παρ' οὐδὲν τὸ τρίτον τῆς οὐσίας παρεῖχον· τρεῖς γὰρ δεκάται συντιθέμεναι τοῦτο ποιοῦσι. Καὶ μετὰ τούτων καὶ ἀπαρχὰς, καὶ πρωτότοκα, καὶ ἕτερα πλείονα· οἷον τὰ ὑπὲρ ἁμαρτημάτων, τὰ ὑπὲρ καθαρισμῶν, τὰ ἐν ἑορταῖς, τὰ ἐν τῷ ἰωβηλαίῳ, τὰ ἐν ταῖς τῶν χρεῶν ἀποκοπαῖς, καὶ ταῖς τῶν οἰκετῶν ἀφέσεσι, καὶ τοῖς δανείσμασι τοῖς τόκων ἀπηλλαγμένοις. Εἰ δὲ ὁ τὸ τρίτον δοὺς τῶν ὄντων, μᾶλλον δὲ τὸ ἥμισυ (μετὰ γὰρ τούτων ἐκεῖνα συντιθέμενα τὸ ἥμισύ ἐστιν), εἰ τοίνυν ὁ τὸ ἥμισυ διδοὺς, οὐδὲν μέγα ἐργάζεται· ὁ μηδὲ τὸ δέκατον παρέχων τίνος ἄξιος ἔσται; Εἰκότως ἔλεγεν, Ὀλίγοι οἱ σωζόμενοι.
εʹ. Μὴ δὴ καταφρονῶμεν τῆς κατὰ τὸν βίον ἐπιμελείας. Εἰ γὰρ μέρος αὐτοῦ καταφρονούμενον ἓν τοσαύτην φέρει τὴν ἀπώλειαν, ὅταν πανταχόθεν ὦμεν ὑπεύθυνοι τῇ καταδικαζούσῃ ψήφῳ, πῶς διαφευξόμεθα τὴν κόλασιν; ποίαν δὲ οὐ τίσομεν δίκην; Καὶ ποία ἡμῖν σωτηρίας ἐλπὶς, φησὶν, εἰ τῶν ἀπηριθμημένων ἕκαστον τὴν γέενναν ἡμῖν ἀπειλεῖ; Καὶ ἐγὼ τοῦτο λέγω· Πλὴν ἐὰν προσέχωμεν, δυνατὸν σωθῆναι, τὰ τῆς ἐλεημοσύνης κατασκευάζοντας φάρμακα, καὶ τὰ τραύματα θεραπεύοντας. Οὐ γὰρ οὕτως ἔλαιον σῶμα ῥώννυσιν, ὡς φιλανθρωπία ψυχὴν καὶ ῥώννυσι, καὶ ἀχείρωτον πᾶσιν ἐργάζεται, καὶ ἀνάλωτον τῷ διαβόλῳ ποιεῖ. Ὅπου γὰρ ἂν κατάσχῃ, διολισθαίνει λοιπὸν, οὐκ ἐῶντος τοῦ ἐλαίου τούτου τοῖς νώτοις τοῖς ἡμετέροις ἐνιζάνειν τὰς ἐκείνου λαβάς. Τούτῳ τοίνυν ἑαυτοὺς συνεχῶς ἀλείφωμεν τῷ ἐλαίῳ. Καὶ γὰρ ὑγιείας ἐστὶν ὑπόθεσις, καὶ φωτὸς χορηγία, καὶ φαιδρότητος ἀφορμή. Ἀλλ' ὁ δεῖνα, φησὶ, τόσα καὶ τόσα ἔχει τάλαντα χρυσίου, καὶ οὐδὲν προΐεται. Καὶ τί τοῦτο πρὸς σέ; Οὕτω γὰρ θαυμαστότερος σὺ φανήσῃ, ὅταν ἀπὸ πενίας φιλοτιμότερος ἐκείνου γένῃ. Οὕτω καὶ Μακεδόνας ὁ Παῦλος ἐθαύμασεν· οὐχ ὅτι παρέσχον, ἀλλ' ὅτι καὶ ἐν πτωχείᾳ ὄντες παρέσχον. Μὴ δὴ πρὸς τούτους ἴδῃς, ἀλλὰ πρὸς τὸν κοινὸν ἁπάντων διδάσκαλον, ὃς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ διατί, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνα τοῦτο οὐ ποιεῖ; Μὴ κρῖνε ἕτερον, ἀλλὰ σεαυτὸν ἀπάλλαξον τῆς κατηγορίας. Ἐπεὶ μείζων ἡ κόλασις, ὅταν καὶ ἑτέροις ἐγκαλῇς, καὶ αὐτὸς μὴ ποιῇς· ὅταν ἄλλους κρίνων, τῷ αὐτῷ κρίματι πάλιν ὑπεύθυνος ᾖς καὶ αὐτός. Εἰ γὰρ οὐδὲ κατορθοῦντας κρίνειν ἐφίεται ἑτέρους, πολλῷ μᾶλλον πταίοντας. Μὴ τοίνυν κρίνωμεν ἑτέρους, μηδὲ πρὸς ἑτέρους ῥᾳθυμοῦντας βλέπωμεν, ἀλλὰ πρὸς τὸν Ἰησοῦν, καὶ ἐκεῖθεν τὰ ὑποδείγματα φέρωμεν. Μὴ γὰρ ἐγώ σε εὐηργέτησα; μὴ γὰρ ἐγώ σε ἐλυτρωσάμην, ἵνα πρὸς ἐμὲ βλέπῃς; Ἕτερός ἐστιν ὁ ταῦτά σοι παρασχών. Τί τὸν ∆εσπότην ἀφεὶς, πρὸς τὸν σύνδουλον ὁρᾷς; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· Μάθετε ἀπ' ἐμοῦ. ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; καὶ πάλιν, Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος; καὶ πάλιν, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι; Καὶ μετὰ ταῦτα πάλιν, ἵνα μὴ προσπταίων τοῖς ῥᾳθύμοις τῶν συνδούλων μένῃς ἐν ὀλιγωρίᾳ, ἀφέλκων σε τούτων φησίν· Ὑπόδειγμα ἔδωκα ὑμῖν ἐμαυτὸν, ἵνα καθὼς ἐποίησα, καὶ ὑμεῖς ποιῆτε. Ἀλλ' οὐκ ἔστι σοι διδάσκαλος ἀρετῆς τῶν συνόντων ἀνθρώπων οὐδεὶς, οὐδὲ οἷος εἰς ταῦτα ἐνάγειν; Οὐκοῦν πλείων ὁ ἔπαινος, μεῖζον τὸ ἐγκώμιον, ὅτι μηδὲ διδασκάλων εὐπορῶν γέγονας σὺ θαυμαστός. Καὶ γὰρ δυνατὸν τοῦτο. καὶ σφόδρα ῥᾴδιον, ἐὰν θέλωμεν· καὶ δηλοῦσιν οἱ πρῶτοι ταῦτα κατορθώσαντες· οἷον Νῶε, Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ὁ Ἰὼβ, καὶ οἱ κατ' ἐκείνους ἅπαντες ἄνθρωποι· πρὸς οὓς ἀναγκαῖον καθ' ἑκάστην ἡμέραν ὁρᾷν. ἀλλὰ μὴ πρὸς τούτους. οὓς οὐδέποτε παύεσθε ζηλοῦντες, καὶ ἐν τοῖς συλλόγοις τοῖς ὑμετέροις περιφέροντες. Καὶ γὰρ οὐδὲν ἄλλο πανταχοῦ λεγόντων ἀκούω, ἀλλ' ἢ ταυτὶ τὰ ῥήματα· Ὁ δεῖνα ἐκτήσατο πλέθρα γῆς τόσα καὶ τόσα, ὁ δεῖνα πλουτεῖ, οἰκοδομεῖ. Τί κέχηνας, ἄνθρωπε, ἔξω; τί πρὸς ἑτέρους βλέπεις; Εἰ βούλει πρὸς ἑτέρους ἰδεῖν, τοὺς κατορθοῦντας βλέπε, τοὺς εὐδοκιμοῦντας, τοὺς τὸν νόμον μετὰ ἀκριβείας ἀποπληροῦντας, μὴ τοὺς προσκεκρουκότας καὶ ἠτιμωμένους. Ἂν γὰρ πρὸς τούτους βλέπῃς, πολλὰ ἐντεῦθεν συλλέξεις κακὰ, εἰς ῥᾳθυμίαν ἐμπίπτων, εἰς ἀπόνοιαν, εἰς τὸ καταδικάζειν ἑτέρους· ἐὰν δὲ τοὺς κατορθοῦντας ἀριθμῇς, εἰς ταπεινοφροσύνην, εἰς σπουδὴν, εἰς κατάνυξιν, εἰς τὰ μυρία σεαυτὸν εἰσάξεις ἀγαθά. Ἄκουσον τί ἔπαθεν ὁ Φαρισαῖος, ἐπειδὴ τοὺς κατορθοῦντας ἀφεὶς, τὸν πταίσαντα εἶδεν· ἄκουσον, καὶ φοβήθητι. Βλέπε πῶς θαυμαστὸς ἐγένετο ὁ ∆αυῒδ, ἐπειδὴ πρὸς τοὺς προγόνους αὐτοῦ τοὺς κατ' ἀρετὴν ἔβλεπε. Πάροικος γὰρ, φησὶν, ἐγώ εἰμι, καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Καὶ γὰρ οὗτος, καὶ πάντες οἱ κατ' αὐτὸν, τοὺς ἡμαρτηκότας ἀφέντες, τοὺς εὐδοκιμηκότας ἐνενόουν. Τοῦτο καὶ σὺ ποίει. Οὐδὲ γὰρ δικαστὴς αὐτὸς κάθησαι τῶν ἑτέροις πεπλημμελημένων, οὐδὲ ἐξεταστὴς τῶν ἄλλοις ἁμαρτανομένων· σαυτῷ κρίνειν, οὐχ ἑτέροις ἐπετάγης, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα. Σὺ δὲ τὴν τάξιν ἀνέτρεψας, σαυτὸν μὲν οὐ μεγάλων, οὐ μικρῶν πταισμάτων ἀπαιτῶν εὐθύνας, τὰ δὲ ἑτέρων μετὰ ἀκριβείας περιεργαζόμενος. Ἀλλὰ μηκέτι τοῦτο ποιῶμεν, ἀλλὰ ταύτην ἀφέντες τὴν ἀταξίαν, δικαστήριον ἐν ἡμῖν αὐτοῖς καθίσωμεν τῶν ἐν ἡμῖν αὐτοῖς ἁμαρτανομένων, αὐτοὶ κατήγοροι καὶ δικασταὶ καὶ δήμιοι τῶν πλημμελημάτων γινόμενοι. Εἰ δὲ βούλει καὶ τὰ ἑτέρων πολυπραγμονεῖν, τὰ κατορθώματα, μὴ τὰ ἁμαρτήματα περιεργάζου· ἵνα καὶ ἐκ τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων, καὶ ἐκ τοῦ ζήλου τῶν ἑτέροις κατορθουμένων [καὶ ἐκ τῆς τοῦ ἀπαραιτήτου δικαστηρίου παραστάσεως, καθ' ἑκάστην ὥσπερ πλήκτρῳ τινὶ τῇ συνει δήσει νυττόμενοι], εἰς ταπεινοφροσύνην καὶ μείζονα σπουδὴν ἑαυτοὺς εἰσάγοντες, τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΕʹ. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ· καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυ ρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
Οὐκ ἀθρόον ἀναβαίνει εἰς Ἱεροσόλυμα ἐκ τῆς Γαλιλαίας ἐλθών· ἀλλὰ πρότερον θαυματουργήσας καὶ ἐπιστομίσας Φαρισαίους, καὶ διαλεχθεὶς τοῖς μαθηταῖς περὶ ἀκτημοσύνης· Εἰ γὰρ θέλεις τέλειος εἶναι, φησὶ, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ περὶ παρθενίας· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ περὶ ταπεινοφροσύνης· Ἐὰν μὴ στραφῆτε γὰρ, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ περὶ ἀντιδόσεως τῶν ἐνταῦθα· Ὅστις γὰρ ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ· καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· Καὶ ζωὴν γὰρ, φησὶν, αἰώνιον κληρονομήσει· τότε προσβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι, πάλιν περὶ τοῦ πάθους διαλέγεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, διὰ τὸ μὴ βούλεσθαι τοῦτο συμβῆναι, ἐπιλανθάνεσθαι, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως, καὶ τὴν λύπην ὑποτεμνόμενος. Κατ' ἰδίαν δὲ αὐτοῖς διαλέγεται ἀναγκαίως· οὐ γὰρ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι τὸν περὶ τούτων λόγον, οὐδὲ σαφῶς λεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγίνετο. Εἰ γὰρ οἱ μαθηταὶ ἐθορυβοῦντο ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ὁ τῶν πολλῶν δῆμος. Τί οὖν; οὐκ ἐλέχθη τοῖς πολλοῖς; φησίν. Ἐλέχθη μὲν καὶ πρὸς τοὺς πολλοὺς, οὐχ οὕτω δὲ σαφῶς. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ· καὶ πάλιν, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Τοῖς δὲ μαθηταῖς οὐχ οὕτως, ἀλλ' ὥσπερ τὰ ἄλλα σαφέστερον ἔλεγεν, οὕτω καὶ τοῦτο εἶπε. Καὶ τίνος ἕνεκεν, εἰ μὴ συνίεσαν οἱ πολλοὶ τῶν λεγομένων τὴν δύναμιν, καὶ ἐλέγετο; Ἵνα μάθωσι μετὰ ταῦτα, ὅτι προειδὼς ἐπὶ τὸ πάθος ᾔει καὶ ἑκὼν, οὐκ ἀγνοῶν, οὐδὲ ἀναγκαζόμενος. Τοῖς μαθηταῖς δὲ οὐ διὰ τοῦτο μόνον προὔλεγεν, ἀλλ', ὅπερ ἔφην, ἵνα ἐγγυμνασθέντες τῇ προσδοκίᾳ, ῥᾴδιον ἐνέγκωσι τὸ πάθος, καὶ μὴ ἀμελέτητον ἐπελθὸν ταράξῃ σφόδρα αὐτούς. ∆ιά τοι τοῦτο ἐξ ἀρχῆς μὲν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ ἐμελέτησαν καὶ ἐνεγυμνάσαντο, καὶ τὰ ἄλλα προστίθησιν· οἶον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσι· τούτου τε ἕνεκεν, καὶ ἵνα ὅταν τὰ σκυθρωπὰ ἐξελθόντα ἴδωσι, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσιν. Ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν χρηστῶν πιστεύεσθαι. Σκόπει δέ μοι, πῶς καὶ ἀπὸ τοῦ καιροῦ σοφῶς τὸ πρᾶγμα οἰκονομεῖ. Οὔτε γὰρ ἐξ ἀρχῆς αὐτοῖς εἶπεν, ἵνα μὴ διαταράξῃ· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ, ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ· ἀλλ' ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν, ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐμβάλλει λόγον, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐνυφαίνων αὐτὸν τοῖς θαύμασι καὶ ταῖς διδασκαλίαις. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ τοὺς προφήτας παρῆγε μάρτυρας· ἄλλος δέ φησιν, ὅτι καὶ αὐτοὶ οὐ συνίεσαν τὰ λεγόμενα, ἀλλ' ἦν κεκρυμμένον τὸ ῥῆμα ἀπ' αὐτῶν, καὶ ὅτι ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ. Οὐκοῦν ἀνῄρηται, φησὶ, τῆς προῤῥήσεως τὸ κέρδος. Εἰ γὰρ μὴ ᾔδεσαν ἅπερ ἤκουσαν, οὐδὲ προσδοκᾷν εἶχον· μὴ προσδοκῶντες δὲ, οὐδὲ γυμνάζεσθαι ταῖς ἐλπίσιν. Ἐγὼ δὲ καὶ ἕτερον τούτου ἀπορώτερόν φημι, ὅτι εἰ μὴ ᾔδεσαν πῶς ἐλυποῦντο· Καὶ γὰρ ἕτερός φησιν, ὅτι ἐλυποῦντο. Εἰ τοίνυν μὴ ᾔδεσαν, πῶς ἐλυποῦντο; πῶς Πέτρος ἔλεγεν· Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο; Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μὲν ἀποθανεῖται, ᾔδεσαν, εἰ καὶ μὴ σαφῶς τῆς οἰκονομίας ἠπίσταντο τὸ μυστήριον· οὔτε δὲ τὴν ἀνάστασιν σαφῶς ἠπίσταντο, οὔτε ἅπερ ἔμελλε κατορθοῦν· καὶ τοῦτο ἦν κεκρυμμένον ἀπ' αὐτῶν. ∆ιὰ τοῦτο καὶ ἤλγουν. Ἑτέρους μὲν γὰρ ὑφ' ἑτέρων ἀναστάντας εἶδον· αὐτὸν δέ τινα ἀναστήσαντα ἑαυτὸν, καὶ οὕτως ἀναστήσαντα ὡς μηκέτι λοιπὸν ἀποθανεῖν, οὐδέποτε εἶδον. Τοῦτο οὖν οὐ συνίεσαν πολλάκις λεγόμενον· ἀλλ' οὐδὲ αὐτὸς οὗτος ὁ θάνατος τί ποτέ ἐστι, καὶ πῶς ἐπελεύσεται, σαφῶς ἠπίσταντο. ∆ιὸ καὶ ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ· οὑ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἔμοιγε δοκεῖ καὶ ἐκπλήττειν αὐτοὺς περὶ τοῦ πάθους διαλεγόμενος.
βʹ. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐποίει θαῤῥεῖν αὐτοὺς, καὶ ταῦτα συνεχῶς περὶ τῆς ἀναστάσεως ἀκούοντας. Καὶ γὰρ μετὰ τοῦ θανάτου καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει, τὸ ἀκούειν ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσι, καὶ ὅσα τοιαῦτα. Ὅτε γὰρ ἐνενόησαν τὰ θαύματα, τοὺς δαιμονῶντας οὓς ἠλευθέρωσε, τοὺς νεκροὺς οὓς ἤγειρε, τὰ ἄλλα πάντα ἅπερ ἐθαυματούργει, εἶτα ἤκουσαν τούτων, ἐξεπλήττοντο, εἰ ὁ ταῦτα ποιῶν ταῦτα πείσεται. ∆ιὰ τοῦτο καὶ εἰς ἀπορίαν ἐνέπιπτον, καὶ νῦν μὲν ἐπίστευον, νῦν δὲ ἠπίστουν, καὶ νοῆσαι οὐκ εἶχον τὰ λεγόμενα. Οὕτω γοῦν οὐ συνῆκαν σαφῶς τὸ λεγόμενον, ὡς τοὺς υἱοὺς Ζεβεδαίου παραυτὰ προσελθεῖν, καὶ περὶ προεδρίας αὐτῷ διαλεχθῆναι. Θέλομεν γὰρ, φησὶν, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων. Πῶς οὖν οὗτος ὁ εὐαγγελιστής φησιν, ὅτι ἡ μήτηρ προσῆλθεν; Ἀμφότερα γενέσθαι εἰκός. Τὴν γὰρ μητέρα παρέλαβον, ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες. Ὅτι γὰρ τοῦτο ἀληθὲς ὅπερ ἔφην, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἦν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει πῶς πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον ὁ Χριστός. Μᾶλλον δὲ μάθωμεν τί πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. Πόθεν οὖν ἐπὶ τοῦτο ἦλθον; Ἑώρων ἑαυτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξασθαι καὶ τῆς αἰτήσεως ταύτης. Ἀλλὰ τί ποτέ ἐστιν ὁ αἰτοῦσιν; Ἄκουσον ἑτέρου εὐαγγελιστοῦ τοῦτο σαφῶς ἐκκαλύπτοντος. ∆ιὰ γὰρ τὸ ἐγγὺς εἶναι, φησὶ, τῆς Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία τοῦ Θεοῦ ἤδη ἀναφανεῖται, ταῦτα ᾔτουν. Ἐνόμιζον γὰρ, ὅτι ἐπὶ θύραις αὕτη, καὶ αἰσθητὴ, καὶ ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστήσονται τῶν λυπηρῶν. Οὐδὲ γὰρ δι' αὐτὴν μόνον αὐτὴν ἐζήτουν, ἀλλ' ὡς καὶ διαφευξόμενοι τὰ δυσχερῆ. ∆ιὸ καὶ ὁ Χριστὸς τούτων πρῶτον αὐτοὺς ἀπάγει τῶν λογισμῶν, κελεύων σφαγὰς καὶ κινδύνους καὶ τὰ ἔσχατα ἀναμένειν δεινά. ∆ύνασθε γὰρ, φησὶ, πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; Ἀλλὰ μηδεὶς θορυβείσθω, τῶν ἀποστόλων οὕτως ἀτελῶς διακειμένων. Οὔπω γὰρ ὁ σταυρὸς ἦν τελεσθεὶς, οὔπω Πνεύματος χάρις δοθεῖσα. Εἰ δὲ βούλει μαθεῖν αὐτῶν τὴν ἀρετὴν, μετὰ ταῦτα αὐτοὺς κατάμαθε, καὶ ὄψει παντὸς πάθους ἀνωτέρους. ∆ιὰ γὰρ τοῦτο ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττώματα, ἵνα μετὰ ταῦτα γνῷς, τίνες ἀπὸ τῆς χάριτος ἐγένοντο. Ὅτι μὲν οὖν οὐδὲν πνευματικὸν ᾔτουν, οὐδὲ ἔννοιαν τῆς ἄνω βασιλείας εἶχον, δῆλον ἐντεῦθεν. Πλὴν ἴδωμεν καὶ πῶς προσέρχονται, καὶ τί λέγουσι. Θέλομεν, φησὶν, ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. Καὶ πρὸς αὐτοὺς ὁ Χριστός· Τί θέλετε; οὐκ ἀγνοῶν, ἀλλ' ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνασθαι, καὶ ἀνακαλύψῃ τὸ ἕλκος, καὶ οὕτως ἐπιθῇ τὸ φάρμακον. Οἱ δὲ ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ᾔεσαν, κατ' ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν. Προεπορεύθησαν γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον, καὶ οὕτως εἶπον ἅπερ ἐβούλοντο. Ἐβούλοντο δὲ, ὡς ἔγωγε οἶμαι, ἐπειδὴ ἤκουον, ὅτι Ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε, τὴν προεδρίαν τῆς καθέδρας ταύτης λαβεῖν. Καὶ ὅτι μὲν τῶν ἄλλων πλέον εἶχον, ᾔδεσαν· ἐδεδοίκεσαν δὲ Πέτρον, καὶ λέγουσιν· Εἰπὲ, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων· καὶ κατεπείγουσι λέγοντες, Εἰπέ. Τί οὖν αὐτός; ∆ηλῶν, ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε εἰ ᾔδεσαν πάλιν ὅπερ ᾔτουν, ἐτόλμησαν ἂν τοσοῦτον αἰτῆσαι, φησίν· Οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, πῶς θαυμαστὸν, πῶς ὑπερβαῖνον καὶ τὰς ἄνω δυνάμεις. Εἶτα ἐπάγει· ∆ύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Εἶδες πῶς εὐθέως ἀπήγαγε τῆς ὑπονοίας, ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς; Ὑμεῖς μὲν γὰρ περὶ τιμῆς καὶ στεφάνων μοι διαλέγεσθε, φησίν· ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. Οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, οὐδὲ νῦν ἡ δόξα μου φανεῖται ἐκείνη· ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. Καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως καὶ προτρέπει καὶ ἐφέλκεται. Οὐ γὰρ εἶπε, ∆ύνασθε σφαγῆναι; δύνασθε τὸ αἷμα ὑμῶν ἐκχεῖν; ἀλλὰ πῶς; ∆ύνασθε πιεῖν τὸ ποτήριον; Εἶτα ἐφελκόμενός φησιν· Ὃ ἐγὼ μέλλω πίνειν· ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. Καὶ βάπτισμα αὐτὸ πάλιν καλεῖ, δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν ἐσόμενον τῇ οἰκουμένῃ. Λέγουσιν αὐτῷ· ∆υνάμεθα. Ἀπὸ τῆς προθυμίας εὐθέως ἐπηγγείλαντο, οὐδὲ τοῦτο εἰδότες ὅπερ εἶπον, ἀλλὰ προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν. Τί οὖν αὐτός; Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Μεγάλα αὐτοῖς προεφήτευσεν ἀγαθά· τουτέστι, Μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· βιαίῳ θανάτῳ τὴν ζωὴν καταλύσετε, καὶ τούτων μοι κοινωνήσετε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου.
γʹ. Ἐπάρας αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλοτέρας ποιήσας, καὶ πρὸς λύπην ἀχειρώτους ἐργασάμενος, τότε διορθοῦται αὐτῶν τὴν αἴτησιν. Ἀλλὰ τί ποτέ ἐστι τὸ νῦν εἰρημένον; Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα παρὰ πολλῶν· ἓν μὲν, εἰ ἡτοίμασταί τισι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ· ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις, οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι παρασχεῖν. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἂν τὸ πρότερον λύσωμεν, τότε καὶ τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφές. Τί οὖν ἐστι τοῦτο; Οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ καθεδεῖται, οὐδὲ ἐξ εὐωνύμων. Ἄβατος γὰρ πᾶσιν ὁ θρόνος ἐκεῖνος· οὐκ ἀνθρώποις λέγω καὶ ἁγίοις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις, καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν. Ὡς γοῦν ἐξαίρετον τοῦ Μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους φησίν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου, ὁ Θεός. Πῶς οὖν φησι, Τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ὡς ὄντων τινῶν τῶν καθεδουμένων; Οὐχ ὡς ὄντων, ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνατο τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ. Οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτων καταδεέστερα καὶ καθ' ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν· ἀλλ' ἓν ἐζήτουν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ πρὸ τῶν ἄλλων στῆναι, καὶ μηδένα εἶναι πρὸ αὐτῶν παρ' αὐτῷ· ὅπερ καὶ ἤδη ἔφθην εἰπὼν, ὅτι ἐπειδὴ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες ὅ τι ποτέ ἐστι τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. Ὃ τοίνυν φησὶν ὁ Χριστὸς, τοῦτό ἐστιν· Ἀποθανεῖσθε μὲν δι' ἐμὲ, καὶ σφαγήσεσθε τοῦ κηρύγματος ἕνεκεν, καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι τῆς προεδρίας ὑμᾶς ἀπολαῦσαι, καὶ τὴν πρώτην τάξιν κατασχεῖν. Ἂν γάρ τις ἕτερος ἔλθῃ μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένος πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκεῖνον τὸν ἀπὸ τῶν ἔργων κηρυττόμενον, ὑμῖν δώσω τὰ πρωτεῖα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν, ὥστε μὴ λυπῆσαι· αἰνιγματωδῶς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Τίσι δὲ ἡτοίμασται; Τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροῖς. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τοῦ Πατρός μου, ἵνα μὴ ἀσθενεῖν, μηδὲ ἀτονεῖν αὐτὸν φαίη τις πρὸς τὴν ἀντίδοσιν· ἀλλὰ πῶς; Οὐκ ἔστιν ἐμὸν, ἀλλ' ἐκείνων οἷς ἡτοίμασται. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐπὶ ὑποδείγματος αὐτὸ γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα κατιέναι τοῦτον, καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν τῶν μάλιστα ᾠκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι Ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαῤῥοῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν. Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων· ἆρ' οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; Οὐδαμῶς· ἀλλ' ἀποδεξόμεθα αὐτὸν τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. Ὥσπερ οὖν ἐκεῖνον οὐκ ἂν φαίημεν ἀτονοῦντα μὴ διδόναι τὸν στέφανον, ἀλλὰ μὴ βουλόμενον διαφθεῖραι τῶν ἀγώνων τὸν νόμον, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμι ἂν τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς συνελαύνοντα, μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. ∆ιὰ τοῦτό φησιν, Οἷς ἡτοίμασται. Τί γὰρ, φησὶν, ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους; τί δὲ ἂν μείζονα ἐργάσωνται; Μὴ γὰρ ἐπειδὴ μαθηταί μου γεγόνατε, διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε; Ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν. Καὶ γὰρ Πέτρῳ οὕτω φησίν· Ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐπιφάνεια δὲ τοῦ Χριστοῦ γέγονεν. Ὅτι δὲ Παύλου οὐδεὶς πρῶτος στήσεται, παντί που δῆλον. Εἰ δὲ ἀσαφέστερον ταῦτα εἴρηκε, μὴ θαυμάσῃς. Παραπεμπόμενός τε γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· (καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου·) καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφείᾳ ἀμφότερα ταῦτα κατορθοῖ. Τότε ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο. Τότε, πότε; Ὅτε ἐπετίμησεν αὐτοῖς. Ἕως μὲν γὰρ τοῦ Χριστοῦ ἡ ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ' ὁρῶντες αὐτοὺς προτιμωμένους, ἔστεργον καὶ ἐσίγων, αἰδούμενοι τὸν ∆ιδάσκαλον καὶ τιμῶντες· καὶ εἰ κατὰ διάνοιαν ἤλγουν, ἀλλ' εἰς μέσον τοῦτο ἐξενεγκεῖν οὐκ ἐτόλμων. Καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, ὅτε τὰ δίδραχμα ἔδωκεν, οὐκ ἐδυσχέραναν, ἀλλ' ἠρώτησαν μόνον, Τίς ἄρα μείζων ἐστίν; Ἐπειδὴ δὲ τῶν μαθητῶν ἐνταῦθα ἡ αἴτησις ἦν, ἀγανακτοῦσι. Καὶ οὐδὲ ἐνταῦθα εὐθέως ἀγανακτοῦσιν, ὅτε ᾔτησαν, ἀλλ' ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔφησεν οὐκ ἀπολαύσεσθαι τῶν πρωτείων αὐτοὺς, εἰ μὴ παράσχοιεν ἑαυτοὺς τούτων ἀξίους.
δʹ. Εἶδες πῶς ἀτελέστερον πάντες διέκειντο, καὶ οὗτοι κατεξανιστάμενοι τῶν δέκα, καὶ ἐκεῖνοι φθονοῦντες τοῖς δυσίν; Ἀλλ', ὅπερ ἔφην, μετὰ ταῦτά μοι αὐτοὺς δεῖξον, καὶ ὄψει πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν. Ἄκουσον γοῦν πῶς οὗτος αὐτὸς ὁ Ἰωάννης, ὁ νῦν προσ ελθὼν ὑπὲρ τούτων, πανταχοῦ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ δημηγοροῦντι καὶ θαυματουργοῦντι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Καὶ οὐκ ἀποκρύπτει αὐτοῦ τὰ κατορθώματα, ἀλλὰ καὶ τὴν ὁμολογίαν λέγει, ἣν πάντων σιγώντων ἐπεδείξατο, καὶ τὴν εἰς τὸν τάφον εἴσοδον, καὶ προτίθησιν ἑαυτοῦ τὸν ἀπόστολον. Ἐπειδὴ γὰρ ἀμφότεροι παρέμειναν σταυρουμένῳ, τὸ ἑαυτοῦ ἐγκώμιον ὑποτεμνόμενός φησιν, ὅτι Γνώριμος ἦν ὁ μαθητὴς ἐκεῖνος τῷ ἱερεῖ. Ὁ δὲ Ἰάκωβος μακρὸν μὲν οὐκ ἐπέζησε χρόνον· ἐκ προοιμίων δὲ οὕτω διεθερμάνθη, καὶ πάντα τὰ ἀνθρώπινα ἀφεὶς πρὸς ὕψος ἀνέδραμεν ἄφατον, ὡς εὐθέως σφαγῆναι. Οὕτω πάντων ἕνεκεν μετὰ ταῦτα ἄκροι ἐγένοντο. Ἀλλὰ τότε ἠγανάκτησαν. Τί οὖν ὁ Χριστός; Προσκαλεσάμενος αὐτούς φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν. Ἐπειδὴ γὰρ ἐθορυβήθησαν καὶ ἐταράχθησαν, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραΰνει, καὶ τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι. Καὶ γὰρ οἱ δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀποῤῥήξαντες, ἐγγύτερον εἱστήκεσαν ἰδιολογούμενοι. ∆ιὰ τοῦτο καὶ τούτους πλησίον ἄγει· τούτῳ τε αὐτῷ, καὶ τῷ τὸ εἰρημένον ἐκπομπεῦσαι καὶ εἰς τοὺς ἄλλους ἐξαγαγεῖν, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων. Καὶ οὐχ ὡς ἔμπροσθεν, οὕτω καὶ νῦν καταστέλλει. Πρότερον μὲν γὰρ παιδία ἄγει εἰς μέσον, καὶ τὸ ἀφελὲς αὐτῶν καὶ τὸ ταπεινὸν μιμεῖσθαι κελεύει· ἐνταῦθα δὲ πληκτικώτερον ἀπὸ τοῦ ἐναντίου ἐντρέπει λέγων· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσι· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως· ἀλλ' ὁ θέλων ἐν ὑμῖν γενέσθαι μέγας, οὗτος ἔστω πάντων διάκονος, καὶ ὁ θέλων εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος· δεικνὺς ὅτι ἐθνικῶν τὸ τοιοῦτον, τὸ τῶν πρωτείων ἐρᾷν. Καὶ γὰρ τυραννικὸν τὸ πάθος, καὶ συνεχῶς ἐνοχλοῦν καὶ μεγάλοις ἀνδράσι· διὰ τοῦτο καὶ σφοδροτέρας δεῖται πληγῆς. ∆ιὸ καὶ αὐτὸς βαθύτερον αὐτῶν καθικνεῖται, τῇ τῶν ἐθνῶν παραθέσει φλεγμαίνουσαν αὐτῶν τὴν ψυχὴν ἐντρέπων· καὶ τῶν μὲν τὸν φθόνον, τῶν δὲ τὴν ἀπόνοιαν ὑποτέμνεται, μόνον οὐχὶ λέγων· Μὴ ἀγανακτεῖτε ὡς ὑβρισμένοι. Ἑαυτοὺς γὰρ μάλιστα βλάπτουσί τε καὶ καταισχύνουσιν οἱ οὕτω τὰ πρωτεῖα ζητοῦντες· ἐν γὰρ τοῖς ἐσχάτοις εἰσίν. Οὐ γάρ ἐστι τὰ παρ' ἡμῖν οἷα τὰ ἔξωθεν. Οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν· παρ' ἐμοὶ δὲ ὁ ἔσχατος οὗτος πρῶτός ἐστιν. Ὅτι δὲ οὐχ ἁπλῶς ταῦτα λέγω, δι' ὧν ποιῶ καὶ πάσχω λάβε τὴν ἀπόδειξιν τῶν εἰρημένων. Ἐγὼ γάρ τι καὶ πλέον ἐποίησα. Βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι, καὶ καταφρονηθῆναι κατεδεξάμην, καὶ ὑβρισθῆναι. Καὶ οὐδὲ τούτοις ἠρκέσθην, ἀλλὰ καὶ ἐπὶ θάνατον ἦλθον. ∆ιὰ τοῦτό φησιν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Οὐδὲ γὰρ μέχρι τούτου ἔστην, φησὶν, ἀλλὰ καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων; Τῶν ἐχθρῶν. Σὺ δὲ ἂν ταπεινωθῇς, ὑπὲρ σαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. Μὴ τοίνυν φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαι ρουμένης. Ὅσον γὰρ ἂν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν, ὅσον ὁ ∆εσπότης σου. Ἀλλ' ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε, καὶ τὴν δόξαν ἐκλάμψαι πεποίηκε τὴν ἑαυτοῦ. Πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ' ἀγγέλοις ἐγνωρίζετο μόνοις· ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καὶ ἑτέραν προσέλαβε, τὴν ἀπὸ τῆς γνώσεως τῆς οἰκουμένης. Μὴ δὴ φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαιρουμένης. ἐὰν ταπεινώσῃς σαυτόν· ταύτῃ γὰρ μᾶλλον ἐπαίρεταί σου ἡ δόξα· ταύτῃ γίνεται μείζων. Αὕτη τῆς βασιλείας ἡ θύρα. Μὴ δὴ τὴν ἐναντίαν ἔλθωμεν, μηδὲ ἑαυτοῖς πολεμῶμεν. Ἐὰν γὰρ βουληθῶμεν μεγάλοι φαίνεσθαι, οὐκ ἐσόμεθα μεγάλοι, ἀλλὰ καὶ πάντων ἀτιμότεροι. Εἶδες πῶς πανταχοῦ ἀπὸ τῶν ἐναντίων αὐτοὺς προτρέπει, διδοὺς αὐτοῖς ὅπερ ἐπιθυμοῦσι; Καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν τοῦτο ἐδείξαμεν· καὶ ἐπὶ τῶν φιλοχρημάτων καὶ τῶν κενοδοξούντων οὕτως ἐποίησε. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων ἐλεεῖς; ἵνα δόξης ἀπολαύσῃς; Οὐκοῦν μὴ ποίει οὕτω, καὶ ἀπολαύσῃ πάντως. Τίνος δὲ ἕνεκεν θησαυρίζεις; ἵνα πλουτῇς; Οὐκοῦν μὴ θησαυρίσῃς, καὶ πλουτήσεις. Οὕτω καὶ ἐνταῦθα· τίνος ἕνεκεν τῶν πρωτείων ἐρᾷς; ἵνα πρὸ τῶν ἄλλων ᾖς; Οὐκοῦν τὴν ἐσχάτην ἐπίλεξαι τάξιν καὶ τότε τῶν πρωτείων ἀπολαύσῃ. Ὥστε εἰ θέλεις γενέσθαι μέγας. μὴ ζήτει γενέσθαι μέγας, καὶ τότε ἔσῃ μέγας. Ἐκεῖνο γὰρ μικρόν ἐστιν εἶναι.
εʹ. Ὁρᾷς πῶς αὐτοὺς ἀπήγαγε τοῦ νοσήματος, τῷ δεῖξαι καὶ ἐκεῖθεν ἐκπίπτοντας, καὶ ἐντεῦθεν ἐπιτυγχάνοντας· ἵνα τὸ μὲν φύγωσι, τὸ δὲ διώκωσι. Καὶ τῶν ἐθνῶν δὲ διὰ τοῦτο ἀνέμνησεν, ἵνα καὶ ταύτῃ τὸ πρᾶγμα ἐπονείδιστον καὶ βδελυκτὸν ἀποδείξῃ. Τὸν γὰρ ἀπονενοημένον ἀνάγκη ταπεινὸν εἶναι. καὶ τοὐναντίον τὸν ταπεινόφρονα, ὑψηλόν. Τοῦτο γὰρ τὸ ὕψος τὸ ἀληθὲς καὶ γνήσιον, καὶ οὐκ ἐν ὀνόματι μόνον, οὐδὲ ἐν προσηγορίᾳ ὅν. Καὶ τὸ μὲν ἔξωθεν ἀνάγκης ἐστὶ καὶ φόβου· τοῦτο δὲ τῷ τοῦ Θεοῦ προσέοικεν. Ὁ τοιοῦτος. κἂν παρὰ μηδενὸς θαυμάζηται, ὑψηλὸς μένει· ὥσπερ οὖν ἐκεῖνος, κἂν παρὰ πάντων θεραπεύηται, πάντων ἐστὶ ταπεινότερος. Καὶ ἡ μὲν κατὰ ἀνάγκην ἐστὶ τιμὴ, ὅθεν καὶ διαῤῥεῖ ῥᾳδίως· ἡ δὲ ἐκ προαιρέσεως, ὅθεν καὶ μένει βεβαία. Ἐπεὶ καὶ τοὺς ἁγίους διὰ τοῦτο θαυμάζομεν, ὅτι πάντων ὄντες μείζους, πάντων μᾶλλον ἑαυτοὺς ἐταπείνουν. ∆ιὸ καὶ μέχρι τῆς σήμερον μένουσιν ὄντες ὑψηλοὶ, καὶ οὐδὲ ἡ τελευτὴ τὸ ὕψος ἐκεῖνο κατήνεγκεν. Εἰ δὲ βούλεσθε, καὶ ἀπὸ λογισμῶν ἐξετάσωμεν τοῦτο αὐτό. Ὑψηλὸς εἶναι λέγεταί τις, ἢ ὅταν τῷ μήκει τοῦ σώματος τοῦτο ᾖ, ἢ ὅταν ἐφ' ὑψηλοῦ τόπου ἑστηκὼς τύχῃ· καὶ ταπεινὸς ὡσαύτως ἀπὸ τῶν ἐναντίων. Ἴδωμεν οὖν τίς τοιοῦτός ἐστιν, ὁ ἀλαζὼν, ἢ ὁ μετριάζων· ἵνα ἴδῃς, ὅτι οὐδὲν ταπεινοφροσύνης ὑψηλότερον, καὶ οὐδὲν ἀλαζονείας χθαμαλώτερον. Ὁ μὲν οὖν ἀλαζὼν πάντων βούλεται εἶναι μείζων, καὶ οὐδένα ἑαυτοῦ ἄξιον εἶναί φησι, καὶ ὅσης ἂν τύχῃ τιμῆς, πλείονος ἐρᾷ καὶ ἀντέχεται, καὶ οὐδεμιᾶς τετυχηκέναι νομίζει, καὶ διαπτύει τοὺς ἀνθρώπους, καὶ τῆς παρ' αὐτῶν ἐφίεται τιμῆς· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Καὶ γὰρ αἰνίγματι τοῦτο ἔοικεν. Οὓς γὰρ οὐδὲν ἡγεῖται, παρὰ τούτων δοξάζεσθαι βούλεται. Εἶδες πῶς ὁ ἐπαρθῆναι βουλόμενος καταπίπτει, καὶ χαμαὶ ἕστηκεν; Ὅτι γὰρ οὐδὲν εἶναι νομίζει πάντας ἀνθρώπους πρὸς ἑαυτὸν, αὐτὸς ἀποφαίνεται· τοῦτο γὰρ ἀλαζονεία. Τί τοίνυν πρὸς τὸν οὐδὲν ὄντα πίπτεις; τί παρ' ἐκείνου ζητεῖς τιμήν; τί τοσούτους ὄχλους περιάγεις; Ὁρᾷς ταπεινὸν καὶ ἐπὶ ταπεινοῦ ἑστηκότα; Φέρε οὖν ἐξετάσωμεν τὸν ὑψηλόν. Οἶδεν οὗτος ὅσον ἄνθρωπος, καὶ ὅτι μέγα ἄνθρωπος, καὶ ὅτι πάντων ἐστὶν ἔσχατος, καὶ διὰ τοῦτο ἧς ἂν ἀπολαύσῃ τιμῆς, μέγα τοῦτο τίθεται. Ὥστε οὗτος μὲν ἑαυτῷ ἀκολουθεῖ, καὶ ἔστιν ὑψηλὸς, καὶ τὴν ψῆφον οὐ μετατίθησιν· οὓς γὰρ ἡγεῖται μεγάλους, καὶ τὰς παρὰ τούτων τιμὰς μεγάλας εἶναι νομίζει, κἂν μικραὶ τύχωσιν οὖσαι, ἐπειδὴ μεγάλους ἐκείνους ἡγεῖται. Ὁ δὲ ἀλαζὼν τοὺς μὲν τιμῶντας οὐδὲν εἶναι νομίζει, τὰς δὲ παρ' αὐτῶν τιμὰς μεγάλας εἶναι ψηφίζεται. Πάλιν ὁ ταπεινὸς ὑπ' οὐδενὸς ἁλίσκεται πάθους· οὐκ ὀργὴ τούτῳ διενοχλῆσαι δυνήσεται, οὐ δόξης ἔρως, οὐ βασκανία, οὐ ζηλοτυπία· τῆς δὲ τούτων ἀπηλλαγμένης ψυχῆς τί γένοιτ' ἂν ὑψηλότερον; Ὁ δὲ ἀλαζὼν ἅπασι τούτοις κατέχεται, καθάπερ τις σκώληξ ἐγκαλινδούμενος βορβόρῳ· καὶ γὰρ καὶ ζηλοτυπία καὶ βασκανία καὶ θυμὸς ἀεὶ τὴν ἐκείνου διενοχλεῖ ψυχήν. Τίς οὖν ὑψηλός; ὁ τῶν παθῶν ἀνώτερος, ἢ ὁ δοῦλος αὐτῶν; ὁ τρέμων αὐτὰ καὶ δεδοικὼς, ἢ ὁ ἀχείρωτος καὶ οὐδαμῶς ὑπ' αὐτῶν ἁλισκόμενος; Ποῖον ὄρνιν ὑψηλότερον πέτεσθαι φαίημεν ἄν; τὸν τῶν χειρῶν καὶ τῶν καλάμων τοῦ θηρατοῦ ὑψηλότερον ὄντα, ἢ τὸν μηδὲ καλάμου ἀφιέντα δεηθῆναι τὸν θηρατὴν, ἐκ τοῦ χαμαὶ πέτεσθαι, καὶ μὴ δύνασθαι μετεωρίζεσθαί ποτε; Οὐκοῦν τοιοῦτος ὁ ἀπονενοημένος ἐστί· καὶ γὰρ ἑκάστη παγὶς εὐκόλως αὐτὸν αἱρεῖ, ἅτε χαμαὶ ἕρποντα. ʹ. Εἰ δὲ βούλει, καὶ ἀπὸ τοῦ πονηροῦ δαίμονος ἐκείνου τοῦτο ἐξέτασον. Τί γὰρ διαβόλου ταπεινότερον γένοιτ' ἂν, ἐπειδὴ ἐπήρθη; τί δὲ ἀνθρώπου ὑψηλότερον, τοῦ ταπεινοῦν ἑαυτὸν βουλομένου; Ὁ μὲν γὰρ χαμαὶ σύρεται ὑπὸ τὴν πτέρναν κείμενος τὴν ἡμετέραν· (Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων·) ὁ δὲ μετὰ τῶν ἀγγέλων ἕστηκεν ἄνω. Εἰ δὲ καὶ ἐξ ἀνθρώπων τοῦτο βούλει μαθεῖν ὑπερηφάνων, ἐννόησον τὸν βάρβαρον ἐκεῖνον, τὸν τοσαύτην ἄγοντα στρατιὰν, ὃς οὐδὲ τὰ πᾶσι δῆλα ἠπίστατο· οἷον, ὅτι ὁ λίθος ἦν λίθος, καὶ τὰ εἴδωλα, εἴδωλα· διὸ καὶ τούτων κατώτερος ἦν. Οἱ δὲ εὐσεβεῖς καὶ πιστοὶ καὶ ὑπὲρ τὸν ἥλιον ἵενται· ὧν τί γένοιτ' ἂν ὑψηλότερον; οἳ καὶ αὐτὰς ὑπερβαίνουσι τοῦ οὐρανοῦ τὰς ἁψῖδας, καὶ ἀγγέλους παρερχόμενοι, παρεστήκασιν αὐτῷ τῷ θρόνῳ τῷ βασιλικῷ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς αὐτῶν τὴν εὐτέλειαν, τίς ἂν ταπεινωθείη; ὁ βοηθούμενος παρὰ τοῦ Θεοῦ, ἢ ὁ πολεμούμενος; Εὔδηλον ὅτι ὁ πολεμούμενος. Οὐκοῦν ἄκουσον περὶ ἑκατέρων τούτων τί φησιν ἡ Γραφή. Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Πάλιν σε καὶ ἕτερον ἐρήσομαι. Τίς ὑψηλότερος, ὁ ἱερώμενος τῷ Θεῷ, καὶ θυσίαν προσάγων, ἢ ὁ πόῤῥω που τῆς παῤῥησίας ὢν τῆς πρὸς αὐτόν; Καὶ ποίαν θυσίαν προσφέρει ὁ ταπεινός; φησίν. Ἄκουσον τοῦ ∆αυῒδ λέγοντος· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἶδες τούτου τὸ καθαρόν; Βλέπε καὶ ἐκείνου τὸ ἀκάθαρτον. Ἀκάθαρτος γὰρ παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος. Πρὸς τούτοις ὁ μὲν ἔχει ἀναπαυόμενον ἐπ' αὐτῷ τὸν Θεόν. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ μετὰ τοῦ διαβόλου σύρεται· ὁ γὰρ τετυφωμένος τὰ ἐκείνου πείσεται. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Μήπως τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Καὶ τοὐναντίον δὲ οὗ βούλεται αὐτῷ συμβαίνει. Βούλεται μὲν γὰρ ἀπονοεῖσθαι, ὥστε τιμᾶσθαι· ὁ δὲ μάλιστα πάντων καταφρονούμενος οὗτός ἐστιν. Οἱ γὰρ καταγέλαστοι, οἱ πᾶσιν ἐχθροὶ καὶ πολέμιοι, οἱ εὐχείρωτοι τοῖς ἐχθροῖς, οἱ πρὸς ὀργὴν εὐέμπτωτοι, οἱ ἀκάθαρτοι παρὰ Θεῷ, οὗτοι μάλιστα πάντων εἰσί. Τί τοίνυν τούτου χεῖρον γένοιτ' ἄν; Τὸ γὰρ πέρας τοῦτό ἐστι τῶν κακῶν. Τί δὲ τῶν ταπεινῶν ἥδιον; τί δὲ μακαριώτερον, ὅταν ποθεινοὶ καὶ ἐπέραστοι ὦσι τῷ Θεῷ; Καὶ τῆς παρ' ἀνθρώπων δὲ οὗτοι μάλιστα ἀπολαύουσι δόξης, καὶ πάντες αὐτοὺς ὡς πατέρας τιμῶσιν, ὡς ἀδελφοὺς ἀσπάζονται, ὡς οἰκεῖα μέλη προσίενται. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί. Καὶ γὰρ μεθ' ὑπερβολῆς πολλῆς ταπεινοῖ ἡ ἀπόνοια. Τοῦτο ἐταπείνωσε τὸν Φαραώ. Οὐκ οἶδα γὰρ, φησὶ, τὸν Κύριον, καὶ μυιῶν καὶ βατράχων καὶ κάμπης ἐγένετο χείρων, καὶ μετὰ ταῦτα αὐτοῖς ὅπλοις καὶ ἵπποις κατεποντίζετο. Ἀπεναντίας τούτῳ Ἀβραὰμ, Ἐγὼ δὲ,φησὶν, εἰμὶ γῆ καὶ σποδὸς, καὶ μυρίων βαρβάρων ἐκράτησε, καὶ εἰς μέσον ἐμπεσὼν Αἰγυπτίων, ἐπανῄει λαμπρότερον τοῦ προτέρου τρόπαιον φέρων, καὶ ταύτης ἀντεχόμενος τῆς ἀρετῆς ἀεὶ ὑψηλότερος ἐγίνετο. ∆ιὰ τοῦτο ᾄδεται πανταχοῦ, διὰ τοῦτο στεφανοῦται καὶ ἀνακηρύττεται· ὁ δὲ Φαραὼ καὶ γῆ καὶ σποδὸς, καὶ εἴ τι τούτων εὐτελέστερον ἕτερον. Οὐδὲν γὰρ οὕτως ἀποστρέφεται ὁ Θεὸς ὡς ὑπερηφανίαν. ∆ιὰ τοῦτο ἐξ ἀρχῆς πάντα ἐποίησεν, ἵνα τοῦτο ἐξέλῃ τὸ πάθος. ∆ιὰ τοῦτο θνητοὶ γεγόναμεν, καὶ ἐν λύπαις καὶ ἐν ὀδυρμοῖς· διὰ τοῦτο ἐν πόνῳ καὶ ἐν ἱδρῶτι καὶ ἐν ἐργασίᾳ διηνεκεῖ καὶ τεταλαιπωρημένῃ. Καὶ γὰρ ἐξ ἀπονοίας ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος, προσδοκήσας ἰσοθεΐαν. ∆ιὰ τοῦτο οὔτε ἅπερ εἶχεν ἔμεινεν ἔχων, ἀλλὰ καὶ τούτων ἐξέπεσε. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· οὐ μόνον οὐδὲν ἡμῖν προστίθησι κατόρθωμα βίου, ἀλλὰ καὶ ἃ ἔχομεν ὑποτέμνεται· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον τῶν ὄντων οὐδὲν ὑποτέμνεται, ἀλλὰ καὶ τὰ μὴ ὄντα προστίθησι. Ταύτην τοίνυν ζηλώσωμεν, ταύτην διώξωμεν, ἵνα καὶ τῆς παρούσης ἀπολαύσωμεν τιμῆς, καὶ τῆς μελλούσης ἐπιτύχωμεν δόξης, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞS ʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυ φλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς ∆αυΐδ.
αʹ. Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλὰ διὰ τῆς Σαμαρείας. Ἀλλὰ τοῦτο μὲν τοῖς φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν τούτων ἀκούσωμεν, οἳ πολλῶν βλεπόντων ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδηγοῦντα ἔχοντες, οὔτε ἰδεῖν αὐτὸν δυνάμενοι ἐπιστάντα, ὅμως ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων. Τοιοῦτον γὰρ ψυχὴ καρτερική· δι' αὐτῶν τῶν κωλυόντων αἴρεται. Ὁ δὲ Χριστὸς εἴα αὐτοὺς ἐπιστομίζεσθαι, ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθῃς ἀξίως αὐτοὺς ἀπολαύοντας τῆς θεραπείας. ∆ιὰ τοῦτο οὐδὲ ἐρωτᾷ, Πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ποιεῖ· ἡ γὰρ κραυγὴ καὶ ἡ πρόσοδος ἤρκει πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν. Ἐντεῦθεν μάνθανε, ἀγαπητὲ, ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν καὶ ἀπεῤῥιμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ, καὶ δι' ἡμῶν αὐτῶν δυνησόμεθα ἀνύειν ὅπερ ἂν αἰτῶμεν. Ὅρα γοῦν καὶ οὗτοι πῶς οὐδένα τῶν ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι τὰ κωλύματα, καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Ἰησοῦν. Καίτοι παῤῥησίαν βίου οὐδεμίαν αὐτοῖς μαρτυρεῖ ὁ εὐαγγελιστὴς, ἀλλ' ἤρκεσεν ἀντὶ πάντων αὐτοῖς ἡ προ θυμία. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν ἀναβάλληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ ἀπάγοντες, μὴ ἀποστῶμεν αἰτοῦντες. Ταύτῃ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασόμεθα. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς τὴν σφοδρὰν αὐτῶν προθυμίαν οὐχ ἡ πενία, οὐχ ἡ πήρωσις, οὐ τὸ μὴ ἀκουσθῆναι, οὐ τὸ παρὰ τῶν ὄχλων ἐπιτιμηθῆναι, οὐκ ἄλλο οὐδὲν διεκώλυσε. Τοιοῦτόν ἐστι ψυχὴ ζέουσα καὶ πονουμένη. Τί οὖν ὁ Χριστός; Ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Τίνος ἕνεκεν αὐτοὺς ἐρωτᾷ; Ἵνα μή τις νομίσῃ, ὅτι ἄλλα βουλομένοις λαβεῖν ἄλλα δίδωσι. Καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῶν θεραπευομένων κατάδηλον ποιεῖν καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι' ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι' ἕτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Χαναναίας ἐποίησε γυναικὸς, τοῦτο καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, τοῦτο καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· μᾶλλον δὲ ἡ θαυμασία γυνὴ ἐκείνη καὶ προὔλαβε τοῦ ∆εσπότου τὴν πεῦσιν· ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ μετὰ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ. Οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα, καὶ πολλῷ μείζονα ἀποφαίνειν τῶν ὄντων· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Εἶτα, ἐπειδὴ εἶπον ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς ἥψατο αὐτῶν. Αὕτη γὰρ μόνον ἡ αἰτία τῆς ἰατρείας, δι' ἣν καὶ εἰς τὸν κόσμον ἦλθεν. Ἀλλ' ὅμως εἰ καὶ ἔλεος ἦν καὶ χάρις, τοὺς ἀξίους ἐπιζητεῖ. Ὅτι δὲ ἄξιοι, δῆλον καὶ ἐξ ὧν ἐβόησαν, καὶ ἐξ ὧν λαβόντες οὐκ ἀπεπήδησαν, ὃ πολλοὶ ποιοῦσι, μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες· καὶ γὰρ ἠκολούθησαν αὐτῷ. Καὶ ὅτε ἤγγισεν εἰς Ἱεροσόλυμα, καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ, λέγων· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς. Τοῦτο δὲ γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου Ζαχαρίου· Εἴπατε τῇ θυγατρὶ Σιὼν, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον, ἀλλ' οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; Προοίμια ἦν τότε τῆς οἰκονομίας· καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον κρύπτων ἑαυτόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. ∆υνατὸν μὲν γὰρ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι· ἀλλ' οὐ χρήσιμον, οὐδὲ λυσιτελὲς οὕτω. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι Εὑρήσετε ὄνον· προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ' ὅτι ἀκούσαντες σιγήσουσι. Τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων, εἰ τοὺς οὐδέποτε γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ αὐτῶν προέσθαι καὶ μηδὲν ἀντειπεῖν, καὶ διὰ τῶν μαθητῶν· οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν.
βʹ. Μηδὲ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε, τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι, ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαυμαστὰ ἦν. καὶ εἰ μηδὲν εἶπον, ἑλκομένων τῶν ὑποζυγίων, καὶ εἰ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν καὶ οὐκ ἀντέστησαν, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἐδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι, ἀλλ' οὐκ ἠθέλησε. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς, ὅπερ ἂν αἰτήσῃ διδόναι· κἂν αὐτὴν κελεύσῃ τὴν ψυχὴν προέσθαι. καὶ ταύτην παρέχειν, καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ οἱ ἄγνωστοι αὐτῷ παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοὺς ἁπάντων ἐξίστασθαι δεῖ. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἑτέραν πάλιν προφητείαν ἐπλήρου διπλῆν· τὴν μὲν δι' ἔργων, τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· ἡ δὲ διὰ τῶν ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου· καὶ γὰρ εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου. Καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτὴν, ἑτέραν πάλιν ἐδίδου προφητείας ἀρχὴν, δι' ὧν ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει, καὶ ὅτι αὐτοῖς ἐπαναπαύσεται, καὶ εἴξουσιν αὐτῷ καὶ ἕψονται· καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο δοκεῖ μόνον ἐπὶ τὸν ὄνον καθίσαι, ἀλλὰ καὶ μέ τρον ἡμῖν φιλοσοφίας παρέχων Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου, οὐδὲ δόγματα ἐφύτευε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον ἡμῖν διώρθου δι' αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας, καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. ∆ιά τοι τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν, οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ, ἀλλὰ πτωχὴν, καὶ μνηστῆρα τέκτονα ἔχουσαν, καὶ ἐν καλύβῃ γεννᾶται, καὶ ἐν φάτνῃ τίθεται· καὶ μαθητὰς ἐκλέγων, οὐ ῥήτορας καὶ σοφοὺς, οὐδὲ εὐπόρους καὶ εὐγενεῖς, ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε· καὶ τράπεζαν παρατιθέμενος, ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται, ποτὲ δὲ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνεῖσθαι κελεύων; καὶ στιβάδα ποιῶν, ἀπὸ χόρτου ποιεῖ· καὶ ἱμάτια ἀμφιεννύμενος, εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται· οἰκίαν δὲ οὐδὲ ἔσχεν. Εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ποιεῖ, καὶ οὕτως ὁδοιπορῶν, ὡς καὶ κοπιᾷν. Καὶ καθήμενος οὐ θρόνου δεῖται, οὐδὲ προσκεφαλαίου, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, ποτὲ μὲν ἐν τῷ ὄρει, ποτὲ δὲ παρὰ τὴν πηγήν· καὶ οὐ παρὰ τὴν πηγὴν μόνον, ἀλλὰ καὶ μόνος, καὶ Σαμαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς, μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. ∆ιὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε, δεικνὺς ὅτι οὐχ ἵππους, οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλὰ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω μὴ προβαίνειν, καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν δὲ καὶ τὴν προφητείαν, τὴν διὰ τῶν ῥημάτων, τὴν διὰ τῶν πραγμάτων. Τίς οὖν ἡ προφητεία; Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· οὐχὶ ἅρματα ἐλαύνων, ὡς οἱ λοιποὶ βασιλεῖς· οὐ φόρους ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων· ἀλλὰ πολλὴν τὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον· ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος ἦλθεν εἰς Ἱερουσαλήμ; Ἀλλ' οὐκ ἂν ἔχοι εἰπεῖν, ἀλλ' ἢ τοῦτον μόνον. Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου, καὶ ὁ λαὸς ὁ νέος, ὁ ποτὲ μὲν ἀκάθαρτος, μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια. ∆ιὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν· διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ἡ ὄνος ἀκολουθοῦσα τῷ πώλῳ Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν, δῆλον ἐκ τῶν εἰρημένων. Οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας τοῦ ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦνται διὰ τῶν εἰρημένων. ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἄξουσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐν ταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ' ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος, οὐκ ἐσκίρτησεν, ἀλλ' εὐτάκτως ἐφέρετο. Ὃ καὶ αὐτὸ προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο τὸ λέγον· Λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα, καὶ τὰ ἀκάθαρτα γενέσθαι λοιπὸν καθαρά.
γʹ. Ἀλλ' ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Τοσαῦτα θαύματα εἰργάσατο, καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν· ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ ὅτε ἔδοξαν μέγα τι λέγειν, τότε χαμαίζηλος ἦν αὐτῶν ἡ γνώμη, καὶ ταπεινὴ καὶ σεσυρμένη. Ταῦτα δὲ αὐτὸς ἐποίει, οὐ πομπήν τινα ἐπιδεικνύμενος, ἀλλ' ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ φιλοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον, καὶ δεικνὺς ὅτι ταῦτα πάντα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προφήτου τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ ∆αυῒδ, τὰ δὲ ὁ Ζαχαρίας προανεφώνησεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ ὑμνῶμεν, καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν εἰς ἢν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες, καὶ οὐδὲ ἀποδῦναι κελευόμενοι, ἀλλ' ἀπὸ τῶν κειμένων δαπανᾷν, μηδὲ οὕτως ὦμεν φιλότιμοι; κἀκεῖνοι μὲν παρακολουθῶσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντα παραπεμπώμεθα καὶ διακρουώμεθα καὶ ὑβρίζωμεν; Πόσης ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; Προσέρχεταί σοι δεόμενος ὁ ∆εσπότης, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ' ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα ἀκούσας τοιούτων ῥημάτων. Εἰ δὲ ἕνα ἄρτον διδοὺς καὶ ἀργύριον ὀλίγον, οὕτω βάναυσος εἶ καὶ ὀλίγωρος καὶ ὀκνηρὸς, εἰ πάντα κενῶσαι ἔδει, τίς ἂν ἐγένου; Οὐχ ὁρᾷς τοὺς ἐν τῷ θεάτρῳ φιλοτίμους, ὅσα ταῖς πόρναις προΐενται; σὺ δὲ οὐδὲ τὸ ἥμισυ τούτων δίδως, οὐδὲ τὸ πολλοστὸν πολλάκις. Ἀλλ' ὁ μὲν διάβολος κελεύει δοῦναι τοῖς τυχοῦσι, γέενναν προξενῶν, καὶ δίδως· ὁ δὲ Χριστὸς τοῖς δεομένοις, βασιλείαν ἐπαγγελλόμενος, καὶ οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ ὑβρίζεις· καὶ αἱρῇ μᾶλλον ὑπακοῦσαι τῷ διαβόλῳ, ἵνα κολασθῇς, ἢ πεισθῆναι τῷ Χριστῷ καὶ σωθῆναι. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; Ὁ μὲν γέενναν προξενεῖ, ὁ δὲ βασιλείαν· καὶ τοῦτον ἀφέντες, ἐκείνῳ προστρέχετε. Καὶ τὸν μὲν προσιόντα παραπέμπεσθε, τὸν δὲ μακρὰν ὄντα προσκαλεῖσθε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ βασιλεὺς μὲν ἁλουργίδα ἔχων, καὶ διάδημα προτεινόμενος μὴ πείθοι, λῃστὴς δὲ μάχαιραν ἐπισείων, καὶ θάνατον ἀπειλῶν πείθοι. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, διαβλέψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἀνανήψωμεν. Καὶ γὰρ ἐγὼ λοιπὸν αἰσχύνομαι περὶ ἐλεημοσύνης δια λεγόμενος, διὰ τὸ πολλάκις περὶ ταύτης τῆς ὑποθέσεως εἰπὼν, μηδὲν ἄξιον ἀνῦσαι τῆς παραινέσεως. Γέγονε μὲν γάρ τι πλέον, οὐ τοσοῦτον δὲ ὅσον ἐβουλόμην. Ὁρῶ μὲν γὰρ σπείροντας ὑμᾶς, οὐ δαψιλεῖ δὲ τῇ δεξιᾷ. ∆ιὸ καὶ φοβοῦμαι μήπως καὶ φειδομένως θερίσητε. Ὅτι γὰρ φειδομένως σπείρομεν, ἐξετάσωμεν, εἰ δοκεῖ, τίνες πλείους ἐν τῇ πόλει, πένητες ἢ πλούσιοι· καὶ τίνες οὔτε πένητες, οὔτε πλούσιοι, ἀλλ' οἱ μέσην χώραν ἔχοντες. Οἷον, ἔστι τὸ δέκατον μέρος πλουσίων, καὶ τὸ δέκατον πενήτων τῶν οὐδὲν ὅλως ἐχόντων· οἱ δὲ λοιποὶ τῶν μέσων εἰσί. ∆ιέλωμεν τοίνυν εἰς τοὺς δεομένους τὸ πᾶν πλῆθος τῆς πόλεως, καὶ ὄψεσθε τὴν αἰσχύνην ὅση. Οἱ μὲν γὰρ σφόδρα πλουτοῦντες ὀλίγοι· οἱ δὲ μετ' ἐκείνους πολλοί· πάλιν οἱ πένητες πολλῷ τούτων ἐλάττους. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν δυναμένων τοὺς πεινῶντας τρέφειν, πολλοὶ πεινῶντες καθεύδουσιν· οὐ διὰ τὸ μὴ δύνασθαι μετ' εὐκολίας αὐτοῖς ἐπαρκεῖν τοὺς ἔχοντας, ἀλλὰ διὰ τὴν πολλὴν αὐτῶν ὠμότητα καὶ ἀπανθρωπίαν. Εἰ γὰρ διέλοιντο οἵ τε πλουτοῦντες, οἵ τε μετ' ἐκείνους, τοὺς δεομένους ἄρτων καὶ ἐνδυμάτων, μόλις ἂν πεντήκοντα ἀνδράσιν ἢ καὶ ἑκατὸν λάχοι πένης εἷς. Ἀλλ' ὅμως καὶ ἐν τοσαύτῃ ἀφθονίᾳ τῶν προστησομένων ὄντες, ὀδύρονται καθ' ἑκάστην ἡμέραν. Καὶ ἵνα μάθῃς αὐτῶν τὴν ἀπανθρωπίαν, ἑνὸς τῶν ἐσχάτων εὐπόρων καὶ τῶν μὴ σφόδρα πλουτούντων πρόσοδον ἡ Ἐκκλησία ἔχουσα, ἐννόησον ὅσαις ἐπαρκεῖ καθ' ἑκάστην ἡμέραν χήραις, ὅσαις παρθένοις· καὶ γὰρ εἰς τὸν τῶν τρισχιλίων ἀριθμὸν ὁ κατάλογος αὐτῶν ἔφθασε. Μετὰ τούτων τοῖς τὸ δεσμωτήριον οἰκοῦσι, τοῖς ἐν τῷ ξενοδοχείῳ κάμνουσι, τοῖς ὑγιαίνουσι, τοῖς ἀποδημοῦσι, τοῖς τὰ σώματα λελωβημένοις, τοῖς τῷ θυσιαστηρίῳ προσεδρεύουσι, καὶ τροφῆς καὶ ἐνδυμάτων ἕνεκεν, τοῖς ἁπλῶς προσιοῦσι καθ' ἑκάστην ἡμέραν· καὶ οὐδὲν αὐτῇ τὰ τῆς οὐσίας ἠλάττωται. Ὥστε εἰ δέκα ἄνδρες μόνον οὕτως ἠθέλησαν ἀναλίσκειν, οὐδεὶς ἂν ἦν πένης.
δʹ. Καὶ τί ἔμελλον, φησὶν, οἱ παῖδες ἡμῶν διαδέχεσθαι; Τὸ κεφάλαιον ἔμενε, καὶ ἡ πρόσοδος πάλιν πλείων ἐγίνετο, ἐν οὐρανῷ θησαυριζομένων αὐτοῖς τῶν κτημάτων. Ἀλλ' οὐ βούλεσθε οὕτω; Κἂν ἐξ ἡμισείας, κἂν ἀπὸ τρίτης μοίρας, κἂν ἀπὸ τετάρτης, κἂν ἀπὸ δεκάτης. ∆ιὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν δέκα πόλεων πένητας δυνατὸν ἦν θρέψαι τὴν πόλιν τὴν ἡμετέραν. Καὶ εἰ βούλεσθε, ποιήσωμέν τινα τούτων συλλογισμόν· μᾶλλον δὲ οὐδὲ συλλογισμοῦ χρεία· καὶ γὰρ αὐτόθεν κατάδηλός ἐστιν ἡ εὐκολία τοῦ πράγματος. Ὁρᾶτε γοῦν εἰς τὰς λειτουργίας τὰς πολιτικὰς, ὅσα οἰκία μία ἀναλίσκουσα πολλάκις οὐκ ὤκνησεν, ἀλλ' οὐδὲ μικρὸν ᾔσθετο τῆς δαπάνης· ἢν εἰ τῶν πλουσίων ἕκαστος εἰς τοὺς πένητας λειτουργεῖν λειτουργίαν ἐβούλετο, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἥρπασεν ἂν τὸν οὐρανόν. Τίς οὖν ἂν εἴη συγγνώμη, ποία ἀπολογίας σκιὰ, ὅταν μηδὲ ὧν ἀφίστασθαι μέλλομεν πάντως ἀπαγόμενοι ἐντεῦθεν, μηδὲ τούτων μεταδιδῶμεν τοῖς δεομένοις μετὰ δαψιλείας τοσαύτης, μεθ' ὅσης τοῖς ἐπὶ τῆς σκηνῆς ἕτεροι, καὶ ταῦτα τοσαῦτα μέλλοντες καρποῦσθαι ἐκ τούτων; Ἔδει μὲν γὰρ, εἰ καὶ διαπαντὸς ἐνταῦθα ἦμεν, μηδὲ οὕτω φείδεσθαι τῆς καλῆς ταύτης δαπάνης ὅταν δὲ μικρὸν ὕστερον ἐντεῦθεν ἀπαγώμεθα, καὶ πάντων ἀφελκώμεθα γυμνοὶ, ποίαν ἕξομεν ἀπολογίαν, μηδὲ ἀπὸ τῶν προσόδων παρέχοντες τοῖς λιμώτ τουσι καὶ ἀγχομένοις; Οὐδὲ γὰρ ἀναγκάζω σε τὰ ὄντα μειῶσαι· οὐκ ἐπειδὴ μὴ βούλομαι, ἀλλ' ἐπειδὴ σφόδρα ὀκνοῦντα ὁρῶ. Οὐ τοίνυν τοῦτό φημι· ἀλλ' ἀπὸ τῶν καρπῶν ἀνάλωσον, καὶ μηδὲν θησαυρίσῃς ἐντεῦθεν. Ἀρκεῖ σοι ὥσπερ ἐκ πηγῆς ἔχειν ἐπιῤῥέοντα τὰ χρήματα τῶν προσόδων· ποίησον κοινωνοὺς τοὺς πένητας, καὶ γενοῦ καλὸς οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ σοι δοθέντων. Ἀλλὰ τελέσματα δίδωμι, φησί. ∆ιὰ τοῦτο οὖν καταφρονεῖς, ὅτι ἐνταῦθα οὐδεὶς ἀπαιτεῖ; κἀκείνῳ μὲν τῷ, κἂν ἐνέγκῃ, κἂν μὴ ἐνέγκῃ ἡ γῆ, λαμβάνοντι μετὰ ἀνάγκης καὶ στρεβλοῦντι οὐ τολμᾷς ἀντειπεῖν· τῷ δὲ οὕτως ἡμέρῳ, καὶ τότε ἀπαιτοῦντι, ὅταν ἐνέγκῃ ἡ γῆ, οὐδὲ μέχρι λόγου ἀποκρίνῃ; Καὶ τίς σε ἐξαιρήσεται τῶν ἀκαρτερήτων ἐκείνων κολάσεων; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ ἐπειδὴ ἐκεῖ πάντως ἕψεται τιμωρία χαλεπωτάτη μὴ δόντι, διὰ τοῦτο γίνῃ σπουδαῖος περὶ τὴν ἔκτισιν, ἐννόησον ὅτι καὶ ἐνταῦθα χαλεπωτέρα· οὐ τὸ δεθῆναι, οὐδὲ τὸ εἰς δεσμωτήριον ἐμπεσεῖν, ἀλλὰ τὸ ἀπελθεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πάντων οὖν ἕνεκεν ταῦτα πρῶτον καταθῶμεν τὰ τελέσματα. Καὶ γὰρ πολλὴ ἡ εὐκολία, καὶ μείζων ὁ μισθὸς, καὶ πλείων ἡ ἐμπορία, καὶ χείρων ἡ κόλασις ἀγνωμονοῦσιν ἡμῖν. Κόλασις γὰρ διαδέχεται τέλος οὐκ ἔχουσα. Εἰ δὲ τοὺς στρατιώτας μοι λέγεις τοὺς ὑπὲρ σοῦ πολεμοῦντας βαρβάροις, ἔστι καὶ ἐνταῦθα στρατόπεδον, τὸ τῶν πτωχῶν, καὶ πόλεμος, ὃν ὑπὲρ σοῦ πολεμοῦσιν οἱ πένητες. Ὅταν γὰρ λάβωσιν, εὐχόμενοι τὸν Θεὸν ἵλεω ποιοῦσιν· ἵλεω δὲ ποιοῦντες, ἀποκρούονται ἀντὶ βαρβάρων τὰς τῶν δαιμόνων ἐπιβουλάς· οὐκ ἀφιᾶσι σφοδρὸν εἶναι τὸν πονηρὸν, οὐδὲ ἐπιτίθεσθαι συνεχῶς, ἀλλ' ἐκλύουσιν αὐτοῦ τὴν ἰσχύν.
εʹ. Ὁρῶν τοίνυν τοὺς στρατιώτας τούτους καθ' ἑκάστην ἡμέραν πυκτεύοντας ὑπὲρ σοῦ τῷ διαβόλῳ διὰ τῶν δεήσεων καὶ τῶν εὐχῶν, ἀπαίτησον σαυτὸν τὴν καλὴν ταύτην εἰσφορὰν, τὰς ἐκείνων τροφάς. Καὶ γὰρ ἥμερος ὢν ὁ Βασιλεὺς οὗτος, οὐκ ἔδωκέ σοι τοὺς ἀπαιτοῦντας, ἀλλ' ἑκόντα βούλεται καταθεῖναι· κἂν κατὰ μικρὸν καταβάλῃς, δέχεται· κἂν ἀπορῶν διὰ πολλοῦ χρόνου καταθῇς, οὐ κατεπείγει τὸν οὐκ ἔχοντα. Μὴ δὴ τῆς μακροθυμίας αὐτοῦ καταφρονῶμεν, ἀλλὰ θησαυρίζωμεν ἑαυτοῖς μὴ ὀργὴν, ἀλλὰ σωτηρίαν· μὴ θάνατον, ἀλλὰ ζωήν· μὴ κόλασιν καὶ τιμωρίαν, ἀλλὰ τιμὰς καὶ στεφάνους. Οὐκ ἔστιν ἐνταῦθα δοῦναι μισθὸν τῆς μετακομιδῆς τῶν εἰσφερομένων, οὐκ ἔστιν ἐνταῦθα καμεῖν ἐξαργυρίζοντας. Ἂν καταβάλῃς αὐτὰ, αὐτὸς αὐτὰ μετατίθησιν εἰς τὸν οὐρανὸν ὁ ∆εσπότης· αὐτός σοι τὴν πραγματείαν κατασκευάζει κερδαλεωτέραν. Οὐκ ἔστιν ἐνταῦθα παράπομπον εὑρεῖν τῶν καταβληθέντων· μόνον κατάβαλε, καὶ εὐθέως ἄνεισιν· οὐχ ἵνα στρατιῶται ἕτεροι τραφῶσιν, ἀλλ' ἵνα σοὶ μένῃ μετ' ἐμπορίας πολλῆς. Ἐνταῦθα μὲν γὰρ ἅπερ ἂν δῷς, ἀναλαβεῖν οὐκ ἔνι· ἐκεῖ δὲ μετὰ πολλῆς ἀπολήψῃ πάλιν αὐτὰ τῆς τιμῆς, καὶ κερδανεῖς μείζω καὶ πνευματικώτερα κέρδη. Ἐνταῦθα τὰ διδόμενα ἀπαίτησίς ἐστιν· ἐκεῖ χρῆσις καὶ δάνειον καὶ ὄφλημα. Καὶ γὰρ χειρόγραφά σοι ἐποίησεν ὁ Θεός· Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ἔδωκέ σοι καὶ ἀῤῥαβῶνα καὶ ἐγγυητὰς, καὶ ταῦτα Θεὸς ὤν. Ποῖον ἀῤῥαβῶνα; Τὰ ἐν τῷ παρόντι βίῳ, τὰ αἰσθητὰ, τὰ πνευματικὰ, τὰ προοίμια τῶν μελλόντων. Τί τοίνυν ἀναβάλλῃ καὶ ὀκνεῖς, τοσαῦτα ἤδη λαβὼν, τοσαῦτα προσδοκῶν; Ἃ μὲν γὰρ ἔλαβες, ἔστι ταῦτα· σῶμα αὐτός σοι διέπλασε· ψυχὴν αὐτός σοι ἐνέθηκεν· ἐτίμησέ σε λόγῳ μόνον τῶν ἐπὶ γῆς· τῶν ὁρωμένων σοι ἁπάντων τὴν χρῆσιν ἔδωκεν· ἐχαρίσατό σοι τὴν ἑαυτοῦ γνῶσιν· τὸν Υἱὸν ἐπέδωκεν ὑπὲρ σοῦ· βάπτισμα τοσούτων γέμον ἀγαθῶν ἐδωρήσατο· ἔδωκέ σοι τράπεζαν ἱεράν· ἐπηγγείλατο βασιλείαν καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Τοσαῦτα τοίνυν λαβὼν, τοσαῦτα μέλλων λαμβάνειν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ, περὶ χρήματα ἀπολλύμενα μικρολογῇ; καὶ ποίαν ἕξεις συγγνώμην; Ἀλλὰ τοὺς παῖδας πάντως ὁρᾷς, καὶ διὰ τούτους ἀναδύῃ; Καὶ μὴν κἀκείνους παίδευσον τοιαῦτα κερδαίνειν κέρδη. Καὶ γὰρ εἰ ἀργύριον ἦν σοι δεδανεισμένον καὶ τόκους φέρον, εἶτα ὀφειλέτης εὐγνώμων ἦν, μυριάκις ἂν εἵλου ἀντὶ τοῦ χρυσίου τὸ γραμματεῖον καταλιπεῖν τῷ παιδὶ, ὥστε αὐτῷ τὰς προσόδους γενέσθαι πολλὰς, καὶ μὴ ἀναγκάζεσθαι περιϊέναι καὶ ζητεῖν ἑτέρους τοὺς δανεισομένους. Καὶ νῦν τοῦτο δὸς τὸ χειρόγραφον τοῖς παιδίοις, καὶ κατάλιπε τὸν Θεὸν αὐτοῖς ὀφειλέτην. Σὺ δὲ τοὺς μὲν ἀγροὺς οὐ πωλεῖς καὶ δίδως τοῖς παιδίοις, ἀλλ' ἐᾷς, ὅπως ἡ πρόσοδος μένῃ, καὶ ὁ τῶν χρημάτων πλεονασμὸς αὐτοῖς γένηται πλείων ἐντεῦθεν· τὸ δὲ χειρόγραφον τοῦτο, παντὸς ἀγροῦ καὶ προσόδων εὐπορώτερον, καὶ τοσούτους φέρον καρποὺς, τοῦτο δέδοικας καταλιπεῖν; καὶ πόσης ἂν εἴη τοῦτο εὐηθείας τε καὶ παραπληξίας; Καὶ ταῦτα εἰδὼς ὅτι κἂν αὐτοῖς αὐτὸ καταλίπῃς, καὶ αὐτὸς αὐτὸ λαβὼν ἀπελεύσῃ πάλιν. Τοιαῦτα γὰρ τὰ πνευματικά· πολλὴν ἔχει τὴν φιλοτιμίαν. Μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ' ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν· ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν, καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΖʹ. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάν τας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατ έστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
αʹ. Τοῦτο καὶ Ἰωάννης φησίν· ἀλλ' ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει. Ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς. Καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. Ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ πρὸ πολλοῦ. Κἀκεῖ μὲν λέγουσιν Ἰουδαῖοι· Τί σημεῖον δεικνύεις ἡμῖν; ἐνταῦθα δὲ σιγῶσι, καίτοι ἐπιτιμηθέντες, διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. Τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀντεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν. Καὶ γὰρ καὶ ἐθαυματούργησε, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας. Ἀλλ' οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ' ἠγανάκτουν· καὶ ταῦτα τοῦ προφήτου βοῶντος ἀκούοντες, καὶ τῶν παιδίων παρὰ καιρὸν ἡλικίας ἀνακηρυττόντων αὐτόν. ∆ιόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, λέγων· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Οὐ ταύτῃ δὲ μόνον δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν, ἀλλὰ καὶ τῷ θεραπεῦσαι ποικίλα νοσήματα· Προσῆλθον γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ, καὶ ἐθεράπευσεν αὐτούς· καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἐξουσίαν ἐνδείκνυται. Οἱ δὲ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλὰ μετὰ τῶν λοιπῶν θαυμάτων καὶ τῶν παίδων ἀκούοντες ἀνακηρυττόντων αὐτὸν ἀπεπνίγοντο, καί φασιν· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; Καὶ μὴν τοῦτο τοῦ Χριστοῦ ἦν εἰπεῖν πρὸς αὐτούς· Οὐκ ἀκούετε τί οὗτοι λέγουσιν; ὡς γὰρ Θεῷ ᾖδον ἐκεῖνοι Τί οὖν αὐτός; Ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον, ἐπιπληκτικώτερον κέχρηται τῇ διορθώσει, λέγων· Οὐδέποτε ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Καὶ καλῶς εἶπεν, Ἐκ στόματος. Οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὸ τῆς γλώττης ἐκείνων ἄωρον. Τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ ἀθρόον ἠχησάντων μεγάλα μετὰ διανοίας καὶ πίστεως. Καὶ τοῖς ἀποστόλοις δὲ ἐντεῦθεν οὐ μικρὰ παράκλησις. Ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες δυνήσονται τὸ κήρυγμα καταγγεῖλαι, προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν, ὅτι δώσει καὶ αὐτοῖς λόγον ὁ τούτους ποιήσας ὑμνεῖν. Οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι καὶ τῆς φύσεώς ἐστι δημιουργὸς, ἐδήλου τὸ θαῦμα. Οἱ μὲν οὖν παῖδες, καίτοι ἄωρον ἔχοντες τὴν ἡλικίαν, εὔσημα ἐφθέγγοντο καὶ τοῖς ἄνω συνῳδά· οἱ δὲ ἄνδρες παραφροσύνης γέμοντα καὶ μανίας. Τοιοῦτον γὰρ ἡ κακία. Ἐπεὶ οὖν πολλὰ ἦν αὐτοὺς τὰ παροξύνοντα, τὰ παρὰ τῶν ὄχλων, τὰ παρὰ τῆς ἐκβολῆς τῶν πωλούντων, τὰ τῶν θαυμάτων, τὰ τῶν παιδίων, πάλιν αὐτοὺς καταλιμπάνει, χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους, καὶ μὴ βουλόμενος ἄρχεσθαι τῆς διδασκαλίας, ἵνα μὴ ζέοντες τῷ φθόνῳ δυσχεραίνωσιν ἐπιπλέον πρὸς τὰ λεγόμενα. Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε. Πῶς πρωΐας πεινᾷ; Ὅτε συνεχώρησε τῇ σαρκὶ, τότε ἐπιδείκνυται αὐτῆς τὸ πάθος. Καὶ ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ' αὐτὴν, καὶ οὐδὲν εὗρεν εἰ μὴ φύλλα μόνον. Ἄλλος φησὶν εὐαγγελιστὴς, ὅτι Οὐδέπω καιρὸς ἦν· εἰ δὲ καιρὸς οὐκ ἦν, πῶς ἕτερος εὐαγγελιστής φησιν, Ἦλθεν, εἰ ἄρα εὕροι καρπὸν ἐν αὐτῇ; Ὅθεν δῆλον, ὅτι τῆς ὑπονοίας τῶν μαθητῶν ἦν τοῦτο, ἀτελέστερον ἔτι διακειμένων. Καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν πολλαχοῦ γράφουσιν οἱ εὐαγγελισταί. Ὥσπερ οὖν τοῦτο τῆς ὑπονοίας αὐτῶν ἦν, οὕτω καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι, διὰ τὸ μὴ ἔχειν καρπόν. Τίνος οὖν ἕνεκεν κατηράθη; Τῶν μαθητῶν ἕνεκεν, ἵνα θαῤῥῶσιν. Ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐηργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσι καὶ οἱ μαθηταὶ καὶ οἱ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηρᾶναι τοὺς σταυροῦντας αὐτὸν, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει· οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι· εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν παρέσχετο. Ὅταν δὲ εἰς τόπους, ἢ εἰς φυτὰ, ἢ εἰς ἄλογα γίνηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μηδὲ λέγε· Πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τοῦτο γὰρ ἐσχάτης ληρωδίας λέγειν· ἀλλὰ τὸ θαῦμα ὅρα, καὶ θαύμαζε καὶ δόξαζε τὸν θαυματουργόν. Ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέν των, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ' οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον σχῆμα τῷ πράγματι, καὶ τῆς κατάρας αὕτη ἡ πρόφασις; Ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τοῦτο ἦν. Εἰ δὲ μηδέπω καιρὸς ἦν, εἰκῆ τινες τὸν νόμον δηλοῦσθαι ἐνταῦθα λέγουσι. Καὶ γὰρ τούτου καρπὸς ἦν ἡ πίστις, καὶ τότε ἦν ὁ καιρὸς τοῦ καρποῦ τούτου, καὶ ἤνεγκε γοῦν αὐτόν. Ἤδη γὰρ αἱ χῶραι λευκαί εἰσι πρὸς θερισμὸν, φησί· καὶ, Ἀπέστειλα ὑμᾶς θερίζειν ἃ οὐχ ὑμεῖς κεκοπιάκατε.
βʹ. Οὐκ ἄρα τούτων τι αἰνίττεται ἐνταῦθα, ἀλλ' ὅπερ ἔφην ἐστὶ, τὴν δύναμιν ἐπιδείκνυται τὴν τιμωρητικήν· καὶ τοῦτο ἐκ τοῦ λέγειν, Οὔπω γὰρ ἦν καιρὸς, δείκνυσι· δηλῶν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθεν, οὐ διὰ τὴν πείνην, ἀλλὰ διὰ τοὺς μαθητὰς, οἳ καὶ σφόδρα ἐθαύμασαν, καίτοι πολλῶν ἤδη σημείων γενομένων μειζόνων· ἀλλ' ὅπερ ἔφην, ξένον τοῦτο ἦν· νῦν γὰρ πρῶτον τὴν τιμωρητικὴν ἐπεδείξατο δύναμιν. ∆ιὸ οὐδὲ ἐν ἄλλῳ φυτῷ, ἀλλ' ἐν τῷ πάντων ὑγροτάτῳ τὸ θαῦμα ἐποίησεν, ὥστε κἀντεῦθεν μεῖζον φανῆναι τὸ θαῦμα. Καὶ ἵνα μάθῃς, ὅτι δι' αὐτοὺς τοῦτο γέγονεν, ἵνα εἰς τὸ θαῤῥεῖν αὐτοὺς ἀλείψῃ, ἄκουε τῶν ἑξῆς ὧν λέγει. Τί δέ φησιν; Καὶ ὑμεῖς μείζονα ἐργάσεσθε, ἐὰν θέλητε πιστεύειν, καὶ εὐχῇ θαῤῥεῖν. Ὁρᾷς ὅτι τὸ πᾶν δι' αὐτοὺς γέγονεν, ὥστε μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς; ∆ιὸ καὶ δεύτερον τοῦτο λέγει, εὐχῇ προσηλῶν καὶ πίστει. Οὐ γὰρ δὴ τοῦτο ἐργάσεσθε μόνον, φησὶν, ἀλλὰ καὶ ὄρη μεταστήσετε, καὶ ἕτερα πλείονα ποιήσετε, πίστει καὶ εὐχῇ θαῤῥοῦντες. Ἀλλ' οἱ ἀλαζόνες Ἰουδαῖοι καὶ τετυφωμένοι, διακόψαι βουλόμενοι τὴν διδασκαλίαν αὐτοῦ, προσελθόντες ἠρώτων· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐπειδὴ γὰρ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσιν αὐτῷ διόρθωσιν. Τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ. Καὶ γὰρ ἐκεῖ λέγουσι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀλλ' ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοὺς ἐμβάλλει. Ὅθεν δῆλον, ὅτι τότε μὲν ἀρχὴ καὶ προοίμιον ἦν τῶν θαυμάτων, ἐνταῦθα δὲ τέλος. Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· Τὸν διδασκαλικὸν ἐδέξω θρόνον; ἱερεὺς ἐχειροτονήθης, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω; φησί. Καὶ μὴν οὐδὲν ἐποίησεν αὐθάδειαν ἔχον, ἀλλὰ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ· ἀλλ' ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τούτῳ ἐπισκήπτουσι. Καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα· ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. Τί οὖν αὐτός; Οὐκ ἐξ εὐθείας αὐτοῖς ἀποκρίνεται, δεικνὺς ὅτι εἰ ἤθελον ἰδεῖν αὐτοῦ τὴν ἐξουσίαν, ἠδύναντο· ἀλλ' ἀντερωτᾷ αὐτοὺς λέγων· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Καὶ ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Εἰ γὰρ εἶπον, Ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς· ∆ιατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Εἰ γὰρ ἐπίστευσαν, οὐκ ἂν ἠρώτησαν ταῦτα. Περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό σμου· καὶ, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. Ὥστε εἰ ἐπίστευσαν ἐκείνῳ, οὐδὲν ἦν τὸ κωλύον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, Οὐκ ἴσμεν, οὐκ εἶπεν, Οὐδὲ ἐγὼ οὐκ οἶδα· ἀλλὰ τί; Οὐδὲ ἐγὼ λέγω ὑμῖν. Εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Καὶ πῶς οὐκ εἶπον, ὅτι Ἐξ ἀνθρώπων τὸ βάπτισμα; Ἐφοβοῦντο τοὺς ὄχλους, φησίν. Εἶδες διεστραμμένην καρδίαν; Πανταχοῦ τοῦ Θεοῦ καταφρονοῦσι, καὶ διὰ τοὺς ἀνθρώπους ἅπαντα πράττουσι. Καὶ γὰρ καὶ τοῦτον δι' αὐτοὺς ἐφοβοῦντο, οὐκ αἰδούμενοι τὸν ἄνδρα, ἀλλὰ διὰ τοὺς ἀνθρώπους· καὶ τῷ Χριστῷ πιστεύειν διὰ τοὺς ἀνθρώπους οὐκ ἤθελον· καὶ πάντα ἐντεῦθεν αὐτοῖς ἐτίκτετο τὰ κακά. Εἶτά φησι· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε υἱοὺς δύο, καὶ λέγει τῷ πρώτῳ· Ὕπαγε, σήμερον ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς οὖν ἐκ τῶν δύο ἐποίησε τοῦ πατρὸς τὸ θέλημα; Λέγουσιν, Ὁ πρῶτος. Πάλιν διὰ παραβολῶν αὐτοὺς ἐλέγχει, τήν τε αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ τῶν σφόδρα κατεγνωσμένων καταπειθὲς αἰνιττόμενος. Τὰ γὰρ τέκνα ταῦτα τὰ δύο τοῦτο δηλοῖ, ὃ καὶ ἐπὶ τῶν ἐθνῶν καὶ ἐπὶ Ἰουδαίων γέγονε. Καὶ γὰρ ἐκεῖνοι οὐχ ὑποσχόμενοι ἀκούσεσθαι, οὐδὲ γενόμενοι ἀκροαταὶ τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν· καὶ οὗτοι εἰπόντες, Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα, διὰ τῶν ἔργων παρήκουσαν. ∆ιά τοι τοῦτο ἵνα μὴ νομίσωσι τὸν νόμον αὐτοὺς ὠφελεῖν, δείκνυσιν ὅτι αὐτὸ μὲν οὖν τοῦτο αὐτοὺς καταδικάζει· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, ὅτι Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. ∆ιὰ τοῦτο ἵνα καὶ αὐτοκατακρίτους ποιήσῃ παρ' αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ παραβολῇ ποιεῖ τοῦ ἀμπελῶνος.
γʹ. Καὶ ἵνα τοῦτο γένηται, ἐπ' ἄλλου προσώπου γυμνάζει τὸ ἔγκλημα. Ἐπειδὴ γὰρ ἐξ εὐθείας οὐκ ἠθέλησαν ὁμολογῆσαι, διὰ παραβολῆς αὐτοὺς ἐμβάλλει λοιπὸν εἰς ὅπερ ἐβούλετο. Ὅτε δὲ οὐ συνιέντες τὰ λεγόμενα τὴν ψῆφον ἐξήνεγκαν, τότε ἀποκαλύπτει τὸ συνεσκιασμένον λοιπὸν, καὶ λέγει· Ὅτι τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἦλθε γὰρ ὁ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, Πόρναι προάγουσιν ὑμᾶς, ἔδοξεν ἂν φορτικὸς εἶναι αὐτοῖς ὁ λόγος· νυνὶ δὲ, μετὰ τὴν αὐτῶν ψῆφον ἀποφαινόμενος, ἀνεπαχθὴς εἶναι δοκεῖ. ∆ιὰ τοῦτο καὶ τὴν αἰτίαν προστίθησι. Τίς δὲ ἦν αὕτη; Ἦλθεν Ἰωάννης, φησὶ, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Ἐν ὁδῷ δικαιοσύνης. Οὐδὲ γὰρ τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι ἠμελημένος τις ἦν, καὶ οὐδὲν ὠφελῶν· ἀλλὰ καὶ ὁ βίος ἀνεπίληπτος, καὶ ἡ πρόνοια πολλὴ, καὶ οὐ προσέσχετε αὐτῷ. Καὶ μετὰ τούτου καὶ ἕτερον ἔγκλημα, ὅτι τελῶναι προσέσχον· καὶ μετὰ τούτου πάλιν ἄλλο, ὅτι οὐδὲ μετ' ἐκείνους ὑμεῖς. Ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν· τὸ δὲ μηδὲ μετ' αὐτοὺς, πάσης συγγνώμης ἐστερημένον ἦν· καὶ ἄφατος κἀκείνων ἔπαινος, καὶ τούτων κατηγορία. Πρὸς ὑμᾶς ἦλθε, καὶ οὐ προσήκασθε· οὐκ ἦλθε πρὸς ἐκείνους, καὶ ἐδέξαντο· καὶ οὐδὲ ἐκείνους ἔσχετε διδασκάλους. Ὅρα διὰ πόσων ἐκείνων δείκνυται τὸ ἐγκώμιον, καὶ τούτων ἡ κατηγορία. Πρὸς ὑμᾶς ἦλθεν, οὐ πρὸς ἐκείνους. Ὑμεῖς οὐκ ἐπιστεύσατε· τοῦτο ἐκείνους οὐκ ἐσκανδάλισεν. Αὐτοὶ ἐπίστευσαν· τοῦτο ὑμᾶς οὐκ ὠφέλησε. Τὸ δὲ, Προάγουσιν, οὐχ ὡς τούτων ἑπομένων, ἀλλ' ὡς ἐλπίδα ἐχόντων, ἐὰν ἐθέλωσιν. Οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους. ∆ιὰ τοῦτο ἀεὶ λέγει· Οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. ∆ιὰ τοῦτο καὶ πόρνας παρήγαγε καὶ τελώνας, ἵνα παραζηλώσωσι. Καὶ γὰρ τὰ δύο ταῦτα ἄκρα ἁμαρτήματα, ἐξ ἔρωτος χαλεποῦ τικτόμενα, τὸ μὲν ἀπὸ σωμάτων, τὸ δὲ ἀπὸ χρημάτων ἐπιθυμίας. ∆είκνυσι δὲ, ὅτι τοῦτο μάλιστά ἐστιν ἀκοῦσαι νόμου Θεοῦ, τὸ Ἰωάννῃ πιστεῦσαι. Οὐκ ἄρα χάριτος μόνης τὸ εἰσελθεῖν πόρνας, ἀλλὰ καὶ δικαιοσύνης. Οὐ γὰρ πόρναι μένουσαι εἰσῆλθον, ἀλλ' ὑπακούσασαι καὶ πιστεύσασαι καὶ καθαρισθεῖσαι καὶ μεταβαλόμεναι, οὕτως εἰσῆλθον. Εἶδες πῶς ἀνεπαχθῆ τὸν λόγον ἐποίησε καὶ τομώτερον, ἀπὸ τῆς παραβολῆς, ἀπὸ τῆς τῶν πορνῶν ἐπαγωγῆς; Οὐδὲ γὰρ εἶπεν εὐθέως, ∆ιατί οὐκ ἐπιστεύσατε Ἰωάννῃ; ἀλλ', ὃ πολλῷ πληκτικώτερον ἦν, τοὺς τελώνας καὶ τὰς πόρνας προθεὶς, τότε τοῦτο ἐπήγαγεν, ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας διελέγχων αὐτῶν τὸ ἀσύγγνωστον, καὶ δεικνὺς, ὅτι διὰ φόβον ἀνθρώπων πάντα ποιοῦσι καὶ δόξαν κενήν. Καὶ γὰρ τὸν Χριστὸν οὐχ ὡμολόγουν διὰ φόβον, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· καὶ τὸν Ἰωάννην πάλιν οὐκ ἐτόλμων κακίζειν· οὐδὲ τοῦτο δι' εὐλάβειαν, ἀλλὰ διὰ φόβον. Ἅπερ ἅπαντα ἤλεγξε διὰ τῶν εἰρημένων, καὶ χαλεπωτέραν ὕστερον ἐπήγαγε τὴν πληγὴν, εἰπών· Ὑμεῖς δὲ εἰδότες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Κακὸν μὲν γὰρ καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν· μείζων δὲ κατηγορία, τὸ μηδὲ μεταθέσθαι. Μάλιστα γὰρ τοῦτο ἐργάζεται πολλοὺς πονηροὺς, ὃ καὶ νῦν πάσχοντας ἐνίους ὁρῶ ὑπὸ ἀναισθησίας ἐσχάτης. Ἀλλὰ μηδεὶς ἔστω τοιοῦτος· ἀλλὰ κἂν εἰς ἔσχατον κατενεχθῇ κακίας, μὴ ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ῥᾴδιον γὰρ ἐξ αὐτῶν τῶν βαράθρων τῆς πονηρίας ἀνενεγκεῖν. Ἢ οὐκ ἠκούσατε πῶς ἐκείνη ἡ πόρνη, ἡ ἐπὶ ἀσελγείᾳ πάντας παρελάσασα, πάντας ἀπέκρυψεν ἐν εὐλαβείᾳ; Οὐ τὴν ἐν τοῖς Εὐαγγελίοις λέγω, ἀλλὰ τὴν ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, τὴν ἐκ Φοινίκης τῆς παρανομωτάτης πόλεως. Καὶ γὰρ αὕτη πόρνη ποτὲ παρ' ἡμῖν ἦν, τὰ πρωτεῖα ἐπὶ τῆς σκηνῆς ἔχουσα, καὶ πολὺ τὸ ὄνομα αὐτῆς πανταχοῦ, οὐκ ἐν τῇ πόλει τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ μέχρι Κιλίκων καὶ Καππαδοκῶν. Καὶ πολλὰς μὲν ἐκένωσεν οὐσίας, πολλοὺς δὲ εἷλεν ὀρφα νούς· πολλοὶ δὲ αὐτὴν καὶ εἰς γοητείαν διέβαλλον, ὡς οὐ τῇ τοῦ σώματος ὥρᾳ μόνον, ἀλλὰ καὶ τοῖς φαρμάκοις ἐκεῖνα τὰ δίκτυα πλέκουσαν. Εἷλέ ποτε καὶ βασιλίδος ἀδελφὸν αὕτη ἡ πόρνη· καὶ γὰρ πολλὴ ἦν αὐτῆς ἡ τυραννίς. Ἀλλ' ἀθρόον οὐκ οἶδ' ὅπως, μᾶλλον δὲ οἶδα σαφῶς· βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασαμένη· κατεφρόνησεν ἁπάντων ἐκείνων, καὶ ῥίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς τὸν οὐρανὸν ἀνέδραμε. Καίτοιγε οὐδὲν αἰσχρότερον αὐτῆς ἦν, ὅτε ἐπὶ τῆς σκηνῆς ἦν· ἀλλ' ὅμως ὕστερον πολλὰς παρήλασε τῇ τῆς ἐγκρατείας ὑπερβολῇ, καὶ σάκκον περιθεμένη, πάντα τὸν χρόνον οὕτως ἠσκεῖτο. Ταύτης ἕνεκεν καὶ ὕπαρχος ἠνωχλήθη, καὶ στρατιῶται ὡπλίσθησαν, καὶ μεταστῆσαι πρὸς τὴν σκηνὴν αὐτὴν οὐκ ἴσχυσαν, οὐδὲ ἐξαγαγεῖν τῶν ὑποδεξαμένων αὐτὴν παρθένων. Αὕτη μυστηρίων καταξιωθεῖσα τῶν ἀποῤῥήτων, καὶ τῆς χάριτος ἀξίαν ἐπιδειξαμένη σπουδὴν, οὕτω τὸν βίον κατέλυσεν, ἅπαντα ἀπονιψαμένη διὰ τῆς χάριτος, καὶ μετὰ τὸ βάπτισμα πολλὴν ἐπιδειξαμένη τὴν φιλοσοφίαν. Οὐδὲ γὰρ ψιλῆς ὄψεως μετέδωκε τοῖς ποτε ἐρασταῖς ἐπὶ τοῦτο ἐλθοῦσιν, ἀποκλείσασα ἑαυτὴν, καὶ ἔτη πολλὰ καθάπερ ἐν δεσμωτηρίῳ διατελέσασα. Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· οὕτω πανταχοῦ πεπυρωμένης ἡμῖν ψυχῆς δεῖ, καὶ τὸ κωλύον οὐδὲν γενέσθαι μέγαν καὶ θαυμαστόν.
δʹ. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολλάκις γὰρ αὐτὸν ἡ πόρνη παρελεύσεται· μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ἄκουσον τί φησιν ὁ Θεὸς πρὸς τὴν Ἱερουσαλήμ· Εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ὅταν ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, ∆ιατί τοσοῦτον ἀπελείφθης χρόνον, ἂν μετανοήσωμεν· ἀλλ' ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον ὡς χρὴ προσέλθωμεν. Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προσηλώσωμεν τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν. Τοιαῦτα γέγονεν οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον; Ἀλλ' ἠδυνήθη τὸν Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος μακαριώτερον; ἀλλ' ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ ἀμφότερα ἐν ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ τῷ τούτου· καὶ γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν ὁ αὐτός. Τί τοῦ Ἰούδα μακαριώτερον; ἀλλ' ἐγένετο προδότης. Τί τοῦ Ματθαίου ἀθλιώτερον; ἀλλ' ἐγένετο εὐαγγελιστής. Τί τοῦ Παύλου χεῖρον, ἀλλ' ἐγένετο ἀπόστολος. Τί τοῦ Σίμωνος ζηλωτότερον; ἀλλ' ἐγένετο καὶ αὐτὸς ἁπάντων ἀθλιώτερος. Πόσας τοιαύτας ἑτέρας βούλει ἰδεῖν μεταβολὰς, καὶ πάλαι γεγενημένας, καὶ νῦν γινομένας καθ' ἑκάστην ἡμέραν; ∆ιὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ θαῤῥείτω. Πρὸς μὲν γὰρ τοῦτόν φησιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καὶ, Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Πάλιν πρὸς τού τους φησὶ, Γρηγορεῖτε· πρὸς δὲ ἐκείνους, Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Οὗτοι μὲν γὰρ φυλάξαι δέονται ὅπερ ἔχουσιν, ἐκεῖνοι δὲ γενέσθαι ὅπερ οὐκ εἰσίν· οὗτοι διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνοι τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι· κάμνουσι γάρ· ἀλλὰ πολλοὶ καὶ τῶν καμνόντων ὑγιαίνουσι, καὶ τῶν ὑγιαινόντων ῥᾳθυμήσαντες ἀῤῥωστοῦσι. Πρὸς μὲν οὖν ἐκείνους φησίν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· πρὸς δὲ τούτους· Θέλεις ὑγιὴς γενέσθαι; ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ∆εινὴ γὰρ, δεινὴ παράλυσις ἁμαρτία· μᾶλλον δὲ οὐ παράλυσις μόνον ἐστὶν, ἀλλὰ καὶ ἄλλο τι χαλεπώτερον. Οὐ γὰρ ἐν ἀργίᾳ μόνον ἀγαθῶν ἐστιν ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν ἐνεργείᾳ κακῶν. Ἀλλ' ὅμως κἂν οὕτω διακείμενος ᾖς, καὶ θελήσῃς μικρὸν διαναστῆναι, πάντα λύεται τὰ δεινά. Κἂν τριακονταοκτὼ ἔτη ἔχῃς, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων. Πάρεστι καὶ νῦν ὁ Χριστὸς, καὶ λέγει, Ἆρον τὴν κλίνην σου· μόνον θέλησον διαναστῆναι· μὴ ἀπογνῷς. Οὐκ ἔχεις ἄνθρωπον; ἀλλ' ἔχεις Θεόν. Οὐκ ἔχεις τὸν βάλλοντά σε εἰς τὴν κολυμβήθραν; ἀλλ' ἔχεις τὸν οὐκ ἀφιέντα σε δεηθῆναι κολυμβήθρας. Οὐκ ἔχεις τὸν ἐκεῖ σε ῥίπτοντα; ἀλλ' ἔχεις τὸν κελεύοντά σοι ἆραι τὴν κλίνην. Οὐκ ἔστιν εἰπεῖν, Ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἂν γὰρ θελήσῃς κατελθεῖν εἰς τὴν πηγὴν, οὐδεὶς ὁ κωλύων. Οὐκ ἀναλίσκεται, οὐ δαπανᾶται ἡ χάρις· πηγή τίς ἐστιν ἀναβλύζουσα διηνεκῶς· ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες θεραπευόμεθα καὶ ψυχὴν καὶ σῶμα. Προσερχώμεθα τοίνυν καὶ νῦν. Καὶ γὰρ Ῥαὰβ πόρνη ἦν, ἀλλ' ἐσώθη· καὶ ὁ λῃστὴς ἀνδροφόνος ἦν, ἀλλὰ παραδείσου πολίτης ἐγένετο· καὶ ὁ μὲν Ἰούδας μετὰ τοῦ ∆ιδασκάλου ὢν, ἀπώλετο· ὁ δὲ λῃστὴς ἐν σταυρῷ ὢν, μαθητὴς ἐγένετο. Ταῦτα τοῦ Θεοῦ τὰ παράδοξα. Οὕτως οἱ μάγοι εὐδοκίμησαν· οὕτως ὁ τελώνης εὐαγγελιστὴς ἐγένετο· οὕτως ὁ βλάσφημος, ἀπόστολος.
εʹ. Ταῦτα ὅρα, καὶ μηδέποτε ἀπογνῷς, ἀλλ' ἀεὶ θάῤῥει καὶ διανάστησον σαυτόν. Ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως. Μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος. Εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ καὶ τῇ ἀρετῇ, ἐν τῷ κόσμῳ πάντως καμῇ καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διατί μὴ τοῦτον αἱρούμεθα τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Καίτοιγε οὐδὲ ὁ αὐτὸς κάματος οὗτος κἀκεῖνος. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς καὶ κίνδυνοι συνεχεῖς, καὶ ζημίαι ἐπάλληλοι, καὶ ἡ ἐλπὶς ἄδηλος, καὶ δουλοπρέπεια πολλὴ, καὶ χρημάτων καὶ σωμάτων καὶ ψυχῆς δαπάνη· καὶ τότε ἡ τῶν καρπῶν ἀντίδοσις πολὺ τῆς ἐλπίδος καταδεεστέρα, ἂν ἄρα βλαστήσῃ. Οὐδὲ γὰρ πανταχοῦ φέρει καρπὸν ὁ τῶν βιωτικῶν πραγμάτων ἱδρώς· πλὴν ἀλλὰ καὶ ὅταν μὴ διαπέσῃ, ἀλλὰ καὶ πολλὴν ἐνέγκῃ τὴν φορὰν, ἐν βραχεῖ παραμένει τῷ χρόνῳ. Ὅταν γὰρ γηράσῃς, καὶ μηκέτι λοιπὸν ἀκριβῆ τῆς ἀπολαύσεως τὴν αἴσθησιν ἔχῃς, τότε σοι φέρει τὰς ἀμοιβὰς ὁ πόνος. Καὶ ὁ μὲν πόνος ἐν ἀκμάζοντι σώματι, ὁ δὲ καρπὸς καὶ ἡ τρυφὴ ἐν γεγηρακότι καὶ παρειμένῳ, ὅταν καὶ τὴν αἴσθησιν ὁ χρόνος καταμαράνῃ· καίτοι εἰ μὴ κατεμάρανεν, ἡ τῆς τελευτῆς ἐλπὶς οὐκ ἠφίει τρυφᾷν. Ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν πόνος, ἐν φθορᾷ καὶ τελευτῶντι σώματι· ὁ δὲ στέφανος, ἐν ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ τέλος οὐκ ἔχοντι. Καὶ ὁ μὲν πόνος καὶ πρῶτος καὶ βραχύς· ἡ δὲ ἀντίδοσις καὶ ὑστέρα καὶ ἄπειρος, ἵνα μετὰ ἀδείας ἀναπαύῃ λοιπὸν, μηδὲν προσδοκῶν ἀηδές. Οὐ γὰρ ἔστι μεταβολὴν δεῖσαι λοιπὸν, οὐδὲ ἔκπτωσιν, καθάπερ ἐνταῦθα. Ποῖα οὖν ταῦτα ἀγαθὰ, τὰ μήτε ἀσφαλῆ, καὶ βραχέα καὶ πήλινα, καὶ πρὶν ἢ φανῆναι ἀφανιζόμενα, καὶ μετὰ πολλῶν κτώμενα πόνων; Ποῖα δὲ ἐκείνων ἀγαθὰ ἴσα, τῶν ἀκινήτων, τῶν ἀγηράτων, τῶν μηδένα μόχθον ἐχόντων, τῶν καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους σοι κομιζόντων; Ὁ γὰρ χρημάτων καταφρονῶν, καὶ ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, φροντίδος ἀπαλλαττόμενος, βασκανίας, συκοφαντίας, ἐπιβουλῆς, φθόνου. Ὁ σώφρων, καὶ κοσμίως ζῶν, καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας στεφανοῦται καὶ τρυφᾷ, ἀσχημοσύνης, γέλωτος, κινδύνων κατηγορίας, τῶν ἄλλων ἁπάντων ἀπαλλαττόμενος δεινῶν. Τὰ ἄλλα πάντα ὁμοίως τῆς ἀρετῆς μέρη ἐντεῦθεν ἤδη ἡμῖν δίδωσι τὴν ἀμοιβήν. Ἵν' οὖν καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, φύγωμεν κακίαν καὶ ἑλώμεθα ἀρετήν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφήσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν
οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε
ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωρ γοῖς, καὶ ἀπεδήμησεν. Ὅτε
δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, λαβεῖν τοὺς
καρπούς. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους, οὓς μὲν ἔδειραν, οὓς δὲ ἀπέκτει
ναν, οὓς δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν
πρώτων, καὶ ἐποίη σαν αὐτοῖς ὡσαύτως. Ὕστερον ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν
αὐτοῦ, λέγων· Ἴσως ἐν τραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κλη ρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατά
σχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν
αὐτῷ· Κακοὺς κα κῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώ σεται γεωργοῖς
ἑτέροις, οἵτινες ἀποδώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ
Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ
οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
αʹ. Πολλὰ ἀπὸ τῆς παραβολῆς ταύτης αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς ἄνωθεν γεγενημένην· τὸ ἐξ ἀρχῆς αὐτῶν φονικόν· τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν· τὸ καὶ προφητῶν σφαγέντων μὴ ἀποστραφῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν Υἱὸν πέμψαι· τὸ καὶ τῆς Καινῆς καὶ τῆς Παλαιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεόν· τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν· τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τολμήματος αὐτοὺς ὑπομένειν· τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν. ∆ιὰ τοῦτο αὐτὴν μετὰ τὴν ἔμπροσθεν τίθησιν, ἵνα δείξῃ κἀντεῦθεν τὸ ἔγκλημα μεῖζον καὶ σφόδρα ἀσύγγνωστον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τοσαύτης τυχόντες ἐπιμελείας, πορνῶν καὶ τελωνῶν ἡττήθησαν, καὶ παρὰ τοσοῦτον. Θέα δὲ καὶ αὐτοῦ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν τούτων ἀργίαν τὴν ἄφατον. Καὶ γὰρ ἃ τῶν γεωργῶν ἦν, αὐτὸς ἐποίησε· τὸ φραγμὸν περιθεῖναι, τὸ φυ τεῦσαι τὸν ἀμπελῶνα, τὰ ἄλλα πάντα· καὶ μικρὸν αὐτοῖς κατέλιπε, τὸ ἐπιμελεῖσθαι τῶν ὄντων, καὶ διαφυλάξαι τὰ δοθέντα. Οὐδὲν γὰρ ἦν ἐλλειφθὲν, ἀλλὰ πάντα ἀπηρτισμένα· καὶ οὐδὲ οὕτως ἐκέρδαναν, καὶ ταῦτα τοσούτων ἀπολαύσαντες παρ' αὐτοῦ. Ὅτε γὰρ ἐξ Αἰγύπτου ἐξῆλθον, καὶ νόμον ἔδωκε, καὶ πόλιν ἀνέστησε, καὶ ναὸν ᾠκοδόμησε, καὶ θυσιαστήριον κατεσκεύασε. Καὶ ἀπεδήμησε· τουτέστιν, ἐμακροθύμησεν, οὐκ ἀεὶ τοῖς ἁμαρτήμασι παραπόδας ἐπάγων τὰς τιμωρίας· τὴν γὰρ ἀποδημίαν τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησί. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ, τουτέστι, τοὺς προφήτας, τὸν καρπὸν λαβεῖν, τουτέστι, τὴν ὑπακοὴν, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Οἱ δὲ κἀνταῦθα τὴν κακίαν ἐπεδείξαντο, οὐ τῷ μὴ δοῦναι τὸν καρπὸν τοσαύτης ἀπολαύσαντας ἐπιμελείας, ὅπερ ἀργίας ἦν, ἀλλὰ καὶ τῷ δυσχερᾶναι πρὸς τοὺς ἐλθόντας. Τοὺς γὰρ οὐκ ἔχοντας δοῦναι καὶ ὀφείλοντας, οὐκ ἀγανακτεῖν ἐχρῆν, οὐδὲ δυσχεραίνειν, ἀλλὰ παρακαλεῖν. Οἱ δὲ οὐ μόνον ἠγανάκτησαν, ἀλλὰ καὶ αἱμάτων τὰς χεῖρας ἐνέπλησαν· καὶ δίκην ὀφείλοντες, αὐτοὶ δίκην ἀπῄτουν. ∆ιὰ τοῦτο καὶ δευτέρους ἔπεμψε καὶ τρίτους, ἵνα δειχθῇ καὶ ἡ τούτων κακία, καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία. Καὶ διατί μὴ τὸν υἱὸν εὐθέως ἀπέστειλεν; Ἵνα ἐκ τῶν εἰς ἐκείνους γενομένων καταγνόντες ἑαυτῶν, καὶ τὸν θυμὸν ἀφέντες, ἐκεῖνον ἐντραπῶσιν ἐλθόντα. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι· ἀλλὰ τέως ἐπὶ τὰ ἑξῆς ἴωμεν. Τί δέ ἐστι τὸ, Ἴσως ἐντραπήσονται; Οὐχὶ ἀγνοοῦντος, ἄπαγε· ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα, καὶ ἀπολογίας πάσης ἐστερημένον. Ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε. Λέγει δὲ, Ἐντραπήσονται, τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, Ἐὰν ἄρα ἀκούσωσιν· οὐδὲ ἐκεῖ ἀγνοῶν· ἀλλ' ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόῤῥησις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις, Ἐὰν ἄρα, λέγων, καὶ, Ἴσως. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τὸ τοῦ υἱοῦ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. Τί οὖν οὗτοι; ∆έον προσδραμεῖν, δέον αἰτῆσαι συγγνώμην ἐπὶ τοῖς πεπλημμελημένοις, καὶ ἐπαγωνίζονται τοῖς προτέροις, ἐπαποδύονται τοῖς μιάσμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύπτοντες· ὃ καὶ αὐτὸς δηλῶν ἔλεγε· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα ἐνεκάλουν οἱ προφῆται λέγοντες· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις· καὶ, Αἵματα ἐφ' αἵμασι μίσγουσι· καὶ, Οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν. Ἀλλ' οὐκ ἐσωφρονίζοντο· καίτοι ταύτην λαβόντες πρώτην τὴν ἐντολὴν, τὸ, Οὐ φονεύσεις, καὶ μυρίων ἑτέρων κελευσθέντες ἀπέχεσθαι διὰ τοῦτο, καὶ διὰ πολλῶν καὶ παντοδαπῶν εἰς τὴν φυλακὴν τῆς ἐντολῆς ταύτης ἐναγόμενοι. Ἀλλ' ὅμως τὴν πονηρὰν ἐκείνην οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ τί λέγουσιν ἰδόντες αὐτόν; ∆εῦτε, ἀποκτείνωμεν αὐτόν. Τίνος ἕνεκεν, καὶ διατί; τί ποτε ἔχοντες ἐγκαλεῖν, ἢ μικρὸν, ἢ μέγα; Ὅτι ἐτίμησεν ὑμᾶς, καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο δι' ὑμᾶς, καὶ τὰ μυρία ἐκεῖνα εἰργάσατο θαύματα; ἀλλ' ὅτι τὰ ἁμαρτήματα συνεχώρει; ἀλλ' ὅτι ἐπὶ βασιλείαν ἐκάλει; Ὅρα δὲ μετὰ τῆς ἀσεβείας καὶ τὴν ἄνοιαν πολλὴν οὖσαν, καὶ τὴν αἰτίαν τῆς σφαγῆς πολλῆς γέμουσαν παραπληξίας. Ἀποκτείνωμεν γὰρ αὐτὸν, φησὶ, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ ποῦ ἀποκτεῖναι βουλεύονται; Ἔξω τοῦ ἀμπελῶνος.
βʹ. Εἶδες πῶς προφητεύει καὶ τὸν τόπον, ἔνθα ἔμελλε σφάττεσθαι; Καὶ ἐκβαλόντες ἀπέκτειναν. Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο ὃ παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπον, Μὴ γένοιτο· καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. Ἐμβλέψας γὰρ αὐτοῖς εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένον, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· καὶ πᾶς ὁ πεσὼν ἐπ' αὐτὸν συνθλασθήσεται; Ὁ δὲ Ματθαῖος, ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Ἀλλ' οὐκ ἔστι τοῦτο ἐναντιολογίας. Καὶ γὰρ ἀμφότερα γέγονε· καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν καθ' ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων εἶπον, Μὴ γένοιτο· καὶ τὸν προφήτην αὐτοῖς ἐπετείχισε, πείθων αὐτοὺς, ὅτι πάντως ἔσται τοῦτο. Ἀλλ' ὅμως οὐδὲ οὕτω τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν λαβὴν, ἀλλ' ᾐνίξατο εἰπὼν, ∆ώσει τὸν ἀμπελῶνα ἄλλοις. ∆ιὰ τοῦτο δὴ καὶ διὰ παραβολῆς εἴρηκεν, ἵνα αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσιν· ὅπερ καὶ ἐπὶ τοῦ ∆αυῒδ γέγονεν, ὅτε ἔκρινε τὴν παραβολὴν τοῦ Νάθαν. Σὺ δέ μοι σκόπει κἀντεῦθεν πῶς δικαία ἡ ψῆφος, ὅταν αὐτοὶ οἱ μέλλοντες κολάζεσθαι ἑαυτοὺς καταδικάζωσιν. Εἶτα ἵνα μάθωσιν, ὅτι οὐ μόνον ἡ τοῦ δικαίου φύσις ταῦτα ἀπῄτει, ἀλλὰ καὶ ἄνωθεν ἡ τοῦ Πνεύματος χάρις προὔλεγε ταῦτα, καὶ ὁ Θεὸς οὕτως ἐψηφίζετο, καὶ προφητείαν ἐπήγαγε, καὶ ἐντρεπτικῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Οὐδέποτε ἀνέγνωτε, ὅτι Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· διὰ πάντων δεικνὺς, ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἔμελλον ἀπιστοῦντες, τὰ δὲ ἔθνη εἰσάγεσθαι. Τοῦτο καὶ διὰ τῆς Χαναναίας, τοῦτο καὶ διὰ τοῦ ὄνου, καὶ διὰ τοῦ ἑκατοντάρχου, καὶ δι' ἄλλων πολλῶν παραβολῶν ᾐνίξατο· τοῦτο καὶ νῦν. ∆ιὸ καὶ ἐπήγαγε· Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· προδηλῶν, ὅτι τὰ ἔθνη πιστεύοντα, καὶ Ἰουδαίων ὅσοι ἂν καὶ αὐτοὶ πιστεύσωσιν, ἔσονται ἓν, καίτοι τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν. Εἶτα, ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν, ἀλλὰ καὶ σφόδρα εὐαπόδεκτον τὸ συμβαῖνον, καὶ παράδοξον, καὶ τῶν ὁρώντων ἕκαστον ἐκπλῆττον· (καὶ γὰρ ἦν θαῦμα σφόδρα ἄφατον·) ἐπήγαγε λέγων· Παρὰ Κυρίου ἐγένετο αὕτη. Λίθον δὲ ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων· ὃ καὶ Ἰεζεκιήλ φησιν· Οἱ οἰκοδομοῦντες τὸν τοῖχον, καὶ ἀλείφοντες ἀναρτύτως. Πῶς δὲ ἀπεδοκίμασαν; Λέγοντες, Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· Οὗτος πλανᾷ τὸν ὄχλον· καὶ πάλιν, Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις. Εἶτα, ἵνα γνῶσιν ὅτι οὐ μέχρι τοῦ ἐκβληθῆναι αὐτοὺς ἡ ζημία, ἐπήγαγε καὶ τὰς κολάσεις, λέγων· Πᾶς ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. ∆ύο φησὶν ἀπωλείας ἐνταῦθα· μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, Ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον· ἑτέραν δὲ, τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν, καὶ τῆς συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσεν εἰπὼν, Λικμήσει αὐτόν. ∆ιὰ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. Ὁ μὲν οὖν προφήτης Ἡσαΐας τὸν ἀμπελῶνα αἰτιᾶσθαί φησιν αὐτόν· ἐνταῦθα δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ διαβάλλει. Καὶ ἐκεῖ μέν φησι· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα; καὶ ἀλλαχοῦ πάλιν· Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; δεικνὺς αὐτῶν τὴν ἀχάριστον γνώμην, καὶ ὅτι πάντων ἀπολαύοντες, τοῖς ἐναντίοις ἠμείβοντο· ἐνταῦθα δὲ μετὰ πλείονος τίθησιν αὐτὸ ὑπερβολῆς. Οὐ γὰρ αὐτὸς ἀποφαίνεται λέγων· Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; ἀλλ' αὐτοὺς ἐκείνους εἰσάγει ψηφιζομένους, ὅτι οὐδὲν ἐνέλιπε, καὶ καταδικάζοντας ἑαυτούς. Ὅταν γὰρ εἴπωσιν, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οὐδὲν ἕτερον ἢ τοῦτο λέγουσι, μετὰ πολλῆς τῆς περιουσίας τὴν ψῆφον ἐκφέροντες. Τοῦτο καὶ Στέφανος αὐτοῖς ὀνειδίζει, ὃ καὶ μάλιστα αὐτοὺς ἔδακνεν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ προνοίας, τοῖς ἐναντίοις ἠμείβοντο τὸν εὐεργέτην· ὅπερ καὶ αὐτὸ μέγιστον ἦν σημεῖον τοῦ μὴ τὸν κολάζοντα, ἀλλὰ τοὺς κολαζομένους αἰτίους εἶναι τῆς τιμωρίας τῆς ἐπαγομένης αὐτοῖς. Τοῦτο δὴ καὶ ἐνταῦθα δείκνυται διὰ τῆς παραβολῆς, διὰ τῆς προφητείας. Οὐδὲ γὰρ ἠρκέσθη τῇ παραβολῇ μόνον, ἀλλὰ καὶ προφητείαν διπλῆν ἐπήγαγε, τὴν μὲν τοῦ ∆αυῒδ, τὴν δὲ παρ' ἑαυτοῦ. Τί οὖν ἐχρῆν ταῦτα ἀκούσαντας ποιεῖν; οὐχὶ προσκυνῆσαι; οὐχὶ θαυμάσαι τὴν κηδεμονίαν, τὴν ἔμπροσθεν, τὴν μετὰ ταῦτα; Εἰ δὲ μηδενὶ τούτων ἐγένοντο βελτίους, τῷ γοῦν φόβῳ τῆς κολάσεως οὐκ ἔδει γενέσθαι σωφρονεστέρους; Ἀλλ' οὐκ ἐγένοντο· ἀλλὰ τί μετὰ ταῦτα; Ἀκούσαντες, φησὶν, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Ἠσθάνοντο γὰρ λοιπὸν, ὅτι αὐτοὺς ᾐνίττετο. Ποτὲ μὲν οὖν κατεχόμενος, διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. Ὃ καὶ θαυμάζοντες ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς; ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ τῷ φόβῳ τοῦ πλήθους κατείχοντο, ἀρκεῖται τούτῳ, καὶ οὐ παραδοξοποιεῖ, ὥσπερ ἔμπροσθεν, διὰ μέσου ἀναχωρῶν καὶ μὴ φαινόμενος. Οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. Οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὐδὲ ἀπὸ τῶν εἰρημένων· οὐ τὴν τῶν προφητῶν μαρτυρίαν, οὐ τὴν ἑαυτῶν ᾐδοῦντο ψῆφον, οὐ τὴν τῶν πολλῶν γνώμην· οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία καὶ ὁ τῆς κενοδοξίας ἐπήρωσεν ἔρως, καὶ τὸ τὰ πρόσκαιρα ζητεῖν.
γʹ. Οὐδὲν γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει· οὐδὲν οὕτω ποιεῖ τῶν μελλόντων ἐκπίπτειν, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις· οὐδὲν οὕτω ποιεῖ καὶ τούτων κἀκείνων ἀπολαύειν, ὡς τὸ πάντων ἐκεῖνα προτιμᾷν. Ζητεῖτε γὰρ, φησὶν ὁ Χριστὸς, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καίτοι εἰ μηδὲ τοῦτο προσέκειτο, οὐδὲ οὕτως αὐτῶν ἐφίεσθαι ἔδει. Νῦν δὲ ἐν τῷ λαβεῖν ἐκεῖνα, καὶ ταῦτα ἔστι προσλαβεῖν· καὶ οὐδὲ οὕτως ἔνιοι πείθονται· ἀλλὰ λίθοις ἀναισθήτοις ἐοίκασι, καὶ σκιὰς διώκουσιν ἡδονῆς. Τί γὰρ ἡδὺ τῶν ἐν τῷ παρόντι βίῳ; τί δὲ τερπνόν; Μετὰ γὰρ παῤῥησίας ὑμῖν πλείονος διαλεχθῆναι βούλομαι σήμερον· ἀλλὰ ἀνάσχεσθε, ἵνα μάθητε ὅτι ὁ δοκῶν οὗτος φορτικὸς εἶναι βίος καὶ ἐπαχθὴς, ὁ τῶν μοναχῶν λέγω καὶ τῶν ἐσταυρωμένων, πολὺ τούτου τοῦ δοκοῦντος εἶναι προσηνοῦς καὶ ἁπαλωτέρου γλυκύτερός ἐστι καὶ ποθεινότερος. Καὶ τούτου μάρτυρες ὑμεῖς, οἱ θάνατον πολλάκις αἰτήσαντες ἐν ταῖς καταλαβούσαις ὑμᾶς περιστάσεσι καὶ ἀθυμίαις, καὶ ἐκείνους μακαρίσαντες τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαίοις, τοὺς μὴ γεγαμηκότας, τὸν ἀπράγμονα βίον ζῶντας, οἵ τε ἐν ταῖς τέχναις, οἵ τε ἐν ταῖς στρατείαις, οἵ τε ἁπλῶς ζῶντες καὶ εἰκῆ, καὶ ἐν τῇ σκηνῇ διημερεύοντες καὶ ταῖς ὀρχήστραις. Καὶ γὰρ ἐκεῖθεν, εἰ καὶ μυρίαι ἡδοναὶ βρύειν δοκοῦσι καὶ εὐφροσύνης πηγαὶ, ἀλλὰ μυρία τίκτεται πικρότερα βέλη. Ἂν γὰρ ἁλῷ τις ἔρωτι κόρης τινὸς τῶν ὀρχουμένων ἐκεῖ, ὑπὲρ μυρίας στρατείας, ὑπὲρ μυρίας ἀποδημίας χαλεπωτέραν ὑποστήσεται βάσανον, πάσης πόλεως πολιορκουμένης ἀθλιώτερον διακείμενος. Πλὴν ἀλλ' ἵνα μὴ ἐκεῖνα ἐξετάσωμεν τέως, τῷ συνειδότι ταῦτα ἀφέντες τῶν ἑαλωκότων, φέρε περὶ τοῦ τῶν πολλῶν διαλεχθῶμεν βίου· καὶ τοσοῦτον εὑρήσομεν τὸ μέσον ἑκατέρας τῆς ζωῆς ταύτης, ὅσον λιμένος καὶ πελάγους συνεχῶς ἀνέμοις διακοπτομένου τὸ διάφορον. Σκόπει δὲ ἀπὸ τῶν καταγωγίων εὐθέως τὰ προοίμια τῆς εὐημερίας. Ἀγορὰς γὰρ καὶ πόλεις καὶ τοὺς ἐν μέσῳ φυγόντες θορύβους, τὸν ἐν ὄρεσι βίον εἵλοντο, τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς τὰ παρόντα, τὸν οὐδὲν ἀνθρώπινον ὑπομένοντα, οὐ λύπην βιωτικὴν, οὐκ ὀδύνην, οὐ φροντίδα τοσαύτην, οὐ κινδύνους, οὐκ ἐπιβουλὰς, οὐ βασκανίαν, οὐ ζηλοτυπίαν, οὐκ ἔρωτας ἀτόπους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐντεῦθεν ἤδη τὰ τῆς βασιλείας μελετῶσι, νάπαις ὁμιλοῦντες καὶ ὄρεσι καὶ πηγαῖς, καὶ ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ, καὶ πρὸ τούτων ἁπάντων τῷ Θεῷ. Καὶ παντὸς μὲν θορύβου τὸ δωμάτιον αὐτοῖς καθαρὸν, παντὸς δὲ πάθους ἡ ψυχὴ καὶ νοσήματος ἐλευθέρα, λεπτὴ καὶ κούφη, καὶ τοῦ λεπτοτάτου ἀέρος σφόδρα καθαρωτέρα. Ἔργον δὲ αὐτοῖς, ὅπερ ἦν καὶ τῷ Ἀδὰμ παρὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἁμαρτίας, ὅτε τὴν δόξαν ἠμφιεσμένος ἦν, καὶ τῷ Θεῷ μετὰ παῤῥησίας ὡμίλει, καὶ τὸ χωρίον ἐκεῖνο τὸ πολλῆς γέμον μακαριότητος ᾤκει. Τί γὰρ οὗτοι χεῖρον ἐκείνου διάκεινται, ὅτε πρὸ τῆς παρακοῆς ἐτέθη ἐργάζεσθαι τὸν παράδεισον; Οὐδεμία φροντὶς ἦν αὐτῷ βιωτική; ἀλλ' οὐδὲ τούτοις. Θεῷ διελέγετο μετὰ καθαροῦ συνειδότος; τοῦτο καὶ οὗτοι· μᾶλλον δὲ καὶ πολλῷ μείζονα ἔχουσι παῤῥησίαν ἐκείνου, ὅσῳ καὶ μείζονος ἀπολελαύκασι χάριτος διὰ τῆς τοῦ Πνεύματος χορηγίας. Ἐχρῆν μὲν οὖν ὑμᾶς ὄψει ταῦτα παραλαμβάνειν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀλλ' ἐν θορύβοις καὶ ἀγοραῖς διατρίβετε, κἂν λόγῳ γοῦν διδάξωμεν ὑμᾶς, ἓν μέρος ἀπολαβόντες αὐτῶν τῆς διαγωγῆς· πάντα γὰρ οὐ δυνατὸν ἐπελθεῖν τὸν ἐκείνων βίον. Οὗτοι οἱ φωστῆρες τῆς οἰκουμένης, ἐπειδὰν ἥλιος ἀνίσχῃ, μᾶλλον δὲ πολλῷ πρὸ τῆς ἀκτῖνος, ἀπὸ τῆς εὐνῆς ἀναστάντες, ὑγιεῖς καὶ ἐγρηγορότες καὶ νήφοντες· (οὔτε γὰρ λύπη τις καὶ φροντὶς, οὔτε καρηβαρία καὶ πόνος καὶ πραγμάτων ὄχλος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοῖς ἐνοχλεῖ, ἀλλ' ὡς ἄγγελοι διάγουσιν ἐν οὐρανῷ) ἀναστάντες τοίνυν εὐθέως ἀπὸ τῆς εὐνῆς φαιδροὶ καὶ γεγηθότες; καὶ χορὸν ἕνα στησάμενοι, ἐν φαιδρῷ τῷ συνειδότι συμφώνως ἅπαντες ὥσπερ ἐξ ἑνὸς στόματος, ὕμνους εἰς τὸν τῶν ὅλων ᾄδουσι Θεὸν, γεραίροντές τε αὐτὸν, καὶ χάριν εἰδότες ὑπὲρ ἁπάντων αὐτῷ, τῶν τε ἰδίων, τῶν τε κοινῶν εὐεργετημάτων. Ὥστε, εἰ δοκεῖ, τὸν Ἀδὰμ ἀφέντες, ἐρωτήσομεν τί τῶν ἀγγέλων οὗτος διέστηκεν ὁ χορὸς τῶν ἐπὶ γῆς ᾀδόντων καὶ λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἡ στολὴ δὲ αὐτοῖς τῆς ἀνδρίας ἀξία. Οὐ γὰρ δὴ κατὰ τοὺς ἑλκεχίτωνας καὶ ἐκνενευρισμένους καὶ διακλωμένους εἰσὶν ἐστολισμένοι· ἀλλὰ κατὰ τοὺς μακαρίους ἐκείνους ἀγγέλους, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰωάννην, κατὰ τοὺς ἀποστόλους· τῶν ἱματίων κατεσκευασμένων αὐτοῖς, τοῖς μὲν ἀπὸ τριχῶν αἰγῶν, τοῖς δὲ ἀπὸ τριχῶν καμήλων· εἰσὶ δὲ οἷς Καὶ δέρματα ἤρκεσε μόνον, καὶ ταῦτα πάλαι πεπονηκότα. Εἶτα ἐπειδὰν τὰς ᾠδὰς ἐκείνας εἴπωσι, τὰ γόνατα κάμψαντες, τὸν ὑμνηθέντα Θεὸν παρακαλοῦσιν ὑπὲρ πραγμάτων, ὧν ἔνιοι οὐδὲ εἰς ἔννοιαν ταχέως ἔρχονται. Αἰτοῦσι γὰρ τῶν μὲν παρόντων οὐδέν· οὐδεὶς γὰρ αὐτοῖς τούτων λόγος· τὸ δὲ μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· καὶ τὸ μηδένα ἀκοῦσαι τῆς φοβερᾶς ἐκείνης φωνῆς τῆς λεγούσης, Οὐκ οἶδα ὑμᾶς· καὶ ὥστε μετὰ καθαροῦ συνειδότος καὶ πολλῶν τῶν κατορθωμάτων τὸν ἐπίμοχθον τοῦτον διανύσαι βίον, καὶ τὸ χαλεπὸν πλεῦσαι πέλαγος ἐξ οὐρίας. Ἡγεῖται δὲ αὐτοῖς τῆς εὐχῆς, ὁ πατὴρ καὶ ὁ προεστηκώς. Εἶτα ἀναστάντες καὶ τελέσαντες τὰς ἁγίας ἐκείνας καὶ συνεχεῖς εὐχὰς, ἀνισχούσης τῆς ἀκτῖνος, εἰς ἔργον ἄπεισιν ἕκαστος, πολλὴν πρόσοδον ἐντεῦθεν τοῖς δεομένοις συνάγοντες.
δʹ. Ποῦ νῦν εἰσιν οἱ τοῖς διαβολικοῖς ἑαυτοὺς ἐκδιδόντες χοροῖς καὶ τοῖς ᾄσμασι τοῖς πορνικοῖς, καὶ ἐν θεάτροις καθήμενοι; Αἰσχύνομαι μὲν γὰρ μεμνημένος ἐκείνων· πλὴν διὰ τὴν ἀσθένειαν ὑμῶν ἀνάγκη καὶ τοῦτο ποιῆσαι. Καὶ γὰρ ὁ Παῦλός φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καὶ ἡμεῖς τοίνυν, φέρε παρεξετάσωμεν τὸν χορὸν τὸν ἐκ τῶν πορνευομένων γυναικῶν καὶ τῶν ἡταιρηκότων νέων συνεστῶτα ἐν τῇ σκηνῇ. καὶ τοῦτον αὐτὸν τὸν τῶν μακαρίων τούτων, εἰς ἡδονῆς λόγον δι' ἣν μάλιστα πολλοὶ τῶν ῥᾳθύμων νέων ἁλίσκονται ταῖς ἐκείνων παγίσι. Τοσοῦτον γὰρ τὸ μέσον εὑρήσομεν, ὅσον εἰ ἀγγέλων τις ἤκουσεν ᾀδόντων ἄνω τὴν παναρμόνιον μελῳδίαν ἐκείνην, καὶ κυνῶν καὶ χοίρων ἐπὶ τῆς κοπρίας κατωρυομένων καὶ γρυζόντων. ∆ιὰ τούτων μὲν γὰρ τῶν στομάτων ὁ Χριστὸς, δι' ἐκείνων δὲ τῆς γλώττης ὁ διάβολος φθέγγεται. Ἀλλὰ σύριγγες συνηχοῦσιν ἐκείνοις ἀσήμῳ φωνῇ καὶ ἀτερπεῖ τῇ ὄψει, τῶν γνάθων αὐτοῖς φυσωμένων, καὶ τῶν νεύρων διασπωμένων; Ἀλλ' ἐνταῦθα ἡ τοῦ Πνεύματος ἐνηχεῖ χάρις, ἀντὶ αὐλοῦ καὶ κιθάρας καὶ σύριγγος τοῖς τῶν ἁγίων στόμασι κεχρημένη. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐ δυνατὸν παραστῆσαι τὴν ἡδονὴν διὰ τοὺς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλωμένους. ∆ιὰ τοῦτο καὶ ἐβουλόμην τινὰ τῶν περὶ ταῦτα μαινομένων λαβεῖν, καὶ ἀπαγαγεῖν ἐκεῖ, καὶ δεῖξαι τῶν ἁγίων τὸν χορὸν τούτων, καὶ οὐκ ἂν ἐδέησέ μοι λόγου λοιπόν. Πλὴν κἂν πρὸς πηλίνους διαλεγώμεθα, πειρασόμεθα καὶ τῷ λόγῳ κἂν μετὰ μικρὸν αὐτοὺς ἀνασπάσαι τῆς ἰλύος καὶ τῶν τελμάτων. Ἐκεῖθεν μὲν γὰρ εὐθέως πῦρ δέχεται ἔρωτος ἀτόπου ὁ ἀκροατής· ὡς γὰρ οὐκ ἀρκούσης τῆς ὄψεως τῆς πόρνης φλέξαι τὴν διάνοιαν, καὶ τὴν ἀπὸ τῆς φωνῆς προστιθέασι λύμην· ἐνταῦθα δὲ, κἂν ἔχῃ τι τοιοῦτον ἡ ψυχὴ, ἀποτίθεται εὐθέως. Οὐχ ἡ φωνὴ δὲ μόνον, οὐδὲ ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἱμάτια μᾶλλον τούτων θορυβεῖ τοὺς ὁρῶντας. Κἂν πένης ᾖ τις τῶν παχυτέρων καὶ ἠμελημένων, ἀπὸ τῆς θεωρίας μυρία ἀποδυσπετήσει πολλάκις, καὶ πρὸς ἑαυτὸν ἐρεῖ, ὅτι Ἡ μὲν πόρνη καὶ ὁ ἡταιρηκὼς, μαγείρων τέκνα καὶ σκυτοτόμων, πολλάκις δὲ καὶ οἰκετῶν, ἐν τοσαύτῃ ζῶσι τρυφῇ· ἐγὼ δὲ ἐλεύθερος καὶ ἐς ἐλευθέρων, δικαίους πόνους αἱρούμενος, οὐδὲ ὄναρ ταῦτα φαντασθῆναι δύναμαι· καὶ οὕτως ἐμπρησθεὶς ὑπὸ τῆς ἀθυμίας ἄπεισιν. Ἐπὶ δὲ τῶν μοναχῶν οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Ὅταν γὰρ ἴδῃ πλουσίων παῖδας καὶ προγόνων περιφανῶν ἐκγόνους τοιαῦτα ἠμφιεσμένους ἱμάτια, οἷα οὐδὲ οἱ ἔσχατοι τῶν πενήτων. καὶ ἐπὶ τούτῳ χαίροντας, ἐννοήσατε πόσην τῆς πενίας παραμυθίαν δεξάμενος ἄπεισι. Κἂν πλούσιος ᾖ, σωφρονισθεὶς ἀναχωρεῖ, βελτίων γενόμενος. Πάλιν ἐν μὲν τῷ θεάτρῳ ὅταν ἴδωσι χρυσία περικειμένην τὴν πόρνην, ὁ μὲν πένης οἰμώξεται καὶ θρηνήσει, τὴν ἑαυτοῦ γυναῖκα οὐδὲν τοιοῦτον ἔχουσαν βλέπων· οἱ δὲ πλουτοῦντες ὑπερόψονται καὶ διαπτύσουσιν ἀπὸ τῆς θέας ταύτης τὰς συνοικούσας αὐτοῖς. Ὅταν γὰρ καὶ σχῆμα, καὶ βλέμμα, καὶ φωνὴν, καὶ βάδισιν, πάντα διακεκλασμένα ἐκείνη παρέχῃ τοῖς ὁρῶσιν, ἐμπρησθέντες ἀναχωροῦσι, καὶ αἰχμάλωτοι λοιπὸν εἰς τὰς οἰκίας εἰσέρχονται τὰς ἑαυτῶν. Ἐντεῦθεν αἱ ὕβρεις καὶ αἱ ἀτιμίαι, ἐντεῦθεν αἱ ἀπέχθειαι, οἱ πόλεμοι, οἱ θάνατοι οἱ καθημερινοί· ἐντεῦθεν ἀβίωτος τοῖς ἁλοῦσιν ὁ βίος, καὶ ἡ συνοικοῦσα λοιπὸν ἀηδὴς, καὶ τὰ παιδία οὐχ ὁμοίως ποθεινὰ, καὶ πάντα ἄνω καὶ κάτω τὰ τῆς οἰκίας, καὶ ὑπ' αὐτῆς λοιπὸν τῆς ἀκτῖνος ἐνοχλεῖσθαι δοκεῖ. Ἀλλ' οὐκ ἀπὸ τῶν χορῶν τούτων ἀηδία τις τοιαύτη· ἀλλ' ἥμερον καὶ πρᾶον δέξεται ἡ γυνὴ τὸν ἄνδρα, πάσης ἡδονῆς ἀτόπου ἀπηλλαγμένον, καὶ εὐκολώτερον αὐτῷ χρήσεται, ἢ πρὸ τούτου. Τοιαῦτα ὁ μὲν χορὸς ἐκεῖνος τίκτει κακὰ, οὗτος δὲ ἀγαθά· ὁ μὲν ἀπὸ προβάτων λύκους ποιῶν, οὗτος δὲ ἀπὸ λύκων ἀρνειοὺς ἐργαζόμενος. Ἀλλ' οὔπω περὶ τῆς ἡδονῆς οὐδὲν οὐδέπω τάχα εἰρήκαμεν. Καὶ τί γένοιτ' ἂν ἥδιον τοῦ μὴ θορυβεῖσθαι μηδὲ ὀδυνᾶσθαι τὴν διάνοιαν, μηδὲ ἀθυμεῖν καὶ στένειν; Πλὴν ἀλλὰ καὶ περαιτέρω τὸν λόγον προαγάγωμεν, καὶ ἑκατέρας τῆς ᾠδῆς καὶ τῆς θέας τὴν ἀπόλαυσιν ἐξετάσωμεν· καὶ ὀψόμεθα τὴν μὲν μέχρις ἑσπέρας μένουσαν, ἕως ἂν ἐν τῷ θεάτρῳ καθέζηται ὁ θεατὴς, μετὰ δὲ ταῦτα κέντρου παντὸς χαλεπώτερον ἀνιῶσαν αὐτόν· ἐνταῦθα δὲ διηνεκῶς ἐνακμάζουσαν ταῖς ψυχαῖς τῶν ἑωρακότων. Καὶ γὰρ καὶ τῶν ἀνδρῶν τὸν τύπον, καὶ τοῦ τόπου τὸ τερπνὸν, καὶ τῆς διαγωγῆς τὸ γλυκὺ, καὶ τῆς πολιτείας τὸ καθαρὸν, καὶ τῆς καλλίστης ᾠδῆς καὶ πνευματικῆς τὴν χάριν, ἔχουσιν ἑαυτοῖς διαπαντὸς ἐνιζάνοντα. Οἱ γοῦν τούτων ἀπολαύοντες διηνεκῶς τῶν λιμένων, ὥσπερ τινὰ χειμῶνα λοιπὸν φεύγουσι τῶν πολλῶν τοὺς θορύβους. Οὐκ ᾄδοντες δὲ μόνον καὶ εὐχόμενοι, ἀλλὰ καὶ ταῖς βίβλοις προσηλωμένοι, τερπνόν τι θέαμα τοῖς ὁρῶσίν εἰσιν. Ἐπειδὰν γὰρ τὸν χορὸν διαλύσωσιν, ὁ μὲν τὸν Ἡσαΐαν λαβὼν ἐκείνῳ διαλέγεται, ὁ δὲ τοῖς ἀποστόλοις ὁμιλεῖ, ἕτερος τὰ παρ' ἑτέρων πονηθέντα ἔπεισι, καὶ φιλοσοφεῖ περὶ Θεοῦ, περὶ τοῦδε τοῦ παντὸς, περὶ τῶν ὁρωμένων, περὶ τῶν ἀοράτων, περὶ αἰσθητῶν, περὶ νοητῶν, περὶ τῆς εὐτελείας τούτου τοῦ βίου, περὶ τῆς τοῦ μέλλοντος μεγαλειότητος.
εʹ. Καὶ τρέφονται τροφὴν ἀρίστην, οὐ σάρκας ἀλόγων ἑψημένας παρατιθέμενοι, ἀλλὰ λόγια Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, μέλι θαυμάσιον, καὶ πολλῷ κρεῖττον ἢ κατὰ τὴν ἔρημον ὁ Ἰωάννης τὸ παλαιὸν ἐσιτεῖτο. Τὸ γὰρ μέλι τοῦτο οὐ μέλιτταί τινες ἄγριαι τοῖς ἄνθεσιν ἐφιζάνουσαι συλλέγουσιν, οὐδὲ δρόσον πεπαίνουσαι τοῖς σίμβλοις ἐνιᾶσιν· ἀλλ' ἡ τοῦ Πνεύματος κατασκευάζουσα χάρις, ἀντὶ κηρίων καὶ σίμβλων καὶ συρίγγων ταῖς τῶν ἁγίων ἐναποτίθεται ψυχαῖς, ὥστε εἶναι τῷ βουλομένῳ μετὰ ἀδείας ἐσθίειν διηνεκῶς. Ταύτας δὴ οὖν τὰς μελίττας καὶ αὐτοὶ μιμούμενοι, περιΐπτανται τοῖς κηρίοις τῶν ἁγίων βιβλίων, πολλὴν ἐντεῦθεν δρεπόμενοι τὴν ἡδονήν. Καὶ εἰ βούλει μαθεῖν τὴν τράπεζαν τὴν ἐκείνων, ἐγγὺς γενοῦ, καὶ ὄψει τοιαῦτα ἐρευγομένους αὐτοὺς, προσηνῆ πάντα καὶ ἡδέα, καὶ εὐωδίας γέμοντα πνευματικῆς. Οὐδὲν αἰσχρὸν ἐκεῖνα τὰ στόματα ἐξενεγκεῖν δύναται ῥῆμα, οὐδὲν εὐτράπελον, οὐδὲν τραχὺ, ἀλλὰ πάντα τῶν οὐρανῶν ἄξια. Οὐκ ἄν τις ἁμάρτοι, τὰ μὲν στόματα τῶν πολλῶν τῶν ἐν ἀγοραῖς συρομένων καὶ πρὸς τὰ βιωτικὰ λυσσώντων, βορβόρου τινὸς ὀχετοῖς παραβάλλων, τὰ δὲ τούτων, πηγαῖς μέλι ῥεούσαις καὶ νάματα προχεούσαις καθαρά. Εἰ δέ τις ἐδυσχέρανεν, ὅτι τὰ τῶν πολλῶν βορβόρου τινὸς προσεῖπον ὀχετοὺς, ἴστω ὅτι σφόδρα φειδόμενος εἶπον. Ἡ γὰρ Γραφὴ οὐδὲ τούτῳ κέχρηται τῷ μέτρῳ, ἀλλ' ἑτέρῳ πολλῷ σφοδροτέρῳ παραδείγματι. Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, καὶ τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἀλλ' οὐ τὰ ἐκείνων τοιαῦτα, ἀλλ' εὐωδίας γέμει πολλῆς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ ποῖος ἡμῖν παραστήσει λόγος; ποία ἐννοήσει διάνοια; τὴν λῆξιν τὴν ἀγγελικὴν, τὴν μακαριότητα τὴν ἄφραστον, τὰ ἀπόῤῥητα ἀγαθά; Τάχα πολλοὶ διεθερμάνθητε νῦν, καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε τῆς καλῆς ταύτης πολιτείας· ἀλλὰ τί τὸ κέρδος, ὅταν ἐνταῦθα ὄντες μόνον τοῦτο ἔχητε τὸ πῦρ, ἐξελθόντες δὲ σβέσητε τὴν φλόγα, καὶ καταμαρανθῇ οὗτος ὁ πόθος; Πῶς οὖν, ἵνα μὴ τοῦτο γένηται; Ὡς ἔστι σοι θερμὸς οὗτος ὁ ἔρως, ἄπελθε πρὸς αὐτοὺς ἐκείνους τοὺς ἀγγέλους, ἀνάκαυσον αὐτὸν πλέον. Οὐ γὰρ οὕτως ὁ παρ' ἡμῶν λόγος δυνήσεταί σε ἀνάψαι, ὡς ἡ τῶν πραγμάτων θέα. Μὴ εἴπῃς, ∆ιαλεχθῶ τῇ γυναικὶ, καὶ διαλύσω τὰ πράγματα πρῶτον. Ἀρχὴ ῥᾳθυμίας αὕτη ἡ ἀναβολή. Ἄκουσον ὅτι συντάξασθαι τοῖς ἐν τῇ οἰκίᾳ ἠθέλησέ τις, καὶ οὐκ εἴασεν ὁ προφήτης. Καὶ τί λέγω συντάξασθαι; Θάψαι πατέρα ἠθέλησεν ὁ μαθητὴς, καὶ οὐδὲ τοῦτο συνεχώρησεν ὁ Χριστός. Καίτοι τί σοι πρᾶγμα ἀναγκαῖον οὕτως εἶναι δοκεῖ, ὡς κηδεία πατρός; ἀλλ' οὐδὲ τοῦτο ἐπέτρεψε. Τί δήποτε; Ὅτι σφοδρὸς ἐφέστηκεν ὁ διάβολος, παρείσδυσίν τινα βουλόμενος λαβεῖν· κἂν ὀλίγης ἀσχολίας ἐπιλάβηται καὶ ἀναβολῆς, μεγάλην ἐργάζεται ῥᾳθυμίαν. ∆ιὰ τοῦτο παραινεῖ τις, Μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας. Οὕτω γὰρ δυνήσῃ τὰ πλείονα κατορθοῦν, οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν σοι καλῶς διακείσεται· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἰ γὰρ ἡμεῖς τοὺς τὰ ἑαυτῶν ὑπερορῶντας, καὶ τῶν ἡμετέρων τὴν ἐπιμέλειαν προτιθέντας, ἐν πολλῇ καθιστῶμεν ἀμεριμνίᾳ· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τούτων κηδόμενος καὶ προνοῶν. Μὴ τοίνυν φροντίσῃς τῶν σῶν, ἀλλὰ ἄφες αὐτὰ τῷ Θεῷ. Ἂν γὰρ σὺ φροντίσῃς, ὡς ἄνθρωπος φροντίζεις· ἂν δὲ ὁ Θεὸς προνοήσῃ, ὡς Θεὸς προνοεῖ. Μὴ φροντίσῃς αὐτῶν ἀφεὶς τὰ μείζω, ἐπεὶ αὐτὸς οὐ σφόδρα αὐτῶν προνοήσει. Ἵν' οὖν σφόδρα αὐτῶν προνοῇ, αὐτῷ μόνῳ πάντα ἐπίτρεψον. Ἂν γὰρ καὶ αὐτὸς αὐτὰ μεταχειρίσῃ, ἀφεὶς τὰ πνευματικὰ οὐ πολλὴν αὐτῶν αὐτὸς ποιήσεται πρόνοιαν· Ἵν' οὖν καὶ σοὶ ταῦτα εὖ διακέηται, καὶ φροντίδος ἀπαλλαγῇς ἁπάσης, ἔχου τῶν πνευματικῶν, ὑπερόρα τῶν βιωτικῶν· οὕτω γὰρ καὶ τὴν γῆν ἕξεις μετὰ τῶν οὐρανῶν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΞΘʹ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβο λαῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλη μένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν, καὶ τὰ ἑξῆς.
αʹ. Εἶδες καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ τῇ παραβολῇ τοῦ υἱοῦ καὶ τῶν δούλων τὸ μέσον; εἶδες πολλὴν μὲν ἑκατέρων τῶν παραβολῶν τὴν συγγένειαν, πολλὴν δὲ καὶ τὴν διαφοράν; καὶ γὰρ αὕτη δείκνυσι καὶ τοῦ Θεοῦ τὴν μακροθυμίαν καὶ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην. Ἀλλ' ἔχει τι καὶ πλέον ἐκείνης αὕτη. Προαναφωνεῖ μὲν γὰρ καὶ τὴν ἔκπτωσιν τῶν Ἰουδαίων, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· δείκνυσι δὲ μετὰ τούτου καὶ τοῦ βίου τὴν ἀκρίβειαν, καὶ ὅση τοῖς ἀμελοῦσιν ἡ δίκη κεῖται. Καὶ καλῶς αὕτη μετ' ἐκείνην ἐστίν. Ἐπειδὴ γὰρ εἶπε· ∆οθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλοῖ λοιπὸν ἐνταῦθα καὶ ποίῳ ἔθνει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄφατον εἰς τοὺς Ἰουδαίους πάλιν τὴν πρόνοιαν ἐπιδείκνυται. Ἐκεῖ μὲν γὰρ πρὸ τοῦ σταυροῦ φαίνεται καλῶν· ἐνταῦθα δὲ καὶ μετὰ τὸ σφαγῆναι ἐπίκειται ἐπισπώμενος αὐτούς. Καὶ ὅτε τὴν χαλεπωτάτην αὐτοὺς ἔδει δοῦναι δίκην, τότε καὶ εἰς γάμους αὐτοὺς ἕλκει, καὶ τῇ τιμῇ τῇ ἀνωτάτῳ τιμᾷ. Καὶ ὅρα πῶς καὶ ἐκεῖ οὐ πρότερα τὰ ἔθνη, ἀλλ' Ἰουδαίους, καὶ ἐνταῦθα πάλιν. Ἀλλ' ὥσπερ ἐκεῖ, ὅτε οὐκ ἠθέλησαν αὐτὸν δέξασθαι, ἀλλὰ καὶ ἐλθόντα ἔσφαξαν, τότε ἔδωκε τὸν ἀμπελῶνα· οὕτω καὶ ἐνταῦθα, ὅτε μὴ ἠθέλησαν παραγενέσθαι ἐν τῷ γάμῳ, τότε ἑτέρους ἐκάλεσε. Τί τοίνυν γένοιτ' ἂν αὐτῶν ἀγνωμονέστερον, ὅταν ἐπὶ γάμους καλούμενοι ἀποπηδῶσι; Τίς γὰρ οὐκ ἂν ἕλοιτο ἐπὶ γάμους ἐλθεῖν, καὶ γάμους βασιλέως, καὶ βασιλέως υἱῷ ποιοῦντος γάμους; Καὶ τίνος ἕνεκεν γάμος εἴρηται; φησίν. Ἵνα μάθῃς τοῦ Θεοῦ τὴν κηδεμονίαν, τὸν πόθον τὸν περὶ ἡμᾶς, τῶν πραγμάτων τὴν φαιδρότητα, ὡς οὐδὲν λυπηρὸν ἐκεῖ, οὐδὲ σκυθρωπὸν, ἀλλὰ πάντα χαρᾶς γέμει πνευματικῆς. ∆ιὰ τοῦτο καὶ νυμφίον αὐτὸν Ἰωάννης καλεῖ· διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί· καὶ πάλιν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί οὖν οὐκ αὐτῷ ἁρμόζεσθαι λέγεται ἡ νύμφη, ἀλλὰ τῷ Υἱῷ; Ὅτι ἡ τῷ Υἱῷ ἁρμοζομένη τῷ Πατρὶ ἁρμόζεται. Καὶ γὰρ ἀδιάφορον τῇ Γραφῇ τοῦτο ἢ τοῦτο λέγεσθαι, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας. Ἀπὸ τούτου καὶ τὴν ἀνάστασιν ἀνεκήρυξεν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν τὸν θάνατον εἶπε, δείκνυσιν ὅτι καὶ μετὰ τὸν θάνατον τότε οἱ γάμοι, τότε ὁ νυμφίος. Ἀλλ' οὐδὲ οὕτως οὗτοι γίνονται βελτίους, οὐδὲ ἡμερώτεροι· οὗ τί γένοιτ' ἂν χεῖρον· Καὶ γὰρ αὕτη τρίτη κατηγορία. Πρώτη μὲν, ὅτι προφήτας ἀπέκτειναν· ἔπειτα, ὅτι τὸν Υἱόν· μετὰ ταῦτα, ὅτι καὶ ἀνελόντες, καὶ εἰς τοὺς γάμους τοῦ ἀναιρεθέντος καλούμενοι παρ' αὐτοῦ τοῦ ἀναιρεθέντος οὐ παραγίνονται, ἀλλ' αἰτίας πλάττουσι, ζεύγη βοῶν, καὶ ἀγροὺς, καὶ γυναῖκας. Καίτοι δοκοῦσιν εὔλογοι αἱ προφάσεις εἶναι· ἀλλ' ἐντεῦθεν μανθάνομεν, κἂν ἀναγκαῖα ᾖ τὰ κατέχοντα, πάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά. Καὶ καλεῖ οὐχὶ προσφάτως, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου. Εἴπατε γὰρ, φησὶ, τοῖς κεκλημένοις καὶ πάλιν, Καλέσατε τοὺς κεκλημένους· ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει. Καὶ πότε ἐκλήθησαν; ∆ιὰ τῶν προφητῶν ἁπάντων, διὰ Ἰωάννου πάλιν· αὐτῷ γὰρ παρέπεμπεν ἅπαντας, λέγων· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· δι' αὐτοῦ πάλιν τοῦ Υἱοῦ· ∆εῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ πάλιν. Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐκάλει, καὶ μετὰ τὴν ἀνάληψιν διὰ Πέτρου καὶ τῶν κατ' αὐτόν. Ὁ γὰρ ἐνεργήσας, φησὶ, Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὸν υἱὸν ἰδόντες ὠργίσθησαν καὶ ἀνεῖλον, διὰ τῶν δούλων καλεῖ πάλιν. Καὶ ἐπὶ τί καλεῖ; Ἐπὶ μόχθους καὶ πόνους καὶ ἱδρῶτας; Οὐχὶ, ἀλλ' ἐπὶ τρυφήν· Οἱ ταῦροι γάρ μου, φησὶ, καὶ τὰ σιτιστὰ τεθυμένα. Ὅρα πόση ἡ πανδαισία· πόση ἡ φιλοτιμία. Καὶ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλ' ὅσῳ μειζόνως ἐμακροθύμησε, τοσούτῳ μειζόνως ἐσκληρύνοντο. Οὐδὲ γὰρ ἀσχολούμενοι, ἀλλ' ἀμελήσαντες οὐκ ἦλθον. Πῶς οὖν οἱ μὲν γάμους, οἱ δὲ ζεύγη βοῶν προβάλλονται; ταῦτα γοῦν ἀσχολίας. Οὐδαμῶς· τῶν γὰρ πνευματικῶν καλούντων, οὐκ ἔστιν ἀσχολία οὐδεμία ἀναγκαία. Ἐμοὶ δὲ δοκοῦσι καὶ ταύταις ταῖς προφάσεσι κεχρῆσθαι, τῆς ἀμελείας παρακαλύμματα ταῦτα προβαλλόμενοι. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ὅτι οὐκ ἦλθον, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον καὶ μανικώτερον, τὸ καὶ συγκόψαι τοὺς ἐλθόντας, καὶ ὑβρίσαι, καὶ ἀνελεῖν· τοῦτο τοῦ προτέρου χεῖρον. Ἐκεῖνοι μὲν γὰρ ἦλθον ἀπαιτοῦντες πρόσοδον καὶ καρποὺς, καὶ ἐσφάγησαν· οὗτοι δὲ εἰς γάμους καλοῦντες τοῦ παρ' αὐτῶν σφαγέντος, καὶ οὗτοι πάλιν φονεύονται. Τί ταύτης τῆς μανίας ἴσον; Τοῦτο καὶ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγε· Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι Ἀντίθεός ἐστι, καὶ διὰ τοῦτο οὐ παραγινόμεθα, ἄκουσον τί λέγουσιν οἱ καλοῦντες· ὅτι Ὁ Πατήρ ἐστιν ὁ ποιῶν τοὺς γάμους, καὶ αὐτὸς ὁ καλῶν. Τί οὖν μετὰ ταῦτα; Ἐπειδὴ οὐκ ἠθέλησαν ἐλθεῖν, ἀλλὰ καὶ ἀνεῖλον τοὺς ἐπ' αὐτοὺς ἐλθόντας, κατακαίει τὰς πόλεις, καὶ τὰ στρατόπεδα πέμψας, ἀνεῖλεν αὐτούς. Ταῦτα δὲ λέγει, προδηλῶν τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενόμενα, καὶ ὅτι καὶ τὸν Πατέρα παρώξυναν αὐτῷ μὴ πιστεύσαντες· αὐτὸς γοῦν ἐστιν ὁ ἐπεξελθών. ∆ιά τοι τοῦτο οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν· ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον Ἰάκωβον, ὅτε ὕβρισαν τοὺς ἀποστόλους. Εἶδες πραγμάτων ἀλήθειαν καὶ τάχος; Ἔτι γὰρ Ἰωάννου ζῶντος, καὶ ἑτέρων πολλῶν τῶν τῷ Χριστῷ συγγενομένων, ταῦτα ἐξέβαινε. καὶ μάρτυρες ἦσαν τῶν γινομένων οἱ ταῦτα ἀκούσαντες. Ὅρα τοίνυν κηδεμονίαν ἄφατον. Ἐφύτευσεν ἀμπελῶνα, πάντα ἐποίησε καὶ ἀπήρτισε· τῶν οἰκετῶν ἀναιρεθέντων, ἑτέρους ἀπέστειλε δούλους· ἐκείνων σφαγέντων, τὸν Υἱὸν ἔπεμψε· καὶ τούτου ἀναιρεθέντος, καλεῖ αὐτοὺς εἰς τοὺς γάμους· οὐκ ἠθέλησαν ἐλθεῖν. Εἶτα πέμπει ἑτέρους δούλους· οἱ δὲ καὶ τούτους ἀνεῖλον. Τότε λοιπὸν αὐτοὺς ἀναιρεῖ, ἅτε ἀνίατα νοσοῦντας. Ὅτι γὰρ ἀνίατα ἐνόσουν, οὐ τὰ γεγενημένα ἔδειξε μόνον, ἀλλ' ὅτι καὶ πορνῶν καὶ τελωνῶν πιστευσάντων, αὐτοὶ ταῦτα ἐποίησαν. Ὥστε οὐκ ἀφ' ὧν ἐτόλμησαν μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ἕτεροι κατώρθωσαν· κατακρίνονται οὗτοι. Εἰ δὲ λέγοι τις, ὅτι οὐ τότε ἐκλήθησαν οἱ ἐξ ἐθνῶν, ὅτε ἐμαστίχθησαν καὶ μυρία ἔπαθον οἱ ἀπόστολοι, ἀλλ' εὐθέως μετὰ τὴν ἀνάστασιν· (τότε γάρ φησιν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη·) εἴποιμεν ἂν, ὅτι καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν αὐτοῖς διελέγοντο πρώτοις. Καὶ γὰρ πρὸ τοῦ σταυροῦ φησιν αὐτοῖς· Πορεύεσθε ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ μετὰ τὸν σταυρὸν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἐκέλευσεν αὐτοῖς διαλέγεσθαι. Εἰ γὰρ καὶ εἶπε, Μαθητεύσατε πάντα τὰ ἔθνη· ἀλλὰ μέλλων εἰς τὸν οὐρανὸν ἀναβαίνειν, ἐδήλωσεν ὅτι ἐκείνοις διαλέξονται πρώτοις. Λήψεσθε γὰρ δύναμιν, φησὶν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς· καὶ ὁ Παῦλος πάλιν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι πρὸς τοὺς Ἰουδαίους πρῶτον ἐχώρησαν, καὶ πολὺν ἐν Ἱερουσαλὴμ διατρίψαντες χρόνον εἶτα ὑπ' αὐτῶν ἐλαθέντες, οὕτω διεσπάρησαν εἰς τὰ ἔθνη.
βʹ. Σὺ δὲ ὅρα κἀντεῦθεν τὴν φιλοτιμίαν. Ὅσους ἐὰν εὕρητε, φησὶ, καλέσατε εἰς τοὺς γάμους. Πρὸ τούτου μὲν γὰρ, ὅπερ ἔφην, καὶ Ἰουδαίοις καὶ Ἕλλησι διελέγοντο, ἐπὶ πλεῖον ἐν τῇ Ἰουδαίᾳ διατρίβοντες· ἐπειδὴ δὲ ἐπέμενον ἐπιβουλεύοντες αὐτοῖς, ἄκουσον Παύλου τὴν παραβολὴν ἑρμηνεύοντος ταύτην, καὶ λέγοντος οὕτως Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. ∆ιὰ τοῦτό φησι καὶ αὐτός· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Ἤδει μὲν οὖν καὶ πρὸ τούτου τοῦτο· ἀλλ' ἵνα μηδεμίαν αὐτοῖς καταλίπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καίπερ εἰδὼς, πρὸς αὐτοὺς πρώτους καὶ ἦλθε καὶ ἔπεμψεν, ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ' ἑαυτῶν ἅπαντα πληροῦν, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλῃ. Ἐπεὶ οὖν οὐκ ἦσαν ἄξιοι, Πορεύεσθε, φησὶν, εἰς τὰς τριόδους, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε· καὶ τοὺς τυχόντας καὶ τοὺς ἀπεῤῥιμμένους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι Πόρναι καὶ τελῶναι κληρονομήσουσι τὸν οὐρανόν· καὶ, Οἱ πρῶτοι ἔσχατοι ἔσονται, καὶ οἱ ἔσχατοι πρῶτοι· δείκνυσιν ὅτι δικαίως ταῦτα γίνεται· ὃ μάλιστα πάντων ἔδακνεν Ἰουδαίους, καὶ τῆς κατασκαφῆς χαλεπώτερον μᾶλλον ἔκνιζε, τὸ εἰς τὰ ἐκείνων, καὶ πολλῷ μείζω τῶν ἐκείνων, τοὺς ἐξ ἐθνῶν ὁρᾷν εἰσαγομένους. Εἶτα ἵνα μηδὲ οὗτοι τῇ πίστει θαῤῥήσωσι μόνῃ, καὶ περὶ τῆς κρίσεως αὐτοῖς διαλέγεται τῆς ἐπὶ ταῖς πονηραῖς πράξεσι, τοῖς μὲν οὐδέπω πεπιστευκόσι περὶ τοῦ προσελθεῖν τῇ πίστει, τοῖς δὲ πεπιστευκόσι περὶ τῆς κατὰ τὸν βίον ἐπιμελείας. Ἔνδυμα γὰρ βίος ἐστὶ καὶ πρᾶξις. Καὶ μὴν χάριτος ἦν ἡ κλῆσις· τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται; Ὅτι τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν· τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς. Τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ' ἀπὸ τῆς χάριτος. Ἔδει τοίνυν ἀμείψασθαι τὴν χάριν καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν. Ἀλλ' οὐκ ἀπήλαυσα, φησὶν, ὅσον Ἰουδαῖοι. Καὶ μὴν πολλῷ μειζόνων ἀπήλαυσας ἀγαθῶν. Ἃ γὰρ διὰ παντὸς τοῦ χρόνου παρεσκευάζετο ἐκείνοις, ταῦτα ἀθρόον ἔλαβες σὺ, οὐκ ὢν ἄξιος. ∆ιὸ καὶ Παῦλος λέγει· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἃ γὰρ ἐκείνοις ὠφείλετο, ταῦτα ἔλαβες ∆ιὸ καὶ πολλὴ κεῖται ἡ δίκη τοῖς ἐῤῥᾳθυμηκόσι. Καθάπερ γὰρ ἐκεῖνοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτω καὶ σὺ τῷ οὕτω κατακλιθῆναι μετὰ βίου διεφθαρμένου. Τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν τοῦτό ἐστι· βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο. Ὁρᾷς πῶς, καίτοι οὕτω τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ; Τῷ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ οὕτω πρὸς τὰς ἀποῤῥήτους αἴρεται κολάσεις. Μὴ γὰρ δὴ σκότος ἀκούσας, τούτῳ νομίσῃς αὐτὸν τιμωρεῖσθαι, τῷ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ' ὅπου καὶ ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τοῦτο δὲ λέγει, τὰς ἀκαρτερήτους ἐνδεικνύμενος ὀδύνας. Ἀκούσατε ὅσοι μυστηρίων ἀπολαύσαντες, καὶ τοῖς γάμοις παραγενόμενοι, ῥυπαραῖς τὴν ψυχὴν περιβάλλετε πράξεσιν. Ἀκούσατε πόθεν ἐκλήθητε. Ἀπὸ τῆς τριόδου. Τί ὄντες; Χωλοὶ καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὃ πολλῷ χαλεπώτερον τῆς τοῦ σώματος λώβης. Αἰδέσθητε τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ' ἕκαστος ἡμῶν περιεργαζέσθω τὴν στολὴν τῆς ψυχῆς. Ἀκούσατε, γυναῖκες· ἀκούσατε, ἄνδρες. Οὐ τούτων ἡμῖν δεῖ τῶν ἱματίων τῶν χρυσοπάστων [τῶν τὰ ἔξωθεν ἡμῖν καλλωπιζόντων,] ἀλλ' ἐκείνων τῶν [τὰ] ἔνδον. Ἕως ἂν ταῦτα ἔχωμεν, ἐκεῖνα περιθέσθαι δύσκολον. Οὐκ ἔστιν ὁμοῦ καὶ ψυχὴν καὶ σῶμα καλλωπίζειν. Οὐκ ἔστιν ὁμοῦ καὶ μαμωνᾷ δουλεύειν, καὶ Χριστῷ ὑπακούειν ὡς χρή. Ἀποθώμεθα τοίνυν ταύτην τὴν τυραννίδα τὴν χαλεπήν. Οὐδὲ γὰρ εἴ τις τὸν μὲν οἶκον ἐκόσμει, παραπετάσματα χρυσᾶ κρεμάσας, σὲ δὲ ἐν ῥακίοις γυμνὸν ἐποίει καθῆσθαι, πράως ἂν ἤνεγκας. Ἀλλ' ἰδοὺ νῦν τοῦτο σὺ σαυτὸν ἐργάζῃ, τὴν μὲν οἰκίαν τῆς ψυχῆς σου, τὸ σῶμα λέγω, μυρίοις παραπετάσμασι καλλωπίζων, ἐκείνην δὲ ἐν ῥακίοις ἀφεὶς καθῆσθαι. Οὐκ οἶσθα, ὅτι τὸν βασιλέα τῆς πόλεως μᾶλλον κοσμεῖσθαι δεῖ; ∆ιά τοι τοῦτο τῇ μὲν πόλει παραπετάσματα ἐκ λίνου κατεσκεύασται, τῷ δὲ βασιλεῖ ἁλουργὶς καὶ διάδημα. Οὕτω καὶ σὺ, τὸ μὲν σῶμα πολλῷ φαυλοτέρᾳ περίβαλε στολῇ, τὸν δὲ νοῦν ἁλουργίδα ἔνδυσον, καὶ στέφανον ἐπίθες αὐτῷ, καὶ κάθισον ἐπὶ ὀχήματος ὑψηλοῦ καὶ περιφανοῦς. Νῦν γὰρ τοὐναντίον ποιεῖς, τὴν μὲν πόλιν καλλωπίζων ποικίλως, τὸν δὲ βασιλέα νοῦν ἀφεὶς σύρεσθαι δεδεμένον ὀπίσω τῶν ἀλόγων παθῶν. Οὐκ ἐννοεῖς, ὅτι εἰς γάμον ἐκλήθης, καὶ Θεοῦ γάμον; οὐ λογίζῃ πῶς εἰς ταύτας τὰς παστάδας τὴν κληθεῖσαν ψυχὴν εἰσιέναι χρὴ, κροσσωτοῖς χρυσοῖς περιβεβλημένην, πεποικιλμένην; γʹ. Βούλει σοι δείξω τοὺς οὕτως ἐστολισμένους; τοὺς ἔνδυμα ἔχοντας γάμου; Ἀναμνήσθητι τῶν ἁγίων ἐκείνων, ὑπὲρ ὧν πρώην ὑμῖν διελέχθην, τῶν τὰ τρίχινα ἐχόντων ἱμάτια, τῶν τὰς ἐρήμους οἰκούντων. Οὗτοι μάλιστά εἰσιν οἱ τὰ ἐνδύματα τῶν γάμων ἐκείνων ἔχοντες· καὶ δῆλον ἐντεῦθεν· Ὅσας ἂν αὐτοῖς δῷς πορφυρίδας, οὐκ ἂν ἕλοιντο λαβεῖν· ἀλλ' ὥσπερ βασιλεὺς, εἰ τοῦ πτωχοῦ τὰ ῥάκιά τις λαβὼν, κελεύει ταῦτα αὐτὸν ἐνδυθῆναι, βδελύξαιτο ἂν τὴν στολήν· οὕτω καὶ ἐκεῖνοι τὴν ἁλουργίδα τὴν ἐκείνου. Οὐδαμόθεν δὲ ἑτέρωθεν τοῦτο πάσχουσιν, ἀλλ' ἢ διὰ τὸ εἰδέναι τὸ κάλλος τῆς ἑαυτῶν στολῆς. ∆ιὰ τοῦτο καὶ τὴν ἁλουργὸν ἐκείνην χλανίδα διαπτύουσιν ὡς ἀράχνην. Ταῦτα γὰρ αὐτοὺς ὁ σάκκος ἐδίδαξε· καὶ γάρ εἰσιν αὐτοῦ τοῦ βασιλεύοντος ὑψηλότεροι πολλῷ καὶ λαμπρότεροι. Κἂν δυνηθῇς τὰς πύλας ἀναπτύξαι τοῦ νοῦ, καὶ τὴν ψυχὴν αὐτῶν κατιδεῖν, καὶ τὸν ἔνδον ἅπαντα κόσμον, κἂν εἰς τὴν γῆν καταπέσοις, οὐ φέρων τῆς εὐμορφίας τὴν λαμπηδόνα, καὶ τὴν αἴγλην τῶν ἱματίων ἐκείνων, καὶ τὴν ἀστραπὴν τοῦ συνειδότος αὐτῶν. Ἔχομεν γὰρ εἰπεῖν καὶ παλαιοὺς ἄνδρας μεγάλους καὶ θαυμαστούς· ἀλλ' ἐπειδὴ τοὺς παχυτέρους τὰ ὁρώμενα ὑποδείγματα μᾶλλον ἐνάγει, διὰ τοῦτο ὑμᾶς καὶ ἐπὶ τὰς σκηνὰς πέμπω τῶν ἁγίων ἐκείνων. Οὐδὲν γὰρ ἔχουσι λυπηρὸν, ἀλλ' ἅτε ἐν οὐρανοῖς πηξάμενοι τὰς καλύβας, οὕτω πόῤῥω τῶν ἐν τῷ παρόντι βίῳ μοχθηρῶν ἐσκήνωνται, στρατοπεδευόμενοι κατὰ τοῦ διαβόλου, καὶ ὥσπερ χορεύοντες, οὕτω πολεμοῦσιν αὐτῷ. ∆ιά τοι τοῦτο καλύβας πηξάμενοι, πόλεις καὶ ἀγορὰς καὶ οἰκίας ἔφυγον. Τὸν γὰρ πολεμοῦντα οὐκ ἔνι ἐν οἰκίᾳ καθῆσθαι, ἀλλὰ σχεδιάσαντα τὴν οἴκησιν, ὡς μέλλοντα εὐθέως ἀπανίστασθαι, οὕτω κατοικεῖν. Τοιοῦτοι ἐκεῖνοι πάντες, ἀπεναντίας ἡμῖν. Ἡμεῖς μὲν γὰρ οὐχ ὡς ἐν στρατοπέδῳ, ἀλλ' ὡς ἐν πόλει εἰρηνικῇ ζῶμεν. Τίς γὰρ ἐπὶ στρατοπέδου ποτὲ θεμελίους καταβάλλεται, καὶ οἰκίαν οἰκοδομεῖται, ἢν μικρὸν ὕστερον ἀπολιμπάνειν μέλλει; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ κἂν ἐπιχειρήσῃ τις, ὡς προδότης ἀναιρεῖται. Τίς ἐπὶ στρατοπέδου πλέθρα γῆς ὠνεῖται, καὶ πραγματείας συντίθησιν; Οὐκ ἔστιν οὐδείς· καὶ μάλα εἰκότως. Πολεμῆσαι γὰρ, φησὶ, παραγέγονας, οὐ καπηλεῦσαι. Τί τοίνυν φιλοπονεῖς περὶ τὸν τόπον, ὃν μικρὸν ὕστερον ἀφήσεις; Ὅταν ἀπέλθωμεν εἰς τὴν πατρίδα, ταῦτα ποίει. Ταῦτα καὶ σοὶ λέγω νῦν ἐγώ. Ὅταν ἀναχωρήσωμεν εἰς τὴν πόλιν τὴν ἄνω, ταῦτα ποίει· μᾶλλον δὲ οὐδέν σοι δεῖ πόνων ἐκεῖ· λοιπὸν ὁ βασιλεύς σοι πάντα ἐργάσεται. Ἐνταῦθα δὲ ἀρκεῖ τάφρον περιελάσαι μόνον, καὶ χάρακα πήξασθαι· οἰκοδομῆς δὲ οὐδεμία χρεία. Ἄκουσον οἷος τῶν ἁμαξοβίων Σκυθῶν ὁ βίος, οἵαν τοὺς νομάδας φασὶν ἔχειν διαγωγήν. Οὕτω τοὺς Χριστιανοὺς ζῇν ἔδει· περιϊέναι τὴν οἰκουμένην, πολεμοῦντας τῷ διαβόλῳ, αἰχμαλώτους ῥυομένους τοὺς ὑπ' ἐκείνου κατεχομένους, καὶ πάντων ἀπηλλάχθαι τῶν βιωτικῶν. Τί κατασκευάζεις οἰκίαν. ἄνθρωπε, ἵνα μᾶλλον σαυτὸν δήσῃς; Τί κατορύττεις θησαυρὸν, καὶ καλεῖς κατὰ σαυτοῦ τὸν πολέμιον; τί περιβάλλεις τείχη, καὶ σαυτῷ κατασκευάζεις φυλακήν; Εἰ δὲ δύσκολα ταῦτα εἶναί σοι δοκεῖ, ἀπέλθωμεν πρὸς τὰς ἐκείνων σκηνὰς, ἵνα διὰ τῶν ἔργων μάθωμεν τὴν εὐκολίαν. Καλύβας γὰρ ἐκεῖνοι πηξάμενοι, κἂν ἀποστῆναι δέῃ τούτων, οὕτως ἀφίστανται, ὥσπερ οἱ στρατιῶται ἐν εἰρήνῃ τὸ στρατόπεδον ἀφέντες. Καὶ γὰρ οὕτως ἐσκήνωνται, μᾶλλον δὲ καὶ πολλῷ ἥδιον. Καὶ γὰρ ἥδιον ἰδεῖν ἐρημίαν σκηνὰς ἔχουσαν μοναχῶν συνεχεῖς, ἢ στρατιώτας ἐν στρατοπέδῳ παραπετάσματα τείνοντας, καὶ δόρατα πηγνυμένους, καὶ τῆς τῶν δοράτων αἰχμῆς φάρη κροκωτὰ ἐξαρτῶντας, καὶ πλῆθος ἀνθρώπων χαλκᾶς ἐχόντων κεφαλὰς, καὶ πολὺ τῶν ἀσπίδων ἀστράπτοντας τοὺς ὀμφαλοὺς, καὶ σιδήρῳ τεθωρακισμένους ὅλους διόλου, καὶ βασίλεια ἐσχεδιασμένα, καὶ πεδίον ἡπλωμένον πολὺ, καὶ ἀριστοποιουμένους καὶ αὐλοῦντας. Οὐδὲ γὰρ οὕτω τερπνὸν τὸ θέατρον τοῦτο, οἷον ὃ ἐγὼ λέγω νῦν. Ἂν γὰρ ἀπέλθωμεν εἰς τὴν ἔρημον, καὶ ἴδωμεν τῶν τοῦ Χριστοῦ στρατιωτῶν τὰς σκηνὰς, οὐ παραπετάσματα τεινόμενα ὀψόμεθα, οὐδὲ αἰχμὰς δοράτων, οὐδὲ πέπλους χρυσοῦς θόλον βασιλικὴν ποιοῦντας, ἀλλ' οἷον ἂν εἴ τις ἐν γῇ πολλῷ ταύτης μακροτέρᾳ καὶ ἀπείρῳ πολλοὺς ἔτεινεν οὐρανοὺς καινὸν καὶ φρικῶδες ἂν ἔδειξε τὸ θέατρον, οὕτω καὶ ἐκεῖ θεάσασθαι ἔνι. Οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖρον τῶν οὐρανῶν διάκεινται· καὶ γὰρ ἄγγελοι κατάγονται πρὸς αὐτοὺς, καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης. Εἰ γὰρ πρὸς τὸν Ἀβραὰμ ἦλθον, ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία τρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον· ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν, καὶ ἄνθρωπον σώματος ἀπαλλαγέντα, καὶ ἐν σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐνταῦθα διατρίβουσι, καὶ χορεύουσι τὴν αὐτοῖς πρέπουσαν χορείαν. Καὶ γὰρ τράπεζα παρ' ἐκείνοις πάσης πλεονεξίας καθαρὰ, καὶ φιλοσοφίας μεστή. Οὐχ αἱμάτων χείμαῤῥοι παρ' αὐτοῖς, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ καρηβαρίαι, οὐδὲ καρυκεῖαι, οὐδὲ κνῖσαι παρ' αὐτοῖς ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς, οὐδὲ δρόμοι καὶ θόρυβοι καὶ ταραχαὶ καὶ κραυγαὶ ἐπαχθεῖς· ἀλλ' ἄρτος καὶ ὕδωρ· τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ πόνων δικαίων. Εἰ δέ που καὶ φιλοτιμότερον ἑστιάσασθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλοτιμία γίνεται· καὶ μείζων ἐνταῦθα ἡ ἡδονὴ, ἢ ἐν ταῖς βασιλικαῖς τραπέζαις. Οὐδεὶς ἐνταῦθα φόβος καὶ τρόμος, οὐκ ἄρχων ἐνεκάλεσεν, οὐ γυνὴ παρώξυνεν, οὐ παιδίον εἰς ἀθυμίαν ἐνέβαλεν, οὐ γέλως ἄτακτος ἐξέλυσεν, οὐ κολάκων πλῆθος ἐφύσησεν· ἀλλ' ἀγγέλων ἐστὶν ἡ τράπεζα, πάσης τοιαύτης ταραχῆς ἀπηλλαγμένη. Καὶ στιβὰς αὐτοῖς χόρτος ἁπλῶς ὑπόκειται, καθάπερ ἐν ἐρήμῳ ἀριστοποιῶν ὁ Χριστὸς ἐποίησε. Πολλοὶ δὲ οὐδὲ ὑπωρόφιοι τοῦτο ποιοῦσιν, ἀλλ' ἀντὶ στέγης τὸν οὐρανὸν ἔχουσι, καὶ τὴν σελήνην ἀντὶ φωτὸς λύχνου οὐ δεομένου ἐλαίου, οὐδὲ τοῦ διακονησομένου· ἐκείνοις μόνοις ἀξίως ἄνωθεν αὕτη φαίνει.
δʹ. Ταύτην καὶ ἄγγελοι ἐκ τοῦ οὐρανοῦ τὴν τράπεζαν θεωροῦντες, τέρπονται καὶ ἥδονται. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσούτοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Οὐκ ἔστιν ἐκεῖ δεσπότης καὶ δοῦλος· πάντες δοῦλοι, πάντες ἐλεύθεροι. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον· καὶ γὰρ δοῦλοι ἀλλήλων, καὶ δεσπόται ἀλλήλων εἰσίν. Οὐκ ἔστιν ἑσπέρας καταλαβούσης ἐν κατηφείᾳ γενέσθαι, ὅπερ πολλοὶ τῶν ἀνθρώπων πάσχουσι, τὰς ἐκ τῶν μεθημερινῶν κακῶν ἀναλογιζόμενοι φροντίδας. Οὐκ ἔστι μετὰ τὸ δεῖπνον μεριμνῆσαι λῃστὰς, καὶ ἀποκλεῖσαι θύρας, καὶ ἐπιθεῖναι μοχλοὺς, οὐδὲ τἄλλα δεῖσαι, ἃ πολλοὶ δεδοίκασι, τοὺς λύχνους μετὰ ἀκριβείας κοιμίζοντες, μή που σπινθὴρ ἐμπρήσῃ τὴν οἰκίαν. Καὶ ἡ διάλεξις δὲ αὐτοῖς τῆς αὐτῆς γέμει γαλήνης. Οὐ γὰρ ταῦτα, ἅπερ ἡμεῖς διαλεγόμεθα, φθέγγονται, τὰ μηδὲν πρὸς ἡμᾶς· Ὁ δεῖνα γέγονεν ἄρχων, ὁ δεῖνα ἐπαύσατο τῆς ἀρχῆς, ὁ δεῖνα ἐτελεύτησε, καὶ τὸν κλῆρον διεδέξατο ἕτερος, καὶ ὅσα τοιαῦτα· ἀλλ' ἀεὶ περὶ τῶν μελλόντων φθέγγονται καὶ φιλοσοφοῦσι· καὶ ὥσπερ ἑτέραν οἰκοῦντες οἰκουμένην, ὥσπερ εἰς αὐτὸν μεταστάντες τὸν οὐρανὸν, ὥσπερ ἐκεῖ ζῶντες οὕτω τὰ ἐκεῖ πάντα διαλέγονται, περὶ τῶν κόλπων τοῦ Ἀβραὰμ, περὶ τῶν στεφάνων τῶν ἁγίων, περὶ τῆς μετὰ Χριστοῦ χορείας· καὶ τῶν παρόντων αὐτοῖς οὐδὲ μνήμη τις, οὐδὲ λόγος· ἀλλ' ὥσπερ ἡμεῖς οὐκ ἂν ἀξιώσαιμέν τι εἰπεῖν περὶ ὧν οἱ μύρμηκες κατὰ τὰς ὀπὰς καὶ τοὺς χηραμοὺς πράττουσιν, οὕτως οὐδὲ ἐκεῖνοι, τί ποιοῦμεν ἡμεῖς, ἀλλὰ περὶ τοῦ βασιλέως τοῦ ἄνω, περὶ τοῦ πολέμου τοῦ ἐν χερσὶ, περὶ τῶν τοῦ διαβόλου μηχανημάτων, περὶ τῶν κατορθωμάτων ὧν οἱ ἅγιοι κατώρθωσαν. Τί τοίνυν πρὸς ἐκείνους ἡμεῖς παραβαλλόμενοι μυρμήκων διενηνόχαμεν; Καθάπερ γὰρ ἐκεῖνοι τῶν σωματικῶν ἐπιμελοῦνται, οὕτω καὶ ἡμεῖς· καὶ εἴθε τούτων μόνων ἡμεῖς· νῦν δὲ καὶ πολλῷ χειρόνων. Οὐ γὰρ τῶν ἀναγκαίων ἐπιμελούμεθα μόνον, καθάπερ ἐκεῖνοι, ἀλλὰ καὶ τῶν περιττῶν. Οἱ μὲν γὰρ πόρον παντὸς ἐγκλήματος ἀπηλλαγμένον μετέρχονται· ἡμεῖς δὲ πᾶσαν πλεονεξίαν· καὶ οὐδὲ τὰ μυρμήκων μιμούμεθα, ἀλλὰ τὰ τῶν λύκων, τὰ τῶν παρδάλεων· μᾶλλον δὲ καὶ ἐκείνων χείρους. Ἐκείνοις μὲν γὰρ ἡ φύσις οὕτως ἔδωκε τρέφεσθαι· ἡμᾶς δὲ λόγῳ καὶ ἰσονομίᾳ τετίμηκεν ὁ Θεὸς, καὶ τῶν θηρίων γεγόναμεν χείρους. Καὶ ἡμεῖς μὲν τῶν ἀλόγων χείρους, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες· καὶ πάντα αὐτοῖς ἐνήλλακται πρὸς ἡμᾶς, καὶ ἐνδύματα, καὶ τροφὴ, καὶ οἰκία, καὶ ὑποδήματα, καὶ λαλιά. Καὶ εἴ τις ἐκείνων ἤκουσε διαλεγομένων καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι. ∆ιὰ δὴ τοῦτο, ἐπειδάν τις ἀξίωμα περιβεβλημένος ἀπέλθῃ πρὸς αὐτοὺς, τότε μάλιστα ἐλέγχεται ὁ τῦφος ἅπας. Ὁ γὰρ γηπόνος ἐκεῖνος, καὶ ὁ πάντων ἄπειρος τῶν βιωτικῶν, τοῦ στρατηγοῦ καὶ μέγα ἐπὶ τῇ ἀρχῇ φρονοῦντος πλησίον κάθηται ἐπὶ στιβάδος, ἐπὶ προσκεφαλαίου ῥυπῶντος. Οὐ γάρ εἰσιν οἱ αἴροντες αὐτὸν, καὶ φυσῶντες· ἀλλὰ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρὰ χρυσοχόον ἔλθοι καὶ ῥοδωνιάν· καὶ γὰρ καὶ ἀπὸ τοῦ χρυσίου καὶ ἀπὸ τῶν ῥόδων δέχεταί τινα λαμπηδόνα· οὕτω κἀκεῖνοι, ἀπὸ τῆς αὐγῆς τῆς τούτων κερδαίνοντες μικρὸν, τῆς ἀπονοίας τῆς ἔμπροσθεν ἀπαλλάττονται. Καὶ ὥσπερ εἴ τις εἰς ὑψηλὸν ἔλθοι τόπον, κἂν σφόδρα βραχὺς ἦ, ὑψηλὸς φαίνεται· οὕτω καὶ οὗτοι, πρὸς τὰς ὑψηλὰς αὐτῶν ἐρχόμενοι διανοίας, τοιοῦτοι φαίνονται, ἕως ἂν ἐκεῖ μένωσι, κατελθόντες δὲ ταπεινοῦνται πάλιν, ἀπὸ τοῦ ὕψους ἐκείνου καταβαίνοντες. Οὐδὲν παρ' ἐκείνοις βασιλεὺς, οὐδὲν ὕπαρχος· ἀλλ' ὥσπερ ἡμεῖς τῶν παιδίων ταῦτα παιζόντων γελῶμεν οὕτω κἀκεῖνοι τὴν φλεγμονὴν τῶν ἔξω σοβούντων διαπτύουσι. Καὶ δῆλον ἐντεῦθεν· εἰ γάρ τις αὐτοῖς δοίη μετὰ ἀσφαλείας βασιλείαν, οὐκ ἄν ποτε ἕλοιντο· ἕλοιντο δ' ἂν, εἰ μὴ μεῖζον αὐτῆς ἐφρόνουν, εἰ μὴ πρόσκαιρον τὸ πρᾶγμα εἶναι ἐνόμιζον. Τί οὖν; οὐκ αὐτομολήσομεν πρὸς τοσαύτην μακαριότητα; οὐχ ἥξομεν πρὸς τοὺς ἀγγέλους τούτους; οὐ ληψόμεθα καθαρὰ ἱμάτια, καὶ ἐμπομπεύσομεν τοῖς γάμοις τούτοις, ἀλλὰ μενοῦμεν προσαιτοῦντες, τῶν ἐν ταῖς τριόδοις πτωχῶν οὐδὲν ἄμεινον διακείμενοι, μᾶλλον δὲ πολλῷ χεῖρον καὶ ἀθλιώτερον; Καὶ γὰρ ἐκείνων πολλῷ χείρους οἱ κακῶς πλουτοῦντες, καὶ βέλτιον ἐπαιτεῖν ἢ ἁρπάζειν· τὸ μὲν γὰρ ἔχει συγγνώμην, τὸ δὲ κόλασιν φέρει· καὶ ὁ μὲν οὐδὲν προσκρούει Θεῷ, οὗτος δὲ καὶ ἀνθρώποις καὶ Θεῷ· καὶ τοὺς μὲν πόνους ὑφίσταται τῆς ἁρπαγῆς, τὴν δὲ ἀπόλαυσιν ἕτεροι πολλάκις ἐκαρπώσαντο ἅπασαν. Ταῦτ' οὖν εἰδότες, καὶ ἀποθέμενοι τὴν πλεονεξίαν πᾶσαν, πλεονεκτήσωμεν τὰ ἄνω, μετὰ πολλῆς σπουδῆς τὴν βασιλείαν ἁρπάζοντες. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντά τινα εἰς αὐτὴν εἰσελθεῖν. Γένοιτο δὲ πάντας σπουδαίους καὶ ἐγρηγορότας γεγονότας ταύτης ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Οʹ. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
αʹ. Τότε, πότε; Ὅτε μάλιστα κατανυγῆναι ἔδει, ὅτε ἐκπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, ὅτε ἀπὸ τῶν παρελθόντων καὶ περὶ τῶν μελλόντων πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ ἐπὶ τῶν πραγμάτων τὰ εἰρημένα ἐβόα. Καὶ γὰρ τελῶναι καὶ πόρναι ἐπίστευσαν, καὶ προφῆται καὶ δίκαιοι ἀνῃρέθησαν, καὶ ἀπὸ τούτων ἐχρῆν καὶ περὶ τῆς ἀπωλείας ἑαυτῶν μὴ ἀντιλέγειν, ἀλλὰ καὶ πιστεύειν καὶ σωφρονίζεσθαι. Ἀλλ' ὅμως οὐδὲ οὕτω λήγει τὰ τῆς κακίας αὐτῶν, ἀλλ' ὠδίνει καὶ πρόεισι περαιτέρω. Καὶ ἐπειδὴ κατασχεῖν αὐτὸν οὐκ εἶχον (ἐφοβοῦντο γὰρ τοὺς ὄχλους), ἑτέραν ἦλθον ὁδὸν, ὡς δὴ εἰς κίνδυνον ἐμβαλοῦντες, καὶ δημοσίων ποιήσοντες ἀδικημάτων ὑπεύθυνον. Ἀποστέλλουσι γὰρ αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Καὶ γὰρ φόρου λοιπὸν ἦσαν ὑποτελεῖς, τῶν πραγμάτων αὐτοῖς εἰς τὴν Ῥωμαίων ἀρχὴν μεταπεσόντων. Ἐπειδὴ οὖν εἶδον, ὅτι οἱ πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν, ὡς ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. ∆ιὰ τοῦτο καὶ τοὺς αὐτῶν μαθητὰς καὶ τοὺς Ἡρώδου στρατιώτας ἔπεμπον, διπλοῦν, ὡς ᾤοντο, τὸν κρημνὸν ἑκατέρωθεν ὀρύττοντες, καὶ πάντοθεν τιθέντες τὴν παγίδα, ἵν', ὅπερ ἂν εἴπῃ, ἐπιλάβωνται· κἂν μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν· ἂν δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι. Καίτοιγε ἦν δεδωκὼς τὰ δίδραχμα· ἀλλ' οὐκ ᾔδεσαν τοῦτο. Καὶ ἑκατέρωθεν μὲν αὐτὸν προσεδόκων αἱρήσειν, ἐπεθύμουν δὲ μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν αὐτὸν εἰπεῖν τι. ∆ιὸ καὶ τοὺς μαθητὰς πέμπουσιν, εἰς τοῦτο ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδῶσι τῷ ἡγεμόνι ὡς τύραννον. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἐδήλου λέγων, ὅτι καὶ ἐπὶ τῶν ὄχλων ἠρώτων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν. Ἐγένετο δὲ τοὐναντίον ἅπαν· ἐν πλείονι γὰρ θεάτρῳ τῆς αὐτῶν ἀνοίας παρεῖχον τὴν ἀπόδειξιν. Καὶ ὅρα τὴν κολακείαν, καὶ τὸν ἐγκεκρυμμένον δόλον. Οἴδαμεν, φησὶν, ὅτι ἀληθὴς εἶ. Πῶς οὖν ἐλέγετε, ὅτι Πλάνος ἐστὶ, καὶ, Πλανᾷ τὸν ὄχλον, καὶ, ∆αιμόνιον ἔχει, καὶ, Οὐκ ἔστιν ἀπὸ Θεοῦ; πῶς πρὸ μικροῦ ἐβουλεύεσθε αὐτὸν ἀνελεῖν; Ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ὑπαγορεύσῃ. Ἐπειδὴ γὰρ πρὸ μικροῦ εἰπόντες μετὰ αὐθαδείας, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; πρὸς τὴν ἐρώτησιν οὐκ ἔτυχον ἀποκρίσεως, προσδοκῶσιν αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν καθεστώτων νόμων, καὶ τῇ κρατούσῃ πολιτείᾳ τὸ ὑπεναντίον. Ὅθεν καὶ τὴν ἀλήθειαν μαρτυροῦσιν αὐτῷ, ὁμολογοῦντες τὸ ὄν· πλὴν οὐκ ὀρθῇ γνώμῃ, οὐδὲ ἑκόντες· καὶ προστιθέασι λέγοντες· Οὐ μέλει σοι περὶ οὐδενός. Ὅρα πῶς εἰσι δῆλοι βουλόμενοι εἰς τούτους μᾶλλον ἐμβαλεῖν αὐτὸν τοὺς λόγους, τοὺς ποιοῦντας αὐτὸν καὶ Ἡρώδῃ προσκροῦσαι, καὶ τυράννου ὑποψίαν λαβεῖν, ὡς κατεξανιστάμενον τῶν νόμων, ἵν' ὡς στασιαστὴν καὶ τύραννον κολάσωσιν. Τὸ γὰρ, Οὐ μέλει σοι περὶ οὐ δενὸς, καὶ, Οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο λέγοντες· Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Νῦν τιμᾶτε, καὶ διδάσκαλον νομίζετε, ἐν οἷς τὰ περὶ τῆς σωτηρίας ὑμῶν διελέγετο καταφρονήσαντες καὶ ὑβρίσαντες πολλάκις. Ὅθεν καὶ σύμψηφοι γεγόνασι. Καὶ ὅρα τὸ κακοῦργον. Οὐ λέγουσιν, Εἰπὲ ἡμῖν τί τὸ καλὸν, τί τὸ συμφέρον, τί τὸ νόμιμον; ἀλλὰ, Τί σοι δοκεῖ; Οὕτω πρὸς ἓν τοῦτο ἔβλεπον, τὸ προδοῦναι αὐτὸν, καὶ ἐκπολεμῶσαι τῷ κρατοῦντι. Καὶ ὁ Μάρκος δὲ τοῦτο δηλῶν, καὶ τὸ αὔθαδες αὐτῶν σαφέστερον ἐκκαλύπτων, καὶ τὴν φονικὴν αὐτῶν γνώμην, φησὶν αὐτοὺς εἰρηκέναι· ∆ῶμεν Καίσαρι κῆνσον, ἢ μὴ δῶμεν; Οὕτω θυμοῦ μὲν ἔπνεον, καὶ ὤδινον ἐπιβουλὴν, ὑπεκρίνοντο δὲ θεραπείαν. Τί οὖν αὐτός; Τί με πειράζετε, ὑποκριταί; Εἶδες πῶς πληκτικώτερον αὐτοῖς διαλέγεται; Ἐπειδὴ γὰρ ἀπηρτισμένη καὶ πρόδηλος ἦν ἡ κακία, βαθυτέραν δίδωσι τὴν τομὴν, πρῶτον αὐτοὺς συγχέων, καὶ ἐπιστομίζων, τῷ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ δῆλον ἅπασι ποιεῖν μεθ' οἵας αὐτῷ προσέρχονται διανοίας. Ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ πάλιν τοῖς αὐτοῖς ἐπιχειροῦντας καταβλάπτεσθαι. Καίτοιγε τὰ ῥήματα πολλῆς ἔγεμε θεραπείας· καὶ γὰρ καὶ διδάσκαλον ἐκάλουν, καὶ ἀλήθειαν ἐμαρτύρουν, καὶ τὸ ἀπροσωπόληπτον· ἀλλὰ Θεὸς ὢν, οὐδενὶ τούτων παρελογίζετο Ὅθεν κἀκείνους ἐχρῆν στοχάζεσθαι, ὅτι οὐ στοχασμοῦ ἡ ἐπίπληξις ἦν, ἀλλὰ σημεῖον τοῦ τὰ ἀπόῤῥητα αὐτῶν εἰδέναι.
βʹ. Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως ἔστη· καίτοιγε ἤρκει μόνον ἐλέγξαντα τὴν γνώμην αὐτῶν, καταισχῦναι αὐτῶν τὴν πονηρίαν· ἀλλ' οὐχ ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ ἑτέρως ἀποῤῥάπτει αὐτῶν τὰ στόματα. Ἐπιδείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου. Καὶ ὡς ἐπέδειξαν, ὅπερ ἀεὶ ποιεῖ, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστιν· ὅπερ λαμπρὰ καὶ σαφὴς ἦν νίκη. Ὥστε ὅταν ἐρωτᾷ, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπειδὴ γὰρ ἐρωτηθέντες, Τίνος ἡ εἰκών; εἶπον, ὅτι Καίσαρος, φησίν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι. Οὐ γάρ ἐστι τοῦτο δοῦναι, ἀλλ' ἀποδοῦναι· καὶ τοῦτο καὶ ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς δείκνυται. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἀνθρώποις ἡμᾶς ὑποτάττεις; ἐπήγαγε, Καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῶν πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ' ἡμῶν ὀφειλόμενα. ∆ιὸ καὶ Παῦλός φησιν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον. Σὺ δὲ ὅταν ἀκούσῃς, Ἀπόδος τὰ τοῦ Καίσαρος Καίσαρι, ἐκεῖνα γίνωσκε λέγειν αὐτὸν μόνον, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα· ὡς ἄν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος τὸ τοιοῦτον. Ταῦτα ἀκούσαντες ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν. Οὐκοῦν πιστεῦσαι ἐχρῆν, οὐκοῦν ἐκπλαγῆναι. Καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν ἀπόδειξιν, τὰ ἀπόῤῥητα ἐκκαλύψας, καὶ μετ' ἐπιεικείας αὐτοὺς ἐπεστόμισε. Τί οὖν; ἐπίστευσαν; Οὐδαμῶς· ἀλλ' Ἀφέντες αὐτὸν ἀπῆλθον, καὶ μετ' αὐτοὺς προσῆλθον οἱ Σαδδουκαῖοι. Ὢ τῆς ἀνοίας! Ἐκείνων ἐπιστομισθέν των οὗτοι προσβάλλουσι, δέον ὀκνηροτέρους γενέσθαι. Ἀλλὰ τοιοῦτον ἡ θρασύτης, ἀναίσχυντον καὶ ἰταμὸν καὶ ἀδυνάτοις ἐπιχειροῦν. ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐκπληττόμενος αὐτῶν τὴν ἄνοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον. Ἐν ἐκείνῃ, ποίᾳ; Ἐν ᾗ τὴν ἐκείνων κακουργίαν ἤλεγξεν, καὶ κατῄσχυνεν αὐτούς. Τίνες δέ εἰσιν οὗτοι; Αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα. Παχύτεροι γάρ τινες οὗτοι, καὶ περὶ τὰ σωματικὰ ἐπτοημένοι. Πολλαὶ γὰρ καὶ ἐπὶ Ἰουδαίων αἱρέσεις ἦσαν. ∆ιὸ καὶ Παῦλος λέγει· Φαρισαῖός εἰμι, τῆς ἀκριβεστάτης αἱρέσεως παρ' ἡμῖν. Καὶ ἐξ εὐθείας μὲν οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι· λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασιν, ὡς ἔγωγε οἶμαι, οὐδὲ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ θέλοντες ἀνατρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν. Πάλιν δὲ καὶ οὗτοι μετ' ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες· ∆ιδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐὰν ἀποθάνῃ τις μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς τὴν γυναῖκα, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ. Ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα τῷ ἀδελφῷ. Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Ὅρα τούτοις διδασκαλικῶς ἀποκρινόμενον. Εἰ γὰρ καὶ ἀπὸ κακουργίας προσῆλθον, ἀλλ' ὅμως καὶ ἀγνοίας ἡ ἐρώτησις ἦν μᾶλλον. ∆ιὸ οὐδὲ λέγει αὐτοῖς. Ὑποκριταί. Εἶτα ἵνα μὴ ἐγκαλέσῃ, διατί ἑπτὰ μίαν ἔσχον, προστιθέασι τὸν Μωϋσέα· καίτοιγε, ὅπερ ἔφθην εἰπὼν, πλάσμα ἦν, ὡς ἔγωγε οἶμαι. Οὐ γὰρ ἂν ὁ τρίτος ἔλαβε, τοὺς δύο νυμφίους νεκροὺς γενομένους ἰδών· εἰ δὲ ὁ τρίτος, ἀλλ' οὐχ ὁ τέταρτος, οὐδὲ ὁ πέμπτος· εἰ δὲ καὶ οὗτοι, πολλῷ μᾶλλον ὁ ἕκτος ἢ ὁ ἕβδομος οὐκ ἂν προσῆλθον, ἀλλ' οἰωνίσαντο ἂν τὴν γυναῖκα. Τοιοῦτοι γὰρ οἱ Ἰουδαῖοι. Εἰ γὰρ νῦν πολλοὶ τοῦτο πάσχουσι, πολλῷ μᾶλλον τότε ἐκεῖνοι· ὅπου γε καὶ χωρὶς τούτου πολλάκις τὸ οὕτω συνοικεῖν ἔφυγον, καὶ ταῦτα τοῦ νόμου καταναγκάζοντος. Οὕτω γοῦν ἡ Ῥοὺθ ἡ Μωαβῖτις ἐκείνη γυνὴ πρὸς τὸν μακροτέρω τῆς συγγενείας ἐξεκυλίσθη· καὶ ἡ Θάμαρ δὲ ἐντεῦθεν παρὰ τοῦ κηδεστοῦ κλέψαι σπέρμα κατηναγκάζετο. Καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ' ἑπτά; Ὥστε ἐκ περιουσίας κωμῳδῆσαι, ὡς ᾤοντο, τὴν ἀνάστασιν. ∆ιὸ καὶ λέγουσι, Πάντες ἔσχον αὐτὴν, ὡς εἰς ἄπορόν τι αὐτὸν ἐμβάλλοντες. Τί οὖν ὁ Χριστός; Πρὸς ἀμφότερα ἀποκρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην ἱστάμενος, καὶ πανταχοῦ τὰ ἀπόῤῥητα αὐτῶν ἐκκαλύπτων, καὶ ποτὲ μὲν αὐτὰ ἐκπομπεύων, ποτὲ δὲ τῷ συνειδότι τῶν ἐρωτώντων ἀφιεὶς τὸν ἔλεγχον. Ὅρα γοῦν ἐνταῦθα πῶς ἀμφότερα δείκνυσι, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑποπτεύουσι. Τί γάρ φησι; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ ὡς εἰδότες, Μωϋσέα προβάλλονται καὶ τὸν νόμον, δείκνυσιν ὅτι τοῦτο μάλιστα ἀγνοούντων ἐστὶ τὰς Γραφὰς τὸ ἐρώτημα. Ἐντεῦθεν γὰρ καὶ τὸ πειράζειν αὐτοῖς ἦν, ἐκ τοῦ τὰς Γραφὰς ἀγνοεῖν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν μὴ εἰδέναι ὡς χρή. Τί οὖν θαυμαστὸν, φησὶν, εἰ ἐμὲ πειράζετε τὸν ἔτι ἀγνοούμενον ὑμῖν, ὅπου γε οὐδὲ τοῦ Θεοῦ τὴν δύναμιν ἴστε, ἧς τοσαύτην πεῖραν εἰλήφατε, καὶ οὔτε ἐκ κοινῶν ἐννοιῶν, οὔτε ἀπὸ Γραφῶν αὐτὴν ἔγνωτε; εἰ ἄρα καὶ κοινοὶ λογισμοὶ τοῦτο παρέχουσιν εἰδέναι, ὅτι τῷ Θεῷ πάντα δυνατά.
γʹ. Καὶ πρῶτον μὲν πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνεται. Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἦν αὐτοῖς τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ νομίζειν τοιαύτην εἶναι τὴν τῶν πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα (ἀπὸ γὰρ τούτου καὶ τὸ νόσημα γέγονε)· καὶ δείκνυσι τῆς ἀναστάσεως τὸν τρόπον. Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ. Ὁ δὲ Λουκᾶς φησιν, Ὡς υἱοὶ Θεοῦ. Εἰ τοίνυν οὐ γαμοῦσι, περιττὴ ἡ ἐρώτησις. Οὐ μὴν ἐπειδὴ οὐ γαμοῦσι, διὰ τοῦτο ἄγγελοι· ἀλλ' ἐπειδὴ ὡς ἄγγελοι, διὰ τοῦτο οὐ γαμοῦσιν. Ἀπὸ τούτου καὶ ἕτερα πολλὰ ἀνεῖλεν, ἅπερ ἅπαντα δι' ἑνὸς ῥήματος ὁ Παῦλος ᾐνίξατο εἰπών· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ διὰ μὲν τούτων ἐδήλωσεν ἡλίκον ἡ ἀνάστασις· ὅτι δὲ καὶ ἀνάστασίς ἐστι, δείκνυσι Καίτοι συναποδέδεικται τῷ εἰρημένῳ καὶ τοῦτο, ἀλλ' ὅμως ἐκ περιουσίας τῷ λόγῳ πάλιν προστίθησι λέγων. Οὐδὲ γὰρ πρὸς τὸ ἐρώτημα ἔστη μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἔννοιαν αὐτῶν. Οὕτως ὅταν μὴ σφόδρα κακουργῶσιν, ἀλλ' ἀγνοοῦντες ἐρωτῶσι, καὶ ἐκ περιουσίας διδάσκει· ὅταν δὲ ἀπὸ κακίας μόνης, οὐδὲ πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεται. Καὶ πάλιν ἀπὸ τοῦ Μωϋσέως ἐπιστομίζει αὐτοὺς, ἐπειδὴ κἀκεῖνοι Μωϋσέα προεβάλοντο, καί φησι· Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε, ὅτι Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Οὐχὶ τῶν οὐκ ὄντων, φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων. Οὐ γὰρ εἶπεν, Ἤμην, ἀλλ', Εἰμί· τῶν ὄντων καὶ τῶν ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει· οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ; Ἀλλ' οὐκ ἔστιν ἐναντίον τοῦτο ἐκείνῳ. Νεκρῶν γὰρ ἐνταῦθά φησι, τῶν καὶ αὐτῶν ζήσεσθαι μελλόντων. Ἄλλως δὲ καὶ ἕτερον τὸ, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ τὸ, Ἵνα καὶ νεκρῶνκαὶ ζώντων κυριεύσῃ. Οἶδε δὲ καὶ ἄλλην νεκρότητα. περὶ ἧς φησιν· Ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλάγησαν ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Οὐδὲ ἐνταῦθα οἱ Σαδδουκαῖοι· ἀλλ' οὗτοι μὲν ἡττηθέντες ἀναχωροῦσι· τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν. Ἐπεὶ οὖν τοιαύτη ἡ ἀνάστασις, φέρε πάντα ποιῶμεν, ἵνα τῶν πρωτείων ἐκεῖ τύχωμεν. Εἰ δὲ δοκεῖ, καὶ πρὸ τῆς ἀναστάσεως δείξωμεν ὑμῖν τινας ταῦτα ἐντεῦθεν ἐπιτηδεύοντας καὶ καρπουμένους, πάλιν ἐπὶ τὰς ἐρήμους ἀπελθόντες. Πάλιν γὰρ τῶν αὐτῶν ἅψομαι λόγων, ἐπειδὴ μετὰ πλείονος ἡδονῆς ἀκούοντας ὑμᾶς βλέπω. Ἴδωμεν τοίνυν καὶ τήμερον τὰ στρατόπεδα τὰ πνευματικά· ἴδωμεν τὴν φόβου καθαρὰν ἡδονήν. Οὐ γὰρ μετὰ δοράτων εἰσὶν ἐσκηνωμένοι, καθάπερ οἱ στρατιῶται (ἐνταῦθα γὰρ πρώην κατέλυσα τὸν λόγον), οὐδὲ μετὰ ἀσπίδων καὶ θωράκων· ἀλλὰ γυμνοὺς ὄψει τούτων ἁπάντων, καὶ τοιαῦτα ἐργαζομένους, οἷα οὐδὲ μετὰ ὅπλων ἐκεῖνοι. Καὶ εἰ δύνασαι συνιδεῖν, ἐλθὲ, καὶ χεῖρά μοι ὄρεξον, καὶ ἴωμεν εἰς τὸν πόλεμον τοῦτον ἀμφότεροι, καὶ ἴδωμεν τὴν παράταξιν. Καὶ γὰρ καὶ οὗτοι καθ' ἑκάστην πολεμοῦσι τὴν ἡμέραν, καὶ σφάττουσι τοὺς ὑπεναντίους, καὶ νικῶσι τὰς ἐπιθυμίας ἁπάσας τὰς ἐπιβουλευούσας ἡμῖν. Καὶ ὄψει ταύτας ἐῤῥιμμένας χαμαὶ, καὶ μηδὲ σπαίρειν δυναμένας· ἀλλὰ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων δεικνύμενον, ὅτι Οἱ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες πλῆθος νεκρῶν κειμένων, ἐσφαγμένων τῇ μαχαίρα τοῦ πνεύματος; ∆ιὰ τοῦτο οὐκ ἔστιν ἐκεῖ μέθη, οὐδὲ ἀδηφαγία. Καὶ δείκνυσιν ἡ τράπεζα, καὶ τὸ τρόπαιον τὸ ἐπ' αὐτῇ ἑστηκός. Ἡ γὰρ μέθη καὶ ἡ ἀδηφαγία κεῖται νεκρὰ διὰ τῆς ὑδροποσίας τροπωθεῖσα, τὸ πολυειδὲς τοῦτο καὶ πολυκέφαλον θηρίον. Καθάπερ γὰρ ἐπὶ τῆς μυθοποιουμένης Σκύλλης καὶ Ὕδρας, οὕτω καὶ ἐπὶ τῆς μέθης πολλὰς ἔστι κεφαλὰς ἰδεῖν· ἐντεῦθεν πορνείαν, ἐκεῖθεν ὀργὴν, ἄλλοθεν βλακείαν, ἑτέρωθεν ἔρωτας ἀτόπους φυομένους· ἀλλὰ πάντα ταῦτα ἀνῄρηται. Καίτοιγε ἐκεῖνα πάντα τὰ στρατόπεδα, κἂν μυρίων περιγένωνται πολέμων, ὑπὸ τούτων ἁλίσκονται· καὶ οὔτε ὅπλα, οὔτε δόρατα, οὐχ ὅπερ ἂν ἕτερον ᾖ, δύναται πρὸς ταύτας στῆναι τὰς φάλαγγας· ἀλλ' αὐτοὺς τοὺς γίγαντας, τοὺς ἀριστέας, τοὺς τὰ μυρία ἀνδραγαθοῦντας, εὕροις ἂν χωρὶς δεσμῶν δεδεμένους ὕπνῳ καὶ μέθῃ, χωρὶς σφαγῆς καὶ τραυμάτων, καθάπερ τοὺς τετραυματισμένους, κειμένους, μᾶλλον δὲ καὶ χαλεπώτερον. Ἐκεῖνοι μὲν γὰρ κἂν σπαίρουσιν· οὗτοι δὲ οὐδὲ τοῦτο, ἀλλ' εὐθέως καταπίπτουσιν. Ὁρᾷς ὅτι μεῖζον τοῦτο τὸ στρατόπεδον καὶ θαυμαστότερον; τοὺς γὰρ ἐκείνων περιγινομένους πολεμίους ἀναιρεῖ τῷ θελῆσαι μόνον. Οὕτω γὰρ αὐτὴν ἀσθενῆ τὴν μητέρα ἁπάντων τῶν κακῶν ποιοῦσιν, ὡς μηδὲ ἐνοχλεῖν λοιπόν· τοῦ δὲ στρατηγοῦ κειμένου, καὶ τῆς κεφαλῆς ἀνῃρημένης, καὶ τὸ λοιπὸν σῶμα ἡσυχάζει. Καὶ τὴν νίκην ταύτην ἕκαστον τῶν ἐκεῖ μενόντων ἐργαζόμενον ἴδοι τις ἄν. Οὐ γὰρ ὥσπερ ἐπὶ τούτων τῶν πολέμων ἐὰν ὑφ' ἑνός τις λάβῃ πληγὴν, ἑτέρῳ λοιπὸν οὐκ ἔστι βαρὺς καταπεσὼν ἅπαξ· ἀλλ' ἀνάγκη πάντας τὸ θηρίον τοῦτο παίειν· καὶ ὁ μὴ πλήξας αὐτὴν, καὶ καταβαλὼν, ἐνοχλεῖται πάντως.
δʹ. Εἶδες νίκην λαμπράν; Οἷον γὰρ τὰ στρατόπεδα τὰ πανταχοῦ τῆς οἰκουμένης ὁμοῦ συνελθόντα στῆσαι τρόπαιον οὐκ ἰσχύει, τοῦτο ἕκαστος ἐκείνων ἵστησι· καὶ πάντα ἀναμέμικται τετρωμένα, παράφορα παραπληξίας ῥήματα, νοήματα μανικὰ, ἀηδὴς τῦφος, πάντα ὅσα ἀπὸ μέθης ὁπλίζεται. Καὶ μιμοῦνται τὸν ἑαυτῶν ∆εσπότην, ὃν ἡ Γραφὴ θαυμάζουσα ἔλεγεν· Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. Βούλεσθε καὶ ἕτερον πλῆθος νεκρῶν ἰδεῖν; Ἴδωμεν τὰς ἐκ τῆς τρυφῆς ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζοποιῶν, τῶν πλακουντοποιῶν. Αἰσχύνομαι μὲν γὰρ πάντα διηγούμενος· πλὴν ἀλλ' ὅμως ἐρῶ τὰς ὄρνεις τὰς ἀπὸ Φάσιδος, τοὺς ζωμοὺς τοὺς χύδην μιγνυμένους, τὰ ὑγρὰ, τὰ ξηρὰ ἐδέσματα, τοὺς περὶ τούτων κειμένους νόμους. Καθάπερ γάρ τινα πόλιν οἰκοῦντες, καὶ στρατόπεδα διατάττοντες, οὕτω καὶ οὗτοι, τὸ καὶ τὸ πρῶτον, καὶ τὸ καὶ τὸ δεύτερον νομοθετοῦσι καὶ κατατάττουσι. Καὶ οἱ μὲν πρῶτον ὄρνεις ἐπ' ἀνθράκων ὠπτημένας, ἔνδοθεν μεμεστωμένας ἰχθύων εἰσάγουσιν· ἕτεροι δὲ ἄλλοθεν τὰ προοίμια ποιοῦνται τῶν παρανόμων τούτων δείπνων· καὶ ἅμιλλα πολλὴ περὶ τούτων, καὶ ὑπὲρ ποιότητος, καὶ ὑπὲρ τάξεως, καὶ ὑπὲρ πλήθους· καὶ φιλοτιμοῦνται ἐφ' οἷς κατορύττεσθαι ἔδει, οἱ μὲν ὅτι τὸ ἥμισυ τῆς ἡμέρας ἀνάλωσαν, οἱ δὲ πᾶσαν αὐτὴν, οἱ δὲ ὅτι καὶ τὴν νύκτα προσέθηκαν λέγοντες· Ἴδε τὸ μέτρον, ταλαίπωρε, τῆς γαστρὸς, καὶ αἰσχύνθητι τὴν ἄμετρον σπουδήν. Ἀλλ' οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις· ἀλλὰ καὶ αὗται πᾶσαι αἱ ἐπιθυμίαι νεκραί. Οὐ γὰρ εἰς πλησμονὴν καὶ τρυφὴν, ἀλλ' εἰς χρείαν αὐτοῖς αἱ τροφαί. Οὐκ ὀρνίθων ἐκεῖ θηραταὶ, οὐδὲ ἰχθύων, ἀλλ' ἄρτος καὶ ὕδωρ. Ἡ δὲ σύγχυσις αὕτη, καὶ ὁ θόρυβος, καὶ αἱ ταραχαὶ, πάντα ἐκποδὼν ἐκεῖθεν, καὶ ἀπὸ τοῦ δωματίου, καὶ ἀπὸ τοῦ σώματος, καὶ πολὺς ὁ λιμήν· παρὰ δὲ τούτοις πολλὴ ἡ ζάλη. Ἀνάῤῥηξον σὺν τῷ λόγῳ τὴν γαστέρα τῶν τὰ τοιαῦτα σιτουμένων, καὶ ὄψει τὸν πολὺν φορυτὸν, καὶ τὸν ἀκάθαρτον ὀχετὸν, καὶ τὸν κεκονιαμένον τάφον. Τὰ δὲ μετὰ ταῦτα καὶ αἰσχύνομαι εἰπεῖν, τὰς ἐρυγὰς τὰς ἀηδεῖς, τοὺς ἐμέτους, τὰς κάτωθεν, τὰς ἄνωθεν ἐκκρίσεις. Ἀλλὰ καὶ ταύτας ἴθι καὶ βλέπε νεκρὰς τὰς ἐπιθυμίας ἐκεῖ, καὶ τοὺς ἀπὸ τούτων σφοδροτέρους ἔρωτας· τοὺς τῶν ἀφροδισίων λέγω. Καὶ γὰρ καὶ τούτους ὄψει πάντας ἐῤῥιμμένους μετὰ τῶν ἵππων, μετὰ τῶν σκευοφόρων. Σκευοφόρος γὰρ καὶ ὅπλον καὶ ἵππος αἰσχρᾶς πράξεως ῥῆμά ἐστιν αἰσχρόν. Ἀλλ' ὄψει ἵππον ὁμοῦ καὶ ἀναβάτην τοιοῦτον, καὶ ὅπλα κείμενα· ἐκεῖ δὲ τοὐναντίον ἅπαν, καὶ ψυχὰς νεκρὰς ἐῤῥιμμένας. Οὐκ ἐπὶ τῆς τραπέζης δὲ μόνον ἡ νίκη λαμπρὰ τοῖς ἁγίοις ἐκείνοις, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων· ἐπὶ τῶν χρημάτων, ἐπὶ τῆς δόξης, ἐπὶ τῆς βασκανίας, ἐπὶ τῶν νοσημάτων ἁπάντων. Ἆρά σοι οὐ δοκεῖ τοῦτο ἐκείνου τοῦ στρατοπέδου ἰσχυρότερον εἶναι, καὶ ἡ τράπεζα βελτίων; Καὶ τίς ἀντερεῖ; Οὐδεὶς, οὐδὲ αὐτῶν ἐκείνων, κἂν σφόδρα μαινόμενος ᾖ. Αὕτη μὲν γὰρ εἰς οὐρανὸν παραπέμπει, ἐκείνη δὲ εἰς γέενναν ἕλκει· ταύτην ὁ διάβολος διατάττεται, ἐκείνην δὲ ὁ Χριστός· ταύτην τρυφὴ νομοθετεῖ καὶ ἀκολασία, ἐκείνην δὲ φιλοσοφία καὶ σωφροσύνη· ἐνταῦθα ὁ Χριστὸς παραγίνεται, ἐκεῖ δὲ ὁ διάβολος. Ἔνθα γὰρ μέθη, διάβολος· ἔνθα αἰσχρὰ ῥήματα, ἔνθα πλησμονὴ, ἐκεῖ δαίμονες χορεύουσι. Τοιαύτην εἶχε τράπεζαν ὁ πλούσιος ἐκεῖνος· διὰ τοῦτο οὐδὲ σταγόνος ὕδατος κύριος ἦν. Ἀλλ' οὐχ οὗτοι τοιαύτην, ἀλλὰ τὰ τῶν ἀγγέλων ἤδη μελετῶσιν. Οὐ γαμοῦσιν, οὐδὲ γαμίσκονται, οὐδὲ καθεύδουσιν ἄρδην, οὐδὲ τρυφῶσιν· ἀλλὰ πλὴν ὀλίγων τινῶν καὶ ἀσώματοι γεγόνασι. Τίς οὖν ἐστιν οὕτως εὐκόλως νικῶν τοὺς ἐχθροὺς, ὡς ἀριστοποιούμενος τρόπαιον ἱστᾷν; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Οὐ γὰρ ἄν τις ἁμάρτοι καὶ περὶ ταύτης τοῦτο εἰπὼν τὸ λόγιον τῆς τραπέζης. Οὐδὲν γὰρ οὕτω θλίβει ψυχὴν, ὡς ἐπιθυμία ἄτοπος, καὶ τρυφὴ, καὶ μέθη, καὶ τὰ ἐκ τούτων κακά· καὶ τοῦτο ἴσασιν οἱ πεῖραν εἰληφότες καλῶς. Εἰ δὲ μάθοις καὶ πόθεν αὕτη συλλέγεται ἡ τράπεζα, καὶ πόθεν ἐκείνη, τότε ὄψει καλῶς ἑκατέρας τὸ διάφορον. Πό θεν οὖν αὕτη συλλέγεται; Ἀπὸ μυρίων δακρύων, ἀπὸ χηρῶν πλεονεκτουμένων, ἀπὸ ὀρφανῶν ἁρπαζομένων· ἡ δὲ ἀπὸ πόνων δικαίων. Καὶ ἔοικεν αὕτη μὲν ἡ τράπεζα γυναικὶ καλῇ καὶ εὐειδεῖ, οὐδενὸς τῶν ἔξωθεν δεομένῃ, ἀλλὰ φυσικὸν ἐχούσῃ τὸ κάλλος· ἐκείνη δὲ, πόρνῃ τινὶ αἰσχρᾷ καὶ δυσειδεῖ, πολλὰ μὲν ἐπιτρίμματα ἐχούσῃ, οὐκ ἰσχυούσῃ δὲ συσκιάσαι τὴν ἀμορφίαν, ἀλλ' ὅσῳ ἂν ἐγγὺς γίνηται, μᾶλλον ἐλεγχομένη. Καὶ γὰρ καὶ αὕτη ὅταν ἐγγυτέρω γένηται τοῦ συγγινομένου, τότε δείκνυσι τὸ αἶσχος μᾶλλον. Μὴ γάρ μοι ἀνιόντας ἴδῃς τοὺς δαιτυμόνας, ἀλλὰ καὶ κατιόντας, καὶ τότε αὐτῆς ὄψει τὴν αἰσχρότητα. Ἐκείνη μὲν γὰρ τοὺς συγγινομένους, ἅτε ἐλευθέρα οὖσα, οὐδὲν ἀφίησιν αἰσχρὸν εἰπεῖν· αὕτη δὲ οὐδὲν σεμνὸν, ἅτε πόρνη οὖσα καὶ ἠτιμωμένη. Αὕτη τὸ χρήσιμον ζητεῖ τοῦ συνόντος αὐτῇ· ἐκείνη δὲ τὸ ἐπιβλαβές. Καὶ ἡ μὲν οὐκ ἀφίησι προσκροῦσαι Θεῷ· ἡ δὲ οὐκ ἀφίησι μὴ προσκροῦσαι. Ἀπίωμεν τοίνυν πρὸς ἐκείνους. Ἐκεῖθεν εἰσόμεθα πόσοις δεσμοῖς ἐσμεν περιβεβλημένοι· ἐκεῖθεν εἰσόμεθα τράπεζαν παρατίθεσθαι μυρίων γέμουσαν ἀγαθῶν, ἡδίστην, ἀδάπανον, φροντίδος ἀπηλλαγμένην, φθόνου καὶ βασκανίας καὶ νόσου πάσης ἐλευθέραν, καὶ χρηστῆς γέμουσαν ἐλπίδος, καὶ πολλὰ τὰ τρόπαια ἔχουσαν. Οὐκ ἔστι θόρυβος ψυχῆς ἐκεῖ, οὐκ ἔστι λύπη, οὐκ ἔστιν ὀργή· πάντα γαλήνη, πάντα εἰρήνη. Μὴ γάρ μοι τὴν σιγὴν τῶν διακονούντων εἴπῃς ἐν ταῖς τῶν πλουσίων οἰκίαις, ἀλλὰ τὴν κραυγὴν τῶν ἀριστοποιουμένων· οὐ τὴν πρὸς ἀλλήλους λέγω (καὶ αὕτη μὲν γὰρ καταγέλαστος), ἀλλὰ τὴν ἔνδον, τὴν ἐν τῇ ψυχῇ, τὴν πολλὴν ἐπάγουσαν αἰχμαλωσίαν, τοὺς θορύβους τῶν λογισμῶν, τὴν ζάλην, τὸν ζόφον, τὸν χειμῶνα· δι' ὧν ἅπαντα μίγνυται καὶ συγχεῖται, καὶ νυκτομαχίᾳ τινὶ προσέοικεν. Ἀλλ' οὐκ ἐν ταῖς σκηναῖς τῶν μοναχῶν τοιαῦτα ἀλλὰ πολλὴ ἡ γαλήνη, πολλὴ ἡ ἡσυχία. Κἀκείνην μὲν ὕπνος θανάτῳ προσεοικὼς διαδέχεται τὴν τράπεζαν, ταύτην δὲ νῆψις καὶ ἀγρυπνία· ἐκείνην κόλασις, ταύτην οὐρανῶν βασιλεία καὶ τὰ ἀθάνατα βραβεῖα. Ταύτην τοίνυν διώκωμεν, ἵνα καὶ τῶν καρπῶν αὐτῆς ἀπολαύσωμεν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟΑʹ. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, ὅτι ἐφίμωσε τοὺς Σαδ δουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό· καὶ ἐπηρώ τησεν εἷς ἐξ αὐτῶν νομικὸς, πειράζων αὐτὸν, καὶ λέγων· ∆ιδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
αʹ. Πάλιν τὴν αἰτίαν τίθησιν ὁ εὐαγγελιστὴς, δι' ἢν ἔδει σιγῆσαι, καὶ τὴν θρασύτητα τὴν ἐκείνων κἀντεῦθεν ἐνδείκνυται. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπιστομισθέντων ἐκείνων οὗτοι πάλιν ἐπιτίθενται. ∆έον γὰρ κἀντεῦθεν ἡσυχάζειν, οἱ δὲ ἐπαγωνίζονται τοῖς προτέροις, καὶ προβάλλονται τὸν νομικὸν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· καὶ ἐρωτῶσι, Ποία ἐντολὴ πρώτη; Ἐπειδὴ γὰρ ἡ πρώτη αὕτη ἦν, τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· προσδοκῶντές τινα λαβὴν παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ αὐτὸν δεικνύναι ἑαυτὸν Θεὸν, προβάλλονται τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; ∆εικνὺς ὅθεν ἦλθον ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ τήκεσθαι, ἀπὸ τοῦ ζηλοτυπίᾳ ἁλίσκεσθαι, φησίν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· αὕτη πρώτη καὶ μεγάλη ἐντολή. ∆ευτέρα δὲ ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. ∆ιατί δὲ, Ὁμοία ταύτης; Ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ' αὐτῆς συγκροτεῖται πάλιν. Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τί ἀπὸ τούτου; ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως· καὶ, Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει. Αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ τοίνυν τὸ ἀγαπᾷν τὸν Θεὸν ἀγαπᾷν τὸν πλησίον ἐστίν· Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, ποίμαινε τὰ πρόβατά μου· τὸ δὲ ἀγαπᾷν τὸν πλησίον τῶν ἐντολῶν ἐργάζεται φυλακὴν, εἰκότως φησίν· Ἐν ταύταις ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. ∆ιὰ δὴ τοῦτο ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καὶ γὰρ ἐκεῖ ἐρωτηθεὶς περὶ τρόπου ἀναστάσεως, καὶ ἀνάστασιν ἐδίδαξε, πλέον οὗ ἐπύθοντο παιδεύων αὐτούς· καὶ ἐνταῦθα τὴν πρώτην ἐρωτηθεὶς, καὶ τὴν δευτέραν λέγει, οὐ σφόδρα ἐκείνης ἀποδέουσαν· (δευτέρα μὲν γὰρ, ὁμοία δὲ ἐκείνης·) αἰνιττόμενος αὐτοῖς, ὅθεν ἡ ἐρώτησις γέγονεν, ὅτι ἐξ ἀπεχθείας. Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ. Ἀπὸ τούτου δείκνυσιν ἑαυτὸν καὶ τῷ νόμῳ καὶ τοῖς προφήταις πειθόμενον. Ἀλλὰ τίνος ἕνεκεν ὁ μὲν Ματθαῖός φησιν, ὅτι πειράζων ἠρώτησεν, ὁ δὲ Μάρκος τοὐναντίον; Εἰδὼς γὰρ, φησὶν, ὁ Ἰησοῦς, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. Ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχήν· ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς ἐπῃνέθη. Οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν· ἀλλ' ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλέον ἐστὶ τῶν ὁλοκαυτωμάτων, τότε φησίν· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας· ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. Καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπά. Καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον συνέθηκεν, ἀλλ' ἔτι λείποντα. Τὸ γὰρ εἰπεῖν, Οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. Εἰ δὲ εἰπόντα αὐτὸν, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος, ἐπῄνεσε, μὴ θαυμάσῃς· ἀλλὰ καὶ ἐντεῦθεν κατάμαθε, πῶς πρὸς τὴν ὑπόληψιν ἀποκρίνεται τῶν προσιόντων. Κἂν γὰρ μυρία περὶ τοῦ Χριστοῦ λέγωσιν ἀνάξια τῆς δόξης αὐτοῦ, ἀλλὰ τοῦτό γε οὐ τολμήσουσιν εἰπεῖν, ὅτι καθόλου οὐκ ἔστι Θεός. Τίνος οὖν ἕνεκεν ἐπαινεῖ τὸν εἰρηκότα, ὅτι πλὴν τοῦ Πατρὸς οὐκ ἔστιν ἄλλος Θεός; Οὐχ ἑαυτὸν ἐξάγων τοῦ Θεὸς εἶναι· ἄπαγε· ἀλλ' ἐπειδὴ οὐδέπω καιρὸς ἦν ἐκκαλύψαι αὐτοῦ τὴν θεότητα, ἐκεῖνον ἀφίησιν ἐπὶ τοῦ προτέρου δόγματος μένειν, καὶ ἐπαινεῖ τὰ παλαιὰ εἰδότα καλῶς, ὥστε ἐπιτήδειον αὐτὸν καὶ πρὸς τὴν τῆς Καινῆς ποιῆσαι διδασκαλίαν, κατὰ καιρὸν αὐτὴν εἰσάγων. Ἄλλως δὲ καὶ τὸ, Εἷς Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι· καὶ ἐν τῇ Παλαιᾷ καὶ πανταχοῦ, οὐ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν εἰδώλων. Ὥστε καὶ τοῦτον ἐπαινῶν οὕτως εἰρηκότα, ταύτῃ ἐπαινεῖ τῇ γνώμῃ. Εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ ∆αυΐδ. Ὅρα μετὰ πόσα θαύματα, μετὰ πόσα σημεῖα, μετὰ πόσας ἐρωτήσεις, μετὰ πόσην ἐπίδειξιν ὁμονοίας τῆς πρὸς τὸν Πατέρα, τὴν διὰ λόγων, τὴν δι' ἔργων, μετὰ τὸ ἐπαινέσαι τοῦτον τὸν εἰρηκότα, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, ἐρωτᾷ· ἵνα μὴ ἔχωσι λέγειν, ὅτι Θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιος ἦν. ∆ιὰ τοῦτο μετὰ τοσαῦτα ταῦτα ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. Καὶ τοὺς μὲν μαθητὰς πρῶτον ἠρώτησε, τί οἱ ἄλλοι λέγουσι, καὶ τότε αὐτούς· τούτους δὲ οὐχ οὕτως· ἦ γὰρ ἂν καὶ πλάνον εἶπον καὶ πονηρὸν, ἅτε ἀδεῶς ἅπαντα φθεγγόμενοι. ∆ιὰ δὴ τοῦτο τὴν αὐτῶν ἐκείνων ψῆφον ἐξετάζει.
βʹ. Ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἔμελλεν ἰέναι λοιπὸν, τίθησι τὴν σαφῶς Κύριον αὐτὸν ἀνακηρύττουσαν προφητείαν, ἀλλ' οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως ἐπὶ τοῦτο ἐλθὼν, ἀλλ' ἀπὸ αἰτίας εὐλόγου. Ἐρωτήσας γὰρ αὐτοὺς πρότερος, ἐπειδὴ οὐκ ἀπεκρίναντο τἀληθῆ περὶ αὐτοῦ (ἄνθρωπον γὰρ αὐτὸν ἔφησαν εἶναι ψιλὸν), ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, οὕτως εἰσάγει τὸν ∆αυῒδ, ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζον, ὅτι ψιλὸς ἄνθρωπος ἦν, διὸ καὶ ἔλεγον, Τοῦ ∆αυΐδ· αὐτὸς δὲ τοῦτο διορθούμενος παράγει τὸν προφήτην, καὶ τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς υἱότητος, καὶ τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα μαρτυροῦντα. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται· ἀλλ' ὥστε καὶ φοβῆσαι καὶ τὸ ἑξῆς ἐπάγει λέγων· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. Καὶ ἵνα μὴ λέγωσιν, ὅτι κολακεύων αὐτὸν οὕτως ἐκάλεσε, καὶ ἀνθρωπίνη ἡ ψῆφος αὕτη, ὅρα τί φησι· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; Ὅρα πῶς ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ ψῆφον καὶ δόξαν. Πρότερον εἶπε, Τί ὑμῖν δοκεῖ; τίνος υἱός ἐστιν; ὥστε δι' ἐρωτήσεως εἰς ἀπόκρισιν αὐτοὺς ἀγαγεῖν. Εἶτα ἐπειδὴ εἶπον, Τοῦ ∆αυῒδ, οὐκ εἶπε· Καὶ μὴν ὁ ∆αυῒδ τάδε φησὶν, ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; ὥστε μὴ προσστῆναι αὐτοῖς τὰ λεγόμενα. ∆ιὸ οὐδὲ εἶπε, Τί ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλὰ, Περὶ τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑφειμένως διελέγοντο, λέγοντες· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου ∆αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Καὶ αὐτὸς ὁμοίως διὰ τοῦτο ὡς ἐν ἐρωτήσεως τάξει καὶ συλλογισμοῦ τὸ δόγμα εἰσάγει, λέγων· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν· Εἰ οὖν ∆αυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοῦ υἱὸς, ἄπαγε· οὐ γὰρ ἂν Πέτρῳ ἐπετίμησε διὰ τοῦτο· ἀλλὰ τὴν ἐκείνων ὑπόνοιαν διορθούμενος. Ὥστε ὅταν λέγῃ, Πῶς υἱὸς αὐτοῦ ἐστι; τοῦτο λέγει· Οὐχ οὕτως ὡς ὑμεῖς φατε. Ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι μόνον υἱὸς αὐτοῦ ἐστι, καὶ οὐχὶ καὶ Κύριος. Καὶ τοῦτο μετὰ τὴν μαρτυρίαν, καὶ τότε ὑφειμένως· Εἰ οὖν ∆αυῒδ Κύριον αὐτὸν καλεῖ, πῶς υἱὸς αὐτοῦ ἐστιν; Ἀλλ' ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. ∆ιὸ αὐτὸς ἐπάγει λέγων, ὅτι Κύριος αὐτοῦ ἐστι. Μᾶλλον δὲ οὐδὲ τοῦτο αὐτὸ ἀπολελυμένως, ἀλλὰ τὸν προφήτην μεθ' ἑαυτοῦ παραλαβὼν, διὰ τὸ σφόδρα ἀπιστεῖσθαι ὑπ' αὐτῶν, καὶ διαβεβλῆσθαι παρ' αὐτοῖς. Ὃ δὴ μάλιστα χρὴ σκοποῦντας, κἂν ταπεινὸν καὶ ὑφειμένον τι λέγηται παρ' αὐτοῦ, μὴ σκανδαλίζεσθαι· ἡ γὰρ αἰτία αὕτη, μετὰ καὶ ἑτέρων πλειόνων, τὸ συγκαταβαίνοντα ἐκείνοις διαλέγεσθαι. ∆ιὸ καὶ νῦν ἐν τάξει μὲν πεύσεως καὶ ἀποκρίσεως δογματίζει· αἰνίττεται δὲ καὶ οὕτω τὴν ἀξίαν αὐτοῦ. Οὐ γὰρ ἦν ἴσον ἀκοῦσαι Ἰουδαίων Κύριον, καὶ τοῦ ∆αυΐδ. Σὺ δέ μοι σκόπει καὶ τὸ εὔκαιρον. Ὅτε γὰρ εἶπεν, Εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι, καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον. Καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον αὐτοὺς τὸν Πατέρα· Ἕως ἂν θῶ γὰρ, φησὶ, τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ πολλὴν κἀντεῦθεν ὁμόνοιαν τοῦ γεγεννηκότος πρὸς αὐτὸν καὶ τιμήν. Καὶ τοῦτο τὸ τέλος ἐπιτίθησι τῶν πρὸς αὐτοὺς διαλέξεων, ὑψηλὸν καὶ μέγα καὶ ἱκανὸν αὐῶν ἀποῤῥάψαι τὰ στόματα. Καὶ γὰρ ἐσίγησαν ἐξ ἐκείνου, οὐχ ἑκόντες, ἀλλὰ τῷ μηδὲν ἔχειν εἰπεῖν· καὶ οὕτω καιρίαν ἐδέξαντο πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὑτοῖς ἐπιχειρῆσαι λοιπόν. Οὐδεὶς γὰρ, φησὶν, ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπερωτῆσαι αὐτόν. Οὐ μικρὸν δὲ τοῦτο τοὺς ὄχλους ὠφέλει. ∆ιὸ καὶ πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον, ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς. Ἐκεῖνοι γὰρ οὐδὲν ἐκέρδαινον, ὑπὸ κενοδοξίας ἁλόντες, καὶ εἰς τὸ δεινὸν τοῦτο πάθος ἐμπεσόντες. ∆εινὸν γὰρ τὸ πάθος καὶ πολυκέφαλον· οἱ μὲν γὰρ ἀρχῆς διὰ ταύτην. οἱ δὲ χρημάτων, οἱ δὲ ἰσχύος ἐρῶσιν. Ὁδῷ δὲ βαδίζουσα καὶ ἐπὶ ἐλεημοσύνην ἔρχεται, καὶ νηστείαν, καὶ εὐχὰς, καὶ διδασκαλίαν· καὶ πολλαὶ αἱ τοῦ θηρίου τούτου κεφαλαί. Ἀλλὰ τὸ μὲν ἐπὶ τοῖς ἄλλοις ἐκείνοις κενοδοξεῖν, θαυμαστὸν οὐδέν· τὸ δὲ ἐπὶ νηστείᾳ καὶ εὐχῇ, τοῦτό ἐστι τὸ ξένον καὶ δακρύων μεστόν. Ἀλλ' ἵνα μὴ πάλιν ἐγκαλῶμεν μόνον, φέρε καὶ τὸν τρόπον, δι' οὗ ταύτην φευξόμεθα, εἴπωμεν. Πρὸς τίνας οὖν ἀποδυσόμεθα πρώτους; πρὸς τοὺς ἐπὶ χρήμασιν ἢ τοὺς ἐπὶ ἱματίοις, ἢ τοὺς ἐπὶ ἀρχαῖς, ἢ τοὺς ἐπὶ διδασκαλίαις. ἢ τοὺς ἐπὶ τέχναις, ἢ τοὺς ἐπὶ σώματι, ἢ τοὺς ἐπὶ κάλλει, ἢ τοὺς ἐπὶ καλλωπισμοῖς, ἢ τοὺς ἐπὶ ὠμότητι, ἢ τοὺς ἐπὶ φιλανθρωπίᾳ καὶ ἐλεημοσύνῃ, ἢ τοὺς ἐπὶ πονηρίᾳ, ἢ τοὺς ἐπὶ τελευτῇ, ἢ τοὺς μετὰ τελευτὴν κενοδοξοῦντας; Καὶ γὰρ, ὅπερ ἔφην, πολλὰς ἔχει τὰς πλεκτάνας τοῦτο τὸ πάθος, καὶ περαιτέρω τῆς ζωῆς ἡμῶν πρόεισι. Καὶ γὰρ ὁ δεῖνα, φησὶν, ἀπέθανε· καὶ ἵνα θαυμασθῇ, τὰ καὶ τὰ ἐπέσκηψε γενέσθαι· καὶ διὰ τοῦτο ὁ δεῖνα πένης, καὶ ὁ δεῖνα πλούσιος. Τὸ γὰρ χαλεπὸν τοῦτο, ὅτι καὶ ἀπὸ τῶν ἐναντίων συνέστηκε.
γʹ. Πρὸς τίνας οὖν στησόμεθα καὶ παραταξόμεθα πρώτους; οὐ γὰρ ἀρκεῖ πρὸς πάντας εἷς καὶ ὁ αὐτὸς λόγος. Βούλεσθε οὖν πρὸς τοὺς ἐπὶ ἐλεημοσύνῃ κενοδοξοῦντας; Ἔμοιγε δοκεῖ· καὶ γὰρ σφόδρα τὸ πρᾶγμα τοῦτο φιλῶ, καὶ ἀλγῶ λυμαινόμενον ὁρῶν, καὶ καθάπερ τινὶ βασιλικῇ κόρῃ τροφὸν προαγωγὸν ἐπιβουλεύουσαν τὴν κενοδοξίαν. Τρέφει μὲν γὰρ αὐτὴν, ἐπ' αἰσχύνῃ δὲ καὶ ζημίᾳ, μαστροπεύουσα, καὶ τοῦ μὲν πατρὸς κελεύουσα καταφρονεῖν, καλλωπίζεσθαι δὲ πρὸς μιαρῶν καὶ καταπτύστων πολλάκις ἀνδρῶν ἀρέσκειαν· καὶ τοιοῦτον αὐτῇ περιτίθησι κόσμον, οἷον οἱ ἔξω βούλονται, αἰσχρὸν καὶ ἄτιμον, οὐχ οἷον ὁ πατήρ. Φέρε δὴ οὖν πρὸς τούτους ἀποτεινώμεθα, καὶ ἔστω τις ἐλεημοσύνη γινομένη μετὰ δαψιλείας πρὸς τὴν τῶν πολλῶν ἐπίδειξιν. Οὐκοῦν πρῶτον αὐτὴν ἐξάγει τοῦ θαλάμου τοῦ πατρικοῦ. Καὶ ὁ μὲν πατὴρ οὐδὲ τῇ ἀριστερᾷ φαίνεσθαι κελεύει· αὕτη δὲ αὐτὴν τοῖς δούλοις ἐπιδείκνυσι καὶ τοῖς τυχοῦσι καὶ οὐδὲ εἰδόσιν αὐτήν. Εἶδες πόρνην καὶ μαστροπὸν εἰς ἔρωτα αὐτὴν ἐμβάλλουσαν ἀτόπων ἀνθρώπων, ἵνα ὡς ἂν ἐκεῖνοι κελεύωσιν, οὕτως αὕτη ῥυθμίζηται; Βούλει ἰδεῖν πῶς οὐ πόρνην μόνον, ἀλλὰ καὶ μανικὴν ποιεῖ τὴν τοιαύτην ψυχήν; Οὐκοῦν καταμάνθανε αὐτῆς τὴν γνώμην Ὅταν γὰρ τὸν οὐρανὸν ἀφεῖσα τρέχῃ ὀπίσω δραπετῶν καὶ οἰκοτρίβων, κατὰ τὰ ἄμφοδα καὶ τοὺς στενωποὺς διώκουσα τοὺς μισοῦντας αὐτὴν, τοὺς αἰσχροὺς καὶ δυσειδεῖς, τοὺς οὐδὲ ἰδεῖν αὐτὴν βουλομένους, τοὺς, ἐπειδὴ περικαίεται αὐτῶν, μισοῦντας αὐτὴν, τί γένοιτ' ἂν τούτου μανικώτερον; Οὐδένα γὰρ οὕτω μισοῦσιν οἱ πολλοὶ, ὡς τοὺς δεομένους τῆς παρ' αὐτῶν δόξης. Μυρίας γοῦν κατηγορίας κατ' αὐτῶν πλέκουσι, καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρθένον καὶ θυγατέρα βασιλέως ἀπὸ τοῦ θρόνου κατενεγκὼν τοῦ βασιλικοῦ, κελεύοι μονομάχοις ἀνδράσι καὶ διαπτύουσιν αὐτὴν ἑαυτὴν ἐκδιδόναι. Οὗτοι μὲν οὖν, ὅσον αὐτοὺς διώκεις, τοσοῦτόν σε ἀποστρέφονται· ὁ δὲ Θεὸς, ἂν τὴν παρ' αὐτοῦ δόξαν ζητῇς, τοσούτῳ μᾶλλον καὶ ἐφέλκεταί σε καὶ ἐπαινεῖ, καὶ πολλὴν ἀποδίδωσί σοι τὴν ἀμοιβήν. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν αὐτῆς τὴν ζημίαν καταμαθεῖν, ὅταν δῷς πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν, ἀναλόγισαι πόση σε λοιπὸν ἐπεισέρχεται ἡ λύπη, καὶ πῶς διηνεκὴς ἡ ἀθυμία, ἐνηχοῦντός σοι τοῦ Χριστοῦ, καὶ λέγοντος, ὅτι Πάντα ἀπώλεσάς σου τὸν μισθόν. Πανταχοῦ μὲν γὰρ κενοδοξία κακὸν, μάλιστα δὲ ἀπὸ φιλανθρωπίας, ὅτι ἐσχάτη ἐστὶν ὠμότης, τὰς ἀλλοτρίας ἐκπομπεύουσα συμφορὰς, καὶ μόνον οὐχὶ ὀνειδίζουσα τοὺς ἐν πτωχείᾳ. Εἰ γὰρ τὸ τὰς ἰδίας λέγειν εὐεργεσίας ὀνειδίζειν ἐστὶ, τὸ καὶ εἰς ἑτέρους πολλοὺς ταύτας ἐξάγειν, τί οἴει εἶναι; Πῶς οὖν διαφευξόμεθα τὸ δεινόν; Ἂν μάθωμεν ἐλεεῖν, ἂν ἴδωμεν τίνων τὴν δόξαν ἐπιζητοῦμεν. Εἰπὲ γάρ μοι, τίς ὁ τῆς ἐλεημοσύνης τεχνίτης ἐστίν; Ὁ τὸ πρᾶγμα καταδείξας Θεὸς δηλονότι, ὁ μάλιστα πάντων αὐτὸ εἰδὼς, καὶ πρὸς ἄπειρον αὐτὸ μεταχειρίζων. Τί οὖν; ἂν παλαιστὴς μανθάνῃς, πρὸς τίνας ὁρᾷς, ἤ τίσιν ἐπιδείκνυσαι ἐν τῇ παλαίστρᾳ, τῷ λάχανα πωλοῦντι καὶ τοὺς ἰχθύας, ἢ τῷ παιδοτρίβῃ; Καὶ μὴν οἱ μὲν εἰσὶ πολλοὶ, ὁ δὲ εἷς. Τί οὖν, ἂν ἐκείνου θαυμάζοντος ἄλλοι καταγελῶσιν, οὐχὶ καὶ σὺ καταγελάσῃ μετ' ἐκείνου αὐτούς; Τί δὲ, ἂν πυκτεύειν μανθάνῃς; οὐχ ὁμοίως πρὸς ἐκεῖνον ὄψει τὸν τοῦτο παιδεύειν εἰδότα; Ἂν δὲ λόγους μετίῃς, οὐχὶ τοῦ ῥήτορος τοὺς ἐπαίνους καταδέξῃ, καὶ τῶν ἄλλων καταφρονήσεις; Πῶς οὖν οὐκ ἄτοπον, ἐν μὲν ταῖς ἄλλαις τέχναις πρὸς τὸν διδάσκαλον ὁρᾷν μόνον, ἐνταῦθα δὲ τοὐναντίον ποιεῖν; καίτοιγε οὐκ ἴση ἡ ζημία. Ἐκεῖ μὲν γὰρ, ἂν πρὸς τὸ δοκοῦν τοῖς πολλοῖς παλαίῃς, καὶ μὴ πρὸς τὸ τῷ διδασκάλῳ, ἐν τῇ πάλῃ ἡ ζημία· ἐνταῦθα δὲ ἐν αἰωνίῳ ζωῇ. Γέγονας ὅμοιος Θεῷ κατὰ τὸ ἐλεεῖν; γενοῦ οὖν αὐτῷ ὅμοιος, καὶ κατὰ τὸ μὴ ἐπιδείκνυσθαι. Καὶ γὰρ ἔλεγε θεραπεύων, ἵνα μηδενὶ εἴπωσιν. Ἀλλὰ βούλει ἐλεήμων κληθῆναι παρὰ τοῖς ἀνθρώποις; καὶ τί τὸ κέρδος; Τὸ κέρδος μὲν οὐδὲν, ἡ δὲ ζημία ἄπειρος. Αὐτοὶ γὰρ οὗτοι, οὓς εἰς μαρτυρίαν καλεῖς, λῃσταὶ γίνονται τῶν θησαυρῶν τῶν ἐν οὐρανοῖς· μᾶλλον δὲ οὐχ οὗτοι, ἀλλ' ἡμεῖς, οἱ τὰ ἡμέτερα συλῶντες, καὶ σκορπίζοντες τὰ ἄνω κείμενα. Ὢ τῆς καινῆς συμφορᾶς καὶ τοῦ ἀλλοκότου τούτου πάθους! Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ κλέπτης διορύττει, κενοδοξία σκορπίζει. Οὗτος ὁ σὴς τῶν ἐκεῖ θησαυρῶν· οὗτος ὁ κλέπτης τῆς εὐπορίας τῆς ἐν οὐρανοῖς· οὗτος τὸν ἄσυλον ὑποσύρει πλοῦτον· τοῦτο πάντα λυμαίνεται καὶ διαφθείρει. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι καὶ λῃσταῖς καὶ σκώληκι καὶ ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτον τὸ χωρίον ἐκεῖνο, διὰ κενοδοξίας ὑποσύρει τὸν πλοῦτον.
δʹ. Ἀλλὰ δόξης ἐπιθυμεῖς; Εἶτα οὐκ ἀρκεῖ σοι ἡ παρ' αὐτοῦ τοῦ λαμβάνοντος, ἡ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀλλὰ καὶ τῆς παρὰ ἀνθρώπων ἐρᾷς; Ὅρα μὴ τοὐναντίον ὑπομείνῃς· μή τίς σου καταγνῷ ὡς οὐκ ἐλεοῦντος, ἀλλ' ἐκπομπεύοντος καὶ φιλοτιμουμένου, ὡς ἐκτραγωδοῦντος τὰς ἀλλοτρίας συμφοράς. Καὶ γὰρ μυστήριόν ἐστιν ἡ ἐλεημοσύνη. Κλεῖσον τοίνυν τὰς θύρας, ἵνα μή τις ἴδῃ ἅπερ ἐπιδεῖξαι οὐ θέμις. Καὶ γὰρ τὰ μυστήρια τὰ ἡμέτερα τοῦτο μάλιστά ἐστιν, ἐλεημοσύνη καὶ φιλανθρωπία Θεοῦ. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ ὄντας ἡμᾶς ἀπειθεῖς ἠλέησε. Καὶ ἡ πρώτη δὲ δέησις ἐλέους γέμει, ὅταν ὑπὲρ τῶν ἐνεργουμένων παρακαλῶμεν· καὶ ἡ δευτέρα πάλιν, ὑπὲρ ἑτέρων τῶν ἐν μετανοίᾳ, πολὺ τὸ ἔλεος ἐπιζητοῦσα· καὶ ἡ τρίτη δὲ πάλιν, ὑπὲρ ἡμῶν αὐτῶν, καὶ αὕτη τὰ παιδία τὰ ἄμωμα τοῦ δήμου προβάλλεται, τὸν Θεὸν ἐπὶ ἔλεον παρακαλοῦντα. Ἐπειδὴ γὰρ αὐτοὶ κατεγνώκαμεν ἑαυτῶν ἁμαρτήματα, ὑπὲρ μὲν τῶν πολλὰ ἡμαρτηκότων καὶ ἐγκληθῆναι ὀφειλόντων αὐτοὶ βοῶμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν οἱ παῖδες, ὧν τῆς ἁπλότητος τοὺς ζηλωτὰς ἡ βασιλεία τῶν οὐρανῶν μένει. Ὁ γὰρ τύπος οὗτος τοῦτο ἐνδείκνυται, ὅτι οἱ κατ' ἐκείνους τοὺς παῖδας ταπεινοὶ καὶ ἄπλαστοι, οὗτοι μάλιστα δύνανται ἐξαιτεῖσθαι τοὺς ὑπευθύνους. Αὐτὸ δὲ τὸ μυστήριον πόσου ἐλέου, πόσης φιλανθρωπίας, ἴσασιν οἱ μεμνημένοι. Καὶ σὺ τοίνυν κατὰ δύναμιν τὴν σὴν ἐλεῶν ἄνθρωπον, ἀπόκλεισον τὰς θύρας· αὐτὸς ὁ ἐλεούμενος ἰδέτω μόνος· εἰ δὲ οἷόν τε, μηδὲ οὗτος. Ἂν δὲ ἀναπετάσῃς, ἐκπομπεύεις σου τὸ μυστήριον. Ἐννόησον ὅτι καὶ αὐτὸς ἐκεῖνος, οὗ τὴν δόξαν ἐπιζητεῖς, καὶ αὐτός σου καταγνώσεται· κἂν μὲν φίλος ᾖ, παρ' ἑαυτῷ σου κατηγορήσει· ἂν δὲ ἐχθρὸς, καὶ παρ' ἑτέροις σε κωμῳδήσει. Καὶ τἀναντία ὑπομενεῖς ὧν ἐπιθυμεῖς. Σὺ μὲν γὰρ ἐπιθυμεῖς, ἵνα εἴπῃ; ὅτι Ὁ ἐλεήμων· αὐτὸς δὲ οὐκ ἐρεῖ τοῦτο, ἀλλ' ὁ κενόδοξος, ὁ ἀνθρωπ άρεσκος, καὶ ἕτερα πολὺ τούτων χαλεπώτερα. Ἂν δὲ κρύψῃς, πάντα ἐρεῖ τἀναντία τούτοις, Ὁ φιλάνθρωπος, ὁ ἐλεήμων. Οὐ γὰρ ἀφίησιν ὁ Θεὸς κρυβῆναι· ἀλλ' ἐὰν σὺ κρύψῃς, ἐκεῖνος κατάδηλον ποιήσει, καὶ μεῖζον τὸ θαῦμα, καὶ πλέον τὸ κέρδος. Ὥστε καὶ πρὸς τοῦτο αὐτὸ τὸ δοξάζεσθαι ἐναντίον ἡμῖν τὸ ἐπιδείκνυσθαι· πρὸς γὰρ ὃ σπεύδομεν καὶ ἐπειγόμεθα, πρὸς τοῦτο μάλιστα ἡμῖν αὑτὸ τοῦτο ἀνθίσταται. Οὐ γὰρ μόνον ἐλεήμονος δόξαν οὐ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐναντίαν· καὶ πρὸς ταύτῃ πολλὴν καὶ τὴν ζημίαν ὑπομένομεν. Πάντων οὖν ἕνεκεν ἀπεχώμεθα ταύτης, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐρῶμεν μόνης. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἐπιτευξόμεθα δόξης, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ∆Βʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς
αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.
αʹ. Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστόμισεν· ὅτε ἔστησεν εἰς τὸ μηκέτι τολμᾷν πειράζειν αὐτόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν ἐπὶ τὸν νόμον ἀνατρέχει. Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν. Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. ∆ιορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ τῶν διδασκάλων μὴ καταφρονεῖν, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει. Οὐ κελεύει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ποιεῖ. Καὶ γὰρ διεφθαρμένους ὄντας οὐ κατάγει ἀπὸ τῆς τιμῆς· ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις οὐδεμίαν παραλιμπάνων παρακοῆς πρόφασιν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐπειδὴ φαῦλος ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα· καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Οὕτω γοῦν αὐτῶν ἔστησε τὴν ἀρχὴν, καίτοι πονηρῶν ὄντων, ὡς καὶ μετὰ τοσαύτην κατηγορίαν εἰπεῖν· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, ἃ διὰ Μωϋσέως ἐνομοθέτησε. Καὶ σκόπει πόσῃ περὶ τὸν Μωϋσέα κέχρηται τιμῇ, πάλιν τὴν πρὸς τὴν Παλαιὰν συμφωνίαν ἐνδεικνύμενος, ὅπου γε καὶ ἐντεῦθεν αὐτοὺς αἰδεσίμους ποιεῖ. Ἐπὶ γὰρ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῶν ἐγχωρούντων τοῦτο ποιεῖ, τῆς καθέδρας καὶ τῆς ἐκείνου διαδοχῆς. Πάντα δὲ ὅταν ἀκούσῃς, μὴ πᾶσαν ἄκουε τὴν νομοθεσίαν· οἷον, τὰ περὶ βρωμάτων, τὰ περὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε ταῦτα λέγειν, ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ Πάντα φησὶ τὰ διορθοῦντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς Καινῆς συμβαίνοντα νόμοις, καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. ∆ιατί οὖν οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ' ἀπὸ τοῦ Μωϋσέως; Ὅτι οὐδέπω καιρὸς ἦν πρὸ τοῦ σταυροῦ ταῦτα σαφῶς διαλέγεσθαι. Ἐμοὶ δὲ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προ οικονομεῖν, ταῦτα λέγων. Ἐπειδὴ γὰρ μέλλει κατηγορεῖν αὐτῶν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτῶν ταύτης ἐρᾷν, ἢ δι' ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ, καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας. Καὶ τίνος ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς λοιπὸν ἀποτείνει λόγους κατ' αὐτῶν; Προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὐδὲ γὰρ ὅμοιον ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι· ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν. ∆ιὰ τοῦτο καὶ προλαβών φησι· Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν αὐτοὺς καὶ ζηλοῦν, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν τιμὴν εἶναι κατηγορίαν ποιεῖται. Τί γὰρ διδασκάλου γένοιτ' ἂν ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς τὸ μὴ προσέχειν αὐτοῦ τῷ βίῳ διασώζῃ; Ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ, μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνωνται βίον ἔχοντες, ὃν οἱ ζηλοῦντες διαφθείρονται. ∆ιὰ τοῦτο καὶ εἰς τὰς κατ' αὐτῶν ἐμπίπτει κατηγορίας. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα δείξῃ, ὅτι καὶ ἡ προτέρα ἀπιστία ἢν ἠπίστησαν, καὶ ὁ σταυρὸς ὁ μετὰ ταῦτα ὃν ἐτόλμησαν, οὐ τοῦ σταυρωθέντος καὶ ἀπιστηθέντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης κατηγορία. Θέα δὲ πόθεν ἄρχεται, καὶ πόθεν αὔξει τὰ ἐγκλήματα; Ὅτι λέγουσι, φησὶ, καὶ οὐ ποιοῦσιν. Ἕκαστος μὲν γὰρ ἐγκλημάτων ἄξιος, παραβαίνων τὸν νόμον, μάλιστα δὲ ὁ διδασκαλίας αὐθεντίαν ἔχων· διπλῇ γὰρ καὶ τριπλῇ δίκαιος κατακρίνεσθαι. ∆ι' ἓν μὲν, ὅτι παραβαίνει· δι' ἕτερον δὲ, ὅτι τοὺς ἄλλους ὀφείλων διορθοῦν, εἶτα χωλεύων, μείζονος τιμωρίας ἄξιος διὰ τὴν τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρει μειζόνως, ἅτε ἐν διδασκάλου τάξει τοιαῦτα παρανομῶν. Μετὰ δὲ τούτων καὶ ἕτερον αὐτῶν πάλιν λέγει κατηγόρημα, ὅτι πικροί εἰσι τοῖς ὑπευθύνοις. ∆εσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ τιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. ∆ιπλῆν ἐνταῦθα λέγει κακίαν, τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν· ὧν τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ' ἑαυτὸν, ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστήν· ἐν δὲ τοῖς τῶν ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· ὧν οὗτοι τὸ ἐναντίον ἐποίουν.
βʹ. Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι' ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶ πεν, Οὐ δύνανται, ἀλλ' Οὐ θέλουσι· καὶ οὐκ εἶπε. Βαστάσαι, ἀλλὰ ∆ακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις. Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμότητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπέστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέσκειν, τοιούτους ἐπιδείκνυται καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι, καὶ αὐτὸς ῥᾳθυμότερος γίνεται. Οἷον, ἔχει τις θεατὴν γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδάζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦντος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ' ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦσιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ' ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ' ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κράσπεδα. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι βιβλίοις μικροῖς τὰ θαύματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς σου·) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν Εὐαγγέλια τῶν τραχήλων ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται, ὃ πολλοὶ πολλάκις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται τῶν ἐντολῶν· καὶ ἐκαλεῖτο κράσπεδα. Ἐν τούτοις τοίνυν ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες· ὅπερ ἐσχάτης κενοδοξίας ἦν. Τίνος γὰρ ἕνεκεν φιλοτιμῇ, καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ' αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐναβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ ῥᾳθυμίαν; Οἱ δὲ οὐκ ἐν τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί. Ταῦτα γὰρ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν. Ταῦτα καὶ πόλεις καὶ Ἐκκλησίας ἀνέτρεψε. Καί μοι καὶ δακρῦσαι ἔπεισι νῦν, ὅταν τὰς πρωτοκαθεδρίας ἀκούσω καὶ τοὺς ἀσπασμοὺς, καὶ λογίσωμαι πόσα ἐν τεῦθεν ἐτέχθη κακὰ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ· ἅπερ οὐκ ἀναγκαῖον εἰς ὑμᾶς ἐξειπεῖν νῦν· μᾶλλον δὲ ὅσοι πρεσβῦται οὐδὲ δέονται ταῦτα παρ' ἡμῶν μαθεῖν. Σὺ δέ μοι σκόπει, ποῦ τὰ τῆς κενοδοξίας ἐκράτει· ἔνθα ἐκελεύοντο μὴ κενοδοξεῖν, ἐν ταῖς συναγωγαῖς· ἔνθα εἰσῄεσαν ῥυθμίζοντες ἑτέρους. Τὸ μὲν γὰρ ἐπὶ τῶν δείπνων τοῦτο παθεῖν ὁπωσδήποτε, οὐχ οὕτω δοκεῖ δεινὸν εἶναι· καίτοιγε καὶ ἐκεῖ τὸν διδάσκαλον θαυμάζεσθαι ἔδει, οὐκ ἐπὶ τῆς Ἐκκλησίας μόνον, ἀλλὰ πανταχοῦ. Καὶ καθάπερ ὁ ἄνθρωπος, ὅπουπερ ἂν φανῇ, δῆλός ἐστι τῶν ἀλόγων διεστηκώς· οὕτω καὶ τὸν διδάσκαλον, καὶ φθεγγόμενον, καὶ σιγῶντα, καὶ ἀριστοποιούμενον, καὶ πᾶν ὁτιοῦν ποιοῦντα, δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βήματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς. Ἐκεῖνοι δὲ πανταχόθεν ἦσαν καταγέλαστοι, καὶ πανταχοῦ κατησχύνοντο, μελετῶντες ἃ φεύγειν ἔδει. Φιλοῦσι γὰρ, φησίν· εἰ δὲ τὸ φιλεῖν ἔγκλημα, τὸ ποιεῖν ἡλίκον; καὶ τὸ θηρᾷν αὐτὰ καὶ σπουδάζειν ὥστε τυχείν, πόσον κακόν; γʹ. Τὰ μὲν οὖν ἄλλα μέχρι τῆς ἐκείνων κατηγορίας ἔστησεν, ὡς μικρὰ καὶ εὐτελῆ, καὶ μὴ δεομένων τῶν μαθητῶν καὶ ὑπὲρ τούτων διορθωθῆναι· ὃ δὲ πάντων αἴτιον ἦν τῶν κακῶν, ἡ φιλαρχία, καὶ τὸ τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικὸν, τοῦτο εἰς μέσον ἀγαγὼν διορθοῦται σπουδαίως, ὑπὲρ τούτου σφόδρα καὶ αὐτοῖς εὐτόνως ἐπισκήπτων. Τί γάρ φησιν; Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί. Εἶτα καὶ ἡ αἰτία· Εἷς γὰρ ὑμῶν ἐστιν ὁ ∆ιδάσκαλος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, κατὰ τὸ μηδὲν εἰδέναι παρ' ἑαυτοῦ. ∆ιὸ καὶ Παῦλος λέγει· Τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, τίς δὲ Κηφᾶς, ἀλλ' ἢ διάκονοι; Οὐκ εἶπε, ∆ιδάσκαλοι. Καὶ πάλιν· Μὴ καλέσητε πατέρα· οὐχ ἵνα μὴ καλέσωσιν, ἀλλ' ἵνα εἰδῶσιν ὃν κυρίως πατέρα καλεῖν χρή. Καθάπερ γὰρ ὁ διδάσκαλος οὐκ ἔστι διδάσκαλος προηγουμένως· οὕτως οὐδὲ ὁ πατήρ. Ἐκεῖνος γὰρ πάντων αἴτιος, καὶ τῶν διδασκάλων, καὶ τῶν πατέρων. Καὶ πάλιν ἐπάγει· Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστι καθηγητὴς, ὁ Χριστός· καὶ οὐκ εἶπεν, Ἐγώ. Ὥσπερ ἀνωτέρω εἶπε, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; καὶ οὐκ εἶπε, Περὶ ἐμοῦ· οὕτω καὶ ἐνταῦθα. Ἀλλ' ἡδέως ἂν ἐροίμην ἐνταῦθα, τί ἂν εἴποιεν οἱ τὸ Εἷς καὶ Εἷς πολλάκις ἁρμόζοντες τῷ Πατρὶ μόνῳ, ἐπὶ ἀθετήσει τοῦ Μονογενοῦς. Καθηγητὴς ὁ Πατήρ; Ἅπαντες ἂν εἴποιεν, καὶ οὐδεὶς ἀντερεῖ. Καὶ μὴν εἷς, φησὶν, ἐστὶν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. Ὥσπερ οὖν εἷς καθηγητὴς λεγόμενος ὁ Χριστὸς οὐκ ἐκβάλλει τὸν Πατέρα τοῦ εἶναι καθηγητήν· οὕτω καὶ εἷς διδάσκαλος λεγόμενος ὁ Πατὴρ οὐκ ἐκβάλλει τὸν Υἱὸν τοῦ εἶναι διδάσκαλον. Τὸ γὰρ Εἷς καὶ Εἷς πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων εἴρηται, καὶ τῆς λοιπῆς κτίσεως. Ἀπαγορεύσας τοίνυν αὐτοῖς τὸ χαλεπὸν τοῦτο νόσημα καὶ διορθωσάμενος, παιδεύει καὶ πῶς ἂν αὐτὸ διαφύγοιεν· διὰ ταπεινοφροσύνης. ∆ιὸ καὶ ἐπάγει· Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. Ὅστις γὰρ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον· διὸ καὶ συνεχῶς αὐτοὺς ὑπομιμνήσκει ταύτης τῆς ἀρετῆς, καὶ ὅτε τὰ παιδία εἰς μέσον ἤγαγε, καὶ νῦν· καὶ ἀρχόμενος ἐπὶ τοῦ ὄρους τῶν μακαρισμῶν, ἐντεῦθεν ἤρξατο· καὶ ἐνταῦθα πρόῤῥιζον αὐτὸ ἀνασπᾷ ἐντεῦθεν λέγων· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Εἶδες πῶς ἐκ διαμέτρου πρὸς τοὐναντίον ἀπάγει τὸν ἀκροατήν; Οὐ γὰρ δὴ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν. Οὕτω γὰρ τεύξῃ τῆς ἐπιθυμίας, φησί. ∆ιὸ χρὴ τῶν πρωτείων τὴν ἐπιθυμίαν διώκοντα, τὴν ἐσχάτην διώκειν τάξιν. Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, ὑψωθήσεται. Καὶ ποῦ τὴν ταπεινοφροσύνην ταύτην εὑρήσομεν; Βούλεσθε πάλιν ἐπὶ τὴν πόλιν τῆς ἀρετῆς ἴωμεν, τὰς τῶν ἁγίων σκηνὰς, τὰ ὄρη λέγω, καὶ τὰς νάπας; Καὶ γὰρ ἐκεῖ τὸ ὕψος τῆς ταπεινοφροσύνης ὀψόμεθα τοῦτο. Ἄνθρωποι γὰρ οἱ μὲν ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, οἱ δὲ καὶ ἀπὸ χρημάτων ὄντες λαμπροὶ, πάντοθεν ἑαυτοὺς καταστέλλουσιν, ἀπὸ τῆς ἐσθῆτος, ἀπὸ τῆς οἰκίας, ἀπὸ τῶν διακονουμένων· καὶ καθάπερ ἐν γράμμασι διὰ πάντων τὴν ταπεινοφροσύνην γράφουσι. Καὶ ἅπερ ἐστὶν ὑπεκκαύματα ἀλαζονείας, τὸ καλῶς ἀμφιέννυσθαι, καὶ τὸ λαμπρῶς οἰκοδομεῖν, καὶ τὸ πολλοὺς ἔχειν διακόνους, ἃ καὶ ἄκοντας πολλάκις εἰς ἀλαζονείαν ἐμβάλλει, ταῦτα ἐκεῖ ἅπαντα ἀνῄρηται. Καὶ αὐτοὶ καίουσι πῦρ, αὐτοὶ διακλῶσι ξύλα, αὐτοὶ ἕψουσιν, αὐτοὶ τοῖς ἐρχομένοις διακονοῦνται. Οὐκ ἔστιν ὑβρίζοντος ἀκοῦσαί τινος ἐκεῖ, οὐδὲ ὑβριζόμενον ἰδεῖν, οὐδὲ ἐπιταττόμενον, οὐδὲ ἐπιτάττοντα· ἀλλὰ πάντες τῶν διακονουμένων εἰσι, καὶ ἕκαστος τοὺς πόδας νίπτει τῶν ξένων, καὶ πολλὴ περὶ τούτου μάχη. Καὶ ποιεῖ τοῦτο, οὐκ ἐξετάζων ὅστις ἐστὶν, οὔτε εἰ δοῦλος, οὔτε εἰ ἐλεύθερος· ἀλλ' ἐπὶ παντὸς τὴν διακονίαν ταύτην πληροῖ. Οὐδεὶς ἐκεῖ οὐ μέγας, οὐδὲ μικρός. Τί οὖν; σύγχυσις; Μὴ γένοιτο· ἀλλ' ἡ πρώτη εὐταξία. Κἂν γὰρ ᾖ τις μικρὸς, ὁ μέγας οὐχ ὁρᾷ τοῦτο, ἀλλὰ καὶ ἐκείνου πάλιν καταδεέστερον ἑαυτὸν εἶναι νενόμικε, καὶ ταύτῃ γίνεται μείζων. Μία τράπεζα πᾶσι, καὶ τοῖς διακονουμένοις, καὶ τοῖς διακονοῦσι, τὰ αὐτὰ ἐδέσματα, τὰ αὐτὰ ἐνδύματα, τὰ αὐτὰ οἰκήματα, ἡ αὐτὴ δίαιτα. Μέγας ἐκεῖ ὁ τὸ εὐτελὲς ἔργον ἁρπάζων. Οὐκ ἔστι τὸ Ἐμὸν καὶ τὸ Σόν· ἀλλ' ἐξώρισται τοῦτο τὸ ῥῆμα, τὸ μυρίων αἴτιον πολέμων.
δʹ. Καὶ τί θαυμάζεις, εἰ δίαιτα καὶ τράπεζα καὶ στολὴ μία πᾶσιν, ὅπου γε καὶ ψυχὴ μία πᾶσιν, οὐ κατὰ τὴν οὐσίαν μόνον (τοῦτο γὰρ καὶ ἐπὶ πάντων), ἀλλὰ κατὰ τὴν ἀγάπην; πῶς οὖν ἂν αὐτὴ καθ' ἑαυτῆς ἐπαρθείη ποτέ; Οὐκ ἔστιν ἐκεῖ πενία καὶ πλοῦτος, δόξα καὶ ἀτιμία· πῶς οὖν ἂν εὕροι παρείσδυσιν ἀπόνοια καὶ ἀλαζονεία; Εἰσὶ μὲν γὰρ καὶ μικροὶ καὶ μεγάλοι κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλ' ὅπερ ἔφην, οὐδεὶς τοῦτο ὁρᾷ. Ὁ μικρὸς οὐκ ἀλγεῖ ὡς καταφρονούμενος· οὔτε γὰρ ὁ καταφρονῶν τίς ἐστι· κἂν διαπτύσῃ δέ τις, τοῦτο μάλιστα παιδεύονται, καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων· καὶ πτωχοῖς καὶ ἀναπήροις συναναστρέφονται, καὶ αἱ τράπεζαι αὐτοῖς τούτων γέμουσι τῶν δαιτυμόνων· διὰ δὴ τοῦτο καὶ τῶν οὐρανῶν εἰσιν ἄξιοι. Καὶ ὁ μὲν θεραπεύει τραύματα τῶν λώβην ἐχόντων, ὁ δὲ χειραγωγεῖ τὸν τυφλὸν, ὁ δὲ βαστάζει τὸν τὸ σκέλος πεπηρωμένον. Οὐκ ἔνι κολάκων ἐκεῖ πλῆθος, οὐδὲ παρασίτων· μᾶλλον δὲ οὐδὲ ὅ τί ποτέ ἐστι κολακεία ἴσασι· πόθεν οὖν ἂν ἐπαρθεῖέν ποτε; Καὶ γὰρ πολλὴ παρ' αὐτοῖς ἰσότης· διὸ καὶ εὐκολία πολλὴ τῆς ἀρετῆς. Καὶ γὰρ τούτοις μᾶλλον οἱ καταδεέστεροι παιδεύονται, ἢ εἰ ἀναγκάζοιντο αὐτοῖς παραχωρεῖν τῶν πρωτείων. Ὥσπερ γὰρ τὸν θρασὺν ὁ πληττόμενος καὶ παραχωρῶν παιδεύει· οὕτω τὸν φιλότιμον ὁ μὴ ἀντιποιούμενος δόξης, ἀλλὰ καταφρονῶν. Τοῦτο δὲ μετὰ δαψιλείας ἐκεῖ ποιοῦσι· καὶ ὅση μάχη παρ' ἡμῖν ὑπὲρ τοῦ τυχεῖν τῶν πρωτείων, τοσοῦτος ἀγὼν παρ' ἐκείνοις ὑπὲρ τοῦ μὴ τυχεῖν, ἀλλὰ διακρούσασθαι, καὶ πολλὴ σπουδὴ, τίς πλεονεκτήσει τιμῶν, ἀλλ' οὐ τιμώμενος. Ἄλλως δὲ καὶ αὐτὰ τὰ ἔργα μετριάζειν πείθει, καὶ οὐκ ἀφίησι φλεγμαίνειν. Τίς γὰρ, εἰπέ μοι, γῆν σκάπτων καὶ ἄρδων καὶ φυτεύων, ἢ πλέκων σπυρίδας, καὶ σάκκον ὑφαίνων, ἢ ἄλλα τινὰ μεταχειρίζων, μέγα φρονήσει ποτέ; τίς δὲ πενίᾳ συζῶν, καὶ λιμῷ παλαίων, τοῦτο νοσήσει τὸ νόσημα; Οὐκ ἔστιν οὐδείς. ∆ιὰ τοῦτο εὔκολος αὐτοῖς ἡ ταπεινοφροσύνη. Καὶ ὥσπερ ἐνταῦθα χαλεπὸν τὸ μετριάζειν διὰ τὸ πλῆθος τῶν κροτούντων καὶ θαυμαζόντων· οὕτως ἐκεῖ σφόδρα εὔκολον. Καὶ γὰρ τῇ ἐρημίᾳ προσέχει μόνον ἐκεῖνος, καὶ ὄρνιθας ἱπταμένας ὁρᾷ, καὶ δένδρα σειόμενα, καὶ ζέφυρον πνέοντα, καὶ ῥύακας διὰ φαράγγων φερομένους. Πόθεν οὖν ἂν ἐπαρθείη ὁ ἐρημίᾳ τοσαύτῃ συζῶν; Οὐ μὴν διὰ τοῦτο ἀπολογίαν ἐντεῦθεν ἡμεῖς ἕξομεν, ἐπειδὴ ἐν μέσοις στρεφόμενοι μέγα φρονοῦμεν. Καὶ γὰρ ὁ Ἀβραὰμ μεταξὺ Χαναναίων ὢν ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ ὁ ∆αυῒδ ἐν μέσοις στρατοπέδοις, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ ὁ Ἀπόστολος ἐν μέσῃ τῇ οἰκουμένῃ· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Ποία τοίνυν ἡμῖν ἔσται παραμυθία, ποία δὲ ἀπολογία, ὅταν μηδὲ τοσαῦτα ἔχοντες παραδείγματα μετριάζωμεν; Ὥσπερ γὰρ ἐκεῖνοι μυρίων στεφάνων ἄξιοι, πρῶτοι τῆς ἀρετῆς τὴν ὁδὸν ἐλθόντες· οὕτως ἡμεῖς μυρίων τιμωριῶν ὑπεύθυνοι, μηδὲ μετ' ἐκείνους τοὺς ἀπελθόντας καὶ ἐν τοῖς γράμμασι κειμένους, μηδὲ μετὰ τούτους τοὺς ζῶντας καὶ διὰ τῶν πραγμάτων θαυμαζομένους, ἐπὶ τὸν ἴσον ἑλκόμενοι ζῆλον. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, μὴ διορθούμενος; Οὐκ οἶσθα γράμματα, οὐδὲ Γραφαῖς ἐνέκυψας, ἵνα μάθῃς τῶν παλαιῶν τὰς ἀρετάς; Μάλιστα μὲν καὶ τοῦτο ἔγκλημα, τῆς ἐκκλησίας διηνεκῶς ἀνεῳγμένης, μὴ εἰσιέναι καὶ μετέχειν τῶν καθαρῶν ἐκείνων ναμάτων. Πλὴν ἀλλ' εἰ καὶ τοὺς ἀπελθόντας οὐκ ἔγνως διὰ τῶν Γραφῶν, τοὺς ζῶντας τούτους ἰδεῖν ἐχρῆν. Ἀλλ' οὐδεὶς ὁ χειραγωγῶν; Ἐλθὲ πρός με, καὶ ἐγώ σοι δείξω τὰ καταγώγια τῶν ἁγίων τούτων· ἐλθὲ, καὶ μάθε τί παρ' αὐτῶν χρήσιμον. Λύχνοι πανταχοῦ τῆς γῆς εἰσιν οὗτοι λάμποντες· τείχη ταῖς πόλεσι περικάθηνται. ∆ιὰ ταῦτα τὰς ἐρημίας κατέλαβον, ἵνα καὶ σὲ παιδεύσωσι τῶν ἐν τῷ μέσῳ θορύβων καταφρονεῖν. Οἱ μὲν γὰρ, ἅτε ἰσχυροὶ ὄντες, καὶ ἐν μέσῳ τῷ κλύδωνι δύνανται γαλήνης ἀπολαύειν· σοὶ δὲ τῷ περιαντλουμένῳ πανταχόθεν ἡσυχίας δεῖ, καὶ τοῦ μικρὸν ἀναπνεῦσαι ἐκ τῶν ἐπαλλήλων κυμάτων. Βάδιζε τοίνυν ἐκεῖ συνεχῶς, ἵνα τὴν διηνεκῆ κηλῖδα καθάρας ταῖς ἐκεί νων εὐχαῖς καὶ παραινέσεσι, καὶ τὸν ἐνταῦθα ἄριστα διαγάγῃς βίον, καὶ τῶν μελλόντων ἐπιτύχῃς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟΓʹ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε πε ρισσότερον κρίμα.
αʹ. Ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν αὐτοὺς κωμωδεῖ· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλ' ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἢν διορθοῦσθαι ἔδει. Οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ κατήσθιον. Εἶτα καὶ ὁ τρόπος τῆς καπηλείας χαλεπώτερος· Προφάσει μακρὰ προσευχόμενοι. Πᾶς μὲν γὰρ ἄξιος τιμωρίας ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τούτῳ χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας ὑπεύθυνος κολάσεως. Καὶ τίνος ἕνεκεν οὐκ ἀπεχειροτόνησεν αὐτούς; Ὅτι ὁ καιρὸς οὐκ ἐπέτρεπεν οὐδέπω. ∆ιὰ δὴ τοῦτο ἀφίησι μὲν αὐτοὺς τέως· διὰ δὲ ὧν λέγει, κατασκευάζει τὸ ἀνεξαπάτητον τῷ δήμῳ, ἵνα μὴ διὰ τὴν ἀξίαν αὐτῶν εἰς τὸν αὐτὸν ἕλκωνται ζῆλον. Ἐπειδὴ γὰρ εἶπεν, Ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· δείκνυσιν ὅσα παραποιοῦσιν, ἵνα μὴ ἐξ ἐκείνου νομισθῇ παρὰ τοῖς ἀνοήτοις πάντα ἐπιτρέπειν αὐτοῖς. Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Εἰ δὲ τὸ μηδένα ὠφελεῖν κατηγορία, τὸ καὶ βλάπτειν καὶ κωλύειν ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι, Τοὺς εἰσερχομένους; Τοὺς ἐπιτηδείους. Ὅτε μὲν γὰρ ἐπιτάξαι ἑτέροις ἔδει, ἀφόρητα ἐποίουν τὰ φορτία· ὅτε δὲ αὐτοὺς ποιῆσαί τι τῶν δεόντων, τὸ ἐναντίον, οὐ μόνον οὐδὲν ἐποίουν αὐτοὶ, ἀλλ' ὃ πολλῷ πλέον ἐστὶν εἰς κακίαν, καὶ ἑτέρους διέφθειρον. Οὗτοί εἰσιν οἱ λεγόμενοι λοιμοὶ, οἱ ἔργον τιθέμενοι τὴν ἑτέρων ἀπώλειαν, ἐκ διαμέτρου πρὸς τοὺς διδασκάλους ἑστῶτες. Εἰ γὰρ διδασκάλου τὸ σώζειν τὸν ἀπολλύμενον, τὸ ἀπολλύναι τὸν σώζεσθαι μέλλοντα, λυμεῶνος. Εἶτα πάλιν ἕτερον ἔγκλημα· Ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν· τουτέστιν, οὐδὲ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων, φείδεσθαι αὐτοῦ παρασκευάζει ὑμᾶς· καίτοιγε τῶν μόλις κτηθέντων φειδόμεθα μειζόνως· ὑμᾶς δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐργάζεται. Ἐνταῦθα δύο αὐτοῖς ἐγκαλεῖ· ἓν μὲν, ὅτι ἄχρηστοι πρὸς σωτηρίαν τῶν πολλῶν, καὶ πολλοῦ δέονται τοῦ ἱδρῶτος, ὥστε κἂν ἕνα ἐφελκύσασθαι· ἕτερον δὲ, ὅτι ῥᾴθυμοι πρὸς τὴν φυλακὴν τοῦ κτηθέντος· μᾶλλον δὲ οὐ ῥᾴθυμοι μόνον, ἀλλὰ καὶ προδόται διὰ τῆς κατὰ τὸν βίον πονηρίας διαφθείροντες αὐτὸν καὶ χείρω ποιοῦντες. Ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ τοιούτους ὁ μαθητὴς, χείρων γίνεται. Οὐ γὰρ ἵσταται μέχρι τῆς τοῦ διδασκάλου κακίας· ἀλλ' ὅταν μὲν ἐνάρετος ᾖ, μιμεῖται· ὅταν δὲ φαῦλος, καὶ ὑπερβαίνει διὰ τὴν εὐκολίαν τὴν ἐπὶ τὸ χεῖρον. Υἱὸν δὲ γεέννης φησὶ, τουτέστιν, αὐτογέενναν. Εἶπε δὲ, ∆ιπλότερον ὑμῶν ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τού των καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσί. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ πλείονα τοῖς μαθηταῖς ἐντιθέναι σπουδάζουσι τὴν κακίαν, ἐπιτρίβοντες αὐτοὺς ἐπὶ πολλῷ μείζονα φαυλότητα ἧς ἔχουσιν· ὅπερ μάλιστα ψυχῆς διεφθαρμένης ἐστίν. Εἶτα καὶ εἰς ἄνοιαν αὐτοὺς σκώπτει, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν. Καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, ὅτι ∆εσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα. Ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν, καὶ πάντα ἔπραττον εἰς τὴν τῶν ὑπηκόων διαφθορὰν, ἐν τοῖς μικροῖς ζητοῦντες τὴν ἀκρίβειαν, καὶ τῶν μεγάλων καταφρονοῦντες. Ἀποδεκατοῦτε γὰρ, φησὶ, τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστὶ καὶ ἐλεημοσύνη· τί γὰρ βλάπτει τὸ ἐλεημοσύνην διδόναι; Ἀλλ' οὐχ ὡς νόμον τηροῦντας· οὐδὲ γὰρ αὐτὸς οὕτως φησί. ∆ιὰ δὴ τοῦτο ἐνταῦθα μὲν λέγει· Ταῦτα ἔδει ποιῆσαι· ἔνθα δὲ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλέγεται, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ, καὶ δείκνυσιν ἐξ ἀνάγκης τῇ ἔνδον καθαρότητι καὶ τὴν ἔξωθεν ἑπομένην· τοὐναντίον δὲ οὐκέτι. Ὅπου μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, ἀδιαφόρως αὐτὸ παρατρέχει, διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν διαῤῥήδην καὶ σαφῶς τὰ νομικὰ ἀνελεῖν· ἔνθα δὲ παρατήρησις σωματικῶν καθαρμῶν, σαφέστερον ἀνατρέπει. ∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησί· Ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως· ἀλλὰ τί; Καθαρίζετε, φησὶ, τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος· ἔσωθεν δὲ γέμει ἁρπαγῆς καὶ ἀδικίας. Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. Καὶ ἔλαβεν αὐτὸ ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ ποτηρίου καὶ παροψίδος.
βʹ. Εἶτα δεικνὺς, ὅτι οὐδεμία βλάβη ἐκ τοῦ καταφρονεῖν τῶν σωματικῶν καθαρμῶν, μεγίστη δὲ τιμωρία ἐκ τοῦ μὴ φροντίζειν τῶν τῆς ψυχῆς καθαρσίων, ἅπερ ἐστὶν ἀρετὴ, κώνωπα ἐκάλεσε ταῦτα, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ ἐκεῖνα, ἀφόρητα γὰρ ἦν. ∆ιὸ καί φησι· Τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες. Καὶ γὰρ καὶ ἐκεῖνα διὰ ταῦτα νενομοθέτηται, διὰ τὸν ἔλεον καὶ τὴν κρίσιν· ὥστε οὐδὲ τότε ὠφέλει μόνα γινόμενα. Ὅτε γὰρ τὰ μικρὰ διὰ τὰ μεγάλα ἦν εἰρημένα, εἶτα ἐκεῖνα μὲν ἠμελεῖτο, ταῦτα δὲ ἐσπουδάζετο μόνα, οὐδὲν ἦν πλέον οὐδὲ τότε ἐντεῦθεν. Τούτοις μὲν γὰρ ἐκεῖνα οὐχ εἵπετο· ἐκεῖνα δὲ τούτοις πάντως. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι καὶ πρὶν ἢ τὴν χάριν παραγενέσθαι, οὐ τῶν προηγουμένων, οὐδὲ τῶν περισπουδάστων ταῦτα ἦν, ἀλλ' ἕτερα ἦν τὰ ζητούμενα. Εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα ἦν, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων ταῦτα ἀνόνητα, καὶ καθόλου μετιέναι αὐτὰ οὐκ ἐχρῆν. Πανταχοῦ μὲν οὖν κακία χαλεπόν· μάλιστα δὲ ὅταν μηδὲ νομίζῃ δεῖσθαι διορθώσεως· καὶ τὸ ἔτι χαλεπώτερον, ὅταν καὶ ἑτέρους ἀρκεῖν οἴηται διορθοῦν· ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλούς. Εἰ γὰρ τὸ μὴ νομίζειν δεῖσθαι ὁδηγοῦ τυφλὸν, ἐσχάτη συμφορὰ καὶ ἀθλιότης· τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους, ὅρα ἐπὶ πόσον ἄγει τὸ βάραθρον. Ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. Τοῦτο γὰρ αἴτιον πάντων τῶν κακῶν αὐτοῖς γέγονε, τὸ πρὸς ἐπίδειξιν πάντα ποιεῖν. Τοῦτο καὶ τῆς πίστεως αὐτοὺς ἀπήγαγε, καὶ τῆς ὄντως ἀρετῆς ἀμελεῖν παρεσκεύασε, καὶ περὶ καθάρσια ἀσχολεῖσθαι σωματικὰ μόνα ἔπειθε, τῶν τῆς ψυχῆς καθαρμῶν ἀμελοῦντας. ∆ιὰ δὴ τοῦτο ἄγων αὐτοὺς εἰς τὴν ὄντως ἀρετὴν, καὶ τὰ καθάρσια τῆς ψυχῆς, ἐλέου καὶ κρίσεως καὶ πίστεως μέμνηται. Ταῦτα γὰρ τὰ συνέχοντα ἡμῶν τὴν ζωὴν, ταῦτα τὰ καθαίροντα τὴν ψυχὴν, δικαιοσύνη, φιλανθρωπία, ἀλήθεια· ἡ μὲν εἰς συγγνώμην ἡμᾶς ἄγουσα, καὶ μὴ ἀφιεῖσα χαλεποὺς μεθ' ὑπερβολῆς εἶναι τοῖς ἁμαρτάνουσι, καὶ ἀσυγγνώστους· (οὕτω γὰρ διπλῇ κερδανοῦμεν, φιλάνθρωποί τε γινόμενοι, καὶ φιλανθρωπίας ἐντεῦθεν πολλῆς καὶ αὐτοὶ παρὰ τοῦ τῶν ὅλων ἀπολαύοντες Θεοῦ·) καὶ παρασκευάζουσα συναλγεῖν τε τοῖς ἐπηρεαζομένοις καὶ ἀμύνειν αὐτοῖς· ἡ δὲ οὐκ ἐῶσα ἀπατεῶνας εἶναι καὶ ὑπούλους. Ἀλλ' οὔτε ὅταν λέγῃ, Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι, ὡς νομικὴν παρατήρησιν εἰσάγων λέγει· ἄπαγε· τοῦτο γὰρ ἀπεδείξαμεν ἔμπροσθεν· οὔτε ἐπὶ τῆς παροψίδος καὶ τοῦ ποτηρίου εἰπὼν, Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρὸν, ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἄγει μικρολογίαν· ἀλλὰ τοὐναντίον μὲν οὖν, ἅπαντα ποιεῖ δεικνὺς αὐτὴν περιττὴν οὖσαν. Οὐ γὰρ εἶπε, Καὶ τὸ ἔξωθεν καθαρίσατε, ἀλλὰ, Τὸ ἔνδον· καὶ πάντως ἕπεται τούτῳ ἐκεῖνο. Ἄλλως δὲ, οὐδὲ περὶ ποτηρίου καὶ παροψίδος λέγει, ἀλλὰ περὶ ψυχῆς καὶ σώματος διαλέγεται· τὸ μὲν ἔξω τὸ σῶμα καλῶν, τὸ δὲ ἔνδον τὴν ψυχήν. Εἰ δὲ ἐπὶ τῆς παροψίδος τοῦ ἔνδον χρεία, πολλῷ μᾶλλον ἐπὶ σοῦ. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, φησί· τὰ μικρὰ καὶ ἔξω φυλάττοντες, τῶν μεγάλων καὶ ἔνδον ἀμελεῖτε· ὅθεν μεγίστη γίνεται βλάβη, ὅτι νομίζοντες τὸ πᾶν κατωρθωκέναι, τῶν λοιπῶν καταφρονεῖτε· καταφρονοῦντες δὲ, οὐδὲ σπουδάζετε ἢ ἐπιχειρεῖτε αὐτὰ κατορθοῦν. Εἶτα πάλιν εἰς κενοδοξίαν αὐτοὺς σκώπτει, τάφους κεκονιαμένους καλῶν, καὶ πᾶσιν ἐπιλέγων, Ὑποκριταί· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, καὶ ἀπωλείας αὐτοῖς ὑπόθεσις. Οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους ἐκάλεσεν, ἀλλὰ καὶ ἀκαθαρσίας γέμειν καὶ ὑποκρίσεως ἔφησε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς τὴν αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν, ὅτι μεστοὶ ἦσαν ὑποκρίσεως καὶ ἀνομίας. Ταῦτα δὲ οὐχ ὁ Χριστὸς μόνον, ἀλλὰ καὶ οἱ προφῆται συνεχῶς ἐγκαλοῦσιν, ὅτι ἁρπάζουσιν, ὅτι οὐ κρίνουσιν οἱ ἄρχοντες αὐτῶν κατὰ τὸν τοῦ δικαίου λόγον· καὶ πανταχοῦ εὕροις ἂν τὰς μὲν θυσίας ἐκβαλλομένας, ταῦτα δὲ ἐπιζητούμενα. Ὥστε οὐδὲν ξένον, οὐδὲ καινὸν, οὔτε τῆς νομοθεσίας, οὔτε τῆς κατηγορίας· ἀλλ' οὐδὲ τὸ τῆς εἰκόνος τοῦ τάφου. Μέμνηται γὰρ αὐτῆς ὁ προφήτης, οὐδὲ αὐτὸς ἁπλῶς τάφον καλέσας, ἀλλὰ Τάφον ἀνεῳγμένον τὸν λάρυγγα αὐτῶν. Τοιοῦτοι καὶ νῦν εἰσι πολλοὶ ἄνθρωποι, καλλωπιζόμενοι μὲν ἔξωθεν, πάσης δὲ ἀνομίας ἔνδον πεπληρωμένοι. Καὶ γὰρ καὶ νῦν τῶν μὲν ἔξωθεν καθαρμῶν πολὺς ὁ τρόπος, πολλὴ ἡ φροντίς· τῶν δὲ κατὰ ψυχὴν οὐδὲ εἷς. Ἀλλ' εἴγε τὸ ἑκάστου συνειδὸς ἀναῤῥήξειέ τις, πολλοὺς τοὺς σκώληκας καὶ τὸν ἰχῶρα εὑρήσει, καὶ δυσωδίαν ἄφατον· ἐπιθυμίας ἀτόπους λέγω καὶ πονηρίας, αἳ σκωλήκων εἰσὶν ἀκαθαρτότεραι.
γʹ. Ἀλλὰ τὸ μὲν ἐκείνους τοιούτους εἶναι, οὐχ οὕτω δεινὸν, καίπερ ὃν δεινόν· τὸ δὲ ὑμᾶς, τοὺς καταξιωθέντας ναοὺς γενέσθαι Θεοῦ, τάφους ἐξαίφνης γενέσθαι, τοσαύτην ἔχοντας δυσωδίαν, τοῦτο ἀθλιότητος ἐσχάτης. Ἔνθα ὁ Χριστὸς κατοικεῖ, καὶ Πνεῦμα ἅγιον ἐνήργησε, καὶ μυστήρια τοσαῦτα, τάφον εἶναι τοῦτον, πόσης τοῦτο ἀθλιότητος; πόσων θρήνων καὶ ὀδυρμῶν, ὅταν τὰ μέλη τοῦ Χριστοῦ τάφος ἀκαθαρσίας γένηται; Ἐννόησον πῶς ἐγεννήθης, τίνων κατηξιώθης, οἵαν ἔλαβες στολὴν, πῶς ναὸς κατεσκευάσθης ἀῤῥαγὴς, πῶς καλός· οὐ χρυσῷ καλλωπισθεὶς, οὐδὲ μαργαρίταις, ἀλλὰ τῷ τούτων τιμιωτέρῳ πνεύματι. Ἐννόησον ὅτι οὐδεὶς τάφος ἐν πόλει κατασκευάζεται· οὐκοῦν οὐδὲ σὺ εἰς τὴν ἄνω φανῆναι δυνήσῃ πόλιν. Εἰ γὰρ ἐνταῦθα τοῦτο ἀπείρηται, πολλῷ μᾶλλον ἐκεῖ. Μᾶλλον δὲ καὶ ἐνταῦθα πᾶσιν εἶ καταγέλαστος, νεκρὰν περιφέρων ψυχήν· οὐ καταγέλαστος δὲ μόνον, ἀλλὰ καὶ φευκτός. Εἰπὲ γάρ μοι, εἴ τις περιῄει νεκρὸν εἴδωλον περιφέρων, οὐκ ἂν πάντες ἀπεπήδησαν; οὐκ ἂν πάντες ἔφυγον; Τοῦτο καὶ νῦν λογίζου. Καὶ γὰρ τούτου πολὺ χαλεπώτερον περιέρχῃ θέαμα περιφέρων, ψυχὴν ὑπὸ ἁμαρτιῶν νενεκρωμένην, ψυχὴν παρειμένην. Τίς οὖν ἐλεήσει τὸν τοιοῦτον; Ὅταν γὰρ σὺ τὴν σαυτοῦ ψυχὴν μὴ ἐλεῇς, πῶς ἕτερος ἐλεήσει τὸν οὕτως ὠμὸν καὶ πολέμιον ὄντα ἑαυτῷ καὶ ἐχθρόν; Εἴ τις ἔνθα ἐκάθευδες καὶ ἐδείπνεις, κατώρυξε σῶμα νεκρὸν, τί οὐκ ἂν ἐποίησας; σὺ δὲ ψυχὴν νεκρὰν κατορύττεις, οὐκ ἔνθα ἀριστοποιῇ, οὐδὲ ἔνθα καθεύδεις, ἀλλ' ἐν τοῖς μέλεσι τοῦ Χριστοῦ, καὶ οὐ δέδοικας μὴ μυρίοι κατενεχθῶσιν ἄνωθεν ἐπὶ τὴν σὴν κεφαλὴν σκηπτοὶ καὶ κεραυνοί; Πῶς δὲ καὶ τολμᾷς ἐκκλησίαις ἐπιβαίνειν Θεοῦ, καὶ ναοῖς ἁγίοις, ἔνδον τοσαύτης βδελυγμίας ὄζων; Εἰ γὰρ εἰς τὰ βασίλεια φέρων τις νεκρὸν καὶ κατορύξας, τὴν ἐσχάτην ἂν ἔδωκε δίκην· σὺ τῶν ἱερῶν ἐπιβαίνων περιβόλων, καὶ τοσαύτης δυσωδίας πληρῶν τὸν οἶκον, ἐννόησον ὅσην ὑποστήσῃ τιμωρίαν. Μίμησαι τὴν πόρνην ἐκείνην, ἣ μύρῳ ἔχρισε τοῦ Χριστοῦ τοὺς πόδας, καὶ τὴν οἰκίαν ἅπασαν ἐπλήρωσεν εὐωδίας· οὗ σὺ τοὐναντίον ποιεῖς εἰς τὸν οἶκον. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνῃ σὺ τῆς δυσωδίας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ χαλεπὸν τοῦ νοσήματος· διὸ καὶ ἀνίατα νοσεῖς, καὶ χαλεπώτερα τῶν τὰ σώματα λελωβημένων τε καὶ ὀδωδότων. Ἐκείνη μὲν γὰρ ἡ νόσος καὶ αἴσθησιν τοῖς κάμνουσι παρέχει, καὶ οὐδὲν ἔγκλημα ἔχει, ἀλλὰ καὶ ἐλέους ἐστὶν ἀξία· αὕτη δὲ μίσους καὶ κολάσεως. Ἐπεὶ οὖν καὶ ταύτῃ χαλεπωτέρα, καὶ τῷ μηδὲ αἰσθάνεσθαι αὐτῆς ὡς χρὴ τὸν νοσοῦντα, φέρε, ἐπίδος σαυτὸν τῷ λόγῳ, ἵνα σε διδάξω σαφῶς αὐτῆς τὴν λύμην. Πρῶτον δὲ ἄκουσον τί ψάλλων λέγεις· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ὅταν οὖν μὴ θυμίαμα, ἀλλὰ καπνὸς ἀπὸ σοῦ καὶ τῶν σῶν πράξεων ἀναβαίνῃ δυσώδης, ποίαν δίκην οὐκ ἄξιος εἶ ὑποστῆναι; Τίς οὖν ὁ καπνὸς ὁ δυσώδης; Πολλοὶ εἰσίασι κάλλη γυναικῶν περιβλέποντες· ἄλλοι παίδων ὥρας περιεργαζόμενοι. Εἶτα οὐ θαυμάζεις, πῶς οὐ σκηπτοὶ φέρονται, καὶ πάντα ἐκ βάθρων ἀνασπᾶται; Καὶ γὰρ ἄξια μὲν σκηπτῶν καὶ γεέννης τὰ γινόμενα· ἀλλ' ὁ Θεὸς, μακρόθυμος ὢν καὶ πολυέλεος, ἀνέχει τέως τὴν ὀργὴν, εἰς μετάνοιάν σε καλῶν καὶ διόρθωσιν. Τί ποιεῖς, ἄνθρωπε; κάλλη γυναικῶν περιεργάζῃ, καὶ οὐ φρίττεις οὕτως ἐνυβρίζων εἰς τὸν ναὸν τοῦ Θεοῦ; Πορνεῖον εἶναί σοι δοκεῖ ἡ ἐκκλησία, καὶ τῆς ἀγορᾶς ἀτιμοτέρα; Ἐν ἀγορᾷ μὲν γὰρ δέδοικας καὶ αἰσχύνῃ φανῆναι γυναῖκα περιεργαζόμενος· ἐν δὲ τῷ ναῷ τοῦ Θεοῦ, αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου σοι καὶ ἀπειλοῦντος ὑπὲρ τούτων, πορνεύεις καὶ μοιχεύεις κατ' αὐτὸν τὸν καιρὸν, καθ' ὃν ἀκούεις μὴ ταῦτα ποιεῖν· καὶ οὐ φρίττεις, οὐδὲ ἐξέστηκας; Ταῦτα ὑμᾶς τὰ θέατρα τῆς ἀσελγείας διδάσκει, ὁ λοιμὸς ὁ δυσκατάλυτος, τὰ δηλητήρια φάρμακα, αἱ χαλεπαὶ τῶν ἀναπεπτωκότων πάγαι, ἡ μεθ' ἡδονῆς τῶν ἀκολάστων ἀπώλεια. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἐγκαλῶν ἔλεγεν· Οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή. Βέλτιον τοὺς τοιούτους πηροὺς εἶναι· βέλτιον νοσεῖν, ἢ εἰς ταῦτα κατακεχρῆσθαι τοῖς ὀφθαλμοῖς. Ἐχρῆν μὲν οὖν ἔνδον ἔχειν τὸ τεῖχος τὸ διεῖργον ὑμᾶς τῶν γυναικῶν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀναγκαῖον ἐνόμισαν εἶναι οἱ Πατέρες, κἂν ταῖς σανίσιν ὑμᾶς ταύταις διατειχίσαι· ὡς ἔγωγε ἀκούω τῶν πρεσβυτέρων, ὅτι τὸ παλαιὸν οὐδὲ ταῦτα ἦν τὰ τειχία. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐδὲ θῆλυ. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ ὁμοῦ καὶ ἄνδρες καὶ γυναῖκες ἦσαν. Καὶ γὰρ οἱ ἄνδρες, ἄνδρες ἦσαν, καὶ αἱ γυναῖκες, γυναῖκες· νῦν δὲ πᾶν τοὐναντίον, αἱ μὲν γυναῖκες εἰς τὰ τῶν ἑταιρίδων ἑαυτὰς ἐξώθησαν ἤθη· οἱ δὲ ἄνδρες ἵππων μαινομένων οὐδὲν ἄμεινον διάκεινται. Οὐκ ἠκούσατε, ὅτι ἦσαν συνηγμένοι ἄνδρες καὶ γυναῖκες ἐν τῷ ὑπερῴῳ, καὶ τῶν οὐρανῶν ἐκεῖνος ὁ σύλλογος ἄξιος ἦν; Καὶ μάλα εἰκότως. Πολλὴν γὰρ καὶ γυναῖκες τότε φιλοσοφίαν ἤσκουν, καὶ ἄνδρες σεμνότητα καὶ σωφροσύνην. Ἀκούσατε γοῦν τῆς πορφυροπώλιδος λεγούσης· Εἰ κεκρίκατέ με ἀξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ' ἐμοί. Ἀκούσατε τῶν γυναικῶν, αἳ περιῆγον μετὰ τῶν ἀποστόλων, ἀνδρεῖον ἀναλαβοῦσαι φρόνημα, τῆς Πρισκίλλης, τῆς Περσίδος, τῶν ἄλλων· ὧν αἱ παροῦσαι γυναῖκες τοσοῦτον ἀπέχουσιν, ὅσον οἱ ἄνδρες τῶν ἀνδρῶν.
δʹ. Τότε μὲν γὰρ καὶ ἀποδημοῦσαι οὐκ ἐλάμβανον δόξαν πονηράν· νῦν δὲ καὶ ἐν θαλάμῳ τρεφόμεναι μόλις ταύτην διαφεύγουσι τὴν ὑποψίαν. Ταῦτα δὲ ἀπὸ τῶν καλλωπισμῶν γίνεται καὶ τῆς τρυφῆς. Τότε ἐκείναις ἔργον ἦν, αὐξῆσαι τὸ κήρυγμα· νῦν δὲ εὐειδεῖς καὶ καλὰς φανῆναι, καὶ εὐπροσώπους. Τοῦτο ἡ δόξα αὐταῖς, τοῦτο ἡ σωτηρία· τὰ δὲ ὑψηλὰ καὶ μεγάλα κατορθώματα οὐδὲ ὄναρ φροντίζουσι. Τίς γυνὴ σπουδὴν ἐποιήσατο ἄνδρα βελτίω ποιῆσαι; τίς ἀνὴρ ταύτην ἔθετο τὴν φροντίδα, ὥστε γυναῖκα διορθώσασθαι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ τῇ μὲν γυναικὶ πᾶσα σπουδὴ περὶ χρυσίων ἐπιμέλειαν, καὶ ἱματίων, καὶ τῶν λοιπῶν τοῦ σώματος καλλωπισμῶν, καὶ ὥστε τὴν οὐσίαν αὐξῆσαι· τῷ δὲ ἀνδρὶ καὶ αὕτη καὶ ἕτεραι πλείους, πᾶσαι μέντοι βιωτικαί. Τίς μέλλων γαμεῖν, τρόπον ἐξήτασε καὶ ἀνατροφὴν κόρης; Οὐδείς· ἀλλὰ χρήματα εὐθέως καὶ κτήματα, καὶ μέτρα οὐσίας ποικίλης καὶ διαφόρου, καθάπερ τι πρίασθαι μέλλων, ἢ συνάλλαγμά τι κοινὸν ἐπιτελεῖν. ∆ιὰ τοῦτο καὶ οὕτω καλοῦσι τὸν γάμον. Πολλῶν γὰρ ἤκουσα λεγόντων· Συνήλλαξεν ὁ δεῖνα τῇ δεῖνι, τουτέστιν, Ἔγημε. Καὶ εἰς τὰς τοῦ Θεοῦ δωρεὰς ἐνυβρίζουσι, καὶ ὥσπερ ὠνούμενοι καὶ πωλοῦντες, οὕτω γαμοῦσι καὶ γαμοῦνται. Καὶ γραμματεῖα πλείονος ἀσφαλείας δεόμενα, ἢ τὰ περὶ πράσεως καὶ ἀγορασίας. Μάθετε πῶς οἱ παλαιοὶ ἐγάμουν, καὶ ζηλώσατε. Πῶς οὖν ἐγάμουν ἐκεῖνοι; Τρόπους ἐζήτουν καὶ ἤθη, καὶ ψυχῆς ἀρετήν. ∆ιὰ τοῦτο γραμμάτων αὐτοῖς οὐκ ἔδει, οὐδὲ τῆς ἀπὸ χάρτου καὶ μέλανος ἀσφαλείας· ἤρκει γὰρ ἀντὶ πάντων αὐτοῖς ὁ τῆς νύμφης τρόπος. Παρακαλῶ τοίνυν καὶ ὑμᾶς, μὴ χρήματα ἐπιζητεῖν καὶ περιουσίαν, ἀλλὰ τρόπον καὶ ἐπιείκειαν. Ζήτησον εὐλαβῆ καὶ φιλόσοφον κόρην· καὶ μυρίων ταῦτά σοι βελτίω θησαυρῶν ἔσται. Ἂν τὰ τοῦ Θεοῦ ζητῇς, καὶ ταῦτα ἥξει· ἂν δὲ ἐκεῖνα παραδραμὼν ἐπὶ ταῦτα τρέχῃς, οὐδὲ ταῦτα ἕψεται. Ἀλλ' ὁ δεῖνα, φησὶν, ἀπὸ γυναικὸς εὔπορος γέγονεν. Οὐκ αἰσχύνῃ τοιαῦτα παραδείγματα φέρων; Μυριάκις γενοίμην πένης, πολλῶν ἤκουσα λεγόντων, ἢ παρὰ γυναικὸς λάβοιμι πλοῦτον. Τί γὰρ ἀηδέστερον ἐκείνου τοῦ πλούτου; τί δὲ ταύτης πικρότερον τῆς εὐπορίας; τί δὲ αἰσχρότερον τοῦ ἐπίσημον εἶναι ἐντεῦθεν, καὶ λέγεσθαι παρὰ πάντων, Ὁ δεῖνα ἀπὸ γυναικὸς εὔπορος γέγονε; Τὰς γὰρ ἔνδον ἀηδίας ἀφίημι, ὅσα ἐκ τούτου συμβαίνειν ἀνάγκη· τὸ φρόνημα τῆς γυναικὸς, τὴν δουλοπρέπειαν, τὰς μάχας, τὰ τῶν οἰκετῶν ὀνείδη· Ὁ πένης, ὁ ῥακοδύτης, ὁ ἄτιμος καὶ ἐξ ἀτίμων· τί γὰρ ἔχων ἦλθεν; οὐ γὰρ πάντα τῆς κυρίας; Ἀλλ' οὐδέν σοι μέλει τῶν ῥημάτων τούτων· οὐδὲ γὰρ ἐλεύθερος εἶ. Ἐπεὶ καὶ οἱ παράσιτοι τούτων καταδεέστερα ἀκούουσι, καὶ οὐκ ἀλγοῦσιν· οὐκοῦν οὐδὲ οὗτοι, ἀλλὰ καὶ ἐγκαλλωπίζονται τῇ αἰσχύνῃ· καὶ ὅταν ταῦτα λέγωμεν αὐτοῖς, Ἔστω, φησὶν, ἡδύ τι καὶ γλυκὺ, καὶ ἀποπνιγέτω με. Ὢ τοῦ διαβόλου! οἵας παροιμίας εἰσήγαγε τῷ βίῳ, ὁλόκληρον τὴν ζωὴν τῶν τοιούτων ἀνατρέψαι δυναμένας! Ὅρα γοῦν αὐτὴν ταύτην τὴν διαβολικὴν καὶ ὀλέθριον ῥῆσιν, ὅσης γέμει τῆς ἀπωλείας. Οὐδὲν γὰρ ἄλλο φησὶν, ἀλλ' ἢ ταυτὶ τὰ ῥήματα· Μηδείς σοι τοῦ σεμνοῦ, μηδείς σοι τοῦ δικαίου λόγος ἔστω· πάντα ἐῤῥίφθω ἐκεῖνα· ἓν μόνον ζήτησον, τὴν ἡδονήν. Κἂν ἄγχῃ σε τὸ πρᾶγμα, αἱρετὸν ἔστω· κἂν πάντες ἐμπτύωσιν οἱ ἀπαντῶντες, κἂν τῇ ὄψει προστρίβωνται βόρβορον, κἂν ὡς κύνα ἐλαύνωσι, πάντα φέρε. Καὶ τί ἂν ἄλλο χοῖροι φωνὴν λαβόντες εἶπον; τί δὲ κύνες οἱ ἀκάθαρτοι; Τάχα δὲ οὐδ' ἂν ἐκεῖνοι τοιαῦτα ἐφθέγξαντο, οἷα ἀνθρώπους ἔπεισεν ὁ διάβολος λυττᾷν. ∆ιὸ παρακαλῶ, τὴν ἀναισθησίαν συνειδότας τῶν τοιούτων ῥημάτων, φεύγειν τὰς τοιαύτας παροιμίας, καὶ τὰς ἀπὸ τῆς Γραφῆς ἐκλέγειν ἀπεναντίας αὐταῖς οὔσας. Τίνες δέ εἰσιν αὗται; Μὴ πορεύου, φησὶν, ὀπίσω τῆς ἐπιθυμίας τῆς ψυχῆς σου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κω λύου. Καὶ περὶ πόρνης πάλιν φησὶν ἀπεναντίας τῇ παροιμίᾳ ταύτῃ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τούτων τοίνυν ἀκούωμεν, μὴ ἐκείνων. Καὶ γὰρ ἐντεῦθεν οἱ ἀνελεύθεροι, ἐντεῦθεν οἱ δουλοπρεπεῖς λογισμοὶ φύονται, ἐντεῦθεν ἄλογα οἱ ἄνθρωποι γίνονται, ὅτι πανταχοῦ τὴν ἡδονὴν διώκειν ἐθέλουσι κατὰ τὴν παροιμίαν ταύτην, ἣ καὶ χωρὶς τῶν ἡμετέρων λόγων αὐτόθεν ἐστὶ καταγέλαστος. Μετὰ γὰρ τὸ ἀποπνιγῆναι, τί τὸ κέρδος τῆς γλυκύτητος; Παύσασθε τοίνυν τοσοῦτον κατασκευάζοντες γέλωτα, καὶ γέενναν ἀνάπτοντες καὶ πῦρ ἄσβεστον· καὶ διαβλέψωμεν κἂν ὀψέ ποτε ὡς χρὴ πρὸς τὰ μέλλοντα, τὴν τῶν ὀφθαλμῶν λήμην ἀποβαλόντες, ὅπως καὶ τὸν ἐνταῦθα βίον κοσμίως καὶ μετὰ πολλῆς τῆς σεμνότητος καὶ εὐλαβείας παρέλθωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ο∆ʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προ φητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.
αʹ. Οὐχ ὅτι οἰκοδομοῦσιν, οὐδ' ὅτι ἐγκαλοῦσιν ἐκείνοις, Οὐαὶ, φησίν· ἀλλ' ὅτι καὶ ταύτῃ καὶ δι' ὧν λέγουσι, καταγινώσκειν προσποιούμενοι τῶν πατέρων, χείρονα πράττουσιν. Ὅτι γὰρ προσποίησις ἦν ἡ κατάγνωσις, ὁ Λουκᾶς φησιν, Ὅτι καὶ συνευδοκεῖτε, ὅτι οἰκοδομεῖτε. Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν. Ἐνταῦθα γὰρ τὴν γνώμην αὐτῶν διαβάλλει, μεθ' ἧς ᾠκοδόμουν· ὅτι οὐ διὰ τιμὴν τῶν σφαγέντων, ἀλλ' ὡς ἐμπομπεύοντες ταῖς σφαγαῖς, καὶ δεδοικότες, μήποτε τῷ χρόνῳ τῶν τάφων ἀφανισθέντων μαρανθῇ τῆς τοσαύτης τόλμης ὁ ἔλεγχος καὶ ἡ μνήμη, οὕτως ᾠκοδόμουν τοὺς τάφους, ὥσπερ τι τρόπαιον ἱστῶντες λαμπρὰς τὰς οἰκοδομὰς, καὶ καλλωπιζόμενοι τοῖς ἐκείνων τολμήμασι καὶ ἐπιδεικνύμενοι. Τὰ γὰρ νῦν τολμώμενα παρ' ὑμῶν δείκνυσιν, ὅτι καὶ ταῦτα τούτῳ ποιεῖτε τῷ τρόπῳ. Κἂν γὰρ τὰ ἐναντία λέγητε, φησὶν, ὡς καταγινώσκοντες αὐτῶν, οἷον ὅτι Οὐκ ἂν, εἰ ἦμεν ἐν ταῖς ἡμέραις ἐκείναις, ἦμεν αὐτῶν κοινωνοί· ἀλλ' ἡ γνώμη δήλη ἡ ταῦτα λέγουσα. ∆ιὸ καὶ ἐκκαλύπτων αὐτὴν, αἰνιγματωδῶς μὲν, εἴρηκε δ' οὖν ὅμως. Εἰπὼν γάρ· Λέγετε, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν· ἐπήγαγεν· Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ποῖον ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου, ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρός; Οὐδέν. Ὅθεν δῆλον, ὅτι δι' αὐτὸ τοῦτο αὐτοῖς προφέρει, τὴν κατὰ κακίαν συγγένειαν αἰνιττόμενος. Καὶ τοῦτο καὶ τὸ ἑξῆς δηλοῖ· ἐπήγαγε γοῦν· Ὄφεις, γεννήματα ἐχιδνῶν. Ὥσπερ γὰρ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν τοῦ ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικόν. Εἶτα ἐπειδὴ γνώμην ἤταζεν ἄδηλον τοῖς πολλοῖς οὖσαν, καὶ ἀφ' ὧν μέλλουσι τολμᾷν, τῶν πᾶσιν ἐσομένων δήλων, κατασκευάζει τὰ εἰρημένα. Ἐπειδὴ γὰρ εἶπεν, Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας, δηλῶν ὅτι τὴν κατὰ πονηρίαν συγγένειαν λέγει, καὶ ὅτι πλάσμα ἦν τὸ λέγειν, ὅτι Οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ, ἐπήγαγε· Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν· οὐκ ἐπιτάττων, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον· τουτέστι, τὴν ἑαυτοῦ σφαγήν. ∆ιὰ δὴ τοῦτο ἐπαγαγὼν τὸν ἔλεγχον, καὶ δείξας ὅτι πλάσματα ἦν ἅπερ ἔλεγον ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, οἷον ὅτι Οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν· (οἱ γὰρ τοῦ ∆εσπότου μὴ ἀπεχόμενοι, πῶς ἂν τῶν δούλων ἀπέσχοντο;) καταφορικωτέρῳ τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα ἐχιδνῶν, καὶ λέγων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων ἐκ περιουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν ∆εσπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ νικώντων τοὺς πατέρας τοῖς τολμήμασι. Πρὸς δὲ τοῖς εἰρημένοις δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγωσιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις φιλοσοφοῦντες μόνον, ἐν δὲ τοῖς ἔργοις τὰ ἐναντία πράττουσιν. Ὄφεις, γεννήματα ἐχιδνῶν· τουτέστι, Πονηροὶ πονηρῶν παῖδες, καὶ τῶν γεννησαμένων πονηρότεροι. ∆είκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας, τῷ τε μετ' ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ χαλεπώτερα ἐκείνων, καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν ποτε τοῖς αὐτοῖς περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι. καὶ τὴν κορωνίδα τῶν κακῶν. Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγγενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. ∆ιὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου κατηγορίας ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος οὕτως αὐτοὺς ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως. Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρόντων αὐτοὺς καταστέλλει, καί φησι· ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
βʹ. Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι' ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καταισχῦναι. Εἶπεν, ὅτι Οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται, καὶ φόβον ἐντεῦθεν αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστησεν αὐτοῖς καὶ παρόντα τὰ δεινά· Ἥξει γὰρ ταῦτα πάντα, φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλεπώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα πάσχουσι πάντων; Εἴποιμεν ἂν, ὅτι καὶ πάντων χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων ἐσωφρονίσθησαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λάμεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε; Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ' ὅτι οὐδὲ τῷ παραδείγματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ' ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, καὶ ἐκείνων τὰς τιμωρίας ὑποσχεῖν ὄντων δικαίων. Σκόπει δὲ πῶς εὐκαίρως καὶ τοῦ Ἄβελ ἀνέμνησε, δεικνὺς ὅτι φθόνου καὶ οὗτος ὁ φόνος ἐστί. Τί οὖν ἂν ἔχοιτε εἰπεῖν; Μὴ γὰρ οὐκ ἔγνωτε τί ἔπαθεν ὁ Κάϊν; μὴ γὰρ ἐφησύχασε τοῖς γεγενημένοις ὁ Θεός; μὴ γὰρ οὐκ ἀπῄτησε τὴν χαλεπωτάτην δίκην; Μὴ γὰρ οὐκ ἠκούσατε ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; οὐ κολάσεσι καὶ τιμωρίαις μυρίαις ἐξεδόθησαν; Πῶς οὖν οὐκ ἐγένεσθε βελτίους; Καὶ τί λέγω τὰς κολάσεις τῶν πατέρων ὑμῶν, καὶ ἅπερ ἔπαθον; αὐτὸς σὺ ὁ καταψηφισάμενος τῶν πατέρων, πῶς χείρω ποιεῖς; Καὶ γὰρ καὶ ὑμεῖς αὐτοὶ ἀπεφήνασθε, ὅτι κακοὺς κακῶς ἀπολέσει. Τίνα οὖν λοιπὸν ἕξετε συγγνώμην, μετὰ τοιαύτην ψῆφον τοιαῦτα τολμῶντες; Ἀλλὰ τίς ἐστιν ὁ Ζαχαρίας οὗτος; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ τὸν προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδάε φησὶν ἡ Γραφή. Σὺ δὲ ἐκεῖνο σκόπει, ὅτι τὸ τόλμημα διπλοῦν ἦν. Οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. Ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον. Τούτους δὲ ἐφόβει, προλέγων ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι τὰ ἔσχατα πείσονται. ∆ιὰ τοῦτο αὐτοὺς καὶ προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καλεῖ, καὶ ἐντεῦθεν πάλιν πᾶσαν ἀπολογίαν αὐτῶν ἀναιρῶν. Οὐ γὰρ ἔχετε εἰπεῖν, φησὶν, ὅτι Ἀπὸ ἐθνῶν ἀπέστειλας, καὶ διὰ τοῦτο ἐσκανδαλίσθημεν· ἀλλὰ τὸ φονικοὺς εἶναι καὶ διψᾷν αἱμάτων εἰς τοῦτο ἦγε. ∆ιὸ καὶ προεῖπεν, ὅτι ∆ιὰ τοῦτο προφήτας καὶ γραμματεῖς ἀποστέλλω. Τοῦτο καὶ οἱ προφῆται πάντες ἐνεκάλουν αὐτοῖς, Αἵματα ἐφ' αἵμασι μίσγουσι, λέγοντες· καὶ ὅτι ἄνδρες αἱμάτων εἰσί. ∆ιὰ τοῦτο καὶ τὸ αἷμα αὐτῷ ἐκέλευσε προσφέρεσθαι, δεικνὺς ὅτι εἰ ἐπὶ ἀλόγου οὕτω τίμιον, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου. Ὃ καὶ τῷ Νῶε λέγει· Ἐκδικήσω πᾶν αἷμα ἐκχυνόμενον. Καὶ μυρία ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν ὑπὲρ τοῦ μὴ φονεύειν αὐτοὺς διαταττόμενον· διὸ οὐδὲ πνικτὸν ἐσθίειν ἐκέλευσεν. Ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ὅτι καὶ προειδὼς οὐδὲν κερδανοῦντας, τὰ αὐτοῦ ὅμως ἐποίει! Πέμπω γὰρ, φησὶ, καὶ ταῦτα εἰδὼς σφαγησομένους. Ὥστε κἀντεῦθεν ἠλέγχοντο εἰκῆ λέγοντες· Οὐκ ἂν ἦμεν κοινωνοὶ τῶν πατέρων. Καὶ γὰρ καὶ οὗτοι προφήτας καὶ ἐν ταῖς συναγωγαῖς ἀνεῖλον· καὶ οὔτε τὸν τόπον αὐτὸν ᾐδέσθησαν, οὔτε τὸ ἀξίωμα τῶν προσώπων. Οὐδὲ γὰρ ἁπλῶς τοὺς τυχόντας ἀνεῖλον, ἀλλὰ προφήτας καὶ σοφοὺς, ὥστε μηδὲν αὐτοῖς ἐγκαλεῖν. Τούτους δὲ, τοὺς ἀποστόλους φησὶ καὶ τοὺς μετ' ἐκείνους· καὶ γὰρ πολλοὶ προεφήτευον. Εἶτα βουλόμενος αὐξῆσαι τὸν φόβον, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην· τουτέστιν, Εἰς κεφαλὰς ὑμῶν πάντα τρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. Ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ καὶ τὰ αὐτὰ πάλιν καὶ αὐτὸς ἁμαρτὼν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην. Ὥσπερ γὰρ, εἰ ἐβουλήθη, μεγάλα ἂν ἐκέρδανε τοῖς, ἑτέρων παραδείγμασι γενόμενος βελτίων· οὕτως, ἐπειδὴ ἀδιόρθωτος ἔμεινε, μείζονός ἐστι τιμωρίας ὑπεύθυνος, ἅτε πλείονος νουθεσίας τῆς διὰ τῶν ἔμπροσθεν ἡμαρτηκότων καὶ κολασθέντων ἀπολελαυκὼς, καὶ οὐδὲν καρπωσάμενος.
γʹ. Εἶτα πρὸς τὴν πόλιν ἀποστρέφει τὸν λόγον, καὶ ταύτῃ παιδεῦσαι βουλόμενος τοὺς ἀκούοντας, καί φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλήμ. Τί βούλεται ὁ διπλασιασμός; Ἐλεοῦντος αὐτὴν καὶ ταλανίζοντος τοῦτο τὸ σχῆμα, καὶ σφόδρα φιλοῦντος. Ὥσπερ γὰρ πρὸς ἐρωμένην, φιληθεῖσαν μὲν διαπαντὸς, καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν, ἀπολογεῖται λοιπὸν μέλλων ἐπάγειν τὴν κόλασιν. Ὃ καὶ ἐν τοῖς προφήταις ποιεῖ λέγων· Εἶπον, Ἀνάστρεψον πρός με, καὶ οὐκ ἀνέστρεψεν. Εἶτα καλέσας αὐτὴν, λέγει καὶ τὰς μιαιφονίας αὐτῆς· Ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; καὶ ταύτῃ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι Οὐδὲ τούτοις με ἀπέστρεψας, οὐδὲ ἀπέστησας τῆς περὶ σὲ πολλῆς εὐνοίας, ἀλλ' ἠθέλησα καὶ οὕτως, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ πολλάκις σε ἐπισπάσασθαι. Ποσάκις γὰρ, φησὶν, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὥσπερ ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Τοῦτο δὲ λέγει, δηλῶν ὅτι ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. Καὶ τὸ φιλόστοργον ἀπὸ τῆς εἰκόνος ἐνδείκνυται· καὶ γὰρ θερμὸν τὸ ζῶον περὶ τὰ ἔκγονα. Καὶ πανταχοῦ δὲ τῶν προφητῶν ἡ εἰκὼν αὕτη τῶν πτερύγων, καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως, καὶ ἐν τοῖς Ψαλμοῖς, τὴν πολλὴν σκέπην καὶ πρόνοιαν ἐνδεικνυμένη. Ἀλλ' οὐκ ἠθελήσατε, φησίν. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· γυμνὸς τῆς παρ' ἐμοῦ βοηθείας. Ἄρα αὐτὸς ἦν ὁ καὶ ἔμπροσθεν αὐτῶν προϊστάμενος, καὶ συνέχων καὶ διακρατῶν· ἄρα αὐτὸς αὐτούς ἐστιν ὁ κολάζων ἀεί. Καὶ τίθησι τιμωρίαν, ἣν ἀεὶ ἐδεδοίκεισαν μεθ' ὑπερβολῆς· αὕτη γὰρ πᾶσαν αὐτῶν τὴν ἀνατροπὴν τῆς πολι τείας ἐδήλου. Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπάρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ τοῦτο ἐραστοῦ τὸ ῥῆμα σφοδροῦ, σφόδρα αὐτοὺς καὶ ἀπὸ τῶν μελλόντων ἐπισπωμένου, οὐκ ἀπὸ παρελθόντων μόνον ἐντρέποντος· τὴν γὰρ μέλλουσαν ἡμέραν τῆς δευτέρας αὐτοῦ παρουσίας ἐνταῦθα λέγει. Τί οὖν; οὐκ εἶδον αὐτὸν ἔκτοτε; Ἀλλ' οὐχὶ τὴν ὥραν ἐκείνην δηλοῖ λέγων, Ἀπάρτι, ἀλλὰ τὸν καιρὸν τὸν μέχρι τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ ἀεὶ αὐτοὶ τοῦτο ἐνεκάλουν, ὅτι ἀντίθεός τίς ἐστι καὶ ἐχθρὸς τῷ Θεῷ, ἀπὸ τούτου αὐτοὺς προτρέπει ἀγαπᾷν αὐτὸν, τῷ συμφωνοῦντα ἑαυτὸν δεικνύναι τῷ Πατρί; καὶ δείκνυσιν αὐτὸν ὄντα τὸν ἐν τοῖς προφήταις. ∆ιὸ καὶ τοῖς αὐτοῖς κέχρηται ῥήμασιν, οἷσπερ καὶ ὁ προφήτης. ∆ιὰ δὲ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο, καὶ τὴν δευτέραν παρουσίαν· καὶ ἐδήλωσε καὶ τοῖς σφόδρα ἀπιστοῦσιν, ὅτι τότε πάντως αὐτὸν προσκυνήσουσι. Καὶ πῶς τοῦτο ἐδήλωσε; Πολλὰ εἰπὼν πρότερον ἐσόμενα· ὅτι ἀποστελεῖ προφήτας· ὅτι ἀναιρήσουσιν αὐτούς· ὅτι ἐν ταῖς συναγωγαῖς· ὅτι πείσονται τὰ ἔσχατα αὐτοί· ὅτι ἐρημωθήσεται ὁ οἶκος· ὅτι ὑποστήσονται πάντων χαλεπώτερα, καὶ οἷα μηδέποτε πρότερον. Ταῦτα γὰρ πάντα καὶ τοῖς σφόδρα ἀνοήτοις καὶ φιλονείκοις ἱκανὰ ἦν παρέξειν καὶ ἐκείνου τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐσομένου ἀπόδειξιν. Ἐρήσομαι γὰρ αὐτούς· Ἀπέστειλε προφήτας καὶ σοφούς; ἀνεῖλον αὐτοὺς ἐν ταῖς συναγωγαῖς; ἀφέθη ὁ οἶκος αὐτῶν ἔρημος; ἦλθε πάντα ἐπὶ τὴν γενεὰν ἐκείνην τὰ τῆς τιμωρίας; Εὔδηλον, ὅτι καὶ οὐδεὶς ἀντερεῖ. Ὥσπερ οὖν ταῦτα πάντα ἐξέβη, οὕτω κἀκεῖνα ἐκβήσεται, καὶ πάντως ὑποκύψουσι τότε. Ἀλλ' οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς, ὥσπερ οὖν οὐδὲ τοῖς πολιτείας ἕνεκεν μετανοοῦσι τότε. ∆ιόπερ ἕως ἐστὶ καιρὸς, πράττωμεν τὰ ἀγαθά. Ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως λοιπὸν ὄφελος οὐδὲν, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς τῆς ἐπὶ τῇ πονηρίᾳ μετανοίας. Οὔτε γὰρ κυβερνήτῃ, τῆς θαλάσσης ὑπερενεχθείσης τοῦ σκάφους παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν, οὐκ ἰατρῷ, τοῦ κάμνοντος ἀπελθόντος, ἔσται τι πλέον· ἀλλ' ἕκαστον τούτων πρὸ τοῦ τέλους πάντα χρὴ μηχανᾶσθαι καὶ πραγματεύεσθαι, ὥστε μηδενὶ κινδύνῳ περιπεσεῖν, μηδὲ αἰσχύνῃ· μετὰ δὲ ταῦτα πάντα ἀνόνητα. Καὶ ἡμεῖς τοίνυν ἕως ἂν ὦμεν ἐν τῇ νόσῳ, καὶ ἰατροὺς παρακαλῶμεν, καὶ χρήματα ἀναλίσκωμεν, καὶ σπουδὴν διηνεκῆ εἰσφέρωμεν, ἵνα ἀναστάντες ἀπὸ τῆς κακίας, ὑγιεῖς ἐντεῦθεν ἀπέλθωμεν. Καὶ ὅσην περὶ τοὺς δούλους τοὺς ἡμετέρους ποιούμεθα πρόνοιαν, ὅταν αὐτῶν τὰ σώματα κάμνῃ, τοσαύτην περὶ ἡμᾶς αὐτοὺς ἐπιδειξώμεθα, τῆς ψυχῆς ἡμῶν νοσούσης. Καίτοι τῶν οἰκετῶν ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς, καὶ τῶν σωμάτων τῶν ἐκείνων αἱ ψυχαὶ ἀναγκαιότεραι· ἀλλ' ὅμως ἀγαπητὸν, κἂν τὴν ἴσην γοῦν σπουδὴν εἰσενέγκωμεν. Ἂν γὰρ μὴ νῦν τοῦτο πράξωμεν, ἀπελθόντας λοιπὸν οὐδὲν ἔνι καρπώσασθαι εἰς ἀπολογίας λόγον.
δʹ. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μηδὲ τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτως ἐσμὲν ἄτιμοι παρ' ἡμῖν αὐτοῖς, ὡς καὶ τῶν οἰκετῶν μᾶλλον ἑαυτῶν καταφρονεῖν. Τῶν μὲν γὰρ οἰκετῶν πυρεττόντων, καὶ ἰατροὺς καλοῦμεν, καὶ οἰκίαν ἀφορίζομεν, καὶ τοῖς νόμοις πείθεσθαι τῆς τέχνης ἐκείνης καταναγκάζομεν· καὶ ἀμελουμένων τούτων, χαλεποί τε αὐτοῖς γινόμεθα, καὶ φύλακας παρακαθιστῶμεν, τοὺς οὐδὲ βουλομένοις αὐτοῖς τὴν οἰκείαν πληροῦν ἐπιθυμίαν ἐπιτρέποντας· κἂν εἴπωσιν οἱ ἐπιμελόμενοι τούτων, φάρμακα δεῖν πολλῆς κατασκευασθῆναι τιμῆς, εἴκομεν· κἂν ὁτιοῦν ἐπιτάξωσι, πειθόμεθα, καὶ μισθοὺς αὐτοῖς τῶν προσταγμάτων τούτων τελοῦμεν. Ὅταν δὲ ἡμεῖς κάμνωμεν· μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κάμνομεν· οὐδὲ ἰατρὸν εἰσάγομεν, οὐ χρήματα ἀναλίσκομεν, ἀλλ' ὥσπερ δημίου τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω τῆς ψυχῆς ἀμελοῦμεν. Καὶ ταῦτα λέγω, οὐκ ἐγκαλῶν τῇ θεραπείᾳ τῇ περὶ τοὺς οἰκέτας, ἀλλ' ἀξιῶν κἂν τοσαύτην τῆς ψυχῆς τῆς ἡμετέρας ποιήσασθαι ἐπιμέλειαν. Καὶ πῶς ἂν ποιησαίμεθα; φησίν. Ἐπίδειξον αὐτὴν Παύλῳ νοσοῦσαν· εἰσάγαγε Ματθαῖον· παρακάθισον Ἰωάννην. Ἄκουσον παρ' αὐτῶν τί δεῖ ποιεῖν τὸν οὕτω κάμνοντα· πάντως ἐροῦσι, καὶ οὐκ ἀποκρύψονται. Οὐ γὰρ δὴ τεθνήκασιν, ἀλλὰ ζῶσι καὶ φθέγγονται. Ἀλλ' οὐ προσέχει, τῷ πυρετῷ κατεχομένη; Κατανάγκασον αὐτὴν σὺ, καὶ τὸ λογικὸν αὐτῆς διέγειρον. Εἰσάγαγε τοὺς προφήτας. Οὐκ ἔστι χρήματα τοῖς ἰατροῖς καταθεῖναι τούτοις· οὔτε γὰρ αὐτοὶ μισθὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν, οὔτε ὑπὲρ φαρμάκων, ὧν κατασκευάζουσιν, εἰς ἀνάγκην σε δαπάνης ἐμβάλλουσι, πλὴν τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προσδιδόασιν οἷον, ὅταν κελεύωσι σωφρονῆσαι, ἀπαλλάττουσί σε ἀκαίρων καὶ ἀτόπων ἀναλωμάτων· ὅταν ἀπέχεσθαι μέθης, εὐπορώτερόν σε ποιοῦσιν. Εἶδες ἰατρῶν τέχνην, μετὰ ὑγείας καὶ χρήματα παρεχόντων; Παρακάθισον τοίνυν αὐτοῖς, καὶ μάθε παρ' αὐτῶν τοῦ νοσήματός σου τὴν φύσιν. Οἷον, ἐρᾷς χρημάτων πολλάκις καὶ πλεονεξίας, ὥσπερ οἱ πυρέττοντες ψυχροῦ; Ἄκουσον γοῦν τί παραινοῦσιν. Ὥσπερ γὰρ ὁ ἰατρός σοί φησιν· Ἐὰν χαρίσῃ τῇ ἐπιθυμίᾳ, ἀπολῇ, καὶ τὸ καὶ τὸ ὑποστήσῃ· οὕτω καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀλλ' ἀκαρτέρητος εἶ; Ἄκουσον αὐτοῦ λέγοντος· Ἔτιμικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε· καὶ πάλιν· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲ γὰρ ἐπιτάττει μόνον, ἀλλὰ καὶ παραμυθεῖται, ὡς ἰατρός. Καὶ ὥσπερ ἐκεῖνοι ἀντὶ ψυχρῶν ἕτερά τινα ἐπινοοῦσιν, οὕτω καὶ οὗτος μετοχετεύει τὴν ἐπιθυμίαν. Βούλει πλουτεῖν; φησίν. Ἐν ἔργοις ἀγαθοῖς. Ἐπιθυμεῖς θησαυρίζειν; Οὐδὲν κωλύω· μόνον ἐν οὐρανοῖς. Καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρὸν βλαβερὸν ὀδοῦσι, νεύροις, ὀστέοις· οὕτω καὶ αὐτὸς, συντομώτερον μὲν, ἅτε βραχυλογίας ἐπιμελούμενος, σαφέστερον δὲ πολλῷ καὶ δυνατώτερον· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησί. Τίνι οὖν δεῖ χρήσασθαι; Λέγει καὶ τοῦτο· Τῇ αὐταρκείᾳ ἀντὶ πλεονεξίας. Ἔστι γὰρ πορισμὸς μέγας, φησὶν, ἡ αὐτάρκεια μετ' εὐσεβείας. Εἰ δὲ δυσανασχετεῖς, καὶ πλειόνων ἐπιθυμεῖς, καὶ οὔπω χωρεῖς ῥῖψαι τὰ περιττὰ πάντα, λέγει καὶ τῷ οὕτως ἀῤῥώστῳ, καὶ τούτοις πῶς χρήσασθαι δεῖ. Ἵνα οἱ χαί ροντες ἐπὶ κτήμασιν, ὡς μὴ χαίροντες ὦσιν· καὶ οἱ ἔχοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι. Εἶδες οἷα ἐπιτάττει; Βούλει καὶ ἕτερον ἐπεισαγάγω τούτῳ ἰατρόν; Ἔμοιγε δοκεῖ. Οὐδὲ γάρ εἰσιν οὗτοι οἱ ἰατροὶ καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις ἀντιφιλοτιμούμενοι ἀλλήλοις κατέδυσαν τὸν ἀῤῥωστοῦντα. Ἀλλ' οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσῃς τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται ∆ιδάσκαλος ὁ Χριστός.
εʹ. Ὅρα γοῦν εἰσελθόντα πάλιν ἕτερον, καὶ χαλεπὰ λέγοντα περὶ τοῦ νοσήματος τούτου· μᾶλλον δὲ τὸν ∆ιδάσκαλον δι' αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέπτουσιν. Εἶδες πῶς ἀπὸ τοῦ τόπου, ἀπὸ τῶν λυμαινομένων, ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐνταῦθα, καὶ προσηλοῖ τῷ οὐρανῷ, ὅπου πάντα ἀνάλωτα; Ἂν γὰρ μεταθῆτε τὸν πλοῦτον ἐκεῖ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύττουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούσεσθε τὴν νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστῃ καταστήσετε εὐπορίᾳ. Μετὰ δὲ τῶν εἰρημένων καὶ παράδειγμα εἰς μέσον ἄγει, σὲ σωφρονίζων. Καὶ καθάπερ ὁ ἰατρὸς, φοβῶν τὸν ἄῤῥωστον, φησὶν, ὅτι Ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο· οὕτω καὶ αὐτὸς εἰσάγει τὸν πλούσιον, κάμνοντα μὲν, καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγιείας, οὐ δυνάμενον δὲ ἐπιτυχεῖν, διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ' ἀπιόντα κενόν. Καὶ μετὰ τοῦτον ἕτερόν σοι δείκνυσι πάλιν ἕτερος εὐαγγελιστὴς, τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα κύριον. Εἶτα δεικνὺς ὅτι εὔκολα τὰ ἐπιτάγματα, φησὶν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ. Συγκαταβατικὸς δὲ ὢν, οὐδὲ τοὺς πλουτοῦντας ἀπογινώσκειν ἀφίησι. Τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖς, δύναταί σε θεραπεῦσαι ὁ Ἰατρός. Οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι χρημάτων, καὶ πλεονεξίας ἐραστήν. Πῶς οὖν δυνατὸν τὸν πλουτοῦντα σωθῆναι· Κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰὼβ, καὶ τὴν τοῦ πλείονος ἐπιθυμίαν ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα τὴν ἀναγκαίαν. ∆είκνυσί σοι μετὰ τούτων καὶ τοῦτον αὐτὸν τὸν τελώνην, τὸν σφόδρα κατεχόμενον τῷ πυρετῷ τῆς πλεονεξίας, ταχέως ἀπαλλαγέντα. Τί γὰρ τελώνου καπηλικώτερον; ἀλλ' ὅμως γέγονεν ἀκτήμων ὁ ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς τοῦ Ἰατροῦ νόμοις. Καὶ γὰρ τοὺς μαθητὰς τοιούτους ἔχει, ταῦτα νοσήσαντας τὰ νοσήματα ἅπερ ἡμεῖς, καὶ ὑγιάναντας ταχέως. Καὶ ἕκαστον αὐτῶν ἡμῖν δείκνυσιν, ὥστε μὴ ἀπογνῶναι. Ὅρα γοῦν τὸν τελώνην τοῦτον. Σκόπει πάλιν ἕτερον ἀρχιτελώνην· ὃς τετραπλασίονα μὲν ὑπέσχετο δώσειν, ὑπὲρ ὧν ἥρπασε, τὰ δὲ ἡμίση πάντων ὧν ἐκέκτητο, ὥστε ὑποδέξασθαι τὸν Ἰησοῦν. Ἀλλ' ἐκκαίῃ σὺ καὶ σφόδρα ἐπιθυμεῖς χρημάτων; Ἔχε τὰ πάντων ἀντὶ τῶν σῶν. Καὶ γὰρ πλείονα ὧν ζητεῖς δίδωμί σοι, φησὶ, τὰς τῶν πλουτούντων οἰκίας ἀνοίγων σοι κατὰ τὴν οἰκουμένην. Ὃς γὰρ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἑκατονταπλασίονα λήψεται. Οὕτως οὐχὶ πλειόνων ἀπολαύσεις μόνον, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψος ἀναιρήσεις παντάπασι, καὶ οἴσεις πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων οὐκ ἐφιέμενος, ἀλλ' οὐδὲ τῶν ἀναγκαίων πολλάκις. Οὕτως ὁ Παῦλος πεινᾷ, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἤσθιεν. Ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος καὶ στεφανούμενος, οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳστώνῃ· καὶ ἔμπορος τῶν ἐν θαλάττῃ πόρων ἁψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοίνυν, ἂν γευσώμεθα ὡς χρὴ τῶν καρπῶν τῶν πνευματικῶν, λοιπὸν οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ μέθῃ καλλίστῃ τῇ τῶν μελλόντων ἐπιθυμίᾳ ἁλόντες. Γευσώμεθα τοίνυν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟΕʹ. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ μυρία ἔμπροσθεν προανεφώνησεν αὐτοῖς χαλεπά· εἶτα οἱ μαθηταὶ ταῦτα ἀκούσαντες, ὥσπερ θαυμάζοντες προσῆλθον ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα ἀφανισθήσεται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· οὐκέτι λοιπὸν περὶ ἐρημίας ἁπλῶς αὐτοῖς διαλέγεται, ἀλλὰ παντελῆ προαναφωνεῖ τὸν ἀφανισμόν. Οὐ βλέπετε γὰρ ταῦτα πάντα, φησι, καὶ θαυμάζετε καὶ ἐκπλήττεσθε; Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Πῶς οὖν ἔμεινε; φησί. Καὶ τί τοῦτο, Οὐδὲ γὰρ οὕτω διέπεσεν ἡ ἀπόφασις. Ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ, ταῦτα ἔλεγεν· ἢ κατ' ἐκεῖνον τὸν τόπον, ἔνθα ἦν. Ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Μετὰ δὲ τούτων κἀκεῖνο ἂν εἴποιμεν, ὅτι ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δεῖ πείθεσθαι, ὡς τέλεον ἀπολουμένων. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν προσῆλθον οἱ μαθηταὶ κατ' ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; ∆ιὰ τοῦτο κατ' ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. Καὶ γὰρ ὤδινον μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν μυρίων οὖσαν ἀγαθῶν αἰτίαν. Καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτόν· Πότε ταῦτα ἔσται; τουτέστιν, ἡ τοῦ ναοῦ κατασκαφή· καὶ, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ὁ δὲ Λουκᾶς ἔν φησιν εἶναι τὸ ἐρώτημα, τὸ περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. Ὁ δὲ Μάρκος οὐδὲ πάντας αὐτούς φησιν ἐρω τῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ Πέτρον καὶ Ἰωάννην, ἅτε πλείονα παῤῥησίαν ἔχοντας. Τί οὖν αὐτός; Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος. Ἐπειδὴ γὰρ ὡς περὶ ἀλλοτρίας τιμωρίας ἀκούοντες τῆς ἐπαγομένης τῇ Ἱερουσαλὴμ διέκειντο, καὶ ὡς ἕξω θορύβων ἐσόμενοι, καὶ τὰ ἀγαθὰ μόνα ὠνειροπόλουν, καὶ αὐτίκα μάλα αὐτὰ ἀπαντήσεσθαι προσεδόκων· διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν, καὶ κελεύων διπλῇ νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραλογιζομένων φενακισθῆναι, μήτε ὑπὸ τῆς τυραννίδος τῶν καταληψομένων κακῶν βιασθῆναι. ∆ιπλοῦς γὰρ ὁ πόλεμος, φησὶν, ἔσται, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· ἀλλ' ἐκεῖνος πολλῷ χαλεπώτερος, ἅτε ἐν συγχύσει καὶ ταραχῇ πραγμάτων, καὶ φοβουμένων καὶ ταραττομένων ἀνθρώπων ἐπιτιθέμενος. Καὶ γὰρ πολλὴ τότε ἡ ζάλη ἦν, τῶν Ῥωμαϊκῶν ἀρχομένων ἀνθεῖν, καὶ πόλεων ἁλισκομένων, καὶ στρατοπέδων καὶ ὅπλων κινουμένων, καὶ πολλῶν εὐκόλως πιστευομένων. Πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης· τί γὰρ ἔμελεν αὐτοῖς τούτων; Ἄλλως δὲ οὐδὲ καινόν τι ἔμελλεν ἐρεῖν, εἰ τὰ τῆς οἰκουμένης ἔλεγε πάθη, τὰ ἀεὶ συμβαίνοντα. Καὶ γὰρ πρὸ τούτου ἦσαν καὶ πόλεμοι καὶ ταραχαὶ καὶ μάχαι· ἀλλὰ τοὺς Ἰουδαϊκοὺς οὐ μακρόθεν λέγει ἐπιόντας πολέμους· λοιπὸν γὰρ αὐτοῖς ἐν φροντίδι τὰ τῶν Ῥωμαίων ἦν. Ἐπεὶ οὖν καὶ ταῦτα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, προλέγει ταῦτα πάντα. Εἶτα δεικνὺς ὅτι καὶ αὐτὸς συνεπιθήσεται Ἰουδαίοις καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ λοιμοὺς καὶ σεισμοὺς, δεικνὺς ὅτι καὶ τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν, καὶ οὐχ ἁπλῶς ταῦτα γίνεται, κατὰ τὴν ἔμπροσθεν ἐν τοῖς ἀνθρώποις οὖσαν συνήθειαν, ἀλλ' ἐκ τῆς ἄνωθεν ὀργῆς. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν φησὶν, οὐδὲ ἀθρόως, ἀλλὰ μετὰ σημείων. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οἱ τότε πιστεύσαντες αἴτιοι τούτων τῶν κακῶν, διὰ τοῦτο καὶ τὴν αἰτίαν αὐτοῖς εἴρηκε τῆς ἐπαγωγῆς. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἔμπροσθεν ἔλεγεν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην, τῆς μιαιφονίας αὐτῶν μνησθείς. Εἶτα ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες, νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα, ἐπήγαγεν· Ὁρᾶτε, μὴ θορυβεῖσθε, δεῖ γὰρ πάντα γενέσθαι, τουτέστιν, Ἃ προεῖπον ἐγὼ, καὶ τῶν πειρασμῶν ἡ ἔφοδος οὐδὲν διακόψει τῶν παρ' ἐμοῦ εἰρημένων· ἀλλ' ἔσται μὲν θόρυβος καὶ ταραχὴ, τοὺς δὲ ἐμοὺς οὐδὲν διασαλεύσει χρησμούς. Εἶτα ἐπειδὴ εἶπε τοῖς Ἰουδαίοις· Οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ᾤοντο δὲ οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ καὶ τὴν συντέλειαν ἔσεσθαι. καὶ ταύτην διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν· Ἀλλ' οὔπω τὸ τέλος. Ὅτι γὰρ οὕτως ὡς ἔφην ὑπώπτευον, ἐκ τῆς ἐρωτήσεως αὐτῶν μάνθανε. Τί γὰρ ἠρώτησαν; Πότε ταῦτα ἔσται; τουτέστι, Πότε τὰ Ἱεροσόλυμα ἀπολεῖται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Αὐτὸς δὲ οὐδὲν εὐθέως πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο ταύτην, ἀλλὰ πρότερον ἐκεῖνα τὰ κατεπείγοντα λέγει, καὶ ἃ πρῶτα μαθεῖν ἐχρῆν. Οὔτε γὰρ περὶ Ἱεροσολύμων εὐθέως, οὔτε περὶ τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας εἴρηκεν· ἀλλὰ περὶ τῶν ἐπὶ θύραις ἀπαντησομένων κακῶν. ∆ιὸ καὶ ἐναγωνίους αὐτοὺς ποιεῖ λέγων· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός. Εἶτα διεγείρας αὐτοὺς εἰς τὴν περὶ τούτων ἀκρόασιν· (Βλέπετε γὰρ, φησὶ, μή τις ὑμᾶς πλανήσῃ·) καὶ ἐναγωνίους ποιήσας, καὶ νήφειν παρασκευάσας, καὶ εἰπὼν τοὺς ψευδοχρίστους πρότερον, τότε τὰ τῶν Ἱεροσολύμων λέγει κακὰ, ἀπὸ τῶν ἤδη γενομένων καὶ τὰ μέλλοντα ἀεὶ καὶ παρὰ τοῖς ἀνοήτοις καὶ φιλονείκοις πιστούμενος.
βʹ. Πολέμους δὲ καὶ ἀκοὰς πολέμων, ὅπερ καὶ ἔμπροσθεν εἶπον, τὰς αὐτοῖς ἐπιούσας φησὶ ταραχάς. Εἶτα ἐπειδὴ, καθὼς καὶ προεῖπον, ἐνόμιζον μετ' ἐκεῖνον τὸν πόλεμον ἥξειν τὸ τέλος, ὅρα πῶς αὐτοὺς ἀσφαλίζεται λέγων· Ἀλλ' οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ, φησὶν, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Τὰ προοίμια λέγει τῶν Ἰουδαϊκῶν κακῶν. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων· τουτέστι, τῶν συμβαινόντων αὐτοῖς. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι ∆ιὰ τὸ ὄνομά μου. Ἔσεσθε γὰρ, φησὶ, μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι· καὶ πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς. Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοῦτο μεῖζον κακὸν, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ· πολλοὶ γὰρ ψευδάδελφοι γεγόνασιν. Εἶδες τριπλοῦν τὸν πόλεμον ὄντα, τὸν ἀπὸ τῶν πλάνων, τὸν ἀπὸ τῶν πολεμίων, τὸν ἀπὸ τῶν ψευδαδέλφων; Ὅρα καὶ Παῦλον τὰ αὐτὰ ἀποδυρόμενον καὶ λέγοντα· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κίνδυνοι ἐν ψευδαδέλφοις· καὶ πάλιν· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Εἶτα πάλιν τὸ πάντων χαλεπώτερον, ὅτι οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν. Εἶτα δεικνὺς ὅτι τὸν γενναῖον καὶ καρτερικὸν οὐδὲν ταῦτα λυμανεῖται, Μὴ φοβεῖσθε, φησὶ, μηδὲ ταράττεσθε. Ἂν γὰρ τὴν προσήκουσαν ὑπομονὴν ἐπιδείξησθε, οὐ περιέσται ὑμῶν τὰ δεινά. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ πάντως κηρυχθῆναι τὸ κήρυγμα πανταχοῦ τῆς οἰκουμένης· οὕτως ὑψηλότεροι ἔσεσθε τῶν δεινῶν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς οὖν ζησόμεθα; τὸ πλέον εἶπεν, ὅτι Καὶ ζήσεσθε καὶ διδάξετε πανταχοῦ. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος· τῆς συντελείας τῶν Ἱεροσολύμων. Ὅτι γὰρ ἐκεῖνο ἔλεγε, καὶ πρὸ τῆς ἁλώσεως τὸ Εὐαγγέλιον ἐκηρύχθη, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ πάλιν, Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Καὶ ὁρᾷς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Σπανίαν τρέχοντα. Εἰ δὲ εἷς τοσοῦτον μέρος κατέλαβεν, ἐννόησον καὶ οἱ λοιποὶ πόσα εἰργάσαντο. Καὶ γὰρ καὶ ἑτέροις γράφων πάλιν ὁ Παῦλος ἔλεγε περὶ τοῦ Εὐαγγελίου, ὅτι Ἔστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τί δέ ἐστιν, Εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν; Ἐπειδὴ ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ, Εἰς μαρτύριον, φησὶ, τοῖς ἀπιστήσασι· τουτέστιν, εἰς ἔλεγχον, εἰς κατηγορίαν, εἰς μαρτυρίαν· οἱ γὰρ πιστεύσαντες καταμαρτυρήσουσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. ∆ιὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. Οἱ γὰρ ἰδόντες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην, ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες; Ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως, ὅτι ἐν εἴκοσι ἢ καὶ τριάκοντα ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. Μετὰ τοῦτο οὖν, φησὶν, ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. Ὅτι γὰρ τοῦτο αἰνίττεται, τὸ ἑξῆς ἐδήλωσεν. Ἐπήγαγε γὰρ καὶ προφητείαν, πιστούμενος αὐτῶν τὸν ἀφανισμὸν, καὶ λέγων· Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Παρέπεμψεν αὐτοὺς ἐπὶ τὸν ∆ανιήλ. Βδέλυγμα δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος φησὶν, ὃ ὁ ἐρημώσας τὴν πόλιν καὶ τὸν ναὸν ἔστησεν ἔνδον· διὸ καὶ ἐρημώσεως αὐτὸ καλεῖ. Εἶτα, ἵνα μάθωσιν, ὅτι καὶ ζώντων ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο ἔλεγεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως.
γʹ. Ἐξ ὧν μάλιστα ἄν τις θαυμάσειε τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο, ἐν οἷς μάλιστα ὡς στασιασταῖς προσεῖχον αὐτοῖς, ὅτε ὁ Καῖσαρ ἐκέλευσεν ἅπαντας ἀπελαύνεσθαι. Καὶ ταὐτὸν συνέβαινεν, ὥσπερ ἂν εἴ τις, τῆς θαλάττης ἐγερθείσης πάντοθεν, καὶ ζόφου τὸν ἀέρα πάντα κατέχοντος, καὶ ναυαγίων ἐπαλλήλων γινομένων, καὶ πάντων ἄνωθεν τῶν συμπλεόντων στασιαζόντων, καὶ θηρῶν κάτωθεν ἀνιόντων, καὶ μετὰ τῶν κυμάτων ἀναλισκόντων τοὺς πλέοντας, καὶ σκηπτῶν φερομένων, καὶ πειρατῶν ὄντων, καὶ τῶν ἔνδον ἀλλήλοις ἐπιβουλευόντων, ἀνθρώπους ἀπείρους τοῦ πλεῖν καὶ οὐδὲ θάλατταν ἰδόντας κελεύοι ἐπὶ τῶν οἰάκων καθῆσθαι, καὶ κυβερνᾷν καὶ ναυμαχεῖν, καὶ στόλον ἄπειρον ἐπιόντα μετὰ πολλῆς παρατάξεως, ἑνὶ χρωμένους ἀκατίῳ, τῷ οὕτως ὡς εἶπον ταραττομένῳ, καταδύειν καὶ χειροῦσθαι. Καὶ γὰρ ὑπὸ ἐθνῶν ἐμισοῦντο, ὡς Ἰουδαῖοι· καὶ ὑπὸ Ἰουδαίων ἐλιθάζοντο, ὡς τοῖς αὐτῶν πολεμοῦντες νόμοις· καὶ οὐδαμοῦ στῆναι ἦν. Οὕτω πάντα κρημνοὶ καὶ σκόπελοι καὶ πρόβολοι ἦσαν, τὰ ἐν ταῖς πόλεσι, τὰ ἐν ταῖς χώραις, τὰ ἐν οἰκίαις· καὶ εἷς ἕκαστος αὐτοῖς ἐπολέμει, καὶ στρατηγὸς, καὶ ἄρχων, καὶ ἰδιώτης, καὶ ἔθνη πάν τα, καὶ δῆμοι πάντες· καὶ ταραχή τις ἦν λόγῳ παραστῆναι μὴ δυναμένη. Καὶ γὰρ σφόδρα τῇ τῶν Ῥωμαίων ἀρχῇ μισητὸν τὸ Ἰουδαίων γένος ἦν, ἅτε μυρία πράγματα αὐτοῖς παρεσχηκός· καὶ οὐδὲ ἐντεῦθεν ἐβλάβη τὸ κήρυγμα· ἀλλ' ἡ μὲν πόλις ἀνάρπαστος ἦν καὶ ἐμπεπύριστο, καὶ μυρία τοὺς οἰκοῦντας διέθηκε κακά· οἱ δὲ ἐντεῦθεν ὄντες ἀπόστολοι, νόμους εἰσάγοντες καινοὺς, καὶ τῶν Ῥωμαίων ἐκράτουν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Μυριάδας ἀπείρους Ἰουδαίων τότε ἐχειρώσαντο Ῥωμαῖοι, καὶ δώδεκα ἀνδρῶν οὐ περιεγένοντο, γυμνῶν, ἀόπλων μαχομένων αὐτοῖς. Τίς παραστῆσαι δυνήσεται λόγος τὸ θαῦμα τοῦτο; Καὶ γὰρ δύο ταῦτα τοῖς διδάσκουσιν ὑπάρχειν χρὴ, τό τε ἀξιοπίστους εἶναι, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν μαθητευομένων· καὶ μετὰ τούτων καὶ πρὸς τούτοις, καὶ τὸ τὰ λεγόμενα, εὐπαράδεκτα εἶναι, καὶ τὸν καιρὸν ταραχῆς ἀπηλλάχθαι καὶ θορύβων. Τότε δὲ ἅπαντα τὰ ἐναντία ἦν. Οὔτε γὰρ ἀξιόπιστοι εἶναι ἐδόκουν, καὶ τῶν δοκούντων ἀξιοπίστων εἶναι τοὺς ἠπατημένους ἀφίστων· οὐκ ἐφιλοῦντο, ἀλλὰ καὶ ἐμισοῦντο, καὶ τῶν φιλουμένων ἀπῆγον, καὶ ἐθῶν, καὶ πατρίων, καὶ νόμων. Πάλιν τὰ ἐπιτάγματα πολλὴν τὴν δυσκολίαν εἶχεν· ὧν δὲ ἀφείλκοντο, πολλὴν τὴν ἡδονήν. Πολλοὺς καὶ αὐτοὶ καὶ οἱ πειθόμενοι τοὺς κινδύνους, πολλοὺς τοὺς θανάτους ὑπέμενον· καὶ μετὰ τούτων ἁπάντων ὁ καιρὸς πολλὴν παρεῖχε τὴν δυσκολίαν, πολέμων γέμων, θορύβων, ταραχῆς· ὡς εἰ καὶ μηδὲν τῶν εἰρημένων ἦν, ἱκανῶς πάντα διαταράξαι. Εὔκαιρον εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν τοὺς καθ' ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ' εἰς οἰκίαν μικρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι' αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν, καταλεύοντες αὐτὸν ἀναιρήσουσιν· Ἂν δὲ καὶ εὐκαταφρόνητος ᾖ, καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν τοὺς τρυφῶντας κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔδηλον ὅτι παντάπασιν ἀπολεῖται; Ἀλλ' ὅμως τοῦτο, ὅπερ ἀδύνατον ἐν οἰκίᾳ γενέσθαι μιᾷ, τοῦτο ἐν τῇ οἰκουμένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θαλάττης πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων. Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς σεισμοὺς, τὰς ἄλλας τραγῳδίας, τὴν ἱστορίαν τὴν περὶ τούτων Ἰωσήπῳ συγκειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθή σεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέντας τῷ φόβῳ τῶν εἰρημένων, συστρέφει λέγων, ὅτι κἂν μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος.
δʹ. Εἶδες πῶς διέκειτο τότε τὰ πράγματα, καὶ πῶς ποικίλος ὁ πόλεμος ἦν; καὶ ταῦτα ἐν ἀρχῇ, ὅτε μάλιστα πολλῆς ἕκαστον ἡσυχίας δεῖται τῶν κατορθουμένων; Πῶς οὖν διέκειτο; οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ πάλιν ἀναλαβεῖν. Πρῶτος πόλεμος ἦν, ὁ τῶν ἀπατεώνων· Ἐλεύσονται γὰρ, φησὶ, ψευδόχριστοι καὶ ψευδοπροφῆται· δεύτερος, ὁ τῶν Ῥωμαίων· Μελλήσετε γὰρ, φησιν, ἀκούειν πολέμους· τρίτος, ὁ τοὺς λιμοὺς ἐπάγων· τέταρτος, ὁ τοὺς λοιμοὺς καὶ σεισμούς· πέμπτος. Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις· ἕκτος, Ἔσεσθε μισούμενοι ὑπὸ πάντων· ἕβδομος, Παραδώσουσιν ἀλλήλους καὶ μισήσουσιν· ἐμφύλιον ἐνταῦθα δηλοῖ πόλεμον· εἶτα ψευδόχριστοι καὶ ψευδάδελφοι· εἶτα, Ψυγήσεται ἡ ἀγάπη, τὸ πάντων αἴτιον τῶν κακῶν. Εἶδες μυρία γένη πολέμων καινὰ καὶ παράδοξα; Ἀλλ' ὅμως μετὰ τούτων καὶ πολλῷ πλειόνων (καὶ γὰρ τῷ ἐμφυλίῳ καὶ συγγενικὸς ἀνεμίγνυτο πόλεμος), ἐκράτησε τῆς οἰκουμένης ἁπάσης τὸ κήρυγμα. Κηρυχθήσεται γὰρ, φησὶ, τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ποῦ τοίνυν εἰσὶν οἱ τῆς γενέσεως τὴν τυραννίδα ἐπιτειχίζοντες, καὶ τῶν καιρῶν τὴν περιφορὰν, τοῖς τῆς Ἐκκλησίας δόγμασι; Τίς γὰρ ἐμνημόνευσε πώποτε, ὅτι ὤφθη Χριστὸς ἕτερος, ὅτι συνέβη πρᾶγμα τοιοῦτον; Καίτοιγε ἕτερα ψευδόμενοι λέγουσιν, ὅτι δέκα μυριάδες ἐτῶν παρῆλθον· ἀλλὰ τοῦτο οὐδὲ πλάσασθαι δύνανται. Ποίαν τοίνυν περιφορὰν εἴποιτ' ἄν; Οὔτε γὰρ Σόδομα, οὔτε Γόμοῤῥα, οὔτε κατακλυσμὸς ἕτερος ἐγένετό ποτε. Μέχρι τίνος παίζετε, περιφορὰν καὶ γένεσιν λέγοντες; Πῶς οὖν ἐκβαίνει πολλὰ, φησὶ, τῶν λεγομένων; Ἐπειδὴ σὺ σαυτὸν ἠρήμωσας τῆς τοῦ Θεοῦ βοηθείας, καὶ προὔδωκας, καὶ ἔξω τῆς προνοίας ἔστησας, διὰ τοῦτο ὡς βούλεται στρέφει σου τὰ πράγματα ὁ δαίμων, καὶ μετατίθησιν. Ἀλλ' οὐκ ἐπὶ τῶν ἁγίων, μᾶλλον δὲ οὐδὲ ἐφ' ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν σφόδρα καταφρονούντων αὐτῆς. Εἰ γὰρ καὶ ὁ βίος ἡμῶν οὐκ ἀνεκτὸς, ἀλλ' ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τῶν τῆς ἀληθείας δογμάτων μετὰ πολλῆς ἐχόμεθα τῆς ἀκριβείας, ἀνώτεροι τῆς τῶν δαιμόνων ἐσμὲν ἐπιβουλῆς. Ὅλως δὲ τί ποτέ ἐστι γένεσις; Οὐδὲν ἕτερον ἀλλ' ἢ ἀδικία καὶ σύγχυσις, καὶ τὸ εἰκῆ πάντα φέρεσθαι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ μετὰ ἀλογίας. Καὶ εἰ μὴ ἔστι, φησὶ, γένεσις, πόθεν ὁ δεῖνα πλουτεῖ; πόθεν ὁ δεῖνα πένης; Οὐκ οἶδα. Οὕτω γάρ σοι τέως διαλέξομαι, παιδεύων σε μὴ πάντα περιεργάζεσθαι, μηδὲ ἁπλῶς ἐντεῦθεν καὶ εἰκῆ φέρεσθαι. Οὐδὲ γὰρ ἐπειδὴ τοῦτο ἀγνοεῖς, ὀφείλεις τὰ οὐκ ὄντα ἀναπλάττειν. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων, οὐ δυνήσεται ῥᾳδίως τὴν οὖσαν δέξασθαι, ἀλλὰ δεῖ πλείονος αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν. Καὶ γὰρ ἐν δέλτῳ, ἐξηλειμ μένῃ μὲν εὐκόλως τις ἐγγράψειεν ἅπερ ἂν ἐθέλῃ· ἐγκεχαραγμένῃ δὲ, οὐκέτι ὁμοίως· δεῖ γὰρ πρότερον ἐξαλεῖψαι τὰ κακῶς ἐγγεγραμμένα. Καὶ ἐπὶ τῶν ἰατρῶν δὲ, ὁ μηδὲν προσφέρων τοῦ τὰ βλάπτοντα προσάγοντος πολλῷ βελτίων ἐστί· καὶ ὁ σαθρῶς οἰκοδομῶν τοῦ μηδ' ὅλως οἰκοδομοῦντος χείρων· ὥσπερ οὖν καὶ ἡ γῆ πολὺ βελτίων ἡ μηδὲν ἔχουσα τῆς ἀκάνθας ἐχούσης. Μὴ τοίνυν ἐπὶ τὸ μαθεῖν πάντα τρέχωμεν, ἀλλ' ἀνεχώμεθά τινα καὶ ἀγνοεῖν· ἵν' ὅταν εὕρωμεν διδάσκαλον, μὴ διπλοῦν παρέχωμεν αὐτῷ τὸν πόνον· μᾶλλον δὲ πολλοὶ πολλάκις καὶ ἀδιόρθωτα νοσοῦντες ἔμειναν, τῷ περιπεσεῖν ἁπλῶς πονηροῖς δόγμασιν. Οὐδὲ γὰρ ὅμοιος ὁ ἱδρὼς, ἀνασπάσαι πρότερον τὰ κακῶς ῥιζωθέντα, καὶ τότε σπεῖραι, καὶ καθαρὰν ἄρουραν καταφυτεῦσαι. Ἐκεῖ μὲν γὰρ ἀνατρέψαι δεῖ πρότερον, καὶ τότε ἕτερα ἐνθεῖναι· ἐνταῦθα δὲ παρεσκευασμένη ἡ ἀκοή. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ; Ἐρῶ λοιπόν. Οἱ μὲν τοῦ Θεοῦ διδόντος, πολλοὶ δὲ συγχωροῦντος, πλοῦτον ἐκτήσαντο. Οὗτος γὰρ σύντομος καὶ ἁπλοῦς ὁ λόγος. Τί οὖν; φησί· τὸν πόρνον αὐτὸς ποιεῖ πλουτεῖν, καὶ τὸν μοιχὸν, καὶ τὸν ἡταιρηκότα, καὶ τὸν κακῶς τοῖς οὖσι κεχρημένον; Οὐ ποιεῖ, ἀλλὰ συγχωρεῖ πλουτεῖν· πολὺ δὲ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ ποιεῖν καὶ συγχωρεῖν. Τίνος δὲ ἕνεκεν ὅλως ἀφίησιν; Ὅτι οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ἵνα τὸ κατ' ἀξίαν ἕκαστος ἀπολάβῃ. Τὶ γὰρ φαυλότερον ἐκείνου τοῦ πλουσίου, τοῦ μηδὲ τῶν ψιχίων μεταδιδόντος τῷ Λαζάρῳ; Ἀλλ' ὅμως ἁπάντων ἀθλιώτερος ἦν· οὐδὲ γὰρ σταγόνος ἐγένετο κύριος, καὶ δι' αὐτὸ μάλιστα τοῦτο, ὅτι πλουτῶν ὠμὸς ἦν. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερον.
εʹ. Ὁρᾷς γοῦν καὶ τοῦτον δεινότερα πάσχοντα, ἐπειδὴ ἀπέλαβε τὰ ἀγαθά; Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἀδίκως πλουτοῦντα εὐημεροῦντα, στέναξον, δάκρυσον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μὴ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Καὶ τοῦτο, εἰ βούλει, οὐκ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου δείξω σοι τὸ ὑπόδειγμα. Ὁ γὰρ μακάριος ∆αυῒδ, ὅτε τὴν ἁμαρτίαν ἥμαρτεν ἐκείνην τὴν τῆς Βηρσαβεὲ, καὶ ἠλέγχετο παρὰ τοῦ προφήτου, διὰ τοῦτο μάλιστα ἐνεκαλεῖτο σφοδρότερον, ὅτι καὶ πολλῆς ἀπολαύσας ἀδείας τοιοῦτος ἦν. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο μάλιστα ὀνειδίζοντος αὐτῷ· Οὐκ ἔχρισά σε εἰς βασιλέα, καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου, καὶ πάντα τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα; Καὶ εἰ ὀλίγα σοι ἦν, προσέθηκα ἄν σοι ὡς ταῦτα. Καὶ τί ἐποίησας τὸ πονηρὸν ἐναντίον μου; Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἀπὸ ἑτέρων πλειόνων. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα ἓν, ἡ πορνεία, καὶ σκόπει πόσας εὑρίσκω τιμωρίας διαφόρους, οὐ παρ' ἐμαυ τοῦ, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Ἐπόρνευσέ τις πρὸ τοῦ νόμου; ἄλλως κολάζεται· καὶ τοῦτο ὁ Παῦλος δείκνυσιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. Ἐπόρνευσέ τις μετὰ τὸν νόμον; χαλεπώτερα πείσεται· Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, φησὶ, διὰ νόμου κριθήσονται. Ἐπόρνευσέ τις ἱερεὺς ὤν; προσθήκην ἀπὸ τῆς ἀξίας εἰς τὴν τιμωρίαν λαμβάνει μεγίστην. ∆ιὰ δὴ τοῦτο αἱ μὲν ἄλλαι ἀνῃροῦντο πορνευόμεναι· αἱ δὲ τῶν ἱερέων θυγατέρες κατεκαίοντο, τοῦ νομοθέτου ἐκ περιουσίας δηλοῦντος, ὅση τὸν ἱερέα μένει κόλασις τοῦτο ἁμαρτάνοντα. Εἰ γὰρ τὴν θυγατέρα μείζονα ἀπῄτησε δίκην διὰ τὸ ἱερέως εἶναι θυγατέρα, πολλῷ μᾶλλον αὐτὸν τὸν ἱερωμένον. Ἐπορνεύθη τις βιαίως; αὕτη καὶ ἀπήλλακται κολάσεως· ἐπορνεύθη τις πλουτοῦσα, ἑτέρα δὲ πενομένη; πάλιν καὶ ἐνταῦθα διαφορά. Καὶ τοῦτο δῆλον, ἀφ' ὧν ἔμπροσθεν εἰρήκαμεν περὶ τοῦ ∆αυΐδ. Ἐπόρνευσέ τις μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ; ἂν ἀμύητος ἀπέλθῃ, πάντων ἐκείνων χαλεπωτέραν δώσει δίκην. Ἐπόρνευσέ τις μετὰ τὸ λουτρόν; ἐνταῦθα οὐδὲ παραμυθία λοιπὸν τῷ ἁμαρτήματι λείπεται. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας; Ἐπόρνευσέ τις ἱερωμένος νῦν; αὕτη μάλιστα πάντων ἡ κορυφὴ τῶν κακῶν. Εἶδες ἑνὸς ἁμαρτήματος πόσαι διαφοραί; Ἑτέρα ἡ πρὸ τοῦ νόμου, ἄλλη ἡ μετὰ τὸν νόμον, ἡ τοῦ ἱερωμένου ἄλλη, ἡ τῆς πλουτούσης καὶ τῆς πενομένης, τῆς κατηχουμένης καὶ τῆς πιστῆς, τῆς τοῦ ἱερέως. Καὶ ἀπὸ συνέσεως δὲ πολλὴ ἡ διαφορά· Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Καὶ τὸ μετὰ τὰ παραδείγματα ἁμαρτάνειν πλείονα φέρει τὴν τιμωρίαν. ∆ιὰ τοῦτό φησιν· Ὑμεῖς δὲ οὐδὲ ἰδόντες ὕστερον μετενοήσατε, καίτοι πολλῆς ἀπολαύσαντες θεραπείας. ∆ιὰ τοῦτο καὶ τὴν Ἱερουσαλὴμ τοῦτο ὀνειδίζει λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; Καὶ τὸ ἐν τρυφῇ ὄντας· τοῦτο δὴ τὸ τοῦ Λαζάρου. Καὶ ἀπὸ τοῦ τόπου δὲ χαλεπώτερον τὸ ἁμάρτημα γίνεται· ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγε· Μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ ἀπὸ τῆς ποιότητος δὲ αὐτῶν τῶν πλημμελημάτων· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· καὶ πάλιν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο ὑπὲρ πάσας τὰς πορνείας σου καὶ τὰ βδελύγματά σου. Καὶ ἀπὸ τῶν προσώπων πάλιν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ τις εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ὅταν τοὺς πολλῷ χείρονάς τις ὑπερβαίνῃ τῇ ῥᾳθυμίᾳ· ὅπερ καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐγκαλεῖ· Οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν ἐποίησας. Καὶ ὅταν μηδὲ τοῖς ἑτέρων παραδείγμασι σωφρονισθῇ τις· Εἶδε τὴν ἀδελφὴν αὐτῆς, φησὶ, καὶ ἐδικαίωσεν αὐτήν. Καὶ ὅταν πλείονος ἀπολαύσῃ ἐπιμελείας· Εἰ γὰρ ἐν Τύρῳ, φησὶ, καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αὗται, πάλαι ἂν μετενόησαν· πλὴν ἀνεκτότερον ἔσται Τύρῳ καὶ Σιδῶνι, ἢ τῇ πόλει ἐκείνῃ. Εἶδες ἀκρίβειαν ἀπηρτισμένην, καὶ πάντας τῶν αὐτῶν ἁμαρτημάτων οὐ τὴν αὐτὴν διδόντας δίκην; Καὶ γὰρ ὅταν μακροθυμίας ἀπολαύσαντες μηδὲν κερδάνωμεν, χείρονα πεισόμεθα. Καὶ τοῦτο δηλοῖ Παῦλος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ταῦτ' οὖν εἰδότες, μὴ σκανδαλιζώμεθα, μηδὲ θορυβώμεθα μηδενὶ τῶν γινομένων, μηδὲ τὴν τῶν λογισμῶν ἐπεισάγωμεν ζάλην· ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας παραχωροῦντες, ἀρετῆς ἐπιμελώμεθα, καὶ φεύγωμεν κακίαν· ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟS ʹ. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ
τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ
ἐπι στρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον. Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη. Τότε, πότε; Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ. Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέγειν. Φεύγετε τοίνυν τότε, φησίν· οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν. Ἐπειδὴ γὰρ συνέβη πολλάκις αὐτοὺς ἀνενεγκεῖν ἐν πολέμοις χαλεποῖς, οἷον ἐπὶ τοῦ Σεναχηρεὶμ, ἐπὶ Ἀντιόχου πάλιν· (καὶ γὰρ καὶ τότε στρατοπέδων ἐπεισελθόντων καὶ τοῦ ναοῦ προκαταληφθέντος, συστραφέντες οἱ Μακκαβαῖοι μετέστησαν εἰς τὸ ἐναντίον τὰ πράγματα·) ἵνα οὖν μὴ καὶ νῦν τοῦτο ὑποπτεύσω σιν, ὅτι ἔσται τις μεταβολὴ τοιαύτη, πᾶν τὸ τοιοῦτον αὐτοῖς ἀπαγορεύει. Ἀγαπητὸν γὰρ, φησὶ, τὸ γυμνῷ τῷ σώματι σωθῆναι λοιπόν. ∆ιὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια, τὰ ἄφευκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφοράν· καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. ∆ιὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ προστίθησι λέγων, Μηδὲ οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις· ταῖς μὲν, διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμένας· ταῖς δὲ, διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα. Χρημάτων μὲν γὰρ καὶ καταφρονῆσαι εὔκολον καὶ προνοῆσαι ῥᾴδιον, καὶ ἱματίων· τὰ δὲ ἀπὸ τῆς φύσεως πῶς ἄν τις διαφύγοι; πῶς ἂν ἡ ἔγκυος γένοιτο κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος ὑπεριδεῖν; Εἶτα πάλιν δεικνὺς τὸ μέγεθος τῆς συμφορᾶς, φησί· Προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, μηδὲ ἐν σαββάτῳ. Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Ὁρᾷς ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγεται; Οὐ γὰρ δὴ οἱ ἀπόστολοι ἔμελλον Σάββατον τηρεῖν, ἢ ἐκεῖ ἔσεσθαι, ἡνίκα Οὐεσπασιανὸς ταῦτα ἔπραξε. Καὶ γὰρ ἔφθασαν προαπελθόντες οἱ πλείους· εἰ δέ τις ἀπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε μέρεσι τότε. ∆ιατί δὲ μηδὲ χειμῶνος, μηδὲ Σαββάτου; Χειμῶνος μὲν, διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· Σαββάτου δὲ, διὰ τὴν αὐθεντίαν τὴν ἀπὸ τοῦ νόμου. Ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν Σαββάτῳ τότε Ἰουδαῖοι φεύγειν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι τὸ τοιοῦτον εὔκολον, διὰ τοῦτο, Προσεύχεσθε, φησίν. Ἔσται γὰρ τότε θλῖψις, οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ μή τις νομίσῃ τοῦτο ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ' ἐντυχὼν τοῖς Ἰωσήπου γράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι πιστὸς ὢν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν. Καὶ γὰρ καὶ Ἰουδαῖος ἦν, καὶ σφόδρα Ἰουδαῖος, καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν. Τί οὖν οὗτός φησιν; Ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. Τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν παιδοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι· πολλοὺς δὲ καὶ νεκροὺς γενομένους κατὰ μέσας ἀναῤῥήγνυσθαι τὰς γαστέρας ἔφη. Ἡδέως ἂν οὖν ἐροίμην Ἰουδαίους, πόθεν οὕτω θεήλατος ὀργὴ καὶ ἀφόρητος ἦλθεν ἐπ' αὐτοὺς, καὶ πασῶν ἔμπροσθεν γενομένων, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης χαλεπωτέρα; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ τοῦ σταυροῦ τόλμημα καὶ τὴν ἀπόφασιν ταύτην; Ἅπαντες εἴποιεν ἂν, καὶ μετὰ πάντων καὶ πρὸ πάντων αὐτὴ ἡ τῶν πραγμάτων ἀλήθεια. Θέα δέ μοι τὴν ὑπερβολὴν τῶν κακῶν, ὅταν μὴ πρὸς τὸν ἔμπροσθεν χρόνον παραβαλλόμενα χαλεπώτερα φαίνηται, ἀλλὰ καὶ πρὸς τὸν ἐπιόντα ἅπαντα. Οὔτε γὰρ ἐν τῇ οἰκουμένῃ πάσῃ, οὔτε ἐν τῷ χρόνῳ παντὶ, τῷ γενομένῳ τῷ τε ἐσομένῳ, δυνήσεταί τις εἰπεῖν τοιαῦτα κακὰ γεγενημένα. Καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ ἐτόλμησέ τις ἀνθρώπων, οὐ τῶν πώποτε, οὐ τῶν μετὰ ταῦτα, τόλμημα οὕτω παράνομον καὶ φρικῶδες. ∆ιὰ τοῦτό φησιν· Ἔσται θλῖψις οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ἀπὸ τούτων δείκνυσιν αὐτοὺς χαλεπωτέρας τιμωρίας ἀξίους ὄντας τῆς εἰρημένης, ἡμέρας νῦν λέγων τὰς τοῦ πολέμου καὶ τῆς πολιορκίας ἐκείνης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ἐπὶ πλέον ἐκράτησε, φησὶν, ὁ πόλεμος Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰουδαῖοι (πᾶσαν γὰρ σάρκα ἐνταῦθα τὴν Ἰουδαϊκὴν λέγει)· καὶ οἱ ἔξω, καὶ οἱ ἔνδον. Οὐ γὰρ δὴ μόνον τοῖς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττόν τε καὶ ἤλαυνον, διὰ τὸ πρὸς ἐκείνους μῖσος.
βʹ. Τίνας δὲ ἐνταῦθά φησι τοὺς ἐκλεκτούς; Τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς. Ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα καὶ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν ταῦτα γέγονε τὰ κακὰ, δείκνυσιν ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ' εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόῤῥιζοι ἂν ἀπώλοντο ἅπαντες. Εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον, οὐδ' ἂν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ' ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐ τῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. ∆ιὰ τοῦτό φησι· ∆ιὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται. Ταῦτα δὲ ἔλεγε, καταλιμπάνων παραμυθίαν τοῖς ἐν μέσῳ ἀπειλημμένοις αὐτῶν, καὶ διδοὺς ἀναπνεῦσαι, ἵνα μὴ φοβῶνται ὡς συναπολούμενοι. Εἰ δὲ ἐνταῦθα τοσαύτη αὐτῶν πρόνοια, ὡς δι' αὐτοὺς καὶ ἑτέρους σώζεσθαι, καὶ τῶν ἀπίστων λείψανα γίνεσθαι Ἰουδαίων διὰ Χριστιανοὺς, πόση ἐν τῷ καιρῷ τῶν στεφάνων ἡ τιμή; Ἐντεῦθεν αὐτοὺς καὶ παρεμυθεῖτο μὴ ἀλγεῖν ἐπὶ τοῖς οἰκείοις κινδύνοις, ὅπου γε καὶ ἐκεῖνοι τοιαῦτα πάσχουσι, καὶ ἐπ' οὐδενὶ κέρδει, ἀλλ' ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς. Οὐ παρεμυθεῖτο δὲ μόνον, ἀλλὰ καὶ ἀπῆγε τῶν Ἰουδαϊκῶν ἐθῶν λοιπὸν λανθανόντως καὶ ἀνυπόπτως. Εἰ γὰρ οὐκ ἔσται μεταβολὴ λοιπὸν, οὐδὲ ὁ ναὸς στήσεται, εὔδηλον ὅτι καὶ ὁ νόμος παυθήσεται. Ἀλλὰ φανερῶς μὲν τοῦτο οὐκ εἶπε, διὰ δὲ τῆς παντελοῦς αὐτῶν ἀπωλείας τοῦτο ᾐνίξατο. Φανερῶς δὲ οὐκ εἶπεν, ἵνα μὴ πρὸ καιροῦ πλήξῃ. ∆ιὸ οὐδὲ ἀρχόμενος προηγουμένως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον· ἀλλὰ ταλανίσας πρῶτον τὴν πόλιν, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τῆς τε ἐπιδείξεως τῶν λίθων καὶ τῆς ἐρωτήσεως, ἵνα ὡς αὐτοῖς ἀποκρινόμενος πρὸς τὴν ἐρώτησιν ἅπαντα προαναφωνήσῃ τὰ μέλλοντα. Σὺ δέ μοι σκόπει Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν· (καὶ γὰρ καὶ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν·) ἀλλ' οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες, καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσιν, ὥστε πανταχόθεν διαλάμπειν τῆς προῤῥήσεως τὴν ἰσχύν. Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἰδοὺ προείρηκα ὑμῖν. Ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτῆς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν καὶ τοῖς μεθ' ἡμᾶς ἐσομένοις πᾶσι. Τότε, πότε; Ἐνταῦθα, ὃ πολλάκις εἶπον, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων τὸ, Τότε· ὅπου γοῦν ἀκολουθίαν ἐβούλετο εἰπεῖν, ἐπήγαγεν, Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ, Τότε· οὐ τὰ μετὰ ταῦτα εὐθέως δηλῶν, ἀλλὰ τὰ ἐν τῷ καιρῷ, ᾧ μέλλει ταῦτα γίνεσθαι, ἅπερ ἔμελλε λέγειν. Οὕτω καὶ ὅταν λέγῃ, Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, οὐ τὸν ἑξῆς εὐθέως λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ' ὃν ταῦτα ἐγίνετο, ἅπερ ἐρεῖν ἔμελλε. Καὶ γὰρ περὶ τῆς γεννήσεως διαλεχθεὶς τοῦ Ἰησοῦ, καὶ τῆς τῶν μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώδου, εὐθέως φησίν· Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής· καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη. Ἀλλ' ἔθος τοῦτο τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντελείας, λέγει τὸν ὀλίγῳ πρὸ τῆς συντελείας. Τότε οὖν ἐάν τις ὑμῖν εἴπῃ, φησὶν, Ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ. παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. Οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτω καὶ τότε φησίν· ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ μὴ λανθανόντως παραγίνεσθαι. Σκόπει δὲ πῶς ἐνταῦθα οὐδὲν περὶ πολέμου διαλέγεται· τὸν γὰρ περὶ τῆς παρουσίας αὐτοῦ διευκρινεῖ λόγον· ἀλλὰ περὶ τῶν ἀπατᾷν ἐπιχειρούντων. Οἱ μὲν γὰρ ἐπὶ τῶν ἀποστόλων τοὺς πολλοὺς ἠπάτων· Ἐλεύσονται γὰρ, φησὶ, καὶ ἀπατήσουσι πολλούς· οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ἦσαν πικρότεροι. ∆ώσουσι γὰρ, φησὶ, σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἐνταῦθα τὸν ἀντίχριστόν φησι, καὶ δείκνυσί τινας καὶ διακονησομένους αὐτῷ· περὶ οὗ καὶ Παῦλος οὕτω φησί. Καλέσας γὰρ αὐτὸν ἄνθρωπον ἁμαρτίας καὶ υἱὸν ἀπωλείας, ἐπήγαγεν· Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Καὶ ὅρα πῶς ἀσφαλίζεται. Μὴ ἐξέλθητε, φησὶ, εἰς τὴν ἔρημον, μὴ εἰσέλθητε εἰς τὰ ταμεῖα. Οὐκ εἶπεν, Ἀπέλθετε καὶ μὴ πιστεύσητε· ἀλλὰ, Μὴ ἐξέλθητε, μηδὲ ἀπέλθητε. Καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη, διὰ τὸ καὶ σημεῖα γίνεσθαι ἀπάτης.
γʹ. Εἰπὼν τοίνυν πῶς ἐκεῖνος παραγίνεται, οἷον ὅτι ἐν τόπῳ, λέγει πῶς καὶ αὐτός. Πῶς οὖν αὐτός; Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Πῶς οὖν ἡ ἀστραπὴ φαίνεται; Οὐ δεῖται ἀπαγγέλλοντος, οὐ δεῖται κήρυκος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ ταῖς ἐν θαλάμοις, ἐν ἀκαριαίᾳ ῥοπῇ κατὰ τὴν οἰκουμένην δείκνυται πᾶσαν. Οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. Λέγει δὲ καὶ ἕτερον σημεῖον· Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί· τὸ πλῆθος τῶν ἀγγέλων, τῶν μαρτύρων, τῶν ἁγίων ἁπάντων δηλῶν. Εἶτα λέγει θαύματα φοβερά. Τίνα δέ ἐστι τὰ θαύματα; Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, φησὶν, ὁ ἥλιος σκοτισθήσεται. Θλῖψιν ποίων λέγει ἡμερῶν; Τοῦ ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν. Θλῖψις γὰρ τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. Ἀλλ' οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. Εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. ∆ιὰ τοῦτο οὐκ εἶπε, μετὰ τὴν θλῖψιν, ἀλλ', Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται. Οἵ τε γὰρ ψευδοπροφῆται καὶ οἱ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς παρέσται. Καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην. Πῶς δὲ παραγίνεται; Μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ Ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· Καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης; Καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ μάλα εἰκότως, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην. Εἰ γὰρ ὅτε ἐγένετο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν· (Ὅτε γὰρ ἐγενήθη ἄστρα, ᾔνεσάν με, φησὶ, φωνῇ μεγάλῃ πάντες ἄγγελοι·) πολλῷ μᾶλλον ὁρῶντες πάντα μεταῤῥυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἐκ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους λόγον ἀπαιτουμένους ἁπάντων ὧν ἔπραξαν, πῶς οὐ φρίξουσι καὶ σαλευθήσονται; Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· τουτέστιν, ὁ σταυρὸς, τοῦ ἡλίου φαιδρότερος ὤν· εἴγε ἐκεῖνος μὲν σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φαίνεται· οὐκ ἂν φανεὶς, εἰ μὴ πολλῷ τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερος ἦν. Τίνος δὲ ἕνεκεν τὸ σημεῖον φαίνεται; Ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τῶν Ἰουδαίων τὴν ἀναισχυντίαν. Καὶ γὰρ δικαίωμα μέγιστον ἔχων τὸν σταυρὸν, οὕτω παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον, ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνύς. Τότε κόψονται αἱ φυλαί. Οὐ γὰρ χρεία κατηγορίας, ὅταν ἴδωσι τὸν σταυρόν· καὶ κόψονται, ὅτι ἀποθανόντος οὐδὲν ὠφελήθησαν, ὅτι ἐσταύρωσαν ὃν προσκυνῆσαι ἔδει. Εἶδες πῶς ὑπέγραψε τὴν παρουσίαν αὐτοῦ φοβερῶς; πῶς ἀνέστησε τὰ φρονήματα τῶν μαθητῶν; ∆ιά τοι τοῦτο πρότερον τὰ λυπηρὰ τίθησι, καὶ τότε τὰ χρηστὰ, ἵνα καὶ ταύτῃ αὐτοὺς παραμυθήσηται καὶ ἀναπαύσῃ. Καὶ περὶ τοῦ πάθους δὲ αὐτοὺς ὑπομιμνήσκει πάλιν καὶ τῆς ἀναστάσεως, καὶ μετὰ λαμπροῦ τοῦ σχήματος μέμνηται τοῦ σταυροῦ, ὥστε μὴ αἰσχύνεσθαι αὐτοὺς, μηδὲ ὀδυνᾶσθαι, ὅπου γε ἀντὶ σημείου τότε ἔρχεται προβαλλόμενος αὐτόν. Ἄλλος δέ φησιν, ὅτι Ὄψονται εἰς ὃν ἐξεκέντησαν. ∆ιὰ δὴ τοῦτο κόψονται, ἰδοῦσαι ὅτι οὗτος ἐκεῖνός ἐστιν. Ἐπειδὴ δὲ καὶ σταυροῦ ἀνέμνησε, προσέθηκεν ὅτι Ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον, οὐκέτι ἐπὶ τοῦ σταυροῦ, ἀλλ' ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Μὴ γὰρ ἐπειδὴ τὸν σταυρὸν ἤκουσας, φησὶ, νομίσῃς πάλιν σκυθρωπὸν εἶναί τι· μετὰ γὰρ δυνάμεως ἥξει καὶ δόξης πολλῆς. Φέρει δὲ αὐτὸν, ἵνα αὐτοκατάκριτος αὐτῶν γένηται ἡ ἁμαρτία· ὥσπερ ἂν εἴ τις λίθῳ πληγεὶς, αὐτὸν ἐπιδείξειε τὸν λίθον, ἢ τὰ ἱμάτια ᾑμαγμένα. Καὶ ἐν νεφέλῃ ἔρχεται, ὡς ἀνελήφθη· καὶ ταῦτα ὁρῶσαι θρηνοῦσιν αἱ φυλαί. Οὐ μὴν μέχρι θρήνων στήσεται αὐτοῖς τὰ δεινά· ἀλλ' ὁ μὲν θρῆνος ἔσται, ἵνα οἴκοθεν τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσι· τότε δὲ πάλιν Ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων τῶν οὐρανῶν ἕως ἄκρων αὐτῶν. Ὅταν δὲ τοῦτο ἀκούσῃς, ἐννόει τῶν μενόντων τὴν κόλασιν. Οὐδὲ γὰρ ἐκείνην δώσουσι τὴν δίκην μόνον, ἀλλὰ καὶ ταύτην. Καὶ ὥσπερ ἀνωτέρω ἔλεγεν, ὅτι ἐροῦσιν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· οὕτως ἐνταῦθα, ὅτι Κόψονται. Ἐπειδὴ γὰρ περὶ πολέμων αὐτοῖς διελέχθη χαλεπῶν, ἵνα μάθωσιν, ὅτι μετὰ τῶν ἐνταῦθα δεινῶν καὶ τὰ ἐκεῖ αὐτοὺς ἀναμένει βασανιστήρια, καὶ κοπτομένους εἰσάγει, καὶ χωριζομένους τῶν ἐκλεκτῶν, καὶ γεέννῃ παραδιδομένους· κἀντεῦθεν πάλιν τοὺς μαθητὰς διεγείρων, καὶ δεικνὺς, ὅσων μὲν ἀπαλλαγήσονται κακῶν, ὅσων δὲ ἀπολαύσονται ἀγαθῶν.
δʹ. Καὶ τί δήποτε δι' ἀγγέλων αὐτοὺς καλεῖ, εἰ οὕτω φανερῶς ἔρχεται; Τιμῶν αὐτοὺς καὶ ταύτῃ. Ὁ δὲ Παῦλος, ὅτι ἁρπαγήσονται ἐν νεφέλαις. Εἶπε δὲ καὶ τοῦτο, ὅτε περὶ ἀναστάσεως διελέγετο. Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος καταβήσεται ἀπ' οὐρανοῦ ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου. Ὥστε ἀναστάντας μὲν συλλέξουσιν ἄγγελοι, συλλεγέντας δὲ ἁρπάσουσιν αἱ νεφέλαι· καὶ ταῦτα πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ. Οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ' αὐτὸς ἔρχεται ἐν σάλπιγγι. Καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; Πρὸς διανάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῆς τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. Οἴμοι ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. ∆έον ἡμᾶς χαίρειν ὅταν ταῦτα ἀκούωμεν, ἀλγοῦμεν, καὶ κατηφεῖς ἐσμεν, καὶ σκυθρωπάζομεν. Ἢ μόνος ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει; Ὡς ἔμοιγε καὶ φρίκη τις ὑπεισέρχεται λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας. Οὐδὲν γὰρ τούτων πρὸς ἐμὲ, ἀλλ' ἐκείνων τῶν μετὰ ταῦτα λεχθέντων, τῶν πρὸς τὰς παρθένους, τῶν πρὸς τὸν καταχώσαντα τὸ τάλαντον ὅπερ ἔλαβε, τῶν πρὸς τὸν πονηρὸν δοῦλον. ∆ιὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς καὶ εἰς ἀεὶ, ἵνα μὴ μικρὸν σπουδάσωμεν. Εἰ μὲν γὰρ πόνος πολὺς ἦν καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτω πάντα ποιεῖν· πλὴν ἀλλὰ κἂν πρόφασίν τινα ἐδόκουν ἔχειν πολλοὶ τῶν ῥᾳθύμων, ψυχρὰν μὲν, ἐδόκουν δ' οὖν ἔχειν, τὸ ὑπέρογκον τῶν ἐπιταγμάτων, καὶ ὅτι μέγας ὁ πόνος, καὶ ἄπειρος ὁ χρόνος, καὶ ἀφόρητον τὸ φορτίον· νῦν δὲ οὐδὲν τοιοῦτον ἔστι προβάλλεσθαι· ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα, τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν. Ἐν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανοῖς ὁ στέφανος· ὑπὸ ἀνθρώπων κολάζῃ, καὶ ὑπὸ Θεοῦ τιμᾶσαι· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀπείρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ αἱ τιμαί. Καὶ χωρὶς δὲ τούτων κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι κἂν μὴ διὰ τὸν Χριστὸν ἑλώμεθά τι παθεῖν τῶν ὀδυνηρῶν, ἀνάγκη αὐτὰ καὶ ἄλλως ὑπομεῖναι πάντως. Οὐδὲ γὰρ ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ· οὐδὲ ἂν διὰ τὸν Χριστὸν μὴ ῥίψῃς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι· ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ, ἃ καὶ ἀνάγκῃ σε δεῖ ποιῆσαι. Τοσοῦτον δὲ ἀπαιτεῖ προσεῖναι μόνον, τὸ δι' αὐτὸν γίνεσθαι· ὡς τό γε συμβῆναι ταῦτα καὶ παρελθεῖν, καὶ ἀπὸ τῆς κατὰ τὴν φύσιν ἀνάγκης γίνεται. Εἶδες πῶς εὔκολος ὁ ἀγών; Ἃ πάντως ἀνάγκη σε παθεῖν, ἑλοῦ παθεῖν δι' ἐμέ· τοῦτο προσκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ὃ ἑτέρῳ μέλλεις δανείζειν χρυσίον, τοῦτο δάνεισον ἐμοὶ, καὶ ἐπὶ πλείοσι, καὶ ἐπὶ ἀσφαλείᾳ μείζονι· ὃ ἑτέρῳ μέλλεις στρατεύειν σῶμα, τοῦτο στράτευσον ἐμοί· καὶ γὰρ ὑπερβαίνω σου τοὺς πόνους ταῖς ἀντιδόσεσιν ἐκ πολλῆς τῆς περιουσίας. Σὺ δὲ ἐν μὲν τοῖς ἄλλοις τὸν τὸ πλέον παρέχοντα προτιμᾷς, καὶ ἐν δανείσμασι, καὶ ἐν ἀγορασίᾳ, καὶ ἐν στρατείᾳ· τὸν δὲ Χριστὸν μόνον πλέον ἁπάντων παρέχοντα, καὶ ἀπείρως πλέον, τοῦτον οὐ καταδέχῃ. Καὶ τίς ὁ τοσοῦτος πόλεμος; τίς ἡ τοσαύτη ἀπέχθεια; Πόθεν λοιπὸν ἕξεις συγγνώμην καὶ ἀπολογίαν, οὐδὲ ἀφ' ὧν ἀνθρώπους προτιμᾷς ἀνθρώπων, ἀπὸ τούτων ἀνεχόμενος τὸν Θεὸν προτιμῆσαι τῶν ἀνθρώπων; Τί τῇ γῇ παραδίδως τὸν θησαυρόν; ∆ὸς τῇ ἐμῇ χειρὶ, φησίν. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς ∆εσπότης; Ἐκείνη τὸ καταβληθὲν ἀποδίδωσι, πολλάκις δὲ οὐδὲ τοῦτο· αὐτὸς δὲ καὶ μισθούς σοι ἀποδίδωσι τῆς φυλακῆς. Καὶ γὰρ σφόδρα ἡμῶν ἐρᾷ. ∆ιὰ τοῦτο κἂν δανεῖσαι θέλῃς, ἕστηκεν ἕτοιμος· κἂν σπεῖραι, αὐτὸς ὑποδέχεται· κἂν οἰκοδομῆσαι θέλῃς, ἕλκει σε πρὸς ἑαυτὸν, Ἐν τοῖς ἐμοῖς, λέγων, οἰκοδόμει. Τί τρέχεις πρὸς τοὺς πένητας, πρὸς ἀνθρώπους τοὺς πτωχεύοντας; ∆ράμε πρὸς τὸν Θεὸν, τὸν ὑπὲρ μικρῶν μεγάλα σοι παρέχοντα πράγματα. Ἀλλ' ὅμως οὐδὲ ταῦτα ἀκούοντες ἀνεχόμεθα, ἀλλ' ἔνθα μάχαι, καὶ πόλεμοι, καὶ παγκράτια, καὶ δίκαι καὶ συκοφαντίαι, ἐκεῖ σπεύδομεν.
εʹ. Ἆρ' οὖν οὐ δικαίως ἡμᾶς ἀποστρέφεται καὶ κολάζει, ὅταν εἰς πάντα ἡμῖν ἑαυτὸν παρέχῃ, ἡμεῖς δὲ ἀντιπίπτωμεν; Παντί που δῆλον. Εἴτε γὰρ καλλωπίσασθαι θέλεις, φησὶ, τὸν ἐμὸν καλλωπισμόν· εἴτε ὁπλισθῆναι, τὰ ἐμὰ ὅπλα· εἴτε ἐνδύσασθαι, τὸ ἱμάτιον τὸ ἐμόν· εἴτε τραφῆναι, τὴν τράπεζαν τὴν ἐμήν· εἴτε ὁδεῦσαι, τὴν ὁδὸν τὴν ἐμήν· εἴτε κληρονομῆσαι, τὴν κληρονομίαν τὴν ἐμήν· εἴτε εἰς πατρίδα εἰσελθεῖν, εἰς τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ἐγώ· εἴτε οἰκοδομῆσαι οἰκίαν, ἐν ταῖς σκηναῖς ταῖς ἐμαῖς. Ἐγὼ γὰρ ὧν δίδωμι οὐκ ἀπαιτῶ σε μισθὸν, ἀλλὰ καὶ αὐτοῦ τούτου μισθόν σοι προσοφείλω, ἂν τοῖς ἐμοῖς χρήσασθαι βουληθῇς ἅπασι. Τί ταύτης γένοιτ' ἂν ἴσον τῆς φιλοτιμίας; Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; Τοῦτο γάρ ἐστιν εἰς τὸν παρόντα βίον πονεῖσθαι. Τί εἰς πῦρ ξαίνεις; τί τῷ ἀέρι πυκτεύεις; τί εἰκῆ τρέχεις; Οὐχὶ ἑκάστη τέχνη τέλος ἔχει; Παντί που δῆλον. ∆εῖξόν μοι καὶ σὺ τῆς σπουδῆς τῆς βιωτικῆς τὸ τέλος. Ἀλλ' οὐκ ἔχεις. Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἴωμεν εἰς τοὺς τάφους, δεῖξόν μοι τὸν πατέρα, δεῖξόν μοι τὴν γυναῖκα. Ποῦ ὁ χρυσᾶ ἐνδεδυμένος ἱμάτια; ὁ ἐπὶ τοῦ ὀχήματος καθήμενος; ὁ στρατόπεδα ἔχων, ὁ τὴν ζώνην, ὁ τοὺς κήρυκας; ὁ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ ἐμβάλλων εἰς δεσμωτήριον; ὁ ἀποκτέννων οὓς ἐβούλετο, καὶ ἀπαλλάττων οὓς ἤθελεν; Οὐδὲν ὁρῶ πλὴν ὀστέων, καὶ σητὸς, καὶ ἀράχνης· πάντα ἐκεῖνα γῆ, πάντα ἐκεῖνα μῦθος, πάντα ὄναρ καὶ σκιὰ, καὶ διήγημα ψιλὸν, καὶ γραφή· μᾶλλον δὲ οὐδὲ γραφή. Τὴν μὲν γὰρ γραφὴν κἂν ἐν εἰκόνι ὁρῶμεν· ἐνταῦθα δὲ οὐδὲ εἰκόνα. Καὶ εἴθε μέχρι τούτων τὰ δεινά! Νυνὶ δὲ τὰ μὲν τῆς τιμῆς, καὶ τῆς τρυφῆς, καὶ τῆς περιφανείας, μέχρι σκιᾶς, μέχρι ῥημάτων· τὰ δὲ ἀπ' αὐτῶν οὐκέτι μέχρι σκιᾶς καὶ ῥημάτων, ἀλλὰ μένει καὶ διαβήσεται μεθ' ἡμῶν ἐκεῖ, καὶ πᾶσιν ἔσται δῆλα· αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, αἱ πορνεῖαι, αἱ μοιχεῖαι, τὰ μυρία δεινά· ταῦτα οὐκ ἐν εἰκόνι, οὐδὲ ἐν τέφρᾳ, ἀλλὰ γεγραμμένα ἄνω καὶ ῥήματα καὶ πράγματα. Ποίοις οὖν ὀψόμεθα τὸν Χριστὸν ὀφθαλμοῖς; Εἰ γὰρ πατέρα τις οὐκ ἂν ἤνεγκεν ἰδεῖν, συνειδὼς ἑαυτῷ ἡμαρτηκότι εἰς αὐτὸν, τὸν πατρὸς μᾶλλον ἀπείρως πραότερον ὄντα πῶς ἀντιβλέψομεν τότε; πῶς οἴσομεν; Καὶ γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ πάντων ἀκριβὴς ἔσται ἐξέτασις. Εἰ δέ τις ἀπιστεῖ τῇ μελλούσῃ κρίσει, ὁράτω τὰ ἐνταῦθα, τοὺς ἐν τοῖς δεσμωτηρίοις, τοὺς ἐν τοῖς μετάλλοις, τοὺς ἐν ταῖς κοπρίαις, τοὺς δαιμονῶντας, τοὺς παραπαίοντας, τοὺς νόσοις ἀνιάτοις παλαίοντας, τοὺς πενίᾳ διηνεκεῖ πυκτεύοντας, τοὺς λιμῷ συζῶντας, τοὺς πένθεσιν ἀνηκέστοις βεβλημένους, τοὺς ἐν αἰχμαλωσίαις. Οὐ γὰρ ἂν οὗτοι ταῦτα ἔπαθον νῦν, εἰ μὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς τὰ τοιαῦτα ἡμαρτηκότας ἔμελλεν ἀναμένειν τιμωρία καὶ κόλασις. Εἰ δὲ μηδὲν ἐνταῦθα ὑπέμειναν οἱ λοιποὶ, τοῦτο μὲν οὖν αὐτὸ σημεῖόν σε ποιεῖσθαι δεῖ τοῦ πάντως εἶναί τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Οὐ γὰρ ἂν ἁπάντων ὁ αὐτὸς ὢν Θεὸς τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἀφῆκεν ἀτιμωρήτους, τὰ αὐτὰ ἢ καὶ χαλεπώτερα πεπλημμεληκότας, εἰ μή τινα ἔμελλεν ἐκεῖ αὐτοῖς τιμωρίαν ἐπάγειν. Ἀπὸ τούτων τοίνυν τῶν λογισμῶν καὶ τῶν παραδειγμάτων καὶ ἡμεῖς ταπεινώσωμεν ἑαυτοὺς, καὶ οἱ τῇ κρίσει διαπιστοῦντες πιστευέτωσαν λοιπὸν, καὶ βελτίους γινέσθωσαν· ἵνα ἀξίως ἐνταῦθα τῆς βασιλείας βιώσαντες, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟΖʹ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
αʹ. Ἐπειδὴ εἶπεν, ὅτι εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, αὐτοὶ δὲ τοῦτο ἐζήτουν μεθ' ὅσον χρόνον, καὶ αὐτὴν κυρίως τὴν ἡμέραν ἐπεθύμουν εἰδέναι, διὰ τοῦτο καὶ τὸ παράδειγμα τίθησι τῆς συκῆς, δεικνὺς ὅτι οὐ πολὺ τὸ μέσον, ἀλλ' ἐφεξῆς καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ οὖν οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων ἐδήλωσεν εἰπών· Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος πνευματικὸν, καὶ γαλήνην κατ' ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ τοῦ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. Οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικεν, ἵνα τὸ διάστημα δηλώσῃ· ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι· ἀλλ' ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. Ὥσπερ γὰρ τοῦτο ἀνάγκη εἶναι, οὕτω καὶ ἐκεῖνο. Καὶ γὰρ ὅπουπερ ἂν ἐθέλῃ τὸ πάντως ἀποβησόμενον λέγειν, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει, καὶ αὐτὸς, καὶ ὁ μακάριος Παῦλος αὐτὸν μιμούμενος. ∆ιὰ τοῦτο καὶ περὶ ἀναστάσεως διαλεγόμενός φησιν· Ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅθεν καὶ ὁ μακάριος Παῦλος παιδευθεὶς, τῷ αὐτῷ κέχρηται ὑποδείγματι, Κορινθίοις περὶ ἀναστάσεως διαλεγόμενος. Ἄφρων γὰρ, φησὶ, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἶτα ἵνα μὴ ταχέως πάλιν ἐπ' αὐτὸ ἔλθωσι, καὶ ἐρωτήσωσι, Πότε; εἰς μνήμην αὐτοὺς τῶν παρελθόντων ἐνάγει, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν ταῦτα πάντα γένηται. Ταῦτα πάντα, ποῖα; εἰπέ μοι. Τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ τῶν λιμῶν, τὰ τῶν λοιμῶν, τὰ τῶν σεισμῶν, τὰ τῶν ψευδοχρίστων, τὰ τῶν ψευδοπροφητῶν, τὸ πανταχοῦ σπαρῆναι τὸ Εὐαγγέλιον, τὰς στάσεις, τὰς ταρα χὰς, τὰ ἄλλα πάντα, ἅπερ εἰρήκαμεν μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. Πῶς οὖν, φησὶν, εἶπεν, ἡ γενεὰ αὕτη; Οὐ περὶ τῆς τότε λέγων, ἀλλὰ περὶ τῆς τῶν πιστῶν. Οἶδε γὰρ γενεὰν οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ὅπερ γὰρ ἄνω ἔλεγε· ∆εῖ γὰρ πάντα γενέσθαι· καὶ πάλιν, Κηρυχθήσεται τὸ Εὐαγγέλιον· τοῦτο καὶ ἐνταῦθα δηλοῖ λέγων, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη. Ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται, καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται, ταύτης δὲ οὐδὲν περιέσται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σεισμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδιδόντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. Εἶτα καὶ μᾶλλον αὐτοὺς εἰς πίστιν ἐνάγων, φησίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. Καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ εὑρὼν ἀληθῆ (εὑρήσει γὰρ πάντως), ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω, καὶ πάντα ἐξεταζέτω μετὰ ἀκριβείας, καὶ ὄψεται τῶν πραγμάτων τὸ τέλος μαρτυροῦν τῇ τῆς προφητείας ἀληθείᾳ. Τὰ δὲ στοιχεῖα εἰς μέσον τέθεικεν, ὁμοῦ μὲν δηλῶν, ὅτι προτιμοτέρα καὶ οὐρανοῦ καὶ γῆς ἡ Ἐκκλησία· ὁμοῦ δὲ δημιουργὸν ἑαυτὸν καὶ ἐντεῦθεν δεικνὺς τοῦ παντός. Ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον ἤγαγε, τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον ἐνδεικνύμενος, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας δηλῶν, ὅτι ∆εσπότης ἐστὶ τοῦ παντὸς, καὶ ἐκ τούτων καὶ τοῖς σφόδρα ἀμφιβάλλουσιν ἀξιόπιστα τὰ εἰρημένα κατασκευάζων. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Τῷ μὲν εἰπεῖν, οὐδὲ οἱ ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν ὅπερ ἐκεῖνοι οὐκ ἴσασι· τῷ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἱὸς, κωλύει οὐ μόνον μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. Ὅτι γὰρ διὰ τοῦτο τοῦτο εἴρηκεν, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους, πῶς ἐπεστόμισε μειζόνως. Νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοι· φησὶν, Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ γὰρ σφόδρα ἔμελεν αὐτῷ τοῦ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι. ∆ιὰ τοῦτο αὐτὸ τῷ Πατρὶ αὐτοῦ ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἀποτειχίζων τῇ πεύσει τὸ εἰρημένον· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ἀγνοεῖ, πότε εἴσεται; Ἆρα μεθ' ἡμῶν; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς, ὡς ἐκεῖνος τὸν Υἱόν· τὴν δὲ ἡμέραν ἀγνοεῖ; Εἶτα, τὸ μὲν Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν τῆς κρίσεως οἶδεν; Ἀλλὰ τὸ μὲν πῶς δεῖ κρίνειν οἶδε, καὶ τὰ ἑκάστου ἀπόῤῥητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; Πῶς δὲ, εἰ Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὴν ἡμέραν ἠγνόησεν; Ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν· πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; βʹ. Καὶ ὑμεῖς μὲν αὐτοῦ καὶ τὴν οὐσίαν εἰδέναι φατὲ, τὸν δὲ Υἱὸν οὐδὲ τὴν ἡμέραν, τὸν Υἱὸν, τὸν διαπαντὸς ἐν τῷ κόλπῳ ὄντα τοῦ Πατρός; καίτοι πολλῷ μείζων ἡ οὐσία τῶν ἡμερῶν, καὶ ἀπείρως μείζων. Πῶς οὖν τὸ μεῖζον ἑαυτοῖς διδόντες, οὐδὲ τὸ ἔλαττον συγχωρεῖτε τῷ Υἱῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι; Ἀλλ' οὔτε ὑμεῖς ἴστε τί τὴν οὐσίαν ὁ Θεὸς, κἂν μυριάκις ταῦτα μαίνησθε· οὔτε ὁ Υἱὸς ἀγνοεῖ τὴν ἡμέραν, ἀλλὰ καὶ σφόδρα ἐπίσταται. ∆ιά τοι τοῦτο πάντα εἰπὼν, καὶ τοὺς χρόνους, καὶ τοὺς καιροὺς, καὶ ἐπ' αὐτὰς τὰς θύρας ἀγαγὼν, (Ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις, φησίν·) ἀπεσίγησε τὴν ἡμέραν. Εἰ μὲν γὰρ ἡμέραν ζητοίης καὶ ὥραν, οὐκ ἀκούσῃ παρ' ἐμοῦ, φησίν· εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ πάντα σοι μετὰ ἀκριβείας. Ὅτι μὲν γὰρ οὐκ ἀγνοῶ, διὰ πολλῶν ἔδειξα, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ ὅσον ἀπὸ τοῦδε τοῦ χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς· (τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολή·) καὶ ἐπὶ τὰ πρόθυρά σε ἤγαγον αὐτά· εἰ δὲ μὴ ἀνοίγω σοι τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι οὐ τῆς ἀγνοίας αὐτοῦ τὸ σιγῆσαι, ὅρα μετὰ τῶν εἰρημένων πῶς καὶ ἄλλο προστίθησι σημεῖον· Ὥσπερ δὲ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ταῦτα δὲ εἶπε, δηλῶν ὡς ἀθρόον ἥξει, καὶ ἀπροσδοκήτως, καὶ τῶν πλειόνων τρυφώντων. Καὶ γὰρ ὁ Παῦλος τοῦτό φησιν, οὕτω γράφων· Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος· καὶ τὸ ἀπροσδόκητον δηλῶν, ἔλεγεν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶ ἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις; Τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ', Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐτῶν ἐνδεικνύμενος, ὡς τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων. Ἀλλ' οὐχ οἱ δίκαιοι, ἀλλ' ἐν θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι. ∆ιὸ καὶ μάλιστα ὑπόδειγμα τίθησιν ἁρμόζον τῷ πράγματι. Καθάπερ γὰρ τῆς κιβωτοῦ γινομένης οὐκ ἐπίστευον, φησὶν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν, ὡς οὐδενὸς ἐσομένου δεινοῦ, οὕτως ἐτρύφων· οὕτω καὶ νῦν, φανεῖται μὲν ὁ ἀντίχριστος, μεθ' ὃν ἡ συντέλεια, καὶ αἱ κολάσεις αἱ ἐπὶ τῇ συντελείᾳ, καὶ τιμωρίαι ἀφόρητοι· οἱ δὲ τῇ μέθῃ τῆς κακίας κατεχόμενοι οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων. ∆ιὸ καὶ Παῦλός φησιν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, οὕτως αὐτοῖς παραστήσεται τὰ φοβερὰ ἐκεῖνα καὶ ἀνήκεστα. Καὶ διατί μὴ εἶπε τὰ ἐπὶ Σοδόμων κακά; Καθολικὸν ἠθέλησεν ἐνθεῖναι ὑπόδειγμα, καὶ μετὰ τὸ προλεχθῆναι ἀπιστηθέν. ∆ιὰ δὴ τοῦτο, ἐπειδὴ παρὰ τοῖς πολλοῖς τὰ μέλλοντα ἀπιστεῖται, ἀπὸ τῶν παρελθόντων αὐτὰ πιστοῦται, κατασείων αὐτῶν τὴν διάνοιαν. Μετὰ δὲ τῶν εἰρημένων κἀκεῖνο ἐνδείκνυται, ὅτι καὶ τὰ ἔμπροσθεν αὐτὸς πεποίηκεν. Εἶτα πάλιν ἄλλο σημεῖον τίθησι, δι' ὧν ἁπάντων ὅτι οὐκ ἀγνοεῖ τὴν ἡμέραν, κατάδηλον ποιεῖ. Τί δὲ τὸ σημεῖον; Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. ∆ύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ταῦτα δὲ πάντα, καὶ τοῦ εἰδέναι αὐτὸν δείγματα, καὶ ἀπάγοντα αὐτοὺς τῆς ἐρωτήσεως. ∆ιὰ γὰρ τοῦτο εἶπε καὶ τὰς ἡμέρας τοῦ Νῶε· διὰ τοῦτο εἶπε καὶ, δύο ἐπὶ τῆς κλίνης, τοῦτο δηλῶν, ὅτι οὕτως ἀπροσδοκήτως, οὕτως ἀμερίμνων αὐτῶν ὄντων, ἐπελεύσεται· καὶ δύο ἀλήθουσαι, ὅπερ καὶ αὐτὸ οὐκ ἔστι μεριμνώντων. Καὶ μετὰ τούτου, ὅτι καὶ δοῦλοι καὶ δεσπόται καὶ παραλαμβάνονται καὶ ἀφίενται, καὶ οἱ ἐν ἀδείᾳ καὶ οἱ ἐν πόνῳ, καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ' ἐκείνης· ὥσπερ ἐν τῇ Παλαιᾷ φησιν· Ἀπὸ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ἕως τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ μύλωνι. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ὅτι οὐ πάντως οὔτε οὗτοι ἀπόλλυνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων καὶ σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δὲ δοκεῖ δηλοῦν, ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησιν. Ὁρᾷς πῶς πάντα μετὰ ἀκριβείας οἶδεν; Εἶτα πάλιν, ἵνα μὴ ἐρωτήσωσιν, ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Οὐκ εἶπεν, Οὐκ οἶδα, ἀλλ', Οὐκ οἴδατε. Ὅταν γὰρ αὐτοὺς σχεδὸν εἰς αὐτὴν ἀγάγῃ τὴν ὥραν, καὶ στήσῃ, πάλιν αὐτοὺς ἀπάγει τῆς ἐρωτήσεως, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς. ∆ιὰ τοῦτο λέγει, Γρηγορεῖτε, δεικνὺς ὅτι διὰ τοῦτο οὐκ εἶπεν. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. ∆ιὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. ∆ιὰ τοῦτο οὐ λέγει αὐτοῖς, ἵνα γρηγορῶσιν, ἵνα ἀεὶ ἕτοιμοι ὦσι· διὰ τοῦτό φησιν, ὅτε οὐ προσδοκᾶτε, τότε ἥξει, ἐναγωνίους εἶναι βουλόμενος, καὶ διαπαντὸς ἐν ἀρετῇ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδεσαν οἱ πολλοὶ πότε ἀποθανοῦνται, πάντως ἂν κατ' ἐκείνην τὴν ὥραν ἐσπούδασαν.
γʹ. Ἵν' οὖν μὴ ἐκείνην μόνον σπουδάζωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τὴν κοινὴν, οὔτε τὴν ἑκάστου, ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾷν, ἵνα ἀεὶ σπουδάζωσι. ∆ιὸ καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησεν. Εἶτα ἐκκεκαλυμμένως ἑαυτὸν Κύριον ὀνομάζει, οὐδαμοῦ οὕτω σαφῶς εἰπών. Ἐνταῦθα δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥᾳθύμους, ὅτι οὐδὲ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτην, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Ἐκεῖνοι μὲν γὰρ ὅταν προσδοκήσωσι, γρηγοροῦσι, καὶ οὐδὲν ἀφιᾶσι τῶν ἔνδον ἀποσυληθῆναι· ὑμεῖς δὲ, καίτοι εἰδότες ὅτι ἥξει, καὶ πάντως ἥξει, οὐ μένετε ἐγρηγορότες, φησὶ, καὶ παρεσκευασμένοι, ὥστε μὴ ἀπαρασκευάστως ἐντεῦθεν ἀπενεχθῆναι. ∆ιὰ τοῦτο ἐπ' ὀλέθρῳ ἔρχεται ἡ ἡμέρα τῶν καθευδόντων. Ὥσπερ γὰρ ἐκεῖνος, εἰ ᾔδει, διέφυγεν ἄν· οὕτω καὶ ὑμεῖς, ἐὰν ἦτε ἕτοιμοι, διαφεύξεσθε. Εἶτα ἐπειδὴ εἰς τὴν τῆς κρίσεως ἐνέβαλε μνήμην, καὶ πρὸς τοὺς διδασκάλους τρέπει τὸν λόγον λοιπὸν, περὶ κολάσεως καὶ τιμῶν διαλεγόμενος· καὶ προτέρους θεὶς τοὺς κατορθοῦντας, εἰς τοὺς διαμαρτάνοντας τελευτᾷ, πρὸς τὸ φοβερὸν κατακλείων τὸν λόγον. ∆ιὸ πρῶτον τοῦτό φησι· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ αὐτῶν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Μὴ καὶ τοῦτο ἀγνοοῦντός ἐστιν; εἰπέ μοι. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Οὐδὲ ὁ Υἱὸς οἶδεν, ἀγνοεῖν αὐτὸν φῄς· ἐπειδὴ εἶπε, Τίς ἄρα, τί ἂν εἴποις; ἢ καὶ τοῦτο ἀγνοεῖν αὐτὸν φῄς; Ἄπαγε. Οὐδὲ γὰρ τῶν ἐξεστηκότων τοῦτο ἄν τις εἴποι· καίτοιγε ἐκεῖ καὶ αἰτίαν ἔστιν εἰπεῖν, ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Τί δὲ ὅταν λέγῃ, Πέτρε, φιλεῖς με; ἐρωτῶν, οὐδὲ τοῦτο ᾔδει; ἢ ὅταν λέγῃ, Ποῦ τεθείκατε αὐτόν; Καὶ ὁ Πατὴρ δὲ εὑρεθήσεται τοιαῦτα φθεγγόμενος. Καὶ γὰρ καὶ αὐτός φησιν· Ἀδὰμ, ποῦ εἶ; καὶ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ, Ἴσως ἐντραπήσονται τὸν υἱόν μου· ἅπερ ἅπαντα ἀγνοίας ῥήματα ἦν. Ἀλλ' οὐκ ἀγνοῶν ταῦτα ἔλεγεν, ἀλλ' οἰκονομῶν τὰ αὐτῷ πρέποντα· ἐπὶ μὲν τοῦ Ἀδὰμ, ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· ἐπὶ δὲ τῶν Σοδομιτῶν, ἵνα ἡμᾶς παιδεύσῃ μηδέποτε ἀποφαίνεσθαι, πρὶν ἂν αὐτοῖς παραγενώμεθα τοῖς πράγμασιν· ἐπὶ δὲ τοῦ προφήτου, ἵνα μὴ δοκῇ ἡ πρόῤῥησις παρὰ τοῖς ἀνοήτοις ἀναγκαστική τις εἶναι τῆς παρακοῆς· ἐπὶ δὲ τῆς παραβολῆς τοῦ Εὐαγγελίου, ἵνα δείξῃ ὅτι ὤφειλον τοῦτο ποιῆσαι καὶ ἐντραπῆναι τὸν υἱόν· ἐνταῦθα δὲ, καὶ ἵνα μὴ περιεργάζωνται, μηδὲ πολυπραγμονῶσι πάλιν, καὶ ἵνα δείξῃ τὸ σπάνιον καὶ πολύτιμον. Καὶ ὅρα πόσης ἀγνοίας ἐνδεικτικὸν τὸ ῥῆμα, εἴγε καὶ τὸν καθιστάμενον ἀγνοεῖ. Μακαρίζει μὲν γὰρ αὐτόν· Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος· οὐ λέγει δὲ, τίς ἐστιν οὗτος. Τίς γάρ ἐστι, φησὶν, ἄρα, ὃν καταστήσει ὁ κύριος αὐτοῦ; καὶ, Μακάριος ὃν εὑρήσει ποιοῦντα οὕτως. Ταῦτα δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου, καὶ περὶ δυνάμεως, καὶ περὶ χαρισμάτων, καὶ περὶ πάσης οἰκονομίας, ἧς ἕκαστος ἐνεχειρίσθη. Αὕτη καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν ἡ παραβολή. Ἕκαστον γὰρ οἷς ἔχει πρὸς τὸ κοινῇ συμφέρον ἀποκεχρῆσθαι δεῖ. Κἂν σοφίαν ἔχῃς, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπ' ἀπωλείᾳ ἑαυτοῦ. ∆ιὰ δὴ τοῦτο ἀμφότερα ἀπαιτεῖ παρ' αὐτοῦ, φρόνησιν καὶ πίστιν. Καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀνοίας γίνεται. Πιστὸν μὲν οὖν αὐτόν φησιν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ παρανάλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην· φρόνιμον δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. Καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. Ἂν δὲ θάτερον ἀπῇ, τὸ ἕτερον χωλεύει. Ἄν τε γὰρ πιστὸς ᾖ καὶ μὴ κλέπτῃ, ἀπολλύῃ δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα· ἄν τε εἰδῇ καλῶς οἰκονομεῖν, νοσφίζηται δὲ, πάλιν οὐχ ἡ τυχοῦσα κατηγορία. Ἀκούσωμεν καὶ οἱ τὰ χρήματα ἔχοντες ταῦτα. Οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν. Ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν πλοῦτον· τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. Ὅταν οὖν τῶν διδασκόντων σκορπιζόντων τὰ μείζονα, ὑμεῖς μηδὲ ἐν τοῖς ἐλάττοσι βούλησθε τὴν μεγαλοψυχίαν ἐπιδείκνυσθαι, μᾶλλον δὲ οὐδὲ μεγαλοψυχίαν, ἀλλ' εὐγνωμοσύνην· (τὰ γὰρ ἀλλότρια δίδοτε·) ποία ἔσται ἀπολογία; Ἀλλὰ τέως, πρὸ τῆς κολάσεως τῶν τὰ ἐναντία ποιούντων, τὴν τιμὴν τοῦ εὐδοκιμοῦντος ἀκούσωμεν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς; ποῖος παραστῆσαι δυνήσεται λόγος τὴν ἀξίαν, τὴν μακαριότητα, ὅταν ὁ τῶν οὐρανῶν Βασιλεὺς, καὶ τὰ πάντα ἔχων, ἄνθρωπον ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καθιστᾷν μέλλῃ; ∆ιὸ καὶ φρόνιμον αὐτὸν καλεῖ, ὅτι ἔγνω μὴ τῶν μικρῶν τὰ μεγάλα προέσθαι, ἀλλὰ σωφρονήσας ἐνταῦθα, τῶν οὐρανῶν ἔτυχεν.
δʹ. Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, οὐκ ἀπὸ τῆς τοῖς ἀγαθοῖς κειμένης τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τοῖς πονηροῖς ἠπειλημένης κολάσεως διορθοῦται τὸν ἀκροατήν. ∆ιὸ καὶ ἐπήγαγεν· Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἰ δὲ λέγοι τις· Εἶδες οἷος ἐπεισῆλθε λογισμὸς, διὰ τὸ μὴ εἶναι τὴν ἡμέραν γνώριμον; Χρονίζει γὰρ ὁ κύριός μου, φησί· εἴποιμεν ἂν, οὐ διὰ τὸ μὴ εἶναι γνώριμον τὴν ἡμέραν, ἀλλὰ διὰ τὸ πονηρὸν εἶναι τὸν οἰκέτην. Ἐπεὶ τῷ φρονίμῳ καὶ πιστῷ τίνος ἕνεκεν οὐκ ἐπεισῆλθεν αὕτη ἡ ἔννοια; Τί γὰρ, εἰ καὶ χρονίζει ὁ δεσπότης, ἄθλιε, ὅλως προσδοκᾷς αὐτὸν ἥξειν; Τί οὖν οὐ μεριμνᾷς; Ἐντεῦθεν οὖν μανθάνομεν, ὅτι οὐδὲ χρονίζει. Αὕτη γὰρ οὐ τοῦ δεσπότου, ἀλλὰ τῆς τοῦ πονηροῦ οἰκέτου γνώμης ἡ ψῆφος· διὸ καὶ διὰ τοῦτο ἐγκαλεῖται. Ὅτι γὰρ οὐ χρονίζει, ἄκουσον Παύλου λέγοντος· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Σὺ δὲ καὶ τῶν ἑξῆς ἄκουε, καὶ μάνθανε πῶς συνεχῶς ὑπομιμνήσκει τῆς ἀγνοίας τῆς ἡμέρας, δηλῶν τοῖς οἰκέταις τοῦτο χρήσιμον ὂν, καὶ ἱκανὸν ἀφυπνίσαι αὐτοὺς καὶ διαναστῆσαι. Τί γὰρ εἰ καὶ μηδέν τινες ἐντεῦθεν ἐκέρδαναν; Οὐδὲ γὰρ ἀπὸ τῶν ἄλλων τῶν ὠφελούντων ὠφελήθησάν τινες, ἀλλ' ὅμως οὗτος οὐ παύεται τὰ αὐτοῦ ποιῶν. Τί οὖν φησι τὰ ἑξῆς; Ἐλεύσεται γὰρ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ τὰ ἔσχατα αὐτὸν διαθήσει. Ὁρᾷς πῶς καὶ πανταχοῦ τοῦτο τίθησι, τὸ τῆς ἀγνοίας, δεικνὺς χρήσιμον ὂν, καὶ ταύτῃ ποιῶν ἐναγωνίους ἀεί; Τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον, τὸ ἀεὶ ἡμᾶς ἐγρηγορέναι· καὶ ἐπειδὴ ἀεὶ ἐν ταῖς τρυφαῖς ἀναπίπτομεν, ἐν δὲ ταῖς συμφοραῖς μᾶλλον συστελλόμεθα, διὰ τοῦτο πανταχοῦ τοῦτο λέγει, ὅτι ὅταν ἄνεσις ᾖ, τότε ἔρχεται τὰ δεινά. Καὶ ὥσπερ ἀνωτέρω διὰ τοῦ Νῶε τοῦτο ἐδήλωσεν, οὕτω καὶ ἐνταῦθά φησιν, Ὅταν ὁ δοῦλος ἐκεῖνος μεθύῃ, ὅταν τύπτῃ, καὶ ἡ κόλασις ἀφόρητος. Ἀλλὰ μὴ τὴν κόλασιν ἴδωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ αὐτοὶ τὰ αὐτὰ πράττοντες λανθάνωμεν. Καὶ γὰρ τούτῳ ἐοίκασιν οἱ χρήματα ἔχοντες, καὶ μὴ διδόντες τοῖς δεομένοις. Καὶ γὰρ καὶ σὺ οἰκονόμος εἶ τῶν σαυτοῦ χρημάτων, οὐχ ἧττον ἢ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν. Ὥσπερ οὖν ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα παρ' ὑμῶν εἰς πένητας ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι, ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφήν· οὕτως οὐδὲ σὺ τὰ σά. Εἰ γὰρ καὶ πατρῷον διεδέξω κλῆρον, καὶ οὕτως ἔχεις πάντα ἃ ἔχεις· καὶ οὕτω τοῦ Θεοῦ πάντα ἐστίν. Εἶτα, σὺ μὲν ὅπερ ἔδωκας, οὕτω βούλει μετὰ ἀκριβείας οἰκονομεῖσθαι· τὸν δὲ Θεὸν οὐκ οἴει τὰ αὐτοῦ μετὰ πλείονος ἀπαιτήσειν ἡμᾶς τῆς σφοδρότητος, ἀλλὰ ἀνέχεσθαι ἁπλῶς αὐτῶν ἀπολλυμένων; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ διὰ τοῦτο καὶ παρὰ σοὶ ταῦτα εἴασεν, ὥστε δοῦναι τὴν τροφὴν αὐτοῖς ἐν καιρῷ. Τί ἐστιν, ἐν καιρῷ; Τοῖς δεομένοις, τοῖς πεινῶσιν. Ὥσπερ γὰρ σὺ τῷ συνδούλῳ ἔδωκας οἰκονομῆσαι, οὕτω καὶ σὲ ὁ ∆εσπότης βούλεται εἰς δέον ταῦτα δαπανᾷν. ∆ιὰ τοῦτο καὶ δυνάμενος αὐτὰ ἀφελέσθαι, ἀφῆκεν, ἵνα ἔχῃς ἀφορμὴν ἀρετὴν ἐπιδείξασθαι· ἵνα ἀλλήλων εἰς χρείαν καταστήσας τὴν πρὸς ἀλλήλους ἀγάπην θερμοτέραν ἐργάσηται. Σὺ δὲ λαβὼν, οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ τύπτεις. Καίτοιγε εἰ τὸ μὴ δοῦναι ἔγκλημα, τὸ τυπτῆσαι ποίαν φέρει συγγνώμην; εʹ. Τοῦτο δέ μοι δοκεῖ λέγειν, τοὺς ὑβριστὰς καὶ τοὺς πλεονέκτας αἰνιττόμενος, καὶ πολλὴν ἐνδεικνύμενος τὴν κατηγορίαν, ὅταν οὓς τρέφειν ἐκελεύσθησαν, τούτους τύπτωσι. ∆οκεῖ δέ μοι καὶ τοὺς τρυφῶντας ἐνταῦθα αἰνίττεσθαι· καὶ γὰρ καὶ τρυφῆς μεγάλη κεῖται κόλασις. Ἐσθίει γὰρ καὶ πίνει, φησὶ, μετὰ τῶν μεθυόντων, τὴν γαστριμαργίαν δηλῶν. Οὐ γὰρ διὰ τοῦτο ἔλαβες, ἵνα εἰς τρυφὴν δαπανήσῃς, ἀλλ' ἵνα εἰς ἐλεημοσύνην ἀναλώσῃς. Μὴ γὰρ τὰ σαυτοῦ ἔχεις; Τὰ τῶν πενήτων ἐνεπιστεύθης, κἂν ἐκ πόνων δικαίων, κἂν ἀπὸ κλήρου πατρῴου κεκτημένος τύχῃς. Μὴ γὰρ οὐκ ἠδύνατο ταῦτα ὁ Θεὸς ἀφελέσθαι σου; Ἀλλ' οὐ ποιεῖ τοῦτο, σὲ κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας. Σὺ δέ μοι σκόπει, πῶς διὰ πασῶν τῶν παραβολῶν κολάζει τοὺς εἰς τοὺς δεομένους τοῖς χρήμασι χρωμένους τοῖς ἰδίοις. Οὔτε γὰρ αἱ παρθένοι ἥρπασαν τὰ ἀλλότρια, ἀλλ' οὐκ ἔδωκαν τὰ ἴδια· οὔτε ὁ τὸ ἓν τάλαντον κατορύξας ἐπλεονέκτησεν, ἀλλ' οὐκ ἐδιπλασίασεν· οὔτε οἱ πεινῶντας παριδόντες, ἐπειδὴ τὰ ἀλλότρια ἥρπασαν, κολάζονται, ἀλλ' ἐπειδὴ τὰ αὐτῶν οὐκ ἐσκόρπισαν, καθάπερ καὶ ὁ δοῦλος οὗτος. Ἀκούσωμεν τοίνυν ὅσοι γαστριζόμεθα, ὅσοι εἰς δεῖπνα πολυτελῆ τὸν πλοῦτον ἀναλίσκομεν τὸν οὐδὲν ἡμῖν προσήκοντα, ἀλλὰ τῶν δεομένων ὄντα. Μὴ γὰρ ἐπειδὴ ἀπὸ φιλανθρωπίας πολλῆς ὡς ἐκ τῶν σῶν ἐκελεύσθης διδόναι, διὰ τοῦτο καὶ σαυτοῦ νομίσῃς εἶναι ταῦτα. Ἔχρησέ σοι, ἵνα δυνηθῇς εὐδοκιμῆσαι. Μὴ τοίνυν σὰ εἶναι νόμιζε, τὰ αὐτοῦ αὐτῷ διδούς. Οὐδὲ γὰρ εἰ σὺ ἐδάνεισάς τινι, ἵνα ἀπελθὼν δυνηθῇ τινας ἀφορμὰς λαβεῖν πόρων, ἐκείνου τὰ χρήματα ἔφης ἂν εἶναι. Καὶ σοὶ τοίνυν ἔδωκεν ὁ Θεὸς, ἵνα ἐμπορεύσῃ τὸν οὐρανόν. Μὴ τοίνυν τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀγνωμοσύνης ποιήσῃς. Ἐννόησον ὅσης εὐχῆς ἄξιον ἦν, τὸ δυνηθῆναι μετὰ τὸ βάπτισμα εὑρεῖν ὁδὸν λύουσαν ἁμαρτήματα. Εἰ μὴ τοῦτο εἶπε, ∆ὸς ἐλεημοσύνην, πόσοι ἂν εἶπον, Εἴθε ἦν δυνατὸν χρήματα δοῦναι, καὶ ἀπαλλαγῆναι τῶν κακῶν τῶν μελλόντων; Ἐπειδὴ δὲ δυνατὸν τοῦτο γέγονε, πάλιν γεγόνασιν ὕπτιοι. Ἀλλὰ δίδωμι, φησί. Καὶ τί τοῦτο; Οὐδέπω γὰρ ἔδωκας ὅσον ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· μᾶλλον δὲ οὐδὲ τὸ ἥμισυ, οὐδὲ τὸ πολλοστὸν ἐκείνης, ἀλλὰ τὰ πλείονα εἰς ἀνονήτους ἐκβάλλεις δαπάνας, εἰς συμπόσια καὶ μέθην καὶ ἀσωτίαν ἐσχάτην· νῦν μὲν καλῶν, νῦν δὲ καλούμενος· νῦν μὲν ἀναλίσκων, νῦν δὲ ἑτέρους ἀναλίσκειν ἀναγκάζων· ὥστε καὶ διπλῆν σοι γενέσθαι τὴν κόλασιν, καὶ ἀφ' ὧν αὐτὸς ποιεῖς, καὶ ἀφ' ὧν ἑτέρους προτρέπεις. Ὅρα γοῦν καὶ τοῦτον αὐτὸν τοῦτο ἐγκαλούμενον τὸν οἰκέτην. Ἐσθίει γὰρ, φησὶ, καὶ πίνει μετὰ τῶν μεθυόντων. Οὐδὲ γὰρ τοὺς μεθύοντας μόνον, ἀλλὰ καὶ τοὺς μετ' αὐτῶν ὄντας κολάζει· καὶ μάλα εἰκότως, ὅτι μετὰ τῆς οἰκείας διαφθορᾶς καὶ τῆς τῶν πλησίον ὑπερορῶσι σωτηρίας. Τὸν δὲ Θεὸν οὐδὲν οὕτω παροξύνει, ὡς τὸ ὑπεροπτικῶς ἔχειν τῶν τῷ πλησίον προσηκόντων. ∆ιὸ καὶ τὸν θυμὸν ἐνδεικνύμενος, διχοτομηθῆναι αὐτὸν ἐκέλευσε. ∆ιὰ τοῦτο καὶ τὴν ἀγάπην γνώρισμα τῶν αὐτοῦ μαθητῶν ἔφησεν εἶναι· ἐπειδὴ πᾶσα ἀνάγκη, τὸν ἀγαπῶντα τὰ τοῦ ἀγαπωμένου μεριμνᾷν. Ταύτης τοίνυν ἐχώμεθα τῆς ὁδοῦ· καὶ γὰρ αὕτη μάλιστά ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀνάγουσα, ἡ τοῦ Χριστοῦ μιμητὰς ἐργαζομένη, ἡ τοῦ Θεοῦ κατὰ δύναμιν ὁμοίους ποιοῦσα. Ὅρα γοῦν καὶ τὰς ἀρετὰς ταύτας οὔσας ἀναγκαιοτέρας, αἳ παρὰ ταύτην ἐσκήνωνται τὴν ὁδόν. Καὶ εἰ βούλεσθε, ποιήσωμεν αὐτῶν ἐξέτασιν, καὶ τὰς ψήφους ἀπὸ τῆς τοῦ Θεοῦ ἐνέγκωμεν γνώμης. Ἔστωσαν τοίνυν δύο ζωῆς ἀρίστης ὁδοί· καὶ ἡ μὲν μία αὐτῶν αὐτὸν κατασκευαζέτω καλὸν τὸν μετιόντα· ἡ δὲ ἑτέρα, καὶ τὸν πλησίον. Ἴδωμεν ποία μᾶλλον εὐδοκιμεῖ, καὶ πρὸς τὴν κορυφὴν ἡμᾶς ἄγει τῆς ἀρετῆς. Οὐκοῦν ἐκεῖνος μὲν ὁ τὰ ἑαυτοῦ μόνον ζητῶν, καὶ ἀπὸ τοῦ Παύλου μυρίας δέξεται αἰτίας· ὅταν δὲ ἀπὸ τοῦ Παύλου εἴπω, τοῦ Χριστοῦ λέγω· οὗτος δὲ ἐγκώμια καὶ στεφάνους. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τί μὲν τούτῳ διαλέγεται, τί δὲ ἐκείνῳ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ καὶ τὸ τοῦ πλησίον ἕκαστος. Ὁρᾷς πῶς τὸ μὲν ἐξέβαλε, τὸ δὲ εἰσήγαγε; Πάλιν, Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Εἶτα καὶ ὁ ἔπαινος ἄφατος μετὰ παραινέσεως· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν. Ἱκαναὶ μὲν οὖν καὶ αὗται αἱ ψῆφοι δεῖξαι τὴν νίκην· ἵνα δὲ καὶ ἐκ περιουσίας τοῦτο γένηται, ἴδωμεν τί μὲν τῶν κατορθωμάτων μέχρις ἡμῶν ἵσταται, τί δὲ ἀφ' ἡμῶν καὶ εἰς ἑτέρους διαβαίνει. Οὐκοῦν τὸ μὲν νηστεῦσαι, καὶ χαμευνῆσαι, καὶ παρθενίαν ἀσκῆσαι, καὶ σωφρονῆσαι, ταῦτα αὐτοῖς τοῖς ἐργαζομένοις φέρει τὸ κέρδος· τὰ δὲ ἀφ' ἡμῶν εἰς τὸν πλησίον διαβαίνοντα, ἐλεημοσύνη, διδασκαλία, ἀγάπη. Οὐκοῦν κἀνταῦθα ἄκουσον Παύλου λέγοντος, ὅτι Κἂν ψωμίσω μου τὰ ὑπάρχοντα, κἂν παραδῶ τὸ σῶμα μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ʹ. Ὁρᾷς αὐτὴν καθ' ἑαυτὴν λαμπρῶς ἀνακηρυττομένην καὶ στεφανουμένην; Εἰ δὲ βούλεσθε, καὶ ἐκ τρίτου συμβάλωμεν. Καὶ ὁ μὲν νηστευέτω, καὶ σωφρονείτω, καὶ μαρτυρείτω, καὶ κατακαιέσθω· ἕτερος δέ τις ἀναβαλλέσθω τὸ μαρτύριον διὰ τὴν τοῦ πλησίον οἰκοδομὴν, καὶ μὴ μόνον ἀναβαλλέσθω, ἀλλὰ καὶ ἀπερχέσθω μαρτυρίου χωρίς· τίς μᾶλλον εὐδοκιμήσει μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Οὐ δεῖ πολλῶν ἐνταῦθα λόγων ἡμῖν, οὐδὲ μακρᾶς τῆς περιόδου. Ἐφέστηκε γὰρ ὁ μακάριος Παῦλος τὴν ψῆφον φέρων καὶ λέγων· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, κρεῖσσον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς· καὶ τῆς πρὸς τὸν Χριστὸν ἀποδημίας προετίμησε τοῦ πλησίον τὴν οἰκοδομήν. Τοῦτο γὰρ μάλιστά ἐστι συνεῖναι Χριστῷ, τὸ τὸ θέλημα αὐτοῦ ποιεῖν· θέλημα δὲ αὐτοῦ οὐδὲν οὕτως ἐστὶ, ὡς τὸ συμφέρον τῷ πλησίον. Βούλει καὶ τετάρτην εἴπω τούτου ἀπόδειξιν; Πέτρε, φιλεῖς με; φησί· ποίμαινε τὰ πρόβατά μου· καὶ τρίτον αὐτὸν ἐρωτήσας, τοῦτο ἔφησε φιλίας εἶναι τεκμήριον. Οὐ πρὸς ἱερέας δὲ τοῦτο εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον ἡμῶν, τῶν καὶ μικρὸν ἐμπεπιστευμένων ποίμνιον. Μὴ γὰρ ἐπειδὴ μικρόν ἐστι, καταφρονήσῃς· Ὁ γὰρ Πατήρ μου, φησὶν, εὐδόκησεν ἐν αὐτοῖς. Ἔχει ἕκαστος ἡμῶν πρόβατον· τοῦτο ἐπὶ τὰς προσηκούσας ἀγέτω νομάς. Καὶ ὁ ἀνὴρ ἀναστὰς ἀπὸ τῆς εὐνῆς μηδὲν ἄλλο ζητείτω, ἀλλ' ἢ ὅπως ἐργάσηταί τι καὶ εἴπῃ, δι' ὧν ἅπασαν εὐλαβεστέραν ποιήσει τὴν οἰκίαν. Ἡ γυνὴ πάλιν ἔστω μὲν οἰκουρὸς, πρὸ δὲ ταύτης τῆς ἐπιμελείας ἑτέραν ἀναγκαιοτέραν ἐχέτω φροντίδα, τὰ τῶν οὐρανῶν ὅπως ἅπασα ἐργάζηται ἡ οἰκία. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς, πρὸ τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τὰ δημόσια σπουδάζομεν καταθεῖναι ὀφλήματα, ὥστε μὴ διὰ τὴν ἐν τούτοις ἀγνωμοσύνην δέρεσθαι καὶ ἕλκεσθαι ἐπ' ἀγορᾶς, καὶ μυρία ἀσχημονεῖν· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν, τὰ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ καταθεῖναι πρότερον, ἵνα μὴ ἔλθωμεν ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἱ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ' ἄν. Τοιοῦτον ἡ ἐλεημοσύνη, τοιοῦτον ἡ εὐχή· μᾶλλον δὲ καὶ αὕτη παρ' ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται. Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐντεῦθεν τὰ νεῦρα ἔχει. Κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται· ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος, καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον. Καὶ τί λέγω νηστείαν; Κἂν γὰρ σωφρονῇς, κἂν παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσύνην οὐκ ἔχων. Καίτοι τί παρθενίας ἴσον, ὃ μηδὲ ἐν τῇ Καινῇ ὑπὸ νόμου ἦλθεν ἀνάγκην διὰ τὸ ὑπερέχον; ἀλλ' ὅμως ἐκβάλλεται, ὅταν τὴν ἐλεημοσύνην μὴ ἔχῃ. Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην οὐκ εἶχον μετὰ δαψιλείας τῆς προσηκούσης, τίς δυνήσεται ταύτης ἄνευ συγγνώμης τυχεῖν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ' ἀπολέσθαι πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδεὶς ἑαυτῷ ζῇ, ἀλλὰ καὶ χειροτέχνης, καὶ στρατιώτης, καὶ γεωργὸς, καὶ ἔμπορος, πρὸς τὸ κοινῇ συμφέρον καὶ τὸ τῷ πλησίον ὠφέλιμον συντελοῦσιν ἅπαντες· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν. Τοῦτο γὰρ μάλιστά ἐστι ζῇν· ὡς ὅγε ἑαυτῷ ζῶν μόνον, καὶ πάντων ὑπερορῶν, περιττός ἐστι, καὶ οὐδὲ ἄνθρωπος, οὐδὲ τοῦ γένους τοῦ ἡμετέρου. Τί οὖν, φησὶν, ἂν τὰ καθ' ἑαυτὸν παρίδω. τὰ τῶν ἄλλων ἐπιζητῶν; Οὐκ ἔστι τὰ τῶν ἄλλων ἐπιζητοῦντα τὰ ἑαυτοῦ παριδεῖν. Ὁ γὰρ τὰ τῶν ἄλλων ἐπιζητῶν, οὐδένα λυπεῖ, ἀλλ' ἐλεεῖ πάντας, ὠφελεῖ εἰς δύναμιν τὴν ἑαυτοῦ· οὐδένα ἁρπάσεται, οὐδένα πλεονεκτήσει, οὐ κλέψει, οὐ ψευδομαρτυρήσει· πάσης ἀφέξεται κακίας, πάσης ἐπιλήψεται ἀρετῆς, καὶ ὑπερεύξεται τῶν ἐχθρῶν, καὶ εὐεργετήσει τοὺς ἐπιβουλεύοντας· καὶ οὔτε λοιδορήσεταί τινι, οὔτε κακῶς ἐρεῖ, κἂν μυρία ἀκούσῃ κακῶς, ἀλλ' ἐρεῖ τὰ ἀποστολικά· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἐν δὲ τῷ τὰ ἡμέτερα σκοπεῖν οὐ πάντως καὶ τὰ τῶν ἄλλων ἕψεται. Ἐκ τούτων ἁπάντων πεισθέντες, ὡς οὐκ ἔνι σωθῆναι μὴ τὸ κοινῇ συμφέρον σκοποῦντα, καὶ τὸν διχοτομηθέντα τοῦτον ἰδόντες, καὶ τὸν τὸ τάλαντον κατορύξαντα, ταύτην ἑλώμεθα τὴν ὁδὸν, ἵνα καὶ τῆς αἰωνίου τύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟΗʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν φρόνιμοι, καὶ πέντε μωραὶ, αἵτινες οὐκ ἔλαβον, φησὶν, ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, καὶ τὰ ἑξῆς.
αʹ. Αὗται αἱ παραβολαὶ τῇ προτέρᾳ ἐοίκασι τῇ τοῦ πιστοῦ δούλου, καὶ τοῦ ἀγνώμονος καὶ τὰ δεσποτικὰ κατεδηδοκότος. Τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι· λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ διὰ πάντων, ὧν ἂν δυνώμεθα, τὸν πλησίον ὠφελεῖν, ὡς οὐκ ἐνὸν σωθῆναι ἑτέρως. Ἀλλ' ἐνταῦθα μὲν περὶ πάσης ὠφελείας λέγει καθολικώτερον, ἢν εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή· ἐπὶ δὲ τῶν παρθένων περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι λέγει, καὶ σφοδρότερον ἢ ἐπὶ τῆς προτέρας παραβολῆς. Ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα, καὶ μεθύοντα, καὶ τὰ δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλύντα κολάζει· ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις τὰ ὄντα κενοῦντα. Εἶχον μὲν γὰρ ἔλαιον, οὐ δαψιλὲς δέ· διὸ καὶ κολάζονται. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ προσώπου τῶν παρθένων ταύτην προάγει τὴν παραβολὴν, καὶ οὐχ ἁπλῶς ὁτιδήποτε ὑποτίθεται πρόσωπον; Μεγάλα περὶ παρθενίας διελέχθη εἰπών· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οἶδε καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων μεγάλην περὶ αὐτῆς δόξαν ἔχοντας. Καὶ γάρ ἐστι φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ Παλαιᾷ ὑπὸ τῶν παλαιῶν καὶ ἁγίων ἀνδρῶν ἐκείνων κατωρθώθη, καὶ ἐν τῇ Καινῇ δὲ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου. Οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε. ∆ιὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ἐπαινῶ μὲν γὰρ τὸν κατορθοῦντα, οὐκ ἀναγκάζω δὲ τὸν μὴ βουλόμενον, οὐδὲ ἐπίταγμα τὸ πρᾶγμα ποιῶ. Ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶχεν, ἵνα μή τις τοῦτο κατορθῶν, ὡς τὸ πᾶν κατωρθωκὼς διακέηται, καὶ τῶν λοιπῶν ἀμελῇ, τίθησι ταύτην τὴν παραβολὴν, ἱκανὴν πεῖσαι, ὅτι παρθενία, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ τῶν πόρνων ἐκβάλλεται· καὶ τὸν ἀπάνθρωπον καὶ τὸν ἀνελεήμονα ἵστησι μετ' αὐτῶν. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθη, αἱ δὲ χρημάτων. Οὐκ ἔστι δὲ ἴσον σωμάτων ἔρως καὶ χρημάτων· ἀλλ' ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος. Ὅσῳ οὖν ἀσθενέστερος ὁ ἀνταγωνιστὴς, τοσούτῳ ἀσύγγνωστοι μᾶλλον αἱ νικηθεῖσαι. ∆ιὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζονα ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πᾶν προὔδωκαν. Λαμπάδας δὲ ἐνταῦθά φησιν αὐτὸ τὸ τῆς παρθενίας χάρισμα, τὸ καθαρὸν τῆς ἁγιωσύνης· ἔλαιον δὲ, τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τοὺς δεομένους βοήθειαν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. ∆είκνυσιν οὐκ ὀλί γον τὸν χρόνον ἐσόμενον πάλιν τὸν μεταξὺ, τοὺς μαθητὰς ἀπάγων τοῦ προσδοκᾷν αὐτίκα μάλα φανεῖσθαι τὴν βασιλείαν αὐτοῦ. Καὶ γὰρ τοῦτο ἤλπιζον· διὰ τοῦτο καὶ συνεχῶς αὐτοὺς ἀναχαιτίζει τῆς ἐλπίδος ταύτης. Μετὰ δὲ τούτου κἀκεῖνο ἐμφαίνει, ὅτι ὕπνος ὁ θάνατός ἐστιν. Ἐκάθευδον γὰρ, φησί. Περὶ δὲ μέσας νύκτας κραυγὴ γέγονεν. Ἤτοι τῇ παραβολῇ ἐπέμεινεν, ἢ πάλιν δείκνυσιν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται. Τὴν δὲ κραυγὴν καὶ ὁ Παῦλος ἐνδείκνυται, λέγων· Ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ τί βούλονται αἱ σάλπιγγες; τί δὲ ἡ κραυγὴ λέγει; Ὁ νυμφίος ἔρχεται. Ἐπεὶ οὖν ἐκόσμησαν τὰς λαμπάδας, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Πάλιν αὐτὰς μωρὰς καλεῖ, δεικνὺς ὅτι οὐδὲν μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, καὶ γυμνῶν ἀπιόντων ἐκεῖσε, ἔνθα μάλιστα φιλανθρωπίας ἡμῖν χρεία, ἔνθα πολλοῦ τοῦ ἐλαίου. Οὐ ταύτῃ δὲ μόνον μωραὶ, ἀλλ' ὅτι καὶ προσεδόκησαν ἐκεῖθεν λήψεσθαι, καὶ ἀκαίρως ἐζήτησαν· καίτοιγε οὐδὲν ἐκείνων φιλανθρωπότερον ἦν τῶν παρθένων, αἳ διὰ τοῦτο μάλιστα εὐδοκίμησαν. Καὶ οὐδὲ τὸ πᾶν ζητοῦσι· ∆ότε γὰρ ἡμῖν, φησὶν, ἐκ τοῦ ἐλαίου ὑμῶν· καὶ τὸ ἀναγκαῖον τῆς χρείας ἐπιδείκνυνται· σβέννυνται γὰρ, φησὶν, αἱ λαμπάδες ἡμῶν. Ἀλλὰ καὶ οὕτως ἀπέτυχον· καὶ οὔτε ἡ φιλανθρωπία τῶν αἰτουμένων, οὔτε τὸ εὔκολον τῆς αἰτήσεως, οὔτε τὸ ἀναγκαῖον καὶ χρειῶδες ἐποίησεν αὐτὰς ἐπιτυχεῖν. Ἀλλὰ τί δὴ ἐντεῦθεν μανθάνομεν; Ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ, τῶν ἐκ τῶν ἔργων προδοθέντων, προστῆναι δυνήσεται· οὐκ ἐπειδὴ οὐ βούλεται, ἀλλ' ἐπειδὴ οὐ δύναται. Καὶ γὰρ καὶ αὗται ἐπὶ τὸ ἀδύνατον καταφεύγουσι. Τοῦτο καὶ ὁ μακάριος Ἀβραὰμ ἐδήλωσεν εἰπὼν, ὅτι Χάσμα μέγα ἐστὶ μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι. Πορεύεσθε δὲ πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Οἱ πένητες. Καὶ ποῦ οὗτοι; Ἐνταῦθα· καὶ τότε ζητῆσαι ἐχρῆν, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ.
βʹ. Ὁρᾷς ὁπόση γίνεται ἀπὸ τῶν πενήτων ἡμῖν ἡ πραγματεία; κἂν τούτους ἀνέλῃς, τὴν πολλὴν τῆς σωτηρίας ἡμῶν ἀνεῖλες ἐλπίδα. ∆ιόπερ ἐνταῦθα τὸ ἔλαιον συνάγειν χρὴ, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ καιρὸς τῆς συλλογῆς. ἀλλ' οὗτος. Μὴ τοίνυν ἀνάλισκε μάτην τὰ ὄντα εἰς τρυφὰς καὶ κενοδοξίας. Πολλοῦ γάρ σοι ἐκεῖ χρεία τοῦ ἐλαίου. Ταῦτα ἀκούσασαι ἐκεῖναι ἀπῆλθον, ἀλλ' οὐδὲν ὤνησαν. Τοῦτο δέ φησιν, ἢ τῇ παραβολῇ παραμένων, καὶ ὑφαίνων αὐτήν· ἢ καὶ διὰ τούτων δεικνὺς, ὅτι κἂν φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν. Οὐκοῦν οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία· ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας, ἀλλ' ἐκεῖ· οὔτε τῷ πλουσίῳ, ὅτε οὕτω φιλάνθρωπος γέγονεν, ὡς καὶ ὑπὲρ τῶν αὐτῷ προσηκόντων μεριμνᾷν. Ὁ γὰρ τὸν ἐν τῷ πυλῶνι κείμενον παρατρέχων, τοὺς οὐδὲ ὁρωμένους ἐξαρπάσαι τῶν κινδύνων καὶ τῆς γεέννης ἐπείγεται, καὶ παρακαλεῖ πεμφθῆναί τινας τοὺς ταῦτα ἀπαγγελοῦντας αὐτοῖς. Ἀλλ' ὅμως οὐδὲν ἐκεῖνος ἐντεῦθεν ἀπώνατο, ὥσπερ οὐδὲ αὗται. Ἐπειδὴ γὰρ ταῦτα ἀκούσασαι ἀπῆλθον, ἦλθεν ὁ νυμφίος· καὶ αἱ μὲν ἕτοιμοι, συνεισῆλθον αἱ δὲ ἀπεκλείσθησαν. Μετὰ τοὺς πολλοὺς πόνους, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν ἀφόρητον μάχην ἐκείνην, καὶ τὰ τρόπαια ἃ κατὰ τῆς φύσεως λυττώσης ἀνέστησαν, καταισχυνθεῖσαι καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω κύπτουσαι. Οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας, ἔλεον μὴ ἐχούσης· οὕτω καὶ οἱ πολλοὶ τοὺς ἀνελεήμονας εἰώθασι καλεῖν σκοτεινούς. Ποῦ τοίνυν τῆς παρθενίας ὄφελος, ὅτε τὸν νυμφίον οὐκ εἶδον, καὶ οὐδὲ κρούσασαι ἤνυσαν, ἀλλὰ τὸ φοβερὸν ἐκεῖνο ἤκουσαν ῥῆμα, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς; Ὅταν δὲ αὐτὸς εἴπῃ τοῦτο, οὐδὲν ἕτερον ἢ γέεννα καταλιμπάνεται καὶ ἡ ἀφόρητος κόλασις· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον. Τοῦτο τὸ ῥῆμα καὶ τοῖς τὴν ἀνομίαν ἐργαζομένοις εἶπε. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ὁρᾷς πῶς συνεχῶς τοῦτο ἐπιλέγει, χρησίμην δεικνὺς τὴν ἄγνοιαν τῆς ἐξόδου τῆς ἐντεῦθεν; Ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς μὲν τοῦ βίου ῥᾴθυμοι, ὅταν δὲ ἐγκαλῶνται παρ' ἡμῶν, λέγοντες, ὅτι Ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις; Ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν. Καὶ γὰρ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πολλοὶ ἐξέπεσον τούτου, ἀθρόον ἀναρπασθέντες, καὶ οὐδὲ ἐπισκῆψαι συγχωρηθέντες τοῖς οἰκείοις ὑπὲρ ὧν ἐβούλοντο. Αὕτη μὲν οὖν ἡ παραβολὴ τῆς διὰ χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ μετὰ ταύτην, πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ ὁτῳοῦν ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἀποκρύπτοντας. Καὶ τί δήποτε αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἐκείνη δὲ νυμφίον; Ἵνα μάθῃς πῶς οἰκείως ἔχει πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς ἀποδυομένας τὰ ὄντα· τοῦτο γὰρ καὶ παρθενία. ∆ιὸ καὶ Παῦλος τοῦτον τίθησιν ὅρον τοῦ πράγματος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, φησί· καὶ, Πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Ταῦτα παραινοῦμεν, φησίν. Εἰ δὲ ἐν τῷ Λουκᾷ ἑτέρως κεῖται ἡ τῶν ταλάντων παραβολὴ, ἐκεῖνο λεκτέον, ὅτι ἄλλη αὕτη, καὶ ἑτέρα ἐκείνη. Ἐν ἐκείνῃ μὲν γὰρ ἀπὸ ἑνὸς κεφαλαίου διάφοροι γεγόνασιν αἱ πρόσοδοι· ἀπὸ γὰρ μιᾶς μνᾶς ὁ μὲν πέντε, ὁ δὲ δέκα προσήνεγκαν, διὸ οὐδὲ τῶν αὐτῶν ἔτυχον· ἐνταῦθα δὲ τοὐναντίον, διὸ καὶ ὁ στέφανος ἴσος. Ὁ γὰρ δύο λαβὼν, δύο ἔδωκε, καὶ ὁ τὰ πέντε πάλιν ὁμοίως· ἐκεῖ δὲ, ἐπειδὴ ἐκ τῆς αὐτῆς ὑποθέσεως ὁ μὲν πλείονα, ὁ δὲ ἐλάττονα πρόσοδον ἐποιήσατο, εἰκότως καὶ ἐν τοῖς ἐπάθλοις οὐχ ὁμοίως ἀπολαύουσιν. Ὅρα δὲ αὐτὸν πανταχοῦ οὐκ εὐθέως ἀπαιτοῦντα. Καὶ γὰρ ἐπὶ τοῦ ἀμπελῶνος ἐξέδοτο γεωργοῖς, καὶ ἀπεδήμησε· καὶ ἐνταῦθα ἐνεπίστευσε, καὶ ἀπεδήμησεν, ἵνα μάθῃς αὐτοῦ τὴν μακροθυμίαν. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀνάστασιν αἰνιττόμενος ταῦτα λέγειν. Ἀλλ' ἐνταῦθα οὐκέτι γεωργοὶ καὶ ἀμπελὼν, ἀλλὰ πάντες ἐργάται. Οὐ γὰρ πρὸς ἄρχοντας μόνον, οὐδὲ πρὸς Ἰουδαίους, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται. Καὶ οἱ μὲν προσφέροντες ὁμολογοῦσιν εὐγνωμόνως καὶ τὰ αὐτῶν καὶ τὰ τοῦ δεσπότου. Καὶ ὁ μὲν λέγει, Κύριε, πέντε τάλαντά μοι ἔδωκας· ὁ δὲ λέγει, δύο· δεικνύντες ὅτι παρ' αὐτοῦ τὴν ἀφορμὴν ἔλαβον τῆς ἐργασίας, καὶ πολλὴν χάριν ἴσασι, καὶ τὸ πᾶν αὐτῷ λογίζονται. Τί οὖν ὁ δεσπότης; Εὖ, δοῦλε ἀγαθὲ, φησὶ (τοῦτο γάρ ἐστιν ἀγαθοῦ, τὸ εἰς τὸν πλησίον ὁρᾷν), καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· τὴν πᾶσαν μακαριότητα διὰ τοῦ ῥήματος τούτου δεικνύς. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ πῶς; Ἤδειν ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἔκρυψα τὸ τάλαντόν σου· ἴδε, ἔχεις τὸ σόν. Τί οὖν ὁ δεσπότης; Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, τουτέστιν, εἰπεῖν ἐχρῆν, παραινέσαι, συμβουλεῦσαι. Ἀλλ' οὐ πείθονται; Ἀλλ' οὐκ ἔστι τοῦτο πρὸς σέ. Τί τούτου γένοιτ' ἂν ἡμερώτερον; γʹ. Ἄνθρωποι μὲν γὰρ οὐχ οὕτω ποιοῦσιν, ἀλλ' αὐτὸν τὸν δανείσαντα, αὐτὸν καὶ ὑπεύθυνον τῆς ἀπαιτήσεως καθιστῶσιν. Αὐτὸς δὲ οὐχ οὕτως· ἀλλὰ, σὲ ἔδει καταβαλεῖν, φησὶ, καὶ τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι. Κἀγὼ μετὰ τόκου ἂν ἀπῄτησα· τόκον λέγων ἀκροάσεως τὴν τῶν ἔργων ἐπίδειξιν. Σὲ ἔδει τὸ εὐκολώτερον ποιῆσαι, ἐμοὶ δὲ τὸ δυσκολώτερον ἀφεῖναι. Ἐπεὶ οὖν τοῦτο οὐκ ἐποίησε, Λάβετε, φησὶν, ἀπ' αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ τὰ δέκα τάλαντα ἔχοντι. Τῷ γὰρ ἔχοντι δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. Τί δὴ τοῦτό ἐστιν; Ὁ χάριν λόγου καὶ διδασκαλίας εἰς τὸ ὠφελεῖν ἔχων, καὶ μὴ χρώμενος αὐτῇ, καὶ τὴν χάριν ἀπολεῖ· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσεται τὴν δωρεάν· ὥσπερ οὖν ἐκεῖνος καὶ ὃ ἔλαβεν ἀπόλλυσιν. Ἀλλ' οὐ μέχρι τούτου ἡ ζημία τῷ ἀργοῦντι, ἀλλὰ καὶ ἀφόρητος ἡ κόλασις, καὶ μετὰ τῆς κολάσεως ἡ ἀπόφασις πολλῆς γέμουσα τῆς κατηγορίας. Τὸν γὰρ ἀχρεῖον δοῦλον ἐκβάλετε, φησὶν, εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰ μὴ ποιῶν κολάζεται κόλασιν τὴν ἐσχάτην; Ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τούτων. Ὡς ἔστι καιρὸς, ἀντιλαβώμεθα τῆς σωτηρίας τῆς ἡμετέρας, λάβωμεν ἔλαιον εἰς τὰς λαμπάδας, ἐργασώμεθα εἰς τὸ τάλαντον. Ἂν γὰρ ὀκνήσωμεν καὶ ἐν ἀργίᾳ διατρίβωμεν ἐνταῦθα, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρηνῶμεν. Κατέγνω ἑαυτοῦ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἔχων, καὶ οὐδὲν ὠφέλησεν. Ἀπέδωκε καὶ ἣν ἐπιστεύθη παρακαταθήκην ὁ τὸ ἓν τάλαντον, καὶ οὕτω κατεκρίθη. Παρεκάλεσαν καὶ αἱ παρθένοι, καὶ προσῆλθον, καὶ ἔκρουσαν, καὶ πάντα εἰκῆ καὶ μάτην. Ταῦτ' οὖν εἰδότες, καὶ χρήματα, καὶ σπουδὴν, καὶ προστασίαν, καὶ πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. Τάλαντα γὰρ ἐνταῦθά ἐστιν ἡ ἑκάστου δύναμις, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἵῳ δήποτε πράγματι τοιούτῳ. Μηδεὶς λεγέτω, ὅτι Ἓν τάλαντον ἔχω, καὶ οὐδὲν δύναμαι ποιῆσαι. ∆ύνασαι γὰρ καὶ δι' ἑνὸς εὐδοκιμῆσαι. Οὐ γὰρ εἶ τῆς χήρας ἐκείνης πενέστερος, οὐκ εἶ Πέτρου καὶ Ἰωάννου ἀγροικότερος, οἳ καὶ ἰδιῶται καὶ ἀγράμματοι ἦσαν, ἀλλ' ὅμως ἐπειδὴ προθυμίαν ἐπεδείξαντο, καὶ πρὸς τὸ κοινῇ συμφέρον πάντα ἐποίουν, τῶν οὐρανῶν ἐπελάβοντο. Οὐδὲν γὰρ οὕτως ἐστὶ τῷ Θεῷ φίλον, ὡς τὸ κοινωφελῶς ζῇν. ∆ιὰ τοῦτο λόγον ἡμῖν ἔδωκεν ὁ Θεὸς, καὶ χεῖρας, καὶ πόδας, καὶ σώματος ἰσχὺν, καὶ νοῦν, καὶ σύνεσιν, ἵνα πᾶσι τούτοις καὶ εἰς τὴν ἡμῶν αὐτῶν σωτηρίαν καὶ εἰς τὴν τῶν πλησίον ὠφέλειαν χρησώμεθα. Οὐδὲ γὰρ εἰς ὕμνον ἡμῖν ὁ λόγος καὶ εὐχαριστίας χρήσιμος μόνον, ἀλλὰ καὶ εἰς διδασκαλίαν λυσιτελὴς καὶ παραίνεσιν. Κἂν μὲν εἰς τοῦτο χρησώμεθα, τὸν ∆εσπότην ἐζηλώσαμεν· ἂν δὲ εἰς τἀναντία, τὸν διάβολον. Ἐπεὶ καὶ Πέτρος, ὅτε μὲν ὡμολόγησε τὸν Χριστὸν, ἐμακαρίζετο ὡς τὰ τοῦ Πατρὸς εἰρηκώς· ὅτε δὲ παρῃτεῖτο τὸν σταυρὸν καὶ ἀπηγόρευσεν, ἐπετιμᾶτο σφοδρῶς, ὡς τὰ τοῦ διαβόλου φρονῶν. Εἰ δὲ ἔνθα ἀγνοίας ἦν. τὸ εἰρημένον, τοσαύτη ἡ κατηγορία· ὅταν ἑκόντες πολλὰ ἁμαρτάνωμεν, ποίαν ἕξομεν συγγνώμην; Τοιαῦτα τοίνυν φθεγγώμεθα, ἵνα αὐτόθεν ᾖ δῆλα τὰ ῥήματα τοῦ Χριστοῦ ὄντα. Οὐδὲ γὰρ ἂν εἴπω μόνον, Ἔγειραι καὶ περιπάτει, οὐδὲ ἂν εἴπω, Ταβιθὰ, ἀνάστηθι, τότε τὰ τοῦ Χριστοῦ λαλῶ· ἀλλὰ πολλῷ μᾶλλον ἂν λοιδορηθεὶς εὐλογήσω, ἂν ἐπηρεασθεὶς εὔξωμαι ὑπὲρ τοῦ ἐπηρεάζοντος. Πρώην μὲν οὖν ἔλεγον, ὅτι χείρ ἐστιν ἡ γλῶττα ἡμῶν, τῶν τοῦ Θεοῦ ἁπτομένη ποδῶν· νῦν δὲ πολλῷ πλέον λέγω, ὅτι γλῶττά ἐστιν ἡ γλῶττα ἡμῶν, τὴν τοῦ Χριστοῦ μιμουμένη, ἐὰν τὴν προσήκουσαν ἀκρίβειαν ἐπιδείξηται, ἂν ἐκεῖνα φθεγγώμεθα, ἅπερ ἐκεῖνος βούλεται. Τί δέ ἐστιν ἃ ἐκεῖνος ἡμᾶς βούλεται φθέγγεσθαι; Τὰ ἐπιεικείας γέμοντα ῥήματα καὶ πραότητος· ὥσπερ οὖν καὶ αὐτὸς ἐφθέγγετο, λέγων τοῖς ὑβρίζουσιν αὐτὸν, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· καὶ πάλιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ. Ἐὰν οὕτω καὶ σὺ λέγῃς, ἐὰν εἰς διόρθωσιν τῶν πλησίον λαλῇς, κέκτησαι γλῶτταν ἐοικυῖαν ἐκείνῃ. Καὶ ταῦτα αὐτός φησιν ὁ Θεός· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται, φησίν. Ὅταν οὖν ἡ γλῶττά σου ὡς ἡ γλῶττα ᾖ τοῦ Χριστοῦ, καὶ τὸ στόμα σου γένηται στόμα τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου ναὸς ᾖς, ποία ταύτης λοιπὸν ἴση γένοιτ' ἂν τιμή; Οὐδὲ γὰρ εἰ ἀπὸ χρυσίου συνέκειτό σου τὸ στόμα, οὐδὲ εἰ ἀπὸ λίθων τιμίων, οὕτως ἔμελλε λάμπειν ὡς νῦν, τῷ κόσμῳ τῆς ἐπιεικείας καταυγαζόμενον. Τί γὰρ στόματος ποθεινότερον οὐκ εἰδότος ὑβρίζειν, ἀλλ' εὐλογεῖν [καὶ χρηστολογεῖν] μεμελετηκότος; Εἰ δὲ οὐκ ἀνέχῃ εὐλογεῖν τὸν καταρώμενον, σίγησον, καὶ τοῦτο τέως κατόρθωσον· καὶ ὁδῷ προβαίνων καὶ σπουδάζων ὡς χρὴ, καὶ ἐπ' ἐκεῖνο ἥξεις, καὶ κτήσῃ στόμα τοιοῦτον οἷον εἰρήκαμεν.
δʹ. Καὶ μὴ νομίσῃς τολμηρὸν εἶναι τὸ λεχθέν. Φιλάνθρωπος γάρ ἐστιν ὁ ∆εσπότης, καὶ τῆς ἀγαθότητος αὐτοῦ τὸ δῶρον γίνεται. Τολμηρόν ἐστι, διαβόλῳ στόμα ἔχειν ἐοικὸς, δαίμονος πονηροῦ κεκτῆσθαι γλῶτταν ὁμοίαν, μάλιστα τὸν μυστηρίων τοιούτων μετέχοντα, καὶ αὐτῇ κοινωνοῦντα τῇ σαρκὶ τοῦ ∆εσπότου. Ταῦτ' οὖν ἀναλογιζόμενος, γενοῦ κατ' ἐκεῖνον εἰς δύναμιν τὴν σήν. Οὐκέτι σοι λοιπὸν ὁ διάβολος οὐδὲ ἀντιβλέψαι τοιούτῳ γενομένῳ δυνήσεται. Καὶ γὰρ ἐπιγινώσκει τὸν χαρακτῆρα τὸν βασιλικόν· οἶδε τοῦ Χριστοῦ τὰ ὅπλα, δι' ὧν ἡττήθη. Τίνα δὲ ταῦτά ἐστιν; Ἐπιείκεια καὶ πραότης. Καὶ γὰρ ὅτε ἐν τῷ ὄρει προσβάλλοντα αὐτὸν κατέῤῥαξε καὶ ἐξέτεινεν, οὐχὶ γνωριζόμενος ὅτι Χριστὸς ἦν, ἀλλ' ἀπὸ τῶν ῥημάτων αὐτὸν ἐσαγήνευσε τούτων, ἀπὸ ἐπιεικείας εἷλεν, ἀπὸ πραότητος ἐτροπώσατο. Τοῦτο καὶ σὺ ποίησον· ἂν ἴδῃς ἄνθρωπον διάβολον γενόμενον, καὶ προσιόντα σοι, οὕτω καὶ σὺ νίκησον. Ἔδωκέ σοι ὁ Χρι στὸς ἐξουσίαν γενέσθαι κατ' αὐτὸν εἰς δύναμιν τὴν σήν. Μὴ φοβηθῇς τοῦτο ἀκούων. Φόβος ἐστὶ, τὸ μὴ γενέσθαι κατ' αὐτόν. Φθέγγου τοίνυν κατ' ἐκεῖνον, καὶ γέγονας κατὰ τοῦτο τοιοῦτος οἶος ἐκεῖνος, ὡς ἄνθρωπον ὄντα ἔνι γενέσθαι. ∆ιὰ τοῦτο μείζων ὁ οὕτω λαλῶν, ἢ ὁ προφητεύων. Τὸ μὲν γὰρ χάρις ὅλον· ἐνταῦθα δὲ καὶ πόνος σὸς καὶ ἱδρώς. ∆ίδαξον τὴν ψυχὴν διαπλάττειν σοι στόμα στόματι Χριστοῦ ἐοικός. ∆ύναται γὰρ τοιαῦτα δημιουργεῖν, ἂν ἐθέλῃ· οἶδε τὴν τέχνην, ἂν μὴ ᾖ ῥᾴθυμος. Καὶ πῶς πλάττεται τοιοῦτον στόμα; φησί· διὰ ποίων χρωμάτων; διὰ ποίας ὕλης; ∆ιὰ χρωμάτων μὲν καὶ ὕλης οὐδεμιᾶς· διὰ δὲ ἀρετῆς μόνης, καὶ ἐπιεικείας, καὶ ταπεινοφροσύνης. Ἴδωμεν πῶς καὶ στόμα διαβόλου πλάττεται, ἵνα μηδέποτε ἐκεῖνο κατασκευάσωμεν. Πῶς οὖν πλάττεται; ∆ιὰ ἀρῶν, διὰ ὕβρεων, διὰ βασκανίας, δι' ἐπιορκίας. Ὅταν γὰρ τὰ ἐκείνου φθέγγηταί τις, τὴν ἐκείνου γλῶτταν λαμβάνει. Ποίαν οὖν ἕξομεν συγγνώμην, μᾶλλον δὲ ποίαν οὐχ ὑποστησόμεθα τιμωρίαν, ὅταν τὴν γλῶτταν, ᾗ κατηξιώθημεν σαρκὸς γεύσασθαι ∆εσποτικῆς, ταύτην περιίδωμεν τὰ τοῦ διαβόλου φθεγγομένην; Μὴ δὴ περιίδωμεν, ἀλλὰ πάσῃ χρησώμεθα σπουδῇ, ὥστε αὐτὴν παιδεῦσαι τὸν ∆εσπότην μιμεῖσθαι τὸν ἑαυτῆς. Ἂν γὰρ αὐτὴν παιδεύσωμεν τοῦτο, μετὰ πολλῆς τῆς παῤῥησίας ἐπὶ τοῦ βήματος ἡμᾶς στήσει τοῦ Χριστοῦ. Ἂν μή τις οὕτως εἰδῇ λαλεῖν, οὐδὲ ἀκούσεται αὐτοῦ ὁ δικαστής. Καθάπερ γὰρ, ὅταν Ῥωμαῖος ὢν ὁ κριτὴς τύχῃ, οὐκ ἀκούσεται ἀπολογουμένου τοῦ οὐκ εἰδότος οὕτω φθέγγεσθαι· οὕτω καὶ ὁ Χριστὸς, ἂν μὴ κατὰ τὸν αὐτοῦ τρόπον λαλῇς, οὐκ ἀκούσεταί σου, οὐδὲ προσέξει. Μάθωμεν τοίνυν οὕτω λαλεῖν, ὡς εἴωθεν ἀκούειν ὁ βασιλεὺς ὁ ἡμέτερος· σπουδάσωμεν ἐκείνην μιμεῖσθαι τὴν γλῶτταν. Κἂν εἰς πένθος ἐμπέσῃς, σκόπει ὅπως μὴ διαστρέψῃ σου τὸ στόμα τῆς ἀθυμίας ἡ τυραννὶς, ἀλλὰ λαλήσῃς ὥσπερ ὁ Χριστός. Ἐπένθησε γὰρ καὶ αὐτὸς τὸν Λάζαρον καὶ τὸν Ἰούδαν. Ἂν εἰς φόβον ἐμπέσῃς, ζήτησον οὕτω λαλῆσαι πάλιν ὡς αὐτός. Ἐνέπεσε γὰρ καὶ αὐτὸς εἰς φόβον διὰ σὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. Εἰπὲ καὶ σύ· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Κἂν κλαίῃς, δάκρυσον ἠρέμα ὡς αὐτός. Κἂν εἰς ἐπιβουλὰς ἐμπέσῃς καὶ λύπην, καὶ ταῦτα ὡς ὁ Χριστὸς διατίθει. Καὶ γὰρ καὶ ἐπεβουλεύθη καὶ ἐλυπήθη, καὶ λέγει· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ πάντα σοι τὰ ὑποδείγματα παρέσχεν, ἵνα αὐτὰ διαφυλάττῃς τὰ μέτρα, καὶ τοὺς δοθέντας σοι μὴ διαφθείρῃς κανόνας. Οὕτω δυνήσῃ στόμα ἔχειν ἐοικὸς ἐκείνου τῷ στόματι· οὕτως ἐπὶ γῆς βαδίζων, τοῦ ἄνω καθημένου γλῶτταν ἡμῖν ἐπιδείξεις ὁμοίαν, τὰ μέτρα τὰ ἐν ἀθυμίᾳ, τὰ ἐν ὀργῇ, τὰ ἐν πένθει, τὰ ἐν ἀγωνίᾳ διατηρῶν. Πόσοι ὑμῶν εἰσιν οἱ ἐπιθυμοῦντες αὐτοῦ τὴν μορφὴν ἰδεῖν; Ἰδοὺ οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ γενέσθαι κατ' αὐτὸν δυνατὸν, ἂν σπουδάζωμεν. Μὴ ἀναβαλλώμεθα τοίνυν. Οὐχ οὕτως ἀσπάζεται προφητῶν στόμα, ὡς ἐπιεικῶν καὶ πράων ἀνθρώπων. Πολλοὶ γὰρ ἐροῦσί μοι, φησὶν, Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Τὸ δὲ τοῦ Μωϋσέως, ἐπειδὴ σφόδρα ἐπιεικὴς ἦν καὶ πρᾶος, (Ὁ γὰρ Μωϋσῆς, φησὶν, ἄνθρωπος πραότατος παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς·) οὕτως ἠσπάζετο καὶ ἐφίλει, ὡς εἰπεῖν, Ἐνώπιος ἐνωπίῳ, στόμα κατὰ στόμα ἐλά λει, ὡσανεὶ φίλος πρὸς τὸν ἑαυτοῦ φίλον. Οὐκ ἐπιτάξεις δαίμοσι νῦν, ἀλλ' ἐπιτάξεις τότε τῷ τῆς γεέννης πυρὶ, ἐὰν ἔχῃς τῷ στόματι τοῦ Χριστοῦ τὸ στόμα σου ἐοικός. Ἐπιτάξεις τῇ ἀβύσσῳ τοῦ πυρὸς, καὶ ἐρεῖς, Σιώπα, πεφίμωσο· καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσῃ, καὶ ἀπολαύσεις τῆς βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΟΘʹ. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐ τοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲν
ἀποδέξεται, ὅτι πεινῶντα αὐτὸν ἔθρεψαν, καὶ διψῶντα ἐπότισαν, καὶ ξένον ὄντα
συνήγαγον, καὶ γυ μνὸν ὄντα περιέβαλον, καὶ ἀσθενοῦντα ἐπεσκέψαντο, καὶ ἐν
φυλακῇ ὄντα εἶδον· καὶ δώσει τὴν βασιλείαν αὐτοῖς. Τοὺς δὲ ἐπὶ τοῖς ἐναντίοις
διαβάλλων, πέμψει εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς
ἀγγέλοις αὐτοῦ.
αʹ. Τῆς περικοπῆς ταύτης τῆς ἡδίστης, ἣν συνεχῶς στρέφοντες οὐ διαλιμπάνομεν, ἀκούσωμεν νῦν μετὰ σπουδῆς καὶ κατανύξεως πάσης, εἰς ἣν καὶ ἐσχάτην ὁ λόγος ἐτελεύτησεν· εἰκότως. Καὶ γὰρ πολὺς αὐτῷ φιλανθρωπίας καὶ ἐλεημοσύνης ὁ λόγος. ∆ιὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ταύτης διελέχθη διαφόρως, καὶ ἐνταῦθα λοιπὸν σαφέστερόν πως καὶ εὐτονώτερον, οὐ δύο πρόσωπα καὶ τρία, οὐδὲ πέντε τιθεὶς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν· εἰ καὶ τὰ μάλιστα καὶ αἱ πρότεραι, αἱ διὰ τῶν δύο προσώπων, οὐ δύο πρόσωπα ἐδήλουν, ἀλλὰ μέρη δύο, τὸ μὲν παρακουόντων, τὸ δὲ ὑπακουόντων. Ἀλλ' ἐνταῦθα καὶ φρικωδέστερον μεταχειρίζει τὸν λόγον, καὶ τηλαυγέστερον. ∆ιόπερ οὐδὲ λέγει, Ὡμοιώθη ἡ βασιλεία. λοιπὸν, ἀλλ' ἐκκεκαλυμμένως ἑαυτὸν δείκνυσι, λέγων· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Νῦν γὰρ ἐν ἀτιμίᾳ παραγέγονε, νῦν ἐν ὕβρεσι καὶ ὀνείδεσι· τότε δὲ καθεδεῖται ἐπὶ θρόνου δόξης αὐτοῦ. Καὶ συνεχῶς μνημονεύει δόξης. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἐγγὺς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, διὰ τοῦτο ἐπαίρει τὸν ἀκροατὴν, καὶ ὑπ' ὄψιν αὐτῷ τὸ δικαστήριον ἄγει, καὶ τὴν οἰκουμένην περιίστησιν ἅπασαν. Καὶ οὐ ταύτῃ μόνον φοβερὸν ποιεῖ τὸν λόγον, ἀλλὰ καὶ τῷ δεικνύναι τοὺς οὐρανοὺς κενουμένους. Πάντες γὰρ οἱ ἄγγελοι παρέσονται μετ' αὐτοῦ, φησὶ, καὶ αὐτοὶ μαρτυροῦντες ὅσα διηκονήσαντο πεμπόμενοι παρὰ τοῦ ∆εσπότου πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν. Καὶ πανταχόθεν φρικώδης ἡ ἡμέρα τότε ἐκείνη. Εἶτα Συναχθήσεται, φησὶ, πάντα τὰ ἔθνη, τουτέστι, πᾶσα ἡ τῶν ἀνθρώπων φύσις. Καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα. Νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφωρισμένοι, ἀλλὰ ἀναμὶξ ἅπαντες· ἡ δὲ διαίρεσις τότε ἔσται μετὰ ἀκριβείας ἁπάσης. Καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων τὸν ἑκάστου τρόπον ἐνδείκνυται, τοὺς μὲν ἐρίφια καλῶν, τοὺς δὲ πρόβατα, ἵνα τῶν μὲν τὸ ἄκαρπον δείξῃ· οὐδεὶς γὰρ ἀπὸ ἐρίφων καρπὸς γένοιτ' ἄν· τῶν δὲ τὴν πολλὴν πρόσοδον· καὶ γὰρ πολλὴ τῶν προβάτων ἡ πρόσοδος, ἀπό τε ἐρίου, ἀπό τε γάλακτος, ἀπό τε τῶν τικτομένων, ὧν ἁπάντων ἔρημον ἔριφος. Ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύσεως ἔχει τὸ ἄκαρπον καὶ τὸ ἔγκαρπον· ἐκεῖνοι δὲ ἀπὸ προαιρέσεως· διὸ καὶ κολάζονται ἐκεῖνοι, καὶ στεφανοῦνται οὗτοι. Καὶ οὐ πρότερον αὐτοὺς κολάζει, ἕως ἂν δικάσηται πρὸς αὐτούς· διὸ καὶ στήσας αὐτοὺς, λέγει τὰ ἐγκλήματα. Οἱ δὲ μετὰ ἐπιεικείας φθέγγονται, ἀλλ' οὐδὲν αὐτοῖς ὄφελος λοιπόν· καὶ μάλα εἰκότως, ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον. Καὶ γὰρ καὶ οἱ προφῆται ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ὁ νομοθέτης διὰ πάντων εἰς τοῦτο ἐνῆγε, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· καὶ αὐτὴ ἡ φύσις τοῦτο ἐπαίδευσε. Σκόπει δὲ αὐτοὺς οὐχ ἑνὸς καὶ δύο μόνον, ἀλλὰ πάντων ἐρήμους ὄντας. Οὐ γὰρ δὴ μόνον πεινῶντα οὐκ ἔθρεψαν, οὐδὲ γυμνὸν οὐ περιέβαλον· ἀλλ' οὐδὲ ὃ κουφότερον ἦν, οὐδὲ ἄῤῥωστον ἐπεσκέψαντο. Καὶ σκόπει πῶς κοῦφα ἐπιτάττει. Οὐκ εἶπεν, Ἐν φυλακῇ ἤμην, καὶ ἀπηλλάξατέ με· ἄῤῥωστος ἤμην, καὶ ἀνεστήσατέ με· ἀλλ', Ἐπεσκέψασθέ με, καὶ, Ἤλθετε πρός με. Καὶ οὐδὲ ἐν τῷ πεινῇν ἐπαχθὲς τὸ κελευόμενον. Οὐδὲ γὰρ πολυτελῆ ἐζήτει τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνον, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἐζήτει ἐν ἱκέτου σχήματι. Ὥστε πάντα αὐτοὺς ἱκανὰ κολάσαι· τὸ εὔκολον τῆς αἰτήσεως, ἄρτος γὰρ ἦν· τὸ ἐλεεινὸν τοῦ αἰτοῦντος, πτωχὸς γὰρ ἦν· τὸ συμπαθὲς τῆς φύσεως, ἄνθρωπος γὰρ ἦν· τὸ ποθεινὸν τῆς ἐπαγγελίας, βασιλείαν γὰρ ἐπηγγείλατο· τὸ φοβερὸν τῆς κολάσεως, γέενναν γὰρ ἠπείλησε· τὸ ἀξίωμα τοῦ λαμβάνοντος, Θεὸς γὰρ ἦν ὁ διὰ τῶν πτωχῶν λαμβάνων· τὸ ὑπερβάλλον τῆς τιμῆς, ὅτι τοσοῦτον καταβῆναι κατηξίωσε· τὸ δίκαιον τῆς παροχῆς, ἀπὸ γὰρ τῶν ἑαυτοῦ ἐλάμβανεν. Ἀλλὰ πρὸς ἅπαντα ταῦτα ἡ φιλαργυρία καθάπαξ ἐπήρωσε τοὺς ἁλόντας, καὶ ταῦτα τοσαύτης ἀπειλῆς κειμένης. Καὶ γὰρ καὶ ἀνωτέρω φησὶ, τοὺς οὐ δεχομένους τοὺς τοιούτους τῶν Σοδόμων χαλεπώτερα πείσεσθαι· καὶ ἐνταῦθά φησιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν ἐλαχίστων τούτων τῶν ἀδελφῶν μου, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τί λέγεις; ἀδελφοί σού εἰσι· καὶ πῶς ἐλαχίστους καλεῖς; ∆ιὰ γὰρ τοῦτο ἀδελφοὶ, ἐπειδὴ ταπεινοὶ, ἐπειδὴ πτωχοὶ, ἐπειδὴ ἀπεῤῥιμμένοι. Τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ, τοὺς ἀγνῶτας, τοὺς εὐκαταφρονήτους· οὐχὶ τοὺς μοναχοὺς λέγων τούτους μόνον, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ' ἕκαστον πιστόν· κἂν βιωτικὸς ᾖ, πεινῶν δὲ ᾖ καὶ λιμώττων, καὶ γυμνὸς, καὶ ξένος, πάσης αὐτὸν τῆς ἐπιμελείας ταύτης ἀπολαύειν βούλεται. Ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν θείων μυστηρίων κοινωνία.
βʹ. Εἶτα ἵνα καὶ ἑτέρωθεν ἴδῃς τὸ δίκαιον τῆς ἀποφάσεως, πρότερον ἐκείνους ἐπαινεῖ τοὺς κατωρθωκότας, καί φησι· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς ἅπαντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Οὐκ εἴχομεν, ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει· ὥσπερ τὰς παρθένους ἀπὸ τῶν παρθένων, καὶ τὸν δοῦλον τὸν μεθύοντα καὶ γαστριζόμενον ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώσαντα ἀπὸ τῶν τὰ δύο προσενεγκάντων, καὶ ἕκαστον τῶν διαμαρτανόντων ἀπὸ τῶν κατωρθωκότων. Καὶ αὕτη ποτὲ μὲν ἐξ ἴσου ἡ σύγκρισις γίνεται, ὡς ἐνταῦθα καὶ ἐπὶ τῶν παρθένων· ποτὲ δὲ ἐκ τοῦ πλεονάζοντος, ὡς ὅταν λέγῃ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐπίστευσαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· καὶ, Βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε· καὶ ἀπὸ τοῦ ἰσάζοντος δὲ πάλιν, ὅτι Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· καὶ πάλιν ἀπὸ τοῦ πλεονάζοντος· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτιγε βιωτικά; Καὶ ἐνταῦθα μέντοι ἀπὸ τοῦ ἰσάζοντος· καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένητας πένησι παραβάλλει. Οὐ ταύτῃ δὲ μόνον δείκνυσι τὴν ψῆφον δικαίως ἐκφερομένην, τῷ τοὺς ὁμοδούλους κατωρθωκέναι ἐν τοῖς αὐτοῖς ὄντας, ἀλλὰ καὶ τῷ μηδὲ ἐν τούτοις ὑπακοῦσαι, ἐν οἷς οὐδὲν ἡ πενία κώλυμα ἦν· οἷον, ἐν τῷ ποτίσαι διψῶντα, ἐν τῷ δεδεμένον ἰδεῖν, ἐν τῷ ἄῤῥωστον ἐπισκέψασθαι. Ἐγκωμιάσας δὲ τοὺς κατωρθωκότας, δείκνυσιν ὅσον ἄνωθεν ἦν αὐτῷ πρὸς αὐτοὺς τὸ φίλτρον. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Πόσων ἀγαθῶν τοῦτο τὸ ὄνομα ἀντάξιον, τὸ εὐλογημένους εἶναι, καὶ παρὰ Πατρὸς εὐλογημένους; Καὶ πόθεν τοσαύτης τιμῆς ἠξιώθησαν; τίς ἡ αἰτία; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσης ταῦτα τιμῆς, πόσης μακαριότητος τὰ ῥήματα; Καὶ οὐκ εἶπε, λάβετε, ἀλλὰ, κληρονομήσατε, ὡς οἰκεῖα, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλόμενα. Πρὶν ἢ γὰρ ὑμᾶς γενέσθαι, φησὶ, ταῦτα ὑμῖν ἡτοίμαστο καὶ ηὐτρέπιστο, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς. Καὶ ἀντὶ τίνων τοσαῦτα λαμβάνουσιν; Ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον. Καὶ γὰρ πανταχοῦ τῆς χρείας ἐστίν· ἔστι δὲ καὶ ὅπου οὐδὲ τῆς χρείας. Οὐ γὰρ δήπου, ὅπερ ἔφην, ὁ κάμνων καὶ ὁ δεδεμένος τοῦτο ἐπιζητεῖ μόνον, ἀλλ' ὁ μὲν λυθῆναι, ὁ δὲ ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας. Ἀλλ' αὐτὸς, ἥμερος ὢν, τὰ εἰς δύναμιν ἀπαιτεῖ· μᾶλλον δὲ καὶ τῶν εἰς δύναμιν ἐλάττω, ἡμῖν καταλιμπάνων φιλοτιμεῖσθαι ἐν τῷ πλείονι. Ἐκείνοις δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκέτι ὑπὸ τοῦ Πατρός· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα· εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον, οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Περὶ μὲν γὰρ τῆς βασιλείας ὅτε ἔλεγε, ∆εῦτε, κληρονομήσατε τὴν βασιλείαν, ἐπήγαγε, τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου· περὶ δὲ τοῦ πυρὸς οὐκέτι, ἀλλὰ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Ἐγὼ μὲν γὰρ τὴν μὲν βασιλείαν ὑμῖν ἡτοίμασα, τὸ δὲ πῦρ οὐκέτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐνεβάλετε, ἑαυτοὺς λογίζεσθε. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς, ὥσπερ ἀπολογούμενος αὐτοῖς, καὶ τὰς αἰτίας τίθησιν. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Εἰ γὰρ καὶ ἐχθρὸς ἦν ὁ προσιὼν, οὐχ ἱκανὰ τὰ πάθη καὶ τὸν ἀνελεῆ κατακλάσαι καὶ ἐπικάμψαι, λιμὸς, καὶ κρυμὸς, καὶ δεσμὰ, καὶ γυμνότης, καὶ ἀῤῥωστία, καὶ τὸ αἴθριον πλανᾶσθαι πανταχοῦ; Ταῦτα γὰρ καὶ ἔχθραν ἱκανὰ λῦσαι. Ἀλλὰ ὑμεῖς οὐδὲ εἰς φίλον ταῦτα ἐποίησατε, καὶ φίλον, καὶ εὐεργέτην καὶ ∆εσπότην ὄντα. Καὶ κύνα μὲν ἂν ἴδωμεν πεινῶντα, πολλάκις ἐπικλώμεθα· καὶ θηρίον ἂν θεασώμεθα, ἐπικαμπτόμεθα· τὸν δὲ ∆εσπότην ὁρῶν οὐκ ἐπικάμπτῃ; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ γὰρ τοῦτο μόνον ἦν, οὐχ ἱκανὸν εἰς ἀντίδοσιν; οὐ λέγω τὸ ἀκοῦσαι φωνῆς τοιαύτης ἐπὶ τῆς οἰκουμένης παρὰ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, καὶ βασιλείας τυχεῖν, ἀλλ' αὐτὸ τὸ ἐργάσασθαι οὐχ ἱκανὸν εἰς ἀμοιβήν; Νυνὶ δὲ καὶ τῆς οἰκουμένης παρούσης, καὶ τῆς ἀῤῥήτου δόξης ἐκείνης φαινομένης, ἀνακηρύττει σε καὶ στεφανοῖ, καὶ ὁμολογεῖ τὸν τροφέα καὶ τὸν ξενοδόχον· καὶ οὐκ αἰσχύνεται τοιαῦτα λέγων, ἵνα σοι λαμπρότερον ποιήσῃ τὸν στέφανον. ∆ιὰ δὴ τοῦτο καὶ οὗτοι δικαίως κολάζονται, κἀκεῖνοι στεφανοῦνται, κατὰ χάριν. Κἂν γὰρ μυρία ὦσι πεποιηκότες, χάριτός ἐστιν ἡ φιλοτιμία, τὸ ἀντὶ μικρῶν οὕτω καὶ εὐτελῶν, οὐρανὸν τοσοῦτον καὶ βασιλείαν καὶ τηλικαύτην αὐτοῖς δοθῆναι τιμήν. Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Πάλιν εὐκαίρως περὶ τοῦ πάθους διαλέγεται, ὅτε βασιλείας ἀνέμνησε, καὶ τῆς ἀντιδόσεως τῆς ἐκεῖ, καὶ τῆς ἀθανάτου κολάσεως· ὡσανεὶ ἔλεγε· Τί δεδοίκατε ἐπὶ τοῖς προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν; γʹ. Σὺ δέ μοι σκόπει πῶς τὸ μάλιστα λυποῦν αὐτοὺς καινοτέρως μεθώδευσε καὶ συνεσκίασεν ἐν τοῖς ἔμπροσθεν ἅπασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οἴδατε ὅτι μετὰ δύο ἡμέρας παραδίδομαι· ἀλλὰ τί; Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται· καὶ τότε ἐπήγαγεν, ὅτι παραδίδοται εἰς τὸ σταυρωθῆναι· δεικνὺς μυστήριον ὂν τὸ γινόμενον, καὶ ἑορτὴν καὶ πανήγυριν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελουμένην, καὶ ὅτι προειδὼς ἅπαντα ἔπασχε. ∆ιὰ δὴ τοῦτο, ὡς ἀρκοῦντος τούτου εἰς παραμυθίαν αὐτοῖς, οὐδὲ εἶπεν αὐτοῖς τι νῦν περὶ ἀναστάσεως· περιττὸν γὰρ ἦν, τοσαῦτα διαλεχθέντα περὶ αὐτῆς πάλιν εἰπεῖν. Καὶ ἄλλως δὲ, ὅπερ εἶπον, δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ παθεῖν μυρίων ἀπαλλαγὴ κακῶν, διὰ τοῦ Πάσχα τῶν παλαιῶν εὐεργετημάτων τῶν κατ' Αἴγυπτον ἀναμνήσας αὐτούς. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύοντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι, καὶ ἀποκτείνωσιν. Ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. Εἶδες τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθοράν; Παρανόμοις πράγμασιν ἐπιχειροῦντες, πρὸς τὸν ἀρχιερέα ἔρχονται, ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν λαβεῖν, ὅθεν κωλύεσθαι ἔδει. Καὶ πόσοι ἦσαν οἱ ἀρχιερεῖς; Ὁ γὰρ νόμος ἕνα εἶναι βούλεται· ἀλλὰ τότε πολλοὶ ἦσαν. Ὅθεν δῆλον, ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς, ὅπερ ἔφην, ἕνα εἶναι ἐκέλευσε, καὶ τελευτήσαντος τότε ἕτερον γίνεσθαι, καὶ τῇ ζωῇ τῇ τούτου τὴν φυγὴν ἐμέτρει τῶν ἀκουσίως ἐργασαμένων φόνον. Πῶς οὖν τότε πολλοὶ ἀρχιερεῖς; Ἐνιαυσιαῖοι ὕστερον ἐγένοντο Καὶ τοῦτο ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτε περὶ τοῦ Ζαχαρίου διελέγετο, εἰπὼν ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά. Αὐτοὺς οὖν ἐνταῦθά φησιν ἀρχιερεῖς, τοὺς ἀπὸ ἀρχιερέων. Τί δὲ συνεβουλεύσαντο; ἵνα κρατήσωσιν αὐτὸν λάθρα, ἢ ἵνα ἀνέλωσιν; Ἀμφότερα· ἐδεδοίκεισαν γὰρ τὸν λαόν. ∆ιὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· ἔλεγον γὰρ, Μὴ ἐν τῇ ἑορτῇ. Ὁ μὲν γὰρ διάβολος, ἵνα μὴ φανερὸν καταστήσῃ τὸ πάθος, οὐκ ἐβούλετο ἐν τῷ Πάσχα· ἐκεῖνοι δὲ, ἵνα μὴ θόρυβος γένηται. Σκόπει τοίνυν αὐτοὺς φοβουμένους, οὐ τὰ τοῦ Θεοῦ, οὐδὲ μὴ μίασμα αὐτοῖς μεῖζον ἀπὸ τοῦ καιροῦ γένηται· ἀλλὰ πανταχοῦ τὰ ἀνθρώπινα. Ἀλλ' ὅμως τῷ θυμῷ ζέοντες, πάλιν μετέθεντο. Εἰπόντες γὰρ, Μὴ ἐν τῇ ἑορτῇ, ἐπειδὴ τὸν προδότην εὗρον, οὐκ ἠνέσχοντο τοῦ καιροῦ, ἀλλ' ἐν αὐτῇ κατέσφαξαν. ∆ιατί δὲ αὐτὸν τότε κατέσχον; Καὶ τῷ θυμῷ ζέοντες, ὅπερ εἶπον, καὶ τότε αὐτὸν εὑρήσειν προσεδόκησαν, καὶ πάντα ὥσπερ πεπηρωμένοι ἔπραττον. Εἰ καὶ τὰ μάλιστα αὐτὸς τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν οἰκείαν ἐκέχρητο οἰκονομίαν, οὐ μὴν διὰ τοῦτο ἀνεύθυνοι, ἀλλὰ μυρίων ἄξιοι κολάσεων ἀπὸ τῆς γνώμης. Ὅτε γοῦν ἅπαντας ἀπολύεσθαι ἔδει καὶ τοὺς ὑπευθύνους, τότε οὗτοι τὸν ἀθῶον ἀνεῖλον, τὸν μυρία εὐεργετηκότα, καὶ τῶν ἐθνῶν τέως ὑπεριδόντα δι' αὐτούς. Ἀλλὰ, ὢ τῆς φιλανθρωπίας! τοὺς οὕτω μοχθηροὺς, τοὺς [οὕτω σκαιοὺς καὶ] μυρίων γέμοντας κακῶν, πάλιν σώζει, καὶ πέμπει σφαγησομένους ὑπὲρ αὐτῶν τοὺς ἀποστόλους, καὶ δι' αὐτῶν ἱκετηρίαν τίθησιν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν. Τοιαῦτα τοίνυν παραδείγματα ἔχοντες, οὐ λέγω, Ἀποθάνωμεν ὑπὲρ τῶν ἐχθρῶν· ἔδει μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἡμεῖς, ἐκεῖνο λέγω τέως· Κἂν μὴ βασκαίνωμεν τοῖς φίλοις, μὴ φθονῶμεν τοῖς εὐεργετοῦσιν. Οὐ λέγω τέως, Τοὺς κακῶς ποιοῦντας εὐεργετήσωμεν· ἐπιθυμῶ μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἐπειδὴ παχύτεροι ὑμεῖς, κἂν μὴ ἀμύνησθε. Μὴ γὰρ σκηνή τίς ἐστι τὰ ἡμέτερα, καὶ ὑπόκρισις; Τί δήποτε ἐκ διαμέτρου πρὸς τὰ πράγματα ἵστασθε; Οὐχ ἁπλῶς γέγραπται τά τε ἄλλα, καὶ ὅσα παρ' αὐτὸν τὸν σταυρὸν εἰργάσατο, δυνάμενα αὐτοὺς ἀνακαλέσασθαι· ἀλλ' ἵνα μιμήσῃ τὴν ἀγαθότητα, ἵνα ζηλώσῃς τὴν φιλανθρωπίαν. Καὶ γὰρ καὶ ὑπτίους ἔῤῥιψε, καὶ τὸ ὠτίον ἀπεκατέστησε τοῦ οἰκέτου, καὶ μετ' ἐπιεικείας διελέχθη· καὶ μεγάλα ἄνω ὢν ἐπεδείξατο θαύματα, τὰς ἀκτῖνας ἀποστρέφων, τὰς πέτρας ῥηγνὺς, τοὺς τετελευτηκότας ἐγείρων, τὴν γυναῖκα τοῦ δικάζοντος φοβῶν δι' ὀνειράτων, ἐν αὐτῇ τῇ κρίσει πᾶσαν πραότητα ἐπιδειξάμενος, θαυμάτων οὐχ ἧττον δυναμένην αὐτοὺς ἐπισπάσασθαι, μυρία προλέγων ἐν τῷ δικαστηρίῳ, ἐν αὐτῷ τῷ σταυρῷ βοῶν, Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Ταφεὶς δὲ, πόσα ἐπεδείξατο πρὸς τὴν ἐκείνων σωτηρίαν; ἀναστὰς δὲ, οὐκ εὐθέως Ἰουδαίους ἐκάλεσεν; οὐκ ἄφεσιν ἔδωκεν ἁμαρτημάτων; οὐ τὰ μυρία ἀγαθὰ προὔθηκε; Τί τούτου παραδοξότερον; Οἱ σταυρώσαντες καὶ φόνου πνέοντες, μετὰ τὸ σταυρῶσαι γεγόνασιν υἱοὶ Θεοῦ. Τί ταύτης ἴσον τῆς κηδεμονίας; Ταῦτα ἀκούσαντες ἐγκαλυψώμεθα, ὅτι τοσοῦτον ἀφεστήκαμεν τούτου, ὃν μιμεῖσθαι κελευόμεθα. Ἴδωμεν κἂν τὸ διάστημα ὅσον, ἵνα κἂν καταγνῶμεν ἑαυτῶν, τούτοις πολεμοῦντες, ὑπὲρ ὧν ὁ Χριστὸς τὴν ψυχὴν ἔδωκε· καὶ οὐ βουλόμενοι καταλλαγῆναι, οὓς ἵνα καταλλάξῃ, οὔτε σφαγῆναι παρητήσατο· εἰ μὴ καὶ τοῦτο δαπάνη τίς ἐστι, καὶ χρημάτων ἀνάλωμα, ὅπερ ἐν τῇ ἐλεημοσύνῃ προβάλλεσθε.
δʹ. Ἐννόησον ὅσων ὑπεύθυνος εἶ, καὶ οὐ μόνον οὐκ ἀναδύσῃ πρὸς τὴν ἄφεσιν τῶν σε ἠδικηκότων, ἀλλὰ καὶ δραμῇ πρὸς τούς σε λελυπηκότας, ὥστε γενέσθαι σοι συγχωρήσεως ἀφορμὴν, ὥστε εὑρεῖν παραμυθίαν τῶν οἰκείων κακῶν. Ἑλλήνων παῖδες, οὐδὲν μέγα προσδοκῶντες, πολλάκις ἐν τούτοις ἐφιλοσόφησαν· καὶ σὺ μέλλων ἐπὶ τοιαύταις ἐλπίσιν ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς; καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ' ἀμισθὶ μᾶλλον, ἢ ἐπὶ μισθῷ βούλει σοι σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ ἂν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι. Εἰ δὲ λέγεις, ὅτι φλεγμαίνεις τῆς ὕβρεως μεμνημένος, ἀναμνήσθητι εἴ τι γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος, καὶ ὅσα σὺ ἑτέρους διέθηκας κακά. Κακῶς σε εἶπε, καὶ κατῄσχυνε; Λόγισαι ὅτι καὶ σὺ ἑτέρους εἴρηκας. Πῶς οὖν ἐπιτεύξῃ συγγνώμης, ἧς ἑτέροις οὐ μεταδίδως; Ἀλλ' οὐδένα εἴρηκας; Ἀλλ' ἤκουσας λεγόντων, καὶ ἀπεδέξω. Οὐδὲ τοῦτο ἀνεύθυνον. Θέλεις μαθεῖν ὅσον ἀγαθόν ἐστι τὸ μὴ μνησικακεῖν, καὶ πῶς μάλιστα τοῦτο τὸν Θεὸν εὐφραίνει; Τοὺς ἐφηδομένους τοῖς δικαίως παρ' αὐτοῦ κολαζομένοις τιμωρεῖται· καίτοι δικαίως κολάζονται, ἀλλὰ σὲ ἐπιχαίρειν οὐκ ἐχρῆν. Καὶ ὁ προφήτης πολλὰ ἐγκαλέσας, καὶ τοῦτο ἐπήγαγεν εἰπών· Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ· καὶ πάλιν· Οὐκ ἐξῆλθε κατοικοῦσα Ἐνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Καίτοι καὶ ὁ Ἰωσὴφ, τουτέστιν, αἱ φυλαὶ αἱ ἐξ αὐτοῦ, καὶ οἱ τούτων γείτονες, κατὰ Θεοῦ γνώμην ἐτιμωροῦντο· ἀλλ' ὅμως βούλεται καὶ τούτοις ἡμᾶς συναλγεῖν. Εἰ γὰρ ἡμεῖς πονηροὶ ὄντες, ὅταν τιμωρώμεθα οἰκέτην, ἄν τινα τῶν συνδούλων γελάσαντα ἴδωμεν, καὶ παροξυνόμεθα μᾶλλον, καὶ ἐπ' ἐκεῖνον μετάγομεν τὴν ὀργήν· πολλῷ μᾶλλον ὁ Θεὸς τιμωρήσεται τοὺς ἐφηδομένους τοῖς κολαζομένοις. Εἰ δὲ τοῖς παρὰ Θεοῦ κολαζομένοις οὐκ ἐπεμβαίνειν, ἀλλὰ συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι. Τοῦτο γὰρ ἀγάπης σημεῖον, ταύτην πάντων προτίθησιν ὁ Θεός. Καθάπερ γὰρ ἐπὶ τῆς ἁλουργίδος τῆς βασιλικῆς, ἐκεῖνά ἐστι τὰ τίμια τῶν ἀνθῶν καὶ τῶν χρωμάτων, ἅπερ τὴν χλανίδα κατασκευάζει ταύτην· οὕτω καὶ ἐνταῦθα αὗταί εἰσιν αἱ ἀρεταὶ αἱ τίμιαι, αἵπερ ἂν τὴν ἀγάπην συνέχωσιν. Οὐδὲν δὲ οὕτως ἀγάπην διατηρεῖ, ὡς τὸ μὴ μεμνῆσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων. Μὴ γὰρ οὐκ ἐφρόντισε καὶ θατέρου μέρους ὁ Θεός; μὴ γὰρ οὐκ ὦσε τὸν ἠδικηκότα πρὸς τὸν ἠδικημένον; οὐκ ἀπὸ τοῦ θυσιαστηρίου πέμπει πρὸς ἐκεῖνον αὐτὸν, καὶ μετὰ τὰς καταλλαγὰς ἐπὶ τὴν τράπεζαν αὐτὸν καλεῖ; Ἀλλὰ μὴ διὰ τοῦτο περιμείνῃς ἐκεῖνον ἐλθεῖν, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. ∆ιὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον ὁρίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκέτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος. Τί λέγεις; Ἐχθρὸν ἔχεις, καὶ οὐκ αἰσχύνῃ; Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπι σπώμεθα; Εἴθε μηδὲ ἐκεῖνος ἠθέλησεν ἡμῖν πολεμῆσαι, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν! Οὐκ οἶσθα πόση ἡ ἡδονὴ μετὰ τὰς καταλλαγάς; Τί γὰρ, εἰ καὶ ἐν τῇ ἔχθρᾳ οὐ σφόδρα φαίνεται; Ὅτι γὰρ ἥδιον φιλεῖν τὸν ἀδικοῦντα, ἢ μισεῖν, μετὰ τὸ λυθῆναι τὴν ἔχθραν, τότε δυνήσῃ μαθεῖν καλῶς.
εʹ. Τί τοίνυν τοὺς μαινομένους μιμούμεθα, ἀλλήλους κατεσθίοντες, τῇ οἰκείᾳ σαρκὶ πολεμοῦντες; Ἄκουσον καὶ ἐν τῇ Παλαιᾷ πόσος ἦν ὑπὲρ τούτου λόγος. Ὁδοὶ μνησικάκων εἰς θάνατον. Ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ Θεοῦ ζητεῖ ἴασιν. Καίτοι συνεχώρησεν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· πῶς οὖν ἐγκαλεῖ; Ὅτι κἀκεῖνα συνεχώρησεν, οὐχ ἵνα ἀλλήλοις αὐτὰ ποιῶμεν, ἀλλ' ἵνα δέει τοῦ παθεῖν ἀπεχώμεθα τοῦ τολμᾷν. Καὶ ἄλλως δὲ, ἐκεῖνα μὲν προσκαίρου τινὸς ὀργῆς ἐστι, τὸ δὲ μνησικακεῖν, ψυχῆς πονηρίαν μελετώσης. Ἀλλὰ κακῶς ἔπαθες; Ἀλλ' οὐδὲν τοσοῦτον, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν. Ἄλλως δὲ οὐδὲ δυνατὸν ἄνδρα ἀγαθὸν κακόν τι παθεῖν. Ἔστω γάρ τις καὶ παιδία ἔχων καὶ γυναῖκα, καὶ φιλοσοφείτω, ἐχέτω δὲ καὶ πολλὰς ἀφορμὰς βλάβης, καὶ χρημάτων περιουσίαν, καὶ ἀρχῆς δυναστείαν, καὶ φίλους πολλοὺς, καὶ τιμῆς ἀπολαυέτω, πλὴν φιλοσοφείτω· τοῦτο γὰρ δεῖ προσκεῖσθαι· καὶ προσάγωμεν αὐτῷ τὰς πληγὰς τῷ λόγῳ. Καὶ προσιών τις μοχθηρὸς ἀνὴρ περιβαλλέτω ζημίᾳ· τί οὖν πρὸς τὸν οὐδὲν ἡγούμενον εἶναι χρήματα; Τὰ τέκνα ἀναιρείτω· τί οὖν πρὸς τὸν περὶ ἀναστάσεως φιλοσοφοῦντα; Τὴν γυναῖκα σφαττέτω· καὶ τί τοῦτο πρὸς τὸν πεπαιδευμένον μὴ πενθεῖν τοὺς κεκοι μημένους; Εἰς ἀτιμίαν ἐμβαλλέτω· τί πρὸς τὸν ἄνθος χόρτου τὰ παρόντα ἡγούμενον; Εἰ βούλει, καὶ τὸ σῶμα κολαζέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· τί οὖν πρὸς τὸν μαθόντα, Εἰ καὶ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται, καὶ ὅτι Ἡ θλῖψις δοκιμὴν κατεργάζεται; Ἐγὼ μὲν οὖν μηδὲν βλαβήσεσθαι αὐτὸν ὑπεσχόμην· ὁ δὲ λόγος προϊὼν ἔδειξεν ὅτι καὶ ὠφελεῖται, ἀνακαινούμενος καὶ δόκιμος γινόμενος. Μὴ τοίνυν πρὸς ἑτέρους ἀλγῶμεν, ἑαυτοὺς ἀδικοῦντες, καὶ ἀσθενῆ κατασκευάζοντες τὴν ψυχήν. Οὐ γὰρ τῆς τῶν πλησίον πονηρίας ἐστὶ τοσοῦτον, ὅσον τῆς ἡμετέρας ταλαιπωρίας ἡ ἀλγηδών. ∆ιὰ τοῦτο, κἂν ὑβρίσῃ τις, δακρύομεν καὶ συστελλόμεθα· κἂν ἁρπάσῃ τις, τὸ αὐτὸ πάσχομεν, κατὰ τὰ παιδία ἐκεῖνα τὰ μικρὰ, ἅπερ οἱ τῶν ὁμηλίκων ἀστειότεροι παροξύνουσιν ὑπὲρ οὐδενὸς [ἀναγκαίου, ἀλλ'] ἀπὸ μικρῶν προφάσεων λυποῦντες· ἀλλ' ὅμως κἀκεῖνα, ἂν μὲν ἴδωσι κνιζόμενα, ἐπιμένουσι δάκνοντες· ἂν δὲ γελῶντα, καὶ ἀφίστανται. Ἀλλ' ἡμεῖς καὶ τούτων ἀνοητότεροι, ὑπὲρ ὧν ἔδει γελᾷν, ὑπὲρ τούτων ὀδυρόμενοι. ∆ιὸ παρακαλῶ, τὴν παιδικὴν ταύτην διάνοιαν ἀφέντες, τῶν οὐρανῶν ἐπιλαβώμεθα. Καὶ γὰρ ἄνδρας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται, ἄνδρας τελείους. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶ, λέγων, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Νηπιάσωμεν τοίνυν τῇ κακίᾳ, καὶ τὴν πονηρίαν φυγόντες, τῆς ἀρετῆς ἐπιλαβώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Πʹ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμω νος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβα στρον μύρου ἔχουσα βαρυτίμου, καὶ ἐξέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
αʹ. Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δέ· ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι· ἀλλ' ἑτέρα τις θαυμαστὴ, ἡ τοῦ Λαζάρου ἀδελφή. Οὐχ ἁπλῶς δὲ τῆς λέπρας μέμνηται τοῦ Σίμωνος ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δείξῃ πόθεν θαῤῥοῦσα προσῆλθεν ἡ γυνή. Ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἐδόκει ἀκάθαρτον εἶναι πάθος καὶ βδελυκτὸν, εἶδε δὲ τὸν Ἰησοῦν καὶ θεραπεύσαντα τὸν ἄνθρωπον (οὐ γὰρ ἂν εἵλετο μεῖναι παρὰ τῷ λεπρῷ), καὶ καταχθέντα παρ' αὐτῷ, ἐθάρσησεν ὅτι καὶ τὴν τῆς ψυχῆς αὐτῆς ἀκαθαρσίαν ἀποσμήξει ῥᾳδίως. Οὐχ ἁπλῶς δὲ καὶ τὴν πόλιν φησὶ, τὴν Βηθανίαν, ἀλλ' ἵνα μάθῃς, ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ὁ γὰρ πρὸ τούτου διαδιδράσκων αὐτοὺς, ὅτε μάλιστα ἐξήφθη αὐτῶν ἡ βασκανία, τότε πλησίον ἔρχεται ὡς ἀπὸ σταδίων δεκαπέντε· οὕτως οἰκονομίας ἦν καὶ τὸ πρότερον ἀναχωρεῖν. Ἰδοῦσα τοίνυν αὐτὸν ἡ γυνὴ, καὶ τὸ θαῤῥεῖν λαβοῦσα ἐντεῦθεν, προσῄει. Εἰ γὰρ ἡ αἱμοῤῥοοῦσα, καίτοι οὐδὲν ἑαυτῇ συνειδυῖα τοιοῦτον, διὰ τὴν ἀπὸ τῆς φύσεως δοκοῦσαν εἶναι ἀκαθαρσίαν, τρέμουσα καὶ δεδοικυῖα προσῆλθε· πολλῷ μᾶλ λον ταύτην ὀκνεῖν καὶ ἀναδύεσθαι εἰκὸς ἦν, διὰ τὸ πονηρὸν συνειδός. ∆ιὸ καὶ μετὰ πολλὰς γυναῖκας, τὴν Σαμαρεῖτιν, τὴν Χαναναίαν, τὴν αἱμοῤῥοοῦσαν, καὶ ἑτέρας πλείους προσέρχεται, διὰ τὸ πολλὴν ἑαυτῇ συνειδέναι ἀσέλγειαν· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ' ἐν οἰκίᾳ. Καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη τιμῆς ἕνεκεν προσῄει μόνης, καὶ τῆς κατὰ ψυχὴν διορθώσεως. Οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν· ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειε. Καὶ οὐδὲ ὡς ἀνθρώπῳ προσῄει ψιλῷ· οὐ γὰρ ἂν ταῖς θριξὶ κατέμαξεν· ἀλλ' ὡς μείζονι ἢ κατὰ ἄνθρωπον. ∆ιὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, φησὶ, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι τοῖς πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπε· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Καὶ πόθεν αὐτοῖς αὕτη ἡ διάνοια; Ἤκουον τοῦ διδασκάλου λέγοντος, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, καὶ τοῖς Ἰουδαίοις ἐγκαλοῦντος, ὅτι τὰ βαρύτερα ἠφίεσαν, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν, καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης διαλεχθέντος καὶ ἀπὸ τούτων συνελογίζοντο πρὸς ἑαυτοὺς καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν, πολλῷ μᾶλλον τοῦ ἐλαίου τὴν χρίσιν. Ἀλλ' οὗτοι μὲν οὕτως ἐνόμιζον· ὁ δὲ τὴν διάνοιαν αὐτῆς ὁρῶν, ἀφίησι. Καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή· διὸ καὶ σφόδρα συγκαταβαίνων, συνεχώρησε καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι τὸ ἔλαιον. Εἰ γὰρ ἄνθρωπος γενέσθαι, καὶ κυοφορηθῆναι, καὶ γαλακτοτροφηθῆναι οὐ παρῃτήσατο, τί θαυμάζεις εἰ τοῦτο οὐ διακρούεται; Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτοῦ κνίσης ἠνέσχετο καὶ καπνοῦ, οὕτω καὶ αὐτὸς τῆς πόρνης, ὅπερ ἔφθην εἰπὼν, τὴν αὐτῆς διάνοιαν ἀποδεχόμενος. Καὶ γὰρ ὁ Ἰακὼβ στήλην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο. Ἀλλ' οἱ μαθηταὶ τὴν γνώμην αὐτῆς οὐκ εἰδότες, ἀκαίρως ἐμέμφοντο, καὶ δι' ὧν ἐνεκάλουν, δεικνύουσι τῆς γυναικὸς τὴν φιλοτιμίαν. Εἰπόντες γὰρ, ὅτι Ἠδύνατο τριακοσίων δηναρίων πραθῆναι, ἔδειξαν ὅσον ἀνάλωσεν εἰς τὸ μύρον αὕτη, καὶ ὅσην ἐπεδείξατο τὴν μεγαλοψυχίαν. ∆ιὸ καὶ ἐπετίμα αὐτοῖς, λέγων· Τί κόπους παρέχετε τῇ γυναικί; Καὶ λογισμὸν προστίθησι, βουλόμενος αὐτοὺς πάλιν ἀναμνῆσαι τοῦ πάθους· Εἰς τὸν ἐνταφιασμόν μου γὰρ, φησὶν, ἐποίησε. Καὶ ἕτερον λογισμόν· Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· καὶ, Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη. Εἶδες πῶς πάλιν τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ, καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου, εἴγε τοσαύτη μετὰ τὸν σταυρὸν ἡ δύναμις ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα; Τίς οὖν οὕτως ἄθλιος, ὡς πρὸς τοσαύτην ἀντιβλέψαι ἀλήθειαν; Ἰδοὺ γὰρ ὅπερ εἶπε, γέγονε· καὶ ὅπουπερ ἂν ἀπέλθῃς τῆς οἰκουμένης, ὄψει καὶ ταύτην ἀνακηρυττομένην. Καίτοι οὐδὲ τὸ πρόσωπον ἐπίσημον ἦν, οὔτε μάρτυρας ἔχον πολλοὺς, οὔτε ἐν θεάτρῳ τὸ γεγενημένον, ἀλλ' ἐν οἰκίᾳ, καὶ ἐν οἰκίᾳ λεπροῦ τινος, τῶν μαθητῶν μόνων παρόντων.
βʹ. Τίς οὖν αὐτὸ ἐξήχησε καὶ διαδοθῆναι ἐποίησεν; Ἡ τοῦ ταῦτα λέγοντος δύναμις. Καὶ βασιλέων μὲν μυρίων καὶ στρατηγῶν ἀνδραγαθήματα, ὧν καὶ τὰ ὑπομνήματα μένει, σεσίγηνται· καὶ πόλεις ἀναστήσαντες, καὶ τείχη περιβαλόντες, καὶ πολέμους νικήσαντες, καὶ τρόπαια στήσαντες, καὶ ἔθνη πολλὰ δουλωσάμενοι, οὐδὲ ἐξ ἀκοῆς, οὐδὲ ἐξ ὀνόματός εἰσι γνώριμοι, καίτοι καὶ ἀνδριάντας ἀναστήσαντες καὶ νόμους θέντες· ὅτι δὲ πόρνη γυνὴ ἔλαιον ἐξέχεεν ἐν οἰκίᾳ λεπροῦ τινος, δέκα ἀνδρῶν παρόντων, τοῦτο πάντες ᾄδουσι κατὰ τὴν οἰκουμένην, καὶ χρόνος τοσοῦτος διῆλθε, καὶ ἡ μνήμη τοῦ γενομένου οὐκ ἐμαράνθη· ἀλλὰ καὶ Πέρσαι, καὶ Ἰνδοὶ, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Σαυρομάται, καὶ τὸ Μαύρων γένος, καὶ οἱ τὰς Βρεττανικὰς νήσους οἰκοῦντες τὸ ἐν Ἰουδαίᾳ γενόμενον λάθρα ἐν οἰκίᾳ παρὰ γυναικὸς πεπορνευμένης περιφέρουσι. Μεγάλη ἡ φιλανθρωπία τοῦ ∆εσπότου. Πόρνης ἀνέχεται, πόρνης πόδας φιλούσης, καὶ βρεχούσης ἐλαίῳ, καὶ καταμασσούσης ταῖς θριξὶ, καὶ προσίεται, καὶ ἐπιτιμᾷ τοῖς ἐγκαλοῦσιν. Οὐδὲ γὰρ ἔδει ὑπὲρ τοσαύτης σπουδῆς ἐξαπορηθῆναι τὴν γυναῖκα. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἦσαν λοιπὸν ὑψηλοὶ καὶ πρόθυμοι πρὸς ἐλεημοσύνην. Καὶ διατί μὴ ἁπλῶς εἶπεν, ὅτι Ἔργον καλὸν ἐποίησεν· ἀλλὰ πρότερον, Τί κόπους παρέχετε τῇ γυναικί; Ἵνα μάθωσι μὴ ἐκ προοιμίων τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν. ∆ιὰ τοῦτο οὐδὲ αὐτὸ καθ' ἑαυτὸ ἁπλῶς τὸ πρᾶγμα ἐξετάζει, ἀλλὰ μετὰ τοῦ προσώπου τῆς γυναικός. Καίτοι εἰ ἐνομοθέτει, οὐκ ἂν προσέθηκε τὴν γυναῖκα· ἀλλ' ἵνα μάθῃς, ὅτι δι' αὐτὴν ταῦτα εἴρηται, ἵνα μὴ τὴν βλαστήσασαν αὐτῆς πίστιν πηρώσωσιν, ἀλλ' ἐκθρέψωσι μᾶλλον, διὰ τοῦτό φησι, παιδεύων ἡμᾶς ὅπερ ἂν γίνηται καλὸν παρ' ὁτουοῦν, κἂν μὴ σφόδρα ἠκριβωμένον ᾖ, δέχεσθαι αὐτὸ καὶ θάλπειν, καὶ ἐπὶ τὸ μεῖζον ἄγειν, καὶ μὴ παρὰ τὴν ἀρχὴν πᾶσαν ἐπιζητεῖν ἀκρίβειαν. Ἐπεὶ ὅτι γε καὶ αὐτὸς τοῦτο μᾶλλον ἠβούλετο, δῆλον ἐξ ὧν καὶ γλωσσόκομον βαστάζεσθαι ἐκέλευσεν, ὁ μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι. Ἀλλὰ τότε οὐκ ἀπῄτει τοῦτο ὁ καιρὸς, ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ' ὥστε ἀποδέξασθαι μόνον. Ὥσπερ γὰρ εἴ τις αὐτὸν ἤρετο χωρὶς τοῦ ποιῆσαι τοῦτο τὴν γυναῖκα, οὐκ ἂν τοῦτο ἀπεφήνατο· οὕτως ἐπειδὴ ἐποίησεν, εἰς ἓν ὁρᾷ λοιπὸν, ὅπως ἂν μὴ διαπορηθῇ ἐκ τῆς τῶν μαθητῶν ἐπιτιμήσεως, ἀλλ' ἐκ τῆς αὐτοῦ θεραπείας εὐθυμοτέρα γενομένη καὶ ἀμείνων ἀπέλθῃ. Καὶ γὰρ μετὰ τὸ χυθῆναι τὸ ἔλαιον, οὐδὲ καιρὸν εἶχεν αὐτῶν ἡ ἐπιτίμησις. Καὶ σὺ τοίνυν ἂν μέν τινα ἴδῃς σκεύη κατασκευάσαντα ἱερὰ καὶ προσάγοντα, ἢ ἄλλον τινὰ Ἐκκλησίας κόσμον περὶ τοίχους καὶ ἔδαφος φιλοπονοῦντα, μὴ κέλευε πραθῆναι, ἢ ἀνατραπῆναι τὸ γινόμενον, ἵνα μὴ πηρώσῃς αὐτοῦ τὴν προθυμίαν. Ἂν δὲ πρὶν ἢ κατασκευάσαι τις ἔρηται, κέλευε δοθῆναι πτωχοῖς· ἐπεὶ καὶ αὐτὸς, ὥστε μὴ πηρῶσαι τὴν γνώμην τῆς γυναικὸς, τοῦτο ἐποίησε, καὶ ὅσα φησὶν, εἰς παραμυθίαν αὐτῆς λέγει. Εἶτα ἐπειδὴ εἶπεν, Εἰς τὸν ἐνταφιασμόν μου ἐποίησεν· ἵνα μὴ δόξῃ ἀπορεῖν τὴν γυναῖκα, τοῦ τοιούτου πράγματος ἀναμνήσας, τάφου καὶ θανάτου λέγω, ὅρα διὰ τῶν ἑξῆς πῶς αὐτὴν ἀνακτᾶται πάλιν λέγων· Ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται ὃ ἐποίησεν αὕτη. Τοῦτο δὲ καὶ τῶν μαθητῶν παραμυθία, κἀκείνης παράκλησις καὶ ἔπαινος ἦν. Πάντες γὰρ αὐτὴν, φησὶν, ᾄσονται μετὰ ταῦτα· καὶ νῦν δὲ προανεκήρυξε τὸ πάθος, τὰ πρὸς κηδείαν προσάγουσα· μὴ τοίνυν τις αὐτῇ ἐπιτιμάτω. Ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ μέμψασθαι ὡς οὐκ ὀρθῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον, ἀλλ' ὁ κόσμος εἴσεται τὸ ἐν οἰκίᾳ εἰργασμένον καὶ ἐν κρυπτῷ. Καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γεγενημένον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς. Καὶ διατί μηδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; Ἀπὸ τούτων καὶ περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζων. Εἰ γὰρ ἔργον καλὸν ἐποίησεν, εὔδηλον ὅτι καὶ μισθὸν ἄξιον λήψεται. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ παραδώσω ὑμῖν αὐτόν; Τότε, πότε; Ὅτε ταῦτα ἐλέγετο, ὅτε εἶπεν, Εἰς τὸν ἐνταφιασμόν· καὶ οὐδὲ ἐντεῦθεν κατενύγη, οὔτε ἀκούσας, ὅτι κηρυχθήσεται τὸ εὐαγγέλιον πανταχοῦ, ἔδεισε· (καὶ γὰρ δυνάμεως ἀφάτου τὸ εἰρημένον ἦν·) ἀλλ' ὅτε γυναῖκες τοσαύτην ἐπεδείξαντο τιμὴν, καὶ γυναῖκες πεπορνευμέναι, τότε αὐτὸς τὰ διαβόλου εἰργάζετο. Τί δήποτε λέγουσιν αὐτοῦ τὸ παράσημον; Ὅτι ἦν καὶ ἄλλος Ἰούδας. Καὶ οὐδὲ παραιτοῦνται εἰπεῖν, ὅτι ἀπὸ τῶν δώδεκα ἦν· οὕτως οὐδὲν κρύπτουσι τῶν δοκούντων εἶναι ἐπονειδίστων. Καίτοι ἐνῆν εἰπεῖν οὕτως ἁπλῶς, ὅτι τῶν μαθητῶν αὐτοῦ τις ἦν· ἦσαν γὰρ καὶ ἄλλοι. Νῦν δὲ προστιθέασι, Τῶν δώδεκα, ὡσανεὶ ἔλεγον, τοῦ πρώτου χοροῦ τῶν ἀριστίνδην ἐξειλεγμένων, τῶν μετὰ Πέτρου καὶ Ἰωάννου. Ἑνὸς γὰρ αὐτοῖς ἔμελε, τῆς ἀληθείας μόνης, οὐ τοῦ συσκιάσαι τὰ γινόμενα. ∆ιὰ τοῦτο τῶν μὲν σημείων πολλὰ παρατρέχουσι, τῶν δὲ δοκούντων ἐπονειδίστων εἶναι οὐδὲν ἀποκρύπτονται, ἀλλὰ κἂν ῥῆμα, κἂν πρᾶγμα, κἂν ὁτιοῦν ᾖ τοιοῦτον, μετὰ παῤῥησίας ἀνακηρύττουσι.
γʹ. Καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τὰ ὑψηλότερα φθεγγόμενος Ἰωάννης. Αὐτὸς γὰρ μάλιστα λέγει καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη τὰ εἰς αὐτὸν γενόμενα. Καὶ ὅρα πόση ἡ κακία τοῦ Ἰούδα, ὅταν αὐτομάτως προσίῃ, ὅταν ἀργυρίου τοῦτο ποιῇ, καὶ ἀργυρίου τοσούτου. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι τοῖς στρατηγοῖς συνέθετο. Ἐπειδὴ γὰρ ἐστασίαζον οἱ Ἰουδαῖοι, τοὺς τῆς εὐταξίας αὐτῶν ἐπιμελησομένους ἐπέστησαν αὐτοῖς οἱ Ῥωμαῖοι. Καὶ γὰρ ἡ ἀρχὴ αὐτῶν μεταπεσοῦσα λοιπὸν ἦν κατὰ τὴν προφητείαν. Τούτοις οὖν προσελθών φησι· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Καὶ γὰρ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον ἀπολαβεῖν ἤθελεν. Ὢ τῆς ἀνοίας! πῶς αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία! Ὁ γὰρ πολλάκις ἰδὼν αὐτὸν διὰ μέσου διελθόντα, καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ θεότητος καὶ δυνάμεως πολλὰς παρασχόντα τὰς ἀποδείξεις, προσεδόκησεν αὐτὸν καθέξειν· καὶ ταῦτα, τοσαῦτα αὐτῷ κατεπᾴδοντα καὶ φοβερὰ καὶ προσηνῆ ῥήματα, ὥστε καταλῦσαι τὴν πονηρὰν ταύτην ἔννοιαν. Οὐδὲ γὰρ ἐν τῷ δείπνῳ ταύτης ἀπέστη τῆς ἐπιμελείας, ἀλλ' ἕως ἐσχάτης ἡμέρας ὑπὲρ τούτων αὐτῷ διελέγετο. Ἀλλ' οὐδὲν ἐκεῖνος ἐκέρδανεν. Οὐ μὴν διὰ τοῦτο ὁ ∆εσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, μὴ διαλιμπάνωμεν πάντα ποιοῦντες εἰς τοὺς ἁμαρτάνοντας καὶ ῥᾳθύμους, νουθετοῦντες, διδάσκοντες, παρακαλοῦντες, παραινοῦντες, συμβουλεύοντες, κἂν μηδὲν ὠφελῶμεν. Καὶ γὰρ ὁ Χριστὸς προῄδει τὸ ἀδιόρθωτον τοῦ προδότου· ἀλλ' ὅμως οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων, καὶ νουθετῶν, καὶ ἀπειλῶν, καὶ ταλανίζων, καὶ οὐδαμοῦ σαφῶς, οὐδὲ δήλως, ἀλλ' ἐπικεκρυμμένως. Ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς προδοσίας καὶ φιλῆσαι αὐτὸν κατεδέξατο· ἀλλ' οὐδὲν ἐκεῖνον ὤνησε τοῦτο. Τοσοῦτον ἡ φιλαργυρία κακόν· αὕτη γὰρ αὐτὸν καὶ προδότην καὶ ἱερόσυλον ἐποίησεν. Ἀκούσατε, πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε καὶ φυλάξασθε τὸ πάθος. Εἰ γὰρ ὁ συνὼν τῷ Χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύτης ἀπολαύσας διδασκαλίας, ἐπειδὴ μὴ ἀπηλλάγη τοῦ νοσήματος, εἰς τοσοῦτον κατηνέχθη βάραθρον· πολλῷ μᾶλλον ὑμεῖς, οἱ μηδὲ Γραφῶν ἀκούοντες, οἱ διαπαντὸς τοῖς παροῦσι προσηλωμένοι, εὐάλωτοι τῷ πάθει τούτῳ γενήσεσθε, εἰ μὴ συνεχοῦς ἀπολαύοιτε ἐπιμελείας. Καθ' ἑκάστην ἡμέραν συνῆν ἐκεῖνο. τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ' ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν, δι' ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας ἔχειν, καὶ ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς σὺ προσδοκᾷς διαφεύξεσθαι τὸ νόσημα, μὴ σφοδρᾶς ἀπολαύων θεραπείας, καὶ πολλῇ τῇ σπουδῇ κεχρημένος; ∆εινὸν γὰρ, δεινὸν τουτὶ τὸ θηρίον· ἀλλ' ὅμως ἂν ἐθέλῃς, ῥᾳδίως περιέσῃ. Οὐ γάρ ἐστιν ἡ ἐπιθυμία φυσική· καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς. Τὰ γὰρ τῆς φύσεως κοινὰ πάντων ἐστίν· αὕτη δὲ ἐκ ῥᾳθυμίας ἡ ἐπιθυμία γίνεται μόνης· ἐντεῦθεν φύεται, ἐντεῦθεν αὔξεται· καὶ τοὺς πρὸς αὐτὴν κεχηνότας ὅταν ἕλῃ, παρὰ φύσιν ποιεῖ ζῇν. Ὅταν γὰρ ἀγνοῶσι τοὺς ὁμοφύλους, τοὺς φίλους, τοὺς ἀδελφοὺς, τοὺς συγγενεῖς, ἅπαντας ἁπλῶς, καὶ μετὰ τούτων καὶ ἑαυτοὺς, παρὰ φύσιν τοῦτό ἐστι ζῇν. Ὅθεν δῆλον, ὅτι παρὰ φύσιν ἡ κακία, καὶ τὸ τῆς φιλαργυρίας νόσημα, ᾧ καὶ Ἰούδας περιπεσὼν, προδότης ἐγένετο. Καὶ πῶς τοιοῦτος γέγονε, φησὶ, κληθεὶς ὑπὸ τοῦ Χριστοῦ; Ὅτι οὐκ ἀναγκαστικὴ τοῦ Θεοῦ ἡ κλῆσις, οὐδὲ βιάζεται τὴν γνώμην τῶν μὴ βουλομένων ἀρετὴν ἑλέσθαι, ἀλλὰ παραινεῖ μὲν καὶ συμβουλεύει, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πεῖσαι γενέσθαι χρηστούς· εἰ δὲ μὴ ἀνάσχοιντό τινες, οὐκ ἀναγκάζει. Εἰ δὲ βούλει μαθεῖν, πόθεν αὐτὸς γέγονε τοιοῦτος, εὑρήσεις ἀπὸ τῆς φιλαργυρίας αὐτὸν ἀπολωλότα. Καὶ πῶς ὑπὸ τοῦ πάθους ἑάλω τούτου; φησίν. Ἐπειδὴ ἐῤῥᾳθύμησεν. Ἐντεῦθεν γὰρ αἱ τοιαῦται μεταβολαὶ, ὥσπερ οὖν ἀπὸ σπουδῆς αἱ πρὸς τὸ ἐναντίον. Πόσοι γοῦν βίαιοι γενόμενοι, προβάτων εἰσὶν ἡμερώτεροι νῦν; πόσοι ἀσελγεῖς, σώφρονες μετὰ ταῦτα κατέστησαν; πόσοι πλεονέκται πρὸ τούτου, νῦν δὲ καὶ τὰ ἑαυτῶν ἔῤῥιψαν; Καὶ τοὐναντίον πάλιν ἀπὸ ῥᾳθυμίας συνέβη. Καὶ γὰρ ὁ Γιεζῆ ἀνδρὶ ἁγίῳ συνέζη, καὶ γέγονε μοχθηρὸς καὶ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ νοσήματος. Τὸ γὰρ πάντων χαλεπώτατον τοῦτο τὸ πάθος. Ἐντεῦθεν τυμβωρύχοι, ἐντεῦθεν ἀνδροφόνοι, ἐντεῦθεν πόλεμοι καὶ μάχαι, καὶ ὅπερ ἂν εἴπῃς κακὸν, ἐντεῦθεν. Καὶ πανταχοῦ ἄχρηστος ὁ τοιοῦτος, ἄν τε στρατηγῆσαι, ἄν τε δημαγωγῆσαι δέῃ· μᾶλλον δὲ οὐκ ἐν τοῖς κοινοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις. Κἂν γυναῖκα ἄγεσθαι μέλλῃ, οὐ λήψεται τὴν ἐνάρετον, ἀλλὰ τὴν πασῶν φαυλοτάτην· κἂν οἰκίαν πρίασθαι, οὐ τὴν ἐλευθέρῳ πρέπουσαν, ἀλλὰ τὴν πολὺν δυναμένην τὸν μισθὸν ἐνεγκεῖν· κἂν οἰκέτας, κἂν ὁτιοῦν ἕτερον ὠνεῖσθαι μέλλῃ, τὸ φαυλότατον λήψεται. Καὶ τί λέγω στρατηγίαν, καὶ δημαγωγίαν, καὶ οἰκονομίας; Κἂν γὰρ βασιλεὺς ᾖ, πάντων ἐστὶν ἀθλιώτερος, καὶ λύμη τῆς οἰκουμένης, καὶ πάντων πενέστερος. Ὡς γὰρ εἷς τῶν πολλῶν διακείσεται, οὐχὶ τὰ πάντων αὐτοῦ νομίζων εἶναι, ἀλλ' αὐτὸν ἕνα τῶν πάντων· καὶ τὰ πάντων ἁρπάζων, πάντων ἐλάττονα ἔχειν νομίζει. Τῇ γὰρ τῶν οὐδέπω κτηθέντων ἐπιθυμίᾳ τὰ παρόντα μετρῶν, οὐδὲν ταῦτα πρὸς ἐκεῖνα εἶναι ἡγήσεται.
δʹ. ∆ιὸ καί τίς φησι· Φιλαργύρου μὲν οὐδὲν ἀνομώτερον. Ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινὸς περιέρχεται τῆς οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη· δυσχεραίνων πρὸς τὴν εὐετηρίαν, ἐν τοῖς κοινοῖς ἀγαθοῖς συνεσταλμένος· πᾶσαν ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον λαβεῖν· πάντα ὑπομένων, ὅθεν καὶ δύο συλλέξαι μόνον ὀβολοὺς ἔνι· ἅπαντας μισῶν, τοὺς πένητας, τοὺς πλουτοῦντας· τοὺς μὲν πένητας, μήποτε προσελθόντες αἰτήσωσι· τοὺς δὲ πλουτοῦντας, ὅτι μὴ τὰ ἐκείνων ἔχει. Ἅπαντας τὰ αὐτοῦ νομίζει κεκτῆ σθαι, καὶ ὡς παρὰ πάντων ἠδικημένος, οὕτω πρὸς πάντας δυσχεραίνει. Πλησμονὴν οὐκ οἶδε, κόρον οὐκ ἐπίσταται, πάντων ἐστὶν ἀθλιώτερος· ὥσπερ οὖν ὁ τούτων ἀπηλλαγμένος καὶ φιλοσοφῶν, ζηλωτότερος πάντων. Ὁ μὲν γὰρ ἐνάρετος, κἂν οἰκέτης ᾖ, κἂν δεσμώτης, πάντων ἐστὶ μακαριώτερος. Οὐδεὶς γὰρ αὐτὸν ποιήσει κακῶς, οὐδ' ἂν οἱ ἐκ τῆς οἰκουμένης συνέλθωσιν ἅπαντες, ὅπλα καὶ στρατόπεδα κινοῦντες, καὶ πολεμοῦντες αὐτῷ. Ὁ δὲ μοχθηρὸς καὶ φαῦλος, καὶ τοιοῦτος οἷον διεγράψαμεν, κἂν βασιλεὺς ᾖ, κἂν μυρία περικέηται διαδήματα, καὶ παρὰ τοῦ τυχόντος τὰ ἔσχατα πείσεται. Οὕτως ἡ κακία ἀσθενές· οὕτως ἰσχυρὸν ἡ ἀρετή. Τί τοίνυν πενθεῖς ἐν πενίᾳ ὤν; τί θρηνεῖς ἑορτὴν ἄγων; καὶ γὰρ ἑορτῆς ὁ καιρός. Τί κλαίεις; καὶ γὰρ πανήγυρις ἡ πτωχεία, ἂν σωφρονῇς. Τί ὀδύρῃ, παιδίον; παιδίον γὰρ δεῖ τὸν τοιοῦτον καλεῖν. Ἐτύπτησέ σε ὁ δεῖνα; Καὶ τί τοῦτο; καρτερικώτερον ἐποίησεν. Ἀλλ' ἀφείλετο χρήματα; Τὸ πλέον ὑπετέμετο τοῦ φορτίου. Ἀλλὰ τὴν δόξαν περιέκοψε; Πάλιν ἄλλης ἐλευθερίας εἶδός μοι λέγεις. Ἄκουσον καὶ τῶν ἔξωθεν ταῦτα φιλοσοφούντων, καὶ λεγόντων· Οὐδὲν κακὸν πέπονθας, ἂν μὴ προσποιῇ. Ἀλλὰ τὴν οἰκίαν ἀφείλετο, τὴν μεγάλην ἐκείνην καὶ περιβόλους ἔχουσαν; Ἀλλ' ἰδοὺ πᾶσα ἡ γῆ ἐνώπιόν σου, τὰ δημόσια οἰκοδομήματα, εἴτε εἰς τέρψιν, εἴτε εἰς χρείαν ἔχειν ἐθέλοις. Καὶ τί τερπνότερον ἢ ὡραιότερον τοῦ στερεώματος τοῦ οὐρανοῦ; Μέχρι τίνος πτωχοὶ καὶ πένητες; Οὐκ ἔστι πλούσιον εἶναι τὸν μὴ ψυχῇ πλουτοῦντα· ὥσπερ οὐκ ἔνι πτωχὸν εἶναι τὸν μὴ ἐν διανοίᾳ ἔχοντα τὴν πενίαν. Εἰ γὰρ κυριώτερον τοῦ σώματος ἡ ψυχὴ, οὐκ ἰσχύει τὰ ἀκυρότερα αὐτὴν διαθεῖναι πρὸς ἑαυτά· ἀλλ' ἡ κυρία τὰ μὴ οὕτω κύρια πρὸς ἑαυτὴν ἐφέλκεται καὶ μεταβάλλει. Καὶ γὰρ ἡ καρδία, ὅταν τινὰ δέξηται βλάβην, ἅπαν τὸ σῶμα οὕτω διατίθησι· κἂν δύσκρατος γένηται, τῷ παντὶ λυμαίνεται· κἂν εὔκρατος, τὸ πᾶν ὀνίνησιν. Ἂν δέ τι τῶν λοιπῶν διαφθαρῇ, ταύτης μενούσης ὑγιοῦς, εὐκόλως κἀκείνων τὴν λύμην ἀποτινάσσεται. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, τί κλάδων ὄφελος, εἰπέ μοι, χλωρῶν, ὅταν ἡ ῥίζα μαραίνηται; τί δὲ βλάβος τῶν ἄνωθεν ξηρανθέντων φύλλων, ταύτης οὔσης ὑγιοῦς; Οὕτω καὶ ἐνταῦθα οὐδὲν ὄφελος χρημάτων, ψυχῆς οὔσης πενιχρᾶς· οὐδὲ βλάβος πενίας, ψυχῆς οὔσης πλουσίας. Καὶ πῶς ἂν γένοιτο πλουσία, φησὶ, ψυχὴ, ἐν πενίᾳ χρημάτων οὖσα; Μάλιστα ἂν τότε γένοιτο· τότε γὰρ καὶ πλουτεῖν εἴωθεν. Εἰ γὰρ, καθὼς πολλάκις ἐδείξαμεν, τοῦτο πλουτοῦντος τεκμήριον, τὸ καταφρονεῖν χρημάτων καὶ μηδενὸς δεῖσθαι, καὶ πενίας πάλιν τὸ δεῖσθαι· εὐκολώτερον δ' ἄν τις ἐν πενίᾳ ἢ ἐν πλούτῳ καταφρονήσειε χρημάτων· εὔδηλον ὅτι μάλιστα τὸ ἐν πενίᾳ εἶναι μᾶλλον ποιεῖ πλουτεῖν. Καὶ γὰρ ὅτι μᾶλλον ἐφίεται χρημάτων ὁ πλούσιος ἢ ὁ πένης, παντί που δῆλον· ὥσπερ ὁ μεθύων μᾶλλον διψᾷ τοῦ μετασχόντος αὐτάρκως τοῦ πόματος. Οὐδὲ γὰρ τοιαύτη ἐστὶν ἡ ἐπιθυμία, ὥστε τῷ πλείονι σβέννυσθαι, ἀλλὰ τοὐναντίον ἀνάπτεσθαι πέφυκε τούτῳ. Καὶ γὰρ τὸ πῦρ ὅταν πλείονα λάβῃ τροφὴν, τότε μάλιστα ἀγριοῦται· καὶ ἡ τῶν χρημάτων ἐπιθυμία, ὅταν πλέον ἐμβάλῃς χρυσίον, τότε μάλιστα αἴρεται. Εἰ τοίνυν τὸ πλειόνων ἐφίεσθαι, πενίας, ὁ δὲ ἐν πλούτῳ τοιοῦτος, οὗτος μάλιστα ἐν πενίᾳ. Ὁρᾷς ὅτι τότε μάλιστα πένεται ἡ ψυχὴ, ὅταν πλουτῇ, καὶ τότε πλουτεῖ, ὅταν ἐν πενίᾳ ᾖ; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπων τὸν λόγον γυμνάσωμεν, καὶ ἔστωσαν δύο τινὲς, ὁ μὲν ἔχων μυρία τάλαντα, ὁ δὲ δέκα· καὶ ἀμφοτέρους ταῦτα ἀφαιρώμεθα· τίς οὖν μᾶλλον ἀλγήσει; Ὁ τὰ μυρία ἀπολέσας. Οὐκ ἂν δὲ μᾶλλον ἤλγησεν, εἰ μὴ μᾶλλον ἐφίλει· εἰ δὲ μᾶλλον φιλεῖ, μᾶλλον ἐπιθυμεῖ· εἰ δὲ ἐπιθυμεῖ μᾶλλον, μᾶλλόν ἐστιν ἐν πενίᾳ. Τούτου γὰρ μάλιστα ἐπιθυμοῦμεν, οὗ μάλιστα ἐν ἐνδείᾳ ἐσμέν· ἀπὸ γὰρ ἐνδείας ἡ ἐπιθυμία. Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν οὐκ ἔστιν εἶναι. Καὶ γὰρ τότε μάλιστα διψῶμεν, ὅταν ἐνδεῶς ἔχωμεν ποτοῦ. Ταῦτα δέ μοι ἅπαντα εἴρηται, ὥστε δεῖξαι, ὅτι ἂν νήφωμεν, οὐδεὶς ἡμᾶς λυμανεῖται· καὶ ὅτι οὐ παρὰ πενίαν, ἀλλὰ παρ' ἡμᾶς αὐτοὺς ἡ βλάβη γίνεται. ∆ιὸ παρακαλῶ πάσῃ σπουδῇ τὴν νόσον τῆς φιλαργυρίας ἐκβαλεῖν, ἵνα καὶ ἐνταῦθα πλουτῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΑʹ. Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ
Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὁ δὲ εἶπεν· Ὑπάγετε
εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ ∆ιδάσκαλος λέγει, Ὁ καιρός μου
ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
αʹ. Πρώτην τῶν ἀζύμων, τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν· καὶ ταύτης μνημονεύει, καθ' ἢν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι· τῇ γὰρ πέμπτῃ τοῦ σαββάτου προσῆλθον. Καὶ ταύτην ὁ μὲν τὴν πρὸ τῶν ἀζύμων καλεῖ, τὸν καιρὸν λέγων, καθ' ὃν προσῆλθον· ὁ δὲ οὕτω λέγει· Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾖ ἔδει θύεσθαι τὸ πάσχα· τὸ, Ἦλθε, τοῦτο λέγων, Ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης. Ἀπὸ γὰρ τῆς ἑσπέρας ἤρχοντο· διὸ καὶ ἕκαστος προστίθησιν, Ὅτε ἐθύετο τὸ πάσχα. Καὶ λέγουσι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία, οὐκ ἦν καταγώγιον· ἐγὼ δὲ οἶμαι μηδὲ αὐτοὺς ἔχειν. Ἦ γὰρ ἂν αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. Ἀλλ' οὐκ ἦν οὐδὲ τούτοις, πᾶσιν ἀποταξαμένοις λοιπόν. Τίνος δὲ ἕνεκεν τὸ πάσχα ἐπετέλει ∆ιὰ πάντων δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐ ἔστιν ἐναντίος τῷ νόμῳ. Καὶ τί δήποτε πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; ∆εικνὺς κἀντεῦθεν, ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο μὴ παθεῖν; Καὶ ὅπερ ἐπὶ τῆς ὄνου ἐποίησε, τοῦτο καὶ ἐνταῦθα Καὶ γὰρ ἐκεῖ φησιν· Ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· οὕτω καὶ ἐνταῦθα· Ὁ ∆ιδάσκαλος εἶπε, Πρὸς σὲ ποιῶ τὸ πάσχα. Ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὢν, ἀλλ' ὅτι προσδοκῶν ἔχθραν ἐπισπάσασθαι τοσαύτην καὶ πόλεμον ἄσπονδον, κατεφρόνησε τῆς τῶν πολλῶν ἀπεχθείας. Εἶτα ἐπειδὴ ἠγνόουν, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαοὺλ ὁ προφήτης λέγων· Εὑρήσεις τινὰ ἀναβαίνοντα καὶ ἀσκὸν ἔχοντα· καὶ ἐνταῦθα, Κεράμιον βαστάζοντα. Καὶ ὅρα πάλιν τὴν ἐπίδειξιν τῆς δυνάμεως. Οὐ γὰρ εἶπε μόνον, Τὸ Πάσχα ποιῶ· ἀλλὰ καὶ ἕτερον προστίθησιν, Ὁ καιρός μου ἐγγύς ἐστι. Τοῦτο δὲ ἐποίει, ἅμα μὲν τοὺς μαθητὰς συνεχῶς ὑπομιμνήσκων τοῦ πάθους, ὥστε τῇ πυκνότητι τῆς προῤῥήσεως ἐγγυμνασθέντας μελετῆσαι τὸ συμβησόμενον· ἅμα δὲ δεικνὺς αὐτοῖς τε ἐκείνοις, καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. Προστίθησι δὲ, Μετὰ τῶν μαθητῶν μου, ὥστε καὶ ἀρκοῦσαν γενέσθαι τὴν παρασκευὴν, κἀκεῖνον μὴ νομίσαι κρύπτεσθαι αὐτόν. Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν. Βαβαὶ τῆς ἀναισχυντίας, Ἰούδα! Καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνήσων καὶ μυστηρίων καὶ ἁλῶν, καὶ παρ' αὐτὴν ἐλέγχεται τὴν τράπεζαν, ὅτε καὶ θηρίον εἰ ἦν, πραότερον ἐγεγόνει ἄν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται, ὅτι ἐσθιόντων αὐτῶν διαλέγεται περὶ τῆς προδοσίας ὁ Χριστὸς, ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Ὡς γὰρ ἐποίησαν οἱ μαθηταὶ, καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, Ὀψίας γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. Ἐσθιόντων δὲ αὐτῶν εἶπε, φησὶν, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε. Καὶ ὅρα πῶς φείδεται τοῦ προδότου. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνά με παραδώσει· ἀλλ', Εἷς ἐξ ὑμῶν, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τῷ λαθεῖν· καὶ αἱρεῖται φοβῆσαι ἅπαντας, ὑπὲρ τοῦ διασῶσαι τοῦτον. Ἐξ ὑμῶν τῶν δώδεκα, φησὶ, τῶν πανταχοῦ μοι συμπαρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς τοσαῦτα ἐπηγγειλάμην. Πένθος ἄρα ἀφόρητον τὸν χορὸν τότε τὸν ἅγιον ἐκεῖνον κατέλαβε. Καὶ ὁ μὲν Ἰωάννης φησὶν, Ἠποροῦντο, καὶ εἰς ἀλλήλους ἔβλεπον, καὶ ἕκαστος αὐτῶν ἠρώτα δεδοικὼς ὑπὲρ ἑαυτοῦ, καίτοι μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· οὗτος δέ φησιν, ὅτι Λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος, Μήτι ἐγὼ, Κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὧ ἐγὼβάψας τὸ ψωμίον ἐπιδώσω. Ὅρα πότε αὐτὸν ἐξεκάλυψεν, ὅτε τοὺς λοιποὺς ἀπαλλάξαι τῆς ταραχῆς ταύτης ἠθέλησε· καὶ γὰρ καὶ ἀποτεθνήκεισαν τῷ δέει· διὸ καὶ ἐπέκειντο ἐρωτῶντες. Οὐκ ἐκείνους δὲ ἀνεῖναι βουλόμενος μόνον τῆς ἀγωνίας, τοῦτο ἐποίει, ἀλλὰ καὶ τὸν προδότην διορθῶσαι θέλων. Ἐπειδὴ γὰρ πολλάκις ἀκούσας ἀδιορίστως, ἀδιόρθωτος ἔμενεν, ἀνάλγητος ὢν, βουλόμενος αὐτοῦ καθικέσθαι μᾶλλον, περιαιρεῖ τὸ προσωπεῖον αὐτοῦ. Ἐπειδὴ γὰρ λυπούμενοι ἤρξαντο λέγειν, Μήτι ἐγὼ, Κύριε; ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Τινὲς μὲν οὖν φασιν, ὅτι οὕτως ἰταμὸς ἦν, ὡς μὴ τιμᾷν τὸν ∆ιδάσκαλον, ἀλλὰ μετ' αὐτοῦ βάπτειν· ἐμοὶ δὲ δοκεῖ καὶ τοῦτο ποιῆσαι ὁ Χριστὸς, μᾶλλον αὐτὸν ἐντρέπων, καὶ εἰς διάθεσιν ἐπισπώμενος· ἔχει γάρ τι καὶ τοῦτο πλέον.
βʹ. Ταῦτα δὲ οὐχ ἁπλῶς παρατρέχειν δεῖ, ἀλλ' ἐμπεπηγέναι ἡμῶν ταῖς διανοίαις, καὶ οὐκ ἄν ποτε χώραν σχοίη θυμός. Τίς γὰρ ἐννοῶν τὸ δεῖπνον ἐκεῖνο, καὶ τὸν προδότην κατακείμενον μετὰ τοῦ πάντων Σωτῆρος, καὶ τὸν προδίδοσθαι μέλλοντα οὕτως ἐπιεικῶς διαλεγόμενον, οὐκ ἂν πάντα ἰὸν ἐκβάλοι θυμοῦ καὶ ὀργῆς; Ὅρα γοῦν πῶς πράως αὐτῷ προσφέρεται. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθώς ἐστι γεγραμμένον περὶ αὐτοῦ. Ταῦτα δὲ πάλιν καὶ τοὺς μαθητὰς ἀνακτώμενος ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν προδότην διορθούμενος. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ὅρα πάλιν ἐν τοῖς ἐλέγχοις ἄφατον τὴν πραότητα. Οὐδὲ γὰρ ἐνταῦθα καταφορικῶς, ἀλλ' ἐλεεινότερον μᾶλλον τὸν λόγον προσάγει, καὶ συνεσκιασμένως πάλιν· καίτοιγε οὐχ ἡ ἔμπροσθεν μόνον ἀναισθησία, ἀλλὰ καὶ ἡ μετὰ ταῦτα ἀναισχυντία ἀξία τῆς ἐσχάτης ἀγανακτήσεως ἦν. Μετὰ γὰρ τὸν ἔλεγχον τοῦτόν φησι· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ τῆς ἀναισθησίας! Ἐξετάζει συνειδὼς ἑαυτῷ τοιαῦτα. Καὶ γὰρ ὁ εὐαγγελιστὴς θαυμάζων αὐτοῦ τὴν ἰταμότητα, τοῦτό φησι. Τί οὖν ὁ πραότατος καὶ ἡμερώτατος Ἰησοῦς; Σὺ εἶπας. Καίτοιγε ἐνῆν εἰπεῖν· Ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγὲς καὶ βέβηλε· τοσοῦτον χρόνον ὠδίνων τὸ κακὸν, καὶ ἀπελθὼν, καὶ συμβόλαια σατανικὰ ποιήσας, καὶ ἀργύριον συνθέμενος λαμβάνειν, καὶ παρ' ἐμοῦ δὲ διελεγχθεὶς, ἔτι τολμᾷς ἐρωτᾷν; Ἀλλ' οὐδὲν τούτων εἴρηκεν· ἀλλὰ πῶς; Σὺ εἶπας· ὅρους ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. Ἀλλ' ἐρεῖ τις· Καὶ μὴν εἰ γέγραπται παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας; τὰ γὰρ γεγραμμένα ἐποίησεν. Ἀλλ' οὐ ταύτῃ τῇ γνώμῃ, ἀλλὰ διὰ πονηρίαν. Εἰ δὲ μὴ τὸν σκοπὸν ἐξετάζοις, καὶ τὸν διάβολον ἀπαλλάξεις τῶν ἐγκλημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Μυρίων γὰρ ἄξιοι κολάσεων καὶ οὗτος κἀκεῖνος, εἰ καὶ ἡ οἰκουμένη ἐσώθη. Οὐδὲ γὰρ ἡ προδοσία τοῦ Ἰούδα τὴν σωτηρίαν ἡμῖν εἰργάσατο, ἀλλ' ἡ τοῦ Χριστοῦ σοφία, καὶ τῆς αὐτοῦ εὐμηχανίας τὸ εὔπορον, ταῖς ἑτέρων πονηρίαις εἰς τὸ ἡμῖν συμφέρον ἀποχρωμένου. Τί οὖν; φησίν· εἰ καὶ Ἰούδας μὴ προὔδωκεν, ἕτερος οὐκ ἂν προὔδωκε; Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; Ὅτι εἰ σταυρωθῆναι ἔδει τὸν Χριστὸν, φησὶ, διά τινος ἔδει· εἰ δὲ διά τινος ἔδει, δι' ἀνθρώπου πάντως τοιούτου. Εἰ δὲ πάντες ἦσαν ἀγαθοὶ, ἐνεποδίσθη ἂν ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μὴ γένοιτο! Αὐτὸς γὰρ ὁ πάνσοφος ᾔδει πῶς οἰκονομήσει τὰ ἡμέτερα, καὶ τούτου συμβάντος· εὔπορος γὰρ αὐτοῦ ἡ σοφία καὶ ἀκατάληπτος. ∆ιὰ γὰρ τοῦτο ἵνα μή τις νομίσῃ, ὅτι οἰκονομίας ὑπηρέτης ἐγένετο, ταλανίζει τὸν ἄνθρωπον. Ἀλλ' ἐρεῖ τις πάλιν· Καὶ εἰ καλὸν ἦν τὸ μὴ γεννηθῆναι αὐτὸν, τίνος ἕνεκεν εἴασεν εἰς μέσον ἐλθεῖν, καὶ τοῦτον καὶ τοὺς πονηροὺς ἅπαντας; ∆έον σε τοῖς πονηροῖς ἐγκαλεῖν, ὅτι κύριοι ὄντες μὴ γενέσθαι τοιοῦτοι, γεγόνασι πονηροὶ, σὺ δὲ τοῦτο ἀφεὶς, πολυπραγμονεῖς τὰ τοῦ Θεοῦ, καὶ περιεργάζῃ· καίτοι εἰδὼς, ὡς οὐκ ἀνάγκῃ τίς ἐστι πονηρός. Ἀλλὰ τοὺς ἀγαθοὺς ἔδει γενέσθαι μόνους, φησὶ, καὶ γεέννης οὐκ ἦν χρεία, οὐδὲ κολάσεως καὶ τιμωρίας, οὐδὲ κακίας ἴχνος· τοὺς δὲ πονηροὺς ἢ μὴ γενέσθαι, ἢ γενομένους εὐθέως ἀπελθεῖν. Πρῶτον μὲν οὖν ἄξιον πρὸς σὲ εἰπεῖν τὸ ἀποστολικόν· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Εἰ δὲ καὶ λογισμοὺς ἀπαιτεῖς, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι μειζόνως θαυμάζονται οἱ ἀγαθοὶ μεταξὺ πονηρῶν ὄντες· καὶ γὰρ ἡ ἀνεξικακία καὶ ἡ πολλὴ φιλοσοφία αὐτῶν τότε μάλιστα δείκνυται. Σὺ δὲ ὑπόθεσιν ἀναιρεῖς παλαισμάτων καὶ ἀγώνων, ταῦτα λέγων. Τί οὖν; ἵνα οὗτοι καλοὶ φανῶσι, κολάζονται ἕτεροι; φησί. Μὴ γένοιτο! ἀλλὰ διὰ τὴν ἑαυτῶν πονηρίαν. Οὐδὲ γὰρ ἐπειδὴ παρήχθησαν, γεγόνασι πονηροὶ, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· διὸ καὶ κολάζονται. Πῶς γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι, τοσούτους διδασκάλους ἔχοντες ἀρετῆς, καὶ μηδὲν ἐντεῦθεν κερδαίνοντες; Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι, καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι, δυνάμενοι γενέσθαι καλοί (καὶ δηλοῦσιν οἱ γενόμενοι)· καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδαναν. Ἀλλ' ἴδωμεν τί φησιν ὁ δείλαιος οὗτος διελεγχόμενος παρὰ τοῦ διδασκάλου. Τί οὖν φησι; Μήτι ἐγώ εἰμι, Ῥαββί; Καὶ διατί μὴ ἐξ ἀρχῆς τοῦτο ἠρώτησεν; Ἐνόμισε λανθάνειν τῷ εἰρῆσθαι, Εἷς ἐξ ὑμῶν· ὅτε δὲ αὐτὸν δῆλον ἐποίησεν, ἐτόλμησε πάλιν ἐρέσθαι, τῇ ἐπιεικείᾳ τοῦ ∆ιδασκάλου θαῤῥῶν, ὡς οὐκ ἐλέγξοντος αὐτόν. ∆ιὰ τοῦτο γοῦν καὶ Ῥαββὶ ἐκάλεσεν.
γʹ. Ὢ τῆς πηρώσεως! ποῦ αὐτὸν ἐξήγαγε; Τοιοῦτον γὰρ ἡ φιλαργυρία· μωροὺς καὶ ἀνοήτους ἐργάζεται, ἰταμοὺς καὶ κύνας ἀντὶ ἀνθρώπων· μᾶλλον δὲ καὶ κυνῶν χαλεπωτέρους, καὶ δαίμονας ἀπὸ κυνῶν. Οὗτος γοῦν τὸν μὲν διάβολον προσίετο καὶ ἐπιβουλεύοντα, τὸν δὲ Ἰησοῦν καὶ εὐεργετοῦντα προὔδωκε, διάβολος ἤδη γενόμενος τῇ προαιρέσει. Τοιούτους γὰρ ποιεῖ ἡ ἀκόρεστος τῶν χρημάτων ἐπιθυμία, ἔκφρονας, παραπλῆγας, ὅλους τοῦ λήμματος, καθάπερ καὶ Ἰούδας ἐγένετο. Πῶς δὲ ὁ μὲν Ματθαῖός φησι καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ Ἰωάννης, ὅτι Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Καὶ αὐτὸς τοῦτο οἶδεν. Ἀνωτέρω γάρ φησι· ∆είπνου γενομένου, καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα αὐτὸν παραδῷ. Πῶς οὖν φησι, Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Ὅτι οὐκ ἀθρόον εἰσέρχεται, οὐδὲ ὑφ' ἓν, ἀλλὰ πολλὴν ποιεῖται τὴν ἀπόπειραν πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα γέγονε. ∆ιακωδωνίσας γὰρ αὐτὸν ἐν ἀρχῇ, καὶ προσβαλὼν ἠρέμα, ἐπειδὴ εἶδεν ἐπιτήδειον πρὸς ὑποδοχὴν, ὅλος λοιπὸν ἐνταῦθα ἔπνευσε, καὶ ὁλοσχερῶς αὐτοῦ περιγέγονε. Πῶς δὲ, εἰ τὸ πάσχα ἤσθιον, παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους ἔδει φαγεῖν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μετὰ τὸ φαγεῖν, ἀνέκειντο λοιπὸν ἑστιώμενοι. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι κατὰ τὴν ἑσπέραν ἐκείνην οὐκ ἤσθιε μόνον τὸ πάσχα, ἀλλὰ καὶ ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν· τουτέστι, κατὰ τὸν ἐνιαυτὸν τοῦτον. Τί δήποτε; Ὅτι τότε ἔμελλε τῆς οἰκουμένης ἡ σωτηρία γίνεσθαι, καὶ τὰ μυστήρια παραδίδοσθαι, καὶ τὰ λυπηρὰ λύεσθαι διὰ τοῦ θανάτου· οὕτω κατὰ γνώμην αὐτῷ ὁ σταυρὸς ἦν. Ἀλλ' οὐδὲν τὸν ἀνήμερον θῆρα ἐμάλαξεν, οὐδὲ ἔκαμψεν, οὐδὲ ἐνέτρεψεν. Ἐταλάνισεν αὐτὸν εἰπών· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ. Ἐφόβησεν αὐτὸν πάλιν εἰπών· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη. Ἐνέτρεψεν αὐτὸν εἰπών· Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ οὐδὲν τούτων αὐτὸν κατέσχεν, ἀλλ' ὥσπερ ὑπὸ μανίας τινὸς ἑάλω τῆς φιλαργυρίας, μᾶλλον δὲ ὑπὸ χαλεπωτέρου νοσήματος. Καὶ γὰρ αὕτη χαλεπωτέρα ἡ μανία. Τί γὰρ ἂν τοιοῦτον εἰργάσατο ὁ μαινόμενος; Οὐ προΐετο ἀφρὸν ἐκ τοῦ στόματος οὗτος, ἀλλὰ προΐετο φόνον ∆εσποτικόν· οὐκ ἐστραγγάλου τὰς χεῖρας, ἀλλὰ προέτεινεν εἰς ὠνὴν αἵματος τιμίου. ∆ιὸ μείζων ἡ μανία, ὅτι ὑγιαίνων ἐμαίνετο. Ἀλλ' οὐ φθέγγεται ἄσημα; Καὶ τί τῆς φωνῆς ταύτης ἀσημότερον, Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδώσω· ὁ διάβολος ἤχησε διὰ τοῦ στόματος ἐκείνου. Ἀλλ' οὐκ ἐπάταξε τὴν γῆν τοῖς ποσὶ σπαίρων; Καὶ πόσῳ βέλτιον ἐκείνως σπαίρειν, ἢ οὕτως ἑστάναι ὀρθόν; Ἀλλὰ λίθοις ἑαυτὸν οὐκ ἔκοπτε; Καὶ πόσῳ ἄμεινον ἦν, ἢ τοιαῦτα ἐργάσασθαι; Βούλεσθε εἰς μέσον ἀγάγωμεν τοὺς δαιμονῶντας καὶ τοὺς φιλαργύρους, καὶ ποιήσωμεν σύγκρισιν ἑκατέρων; Ἀλλὰ μηδεὶς οἰκείαν ἡγείσθω τὸ πρᾶγμα ὕβριν. Οὐ γὰρ τὴν φύσιν ὑβρίζομεν, ἀλλὰ τὸ πρᾶγμα κακίζομεν. Οὐδέποτε ἐνεδιδύσκετο ἱμάτια, λίθοις ἑαυτὸν κατακόπτων, ὁ δαιμονῶν, καὶ τὰς ἀβάτους ὁδοὺς καὶ τὰς τραχείας ἐπῄει τρέχων, καὶ κατὰ κράτος ἐλαυνόμενος ὑπὸ τοῦ δαίμονος. Οὐ δοκεῖ ταῦτα φρικτὰ εἶναι; Τί οὖν ἂν δείξω τοὺς φιλαργύρους τούτων χαλεπώτερα ἐργαζομένους τὴν ψυχὴν τὴν ἑαυτῶν, καὶ οὕτω χαλεπώτερα, ὡς ταῦτα παιδιὰν πρὸς ἐκεῖνα νομίζεσθαι; Ἆρα ἀποστήσεσθε τῆς νόσου; Φέρε οὖν, ἴδωμεν εἴ τι ἀνεκτότερον αὐτῶν διάκεινται. Οὐδέν· ἀλλὰ καὶ χαλεπώτερον· καὶ γὰρ μυρίων γυμνῶν εἰσιν αἰσχρότεροι. Πολλῷ γὰρ βέλτιον γυμνὸν εἶναι ἱματίων, ἢ τὰ ἀπὸ πλεονεξίας ἐνδεδυμένον περιιέναι κατὰ τοὺς βακχευομένους τῷ ∆ιονύσῳ. Καθάπερ γὰρ ἐκεῖνοι προσωπεῖα καὶ ἱμάτια μαινομένων ἔχουσιν, οὕτω καὶ οὗτοι. Καὶ καθάπερ τὴν γύμνωσιν τῶν δαιμονώντων ποιεῖ μανία, οὕτω καὶ τὴν περιβολὴν ταύτην μανία ἐργάζεται· καὶ τῆς γυμνώσεως ἡ περιβολὴ ἐλεεινοτέρα. Καὶ τοῦτο ἐντεῦθεν δεῖξαι πειράσομαι. Τίνα γὰρ ἂν εἴποιμεν μᾶλλον μαίνεσθαι ἐν αὐτοῖς τοῖς μαινομένοις; εἴ τις ἑαυτὸν κατακόπτοι, ἢ εἴ τις μεθ' ἑαυτοῦ καὶ τοὺς ἀπαντῶντας ἅπαντας; Εὔδηλον ὅτι οὗτος. Οὐκοῦν ἐκεῖνοι μὲν ἑαυτοὺς ἐγύμνουν, οὗτοι δὲ ἅπαντας τοὺς ἀπαντῶντας. Ἀλλὰ διασχίζουσιν ἐκεῖνοι τὰ ἱμάτια. Καὶ πόσῳ ἂν κατεδέξατο τῶν ἠδικημένων ἕκαστος ἱμάτιον διαῤῥαγῆναι, ἢ πᾶσαν ἀποδυθῆναι τὴν οὐσίαν; Ἀλλὰ πληγὰς οὐκ ἐντείνουσιν εἰς τὸ πρόσωπον. Μάλιστα μὲν καὶ τοῦτο ποιοῦσιν οἱ πλεονέκται· εἰ δὲ μὴ πάντες, ἀλλ' εἰς τὴν γαστέρα διὰ τοῦ λιμοῦ καὶ τῆς πενίας χαλεπωτέρας ἅπαντες ἐνιᾶσι τὰς ὀδύνας. Ἀλλ' οὐ δάκνουσιν ὀδοῦσιν. Εἴθε ὀδοῦσι, καὶ μὴ βέλεσι πλεονεξίας χαλεπωτέροις ὀδόντων. Οἱ γὰρ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη. Τίς γὰρ μᾶλλον ἀλγήσει, ὁ δηχθεὶς ἅπαξ καὶ εὐθέως θεραπευθεὶς, ἢ ὁ διαπαντὸς τοῖς ὀδοῦσι τῆς πενίας κατεσθιόμενος; Πενία γὰρ ἀκούσιος, καὶ καμίνου καὶ θηρίου χαλεπώτερον. Ἀλλ' οὐ διώκουσι τὰς ἐρημίας, καθάπερ οἱ δαιμονῶντες. Εἴθε τὰς ἐρημίας, καὶ μὴ τὰς πόλεις κατέτρεχον, καὶ πάντες ἂν οἱ ἐν πόλεσιν ἀδείας ἀπήλαυσαν. Νυνὶ δὲ καὶ ταύτῃ πάντων ἐκείνων εἰσὶν ἀφορητότεροι, ὅτι ἐν ταῖς πόλεσι ταῦτα ποιοῦσιν, ἅπερ ἐν ἐρημίαις ἐκεῖνοι, τὰς πόλεις ἐρημίας ἐργαζόμενοι, καὶ καθάπερ ἐν ἐρημίᾳ οὐδενὸς ὄντος τοῦ κωλύοντος, οὕτω τὰ πάντων συλῶντες. Ἀλλ' οὐ βάλλουσι λίθοις τοὺς ἀπαντῶντας. Καὶ τί τοῦτο; Λίθους μὲν γὰρ ῥᾴδιον καὶ φυλάξασθαι· ἃ δὲ διὰ χάρτου καὶ μέλανος ἐργάζονται τοῖς ταλαιπώροις πένησι τραύματα, γραμματεῖα μυρίων πληγῶν γέμοντα συντιθέντες, τίς ἄν ποτε ῥᾳδίως φυλάξαιτο τῶν ἐμπεσόντων; δʹ. Ἴδωμεν δὲ καὶ ἑαυτοὺς ὅσα ἐργάζονται. Γυμνοὶ περιπατοῦσι κατὰ τὴν πόλιν· ἱμάτιον γὰρ αὐτοῖς οὐκ ἔστιν ἀρετῆς. Εἰ δὲ οὐ δοκεῖ τοῦτο αὐτοῖς αἰσχρὸν εἶναι, καὶ τοῦτο τῆς ὑπερβαλλούσης αὐτῶν μανίας, ὅτι οὐδὲ αἰσθάνονται τῆς ἀσχημοσύνης· ἀλλὰ σῶμα μὲν γυμνωθέντες αἰσχύνονται, τὴν δὲ ψυχὴν γυμνὴν περιφέροντες ἐγκαλλωπίζονται. Εἰ δὲ βούλεσθε, καὶ τὸ αἴτιον τῆς ἀναισθησίας ἐρῶ. Τί οὖν τὸ αἴτιον; Ἐν πολλοῖς οὕτω γυμνουμένοις γυμνοῦνται, διόπερ οὐδὲ αἰσχύνονται, καθάπερ οὐδὲ ἐν τοῖς βαλανείοις ἡμεῖς. Ὡς εἴγε πολλοὶ ἦσαν οἱ τὴν ἀρετὴν περιβεβλημένοι, τότε ἂν μειζόνως τὸ αἶσχος αὐτῶν ἐφάνη. Νῦν δὲ τοῦτο μάλιστά ἐστι τὸ πολλῶν δακρύων ἄξιον, ὅτι διὰ τὸ πολλοὺς εἶναι κακοὺς οὐδὲ ἐν αἰσχύνῃ τὰ κακά. Μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἰργάσατο ὁ διάβολος, τὸ μηδὲ αἴσθησιν ἀφιέναι λαβεῖν τῶν κακῶν, ἀλλὰ τῷ πλήθει τῶν μετιόντων τὴν πονηρίαν συσκιάζειν αὐτῆς τὴν αἰσχύνην· ἐπεὶ εἰ συνέβη ἐν πλήθει πολλῶν εἶναι φιλοσοφούντων, μᾶλλον ἂν εἶδεν αὐτοῦ τὴν γύμνωσιν ὁ τοιοῦτος. Ὅτι μὲν οὖν τῶν δαιμονώντων εἰσὶ γυμνότεροι, δῆλον ἐκ τούτων· ὅτι δὲ καὶ ἐρήμους ἐπέρχονται, οὐδὲ τοῦτο ἄν τις ἀντείποι. Ἡ γὰρ πλατεῖα καὶ εὐρύχωρος ἐρήμου πάσης ἐρημοτέρα. Εἰ γὰρ καὶ πολλοὺς ἔχει τοὺς ὁδεύοντας, ἀλλ' ὅμως ἀνθρώπων οὐδένα, ἀλλ' ὄφεις, σκορπίους, λύκους, ἔχεις, ἀσπίδας. Τοιοῦτοι γὰρ οἱ τὴν πονηρίαν μετιόντες. Οὐκ ἐρήμη δὲ μόνον αὕτη, ἀλλὰ καὶ τραχυτέρα ἐκείνης. Καὶ τοῦτο δῆλον ἐντεῦθεν. Οὐ γὰρ οὕτω πλήττουσι λίθοι καὶ φάραγγες καὶ ἀκρώρειαι τοὺς ἀναβαίνοντας αὐτὰς, ὡς ἁρπαγὴ καὶ πλεονεξία τὰς μετιούσας αὐτὴν ψυχάς. Ὅτι δὲ καὶ παρὰ τὰ μνημεῖα ζῶσι, καθάπερ οἱ δαιμονῶντες, μᾶλλον δὲ καὶ αὐτοὶ μνήματά εἰσι, δῆλον ἐντεῦθεν. Τί γάρ ἐστι μνημεῖον; Λίθος, σῶμα νεκρὸν ἔχων ἐγκείμενον. Τί οὖν ἐκείνων διαφέρει τῶν λίθων τὰ τούτων σώματα; μᾶλλον δὲ καὶ ἐκείνων ἐλεεινότερα ταῦτα. Οὐ γὰρ λίθος ἐστὶ σῶμα νεκρὸν ἔχων, ἀλλὰ σῶμα λίθων ἀναισθητότερον, ψυχὴν περιφέρον νεκράν. ∆ιὸ οὐκ ἄν τις ἁμάρτοι τάφους αὐτοὺς προσειπών. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν οὕτως ἐκάλεσε τοὺς Ἰουδαίους, διὰ τοῦτο μάλιστα· ἐπήγαγε γοῦν λέγων· Ἔσωθεν δὲ γέμουσιν ἁρπαγῆς καὶ πλεονεξίας. Βούλεσθε λοιπὸν δείξω, πῶς καὶ λίθοις τὰς ἑαυτῶν κατατέμνουσι κεφαλάς; Πόθεν οὖν πρῶτον, εἰπέ μοι, τοῦτο βούλει μαθεῖν; ἀπὸ τῶν ἐντεῦθεν, ἢ ἀπὸ τῶν μελλόντων; Ἀλλὰ τῶν μελλόντων αὐτοῖς οὐ πολὺς ὁ λόγος· οὐκοῦν τὰ ἐνταῦθα ῥητέον. Πόσων γὰρ λίθων οὐ χαλεπώτεραι αἱ φροντίδες, οὐ κεφαλὰς τιτρώσκουσαι, ἀλλὰ ψυχὴν δαπανῶσαι; ∆εδοίκασι γὰρ, μήποτε δικαίως ἐκ τῆς αὐτῶν οἰκίας ἐξέλθῃ τὰ ἀδίκως ἐπεισελθόντα· τρέμουσιν ὑπὲρ τῶν ἐσχάτων, ὀργίζονται, παροξύνονται, πρὸς οἰκείους, πρὸς ἀλλοτρίους· καὶ νῦν μὲν ἀθυμία, νῦν δὲ φόβος, νῦν δὲ θυμὸς αὐτοὺς διαδέχεται, καὶ καθάπερ κρημνοὺς ἀπὸ κρημνῶν διαβαίνοντες, καὶ τὰ μηδέπω κτηθέντα καθ' ἑκάστην καραδοκοῦσι τὴν ἡμέραν. ∆ιόπερ οὐδὲ ἥδονται ὑπὲρ ὧν ἔχουσι, τῷ τε μὴ θαῤῥεῖν ὑπὲρ τῆς ἀσφαλείας αὐτῶν, τῷ τε ὅλῃ τῇ διανοίᾳ πρὸς τὰ μηδέπω ληφθέντα κεχηνέναι. Καὶ καθάπερ ὁ διηνεκῶς διψῶν, κἂν μυρίας ἐκπίῃ πηγὰς, οὐκ αἰσθάνεται τῆς ἡδονῆς, διὰ τὸ μὴ λαμβάνειν κόρον· οὕτω καὶ οὗτοι, οὐ μόνον οὐχ ἥδονται, ἀλλὰ καὶ βασανίζονται, ὅσῳ ἂν περιβάλλωνται, τῷ μηδὲν εἰδέναι πέρας τῆς τοιαύτης ἐπιθυμίας. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· εἴπωμεν δὲ καὶ περὶ τῆς μελλούσης ἡμέρας. Εἰ γὰρ καὶ αὐτοὶ μὴ προσέχουσιν, ἀλλ' ἡμῖν ἀναγκαῖον εἰπεῖν. Κατὰ τὴν μέλλουσαν οὖν ἡμέραν πανταχοῦ κολαζομένους ἴδοι τις ἂν τοὺς τοιούτους. Καὶ γὰρ ὅταν λέγῃ, Ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ οὐκ ἐποτίσατέ με, τούτους κολάζει· καὶ ὅταν λέγῃ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, τοὺς κακῶς πλουτοῦντας ἐκεῖ παραπέμπει. Καὶ ὁ δοῦλος ὁ πονηρὸς, ὁ μὴ διδοὺς τοῖς συνδούλοις τὰ ὑπάρχοντα τὰ δεσποτικὰ, τῆς τούτων μερίδος ἐστί· καὶ ὁ τὸ τάλαντον κατορύξας, καὶ αἱ πέντε παρθένοι. Καὶ ὅπου δ' ἂν ἀπέλθῃς, τοὺς φιλαργύρους κολαζομένους ὄψει. Καὶ νῦν μὲν ἀκούσονται, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· νῦν δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον· καὶ νῦν μὲν διχοτομηθέντες ἀπελεύσονται ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ πάντοθεν αὐτοὺς ἐλαυνομένους ἴδοι τις ἂν, καὶ οὐδαμοῦ χώραν ἔχοντας, ἀλλ' εἰς τὴν γέενναν μόνην συναγομένους.
εʹ. Τί τοίνυν τῆς ὀρθῆς ἡμῖν πίστεως ὄφελος εἰς σωτηρίαν, ὅταν ταῦτα ἀκούσωμεν; Ἐκεῖ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ σκότος ἐξώτερον, καὶ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τὸ διχοτομεῖσθαι, καὶ τὸ ἐλαύνεσθαι· ἐνταῦθα ἀπέχθειαι, κακηγορίαι, διαβολαὶ, κίνδυνοι, φροντίδες, ἐπιβουλαὶ, τὸ παρὰ πάντων μισεῖσθαι, τὸ παρὰ πάντων βδελύττεσθαι, καὶ παρ' αὐτῶν τῶν δοκούντων κολακεύειν. Ὥσπερ γὰρ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦλοι μισοῦσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, τοὺς φιλαργύρους ἡδέως ἂν ἐροίμην, εἰ μὴ πρὸς ἀλλήλους ἀηδῶς ἔχουσι, καὶ τῶν τὰ μέγιστα ἠδικηκότων πολεμιωτέρους εἶναι νομίζουσιν, εἰ μὴ καὶ ἑαυτῶν κατηγοροῦσιν, εἰ μὴ ὕβριν τὸ πρᾶγμά φασιν, ὅταν τις αὐτοῖς τοῦτο προσενέγκῃ τὸ ὄνειδος. Καὶ γὰρ ὄνειδος ἔσχατον τοῦτο, καὶ πολλῆς κακίας ἀπόδειξις. Εἰ γὰρ χρημάτων ὑπεριδεῖν οὐκ ἀνέχῃ, τίνος περιέσῃ ποτέ; ἐπιθυμίας, καὶ δοξομανίας, καὶ θυμοῦ, καὶ ὀργῆς; Καὶ πῶς ἄν τις πεισθείη; Ἐπιθυμίας μὲν γὰρ ἕνεκεν τῆς τῶν σωμάτων, καὶ ὀργῆς καὶ θυμοῦ, πολλοὶ καὶ τῇ τῆς σαρκὸς κατασκευῇ λογίζονται, καὶ τὰς ὑπερβολὰς ἀνατιθέασιν ἰατρῶν παῖδες· καὶ τὸν μὲν θερμότερον καὶ ὑγρότερον λαγνότερον εἶναί φασι, τὸν δὲ πρὸς ξηροτέραν ἐκπεσόντα δυσκρασίαν, ὁρμητίαν καὶ ἀκρόχολον καὶ θυμώδη. Φιλ αργυρίας δὲ ἕνεκεν οὐδεὶς οὐδέποτε αὐτῶν ἤκουσεν οὐδὲν εἰρηκότων τοιοῦτον. Οὕτω ῥᾳθυμίας μόνης ἐστὶ καὶ ψυχῆς ἀναλγήτου τὸ νόσημα. ∆ιὸ παρακαλῶ, σπουδάζωμεν πάντα τὰ τοιαῦτα διορθοῦν, καὶ τὰ καθ' ἑκάστην ἡμῖν ἡλικίαν ἐπιγινόμενα πάθη πρὸς τὸ ἐναντίον μετατιθέναι. Ἂν δὲ καθ' ἕκαστον μέρος τῆς ζωῆς ἡμῶν παραπλέωμεν τοὺς τῆς ἀρετῆς πόνους, πανταχοῦ ναυάγια ὑπομένοντες, ἐπὶ τὸν λιμένα ἐλθόντες ἔρημοι φορτίων πνευματικῶν, τὰ ἔσχατα ὑπομενοῦμεν. Πέλαγος γάρ ἐστι τεταμένον ὁ παρὼν βίος. Καὶ ὥσπερ ἐν τῇ θαλάττῃ ταύτῃ διάφοροι κόλποι, διαφόρους ἔχοντες χειμῶνας· καὶ ὁ μὲν Αἰγαῖος διὰ τὰ πνεύματά ἐστι χαλεπός· ὁ δὲ πορθμὸς ὁ Τυῤῥηνικὸς, διὰ τὴν στενοχωρίαν· ἡ δὲ Χάρυβδις ἡ πρὸς τῇ Λιβύῃ, διὰ τὰ τέλματα· ἡ Προποντὶς ἡ ἔξω τοῦ Εὐξείνου πόντου, διὰ τὸ ῥαγδαῖον καὶ ῥόθιον· τὰ ἔξω Γαδείρων, διὰ τὴν ἐρημίαν καὶ τὸ ἀτριβὲς καὶ τὸ ἀνιστόρητον τῶν τόπων· καὶ ἄλλο μέρος δι' ἕτερον· οὕτω καὶ ἐπὶ τῆς ζωῆς τῆς ἡμετέρας. Καὶ πρῶτον πέλαγος ἔστιν ἰδεῖν τὸ τῆς παιδικῆς ἡλικίας, πολὺν ἔχον τὸν σάλον διὰ τὸ ἀνόητον, διὰ τὴν εὐκολίαν, διὰ τὸ μὴ πεπηγέναι. ∆ιὰ τοῦτο καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶμεν, τὸ λεῖπον τῇ φύσει διὰ τῆς ἐπιμελείας εἰσφέροντες, ὥσπερ ἐκεῖ διὰ τῆς τέχνης τῆς κυβερνητικῆς. Μετὰ ταύτην τὴν ἡλικίαν ἡ τοῦ μειρακίου διαδέχεται θάλαττα, ἔνθα σφοδρὰ τὰ πνεύματα, καθάπερ ἐν τῷ Αἰγαίῳ, τῆς ἐπιθυμίας ἡμῖν αὐξανομένης. Καὶ αὕτη μάλιστα ἡ ἡλικία διορθώσεως ἔρημος· οὐ διὰ τὸ ἐνοχλεῖσθαι μόνον σφοδρότερον, ἀλλὰ καὶ διὰ τὸ τὰ ἁμαρτήματα μὴ ἐλέγχεσθαι· καὶ γὰρ καὶ διδάσκαλος καὶ παιδαγωγὸς λοιπὸν ὑπεξίστανται. Ὅταν οὖν τὰ μὲν πνεύματα σφοδρότερον διαπνέῃ, ὁ δὲ κυβερνήτης ἀσθενέστερος ᾖ, καὶ ὁ ἀμύνων μηδεὶς ᾖ, ἐννόησον τοῦ χειμῶνος τὸ μέγεθος. Μετὰ τοῦτο πάλιν ἕτερον μέρος τῆς ἡλικίας, τὸ τῶν ἀνδρῶν ἔπεισιν, ἐν ᾧ τὰ τῆς οἰκονομίας ἐπίκειται· ὅτε γυνὴ, καὶ γάμος, καὶ παιδοποιία, καὶ οἰκίας προστασία, καὶ πολλαὶ τῶν φροντίδων νιφάδες. Τότε μάλιστα καὶ φιλαργυρία ἀνθεῖ καὶ βασκανία. Ὅταν οὖν ἕκαστον μέρος ἡλικίας παρερχώμεθα μετὰ ναυαγίων, πῶς ἀρκέσομεν τῇ παρούσῃ ζωῇ; πῶς τὴν μέλλουσαν διαφευξόμεθα κόλασιν; Ὅταν γὰρ ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ μηδὲν μανθάνωμεν ὑγιὲς, ἐν δὲ τῇ νεότητι μὴ σωφρονήσωμεν, καὶ ἄνδρες γενόμενοι φιλαργυρίας μὴ περιγενώμεθα, ὥσπερ εἴς τινα ἀντλίαν τὸ γῆρας ἐλθόντες, καὶ πάσαις ταῖς πληγαῖς ταύταις τὸ σκάφος τῆς ψυχῆς ἀσθενέστερον κατασκευάσαντες, τῶν σανίδων διαλελυμένων, ἀπαντησόμεθα εἰς ἐκεῖνον τὸν λιμένα, πολὺν ἐπιφερόμενοι φορυτὸν ἀντὶ πνευματικῆς ἐμπορίας, καὶ τῷ μὲν διαβόλῳ παρέξομεν γέλωτα, θρῆνον δὲ ἡμῖν αὐτοῖς, καὶ τὰς ἀφορήτους ἐπισπασόμεθα τιμωρίας. Ἵν' οὖν μὴ ταῦτα γένηται, πάντοθεν ἑαυτοὺς συσφίγξαντες, καὶ πρὸς πάντα τὰ πάθη στάντες, ἐκβάλωμεν τοῦ πλούτου τὴν ἐπιθυμίαν· ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΒʹ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ
εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ
αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς ∆ιαθήκης, τὸ ὑπὲρ πολλῶν
ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
αʹ. Βαβαὶ, πόση ἡ πήρωσις τοῦ προδότου! Καὶ τῶν μυστηρίων μετέχων, ἔμενεν ὁ αὐτός· καὶ τῆς φρικωδεστάτης ἀπολαύων τραπέζης, οὐ μετεβάλλετο. Καὶ τοῦτο ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, οὐ τοῦ σώματος καταφρονῶν τοῦ ∆εσποτικοῦ, ἀλλὰ τῆς ἀναισχυντίας καταγελῶν τοῦ προδότου λοιπόν. Καὶ γὰρ μεῖζον τὸ ἁμάρτημα ἐγίνετο ἑκατέρωθεν· καὶ ὅτι μετὰ τοιαύτης γνώμης τοῖς μυστηρίοις προσῄει, καὶ ὅτι προσελθὼν οὐκ ἐγένετο βελτίων, οὔτε ἀπὸ τοῦ φόβου, οὔτε ἀπὸ τῆς εὐεργεσίας, οὔτε ἀπὸ τῆς τιμῆς. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν αὐτὸν, καίτοι πάντα εἰδώς· ἵνα μάθῃς ὅτι οὐδὲν παραλιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων. ∆ιὰ τοῦτο καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο συνεχῶς ὑπεμίμνησκε καὶ κατεῖχε, καὶ δι' ἔργων, καὶ διὰ λόγων, καὶ διὰ φόβου, καὶ διὰ θεραπείας, καὶ δι' ἀπειλῆς, καὶ διὰ τιμῆς. Ἀλλ' οὐδὲν αὐτὸν ἀφίστη τοῦ νοσήματος ἐκείνου τοῦ χαλεποῦ. ∆ιὸ λοιπὸν ἐκεῖνον ἀφεὶς, τοὺς μαθητὰς διὰ τῶν μυστηρίων ἀναμιμνήσκει πάλιν τῆς σφαγῆς, καὶ μεταξὺ τῆς τραπέζης περὶ τοῦ σταυροῦ διαλέγεται, τῇ συνεχείᾳ τῆς προῤῥήσεως εὐπαράδεκτον αὐτοῦ ποιῶν τὸ πάθος. Εἰ γὰρ τοσούτων γενομένων καὶ προλεχθέντων, ἐθορυβήθησαν, εἰ μηδὲν τούτων ἠκηκόεισαν, τί οὐκ ἂν ἔπαθον; Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον ἔκλασε. Τί δήποτε τότε κατὰ τὸν καιρὸν τοῦ πάσχα τὸ μυστήριον ἐπετέλει τοῦτο; Ἵνα μάθῃς πάντοθεν καὶ τῆς Παλαιᾶς αὐτὸν ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. ∆ιά τοι τοῦτο ἔνθα ὁ τύπος, τὴν ἀλήθειαν ἐπιτίθησιν. Ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τῶν καιρῶν τεκμήριον ἦν, καὶ τοῦ πρὸς αὐτὸ λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγματα. Καὶ εὐχαριστεῖ, διδάσκων ἡμᾶς ὅπως δεῖ τὸ μυστήριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς, ὅπερ ἂν πάσχωμεν, εὐχαρίστως φέρειν, καὶ χρηστὰς κἀντεῦθεν ὑποτείνων τὰς ἐλπίδας. Εἰ γὰρ ὁ τύπος τοσαύτης δουλείας γέγονεν ἀπαλλαγὴ, πολλῷ μᾶλλον ἡ ἀλήθεια τὴν οἰκουμένην ἐλευθερώσει, καὶ ἐπὶ εὐεργεσίᾳ τῆς ἡμετέρας παραδοθήσεται φύσεως. ∆ιά τοι τοῦτο οὐδὲ πρὸ τούτου παρέδωκε τὸ μυστήριον, ἀλλ' ὅτε λοιπὸν παύσασθαι ἔδει τὰ νομικά. Καὶ τὸ κεφάλαιον δὲ τῶν ἑορτῶν αὐτῶν καταλύει, ἐφ' ἑτέραν αὐτοὺς μετατιθεὶς τράπεζαν φρικωδεστάτην, καί φησι· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ πολλῶν κλώμενον. Καὶ πῶς οὐκ ἐθορυβήθησαν τοῦτο ἀκούσαντες; Ὅτι πολλὰ καὶ μεγάλα περὶ τούτου καὶ ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθείς. ∆ιόπερ ἐκεῖνο μὲν οὐκέτι κατασκευάζει· καὶ γὰρ αὐτάρκως ἦσαν ἀκούσαντες· τὴν δὲ αἰτίαν λέγει τοῦ πάθους, τῶν ἁμαρτημάτων τὴν ἀναίρεσιν. Καὶ αἷμα Καινῆς ∆ιαθήκης καλεῖ, τουτέστι, τῆς ὑποσχέσεως, τῆς ἐπαγγελίας, τοῦ νόμου τοῦ καινοῦ. Τοῦτο γὰρ καὶ ὑπέσχετο πάλαι, καὶ τὴν ∆ιαθήκην τοῦτο συνέχει τὴν ἐν τῇ Καινῇ. Καὶ ὥσπερ ἡ Παλαιὰ πρόβατα καὶ μόσχους εἶχεν, οὕτως αὕτη τὸ αἷμα τὸ ∆εσποτικόν. Κἀντεῦθεν δείκνυσιν, ὅτι καὶ μέλλει τελευτᾷν· διὸ καὶ ∆ιαθήκης μέμνηται· καὶ ἀναμιμνήσκει δὲ τῆς προτέρας· καὶ γὰρ καὶ ἐκείνη δι' αἵματος ἐγκεκαίνιστο. Καὶ πάλιν λέγει τοῦ θανάτου τὴν αἰτίαν· Τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· καί φησι, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Εἶδες πῶς ἐξάγει τῶν Ἰουδαϊκῶν ἐθῶν, καὶ ἀφίστησι; Καθάπερ γὰρ ἐκεῖνο ἐποιεῖτε, φησὶν, εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. Ἐκεῖνο ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων; τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν τῆς οἰκουμένης ἁπάσης. Τοῦτο γάρ ἐστι τὸ αἷμά μου, φησὶ, τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο δὲ ἔλεγε, κἀντεῦθεν δεικνὺς ἅμα ὅτι μυστήριόν ἐστι τὸ πάθος καὶ ὁ σταυρὸς, καὶ διὰ τούτου πάλιν παρακαλῶν τοὺς μαθητάς. Καὶ καθάπερ Μωϋσῆς φησι, Τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον· οὕτω καὶ αὐτὸς, Εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἂν παραγένωμαι. ∆ιὰ τοῦτο καὶ, Ἐπιθυμίᾳ ἐπεθύμησα, φησὶ, τὸ πάσχα τοῦτο φαγεῖν· τουτέστι, παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ πάσχα δοῦναι, καθ' ὃ μέλλω πνευματικοὺς ποιεῖν. Καὶ αὐτὸς ἔπιεν ἐξ αὐτοῦ. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες εἴπωσι, Τί οὖν; αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσι τότε· (καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνει λόγους, καὶ πρὸς τὰ ῥήματα αὐτὰ πολλοὶ ἐσκανδαλίζοντο·) ἵν' οὖν μὴ καὶ τότε ταραχθῶσι, πρῶτος αὐτὸς τοῦτο ἐποίησεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. ∆ιὰ τοῦτο τὸ ἑαυτοῦ αἷμα αὐτὸς ἔπιεν. Τί οὖν· κἀκεῖνο χρὴ ποιεῖν τὸ παλαιόν; φησίν. Οὐδαμῶς. ∆ιὰ γὰρ τοῦτο εἶπε, Τοῦτο ποιεῖτε, ἵνα ἐκείνου ἀπαγάγῃ. Εἰ γὰρ τοῦτο ἄφεσιν ἁμαρτιῶν ἐργάζεται, ὥσπερ οὖν καὶ ἐργάζεται, περιττὸν ἐκεῖνο λοιπόν. Ὥσπερ οὖν ἐπὶ τῶν Ἰουδαίων, οὕτω καὶ ἐνταῦθα τῆς εὐεργεσίας ἐγκατέδησε τὸ μνημόσυνον τῷ μυστηρίῳ, κἀντεῦθεν ἐμφράττων τῶν αἱρετικῶν τὰ στόματα. Ὅταν γὰρ λέγωσι, Πόθεν δῆλον ὅτι ἐτύθη ὁ Χριστός; μετὰ τῶν ἄλλων καὶ ἀπὸ τῶν μυστηρίων αὐτοὺς ἐπιστομίζομεν. Εἰ γὰρ μὴ ἀπέθανεν ὁ Ἰησοῦς, τίνος σύμβολα τὰ τελούμενα; βʹ. Ὁρᾷς ὅση γέγονε σπουδὴ, ὥστε ἀεὶ ἀναμιμνήσκεσθαι, ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν; Ἐπειδὴ γὰρ ἔμελλον οἱ περὶ Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Μανιχαῖον φύεσθαι, ταύτην ἀρνούμενοι τὴν οἰκονομίαν, διηνεκῶς ἀναμιμνήσκει τοῦ πάθους καὶ διὰ τῶν μυστηρίων, ὥστε μηδένα παραλογισθῆναι· ὁμοῦ μὲν σώζων, ὁμοῦ δὲ παιδεύων διὰ τῆς ἱερᾶς τραπέζης ἐκείνης. Καὶ γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν τοῦτο. ∆ιὸ καὶ ὁ Παῦλος τοῦτο ἄνω καὶ κάτω στρέφει. Εἶτα ἐπειδὴ παρέδωκε, φησίν· Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Ἐπειδὴ γὰρ περὶ πάθους αὐτοῖς καὶ σταυροῦ διελέχθη, καὶ τὸν περὶ τῆς ἀναστάσεως πάλιν εἰσάγει λόγον, βασιλείας εἰς μέσον ἀναμνήσας, καὶ τὴν ἀνάστασιν οὕτω τὴν ἑαυτοῦ καλέσας. Καὶ τίνος ἕνεκεν ἀναστὰς ἔπιεν; Ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι φαντασίαν εἶναι τὴν ἀνάστασιν. Τοῦ γὰρ ἀναστῆναι τοῦτο τεκμήριον ἐτίθεντο οἱ πολλοί. ∆ιὸ καὶ οἱ ἀπόστολοι πείθοντες αὐτοὺς περὶ ἀναστάσεως, τοῦτο ἔλεγον· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ηλῶν τοίνυν ὅτι αὐτὸν ὄψονται ἀναστάντα λαμπρῶς, καὶ μετ' αὐτῶν ἔσται πάλιν, καὶ αὐτοὶ μαρτυρήσουσι τοῖς γινομένοις, καὶ δι' ὄψεως καὶ διὰ πραγμάτων, φησίν· Ἕως ἂν αὐτὸ πίω καινὸν μεθ' ὑμῶν, ὑμῶν μαρτυρούντων. Ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι, Καινόν; Καινῶς, τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχων, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον, καὶ οὐ δεόμενον τροφῆς. Οὐ τοίνυν διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὐδὲ γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων· ἀλλὰ δι' ἀναστάσεως πληροφορίαν. Καὶ τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστὰς, ἀλλ' οἶνον; Ἄλλην αἵρεσιν πονηρὰν πρόῤῥιζον ἀνασπῶν. Ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκε, καὶ ἡνίκα ἀναστὰς χωρὶς μυστηρίων ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐκέχρητο, Ἐκ τοῦ γεννήματος, φησὶ, τῆς ἀμπέλου. Ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ. Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἀκουέτωσαν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες ἁπλῶς λακτίζουσι τὴν τράπεζαν τὴν αἰσθητὴν, καὶ ἀνίστανται μετὰ μέθης, δέον εὐχαριστεῖν καὶ εἰς ὕμνον τελευτᾷν. Ἀκούσατε ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ ἀναμένετε τῶν μυστηρίων· αὕτη γὰρ ἐκείνης σύμβολον. Εὐχαρίστησε πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς εὐχαριστῶμεν. Εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. Τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξέρχεται; ∆ῆλον ἑαυτὸν ποιῶν πρὸς τὸ ληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι. Ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. Τότε λέγει αὐτοῖς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Εἶτα λέγει καὶ προφητείαν· Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· ὁμοῦ μὲν πείθων αὐτοὺς ἀεὶ προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι κατὰ Θεοῦ γνώμην ἐσταυροῦτο, καὶ πανταχόθεν δεικνὺς οὐκ ἀλλότριον ὄντα ἑαυτὸν τῆς Παλαιᾶς, οὐδὲ τοῦ ἐν αὐτῇ καταγγελλομένου Θεοῦ, καὶ ὅτι οἰκονομία τὸ γινόμενον ἦν, καὶ πάντα προανεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι, ὥστε αὐτοὺς καὶ περὶ τῶν χρηστοτέρων σφόδρα θαῤῥεῖν. Καὶ διδάσκει εἰδέναι, τίνες μὲν πρὸ τοῦ σταυροῦ οἱ μαθηταὶ, τίνες δὲ μετὰ τὸν σταυρόν. Καὶ γὰρ οἱ σταυρουμένου μηδὲ στῆναι δυνάμενοι, οὗτοι μετὰ θάνατον σφοδροὶ καὶ ἀδάμαντος ἰσχυρότεροι. Καὶ τοῦτο δὲ αὐτὸ ἀπόδειξις τοῦ θανάτου, ἡ φυγὴ τῶν μαθητῶν καὶ ἡ δειλία. Εἰ γὰρ τοσαῦτα γέγονέ τε καὶ ἐλέχθη, καὶ ἀναισχυντοῦσί τινες, καί φασιν αὐτὸν μὴ ἐσταυρῶσθαι· εἰ μηδὲν τούτων συνέβη, ποῦ οὐκ ἂν ἐξέπεσον παρανομίας; ∆ιά τοι τοῦτο οὐχὶ διὰ τῶν οἰκείων παθῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐν τοῖς μαθηταῖς βεβαιοῖ τὸν περὶ τοῦ θανάτου λόγον, καὶ διὰ τῶν μυστηρίων, πάντοθεν καταισχύνων τοὺς τὰ Μαρκίωνος νοσοῦντας. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφίησιν ἀρνήσασθαι. Εἰ δὲ μὴ ἐδέθη, μηδὲ ἐσταυρώθη, πόθεν καὶ ἐκείνῳ καὶ τοῖς λοιποῖς τοσοῦτος ἐγένετο φόβος; Οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν μεῖναι, ἀλλὰ τί φησι; Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ ἀπὸ οὐρανοῦ φαίνεται εὐθέως, οὐδὲ εἰς μακράν τινα χώραν ἄπεισιν, ἀλλ' ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς πιστώσασθαι, ὅτι ὁ σταυρωθεὶς αὐτὸς ἦν καὶ ὁ ἀναστὰς, καὶ ταύτῃ σκυθρωπάζοντας μειζόνως παραμυθήσασθαι. ∆ιὰ τοῦτο καὶ, Ἐν τῇ Γαλιλαίᾳ, εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσι τῷ λεγομένῳ. ∆ιὸ καὶ ἐκεῖ ἐφάνη. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν· Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
γʹ. Τί φῂς, ὦ Πέτρε; ὁ προφήτης εἶπεν, ὅτι Σκορπισθήσεται τὰ πρόβατα· ὁ Χριστὸς ἐβεβαίωσε τὸ εἰρημένον· καὶ σὺ λέγεις, οὐχί; Οὐκ ἀρκεῖ τὰ πρότερα, ὅτε εἶπες, Ἵλεώς σοι, καὶ ἐπεστομίσθης; ∆ιὰ τοῦτο τοίνυν ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. Καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ἀπὸ τῆς ἀρνήσεως τῆς αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. Ὅταν γὰρ αὐτός τι προείπῃ, οὐκέτι σοφίζεσθαι χρὴ, οὐδὲ τῶν πολλῶν κατεξανίστασθαι. Τὸ γὰρ καύχημα, φησὶν, εἰς ἑαυτὸν ἕξεις, καὶ οὐκ εἰς τὸν ἕτερον. ∆έον γὰρ δεηθῆναι καὶ εἰπεῖν, Βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, ὁ δὲ ἑαυτῷ θαῤῥεῖ, καί φησι· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε· κἂν πάντες τοῦτο πάθωσι, φησὶν, ἐγὼ οὐ πείσομαι· ὅπερ εἰς αὐθάδειαν αὐτὸν ἦγε κατὰ μικρόν. Τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, συνεχώρησε τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ οὐδὲ αὐτοῦ ἠνέσχετο, οὔτε τοῦ προφήτου· (καίτοι διὰ τοῦτο καὶ τὸν προφήτην ἐπηγάγετο, ἵνα μὴ ἀντείπωσιν·) ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἠνέσχετο τῶν ῥημάτων, παιδεύεται διὰ τῶν ἔργων. Ὅτι γὰρ διὰ τοῦτο συνεχώρησεν, ἵνα τοῦτο ἐν αὐτῷ κατορθώσῃ, ἄκουσον τί φησιν· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Τοῦτο γὰρ σφόδρα αὐτοῦ καθαπτόμενος ἔλεγε, καὶ δηλῶν ὅτι τὸ πτῶμα αὐτοῦ τῶν ἄλλων χαλεπώτερον, καὶ πλείονος δεόμενον βοηθείας. Καὶ γὰρ δύο τὰ ἐγκλήματα ἦν, καὶ ὅτι ἀντεῖπε, καὶ ὅτι τῶν ἄλλων ἑαυτὸν προὔθηκε· μᾶλλον δὲ καὶ τρίτον, ὅτι τὸ πᾶν ἑαυτῷ ἀνέθηκε. Ταῦτα οὖν ἰώμενος, εἴασε γενέσθαι τὸ πτῶμα· καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀφεὶς, πρὸς αὐτὸν ἀποτείνεται. Σίμων γὰρ, φησὶ, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο ὑμᾶς συνιάσαι ὡς τὸν σῖτον· τουτέστι, θορυβῆσαι, ταράξαι, πειράσαι· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Καὶ διατί, εἰ πάντας ᾐτήσατο, οὐ περὶ πάντων εἶπεν, Ἐδεήθην; Οὐκ εὔδηλον, ὅτι τοῦτό ἐστιν, ὅπερ ἔμπροσθεν εἶπον, ὅτι καθαπτόμενος αὐτοῦ, καὶ δεικνὺς ὅτι χαλεπώτερον τῶν ἄλλων αὐτοῦ τὸ πτῶμα, πρὸς αὐτὸν τρέπει τὸν λόγον; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἐγὼ δὲ οὐκ εἴασα, ἀλλ', Ἐδεήθην; Ταπεινὰ λοιπὸν φθέγγεται, πρὸς τὸ πάθος ἰὼν, ἵνα τὸ ἀνθρώπινον δείξῃ. Ὁ γὰρ τὴν Ἐκκλησίαν ἐπὶ τῇ ὁμολογίᾳ αὐτοῦ οἰκοδομήσας, καὶ οὕτω τειχίσας αὐτὴν, ὡς μυρίους κινδύνους καὶ θανάτους αὐτῆς μὴ περιγενέσθαι, ὁ τῶν οὐρανῶν αὐτῷ τὰς κλεῖς δεδωκὼς, καὶ τοσαύτης ἐξουσίας ποιήσας κύριον, καὶ μηδαμοῦ εὐχῆς εἰς ταῦτα δεηθείς· (οὐδὲ γὰρ εἶπεν, Ἐδεήθην· ἀλλὰ μετὰ αὐθεντίας, Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν·) πῶς εὐχῆς ἐδεῖτο, ἵνα ἑνὸς ἀνθρώπου σαλευομένην περισφίγξῃ ψυχήν; Τίνος οὖν ἕνεκεν οὕτως εἶπε; ∆ιὰ τὴν αἰτίαν ἣν εἴρηκα, καὶ διὰ τὴν ἐκείνων δὲ ἀσθένειαν· οὐδέπω γὰρ ἦσαν τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχοντες. Πῶς οὖν ἠρνήσατο; Οὐκ εἶπεν, Ἵνα μὴ ἀρνήσῃ, ἀλλ', Ὥστε μὴ ἐκλιπεῖν τὴν πίστιν, ὥστε μὴ τέλεον ἀπολέσθαι. Τῆς γὰρ αὐτοῦ κηδεμονίας τοῦτο γέγονε. Καὶ γὰρ ὁ φόβος πάντα ἐξέβαλεν· ἄμετρος γὰρ ἦν· ἄμετρος δὲ ἐγένετο, ἐπειδὴ σφόδρα αὐτὸν ἐγύμνωσεν ὁ Θεὸς τῆς ἑαυτοῦ ῥοπῆς ἐγύμνωσε δὲ σφόδρα, ἐπειδὴ καὶ σφοδρὸν ἐν αὐτῷ τὸ πάθος ἦν τῆς αὐθαδείας καὶ τῆς ἀντιῤῥήσεως. Ἵν' οὖν πρόῤῥιζον ἀνέλῃ, διὰ τοῦτο εἴασεν οὕτω κατασχεῖν αὐτὸν τὴν ἀγωνίαν. Ὅτι γὰρ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τοῦτο, οὐκ ἠρκέσθη τοῖς προτέροις, καὶ προφήτῃ καὶ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος αὐτῷ τοῦ Χριστοῦ, Ἀμὴν λέγω σοι, ὅτι ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, λέγει· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁ δὲ Λουκᾶς ἐπισημαίνεται, ὅτι ὅσῳ ἀπηγόρευεν ὁ Χριστὸς, τοσούτῳ ἠναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. Τί ταῦτα, ὦ Πέτρε; Ὅτε μὲν ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἐφοβοῦ μὴ σὺ ᾖς ὁ προδότης, καὶ ἠνάγκαζες τὸν μαθητὴν ἐρωτῆσαι, καίτοι οὐδὲν σαυτῷ συνειδὼς τοιοῦτον· νυνὶ δὲ διαῤῥήδην αὐτοῦ βοῶντος καὶ λέγοντος, ὅτι Πάντες σκανδαλισθήσεσθε, ἀντιλέγεις; καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ πολλάκις; Τοῦτο γὰρ ὁ Λουκᾶς φησι. Πόθεν οὖν αὐτῷ τοῦτο συνέβη; Ἀπὸ πολλῆς ἀγάπης, ἀπὸ πολλῆς ἡδονῆς. Ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ τὴν προδοσίαν, καὶ τὸν προδότην εἶδε, θαῤῥῶν ἔλεγε λοιπὸν, καὶ τῶν ἄλλων κατεξανίστατο λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι. Ἠρέμα δὲ καὶ φιλοτιμίας τὸ πρᾶγμα ἦν· καὶ γὰρ ἐν τῷ δείπνῳ, τίς αὐτῶν μείζων ἐστὶν, ἐλογίζοντο· οὕτως αὐτοῖς παρηνόχλει τὸ πάθος. ∆ιὰ τοῦτο αὐτὸν ἐκώλυεν, οὐκ ὠθῶν αὐτὸν ἐπὶ τὴν ἄρνησιν· μὴ γένοιτο· ἀλλ' ἔρημον τῆς αὐτοῦ βοηθείας ἀφεὶς, καὶ τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. Ὅρα γοῦν μετὰ ταῦτα πῶς κατεσταλμένος ἐστί. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ εἶπεν, Οὗτος δὲ τί; καὶ ἐπεστομίσθη, οὐδὲν ἀντειπεῖν λοιπὸν ὡς ἐνταῦθα ἐτόλμησεν, ἀλλ' ἐσίγησε. Πάλιν πρὸς τῇ ἀναλήψει ἀκούσας, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, πάλιν σιγᾷ καὶ οὐκ ἀντιλέγει. Μετὰ ταῦτα ἐπὶ τοῦ δώματος καὶ τῆς σινδόνος, ἀκούσας φωνῆς λεγούσης αὐτῷ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου, καὶ οὐδὲ σαφῶς εἰδὼς τέως τί ποτέ ἐστι τὸ λεγόμενον, ἡσυχάζει καὶ οὐ φιλονεικεῖ.
δʹ. Ταῦτα δὲ πάντα τὸ πτῶμα ἐκεῖνο εἰργάσατο. Καὶ πρὸ μὲν τούτου τὸ πᾶν ἑαυτῷ ἀνατίθησι λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι· κἂν δέῃ με ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· δέον εἰπεῖν, Ἂν ἀπολαύσω τῆς παρὰ σοῦ ῥοπῆς. Μετὰ δὲ ταῦτα τοὐναντίον ἅπαν· Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθέν τις ἀπολαύσῃ ῥοπῆς· καὶ ὅτι πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. Καὶ ταῦτα ἀμφότερα δείκνυσιν Ἰούδας καὶ Πέτρος· ὁ μὲν γὰρ πολλῆς ἀπολαύσας βοηθείας, οὐδὲν ὠφελήθη, ἐπειδὴ μὴ ἠθέλησε, μηδὲ τὰ παρ' ἑαυτοῦ συνεισήνεγκεν· οὗτος δὲ καὶ προθυμηθεὶς, ἐπειδὴ μηδεμιᾶς ἀπήλαυσε βοηθείας, κατέπεσε. Καὶ γὰρ ἀπὸ δυοῖν τούτων ἡ ἀρετὴ ὑφαίνεται. ∆ιὸ παρακαλῶ, μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαν τας, αὐτοὺς καθεύδειν, μήτε σπουδάζοντας, νομίζειν οἰκείοις πόνοις τὸ πᾶν κατορθοῦν. Οὔτε γὰρ ὑπτίους ἡμᾶς αὐτοὺς εἶναι βούλεται ὁ Θεός· διὰ τοῦτο οὐ τὸ πᾶν αὐτὸς ἐργάζεται· οὔτε ἀλαζόνας· διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῖν ἔδωκεν· ἀλλ' ἑκατέρου τὸ βλαβερὸν ἀνελὼν, τὸ χρήσιμον ἡμῖν εἴασε. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφῆκε πεσεῖν, συνεσταλμένον τε αὐτὸν κατασκευάζων, καὶ εἰς πλείονα λοιπὸν ἀγάπην ἀλείφων. Ὧ γὰρ πλέον, φησὶν, ἀφείθη, μειζόνως ἀγαπήσει. Πειθώμεθα τοίνυν πανταχοῦ τῷ Θεῷ, καὶ μηδὲν ἀντιλέγωμεν, κἂν ἐναντίον εἶναι δοκῇ τοῖς ἡμετέροις λογισμοῖς καὶ ταῖς ὄψεσι τὸ λεγόμενον· ἀλλ' ἔστω καὶ λογισμῶν καὶ ὄψεως κυριώτερος αὐτοῦ ὁ λόγος. Οὕτω καὶ ἐπὶ τῶν μυστηρίων ποιῶμεν, οὐ τοῖς κειμένοις μόνον ἐμβλέποντες. ἀλλὰ τὰ ῥήματα αὐτοῦ κατέχοντες. Ὁ μὲν γὰρ λόγος αὐτοῦ ἀπαραλόγιστος· ἡ δὲ αἴσθησις ἡμῶν εὐεξαπάτητος. Οὗτος οὐδέποτε διέπεσεν· αὕτη δὲ τὰ πλείονα σφάλλεται. Ἐπεὶ οὖν ὁ λόγος φησὶ, Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πειθώμεθα καὶ πιστεύωμεν, καὶ νοητοῖς αὐτὸ βλέπωμεν ὀφθαλμοῖς. Οὐδὲν γὰρ αἰσθητὸν παρέδωκεν ἡμῖν ὁ Χριστός· ἀλλ' ἐν αἰσθητοῖς μὲν πράγμασι. πάντα δὲ νοητά. Οὕτω καὶ ἐν τῷ βαπτίσματι, δι' αἰσθητοῦ μὲν πράγματος γίνεται τοῦ ὕδατος τὸ δῶρον, νοητὸν δὲ τὸ ἀποτελούμενον, ἡ γέννησις καὶ ἡ ἀνακαίνισις. Εἰ μὲν γὰρ ἀσώματος ἦς, γυμνὰ ἂν αὐτά σοι τὰ ἀσώματα παρέδωκε δῶρα· ἐπειδὴ δὲ σώματι συμπέπλεκται ἡ ψυχὴ, ἐν αἰσθητοῖς τὰ νοητά σοι παραδίδωσι. Πόσοι νῦν λέγουσιν, Ἐβουλόμην αὐτοῦ τὴν μορφὴν ἰδεῖν, τὸν τύπον, τὰ ἱμάτια, τὰ ὑποδήματα! Ἰδοὺ αὐτὸν ὁρᾷς, αὐτοῦ ἅπτῃ, αὐτὸν ἐσθίεις. Καὶ σὺ μὲν ἱμάτια ἐπιθυμεῖς ἰδεῖν· αὐτὸς δὲ ἑαυτόν σοι δίδωσιν, οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ λαβεῖν ἔνδον. Μηδεὶς τοίνυν ναυτιῶν προσίτω, μηδεὶς ἐκλελυμένος· ἅπαντες πεπυρωμένοι, ἅπαντες ζέοντες καὶ διεγηγερμένοι. Εἰ γὰρ Ἰουδαῖοι ἑστῶτες, καὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶν, ἤσθιον μετὰ σπουδῆς, πολλῷ μᾶλλον σὲ νήφειν δεῖ. Ἐκεῖνοι μὲν γὰρ εἰς Παλαιστίνην ἔμελλον ἐξιέναι, διὸ καὶ ὁδοιπόρων σχῆμα εἶχον· σὺ δὲ εἰς τὸν οὐρανὸν μέλλεις ἀποδημεῖν.
εʹ. ∆ιὸ χρὴ πάντοθεν ἐγρηγορέναι· καὶ γὰρ οὐ μικρὰ κεῖται κόλασις τοῖς ἀναξίως μετέχουσιν. Ἐννόησον πῶς ἀγανακτεῖς κατὰ τοῦ προδότου, κατὰ τῶν σταυρωσάντων. Σκόπει τοίνυν, μὴ καὶ αὐτὸς ἔνοχος γένῃ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ἐκεῖνοι κατέσφαξαν τὸ πανάγιον σῶμα, σὺ δὲ ῥυπαρᾷ ὑποδέχῃ ψυχῇ μετὰ τοσαύτας εὐεργεσίας. Οὐδὲ γὰρ ἤρκεσεν αὐτῷ τὸ γενέσθαι ἄνθρωπον, τὸ ῥαπισθῆναι καὶ σφαγῆναι, ἀλλὰ καὶ ἀναφύρει ἑαυτὸν ἡμῖν· καὶ οὐ τῇ πίστει μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι σῶμα ἡμᾶς αὐτοῦ κατασκευάζει. Τίνος οὖν οὐκ ἔδει καθαρώτερον εἶναι τὸν ταύτης ἀπολαύοντα τῆς θυσίας; ποίας ἡλιακῆς ἀκτῖνος τὴν χεῖρα τὴν ταύτην διατέμνουσαν τὴν σάρκα, τὸ στόμα τὸ πληρούμενον πυρὸς πνευματικοῦ, τὴν γλῶσσαν τὴν φοινισσομένην αἵματι φρικωδεστάτῳ; Ἐννόησον ποίαν ἐτιμήθης τιμήν· ποίας ἀπολαύεις τραπέζης. Ὅπερ ἄγγελοι βλέποντες φρίττουσι, καὶ οὐδὲ ἀντιβλέψαι τολμῶσιν ἀδεῶς διὰ τὴν ἐκεῖθεν φερομένην ἀστραπὴν, τούτῳ ἡμεῖς τρεφόμεθα, τούτῳ ἀναφυρόμεθα, καὶ γεγόναμεν ἡμεῖς Χριστοῦ σῶμα ἓν καὶ σὰρξ μία. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς ποιμὴν τοῖς οἰκείοις μέλεσι τρέφει τὰ πρόβατα; Καὶ τί λέγω, ποιμήν; Μητέρες πολλάκις εἰσὶ, καὶ μετὰ τὰς ὠδῖνας ἑτέραις ἐκδιδόασι τροφοῖς τὰ παιδία; αὐτὸς δὲ τοῦτο οὐκ ἠνέσχετο, ἀλλ' αὐτὸς ἡμᾶς τρέφει οἰκείῳ αἵματι, καὶ διὰ πάντων ἡμᾶς ἑαυτῷ συμπλέκει. Σκόπει δέ· ἐγεννήθη ἐκ τῆς ἡμετέρας οὐσίας. Ἀλλ' οὐδὲν τοῦτο πρὸς πάντας, φησί· καίτοιγε πρὸς πάντας. Εἰ γὰρ πρὸς τὴν φύσιν ἦλθε τὴν ἡμετέραν, εὔδηλον ὅτι πρὸς πάντας. Εἰ δὲ πρὸς πάντας, καὶ πρὸς ἕνα ἕκαστον. Καὶ πῶς ἅπαντες οὐκ ἐκαρπώσαντο τὸ ἐντεῦθεν κέρδος; φησί. Τοῦτο οὐ παρ' ἐκεῖνον τὸν ὑπὲρ ἁπάντων τοῦτο ἑλόμενον, ἀλλὰ παρὰ τοὺς μὴ βουληθέντας. Ἑνὶ ἑκάστῳ τῶν πιστῶν ἀναμίγνυσιν ἑαυτὸν διὰ τῶν μυστηρίων· καὶ οὓς ἐγέννησεν, ἐκτρέφει δι' ἑαυτοῦ, καὶ οὐκ ἄλλῳ ἐκδίδωσι. καὶ τούτῳ σε πείθων πάλιν, ὅτι σάρκα ἔλαβε τὴν σήν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, τοσαύτης ἠξιωμένοι ἀγάπης τε καὶ τιμῆς. Οὐχ ὁρᾶτε τὰ παιδία μεθ' ὅσης προθυμίας δράσσεται τοῦ μαστοῦ; μεθ' ὅσης ὁρμῆς ἐμπήγνυσι τῇ θηλῇ τὰ χείλη; Μετὰ τοσαύτης προσίωμεν καὶ ἡμεῖς τῇ τραπέζῃ ταύτῃ, καὶ τῇ θηλῇ τοῦ ποτηρίου τοῦ πνευματικοῦ· μᾶλλον δὲ μετὰ πολλῷ πλείονος ἑλκύσωμεν, ὡς παιδία ὑπομάζια, τοῦ Πνεύματος τὴν χάριν· καὶ μία ἡμῖν ἔστω ὀδύνη, τὸ μὴ μετασχεῖν ταύτης τῆς τροφῆς. Οὐκ ἔστιν ἀνθρωπίνης δυνάμεως ἔργα τὰ προκείμενα. Ὁ τότε ταῦτα ποιήσας ἐν ἐκείνῳ τῷ δείπνῳ, οὗτος καὶ νῦν αὐτὰ ἐργάζεται. Ἡμεῖς ὑπηρετῶν τάξιν ἐπέχομεν· ὁ δὲ ἁγιάζων αὐτὰ καὶ μετασκευάζων. αὐτός. Μηδεὶς τοίνυν Ἰούδας παρέστω, μηδεὶς φιλάργυρος. Εἴ τις μὴ μαθητὴς, παραχωρείτω· οὐ δέχεται τοὺς τοιούτους ἡ τράπεζα. Μετὰ γὰρ τῶν μαθητῶν μου, φησὶ, ποιῶ τὸ πάσχα. Αὕτη ἐκείνη ἐστὶν ἡ τράπεζα, καὶ οὐδὲν ἔλαττον ἔχει. Οὐ γὰρ ἐκείνην μὲν ὁ Χριστὸς, ταύτην δὲ ἄνθρωπος δημιουργεῖ· ἀλλὰ καὶ ταύτην αὐτός. Τοῦτο ἐκεῖνο τὸ ἀνώγεων, ἔνθα τότε ἦσαν· ἐντεῦθεν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἐξῆλθον. Ἐξέλθωμεν καὶ ἡμεῖς ἐπὶ τὰς χεῖρας τῶν πενήτων· τοῦτο γὰρ ὄρος τῶν Ἐλαιῶν τὸ χωρίον. Ἐλαῖαι γάρ εἰσι καταπεφυτευμέναι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῶν πενήτων τὸ πλῆθος, ἀποστάζουσαι τὸ ἔλαιον τὸ ἐκεῖ χρησιμεῦον ἡμῖν, ὃ αἱ πέντε παρθένοι εἶχον· αἱ δὲ ἕτεραι μὴ λαβοῦσαι ἐντεῦθεν ἀπώλοντο. Τοῦτο λαβόντες εἰσίωμεν, ἵνα φαιδραῖς ἀπαντήσωμεν ταῖς λαμπάσι τῷ Νυμφίῳ· τοῦτο λαβόντες ἐξέλθωμεν ἐντεῦθεν. Μηδεὶς ἀπάνθρωπος προσίτω, μηδεὶς ὠμὸς καὶ ἀνελεὴς, μηδεὶς ὅλως ἀκάθαρτος. ʹ. Ταῦτα πρὸς ὑμᾶς τοὺς μεταλαμβάνοντας λέγω, καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους. Καὶ γὰρ ἀναγκαῖον καὶ πρὸς ὑμᾶς διαλεχθῆναι, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα. Οὐ μικρὰ κόλασις ὑμῖν ἐστιν, εἴ τινι συνειδότες τινὰ πονηρίαν, συγχωρήσετε μετασχεῖν ταύτης τῆς τραπέζης. Τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρατηγός τις ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου τὴν ἐξουσίαν ἔχεις. Σὺ δὲ εἰ μὲν πηγὴν ὕδατος ἐνεχειρίσθης φυλάττειν ποιμνίῳ καθαρὰν, εἶτα εἶδες πρόβατον πολὺν ἐπὶ τοῦ στόματος φέρον τὸν βόρβορον, οὐκ ἂν εἴασας ἐπικύψαι κάτω, καὶ θολῶσαι τὸ ῥεῖθρον· νυνὶ δὲ οὐχ ὕδατος, ἀλλ' αἵματος καὶ πνεύματος πηγὴν ἐγκεχειρισμένος, καὶ ὁρῶν γῆς καὶ βορβόρου χαλεπωτέραν ἁμαρτίαν ἔχοντάς τινας καὶ προσιόντας, οὐκ ἀγανακτεῖς, οὐδὲ ἀπείργεις; καὶ τίνα ἂν σχοίης συγγνώμην; ∆ιὰ τοῦτο ὑμᾶς ὁ Θεὸς ἐτίμησε ταύτην τὴν τιμὴν, ἵνα τὰ τοιαῦτα διακρίνητε. Τοῦτο ὑμῶν ἡ ἀξία, τοῦτο ἡ ἀσφάλεια, τοῦτο ὁ στέφανος ἅπας, οὐχ ἵνα λευκὸν χιτωνίσκον καὶ ἀποστίλβοντα περιβαλλόμενοι περιίητε. Καὶ πόθεν οἶδα, φησὶ, τὸν δεῖνα καὶ τὸν δεῖνα; Οὐ περὶ τῶν ἀγνοουμένων, ἀλλὰ περὶ τῶν γνωρίμων λέγω. Εἴπω τι φρικωδέστερον; Οὐχ οὕτω χαλεπὸν τοὺς ἐνεργουμένους ἔνδον εἶναι, ὡς τούτους, οὕς φησιν ὁ Παῦλος τὸν Χριστὸν καταπατῆσαι, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσαι. ∆αιμονῶντος γὰρ χείρων ὁ ἡμαρτηκὼς καὶ προσιών. Οἱ μὲν γὰρ ἐπειδὴ δαιμονῶσιν, οὐ κολάζονται· οὗτοι δὲ ὅταν ἀναξίως προσίωσιν, ἀθανάτῳ παραδίδονται τιμωρίᾳ. Μὴ τοίνυν τούτους ἐλαύνωμεν μόνον, ἀλλὰ πάντας ἁπλῶς, οὓς ἂν ἴδωμεν ἀναξίως προσιόντας. Μηδεὶς κοινωνείτω τῶν μὴ μαθητῶν. Μηδεὶς λαμβανέτω Ἰούδας, ἵνα μὴ τὰ Ἰούδα πάθῃ. Σῶμά ἐστι Χριστοῦ καὶ τουτὶ τὸ πλῆθος. Ὅρα τοίνυν, ὁ διακονούμενος τοῖς μυστηρίοις, μὴ παροξύνῃς τὸν ∆εσπότην, οὐκ ἐκκαθαίρων τὸ σῶμα τοῦτο· μὴ ξίφος δῷς ἀντὶ τροφῆς. Ἀλλὰ κἂν ὑπὸ ἀγνοίας ἐκεῖνος ἔρχηται μεθέξων, κώλυσον, μὴ φοβηθῇς. Φοβήθητι τὸν Θεὸν, μὴ ἄνθρωπον. Ἂν φοβηθῇς ἄνθρωπον, καὶ ὑπ' αὐτοῦ καταγελασθήσῃ· ἂν δὲ τὸν Θεὸν, καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ. Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε· οὐ συγχωρήσω ταῦτα τολμᾶσθαι. Τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ ∆εσποτικοῦ παρ' ἀξίαν· καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Εἰ δὲ ἠγνόησέ τις τὸν φαῦλον πολλὰ περιεργασάμενος, οὐδὲν ἔγκλημα. Ταῦτα γάρ μοι περὶ τῶν δήλων εἴρηται. Ἂν γὰρ τούτους διορθώσωμεν, καὶ τοὺς ἀγνῶτας ταχέως ἡμῖν ὁ Θεὸς γνωριεῖ· ἂν δὲ τούτους ἐάσωμεν, τίνος ἕνεκεν ἡμῖν ἐκείνους ποιήσει φανεροὺς λοιπόν; Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀπείργωμεν, οὐδ' ἵνα ἐκτέμνωμεν μόνον, ἀλλ' ἵνα διορθώσαντες ἐπαναγάγωμεν, ἵνα ἐπιμελώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ πολλοὺς τοὺς κατ' ἀξίαν μεταλαμβάνοντας εὑρήσομεν, καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς περὶ τοὺς ἄλλους ἐπιμελείας πολὺν ἀποληψόμεθα τὸν μισθόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΓʹ. Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον
Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι
ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου. ἤρξατο λυπεῖσθαι καὶ ἀδημο νεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε
ὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
αʹ. Ἐπειδὴ ἀδιασπάστως αὐτοῦ εἴχοντο, διὰ τοῦτό φησι· Μείνατε αὐτοῦ, ἕως ἀπελθὼν προσεύξωμαι. Ἔθος γὰρ αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι. Τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλήν. Καὶ παραλαμβάνει τοὺς τρεῖς, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Τίνος ἕνεκεν μὴ πάντας παραλαμβάνει; Ἵνα μὴ καταπέσωσιν· ἀλλὰ τούτους, τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. Ἀλλ' ὅμως καὶ τούτους ἀφίησι, Καὶ μικρὸν προελθὼν, εὔχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ ἔρχεται πρὸς αὐτοὺς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων· ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. Εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον, (εἰπόντος γὰρ, φησὶ, Πέτρου, ὅτι Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· ὁμοίως δὲ, φησὶ, καὶ πάντες οἱ μαθηταὶ εἶπον) πρὸς ἅπαντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. Οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ' ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα. Καὶ ἱδρῶτες ἐπιῤῥέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, καὶ ἵνα μὴ τοῦτο εἴπωσιν αἱρετικοὶ, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. ∆ιὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλασμένα εἶναι. ∆ιὰ τοῦτο καὶ ἡ εὐχή. Τῷ μὲν οὖν εἰπεῖν, Εἰ δυνατὸν, παρελθέτω, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι. Πάλιν ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει; καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. Εἰ γὰρ καὶ τούτων ὄντων, ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν. Ὁρᾷς δι' ὅσων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν; ∆ι' ὧν φθέγγεται, δι' ὧν πάσχει. Εἶτα ἐλθὼν, Λέγει, φησὶ, τῷ Πέτρῳ· Οὕτως οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Ἅπαντες ἐκάθευδον, καὶ τῷ Πέτρῳ ἐπιτιμᾷ, αἰνιττόμενος αὐτὸν, ὑπὲρ ὧν ἐφθέγξατο. Καὶ τὸ, Μετ' ἐμοῦ δὲ οὐχ ἁπλῶς κεῖται, ὡσανεὶ ἔλεγε· Γρηγορῆσαι οὐκ ἴσχυσας μετ' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; Καὶ τὸ ἑξῆς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται. Γρηγορεῖτε γὰρ, φησὶ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς πῶς πάλιν αὐτοὺς παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν, καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατιθέναι; Καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας κοινῇ. Κἀκείνῳ μέν φησι· Σίμων, Σίμων, ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς· κἀγὼ ἐδεήθην περὶ σοῦ· κοινῇ δὲ πᾶσιν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πανταχοῦ τὸ αὔθαδες αὐτῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν. Εἶτα ἵνα μὴ δόξῃ διόλου καταφορικὸν ποιεῖν τὸν λόγον, λέγει· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ γὰρ καὶ βούλει, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ' οὐ δυνήσῃ, ἕως ἂν ὁ Θεὸς ὀρέξῃ χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. Καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἀπ' ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· δεικνὺς ἐνταῦθα, ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ, καὶ ὅτι πανταχοῦ τούτῳ ἕπεσθαι δεῖ, καὶ τοῦτο ἐπιζητεῖν. Καὶ ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας. Μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. Καὶ ἐκ τρίτου πάλιν τὸ αὐτὸ ἀπελθὼν ἐφθέγξατο, βεβαιῶν ὅτι ἄνθρωπος γέγονε. Τὸ γὰρ δεύτερον καὶ τρίτον ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς Γραφαῖς ἐνδεικτικόν· ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγε τῷ Φαραώ· Ἐκ δευτέρου ἐφάνη σοι τὸ ἐνύπνιον; ὑπὲρ ἀληθείας, καὶ τοῦ πιστωθῆναί σε ὅτι τοῦτο ἔσται πάντως, τοῦτο γέγονε. ∆ιὰ τοῦτο καὶ αὐτὸς καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τὸ αὐτὸ ἐφθέγξατο, ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. Καὶ τίνος ἕνεκεν ἦλθεν ἐκ δευτέρου; Ὥστε αὐτοὺς ἐλέγξαι, ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. Οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, δηλῶν τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο καρτερῆσαι. Οὐ διυπνίζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλῆξαι πεπληγότας, ἀλλ' ἀπελθὼν καὶ προσευξάμενος καὶ ἐπανελθών φησι· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε. Καὶ μὴν τότε γρηγορῆσαι ἔδει· ἀλλὰ δεικνὺς, ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι, Καθεύδετε λοιπὸν, φησὶ, καὶ ἀναπαύεσθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. ∆είκνυσι πάλιν ὅτι οἰκονομίας ἦν τὸ γινόμενον.
βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Εἰς χεῖρας ἁμαρτωλῶν, ἀνίστησιν αὐτῶν τὰ φρονήματα, δηλῶν ὅτι τῆς ἐκείνων πονηρίας τὸ ἔργον ἦν, οὐ τοῦ αὐτὸν ὑπεύθυνον εἶναι πλημμελήματι. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. ∆ιὰ πάντων γὰρ αὐτοὺς ἐπαίδευσεν, ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, οὐδὲ ἀσθενείας, ἀλλ' οἰκονομίας τινὸς ἀποῤῥήτου. Καὶ γὰρ προῄδει ἥξοντα, καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἔτι γοῦν αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Καλά γε τῶν ἱερέων τὰ σκεύη· μετὰ μαχαιρῶν καὶ ξύλων ἐπέρχονται. Καὶ Ἰούδας, φησὶ, μετ' αὐτῶν, εἷς τῶν δώδεκα. Πάλιν αὐτὸν τῶν δώδεκα καλεῖ, καὶ οὐκ αἰσχύνεται. Ὁ δὲ παραδιδοὺς ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι κρατήσατε αὐτόν. Βαβαί! πόσην ἐδέξατο πονηρίαν ἡ τοῦ προδότου ψυχή! Ποίοις γὰρ ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν ∆ιδάσκαλον; ποίῳ στόματι ἐφίλει; Ὢ τῆς μιαρᾶς γνώμης! τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποῖον σύμβολον ἔδωκε τῆς προδοσίας; Ὃν ἂν φιλήσω, φησίν. Ἐθάῤῥει τῇ ἐπιεικείᾳ τοῦ ∆ιδασκάλου· ὃ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἐντρέψαι, καὶ πάσης αὐτὸν ἀποστερῆσαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου. Τίνος δὲ ἕνεκεν τοῦτό φησιν; Ἐπειδὴ πολλάκις κατασχεθεὶς ὑπ' αὐτῶν διεξῆλθεν, οὐκ εἰδότων αὐτῶν. Ἀλλ' ὅμως καὶ τότε ἂν τοῦτο ἐγένετο, εἰ μὴ αὐτὸς ἐβουλήθη. Τοῦτο γοῦν αὐτὸ παιδεῦσαι αὐτὸν βουλόμενος, καὶ τότε ἐπήρωσεν αὐτῶν τὰς ὄψεις, καὶ αὐτὸς ἠρώτα, Τίνα ζητεῖτε; Καὶ οὐκ ᾔδεσαν, καίτοι μετὰ φανῶν καὶ λαμπάδων ὄντες, καὶ τὸν Ἰούδαν μεθ' ἑαυτῶν ἔχοντες. Εἶτα ἐπειδὴ εἶπον, Ἰησοῦν, λέγει· Ἐγώ εἰμι ὃν ζητεῖτε· καὶ ἐνταῦθα πάλιν, Ἑταῖρε, ἐφ' ᾧ πάρει; Μετὰ γὰρ τὸ δεῖξαι τὴν ἰσχὺν τὴν ἑαυτοῦ, τότε λοιπὸν συνεχώρησεν. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι καὶ ἕως αὐτῆς αὐτὸν διώρθου τῆς ὥρας λέγων· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; φησίν. Ἀλλ' ὅμως ἐπειδὴ μηδὲ τοῦτο αὐτὸν διεκώλυσε, καὶ φιληθῆναι κατεδέξατο, καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ' αὐτὴν τὴν νύκτα, καθ' ἣν τὸ πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο. Ἀλλ' ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας, [καὶ τῆς πραότητος,] καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος γέγονε. Ταῦτ' οὖν εἰδότες, φεύγωμεν πλεονεξίαν. Ἐκείνη γὰρ αὐτὸν, ἐκείνη τότε ἐξεβάκχευσεν· ἐκείνη πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπανθρωπίαν γυμνάζει τοὺς ἁλόντας. Ὅταν γὰρ τῆς οἰκείας ἀπογνῶναι ποιῇ σωτηρίας, πολλῷ μᾶλλον τῆς τῶν ἄλλων ὑπερορᾷν παρασκευάζει. Καὶ οὕτω τυραννικόν ἐστι τὸ πάθος, ὡς καὶ τοῦ δριμυτάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι ποτέ. ∆ιὸ καὶ σφόδρα ἐγκαλύπτομαι, ὅτι χρημάτων μὲν φειδόμενοι πολλάκις ἐχαλίνωσαν ἀκολασίαν πολλοί· διὰ δὲ τὸν τοῦ Χριστοῦ φόβον οὐκ ἠθέλησαν σωφρόνως ζῇν καὶ μετὰ σεμνότητος. ∆ιὸ δὴ φεύγωμεν αὐτήν· οὐ γὰρ παύσομαι ἀεὶ τοῦτο λέγων. Τί γὰρ συνάγεις, ἄνθρωπε, χρυσίον; τί τὴν δουλείαν πικροτέραν ἐργάζῃ; τί τὴν φυλακὴν χαλεπωτέραν; τί τὴν φροντίδα δριμυτέραν ποιεῖς; Νόμισον εἶναι σὰ τὰ ἐν τοῖς μετάλλοις κατωρυγμένα ψήγματα, τὰ ἐν τοῖς βασιλείοις. Καὶ γὰρ εἴπερ εἶχες τὸν ὄγκον ἐκεῖνον, ἐφύλαξας ἂν μόνον, καὶ οὐκ ἂν ἐχρήσω. Εἰ γὰρ νῦν τοῖς οὖσιν οὐ κέχρησαι, ἀλλ' ὡς ἀλλοτρίων ἀπέχῃ, πολλῷ μᾶλλον εἰ τὰ πλείονα εἶχες, τοῦτο ἂν ἔπαθες. Καὶ γὰρ εἰώθασιν οἱ φιλάργυροι, ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αὐτῶν φείδεσθαι. Ἀλλ' οἶδα, φησὶν, ὅτι ἐμὰ ταῦτα. Οὐκοῦν ἐν ὑπολήψει μόνον, οὐκ ἐν ἀπολαύσει ἡ κτῆσις. Ἀλλ' ἔμελλον ἀνθρώποις εἶναι, φησὶ, φοβερός. Εὐχείρωτος μὲν οὖν μᾶλλον καὶ πλουσίοις καὶ πένησι, καὶ λῃσταῖς, καὶ συκοφάνταις, καὶ οἰκέταις, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐπιβουλεύειν βουλομένοις, τούτοις ἂν ἐγένου. Εἰ γὰρ βούλει εἶναι φοβερὸς, ἔκκοπτε τὰς λαβὰς, δι' ὧν δύνανταί σε ἑλεῖν καὶ λυπῆσαι πάντες οἱ τοῦτο ἐσπουδακότες. Ἢ οὐκ ἀκούεις τῆς παροιμίας λεγούσης, ὅτι Τὸν πένητα καὶ γυμνὸν οὐδὲ ἑκατὸν ὁμοῦ συνελθόντες δύνανται ἀποδῦσαί ποτε; Μεγίστην γὰρ ἔχει προστάτιν τὴν πενίαν, ἢν οὐδὲ ὁ βασιλεύων αὐτὸς χειρώσασθαι δύναιτ' ἂν καὶ ἑλεῖν.
γʹ. Τὸν μέντοι φιλάργυρον ἅπαντες ὁμοῦ λυποῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους, ὅπου καὶ σῆτες καὶ σκώληκες ἐπιστρατεύουσι τῷ τοιούτῳ; Καὶ τί λέγω σῆτας; Ὁ χρόνος ὁ πολὺς ἀρκεῖ μόνος, καὶ μηδενὸς ἐνοχλοῦντος, τὰ μέγιστα ἀδικῆσαι τὸν τοιοῦτον. Τίς οὖν ἡ τοῦ πλούτου ἡδονή; Ἐγὼ μὲν γὰρ αὐτοῦ τὰς ἀηδίας βλέπω· σὺ δέ μοι τὴν ἡδονὴν εἰπέ. Καὶ τίνες αἱ ἀηδίαι; φησί. Φροντίδες, ἐπιβουλαὶ, ἀπέχθειαι, μῖσος, φόβος, τὸ ἀεὶ διψῇν καὶ ἐν ὀδύνῃ εἶναι. Καὶ γὰρ εἴ τις συμπλέκοιτο κόρῃ ἐρωμένῃ, τὴν δὲ ἐπιθυμίαν ἐμπλῆσαι μὴ δύναιτο, τὴν ἐσχάτην ὑπομένει βάσανον. Οὕτω καὶ ὁ πλουτῶν. Ἔχει μὲν γὰρ τὴν εὐπορίαν, καὶ συγγίνεται αὐτῇ· ἐμπλῆσαι δὲ οὐ δύναται τὴν ἐπιθυμίαν ἅπασαν, ἀλλὰ συμβαίνει ταὐτὸν, οἷόν τίς φησι σοφὸς ἀνήρ· Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν· καὶ, Ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον, καὶ στενάζων· οὕτως οἱ πλουτοῦντες ἅπαντες. Τί ἄν τις τἄλλα λέγοι; πῶς πᾶσίν ἐστιν ἀηδὴς ὁ τοιοῦτος, τοῖς οἰκέταις, τοῖς γεωργοῖς, τοῖς γείτοσι, τοῖς τὰ πολιτικὰ πράττουσι, τοῖς ἀδικουμένοις, τοῖς οὐκ ἀδικουμένοις, τῇ γυναικὶ μάλιστα ἁπάντων, τοῖς παιδίοις πλέον ἁπάντων; Οὐδὲ γὰρ ὡς ἐλευθέρους, ἀλλ' ἀνδραπόδων καὶ ἀργυρωνήτων ἀθλιώτερον αὐτοὺς ἐκτρέφει. Καὶ μυρίας ὀργῆς καὶ λύπης καὶ παροινίας καὶ γέλωτος ἀφορμὰς καθ' ἑαυτοῦ παρέξει, κοινὴ πᾶσι κωμῳδία προκείμενος. Καὶ αἱ μὲν ἀηδίαι αὗται, καὶ τούτων πλείους ἴσως· οὐ γὰρ ἄν τις αὐτὰς πάσας ἐπέλθοι τῷ λόγῳ ποτὲ, ἀλλ' ἡ πεῖρα παραστῆσαι δυνήσεται. Σὺ δέ μοι τὴν ἡδονὴν λέγε τὴν ἐντεῦθεν. ∆οκῶ πλουτεῖν, φησὶ, καὶ νομίζομαι πλουτεῖν. Καὶ ποία ἡδονὴ τὸ νομίζεσθαι; Φθόνου μὲν οὖν ὄνομα μέγιστον. Καὶ γὰρ ὄνομα μόνον ἐστὶν ὁ πλοῦτος, πράγματος ἔρημον. Ἀλλὰ καὶ ἐντρυφῶν εὐφραίνεται τῇ ὑπολήψει ταύτῃ, φησὶν, ὁ πλουτῶν. Εὐφραίνεται ὑπὲρ ὧν ἀλγεῖν ἔδει. Ἀλγεῖν; διατί; φησί. Ὅτι τοῦτο αὐτὸν πρὸς πάντα ἄχρηστον ἐργάζεται, καὶ δειλὸν καὶ ἄνανδρον, καὶ πρὸς ἀποδημίαν καὶ πρὸς θάνατον· καὶ γὰρ διπλοῦν ἡγεῖται τοῦτον, μᾶλλον τῶν χρημάτων, ἢ τοῦ φωτὸς ἐπιθυμῶν. Τὸν τοιοῦτον οὐδὲ ὁ οὐρανὸς τέρπει, ὅτι μὴ χρυσίον φέρει· οὐδὲ ὁ ἥλιος, ἐπειδὴ μὴ χρυσᾶς ἀκτῖνας ἀφίησιν. Ἀλλ' εἰσί τινες, οἳ καὶ ἀπολαύουσι τῶν ὄντων, φησὶ, τρυφῶντες γαστριζόμενοι, μεθύοντες, πολυτελῶς δαπανῶντες. Τοὺς χείρονάς μοι τούτων λέγεις. Ἐκεῖνοι γὰρ μάλιστά εἰσιν, οἳ οὐκ ἀπολαύουσιν. Οὗτος μὲν γὰρ κἂν ἑτέρων ἀπέχεται κακῶν, ἑνὶ προσδεδεμένος ἔρωτι· ἐκεῖνοι δὲ τούτων χείρους, πρὸς τοῖς εἰρημένοις ἑτέρων δεσποινῶν χαλεπῶν συρφετὸν ἐπεισάγοντες, καὶ καθάπερ τυράννοις τισὶ χαλεποῖς, τῇ γαστρὶ, τῇ τῶν σωμάτων ἡδονῇ, τῇ μέθῃ, καὶ ταῖς ἄλλαις ἀκολασίαις καθ' ἑκάστην λειτουργοῦντες τὴν ἡμέραν, πόρνας τρέφοντες, δεῖπνα πολυτελῆ κατασκευάζοντες, παρασίτους, κόλακας ὠνούμενοι, ἐπὶ τοὺς παρὰ φύσιν ἐκπίπτοντες ἔρωτας, μυρίοις νοσήμασιν ἐκ τούτων καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν περιβάλλοντες. Οὐδὲ γὰρ εἰς χρείαν ἀναλίσκουσι τὰ ὄντα, ἀλλ' εἰς τὸ φθεῖραι τὸ σῶμα, καὶ συνδιαφθεῖραι τούτῳ τὴν ψυχήν· καὶ ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις τὸ σῶμα κοσμῶν, δοκοίη εἰς τὴν ἑαυτοῦ χρείαν ἀναλίσκειν. Ὥστε ἐκεῖνος μόνος ἡδονῆς ἀπολαύει, καὶ κύριός ἐστι τῶν ὄντων, ὁ χρώμενος εἰς δέον τῷ πλούτῳ· οὗτοι δὲ δοῦλοι καὶ αἰχμάλωτοι· καὶ γὰρ τὰ πάθη τοῦ σώματος ἐπιτρίβουσι, καὶ τὰ νοσήματα τῆς ψυχῆς. Ποία οὖν αὕτη ἀπόλαυσις, ὅπου πολιορκία καὶ πόλεμος, καὶ χειμὼν θαλαττίας πάσης ζάλης χαλεπώτερος; Κἂν γὰρ ἀνοήτους ὁ πλοῦτος λάβῃ, ἀνοητοτέρους ἐργάζεται· κἂν ἀσελγεῖς, ἀσελγεστέρους. Καὶ τί τῷ πένητι, φησὶ, τῆς συνέσεως ὄφελος; Εἰκότως ἀγνοεῖς. Οὐδὲ γὰρ ὁ τυφλὸς οἶδε, τί τοῦ φωτὸς τὸ κέρδος. Ἄκουσον τοῦ Σολομῶνος λέγοντος, ὅτι Ὅσον τὸ μέσον σκότους καὶ φωτὸς, τοσαύτη ἡ περιουσία τοῦ σοφοῦ ὑπὲρ τὸν ἄφρονα. Ἀλλὰ τὸν ἐν σκότῳ πῶς διδάξομεν; Σκότος γάρ ἐστιν ὁ τῶν χρημάτων ἔρως, οὐδὲν ἀφιεὶς τῶν ὄντων φαίνεσθαι ὡς ἔστιν, ἀλλ' ἑτέρως. Καθάπερ γὰρ ὁ ἐν σκότῳ, κἂν χρυσοῦν ἴδῃ σκεῦος, κἂν λίθον τίμιον, κἂν ἁλουργὰ ἱμάτια, οὐδὲν εἶναι νομίζει· οὐ γὰρ ὁρᾷ αὐτῶν τὸ κάλλος· οὕτω καὶ ὁ ἐν φιλαργυρίᾳ οὐκ οἶδε τῶν περισπουδάστων, ὡς χρὴ, τὸ κάλλος. ∆ιασκέδασόν μοι τὴν ἀχλὺν τὴν ἀπὸ τοῦ πάθους τούτου, καὶ τότε ὄψει τῶν πραγμάτων τὴν φύσιν. Οὐδαμοῦ δὲ ταῦτα οὕτω φαίνεται, ὡς ἐν πενίᾳ· οὐδαμοῦ οὕτως ἐλέγχεται τὰ δοκοῦντα μὲν εἶναι, οὐκ ὄντα δὲ, ὡς ἐν φιλοσοφίᾳ.
δʹ. Ἀλλ' ὢ τῶν ἀνοήτων ἀνθρώπων, οἳ καὶ καταρῶνται τοῖς πένησι, καί φασι καταισχύνεσθαι καὶ οἰκίας καὶ βίον ὑπὸ πενίας· πάντα φύροντες! Τί γάρ ἐστιν αἰσχύνη οἰκίας; εἰπέ μοι. Οὐκ ἔχει κλίνην ἐξ ἐλέφαντος, οὐδὲ ἀργυρᾶ σκεύη, ἀλλ' ἐξ ὀστράκου πάντα καὶ ξύλων. Τοῦτο μὲν οὖν μεγίστη δόξα οἰκίας καὶ περιφάνεια. Τὸ γὰρ τῶν βιωτικῶν ἀμελεῖν εἰς τὴν ἐπιμέλειαν τῆς ψυχῆς πολλάκις ποιεῖ τὴν σχολὴν ἀναλίσκεσθαι πᾶσαν. Ὅταν οὖν πολλὴν ἐν τοῖς ἔξω τὴν ἐπιμέλειαν ἴδῃς, τότε αἰσχύνθητι ἐπὶ τῇ πολλῇ ἀσχημοσύνῃ. Σχῆμα γὰρ μάλιστα αἱ τῶν πλουτούντων οὐκ ἔχουσιν οἰκίαι. Ὅταν γὰρ ἴδῃς ξύλα περιβεβλημένα τάπησι, καὶ κλίνας ἀργύρῳ ἐνδεδεμένας, ὥσπερ ἐν τῷ θεάτρῳ, ὥσπερ ἐν τῇ πομπῇ τῆς σκηνῆς, τί ταύτης τῆς ἀσχημοσύνης ἴσον γένοιτ' ἄν; Ποία γὰρ μᾶλλον οἰκία ἔοικε τῇ ὀρχήστρᾳ καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας; ἡ τοῦ πλουσίου, ἢ ἡ τοῦ πένητος; Οὐκ εὔδηλον, ὅτι ἡ τοῦ πλουσίου; Οὐκοῦν αὕτη ἀσχημοσύνης γέμει. Ποία οἰκία ἔοικε τῇ τοῦ Παύλου, τῇ τοῦ Ἀβραάμ; Εὔδηλον ὅτι ἡ τοῦ πένητος. Οὐκοῦν αὕτη μάλιστα κεκαλλώπισται καὶ εὐδοκιμεῖ. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο μάλιστα κόσμος οἰκίας. εἴσελθε εἰς τὴν οἰκίαν τοῦ Ζακχαίου, καὶ μάθε, ὅτε ἔμελλεν εἰς αὐτὴν εἰσιέναι ὁ Χριστὸς, πῶς αὐτὴν ἐκόσμησεν ἐκεῖνος. Οὐ γὰρ ἔδραμε πρὸς τοὺς γείτονας, ἀμφίθυρα αἰτῶν καὶ καθέδρας καὶ βάθρα ἐξ ἐλέφαντος πεποιημένα, οὐδὲ ἐξέβαλεν ἐκ τῶν ταμιείων τὰ ἐπιβλήματα τὰ Λακωνικά· ἀλλ' ἐκόσμησε κόσμῳ τῷ Χριστῷ πρέποντι. Τίς δὲ οὗτος ἦν; Τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω, φησὶ, πτωχοῖς, καὶ οὗ ἂν ἥρπασα, τετραπλασίονα ἀποδώσω. Οὕτω καὶ ἡμεῖς κοσμῶμεν τὰς οἰκίας, ἵνα καὶ πρὸς ἡμᾶς εἰσέλθῃ ὁ Χριστός. Ταῦτα καλὰ τὰ ἀμφίθυρα, ταῦτα ἐν οὐρανοῖς κατασκευάζεται, ἐκεῖ ὑφαίνεται. Ἔνθα ἂν ταῦτα ᾖ, ἐκεῖ καὶ ὁ τῶν οὐρανῶν Βασιλεύς. Ἂν δὲ ἑτέρως κοσμῇς, τὸν διάβολον καλεῖς, καὶ τὸν ἐκείνου χορόν. Ἦλθε καὶ εἰς τὴν οἰκίαν τοῦ τελώνου Ματθαίου. Τί οὖν καὶ οὗτος ἐποίησε; Τῇ προθυμίᾳ πρότερον ἑαυτὸν ἐκόσμησε, καὶ τῷ πάντα ἀφεῖναι καὶ ἀκολουθῆσαι αὐτῷ. Οὕτω καὶ ὁ Κορνήλιος ἐκόσμει τὴν οἰκίαν εὐχαῖς καὶ ἐλεημοσύναις· διὸ καὶ μέχρι σήμερον ὑπὲρ αὐτὰ λάμπει τὰ βασίλεια. Καὶ γὰρ οἰκίας εὐτέλεια, οὐ σκεύη κείμενα ἁπλῶς, οὐδὲ κλίνη ἠμελημένη, οὐδὲ τοῖχοι καπνοῦ γέμοντες, ἀλλ' ἡ τῶν ἐνοικούντων κακία. Καὶ δείκνυσιν ὁ Χριστός· εἰς μὲν γὰρ τὴν τοιαύτην, ἂν ᾖ ἐνάρετος ὁ κατοικῶν, οὐκ ἐπαισχύνεται εἰσελθεῖν· εἰς δὲ ἐκείνην, κἂν χρυσοῦν ὄροφον ἔχῃ, οὐδέποτε εἰσελεύσεται. Ὥστε αὕτη μὲν τῶν βασιλείων λαμπροτέρα, τὸν πάντων ∆εσπότην δεχομένη· ἐκείνη δὲ, μετὰ τοῦ ὀρόφου τοῦ χρυσοῦ καὶ τῶν κιόνων, ἀμάραις καὶ ὀχετοῖς ἔοικεν ἀκαθάρτοις, σκεύη τοῦ διαβόλου ἔχουσα. Ταῦτα δὲ ἡμῖν οὐ περὶ τῶν πλουτούντων εἰς δέον, ἀλλὰ περὶ τῶν πλεονεκτούντων καὶ φιλαργύρων εἴρηται. Οὐδὲ γὰρ ἐκεῖ σπουδὴ, οὐδὲ φροντὶς ὑπὲρ τῶν ἀναγκαίων, ἀλλ' ὑπὲρ τοῦ γαστρίζεσθαι καὶ μεθύειν, καὶ ἕτερα τοιαῦτα ἀσχημο νεῖν· ἐνταῦθα δὲ ὑπὲρ τοῦ φιλοσοφεῖν. ∆ιὰ ταῦτα οὐδαμοῦ εἰσῆλθεν εἰς οἰκίαν λαμπρὰν ὁ Χριστὸς, ἀλλ' εἰς τὴν τοῦ τελώνου καὶ ἀρχιτελώνου καὶ ἁλιέως, τὰ βασίλεια ἀφεὶς, καὶ τοὺς τὰ μαλακὰ ἐνδεδυμένους ἱμάτια. Εἰ τοίνυν αὐτὸν βούλει καλέσαι καὶ σὺ, κόσμησον τὴν οἰκίαν ἐλεημοσύναις, εὐχαῖς, ἱκετηρίαις, παννυχίσι. Ταῦτα τοῦ βασιλέως Χριστοῦ τὰ ἀναθήματα, ἐκεῖνα δὲ τοῦ μαμωνᾶ, τοῦ ἐχθροῦ τοῦ Χριστοῦ. Μηδεὶς τοίνυν ἐγκαλυπτέσθω οἰκίαν ἔχων εὐτελῆ, ἂν ταῦτα ἔχῃ τὰ ἐπιβλήματα· μηδεὶς πλούσιος φρονείτω μέγα, οἰκίαν ἔχων πολυτελῆ, ἀλλ' ἐγκαλυπτέσθω μᾶλλον, καὶ ταύτην ζηλούτω, ἐκείνην ἀφείς· ἵνα καὶ ἐνταῦθα τὸν Χριστὸν ὑποδέξηται, καὶ ἐκεῖ τῶν αἰωνίων ἀπολαύσῃ σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ
Π∆ʹ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατά ξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι ἄρτι πλείους ἢ δώδεκα λεγεῶ νας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτω δεῖ γενέσθαι, Τίς ἦν ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν, ὅτι ὁ Πέτρος. Τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα. Ἀλλ' ἐκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν μαχαίρας ἐβάσταζον; Ὅτι γὰρ ἐβάσταζον, οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἐρωτηθέντες εἶπον, ὅτι Εἰσὶν ὧδε δύο. Τίνος δὲ ἕνεκεν καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Χριστὸς ἔχειν; Καὶ γὰρ τοῦτό φησιν ὁ Λουκᾶς, ὅτι εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Καὶ ἐπειδὴ εἶπον, Οὐδενὸς, εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Καὶ ἐπειδὴ εἶπον, ὅτι Εἰσὶ μάχαιραι ὧδε δύο, εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι. Τίνος οὖν ἕνεκεν εἴασεν ἔχειν; Πιστούμενος αὐτοὺς, ὅτι παραδοθήσεται. ∆ιὰ τοῦτο λέγει αὐτοῖς, Ἀγορασάτω μάχαιραν· οὐχ ἵνα ὁπλίσωνται· ἄπαγε· ἀλλὰ διὰ τούτου τὴν παράδοσιν δηλῶν. Καὶ τίνος ἕνεκεν καὶ πήραν φησίν; Ἐπαίδευεν αὐτοὺς λοιπὸν νήφειν καὶ ἐγρηγορέναι, καὶ πολλῇ καὶ οἰκείᾳ κεχρῆσθαι σπουδῇ. Ἐν ἀρχῇ μὲν γὰρ ὡς ἀπείρους ὄντας πολλῇ ἔθαλπε τῇ δυνάμει· λοιπὸν δὲ ὥσπερ νεοττοὺς καλιᾶς ἐξαγαγὼν κελεύει καὶ τοῖς οἰκείοις κεχρῆσθαι πτεροῖς. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δι' ἀσθένειαν αὐτοὺς ἐᾷ, κελεύων καὶ αὐτοὺς τὰ παρ' ἑαυτῶν ἐνεργεῖν, ὑπομιμνήσκει τῶν προτέρων, λέγων· Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου, μή τινος ὑστερήσατε; ἵνα δι' ἀμφοτέρων μάθωσιν αὐτοῦ τὴν ἰσχὺν, καὶ δι' ὧν προέστη, καὶ δι' ὧν ἐγκαταλιμπάνει νῦν ἠρέμα. Ἀλλὰ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; Ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες. Εἰκὸς οὖν καὶ μα χαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας, ὅτι ἥξουσί τινες ἐπ' αὐτὸν, λαβεῖν εἰς βοήθειαν, ὡς πολεμήσοντας ὑπὲρ τοῦ ∆ιδασκάλου· ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. ∆ιὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. Καὶ γὰρ ἠμύνατο τὸν οἰκέτην ἐλθόντα, θερμῶς μὲν, πλὴν οὐχ ἑαυτῷ ἀμύνων, ἀλλ' ὑπὲρ τοῦ ∆ιδασκάλου τοῦτο ποιῶν. Οὐ μὴν ἀφῆκέ τινα γενέσθαι βλάβην ὁ Χριστός. Καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο φιλοστόργως, καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἕτερος δέ φησιν, ὅτι καὶ ἠρώτησαν, Εἰ πατάξομεν· αὐτὸς δὲ ἐκώλυσε, καὶ ἰάσατο ἐκεῖνον, καὶ τῷ μαθητῇ ἐπετίμησε, καὶ ἠπείλησεν, ἵνα πείσῃ. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν, φησὶν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Καὶ λογισμὸν προστίθησι, λέγων· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Ἀλλ' ἵνα πληρωθῶσιν αἱ Γραφαί. ∆ιὰ τούτων τὸν θυμὸν αὐτῶν ἔσβεσε, δεικνὺς ὅτι καὶ ταῖς Γραφαῖς τοῦτο δοκεῖ. ∆ιὰ τοῦτο κἀκεῖ ηὔξατο, ἵνα πράως ἐνέγκωσι τὸ συμβὰν, μαθόντες ὅτι κατὰ Θεοῦ πάλιν γίνεται γνώμην. Καὶ δύο τούτοις αὐτοὺς παρεμυθήσατο, τῇ τε τιμωρίᾳ τῶν ἐπιβουλευόντων· Πάντες γὰρ οἱ λαβόντες, φησὶ, μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· καὶ τῷ μὴ ἄκων ταῦτα ὑπομεῖναι· ∆ύναμαι γὰρ, φησὶ, παρακαλέσαι τὸν Πατέρα μου. Καὶ διατί οὐκ εἶπεν· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι; Ὅτι πιθανώτερος μᾶλλον ἦν τοῦτο λέγων· οὐδέπω γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον. Καὶ πρὸ μικροῦ δὲ ἦν εἰρηκὼς, ὅτι Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον· καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ ἀγγέλου ἐνισχυόμενος. Ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἰρήκει, ὅτι ∆οκεῖτε, ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; ∆ιὰ τοῦτό φησι· Τί δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καὶ αὐτὸ πάλιν ταπεινῶς ἀπαγγέλλει εἰπών· Παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων. Εἰ γὰρ εἷς ἄγγελος ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίους ἀνθρώπους; Ἀλλὰ πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζει τὸν λόγον· καὶ γὰρ ἀποτεθνηκότες ἦσαν τῷ δέει. ∆ιὰ τοῦτο καὶ τὰς Γραφὰς ἐπιτειχίζει λέγων· Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί; φοβῶν αὐτοὺς κἀντεῦθεν. Εἰ γὰρ ἐκείναις τοῦτο δοκεῖ, ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες; βʹ. Καὶ πρὸς μὲν τοὺς μαθητὰς ταῦτα, πρὸς δὲ ἐκείνους φησίν· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ὅρα πόσα ποιεῖ τὰ δυνάμενα αὐτοὺς διαναστῆσαι. Ὑπτίους ἔῤῥιψε, τὸ ὠτίον τοῦ οἰκέτου ἰάσατο, ἠπείλησεν αὐτοὺς σφαγήν· Ἐν μαχαίρᾳ γὰρ ἀπολοῦνται, φησὶν, οἱ λαβόντες μάχαιραν· ἀπὸ τῆς τοῦ ὠτίου θεραπείας καὶ ταῦτα ἐπιστώσατο· πάντοθεν ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν μελλόντων ἐμφαίνων αὐτοῦ τὴν δύναμιν, καὶ δεικνὺς ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον γέγονε τὸ κρατῆσαι αὐτόν. ∆ιὸ καὶ ἐπάγει· Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην, καὶ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· κἀντεῦθεν δηλῶν, ὅτι τῆς αὐτοῦ συγχωρήσεως ἦν τὸ ἑλεῖν. Τὰ θαύματα παραδραμὼν, τὴν διδασκαλίαν λέγει, ἵνα μὴ δόξῃ κομπάζειν. Ὅτε ἐδίδασκον, οὐκ ἐκρατήσατέ με· ὅτε ἐσίγησα, ἐπήλθετε; Ἐν τῷ ἱερῷ ἤμην, καὶ οὐδεὶς κατέσχε· νυνὶ δὲ ἀωρὶ καὶ μέσων νυκτῶν ἐπέστητε μετὰ μαχαιρῶν καὶ ξύλων; Τί τούτων ἐδέησε τῶν ὅπλων ἐπὶ τὸν μεθ' ὑμῶν ὄντα ἀεί; ἀπὸ τούτων διδάσκων, ὅτι εἰ μὴ ἑκὼν ἐνέδωκεν, οὐδ' ἂν τότε ἴσχυσαν. Οὐδὲ γὰρ ἂν οἱ τὸν ἐν χερσὶν ὄντα μὴ δυνηθέντες κατασχεῖν, καὶ μέσον αὐτὸν λαβόντες καὶ μὴ περιγενόμενοι, οὔτε τότε ἂν ἴσχυσαν, εἰ μὴ ἠθέλησεν. Εἶτα καὶ τὴν ἀπορίαν λύει, διατί τότε ἠβουλήθη. Τοῦτο γὰρ γέγονε, φησὶν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. Εἶδες πῶς μέχρι τῆς ἐσχάτης ὥρας, καὶ ἐν αὐτῷ τῷ παραδοθῆναι, πάντα ἐποίει πρὸς διόρθωσιν τὴν ἐκείνων, θεραπεύων, προφητεύων, ἀπειλῶν· Ἐν μαχαίρᾳ γὰρ, φησὶν, ἀπολοῦνται· δεικνὺς ὅτι ἑκὼν πάσχει· Καθ' ἡμέραν γὰρ μεθ' ὑμῶν, φησὶν, ἤμην διδάσκων· τὴν πρὸς τὸν Πατέρα συμφωνίαν δηλῶν· Ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. ∆ιατί δὲ μὴ ἐν τῷ ἱερῷ αὐτὸν ἐκράτησαν; Ὅτι οὐκ ἂν ἐτόλμησαν ἐν τῷ ἱερῷ διὰ τὸν ὄχλον. ∆ιὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν, καὶ μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν. Ὁ γὰρ ἵνα πεισθῇ τοῖς προφήταις, καὶ ἑαυτὸν παραδοὺς, πῶς ἐναντία ἐδίδασκε; Τότε πάντες οἱ μαθηταὶ αὐτοῦ, φησὶν, ἀφέντες αὐτὸν ἔφυγον. Ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, ἔφυγον. Εἶδον γὰρ λοιπὸν, ὅτι οὐκέτι διαφυγεῖν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς Γραφὰς τοῦτο γίνεσθαι. Φυγόντων δὲ αὐτῶν, Ἄγουσιν αὐτὸν πρὸς Καϊάφαν· ὁ δὲ Πέτρος ἠκολούθησε καὶ εἰσῆλθεν, ἰδεῖν τί τὸ τέλος. Πολλὴ ἡ θερμότης τοῦ μαθητοῦ· οὐδὲ φεύγοντας ἰδὼν ἔφυγεν, ἀλλ' ἔστη καὶ συνεισῆλθεν. Εἰ δὲ καὶ Ἰωάννης, ἀλλὰ γνώριμος ἦν τῷ ἀρχιερεῖ. Καὶ διατί ἐκεῖ ἀπήγαγον αὐτὸν, ἔνθα ἦσαν πάντες συνηγμένοι; Ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων. Ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεὺς, καὶ πάντες ἦσαν αὐτὸν αὐτόθι ἀναμένοντες· οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τούτῳ. Οὐδὲ γὰρ ἔφαγον τότε τὸ πάσχα, φησὶν, ἀλλὰ διὰ τοῦτο ἠγρύπνουν. Εἰπὼν γὰρ, ὅτι πρωΐα ἐστὶν, ὁ Ἰωάννης, ἐπήγαγεν· Οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἐν ἑτέρᾳ ἡμέρᾳ ἔφαγον, καὶ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. Οὐδὲ γὰρ ἂν ὁ Χριστὸς παρέβη τὸν καιρὸν τοῦ πάσχα, ἀλλ' ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους. Ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρήσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν· τότε λαβόντες αὐτὸν ἀπροσδοκήτως, εἵλοντο καὶ τὸ πάσχα ἀφεῖναι, ὑπὲρ τοῦ τὴν φονικὴν αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν. ∆ιὸ καὶ συνήχθησαν ἅπαντες, καὶ συνέδριον ἦν λοιμῶν, καὶ ἐρωτῶσί τινα, βουλόμενοι σχῆμα περιθεῖναι τῇ ἐπιβουλῇ ταύτῃ δικαστηρίου. Οὐδὲ γὰρ ἦσαν ἴσαι αἱ μαρτυρίαι, φησίν· οὕτω πεπλασμένον τὸ δικαστήριον ἦν, καὶ θορύβου πάντα καὶ ταραχῆς. Ἐλθόντες δὲ ψευδομάρτυρες ἔλεγον, ὅτι Οὗτος εἶπεν, ὅτι Λύσω τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ μὴν εἶπεν, ὅτι Ἐν τρισὶν, ἀλλ' οὐκ εἶπε, Λύω, ἀλλὰ, Λύσατε· καὶ οὐδὲ περὶ ἐκείνου, ἀλλὰ περὶ τοῦ σώματος τοῦ ἰδίου. Τί οὖν ὁ ἀρχιερεύς; Βουλόμενος αὐτὸν εἰς ἀπολογίαν καταστῆσαι, ἵνα ἐξ αὐτῆς αὐτὸν ἕλῃ, φησίν· Οὐκ ἀκούεις, τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ἐσίγα. Ἀνόνητα γὰρ ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος. Καὶ γὰρ σχῆμα τοῦτο δικαστηρίου ἦν μόνον· τὸ δὲ ἀληθὲς, λῃστῶν ἔφοδος, ὡς ἐν σπηλαίῳ καὶ ἐν ὁδῷ ἁπλῶς ἐπελθόντων. ∆ιὸ ἐσίγα· ὁ δὲ ἐπέμενε λέγων· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ δὲ εἶπε, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησε. Τοῦτο δὲ ἐποίησε, σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ λεχθὲν ἐπαίρων διὰ τοῦ πράγματος. Ἐπειδὴ γὰρ εἰς φόβον ἐνέβαλε τοὺς ἀκροατὰς τὸ εἰρημένον, ὅπερ ἐπὶ Στεφάνου πεποιήκασι, τὰ ὦτα συσχόντες, τοῦτο καὶ ἐνταῦθα οὗτος.
γʹ. Καίτοι ποία βλασφημία αὕτη; Καὶ γὰρ ἔμπροσθεν ἦν εἰρηκὼς, συνηγμένων αὐτῶν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ ἡρμήνευσε τὸ εἰρημένον· καὶ οὐδὲν ἐτόλμησαν εἰπεῖν, ἀλλ' ἐσίγησαν, καὶ ἐξ ἐκείνου οὐκέτι λοιπὸν ἀντεῖπον. Πῶς οὖν νῦν βλασφημίαν τὸ εἰρημένον ἐκάλουν; Τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο; Πᾶσαν αὐτῶν ἀναιρῶν ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδασκεν, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν κρίνων τὴν οἰκουμένην, ὃ πολλὴν πρὸς αὐτὸν τὴν συμφωνίαν δηλοῦντος ἦν. ∆ιαῤῥήξας τοίνυν αὐτοῦ τὰ ἱμάτιά φησι· Τί ὑμῖν δοκεῖ; Οὐ φέρει τὴν ψῆφον οἴκοθεν, ἀλλὰ παρ' ἐκείνων αὐτὴν ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων καὶ βλασφημίας δήλης ἐκκαλεῖται. Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλλάττει πάσης αὐτὸν αἰτίας, παρ' ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες, Ὑμεῖς ἠκούσατε τῆς βλασφημίας, μόνον οὐχὶ καταναγκάζοντες καὶ βιαζόμενοι τὴν ψῆφον ἐξενεγκεῖν. Τί οὖν ἐκεῖνοι; Ἔνοχός ἐστι θανάτου· ἵν' ὡς κατάδικον λαβόντες, οὕτω τὸν Πιλάτον λοιπὸν ἀποφήνασθαι παρασκευάσωσιν. Ὃ δὴ κἀκεῖνοι συνειδότες φασὶν, Ἔνοχος θανάτου ἐστίν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ δικάζοντες, αὐτοὶ ψηφιζόμενοι, πάντα αὐτοὶ γινόμενοι τότε. Πῶς δὲ οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; Ὅτι πολλάκις αὐτοὺς ἐπεστόμισεν· ἄλλως δὲ καὶ ἐκ τῶν τότε λεγομένων ἐβούλοντο αὐτὸν ἑλεῖν καὶ καταδικάσαι. Καὶ προλαβὼν, καὶ τὴν ψῆφον παρ' αὐτῶν ἐνεγκὼν, καὶ πάντας ἐπισπασάμενος διὰ τοῦ ῥῆξαι τὸν χιτωνίσκον, ὡς κατάδικον λοιπὸν ἀπαγαγὼν πρὸς τὸν Πιλάτον, οὕτως ἅπαντα ἔπραττεν. Ἐπ' ἐκείνου γοῦν οὐδὲν τοιοῦτόν φασιν· ἀλλὰ τί; Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν· ἀπὸ δημοσίων ἐγκλημάτων ἀνελεῖν αὐτὸν ἐπιχειροῦντες. Καὶ διατί μὴ λάθρα αὐτὸν ἀνεῖλον; Ἠβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν ἤδη ἀκηκοότες αὐτοῦ, καὶ θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι, διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφαγῆναι. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν, ἀλλὰ τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν τῆς ἀληθείας σύστασιν ἀπεχρήσατο, ὥστε κατάδηλον αὐτοῦ γενέσθαι τὸν θάνατον. Καὶ τοὐναντίον ἐξέβαινεν, ἤπερ ἐβούλοντο. Αὐτοὶ μὲν γὰρ ἐκπομπεύειν ἤθελον, ὡς ταύτῃ καταισχύνοντες· αὐτὸς δὲ καὶ δι' αὐτῶν τούτων μᾶλλον ἐξέλαμπε. Καὶ ὥσπερ ἔλεγον, Ἀνέλωμεν αὐτὸν, μήποτε ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν καὶ τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ ἐπειδὴ ἀνεῖλον αὐτὸν, τοῦτο γέγονεν· οὕτω καὶ ἐνταῦθα, δημοσίᾳ αὐτὸν σταυρῶσαι ἐσπούδαζον, ἵνα βλάψωσιν αὐτοῦ τὴν δόξαν, καὶ τοὐναντίον ἐξέβη. Ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ' ἑαυτοὺς ἀνελεῖν, ἄκουσον τί φησιν ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Ἀλλ' οὐκ ἤθελον, ἵνα ὡς παράνομος, ὡς τύραννος, ὡς στασιώδης ἀνῃρῆσθαι δόξῃ. ∆ιὰ τοῦτο καὶ λῃστὰς αὐτῷ συνεσταύρωσαν· διὰ τοῦτο καὶ ἔλεγον· Μὴ γράφε, ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι Ἐκεῖνος εἶπε. Ταῦτα δὲ πάντα ὑπὲρ τῆς ἀληθείας ἐγίνετο, ὥστε μηδὲ σκιάν τινα αὐτοὺς ἔχειν ἀναισχύντου γοῦν ἀπολογίας. Καὶ ἐπὶ τοῦ τάφου δὲ ὁμοίως τὰ σήμαντρα καὶ αἱ φυλακαὶ μᾶλλον διαλάμψαι τὴν ἀλήθειαν ἐποίησαν· καὶ αἱ χλευασίαι καὶ τὰ σκώμματα καὶ αἱ λοιδορίαι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίουν. Τοιοῦτον γὰρ ἡ πλάνη· δι' ὧν ἐπιβουλεύει, λύεται· οὕτω γοῦν καὶ ἐνταῦθα συνέβη. Οἱ μὲν γὰρ δοκοῦντες νενικηκέναι, οὗτοι μάλιστα καὶ ᾐσχύνθησαν, καὶ ἡττήθησαν, καὶ ἀπώλοντο· ὁ δὲ ἡττῆσθαι δοκῶν, οὗτος μάλιστα καὶ ἔλαμψε, καὶ ἐνίκησε κατὰ κράτος. Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν, μηδὲ πανταχοῦ τὸ ἡττᾶσθαι φεύγωμεν. Ἔστιν ὅπου νίκη μὲν φέρει βλάβην, ἧττα δὲ ὠφέλειαν. Καὶ γὰρ ἐπὶ τῶν θυμουμένων, δοκεῖ μὲν ὁ πολλὰ ὑβρικὼς κεκρατηκέναι· οὗτος δὲ μάλιστά ἐστιν ὁ ἡττηθεὶς ὑπὸ τοῦ χαλεπωτάτου πάθους, καὶ βλαβείς· ὁ δὲ ἐνεγκὼν γενναίως, οὗτος περιεγένετο καὶ ἐνίκησε. Καὶ ὁ μὲν οὐδὲ τὸ οἰκεῖον ἴσχυσε σβέσαι νόσημα· ὁ δὲ καὶ τὸ ἀλλότριον ἀνεῖλε· καὶ ὁ μὲν ὑπὸ τοῦ οἰκείου ἡττήθη· ὁ δὲ καὶ τοῦ ἀλλοτρίου περιεγένετο, καὶ οὐ μόνον αὐτὸς οὐ κατεκάη, ἀλλὰ καὶ τὴν ἑτέρου φλόγα ἀρθεῖσαν εἰς ὕψος ἔσβεσεν. Εἰ δὲ ἠθέλησε νικῆσαι τὴν δοκοῦσαν νίκην εἶναι, καὶ αὐτὸς ἂν ἡττήθη, κἀκεῖνον ἐκκαύσας χαλεπώτερον τοῦτο παθεῖν παρεσκεύασεν ἂν, καὶ καθάπερ γυναῖκες, αἰσχρῶς καὶ ἐλεεινῶς ὑπὸ τοῦ θυμοῦ κατεπαλαίσθησαν ἂν ἑκάτεροι. Νυνὶ δὲ καὶ ταύτης ἀπηλλάγη τῆς αἰσχύνης ὁ φιλοσοφήσας, καὶ τρόπαιον λαμπρὸν καὶ ἐν ἑαυτῷ καὶ ἐν τῷ πλησίον ἔστησε κατὰ τῆς ὀργῆς διὰ τῆς καλῆς ἥττης.
δʹ. Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν. Καὶ γὰρ ὁ πλεονεκτήσας τὸν πλεονεκτηθέντα νενίκηκεν, ἀλλὰ κακὴν νίκην, καὶ ὄλεθρον φέρουσαν τῷ νικήσαντι· ὁ δὲ πλεονεκτηθεὶς, καὶ δοκῶν νενικῆσθαι, φιλοσόφως ἐνεγκὼν, οὗτος μάλιστά ἐστιν ὁ τὸν στέφανον ἔχων. Πολλαχοῦ γὰρ τὸ ἡττᾶσθαι βέλτιον, καὶ ἔστιν οὗτος ἄριστος νίκης τρόπος. Ἄν τε γὰρ πλεονεκτῇ τις, ἄν τε παίῃ, ἄν τε βασκαίνῃ, ὁ ἡττώμενος καὶ μὴ ὁμόσε χωρῶν, οὗτός ἐστιν ὁ νικῶν. Καὶ τί λέγω πλεονεξίαν καὶ βασκανίαν; Καὶ γὰρ ὁ εἰς μαρτύριον ἑλκόμενος, οὕτω νικᾷ, δεσμούμενος καὶ μαστιγούμενος καὶ κατακοπτόμενος καὶ σφαττόμενος. Καὶ ὅπερ ἐστὶν ἐν τοῖς πολέμοις ἧττα, τὸ πεσεῖν τὸν ἀγωνιζόμενον, τοῦτο παρ' ἡμῖν νίκη. Οὐδαμοῦ γὰρ δρῶντες κακῶς νικῶμεν, ἀλλὰ πανταχοῦ πάσχοντες κακῶς. Οὕτω καὶ ἡ νίκη λαμπροτέρα γίνεται, ὅταν πάσχοντες τῶν δρώντων περιγενώμεθα. Ἐντεῦθεν δείκνυται ὅτι Θεοῦ ἡ νίκη. Καὶ γὰρ ἐναντίαν ἔχει τῇ ἔξωθεν τὴν φύσιν· ὃ καὶ μάλιστα ἰσχύος τεκμήριον. Οὕτω καὶ αἱ θαλάττιαι πέτραι τῷ παίεσθαι τὰ κύματα διαλύουσιν· οὕτω καὶ οἱ ἅγιοι πάντες ἀνεκηρύχθησαν καὶ ἐστεφανώθησαν, καὶ λαμπρὰ τὰ τρόπαια ἔστησαν, τὴν ἀπράγμονα ταύτην νικῶντες νίκην. Μηδὲ γὰρ κινήσῃς σαυτὸν, φησὶ, μηδὲ κάμῃς· ὁ Θεός σοι ταύτην ἔδωκε τὴν ἰσχὺν, ὡς μὴ ἐκ συμπλοκῆς νικᾷν, ἀλλὰ ἀνεχόμενον μόνον. Μὴ παρατάξῃ καὶ αὐτὸς ἐξίσης, καὶ νενίκηκας· μὴ συμπλακῇς, καὶ ἐστεφανώθης. Πολὺ βελτίων εἶ τοῦ ἀνταγωνιστοῦ, καὶ δυνατώτερος. Τί καταισχύνεις σαυτόν; Μὴ δῷς ἐκείνῳ λέγειν, ὅτι Συμπλακεὶς περιεγένου, ἀλλ' ἄφες αὐτὸν τεθηπέναι καὶ θαυμάζειν σου τὴν ἄμαχον δύναμιν, καὶ πρὸς πάντας λέγειν, ὅτι καὶ χωρὶς τοῦ συμβαλεῖν ἐνίκησας. Οὕτω καὶ ὁ μακάριος Ἰωσὴφ ἀνεκηρύχθη, πανταχοῦ τῷ πάσχειν κακῶς περιγενόμενος τῶν ποιούντων. Καὶ γὰρ οἱ ἀδελφοὶ καὶ ἡ Αἰγυπτία τῶν ἐπιβουλευόντων ἦσαν· ἀλλὰ πάντων οὗτος ἐκράτησε. Μὴ γάρ μοι τὸ δεσμωτήριον, ὅπερ οὗτος ᾤκησε, μηδὲ τὰ βασίλεια, ἔνθα διέτριβεν ἐκείνη, λέγε· ἀλλὰ δεῖξόν μοι, τίς ὁ νικηθεὶς, τίς ὁ ἡττηθεὶς, τίς ὁ ἐν ἀθυμίᾳ, τίς ὁ ἐν ἡδονῇ. Ἐκείνη μὲν γὰρ οὐ μόνον τοῦ δικαίου, ἀλλ' οὐδὲ τοῦ οἰκείου ἴσχυσε κρατῆσαι πάθους· οὗτος δὲ καὶ αὐτῆς καὶ τοῦ νοσήματος περιεγένετο τοῦ χαλεποῦ. Εἰ δὲ καὶ βούλει, αὐτῶν ἄκουσον τῶν ῥημάτων, καὶ ὄψει τὸ τρόπαιον. Εἰσήγαγες ἡμῖν ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν. Οὐχ οὗτος ἐνέπαιξεν, ἀθλία καὶ ταλαίπωρε, ἀλλ' ὁ διάβολος εἰπὼν, ὅτι δύνασαι κατακλάσαι τὸν ἀδάμαντα. Οὐχ οὗτος εἰσήγαγέ σοι παῖδα Ἑβραῖον ἐπιβουλεύοντα, ἀλλ' ὁ πονηρὸς δαίμων τὴν ἀκάθαρτον ἀσέλγειαν· ἐκεῖνός σοι ἐνέπαιξε. Τί οὖν ὁ Ἰωσήφ; Σιγᾷ, καὶ οὕτω κατακρίνεται, καθάπερ καὶ ὁ Χριστός. Πάντα γὰρ ἐκεῖνα τύποι τούτων. Καὶ ὁ μὲν ἦν ἐν δεσμοῖς, ἡ δὲ ἐν βασιλείοις. Καὶ τί τοῦτο; Ὁ μὲν γὰρ ἦν στεφανίτου παντὸς λαμπρότερος, καὶ ἐν ἁλύσει μένων· ἡ δὲ δεσμώτου παντὸς ἀθλιώτερον διέκειτο, ἐν βασιλικοῖς θαλάμοις διατρίβουσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τὴν νίκην καὶ τὴν ἧτταν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπ' αὐτοῦ τοῦ τέλους. Τίς γὰρ ὅπερ ἠθέλησεν, ἐποίησεν; Ὁ δεσμώτης, ἀλλ' οὐχ ἡ βασίλισσα. Ὁ μὲν γὰρ ἐσπούδαζε διατηρῆσαι τὴν σωφροσύνην, ἡ δὲ ἀφελέσθαι. Τίς οὖν ἐποίησεν ὅπερ ἠθέλησεν; ὁ κακῶς παθὼν, ἢ ἡ κακῶς δράσασα; Εὔδηλον ὅτι ὁ παθών. Οὐκοῦν οὗτός ἐστιν ὁ νενικηκώς. Ταῦτα οὖν εἰδότες, ταύτην διώκωμεν τὴν νίκην, τὴν διὰ τοῦ πάσχειν κακῶς· ἐκείνην δὲ φεύγωμεν, τὴν διὰ τοῦ δρᾷν κακῶς. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀπραγμοσύνης ἁπάσης καὶ πολλῆς ἡσυχίας ζησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΕʹ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολά φισαν αὐτόν· οἱ δὲ ἐῤῥάπισαν, λέγοντες· Προ φήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε;
αʹ. ∆ιατί ταῦτα ἐποίουν, ἀναιρεῖν μέλλοντες; τίς χρεία τῆς κωμῳδίας ταύτης ἦν; Ἵνα μάθῃς αὐτῶν τὸν ἀκόλαστον τρόπον διὰ πάντων· καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐνεδείκνυντο παροινίαν, καὶ τῆς μανίας ἐνεφοροῦντο, ἑορτὴν ταύτην ποιούμενοι, καὶ μεθ' ἡδονῆς ἐπιόντες, καὶ τὸν φονικὸν αὐτῶν ἐνδεικνύμενοι τρόπον. Σὺ δέ μοι θαύμασον τῶν μαθητῶν τὴν φιλοσοφίαν, μεθ' ὅσης αὐτὰ ἀκριβείας ἀπαγγέλλουσιν. Ὅθεν τὸ φιλάληθες αὐτῶν ἦθος διαδείκνυται, ὅτι τὰ δοκοῦντα εἶναι ἐπονείδιστα ἐξηγοῦνται μετὰ ἀληθείας ἁπάσης, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι μεγίστην, ὥσπερ οὖν καὶ ἦν, τὸ τὸν ∆εσπότην τῆς οἰκουμένης ὑπὲρ ἡμῶν τοιαῦτα πάσχοντα ἀνέχεσθαι. Τοῦτο καὶ τὴν αὐτοῦ κηδεμονίαν ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγγνωστον, οἳ ταῦτα ἐτόλμων εἰς τὸν οὕτως ἥμερον καὶ πρᾶον, καὶ τοιαῦτα κατεπᾴδοντα, οἷα καὶ λέοντα ἀρνίον ποιῆσαι ἱκανὰ ἦν. Οὐδὲν γὰρ οὔτε αὐτὸς ἐνέλιπεν ἡμερότητος, οὔτε αὐτοὶ ὕβρεως καὶ ἀπηνείας, δι' ὧν ἐποίουν, δι' ὧν ἔλεγον. Ἅπερ ἅπαντα καὶ ὁ προφήτης Ἡσαΐας προὔλεγεν, οὕτω προαναφωνῶν, καὶ ἑνὶ ῥήματι πᾶσαν ταύτην ἐμφαίνων τὴν ὕβριν. Ὃν τρόπον γὰρ ἐκστήσονται πολλοὶ ἐπὶ σὲ, φησὶν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. Τί γὰρ τῆς ὕβρεως ταύτης ἴσον γένοιτ' ἄν· Εἰς τὸ πρόσωπον ἐκεῖνο, ὃ ἡ θάλασσα ἰδοῦσα ᾐδέσθη, ὃ ἐπὶ σταυροῦ θεασάμενος ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέστρεψεν, ἐνέπτυον καὶ ἐῤῥάπιζον, καὶ ἐπὶ τῆς κεφαλῆς ἔτυπτον, ἐμφορούμενοι μετὰ δαψιλείας ἁπάσης τῆς ἑαυτῶν μανίας. Καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ ἐμπτύειν προσετίθεσαν ὕβριν. Καὶ ῥήματα πάλιν πολλῆς γέμοντα κωμῳδίας ἐφθέγγοντο λέγοντες· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε; ἐπειδὴ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοί. Ἕτερος δέ φησιν, ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριωβολιμαῖον εἰς μέσον λαβόντες. Καὶ οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε. Ταῦτα ἀναγινώσκωμεν συνεχῶς, ταῦτα ἀκούωμεν ὡς χρὴ, ταῦτα ἐγγράφωμεν ἡμῶν τῇ διανοίᾳ· καὶ γὰρ ταῦτα ἡμῶν τὰ σεμνά. Ἐπὶ τούτοις ἐγὼ μέγα φρονῶ, οὐ μόνον ἐπὶ τοῖς μυρίοις νεκροῖς οἷς ἀνέστησεν, ἀλλὰ καὶ ἐπὶ τοῖς παθήμασιν οἷς ἔπαθε. Ταῦτα ἄνω καὶ κάτω Παῦλος στρέφει· τὸν σταυρὸν, τὸν θάνατον, τὰ πάθη, τὰς λοιδορίας, τὰς ὕβρεις, τὰ σκώμματα. Καὶ νῦν μέν φησιν, Ἐξερχώμεθα πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· νῦν δὲ, Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Ὁ δὲ Πέτρος ἐκάθητο ἐν τῇ αὐλῇ ἔξω· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ' ὅρκου. Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταθεματίζειν, καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, εἰρηκότος, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὅτε μὲν κατεχόμενον εἶδε τὸν ∆ιδάσκαλον μόνον, οὕτως ἔζεεν, ὡς καὶ τὴν μάχαιραν σπάσασθαι, καὶ ἐκκόψαι τὸ ὠτίον· ὅτε δὲ μᾶλλον ἀγανακτῆσαι εἰκὸς ἦν, καὶ πυρωθῆναι καὶ ἐκκαυθῆναι, λοιδοριῶν τοιούτων ἀκούοντα, τότε ἔξαρνος γίνεται. Τίνα γὰρ οὐκ ἂν ἐξῆψεν εἰς μανίαν τὰ τότε γινόμενα; Ἀλλ' ὅμως ὁ μαθητὴς ὑπὸ τοῦ δέους καταγωνισθεὶς οὐ μόνον οὐκ ἐνδείκνυται ἀγανάκτησιν, ἀλλὰ καὶ ἀρνεῖται, καὶ κορασίου ταλαιπώρου καὶ εὐτελοῦς ἀπειλὴν οὐ φέρει· καὶ οὐδὲ ἅπαξ μόνον. ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἀρνεῖται, καὶ ἐν χρόνῳ βραχεῖ, καὶ οὐδὲ ἐπὶ δικαστῶν· ἔξω γὰρ ἦν· ἐξελθόντα γὰρ αὐτὸν εἰς τὸν πυλῶνα ἠρώτησαν· καὶ οὐδὲ ᾔσθετο ταχέως τοῦ πτώματος. Καὶ τοῦτο ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, δεικνὺς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ' οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἀλλ' ἐδεήθη τῆς τοῦ ∆ιδασκάλου πάλιν ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονεν ἀντὶ φωνῆς· οὕτω περιδεὴς ἦν. Ὁ δὲ Μάρκος φησὶν, ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα παρ' αὐτοῦ τοῦ ∆ιδασκάλου μαθών· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. Ὅθεν μάλιστα ἄν τις αὐτὸν ἐκπλαγείη, ὅτι οὐ μόνον οὐκ ἔκρυψε τὸ ἐλάττωμα τοῦ ∆ιδασκάλου, ἀλλὰ καὶ τῶν ἄλλων σαφέστερον ἀπήγγειλεν, αὐτῷ τούτῳ τῷ μαθητὴς εἶναι.
βʹ. Πῶς οὖν ἀληθὲς τὸ εἰρημένον, τοῦ μὲν Ματθαίου λέγοντος, ὅτι εἶπεν, Ἀμὴν λέγω σοι, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με; τοῦ δὲ Μάρκου μετὰ τὸ τρίτον λέγοντος, ὅτι Ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε; Σφόδρα μὲν οὖν καὶ ἀληθὲς, καὶ σύμφωνον. Ἐπειδὴ γὰρ καθ' ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· Ὥστε ἀμφότερα ἀληθῆ. Πρὶν ἢ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Καὶ οὐδὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, κλαῦσαι ἐτόλμα φανερῶς, μὴ κατηγορηθῇ διὰ τῶν δακρύων· ἀλλ' Ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Καὶ γενομένης ἡμέρας ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα ἐπὶ τὸν Πιλάτον. Ἐπειδὴ γὰρ ἠβούλοντο αὐτὸν ἀνελεῖν, αὐτοὶ δὲ οὐκ ἴσχυον διὰ τὴν ἑορτὴν, ἐπὶ τὸν ἡγεμόνα ἄγουσι. Σὺ δέ μοι σκόπει πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι. Οὕτω γὰρ ἄνωθεν προδιετετύπωτο. Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια. Τοῦτο καὶ ἐκείνου καὶ τούτων κατηγορία· τοῦ μὲν, οὐχ ὅτι μετεμελήθη, ἀλλ' ὅτι ὀψὲ καὶ βραδέως, καὶ αὐτοκατάκριτος γέγονεν· ὅτι γὰρ παρέδωκεν, αὐτὸς ὡμολόγησε· τῶν δὲ, ὅτι κύριοι ὄντες μεταθέσθαι, οὐ μετενόησαν. Σκόπει δὲ πότε μεταμελεῖται. Ὅτε ἀπηρτίσθη καὶ τέλος ἔλαβεν ἡ ἁμαρτία. Τοιοῦτος γὰρ ὁ διάβολος· οὐκ ἀφίησι τοὺς μὴ νήφοντας ἰδεῖν πρὸ τούτου τὸ κακὸν, ἵνα μὴ μετανοήσῃ ὁ ἁλούς. Τοσαῦτα γοῦν λέγοντος τοῦ Ἰησοῦ, οὐκ ἐπεκάμφθη· ἐπειδὴ δὲ ἀπηρτίσθη τὸ πλημμέλημα, τότε ἐπεισῆλθεν αὐτῷ ἡ μετάνοια· καὶ οὐδὲ τότε χρησίμως. Τὸ μὲν γὰρ καταγνῶναι, καὶ τὸ ῥῖψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον. Προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται· καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖ, πείσας ἑαυτὸν ἀπολέσαι. Σὺ δέ μοι σκόπει πανταχόθεν τὴν ἀλήθειαν λάμπουσαν, καὶ δι' ὧν οἱ ἐναντίοι καὶ ποιοῦσι καὶ πάσχουσι. Καὶ γὰρ καὶ αὐτὴ τοῦ προδότου ἡ τελευτὴ τῶν κατακρινάντων αὐτὸν ἀποῤῥάπτει τὰ στόματα, καὶ οὐκ ἀφίησιν αὐτοὺς οὐδὲ σκιάν τινα ἀναισχύντου γοῦν ἀπολογίας ἔχειν. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι, ὅταν ὁ προδότης τοιαῦτα καθ' ἑαυτοῦ ψηφιζόμενος φαίνηται; Ἴδωμεν δὲ καὶ τὰ ῥήματα, ἅ φησιν. Ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι, καὶ λέγει· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. Οὐδὲ γὰρ ἤνεγκε τὸ συνειδὸς μαστίζον αὐτόν. Σκόπει δέ μοι καὶ τοὺς Ἰουδαίους τὰ αὐτὰ πάσχοντας. Καὶ γὰρ καὶ οὗτοι ἀφ' ὧν ἔπαθον ὀφείλοντες διορθωθῆναι, οὐ πρότερον ἵστανται, ἕως ἂν τὴν ἁμαρτίαν πληρώσωσιν. Ἡ μὲν γὰρ τούτου πεπλήρωτο ἁμαρτία· προδοσία γὰρ ἦν· ἡ δὲ ἐκείνων οὐδέπω. Ὅτε δὲ καὶ ἐκεῖνοι ἀπήρτισαν, καὶ προσήλωσαν αὐτὸν, τότε καὶ αὐτοὶ ταράττονται· νῦν μὲν λέγοντες, Μὴ γράφε, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων (καίτοιγε τί δεδοίκατε, τί θορυβεῖσθε, νεκροῦ σώματος ἐπὶ σταυροῦ προσηλωμένου;) νῦν δὲ φυλάττουσιν αὐτὸν, λέγοντες· Μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, καὶ εἴπωσιν ὅτι ἀνέστη· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Καὶ μὴν ἐὰν εἴπωσιν, ἐλέγχεται τὸ πρᾶγμα, ἐὰν μὴ ἀληθὲς ᾖ. Πῶς δὲ ἐροῦσιν οἱ μηδὲ στῆναι τολμήσαντες, κατασχεθέντος αὐτοῦ, ὁ δὲ κορυφαῖος καὶ τρὶς ἠρνήσατο, κορασίου μὴ φέρων ἀπειλήν; Ἀλλ' ὅπερ ἔφην, ἐταράττοντο λοιπόν. Ὅτι γὰρ ᾔδεσαν παρανομίαν τὸ πρᾶγμα, δῆλον ἐξ ὧν ἔλεγον, Σὺ ὄψει. Ἀκούσατε, οἱ φιλάργυροι, ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος· πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ. Τοιαύτη τῆς φιλαργυρίας ἡ τυραννίς. Οὐδὲ τοῦ ἀργυρίου ἀπώνατο, οὐδὲ τῆς παρούσης ζωῆς, οὐδὲ τῆς μελλούσης, ἀλλὰ πάντα ἀθρόον ἀπέβαλε, καὶ δόξαν λαβὼν πονηρὰν παρ' αὐτοῖς ἐκείνοις, οὕτως ἀπήγξατο. Ἀλλ', ὅπερ ἔφην, μετὰ τὸ πρᾶξαι, τότε τινὲς διαβλέπουσιν. Ὅρα γοῦν καὶ τούτους τέως οὐκ ἐθέλοντας αἰσθάνεσθαι σαφῶς τοῦ τολμήματος, ἀλλὰ λέγοντας, Σὺ ὄψει· ὃ καὶ αὐτὸ μέγιστον ἦν αὐτῶν ἔγκλημα. Τοῦτο γὰρ μαρτυρούντων μὲν ἔστι τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὑπὸ δὲ τοῦ πάθους μεθυόντων, καὶ οὐκ ἐθελόντων ἀποσχέσθαι τῆς σατανικῆς ἐγχειρήσεως, ἀλλὰ πεπλασμένης ἀγνοίας παραπετάσματι περιστέλλοντας ἑαυτοὺς ἀνοήτως. Εἰ μὲν γὰρ μετὰ τὸν σταυρὸν ταῦτα ἐλέγετο, καὶ τὸ ἀναιρεθῆναι αὐτὸν, μάλιστα μὲν οὐδὲ τότε λόγον εἶχε τὸ λεγόμενον, πλὴν ἀλλ' οὐχ οὕτως αὐτοὺς κατέκρινε· νυνὶ δὲ ἔτι παρ' ὑμῖν αὐτὸν ἔχοντες, καὶ κύριοι ὄντες ἀφεῖναι, πῶς ἂν δύναισθε ταῦτα λέγειν; Ἡ γὰρ ἀπολογία αὕτη κατηγορία ἂν ὑμῶν γένοιτο μεγίστη. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπὶ τὸν προδότην ὅλον τὸ ἔγκλημα φέροντες, (Σὺ γὰρ ὄψει, φησί·) δυνάμενοι αὐτοὶ τῆς Χριστοκτονίας ἀπαλλαγῆναι, ἀφέντες αὐτὸν καὶ ἐπηγωνίσαντο τῷ τολμήματι, τῇ προδοσίᾳ τὸν σταυρὸν προσθέντες. Τί γὰρ ἐκώλυεν εἰπόντας ἐκείνῳ, Σὺ ὄψει, αὐτοὺς ἀποστῆναι τοῦ τολμήματος; Νῦν δὲ καὶ τοὐναντίον ἐργάζονται, προστιθέντες τὴν σφαγὴν, καὶ πανταχοῦ, καὶ δι' ὧν ποιοῦσι, καὶ δι' ὧν λέγουσιν, ἀφύκτοις ἐμπλέκοντες ἑαυτοὺς κακοῖς. Καὶ γὰρ μετὰ ταῦτα, ἐπιτρέψαντος τοῦ Πιλάτου, τὸν μὲν λῃστὴν εἵλοντο ἀφεθῆναι μᾶλλον, ἢ τὸν Ἰησοῦν· τὸν δὲ οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ τοσαῦτα εὐεργετηκότα, ἀνῄρουν.
γʹ. Τί οὖν ἐκεῖνος; Ὡς εἶδεν ἀνόνητα πονῶν, καὶ οὐκ ἀνεχομένους δέξασθαι τὰ ἀργύρια, Ἔῤῥιψεν αὐτὰ εἰς τὸν ναὸν, καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβονᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Καὶ συμβούλιον λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. ∆ιὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντες· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Εἶδες πάλιν αὐτόθεν κατακρινομένους ὑπὸ τοῦ συνει δότος; Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι τὸν φόνον ἠγόρασαν, οὐκ ἔβαλον εἰς τὸν κορβονᾶν, ἀλλ' ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τοῖς ξένοις. Ἐγίνετο δὲ καὶ τοῦτο μαρτύριον κατ' αὐτῶν, καὶ τῆς προδοσίας ἔλεγχος. Τὸ γὰρ ὄνομα τοῦ χωρίου σάλπιγγος λαμπρότερον πᾶσιν ἀνεκήρυττε τὴν μιαιφονίαν αὐτῶν. Καὶ οὐδὲ ἁπλῶς αὐτὸ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαβόντες, καὶ πανταχοῦ οὕτως, ἵνα μηδεὶς ἀθῶος ᾖ τοῦ τολμήματος, ἀλλὰ πάντες ὑπεύθυνοι. Ταῦτα δὲ ἄνωθεν προὔλεγεν ἡ προφητεία. Ὁρᾷς οὐχὶ τοὺς ἀποστόλους μόνον, ἀλλὰ καὶ τοὺς προφήτας τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγουμένους, καὶ πάντοθεν τὸ πάθος ἀνακηρύττοντας καὶ προεμφαίνοντας; Τοῦτο καὶ Ἰουδαῖοι μὴ συνειδότες ὑπέμενον. Εἰ γὰρ εἰς τὸν κορβονᾶν ἐνέβαλον, οὐκ ἂν οὕτω τὸ πρᾶγμα κατάδηλον ἐγένετο· νυνὶ δὲ χωρίον ὠνησάμενοι, καὶ ταῖς μετέπειτα γενεαῖς δῆλον ἐποίησαν τὸ πᾶν. Ἀκούσατε ὅσοι ἀπὸ φόνων δοκεῖτε εὐποιΐας ποιεῖν, καὶ τιμὴν λαμβάνετε ψυχῶν ἀνθρώπων. Ἰουδαϊκαὶ αὗται αἱ ἐλεημοσύναι, μᾶλλον δὲ σατανικαί. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν, οἳ μυρία ἑτέρων ἁρπάζοντες, ὑπὲρ τοῦ παντὸς ἀπολογεῖσθαι νομίζουσι, ἂν δέκα χρυσίνους ἢ ἑκατὸν καταβάλωσι. Περὶ ὧν καὶ ὁ προφήτης φησίν· Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου. Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ τρέφεσθαι, οὐ δέχεται ταύτην τὴν τροφήν. Τί τὸν ∆εσπότην ὑβρίζεις, ἀκάθαρτα προσάγων αὐτῷ; Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων. Ἐκεῖνο ὠμοῦ, τοῦτο καὶ ὠμοῦ καὶ ὑβριστοῦ. Βέλτιον μηδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις. Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα, εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας, περιέβαλες τὸν γυμνὸν, ἆρ' οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐκ ὑποστήσῃ τιμωρίαν; Εἰ γὰρ χωλὰ ἄλογα προσφέροντες ἄνθρωποι ἐνεκαλοῦντο, σὺ χαλεπώτερα ποιῶν ποίας τεύξῃ συγγνώμης; Εἰ γὰρ αὐτῷ ἀποδιδοὺς τῷ Κυρίῳ ὁ κλέπτης ἔτι ἀδικεῖ, καὶ οὕτως ἀδικεῖ, ὡς τετραπλασίονι προσθήκῃ μόλις λῦσαι τὸ ἔγκλημα, καὶ ταῦτα ἐπὶ τῆς Παλαιᾶς· ὁ μὴ κλέπτων, ἀλλὰ βιαζόμενος, καὶ μηδὲ αὐτῷ τῷ ἀφαιρεθέντι διδοὺς, ἀλλ' ἀντ' ἐκείνου ἑτέρῳ, καὶ μηδὲ τετραπλασίονα, ἀλλὰ μηδὲ τὰ ἡμίση, καὶ μηδὲ ἐν τῇ Παλαιᾷ, ἀλλ' ἐν τῇ Καινῇ πολιτευόμενος, ἐννόησον ὅσον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν συνάγει τὸ πῦρ. Εἰ δὲ οὐδέπω δίδωσι τὴν δίκην, δι' αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν θρήνησον, ὅτι μείζονα ἑαυτῷ θησαυρίζει τὴν ὀργὴν, εἰ μὴ μεταμεληθείη. Τί γάρ; ∆οκεῖτε, φησὶν, ὅτι ἐκεῖνοι μόνοι ἦσαν ἁμαρτωλοὶ, ἐφ' οὓς ὁ πύργος κατηνέχθη; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε. Μετανοήσωμεν τοίνυν καὶ δῶμεν ἐλεημοσύνην πλεονεξίας καθαρὰν, καὶ πολλὴν ἔχουσαν τὴν δαψίλειαν. Ἐννοήσατε ὅτι Ἰουδαῖοι Λευΐτας ὀκτακισχιλίους ἔτρεφον, καὶ μετὰ τῶν Λευϊτῶν καὶ χήρας καὶ ὀρφανοὺς, καὶ πολλὰ ἕτερα ἐλειτούργουν, καὶ μετὰ τούτου καὶ ἐστρατεύοντο· νυνὶ δὲ ἀγροὶ, καὶ οἰκίαι, καὶ μισθώματα οἰκημάτων, καὶ ὀχήματα, καὶ ὀρεωκόμοι, καὶ ἡμίονοι, καὶ πολλὴ τοιαύτη παράταξις ἐν τῇ Ἐκκλησίᾳ δι' ὑμᾶς καὶ τὴν ὑμετέραν ἀπανθρωπίαν. Καὶ γὰρ ἐχρῆν παρ' ὑμῖν εἶναι τὸν θησαυρὸν τοῦτον τῆς Ἐκκλησίας, καὶ πρόσοδον αὐτῇ τὴν ὑμετέραν γίνεσθαι προθυμίαν· νυνὶ δὲ δύο τὰ ἄτοπα γίνεται, καὶ ὑμεῖς ἄκαρποι μένετε, καὶ οἱ τοῦ Θεοῦ ἱερεῖς τὰ προσήκοντα οὐ μεταχειρίζουσι. Μὴ γὰρ οὐκ ἦν δυνατὸν ἐπὶ τῶν ἀποστόλων τὰς οἰκίας μένειν καὶ τοὺς ἀγρούς; Τίνος οὖν ἕνεκεν ἐπώλουν καὶ ἐδίδοσαν; Ὅτι τοῦτο βέλτιον ἦν.
δʹ. Ἀλλὰ νῦν δέος ἔλαβε τοὺς πατέρας ὑμῶν, οὕτω πρὸς τὰ βιωτικὰ μαινομένων ὑμῶν, καὶ διὰ τὸ συλλέγειν, ἀλλὰ μὴ σκορπίζειν, μὴ λιμῷ διαφθαρῶσιν οἱ τῶν χηρῶν καὶ ὀρφανῶν καὶ τῶν παρθένων χοροί· διὰ τοῦτο ταῦτα κατασκευάσαι ἠναγκάσθησαν. Οὐδὲ γὰρ ἠβούλοντο ἑαυτοὺς εἰς τοιαύτην ἀσχημοσύνην ἐμβαλεῖν, ἀλλ' ἐπεθύμουν τὴν ὑμετέραν γνώμην αὐτοῖς πρόσοδον εἶναι, καὶ τοὺς καρποὺς ἐντεῦθεν τρυγᾷν, καὶ αὐτοὺς εὐχαῖς προσέχειν μόναις. Νυνὶ δὲ αὐτοὺς ἠναγκάσατε τῶν τὰ πολιτικὰ πραττόντων πράγματα τὰς οἰκίας μιμεῖσθαι· ὅθεν πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ ὑμεῖς καὶ ἡμεῖς τοῖς αὐτοῖς ἐνεχώμεθα, τίς ὁ ἐξιλεούμενος τὸν Θεόν; ∆ιὰ ταῦτα οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, ὅτι οὐδὲν τῶν βιωτικῶν ἀνδρῶν ἄμεινον ἡ Ἐκκλησία διάκειται. Οὐκ ἠκούσατε, ὅτι οὐδὲ τὰ ἀπραγμόνως συλλεγόμενα χρήματα διανέμειν κατεδέξαντο οἱ ἀπόστολοι; Νυνὶ δὲ ἐπιτρόπους καὶ οἰκονόμους καὶ καπήλους παρῆλθον ἡμῖν οἱ ἐπίσκοποι τῇ περὶ ταῦτα φροντίδι· καὶ δέον αὐτοὺς ὑπὲρ τῶν ψυχῶν μεριμνᾷν καὶ φροντίζειν τῶν ὑμετέρων, οἱ δὲ, ὑπὲρ ὧν ὑποδέκται καὶ φορολόγοι καὶ λογισταὶ καὶ ταμίαι μεριμνῶσιν, ὑπὲρ τούτων καθ' ἑκάστην κόπτονται τὴν ἡμέραν. Ταῦτα οὐχ ἁπλῶς ἀποδυρόμενος λέγω, ἀλλ' ὥστε γενέσθαι τινὰ διόρθωσιν καὶ μεταβολὴν, ὥστε ἡμᾶς ἐλεηθῆναι χαλεπὴν δουλεύοντας δουλείαν, ὥστε ὑμᾶς γενέσθαι πρόσοδον καὶ θησαυρὸν τῆς Ἐκκλησίας. Εἰ δὲ μὴ βούλεσθε, ἰδοὺ οἱ πένητες πρὸ τῶν ὑμετέρων ὀφθαλμῶν· ὅσοις μὲν δυνατὸν ἡμῖν ἀρκέσαι, οὐ διαλείψομεν τρέφοντες· οὓς δὲ οὐ δυνατὸν, ὑμῖν ἀφήσομεν, ἵνα μὴ τῶν ῥημάτων ἐκείνων ἀκούσητε κατὰ τὴν φοβερὰν ἡμέραν, τῶν πρὸς τοὺς ἀνελεεῖς καὶ ὠμοὺς λεγομένων, ὅτι Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Καὶ γὰρ μεθ' ὑμῶν ἡμᾶς καταγελάστους ἡ ἀπανθρωπία αὕτη ποιεῖ, ὅτι τὰς εὐχὰς ἀφέντες, καὶ τὴν διδασκαλίαν, καὶ τὴν ἄλλην ἁγιωσύνην, οἱ μὲν οἰνοπώλαις, οἱ δὲ σιτοπώλαις, οἱ δὲ τοῖς τὰ ἕτερα καπηλεύουσιν ὤνια, τὸν πάντα πυκτεύομεν χρόνον. Ἐντεῦθεν μάχαι καὶ φιλονεικίαι, καὶ καθημεριναὶ λοιδορίαι, καὶ ὀνείδη καὶ σκώμματα, καὶ ἑκάστῳ τῶν ἱερέων ὀνόματα ἐπίκειται, βιωτικαῖς μᾶλλον πρέποντα οἰκίαις· δέον ἀντὶ τούτων ἕτερα ἀνταλλάξασθαι, καὶ ἐντεῦθεν καλεῖσθαι, ἀφ' ὧν καὶ οἱ ἀπόστολοι ἐνομοθέτουν, ἀπὸ τῆς τῶν πενήτων διατροφῆς, ἀπὸ τῆς τῶν ἀδικουμένων προστασίας, ἀπὸ τῆς τῶν ξένων ἐπιμελείας, ἀπὸ τῆς τῶν ἐπηρεαζομένων βοηθείας, ἀπὸ τῆς τῶν ὀρφανῶν προνοίας, ἀπὸ τῆς τῶν χηρῶν συμμαχίας, ἀπὸ τῆς τῶν παρθένων ἐπιστασίας, καὶ ταύτας ἀντὶ τῆς τῶν χωρίων καὶ τῶν οἰκημάτων φροντίδος διανέμεσθαι τὰς οἰκονομίας. Ταῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κειμήλια· οὗτοι οἱ πρέποντες αὐτῇ θησαυροὶ, καὶ πολλὴν καὶ ἡμῖν εὐκολίαν. καὶ ὑμῖν ὠφέλειαν παρέχοντες, μᾶλλον δὲ καὶ ὑμῖν εὐκολίαν μετὰ τῆς ὠφελείας. Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι εἰς δέ κα μυριάδων ἀριθμὸν οἶμαι τοὺς ἐνταῦθα συναγομένους τελεῖν· καὶ εἰ ἑνὸς ἄρτου μετεδίδου τινὶ τῶν πενήτων ἕκαστος, ἅπαντες ἦσαν ἂν ἐν εὐπορίᾳ· εἰ ἐξ ἑνὸς ὀβολοῦ μόνον, οὐδεὶς ἂν ἦν πένης, οὐκ ἂν τοσαῦτα ὑπεμείναμεν ὀνείδη καὶ σκώμματα ἀπὸ τῆς περὶ τὰ κτήματα προνοίας. Καὶ γὰρ τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς καὶ δεῦρο ἀκολούθει μοι, καὶ πρὸς τοὺς τῆς Ἐκκλησίας προέδρους ὑπὲρ τῶν τῆς Ἐκκλησίας κτημάτων καιρὸν ἂν ἔχοι λέγεσθαι. Ἄλλως γὰρ ἀκολουθῆσαι ὡς χρὴ οὐκ ἔνι, μὴ πάσης φροντίδος ἀπηλλαγμένον παχυτέρας καὶ βιωτικωτέρας. Νυνὶ δὲ οἱ τοῦ Θεοῦ ἱερεῖς τρυγητῷ καὶ ἀμητῷ παρακάθηνται, καὶ πράσει καὶ ἀγορασίᾳ προσόδων· καὶ οἱ μὲν τῇ σκιᾷ λατρεύοντες, πᾶσαν τῶν τοιούτων ἀτέλειαν εἶχον, καίτοι σωματικωτέραν λειτουργίαν ἐγκεχειρισμένοι· ἡμεῖς δὲ οἱ πρὸς αὐτὰ τῶν οὐρανῶν τὰ ἄδυτα καλούμενοι, καὶ εἰς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων εἰσιόντες, ἐμπόρων καὶ παλιγκαπήλων ἀναδεχόμεθα φροντίδας. Ἐντεῦθεν καὶ Γραφῶν ἀμέλεια πολλὴ, καὶ εὐχῶν ῥᾳθυμία, καὶ ἡ περὶ τὰ ἄλλα πάντα ὀλιγωρία. Οὐδὲ γὰρ δυνατὸν εἰς ἀμφότερα σχίζεσθαι μετὰ τῆς προσηκούσης σπουδῆς. ∆ιὸ δέομαι καὶ ἀντιβολῶ πολλὰς ἡμῖν πάντοθεν ἀναβλύσαι πηγὰς, καὶ τὴν ἅλω καὶ τὴν ληνὸν τὴν ὑμετέραν γενέσθαι προθυμίαν ἡμῖν. Οὕτω γὰρ καὶ οἱ πένητες διατραφήσονται εὐκολώτερον, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ ὑμεῖς ἐπὶ πλέον ἐπιδώσετε φιλανθρωπίας, καὶ τῶν αἰωνίων ἀπολαύσεσθε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Πς ʹ. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βα σιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
αʹ. Ὁρᾷς τί πρῶτον ἐξετάζεται; ὃ μάλιστα ἄνω καὶ κάτω συνεχῶς ἔστρεφον. Ἐπειδὴ γὰρ εἶδον τὸν Πιλάτον οὐδένα ποιούμενον λόγον τῶν νομικῶν, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν ἄγουσιν. Οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐποίουν, ταῦτα ἀεὶ προβαλλόμενοι, καὶ λέγοντες ὅτι περιέρχονται κηρύττοντες βασιλέα τινὰ Ἰησοῦν, ὡς περὶ ἀνθρώπου τινὸς ψιλοῦ διαλεγόμενοι, καὶ τυραννίδος ὑποψίαν αὐτοῖς περιτιθέντες. Ὅθεν δῆλον, ὅτι καὶ τὸ διαῤῥῆξαι τὸν χιτωνίσκον, καὶ ἐκπλαγῆναι, σκῆψις ἦν. Πάντα δὲ ἐκύκων καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. Τοῦτο γοῦν καὶ ὁ Πιλάτος ἠρώτησε τότε. Τί οὖν ὁ Χριστός; Σὺ εἶπας. Ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλὰ βασιλεὺς οὐράνιος· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε, πρὸς τὸν Πιλάτον ἀποκρινόμενος, ὅτι Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἵνα μηδὲ ἐκεῖνοι, μηδὲ οὗτος ἀπολογίαν ἔχωσι τοιαῦτα κατηγοροῦντες. Καὶ λογισμὸν ἀντίῤῥητον τίθησι λέγων· Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. ∆ιά τοι τοῦτο, ὥστε ταύτην ἀποκρούσασθαι τὴν ὑποψίαν, καὶ φόρον κατέβαλε, καὶ ἑτέρους καταβαλεῖν ἐκέλευσε· καὶ ἡνίκα ἠθέλησαν αὐτὸν ποιῆσαι βασιλέα, ἔφυγε. Τί οὖν οὐ ταῦτα προήνεγκεν εἰς μέσον, φησὶ, τότε, ἐγκαλούμενος ἐπὶ τυραννίδι; ∆ιότι μυρίας ἔχοντες τὰς ἀπὸ τῶν πραγμάτων ἀποδείξεις τῆς δυνάμεως, τῆς πραότητος, τῆς ἐπιεικείας, ἑκόντες ἐτύφλωττον καὶ ἐκακούργουν, καὶ διεφθαρμένον τὸ δικαστήριον ἦν. ∆ιὰ δὴ ταῦτα πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ, καὶ βραχέα ἀποκρινόμενος, ὥστε μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς αὐθαδείας δόξαν λαβεῖν, ὅτε ὥρκισεν ὁ ἀρχιερεὺς, ὅτε ὁ ἡγεμὼν ἤρετο· πρὸς δὲ τὰς κατηγορίας αὐτῶν οὐδὲν οὐκέτι φησίν· οὐ γὰρ δὴ πείσειν ἔμελλεν. Ὥσπερ καὶ ὁ προφήτης ἄνωθεν τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπὶ τούτοις ὁ ἡγεμὼν ἐθαύμαζε. Καὶ γὰρ θαύματος ἄξιον ἦν ἰδεῖν τοσαύτην ἐπιείκειαν ἐπιδεικνύμενον, καὶ σιγῶντα, τὸν μυρία ἔχοντα εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι ἐκ τοῦ συνειδέναι τι πονηρὸν αὐτῷ κατηγόρουν, ἀλλ' ἀπὸ βασκανίας καὶ φθόνου μόνον. Ὅτε γοῦν ἔστησαν ψευδομάρτυρας, διατί μηδὲν ἐχόντων εἰπεῖν ἐπέκειντο ἔτι, καὶ τὸν Ἰούδαν ἀποπνεύσαντα ἰδόντες, οὐ κατενύγησαν, καὶ τὸν Πιλάτον τὰς χεῖρας ἀπονιψάμενον; Καὶ γὰρ πολλὰ καὶ παρ' αὐτὸν τὸν καιρὸν ἐποίησεν, ὥστε αὐτοὺς ἀνανῆψαι· ἀλλ' οὐδενὶ τούτων ἐγένοντο βελτίους. Τί οὖν ὁ Πιλάτος; Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν οὗτοι; Ἠβούλετο μὲν γὰρ αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὸ καὶ ταῦτα ἔλεγεν· ἐπειδὴ δὲ οὐδὲν ἀπεκρίνατο, καὶ ἕτερόν τι μηχανᾶται. Ποῖον δὴ τοῦτο; Ἔθος ἦν αὐτοῖς ἀφιέναι ἕνα τῶν καταδίκων, καὶ ἐντεῦθεν αὐτὸν ἐξελέσθαι ἐπεχείρησεν. Εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὡς ἀθῶον ἀφεῖναι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ. Εἶδες τάξιν ἀντεστραμμένην; Τὴν μὲν γὰρ αἴτησιν τὴν ὑπὲρ τῶν καταδίκων, τοῦ δήμου ἔθος ἦν εἶναι, τὴν δὲ δόσιν τοῦ ἄρχοντος· νῦν δὲ τοὐναντίον γέγονε, καὶ ὁ ἄρχων αἰτεῖ τὸν δῆμον, καὶ οὐδὲ οὕτω γίνονται ἥμεροι, ἀλλ' ἐκθηριοῦνται μειζόνως καὶ φονῶσιν, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Οὐδὲ γὰρ εἶχον ὅ τι κατηγορήσουσιν αὐτοῦ, καὶ ταῦτα σιγῶντος, ἀλλ' ἠλέγχοντο καὶ οὕτω διὰ τὴν τῶν δικαιωμάτων περιουσίαν, καὶ σιγῶν ἐνίκα τοὺς μυρία λέγοντας καὶ μαινομένους. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδέν σοι καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. Ὅρα οἷον γίνεται πάλιν, ἱκανὸν πάντας αὐτοὺς ἀνακαλέσασθαι. Μετὰ γὰρ τῆς ἀπὸ τῶν πραγμάτων ἀποδείξεως, καὶ τὸ ὄναρ οὐ μικρὸν ἦν. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ὁρᾷ; Ἢ ὅτι ἐκείνη ἀξία ἦν μᾶλλον· ἢ ὅτι αὐτὸς εἰ εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ' ἂν ἐξεῖπε. ∆ιὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσι. Καὶ οὐχ ἁπλῶς ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδεν. Ἀλλ' οὐκ ἦν αὐτῷ ἀσφαλὲς, φησὶν, ἀφεῖναι, ἐπειδὴ εἶπον, ὅτι βασιλέα ἑαυτὸν ἐποίει. Ἐχρῆν οὖν ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, καὶ ὅσα τυραννίδος ἐστὶ τεκμήρια· οἷον, εἰ στρατόπεδα κατέλεγεν, εἰ χρήματα συνέλεγεν, εἰ ὅπλα ἐχάλκευεν, εἰ ἄλλο τι τοιοῦτον ἐπεχείρει. Ὁ δὲ ἁπλῶς παρασύρεται· διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων, λέγων· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Ὥστε μαλακίας ἦν ἡ συγχώρησις, καὶ τὸ μαστίξαντα ἐκδοῦναι. Οὗτος μὲν οὖν ἄνανδρος καὶ μαλακός· οἱ δὲ ἀρχιερεῖς πονηροὶ καὶ κακοῦργοι. Ἐπειδὴ γὰρ εὗρέ τινα ἐπίνοιαν, τὸν τῆς ἑορτῆς νόμον τὸν κελεύοντα ἀφεῖναι κατάδικον, τί πρὸς τοῦτο μηχανῶνται; Ἔπεισαν τὸν ὄχλον, φησὶν, ἵνα τὸν Βαραββᾶν αἰτήσωσιν.
βʹ. Εἶδες πόσην αὐτὸς πρόνοιαν ποιεῖται, ὥστε αὐτοὺς ἀπαλλάξαι ἐγκλημάτων, καὶ πόσην αὐτοὶ σπουδὴν, ὥστε μηδὲ σκιὰν ἑαυτοῖς ἀπολογίας καταλιπεῖν; Τί γὰρ ἔδει; τὸν ὡμολογημένον, ἢ τὸν ἀμφισβητούμενον ἀφεῖναι· Εἰ γὰρ ἐπὶ τοῖς ὡμολογημένοις ἀφίεσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἀμφιβόλοις. Οὐ γὰρ δήπου ὡμολογημένων ἀνδροφόνων χείρων αὐτοῖς οὗτος ἐδόκει εἶναι. ∆ιὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Εἶχον λῃστὴν, ἀλλ', Ἐπίσημον· τουτέστι, Περιβόητον ἐν κακίᾳ, μυρίους ἐργασάμενον φόνους. Ἀλλ' ὅμως κἀκεῖνον τοῦ τῆς οἰκουμένης Σωτῆρος προὔθηκαν· καὶ οὔτε τὸν καιρὸν ᾐδέσθησαν ὅτι ἅγιος ἦν, οὐ τοὺς τῆς φιλανθρωπίας νόμους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπαξ αὐτοὺς ὁ φθόνος ἀπετύφλωσε. Καὶ μετὰ τῆς οἰκείας κακία καὶ τὸν δῆμον διαφθείρουσιν, ἵνα καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην δῶσι δίκην. Ἐπεὶ οὖν ἐκεῖνον ᾐτήσαντο, λέγει· Τί οὖν ποιήσω τὸν Χριστόν, καὶ ταύτῃ πάλιν ἐντρέψαι βουλόμενος, τῷ ποιῆσαι κυρίους τῆς αἱρέσεως, ἵνα κἂν αἰσχυνθέντες αἰτήσωσι, καὶ τῆς αὐτῶν φιλοτιμίας γένηται τὸ πᾶν. Τὸ μὲν γὰρ λέγειν, Οὐχ ἥμαρτε, φιλονεικοτέρους ἐποίει· τὸ δὲ ἐκ φιλανθρωπίας ἀξιοῦν σωθῆναι, ἀναντίῤῥητον ἔχει τὴν πειθὼ καὶ τὴν αἴτησιν. Οἱ δὲ καὶ οὕτως ἔλεγον· Σταύρωσον. Ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, Σταυρωθήτω. Ὁ δὲ ἰδὼν, ὅτι οὐδὲν ὠφελεῖ, ἐνίψατο τὰς χεῖρας, λέγων, ὅτι Ἀθῶός εἰμι. Τί οὖν παραδίδως; τί δὲ οὐκ ἐξήρπασας, καθάπερ τὸν Παῦλον ὁ ἑκατοντάρχης; Καὶ γὰρ ἐκεῖνος ᾔδει χαριζόμενος τοῖς Ἰουδαίοις· καὶ στάσις ἐγένετο δι' αὐτὸν καὶ θόρυβος· ἀλλ' ὅμως ἔστη πρὸς πάντα. Ἀλλ' οὐχ οὗτος, ἀλλὰ ἄνανδρος σφόδρα καὶ μαλακός· καὶ πάντες ὁμοῦ διεφθείροντο. Οὔτε γὰρ οὗτος πρὸς τὸ πλῆθος ἔστη, οὔτε τὸ πλῆθος πρὸς τοὺς Ἰουδαίους· καὶ πανταχόθεν αὐτῶν ἡ ἀπολογία ἀνῄρητο. Καὶ γὰρ Περισσῶς ἔκραζον, τουτέστι, μᾶλλον ἔκραζον, Σταυρωθήτω. Οὐ γὰρ ἀνελεῖν μόνον ἤθελον, ἀλλὰ καὶ ἐπὶ πονηρᾷ αἰτίᾳ, καὶ τοῦ δικάζοντος ἀντιλέγοντος ἐπέμενον τὰ αὐτὰ βοῶντες. Εἶδες πόσα ἐποίησεν ὁ Χριστὸς, ὥστε αὐτοὺς ἀνακτήσασθαι; Καθάπερ γὰρ τὸν Ἰούδαν ἀνεκρούετο πολλάκις, οὕτω καὶ τούτους ἀνέστελλε, διά τε παντὸς τοῦ εὐαγγελίου, καὶ παρ' αὐτὸν τὸν καιρὸν τῆς κρίσεως. Καὶ γὰρ ὅτε εἶδον τὸν ἄρχοντα καὶ δικάζοντα ἀπονιψάμενον καὶ λέγοντα, Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου, ἔδει κατανυγῆναι καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων· καὶ ὅτε τὸν Ἰούδαν ἀπαγξάμενον, καὶ ὅτε αὐτὸν παρακαλοῦντα, ἕτερον ἀντ' αὐτοῦ λα βεῖν. Ὅταν γὰρ ὁ κατήγορος καὶ προδότης ἑαυτὸν καταδικάζῃ, καὶ ὁ ψηφιζόμενος ἀποδύηται τὰ ἐγκλήματα, καὶ ὄψις τοιαύτη κατ' αὐτὴν τὴν νύκτα φαίνηται, καὶ ὡς κατάδικον αὐτὸν ἐξαιτῆται, ποίαν ἕξουσιν ἀπολογίαν; Εἰ γὰρ μὴ ἐβούλοντο ἀθῶον εἶναι. ἀλλ' οὐχὶ καὶ λῃστὴν αὐτοῦ προτιμῆσαι ἔδει, τὸν ὡμολογημένον καὶ σφόδρα ἐπίσημον ὄντα. Τί οὖν ἐκεῖνοι; Ἐπειδὴ τὸν δικαστὴν εἶδον νιπτόμενον τὰς χεῖρας, καὶ λέγοντα, Ἀθῶός εἰμι, ἔκραζον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τί τέκνα ἡμῶν. Τότε δὴ λοιπὸν, ὅτε καθ' ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν, συνεχώρησε πάντα γενέσθαι. Θέα δὲ καὶ ἐνταῦθα τὴν πολλὴν παραπληξίαν. Τοιαύτη γὰρ ἡ ὁρμὴ, καὶ ἡ πονηρὰ ἐπιθυμία· οὐκ ἀφίησί τι τῶν δεόντων ἰδεῖν. Ἔστω γὰρ, ὑμῖν αὐτοῖς ἐπαρᾶσθε· τί καὶ ἐπὶ τὰ τέκνα τὴν ἀρὰν ἕλκετε; Ἀλλ' ὅμως ὁ φιλάνθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ' ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐ μόνον ἐπὶ τῶν παίδων, ἀλλ' οὐδὲ ἐπ' αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν. Καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτῶν ἦν, καὶ αἱ μυριάδες τῶν πεπιστευκότων ἐν Ἱεροσολύμοις, (Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων·) ἐκ τούτων ἦσαν. Εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν, ἵνα σταυρωθῇ. Καὶ διὰ τί ἐφραγέλλωσεν; Ἢ ὡς κατάδικον, ἢ σχῆμα περιθεῖναι τῇ κρίσει βουλόμενος, ἢ ἐκείνοις χαρίσασθαι. Καίτοιγε ἐνστῆναι ἐχρῆν. Καὶ γὰρ καὶ πρὸ τούτου εἶπε· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Καὶ πολλὰ ἦν τὰ δυνάμενα αὐτὸν κἀκείνους ἀναχαιτίσαι, καὶ τὰ σημεῖα, καὶ τὰ θαύματα, καὶ ἡ πολλὴ τοῦ ταῦτα πάσχοντος ἀνεξικακία, καὶ ἡ σιγὴ μάλιστα ἡ ἄφατος. Ἐπειδὴ γὰρ καὶ δι' ὧν ἀπελογήσατο καὶ δι' ὧν ηὔξατο τὸ ἀνθρώπινον ἔδειξε, πάλιν τὸ ὑψηλὸν καὶ μεγαλοφυὲς καὶ διὰ τῆς σιγῆς καὶ διὰ τοῦ καταφρονεῖν τῶν λεγομένων ἐπιδείκνυται, διὰ πάντων αὐτοὺς πρὸς τὸ οἰκεῖον ἐνάγων θαῦμα. Ἀλλ' οὐδενὶ τούτων εἶξαν.
γʹ. Ὅταν γὰρ ἅπαξ, καθάπερ ὑπὸ μέθης ἢ μανίας τινὸς ἀτόπου κατασχεθῶσιν οἱ λογισμοὶ, δύσκολον ἀνενεγκεῖν μὴ σφόδρα γενναίαν οὖσαν τὴν καταπίπτουσαν ψυχήν. ∆εινὸν γὰρ, δεινὸν τοῖς πονηροῖς πάθεσι τούτοις δοῦναι χώραν· διὸ χρὴ παντὶ τρόπῳ διακρούεσθαι καὶ ἐξωθεῖν αὐτῶν τὴν εἴσοδον. Ὅταν γὰρ ἐπιλάβωνται τῆς ψυχῆς, καὶ κρατήσωσι, καθάπερ πῦρ εἰς ὕλην ἐμπεσὸν, οὕτω λαμπρὰν τὴν φλόγα ἀνάπτουσι. ∆ιὸ παρακαλῶ πάντα ποιεῖν, ὥστε ἀποτειχίζειν αὐτοῖς τὴν εἴσοδον· μηδὲ τούτῳ τῷ λογισμῷ τῷ ψυχρῷ παραμυθουμένους ἑαυτοὺς, πᾶσαν ἐπεισάγειν πονηρίαν, λέγοντας· Τί παρὰ τοῦτο, καὶ τί παρ' ἐκεῖνο; τὰ γὰρ μυρία κακὰ ἐντεῦθεν τίκτεται. Ὁ γὰρ διάβολος μιαρὸς ὢν, πολλῇ κέχρηται τῇ [κακουργίᾳ καὶ εὐτονίᾳ καὶ] συγκαταβάσει πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, καὶ ἀπὸ τῶν μικροτέρων προσβάλλει. Σκόπει δέ. Ἠβούλετο τὸν Σαοὺλ εἰς ἐγγαστριμύθου ληρωδίαν ἐμβαλεῖν. Ἀλλὰ τοῦτο εἰ παρὰ τὴν ἀρχὴν συνεβούλευσεν, οὐκ ἂν προσέσχεν ἐκεῖνος· πῶς γὰρ, ὁ καὶ ἐλαύνων αὐτάς; ∆ιὰ τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτὸν εἰσάγει. Ἐπειδὴ γὰρ παρήκουσε τοῦ Σαμουὴλ, καὶ παρεσκεύασε μὴ παραγενομένου ἀνενεχθῆναι τὴν ὁλοκαύτωσιν, ἐγκαλούμενός φησιν, Ἡ ἀνάγκη τῶν πολεμίων ἐγένετο μείζων· καὶ δέον θρηνῆσαι, ὡς οὐδὲν ἐργασάμενος διετέθη. Πάλιν ἐκέλευσε τὰ κατὰ τοὺς Ἀμαληκίτας ὁ Θεός· ὁ δὲ καὶ ταῦτα παρέβη. Ἐντεῦθεν εἰς τὰ κατὰ τὸν ∆αυῒδ ἐξέβη τολμήματα, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ὀλισθαίνων οὐκ ἔστη, ἕως εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον ἐλθὼν ἐνέβαλεν ἑαυτόν. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν· οὐκ εὐθέως παρώρμησεν ἀνελεῖν τὸν ἀδελφὸν, ἐπεὶ οὐκ ἂν ἔπεισεν· ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει τὰ φαυλότερα προσενεγκεῖν, λέγων· Οὐδὲν τοῦτό ἐστιν ἁμάρτημα· δεύτερον, φθόνον καὶ βασκανίαν ἀνῆψεν, Οὐδὲν οὐδὲ παρὰ τοῦτο, λέγων· τρίτον, ἀνελεῖν ἔπεισε καὶ ἀρνήσασθαι τὴν μιαιφονίαν· καὶ οὐ πρότερον ἀπέστη, ἕως τὸν κολοφῶνα ἐπέθηκε τῶν κακῶν. ∆ιὸ χρὴ τὰς ἀρχὰς ἀνακρούεσθαι. Μάλιστα μὲν γὰρ εἰ καὶ ἐφ' ἑαυτῶν τὰ πρῶτα ἁμαρτήματα εἱστήκει, οὐδὲ οὕτω καταφρονεῖν ἐχρῆν τῶν πρώτων πλημμελημάτων· νυνὶ δὲ καὶ ἐπὶ μεῖζον ἄνεισιν, ὅταν ἀμελῇ ἡ διάνοια. ∆ιὸ χρὴ πάντα ποιεῖν, ὥστε τὰς ἀρχὰς αὐτῶν ἀναιρεῖν. Μὴ γὰρ δὴ πρὸς τὴν φύσιν ἴδῃς τοῦ ἁμαρτήματος, ὅτι μικρὰ, ἀλλ' ὅτι μεγάλου γίνεται ῥίζα ἀμελουμένη. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσαύτης δεῖται σπουδῆς τὰ μεγάλα ἁμαρτήματα, ὡς τὰ μικρὰ καὶ εὐτελῆ. Ἐκεῖνα μὲν γὰρ αὐτὴ ἡ φύσις τῆς ἁμαρτίας ἀποστρέφεσθαι παρασκευάζει· τὰ δὲ μικρὰ αὐτῷ τούτῳ εἰς ῥᾳθυμίαν ἐμβάλλει, καὶ οὐκ ἀφίησι γενναίως διαναστῆναι πρὸς τὴν αὐτῶν ἀναίρεσιν. ∆ιὸ καὶ ταχέως γίνεται μεγάλα, καθευδόντων ἡμῶν. Τοῦτο καὶ ἐν τοῖς σώμασι συμβαῖνον ἴδοι τις ἄν. Οὕτω καὶ ἐπὶ τοῦ Ἰούδα τὸ μέγα τοῦτο ἐτέχθη κακόν. Εἰ γὰρ μὴ ἔδοξεν αὐτῷ μικρὸν εἶναι τὸ κλέπτειν τῶν πενήτων τὰ χρήματα, οὐκ ἂν εἰς ταύτην ἐξηνέχθη τὴν προδοσίαν. Εἰ μὴ μικρὸν ἔδοξεν εἶναι τοῖς Ἰουδαίοις τὸ ὑπὸ κενοδοξίας ἁλίσκεσθαι, οὐκ ἂν ἐξώλισθον εἰς τὸ Χριστοκτόνοι γενέσθαι. Καὶ πάντα δὲ τὰ κακὰ ἐκ τούτου ἴδοι τις ἂν γινόμενα. Οὐδεὶς γὰρ ταχέως καὶ ἀθρόον ἐπὶ τὴν κακίαν ἐκπηδᾷ. Ἔχει γὰρ, ἔχει τινὰ αἰσχύνην ἐγκειμένην ἡμῖν ἡ ψυχὴ, καὶ τὴν πρὸς τὰ καλὰ αἰδῶ, καὶ ἀθρόον οὐκ ἂν τοσοῦτον ἀναισχυντήσειεν, ὡς ὑφ' ἓν ἅπαντα ῥῖψαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἀπόλλυται, ὅταν ἀμελῇ. Οὕτω καὶ εἰδωλολατρεία εἰσῆλθεν, τῶν ἀνθρώπων ὑπὲρ μέτρον τιμωμένων, καὶ τῶν ζώντων καὶ τῶν παρελθόντων οὕτω καὶ ξόανα προσεκυνήθη· οὕτω καὶ πορνεία ἐκράτησε, καὶ τὰ ἄλλα κακά. Σκόπει δέ. Ἐγέλασέ τις ἀκαίρως· ἐνεκάλεσεν ἕτερος· ἄλλος ἐξέλυσε τὸν φόβον εἰπὼν, Οὐδὲν παρὰ τοῦτο. Τί γάρ ἐστι τὸ γελᾷν; τί γὰρ παρὰ τοῦτο γένοιτ' ἄν; Ἀπὸ τούτου εὐτραπελία ἐτέχθη, ἐντεῦθεν αἰσχρολογία, εἶτα πρᾶξις αἰσχρά. Πάλιν ἕτερος ἐγκαλούμενος ἐπὶ τῷ διαβάλλειν τὸν πλησίον καὶ λοιδορεῖσθαι καὶ κακηγορεῖν, κατεφρόνησεν εἰπών· Οὐδέν ἐστι τὸ κακῶς λέγειν. Ἀπὸ τούτου μῖσος ἔτεκεν ἄφατον, ἔχθραν ἄσπονδον, λοιδορίας ἀπείρους· ἀπὸ τῶν λοιδοριῶν πληγάς· ἀπὸ τῶν πληγῶν φόνον πολλάκις.
δʹ. Ἀπὸ μὲν οὖν τῶν μικρῶν οὕτω τὰ μεγάλα εἰσάγει ὁ πονηρὸς δαίμων ἐκεῖνος· ἀπὸ δὲ τῶν μεγάλων τὸ ἀπο γινώσκειν, ἄλλην ταύτην μέθοδον οὐκ ἐλάττονα τῆς προτέρας εὑρών. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν, ὡς τὸ ἀπογινώσκειν ἀπόλλυσιν. Ὁ μὲν γὰρ πλημμελήσας, ἂν νήφῃ, ταχέως μετανοήσας διορθοῦται τὸ γεγενημένον· ὁ δὲ ἀπαγορεύσας καὶ μὴ μετανοῶν, διὰ τοῦτο ἐκπίπτει τῆς διορθώσεως ταύτης, οὐκ ἐπιτιθεὶς τὰ ἀπὸ τῆς μετανοίας φάρμακα. Ἔχει καὶ τρίτην ἐνέδραν χαλεπήν· οἶον ὅταν εὐλαβείας σχῆμα περιθῇ τῷ ἁμαρτήματι. Καὶ ποῦ τοσοῦτον ἴσχυσεν ὁ διάβολος, φησὶν, ὥστε μέχρι τούτων ἀπατῆσαι; Ἄκουε, καὶ φυλάττου αὐτοῦ τὰ νοήματα. Προσέταξεν ὁ Χριστὸς διὰ Παύλου γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, καὶ μὴ ἀποστερεῖν ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου· ἀλλά τινες ἔρωτι δῆθεν ἐγκρατείας ἀποστᾶσαι τῶν ἰδίων ἀνδρῶν, ὡς εὐλαβές τι ποιοῦσαι, ὤθησαν αὐτοὺς ἐπὶ μοιχείαν. Ἐννόησον οὖν ἡλίκον κακὸν, πόνον τοσοῦτον ὑπομενούσας, ὡς τὰ μέγιστα ἠδικηκυίας ἐγκαλεῖσθαι, καὶ τὴν ἐσχάτην τίνειν δίκην, καὶ εἰς βάραθρον ἀπωλείας τοὺς συνοικοῦντας ὠθεῖν. Ἕτεροι πάλιν νόμῳ νηστείας ἀπεχόμενοι σιτίων, κατὰ μικρὸν προῆλθον ἐπὶ τὸ βδελύττεσθαι ταῦτα· ὃ καὶ αὐτὸ μεγίστην φέρει τὴν κόλασιν. Τοῦτο δὲ γίνεται, ὅταν τινὲς τὰς οἰκείας προλήψεις παρὰ τὰ ταῖς Γραφαῖς δοκοῦντα κρατύνωσιν. Ἐνόμισαν καὶ οἱ παρὰ Κορινθίοις τελειότητος εἶναι τὸ πάντων ἀδιαφόρως ἀπογεύεσθαι, καὶ τῶν κεκωλυμένων· ἀλλ' ὅμως οὐκ ἦν τελειότητος τοῦτο, ἀλλὰ καὶ ἐσχάτης παρανομίας. ∆ιὰ τοῦτο καὶ σφοδρῶς αὐτοῖς ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τῆς ἐσχάτης ἔλεγεν ὑπευθύνους εἶναι δίκης. Ἕτεροι πάλιν εὐλαβείας εἶναι νομίζουσι τὸ κομᾷν τὰς κεφαλάς. Καὶ τοῦτο δὲ τῶν κεκωλυμένων ἐστὶ, καὶ πολλὴν ἔχον τὴν αἰσχύνην. Πάλιν ἕτεροι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἁμαρτήμασιν ἀμέτρως ὡς κερδαλέον διώκουσιν· ἀλλὰ καὶ αὐτὸ μεθοδείας διαβολικῆς, καὶ ἐδήλωσεν ὁ Ἰούδας· ἐντεῦθεν γοῦν καὶ ἀπήγξατο. ∆ιὰ τοῦτο καὶ Παῦλος ὑπὲρ τοῦ πεπορνευκότος ἐδεδοίκει, μή τι τοιοῦτον πάθῃ, καὶ παρῄνει Κορινθίοις ταχέως αὐτὸν ἐξαρπάσαι, Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Εἶτα δεικνὺς ὅτι τὸ τοιοῦτον τῆς ἐνέδρας ἐστὶ τῆς ἐκείνου, φησί· Μήπως πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, ὅτι μετὰ δόλου πολλοῦ προσβάλλει, φησίν. Ἐπεὶ εἰ μετὰ παῤῥησίας καὶ φανερῶς ἐπολέμει, εὔκολος ἦν καὶ ῥᾳδία ἡ νίκη· μᾶλλον δὲ καὶ νῦν, ἐὰν νήφωμεν, εὔκολος ἔσται. Καὶ γὰρ πρὸς ἑκάστην τῶν ὁδῶν τούτων καθώπλισεν ἡμᾶς ὁ Θεός. Πείθων γὰρ μηδὲ τῶν μικρῶν τούτων καταφρονεῖν, ἄκουσον τί παραινεῖ λέγων· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν· καὶ, Ὁ ὀφθαλμοῖς ἀκολάστοις ἰδὼν, μοιχός ἐστιν ἀπηρτισμένος. Καὶ τοὺς γελῶντας ταλανίζει, καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰ σπέρματα ἀναιρεῖ τῶν κακῶν, καὶ περὶ ἀργοῦ ῥήματός φησι διδόναι λόγον. ∆ιὰ τοῦτο καὶ ὁ Ἰὼβ καὶ τὰς ἐννοίας τῶν παίδων ἐθεράπευεν. Ὑπὲρ δὲ τοῦ μὴ ἀπογινώσκειν φησὶ, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· καὶ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ ῥήματα καὶ παραδείγματα κεῖται ἐν τῇ Γραφῇ. Πρὸς δὲ τὸ σχήματι εὐλαβείας μὴ ἀπόλλυσθαι, ἄκουσον Παύλου λέγοντος· Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτ' οὖν εἰδότες, πάσαις ἐπιτειχίζωμεν ταῖς ὁδοῖς ταῖς παρατρεπούσαις τοὺς ῥᾳθύμους τὴν ἀπὸ τῶν Γραφῶν σύνεσιν. Μηδὲ λέγε· Τί γάρ ἐστιν, ἐὰν ἴδω γυναῖκα καλὴν περιέργως; Ἂν γὰρ τὴν ἐν καρδίᾳ μοιχείαν ἐργάσῃ, ταχέως καὶ τὴν ἐν σαρκὶ τολμήσεις. Μὴ εἴπῃς· Τί γάρ ἐστι, ἐὰν τὸν πένητα τοῦτον παραδράμω; Ἂν γὰρ τοῦτον παρέλθῃς, καὶ τὸν ἕτερον· ἂν ἐκεῖνον, καὶ τὸν ἄλλον. Μηδ' αὖ πάλιν· Τί γὰρ, ἐὰν ἐπιθυμήσω τῶν τοῦ πλησίον; Τοῦτο γὰρ, τοῦτο ἐποίησε τὸν Ἀχαὰβ ἀπολέσθαι, καίτοι τιμὴν κατέβαλεν, ἀλλὰ παρὰ ἄκοντος ἔλαβεν. Οὐ γὰρ βιαζόμενον δεῖ ὠνεῖσθαι, ἀλλὰ πείθοντα. Εἰ δὲ ὁ τὴν προσήκουσαν τιμὴν καταβαλὼν, οὕτως ἐκολάζετο, ἐπειδὴ παρὰ ἄκοντος ἔλαβεν· ὁ μηδὲ τοῦτο ποιῶν, καὶ παρὰ ἄκοντος ἁρπάζων, καὶ ταῦτα ἐν τῇ χάριτι πολιτευόμενος, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ἵν' οὖν μὴ κολαζώμεθα, βίας ἁπάσης καὶ ἁρπαγῆς ἑαυτοὺς καθαροὺς διατηροῦντες, καὶ μετὰ τῶν ἁμαρτημάτων καὶ τὰς ἀρχὰς αὐτῶν φυλαττόμενοι, μετὰ πολλῆς τῆς σπουδῆς ἐπιμελώμεθα ἀρετῆς· οὕτω γὰρ καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέ ξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.
αʹ. Ὥσπερ ἔκ τινος συνθήματος ὁ διάβολος εἰς πάντας τότε ἐχόρευεν. Ἔστω γὰρ, Ἰουδαῖοι φθόνῳ καὶ βασκανίᾳ τηκόμενοι ἐπαροίνουν εἰς αὐτόν· οἱ στρατιῶται πόθεν καὶ ἐκ ποίας αἰτίας; Οὐκ εὔδηλον ὅτι ὁ διάβολος ἦν ὁ τότε βακχεύων εἰς πάντας; Καὶ γὰρ τέρψεις ἐποίουν τὰς εἰς αὐτὸν ὕβρεις, ὠμοὶ καὶ ἀνήμεροί τινες ὄντες. ∆έον γὰρ συσταλῆναι, δέον δακρῦσαι, ὅπερ καὶ ὁ δῆμος ἔπασχε, τοῦτο μὲν οὐκ ἐποίουν, τοὐναντίον δὲ, ὕβριζον καὶ ἐνήλλοντο, ἴσως καὶ αὐτοὶ χαριζόμενοι τοῖς Ἰουδαίοις, ἢ καὶ κατ' οἰκείαν δυστροπίαν ἅπαντα πράττοντες. Καὶ αἱ ὕβρεις διάφοροι καὶ ποικίλαι. Τὴν γὰρ θείαν κεφαλὴν ἐκείνην ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν καθύβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς. Τίς ἡμῖν ἔσται λόγος λοιπὸν ἐπὶ ὕβρεσι κινουμένοις, μετὰ τὸ τὸν Χριστὸν ταῦτα παθεῖν; Καὶ γὰρ ἔσχατος ὅρος ὕβρεως τὸ γινόμενον ἦν. Οὐδὲ γὰρ μέλος ἓν, ἀλλ' ἅπαν τὸ σῶμα ὅλον διόλου ὑβρίζετο· ἡ κεφαλὴ διὰ τοῦ στεφάνου καὶ τοῦ καλάμου καὶ τοῦ κολαφίζεσθαι· τὸ πρόσωπον ἐμπτυόμενον· αἱ σιαγόνες ῥαπιζόμεναι· τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως· ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς. Τί τούτων γένοιτ' ἂν χαλεπώτερον; τί ὑβριστικώτερον; Πάντα γὰρ λόγον ὑπερβαίνει τὰ γεγενημένα. Καθάπερ γὰρ δεδοικότες, μὴ δόξωσιν ἐλλιμπάνειν τι τοῦ τολμήματος, τοὺς μὲν προφήτας οἰκείαις ἀνελόντες χερσὶ, τοῦτον δὲ ψήφῳ δικαστοῦ, οὕτως ἅπαντα πράττουσι· καὶ αὐτόχειρες γίνονται, καὶ κατακρίνουσι, καὶ παρ' ἑαυτοῖς καταδικάζουσι καὶ παρὰ τῷ Πιλάτῳ, λέγοντες, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἐνάλλονται καὶ ὑβρίζουσι δι' ἑαυτῶν, δεσμοῦντες, ἀπάγοντες, καὶ τῶν ὕβρεων τῶν ὑπὸ τῶν στρατιωτῶν αἴτιοι καθίστανται· καὶ προσηλοῦσι, καὶ λοιδοροῦνται, καὶ ἐμπτύουσι, καὶ κωμῳδοῦσιν. Οὐδὲν γὰρ ἐνταῦθα ὁ Πιλάτος εἰσήνεγκεν, ἀλλὰ πάντα αὐτοὶ ἐποίουν, καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα γινόμενοι. Καὶ ταῦτα ἀναγινώσκεται παρ' ἡμῖν, ὅταν πάντες συνέρχωνται. Ἵνα γὰρ μὴ λέγωσιν Ἕλληνες, ὅτι Τὰ μὲν λαμπρὰ καὶ περιφανῆ, οἷον τὰ σημεῖα καὶ τὰ θαύματα, ἐπιδείκνυσθε τοῖς δήμοις καὶ τοῖς λαοῖς, τὰ δὲ ἐπονείδιστα ταῦτα ἀποκρύπτεσθε· ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις, ἐν πανδήμῳ ἑορτῇ, ὅταν ἄνδρες παμπληθεὶ καὶ γυναῖκες παρῶσι, καὶ πάντες ἁπλῶς κατὰ τὴν μεγάλην τοῦ πάσχα ἑσπέραν, τότε ταῦτα πάντα ἀναγινώσκεσθαι· ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, τότε λαμπρᾷ ταῦτα ἀνακηρύττεται τῇ φωνῇ. Καὶ τούτων ἀναγινωσκομένων, καὶ πᾶσι γνωριζομένων, ὁ Χριστὸς πιστεύεται εἶναι Θεός· καὶ μετὰ τῶν ἄλλων καὶ διὰ ταῦτα προσκυνεῖται, ὅτι τοσοῦτον ὑπὲρ ἡμῶν καταβῆναι κατηξίωσεν, ὡς καὶ ταῦτα παθεῖν, καὶ παιδεῦσαι πᾶσαν ἡμᾶς ἀρετήν. Ταῦτα τοίνυν διαπαντὸς ἀναγινώσκωμεν· καὶ γὰρ πολὺ τὸ κέρδος, μεγίστη ἐντεῦθεν ἡ ὠφέλεια. Ὅταν γὰρ ἴδῃς καὶ σχήμασι καὶ πράγμασιν αὐτὸν χλευαζόμενον, καὶ προσκυνούμενον μετὰ τοσαύτης κωμῳδίας, καὶ κονδυλιζόμενον, καὶ τὰ ἔσχατα πάσχοντα, κἂν αὐτόλιθος ᾖς, κηροῦ γενήσῃ παντὸς ἁπαλώτερος, καὶ πᾶσαν ἐκβαλεῖς ἀπὸ τῆς ψυχῆς φλεγμονήν. Ἄκουε τοίνυν καὶ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐνέπαιξαν, Ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, φησὶ, καὶ γυμνώσαντες ἔλαβον αὐτοῦ τὰ ἱμάτια, καὶ καθήμενοι ἐτήρουν αὐτὸν, πότε ἀποπνεύσει. Καὶ διανέμονται αὐτοῦ τὰ ἱμάτια· ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπεῤῥιμμένων γίνεται καταδίκων, καὶ οὐδένα ἐχόντων, καὶ ἐπ' ἐρημίας ὑπαρχόντων ἁπάσης. Ἐμέριζον τὰ ἱμάτια, δι' ὧν τηλικαῦτα γέγονε θαύματα. Ἀλλ' οὐδὲν ἐνήργει τότε, τοῦ Χριστοῦ κατέχοντος τὴν ἀπόῤῥητον δύναμιν. Οὐ μικρὰ δὲ καὶ αὕτη προσθήκη παροινίας ἦν. Ὡς γὰρ εἰς ἄτιμον καὶ ἀπεῤῥιμμένον, ὅπερ ἔφην, καὶ τὸν πάντων εὐτελέστατον, οὕτω πάντα ἐτόλμων. Εἰς γοῦν τοὺς λῃστὰς οὐδὲν τοιοῦτον εἰργάσαντο, ἀλλ' εἰς τὸν Χριστὸν ἅπαντα ἐτόλμων. Καὶ μέσον αὐτὸν ἐσταύρωσαν, ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ. Καὶ ἔδωκαν αὐτῷ ὄξος πιεῖν, καὶ τοῦτο ἐνυβρίζοντες· ὁ δὲ οὐκ ἠθέλησεν. Ἕτερος δέ φησιν, ὅτι γευσάμενος εἶπε, Τετέλεσται. Τί δέ ἐστι, Τετέλεσται; Ἡ προφητεία πεπλήρωται ἡ περὶ αὐτοῦ. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Οὐδὲ ἐκεῖνος δὲ δείκνυσιν ὅτι ἔπιεν· οὐδὲν γὰρ διέστηκε τὸ ἁπλῶς γεύσασθαι τοῦ μὴ πιεῖν, ἀλλ' ἕν τι καὶ τὸ αὐτὸ δηλοῖ. Ἀλλ' ὅμως οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς παροινίας, ἀλλὰ καὶ γυμνώσαντες, καὶ σταυρώσαντες, καὶ ὄξος προσενεγκόντες, περαιτέρω προβαίνουσι· καὶ ἐπὶ τοῦ σταυροῦ βλέποντες ἀνεσκολοπισμένον, ὀνειδίζουσι καὶ αὐτοὶ καὶ οἱ παραπορευόμενοι· ἃ πάντων χαλεπώτερα ἦν, τὸ καὶ ἐπὶ αἰτίᾳ ἀπατεῶνος καὶ πλάνου ταῦτα παθεῖν, καὶ ὡς ἀλαζόνα, καὶ εἰκῆ κομπάζοντα ἅπερ ἔλεγε. ∆ιὰ ταῦτα αὐτὸν καὶ ἐσταύρωσαν δημοσίᾳ, ἵνα πάντων ὁρώντων ἐμπομπεύσωσι· διὰ τοῦτο καὶ χερσὶ ταῖς στρατιωτικαῖς, ἵνα καὶ ἐν δημοσίῳ δικαστηρίῳ τούτων τολμωμένων, τὰ τῆς παροινίας ἐπιτείνηται.
βʹ. Καίτοι τίνα οὐκ ἂν ἔκαμψεν ὁ ὄχλος ὁ ἀκολουθῶν αὐτῷ καὶ θρηνῶν; Ἀλλ' οὐχὶ τοὺς θῆρας τούτους. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἐκείνους μὲν ἀποκρίσεως ἀξιοῖ, τούτους δὲ οὐκέτι. Μετὰ γὰρ τὸ πρᾶξαι ἅπερ ἤθελον, καὶ τὴν δόξαν αὐτοῦ σπουδάζουσι λυμήνασθαι, δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν. ∆ιὰ τοῦτο δημοσίᾳ ταῦτα λέγουσι, καὶ λῃστὰς συνεσταύρωσαν, καὶ βουλόμενοι δεῖξαι ἀπατεῶνα, ἔλεγον· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ εἰπόντες τῷ Πιλάτῳ ἀνελεῖν τὴν αἰτίαν, (αὕτη δὲ ἦν τὸ γεγράφθαι, Ὁ βασιλεὺς τῶν Ἰουδαίων·) οὐδὲν ἴσχυσαν, ἀλλ' ἐνεστήκει λέγων ἐκεῖνος, Ὃ γέγραφα, γέγραφα· αὐτοὶ λοιπὸν ἐπειρῶντο, δι' ὧν ἐχλεύαζον, δεῖξαι ὅτι οὐκ ἔστι βασιλεύς. ∆ιὸ καὶ ἐκεῖνα ἔλεγον, καὶ ταῦτα· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβάλλειν· καὶ πάλιν Εἰ Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ θέλει αὐτὸν, σωσάτω αὐτόν. Ὦ μιαροὶ καὶ παμμίαροι! Τί δέ; οἱ προφῆται οὐκ ἦσαν προφῆται, οὐδὲ οἱ δίκαιοι δίκαιοι, ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπασε τῶν κινδύνων ὁ Θεός; Ἀλλὰ μὴν ἦσαν, καὶ ταῦτα πάσχοντες. Τί οὖν ἴσον τῆς ἀνοίας ὑμῶν γένοιτ' ἄν; Εἰ γὰρ ἐκείνων οὐκ ἐλυμήνατο παρ' ὑμῖν τὴν δόξαν ἡ τῶν κινδύνων ἐπαγωγὴ, ἀλλ' ἦσαν προφῆται καὶ πάσχοντες ἅπερ ἔπασχον· πολλῷ μᾶλλον ἐπὶ τούτου οὐκ ἐχρῆν ὑμᾶς σκανδαλίζεσθαι, καὶ δι' ὧν ἐποίησε καὶ δι' ὧν εἶπεν, ἀεὶ ταύτην ὑμῶν προδιορθωσαμένου τὴν ὑπόνοιαν. Ἀλλ' ὅμως καὶ τούτων λεγομένων καὶ γενομένων οὐδὲν ἴσχυσαν, οὐδὲ παρ' αὐτὸν τὸν καιρόν. Ὁ γοῦν ἐν ἐσχάτῃ πονηρίᾳ κατασαπεὶς, καὶ ἐν φόνοις καὶ τοιχωρυχίαις τὸν ἅπαντα καταναλώσας βίον, ὅτε ταῦτα ἐλέγετο, τότε αὐτὸν ὡμολόγησε, καὶ βασιλείας ἐμνημόνευσε· καὶ ὁ δῆμος αὐτὸν ὠλοφύρετο. Καίτοιγε ἐδόκει τἀναντία μαρτυρεῖν τὰ γινόμενα παρὰ τοῖς οὐκ εἰδόσι τοῦ μυστηρίου τὴν οἰκονομίαν, ὅτι ἀσθενὴς καὶ οὐδὲν δυνάμενος· ἀλλ' ὅμως ἡ ἀλήθεια καὶ διὰ τῶν ἐναντίων ἴσχυσε. Ταῦτ' οὖν ἀκούοντες, ὁπλίζωμεν ἑαυτοὺς κατὰ παντὸς θυμοῦ, κατὰ πάσης ὀργῆς. Κἂν φλεγμαίνουσαν ἴδῃς τὴν καρδίαν σου, σφράγισον τὸ στῆθος, τὸν σταυρὸν ἐπιθείς· ἀνάμνησόν τι τῶν τότε συμβάντων, καὶ ὥσπερ κονιορτὸν ἐκβαλεῖς πάντα θυμὸν τῶν γεγενημένων τῇ μνήμῃ. Ἐννόησον τὰ ῥήματα, τὰ πράγματα· ἐννόησον ὅτι ἐκεῖνος ∆εσπότης, σὺ δὲ δοῦλος· ἐκεῖνος διὰ σὲ, σὺ δὲ διὰ σαυτόν· ἐκεῖνος ὑπὲρ τῶν εὐεργετηθέντων καὶ σταυρωσάντων, σὺ δὲ ὑπὲρ σαυτοῦ· ἐκεῖνος ὑπὲρ τῶν ὑβρικότων, σὺ δὲ πολλάκις ὑπ' αὐτῶν τῶν ἀδικηθέντων· ἐκεῖνος τῆς πόλεως ὁρώσης ἁπάσης, μᾶλλον δὲ τοῦ δήμου παντὸς τῶν Ἰουδαίων, καὶ τῶν ξένων καὶ τῶν ἐπιχωρίων, ἐφ' ὧν τὰ φιλάνθρωπα ἐφθέγξατο ῥήματα, σὺ δὲ ὀλίγων παρόντων· καὶ τὸ μεῖζον εἰς ὕβριν, τὸ καὶ τοὺς μαθητὰς αὐτὸν ἐγκαταλιπεῖν. Οἱ μὲν γὰρ ἔμπροσθεν θεραπεύοντες ἀπεπήδησαν· οἱ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεσκολοπισμένον ἐν μέσῳ λαβόντες ὕβριζον. ἐλοιδόρουν, ἐκωμῴδουν, ἐγέλων, ἐχλεύαζον· Ἰουδαῖοι, στρατιῶται κάτωθεν· ἄνωθεν, ἑκατέρωθεν λῃσταί· καὶ γὰρ οἱ λῃσταὶ ὕβριζον αὐτὸν καὶ ὠνείδιζον ἀμφότεροι. Πῶς οὖν ὁ Λουκᾶς φησιν, ὅτι ὁ εἷς ἐπετίμα; Ἀμφότερα γέγονε· πρότερον μὲν γὰρ ἀμφότεροι ὠνείδιζον, ὕστερον δὲ οὐκέτι. Ἵνα γὰρ μὴ νομίσῃς ἔκ τινος συνθήματος τὸ πρᾶγμα γεγενῆσθαι, μηδὲ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσί σοι, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς ἦν καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος φιλοσόφει. Τί γὰρ πάσχεις τοιοῦτον, οἷον ἔπαθεν ὁ ∆εσπότης σου; ∆ημοσίᾳ ὑβρίσθης; Ἀλλ' οὐ τοιαῦτα. Χλευάζῃ; Ἀλλ'οὐ πᾶν τὸ σῶμα, οὐδὲ οὕτω μαστιζόμενος καὶ γυμνούμενος. Εἰ δὲ καὶ ἐκολαφίσθης, ἀλλ' οὐχ οὕτως.
γʹ. Προστίθει δέ μοι, καὶ ὑπὸ τίνων, καὶ διατί, καὶ πότε, καὶ τίς· καὶ τὸ δὴ χαλεπώτατον, ὅτι τούτων γινομένων οὐδεὶς ἐνεκάλει, οὐδεὶς ἐμέμφετο τὰ γινόμενα· ἀλλὰ τοὐναντίον, καὶ ἐπῄνουν ἅπαντες, καὶ συνεχλεύαζον, καὶ συνέσκωπτον, καὶ ὡς ἀλαζόνα καὶ ἀπατεῶνα καὶ πλάνον, καὶ οὐκ ἔχοντα δεῖξαι ἐπὶ τῶν ἔργων ἅπερ εἶπεν, οὕτως αὐτὸν ἐλοιδόρουν. Ὁ δὲ σιγᾷ πρὸς πάντα, φάρμακα μέγιστα κατασκευάζων ἡμῖν μακροθυμίας. Ἀλλ' ἡμεῖς ταῦτα ἀκούοντες, οὐδὲ πρὸς οἰκέτας καρτεροῦμεν, ἀλλὰ τῶν ἀγρίων ὄνων μείζονα πηδῶμεν καὶ λακτίζομεν· ὑπὲρ μὲν τῶν εἰς ἡμᾶς ὠμοὶ καὶ ἀπάνθρωποι ὄντες, ὑπὲρ δὲ τῶν εἰς Θεὸν οὐ πολὺν ποιούμενοι λόγον. Καὶ περὶ φίλους δὲ ὁμοίως διακείμεθα· κἂν λυπήσῃ τις, οὐ φέρομεν· κἂν ὑβρίσῃ, θηρίων ἀγριαίνομεν μᾶλλον, οἱ καθ' ἑκάστην ταῦτα ἀναγινώσκοντες τὴν ἡμέραν. Ὁ μαθητὴς προέδωκεν· οἱ λοιποὶ καταλιπόντες αὐτὸν ἔφυγον· οἱ εὐεργετηθέντες ἐνέπτυσαν· ὁ δοῦλος τοῦ ἀρχιερέως ἐῤῥάπισεν· οἱ στρατιῶται ἐκολάφιζον· οἱ παριόντες ἔσκωπτον καὶ ἐλοιδόρουν· οἱ λῃσταὶ κατηγόρουν· καὶ πρὸς οὐδένα ἐξέβαλε ῥῆμα, ἀλλὰ τῇ σιγῇ ἅπαντας ἐνίκα, σὲ παιδεύων διὰ τῶν ἔργων, ὅτι ὅσῳ ἂν ἐνέγκῃς πράως, τοσούτῳ μᾶλλον τῶν κακῶς ποιούντων κρατήσεις, καὶ παρὰ πᾶσιν ἔσῃ θαυμαστός. Τίς γὰρ οὐ θαυμάσεται τὸν ἐπιεικῶς φέροντα τὰς παρὰ τῶν ἐπηρεαζόντων ὕβρεις; Ὥσπερ γὰρ κἂν δικαίως πάσχῃ τις, τὸ κακὸν ἐνεγκὼν πράως, νομίζεται παρὰ τοῖς πολλοῖς ἀδίκως πάσχειν· οὕτω κἂν ἀδίκως πάσχῃ, θρασύνηται δὲ, τοῦ δικαίως πάσχειν ὑπόνοιαν λήψεται, καὶ καταγέλαστος ἔσται, ὡς αἰχμάλωτος συρόμενος ὑπὸ τῆς ὀργῆς, καὶ τὴν εὐγένειαν ἀπολλὺς τὴν ἑαυτοῦ. Τὸν γὰρ τοιοῦτον οὐδὲ ἐλεύθερον δεῖ προσειπεῖν, κἂν μυρίων δεσπόζῃ δούλων. Ἀλλὰ σφοδρῶς σε παρώξυνεν ὁ δεῖνα; Καὶ τί τοῦτο; Τότε γὰρ δεῖ τὴν φιλοσοφίαν ἐνδείκνυσθαι· ὡς ὅταν μηδεὶς ὁ παρακνίζων ᾖ, καὶ τὰ θηρία ὀψόμεθα ἥμερα· οὔτε γὰρ ἐκεῖνα ἀεὶ ἀγριοῦται, ἀλλ' ὅταν αὐτά τις διεγείρῃ. Καὶ ἡμεῖς τοίνυν, ἐὰν τότε μόνον ἡσυχάζωμεν, ὅταν μηδεὶς ὁ παροξύνων ᾖ, τί τὸ πλέον; Ἐκεῖνα μὲν γὰρ καὶ δικαίως ἀγανακτεῖ πολλάκις, καὶ πολλὴν ἔχει τὴν ἀπολογίαν· καὶ γὰρ κινούμενα καὶ νυττόμενα διεγείρεται· χωρὶς δὲ τούτων, καὶ λογισμῶν ἐστιν ἐστερημένα, καὶ ἐν τῇ φύσει τὸ θηριοῦσθαι ἔχει. Σὺ δὲ πόθεν, εἰπέ μοι, θηριούμενος καὶ ἀγριαίνων δυνήσῃ συγγνώμης τυχεῖν; Τί πέπονθας δεινόν; ἡρπάγης; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο δεῖ ἐνεγκεῖν, ὥστε μειζόνως κερδᾶναι. Ἀλλὰ δόξης ἀπεστερήθης; Καὶ τί τοῦτο; Οὐδὲν γὰρ ἠλάττωται ταύτῃ τὰ κατὰ σὲ, ἐὰν φιλοσοφῇς. Εἰ δὲ οὐδὲν πάσχεις δεινὸν, πόθεν ὀργίζῃ τῷ μηδέν σε διαθέντι κακὸν, ἀλλὰ καὶ ὠφεληκότι; Οἱ μὲν γὰρ τιμῶντες, τοὺς μὴ νήφοντας καὶ χαυνοτέρους ποιοῦσιν· οἱ δὲ ὑβρίζοντες καὶ καταφρονοῦντες, τοὺς ἑαυτοῖς προσέχοντας καρτερικωτέρους ἐργάζονται. Οἱ γὰρ δὴ ῥᾴθυμοι τιμώμενοι μᾶλλον ἀδικοῦνται, ἢ ὑβριζόμενοι. Καὶ οὗτοι μὲν, ἐὰν νήφωμεν, αἴτιοι γίνονται φιλοσοφίας ἡμῖν· ἐκεῖνοι δὲ τὸν τῦφον ἡμῶν ἐπαίρουσιν, ἀλαζονείας, κενοδοξίας, βλακείας πληροῦσι, μαλακωτέραν ἡμῶν ἐργάζονται τὴν ψυχήν. Καὶ μαρτυροῦσιν οἱ πατέρες οἱ τοὺς ἑαυτῶν υἱοὺς οὐ τοσαῦτα κολακεύοντες ὅσα ὑβρίζουσι, δεδοικότες μή τινα ἐντεῦθεν δέξωνται βλάβην· καὶ οἱ διδάσκαλοι τούτῳ πρὸς αὐτοὺς κέχρηνται τῷ φαρμάκῳ. Ὥστε εἰ χρὴ ἀποστρέφεσθαι, κολακεύοντας μᾶλλον ἢ ὑβρίζοντας χρή· μείζονα γὰρ φέρει λύμην τῆς ὕβρεως τουτὶ τὸ δέλεαρ τοῖς μὴ προσέχουσι, καὶ δυσκολώτερον τούτου κατασχεῖν, ἢ ἐκείνου τοῦ πάθους. Καὶ ὁ μισθὸς δὲ πολλῷ πλείων ἐντεῦθεν, καὶ τὸ θαῦμα πλέον. Καὶ γὰρ θαυμαστότερον ἰδεῖν ἄνθρωπον ὑβριζόμενον καὶ μὴ κινούμενον, ἢ τυπτόμενον καὶ πληττόμενον καὶ μὴ καταπίπτοντα. Καὶ πῶς δυνατὸν μὴ κινηθῆναι; φησίν. Ὕβρισέ τις; Τὸ σημεῖον ἐπίθες τῷ στήθει· ἀναμνήσθητι πάντων τῶν τότε γενομένων, καὶ πάντα σβέννυται. Μὴ ἐννοήσῃς τὰς ὕβρεις μόνον, ἀλλ' εἰ καί τί σοι χρηστὸν γέγονέ ποτε παρὰ τοῦ ὑβρικότος, καὶ εὐθέως γενήσῃ πρᾶος. Μᾶλλον δὲ ἐννόησον πρὸ πάντων τὸν τοῦ Θεοῦ φόβον, καὶ ταχέως ἔσῃ μέτριος καὶ ἐπιεικής.
δʹ. Μετὰ τούτων καὶ ἀπὸ τῶν οἰκετῶν τῶν σῶν λάμβανε τὴν ὑπὲρ τούτων νουθεσίαν. Καὶ ὅταν ἴδῃς σαυτὸν μὲν ὑβρίζοντα, ἐκεῖνον δὲ σιγῶντα, ἐννόησον ὅτι δυνατὸν φιλοσοφεῖν, καὶ κατάγνωθι σαυτοῦ τραχυνομένου, καὶ ἐν αὐτῷ τῷ καιρῷ τῶν ὕβρεων παιδεύθητι μὴ ὑβρίζειν, καὶ οὕτως οὐδὲ ὑβριζόμενος ἀλγήσεις. Ἐννόησον ὅτι ἐξέστηκεν ὁ ὑβρίζων καὶ μαίνεται, καὶ οὐκ ἀγανακτήσεις ὑβριζόμενος· ἐπεὶ καὶ οἱ δαιμονῶντες τύπτουσιν ἡμᾶς, καὶ οὐ μόνον οὐ κινούμεθα, ἀλλὰ καὶ ἐλεοῦμεν αὐτούς. Τοῦτο καὶ σὺ ποίησον· ἐλέησον τὸν ὑβρίζοντα· δεινῷ γὰρ κατέχεται θηρίῳ, τῷ θυμῷ· χαλεπῷ δαίμονι, τῇ ὀργῇ. Λῦσον αὐτὸν ἐνεργούμενον ὑπὸ δαίμονος χαλεποῦ, καὶ ἐν βραχεῖ διαφθειρόμενον. Τοιοῦτον γὰρ τοῦτο τὸ νόσημα, ὡς μηδὲ χρόνου δεῖσθαι εἰς ἀπώλειαν τοῦ ἁλόντος. ∆ιὸ καί τις ἔλεγεν· Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· τούτῳ αὐτοῦ μάλιστα δεικνὺς τὸ τυραννικὸν, ὅτι ἐν βραχεῖ καιρῷ μεγάλα ἐργάζεται κακὰ, καὶ οὐ δεῖται πολλῆς τῆς διατριβῆς· ὡς εἴγε πρὸς τῇ ἰσχύϊ καὶ μόνιμον εἴη, καὶ δυσκαταγώνιστον ἔσται. Ἠβουλόμην δεῖξαι, τίς μὲν ὁ ὑβρίζων, τίς δὲ ὁ φιλοσοφῶν, καὶ γυμνὴν εἰς μέσον ἀγαγεῖν τὴν ἑκατέρου ψυχήν. Εἶδες γὰρ ἂν τὴν μὲν ἐοικυῖαν πελάγει κλυδωνιζομένῳ, τὴν δὲ λιμένι ταραχῆς ἀπηλλαγμένῳ. Οὔτε γὰρ ταράττεται ὑπὸ τῶν πονηρῶν τούτων πνευμάτων, καὶ αὐτὰ καταλύει ῥᾳδίως. Καὶ γὰρ οἱ ὑβρίζοντες πάντα ποιοῦσιν ὥστε δακεῖν· ὅταν οὖν ταύ της ἐκπέσωσι τῆς ἐλπίδος, καὶ αὐτοὶ λοιπὸν καταλύουσι, καὶ διορθωθέντες ἀπέρχονται. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀργιζόμενον μὴ σφόδρα καταγινώσκειν ἑαυτοῦ· ὥσπερ οὖν οὐκ ἔστι μὴ ὀργιζόμενον καταγινώσκειν ἑαυτοῦ. Κἂν γὰρ ἐπεξιέναι δέῃ, ἔξεστι χωρὶς ὀργῆς τοῦτο ποιῆσαι, καὶ εὐκολώτερον καὶ συνετώτερον, ἢ μετ' ὀργῆς, καὶ μηδὲν παθεῖν ἀηδές. Ἂν γὰρ ἐθέλωμεν, παρ' ἡμῶν αὐτῶν τὰ ἀγαθὰ ἔσται, καὶ αὐτάρκεις ἐσόμεθα μετὰ τῆς τοῦ Θεοῦ χάριτος πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν καὶ τιμήν. Τί γὰρ ζητεῖς τὴν παρ' ἑτέρου δόξαν; Σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάσῃς, κἂν ἅπαντές σε τιμῶσιν, οὐ τιμηθήσῃ. Ὥσπερ γὰρ ἐὰν μὴ ἑαυτοὺς κακῶς διαθῶμεν, οὐδεὶς ἡμᾶς ἕτερος διαθήσει· οὕτως ἐὰν μὴ ἑαυτοὺς ὑβρίσωμεν, οὐδεὶς ἡμᾶς ἕτερος καταισχυνεῖ. Ἔστω γάρ τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πάντες αὐτὸν μοιχὸν καλείτωσαν, κλέπτην, τυμβωρύχον, ἀνδροφόνον, λῃστήν· ἐκεῖνος δὲ μήτε παροξυνέσθω, μήτε ἀγανακτείτω, μήτε συνειδέτω τι τούτων ἑαυτῷ· ποίαν ἐντεῦθεν ὕβριν ὑπομενεῖ; Οὐδεμίαν. Τί οὖν, ἂν πολλοὶ τοιαύτην περὶ αὐτοῦ δόξαν ἔχωσι; φησίν. Οὐδὲ οὕτως ὑβρίσθη, ἀλλ' ἐκεῖνοι ἑαυτοὺς κατῄσχυναν τὸν οὐ τοιοῦτον τοιοῦτον νομίζοντες. Εἰπὲ γάρ μοι, εἴ τις τὸν ἥλιον σκοτεινὸν εἶναι νομίζοι, ἆρα τὸ ἄστρον διέβαλεν, ἢ ἑαυτόν; Ἑαυτὸν δηλονότι, πηροῦ δόξαν ἢ μαινομένου ἑαυτῷ περιθείς. Οὕτω καὶ οἱ τοὺς πονηροὺς ἀγαθοὺς νομίζοντες, καὶ οἱ τοὐναντίον, ἑαυτοὺς καταισχύνουσι. ∆ιὸ χρὴ πλείονα ποιεῖσθαι σπουδὴν, ὥστε τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρειν, καὶ μηδεμίαν καθ' ἡμῶν αὐτῶν παρέχειν λαβὴν, μηδὲ ὑποψίαν πονηράν· εἰ δὲ ἕτεροι βούλοιντο μαίνεσθαι, καὶ οὕτω διακειμένων ἡμῶν, μὴ σφόδρα φροντίζειν, μηδὲ ἀλγεῖν. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν, ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος, οἷός ἐστιν· ὁ δὲ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην ἐδέξατο λύμην· ὥσπερ οὖν καὶ ὁ πονηρὸς, ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρίμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα αὐτοῦ· ὅταν δὲ λανθάνῃ, εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον μὴ κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε διαβλέψαι δυνήσονται οἱ τῇ κακίᾳ συζῶντες; Οὐκ ἀκούεις, ὅτι καὶ Παῦλος τοῦτο ἐγκαλεῖ, ὅτι τὸν πεπορνευκότα οὐ μόνον οὐκ ἠφίεσαν ἐπιγνῶναι τὸ οἰκεῖον ἁμάρτημα Κορίνθιοι, κροτοῦντες, τιμῶντες αὐτὸν, ἀλλὰ καὶ ἐπέτριβον εἰς κακίαν ἐντεῦθεν; ∆ιὸ παρακαλῶ, τὰς τῶν πολλῶν ὑπονοίας ἀφέντες, καὶ τὰς ὕβρεις καὶ τὰς τιμὰς, ἓν σπουδάζωμεν μόνον, τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρὸν, μηδὲ ἑαυτοὺς καθυβρίζειν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι πολλῆς ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΗʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἔκραξεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανί; τουτέστι, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως
δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ,
ἐπότιζεν αὐτόν.
αʹ. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον, καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἕτερος δηλῶν τοῦ σταυροῦ τὴν ἰσχὺν ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγεγενῆσθαί μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, τὰ Ἰουδαϊκὰ ἐπαύσατο, τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος· καὶ γῆ καὶ θάλαττα, καὶ ἡ οἰκουμένη καὶ ἡ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι. Ταῦτά τε οὖν φησι, καὶ τὰ παρ' αὐτὸν τὸν καιρὸν τοῦ σταυροῦ συμβάντα. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλωμένου ταῦτα γίνεσθαι, ἢ βαδίζοντος ἐπὶ τῆς γῆς. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ' ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν, ὅπερ ἐζήτουν· καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδέποτε πρότερον συνέβη, ἀλλ' ἢ ἐν Αἰγύπτῳ μόνον, ὅτε τὸ πάσχα τελεῖσθαι ἔμελλε. Καὶ γὰρ ἐκεῖνα τούτων τύπος ἦν. Καὶ σκόπει πότε γίνεται. Ἐν μέσῃ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν· ὅτε πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ θαύματος, ἀλλὰ καὶ τῷ εὐκαίρως συμβῆναι. Μετὰ γὰρ πάντα τὰ τῆς παροινίας, καὶ τῆς παρανόμου κωμῳδίας, τοῦτο γίνεται, ὅτε τὸν θυμὸν εἴασαν, ὅτε ἀνεπαύσαντο γελῶντες, ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων, καὶ πάντα ἐφθέγξαντο ἅπερ ἠθέλησαν· τότε δείκνυσι τὸ σκότος, ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες κερδάνωσιν ἀπὸ τοῦ θαύματος. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ τοῦτο θαυμαστότερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ ταῦτα ἐνεργεῖν. Εἴτε γὰρ αὐτὸν αὐτὰ ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτων ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν ἐπὶ τοῖς τολμωμένοις τὸ σκότος ἐκεῖνο. Ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ' ὀργή τε καὶ ἀγανάκτησις, οὐκ ἐντεῦθεν μόνον δῆλον ἦν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ· τρεῖς γὰρ ὥρας παρέμεινεν· ἡ δὲ ἔκλειψις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ· καὶ ἴσασιν οἱ ταύτην τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας συνέβη. Καὶ πῶς οὐκ ἐθαύμασαν, φησὶν, ἅπαντες, οὐδὲ ἐνόμισαν εἶναι Θεόν; Ὅτι τὸ τῶν ἀνθρώπων γένος τότε ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ κακίᾳ κατείχετο. Καὶ τὸ θαῦμα τοῦτο ἓν ἦν, καὶ γενόμενον εὐθέως παρῆλθε· καὶ οὐδενὶ τὴν αἰτίαν ἐπιζητῆσαι ἐμέλησε καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόληψις καὶ ἡ συνήθεια. Καὶ οὐδὲ ᾔδεσαν τίς ἡ αἰτία τοῦ γινομένου· καὶ ἐνόμιζον ἴσως κατ' ἔκλειψιν ἢ ἑτέραν τινὰ ἀκολουθίαν φυσικὴν γεγενῆσθαι τοῦτο. Καὶ τί θαυμάζεις περὶ τῶν ἕξω τῶν οὐδὲν εἰδότων, οὐδὲ ἐπιζητησάντων διὰ ῥᾳθυμίαν πολλὴν, ὅπου γε οἱ ἐν αὐτῇ τῇ Ἰουδαία ὄντες, μετὰ τοσαῦτα θαύματα, ἔτι ἐπέμενον ἐνυβρίζοντες, καίτοι σαφῶς αὐτοῖς ἐδείκνυ, ὅτι αὐτὸς τοῦτο εἰργάσατο; ∆ιὰ γὰρ τοῦτο καὶ μετὰ τοῦτο φθέγγεται, ἵνα μάθωσιν ὅτι ἔτι ζῇ, καὶ αὐτὸς τοῦτο ἐποίησε, καὶ γένωνται κἀντεῦθεν ἐπιεικέστεροι· καὶ λέγει· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανὶ, ἵνα μέχρις ἐσχάτης ἀναπνοῆς ἴδωσιν ὅτι τιμᾷ τὸν Πατέρα, καὶ οὐκ ἔστιν ἀντίθεος. ∆ιὸ καὶ προφητικὴν ἀφῆκέ τινα φωνὴν, μέχρις ἐσχάτης ὥρας μαρτυρῶν τῇ Παλαιᾷ· καὶ οὐχ ἁπλῶς προφητικὴν, ἀλλὰ καὶ Ἑβραϊκὴν φωνὴν, ὥστε αὐτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ διὰ πάντων δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν γεγεννηκότα. Ἀλλ' ὅρα καὶ ἐντεῦθεν τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. Ἐνόμισαν Ἠλίαν εἶναι, φησὶ, τὸν καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος. Ἕτερος δὲ προσελθὼν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε. Τί γένοιτ' ἂν τούτων παρανομώτερον, τί δὲ θηριωδέστερον, οἳ μέχρι τοσούτου τὴν ἑαυτῶν μανίαν ἐξέτειναν, καὶ εἰς νεκρὸν σῶμα λοιπὸν ὑβρίζοντες; Σὺ δέ μοι σκόπει πῶς ταῖς παρανομίαις αὐτῶν εἰς ἡμετέραν κέχρηται σωτηρίαν. Μετὰ γὰρ τὴν πληγὴν αἱ πληγαὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν ἀνέβλυσαν. Ὁ δὲ Ἰησοῦς, κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Τοῦτό ἐστιν ὃ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ∆ιὰ τοῦτο γὰρ φωνῇ ἔκραξεν, ἵνα δειχθῇ ὅτι κατ' ἐξουσίαν τὸ πρᾶγμα γίνεται. Ὁ γοῦν Μάρκος φησὶν, ὅτι ἐθαύμασεν ὁ Πιλάτος, εἰ ἤδη ἐτεθνήκει· καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ' ἐξουσίας ἀπέθανεν. Αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἀνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον. Ἐποίησε δὲ τοῦτο οὐκ ἐνυβρίζων εἰς τὸν ναόν· (πῶς γὰρ, ὁ λέγων, Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου;) ἀλλ' ἀναξίους αὐτοὺς ἀποφαίνων καὶ τῆς ἐκεῖ διατριβῆς, ὥσπερ οὖν καὶ ὅτε παρέδωκεν αὐτὸν τοῖς Βαβυλωνίοις. Οὐ διὰ τοῦτο δὲ μόνον ταῦτα ἐγίνετο, ἀλλὰ καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν τὸ συμβαῖνον, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως, καὶ τῆς ἰσχύος αὐτοῦ.
βʹ. Μετὰ δὲ τούτων καὶ ἐκ τῶν μετὰ ταῦτα ἑαυτὸν ἐδείκνυ, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως [ἐκ τῆς τοῦ φωτὸς ἀμαυρώσεως, ἐκ τῆς τῶν στοιχείων ἀλλοιώσεως]. Ἐπὶ μὲν γὰρ Ἑλισσαίου νεκρὸς εἷς ἁψάμενος νεκροῦ ἀνέστη· νυνὶ δὲ φωνὴ αὐτοὺς ἤγειρε, τοῦ σώματος ἄνω κειμένου ἐπὶ τοῦ σταυροῦ. Ἄλλως δὲ καὶ ἐκεῖνα τούτου τύπος ἦν. Ἵνα γὰρ τοῦτο πιστευθῇ, διὰ τοῦτο κἀκεῖνο γίνεται. Καὶ οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ ἡ γῆ σείεται, ἵνα μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι. Ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σκοτίσας. πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο. Ἀλλ' οὐκ ἠθέλησεν, ἀλλ' εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο. Ἀλλ' οὐ καθυφῆκαν τῆς μανίας. Τοιοῦτον γὰρ ὁ φθόνος, τοιοῦτον ἡ βασκανία· οὐχ ἵσταται ῥᾳδίως. Τότε μὲν οὖν καὶ πρὸς αὐτὰ τὰ φαινόμενα ἠναισχύντουν· μετὰ δὲ ταῦτα ὅτε σφραγῖδος ἐπικειμένης καὶ στρατιωτῶν τηρούντων ἀνέστη, καὶ παρ' αὐτῶν ταῦτα ἤκουσαν τῶν φυλάκων, καὶ ἀργύριον ἔδοσαν, ὥστε καὶ ἑτέρους διαφθεῖραι, καὶ κλέψαι τῆς ἀναστάσεως τὸν λόγον. Μὴ τοίνυν θαύμαζε, εἰ καὶ τότε ἠγνωμόνουν, οὕτω καθάπαξ παρεσκευασμένοι πρὸς πάντα ἀναισχυντεῖν· ἀλλ' ἐκεῖνο σκόπει, ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν αὐτῷ τῷ ναῷ· ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται. Καὶ οἱ μὲν ἔλεγον, Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω ἀπὸ τοῦ σταυροῦ· αὐτὸς δὲ δείκνυσιν, ὅτι τῆς οἰκουμένης ἁπάσης. Καὶ ἐκεῖνοι μὲν ἔλεγον, Ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· αὐτὸς δὲ δείκνυσιν, ὅτι εἰς τέλος ἐρημωθήσεται. Πάλιν οὗτοι μὲν ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· αὐτὸς δὲ ἐν τῷ σταυρῷ μένων, ἐν τοῖς τῶν δούλων σώμασι τοῦτο ἐκ περιουσίας ἐδείκνυ πολλῆς. Εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πάντας ἀθρόως τοὺς πάλαι κοιμηθέντας φανῆναι ζῶντας· ὃ τῆς ἐσομένης ἀναστάσεως σημεῖον ἦν· Πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, φησὶ, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ πολλοῖς ἐνεφανίσθησαν. Ἵνα γὰρ μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, καὶ πολλοῖς φαίνονται ἐν τῇ πόλει. Καὶ ὁ κεντυρίων δὲ τότε ἐδόξαζε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ οἱ ὄχλοι δὲ, οἱ παραγενόμενοι εἰς τὴν θεωρίαν, τύπτοντες αὐτῶν τὰ στήθη ὑπέστρεφον. Τοσαύτη τοῦ ἐσταυρωμένου ἡ δύναμις, ὡς μετὰ χλευασίας τοσαύτας καὶ κωμῳδίας καὶ σκώμματα, καὶ τὸν κεντυρίωνα κατανυγῆναι, καὶ τὸν δῆμον. Τινὲς δέ φασιν, ὅτι καὶ μαρτύριον ἔστι τοῦ κεντυρίωνος τούτου, ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει· Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν διακονοῦσαι αὐτῷ, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. Ταῦτα θεωροῦσιν αἱ γυναῖκες γινόμενα, αἱ μάλιστα συμπαθέστεραι, αἱ μάλιστα θρηνοῦσαι. Καὶ σκόπει πόση αὐτῶν ἡ προσεδρεία. Ἠκολούθουν αὐτῷ διακονούμεναι, καὶ μέχρι τῶν κινδύνων παρῆσαν. ∆ιὸ καὶ πάντα ἐθεώρουν, πῶς ἐβόησε, πῶς ἐξέπνευσε, πῶς αἱ πέτραι ἐσχίσθησαν, τὰ ἄλλα πάντα Καὶ αὗται πρῶται ὁρῶσι τὸν Ἰησοῦν, καὶ τὸ μάλιστα γένος κατακριθὲν τοῦτο πρῶτον ἀπολαύει τῆς τῶν ἀγαθῶν θεωρίας· τοῦτο μάλιστα ἐπιδείκνυται τὴν ἀνδρείαν. Καὶ οἱ μὲν μαθηταὶ ἔφυγον, αὗται δὲ παρῆσαν. Τίνες δὲ ἦσαν; Ἡ μήτηρ αὐτοῦ· ταύτην γὰρ λέγει τὴν Ἰακώβου· καὶ αἱ λοιπαί. Ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ ἐκόπτοντο πολλοὶ ἐπὶ τοῖς γινομένοις, καὶ τὸ στῆθος ἔτυπτον· ὃ μάλιστα δείκνυσι τῶν Ἰουδαίων τὴν ὠμότητα, ὅτι ἐφ' οἷς ἐθρήνουν ἕτεροι, ἐπὶ τούτοις ἐκόμπαζον οὗτοι, καὶ οὔτε ἐλέῳ ἐκάμφθησαν, οὔτε φόβῳ κατεστάλησαν. Καὶ γὰρ ὀργῆς τὰ γινό μενα ἦν μεγάλης· καὶ οὐχ ἁπλῶς σημεῖα, ἀλλὰ θυμοῦ σημεῖα ἅπαντα· τὸ σκότος, αἱ τεμνόμεναι πέτραι, τὸ καταπέτασμα ῥηγνύμενον μέσον, ὁ τῆς γῆς κλόνος· καὶ πολλὴ τῆς ἀγανακτήσεως ἦν ἡ ὑπερβολή. Προσελθὼν δὲ ὁ Ἰωσὴφ ᾔτει τὸ σῶμα. Οὗτος ἦν Ἰωσὴφ ὁ κρυπτόμενος πρώην· νῦν μέντοι μέγα ἐτόλμησε μετὰ τὸν θάνατον τοῦ Χριστοῦ. Οὐδὲ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρείαν αὐτοῦ κατιδεῖν ἔνι. Εἰς γὰρ θάνατον ἑαυτὸν ἐξέδωκε, τὴν πρὸς πάντας ἀπέχθειαν ἀναδεξάμενος τῇ περὶ τὸν Ἰησοῦν εὐνοίᾳ καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. Οὐ τῷ λαβεῖν δὲ μόνον, οὐδὲ τῷ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τῷ ἐν τῷ μνημείῳ τῷ ἑαυτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον καὶ τὴν ἀνδρείαν. Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ᾠκονομεῖτο, ἀλλ' ὥστε μὴ ὑποψίαν τινὰ ψιλὴν γενέσθαι, ὅτι ἕτερος ἀνθ' ἑτέρου ἀνέστη. Ἦν δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. Τίνος ἕνεκεν αὗται προσεδρεύουσιν; Οὐδὲν οὐδέπω μέγα, ὡς χρὴ, καὶ ὑψηλὸν ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μύρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν, ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν καὶ περιχυθῆναι.
γʹ. Εἶδες γυναικῶν ἀνδρείαν; εἶδες φιλοστοργίαν, εἶδες μεγαλοψυχίαν τὴν ἐν τοῖς χρήμασι, τὴν μέχρι θανάτου; Μιμησώμεθα τὰς γυναῖκας οἱ ἄνδρες· μὴ καταλείψωμεν ἐν πειρασμοῖς τὸν Ἰησοῦν. Ἐκεῖναι μὲν γὰρ καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνάλωσαν, καὶ τὰς ψυχὰς ἐξέδωκαν· ἡμεῖς δὲ (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ) οὐδὲ πεινῶντα τρέφομεν, οὐδὲ γυμνὸν περιβάλλομεν, ἀλλ' ὁρῶντες αὐτὸν προσαιτοῦντα παρατρέχομεν. Καίτοιγε εἰ αὐτὸν ἐκεῖνον εἴδετε, τὰ ὑπάρχοντα ἂν ἕκαστος ἐκένωσεν. Ἀλλὰ καὶ νῦν ὁ αὐτός ἐστιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι. Τίνος οὖν ἕνεκεν οὐ πάντα κενοῖς; Καὶ γὰρ καὶ νῦν ἀκούεις λέγοντος, ὅτι Ἐμοὶ ποιεῖς· καὶ οὐδὲν τὸ μέσον, ἄν τε τούτῳ, ἄν τε ἐκείνῳ δῷς· οὐδὲν ἔλαττον ἔχεις τούτων τῶν γυναικῶν τῶν τότε τρεφουσῶν αὐτὸν, ἀλλὰ καὶ πολλῷ πλέον. Ἀλλὰ μὴ θορυβηθῆτε. Οὐ γάρ ἐστιν ἴσον αὐτὸν κυρίως φαινόμενον θρέψαι, ὃ καὶ λιθίνην ἱκανὸν ἦν ἐπισπάσασθαι ψυχὴν, καὶ διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν πένητα, τὸν ἀνάπηρον, τὸν συγκεκυφότα θεραπεῦσαι. Ἐκεῖ μὲν γὰρ ἡ ὄψις καὶ τὸ ἀξίωμα τοῦ φαινομένου μερίζεται πρὸς σὲ τὸ γινόμενον· ἐνταῦθα δὲ ὁλόκληρον σὸν τῆς φιλανθρωπίας τὸ βραβεῖόν ἐστι· καὶ μείζονος τῆς περὶ αὐτὸν αἰδοῦς τὸ δεῖγμα, ὅταν διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν ὁμόδουλον οὕτω θεραπεύων ἀναπαύσῃς ἐν πᾶσιν. Ἀνάπαυε τοίνυν, πιστεύων αὐτῷ τῷ λαμβάνοντι καὶ λέγοντι, ὅτι Ἐμοὶ δίδως. Εἰ γὰρ μὴ αὐτῷ ἐδίδως, οὐκ ἄν σε βασιλείας ἠξίωσεν. Εἰ μὴ αὐτὸν ἀπεστρέφου, οὐκ ἂν εἰς γέενναν ἔπεμψεν, εἰ τὸν τυχόντα παρίδοις· ἀλλ' ἐπειδὴ αὐτός ἐστιν ὁ καταφρονούμενος, διὰ τοῦτο μέγα τὸ ἔγκλημα. Οὕτω καὶ Παῦλος αὐτὸν ἐδίωκε, τοὺς αὐτοῦ διώκων· διὸ καὶ ἔλεγε, Τί με διώκεις; Οὕτω τοίνυν διακεώμεθα, ὡς αὐτῷ τῷ Χριστῷ παρέχοντες, ὅταν παρέχωμεν. Καὶ γὰρ τὰ ῥήματα αὐτοῦ τῆς ὄψεως ἡμῶν πιστότερα. Ἐπειδὰν οὖν ἴδῃς πένητα, ἀναμνήσθητι τῶν ῥημάτων, δι' ὧν ἐδήλου, ὅτι εἴη ὁ τρεφόμενος. Εἰ γὰρ καὶ τὸ φαινόμενον οὐκ ἔστι Χριστὸς, ἀλλ' ἐν τῷ τούτου σχήματι αὐτὸς λαμβάνει καὶ προσαιτεῖ. Ἀλλ' αἰσχύνῃ ἀκούων ὅτι ὁ Χριστὸς προσαιτεῖ; Αἰσχύνθητι μᾶλλον, ὅταν προσαιτοῦντι μὴ δῷς. Τοῦτο γὰρ αἰσχύνη, τοῦτο τιμωρία καὶ κόλασις. Τὸ μὲν γὰρ προσαιτεῖν αὐτὸν, τῆς αὐτοῦ ἀγαθότητος· διὸ καὶ ἐγκαλλωπίζεσθαι ἡμᾶς αὐτῷ χρή· τὸ δὲ μὴ δοῦναι τῆς σῆς ὠμότητος, Εἰ δὲ οὐ πιστεύεις νῦν, ὅτι πένητα πιστὸν παρατρέχων, αὐτὸν παρατρέχεις, πιστεύσεις τότε, ὅταν εἰς μέσον σε παραγαγὼν λέγῃ, Ἐφ' ὅσον οὐκ ἐποιήσατε τούτοις, οὐδὲ ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ γένοιτο ἡμᾶς οὕτως αὐτὸ μαθεῖν, ἀλλὰ πιστεύσαντας νῦν, καὶ καρπὸν ποιήσαντας, τῆς μακαριωτάτης ἐκείνης ἀκοῦσαι φωνῆς, τῆς εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγούσης. Ἀλλ' ἴσως ἐρεῖ τις· Καθ' ἑκάστην ἡμέραν περὶ ἐλεημοσύνης διαλέγῃ καὶ φιλανθρωπίας ἡμῖν. Οὐδὲ παύσομαι τοῦτο λέγων. Εἰ μὲν γὰρ κατώρθωτο ὑμῖν τοῦτο, μάλιστα μὲν οὐδὲ τότε ἀποστῆναι ἐχρῆν, ὥστε μὴ ποιῆσαι ῥᾳθυμοτέρους· πλὴν ἀλλ' εἰ μὲν κατώρθωτο, καὶ μικρὸν ἐνέδωκα ἄν· εἰ δὲ οὐδὲ εἰς τὸ μέσον ἐφθάσατε, μὴ πρὸς ἐμὲ ταῦτα, ἀλλὰ πρὸς ἑαυτοὺς λέγετε. Καὶ γὰρ ταὐτὸν ποιεῖς ἐγκαλῶν, ὥσπερ ἂν εἰ παιδίον τὸ ἄλφα στοιχεῖον ἀκοῦον πολλάκις, καὶ μὴ μανθάνον, ἐγκαλοίη τῷ διδασκάλῳ, ὅτι συνεχῶς ὑπὲρ τούτου καὶ διηνεκῶς αὐτὸ ὑπομιμνήσκει. Τίς γὰρ ἀπὸ τῶν λόγων τούτων γέγονεν εὐκολώτερος πρὸς ἐλεημοσύνην; τίς τὰ χρήματα ἔῤῥιψε; τίς τὸ ἥμισυ τῆς οὐσίας; τίς τὸ τρίτον; Οὐδείς. Πῶς οὖν οὐκ ἄτοπον, μὴ μανθανόντων ὑμῶν, ἡμᾶς κελεύειν ἀποστῆναι τοῦ διδάσκειν; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν· εἰ καὶ ἡμεῖς ἐβουλόμεθα ἀποστῆναι, ὑμᾶς κατέχειν καὶ λέγειν· Οὐδέπω ταῦτα μεμαθήκαμεν, καὶ πῶς ἀπέστητε ὑπομιμνήσκοντες; Εἴ τινι συνέβη τὸν ὀφθαλμὸν παθεῖν, ἐγὼ δὲ ἰατρὸς ἐτύγχανον, εἶτα περιπλάσας καὶ διαχρίσας, καὶ τὴν ἄλλην προσαγαγὼν ἐπιμέλειαν, μηδὲν ὤνησα μέγα, καὶ ἀπέστην, οὐκ ἂν ἐλθὼν ἐπὶ τὰς τοῦ ἐργαστηρίου θύρας κατεβόησεν ἂν, ῥᾳθυμίαν πολλὴν ἐγκαλῶν, ὅτι τῆς νόσου μενούσης αὐτὸς ἀνεχώρησα· καὶ εἰ πρὸς ταῦτα ἐγκαλούμενος εἶπον, ὅτι Κατέπλασα, ὅτι ∆ιέχρισα, ἆρα ἂν ἠνέσχετο; Οὐδαμῶς, ἀλλ' εὐθέως ἂν εἶπε· Καὶ τί τὸ ὄφελος, ὅτι ἔτι ἀλγῶ; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Τί δὲ, εἰ χεῖρα ναρκῶσαν καὶ συνεσταλμένην πολλάκις καταιονήσας οὐκ ἴσχυσα μαλάξαι; ἆρα οὐκ ἂν τὸ αὐτὸ ἤκουσα; Καὶ νῦν χεῖρα συνεσταλμένην καὶ ξηρανθεῖσαν περικλύζομεν· καὶ διὰ τοῦτο, ἕως ἂν αὐτὴν ἐκτείνωμεν τέλεον, οὐκ ἀποστησόμεθα. Εἴθε καὶ ὑμεῖς μηδὲν ἕτερον διελέγεσθε, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ ἀγορᾶς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν νυκτὶ, καὶ ὄναρ. Εἰ γὰρ ταῦτα μεθ' ἡμέραν ἐμεριμνῶμεν ἀεὶ, καὶ ὄναρ ἂν ἐν τούτοις ἦμεν.
δʹ. Τί λέγεις; Περὶ ἐλεημοσύνης ἀεὶ διαλέγομαι; Ἐβουλόμην καὶ αὐτὸς μὴ πολλὴν εἶναί μοι χρείαν ταύτης πρὸς ὑμᾶς τῆς συμβουλῆς, ἀλλὰ διαλέγεσθαι περὶ μάχης τῆς πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς· ἀλλὰ μηδέπω ὑγιαίνοντας πῶς ἄν τις καθοπλίσειε; Πῶς ἂν εἰς παράταξιν ἐξαγάγοι, ἔτι τραύματα ἔχοντας καὶ ὠτειλάς; Ὡς εἴγε ὑγιαίνοντας εἶδον καθαρῶς, ἐπὶ τὴν παράταξιν ὑμᾶς ἐξήγαγον ἂν ἐκείνην, καὶ εἴ δετε ἂν τῇ τοῦ Χριστοῦ χάριτι μυρίους βαλλομένους νεκροὺς, καὶ φερομένας αὐτῶν ἐπαλλήλους τὰς κεφαλάς. Ἐν γοῦν ἑτέροις βιβλίοις πολλοὶ περὶ τούτων ἡμῖν εἴρηνται λόγοι· ἀλλ' οὐδὲ οὕτω δυνάμεθα καθαρῶς ἐπὶ τῇ νίκῃ πανηγυρίζειν, διὰ τὴν τῶν πολλῶν ὀλιγωρίαν. Ὅταν γὰρ αὐτοὺς μυριάκις νικήσωμεν τοῖς δόγμασιν, ὀνειδίζουσιν ἡμῖν τὸν βίον τὸν τῶν πολλῶν τῶν παρ' ἡμῖν συλλεγομένων, τὰ τραύματα, τὰ νοσήματα τὰ κατὰ ψυχήν. Πῶς οὖν ὑμᾶς θαῤῥοῦντες ἐπὶ τῆς παρατάξεως δείξομεν, ὅταν καὶ ἡμῖν ἐπηρεάζητε, εὐθέως βαλλόμενοι παρὰ τῶν πολεμίων καὶ κωμῳδούμενοι; Τοῦ μὲν γὰρ ἡ χεὶρ ἀλγεῖ, καὶ ἔστι συνεσταλμένη πρὸς διάδοσιν. Πῶς οὖν ἀσπίδα κατασχεῖν ὁ τοιοῦτος καὶ προβαλέσθαι δυνήσεται, καὶ μὴ τρωθῆναι τοῖς τῆς ὠμότητος σκώμμασιν; Ἑτέροις σκάζουσιν οἱ πόδες, ὅσοι εἰς θέατρα ἀναβαίνουσι, καὶ τὰ τῶν πορνευομένων γυναικῶν καταγώγια. Πῶς οὖν οὗτοι ἐν τῇ μάχῃ δυνήσονται στῆναι, καὶ μὴ βληθῆναι τοῖς τῆς ἀσελγείας ἐγκλήμασιν; Ἄλλος τοὺς ὀφθαλμοὺς ἀλγεῖ καὶ πεπήρωται οὐκ ὀρθὰ βλέπων, ἀλλὰ ἀσελγείας γέμων, καὶ γυναικῶν σωφροσύνῃ προσβάλλων, καὶ γάμους διορύττων. Πῶς οὖν οὗτος πρὸς τοὺς πολεμίους ἀντιβλέψαι δυνήσεται, καὶ σεῖσαι δόρυ, καὶ βέλος ἀφεῖναι, πάντοθεν κεντούμενος σκώμμασιν; Ἔστιν ἰδεῖν καὶ γαστέρα ἀλγοῦντας πολλοὺς τῶν ὑδεριώντων οὐκ ἔλαττον, ὅταν ὑπὸ γαστριμαργίας καὶ μέθης κατέχωνται. Πῶς οὖν τούτους μεθύοντας εἰς πόλεμον ἐξαγαγεῖν δυνήσομαι; Ἑτέρου τὸ στόμα ἐστὶ σεσηπός· τοιοῦτοι γὰρ οἱ ἀκρόχολοι καὶ λοίδοροι καὶ βλάσφημοι. Πῶς οὖν οὗτος ἀλαλάξει ποτὲ ἐν μάχῃ, καὶ μέγα τι καὶ γενναῖον ἐργάσεται, μέθην καὶ οὗτος ἑτέραν μεθύων, καὶ πολὺν παρέχων τοῖς πολεμίοις τὸν γέλωτα; ∆ιὰ τοῦτο καθ' ἑκάστην ἡμέραν περίειμι τουτὶ τὸ στρατόπεδον, τὰ τραύματα θεραπεύων ταῦτα, τὰ ἕλκη διορθούμενος. Ἐὰν δὲ ἀνανήψητέ ποτε, καὶ ἐπιτήδειοι γένησθε καὶ ἑτέρους βάλλειν, καὶ ταῦτα ὑμᾶς διδάξω τὰ τακτικὰ, καὶ παιδεύσω ταῦτα μεταχειρίζεσθαι τὰ ὅπλα· μᾶλλον δὲ καὶ αὐτὰ ἔργα ὑμῖν ὅπλα ἔσται, καὶ πάντες εὐθέως ὑποκύψουσιν, ἂν ἐλεήμονες, ἂν ἐπιεικεῖς, ἂν ἥμεροι καὶ ἀνεξίκακοι γένησθε, ἂν τὴν ἄλλην ἀρετὴν ἅπασαν ἐπιδείξησθε. Εἰ δέ τινες ἀντιλέγοιεν, τότε καὶ τὰ παρ' ἑαυτῶν προσθήσομεν, ὑμᾶς εἰς μέσον φέροντες· ὡς νῦν γε καὶ ἐγκοπτόμεθα, τό γε ὑμέτερον μέρος, ἐν τῷ δρόμῳ τούτῳ. Σκόπει δέ. Λέγομεν ὅτι μεγάλα εἰργάσατο ὁ Χριστὸς, ἀγγέλους ἀντὶ ἀνθρώπων ποιήσας· εἶτα ἀπαιτούμενοι εὐθύνας, καὶ κελευόμενοι ἐκ τῆς ἀγέλης ταύτης παρασχεῖν τὴν ἀπόδειξιν, ἐπιστομιζόμεθα. ∆έδοικα γὰρ, μὴ ἀντὶ ἀγγέλων, ὥσπερ ἀπὸ συφεῶνος χοίρους ἐξαγάγω, καὶ ἵππους θηλυμανεῖς. Οἶδα ὅτι ἀλγεῖτε, ἀλλ' οὐ κατὰ πάντων ὑμῶν ταῦτα εἴρηται, ἀλλὰ κατὰ τῶν ὑπευθύνων· μᾶλλον δὲ οὐδὲ κατ' ἐκείνων, ἐὰν νήφωσιν, ἀλλ' ὑπὲρ ἐκείνων. Ὡς νῦν γε πάντα ἀπόλωλε καὶ διέφθαρται· καὶ ἡ ἐκκλησία βοοστασίου οὐδὲν διενήνοχε, καὶ ἐπαύλεως ὄνων καὶ καμήλων· καὶ περιέρχομαι πρόβατον ἐπιζητῶν, καὶ οὐ δύναμαι ἰδεῖν. Οὕτω πάντες λακτίζουσι, καθάπερ ἵπποι καὶ ὄνοι τινὲς ἄγριοι, καὶ κόπρου πολλῆς τὰ ἐνταῦθα πληροῦσι· τοιαῦται γὰρ αὐτῶν αἱ διαλέξεις. Καὶ εἴγε ἦν ἰδεῖν τὰ καθ' ἑκάστην σύν αξιν λεγόμενα ὑπὸ ἀνδρῶν, ὑπὸ γυναικῶν, εἶδες ἂν τῆς κόπρου ἐκείνης τὰ ῥήματα ἀκαθαρτότερα. ∆ιὸ παρακαλῶ μεταβαλεῖν τὴν πονηρὰν ταύτην συνήθειαν, ἵνα μύρου ἡ ἐκκλησία πνέῃ. Νῦν δὲ θυμιάματα μὲν αἰσθητὰ ἀποτιθέμεθα ἐν αὐτῇ, τὴν δὲ νοητὴν ἀκαθαρσίαν οὐ πολλὴν ποιούμεθα σπουδὴν ὥστε ἐκκαθαίρειν καὶ ἀπελαύνειν. Τί οὖν τὸ ὄφελος; Οὐδὲ γὰρ οὕτως αἰσχύνομεν τὴν ἐκκλησίαν κόπρον εἰσάγοντες, ὡς αἰσχύνομεν αὐτὴν τοιαῦτα πρὸς ἀλλήλους φθεγγόμενοι, περὶ κερδῶν, περὶ ἐμπορίας, περὶ καπηλείας, περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς ὄντων, δέον ἀγγέλων ἐνταῦθα εἶναι χοροὺς, καὶ οὐρανὸν τὴν ἐκκλησίαν ποιεῖν, καὶ μηδὲν ἕτερον ἢ εὐχὰς ἐκτενεῖς καὶ σιγὴν μετὰ ἀκροάσεως εἰδέναι. Τοῦτο δὲ κἂν ἐκ τοῦ νῦν ποιῶμεν, ἵνα καὶ τὸν βίον ἐκκαθάρωμεν τὸν ἡμέτερον, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖ νος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡ μέρας ἐγείρομαι.
Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόν τες οἱ
μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν·
καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
αʹ. Πανταχοῦ ἡ πλάνη ἑαυτῇ περιπίπτει, καὶ τῇ ἀληθείᾳ ἄκουσα συνηγορεῖ. Σκόπει δέ. Ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη· καὶ ταῦτα πάντα διὰ τῶν ἐχθρῶν γίνεται. Ὅρα γοῦν τὰ ῥήματα ταῦτα τούτοις μαρτυροῦντα ἅπασιν. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· οὐκοῦν ἐτελεύτησεν· ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν σφραγισθῆναι τὸν τάφον· οὐκοῦν ἐτάφη· μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ, καὶ κλέψωσιν αὐτόν. Οὐκοῦν ὁ τάφος ἐὰν σφραγισθῇ, οὐκ ἔσται τις κακουργία. Οὐ γὰρ οὖν. Οὐκοῦν ἀναντίῤῥητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως, δι' ὧν ὑμεῖς προετείνατε, γέγονεν. Ἐπειδὴ γὰρ ἐσφραγίσθη, οὐδεμία γέγονε κακουργία. Εἰ δὲ οὐδεμία γέγονε κακουργία, εὕρηται δὲ ὁ τάφος κενὸς, δῆλον ὅτι ἀνέστη σαφῶς καὶ ἀναντιῤῥήτως. Εἶδες πῶς καὶ ἄκοντες συναγωνίζονται τῇ τῆς ἀληθείας ἀποδείξει; Σὺ δέ μοι σκόπει τῶν μαθητῶν τὸ φιλάληθες· πῶς τῶν λεγομένων παρὰ τῶν ἐχθρῶν οὐδὲν ἀποκρύπτονται, κἂν ἐπονείδιστα λέγωσιν. Ἰδοὺ γοῦν καὶ πλάνον καλοῦσι, καὶ οὐ σιγῶσιν αὐτὸ οὗτοι. Ταῦτα δὲ καὶ τὴν ἐκείνων δείκνυσιν ὠμότητα, ὅτι οὐδὲ τῷ θανάτῳ τὴν ὀργὴν ἀφῆκαν· καὶ τούτων τὸν ἁπλοῦν καὶ φιλαληθῆ τρόπον. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, ποῦ εἶπεν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι; Οὐ γὰρ εὕροι τις ἂν οὕτω σαφῶς εἰρημένον, ἀλλ' ἢ τὸ τοῦ Ἰωνᾶ παράδειγμα. Ὥστε ᾔδεσαν τὰ λεγόμενα, καὶ ἑκόντες ἐκακούργουν. Τί οὖν ὁ Πιλάτος; Ἔχετε κουστωδίαν, ἀσφαλίσασθε ὡς οἴδατε. Καὶ ἠσφαλίσαντο σφραγίσαντες τὸν τάφον μετὰ τῆς κουστωδίας. Οὐκ ἀφίησι τοὺς στρατιώτας μόνους σφραγίσαι· ἅτε γὰρ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκέτι συμπράττειν αὐτοῖς ἤθελεν. Ἀλλ' ὑπὲρ ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καί φησιν· Ὑμεῖς ὡς βούλεσθε σφραγίσατε, ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι. Εἰ γὰρ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἠδύναντο λέγειν, (εἰ καὶ ἀπίθανα καὶ ψευδῆ τὰ λεγόμενα· ἀλλ' ὅμως ὡς ἐν τοῖς ἄλλοις ἀναισχύντουν, οὕτω καὶ ἐν τούτῳ λέ γειν εἶχον,) ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι, παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως πλάσαι λόγον· νῦν δὲ αὐτοὶ ἀσφαλισάμενοι, οὐδὲ τοῦτο λέγειν δύνανται. Εἶδες πῶς σπουδάζουσιν ὑπὲρ τῆς ἀληθείας ἄκοντες; Καὶ γὰρ αὐτοὶ προσῆλθον, αὐτοὶ ᾔτησαν, αὐτοὶ ἐσφράγισαν μετὰ τῆς κουστωδίας, ὥστε ἀλλήλων εἶναι κατήγοροι καὶ ἔλεγχοι. Καίτοι πότε ἂν ἔκλεψαν; Τῷ σαββάτῳ; Καὶ πῶς; οὐδὲ γὰρ ἐξῆν προελθεῖν. Εἰ δὲ καὶ τὸν νόμον παρέβαινον, πῶς ἂν ἐτόλμησαν οἱ οὕτω δειλοὶ προελθεῖν; Πῶς δὲ καὶ πεῖσαι τὸν ὄχλον ἠδύναντο; τί λέγοντες; τί ποιοῦντες; ποίᾳ δὲ προθυμίᾳ στῆναι εἶχον ὑπὲρ τοῦ νεκροῦ; τίνα δὲ προσδοκῶντες ἀντίδοσιν; ποίαν ἀμοιβήν; Ἔτι ζῶντα καὶ μόνον κατασχεθέντα ἰδόντες ἔφυγον· καὶ μετὰ τὴν τελευτὴν ὑπὲρ αὐτοῦ παῤῥησιάζεσθαι ἔμελλον, εἰ μὴ ἀνέστη; Καὶ πῶς ἂν ἔχοιεν ταῦτα λόγον; Ὅτι γὰρ οὔτ' ἂν ἠβουλήθησαν, οὔτ' ἂν ἠδυνήθησαν πλάσαι ἀνάστασιν μὴ γενομένην, δῆλον ἐκεῖθεν. Πολλὰ περὶ ἀναστάσεως αὐτοῖς διελέχθη, καὶ συνεχῶς ἔλεγεν, ὡς καὶ αὐτοὶ οὗτοι εἰρήκασιν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Εἰ τοίνυν οὐκ ἀνέστη, εὔδηλον ὡς ἀπατηθέντες οὗτοι, καὶ πρὸς ὁλόκληρον ἔθνος δι' αὐτὸν ἐκπολεμωθέντες, καὶ ἄοικοι καὶ ἀπόλιδες γενόμενοι, ἀπεστράφησαν ἂν αὐτὸν, καὶ οὐκ ἂν ἠβουλήθησαν τοιαύτην αὐτῷ περιθεῖναι δόξαν, ἅτε ἠπατημένοι, καὶ εἰς τοὺς ἐσχάτους δι' αὐτὸν ἐμπεσόντες κινδύνους. Ὅτι δὲ οὐδ' ἂν ἠδυνήθησαν, εἰ μὴ ἦν ἀληθὴς ἡ ἀνάστασις, πλάσαι αὐτὴν, τοῦτο οὐδὲ λόγου δεῖται. Τίνι γὰρ ἐθάῤῥουν; τῇ δεινότητι τῶν λόγων; Ἀλλὰ πάντων ἦσαν ἀμαθέστεροι. Ἀλλὰ τῇ περιουσίᾳ τῶν χρημάτων; Ἀλλ' οὐδὲ ῥάβδον, οὐδὲ ὑποδήματα εἶχον. Ἀλλὰ τῇ περιφανείᾳ τοῦ γένους; Ἀλλ' εὐτελεῖς ἦσαν, καὶ ἐξ εὐτελῶν. Ἀλλὰ τῷ μεγέθει τῆς πατρίδος; Ἀλλ' ἀπὸ χωρίων ἦσαν ἀσήμων. Ἀλλὰ τῷ πλήθει τῷ ἑαυτῶν; Ἀλλὰ τῶν ἕνδεκα οὐκ ἦσαν πλείους, καὶ αὐτοὶ δὲ διεσπάρησαν. Ἀλλὰ ταῖς ἐπαγγελίαις τοῦ διδασκάλου; Ποίαις; Εἰ γὰρ μὴ ἀνέστη, οὐδὲ ἐκεῖναι ἤμελλον εἶναι αὐτοῖς πισταί. Πῶς δ' ἂν ἤνεγκαν δῆμον μαινόμενον; Εἰ γὰρ ὁ κορυφαῖος αὐτῶν θυρωροῦ ῥῆμα οὐκ ἤνεγκε γυναικὸς, καὶ οἱ λοιποὶ δὲ πάντες δεδεμένον ἰδόντες διεσπάρησαν· πῶς ἂν ἐνενόησαν εἰς τὰ πέρατα τῆς οἰκουμένης δραμεῖν, καὶ φυτεῦσαι πεπλασμένον ἀναστάσεως λόγον; Εἰ γὰρ ὁ μὲν πρὸς γυναικὸς ἀπειλὴν οὐκ ἔστη, οἱ δὲ οὐδὲ πρὸς δεσμῶν ὄψιν. πῶς ἠδύναντο πρὸς βασιλέας καὶ ἄρχοντας καὶ δήμους ἵστασθαι, ὅπου ξίφη καὶ τήγανα καὶ κάμινοι καὶ μυρίοι καθ' ἡμέραν θάνατοι, εἰ μὴ τῆς τοῦ ἀναστάντος δυνάμεως καὶ ῥοπῆς ἀπέλαυσαν; Τοιαῦτα σημεῖα γέγονε καὶ τοσαῦτα, καὶ οὐδὲν τούτων ᾐδέσθησαν Ἰουδαῖοι, ἀλλ' ἐσταύρωσαν τὸν πεποιηκότα· καὶ τούτοις ἔμελλον ἁπλῶς λέγουσι πείθεσθαι περὶ ἀναστάσεως; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ' ἡ τοῦ ἀναστάντος ἰσχὺς ταῦτα εἰργάσατο.
βʹ. Σκόπει δέ μοι τὴν κακουργίαν αὐτῶν τὴν καταγέλαστον. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰ πλάνος ἦν, καὶ ψευδῆ ἐκόμπαζε, τί δεδοίκατε καὶ περιτρέχετε, καὶ τοσαύτῃ κέχρησθε σπουδῇ; ∆εδοίκαμεν, φησὶ, μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ, καὶ ἀπατήσωσι τοὺς πολλούς. Καίτοιγε ἀπεδείχθη τοῦτο οὐκ ἔχον λόγον καθόλου. Ἀλλ' ὅμως ἡ κακία φιλόνεικον καὶ ἀναιδὲς, καὶ τοῖς ἀλογίστοις ἐπιχειρεῖ. Καὶ μέχρι τριῶν ἡμερῶν κελεύουσιν ἀσφαλισθῆναι, ὡς ὑπὲρ δογμάτων μαχόμενοι, καὶ βουλόμενοι δεῖξαι καὶ πρὸ τούτου πλάνον ὄντα, καὶ μέχρι τοῦ τάφου τὴν κακίαν ἐκτείνουσι. ∆ιά τοι τοῦτο τάχιον ἀνέστη, ἵνα μὴ λέγωσιν, ὅτι ἐψεύσατο, καὶ ἐκλάπη. Τοῦτο μὲν γὰρ ἔγκλημα οὐκ εἶχε, τὸ θᾶττον ἀναστῆναι· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμε. Καὶ γὰρ εἰ μὴ τότε ἀνέστη, καθημένων αὐτῶν αὐτόθι καὶ φυλαττόντων, ἀλλ' ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχόν τι λέγειν καὶ ἀντιλέγειν, εἰ καὶ ἀνοήτως. ∆ιὰ τοῦτο τοίνυν προέφθασεν. Ἔδει γὰρ παρακαθημένων αὐτῶν καὶ φυλαττόντων, γενέσθαι τὴν ἀνάστασιν. Οὐκοῦν καὶ εἴσω τῶν τριῶν ἡμερῶν ἔδει γενέσθαι· ὡς εἴγε παρελθουσῶν αὐτῶν καὶ ἀναχωρησάντων ἐγένετο, ὕποπτον τὸ πρᾶγμα ἔμελλεν εἶναι. ∆ιὸ καὶ σφραγίσαι συνεχώρησεν, ὡς ἠβούλοντο, καὶ στρατιῶται παρεκάθηντο. Καὶ οὐκ ἔμελεν αὐτοῖς ἐν σαββάτῳ ταῦτα ποιοῦσι, καὶ ἐργαζομένοις, ἀλλὰ πρὸς ἓν μόνον ἑώρων, τὴν ἑαυτῶν πονηρίαν, ὡς ταύτῃ περιεσόμενοι· ὅπερ ἐσχάτης ἀνοίας ἦν, καὶ φόβου σφόδρα αὐτοὺς κατασείοντος λοιπόν. Οἱ γὰρ ζῶντα αὐτὸν κατασχόντες, ἀποθανόντα δεδοίκασι. Καίτοιγε εἰ ψιλός τις ἄνθρωπος ἦν, ἔδει θαῤῥεῖν. Ἀλλ' ἵνα μάθωσιν, ὅτι καὶ ζῶν ἑκὼν ἔπαθεν ἅπερ ἔπαθεν, ἰδοὺ καὶ σφραγὶς, καὶ λίθος, καὶ κουστωδία, καὶ οὐκ ἴσχυσαν κατασχεῖν· ἀλλ' ἓν γίνεται μόνον, τὸ δημοσιευθῆναι τὴν ταφὴν, καὶ πιστευθῆναι ἐντεῦθεν τὴν ἀνάστασιν. Καὶ γὰρ στρατιῶται παρεκάθηντο, καὶ Ἰουδαῖοι προσεδρεύουσιν. Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας. Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ προσελθὼν, ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Μετὰ τὴν ἀνάστασιν ἦλθεν ὁ ἄγγελος. Τίνος οὖν ἕνεκεν ἦλθε, καὶ τὸν λίθον ἦρε; ∆ιὰ τὰς γυναῖκας· αὗται γὰρ αὐτὸν τότε εἶδον ἐν τῷ τάφῳ. Ἵν' οὖν πιστεύσωσιν ὅτι ἠγέρθη, ὁρῶσι τὸν τάφον κενὸν τοῦ σώματος. ∆ιὰ τοῦτο ἀνεῖλε τὸν λίθον, διὰ τοῦτο καὶ σεισμὸς ἐγένετο, ἵνα διαναστῶσι καὶ ἀφυπνισθῶσι. Καὶ γὰρ ἦσαν παραγενόμεναι, ὥστε ἔλαιον βαλεῖν, καὶ ἐν νυκτὶ ταῦτα ἐγίνετο, καὶ εἰκός τινας καὶ ἀποκαθευδῆσαι. Καὶ τίνος ἕνεκεν καὶ διατί φησι, Μὴ φοβεῖσθε ὑμεῖς; Πρότερον αὐτὰς ἀπαλλάττει τοῦ δέους, καὶ τότε διαλέγεται περὶ τῆς ἀναστάσεως. Καὶ τὸ Ὑμεῖς δὲ πολλὴν ἐνδεικνυμένου τὴν τιμήν ἐστι, καὶ δεικνύντος, ὅτι τὰ ἔσχατα μένει τοὺς τετολμηκότας, ἅπερ ἐτόλμησαν, ἂν μὴ μετανοήσωσιν. Οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, φησὶν, ἀλλ' ἐκείνων τῶν σταυρωσάντων. Ἀπαλλάξας τοίνυν αὐτὰς τοῦ φόβου, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῆς ὄψεως, (καὶ γὰρ τὸ σχῆμα φαιδρὸν ἔδειξεν, ἅτε εὐαγγέλια τοιαῦτα φέρων·) ἐπήγαγε λέγων, Οἶδα ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Καὶ οὐκ ἐπαισχύνεται ἐσταυρωμένον καλῶν· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν. Ἠγέρθη. Πόθεν δῆλον; Καθὼς εἶπεν. Ὥστε κἂν ἐμοὶ, φησὶ, διαπιστῆτε, τῶν ἐκείνου μνήσθητε ῥημάτων, καὶ οὐδὲ ἐμοὶ διαπιστήσετε. Εἶτα καὶ ἄλλη ἀπόδειξις. ∆εῦτε καὶ ἴδετε τὸν τόπον, ὄπου ἔκειτο. ∆ιὰ τοῦτο ἐπῆρε τὸν λίθον, ὥστε καὶ ἐντεῦθεν αὐτὰς λαβεῖν τὴν ἀπόδειξιν. Καὶ εἴπατε τοῖς μαθηταῖς, ὅτι ὄψεσθε αὐτὸν εἰς τὴν Γαλιλαίαν. Καὶ ἑτέροις εὐαγγελίζεσθαι παρασκευάζει, ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι. Καὶ καλῶς εἶπεν, Εἰς τὴν Γαλιλαίαν, ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διενοχλεῖν τῇ πίστει. Καὶ ἐξῆλθον ἐκ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς. Τί δήποτε; Ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον, τάφον κενὸν, ἔνθα πρῶτον τεθέντα εἶδον. ∆ιὸ καὶ ἤγαγεν αὐτὰς εἰς θεωρίαν, ἵνα ἀμφοτέρων γένωνται μάρτυρες, καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως. Καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς ἂν αὐτὸν ἦρε, στρατιωτῶν τοσούτων παρακαθημένων, εἰ μὴ ἑαυτὸν ἀνέστησε. ∆ιὰ τοῦτο καὶ χαίρουσι καὶ θαυμάζουσι, καὶ τῆς τοσαύτης παραμονῆς λαμβάνουσι τὴν ἀμοιβὴν, τὸ πρῶται ἰδεῖν καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα.
γʹ. Ἐπεὶ οὖν ἐξῆλθον μετὰ φόβου καὶ χαρᾶς, Ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ ἐκράτησαν τοὺς πόδας αὐτοῦ, καὶ μεθ' ὑπερβαλλούσης εὐφροσύνης αὐτῷ προσδραμοῦσαι, ἐλάμβανον καὶ διὰ τῆς ἁφῆς τεκμήριον καὶ πληροφορίαν τῆς ἀναστάσεως, Καὶ προσεκύνησαν αὐτῷ. Τί οὖν αὐτός; Μὴ φοβεῖσθε. Πάλιν καὶ αὐτὸς τὸ δέος ἐκβάλλει, προοδοποιῶν τῇ πίστει. Ἀλλ' ὑπάγετε, καὶ εἴπατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν· κἀκεῖ με ὄψονται. Σκόπει πῶς καὶ αὐτὸς διὰ τούτων τοὺς μαθητὰς εὐαγγελίζεται, ὃ πολλάκις εἶπον, τὸ μάλιστα γένος ἀτιμωθὲν εἰς τιμὴν ἄγων καὶ εἰς χρηστὰς ἐλπίδας, καὶ τὸ πεπονηκὸς ἰώμενος. Τάχα τις ὑμῶν ἐβούλετο κατ' ἐκείνας γενέσθαι, καὶ τοὺς πόδας κατασχεῖν τοῦ Ἰησοῦ; ∆ύνασθε καὶ νῦν. ὅσοι βούλεσθε, οὐχὶ τοὺς πόδας καὶ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν κεφαλὴν κατασχεῖν τὴν ἱερὰν ἐκείνην, τῶν φρικτῶν ἀπολαύοντες μυστηρίων καθαρῷ συνειδότι. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὄψεσθε αὐτὸν, μετὰ τῆς ἀποῤῥήτου δόξης ἐκείνης καὶ τοῦ δήμου τῶν ἀγγέλων ἐρχόμενον, εἰ βουληθείητε εἶναι φιλάνθρωποι· καὶ ἀκούσεσθε, οὐχὶ ταῦτα τὰ ῥήματα μόνον, ὅτι Χαίρετε; ἀλλὰ καὶ ἐκεῖνα· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Γίνεσθε τοίνυν φιλάνθρωποι, ἵνα ταῦτα ἀκούσητε, καὶ ὑμεῖς αἱ χρυσοφόροι γυναῖκες, αἱ τὸν δρόμον τῶν γυναικῶν θεασάμεναι τούτων, ὀψὲ γοῦν ποτε τὴν νόσον ἀποθέμεναι τῆς τῶν χρυσίων ἐπιθυμίας. Ὥστε εἰ ζηλοῦτε τὰς γυναῖκας, ἀνταλλάξασθε τὸν κόσμον, ὃν περίκεισθε, ἐλεημοσύνην περιθέμεναι. Τί τὸ ὄφελος, εἰπέ μοι, τῶν λίθων τῶν τιμίων τούτων, καὶ τῶν χρυσοπάστων ἱματίων; Χαίρει τούτοις, φησὶν, ἡ ψυχὴ, καὶ εὐφραίνεται. Ἐγώ σε τὸ κέρδος ἠρώτησα· σὺ δέ μοι τὸ βλάβος εἶπες. Τοῦ γὰρ περὶ ταῦτα ἠσχολῆσθαι καὶ χαίρειν καὶ προσηλῶσθαι, χεῖρον οὐδέν. Πικροτέρα γὰρ ἡ χαλεπὴ αὕτη δουλεία γίνεται, ὅταν τις καὶ δουλεύων εὐφραίνηται. Ἐπὶ τίνι γὰρ τῶν πνευματικῶν ὡς χρὴ σπουδάσει ποτὲ, πότε δὲ καταγελάσεται ὡς δεῖ τῶν βιωτικῶν πραγμάτων, ἡ χαρᾶς ἄξιον εἶναι νομίζουσα τὸ δεδέσθαι χρυσῷ; Ὁ γὰρ ἐν δεσμωτηρίῳ μένων καὶ ἡδόμενος, οὐδέποτε ἀπαλλαγῆναι θελήσει, ὥσπερ οὖν οὐδὲ αὕτη· ἀλλ' ὥσπερ τις αἰχμάλωτος γενομένη τῆς πονηρᾶς ταύτης ἐπιθυμίας, οὐδὲ φωνῆς ἀνέξεται πνευματικῆς ἀκοῦσαι μετὰ τῆς προσηκούσης ἐπιθυμίας τε καὶ σπουδῆς, μήτιγε ἔργον μετελθεῖν. Τί οὖν τὸ κέρδος τοῦ κόσμου τούτου καὶ τῆς βλακείας ταύτης; εἰπέ μοι. Τέρπομαι, φησί. Πάλιν μοι τὴν βλάβην εἶπες καὶ τὸν ὄλεθρον. Ἀλλὰ καὶ τιμῆς ἀπολαύω, φησὶ, πολλῆς παρὰ τῶν ὁρώντων. Καὶ τί τοῦτο; Ἑτέρας γὰρ τοῦτο διαφθορᾶς ὑπόθεσις, ὅταν εἰς τῦφον, ὅταν εἰς ἀπόνοιαν αἴρῃ. Φέρε οὖν, ἐπειδὴ σὺ τὸ κέρδος οὐκ εἶπες, ἀνάσχου ἐμοῦ σοι διηγουμένου τὰς βλάβας. Τίνες οὖν ἐντεῦθεν αἱ βλάβαι; Ἡ φροντὶς ἡ μείζων τῆς ἡδονῆς. ∆ιὸ πολλοὶ τῶν ὁρώντων, τούτων δὴ τῶν παχυτέρων, τέρπονται μᾶλλον, ἢ ἡ περικειμένη. Σὺ μὲν γὰρ μετὰ μερίμνης καλλωπίζῃ· ἐκεῖνοι δὲ ἄνευ ταύτης ἑστιῶσι τὰς ὄψεις. Εἶτα ἑτέρα πάλιν, τὸ ταπεινοῦσθαι τὴν ψυχὴν, τὸ βασκαίνεσθαι πανταχόθεν. Αἱ γὰρ πλησίον δηχθεῖσαι κατὰ τῶν οἰκείων ἀνδρῶν ὁπλίζονται, καὶ πολέμους ἀναῤῥιπίζουσί σοι χαλεπούς. Μετὰ τούτων τὸ τὴν σχολὴν ἅπασαν καὶ τὴν φροντίδα εἰς τοῦτο δαπανᾶσθαι, τὸ τῶν πνευματικῶν μὴ σφόδρα ἀντέχεσθαι κατορθωμάτων, τὸ τύφου καὶ ἀπονοίας καὶ κενῆς πληροῦσθαι δόξης, τὸ τῇ γῇ προσηλῶσθαι, καὶ πτεροῤῥυεῖν, καὶ ἀντὶ ἀετοῦ γενέσθαι κύνα καὶ χοῖρον. Ἀφεῖσα γὰρ πρὸς τὸν οὐρανὸν βλέπειν καὶ πέτασθαι, καθάπερ οἱ χοῖροι χαμαὶ νεύεις, μέταλλα περιεργαζομένη καὶ χηραμοὺς, καὶ ψυχὴν ἄνανδρον καὶ ἀνελευθέραν κτωμένη. Ἀλλ' ἐπιστρέφεις φαινομένη τοὺς ἐπὶ τῆς ἀγορᾶς; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο χρυσοφορεῖν οὐκ ἔδει, ἵνα μὴ κοινὸν γένῃ θέατρον, καὶ πολλῶν κατηγόρων ἀνοίξῃς στόματα. Οὐδεὶς γάρ σε τῶν ἐπιστρεφομένων θαυμάζει, ἀλλὰ σκώπτουσιν ὡς φιλόκοσμον, ὡς ἀλαζόνα, ὡς σαρκικὴν γυναῖκα. Κἂν εἰς ἐκκλησίαν εἰσέλθῃς, ἐξῆλθες οὐδὲν λαβοῦσα, ἀλλ' ἢ μυρία σκώμματα καὶ λοιδορίας καὶ ἀρὰς, οὐχὶ παρὰ τῶν ὁρώντων μόνον, ἀλλὰ καὶ παρὰ τοῦ προφήτου. Καὶ γὰρ εὐθέως ὁ μεγαλοφωνότατος Ἡσαΐας ἰδών σε βοήσεται· Τάδε λέγει Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών· Ἀνθ' ὧν ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· ἀνακαλύψει Κύριος τὸν κόσμον αὐτῶν, καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, ἀντὶ δὲ ζώνης σχοινίῳ ζώσῃ. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Οὐδὲ γὰρ πρὸς ἐκείνας μόνας ταῦτα εἴρηται, ἀλλὰ πρὸς πᾶσαν γυναῖκα μιμουμένην αὐτάς. Καὶ ὁ Παῦλος δὲ μετ' ἐκείνου κατ ήγορος ἕστηκε, λέγων Τιμοθέῳ παραγγέλλειν ταῖς γυναιξί· Μὴ ἐν πλέγμασιν, ἢ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς. Ὥστε πανταχοῦ μὲν βλαβερὸν τὸ χρυσοφορεῖν, μάλιστα δὲ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅταν διὰ τῶν πενήτων παρίῃς. Εἰ γὰρ σφόδρα σαυτῆς κατηγορῆσαι ἐσπούδασας, οὐκ ἂν ἄλλο περιέθου σχῆμα, ἀλλ' ἢ τὸ τῆς ὠμότητος τοῦτο, καὶ ἀπανθρωπίας προσωπεῖον.
δʹ. Ἐννόησον γοῦν πόσας γαστέρας παρέρχῃ πεινώσας μετὰ τοῦ σχήματος τούτου, πόσα σώματα γεγυμνωμένα μετὰ τῆς φαντασίας ταύτης τῆς σατανικῆς. Πόσῳ βέλτιον διαθρέψαι ψυχὰς πεινώσας, ἢ λοβοὺς ὤτων διατιτρώσκειν, καὶ μυρίων πενήτων τροφὰς ἐξαρτᾷν εἰκῆ καὶ μάτην! Μὴ γὰρ τὸ πλουτεῖν ἐγκώμιον; μὴ γὰρ τὸ χρυσοφορεῖν ἔπαινος; Εἰ καὶ ἐκ δικαίων πόνων ταῦτα περικείμενά σοι ἦν, καὶ οὕτω μεγίστη κατηγορία τὸ γινόμενον· ὅταν δὲ καὶ ἐξ ἀδικίας, ἐννόησον τὴν ὑπερβολήν. Ἀλλ' ἐπαίνων ἐρᾷς καὶ δόξης; Οὐκοῦν ἀπόδυσαι τὴν καταγέλαστον ταύτην περιβολὴν, καὶ τότε σε θαυμάσονται πάντες, τότε καὶ δόξης καὶ καθαρᾶς ἀπολαύσῃ τῆς ἡδονῆς· ὡς νῦν γε σκωμμάτων γέμεις, ἀθυμίας πολλὰς ὑποθέσεις ἐκ τούτων σαυτῇ κατασκευάζουσα. Ἂν γὰρ ἐκπέσῃ τι τούτων, ἐννόησον ὅσα ἐντεῦθεν τίκτεται τὰ κακά· πόσαι μαστιγοῦνται θεραπαινίδες, πόσοι ἄνδρες ἐνοχλοῦνται, πόσοι ἀπάγονται, πόσοι δεσμωτήριον οἰκοῦσι. Καὶ δικαστήρια ἐντεῦθεν, καὶ εἰσαγωγαὶ, καὶ μυρίαι πάντοθεν ἀραὶ καὶ κατηγορίαι, τῇ γυναικὶ παρὰ τοῦ ἀνδρὸς, τῷ ἀνδρὶ παρὰ τῶν φίλων, τῇ ψυχῇ παρ' ἑαυτῆς. Ἀλλ' οὐκ ἀπολεῖται. Μάλιστα μὲν τοῦτο οὐ ῥᾴδιον· εἰ δὲ καὶ σωθείη διαπαντὸς, σωζόμενα πάλιν πολλὴν παρέχει μέριμναν καὶ φροντίδα καὶ ἀηδίαν, καὶ κέρδος οὐδέν. Ποία γὰρ ἐντεῦθεν πρόσοδος τῇ οἰκίᾳ; τί ὄφελος αὐτῇ τῇ περικειμένῃ; Ὄφελος μὲν οὐδὲν, ἀκοσμία δὲ πολλὴ, καὶ κατηγορία πάντοθεν. Πῶς δυνήσῃ τοῦ Χριστοῦ φιλῆσαι τοὺς πόδας καὶ κατασχεῖν, οὕτως ἐσκευασμένη; Τοῦτον ἀποστρέφεται τὸν κόσμον ἐκεῖνος. ∆ιὰ τοῦτο ἐν τῇ τοῦ τέκτονος οἰκίᾳ κατεδέξατο τεχθῆναι, μᾶλλον δὲ οὐδὲ ἐν τῇ οἰκίᾳ ἐκείνῃ, ἀλλ' ἐν καλύβῃ καὶ φάτνῃ. Πῶς οὖν αὐτὸν δυνήσῃ ἰδεῖν, οὐκ ἔχουσα κάλλος αὐτῷ ποθεινὸν, οὐ περικειμένη κόσμον ἐπέραστον αὐτῷ, ἀλλὰ μισητόν; Τὸν γὰρ αὐτῷ προσιόντα οὐ τοιούτοις δεῖ καλλωπίζεσθαι ἱματίοις, ἀλλ' ἀρετῇ περιβεβλῆσθαι. Ἐννόησον τί ποτέ ἐστι τουτὶ τὸ χρυσίον; Οὐδὲν ἕτερον ἢ γῆ καὶ σποδός. Ἔμβαλε ὕδωρ, καὶ γέγονε πηλός. Ἐννόησον καὶ αἰσχύνθητι τὸν πηλὸν ∆εσπότην ποιουμένη, καὶ πάντα ἀφεῖσα καὶ αὐτῷ παρακαθημένη, καὶ πανταχοῦ αὐτὸν βαστάζουσα καὶ περιφέρουσα, καὶ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅτε μάλιστα φεύγειν αὐτὸν ἐχρῆν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡ ἐκκλησία ᾠκοδόμηται, ἵνα ἐν ταύτῃ τὸν πλοῦτον ἐπιδείξῃ τοῦτον, ἀλλ' ἵνα τὸν πλοῦτον τὸν πνευματικόν. Σὺ δὲ ὥσπερ εἰς πομπὴν εἰσιοῦσα, οὕτω πάντοθεν σαυτὴν καλλωπίζεις, τὰς ἐν τῇ σκηνῇ μιμουμένη, οὕτω μετὰ δαψιλείας τὸν καταγέλαστον τοῦτον βαστάζεις φορυτόν. ∆ιά τοι τοῦτο πολλοῖς ἐπεισέρχῃ λύμη, καὶ τῆς ἐκκλησίας διαλυθείσης, ἐν ταῖς οἰκίαις, ἐπὶ τῶν τραπεζῶν, ταῦτα ἄν τις ἀκούσειε διηγουμένων τῶν πλειόνων. Ἀφέντες γὰρ λέγειν, Τὸ καὶ τὸ εἶπεν ὁ προφήτης καὶ ὁ Ἀπόστολος, τῶν ἱματίων τὴν πολυτέλειαν, τῶν λίθων τὸ μέγεθος, τὴν ἄλλην ἅπασαν ἀσχημοσύνην τῶν ταῦτα περικειμένων διηγοῦνται. Ταῦτα ὑμᾶς πρὸς ἔλεον ἀργὰς ποιεῖ, καὶ τοὺς συνοικοῦντας ὑμῖν. Οὐ γὰρ ἄν τις ὑμῶν ἕλοιτο ῥᾳδίως διακλάσαι τι τῶν χρυσίων τούτων, καὶ θρέψαι πεινῶντα. Ὅπου γὰρ καὶ αὐτὴ ἕλοιο ἂν ἐν στενοχωρίᾳ εἶναι, ἢ ταῦτα ἰδεῖν διακλώμενα, πῶς ἂν ἕτερον ἐκ τούτων διαθρέψειας; Ὥσπερ γὰρ πρὸς ἔμψυχά τινα διάκεινται αἱ πολλαὶ πρὸς ταῦτα καὶ οὐδὲν ἧττον ἢ πρὸς παιδία. Ἄπαγε, φησί. ∆είξατέ μοι οὖν τοῦτο, δείξατε διὰ τῶν ἔργων, ὡς νῦν γε τἀναντία ὁρῶ. Τίς γάρ ποτε τῶν σφόδρα ἑαλωκότων ταῦτα καταχωνεύσας ἐξήρπασε θανάτου παιδίου ψυχήν; Καὶ τί λέγω παιδίου; Τίς τὴν ἑαυτοῦ ψυχὴν ἀπολλυμένην ἐντεῦθεν ἐπρίατο; Τοὐναντίον μὲν οὖν οἱ πολλοὶ καὶ καθ' ἑκάστην αὐτὴν διὰ ταῦτα πωλοῦσι τὴν ἡμέραν. Κἂν μὲν σωματικὴ ἀῤῥωστία γένηται, πάντα ποιοῦσιν· ἂν δὲ τὴν ψυχὴν ἴδωσι διεφθαρμένην, οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν ἐγγόνων καὶ τῆς ἑαυτῶν ψυχῆς ἀμελοῦσιν, ἵνα ταῦτα μένῃ τῷ χρόνῳ ἰούμενα. Καὶ σὺ μὲν μυρίων ταλάντων χρυσία περίκεισαι· τὸ δὲ τοῦ Χριστοῦ μέλος οὐδὲ ἀναγκαίας ἔχει τροφῆς ἀπόλαυσιν. Ἀλλ' ὁ μὲν κοινὸς ἁπάντων ∆εσπότης, καὶ τοῦ οὐρανοῦ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς, καὶ τραπέζης τῆς πνευματικῆς ἅπασιν ὁμοίως μετέδωκε· σὺ δὲ οὐδὲ τῶν ἀπολλυμένων αὐτῷ μεταδίδως, ἵνα μείνῃς συνεχῶς δεδεμένη ταῖς χαλεπαῖς ταύταις ἁλύσεσιν. Ἐντεῦθεν τὰ μυρία κακὰ, ἐντεῦθεν αἱ πορνεῖαι τῶν ἀνδρῶν, ὅταν αὐτοὺς μὴ φιλοσοφεῖν παρασκευάζητε, ἀλλὰ τούτοις παιδεύητε χαίρειν, οἷς αἱ πορνευόμεναι καλλωπίζονται γυναῖκες. ∆ιὰ τοῦτο καὶ ταχέως ἁλίσκονται. Εἰ γὰρ αὐτὸν ἐπαίδευσας τούτων μὲν ὑπερορᾷν, σωφροσύνῃ δὲ χαίρειν, εὐλαβείᾳ, ταπεινοφροσύνῃ, οὐκ ἂν ῥᾳδίως ἑάλω τοῖς τῆς πορνείας πτεροῖς. Κοσμήσασθαι μὲν γὰρ οὕτω δύναται πόρνη, καὶ τούτου πλέον· ἐκείνοις δὲ οὐκέτι. Ἔθισον οὖν αὐτὸν τούτῳ χαίρειν τῷ κόσμῳ, ὃν οὐκ ἔχει παρὰ τῇ πόρνῃ κείμενον ἰδεῖν. Πῶς δὲ αὐτὸν εἰς τὴν συνήθειαν ταύτην ἐμβαλεῖς; Ἂν τοῦτον ἀφέλῃς, καὶ ἐκεῖνον περιθῇς. Οὕτω καὶ ὁ ἀνὴρ ἐν ἀσφαλείᾳ, καὶ σὺ ἐν τιμῇ, καὶ ὁ Θεὸς ὑμῖν ἵλεως, καὶ ἄνθρωποι πάντες θαυμάσονται, καὶ τῶν μελλόντων ἐπιτεύξεσθε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ S ʹ. Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀνήγγειλαν τοῖς ἀρχιερ εῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύ ρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴ πατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς
ἔκλε ψαν αὐτὸν, ἡμῶν κοιμωμένων. Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς
πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
αʹ. ∆ιὰ τούτους τοὺς στρατιώτας ὁ σεισμὸς ἐγένετο ἐκεῖνος, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ' αὐτῶν γενέσθαι τὴν μαρτυρίαν· ὅπερ οὖν καὶ συνέβη. Καὶ γὰρ ἀνύποπτος ἡ ἀπαγγελία οὕτως ἐγένετο παρὰ τῶν φυλάκων προφερομένη. Τῶν γὰρ σημείων τὰ μὲν κοινῇ τῇ οἰκουμένῃ ἐνεδείκνυτο, τὰ δὲ ἰδίᾳ τοῖς ἐκεῖ παροῦσι· κοινῇ μὲν τῇ οἰκουμένῃ τὸ σκότος, ἰδίᾳ δὲ τὸ τοῦ ἀγγέλου, τὸ τοῦ σεισμοῦ. Ἐπεὶ οὖν ἦλθον καὶ ἀπήγγειλαν, (ἡ γὰρ ἀλήθεια παρὰ τῶν ἐναντίων ἀνακηρυττομένη διαλάμπει·) ἔδωκαν πάλιν ἀργύρια, ἵνα εἴπωσι, φησὶν, Ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτόν. Πῶς ἔκλεψαν, ὦ πάντων ἀνοητότατοι; ∆ιὰ γὰρ τὸ λαμπρὸν τῆς ἀληθείας καὶ περιφανὲς, οὐδὲ πλάσαι δύνανται. Καὶ γὰρ σφόδρα ἀπίθανον τὸ λεγόμενον, καὶ οὐδὲ σχῆμα τὸ ψεῦδος εἶχε. Πῶς γὰρ ἔκλεπτον, εἰπέ μοι, οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες; Μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐ παρεκάθηντο τοσοῦτοι φύλακες, καὶ στρατιῶται καὶ Ἰουδαῖοι; μὴ γὰρ οὐχ ὑπώπτευον τοῦτο αὐτὸ, καὶ ἐμερίμνων, καὶ ἠγρύπνουν, καὶ ἐφρόντιζον ἐκεῖνοι; Τίνος δὲ ἕνεκεν καὶ ἔκλεπτον; ἵνα πλάσωσι τὸ τῆς ἀναστάσεως δόγμα; Καὶ πῶς ἂν ἐπῆλθεν αὐτοῖς τοιοῦτόν τι πλάσαι, ἀνθρώποις ἀγαπῶσιν, ὅτι κρυπτόμενοι ζῶσι; πῶς δ' ἂν τὸν λίθον ἀνεῖλον τὸν ἠσφαλισμένον; πῶς δ' ἂν τοὺς τοσούτους διέλαθον; Καίτοι εἰ καὶ θανάτου κατεφρόνουν, οὐκ ἂν ἐπεχείρησαν εἰκῆ καὶ μάτην κατατολμῆσαι τοσούτων ὄντων φυλάκων. Ὅτι δὲ καὶ δειλοὶ ἦσαν, ἐδήλωσε τὰ ἔμπροσθεν γεγενημένα. Ὅτε γοῦν εἶδον αὐτὸν συνειλημμένον, ἅπαντες ἀπεπήδησαν. Εἰ τοίνυν τότε οὐδὲ στῆναι ἐτόλμησαν ζῶντα ὁρῶντες, πῶς ἀποθανόντος οὐκ ἂν ἐφοβήθησαν τοσούτων στρατιωτῶν πλῆθος; Μὴ γὰρ θύραν ἦν ἀνατρέψαι; μὴ γὰρ ἕνα λαθεῖν; Λίθος ἐπέκειτο μέγας, πολλῶν δεόμενος χειρῶν. ∆ικαίως ἔλεγον· Καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης· καθ' ἑαυτῶν ἀποφαινόμενοι τοῦτο, ὅτι μετὰ τοσαύτην μανίαν δέον μετανοῆσαι, οἱ δὲ καὶ ἐπαγωνίζονται τοῖς προτέροις, καταγέλαστα πλάττοντες πλάσματα, καὶ ζῶντος μὲν τὸ αἷμα ὠνούμενοι, σταυρωθέντος δὲ καὶ ἀναστάντος τὸν περὶ τῆς ἀναστάσεως πάλιν διὰ χρημάτων ὑπορύττοντες λόγον. Σὺ δέ μοι σκόπει πῶς δι' ὧν ποιοῦσιν ἁλίσκονται πανταχοῦ. Εἰ γὰρ μὴ προσῆλθον Πιλάτῳ, μηδὲ ᾔτησαν τὴν κουστωδίαν, μᾶλλον ἠδύναντο τοιαῦτα ἀναισχυντεῖν· νυνὶ δὲ οὐκέτι. Καὶ γὰρ ὥσπερ σπουδάζοντες ἀποῤῥάψαι τὰ οἰκεῖα στόματα, οὕτω πάντα ἔπραξαν. Εἰ γὰρ γρηγορῆσαι οὐκ ἴσχυσαν μετ' αὐτοῦ. καὶ ταῦτα ὀνειδιζόμενοι παρ' αὐτοῦ, πῶς ἂν τοῦτο ἐτόλμησαν; ∆ιατί δὲ μὴ πρὸ τούτου ἔκλεψαν, ἀλλ' ὅτε ὑμεῖς ἤλθετε; Εἰ γὰρ ἐβούλοντο τοῦτο ποιῆσαι, μηδέπω φυλαττομένης τῆς θήκης ἐποίησαν ἂν ἐν τῇ πρώτῃ νυκτὶ, ὅτε καὶ ἀκίνδυνον καὶ ἀσφαλές. Τῷ γὰρ σαββάτῳ προσελθόντες ᾐτήσαντο παρὰ τοῦ Πιλάτου τὴν κουστωδίαν, καὶ ἐφύλαττον· τὴν δὲ πρώτην νύκτα οὐδεὶς τούτων τῷ τάφῳ παρῆν. βʹ. Τί δὲ βούλεται καὶ τὰ σουδάρια τὰ τῇ σμύρνῃ προσπεπηγότα; ταῦτα γὰρ εἶδεν ὁ Πέτρος κείμενα. Εἰ γὰρ ἐβούλοντο κλέψαι, οὐκ ἂν γυμνὸν ἔκλεψαν τὸ σῶμα· οὐ διὰ τὸ ὑβρίσαι μόνον, ἀλλ' ὥστε μὴ ἐν τῷ ἀποδύειν μέλλειν καὶ βραδύνειν, καὶ παρέχειν τοῖς βουλομένοις διαναστῆναι καὶ κατασχεῖν. Μάλιστα ὅτε σμύρνα ἦν, φάρμακον οὕτω κολλῶδες τῷ σώματι, καὶ τοῖς ἱματίοις προσπεπηγός· ὅθεν οὐκ εὔκολον ἦν ἀποσπάσαι τὰ ἱμάτια τοῦ σώματος, ἀλλὰ πολλοῦ χρόνου οἱ τοῦτο ποιοῦντες ἐδέοντο· ὥστε κἀντεῦθεν ἀπίθανον τὸ τῆς κλοπῆς. Μὴ γὰρ οὐκ ᾔδεσαν τὸν θυμὸν τὸν Ἰουδαϊκὸν, καὶ ὅτι εἰς αὐτοὺς τὴν ὀργὴν ἀφήσουσι; Τί δὲ ὅλως καὶ τὸ κέρδος ἦν αὐτοῖς, εἰ μὴ ἀνέστη; Ταῦτα δὴ πάντα καὶ οὗτοι συνειδότες ὅτι ἔπλασαν, ἔδωκαν ἀργύριον, καί φασιν Εἴπατε ταῦτα ὑμεῖς, καὶ ἡμεῖς πείσομεν τὸν ἡγεμόνα. ∆ημοσιευθῆναι γὰρ ἐβούλοντο τὴν φωνὴν, εἰκῆ πρὸς τὴν ἀλήθειαν πυκτεύοντες, καὶ δι' ὧν αὐτὴν συσκιάζειν ἐπεχείρουν, διὰ τούτων καὶ ἄκοντες παρεσκεύαζον ἐκλάμπειν αὐτήν. Καὶ γὰρ καὶ τοῦτο τὴν ἀνάστασιν κυροῖ, τὸ αὐτοὺς ταῦτα εἰπεῖν, ὅτι οἱ μαθηταὶ ἔκλεψαν. Τοῦτο γὰρ ὁμολογούντων ἐστὶν, ὅτι οὐκ ἦν ἐκεῖ τὸ σῶμα. Ὅταν οὖν αὐτοὶ μὲν ὁμολογῶσι μὴ εἶναι τὸ σῶμα ἐκεῖ, τὴν δὲ κλοπὴν δεικνύῃ ψευδῆ καὶ ἀπίθανον ἡ προσεδρεία αὐτῶν, καὶ τὰ σήμαντρα, καὶ ἡ τῶν μαθητῶν δειλία· ἀναμφισβήτητος κἀντεῦθεν ἡ τῆς ἀναστάσεως ἀπόδειξις φαίνεται. Ἀλλ' ὅμως οἱ ἀναίσχυντοι καὶ πάντα τολμῶντες, τοσούτων τῶν ἐπιστομιζόντων αὐτοὺς, Εἴπατε. φησὶ, καὶ ἡμεῖς πείσομεν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. Ὁρᾷς πάντας διεφθαρμένους; τὸν Πιλάτον; αὐτὸς γὰρ ἐπείσθη· τοὺς στρατιώτας; τὸν δῆμον τὸν Ἰουδαϊκόν; Ἀλλὰ μὴ θαυμάσῃς εἰ χρήματα στρατιωτῶν περιεγένετο. Εἰ γὰρ παρὰ τῷ μαθητῇ τοσαύτην ἐπεδείξατο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις. Καὶ διεφημίσθη ὁ λόγος οὗτος, φησὶν, ἕως τῆς σήμερον ἡμέρας. Εἶδες πάλιν τῶν μαθητῶν τὸ φιλάληθες; πῶς οὐδὲ τοῦτο αἰσχύνονται λέγοντες, ὅτι τοιοῦτος ἐκράτησε λόγος κατ' αὐτῶν; Οἱ δὲ ἕνδεκα μαθηταὶ ἀπῆλθον εἰς τὴν Γαλιλαίαν· καὶ οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἰδόντες αὐτὸν ἐδίστασαν. Αὕτη μοι δοκεῖ ἐσχάτη ὄψις εἶναι ἐν τῇ Γαλιλαίᾳ, ὅτε αὐτοὺς ἐξέπεμπε βαπτίσοντας. Εἰ δὲ ἐδίστασάν τινες, κἀντεῦθεν πάλιν θαύμασον αὐτῶν τὴν ἀλήθειαν, πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα αὐτῶν ἀποκρύπτονται. Ἀλλ' ὅμως καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν. Τί οὖν φησιν ἰδὼν αὐτούς; Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πάλιν ἀνθρωπινώτερον αὐτοῖς διαλέγεται· οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα εἰληφότες τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τὸ μὲν περὶ δογμάτων, τὸ δὲ περὶ ἐντολῶν παραγγέλλων. Καὶ Ἰουδαίων μὲν οὐδὲν μέμνηται, οὐδὲ εἰς μέσον φέρει τὰ γεγενημένα, οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν, οὐδὲ τῶν ἄλλων οὐδενὶ τὴν φυγήν· κελεύει δὲ εἰς τὴν οἰκουμένην ἐκχυθῆναι πᾶσαν, σύντομον διδασκαλίαν ἐγχειρίσας, τὴν διὰ τοῦ βαπτίσματος. Εἶτα ἐπειδὴ μεγάλα αὐτοῖς ἐπέταξεν, ἐπαίρων αὐτῶν τὰ φρονήματα, φησίν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶδες αὐθεντίαν πάλιν; εἶδες πῶς καὶ ἐκεῖνα συγκαταβάσεως ἕνεκεν εἴρηται; Οὐ μετ' ἐκείνων δὲ μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ' ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ' ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς. Μὴ γάρ μοι τὴν δυσκολίαν, φησὶν, εἴπητε τῶν πραγμάτων· ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Παλαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλομένῳ, καὶ τῷ Μωϋσῇ καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις· Ἐγὼ μεθ' ὑμῶν εἰμι· τοῦτο καὶ ἐνταῦθα τούτοις. Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν. Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι, πολλάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγξαντο, εἰς τὴν οἰκουμένην πεμπόμενοι. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρῶσι μόνον δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. Τὰ μὲν γὰρ λυπηρὰ, φησὶν, ἅπερ ὑποστήσεσθε, τῷ παρόντι βίῳ συγκαταλύεται, ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν ἀπολαύσεσθε, ἀθάνατα μένει, καθάπερ πολλάκις ἔμπροσθεν εἶπον. Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης, ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις. Ἀλλὰ μὴ φοβώμεθα μόνον καὶ φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως ἐστὶ καιρὸς, καὶ ἀνενέγκωμεν ἐκ τῆς πονηρίας· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν. Εἰ γὰρ πρὸ τῆς χάριτος πολλοὶ τοῦτο ἐποίησαν, πολλῷ μᾶλλον μετὰ τὴν χάριν. γʹ. Τί γὰρ φορτικὸν ἐπετάγημεν; ὄρη διατεμεῖν; ἢ πτῆναι πρὸς τὸν ἀέρα; ἢ περαιώσασθαι τὸ Τυῤῥηνικὸν πέλαγος; Οὐδαμῶς· ἀλλ' οὕτως εὔκολον πολιτείαν, ὡς μηδὲ ὀργάνων δεῖσθαι, ἀλλὰ ψυχῆς καὶ διαθέσεως μόνης. Ποῖα γὰρ ὄργανα εἶχον οἱ ἀπόστολοι οὗτοι, τοσαῦτα κατορθώσαντες; Οὐχὶ μονοχίτωνες καὶ ἀνυπόδετοι περιῄεσαν, καὶ πάντων περιεγένοντο; Τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων; Μηδένα ἔχε ἐχθρόν· μηδένα λέγε κακῶς. Τὰ ἐναντία μὲν οὖν τούτων τὰ δυσκολώτερα. Ἀλλ' εἶπε, φησὶ, Ῥῖψον τὰ χρήματα. Τοῦτο οὖν ἐστι τὸ φορτικόν; Μάλιστα μὲν οὐκ ἐκέλευσεν, ἀλλὰ συνεβούλευσε. Πλὴν εἰ καὶ ἐπίταγμα ἦν, τί τὸ βαρὺ, μὴ περιφέρειν φορτία καὶ φροντίδας ἀκαίρους; Ἀλλ', ὢ τῆς φιλαργυρίας! Πάντα χρήματα γέγονε· διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε. Κἂν μακαρίσῃ τίς τινα, τούτων μέμνηται· κἂν ταλανίσῃ, ἐντεῦθεν ὁ ταλανισμός. Καὶ πάντες διὰ ταῦτα οἱ λόγοι γίνονται, πῶς ὁ δεῖνα πλουτεῖ, πῶς ὁ δεῖνα πένεται. Κἂν στρατείαν, κἂν γάμον, κἂν τέχνην, κἂν ὁτιοῦν μεταχειρίζῃ τις, οὐ πρότερον ἅπτεται τοῦ προκειμένου, ἕως ἂν ταῦτα ἴδοι ἰόντα ῥαγδαίως αὐτῷ. Εἶτα οὐ συνελθόντες βουλευσόμεθα, πῶς τὸ νόσημα τοῦτο ἀπελάσομεν; οὐκ αἰσχυνθησόμεθα τῶν πατέρων τὰ κατορθώματα; τῶν τρισχιλίων, τῶν πεντακισχιλίων, οἳ κοινὰ πάντα εἶχον; Τί τὸ κέρδος τῆς παρούσης ζωῆς, ὅταν εἰς τὴν μέλλουσαν ἐμπορίαν αὐτῇ μὴ χρησώμεθα; Μέχρι πότε οὐ δουλοῦσθε τὸν δουλωσάμενον ὑμᾶς μαμωνᾶν; μέχρι πότε δοῦλοι χρημάτων; μέχρι τίνος οὐκ ἐρᾶτε ἐλευθερίας, καὶ διαῤῥήγνυτε τὰς ὠνὰς τῆς φιλοχρηματίας; Ἀλλὰ ἂν μὲν ἀνθρώπων γένησθε δοῦλοι, πάντα ποιεῖτε, εἴ τις ἐλευθερίαν ὑπόσχοιτο· φιλαργυρίας δὲ ὄντες αἰχμάλωτοι, οὐδὲ ἐννοεῖτε πῶς τῆς πικρᾶς ταύτης ἀπαλλαγῆτε δουλείας. Καίτοι τὸ μὲν οὐδὲν δεινόν· τὸ δὲ τυραννὶς ἡ πικροτάτη. Ἐννοήσατε ἡλίκην τιμὴν ὑπὲρ ἡμῶν κατέθηκεν ὁ Χριστός. Τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν, ἑαυτὸν ἐξέδωκεν. Ὑμεῖς δὲ καὶ μετὰ ταῦτα πάντα ἀναπεπτώκατε, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ εὐφραίνεσθε τῇ δουλείᾳ, ἐντρυφᾶτε τῇ ἀτιμίᾳ, καὶ ἐπέραστον γέγονε τὸ φευκτόν. Ἀλλ' ἐπειδὴ οὐκ ἀποδύρεσθαι χρὴ μόνον καὶ ἐγκαλεῖν, ἀλλὰ καὶ διορθοῦν, ἴδωμεν πόθεν ἐπέραστον ἡμῖν γέγονε τουτὶ τὸ πάθος καὶ τὸ κακόν. Πόθεν οὖν. πόθεν ἐπέραστον τουτὶ γέγονεν; Ὅτι ἐν δόξῃ, φησὶ, καὶ ἀσφαλείᾳ ποιεῖ. Ποίᾳ ἀσφαλείᾳ; εἰπέ μοι. Ἐν τῷ θαῤῥεῖν ὑπὲρ τοῦ μὴ πεινῇν, μὴ ῥιγοῦν, μὴ βλάπτεσθαι, μὴ καταφρονεῖσθαι. Οὐκοῦν ἐὰν ἐπαγγειλώμεθά σοι τὴν ἀσφάλειαν ταύτην, ἀποστήσῃ τοῦ πλουτεῖν; Εἰ γὰρ διὰ τοῦτο ὁ πλοῦτος ἐπέραστος, ἂν ἐξῇ χωρὶς τούτου ἔχειν ἀσφάλειαν, τίς χρεία σοι τούτου λοιπόν; Καὶ πῶς δυνατὸν μὴ πλουτοῦντα, φησὶ, τούτων ἐπιτυχεῖν; Πῶς μὲν οὖν δυνατὸν (ἐγὼ γὰρ τοὐναντίον ἐρῶ) πλουτοῦντα; Καὶ γὰρ κολακεύειν ἀνάγκη πολλοὺς, καὶ ἄρχοντας καὶ ἀρχομένους, καὶ δεῖσθαι μυρίων, καὶ δουλεύειν ἀγεννῶς, καὶ δεδοικέναι καὶ τρέμειν, καὶ ὑποπτεύειν τοὺς τῶν βασκάνων ὀφθαλμοὺς, καὶ φοβεῖσθαι συκοφαντῶν στόματα, καὶ ἑτέρων φιλαργύρων ἐπιθυμίας. Ἀλλ' οὐχ ἡ πενία τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν. Χωρίον ἄσυλόν ἐστι καὶ ἀσφαλὲς, λιμὴν εὔδιος, παλαίστρα καὶ γυμνάσιον φιλοσοφίας, ἀγγελικοῦ βίου μίμημα. Ἀκούσατε, ὅσοι πένεσθε, τούτων, μᾶλλον δὲ καὶ ὅσοι πλουτεῖν ἐπιθυμεῖτε. Οὐ τὸ πένεσθαι δεινὸν, ἀλλὰ τὸ μὴ βούλεσθαι πένεσθαι. Μηδὲν δεινὸν νόμιζε εἶναι πενίαν, καὶ οὐκ ἔσται σοι δεινόν. Οὐδὲ γὰρ ἐν τῇ φύσει τοῦ πράγματος, ἀλλ' ἐν τῇ κρίσει τῶν μαλακοψύχων ἀνδρῶν τοῦτό ἐστι τὸ δέος. Μᾶλλον δὲ καὶ αἰσχύνομαι, εἰ τοσοῦτον ὑπὲρ πενίας ἔχοιμι λέγειν ὅτι οὐδέν ἐστι δεινόν· ἐὰν γὰρ φιλοσοφῇς, καὶ μυρίων ἀγαθῶν ἔσται σοι πηγή. Καὶ εἴ τίς σοι ἀρχὴν, καὶ πολιτικὰς δυνάμεις, καὶ πλοῦτον, καὶ τρυφὴν προετίθει, εἶτα τὴν πενίαν ἀντιτιθεὶς, αἵρεσιν ἐδίδου λαβεῖν ὅπερ ἤθελες, ταύτην ἂν εὐθέως ἥρπασας, εἴγε αὐτῆς ἔγνως τὸ κάλλος. δʹ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ γελῶσι τούτων λεγομένων· ἀλλ' ἡμεῖς οὐ θορυβούμεθα· ἀλλὰ καὶ ὑμᾶς ἀξιοῦμεν ἀνασχέσθαι, καὶ ταχέως ἡμῖν ψηφιεῖσθε. Ἐμοὶ γὰρ ἡ πενία κόρῃ τινὶ κοσμίῳ καὶ καλῇ καὶ εὐειδεῖ προσεοικέναι δοκεῖ· ἡ δὲ φιλαργυρία θηριομόρφῳ γυναικὶ, Σκύλλῃ τινὶ καὶ Ὕδρᾳ, καὶ ἑτέροις τισὶ τοιούτοις τέρασι παρὰ μυθοποιῶν πλαττομένοις. Μὴ γάρ μοι τοὺς κατηγοροῦντας τῆς πενίας ἐνέγκῃς εἰς μέσον, ἀλλὰ τοὺς δι' αὐτῆς λάμψαντας. Μετὰ ταύτης Ἠλίας τραφεὶς, ἡρπάγη τὴν μακαρίαν ἐκείνην ἁρπαγήν· μετὰ ταύτης Ἑλισσαῖος ἔλαμψε· μετὰ ταύτης Ἰωάννης, μετὰ ταύτης οἱ ἀπόστολοι πάντες· μετὰ δὲ ἐκείνης, ὁ Ἀχαὰβ, ἡ Ἰεζάβελ, ὁ Γιεζῆ, ὁ Ἰούδας, ὁ Νέρων, ὁ Καϊάφας κατεκρίθησαν. Ἀλλ' εἰ δοκεῖ, μὴ τοὺς ἐν πενίᾳ λάμψαντας μόνον ἴδωμεν, ἀλλὰ καὶ αὐτὸ τῆς κόρης ταύτης τὸ κάλλος ἐπισκεψώμεθα. Καὶ γὰρ ὁ ὀφθαλμός ἐστιν αὐτῇ καθαρὸς καὶ διειδὴς, οὐδὲν ἔχων θολερὸν, καθάπερ ὁ τῆς φιλαργυρίας νῦν μὲν θυμοῦ γέμων, νῦν δὲ ἡδονῆς ἐμπεπλησμένος, νῦν δὲ ἀπὸ ἀκρασίας τεταραγμένος. Ἀλλ' οὐχ ὁ τῆς πενίας τοιοῦτος, ἀλλ' ἥμερος, γαληνὸς, ἡδὺ πρὸς πάντας βλέπων, μειλίχιος προσηνὴς, οὐδένα μισῶν, οὐδένα ἀποστρεφόμενος. Ὅπου γὰρ χρήματα, ἐκεῖ ἔχθρας ὑπόθεσις καὶ μυρίων πολέμων. Στόμα πάλιν ἐκείνῃ μὲν ὕβρεων γέμει, τύφου τινὸς, ἀλαζονείας πολλῆς, ἀρᾶς, δόλου· ταύτῃ δὲ καὶ στόμα καὶ γλῶσσα ὑγιὴς, εὐχαριστίας γέμουσα διηνεκοῦς, εὐλογίας, προσηνῶν ῥημάτων, φιλοστόργων, θεραπευτικῶν, ἐπαίνων, ἐγκωμίων. Εἰ δὲ καὶ τὴν ἀναλογίαν ἐθέλοις αὐτῆς ἰδεῖν τῶν μελῶν, εὐμήκης τέ ἐστι καὶ ὑψηλοτέρα πολὺ τῆς εὐπορίας. Εἰ δὲ φεύγουσιν αὐτὴν πολλοὶ, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τὴν ἄλλην ἀρετὴν οἱ ἀνόητοι. Ἀλλ' ὑβρίζεται, φησὶν, ὁ πένης παρὰ τοῦ πλουτοῦντος. Πάλιν μοι τῆς πενίας τὸ ἐγκώμιον λέγεις. Τίς γὰρ, εἰπέ μοι, μακάριος; ὁ ὑβρίζων, ἢ ὁ ὑβριζόμενος; ∆ῆλον ὡς ὁ ὑβριζόμενος. Οὐκοῦν ἐκείνη μὲν ὑβρίζειν κελεύει ἡ φιλαργυρία· αὕτη δὲ φέρειν παραινεῖ ἡ πενία. Ἀλλὰ πεινᾷ ὁ πένης, φησί. Καὶ Παῦλος ἐπείνα, καὶ ἐν λιμῷ ἦν. Ἀλλ' οὐκ ἔχει ἀνάπαυσιν. Οὐδὲ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶδες οἷ προέβη τῆς πενίας τὰ ἐγκώμια, καὶ ποῦ σε ἵστησι, πρὸς ποίους ἄνδρας ἀνάγει, καὶ πῶς τοῦ ∆εσπότου ποιεῖ μιμητήν; Εἰ καλὸν τὸ χρυσίον ἔχειν ἦν, τοῦτο ἂν ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς, ὁ τὰ ἀπόῤῥητα ἐκεῖνα δοὺς ἀγαθά. Νυνὶ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ἔχειν ἀπηγόρευσε. ∆ιὸ καὶ ὁ Πέτρος οὐ μόνον καταδύεται πενίᾳ, ἀλλὰ καὶ σεμνύνεται λέγων· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, φησί. Τίς οὐκ ἂν ἠθέλησεν ὑμῶν ῥῆξαι ταύτην τὴν φωνήν; Καὶ σφόδρα μὲν οὖν ἅπαντες, ἴσως εἴποι τις ἄν. Οὐκοῦν ῥῖψον τὸ ἀργύριον, ῥῖψον τὸ χρυσίον. Καὶ ἐὰν ῥίψω, φησὶ, λήψομαι τὴν δύναμιν Πέτρου; Τί γὰρ Πέτρον μακάριον ἐποίησεν, εἰπέ μοι; ἆρα τὸ χωλὸν ἐγεῖραι; Οὐδαμῶς· ἀλλὰ τὸ μὴ ταῦτα ἔχειν, τοῦτο αὐτῷ τὸν οὐρανὸν προεξένησε. Τῶν μὲν γὰρ ταῦτα ἐργασαμένων πολλοὶ εἰς γέενναν ἐνέπεσον· οἱ δὲ ἐκεῖνα ποιήσαντες βασιλείας ἐπέτυχον. Καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ Πέτρου μάνθανε. ∆ύο γὰρ ἦν ἃ εἴρηκεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· καὶ, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Ποῖον οὖν αὐτὸν ἐποίησε λαμπρὸν καὶ μακάριον; τὸ ἐγεῖραι τὸν χωλὸν, ἢ τὸ ῥῖψαι τὰ χρήματα; Καὶ ταῦτα παρ' αὐτοῦ τοῦ ἀγωνοθέτου παιδεύου. Τί οὖν αὐτός φησι τῷ πλουσίῳ ζητοῦντι τὴν αἰώνιον ζωήν; Οὐκ εἶπεν, Ἔγειρον χωλούς· ἀλλὰ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Καὶ ὁ Πέτρος δὲ πάλιν οὐκ εἶπεν, Ἰδοὺ ἐν τῷ ὀνόματί σου ἐκβάλλομεν δαίμονας· καίτοι ἦν ἐκβάλλων· ἀλλ', Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἔσται ἡμῖν; Καὶ ὁ Χριστὸς πάλιν πρὸς τοῦτον ἀποκρινόμενος, οὐκ εἶπεν, Ἐάν τις χωλὸν ἐγείρῃ· ἀλλ', Ὅστις ἀφῆκεν οἰκίας καὶ ἀγροὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἡμεῖς οὖν τοῦτον ζηλώσωμεν, ἵνα μὴ καταισχυνθῶμεν, ἀλλὰ ἵνα μετὰ παῤῥησίας παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα αὐτὸν ἐπισπασώμεθα εἶναι μεθ' ἡμῶν, ὡς καὶ μετὰ τῶν μαθητῶν ἦν. Ἔσται γὰρ καὶ μεθ' ἡμῶν, καθάπερ καὶ μετ' ἐκείνων ἦν, ἐὰν θέλωμεν ἐκείνους μιμήσασθαι, καὶ ζηλωταὶ γενέσθαι τοῦ βίου καὶ τῆς πολιτείας αὐτῶν. Ἀπὸ τούτων γὰρ καὶ ὁ Θεὸς στεφανοῖ καὶ ἀνακηρύττει, οὐκ ἀπαιτῶν σε νεκρὸν ἐγεῖραι, οὐδὲ χωλὸν διορθῶσαι. Οὐ γὰρ ταῦτα ποιεῖ κατὰ Πέτρον γενέσθαι, ἀλλὰ τὸ ῥῖψαι τὰ ὄντα· τοῦτο γὰρ τοῦ ἀποστόλου τὸ κατόρθωμα. Ἀλλ' οὐ δύνασαι ῥῖψαι; Μάλιστα μὲν δυνατόν· πλὴν οὐκ ἀναγκάζω, εἰ μὴ βούλει, οὐδὲ βιάζομαι· ἀλλ' ἐκεῖνο παρακαλῶ, κἂν κατὰ μέρος ἀναλίσκειν τοῖς δεομένοις, καὶ μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα ἀπράγμονα βιωσόμεθα βίον καὶ ἀσφα λῆ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.