VII Οικουμενική Σύνοδος (787)

7 ΟΣ - πραξισ 7

Этот текст доступен на других языках:

Πρᾶξις σὺν θεῷ ἑβδόμη Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν βασιλείας τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν δεσποτῶν Κωνσταντίνου καὶ Εἰρήνης τῆς θεοστέπτου αὐτοῦ μητρὸς ἔτους ὀγδόου τῆς αὐτῶν ὑπατείας, πρό τριῶν Εἰδῶν Ὀκτωβρίων ἰνδικτιῶνος ἑνδεκάτης συνελθούσης τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θείαν χάριν καὶ εὐσεβὲς θέσπισμα τῶν αὐτῶν θεοκυρώτων βασιλέων συναθροισθείσης ἐν τῇ Νικαέων λαμ-πρᾷ μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας τουτέστι Πέτρου τοῦ εὐλαβεστάτου πρωτοπρεσβυτέρου τῆς κατὰ Ῥώμην ἁγιωτά-της ἐκκλησίας τοῦ ἁγίου ἀποστόλου Πέτρου καὶ Πέτρου τοῦ εὐλαβεστάτου πρεσβυτέρου μοναχοῦ καὶ ἡγουμένου τῆς κατὰ Ῥώμην εὐαγοῦς μονῆς τοῦ ἁγίου Σάβα ἐπεχόντων τὸν τόπον τῆς ἀποστολικῆς καθέδρας τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Ἁδριανοῦ καὶ Ταρασίου τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ Ἰωάννου καὶ Θωμᾶ τῶν εὐλαβεστάτων πρεσβυτέρων μοναχῶν καὶ τοποτηρη-τῶν τῶν ἀποστολικῶν θρόνων τῆς ἀνατολικῆς διοικήσεως

1. Ἀγαπίου ἐπισκόπου Καισαρείας 2. Ἰωάννου ἐπισκόπου Ἐφέσου 3. Κωνσταντίνου ἐπισκόπου Κωνσταντείας τῆς Κύπρου 4. Λέοντος ἐπισκόπου Ἡρακλείας τῆς Θράκης 5. Βασιλείου ἐπισκόπου Ἀγκύρας τῆς Γαλατίας 6. Νικολάου ἐπισκόπου Κυζίκου 7. Εὐθυμίου ἐπισκόπου Σάρδεων 8. Πέτρου ἐπισκόπου Νικομηδείας 9. Ἠλία ἐπισκόπου τῆς Κρητῶν νήσου IO. Ὑπατίου ἐπισκόπου Νικαίας τῆς Βιθυνῶν ἐπαρχίας II. Θεοφίλου ἐπισκόπου Θεσσαλονίκης 12. Σταυρακίου ἐπισκόπου Χαλκηδόνος 13. Λέοντος πρεσβυτέρου καὶ τοποτηρητοῦ τῆς μητροπόλεως Σίδης 14. Ἐπιφανίου διακόνου καὶ τοποτηρητοῦ Σαρδανίας 15. Νικηφόρου ἐπισκόπου τοῦ Δυρραχίου 16. Νικολάου πρεσβυτέρου ἡγουμένου καὶ τοποτηρητοῦ Τυάνων Δανιήλ ἐπισκόπου Ἀμασείας 17. 18. Γρηγορίου πρεσβυτέρου καὶ τοποτηρητοῦ Μωκισσοῦ 19. Κωνσταντίνου ἐπισκόπου Γαγγρῶν 20. Νικήτα ἐπισκόπου Κλαυδιουπόλεως 21. Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας 22. Γρηγορίου ἐπισκόπου Πισινούντων 23. Θεοδώρου ἐπισκόπου Μύρων τῆς Λυκίας 24. Εὐσταθίου ἐπισκόπου Λαοδικείας τῆς Φρυγῶν ἐπαρχίας 25. Μιχαὴλ ἐπισκόπου Συνάδων 26. Γεωργίου ἐπισκόπου Ἀντιοχείας τῆς Πισιδίας 27. Θεοφυλάκτου διακόνου καὶ τοποτηρητοῦ Καρίας 28. Λέοντος ἐπισκόπου τοῦ Ἰκονίου 29. Ἀναστασίου ἐπισκόπου Νικοπόλεως Παλαιᾶς Ἠπείρου 30. Κωνσταντίνου ἐπισκόπου Πέργης 31. Γρηγορίου πρεσβυτέρου καὶ τοποτηρητοῦ Τραιανουπόλεως 32. Λέοντος ἐπισκόπου Ῥόδου 33. Χριστοφόρου ἐπισκόπου 〈τοῦ> Φάσιδος 34. Μανουὴλ ἐπισκόπου Ἀδριανουπόλεως τῆς Θράκης 35. Νικολάου ἐπισκόπου Ἱεραπόλεως τῆς Φρυγῶν ἐπαρχίας 36. Βασιλείου ἐπισκόπου τοῦ Συλαίου 37. Θεοφυλάκτου ἐπισκόπου Ἐυχαΐτων 38. Κυρίλλου μοναχοῦ καὶ ἐκ προσώπου Γοτθίας 39. Θεοδώρου ἐπισκόπου Σελευκείας 40. Στεφάνου ἐπισκόπου Σουγδάων 41. Ἀντωνίου μοναχοῦ καὶ τοποτηρητοῦ Σμύρνης 42. Κωνσταντίνου ἐπισκόπου τοῦ Ῥηγίου 43. Ἰωάννου μοναχοῦ καὶ ἐκ προσώπου Πατρῶν 44. Θεοδώρου ἐπισκόπου Κατάνης 45. Ἰωάννου ἐπισκόπου Ταυρομενίου 46. Γαυδιώσου ἐπισκόπου Μεσήνης 47. Θεοδώρου ἐπισκόπου Πανόρμου 48. Στεφάνου ἐπισκόπου Βιβόνων 49. Κωνσταντίνου ἐπισκόπου Λεοντίνης 50. Ἰωάννου ἐπισκόπου Τρεοκάλεως 51. Θεοδώρου ἐπισκόπου Ταυριανῆς 52. Χριστοφόρου ἐπισκόπου τῆς ἁγίας Κυριακῆς 53. Βασιλείου ἐπισκόπου τῆς Λιπαριτῶν νήσου 54. Θεοτίμου ἐπισκόπου Κροτώνων 55. Κωνσταντίνου ἐπισκόπου Καρίνης 56. Θεοφάνους ἐπισκόπου τοῦ Λιλυβαίου 57. Θεοδώρου ἐπισκόπου Τροπαίων 58. Σεργίου ἐπισκόπου Νικοτέρων 59. Θεοδώρου ἐπισκόπου Βιζύης 60. Μαυριανοῦ ἐπισκόπου Πομπηϊουπόλεως 61. Ἰωάννου ἐπισκόπου τῆς ἁγίας Σαλονηντίας 62. Εὐστρατίου ἐπισκόπου Ἀπαμείας τῆς Βιθυνῶν ἐπαρχίας 63. Πέτρου ἐπισκόπου τῶν Γερμίων 64. Ἰωάννου ἐπισκόπου Ἀρκαδιουπόλεως 65. Κωνσταντίνου πρεσβυτέρου καὶ τοποτηρητοῦ Σεβαστουπόλεως 66. Γρηγορίου πρεσβυτέρου καὶ ἐκ προσώπου Νικοπόλεως Ἀρμενίας δευτέρας 67. Σισινίου ἐπισκόπου τοῦ Παρίου 68. Ἐπιφανίου ἐπισκόπου Μιλήτου 69. Νικήτα ἐπισκόπου Προικονήσου 70. Ἰωάννου πρεσβυτέρου καὶ τοποτηρητοῦ Κολωνείας 71. Οὔρσου ἐπισκόπου τῆς Ἀβαριτιανῶν ἐκκλησίας 72. Εὐστρατίου ἐπισκόπου Μεθύμνης 73. Λέοντος ἐπισκόπου τῆς Κίου 74. Ἰωάννου ἐπισκόπου Ἄπρου 75. Θεοφυλάκτου ἐπισκόπου Κυψέλλων 76. Λαυρεντίου ἐπισκόπου τῆς Ἀψετιανῶν ἐκκλησίας 77. Λέοντος ἐπισκόπου Καρπάθου 78. Εὐσταθίου ἐπισκόπου Κοτράδων 79. Κυριακοῦ ἐπισκόπου Δριζιπάρων 80. Λέοντος ἐπισκόπου Μεσημβρίας 81. Γρηγορίου ἐπισκόπου Δέρκων 82. Θεοδώρου ἐπισκόπου Ἡρακλείας 83. Θεοδοσίου ἐπισκόπου τοῦ Ἀμορίου 84. Ἰωάννου ἐπισκόπου Νύσσης 85. Γεωργίου ἐπισκόπου τῶν Βασιλικῶν Θερμῶν 86. Γεωργίου ἐπισκόπου Καμουλιανῶν 87. Σωτηρίχου ἐπισκόπου Κισκισῶν 88. Θεοφυλάκτου ἐπισκόπου Ὑπέπων 89. Δαμιανοῦ ἐπισκόπου Μιτυλήνης 90. Θεοφυλάκτου ἐπισκόπου Τράλλης 91. Κωνσταντίνου ἐπισκόπου Μασταύρων 92. Ἰγνατίου ἐπισκόπου Πρίνης 93. Γεωργίου ἐπισκόπου Βριούλων 94. Κωνσταντίνου πρεσβυτέρου καὶ τοποτηρητοῦ Ἀγάης 95. Θεοδοσίου ἐπισκόπου Νύσσης 96. Βασιλείου ἐπισκόπου Μαγνησίας †Ἠπίλου 97. Βασιλείου ἐπισκόπου 〈Μαγνησίας> τῆς Μαιάνδρου 98. Σάβα ἐπισκόπου Ἀνέων 99. Νικηφόρου πρεσβυτέρου καὶ ἐκ προσώπου Γαργάρων 100. Γρηγορίου ἐπισκόπου Παλαιᾶς Πόλεως ΙΟΙ. Θεοφάνους ἐπισκόπου Καλόης 102. Λέοντος ἐπισκόπου Ἀλγίζων 103. Νικοδήμου ἐπισκόπου Εὐγάζων 104. Λυκάστου ἐπισκόπου Βαρέτων 105. Θεογνίου πρεσβυτέρου καὶ ἐκ προσώπου Σιών 106. Θεοφάνους ἐπισκόπου Λεβέδου 107. Στρατονίκου ἐπισκόπου Κύμης 108. Εὐσταθίου ἐπισκόπου Ἐρυθρῶν 109. Θεοφίλου ἐπισκόπου Τύμνων 110. Κοσμᾶ ἐπισκόπου Μυρίνης ΙΙΙ. Ὀλβιανοῦ ἐπισκόπου Ἐλαίας 112. Πάρδου ἐπισκόπου Πιττάνης 113. Βασιλείου ἐπισκόπου Περγάμου 114. Βασιλείου ἐπισκόπου Ἀτραμυτίου 115. Μαριανοῦ ἐπισκόπου Ἀτάνδρου 116. Ἰωάννου ἐπισκόπου Ἀσσοῦ 117. Λέοντος ἐπισκόπου Φωκείας 118. Ἰωάννου ἐπισκόπου Ῥαιδεστοῦ 119. Ἰωάννου ἐπισκόπου Πανίου Θράκης 120. Μελχισεδέκ ἐπισκόπου Καλλιουπόλεως 121. Θεοφυλάκτου ἐπισκόπου Χαριουπόλεως 122. Λεωνίδου ἐπισκόπου Μαδύτου ἤτοι Κοίλων 123. Σισινίου ἐπισκόπου Τζουρουλοῦ 124. Θωμᾶ ἐπισκόπου τοῦ Δαονίου 125. Γρηγορίου ἐπισκόπου Θεοδωρουπόλεως 126. Σισινίου ἐπισκόπου Χαλκίδος 127. Βενιαμὶν ἐπισκόπου Λιζίκων 128. Ἰωάννου ἐπισκόπου τῆς Βρύσεως 129. Σπυρίδωνος ἐπισκόπου Παλαιᾶς ἤτοι Κύθρων 130. Εὐσταθίου ἐπισκόπου Σόλων 131. Θεοδώρου ἐπισκόπου Κιτίου 132. Γεωργίου ἐπισκόπου Τριμιθούντων 133. Ἀλεξάνδρου ἐπισκόπου Ἀμαθούντων 134. Κωνσταντίνου ἐπισκόπου Ἰουλιουπόλεως 135. Συνεσίου ἐπισκόπου Κίνης 136. Θεοφίλου ἐπισκόπου Ἀναστασιουπόλεως 137. Λέοντος ἐπισκόπου Μίνζου 138. Πέτρου ἐπισκόπου Ἀσπόνης 139. Ἀνθίμου ἐπισκόπου Βερινουπόλεως 140. Μιχαήλ ἐπισκόπου Μελιτουπόλεως 141. Σισινίου ἐπισκόπου Ἀδρανείας 142. Θεοδώρου ἐπισκόπου Γέρμης 143. Βασιλείου ἐπισκόπου Ἀδριανουθηρῶν 144. Λέοντος ἐπισκόπου Ποιμανινῶν 145. Συμεὼν ἐπισκόπου Ὤκης 146. Στρατηγίου ἐπισκόπου Δαρδάνου 147. Ἰωάννου ἐπισκόπου Λαμψάκου 148. Θεοδότου ἐπισκόπου Παλαιῶν 149. Λέοντος ἐπισκόπου Τρωάδος 150. Θεοδώρου ἐπισκόπου τῆς Ἀβύδου 151. Νικήτα ἐπισκόπου τοῦ Ἰλίου 152. Ἀναστασίου ἐπισκόπου Τριπόλεως 153. Λέοντος ἐπισκόπου Τρακούλων 154. Στεφάνου ἐπισκόπου Σάλων 155. Ἰωάννου ἐπισκόπου Ταβάλων 156. Ἰσώου πρεσβυτέρου καὶ τοποτηρητοῦ Θυατείρων 157. Στεφάνου ἐπισκόπου Σιλάνδου 158. Νικολάου ἐπισκόπου τοῦ Περικόμματος 159. Ἰωάννου ἐπισκόπου Σετῶν 160. Κωνσταντίνου ἐπισκόπου Ἀκρασοῦ 161. Θεοφάνους ἐπισκόπου Μαιονίας 162. Μιχαὴλ ἐπισκόπου Στρατονικείας 163. Γρηγορίου ἐπισκόπου Γόρδου 164. Ἰωάννου ἐπισκόπου Δάλδης 165. Εὐσταθίου ἐπισκόπου Ὑρκανῆς 166. Ἰωσὴφ ἐπισκόπου Ἀτταλείας 167. Θεοπίστου ἐπισκόπου Ἑρμοκαπηλίας 168. Ζαχαρίου ἐπισκόπου Ἱεροκαισαρείας 169. Μιχαὴλ ἐπισκόπου Κερασέων 170. Δαβίδ ἐπισκόπου Ἑλενουπόλεως 171. Κυρίωνος ἐπισκόπου τοῦ Λόφου 172. Βασιλείου πρεσβυτέρου καὶ τοποτηρητοῦ τοῦ Δασκυλίου 173. Θεοφυλάκτου ἐπισκόπου Ἀπολλωνιάδος 174. Κωνσταντίνου ἐπισκόπου Καισαρείας τῆς Βιθυνίας 175. Γεωργίου ἐπισκόπου Βασιλινουπόλεως 176. Λέοντος ἐπισκόπου Νεοκαισαρείας ἤτοι Ἀρίστης 177. Νικηφόρου ἐπισκόπου Ἀδρανοῦς 178. Θεοδώρου ἐπισκόπου Προύσης 179. Ἐπιφανίου ἐπισκόπου Λάμπης 180. Θεοδώρου ἐπισκόπου Ἡρακλειουπόλεως 181. Ἀναστασίου ἐπισκόπου Κνωσσοῦ 182. Μελίτωνος ἐπισκόπου Κυδωνίας 183. Λέοντος ἐπισκόπου Κισάμου 184. Θεοδώρου ἐπισκόπου Σουβρίτων 185. Λέοντος ἐπισκόπου Φοίνικος 186. Ἰωάννου ἐπισκόπου Ἀρκαδίας 187. Ἐπιφανίου ἐπισκόπου Ἐλευθερίας 188. Φωτεινοῦ ἐπισκόπου Καντάνου 189. Σισινίου ἐπισκόπου Χερσονήσου 190. Γρηγορίου πρεσβυτέρου καὶ τοποτηρητοῦ Κεφαληνίας 191. Φιλίππου ἐπισκόπου Κερκύρων 192. Ἀντωνίου ἐπισκόπου Τροιζήνης 193. Πέτρου ἐπισκόπου Μονοβασίας 194. Γαβριὴλ ἐπισκόπου Αἰγίνης 195. Λέοντος ἐπισκόπου Πορθμοῦ 196. Φιλητοῦ ἐπισκόπου Ὠρεοῦ 197. Λέοντος ἐπισκόπου Ζακύνθου 198. Λέοντος ἐπισκόπου Λινόης 199. Νικήτα ἐπισκόπου Μέλης 200. Νεοφύτου ἐπισκόπου Γορδοσέρβων 201. Ἰωάννου ἐπισκόπου Ἐτένων 202. Λέοντος ἐπισκόπου Ἀσπένδου 203. Κωνσταντίνου ἐπισκόπου Ζήλων 204. Γρηγορίου ἐπισκόπου Σινώπης 205. Μαρίνου διακόνου καὶ τοποτηρητοῦ Ἀνδράπων 206. Κωνσταντίνου ἐπισκόπου Ζαλίχου 207. Γρηγορίου ἐπισκόπου Ἀμάστριδος 208. Ἡρακλείου ἐπισκόπου Ἰουνουπόλεως 209. Νικήτα ἐπισκόπου Δαδύβρων 210. Θεοφάνους ἐπισκόπου Σωρῶν 211. Ἰωάννου ἐπισκόπου Ἡρακλείας Πόντου 212. Θεοφίλου ἐπισκόπου Προυσιάδος 213. Κωνσταντίνου ἐπισκόπου Κρατείας 214. Νικήτα ἐπισκόπου Ἀδριανουπόλεως 215. Νικήτα ἐπισκόπου τοῦ Ῥυζέου 216. Κωνσταντίνου ἐπισκόπου τοῦ Πολεμωνίου 217. Θεοδώρου ἐπισκόπου Κομάνων 218. Ἰωάννου ἐπισκόπου Κερασοῦντος 219. Νικηφόρου ἐπισκόπου Κλανέου 220. Λέοντος ἐπισκόπου Τρωκνάδων 221. Ἰωάννου διακόνου καὶ ἐκ προσώπου Φασήλιδος 222. Θεοδώρου ἐπισκόπου Πιννάρων 223. Στεφάνου ἐπισκόπου Κάμνου 224. Ἀναστασίου ἐπισκόπου Πατάρων 225. Γεωργίου ἐπισκόπου Νίσσα 226. Κωνσταντίνου ἐπισκόπου Κανδίβων 227. Λέοντος ἐπισκόπου Κορυδάλων 228. Νικοδήμου ἐπισκόπου Σιδύμων 229. Λέοντος ἐπισκόπου Λιμύρων 230. Κωνσταντίνου ἐπισκόπου Τλῶν 231. Πέτρου διακόνου καὶ ἐκ προσώπου Ὀρυκάνδων 232. Στεφάνου ἐπισκόπου Ἀράξου 233. Γεωργίου ἐπισκόπου Ὑνιάνδου 234. Κωνσταντίνου ἐπισκόπου Κόμβων 235. Σταυρακίου ἐπισκόπου Ζηνοπόλεως 236. Γρηγορίου ἐπισκόπου Κιβύρης 237. Βασιλείου ἐπισκόπου Ταβῶν 238. Δωροθέου ἐπισκόπου Νεαπόλεως 239. Κωνσταντίνου ἐπισκόπου Ἀλαβάνδων 240. Δαβὶδ ἐπισκόπου Ἰασσοῦ 241. Γρηγορίου ἐπισκόπου Μυλάσσων 242. Σεργίου ἐπισκόπου Βαργυλίων 243. Γρηγορίου ἐπισκόπου Ἡρακλείας τοῦ Λάτμου 244. Ἰωάννου ἐπισκόπου Μύνδου 245. Σταυρακίου ἐπισκόπου Σταδίας 246. Γρηγορίου ἐπισκόπου Στρατονικείας 247. Νικήτα διακόνου καὶ ἐκ προσώπου Ἀλικαρνασοῦ 248. Μιχαὴλ ἐπισκόπου Χαιρετόπων 249. Παντολέοντος ἐπισκόπου Οὐαλεντίας 250. Γεωργίου ἐπισκόπου Πελτῶν 251. Χριστοφόρου ἐπισκόπου Ἀτανασοῦ 252. Λέοντος ἐπισκόπου Εὐμενείας 253. Παύλου ἐπισκόπου Ἀκμωνείας 254. Γρηγορίου ἐπισκόπου Τιμενουθηρῶν 255. Φιλίππου ἐπισκόπου Τρανουπόλεως 256. Λέοντος ἐπισκόπου Ἀλέων 257. Νικηφόρου ἐπισκόπου Λούνδων 258. Γεωργίου ἐπισκόπου Ἀππίας 259. Ἰωάννου ἐπισκόπου Σιβλίας 260. Ζαχαρίου ἐπισκόπου Τραπεζουπόλεως 261. Λέοντος ἐπισκόπου Σεβαστῆς 262. Ἀνδρέου ἐπισκόπου Κιδισωσοῦ 263. Δοσιθέου ἐπισκόπου Χωνῶν ἤτοι Κολασσαέων 264. Κωνσταντίνου ἐπισκόπου τοῦ Κοτυαείου 265. Νικήτα ἐπισκόπου Νακωλείας 266. Λέοντος ἐπισκόπου τοῦ Δοκιμίου 267. Θεοφυλάκτου πρεσβυτέρου καὶ ἐκ προσώπου Ἴψου 268. Κωνσταντίνου ἐπισκόπου Εὐκαρπίας 269. Μιχαήλ ἐπισκόπου Ἱεραπόλεως 270. Ἰωάννου πρεσβυτέρου καὶ ἐκ προσώπου τοῦ θρόνου Ἐκτορίου 271. Νικολάου ἐπισκόπου Φυτείας 272. Θεοφυλάκτου ἐπισκόπου Κινναβάρεως 273. Δαμιανοῦ ἐπισκόπου Μηροῦ 274. Χριστοφόρου ἐπισκόπου Προμισοῦ 275. Νικήτα ἐπισκόπου Αὐγουστοπόλεως 276. Κωνσταντίνου ἐπισκόπου Ἀμβλάδων 277. Στεφάνου πρεσβυτέρου καὶ ἐκ προσώπου Ὄτρου 278. Γεωργίου ἐπισκόπου τοῦ Μηδαΐου 279. Γρηγορίου πρεσβυτέρου καὶ ἐκ προσώπου Πολυβώτου 280. Σισινίου ἐπισκόπου τοῦ Φιλομηλίου 281. Μιχαὴλ ἐπισκόπου Πάππων 282. Σισινίου ἐπισκόπου Ἀπαμείας τῆς Κιβωτοῦ 283. Κωνσταντίνου ἐπισκόπου Κονάνης 284. Νικηφόρου ἐπισκόπου Ἀδάδων 285. Πέτρου ἐπισκόπου Τοτιασοῦ 286. Θεοδοσίου ἐπισκόπου Ἀγαλασσοῦ 287. Λέοντος ἐπισκόπου Βάρης 288. Πέτρου ἐπισκόπου Σελευκείας Πισιδίας 289. Νικηφόρου ἐπισκόπου Φόγλων 290. Μαριανοῦ ἐπισκόπου Μαγύδων 291. Λέοντος ἐπισκόπου Ἀνδίδων 292. Στεφάνου ἐπισκόπου Παρνασοῦ 293. Βαρδάνου ἐπισκόπου Δοάρων 294. Εὐστρατίου ἐπισκόπου Δεβελτοῦ 295. Εὐφημίου ἐπισκόπου Σωζοπόλεως 296. Θεοδώρου ἐπισκόπου Βουλγαροφύγου 297. Γεωργίου ἐπισκόπου Πλουτινουπόλεως 298. Βασιλείου ἐπισκόπου Περβέρεως 299. Μιχαὴλ ἐπισκόπου Παμφίλου 300. Ῥουβὶμ ἐπισκόπου τοῦ Σκοπέλου 301. Σισινίου ἐπισκόπου Γαριέλων 302. Καλλίστου ἐπισκόπου Εὐδοκιάδος 303. Κωνσταντίνου ἐπισκόπου Λαγίνων 304. Ἰωάννου ἐπισκόπου Κουδρούλων 305. Θεοδώρου ἐπισκόπου Κρημνῶν 306. Κωνσταντίνου ἐπισκόπου Ἀδριανῆς 307. Θεοφίλου ἐπισκόπου τῆς Χίου 308. Γαλατίου ἐπισκόπου τῆς Μήλου 309. Σεργίου ἐπισκόπου τῆς Λέρου 310. Μάνζωνος ἐπισκόπου Διοκαισαρείας <ἤτοι> Πρακάνων 311. Εὐσταθίου ἐπισκόπου Κελενδέρεως 312. Ζαχαρίου ἐπισκόπου Καρδαβούνδων 313. Σισινίου ἐπισκόπου Μουσβάδων 314. Εὐσταθίου ἐπισκόπου Λάμου 315. Θεοδώρου ἐπισκόπου Γερμανικοπόλεως 316. Σισινίου ἐπισκόπου Συκῆς 317. Κωνσταντίνου ἐπισκόπου Δαλισανδοῦ 318. Λέοντος ἐπισκόπου Σιβύλων 319. Στεφάνου ἐπισκόπου Φιλαδελφείας 320. Εὐδοξίου πρεσβυτέρου καὶ ἐκ προσώπου Μετελλουπόλεως 321. Θεοδώρου ἐπισκόπου Κάδων 322. Θεοφυλάκτου ἐπισκόπου Μοσύνων 323. Βασιλείου ἐπισκόπου Διονυσουπόλεως 324. Στεφάνου ἐπισκόπου Συνάου 325. Κωνσταντίνου ἐπισκόπου τῆς Ἄνδρου 326. Εὐσταθίου ἐπισκόπου τῆς Τήνου 327. Ἰωάννου ἐπισκόπου Δεκατέρων 328. Ἰωάννου ἐπισκόπου Νικαίας τῆς Θράκης 329. Θεοφάνους ἐπισκόπου Λεβέδου 330. Ἰωάννου ἐπισκόπου Λιθοπροσώπου 331. Νικηφόρου ἐπισκόπου Ἀρκαδιουπόλεως 332. Θεοδώρου ἐπισκόπου Ἡρακλειουπόλεως ἤτοι Πιδαχθόης 333. Κωνσταντίνου ἐπισκόπου Μέτρων 334. Λυκάστου ἐπισκόπου Φιλαδελφείας 335. Μιχαὴλ ἐπισκόπου Τράλλων 336. Ἰωάννου ἐπισκόπου Λήμνου 337. Λέοντος ἐπισκόπου Ἀμισοῦ 338. Μιχαὴλ ἐπισκόπου τῆς Τίου 339. Ἐπιφανίου ἐπισκόπου Πέρτων 340. Ἰωάννου ἐπισκόπου Τυμβριάδων 341. Στεφάνου ἐπισκόπου Ὀρύμνων 342. Ἡρακλείου ἐπισκόπου τῆς Σάμου 343. Ἰωάννου ἐπισκόπου Πραινέτου

καθεσθέντων τε πρὸ τοῦ ἱερωτάτου ἄμβωνος τοῦ ναοῦ τῆς ἁγιωτάτης μεγάλης ἐκ-κλησίας τῆς ἐπωνύμου Σοφίας συμπαρόντων τε καὶ ἀκροωμένων τῶν ἐνδοξοτάτων καὶ μεγαλοπρεπεστάτων ἀρ-χόντων τουτέστι Πετρωνᾶ τοῦ πανευφήμου ἀπὸ ὑπάτων πατρικίου καὶ κόμητος τοῦ θεοφυλάκτου βασιλικοῦ ὀψικίου καὶ Ἰωάννου βασιλικοῦ ὀστιαρίου καὶ λογο-θέτου τοῦ στρατιωτικοῦ 〈λογοθεσίου καὶ πάσης τῆς ἁγίας συνόδου κατὰ τάξιν τὴν προταχθεῖσαν ἐν τῇ πρώτῃ πράξει > καὶ εὐλαβεστάτων ἀρχιμανδριτῶν ἡγουμένων τε καὶ μοναχῶν [κατὰ τάξιν τὴν προ-ταχθεῖσαν ἐν τῇ πρώτῃ πράξει] προκειμένων καὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ θεοῦ εὐαγγελίων Θεόδωρος ὁ ὁσιώτατος ἐπίσκοπος Ταυριανῆς τῆς Σικελῶν νήσου λαβὼν ἐπὶ χεῖρας τὸν ἐκτεθέντα ὅρον ἀνέγνω·

Ὅρος τῆς ἁγίας μεγάλης καὶ οἰκουμενικῆς ἐν Νικαίᾳ συνόδου τὸ δεύτερον

Ἡ ἁγία μεγάλη καὶ οἰκουμενική σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβῶν καὶ φιλοχρίστων ἡμῶν βασιλέων Κωνσταντίνου καὶ Εἰρήνης τῆς αὐτοῦ μητρός συναθροισθεῖσα τὸ δεύτερον ἐν τῇ Νικαέων λαμπρᾷ μητροπόλει τῆς Βιθυ-νῶν ἐπαρχίας ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τῇ ἐπονομαζομένῃ Σοφίᾳ ἀκολουθήσα-σα τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὥρισε τὰ ὑποτεταγμένα

Ὁ τὸ φῶς τῆς αὐτοῦ ἐπιγνώσεως ἡμῖν χαρισάμενος καὶ τοῦ σκότους τῆς εἰδωλικῆς μανίας ἡμᾶς λυτρωσάμενος Χριστὸς ὁ θεὸς ἡμῶν, νυμφευσάμενος τὴν ἁγίαν αὐτοῦ καθολικὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ταύτην ἐπηγγείλατο διαφυλάτ-τεσθαι τοῖς τε ἁγίοις αὐτοῦ μαθηταῖς διεβεβαιοῦτο λέγων· μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ταύτην δὲ τὴν ἐπαγγελίαν οὐ μόνον αὐτοῖς ἐχαρίσατο, ἀλλὰ καὶ ἡμῖν τοῖς δι αὐτῶν πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ.

Τῆς οὖν δωρεᾶς ταύτης ἀλογήσαντές τινες ὡς ὑπὸ τοῦ ἀπατεῶνος ἐχθροῦ ἀναπτε-ρούμενοι ἐξέστησαν τοῦ ὀρθοῦ λόγου, καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ἀντιταξάμενοι πρὸς τὴν σύνεσιν τῆς ἀληθείας διήμαρτον καί, ὥς φησιν ὁ παροιμιακὸς λόγος, τοὺς ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηνται καὶ συνῆξαν χερσὶν ἀκαρπίαν, ὅτι τῶν ἱερῶν ἀναθημάτων τὴν θεοπρεπῆ εὐκοσμίαν διαβάλλειν τετολμήκασιν, ἱερεῖς μὲν λεγόμενοι, μὴ ὄντες δέ. περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου βοᾷ· ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου. ἀνιέρως γὰρ ἐπακολουθήσαν-τες ἀνδράσι ταῖς ἰδίαις φρεσὶ πειθομένοις κατηγόρησαν τῆς ἁρμοσθείσης Χριστῷ τῷ θεῷ ἡμῶν ἁγίας αὐτοῦ ἐκκλησίας, καὶ ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστει-λαν τὴν εἰκόνα τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ ὁμοίως τοῖς ξοάνοις τῶν σατανι-κῶν εἰδώλων ὀνομάσαντες.

Διὸ μὴ φέρων ὁρᾶν ὑπὸ τῆς τοιαύτης λύμης διαφθειρόμενον τὸ ὑπήκοον ὁ δεσπότης θεὸς ἡμᾶς τοὺς ἁπανταχῇ τῆς ἱερωσύνης ἀρχηγούς τῇ αὐτοῦ εὐδοκίᾳ συνεκάλεσε θείῳ ζήλῳ καὶ ἐπινεύσει Κωνσταντίνου καὶ Εἰρήνης τῶν πιστοτάτων ἡμῶν βασι-λέων, ὅπως ἡ ἔνθεος παράδοσις τῆς καθολικῆς ἐκκλησίας κοινῇ ψήφῳ ἀπολάβῃ τὸ κῦρος.

Μετά πάσης τοίνυν ἀκριβείας ἐρευνήσαντές τε καὶ διασκεψάμενοι καὶ τῷ σκοπῷ τῆς ἀληθείας ἀκολουθήσαντες οὐδὲν ἀφαιροῦμεν, οὐδὲν προστίθεμεν, ἀλλὰ πάντα τὰ τῆς καθολικῆς ἐκκλησίας ἀμείωτα διαφυλάττομεν· καὶ ἑπόμενοι ταῖς ἁγίαις οἰκου-μενικαῖς ἓξ συνόδοις, πρῶτα μὲν τῇ ἐν τῇ λαμπρᾷ Νικαέων μητροπόλει συναθροι-σθείσῃ, ἔτι γε μὴν καὶ τῇ μετ᾿ αὐτὴν ἐν τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, „πι-στεύομεν εἰς ἕνα θεόν· πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι οὗ τὰ πάντα ἐγένετο, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτη-ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλά-του καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.”

Βδελυσσόμεθα δὲ καὶ ἀναθεματίζομεν Ἄρειον καὶ τοὺς αὐτοῦ σύμφρονας καὶ κοινω-νοὺς τῆς μανιώδους αὐτοῦ κακοδοξίας Μακεδόνιόν τε καὶ τοὺς περὶ αὐτὸν καλῶς ὀνομασθέντας πνευματομάχους. ὁμολογοῦμεν δὲ καὶ τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς θεοτόκον ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς ἁγίας τριάδος Χριστὸν τὸν θεὸν ἡμῶν, καθὰ καὶ ἡ ἐν Ἐφέσῳ τὸ πρότερον ἐδογμάτισε σύνοδος, καὶ τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς ἀμφ᾿ αὐτὸν ὡς προσωπικὴν δυάδα εἰσ-άγοντας τῆς ἐκκλησίας ἐξώθησε. σὺν τούτοις δὲ καὶ τὰς δύο φύσεις ὁμολογοῦμεν τοῦ σαρκωθέντος δι᾽ ἡμᾶς ἐκ τῆς ἀχράντου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τέλειον αὐτὸν θεὸν καὶ τέλειον ἄνθρωπον γινώσκοντες, ὡς καὶ ἡ ἐν Χαλκηδόνι σύν-οδος ἐξεφώνησεν, Εὐτυχῆ καὶ Διόσκορον δυσφημήσαντας τῆς θείας αὐλῆς ἐξελάσα-σα, συνυποβάλλοντες αὐτοῖς Σευῆρον, Πέτρον καὶ τὴν πολυβλάσφημον αὐτῶν ἀλληλόπλοκον σειράν. μεθ᾽ ὧν καὶ τὰ Ὠριγένους Εὐαγρίου τε καὶ Διδύμου μυ-θεύματα ἀναθεματίζομεν, ὡς καὶ ἡ ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσα πέμπτη σύνοδος. εἶτά τε καὶ δύο θελήματα καὶ ἐνεργείας κατὰ τὴν τῶν φύσεων ἰδιότητα ἐπὶ Χριστοῦ κηρύττομεν, καθ᾽ ὃν τρόπον καὶ ἡ ἐν Κωνσταντινουπόλει ἕκτη σύνοδος ἐξεβόησεν, ἀποκηρύξασα Σέργιον, Ὀνώριον, Κύρον, Πύρρον, Μακάριον τοὺς ἀθελή-τους τῆς εὐσεβείας καὶ τοὺς τούτων ὁμόφρονας. καὶ συνελόντες φαμέν· πάσας τὰς ἐκκλησιαστικὰς ἐγγράφως καὶ ἀγράφως τεθεσπισμένας ἡμῖν παραδόσεις ἀκαινο-τομήτως φυλάττομεν· ὧν μία ἐστὶ καὶ ἡ τῆς εἰκονικῆς ἀναζωγραφήσεως ἐκτύπωσις ὡς τῇ ἱστορίᾳ τοῦ εὐαγγελικοῦ κηρύγματος συνάδουσα πρὸς πίστωσιν τῆς ἀληθι-νῆς καὶ οὐ κατὰ φαντασίαν τοῦ θεοῦ λόγου ἐνανθρωπήσεως καὶ εἰς ὁμοίαν λυσιτέ-λειαν ἡμῖν χρησιμεύουσα. τὰ γὰρ ἀλλήλων δηλωτικὰ ἀναμφιβόλως καὶ τὰς ἀλλήλων ἔχουσιν ἐμφάσεις.

Τούτων οὕτως ἐχόντων τὴν βασιλικὴν ὥσπερ ἐρχόμενοι τρίβον ἐπακολουθοῦντες τῇ τε θεηγόρῳ διδασκαλίᾳ τῶν ἁγίων πατέρων ἡμῶν καὶ τῇ παραδόσει τῆς καθ-ολικῆς ἐκκλησίας τοῦ γὰρ ἐν αὐτῇ οἰκήσαντος ἁγίου πνεύματος εἶναι ταύτην γινώσκομεν – ὁρίζομεν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐμμελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας τὰς ἐκ χρωμάτων καὶ ψηφίδος καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, ἐν ἱεροῖς σκεύεσι καὶ ἐσθήσεσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς, τήν τε τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰκόνα, τῆς ἀχράντου δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου τιμίων τε ἀγγέλων καὶ πάντων ἁγίων καὶ ὁσίων ἀνδρῶν – ὅσῳ γάρ συνεχῶς διὰ εἰκονικῆς ἀνατυπώσεως ὁρῶνται, τοσοῦτον καὶ οἱ ταύτας θεώμενοι διανίστανται πρὸς τὴν τῶν πρωτοτύπων μνήμην τε καὶ ἐπιπόθησιν –, καὶ ταύταις ἀσπασμὸν καὶ τιμητικὴν προσκύνησιν ἀπονέμειν οὐ μὴν τὴν κατὰ πίστιν ἡμῶν ἀληθινὴν λατρείαν, ἢ πρέπει μόνῃ τῇ θείᾳ φύσει, ἀλλ᾽ ὃν τρόπον τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ καὶ τοῖς ἁγίοις εὐαγ-γελίοις καὶ τοῖς λοιποῖς ἱεροῖς ἀναθήμασι καὶ θυμιαμάτων καὶ φώτων προσαγω-γὴν πρὸς τὴν τούτων τιμὴν ποιεῖσθαι, καθὼς καὶ τοῖς ἀρχαίοις εὐσεβῶς εἴθισται. ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, καὶ ὁ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπόστασιν.

Οὕτω γάρ κρατύνεται ἡ τῶν ἁγίων πατέρων ἡμῶν διδασκαλία εἴτουν παράδοσις τῆς καθολικῆς ἐκκλησίας τῆς ἀπὸ περάτων εἰς πέρατα δεξαμένης τὸ εὐαγγέλιον, οὕτω τῷ ἐν Χριστῷ λαλήσαντι Παύλῳ καὶ πάσῃ τῇ θείᾳ ἀποστολικῇ ὁμηγύρει καὶ πατρικῇ ἁγιότητι ἐξακολουθοῦμεν κρατοῦντες τὰς παραδόσεις ἃς παρειλήφαμεν, οὕτω τοὺς ἐπινικίους τῇ ἐκκλησίᾳ προφητικῶς κατεπᾴδομεν ὕμνους· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· τέρπου καὶ εὐφραίνου ἐξ ὅλης τῆς καρ-δίας σου· περιεῖλε κύριος ἐκ σοῦ τὰ ἀδικήματα τῶν ἀντικειμένων σοι· λελύτρωσαι ἐκ χειρὸς ἐχθρῶν σου. κύριος βασιλεὺς ἐν μέσῳ σου. οὐκ ὄψει κακὰ οὐκέτι, καὶ εἰρήνη ἐπὶ σοὶ εἰς τὸν αἰῶνα χρόνον.

Τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν ἢ διδάσκειν ἢ κατὰ τοὺς ἐναγεῖς αἱρετικοὺς τὰς ἐκκλησιαστικάς παραδόσεις ἀθετεῖν καὶ καινοτομίαν τινὰ ἐπινοεῖν ἢ ἀποβάλ-λεσθαί τι ἐκ τῶν ἀνατεθειμένων τῇ ἐκκλησίᾳ, εὐαγγέλιον ἢ τύπον τοῦ σταυροῦ ἢ εἰκονικὴν ἀναζωγράφησιν ἢ ἅγιον λείψανον μάρτυρος, ἢ ἐπινοεῖν σκολιῶς καὶ παν-ούργως πρὸς τὸ ἀνατρέψαι τι τῶν ἐνθέσμων παραδόσεων τῆς καθολικῆς ἐκκλησίας, ἔτι γε μὴν ὡς κοινοῖς χρῆσθαι τοῖς ἱεροῖς κειμηλίοις ἢ τοῖς εὐαγέσι μοναστηρίοις, ἐπισκόπους μὲν ὄντας ἢ κληρικούς καθαιρεῖσθαι προστάσσομεν, μονάζοντας δὲ ἢ λαϊκοὺς τῆς κοινωνίας ἀφορίζεσθαι.

Πέτρος ἐλέει θεοῦ πρωτοπρεσβύτερος τῆς κατὰ Ῥώμην ἁγιωτάτης ἐκκλησίας τοῦ ἁγίου ἀποστόλου Πέτρου καὶ τὸν τόπον ἀναπληρῶν Ἀδριανοῦ πάπα τῆς πρεσβυ-τέρας Ῥώμης ὁρίσας ὑπέγραψα. Πέτρος ἀνάξιος πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα καὶ τὸν τόπον ἀναπληρῶν Ἀδριανοῦ πάπα τῆς πρεσβυτέρας Ῥώμης ὁρίσας ὑπέγραψα.

Ταράσιος ἐλέει θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπ-έγραψα. Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ πατριαρχικός σύγκελλος τὸν τόπον ἐπέχων τῶν τριῶν ἀποστολικῶν θρόνων Ἀλεξανδρείας, Ἀντιοχείας καὶ Ἱεροσολύμων τοῖς

πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. Θωμᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος <μονῆς> τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀρ-σενίου τῆς διακειμένης ἐν Αἰγύπτῳ ἄνω Βαβυλῶνος ἐπέχων τὸν τόπον τῶν τριῶν ἀποστολικῶν θρόνων Ἀλεξανδρείας, Ἀντιοχείας καὶ Ἱεροσολύμων τοῖς πατρικοῖς ἑπόμενος δόγμασι καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα.

1. Ἀγάπιος ἀνάξιος ἐπίσκοπος Καισαρείας τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 2. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ἐφέσου τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 3. Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυπρίων νήσου τοῖς πατρικοῖς δόγ-μασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 4. Λέων ἐλέει θεοῦ ἐπίσκοπος Ἡρακλείας Θράκης τοῖς πατρικοῖς δόγμασιν ἐξ-ακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 5. Βασίλειος ἀνάξιος ἐπίσκοπος Ἀγκύρας τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 6. Νικόλαος ἀνάξιος ἐπίσκοπος Κυζίκου τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 7. Εὐθύμιος ἀνάξιος ἐπίσκοπος Σάρδεων τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 8. Πέτρος ἀνάξιος ἐπίσκοπος Νικομηδείας τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 9. Ἠλίας ἁμαρτωλὸς ἐπίσκοπος Κρήτης τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. IO. Ὑπάτιος ἀνάξιος ἐπίσκοπος Νικαίας τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 11. Σταυράκιος ἁμαρτωλὸς ἐπίσκοπος Χαλκηδόνος τοῖς πατρικοῖς δόγμασιν ἐξ-ακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 12. Λέων πρεσβύτερος τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας καὶ ἐκ προσ-ώπου τοῦ θρόνου τῆς μητροπόλεως Σίδης τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 13. Δανιήλ ἁμαρτωλὸς ἐπίσκοπος Ἀμασείας τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 14. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Γαγγρῶν τοῖς πατρικοῖς δόγμασιν ἐξακο-λουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 15. Ἐπιφάνιος <ἁμαρτωλός» διάκονος τῆς ἁγιωτάτης ἐκκλησίας Κατάνης τῆς Σικε-λῶν νήσου καὶ τὸν τόπον ἐπέχων Θωμᾶ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Σαρδανίας τοῖς πατρικοῖς δόγμασιν ἐξακολουθῶν καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα. 16. Νικηφόρος ἀνάξιος ἐπίσκοπος τοῦ Δυρραχίου ὁμοίως. Ἀναστάσιος ἀνάξιος ἐπίσκοπος Νικοπόλεως Παλαιᾶς Ἠπείρου ὁμοίως. 17. 18. Νικήτας ἀνάξιος ἐπίσκοπος Κλαυδιουπόλεως ὁμοίως. 19. Γρηγόριος ἐλάχιστος ἐπίσκοπος Νεοκαισαρείας ὁμοίως. 20. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Πισινούντων ὁμοίως. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Μύρων τῆς Λυκίας ὁμοίως. 21. Θεοφύλακτος ἁμαρτωλός διάκονος καὶ ἔξαρχος καὶ τὸν τόπον ἐπέχων τοῦ 22. θρόνου Σταυρουπόλεως ἤτοι Καρίας ὁμοίως. 23. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος Λαοδικείας ὁμοίως. 24. Μιχαὴλ ἀνάξιος ἐπίσκοπος Συνάδων ὁμοίως. 25. Λέων ἀνάξιος ἐπίσκοπος τοῦ Ἰκονίου ὁμοίως. 26. Γεώργιος ἀνάξιος ἐπίσκοπος Ἀντιοχείας τῆς Πισιδίας ὁμοίως. 27. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Πέργης ὁμοίως. 28. Γρηγόριος ἁμαρτωλός πρεσβύτερος καὶ τὸν τόπον ἐπέχων τοῦ θρόνου Μω-κισσοῦ ὁμοίως. 29. Χριστοφόρος ἀνάξιος ἐπίσκοπος Τραπεζοῦντος ὁμοίως. 30. Λέων ἀνάξιος ἐπίσκοπος Ῥόδου ὁμοίως. Μανουήλ ἀνάξιος ἐπίσκοπος Ἀδριανουπόλεως ὁμοίως. 31. 32. Βασίλειος ἀνάξιος ἐπίσκοπος τοῦ Συλαίου ὁμοίως. 33. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Σελευκείας ὁμοίως. 34. Νικόλαος ἀνάξιος ἐπίσκοπος Ἱεραπόλεως ὁμοίως. 35. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος τοῦ Ῥηγίου ὁμοίως. 36. Κύριλλος ἁμαρτωλός μοναχὸς καὶ τὸν τόπον ἐπέχων Νικήτα ἐπισκόπου Γοτ-θίας ὁμοίως. 37. Στέφανος ἀνάξιος ἐπίσκοπος Σουγδάων ὁμοίως. 38. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Κατάνης ὁμοίως. 39. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ταυρομενίου ὁμοίως. 40. Γαλάτων ἀνάξιος πρεσβύτερος καὶ ἐκ προσώπου Στεφάνου ἐπισκόπου Συρα-κούσης ὁμοίως. 41. Γαυδίωσος ἀνάξιος ἐπίσκοπος Μεσήνης ὁμοίως. 42. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Πανόρμου ὁμοίως. 43. Στέφανος ἀνάξιος ἐπίσκοπος Βιβόνων ὁμοίως. 44. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Λεοντίνης ὁμοίως. 45. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Ταυριανῆς ὁμοίως. 46. Χριστοφόρος ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας Κυριακῆς ὁμοίως. 47. Βασίλειος ἀνάξιος ἐπίσκοπος τῆς Λιπαριτῶν νήσου ὁμοίως. 48. Θεότιμος ἀνάξιος ἐπίσκοπος Κροτώνων ὁμοίως. 49. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Καρίνης ὁμοίως. 50. Θεοφάνης ἀνάξιος ἐπίσκοπος τοῦ Λιλυβαίου ὁμοίως. 51. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Τρεοκάλεως ὁμοίως. 52. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Τροπαίων ὁμοίως. 53. Σέργιος ἀνάξιος ἐπίσκοπος Νικοτέρων ὁμοίως. 54. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Εὐχαΐτων ὁμοίως. 55. Μαυριανὸς ἀνάξιος ἐπίσκοπος Πομπηϊουπόλεως ὁμοίως. 56. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Βιζύης ὁμοίως. 57. Ἀντώνιος ἁμαρτωλός μοναχὸς καὶ τοποτηρητὴς τοῦ θρόνου Σμύρνης ὁμοίως. 58. Εὐστράτιος ἀνάξιος ἐπίσκοπος Ἀπαμείας ὁμοίως. 59. Πέτρος ἀνάξιος ἐπίσκοπος τῶν Γερμίων ὁμοίως. 60. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ἀρκαδιουπόλεως ὁμοίως. 61. Σισίνιος ἀνάξιος ἐπίσκοπος τοῦ Παρίου ὁμοίως. 62. Ἐπιφάνιος ἀνάξιος ἐπίσκοπος Μιλήτου ὁμοίως. 63. Νικήτας ἀνάξιος ἐπίσκοπος Προικονήσου ὁμοίως. 64. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Σεβαστουπόλεως ὁμοίως. 65. Ἰωάννης ἀνάξιος πρεσβύτερος καὶ ἐκ προσώπου τοῦ θρόνου Κολωνείας ὁμοί-ως. 66. Εὐστράτιος ἀνάξιος ἐπίσκοπος Μεθύμνης ὁμοίως. 67. Λέων ἀνάξιος ἐπίσκοπος Κίου ὁμοίως. Γρηγόριος ἀνάξιος πρεσβύτερος καὶ τοποτηρητής τοῦ θρόνου Νικοπόλεως 68. ὁμοίως. 69. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ἄπρου ὁμοίως. 70. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Κυψέλλων ὁμοίως. 71. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Ἡρακλειουπόλεως ἤτοι Πιδαχθόης ὁμοίως. 72. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος Κοτράδων ὁμοίως. 73. Κυριακός ἀνάξιος ἐπίσκοπος Δριζιπάρων ὁμοίως. 74. Λέων ἀνάξιος ἐπίσκοπος Μεσημβρίας ὁμοίως. 75. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Δέρκων ὁμοίως. 76. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Νύσσης ὁμοίως. 77. Γεώργιος ἀνάξιος ἐπίσκοπος τῶν Βασιλικῶν Θερμῶν ὁμοίως. 78. Σωτήριχος ἀνάξιος ἐπίσκοπος Κισκισῶν ὁμοίως. 79. Γεώργιος ἀνάξιος ἐπίσκοπος Καμουλιανῶν ὁμοίως. 80. Δαμιανὸς ἀνάξιος ἐπίσκοπος Μιτυλήνης ὁμοίως. 81. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Μασταύρων ὁμοίως. 82. Γεώργιος ἀνάξιος ἐπίσκοπος Βριούλων ὁμοίως. 83. Θεοδόσιος ἀνάξιος ἐπίσκοπος Νύσσης ὁμοίως. 84. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Τράλλης ὁμοίως. 85. Θεοφάνης ἀνάξιος ἐπίσκοπος Λεβέδου ὁμοίως. 86. Ὀλβιανὸς ἀνάξιος ἐπίσκοπος Ελαίας ὁμοίως. 87. Πάρδος ἀνάξιος ἐπίσκοπος Πιτάνης ὁμοίως. 88. Λέων ἀνάξιος ἐπίσκοπος Ἀλγίζων ὁμοίως. 89. Θεόγνιος ἀνάξιος πρεσβύτερος καὶ ἐκ προσώπου Σιὼν ὁμοίως. 90. Στρατόνικος ἀνάξιος ἐπίσκοπος Κύμης ὁμοίως. 91. Βασίλειος ἀνάξιος ἐπίσκοπος Ἀτραμυτίου ὁμοίως. 92. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Ὑπέπων ὁμοίως. 93. Θεοφάνης ἀνάξιος ἐπίσκοπος Καλόης ὁμοίως. 94. Λέων ἀνάξιος ἐπίσκοπος Φωκίας ὁμοίως. 95. Βασίλειος ἀνάξιος ἐπίσκοπος Περγάμου ὁμοίως. 96. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Παλαιᾶς Πόλεως ὁμοίως. 97. Ἰωάννης ἀνάξιος ἐπίσκοπος πόλεως Ἀσσοῦ ὁμοίως. 98. Βασίλειος ἀνάξιος ἐπίσκοπος Μαγνησίας ὁμοίως. 99. Μαριανὸς ἀνάξιος ἐπίσκοπος πόλεως Ἀτάνδρου ὁμοίως. 100. Λύκαστος ἀνάξιος ἐπίσκοπος Βαρέτων ὁμοίως. 101. Κωνσταντῖνος <ἀνάξιος πρεσβύτερος καὶ› τοποτηρητής πόλεως Ἀγάης ὁμοί-ως. 102. Νικηφόρος <ἀνάξιος πρεσβύτερος καὶ› τοποτηρητής Γαργάρων ὁμοίως. 103. Νικόδημος ἀνάξιος ἐπίσκοπος Εὐγάζων ὁμοίως. 104. Σάβας ἀνάξιος ἐπίσκοπος Ἀνέων ὁμοίως. 105. Νικηφόρος ἀνάξιος ἐπίσκοπος Ἀρκαδιουπόλεως ὁμοίως. 106. Κοσμᾶς ἀνάξιος ἐπίσκοπος Μυρίνης ὁμοίως. 107. Ἰωάννης ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας Σαλουντιανῆς ἐκκλησίας ὁμοίως. 108. Οὗρσος ἀνάξιος ἐπίσκοπος τῆς ἁγίας Ἀβαριτιανῶν ἐκκλησίας ὁμοίως. 109. Λαυρέντιος ἁμαρτωλός ἐπίσκοπος τῆς ἁγίας Ἀψαριτιανῶν ἐκκλησίας ὁμοίως. 110. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος Σόλων ὁμοίως. ΙΙΙ. Σπυρίδων ἀνάξιος ἐπίσκοπος Κύθρων ὁμοίως. 112. Θεόδωρος ἀνάξιος ἐπίσκοπος τοῦ Κιτίου ὁμοίως. 113. Γεώργιος ἀνάξιος ἐπίσκοπος Τριμιθούντων ὁμοίως. 114. Ἀλέξανδρος ἀνάξιος ἐπίσκοπος Ἀμαθούντων ὁμοίως. 115. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Νικαίας τῆς Θράκης ὁμοίως. 116. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ῥαιδεστοῦ ὁμοίως. 117. Μελχισεδέκ ἀνάξιος ἐπίσκοπος Καλλιπόλεως ὁμοίως. 118. Λεωνίδης ἀνάξιος ἐπίσκοπος Κοίλων ὁμοίως. 119. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Πανίου ὁμοίως. 120. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Χαριουπόλεως ὁμοίως. 121. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Λιθοπροσώπου ὁμοίως. 122. Σισίνιος ἀνάξιος ἐπίσκοπος Χαλκίδος ὁμοίως. 123. Σισίνιος ἀνάξιος ἐπίσκοπος Τζουρουλοῦ ὁμοίως. 124. Βενιαμὶν ἀνάξιος ἐπίσκοπος Λιζίκων ὁμοίως. 125. Κωνσταντῖνος <ἀνάξιος» πρεσβύτερος καὶ τοποτηρητής τοῦ Ἑξαμιλίου ὁμοί-ως. 126. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Μέτρων ὁμοίως. 127. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Θεοδωρουπόλεως ὁμοίως. 128. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Ἰουλιουπόλεως ὁμοίως. 129. Θεόφιλος ἀνάξιος ἐπίσκοπος Ἀναστασιουπόλεως ὁμοίως. 130. Λέων ἀνάξιος ἐπίσκοπος Μίνζου ὁμοίως. 131. Συνέσιος ἀνάξιος ἐπίσκοπος Κίνης ὁμοίως. 132. Πέτρος ἀνάξιος ἐπίσκοπος Ἀσπόνης ὁμοίως. 133. Ἄνθιμος ἀνάξιος ἐπίσκοπος Βερινουπόλεως ὁμοίως. 134. Λύκαστος ἀνάξιος ἐπίσκοπος Φιλαδελφείας ὁμοίως. 135. Στέφανος ἀνάξιος ἐπίσκοπος Σιλάνδου ὁμοίως. 136. Θεοφάνης ἀνάξιος ἐπίσκοπος Μαιονίας ὁμοίως. 137. Μιχαήλ ἀνάξιος ἐπίσκοπος Κερασέων ὁμοίως. 138. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Σετῶν ὁμοίως. 139. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Δάλδης ὁμοίως. 140. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ταβάλων ὁμοίως. 141. Θεόπιστος ἀνάξιος ἐπίσκοπος Ἑρμοκαπηλίας ὁμοίως. 142 . Νικόλαος ἀνάξιος ἐπίσκοπος Αυρηλιουπόλεως ὁμοίως. 143. Ἀναστάσιος ἀνάξιος ἐπίσκοπος Τριπόλεως ὁμοίως. 144. Ζαχαρίας ἀνάξιος ἐπίσκοπος Ἱεροκαισαρείας ὁμοίως. 145. Μιχαὴλ ἀνάξιος ἐπίσκοπος Τράλων ὁμοίως. 146. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Γόρδου ὁμοίως. 147. Λέων ἀνάξιος ἐπίσκοπος Τρακούλων ὁμοίως. 148. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος Ὑρκανίδος ὁμοίως. 149. Ἰωσήφ ἀνάξιος ἐπίσκοπος Ἀτταλείας ὁμοίως. 150. Λέων ἀνάξιος ἐπίσκοπος Ποιμανινοῦ ὁμοίως. 151. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Λαμψάκου ὁμοίως. 152. Νικήτας ἀνάξιος ἐπίσκοπος τοῦ Ἰλίου ὁμοίως. 153. Βασίλειος ἀνάξιος ἐπίσκοπος Ἀδριανουθηρῶν ὁμοίως. 154. Συμεὼν ἀνάξιος ἐπίσκοπος Ὤκης ὁμοίως. 155. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Γέρμης ὁμοίως. 156. Θεόδοτος ἀνάξιος ἐπίσκοπος Παλαιῶν ὁμοίως. 157. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Ἀβύδου ὁμοίως. 158. Στρατήγιος ἀνάξιος ἐπίσκοπος Δαρδάνου ὁμοίως. 159. Μιχαήλ ἀνάξιος ἐπίσκοπος Μελιτουπόλεως ὁμοίως. 160. Σισίνιος ἀνάξιος ἐπίσκοπος Ἀδρανείας ὁμοίως. 161. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Ἀπολλωνιάδος ὁμοίως. 162. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Καισαρείας Βιθυνίας ὁμοίως. 163. Γεώργιος ἀνάξιος ἐπίσκοπος Βασιλινουπόλεως ὁμοίως. 164. Κυρίων ἀνάξιος ἐπίσκοπος τοῦ Λόφου ὁμοίως. 165. Λέων ἀνάξιος ἐπίσκοπος Αρίστης ὁμοίως. 166. Νικηφόρος ἀνάξιος ἐπίσκοπος Ἀδρανοῦς ὁμοίως. 167. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Προύσης ὁμοίως. 168. Βασίλειος <ἀνάξιος» πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ Δασκυλίου ὁμοίως. 169. Δαβὶδ ἀνάξιος ἐπίσκοπος Ἑλενουπόλεως ὁμοίως. 170. Ἀναστάσιος ἀνάξιος ἐπίσκοπος Κνωσσοῦ ὁμοίως. 171. Σισίνιος ἀνάξιος ἐπίσκοπος Χερσονήσου ὁμοίως. 172. Ἐπιφάνιος ἀνάξιος ἐπίσκοπος Ἐλευθερίας ὁμοίως. 173. Μελίτων ἀνάξιος ἐπίσκοπος Κυδωνίας ὁμοίως. 174. Φωτεινός ἀνάξιος ἐπίσκοπος Καντάνου ὁμοίως. 175. Λέων ἀνάξιος ἐπίσκοπος τοῦ Φοίνικος ὁμοίως. 176. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Αρκαδίας ὁμοίως. 177. Λέων ἀνάξιος ἐπίσκοπος Κισάμου ὁμοίως. 178. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Σουβρίτων ὁμοίως. 179. Ἐπιφάνιος ἀνάξιος ἐπίσκοπος Λάμπης ὁμοίως. 180. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Λήμνου ὁμοίως. 181. Γαβριήλ ἀνάξιος ἐπίσκοπος Αἰγίνης ὁμοίως. 182. Πέτρος ἀνάξιος ἐπίσκοπος Μονοβασίας ὁμοίως. 183. Ἀντώνιος ἀνάξιος ἐπίσκοπος Τροιζήνης ὁμοίως. 184. Λέων ἀνάξιος ἐπίσκοπος Πορθμοῦ ὁμοίως. 185. Φιλητὸς ἀνάξιος ἐπίσκοπος Ὠρεοῦ ὁμοίως. 186. Νικήτας ἀνάξιος ἐπίσκοπος Μέλης ὁμοίως. 187. Νεόφυτος ἀνάξιος ἐπίσκοπος Γορδοσέρβων ὁμοίως. 188. Γρηγόριος ἀνάξιος πρεσβύτερος καὶ τοποτηρητής Κεφαληνίας ὁμοίως. 189. Φίλιππος ἀνάξιος ἐπίσκοπος Κερκύρων ὁμοίως. 190. Λέων ἁμαρτωλὸς ἐπίσκοπος Ζακύνθου ὁμοίως. 191. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ἐτένων ὁμοίως. 192. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Σασίμων ὁμοίως. 193. Λέων ἀνάξιος ἐπίσκοπος Ἀσπένδου ὁμοίως. 194. Λέων ἀνάξιος ἐπίσκοπος Ἀμισοῦ ὁμοίως. 195. Ἡράκλειος ἀνάξιος ἐπίσκοπος Ἰουνουπόλεως ὁμοίως. 196. Θεοφάνης ἀνάξιος ἐπίσκοπος Σωρῶν ὁμοίως. 197. Νικήτας ἀνάξιος ἐπίσκοπος Δαδύβρων ὁμοίως. 198. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ἡρακλείας Πόντου ὁμοίως. 199. Νικήτας ἀνάξιος ἐπίσκοπος Ἀδριανουπόλεως ὁμοίως. 200. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Κρατείας ὁμοίως. 201. Θεόφιλος ἀνάξιος ἐπίσκοπος Προυσιάδος ὁμοίως. 202. Μιχαήλ ἀνάξιος ἐπίσκοπος τῆς Τίου ὁμοίως. 203. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Κομάνων ὁμοίως. 204. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Κερασοῦντος ὁμοίως. 205. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος τοῦ Πολεμωνίου ὁμοίως. 206. Νικήτας ἀνάξιος ἐπίσκοπος τοῦ Ῥυζέου ὁμοίως. 207. Νικηφόρος ἀνάξιος ἐπίσκοπος Κλανέου ὁμοίως. 208. Λέων ἀνάξιος ἐπίσκοπος Τρωκνάδων ὁμοίως. 209. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Πιννάρων ὁμοίως. 210. Γεώργιος ἀνάξιος ἐπίσκοπος Νήσσα ὁμοίως. 211. Στέφανος ἀνάξιος ἐπίσκοπος Κάμνου ὁμοίως. 212. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος πόλεως Τλῶν ὁμοίως. 213. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Κανδίβων ὁμοίως. 214. Λέων ἀνάξιος ἐπίσκοπος Κορυδάλων ὁμοίως. 215. Πέτρος ἀνάξιος διάκονος καὶ τοποτηρητής τοῦ θρόνου Ὀρυκάνδων ὁμοίως. 216. Νικόδημος ἀνάξιος ἐπίσκοπος Σιδύμων ὁμοίως. 217. Ἰωάννης <ἀνάξιος» διάκονος καὶ τοποτηρητής Φασήλιδος ὁμοίως. 218. Στέφανος ἀνάξιος ἐπίσκοπος Αράξου ὁμοίως. 219. Γεώργιος ἀνάξιος ἐπίσκοπος Ὑνιάνδου ὁμοίως. 220. Λέων ἀνάξιος ἐπίσκοπος Λιμύρων ὁμοίως. 221. Σταυράκιος ἀνάξιος ἐπίσκοπος Ζηνοπόλεως ὁμοίως. 222. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Κόμβων ὁμοίως. 223. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Κιβύρης ὁμοίως. 224. Βασίλειος ἀνάξιος ἐπίσκοπος Ταβῶν ὁμοίως. 225. Δωρόθεος ἀνάξιος ἐπίσκοπος Νεαπόλεως ὁμοίως. 226. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Ἀλαβάνδων ὁμοίως. 227. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Ἡρακλείας ὁμοίως. 228. Δαβίδ ἀνάξιος ἐπίσκοπος Ἰασσοῦ ὁμοίως. 229. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Μυλάσσων ὁμοίως. 230. Σέργιος ἀνάξιος ἐπίσκοπος Βαργυλίων ὁμοίως. 231. Ἰωάννης ἀνάξιος ἐπίσκοπος πόλεως Μύνδου ὁμοίως. 232. Σταυράκιος ἀνάξιος ἐπίσκοπος Σταδίας τῆς Κνίδου ὁμοίως. 233. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Στρατονικείας ὁμοίως. 234. Νικήτας ἀνάξιος πρεσβύτερος καὶ ὑποψήφιος Ἀλικαρνασοῦ ὁμοίως. 235. Μαυριανὸς ἀνάξιος πρεσβύτερος καὶ ὑποψήφιος Κεράμου ὁμοίως. 236. Παῦλος ἀνάξιος ἐπίσκοπος Ἀκμωνείας ὁμοίως. 237. Λέων ἀνάξιος ἐπίσκοπος Ἀλέων ὁμοίως. 238. Ζαχαρίας ἀνάξιος ἐπίσκοπος Τραπεζουπόλεως ὁμοίως. 239. Λέων ἀνάξιος ἐπίσκοπος Εὐμενείας ὁμοίως. 240. Φίλιππος ἀνάξιος ἐπίσκοπος Τρανουπόλεως ὁμοίως. 241. Δοσίθεος ἀνάξιος ἐπίσκοπος Χωνῶν ὁμοίως. 242. Γεώργιος ἀνάξιος ἐπίσκοπος Πελτῶν ὁμοίως. 243. Γεώργιος ἀνάξιος ἐπίσκοπος Ἀππίας ὁμοίως. 244. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Σούβλιος ὁμοίως. 245. Παντολέων ἀνάξιος ἐπίσκοπος Γαλατίας ὁμοίως. 246. Μιχαὴλ ἀνάξιος ἐπίσκοπος Χαιρετόπων ὁμοίως. 247. Γρηγόριος ἀνάξιος ἐπίσκοπος Τιμενουθηρῶν ὁμοίως. 248. Γεώργιος ἀνάξιος ἐπίσκοπος Μηδαΐου ὁμοίως. 249. Νικήτας ἀνάξιος ἐπίσκοπος Νακωλείας ὁμοίως. 250. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος τοῦ Κοτυαείου ὁμοίως. 251. Λέων ἀνάξιος ἐπίσκοπος τοῦ Δοκιμίου ὁμοίως. 252. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Εὐκαρπίας ὁμοίως. 253. Μιχαὴλ ἀνάξιος ἐπίσκοπος Ἱεραπόλεως ὁμοίως. 254. Δαμιανός ἀνάξιος ἐπίσκοπος Μηροῦ ὁμοίως. 255. Νικήτας ἀνάξιος ἐπίσκοπος Αὐγουστοπόλεως ὁμοίως. 256. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Κινναβάρεως ὁμοίως. 257. Γρηγόριος ἀνάξιος πρεσβύτερος καὶ τοποτηρητής πόλεως Πολυβωτοῦ ὁμοίως. 258. Θεοφύλακτος <ἀνάξιος» πρεσβύτερος καὶ τοποτηρητής τοῦ θρόνου Ἴψου ὁμοίως. 259. Νικόλαος ἀνάξιος ἐπίσκοπος Φυτείας ὁμοίως. 260. Στέφανος <ἀνάξιος» πρεσβύτερος καὶ τοποτηρητής τοῦ θρόνου Ὄστρου ὁμοί-ως. 261. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος πόλεως Ἀμβλάδων ὁμοίως. 262. Ἐπιφάνιος ἀνάξιος ἐπίσκοπος πόλεως Πέρτων ὁμοίως. 263. Μιχαήλ ἀνάξιος ἐπίσκοπος πόλεως Πάππων ὁμοίως. 264. Σισίνιος ἀνάξιος ἐπίσκοπος πόλεως τοῦ Φιλομηλίου ὁμοίως. 265. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Τυμβριάδων ὁμοίως. 266. Στέφανος ἀνάξιος ἐπίσκοπος πόλεως Ὀρύμνων ὁμοίως. 267. Νικηφόρος ἀνάξιος ἐπίσκοπος Φόγλων ὁμοίως. 268. Μαριανὸς ἀνάξιος ἐπίσκοπος Μαγύδων ὁμοίως. 269. Λέων ἀνάξιος ἐπίσκοπος Ἀνδίδων ὁμοίως. 270. Στέφανος ἀνάξιος ἐπίσκοπος Παρνασοῦ ὁμοίως. 271. Θεόφιλος ἀνάξιος ἐπίσκοπος τῆς Χίου ὁμοίως. 272. Σέργιος ἀνάξιος ἐπίσκοπος <τῆς> Λέρου ὁμοίως. 273. Ἡράκλειος ἀνάξιος ἐπίσκοπος τῆς Σάμου ὁμοίως. 274. Γαλάτιος ἀνάξιος ἐπίσκοπος τῆς Μήλου ὁμοίως. 275. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος τῆς Ἄνδρου ὁμοίως. 276. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος τῆς Τήνου ὁμοίως. 277. Κάλλιστος ἀνάξιος ἐπίσκοπος πόλεως Εὐδοκιάδος ὁμοίως. 278. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Κρεμνῶν ὁμοίως. 279. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Λαγίνων ὁμοίως. 280. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Ἀδριανῆς ὁμοίως. 281. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Κοδρούλων ὁμοίως. 282. Εὐστράτιος ἀνάξιος ἐπίσκοπος Δεβελτοῦ ὁμοίως. 283. Εὐφήμιος ἀνάξιος ἐπίσκοπος Σωζοπόλεως ὁμοίως. 284. Θεόδωρος ἀνάξιος ἐπίσκοπος τοῦ Βουλγαροφύγου ὁμοίως. 285. Γεώργιος ἀνάξιος ἐπίσκοπος Πλουτινουπόλεως ὁμοίως. 286. Σισίνιος ἀνάξιος ἐπίσκοπος Γαρέλλης ὁμοίως. 287. Ῥουβίμ ἀνάξιος ἐπίσκοπος Σκοπέλου ὁμοίως. 288. Βασίλειος ἀνάξιος ἐπίσκοπος Περβέρεως ὁμοίως. 289. Μιχαὴλ ἀνάξιος ἐπίσκοπος τοῦ Παμφύλου ὁμοίως. 290. Μάνζων ἀνάξιος ἐπίσκοπος Πρακάνων ὁμοίως. 291. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος Κελενδέρεως ὁμοίως. 292. Σισίνιος ἀνάξιος ἐπίσκοπος Μουσβάδων ὁμοίως. 293. Εὐστάθιος ἀνάξιος ἐπίσκοπος Λάμου ὁμοίως. 294. Λέων ἀνάξιος ἐπίσκοπος Σιβύλων ὁμοίως. 295. Στέφανος ἀνάξιος ἐπίσκοπος Φιλαδελφείας ὁμοίως. 296. Ζαχαρίας ἀνάξιος ἐπίσκοπος Καρδαβούνδων ὁμοίως. 297. Στέφανος ἀνάξιος ἐπίσκοπος Συνάου ὁμοίως. 298. Κωνσταντῖνος ἀνάξιος ἐπίσκοπος Ἀγκύρας ὁμοίως. 299. Θεόδωρος ἀνάξιος ἐπίσκοπος Κάδων ὁμοίως. 300. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Ἀζανοῦς ὁμοίως. 301. Θεοφύλακτος ἀνάξιος ἐπίσκοπος Μοσύνων ὁμοίως. 302. Ἰωάννης ἀνάξιος ἐπίσκοπος Πραινέτου ὁρίσας ὑπέγραψα. Ἡ ἁγία σύνοδος ἐξεβόησε· Πάντες οὕτως πιστεύομεν, πάντες τὸ αὐτὸ φρονοῦμεν, πάντες συναινέσαντες ὑπεγράψαμεν. αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε. πιστεύοντες εἰς ἕνα θεὸν ἐν τριάδι ἀνυμνούμενον τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα. οἱ μὴ οὕτως ἔχοντες ἀνάθεμα ἔστωσαν, οἱ μὴ οὕτως φρονοῦντες πόρρω τῆς ἐκκλησίας ἐκδιωχθήτωσαν. ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς καθολικῆς ἐκκλησίας ἐπακολουθοῦμεν, ἡμεῖς τοὺς θεσμούς τῶν πατέρων φυλάττομεν. ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς ἐκκλησίας ἀναθεματίζομεν. ἡμεῖς τὴν ἐπείσακτον καινοτομίαν τῶν χριστιανοκατηγόρων ἀναθεματίζομεν. ἡμεῖς τὰς σεπτὰς εἰκόνας ἀποδεχόμεθα. ἡμεῖς τοὺς μὴ οὕτως ἔχοντας τῷ ἀναθέματι καθ-υποβάλλομεν. τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας γραφῆς ῥήσεις τὰς κατά τῶν εἰδώλων εἰς τὰς σεπτὰς εἰκόνας ἀνάθεμα. τοῖς μὴ ἀσπαζομένοις τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας ἀνάθεμα. τοῖς ἀποκαλοῦσι τὰς ἱερὰς εἰκόνας εἴδωλα ἀνάθεμα. τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι προσῆλθον ἀνάθεμα. τοῖς κοινωνοῦσι ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τὰς σεπτὰς εἰκόνας ἀνάθεμα. τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἄλλος ἐρρύσατο ἡμᾶς ἐκ τῶν εἰδώ-λων ἀνάθεμα. τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλά ποτε δεδέ-χθαι ἀνάθεμα.

Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Κωνσταντίνου καὶ Εἰρήνης τῆς αὐτοῦ μητρός πολλὰ τὰ ἔτη. νικητῶν βασιλέων πολλὰ τὰ ἔτη. νέῳ Κωνσταντίνῳ καὶ νέᾳ Ἑλένῃ αἰωνία ἡ μνήμη. ὁ θεὸς φυλάξει τὸ κράτος αὐτῶν. οὐράνιε βασιλεῦ, τοὺς ἐπι-γείους φύλαξον.

Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα. τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων ἀνάθεμα. τῷ δεχομένῳ τὰ δυσσεβῆ τῆς αἱρέσεως αὐτῶν λογύδρια ἀνά-θεμα. Θεοδοσίῳ τῷ ψευδωνύμῳ ἐπισκόπῳ Ἐφέσου ἀνάθεμα. Σισινίῳ τῷ ἐπίκλην Παστιλλᾷ ἀνάθεμα. Βασιλείῳ τῷ κακεμφάτῳ τρικακάβῳ ἀνάθεμα. ἡ τριὰς τῶν τριῶν τὸ δόγμα καθεῖλεν. Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ τοῖς κατὰ δια-δοχὴν τῷ θρόνῳ Κωνσταντινουπόλεως προεδρεύσασιν ὡς νέῳ Ἀρείῳ, Νεστορίῳ καὶ Διοσκόρῳ ἀνάθεμα. ἡ ἁγία τριὰς τῶν τριῶν τὸ δόγμα καθεῖλεν. Ἰωάννῃ Νικομηδείας καὶ Κωνσταντίνῳ Νακωλείας τοῖς αἱρεσιάρχαις ἀνάθεμα. ἐξουδένωσαν τὴν εἰκόνα τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ, ἐξουδένωσεν αὐτοὺς κύριος. εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐτῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ, ἀνάθεμα. εἴ τις Χριστὸν τὸν θεὸν περιγραπτὸν οὐχ ὁμολογεῖ κατὰ τὸ ἀν-θρώπινον, ἀνάθεμα. εἴ τις τὰς εὐαγγελικὰς ἐξηγήσεις τὰς στηλογραφικῶς γινο-μένας οὐ προσίεται, ἀνάθεμα. εἴ τις οὐκ ἀσπάζεται ταύτας ὡς εἰς ὄνομα τοῦ κυ-ρίου οὔσας καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα. εἴ τις πᾶσαν παράδοσιν ἐκκλησια-στικὴν ἔγγραφόν τε ἢ ἄγραφον ἀθετεῖ, ἀνάθεμα.

Γερμανοῦ τοῦ ὀρθοδόξου αἰωνία ἡ μνήμη. Ἰωάννου καὶ Γεωργίου αἰωνία ἡ μνήμη. τῶν κηρύκων τῆς ἀληθείας αἰωνία ἡ μνήμη. ἡ τριὰς τοὺς τρεῖς ἐδόξασεν. ὧν ταῖς διαλογαῖς κατακολουθεῖν ἀξιωθείημεν οἰκτιρμοῖς τε καὶ χάριτι τοῦ πρώτου καὶ μεγάλου ἀρχιερέως Χριστοῦ τοῦ θεοῦ ἡμῶν, πρεσβευούσης τῆς ἀχράντου δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων αὐτοῦ τῶν ἁγίων· γένοιτο. ἀμήν.

11
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать