Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Σπάραγμα εἰς τὴν πρώτην πρὸς Κορινθίους

Fragmentum in sancti Pauli epistulam i ad Corinthios / Фрагмент на Первое послание к коринфянам

Fragmentum in sancti Pauli epistulam i ad Corinthios Τοῦ αὐτοῦ ἐκ τοῦ Ζʹ τῶν ἐξηγητικῶν τόμων τῆς πρὸς Κορινθίους προτέρας ἐπιστολῆς·

Ὄσον μὲν γὰρ ἧκεν εἰς ἰδίαν φύσιν, ὑπενήνεκται τῷ θανάτῳ καὶ τῇ φθορᾷ τὸ ἀνθρώπινον σῶμα. Κατασκιάζεται δὲ τῇ ἀθανασίᾳ, θεοῦ τὸ χρῆμα διαπεραίνοντος καθ' ὃν ἂν εἰδείη τρόπον· οὕτω πεποιῆσθαί φαμεν τὸν πρῶτον ἄνθρωπον ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ γέγονεν ἐπάρατος, τῆς αὐτῷ διορισαμένης ἀφειδήσας ἐντολῆς, ἀπεδύσατο τὴν ἀφθαρσίαν καὶ τῆς θείας δόξης τὴν περιστολήν· ἔγνωσαν γὰρ οὕτως ὅτι γυμνοί εἰσι. Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐπανάληψις ἔσται τῶν ἐν ἀρχαῖς ἀγαθῶν· ἀναβιώσεται γὰρ ἡ σὰρξ κατημφιεσμένη τὴν ἀθανασίαν καὶ τῆς θείας δόξης καταπλουτοῦσα τὴν περιστολήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать